eul_wid: rda-at
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Deipnosophists Epitome: Books 9–15 by Athenaeus of Naucratis

Part of Deipnosophists Epitome

ὅτι οἱ κωλῆνες λέγονται παρʼ Ἀθηναίοις μὲν κωλεοὶ θηλυκῶς μόνως, παρὰ δʼ ἑτέροις καὶ ἀρσενικῶς, ὡς Ἐπίχαρμος· χορδαί τε ἁδὺ ναὶ μὰ Δία χὡ κωλεός. ὅτι παρὰ τοῖς Ποντικοῖς σκευάζεται ὀξύγαρος. ὅτι Ἀριστοφάνης τὸ τακερὸν ἐπὶ τοῦ τρυφεροῦ ἔταξε λέγων· Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς. καὶ Φερεκράτης· τακεροὺς ἐρεβίνθους. ὅτι τὸ σίνηπι παρὰ Νικάνδρῳ κεῖται τῷ Κολοφωνίῳ. Ἀριστοφάνης δέ φησιν ἐν Ἱππεῦσι· κἄβλεψε νᾶπυ· οὐδεὶς δὲ Ἀττικῶν σίναπυ ἔφη. ἔχει δʼ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἷον νᾶφυ. ὅτι ἐστέρηται φύσεως ἀφυὲς καὶ μικρὸν ὄν, ὡς ἡ ἀφύη. καὶ σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ κρόμυον, ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ ὁ κωμῳδιοποιός φησι· τὸ θυγάτριόν μου σεσινάπηκε διὰ τῆς ξένης. —Ταῦτά σοι, ὦ καλὲ ἄνθρωπε, φησί, ζητοῦντι συνεισευπορήσαμεν. ὅτι παρὰ μὲν Πλάτωνι παροψὶς ποικίλον τι ὄψον ἐστί, παρὰ Ἀντιφάνει δὲ ἐπὶ σκεύους κεῖται· ἡ λέξις δὲ ... παρὰ Ἀχαιῷ· παροψίδων κάθεφθα καὶ κνισσηρὰ παραφλογίσματα. καὶ Σωτάδης· παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ· τοῦτον μασᾶται, παρακατεσθίει δʼ ἐμέ. Ξενοφῶν δʼ ἐν πρώτῳ Παιδείας ἀμφιβόλως ἔφη· προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα. Ἀττική, φησί, λέξις, ὦ Συραττικὲ Οὐλπιανέ, τὸ ἔμβαμμα. Θεόπομπος οὖν φησιν· ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίνεται. ὅτι τὸν κωλῆνα καὶ κωλῆν Ἀττικοί φασιν. συναιρούμενον, φησίν, ἀπὸ τοῦ κωλέα κωλῆ, ὡς συκέα συκῆ, λεοντέα λεοντῆ. Ἀριστοφάνης· οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον. Ξενοφάνης ὁ Κολοφώνιος· πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἦρα. ὀπίον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν, τοῦ κλέος Ἑλλάδα πᾶσαν ἀφίξεται οὐδʼ ἀπολήξει, ἔστʼ ἂν ἀοιδῶν ᾖ γένος Ἑλλαδικῶν. φασιανῶν, φησί, τῶν περισπουδάστων ὀρνίθων.

ὅτι τὰς γογγυλίδας Λακεδαιμόνιοι γαστέρας καλοῦσι, Βοιωτοὶ δὲ τὰς κράμβας γάστρας, ὥς φησι Νίκανδρος, τὰς δὲ γογγυλίδας ζακελτίδας, Ἀμερίας δὲ καὶ Τιμαχίδας τὰς κολοκύντας φησὶ καλεῖσθαι ζακελτίδας. Σπεύσιππος δέ φησι· ῥαφανίς, γογγυλίς, ῥάφυς ἢ καὶ διὰ τοῦ π ῥάπυς ἀνάρινον ὅμοια. τούτοις δʼ οὐδὲν ἄλλο ὅμοιον εἰ μὴ ἡ βουνιάς, ἣν ἄρρενα καλεῖ γογγυλίδα Θεόφραστος, ὃς καὶ δύο γένη φησὶ γογγυλίδων ἄρρεν καὶ θήλειαν, γίνεσθαι δʼ ἄμφω ἐκ τοῦ αὐτοῦ σπέρματος. περὶ ταύτης φησὶ Δίφιλος ὁ Σίφνιος ἰατρός· ἡ γογγυλὶς λεπτυντικὴ καὶ δριμεῖα καὶ δύσπεπτος καὶ πνευματωτική. κρείττων δέ, φησίν, ἡ βουνιάς· γλυκυτέρα γὰρ καὶ πεπτικωτέρα καὶ εὐστόμαχος καὶ τρόφιμος. ἡ δὲ ὀπτωμένη μᾶλλον πέττεται, περιττότερον δὲ λεπτύνει. μέμνηται δὲ γογγυλίδος ὀπτῆς Εὔβουλος· ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω. καὶ Ἄλεξις· γογγυλίδος ὀπτῆς τόμους. ἡ δὲ ταριχευομένη γογγυλὶς λεπτυντικωτέρα ἐστὶ τῆς ἑφθῆς καὶ μάλιστα ἡ διὰ νάπυος γινομένη, ὥς φησιν ὁ Δίφιλος.

ὅτι κράμβης γένη τρία, ἁλμυρίς, λειόφυλλος, σελινουσίης· τῇ δʼ ἡδονῇ πρώτη κέκριται ἁλμυρίς. φύεται δʼ ἐν Ἐρετρίᾳ, Κύμῃ, Ῥόδῳ, Κνίδῳ καὶ Ἐφέσῳ. ἡ δὲ λειόφυλλος ἀνὰ πᾶσαν γίνεται γῆν. ἡ δὲ σελινουσία ὠνόμασται διὰ τὴν πυκνότητα· ἐμφερὴς γάρ ἐστι σελίνῳ κατὰ τὴν πύκνωσιν. Θεόφραστος δέ φησι· τῆς ῥαφάνου — λέγω δὲ τὴν κράμβην — ἣ μέν ἐστιν οὐλόφυλλος, ἣ δὲ ἀγρία. Δίφιλος δὲ ὁ Σίφνιός φησι· κράμβη καλλίστη γίνεται καὶ γλυκεῖα ἐν Κύμῃ, ἐν δὲ Ἀλεξανδρείᾳ πικρά. τὸ δʼ ἐκ Ῥόδου φερόμενον σπέρμα εἰς Ἀλεξάνδρειαν ἐπὶ ἐνιαυτὸν γλυκεῖαν ποιεῖ τὴν κράμβην, μεθʼ ὃν χρόνον πάλιν ἐπιχωριάζει. Νίκανδρος δέ φησι· κύμη κακόχροος, ἣ μὲν ἔοικε πέλμασιν οἷσι πέδιλα παλίμβολα κασσίουσιν· ἣν μάντιν λαχάνοισι παλαιόγονοι ἐνέπουσιν. μήποτε δὲ μάντιν καλεῖ τὴν κράμβην ἱερὰν οὖσαν, ἐπεί φησί τι τοιοῦτον καὶ Ἱππώναξ. ὁ δʼ ἐξολισθὼν ἱκέτευε τὴν κράμβην τὴν ἑπταφύλλιον, ᾗ θύεσκε Πανδώρη. καὶ Ἀνάνιος δέ φησι· καὶ σὲ φιλέω, ναὶ μὰ τὴν κράμβην. καὶ Ἐπίχαρμος· ἐν Γῇ καὶ Θαλάσσᾳ· καὶ μὰ τὴν κράμβην. ἐδόκει δὲ Ἰωνικὸς εἶναι ὅρκος. καὶ οὐ παράδοξον εἰ κατὰ τῆς κράμβης τινὲς ὤμνυον, ὁπότε καὶ Ζήνων ὁ Κιττιεὺς ὁ τῆς στοᾶς κτίστωρ μιμούμενος τὸν κατὰ τῆς κυνὸς ὅρκον Σωκράτους καὶ αὐτὸς ὤμνυε τὴν κάππαριν. Ἀθήνησι δὲ ταῖς τετοκυίαις κράμβη παρεσκευάζετο ὥς τι ἀντιφάρμακον εἰς τροφήν, ὡς Ἔφιππος· ἔπειτα πῶς οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν, οὐ κνῖσσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται ὀπτᾶν τε τυροῦ χεροννησίτου τόμους ἕψειν τʼ ἐλαίῳ ῥάφανον ἠγκαλισμένην πνίγειν τε παχέων ἀρνείων στηθύνια τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις κοινῇ τʼ ἐναύειν τευθίσι σηπίδια πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρόφως πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας. Ἀντιφάνης δὲ ὡς εὐτελοῦς βρώματος τῆς κράμβης μέμνηται. Πολύζηλος δὲ ὑψιπετάλους που κράμβας φησίν. ὅτι θλαστὰς ἐλαίας φησί που Δίφιλος.

ὅτι εὐχυλώτερον τὸ λευκὸν σεῦτλον τοῦ μέλανος καὶ ὀλιγοσπερμότερον καὶ καλεῖται Σικελικόν, ὥς φησι Θεόφραστος. ἡ δὲ σευτλὶς ἕτερον τοῦ σεύτλου. διὸ Δίφιλος ὁ κωμῳδιοποιὸς ἐπιτιμᾷ τινι ὡς κακῶς λέγοντι καὶ τὰ τεῦτλα τουταίνας καλῶν. Εὔδημος δὲ τέσσαρα γένη τεύτλων φησί· σπαστόν, καυλωτόν, λευκόν, πάνδημον, τοῦτο δʼ εἶναι τῇ χρόᾳ φαιόν. Δίφιλος δʼ ὁ Σίφνιος τὸ σευτλίον φησὶν εὐχυλώτερον κράμβης καὶ θρεπτικώτερον μετρίως, ἐκζεστὸν δὲ καὶ λαμβανόμενον μετὰ νάπυος λεπτυντικώτερον εἶναι καὶ ἑλμίνθων φθαρτικόν. εὐκοιλιώτερον δὲ τὸ λευκόν, τὸ δὲ μέλαν οὐρητικώτερον, εἶναι δʼ αὐτῶν καὶ τὰς ῥίζας εὐστομωτέρας καὶ πολυτροφωτέρας.

ὅτι ὁ σταφυλῖνος τὸ λάχανον δριμὺς ἱκανῶς θρεπτικός, εὐστόμαχος, μέσως διαχωρητικός τε καὶ πνευματώδης, δύσπεπτος, οὐρητικὸς ἱκανῶς, διεγερτικὸς εἰς ἀφροδίσια· διὸ καὶ ὑπʼ ἐνίων φίλτρον καλεῖται.

ὅτι τὸ κεφαλωτὸν τὸ καὶ πράσιον εὔχυλον· ὁ δὲ Δίφιλός φησι μέσως λεπτυντικόν, θρεπτικόν, πνευματῶδες. καλοῦσι δὲ αὐτὰ καὶ τηθυλλίδας ἢ γηθυλλίδας. σκόροδα δύο καὶ γαθυλλίδας δύο. οἳ δὲ τὸ γήθυον καλούμενόν φασιν εἶναι τὴν γαθυλλίδα ὃ ὅμοιον ἀμπελοπράσῳ Δίδυμός φησι, τὰ δʼ αὐτὰ καὶ ἐπιθυλλίδας λέγεσθαι. Πολέμων δʼ ὁ περιηγητὴς κιττῆσαί φησι γηθυλλίδος τὴν Λητὼ κύουσαν τὸν Ἀπόλλωνα, ὅθεν τιμῆς τοιαύτης ταύτην τυχεῖν. διατέτακται γὰρ παρὰ Δελφοῖς τῇ θυσίᾳ τῶν Θεοξενίων, ὃς ἂν κομίσῃ γηθυλλίδα μεγίστην τῇ Λητοῖ, λαμβάνειν μοῖραν ἀπὸ τῆς τραπέζης. ἑώρακά τε, φησίν, αὐτὸς οὐκ ἐλάττω γηθυλλίδα γογγυλίδος καὶ τῆς στρογγύλης ῥαφανῖδος.

ὅτι ὁ χαρίεις Ἀριστοφάνης ἐπαινῶν τὰς καλὰς Ἀθήνας ταῦτά φησιν· ὄψει δὲ χειμῶνος μέσου σικυούς, βότρυς, ὀπώραν, στεφάνους ἴων, κονιορτὸν ἐκτυφλοῦντα. ὡυτὸς δʼ ἀνὴρ πωλεῖ κίχλας, ἀπίους, σχαδόνας, ἐλάας, χόρια, χελιδόνα, τέττιγας, ἔπειτα κολοκύντας ὁμοῦ ταῖς γογγυλίσιν ἀροῦσιν. ἴδοις δʼ ἂν νιφόμενα σῦκα ὁμοῦ τε μύρτα. ὡστʼ οὐκ ἔτʼ οὐδεὶς οἶδε πηνίκʼ ἐστὶ τοὐνιαυτοῦ. μέγιστον ἀγαθόν, εἴπερ διʼ ἐνιαυτοῦ ὅτου τις ἐπιθυμεῖ λαβεῖν. κακὸν μὲν οὖν μέγιστον. εἰ μὴ γὰρ ἦν, οὐκ ἂν ἐπεθύμουν οὐδʼ ἂν ἐδαπανῶντο. εἶτʼ ἐπάγει ὅτι σέβοντες τοὺς θεοὺς Αἴγυπτον αὐτῶν τὴν πόλιν πεποιήκασʼ ἀντʼ Ἀθηνῶν· μηνί, φησίν, Ἰανουαρίῳ ἐθαυμάζομεν ἐσθίοντες τὰς κολοκύντας. χλωραί τε γὰρ ἦσαν καὶ τὸ ἴδιον ἀπεδίδοσαν τοῦ χυμοῦ. ἐτύγχανον δʼ οὖσαι τῶν συντεθειμένων ὑπὸ τῶν τὰ τοιαῦτα μαγγανεύειν εἰδότων ὀψαρτυτῶν. ὅτι Νίκανδρος σικύας ὀνομάζει τὰς κολοκύντας λέγων αὐτὰς σικύας τμητῶν ἀνὰ κλώμασι πείραις, ἠέρι δὲ ξήρανον, ἐπεγκρεμάσαιο δὲ καπνῷ, χείμασιν ὄφρʼ ἂν δμῶες ἅλις περιχανδέα χύτρον πλήσαντες ῥοφέωσιν.

