Οὐ μὰν ὁ πάρος γα Σινωπεὺς
τῆνος ὁ βακτροφόρας
διπλείματος αἰθεριβόσκας·
ἀλλʼ ἀνέβα
χῆλος ποτʼ ὀδόντας ἐρείσας
καὶ τὸ πνεῦμα συνδακών·
Ζανὸς γόνος ἦς γὰρ ἀλαθέως
οὐράνιός τε κύων.
… εσ
… τὸ τᾶς ῥικνᾶς χελώνας
μναμόνευʼ· οἶκος γὰρ ἄριστος ἀλαθέως
καὶ φίλος.
Πῶς κʼ ἴδοιεν
τὰν σοφίαν πέλας ἑστακυῖαν ...
ἀνέρες, ὧν τὸ κέαρ παλῶ σέσακται
καὶ δυσεκνίπτω τρυγός;
.... εισ … κʼ αὐτῶν
ὀλβοθύλακον
λάρον τε καὶ ἀκρασίωνα
θῆκε πενητυλίδαν
Ξένωνα, ποτάγαγε δʼ ἁμὶν
ἄργυρον εἰς ἀνόνατα ῥέοντα;
Καὶ τί τὸ κωλύον ἦς, αἴ τίς σφʼ ἔροιτο,
— ῥεῖα γάρ ἐστι θεῷ πᾶν ἐκτελέσσαι
χρῆμʼ ἐπὶ νοῦν ὅκʼ ἴῃ —,
ἢ τὸν ῥυποκιβδοτόκωνα
καὶ τεθνακοχαλκίδαν
ἢ τὸν παλινεκχυμενίταν,
τὸν κτεάνων ὄλεθρον, τοῦτον κενῶσαι
τᾶς συοπλουτοσύνας,
δόμεν δʼ ἐπιταδεοτρώκτᾳ
κοινοκρατηροσκύφῳ
τὰν ὀλλυμέναν δαπάνυλλαν;
Μήποτʼ οὖν ὁ τᾶς Δίκας
ὀφθαλμὸς ἀπεσπαλάκωται,
χὠ Φαέθων μονάδι γλήνᾳ παραυγεῖ,
καὶ Θέμις ἁ λιπαρὰ καταχλύωται;
Πῶς ἔτι δαίμονες οὖν τοὶ μήτʼ ἀκουὰν
μήτʼ ὀπὰν πεπαμένοι;
Καὶ μὰν τὸ τάλαντον ὁ σεμνὸς
ἀστεροπαγερέτας
μέσσον τὸν Ὄλυμπον ἔχων
ὀρθὸν τιταίνει,
καὶ νένευκεν οὐδαμῇ.
Καὶ τοῦθʼ Ὅμηρος εἶπεν ἐν Ἰλιάδι·
ῥέπει δʼ ὅταν αἴσιμον ἆμαρ
ἀνδράσι κυδαλίμοις ᾖ.
Πῶς οὖν ἐμὶν οὔποτʼ ἔρεψεν
ὀρθὸς ὢν ζυγοστάτας,
τὰ δʼ ἔσχατα βρύτια Μυσῶν—
ἅζομαι δέ θην λέγειν,
ὅσον γε ῥέπει τὸ παρʼ αὐτοῖς
τῶ Διὸς πλαστίγγιον;
Ποίους ἐπʼ ἀνάκτορας οὖν τις
ἢ τίνας οὐρανίδας κιὼν ἂν εὕροι
πῶς λάβοι τὰν ἀξιάν,
ὅθʼ ὁ Κρονίδας ὁ φυτεύσας
πάντας ἁμὲ καὶ τεκὼν
τῶν μὲν πατρωὸς τῶν δὲ πέφανε πατήρ;
Λῷον μεθέμεν περὶ τούτων
τοῖς μετεωροκόποις,
τούτους γὰρ ἔργον οὐδὲ ἓν ἔλπομʼ ἔχην·
ἇμιν δὲ Παιὰν καὶ Μετάδως μελέτω,
θεὸς γὰρ αὕτα, καὶ Νέμεσις κατὰ γᾶν.
