Η ΔΙΑΛΕΞΙΣ
ἐν μέσῳ τεταγμένη τοῦ λόγου δευτέρας δεηθέντος συνόδου πρόσφορον ἑαυτῇ δείκνυσι ταύτην οὖσαν τὴν τάξιν.
Τὸν Ἰθακήσιον Ὅμηρος εἴτε τὸν ἄνθρωπον ἐλεήσας τῆς κατὰ θάλατταν πλάνης εἴτε τὴν ποίησιν ἐθέλων διαποικῖλαι, ἵνα ἔτι μᾶλλον θέλγοι τοὺς ἐντυγχάνοντας ἐξ ἑτέρας εἰς ἑτέραν ἄγουσα τέρψιν, τὸν Ὀδυσσέα τοίνυν ὁ ποιητὴς εἰς Ἰθάκην μὲν οὔπω, ἐς Φαιακίαν δὲ ἄγει, νῆσον μεγάλην τε καὶ εὐδαίμονα, καὶ τοῖς Ἀλκίνου βασιλείοις αὐτὸν ὑποδέχεται καὶ ξενίζει καί τινα παρὰ τὸν πότον προσάγει κιθαρῳδόν, τὸν πέρι Μοῦσʼ ἐφίλησεν, ὁ δὲ μεσοῦντος τοῦ δείπνου τὴν λύραν ἀναλαβὼν ἡδίω τὴν εὐωχίαν ἐποίει τοῖς δαιτυμόσι μέλους τε ἁρμονίᾳ καὶ διαστάσει τῶν ὄψων.
ἀλλὰ καὶ ὅτε τοῖς Πισαίοις πανήγυρις ἤγετο τὰ Ὀλύμπια, οὐ μόνον αὐτοῖς ἀθληταὶ τὰ τελούμενα ἦν, ἀνάπαυλα δέ τις ἐγίνετο μεταξὺ καὶ ῥᾳστώνη τοῦ τε ἀγῶνος τοὺς ἀθλητὰς ἀναπαύουσα καὶ τῆς συντόνου προθυμίας τὸ θέατρον.
τοσαῦτα ὁ πρόλογος βραχύτερα μὲν καὶ ἄλλως ἢ μακρότερα φθέγγεσθαι πεφυκώς, νῦν δὲ μᾶλλον εἰκότως τοῦτο ἐπιτηδεύσας, ἵνα δή μοι ὁ λόγος μὴ τρίτης ὑμῶν δεηθείη συνόδου.