ὅτι τὰ συγκοπτὰ λάχανα κνιστὰ Ἀριστοφάνης φησίν. ὅτι ὄρνιθας καὶ ὀρνίθια τὰς θηλείας ἡ συνήθεια ἐκάλει ὡς Χρύσιππος, καθάπερ τινές φασι τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι, ἀλεκτρυόνας δὲ καὶ ἀλεκτορίδας τοὺς ἄρρενας. ὄρνιθας δέ φαμεν τὰς ἰδικῶς οὕτω καλουμένας. ὡς Μένανδρος· ἀλεκτρυών τις ἐκεκράγει μέγα. οὐ σοβήσετʼ ἔξω τὰς ὄρνιθας ἀφʼ ἡμῶν; οἱ δὲ ἀρχαῖοι τὸ ὄρνις καὶ ἀρσενικῶς καὶ θηλυκῶς λέγουσιν. Ὅμηρος· ὄρνιθές τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο, καὶ ὄρνιθι λιγυρῇ. καὶ τὸν ἀλεκτρυόνα φασὶ καὶ θηλυκῶς. Στράττις· αἱ δʼ ἀλεκτρυόνες ἅπασαι καὶ τὰ χοιρίδια τέθνηκε καὶ τὰ μικρὰ ὀρνίθια. Ἀναξανδρίδης· ὀχευομένους δὲ τοὺς κάπρους καὶ τὰς ἀλεκτρυόνας θεωροῦσʼ ἄσμενοι. Θεόπομπος· ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα. Ἀριστοφάνης· πολλαὶ τῶν ἀλεκτρυόνων ὑπηνέμια βίᾳ τίκτουσιν ᾠὰ πολλάκις. λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. εἴρηται δʼ οὕτως, ἐπεὶ ἐκ τοῦ λέκτρου ἡμᾶς ἐγείρει. τὸ ὄρνις Δωριεῖς ὄρνιξ λέγοντες διὰ τοῦ χ κλίνουσιν ὄρνιχος. αἰτιατικὴ δὲ τοῦ ὄρνις οὐ μόνον ὄρνιν καὶ ὄρνιθα καὶ οὐ μόνον ὄρνιθες ἀλλὰ καὶ ὄρνις.

ὅτι δέλφαξ ὁ ἄρρην καὶ τέλειος χοῖρος παρʼ Ἐπιχάρμῳ. καὶ Ἀναξίλας δʼ ἐν Κίρκῃ· τοὺς μὲν ὀρεινομένους ὑμῶν ποιήσει δέλφακας ὑληβάτας, τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους, λέοντας. Ἀριστοφάνης δὲ ἐπὶ θηλείας τάττει τοὔνομα δέλφακος λέγων ὀπωρινῆς. Καὶ κυρίως αἱ θήλειαι οὕτω λεχθεῖεν ἄν, ὡς δελφύας ἔχουσι ἤτοι μήτρας, ὅθεν καὶ οἱ ἀδελφοὶ ἐτυμολογοῦνται. περὶ δὲ τῆς ἡλικίας τοῦ ζῴου φησὶ Κρατῖνος· ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις. Ἀριστοφάνης δʼ ὁ γραμματικός φησιν ὅτι τῶν συῶν τὰ μὲν ἤδη συμπεπηγότα δέλφακες, τὰ δʼ ἁπαλὰ καὶ ἔνικμα χοῖροι. ὅθεν σαφὲς τὸ Ὁμηρικὸν γίνεται· τά τε δμώεσσι πάρεστι χοίρεʼ ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν. —Ἀναξανδρίδης διδάσκων ποτε διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφʼ ἵππου καὶ ἀπήγγειλέ τι τῶν ἐκ τοῦ ᾄσματος. ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ. πικρὸς δʼ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτον περὶ τὰς κωμῳδίας· ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὡς οἱ πολλοί. καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας. —ὅτι ἦν παλαιὸς νόμος τῆς ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον. διὸ τὰ ἤδη τέλεια ἤσθιον. ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν. ἦν δὲ καὶ ἔθος τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὐ θύειν ἀμνὴν οὐδὲ τυροῦ γεύεσθαι. κατὰ χρόνον δέ τινα ἐκλιπόντων τῶν βοῶν, φησὶ Φιλόχορος, νομοθετηθῆναι διὰ τὴν σπάνιν ἀπέχεσθαι τῶν ζῴων, συναγαγεῖν βουλομένους καὶ πληθῦσαι τῷ μὴ καταθύεσθαι. χοῖρον δʼ οἱ Ἴωνες καλοῦσι τὴν θήλειαν. ὅτι Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς γράφει· εἰς Ἄσσον ἐπιδημήσαντί μοι οἱ Ἄσσιοι παρέστησαν χοῖρον ἔχοντα τὸ μὲν ὕψος δύο ἡμίσους πήχεων, ὅλον δʼ ἄρτιον πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. ἔφασάν τε τὸν βασιλέα Εὐμενῆ τὰ τοιαῦτʼ ἐπιμελῶς ὠνεῖσθαι παρʼ αὐτῶν διδόντα τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας. ὅτι Χαμαιλέων παρατίθεται ἐν τῷ περὶ Αἰσχύλου ταῦτα εἰπεῖν τὸν Αἰσχύλον· ἐγὼ δὲ χοῖρον καὶ μάλʼ εὐθηλούμενον ἐν κριβάνῳ θήσω. τί γὰρ ὄψον γένοιτʼ ἂν ἀνδρὶ τοῦδε βέλτιον; καὶ πάλιν· λευκός· τί δʼ οὐχί; καὶ καλῶς ἠφευμένος· ὁ χοῖρος ἕψου μηδὲ λυπηθῇς πυρί. Ἀγαθοκλῆς ὁ Βαβυλώνιός φησι· μυθεύουσιν ἐν Κρήτῃ τὴν Διὸς γενέσθαι τέκνωσιν ἐπὶ τῆς Δίκτης, ἐν ᾗ καὶ ἀπόρρητος γίνεται θυσία. λέγεται γὰρ ὡς ἄρα Διὶ θηλὴν ὑπέσχεν ὗς καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος ἀνεπάιστον τοῖς παροῦσιν ἐτίθει. διὸ πάντες τὸ ζῷον τοῦτο περίσεπτον ἡγοῦνται. Πραίσιοι δὲ καὶ ἱερὰ ῥέζουσιν ὑΐ, καὶ αὐτὴ προτελὴς αὐτοῖς ἡ θυσία νενόμισται. ὅτι Ἀρχαῖος ὁ Ἐρετριεὺς μέμνηται πεταλίδων συῶν οὕτω ῥηθεισῶν ἐκ μεταφορᾶς τῶν μόσχων· οἱ πέταλοι λέγονται ἀπὸ τῶν κεράτων, ὅταν αὐτὰ ἐκπέταλα ἔχωσιν. Ἐρατοσθένης δὲ σύας λαρινοὺς προσηγόρευσε μετάγων ἀπὸ τῶν λαρινῶν βοῶν οὕτω κληθέντων ἢ ἀπὸ τοῦ λαρινεύεσθαι ὅ ἐστι σιτίζεσθαι κατὰ Σώφρωνα, ἢ ἀπὸ κώμης Ἠπειρωτικῆς Λαρίνης ἢ ἀπὸ τοῦ βουκολοῦντος αὐτὰς Λαρίνου. εἰσαχθέντος ἡμῖν, φησί, ποτὲ καὶ δέλφακος, οὗ τὸ μὲν ἥμισυ κραμβαλέον ἦν ἐπιμελῶς πεποιημένον, τὸ δὲ ἥμισυ ὡσὰν ἐξ ὕδατος ἡψημένον τακερῶς, καὶ πάντων θαυμαζόντων τοῦ μαγείρου τὴν σοφίαν, μέγα φρονῶν ἐκεῖνος ἐπὶ τῇ τέχνῃ ἔφη· ἀλλὰ μὴν οὐδὲ τὴν σφαγὴν ἔχει τις ὑμῶν ἐπιδεῖξαι ὅπου ἐγένετο ἢ πῶς αὐτοῦ ἡ γαστὴρ πεπλήρωται παντοίων ἀγαθῶν. καὶ γὰρ κίχλας ἐν ἑαυτῷ ἔχει καὶ ἄλλα ὀρνίθια ὑπογαστριῶν τε μέρη χοιρείων καὶ μήτρας τόμους καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, ἔτι δὲ ὀρνίθων γαστέρας αὐταῖσι μήτραις καὶ τὰ ἐκ σαρκῶν εἰς λεπτὰ κατακνιζόμενα καὶ μετὰ πεπερίδων συμπλαττόμενα· ἰσίκια γὰρ ὀνομάζειν αἰδοῦμαι τὸν Οὐλπιανόν, καίπερ αὐτὸν εἰδὼς ἡδέως αὐτοῖς χρώμενον. πλὴν ὁ ἐμὸς συγγραφεὺς Πάξακος τῶν ἰσικίων μέμνηται, καὶ οὔ μοι φροντὶς Ἀττικῶν χρήσεων. ὑμεῖς οὖν ἐπιδείξατε πῶς τε ὁ χοῖρος ἐσφάγη καὶ πῶς ἐξ ἡμισείας μέν ἐστιν ὀπτός, ἑφθὸς δὲ κατὰ θάτερα. ἀπορούντων δὲ πάντων καὶ λιπαρούντων δεικνύειν τὴν σοφίαν, ἔφη· ὁ μὲν χοῖρος ἐσφάγη ὑπὸ τὸν ὦμον σφαγὴν βραχεῖαν, καὶ ἐπέδειξεν· ἔπειτʼ ἀπορρεύσαντος τοῦ πολλοῦ αἵματος πάντα τὰ ἐντοσθίδια μετὰ τῆς ἐξαιρέσεως — εἴρηται γὰρ καὶ ἡ ἐξαίρεσις, ὦ στωμυλῆθραι δαιταλεῖς — διακλύσας ἐπιμελῶς οἴνῳ πολλῷ ἐκρέμασα ἐκ ποδῶν. εἶτα πάλιν οἴνῳ διέβρεξα καὶ προσεψήσας μετὰ πολλοῦ πεπέρεως τὰ προειρημένα χναυμάτια ἔβυσα διὰ τοῦ στόματος, πολλὸν ἐπιχέας ζωμὸν εὖ μάλα πεποιημένον. καὶ μετὰ ταῦτα περιέπλασα τοῦ χοίρου τὴν ἡμίσειαν, ὡς ὁρᾶτε, ἀλφίτοις πολλοῖς κριθῶν ἀναδεύσας αὐτὰ οἴνῳ καὶ ἐλαίῳ. ἔπειτα ἐνέθηκα κριβάνῳ ὑποθεὶς τράπεζαν χαλκῆν ἐστάθευσά τε τῷ πυρί, ὡς μήτε κατακαῦσαι μήτʼ ὠμὸν ἀφελεῖν. καὶ τῆς ἤδη γενομένης κραμβαλέας, εἴκασα καὶ τἄλλο μέρος ἡψῆσθαι ἀποβαλών τʼ αὐτοῦ τὰ ἄλφιτα οὕτω φέρων ἡμῖν παρέθηκα. —ὅτι μάγειρός τις παρὰ Ποσειδίππῳ ἄλλα τε ἀστεῖα ἔφη καὶ δὴ καὶ ταῦτα· ὅστις ἂν θώρακʼ ἔχῃ φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον, ἐφάνη Βριάρεως· ἂν τύχῃ δʼ ἐστὶ λαγώς. καὶ ὁ μάγειρος ἐὰν μὲν ὑποδιακόνους ἔχων πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ, κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶς ἔπειτʼ ἦξεν. ἐὰν δʼ ἀληθινὸν ἑαυτὸν παραβάλῃς, καὶ προσεκδαρεὶς ἄπει. ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου, καὶ τὰ στόματα γίνωσκε τῶν κεκλημένων. ὥσπερ γὰρ εἰς τἀμπόρια, τῆς τέχνης πέρας τοῦτʼ ἔστιν, ἂν εὖ προεδράμῃς πρὸς τὸ στόμα. καὶ ἄλλος δὲ μάγειρος παρὰ τῷ αὐτῷ φησιν· ὁ μάγειρος ἀγαθοῦ στρατηγοῦ διαφέρει οὐδέν. οἱ πολέμιοι πάρεισιν· ὁ βαθὺς τῇ φύσει στρατηγὸς ἕστηκε καὶ τὸ πρᾶγμʼ ἐδέξατο. πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος. πίνει γὰρ ἁθρόος οὗτος· εἰσελήλυθεν, ἐκ πεντεκαίδεχʼ ἡμερῶν προηλπικὼς τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκλελυμένος, τηρῶν πότʼ ἐπὶ τὰς χεῖρας οἴσει τις. ὁ δὲ παρὰ Σώφρονι μάγειρος κληθεὶς εἰς γάμον φησὶ πρὸς τὸν μαθητήν· ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός. ὁ καιρὸς εὐκτός· ὠφελοῦ. φιλάργυρος ὁ γέρων, ὁ μισθὸς μικρός· εἴ σε λήψομαι νῦν καὶ κατεσθίοντα καὶ τοὺς ἄνθρακας, ἀπόλωλας. καὶ παρὰ Σωσιπάτρῳ μάγειρός φησιν· οὐκ εὐκαταφρόνητος ἡμῶν ἡ τέχνη, ἀλλὰ πέπαυται τὸ πρᾶγμα, καὶ πάντες σχεδὸν εἶναι μάγειροί φασιν οὐδὲν εἰδότες· εἶτά φησιν ὅτι καὶ τρεῖς ἡμεῖς ἐσμέν, Βοιδίων, Χαριάδης, ἐγώ τε. τοῖς λοιποῖς δὲ προσπέρδου. οἳ τὸ διδασκαλεῖον σώζομεν τὸ Σίκωνος, ὃς τῆς τέχνης ἀρχηγὸς ὢν ἐδίδασκεν ἡμᾶς πρῶτον ἀστρολογεῖν, ἔπειτʼ εὐθὺς ἀρχιτεκτονεῖν, περὶ φύσεώς τε κατεῖχε πάντας τοὺς λόγους· ἐπὶ πᾶσι τούτοις ἔλεγε τὰ στρατηγικά· δεῖ γὰρ τὸν μάγειρον εἰδέναι πρώτιστα μὲν περὶ μετεώρων ἄστρων τε δύσεις καὶ ἐπιτολὰς καὶ τὸν ἥλιον πότε ἐπὶ τὴν μακρὰν καὶ βραχεῖαν ἡμέραν ἐπάνεισι κἀν ποίοις ἐστὶ ζῳδίοις. τὰ γὰρ ὄψα πάντα καὶ βρώματα ἐν τῇ περιφορᾷ τῆς ὅλης συντάξεως ἑτέραν ἐν αὐτοῖς λαμβάνει τὴν ἡδονήν. ὁ μὲν γοῦν κατέχων τὰ τοιαῦτα τὴν ὥραν ἰδὼν τούτων ἑκάστοις ὡς προσήκει χρήσεται, ὁ δʼ ἀγνοῶν ταῦτʼ εἰκότως τυντλάζεται. περὶ δὲ ἀρχιτεκτονικῆς ἐκεῖνο ἴσθι· δεῖ τοὐπτανεῖον ὀρθῶς καταβαλέσθαι καὶ τὸ φῶς λαμβάνειν ὅσον δεῖ καὶ τὸ πνεῦμʼ ἰδεῖν πόθεν ἐστίν, ὅ τε καπνὸς φερόμενος δεῦρο κἀκεῖ διαφορὰν εἴωθε τοῖς ἕψουσι ἐμποιεῖν τινα. ἔτι δίειμί σοι τὰ στρατηγικά. ἡ τάξις σοφὸν πανταχοῦ, καθʼ ἡμᾶς δὲ πάνυ. τὸ γὰρ παραθεῖναι καὶ ἀφελεῖν τεταγμένα ἕκαστα καὶ τὸν καιρὸν ἐπὶ τούτοις ἰδεῖν, πότε δεῖ πυκνότερον ἐπαγαγεῖν καὶ πότε βάδην, καὶ πῶς ἔχουσι πρὸς τὸ δεῖπνον καὶ πότʼ εὔκαιρον τὰ μὲν θερμὰ παραθεῖναι τά τʼ ἐπανέντα, τὰ δὲ μέσως, τὰ δʼ ὅλως ἀποψύξαντα, ταῦτα πάντʼ ἐν τοῖς στρατηγικοῖς ἐξετάζεται μαθήμασιν. λέγει δὲ καὶ ὁ παρὰ Ἀλέξιδι μάγειρος· ἂν μὲν οὖν τύχοι ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρίνειν εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην· ἂν δʼ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς, ὥστʼ ἢ προοπτήσαντα χλιαίνειν πάλιν, ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ, ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω. ἑστήκαθʼ ὑμεῖς· κάεται δʼ ἐμοὶ τὸ πῦρ· ἤδη πυκνοὶ δʼ ᾄττουσιν Ἡφαίστου κύνες. παρὰ Εὔφρονι δὲ μάγειρός φησι· πολλῶν μαθητῶν γενομένων μοι, Λύκε, διὰ τὸ νοεῖν ἀεί τι καὶ ψυχὴν ἔχειν, ἄπει γεγονὼς μάγειρος ἐκ τῆς οἰκίας ἐν οὐχ ὅλοις δέκα μησί, πολὺ νεώτατος. Ἆγις Ῥόδιος ὤπτηκεν ἰχθὺν μόνος ἄκρως, Νηρεὺς δʼ ὁ Χῖος γόγγρον ἧψε τοῖς θεοῖς, ὀρίον τὸ λευκὸν οὑξ Ἀθηνῶν Χαριάδης, ζωμὸς μέλας ἐγένετο πρώτῳ Λαμπρίᾳ, ἀλλᾶντας Ἀφθόνητος, Εὔθυνος φακῆν. οὗτοι μετʼ ἐκείνους τοὺς πάλαι γεγόνασιν ἡμῶν ἑπτὰ δεύτεροι σοφοί. ἐγὼ δʼ ὁρῶν τὰ πολλὰ προκατειλημμένα εὗρον τὸ κλέπτειν πρῶτος. — ἔνδοξοι ὅρκοι· μὰ τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντας ἢ ἐν Ἀρτεμισίῳ καὶ τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας. ὅτι Ἀττικὴ λέξις τὸ παραφέρειν· Ἀριστοφάνης· παραφέρειν τὰ ποτήρια. Ἄλεξις· παραφέρων ἀγαθῶν ἁμάξας. ὡσαύτως καὶ τὸ γεῦμα· Ἔφιππος· γεύματα οἴνων. ὡσαύτως καὶ τὸ οἰνογευστεῖ παρʼ Ἀντιφάνει. ἂν ὁ μάγειρος ἐξαμαρτάνῃ, τύπτεται ὁ αὐλητής, φησὶν Εὔβουλος. —τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα; ἐμὸς εἶ μαθητής, σὸς δʼ ἐγὼ διδάσκαλος, Διονύσιός φησιν ὁ κωμῳδιοποιός. ὅτι τῶν παλαιῶν τις, οὗ τὸ ὄνομα ὁ ῥήτωρ σιγᾷ, ἠνάγκαζε τοὺς μαγείρους τοὺς Πλάτωνος διαλόγους μανθάνοντας φέροντάς τε τὰς λοπάδας ἅμα λέγειν· εἷς, δύο, τρεῖς· ὁ δὲ δὴ τέταρτος ἡμῶν, ὦ φίλε Τίμαιε, ποῦ τῶν χθὲς μὲν δαιτυμόνων, τὰ νῦν δʼ ἑστιατόρων; ἔπειτʼ ἄλλος ἀπεκρίνατο· ἀσθένειά τις αὐτῷ συνέπεσεν, ὦ Σώκρατες. διεξήρχοντό τε τοῦ διαλόγου τὰ πολλὰ τὸν τρόπον τοῦτον, ὡς ἄχθεσθαι μὲν τοὺς εὐωχουμένους, ὑβρίζεσθαι δὲ τὸν πάνσοφον ἐκεῖνον ἄνθρωπον καὶ διὰ τοῦτο πολλοὺς τῶν καθαρείων ἐξόμνυσθαι τὰς παρʼ ἐκείνῳ ἑστιάσεις. ὅτι ὁ πρῶτος τὸν Ὀλυμπίασιν ἀγῶνα ἀναδησάμενος Κόροιβος ὁ Ἠλεῖος μάγειρος ἦν, καὶ οὐχ οὕτως ὠγκύλλετο ἐπὶ τῇ τέχνῃ ὡς ὁ παρὰ Στράτωνι μάγειρος, περὶ οὗ τοιαῦτα λέγει ὁ μεμισθωμένος· σφίγγα ἄρρενα, οὐ μάγειρον εἰς τὴν οἰκίαν εἴληφα· ἁπλῶς γὰρ οὐδὲν ὅσʼ ἂν λέγῃ συνίημι· κενὰ ῥήματα πεπορισμένος πάρεστιν. ὡς εἰσῆλθε γάρ, εὐθύς μʼ ἐπηρώτησε προσβλέψας μέγα· πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγει· ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς. οὐδεὶς παρέσται. τοῦτο γὰρ νὴ τὸν Δία ἐστὶ κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν. οὐδʼ ἄρα παρέσται δαιτυμὼν οὐδὲ εἷς ὅλως; οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην· ἥξει Φιλῖνος, Μοσχίων, ὁ δεῖνα, ὁ δεῖνα· κατʼ ὄνομʼ ἀνελογιζόμην· οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών. οὐδὲ εἷς παρέσται, φημί. τί λέγεις; οὐδὲ εἷς; σφόδρα ἠγανάκτησεν ὥσπερ ἠδικημένος, εἰ μὴ κέκληκα Δαιτυμόνας. οὐδʼ ἄρα θύεις ἐρυσίχθονα; οὔκ, ἔφην ἐγώ. βοῦν δʼ εὐρυμέτωπον; οὐ θύω βοῦν, ἄθλιε. μῆλα θυσιάζεις ἆρα; μὰ Δίʼ ἐγὼ μὲν οὐδέτερον αὐτῶν, προβάτιον δέ. οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα; Ὅμηρον οὐκ οἶσθα λέγοντα; Ὁμηρικῶς γὰρ διανοῇ μʼ ἀπολλύναι; οὕτω λαλεῖν εἴωθα. μὴ τοίνυν λάλει οὕτω παρʼ ἔμοιγʼ ὤν. ἀλλὰ διὰ τὰς τέσσαρας δραχμὰς ἀποβαλῶ τὴν προαίρεσιν; τοὺς ὀλοχύτας φέρε δεῦρο. τοῦτο δʼ ἐστὶ τί; κριθαί. τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις; πηγὸς πάρεστι; σαφέστερον λέγε. ἀτάσθαλος εἶ, πρέσβυ. ἅλας φέρε. τοῦτʼ ἔστι πηγός. ὅτι περίεργον τὸ πολὺ τῶν μαγείρων γένος περὶ τὰς ἱστορίας καὶ τὰ ὀνόματα. λέγουσι γοῦν αὐτῶν οἱ λογιώτατοι· γόνυ κνήμης ἔγγιον, καί· περιῆλθον Ἀσίαν καὶ Εὐρώπην. ἐπιτιμῶντες δέ τινί φησι μὴ δεῖν τὸν Οἰνέα Πηλέα ποιεῖν. ἵνα μή τις, φησί, ἐκεῖνον τοῦ Μενάνδρου λαρυγγίσῃ· οὐδὲ εἷς μάγειρον ἀδικήσας ἀθῷος διέφυγεν.