Μέσφʼ οὖν ὁ δαίμων οὔρια φυσιάει,
τιμᾶτε ταύταν, φῶτες ελα …
τᾷξαν
τεσ
σητον ὄλβ
τύχας
ταῦτʼ ἐστὶν ὗμιν νειόθεν ἐξεμέσαι.
Δοιά τις ἇμιν ἔφα γνάθοισι φυσῆν
τὸν κυανοπτέρυγον παῖδʼ Ἀφροδίτας,
Δαμόνομʼ, οὔτι γὰρ εἶ λίαν ἀπευθής·
καὶ βροτῶν γὰρ τῷ μὲν ἂν
πραεῖα καὶ εὐμενέουσα
πνεύματα δεξιτερὰ πνεύσῃ σιαγών,
οὗτος ἐν ἀτρεμίᾳ τὰν ναῦν Ἔρωτος
σώφρονι πηδαλίῳ Πειθοῦς κυβερνῇ,
τοῖς δὲ τὰν ἀριστερὰν λύσας ἐπόρσῃ
λαίλαπας ἢ λαμυρὰς Πόθων ἀέλλας,
κυματίας διόλου τούτοις ὁ πορθμός·
εὖ λέγων Εὐριπίδας. Οὐκοῦν δύʼ ὄντων
κάρρον ἐστὶν ἐκλέγειν
τὸν οὔριον ἇμιν ἀήταν,
καὶ μετὰ Σωφροσύνας οἴακι Πειθοῦς
χρώμενον εὐθυπλοεῖν,
ὅκʼ ᾖ κατὰ Κύπριν ὁ πορθμός,
μη
νομ
δαπ
καὶ τ … τ … ῥηξεῖ.
στραγ … πλόος.
πανν … το βι …
καὶ προκοθηλυμανὲς
… να βλαψιτε … αν
καὶ μεγάλαν ὀδύναν·
ἁ δʼ ἐξ ἀγορᾶς Ἀφροδίτα
καὶ τὸ μηδενὸς μέλειν,
ὁπανίκα λῇς, ὅκα χρῄζῃς,
οὐ φόβος, οὐ ταραχά·
ταύταν ὀβολῶ κατακλίνας
Τυνδαρέοιο δόκει γαμβρὸς τόκʼ ἦμεν
νυ
[ ]νησπυ[
[ ταλ]ακάρδιον [
[] τικαντ.πο.[
κροτησιγομφ[
κατὰ καιρὸν ε..[
θεῖ κἠ[λ]αύ[ν][εται
τα φευξιπήμονʼ ἀν[
φῦλα σκιόθρεπτα κ[..].ος
ἐγχεσίμωρος
ἁδον[ο]π[λ]άκτων βροτῶν
καὶ μά[λ]' ἐπισταμένως
ωπ̣ασα̣..σε[.]χ..
αγὰρ̣ [ὀ]ψ[ο]τ̣ράγ̣[οι]ς
πι[μελ]ὰν μὲν ὠλεσίκαρπον
[καὶ σφ]ύγα φυσαλέαν
α̣ὐ̣δάν [τε...]..ῆ·
νεῦρα δὲ καὶ κρα[δίαν]
καὶ ν]ῶτʼ ἐλέλιγμα̣[....]
[........]ς εὐπαλ[αμ
…
ταῦτα [
γὰρ οὐ [
αθεσ[
ναται.[
τος ἀεικ[
ὦ φίλος τᾶς ι[
ἦς καὶ νόω κ.[
πενίᾳ ποτιφ[
τιμοτατω δεπ[
π[..].αμυρο[
...... πολλάκις δμαθεὶς βροτὸς οὔτι ἑκὼν
ἔκλᾳξε κανθώς·
τὶν δʼ ἀτέραμνον ἔσω στέρνων
καὶ ἀνίκατον κέαρ ἔσκʼ ἐν
πιμελοσαρκοφάγων πάσας μελεδώνας·
τῷ τὶν διέφευγε καλῶν οὐδέν ποκα,
πάντα τεοῖσι δʼ ὑπὸ σπλάγχνοις
ἔσκʼ ἁβρὰ Μουσᾶν
κνώδαλα· Πιερίδων θʼ ἁλιευτὰς
ἔπλεο, θυμέ, καὶ ἰχνευτὰς ἄριστος.
