ΕΣ ΟΡΧΟΜΕΝΙΟΥΣ ΣΥΓΓΡΑΦΗ.
Παυσανίας Θῦσαι δὲ ἐν Ἑλικῶνι Μούσαις πρώτους καὶ ἐπονομάσαι τὸ ὄρος ἱερὸν εἶναι Μουσῶν Ἐφιάλτην καὶ Ὦτον λέγουσιν, οἰκίσαι δὲ αὐτοὺς καὶ Ἄσκρην· καὶ δὴ καὶ Ἡγησίνους ἐπὶ τῷδε ἐν τῇ Ἀτθίδι ἐποίησεν· Ἄσκρῃ δʼ αὖ παρέλεκτο Ποσειδάων ἐνοσίχθων· ἢ δή οἱ τέκε παῖδα περιπλομένων ἐνιαυτῶν Οἴοκλον, ὃς πρῶτος μετʼ Ἀλωέος ἔκτισε παίδων Ἄσκρην, ἥθʼ Ἑλικῶνος ἔχει πόδα πιδακόεντα. Ταύτην τοῦ Ἡγησίνου τὴν ποίησιν οὐκ ἐπελεξάμην· ἀλλὰ πρότερον ἄρα ἐκλελοιπυῖα ἦν πρὶν ἢ ἐμὲ γενέσθαι. Κάλλιππος δὲ Κορίνθιος ἐν τῇ Ἐς Ὀρχομενίους συγγραφῇ μαρτύρια ποιεῖται τῷ λόγῳ τὰ Ἡγησίνου τὰ ἔπη. Ὡσαύτως δὲ καὶ ἡμεῖς πεποιήμεθα παρʼ αὐτοῦ Καλλίππου διδαχθέντες.
Παυσανίας Ἀσπληδόνα δὲ ἐκλιπεῖν τοὺς οἰκήτοράς φασιν, ὕδατος σπανίζοντας· γενέσθαι δὲ τὸ ὄνομα ἀπὸ Ἀσπληδόνος τῇ πόλει· τοῦτον δὲ εἶναι νύμφης τε Μιδείας καὶ Ποσειδῶνος· ὁμολογεῖ δὲ καὶ ἔπη σφίσιν, ἃ ἐποίησε Χερσίας, ἀνὴρ Ὀρχομένιος· Ἐκ δὲ Ποσειδάωνος ἀγακλειτῆς τε Μιδείας Ἀσπληδὼν γένεθʼ υἱὸς ἀνʼ εὐρύχορον πτολίεθρον. Τοῦδε τοῦ Χερσίου τῶν ἐπῶν οὐδεμία ἦν ἔτι κατʼ ἐμὲ μνήμη· ἀλλὰ καὶ τάδε ἐπηγάγετο ὁ Κάλλιππος ἐς τὸν αὐτὸν λόγον τὸν ἔχοντα ἐς Ὀρχομενίους. Τούτου δὲ τοῦ Χερσίου καὶ ἐπίγραμμα οἱ Ὀρχομένιοι τὸ ἐπὶ τῷ Ἡσιόδου τάφῳ μνημονεύουσι.