ὅτι χηνῶν σιτευτῶν Θεόπομπος μέμνηται καὶ ἕτεροι δὲ συχνοί. εὕρηται δὲ καὶ ἀρσενικῶς καὶ θηλυκῶς παρʼ Ὁμήρῳ. καὶ ὅτι κατὰ Ῥώμην περισπούδαστα ἦσαν τὰ χήνεια ἥπατα. ὅτι ὁ κρεωκάκκαβος κρέας ἐστὶ συγκεκομμένα μετὰ αἵματος καὶ λίπους ἐν ζωμῷ γεγλυκασμένῳ παρὰ Ἀχαιοῖς. ὅτι τοὺς ὄρχεις καὶ νεφροὺς ἐκάλουν· Φιλιππίδης γοῦν φησι περὶ ἑταίρας· ἔπειτʼ ἐπὶ τούτοις ἧκʼ ὄρχεις φέρων πολλούς. τὰ μὲν οὖν γύναια τἄλλα ἠκκίζετο, ἡ δʼ ἀνδροφόνος Γνάθαινα γελάσασα· καλοί γε, φησίν, οἱ νεφροί. καὶ δύο ἁρπάσασα κατέπιεν, ὥσθʼ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν. ὁ ῥήτωρ οὗτος τὸν ἐν τῷ δείπνῳ τούτῳ Οὐλπιανὸν φιλεπιτιμητήν φησι καὶ ὀλίγα ἐσθίοντα, τηροῦντα δὲ τοὺς λέγοντας καὶ συνάγοντα τὰς ὀφρῦς καὶ τὰς ἀκάνθας ἐγείροντα. ὅτι ὀξυλιπάρου τριμμάτων Τιμοκλῆς ὁ κωμικὸς μέμνηται, ἀκρολιπάρους δέ τινας ἀνθρώπους κέκληκεν Ἄλεξις· ἀκρολίπαροι, τὸ δʼ ἄλλο σῶμʼ ὑπόξυλον. ὀξάλμης δὲ μέμνηται Κρατῖνος λέγων πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους, φρύξας, ἑψήσας κἀπʼ ἀνθρακίας ὀπτήσας, εἰς ἅλμην τε καὶ ὀξάλμην, κᾆτʼ ἐς σκοροδάλμην χλιερὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων ὑμῶν φαίνηται κατατρώξομαι, ὦ στρατιῶται. φησί που Μεταγένης· ὦγαθέ, δειπνῶμεν κἄπειτά με πάντʼ ἐπερωτᾶν ὅ, τι ἂν βούλῃ· νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμʼ ἐπιλήσμων. εἰπόντος, φησίν, Οὐλπιανοῦ τὸ ὀψάριον παρʼ οὐδενὶ τῶν ζώντων λέγεσθαι, παρέφερέ τις πολλὰς χρήσεις διʼ ὧν ἐδείκνυτο ἐπὶ ἰχθύος τὴν λέξιν κεῖσθαι. λέγεται δὲ καὶ ἐπὶ τοῦ προσοψήματος. —ὅτι παρὰ Ἀλέξιδί φησί τις· ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς ἔμψυχον οὐδὲν ἐσθίει σοφός τις ἦν. ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲν ἔμψυχον· ἰχθῦς ἐπριάμην τεθνηκότας μεγάλους, κρέα ἀρνὸς ἐσθίειν πίονος, οὐ ζῶντος. ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν δείξῃ τις ἢ φωνήν τινʼ ἢ ψυχὴν ἔχον, ἀδικεῖν προσομολογῶ καὶ παραβαίνειν νόμον. ὅτι τὸ ὀλβιογάστωρ παρʼ Ἄμφιδι κεῖται· Εὐρύβατε κνισσολοιχέ, οὐκ ἔσθʼ ὅπως οὐκ ὀλβιογάστωρ εἶ σύ. τὸ δὲ φασιανικός. ὁ φασιανὸς παρὰ Ἀριστοφάνει ἐν Ὄρνισι. —φησὶ Θεόφραστος· ἔστι τοῖς ὄρνισι τοιαύτη διαφορά· τὰ βραχέα καὶ μὴ πτητικά, ὡς ἀτταγήν, πέρδιξ, ἀλεκτρυών, φασιανός, εὐθὺς βαδιστικὰ καὶ δασέα. Ἀριστοτέλης δέ φησι· τῶν ὀρνίθων οἳ μὲν κονιστικοί, οἳ δὲ λοῦνται, οἳ δʼ οὐδέτερον. ὅσοι δὲ μὴ πτητικοί, ἀλλʼ ἐπίγειοι, κονιστικοί, οἷον ἀλεκτορίς, πέρδιξ, ἀτταγήν, φασιανός, κορυδαλλός. Ἀγαθαρχίδης δὲ περὶ Φάσιδος τοῦ ποταμοῦ λέγων γράφει· πλῆθος δʼ ὀρνίθων τῶν καλουμένων φασιανῶν φοιτᾷ τροφῆς χάριν πρὸς τὰς ἐκβολὰς τῶν στομάτων. καλεῖται δʼ ὁ φασιανὸς καὶ τατύρας, ὥς φησι Πάμφιλος. φησί τις τῶν παρὰ τῷ ῥήτορι τούτῳ περὶ τῶν φασιανῶν ὅτι μὴ ἀπεγεύσατο αὐτῶν περὶ τὰς χρήσεις ἀσχολούμενος, οὓς ὥσπερ οἱ πυρέσσοντες περιφερομένους εἶδεν.