Νῦν δʼ ὅκκα μὲν ἐκφανέες λευκαὶ
κορυφᾷ περιαιωρεῦνται ἐθειρᾶν
κιλεω λάχνᾳ, κνακὸν δὲ γένειον,
καἴ τι ματεύει κράγυον ἁλικία
χρόνω τʼ ἐπάξιον, κολακεύει
δερκομένα βιοτᾶς
εὐρὺν ποτὶ τέρματος οὐδόν,
τᾶμος ἐσλᾶς μὲν
αἰολόπωλον
… βουσόω μύωπος
… ἵππον χρεμετίζοντα
… το γάρ ἐστʼ ἀγαθῶ
τοῦτʼ Εὐθυδίκω … εαστα,
Στωικὲ Καλλιμέδων·
… ἐστὶ πονηρὰ
καὶ … μενα.
Σφαίρῳ γὰρ
… προβάλῃς
ἢ καί τι
Ἄγχιτον εἰς ἀρετάν,
… δες ἰχνεύεις
αλ
φέροντʼ ὀπώραν
… κου τοῦτον αὐ
… ηθρα
σκωπτιλλιο … αυ
… ιδ … ως
βλαβὰν ακλη … ετ …
… μοφλυακεῖν τόπος,
ἦ Φοῖβος αὐτὸς
ὕμʼ ὁρῶν ἀποστομοῖ·
τὰς δὴ τοιαύτας
σκεπτοσύνας κενὰ μὴ σπουδὰν ποιεῖσθαι
τῷ στρέφειν ἄνω κάτω·
λόγους δʼ ὅταν ᾄθεον εὕρῃς
μουσικῶς ἁρμοσμένον,
τότʼ ἂν τὸν ἴσον πόθον ἕλκῃ
κἀστάθευτον ἵμερον,
τοῦτʼ ἐστὶ ποτʼ ἄρσενας ἄρσην,
τοῦτʼ ἔρως Ζανωνικός.
Κερκίδα
Κυνὸς
μελίαμβοι.
Τῷ περὶ θηροπέπλου μανίας
ὕβρεός τε περιστάσιμον
στοὰν ἔχοντι Πυθαγόρου πελάτᾳ.
Λεβητοχάρων
Μαγίς
Πατρωός
Ἦν καλλιπύγων ζεῦγος ἐν Συρακούσαις.
Ἐν κριομύξοις ἀνδράσιν
Ἅπαντα δʼ ἔρρειν εἰς βυθὸν τὰ τίμια
τῶν γαστριμάργων σῖτα, μήτε σῖτʼ ἔτι,
τῶν εὐτελεστάτων λέβητος ἐξ ἑνὸς
ὀρθῶς λέγει που Κερκίδας ὁ φίλτατος
τέλος τρυφώντων, αὐτὸς ἐσθίων ἅλας,
αὐτῆς τρυφῆς ἔθʼ ἁλμυρὸν καταπτύων.
[................]δεισου[...... ἀνθρ]ώποις
[............]ι κ̣α̣τ̣ε̣ῖ̣δε[.... ἀν]θρώπων
[............]σας̣ οὓς κατ̣[εῖδεν] ἀνθρώπου̣ς
[.........] [Πάρ]νε, πρός [σ]ε χρ[ήσο]μαι πάσῃ
[............] πο[ιή]μ̣ατ̣ʼ ο̣ὐ̣ μ̣άτ[ην] ἀκούοντα
[............]...εσω...... ἀνθρώπων
[.....................]α̣λ̣[...] ἐν κόμῃ κεῖται
[...............].χειρες ὥ[σπ]ερ Ἅρπυιαι,
[............]ον κέρδος ἐ̣κ̣ λίθου παντ̣ός,
[.........ἕ]καστος ἔνθεν ἁρπάξῃ
[.... κυ]βιστᾷ κἠπινήχεται πᾶς τις
[......] ἑταῖρον καὶ κ̣α̣σ̣ίγνη[το]ν κα̣[ὶ] ὦρα
[.....ἑ]α̣υ̣τ̣ο̣ῦ̣ τὴν τρισοιζυρὴν ψυχήν.
