Ῥούφῳ.
Συνίστημί σοι τὸν φέροντα τὴν ἐπιστολὴν ἄνδρα πράγματα μὲν ἔχοντα διʼ ἀντιδίκου φιλονεικίαν, αὐτὸν δὲ τοῖς φίλοις παρέχειν οὐ βουλόμενον, ἔτι δὲ καὶ τἄλλα οἷον ἂν σὺ ἐπαινέσειας, μέτριος καὶ ἐπιεικής· τὸ γὰρ τοῦ γένους καὶ πολιτικοῦ ἀξιώματος οὐδʼ οἶμαί σε δεῖσθαι πυνθάνεσθαι, καὶ γὰρ καὶ ταῦτα αὐτῷ ὑπάρχει.
Ῥούφῳ.
Ἑρέννιον τὸν ἐμὸν ἑταῖρον φθάνεις μὲν ἐπιστάμενος, οὔπω δὲ ἱκανῶς, ὅσον ἐγὼ βούλομαι. οὐδὲ γὰρ νῦν ἂν δυναίμην ἴσως εἰπεῖν ἅπαντα τὰ προσόντα αὐτῷ· τοσαῦτα μέντοι ἄξιον αὐτὸν μαρτυρῆσαι ὡς καὶ γέγονεν ἡμῖν ἐκ πλείονος φίλος καὶ ὅσα πεῖραν ἤδη τῷ χρόνῳ δέδωκε. καὶ περὶ τοὺς λόγους πρότερον μὲν ἐζήλωσε, νῦν δὲ καὶ ὑπερεβάλετο. ἔστι γὰρ ῥήτωρ ἀγαθός, ἔτι δʼ ἂν γένοιτο βελτίων σοὶ συνὼν καὶ ὑπὸ σοῦ προαγόμενος. σὺ δέ μοι τὰ πολλὰ περὶ πολλῶν χαριζόμενος ἐν τοῖς μάλιστα ἂν χαρίζοιο καὶ Ἑρέννιον σαυτοῦ νομίζων.
Εὐσεβίῳ.
Παρόντα σε βλέπειν οἴομαι ταῖς ἐπιστολαῖς ἐντυγχάνων αἷς ἐπιστέλλεις, ὥστʼ εἰ γράφοις μοι συνεχέστερον ἥκιστʼ ἂν ἐπὶ τῇ ἀπουσίᾳ δυσχεραίνοιμι.
Τῷ αὐτῷ.
Ἀνιαρὰ μὲν εἶναι τὰ συμβάντα Δρακοντίῳ καὶ κακῶν ἔσχατα τίς οὐκ ἂν ὁμολογήσειεν, ἀνθρώπινα δὲ καὶ πολλοῖς ἤδη γεγενημένα. διὸ καρτερεῖν μὲν ἐπʼ ἐκείνοις ἀνάγκη καὶ φέρειν ἑκόντας· δεῖ γάρ, κἂν ἄλλως ἔχῃς, κἂν σφόδρα τοῦ πάθους ἡττᾷ, ὑπὲρ τῶν ὄντων ὁρᾶν ὀρθῶς, ἵνα μὴ τὰς μὲν συμφορὰς ἄριστα διηνυκέναι δοκῇς, περὶ δὲ τοῦ ζῶντος οὐκ ἄριστα φρονεῖν.
Σαβινιανῷ.
Οὐκ ὄκνῳ τοῦ γράφειν οὐδʼ ὑπεροψίᾳ τινὶ σεσιώπηταί μοι τὰ πρότερον. καί σοι ἂν ὡμολόγουν εἶναι σχετλιώτατος ἀνθρώπων, εἰ τέχνῃ μὲν τὸ λέγειν ἀσκήσας ἐπιστέλλειν οὐκ ἐβουλόμην, ἠμέλουν δὲ φίλου, ᾧ καὶ συνεχόρευσα τὰ τῶν Μουσῶν καὶ τὰ ἱερὰ συνετελέσθην, ὅσα δὴ πάντων ἐν Ἕλλησιν ἁγιώτατα.