ὅτι ἀτταγᾶς μείζων πέρδικος, ὅλος κατάγραφος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χρόαν, ὑποπυρρίζων μᾶλλον. θηρεύεται δʼ ὑπὸ κυνηγῶν διὰ τὸ βάρος καὶ τὴν τῶν πτερῶν βραχύτητα. ἔστι δὲ κονιστικός, πολύτεκνος, σπερμολόγος. φησὶ δὲ Σωκράτης ὅτι ἐκ Λυδίας μετακομισθέντες εἰς Αἴγυπτον οἱ ἀτταγαῖ καὶ ἀφεθέντες ἕως μέν τινος ὄρτυγος φωνὴν ἀφίεσαν, ἐπεὶ δὲ τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο, οὐ διέλιπον σαφέστερον τῶν παίδων τῶν τρανοτάτων λέγοντες· τρὶς τοῖς κακούργοις κακά. συλληφθέντες δὲ οὐ μόνον οὐ τιθασεύονται, ἀλλʼ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν. ἐὰν δὲ ἀφεθῶσι, φωνήεντες πάλιν γίνονται. πλεονάζουσι δὲ ὡς Ἀριστοφάνης ἐν Ἀχαρνεῦσί φησιν ἐν τῇ Μεγαρικῆ. περισπῶσι δʼ οἱ Ἀττικοὶ παρὰ τὸν ὀρθὸν λόγον τοὔνομα. τὰ γὰρ εἰς ας λήγοντα ἐκτεταμένον ὑπὲρ δύο συλλαβάς, ὅτε ἔχει τὸ ἄλφα παραλῆγον, βαρύνεται, ἀκάμας, ἀδάμας. λεκτέον δὲ ἀτταγαῖ, οὐχὶ ἀτταγῆνες.

Πολέμων τὸν πορφυρίωνα τὸν ὄρνεόν φησι διαιτώμενον κατὰ τὰς οἰκίας τὰς ὑπάνδρους τῶν γυναικῶν τηρεῖν πικρῶς καὶ τοιαύτην ἔχειν αἴσθησιν ἐπὶ τῆς μοιχευομένης, ὡσθʼ ὅταν τοῦθʼ ὑπονοήσῃ προσημαίνει τῷ δεσπότῃ, ἀγχόνῃ τὸ ζῆν περιγράψας. οὐ πρότερόν τε τροφῆς μεταλαμβάνει, εἰ μὴ περιπατήσει τόπον τινὰ ἐξευρὼν ἑαυτοῦ ἐπιτήδειον· μεθʼ ὃν κονισάμενος λούεται, εἶτα τρέφεται. σχιδανόποδα δὲ αὐτὸν Ἀριστοτέλης φησὶν εἶναι ἔχειν τε χρῶμα κυάνεον, σκέλη μακρά, ῥύγχος ἠργμένον ἐκ τῆς κεφαλῆς φοινικοῦν, μέγεθος ἀλεκτρυόνος, στόμαχον δʼ ἔχει λεπτόν· διὸ τῶν λαμβανομένων εἰς τὸν πόδα ταμιεύεται μικρὰς ψωμίδας. κάπτων δὲ πίνει. πενταδάκτυλός τε ὢν τὸν μέσον ἔχει μέγιστον. ἔστι δὲ Λίβυς ὄρνις ἱερὸς τῶν ἐκεῖ θεῶν τροφήν τε, ὥς φησι Καλλίμαχος, λαμβάνων ἐν σκότῳ καταδυόμενος· ἐχθαίρει γὰρ τοὺς προσιόντας αὐτοῦ τῇ τροφῇ.

ἡ δὲ πορφυρὶς διίσταται πορφυρίωνος. μνημονεύει δὲ αὐτοῦ Ἀριστοφάνης ἐν Ὄρνισι.

ὅτι τοῦ πέρδικος τὴν μέσην συλλαβὴν ἔνιοι συστέλλονται· πολὺ δʼ ἐστὶ τὸ ἐκτεινόμενον παρὰ Ἀττικοῖς. παραλαμβάνεται δὲ ἐπὶ λαγνείας συμβολικῶς. περὶ τούτου φησὶν Ἀριστοτέλης· ὁ πέρδιξ ἐστὶ χερσαῖος, σχιδανόπους, ζῇ δὲ ἔτη πεντεκαίδεκα, ἡ δὲ θήλεια καὶ πλείω, πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀρρένων τὰ θήλεα, ἐπῳάζει δὲ καὶ ἐκτρέφει ὡς ἡ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοσσιᾶς κυλινδεῖται περὶ τὰ σκέλη τοῦ θηρεύοντος, ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι ἐξαπατᾷ τε ἕως ἂν ἀποπτῶσιν οἱ νεοττοί· εἶτα καὶ αὐτὸς ἐξίπταται. ἐστὶ δὲ τὸ ζῷον κακόηθες καὶ πανοῦργον καὶ ἀφροδισιαστικόν. διὸ καὶ τὰ ᾠὰ τῆς θηλείας συντρίβει, ἵνα ἀπολαύῃ τῶν ἀφροδισίων. ὅθεν ἡ θήλεια γινώσκουσα ἀποδιδράσκουσα τίκτει. μάχονται δὲ καὶ οἱ χῆροι αὐτῶν πρὸς ἀλλήλους καὶ ὁ ἡττηθεὶς ὀχεύεται ὑπὸ τοῦ νικηθέντος. Ἀριστοτέλης δέ φησιν ὅτι τὸν ἡττηθέντα πάντες ἐν μέρει ὀχεύουσιν. ὀχεύουσι δὲ καὶ οἱ τιθασοὶ τοὺς ἀγρίους· ἐπειδὰν δὲ κρατηθῇ τις ὑπὸ τοῦ δευτέρου, οὗτος λάθρᾳ ὀχεύεται ὑπὸ τοῦ κρατιστεύσαντος. γίνεται δὲ τοῦτο κατά τινα ὥραν τοῦ ἔτους. νεοττεύουσι δʼ ἐπὶ γῆς οἱ ἄρρενες καὶ αἱ θήλειαι, διελόμενοι ἕκαστοι οἶκον. ἐπὶ δὲ τὸν θηρεύοντα πέρδικα ὠθεῖται ὁ τῶν ἀγρίων ἡγεμὼν μαχούμενος· ἁλόντος δὲ τούτου ἕτερος ἔρχεται μαχούμενος. καὶ ὁπόταν μὲν ἄρρην ᾖ θηρεύων, τοῦτο ποιεῖ· ὅταν δὲ θήλεια ᾖ ἡ θηρεύουσα, ᾄδει ἕως ἂν ἀπατηθῇ ὁ ἡγεμὼν αὐτῆς. καὶ οἱ ἄλλοι ἁθροισθέντες ἀποδιώκουσιν ἀπὸ τῆς θηλείας, ὅτι ἐκείνῃ, ἀλλʼ οὐκ αὐτοῖς προσέχει, ὅθεν πολλάκις διὰ ταῦτα σιγῇ προσέρχεται, ὅπως μὴ ἄλλος ἀκούσας τῆς φωνῆς ἔλθῃ μαχούμενος αὐτῷ. ἐνίοτε δὲ ἡ θήλεια τὸν ἄρρενα προσιόντα κατασιγάζει πολλάκις τε ἐπῳάζουσα ἐξίσταται, ὅταν προσερχόμενον ἐπαισθάνηται τὸν ἄρρενα τῇ θηρευούσῃ, ὑπομένει τε ὀχευθῆναι, ἵνʼ αὐτὸν ἀποσπάσῃ τῆς θηρευούσης· ἐπὶ τοσοῦτον δʼ ἐπτόηνται περὶ τὴν ὀχείαν πέρδικες καὶ ὄρτυγες ὡς εἰς τοὺς θηρεύοντας ἐμπίπτειν καθίζοντας ἐπὶ τῶν κεράμων. φησὶ δὲ καὶ τὰς ἀγομένας θηλείας πέρδικας ἐπὶ θήραν, ὁπόταν ἴδωσιν ἢ ὄσφρωνται τῶν ἀρρένων κατʼ ἄνεμον στάντων ἢ περιπετομένων, ἐγκύους γίνεσθαι, τινὲς δὲ καὶ παραυτίκα τίκτειν. πέτονταί τε περὶ τὸν τῆς ὀχείας καιρὸν χάσκοντες καὶ τὴν γλῶσσαν ἔξω ἔχοντες οἵ τε θήλεες καὶ οἱ ἄρρενες. Κλέαρχος δέ φησιν ὅτι οἱ στρουθοὶ καὶ οἱ πέρδικες καὶ οἱ ὄρτυγες προΐενται τὴν γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας, ἀλλὰ κἂν ἀκούσωσιν αὐτῶν τὴν φωνήν. τούτου δʼ αἴτιον ἡ τῇ ψυχῇ γινομένη φαντασία περὶ τῶν πλησιασμῶν. φανερώτερον δὲ γίνεται περὶ τὰς ὀχείας, ὅταν ἐξ ἐναντίας αὐτοῖς θῇς κάτοπτρον· προστρέχοντες γὰρ διὰ τὴν ἔμφασιν ἁλίσκονταί τε καὶ προΐενται τὸ σπέρμα. ἀλεκτρύονας δὲ ἡ τῆς ἐμφάσεως αἴσθησις εἰς μάχην προάγεται μόνον. καλοῦνται δʼ οἱ πέρδικες ὑπʼ ἐνίων κακκάβαι. ὁ δὲ Ποντικὸς Χαμαιλέων φησὶ τὴν εὕρεσιν τῆς μουσικῆς τοῖς ἀρχαίοις ἐπινοηθῆναι ἀπὸ τῶν ἐν ταῖς ἐρημίαις ᾀδόντων ὀρνίθων ὧν τὴν κατὰ μίμησιν λαβεῖν στάσιν τὴν μουσικήν. οὐ πάντες δʼ οἱ πέρδικες κακκαβίζουσι. Θεόφραστος γοῦν φησιν ὡς οἱ ἐπὶ τάδε πέρδικες τοῦ Κορυδαλλοῦ πρὸς τὸ ἄστυ κακκαβίζουσιν, οἱ δʼ ἐπέκεινα τιττυβίζουσιν. φησὶ δὲ Βάσιλις ὡς οἱ μικροὶ ἄνδρες οἱ ταῖς γεράνοις διαπολεμοῦντες πέρδιξιν ὀχήματι χρῶνται. Μενεκλῆς δέ φησιν· οἱ Πυγμαῖοι τοῖς πέρδιξι καὶ ταῖς γεράνοις πολεμοῦσιν. ἐν Ἰταλίᾳ δὲ περδίκων ἐστὶ γένος ἀμαυρὸν τῇ πτερώσει καὶ μικρότερον τῇ ἕξει τὸ ῥύγχος οὐ κινναβάρινον ἔχων. οἱ δὲ περὶ τὴν Κίρραν πέρδικες ἄβρωτον ἔχουσι τὸ κρέας διὰ τὰς νομάς· οἱ δὲ περὶ Βοιωτίαν ἢ οὐ διαβαίνουσιν εἰς Ἀττικὴν ἢ διαβαίνοντες τῇ φωνῇ διάδηλοι γίνονται, ὡς προείπομεν. οἱ δὲ περὶ Παφλαγονίαν δύο ἔχουσι καρδίας, ὥς φησι Θεόφραστος. οἱ δʼ ἐν Σκιάθῳ τῇ νήσῳ κοχλίας ἐσθίουσι. τίκτουσι δʼ ἐνίοτε καὶ πεντεκαίδεκα καὶ ἑξηκαίδεκα, πέτονται δὲ ἐπὶ βραχύ, ὥς φησι Ξενοφῶν ἐν πρώτῳ Ἀναβάσεως. ὅτι πολλαὶ ὠτίδες εἰς Ἀλεξάνδρειαν φέρονται ἀπὸ τῆς παρακειμένης Λιβύης· θηρῶνται δὲ οὕτω. μιμητικόν ἐστι τὸ ζῷον, ὁ ὦτος, μάλιστα ὧν ἂν ἴδῃ ποιοῦντα ἄνθρωπον· στάντες οὖν οἱ κυνηγοὶ καταντικρὺ αὐτῶν ὑπαλείφονται φαρμάκῳ τοὺς ὀφθαλμούς, παρασκευάσαντες ἄλλα φάρμακα κολλητικὰ ὀφθαλμῶν καὶ βλεφάρων, ἃ οὐ πόρρω ἑαυτῶν ἐν λεκανίσκαις βραχείαις τιθέασιν. οἱ οὖν ὦτοι θεώμενοι τοὺς ὑπαλειφομένους τὸ αὐτὸ καὶ αὐτοὶ ποιοῦσιν ἐκ τῶν λεκανιδίων λαμβάνοντες καὶ ταχέως ἁλίσκονται. γράφει δὲ περὶ αὐτῶν Ἀριστοτέλης ὅτι ἐστὶ μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων καὶ τριδακτύλων, μέγεθος ἀλεκτρυόνος μεγάλου, χρῶμα ὄρτυγος, κεφαλὴ προμήκης, ῥύγχος ὀξύ, τράχηλος λεπτός, ὀφθαλμοὶ μεγάλοι, γλῶσσα ὀστώδης, πρόλοβον δʼ οὐκ ἔχει. Ἀλέξανδρος δʼ ὁ Μύνδιος καὶ λαγῳδίαν αὐτὸν καλεῖσθαί φησι. φησὶ δʼ αὐτὸν καὶ τὴν τροφὴν ἀναμαρυκᾶσθαι ἥδεσθαί τε ἵππῳ. εἰ γοῦν τις δορὰν ἵππων περιθοῖτο, θηρεύσοι ὅσους ἂν θέλοι· προσίασι γάρ. ἐν ἄλλοις δὲ πάλιν φησὶν Ἀριστοτέλης· ὁ ὦτός ἐστιν ὅμοιος τῇ γλαυκί, οὔκ ἐστι δὲ νυκτερινός, ἔχει τε περὶ τὰ ὦτα πτερύγια, διὸ καὶ ὦτος καλεῖται, μέγεθος περιστερᾶς, μιμητὴς ἀνθρώπων· ἀντορχούμενος οὖν ἁλίσκεται. ἀνθρωποειδὴς δʼ ἐστὶ τὴν μορφὴν καὶ πάντων μιμητὴς ὅσα ἄνθρωπος ποιεῖ. διὸ τοὺς ἐξαπατωμένους ῥᾳδίως ὑπὸ τοῦ τυχόντος οἱ κωμικοὶ ὤτους καλοῦσιν. ἐν γοῦν τῇ θήρᾳ αὐτῶν ὁ ἐπιτηδειότατος ὀρχεῖται στὰς κατὰ πρόσωπον αὐτῶν καὶ τὰ ζῷα βλέποντα εἰς τὸν ὀρχούμενον νευροσπαστεῖται. ἄλλος δέ τις ὄπισθεν στὰς καὶ λαθὼν συλλαμβάνει τῇ περὶ τὴν μίμησιν ὁρμῇ κατεχομένους. τὸ δʼ αὐτὸ ποιεῖν φασι καὶ τοὺς σκῶπας· καὶ γὰρ τούτους ὀρχήσει λόγος ἁλίσκεσθαι. μνημονεύει δʼ αὐτῶν Ὅμηρος. γένος τε ὀρχήσεως ἀπʼ αὐτῶν καλεῖται σκὼψ λαβὸν τοὔνομα ἀπὸ τῆς περὶ τὸ ζῷον ἐν τῇ κινήσει ποικιλίας. χαίρουσι δʼ οἱ σκῶπες καὶ ὁμοιότητι καὶ ἀπʼ αὐτῶν ἡμεῖς σκώπτειν καλοῦμεν τὸ συνεικάζειν καὶ καταστοχάζεσθαι τοὺς σκωπτομένους διὰ τὸ τὴν ἐκείνων ἐπιτηδεύειν προαίρεσιν. πάντα δὲ τὰ τῶν ζῴων εὔγλωττα καὶ διηρθρωμένα ἐστὶ τὴν φωνὴν καὶ μιμεῖται τοὺς τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ὀρνίθων ἤχους ὡς ψιττακὸς καὶ κίττα. ὁ δὲ σκώψ, ὡς Ἀλέξανδρός φησιν ὁ Μύνδιος, μικρότερός ἐστι γλαυκὸς καὶ ἐπὶ μολιβδοφανεῖ τῷ χρώματι ὑπόλευκα στίγματα ἔχει δύο τε ἀπὸ τῶν ὀφρύων παρʼ ἑκάτερον κρόταφον ἀναφέρει πτερά. κατὰ δὲ Καλλίμαχον δύο γένη σκωπῶν καὶ οἱ μὲν φθέγγονται, οἱ δʼ οὔ. διὸ καὶ καλοῦνται οἱ μὲν σκῶπες, οἱ δʼ ἀείσκωπες. Ἀλέξανδρος δʼ ὁ Μύνδιος κῶπας χωρὶς τοῦ σ τοὺς παρʼ Ὁμήρῳ φησὶ καὶ Ἀριστοτέλη οὕτως αὐτοὺς ὠνομακέναι. φαίνεσθαί τε τούτους ἀεὶ καὶ μὴ ἐσθίεσθαι, τοὺς δʼ ἐν τῷ φθινοπώρῳ φαινομένους δύο ἡμέραις ἢ μιᾷ, τούτους εἶναι ἐδωδίμους. καὶ Σπεύσιππος δὲ κῶπας αὐτοὺς καλεῖ. Μητρόδωρος δʼ ἀντορχουμένους φησὶ τοὺς σκῶπας ἁλίσκεσθαι. ὅτι ἀφροδισιαστικὸς ὁ ἀλεκτρυών. φησὶ γοῦν Ἀριστοτέλης ὅτι τῶν ἀνατιθεμένων ἐν ἱεροῖς ἀλεκτρυόνων τὸν ἀνατιθέντα οἱ προόντες ὀχεύουσι μέχρις ἂν ἄλλος ἀνατεθῇ· εἰ δὲ μὴ ἀνατεθῇ, μάχονται πρὸς ἀλλήλους καὶ ὁ ἡττήσας τὸν ἡττηθέντα διὰ παντὸς ὀχεύει. ἱστορεῖται δὲ ὅτι ἀλεκτρυὼν εἰσιὼν οἱανδήποτε θύραν ἐπικλίνει τὸν λόφον καὶ ὅτι τῆς ὀχείας ἑτέρῳ δίχα μάχης οὐ παραχωρεῖ. Θεόφραστος δέ φησι τοὺς ἀγρίους ὀχευτικωτέρους εἶναι τῶν ἡμέρων καὶ τοὺς ἄρρενας εὐθὺς ἐξ εὐνῆς ἐθέλειν πλησιάζειν, τὰς δὲ θηλείας προβαινούσης μᾶλλον τῆς ἡμέρας. ὀχευτικοὶ δέ εἰσι καὶ οἱ στρουθοί. διὸ καὶ Τερψικλῆς τοὺς ἐμφαγόντας φησὶ στρουθῶν καταφόρους πρὸς ἀφροδίσια γίνεσθαι. Σαπφὼ δὲ διὰ ταῦτα καὶ τὴν Ἀφροδίτην ἐπʼ αὐτῶν φησιν ὀχεῖσθαι· καὶ γὰρ ὀχευτικὸν τὸ ζῷον καὶ πολύγονον. τίκτει γοῦν, ὥς φησιν Ἀριστοτέλης, καὶ μέχρι ὀκτώ. φησὶ δὲ Ἀριστοτέλης τοὺς ἄρρενας ἐν τῷ χειμῶνι ἀφανίζεσθαι, διαμένειν δὲ τὰς θηλείας, τεκμαιρόμενος ἐκ τῆς χρόας τὴν πιθανότητα· ἀλλάττεσθαι γὰρ ὡς τῶν κοσσύφων καὶ φαλαρίδων, ἀπολευκαινομένων κατὰ καιρούς. καλοῦσι δὲ τοὺς στρουθοὺς οἱ Ἠλεῖοι δειρήτας.