[........]ηθ.. ἀλλὰ τα〈ὐτὰ〉 μὲν πεζῇ
[........ἐ]ν ἀνθ̣ρώποις ἀείδεται πλωτῇ
[... δ]ὲ περιφέρουσι τοῦτο τὸ ῥῆμα·
«[κέρδαινʼ,] ἑταῖρε, κἢν θέρευς κἢν χειμῶνος·
[ἁπάντοθε]ν κέρδαινε, μηθὲν αἰσχύνου.»
[............]δου τοῦτʼ ὀνειδιεῖταί̣ σ̣οι
«[............].τὴν χεῖρʼ, ὅκου λαβεῖν δεῖ τι,
ὅκου δὲ δοῦναι μηδόλως φόρει χεῖρα»,
ἐροῦσι πολλοί· «πολλὰ σαυτὸν ἀσπάζου·
ἐπὴν ἔχῃς τι, πάντα σοι φίλων πλήρη,
πλουτοῦντα γάρ σε χοἰ θεοὶ φιλήσουσι,
ἐὰν δὲ μὴ ʼχῃς μηθέν, οὐδὲ κηδεσταί,
πένητα δʼ ὄντα χἠ τεκοῦσα μεισήσει».
Ἐγὼ μὲν οὖν, ἀῗτα, καὶ καταρῶμαι
τοῖς νῦν βίοις, καὶ πάντας ἀνθρώπους μισῶ
τοὺς ζῶντας οὕτω, καὶ ἔτι μᾶλλον μισήσω,
ἀνέστροφαν γὰρ τὴν ζόην ἡμῶν οὗτοι.
ἦ γὰρ πάροιθεν ἦν δ … α χρ … υν ἐστὶν σεμνὴ
δικαιότης ᾤχηκεν ἔνθεν οὐδʼ ἥξει·
ἀπιστίη ζῇ πα
ἴσχυκεν ἡ ἀναίδεια τοῦ Διὸς μεῖζον·
ὅρκοι τεθνήκασιν οἱ θεοὶ δʼ εἰάκασιν·
ἡ δυσγένεια κριθιᾷ κατʼ ἀνθρώπους,
τῆς δʼ εὐγενείας ἁλμυρὸν κατέπτυσσεν·
θέλοι δʼ ἂν οὐδεὶς οὐδὲ τὴν Ἥραν γῆμαι
πτωχὴν ἐοῦσαν τ … κ … η … οντοι …
μᾶλλον δʼ ἕλοιτο τὴν ἐπὶ στέγους Λυδὴν
ἔχων ὁπυίειν ἔνδον, ἢν φέρῃ χαλκοῦς.
......... [..............................]δ̣ην
.........
[..............................].την
.........
[.........................]ω̣μαιον̣
[.........................]ων
[.........................]στρος
[.........................]υσεν
.........
[.........................]σων
[.........................]α
[.........................]στοι
.........
[.........................]της .........
ἔοικεν εἶναι, π[άντο]θεν γὰρ ἕλκουσιν,
καὶ οὐκ ἔστιν οὔ[τ]ε [σ]υγγενὴς οὔτε ξεῖνος
ὃ[ς ο]ὐχ̣[ὶ το]λμᾷ π̣[ᾶν] ὅκως ἕξει μέζον
χ[ω]ρὶς δέατος θ̣εό̣θ[εν, ο]ὐδὲ μέμνηνται
θεοῦ δικαίης, ἀλλά [νιν] [χλ]ευάζουσιν·
ὅκως δὲ χρὴ ζῆ[ν .].[...] [ἔγ]ωγε θαυμά̣[ζω]
ἐν θηρίοισι μ̣ᾶ̣λ̣λ̣[ον ......] ξε̣ν̣α̣ι̣ [....]
