eul_wid: hiu-aa

Ἀποσπάσματα
Historical and Natural Fragments

Aristobulus of Cassandreia Historical and Natural Fragments PDF

t1 ΙΤΑΛΙΚΑ. E LIBRO TERTIO. Plutarch.
1 [10] Par. m. c. 32: Διὰ τοὺς ἀστυγείτονας πολέμους ἡ σύγκλητος τῶν Ῥωμαίων τοῦ δήμου τὸ σιτόμετρον ἦρε· Ῥωμύλος δὲ, ὁ βασιλεὺς, βαρέως ἐνεγκὼν, τῷ δήμῳ ἀπέδωκε· πολλοὺς δὲ τῶν μειζόνων ἐκόλαζεν. Οἱ δὲ φονεύσαντες αὐτὸν ἐν τῇ συγκλήτῳ βουλῇ, καὶ κόψαντες, εἰς τοὺς κόλπους ἔβαλον. Ῥωμαῖοι δὲ μετὰ πυρὸς εἰς τὴν σύγκλητον ἔδραμον. Αἴτιος δὲ Πρόκλος, τῶν ἐπισήμων ἀνὴρ, εἶπε, τὸν Ῥωμύλον ἐν ὄρει ἑωρακέναι μείζονα παντὸς ἀνθρώπου θεὸν γεγενῆσθαι. Ῥωμαῖοι δὲ πιστεύσαντες, ἀνεχώρησαν· ὡς Ἀριστόβουλος ἐν τρίτῳ Ἰταλικῶν. ΠΕΡΙ ΛΙΘΩΝ.
t2 E LIBRO PRIMO. Idem De fluv.
2 [5] c. 14, 3, de Tanai fluvio: Γεννᾶται δ’ ἐν αὐτῷ καὶ λίθος κρυστάλλῳ παραπλήσιος, ὢν ἀνθρωπόμιμος, ἐστεμμένος. Ὅταν δ’ ἀποθάνῃ βασιλεὺς, ἀρχαιρεσίας παρὰ τὸν ποταμὸν τελοῦσιν· καὶ ὃς ἂν εὑρεθῇ τὸν λίθον ἐκεῖνον ἔχων, παραχρῆμα βασιλεὺς γίνεται, καὶ τὰ σκῆπτρα παραλαμβάνει τοῦ τελευτήσαντος· καθὼς ἱστορεῖ Κτησιφῶν ἐν γʹ Περὶ φυτῶν. Μέμνηται δὲ τούτων καὶ Ἀριστόβουλος ἐν αʹ Περὶ λίθων.