διὰ τί τὸ ὄρτυξ καὶ ὄρνυψ οὐ χρῶνται ἐπὶ τῆς γενικῆς τῷ αὐτῷ συμφώνῳ τῆς τελευταίας συλλαβῆς τυπωτικῷ, διʼ ὅτι τὰ εἰς ξ ἀρσενικὰ ἁπλᾶ δισύλλαβα, ὅταν τῷ υ παρεδρεύηται, ἔχῃ δὲ τῆς τελευταίας συλλαβῆς ἄρχον ἕν τι τῶν ἀμεταβόλων ἢ διʼ ὧν ἡ πρώτη συζυγία τῶν βαρυτόνων λέγεται, διὰ τοῦ κ ἐπὶ γενικῆς κλίνεται, κήρυκος, πέλυκος, Ἔρυκος, Βέβρυκος, ὅσα δὲ μὴ τοῦτον ἔχει τὸν χαρακτῆρα, διὰ τοῦ γ, ὄρτυγος, κόκκυγος, ὄρυγος. σημειῶδες τὸ ὄνυχος. ἔστι δὲ κατὰ Ἀριστοτέλην ὁ ὄρτυξ τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων, νεοττίαν δὲ οὐ ποιεῖ, ἀλλὰ κονίστραν· καὶ ταύτην σκεπάζει φρυγάνοις διὰ τοὺς ἱέρακας, ἐν ᾗ ἐπῳάζει. θῆλυς δὲ ὄρτυξ λεπτοτράχηλός ἐστι οὐκ ἔχων τοῦ ἄρρενος τὰ ὑπὸ τῷ γενείῳ μέλανα. ἔχει δὲ πρόλοβον μικρόν, καρδίαν μεγάλην καὶ ὄρχεις ὑπὸ τῷ ἥπατι ὡς οἱ ἀλεκτρυόνες. ὅτι φησὶ Φανόδημος Ὀρτυγίαν νῆσον καλεῖσθαι παρὰ τὸ τὰς ἀγέλας τῶν ζῴων τούτων φερομένας ἐκ τοῦ πελάγου ἱζάνειν εἰς τὴν νῆσον διὰ τὸ εὔορμον εἶναι. Εὔδοξος δέ φησι τοὺς Φοίνικας θύειν Ἡρακλεῖ ὄρτυγας διὰ τὸν Ἀστερίας καὶ Διὸς Ἡρακλέα πορευόμενον εἰς Λιβύην ἀναιρεθῆναι μὲν ὑπὸ Τυφῶνος, Ἰολάου δʼ αὐτῷ προσενέγκαντος ὄρτυγα ὀσφρανθέντα ἀναβιῶναι. ἔχαιρε γάρ, φησί, καὶ περιὼν τῷ ζῴῳ τούτῳ. λέγεται δὲ καὶ ὀρτύγια ὑποκοριστικῶς παρʼ Εὐπόλιδι. καὶ Ἀντιφάνης δέ φησι· τί σὺ ποιεῖν δυνάμενος ὀρτυγίου ψυχὴν ἔχων; Πρατίνας δὲ ἡδύφωνόν φησι τὸν ὄρτυγα καὶ τυχεῖν παρὰ Φλιασίοις ἢ Λάκωσι φωνήεντές εἰσιν ὡς οἱ πέρδικες. ὀρτυγομήτρα δέ, ὥς φησιν ὁ Μύνδιος Ἀλέξανδρος, ἐστὶ τὸ μέγεθος ἡλίκη τρυγών, σκέλη δὲ αὐτῇ μακρά, δυσθαλὴς δὲ καὶ δειλή. ὅτι οἱ ὄρτυγες περὶ τὸν τῆς ὀχείας καιρόν, ἐὰν κάτοπτρον ἐξ ἐναντίας τις αὐτῶν θῇ καὶ πρὸ τούτου βρόχον, τρέχοντες πρὸς τὸν ἐμφαινόμενον ἐν τῷ κατόπτρῳ ἐμπίπτουσιν εἰς τὸν βρόχον, ὡς ἱστορεῖ Κλέαρχος. φησὶ δὲ καὶ τοὺς κολοιοὺς τοσοῦτον διαφέροντας πανουργίᾳ, ὅμως ὅταν ἐλαίου κρατὴρ τεθῇ πλήρης, οἱ στάντες αὐτῶν ἐπὶ τὸ χεῖλος καὶ καταβλέψαντες ἐπὶ τὸν ἐμφαινόμενον καταράττουσι. διὸ ἐλαιοβρόχων γινομένων ἡ τῶν πτερῶν αὐτοῖς συγκόλλησις αἰτία γίνεται τῆς ἁλώσεως. τὴν μέσην δὲ τοῦ ὀνόματος τοῦ ὄρτυγος συλλαβὴν ἐκτείνουσιν Ἀττικοὶ ὡς δοίδυκος, κήρυκος. Ἀριστοφάνης δʼ ἐν Εἰρήνῃ συστέλλει διὰ τὸ μέτρον. ὅτι τὸ χέννιον μικρόν ἐστιν ὀρτύγιον, ὡς ἔφη Κλεομένης. ὅτι ὁ κύκνος εὔτεκνος καὶ μάχιμος. ἀλληλοκτονεῖ γοῦν ὁ μάχιμος, εἰσὶ δʼ ᾠδικοὶ μάλιστα περὶ τὰς τελευτάς, ὥς φησιν Ἀριστοτέλης. διαιροῦσι δὲ καὶ τὸ πέλαγος ᾄδοντες. ἔστι δὲ τῶν στεγανοπόδων καὶ ποηφάγων. ὁ δὲ Μύνδιός φησιν Ἀλέξανδρος πολλοῖς παρακολουθήσας τελευτῶσιν οὐκ ἀκοῦσαι ᾀδόντων. Ἡγησιάναξ δὲ ἱστορεῖ τὸν Ἀχιλλεῖ μονομαχήσαντα Κύκνον τραφῆναι ἐν Λευκόφρυϊ πρὸς ὁμωνύμου ὄρνιθος. Φιλόχορος δέ φησιν ὑπὸ Ἄρεος τὸν Κύκνον ὀρνιθωθῆναι. —Βοῖος δὲ περὶ γεράνου φησὶν ὅτι ἦν τις παρὰ Πυγμαίοις γυνὴ διάσημος ὄνομα Γέρανα. αὕτη κατὰ θεὸν τιμωμένη πρὸς τῶν πολιτῶν αὐτὴ τοὺς ὄντως θεοὺς ταπεινῶς ἦγε, μάλιστα δὲ Ἥραν καὶ Ἄρτεμιν. ἀγανακτήσασα οὖν Ἥρα εἰς ἀπρεπῆ ὄψιν τὴν ὄρνιν μετεμόρφωσε πολέμιόν τε καὶ στυγητὴν κατέστησε τοῖς τιμήσασι Πυγμαίοις, γενέσθαι τε λέγει ἐξ αὐτῆς καὶ Νικοδάμαντος τὴν χερσαίαν χελώνην. καὶ καθόλου πάντα τὰ ὄρνεα ἀνθρώπους ἱστορεῖ πρότερον γεγονέναι.