ἀπιστίη γε παν̣τ̣α[...]..[....].[...]α̣ι̣[..]
τὸ τῆς α̣[....[..].ενι̣αγχω̣..πάντα [.]
τὸ μειλιχῶδες καὶ προσηνὲς δὴ τοῦτο.
Ἐκεῖνο μ[ὲ]ν γὰρ ο[ἶδ]α, σὺν θεοῖς εἰπεῖν,
ὅπερ κ[ράτιστόν] [ἐ]στιν, οὐ νενίκημαι
[...].[......] καὶ γαστ[ρό]ς, ἀλλʼ ἀπαρ[κ]εῦμαι
[....]. ἅλις γὰρ πρή̣ξ̣ι̣ο̣ς τὸ̣ κ̣ερδαίν̣[ειν]
[..].[.] ν̣ε̣..ως κάνδυ̣λ̣ον ὡς οὕτως εἰπε̣ῖ̣ν̣·
τὸ] γ̣ὰρ σ̣τ̣όμʼ, ὡς ἔοικ[ε, ..]οτ̣[...]α̣ι μο[ῦ]νο̣ν̣
[χρό]νον τοσ[οῦ]τον [ὅσσο]ν̣ ἄ̣ν̣ τις ἔσθ̣[ων ᾖ·
[ὅτα]ν δʼ ἀμείψητα[ι......]. καὶ τ.[....].ο̣ν
εἰς κ[.]ην Χάρυβδ[ιν] [.....]. οἴχεται πά[ντ]α
καὶ ταῦτα τεν[....] χ̣[ρ]ή̣ σε καὶ ἑτερο̣[.....]
ὑπὲρ δὲ τούτων [.].π̣α[.]υ̣ειλινων [.....]
Ἐγὼ μὲν οὖν, ὦ Π[άρ]νε, ταῦτʼ οὐχὶ ζ[ηλῶ],
ἀλλʼ ἐν χαλ[ινοῖς .].[.]..λυ̣σ̣τον..[.....]
γαστρὸς κατίσχ[ω καὶ ἐκ]βιά[ζ]ομαι τ[οῦτο]
πρὸς εὐτέλειαν τ[ὸ]ν [βί]ον καθίστασθ[αι]·
καὶ μὴν ὅτ[α]ν γε.....[..] σπ̣..ε̣.ειν.[...]
κάμνω με̣[γ]ίστη̣ δ̣[..].[..]..[.].μ̣ο̣ιχο.[....]
τέρπει δέ μʼ οὕτως ο[ὐ]δ[ὲ]ν ὡς τ̣ὸ κερδ[αίνειν]
[ἐκ] τοῦ δικαίου το[.....].[.]οῖς ἀν[θ]ρώπ[οις]
[..λαμ]βάνειν.[.].[..].[...] εκτροπ[...]α̣[...]
[.......].[.]ν̣ε̣ν̣ο̣ν..[....].ουθεν..[.].[.....]
[........]ο̣ν̣ω π[λ]ουτοῦντας εξα[.....]
[........].τ..ν... ὥσπε̣ρ̣ οὐδʼ ο..[....]
Ἔστιν γάρ, ἔστιν, ὃς τάδε σκοπεῖ δαίμων,
ὃς ἐν χρόνῳ τὸ θεῖον οὐ καταισχύνει·
νέμει δʼ ἑκάστῳ τὴν καταίσιον μοῖραν.
Ἐγὼ μὲν οὖν, ὦ Πάρνε, βουλοίμην εἶναι
τἀρκεῦντʼ ἐμαυτῷ καὶ νομίζεσθαι χρηστός,
ἢ πολλὰ πρήσσειν, καί ποτʼ εἰπεῖν τοὺς ἐχθρούς·
«ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν ἔνθʼ ἦλθεν.»