Ἀριστοτέλης τὰς φάσσας φησὶ περιστερῶν εἶναι ἓν γένος, εἴδη δὲ πέντε περιστερῶν, περιστερά, οἰνάς, φάψ, φάττη, τρυγών. οἰνὰς μὲν οὖν περιστερᾶς μείζων, χρῶμα δʼ ἔχει οἰνωπόν, ἡ δὲ φὰψ μέση περιστερᾶς καὶ οἰνάδος, ἡ δὲ φάττα ἀλέκτορος τὸ μέγεθος, χρῶμα δὲ σποδιόν, ἡ δὲ τρυγὼν πάντων ἐλάττων, χρῶμα δὲ τεφρόν. αὐτὴ δὲ θέρους φαίνεται, τὸν δὲ χειμῶνα φωλεύει. ἡ δὲ φὰψ καὶ ἡ περιστερὰ ἀεὶ φαίνεται, ἡ δʼ οἰνὰς φθινοπώρῳ μόνῳ. πολυχρονιωτέρα δὲ τούτων ἡ φάσσα· καὶ γὰρ τριάκοντα καὶ τεσσαράκοντα ζῇ ἔτη. οὐκ ἀπολείπουσι δʼ ἕως θανάτου οὔτε οἱ ἄρρενες τὰς θηλείας, οὔτε αἱ θήλειαι τοὺς ἄρρενας, ἀλλὰ καὶ τελευτήσαντος χηρεύει ὁ ὑπολειπόμενος. τὸ δʼ αὐτὸ ποιοῦσι καὶ κόρακες καὶ κορῶναι καὶ κολοιοί. ἐπῳάζει δʼ ἐκ διαδοχῆς πᾶν τὸ περιστεροειδὲς γένος, καὶ γενομένων τῶν νεοττῶν ὁ ἄρρην ἐμπτύει αὐτοῖς, ὡς μὴ βασκανθῶσι. τίκτει δὲ ᾠὰ δύο καὶ πᾶσαν ὥραν τοῦ ἔτους· διὸ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τιθέασιν, ἐν Αἰγύπτῳ δὲ δωδεκάκις. τεκοῦσα γὰρ τῇ ἐχομένῃ ἡμέρᾳ συλλαμβάνει. λέγει δʼ Ἀριστοτέλης καὶ ὅτι περιστερὰ ἕτερον, πελειὰς δʼ ἔλαττον καὶ ὅτι ἡ πελειὰς τιθασὸν γίνεται, περιστερὰ δὲ καὶ μέλαν καὶ μικρὸν καὶ ἐρυθρὸν καὶ ταχύπουν. ἴδιον δὲ λέγει τῆς περιστερᾶς τὸ κυνεῖν αὐτὰς ὅταν μέλλωσιν ἀναβαίνειν ἢ οὐκ ἀνέχεσθαι τὰς θηλείας. ὁ δὲ περίστερος, φησί, προαναβαίνει καὶ μὴ κύσας· οἱ δὲ νεώτεροι ἀεὶ τοῦτο ποιήσαντες ὀχεύουσι. καὶ αἱ θήλειαι δʼ ἀλλήλας ἀναβαίνουσιν, ὅταν ἄρρην μὴ παρῇ, κύσασαι· καὶ οὐδὲν προϊέμεναι εἰς ἀλλήλας τίκτουσιν ᾠά, ἐξ ὧν οὐ γίνονται νεοττοί. οἱ δὲ Δωριεῖς τὴν πελειάδα ἀντὶ περιστερᾶς τιθέασιν. Ἀλέξανδρος δʼ ὁ Μύνδιος οὐ πίνειν φησὶ τὴν φάτταν ἀνακύπτουσαν ὡς τὴν τρυγόνα καὶ τοῦ χειμῶνος μὴ φθέγγεσθαι, εἰ μὴ εὐδίας γενομένης. λέγεται δὲ ὅτι ἡ οἰνὰς ἐὰν φαγοῦσα τὸ τῆς ἰξίας σπέρμα ἐπί τινος ἀφοδεύσῃ δένδρου, ἰδίαν ἰξίαν φύεσθαι. Χάρων δʼ ὁ Λαμψακηνός φησιν ὅτε τὸ μετὰ Μαρδονίου στράτευμα ἐφθάρη περὶ τὸν Ἄθω λευκὰς περιστερὰς τὸ πρῶτον εἰς Ἕλληνας φανῆναι πρότερον οὐ γινομένας. ὅτι ἐν Ἔρυκι τῆς Σικελίας κατὰ καιρόν, ὃν καλοῦσιν Ἀναγωγάς, ἐν ᾧ φασιν Ἀφροδίτην εἰς Λιβύην ἀνάγεσθαι, αἱ περὶ τὸν τόπον περιστεραὶ ἀφανεῖς γίνονται ὡς συναποδημοῦσαι αὐτῇ. καὶ μεθʼ ἡμέρας ἐννέα ἐν τοῖς λεγομένοις Καταγωγίοις μιᾶς προπετασθείσης ἐκ τοῦ πελάγους καὶ εἰς τὸν νεὼν εἰσπτάσης παραγίνονται καὶ αἱ λοιπαί. εὐωχοῦνται οὖν τότε οἱ περίοικοι, ὅσοι περιουσίας εὖ ἥκουσιν, οἱ δὲ λοιποὶ κροταλίζουσιν, ὄζει τε πᾶς ὁ τόπος τότε βούτυρον, ᾧ δὴ τεκμηρίῳ χρῶνται τῆς θείας ἐπανόδου. Αὐτοκράτης δὲ τὸν Δία ἱστορεῖ μεταβαλεῖν τὴν μορφὴν εἰς περιστερὰν ἐρασθέντα παρθένου Φθίας. ὅτι Ἀττικοὶ ἀρσενικῶς περιστερὸν καλοῦσιν. Ἄλεξις· Ἀφροδίτης εἰμὶ περιστερός. οἶδε Διόνυσος οἶδε τὸ μεθύσαι μόνον· εἰ δὲ νέον ἢ παλαιόν, οὐ πεφρόντικεν. διάφοροι δέ εἰσιν αἱ σικελικαί· Ἄλεξις· περιστερὰς ἔνδον τρέφω τῶν Σικελικῶν πάνυ κομψάς.

ὅτι ἐν νήτταις μείζων ὁ ἄρρην καὶ ποικιλώτερος. τὸ δὲ λεγόμενον γλαυκίον διὰ τὴν τῶν ὀμμάτων χρόαν μικρῷ ἔλαττόν ἐστι νήττης. ὅτι τῶν βοσκάδων ὁ ἄρρην σιμὰ καὶ ἐλάττω τῇ συμμετρίᾳ ἔχει τὰ ῥύγχη. ἐστὶ δὲ ἧττον νήττης, ἡ δὲ μικρὰ κολυμβίς, πάντων ἐλαχίστη τῶν ἐνύδρων, ῥυπαρομέλαινα τὴν χροιὰν καὶ ῥύγχος ὀξὺ ἔχει σκέπον τε τὰ ὄμματα, τὰ δὲ πολλὰ καταδύεται. ἔστι δὲ καὶ ἄλλο γένος βοσκάδων μεῖζον νήττης. αἱ δὲ φασκάδες μικρῷ μείζους οὖσαι τῶν μικρῶν κολυμβίδων τὰ λοιπὰ νήτταις εἰσὶ παραπλήσιαι. ἡ οὐρία δὲ οὐ πολὺ λείπεται νήττης, τῷ χρώματι δὲ ῥυποκέραμός ἐστι, τὸ δὲ ῥύγχος μικρόν τε καὶ στενὸν ἔχει. ἡ δὲ φαλαρὶς στενὸν ἔχουσα τὸ ῥύγχος στρογγυλωτέρα τὴν ὄψιν ἐστίν, ἔντεφρος τὴν γαστέρα, μικρῷ μελαντέρα τὸν νῶτον. ὅτι ἀπὸ νήττης καὶ κολυμβίδος τὸ νήχεσθαι καὶ κολυμβᾶν. παρῆσαν, φησί τις παρὰ τῷ ῥήτορι τούτῳ, καὶ οἱ παραστάται. εἰσὶ δʼ οἱ ὄρχεις οὕτω καλούμενοι.

καλεῖ δὲ καὶ αὖθις τὸν Οὐλπιανὸν ὀνομάτων Δαίδαλον.

ὅτι Ἡρόδοτός φησιν ἐν Βαβυλῶνι ἐπὶ τοῦ χρυσοῦ βωμοῦ μὴ ἐξεῖναι θύειν εἰ μὴ γαλαθηνὰ μοῦνα. ὅτι Κλέαρχος εἰς τοῦτό φησι ὠμότητος Φάλαριν τὸν τύραννον ἐλάσαι ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη. ὅτι θῆσθαί ἐστι τὸ θηλάζειν γάλα. Ὅμηρος· γυναῖκά τε θήσατο μαζόν, διὰ τὸ ἐντίθεσθαι τὰς θηλὰς εἰς τὰ στόματα τὰ βρέφη καὶ ὁ τιτθὸς ἐνθένδε διὰ τὸ ἐντίθεσθαι τὰς θηλάς.

ὅτι σφάλλονται οἱ τὰς δορκάδας δόρκωνας λέγοντες.

ὅτι σπάνιος ἦν πάλαι ὁ ταώς, ὡς Εὔβουλος, καὶ γὰρ ὁ ταὼς διὰ τὸ σπάνιον θαυμάζεται, πλείους δʼ εἰσὶ νῦν, φησί, τῶν ὀρτύγων. ἔστι δέ, Ἀριστοτέλης φησί, σχιδανόπους, ποιολόγος, τίκτει δʼ ἅπαξ τοῦ ἔτους ᾠὰ δώδεκα, καὶ τίκτει τριετὴς γενόμενος, ἐν οἷς χρόνοις καὶ τὴν ποικιλίαν τῶν πτερῶν λαμβάνει. ἐπῳάζει δʼ ἡμέρας πρὸς λʹ, ταύτας δʼ οὐκ εἰσάπαξ, ἀλλὰ παρʼ ἡμέρας δύο· αἱ δὲ πρωτοτόκοι ὀκτώ. τίκτει δὲ καὶ ὑπηνέμια, οὐ πλείω δὲ τῶν δύο. ἐκλέπει δὲ καὶ ἐπῳάζει καθάπερ ἡ ἀλεκτορίς. ὅτι Ἀντιφῶν ὁ ῥήτωρ λόγον μὲν ἔγραψεν ἐπίγραμμα ἔχοντα περὶ ταῶν, ἐν αὐτῷ δὲ τῷ λόγῳ μνείαν τοῦ ὀνόματος οὐ πεποίηται, ποικίλους δὲ ὄρνις ἐν αὐτῷ καλεῖ. γράφει δὲ καὶ περὶ τῆς ἰδέας αὐτῶν, ὡς ἐὰν τῶν πτερύγων ἀποτέμῃ τις, τὸ κάλλος ἀφαιρήσεται. τὰ πτερὰ γὰρ αὐτῶν τὸ κάλλος ἐστίν, ἀλλʼ οὐ τὸ σῶμα. λέγει δὲ καὶ ὅτι περισπούδαστος αὐτῶν ἦν ἡ θέα. τὰς γὰρ νουμηνίας, φησίν, ὁ βουλόμενος εἰσῄει, τὰς δʼ ἄλλας ἡμέρας εἴ τις ἔλθῃ βουλόμενος θεάσασθαι, οὐκ ἔστιν ὅστις ἔτυχε. ταὧς δὲ λέγουσιν Ἀθηναῖοι, ὥς φησι Τρύφων, τὴν τελευταίαν συλλαβὴν περισπῶντες καὶ δασύνοντες, ὡς Ἀριστοφάνης· Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς; λέγουσι δὲ καὶ τὴν δοτικὴν ταῶνι. ἀμήχανον δὲ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν ἐν τοῖς ὑπὲρ μίαν συλλαβὴν ὀνόμασι τὴν τελευτῶσαν ἀπὸ φωνήεντος ἀρχομένην δασύνεσθαι. πάντως γὰρ εἶναι ψιλὴν αὐτὴν παρακολούθηκεν, νεὤς, λεὤς, Τυνδάρεὠς, πρᾶὀς, υἱὄς, Κεῖὀς, Χῖὀς, χρεῖὀς, πλεῖὀς, λαιὄς, βαιὄς, πηὄς, γόὀς, ζωὄς, θοὄς, ῥόὀς. φίλαρχος γὰρ οὖσα καὶ ἡγεμονικὴ τὴν φύσιν ἡ δασύτης τοῖς τελευταίοις μέρεσι τῶν ὀνομάτων οὐδαμῶς ἐγκαθείργνυται. ὠνόμασται δὲ ταὼς ἀπὸ τῆς τάσεως τῶν πτερῶν. καὶ Σέλευκος δέ φησι παραλόγως τὸ ταὧς δασύνεσθαι καὶ περισπᾶσθαι παρʼ Ἀττικοῖς. τοῖς γὰρ πρώτοις τῶν φωνηέντων κατὰ τὰς ἁπλᾶς τῶν ὀνομάτων ἐκφορὰς συνεκφέρεσθαι θέλει καὶ ἐνταυθοῖ προᾴττουσα καὶ τάχιον ἐκθέουσα διʼ ἐπιπολῆς ἐστι τῶν λέξεων. τεκμαιρόμενοι οὖν Ἀθηναῖοι καὶ διὰ τῆς τάξεως τὴν ἐνοῦσαν τῇ προσῳδίᾳ φύσιν οὐκ ἐπὶ τῶν φωνηέντων αὐτὴν τιθέασιν ὡς τὰς ἄλλας, πρὸ δὲ τούτων τάσσουσιν. οἶμαι δὲ καὶ διὰ τοῦ η στοιχείου τυπώσασθαι τοὺς παλαιοὺς τὴν δασεῖαν. διόπερ καὶ Ῥωμαῖοι πρὸ πάντων τῶν δασυνομένων ὀνομάτων τὸ η προγράφουσι, τὸ ἡγεμονικὸν αὐτῆς διασημαίνοντες. εἰ δὲ τοιαύτη ἡ δασύτης, ἀλόγως κατὰ τὴν τελευτῶσαν συλλαβὴν τοῦ ταώς πρὸς τῶν Ἀττικῶν προσπνεῖται. ζητήσεις σιτούμεθα, φησὶ παρὰ τούτῳ τῷ ῥήτορι ὁ δειπνοσοφιστὴς Λαρήνσιος, ἄλλος δέ τίς φησιν ὅτι ἔθος γραμματικῶν παισὶ περὶ πάντων τῶν προβαλλομένων λέγειν· εἶδος φυτοῦ, εἶδος ὀρνέου, εἶδος λίθου. ὅτι Ἀλέξανδρος ὁ Μύνδιός φησι περὶ τοῦ μικροῦ τέτρακος οὕτως· τέτραξ τὸ μέγεθος ἴσος σπερμολόγῳ, τὸ χρῶμα κεραμοῦς, ῥυπαραῖς στιγμαῖς καὶ μεγάλαις γραμμαῖς ποικίλος, καρποφάγος. ὅταν ᾠοτοκῇ δέ, τετράζει τῇ φωνῇ. φησί που Ἐπίχαρμος ἀγλοὰς συκαλίδας. ἔστι δὲ εἶδος πτηνοῦ. ὅτι ἐστὶ καὶ μείζων τέτραξ μεγέθει ὑπὲρ ἀλεκτρυόνα τὸν μέγιστον, ἀπὸ τῶν ὤτων ἑκατέρωθεν ἔχων κρεμάμενα, ὡς οἱ ἀλεκτρυόνες, τὰ κάλλεα. ἔστι δὲ τὸ ὄρνεον παρὰ Μυσοῖς καὶ Παίοσιν, οὗ ἐχεγγυώτατος μάρτυς ἐν Ὄρνισιν ὁ χαρίεις Ἀριστοφάνης. ὁ δὲ πολυμαθέστατος Ἀριστοτέλης οὐκ ἠξίωσεν αὐτὸ μνήμης ἐν τῇ πολυταλάντῳ αὐτοῦ πραγματείᾳ. ὀκτακόσια γὰρ εἰληφέναι τάλαντα παρʼ Ἀλεξάνδρου λόγος ἔχει τὸν Σταγειρίτην εἰς τὴν περὶ ζῴων ἱστορίαν.

ὅτι Σιμάριστος γράφει· ὀσφύος αἱ ἐκ πλαγίων σάρκες ἐπανεστηκυῖαι ψύαι, τὰ δʼ ἑκατέρωθεν κοιλώματα λέγουσι κύβους γαλλίας. Κλέαρχος δέ φησι· σάρκες μυωταὶ καθʼ ἑκάτερον μέρος, ἃς οἳ μὲν ψύας, οἳ δʼ ἀλώπεκας, οἳ δὲ νευρομήτρας καλοῦσι. μνημονεύει δὲ ψυῶν καὶ ὁ ἱερώτατος Ἱπποκράτης. ὠνομάσθησαν δʼ οὕτως διὰ τὸ ῥᾳδίως ἀποψᾶσθαι ἢ οἷόν τις οὖσα ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς τοῖς ὀστέοις ὑπάρχουσα.

ὅτι τὸ οὖθαρ σπανίως ἔστιν εὑρεῖν ἐπὶ τῶν ἄλλων ζῴων λεγόμενον· ὑπογάστριον δὲ μόνον ὡς ἐπὶ τῶν ἰχθύων λέγεται. ἀκύρως οὖν φησι Τηλεκλείδης· ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ· Στράττις οὖν ὑπογάστρια θύννου φησὶ καὶ Θεόπομπος· ἰχθύων ὑπογάστρια. ἀλλαχοῦ δὲ τὰ αὐτὰ ὑπήτρια· θύννων τε λευκῶν Σικελῶν ὑπήτρια.

Ἀρχαίστρατος ὁ ὀψοδαίδαλος, τοῦ λαγώ, φησί, πολλοὶ τρόποι πολλαί τε θέσεις σκευασίας εἰσί. κεῖνος δʼ οὖν ἐστιν ἄριστος, ἂν πεινῶσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ, θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου μικρὸν ἐνωμότερον. μὴ λυπείτω δέ σʼ ὁρῶντα ἰχῶρα στάζοντα κρεῶν, ἀλλʼ ἔσθε λάβρως, αἱ δʼ ἄλλαι περίεργοι ἔμοιγʼ εἰσι διὰ παντὸς σκευασίαι, γλοίων καταχύσματα κατάτυρα καὶ κατέλαια λίαν, ὥσπερ γαλῇ ὀψοποιούντων. Ναυκράτης δέ, ἐν Ἀττικῇ, φησί, τίς εἶδε πώποτε λέοντας ἤ τι τοιοῦτον ἕτερον θηρίον; οὐδὲ δασύποδʼ εὑρεῖν ἔστιν οὐχὶ ῥᾴδιον. Ἀλκαῖος δὲ ὡς πολλῶν ὄντων ἐμφανίζει. εὕρηται δὲ τὸν λαγών ὀξυτόνως μετὰ τοῦ ν. Ξενοφῶν δʼ ἐν Κυνηγετικῷ χωρὶς τοῦ ν προάγει περισπωμένως. ἔστι δὲ τὸ καθʼ ἡμᾶς καὶ τὸ Ἰωνικὸν λαγός. Σοφοκλῆς· γλαῦκες, ἰκτῖνοι, λαγοί. ὡς δὲ ναὸν καὶ λαὸν λεγόντων ἡμῶν Ἀττικοὶ νεών καὶ λεών φασιν, οὕτω λαγὸν ὀνομαζόντων ἐκεῖνοι λαγὼν ἐροῦσιν, ὡς Εὔπολις· βατίδες καὶ λαγῲ καὶ γυναῖκες εἰλίποδες. ἀλόγως οὖν ἡ τελευτῶσα περισπᾶται. δεῖ δὲ ὀξυτονεῖν τὴν λέξιν, ἐπεὶ τὰ εἰς ος λήγοντα τῶν ὀνομάτων ὁμότονά ἐστι κἂν μεταληφθῇ εἰς τὸ ω παρʼ Ἀττικοῖς. τὸ δὲ λαγωός εἰ μὲν Ἰωνικόν, πλεονάζει τὸ ω. εἰ δʼ Ἀττικὸν τὸ ο. λαγῷα δὲ λέγεται κρέα. Ἡγήσανδρος ἱστορεῖ ἐν Ἀστυπαλαίᾳ τοσοῦτον πλῆθος γενέσθαι λαγῶν, ὡς τοὺς Ἀστυπαλαιεῖς περὶ αὐτῶν μαντεύσασθαι, καὶ τὴν Πυθίαν εἰπεῖν κύνας τρέφειν καὶ κυνηγετεῖν· ἁλῶναί τε ἐν ἐνιαυτῷ πλείους τῶν ἑξακισχιλίων. ἐγένετο δὲ τὸ πλῆθος τοῦτο Ἀναφαίου τινὸς ἐμβαλόντος δύο λαγωοὺς εἰς τὴν νῆσον· ὡς καὶ πρότερον Ἀστυπαλαιέως τινὸς ἀφέντος δύο πέρδικας εἰς τὴν Ἀνάφην τοσοῦτον ἐγένετο πλῆθος περδίκων ἐν τῇ Ἀνάφῃ ὡς κινδυνεῦσαι ἀναστάτους γενέσθαι τοὺς κατοικοῦντας. κατʼ ἀρχὰς δʼ ἡ Ἀστυπάλαια οὐκ εἶχε λαγώς, ἀλλὰ πέρδικας. πολύγονον δʼ ἐστὶν ὁ λαγώς· φησὶ γοῦν Ἡρόδοτος· ὁ λαγὼς ὑπὸ πάντων θηρεύεται, καὶ θηρίου καὶ ὄρνιθος καὶ ἀνθρώπου, οὕτω δή τι πολύγονόν ἐστιν, ἐπικυΐσκει τε μόνον πάντων θηρίων καὶ τὸ μὲν δασὺ τῶν τέκνων ἐν τῇ γαστρί, τὸ δὲ ψιλόν, τὸ δὲ ἄρτι ἐν τῇσι μήτρῃσι πλάσσεται, τὸ δʼ ἐπαναίρεται. ὅτι ὁ κούνικλος, ὥς φησι Πολύβιος, πόρρωθεν ὁρώμενος εἶναι δοκεῖ λαγὼς μικρός· ὅταν δὲ εἰς τὰς χεῖρας λάβῃ τις, μεγάλην ἔχει διαφορὰν καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν βρῶσιν. γίνεται δὲ τὸ πλεῖστον κατὰ γῆς. καλοῦνται δέ τινες καὶ χελιδονίαι λαγωοί, ὥς φησι Δίφιλος. Θεόπομπος δέ φησι περὶ Βισαλτίαν γίνεσθαι λαγωοὺς δύο ἥπατα ἔχοντας.

πάλιν φροντιστὴν καὶ λογιστὴν τὸν Οὐλπιανὸν ὁ ῥήτωρ οὗτός φησιν. ὅτι ἐτυμώτερον τὸ σῦς μετὰ τοῦ σ· παρὰ τὸ σεύεσθαι γὰρ καὶ ὁρμητικῶς ἔχειν τὸ ζῷον εἴρηται. τέτριπται δὲ καὶ τὸ λέγειν ὗς, οἱ δὲ σῦν εἰρῆσθαι οἱονεὶ θῦν, τὸν εἰς θυσίαν εὐθετοῦντα. ὅτι Σοφοκλῆς τὸ σύαγρον ἐπὶ κυνὸς τάσσει ἀπὸ τοῦ σῦς ἀγρεύειν λέγων· σὺ δʼ, ὦ Σύαγρε, Πολιωτικὸν βρέφος. παρὰ Ἡροδότῳ δὲ ὄνομα κύριον ὁ σύαγρος, παρʼ Ἀντιφάνει δὲ καὶ ἄλλοις πολλοῖς ἐπὶ συὸς ἀγρίου. φησὶν οὗτος ὁ ῥήτωρ· σύ, ὦ Οὐλπιανέ, οὐδενὸς μεταλαμβάνειν εἴωθας τῶν παρασκευαζομένων πρὶν μαθεῖν εἰ ἡ χρῆσις μὴ εἴη τῶν ὀνομάτων παλαιά. κινδυνεύεις οὖν ποτε διὰ ταύτας τὰς φροντίδας ὥσπερ ὁ Κῶος Φιλητᾶς ζητῶν τὸν καλούμενον ψευδολόγον τῶν λόγων διαλυθῆναι. ἰσχνὸς γὰρ πάνυ τὸ σῶμα διὰ τὰς ζητήσεις γενόμενος ἀπέθανεν, ὡς τὸ πρὸ τοῦ μνημείου αὐτοῦ ἐπίγραμμα δηλοῖ· ξεῖνε, Φιλητᾶς εἰμί. λόγων δʼ ὁ ψευδόμενός με ὤλεσε καὶ νυκτῶν φροντίδες ἑσπέριοι. ὅτι τὸν Καλυδώνιον σῦν λευκὸν τὸ χρῶμα ὁ Ῥηγῖνος ἱστορεῖ, καὶ ὅτι ἀσχέδωρον οἱ Σικελιῶται καλοῦσι τὸν σύαγρον. τὸ δὲ μαρτύριον παρʼ Αἰσχύλῳ· ἔδυ δʼ ἐς ἄντρον ἀσχέδωρος ὥς. καὶ παρὰ Σκίρᾳ Ἰταλῷ κωμωδῷ· ἔνθʼ οὔτε ποιμὴν ἀξιοῖ νέμειν βοτὰ οὔτʼ ἀσχέδωρος νεμόμενος καπρῴζεται. οὐδὲν δὲ θαυμαστὸν Αἰσχύλον ἐν Σικελίᾳ διατρίψαντα πολλαῖς κεχρῆσθαι φωναῖς Σικελικαῖς.

ὅτι τὸ τοῦ αἰγὸς κρέας τροφιμώτατον· Κλειτόμαχος οὖν φησί τινα Θηβαῖον αὐλητὴν ὑπερβαλεῖν ἰσχύι τοὺς καθʼ ἑαυτὸν κρέασιν αἰγείοις χρώμενον. εὔτονοι γὰρ ἐντεῦθεν καὶ γλίσχροι χυμοὶ καὶ πολὺν χρόνον ὑπομένειν ἐν τοῖς ὄγκοις δυνάμενοι. ἐσκώπτετο δὲ ὁ ἀθλητὴς διὰ τὴν ἀπὸ τῶν ἱδρώτων δυσωδίαν. τὰ δʼ ὕεια καὶ ἄρνεια κρέα ἀδιαπόνητα ταῖς ἕξεσιν ὑπάρχοντα ῥᾷστα φθείρεται διὰ τὴν πιμελήν. φησί τις παρὰ Ἀντιφάνει· κρέα δὲ τίνος ἥδιστʼ ἂν ἐσθίοις; προβάτων μὲν οἷς ἔνι μήτʼ ἔρια μήτε τυρός. τῶν δὲ αἰγείων κατὰ ταὐτά, ἃ μὴ τυρὸν ποιεῖ. διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν ἐσθίων τὰ φαυλότατα ἀνέχομαι. φησὶ δέ που παρὰ τῷ αὐτῷ καὶ ὁ κύκλωψ· τῶν χερσαίων δʼ ὑμῖν ἥξει ταυτί· βοῦς ἀγελαῖος, ταῦρος ὑληβάτας, αἲξ οὐρανία, κριὸς τομίας, κάπρος ἐκτομίας, ὗς οὐ τομίας, δέλφαξ, δασύπους, τυρὸς χλωρός, τυρὸς ξηρός, τυρὸς κοπτός, τυρὸς ξυστός, τυρὸς τμητός, τυρὸς πηκτός. Μνησίμαχος δὲ τοιαῦτα παρασκευάζει· βαῖνʼ ἐκ θαλάμων κυπαρισσοτρόφων ἔξω, Μανῆ· στεῖχʼ εἰς ἀγορὰν τούς τε μαθητὰς τοὺς ὡραίους, οὓς ἀναβαίνειν ἐπὶ τοὺς ἵππους μελετᾷ Φείδων καὶ καταβαίνειν· οἶσθʼ οὓς φράζω; τούτοις τοίνυν ἄγγελλʼ, ὁτιὴ ψυχρὸν τοὖψον, τὸ ποτὸν θερμόν, ξηρὸν φύραμʼ, ἄρτοι ξηροί, σπλάχνα ὀπτᾶται, ἥρπασται, κρέα ἐξ ἅλμης ἐξῄρηται, τόμος ἀλλᾶντος, τόμος ἠνύστρου, χορδῆς ἕτερος, φύσκης ἕτερος διαλαιμοτομεῖται, κρατὴρ ἐξερροίβδητʼ οἴνου, πρόποσις χωρεῖ, λείπεται κόρδαξ, πάντες ἔνδον, τὰ κάτωθεν ἄνω. μεμνῆσθʼ ἃ λέγω, πρόσεχʼ οἷς φράζω, χάσκεις αὐτός. βλέψον δεῦρʼ εἴ πως αὐτὰ φράσεις; αὐτίκʼ ἐρῶ σοι πάλιν ἐξ ἀρχῆς· ἥκειν ἤδη καὶ μὴ μέλλειν τῷ τε μαγείρῳ μὴ λυμαίνεσθαι, ὡς τῶν ὄψων ἑφθῶν ὄντων, ὀπτῶν ὄντων, ψυχρῶν ὄντων, καθʼ ἕκαστα λέγω· βολβός, ἐλαία, σκόροδον, καυλός, κολοκύντη, ἔτνος. καὶ μυρία τοιαῦτʼ εἰπὼν ἐπάγει· πᾶς δὲ κατʼ οἴκους μάττει, πέττει, τίλλει, κόπτει, εὕει, χαίρει, παίζει, πηδᾷ, δειπνεῖ, πίνει, σκιρτᾷ, λορδοῖ, κεντεῖ, βινεῖ. σεμναὶ δʼ αὐλῶν ἀγαναὶ φωναί, μολπά, κλαγγά, ὀσμὴ σεμνὴ μυκτῆρα δονεῖ λιβάνου, Σμύρνης, καλάμου, στύρακος, λίνδου, κίνδου, μίνθου· τοιάδε δόμους ὁμίχλη κατέχει πάντων ἀγαθῶν ἀνάμεστος. ταῦτα δὲ πάντα ἡδίστην ἀκοὴν παρέχει τοῖς ὠσὶ μᾶλλον ἢ τῇ φάρυγγι.

ὅτι παρὰ Ξανθίππῳ τῷ κωμικῷ μάγειρός τις τοιάδε ὠγκώσατο· Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος ἐγένονθʼ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης· ἐδίδασκε δʼ αὐτοὺς Σικελιώτης Λάβδακος. οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλλούμενα ἀρτύματʼ ἐξήλειψαν ἐκ τῶν βιβλίων καὶ τὴν θυΐαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν ἐχρᾶτο. αὐτοὶ δʼ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τʼ ὀξὺ καὶ μὴ πολλάκις φυσώμενον ἐποίουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐπρεπές. οὗτοί τε πρῶτοι δάκρυα καὶ πταρμὸν πολὺν ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τε ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους. ὁ μὲν οὖν Ῥόδιος πιών τινʼ ἅλμην ἀπέθανε· παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. μάλʼ εἰκότως. ὁ Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει, ἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος, καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. γεύσω δʼ, ἐὰν βούλησθε, τῶν εἰρημένων· οὐ ταῦτα προσάγω πᾶσιν ἀεὶ βρώματα, τεταγμένα εὐθύς ἐστί μοι πρὸς τὸν βίον· ἕτερʼ ἐστὶ τοῖς ἐρῶσιν καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην ἔχον τὴν παροῦσαν οὐσίαν κατεσθίει· τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας καὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων ἐμβαμματίοις γλαφύροισι κεχορηγημένην. ὁ γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός, πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιάν ἐστʼ ἔχων. τῷ φιλοσόφῳ παρέθηκα κωλέαν, πόδας· ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολήν ἐστι. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον· ὅταν ἐγγὺς ἦν δʼ ὅδʼ ὕστερος, ἀρτύω φακῆν. τὰ τῶν γερόντων στόματα διαφόρως ἔχει, νωθρότατα πολλῷ δʼ ἐστὶν ἢ τὰ τῶν νέων. παρατίθημι σίναπι τούτοις καὶ ποιῶ χυλοὺς ἐχομένους δριμύτητος τὴν φύσιν, ἵνα διεγείρω. καὶ παρὰ Διονυσίῳ ἄλλος μάγειρός φησι· σκευάσαι μὲν ἢ τεμεῖν ἡδύσματα ἑψῆσαί τε καὶ φυσᾶν τὸ πῦρ ὁ τυχὼν δύναιτʼ ἂν ὀψοποιός, ὁ δὲ μάγειρος ἄλλο τι. συνιδεῖν τόπον, ὥραν, τὸν καλοῦντα, τὸν πάλιν δειπνοῦντα, πότε δεῖ τίνʼ ἰχθὺν ἀγοράσαι. καὶ μετʼ ὀλίγα· ἡ μαγειρικὴ ὅρον οὐκ ἔσχηκεν, αὐτὴ δὲ αὑτῆς ἐστι δεσπότης. ἐὰν δὲ εὖ μὲν σὺ χρήσῃ τῇ τέχνῃ, τὸν τῆς τέχνης δὲ καιρὸν ἀπολέσῃς, παραπόλωλεν ἡ τέχνη. ἢ δρῶν τι φαίνου καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτε με, φησί τις παρὰ τούτῳ τῷ ῥήτορι. τυραννικόν πού φησι τὴν φακῆν ὁ κωμικὸς Δημήτριος. ὅτι ἡ ῥοδουντία ἡ ῥοδωνία μαγειρικῶς καλουμένη λοπὰς τοιαύτη τις ἦν· ῥόδα τὰ εὐοσμότατα ἐν ἴγδῃ τρίψας ἐπέβαλον ἐγκεφάλους ὀρνίθων τε καὶ χοίρων ἑφθοὺς σφόδρα ἐξινιασθέντας καὶ τῶν ᾠῶν τὰ χρυσᾶ, μεθʼ ἃ ἔλαιον, γάρον, πέπερι, οἶνον. καὶ ταῦτα διατρίψας ἐπιμελῶς ἐνέβαλον εἰς λοπάδα καινήν, ἁπαλὸν καὶ συνεχὲς διδοὺς τὸ πῦρ. καὶ ἅμα λέγων ὁ μάγειρος, φησὶν οὗτος ὁ ῥήτωρ, ἀναπετάσας τὴν λοπάδα τοσαύτην εὐωδίαν παρέσχε τῷ συμποσίῳ, ὡς εἰπεῖν τινα τῶν παρόντων· τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.

ὅτι πισοῦ ὀσπρίου μνημονεύει που Εὔπολις. ὅτι φησί που Τίμων λαβάργυρον ὡρολογητὴν τὸν ἐπὶ μισθῷ ὡρολογοῦντα. ὅτι Ἡγήμων ὁ Θάσιος ὁ τὰς παρῳδίας γράψας Φακῆ ἐπεκαλεῖτο. φησὶ γοῦν που αὐτός· ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε μῦθον· δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρει εἰς τὸν ἀγῶνα. καὶ τότʼ ἐγὼ θάρσησα. εἰσῆλθε δέ ποτε εἰς θέατρον διδάσκων κωμῳδίαν λίθων ἔχων πλῆρες τὸ ἱμάτιον, οὓς βάλλων εἰς τὴν ὀρχήστραν διαπορεῖν ἐποίησε τοὺς θεατάς. καὶ ὀλίγον διαλιπὼν εἶπε· λίθοι μὲν οἵδε. βαλλέτω δʼ εἴ τις θέλει· φακῆ δὲ καὶ ἐν θέρει καὶ ἐν χειμῶνι ἀγαθόν. εὐδοκίμει δὲ μάλιστα ἐν ταῖς παρῳδίαις καὶ περιβόητος ἦν λέγων τὰ ἔπη πανούργως καὶ ὑποκριτικῶς καὶ διὰ τοῦτο σφόδρα παρʼ Ἀθηναίοις εὐδοκίμει. ἐν δὲ τῇ Γιγαντομαχίᾳ οὕτω σφόδρα τοὺς Ἀθηναίους ἐκήλησεν, ὡς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλεῖστα αὐτοὺς γελάσαι, καίτοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν περὶ Σικελίαν ἀτυχημάτων. οὐδεὶς οὖν ἀπέστη καίτοι σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. ἔκλαιον οὖν ἐγκαλυψάμενοι, οὐκ ἀνέστησαν δʼ ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν ἀχθόμενοι τῇ συμφορᾷ. διέμενον δʼ ἀκροώμενοι, καίτοι καὶ αὐτοῦ τοῦ Ἡγήμονος, ὡς ἤκουσε, σιωπᾶν διεγνωκότος. καθʼ ὃν δὲ χρόνον θαλασσοκρατοῦντες Ἀθηναῖοι ἀνῆγον εἰς ἄστυ τὰς νησιωτικὰς δίκας γραψάμενός τις καὶ τὸν Ἡγήμονα δίκην ἤγαγεν εἰς Ἀθήνας. ὁ δὲ παραγενόμενος καὶ συναγαγὼν τοὺς περὶ Διονύσιον τεχνίτας προσῆλθε μετʼ αὐτῶν, Ἀλκιβιάδῃ βοηθεῖν ἀξιῶν. ὃ δὲ θαρρεῖν παρακελευσάμενος εἰπών τε πᾶσιν ἕπεσθαι ἧκεν εἰς τὸ Μητρῷον, ὅπου τῶν δικῶν ἦσαν αἱ γραφαί, καὶ βρέξας τὸν δάκτυλον ἐκ τοῦ στόματος διήλειψε τὴν δίκην τοῦ Ἡγήμονος. ἀγανακτοῦντες δʼ ὅ τε γραμματεὺς καὶ ὁ ἄρχων ἡσυχίαν ἦγον διʼ Ἀλκιβιάδην, φυγόντος διʼ εὐλάβειαν καὶ τοῦ τὴν δίκην γραψαμένου.

ὅτι ἡ παροιμία ἡ λέγουσα Τηλεμάχου χύτρα τοιαύτη τίς ἐστιν· Ἀχαρνεὺς ἦν τῶν δήμων ὁ Τηλέμαχος, ὃς κυάμων χύτρας ἀεὶ σιτούμενος ἦν. φησί που Ἡνίοχος ὁ κωμικός· ὅσῳ διαφέρει σῦκα καρδάμων, ὃς καὶ ἔτνους κυαμίνου μέμνηται ὃ καὶ φυσᾶν τὴν γαστέρα φησίν. ὅτι ὃ ἡμεῖς ἐν τῇ συνηθείᾳ χέρνιβόν φαμεν παρʼ Ὁμήρῳ κεῖται, ὡς ἐν τῇ Ἰλιάδι· ἣ δὲ παρέστη χέρνιβον ἀμφίπολος πρόχοον θʼ ἅμα χερσὶν ἔχουσα. Ἀττικοὶ δὲ χερνίβιόν φασιν, ὡς Λυσίας· τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις. Εὔπολις δʼ ἐν Δήμοις χειρόνιπτρόν φησιν, Ἐπίχαρμος δὲ χειρόνιβα. ἡ πλείων δὲ χρῆσις κατὰ χειρὸς ὕδωρ εἴωθε λέγειν καὶ κατὰ χειρῶν. Ἀριστοφάνης δʼ ὁ γραμματικός φησι παρὰ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου λέγεσθαι κατὰ χειρὸς, τὸ δὲ μετὰ ταῦτα ἀπονίψασθαι. ἔοικε δὲ τοῦτο πεφυλαχέναι παρὰ Ἀττικοῖς, ἐπεί τοι Ὅμηρός πού φησι· νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσε τράπεζαν. παρὰ δὲ τοῖς τραγικοῖς καὶ κωμικοῖς παροξυτόνως εὕρηται χερνίβα· Εὐριπίδης· εἰς χερνίβʼ ὡς βάψειεν Ἀλκμήνης γόνος. Εὔπολις· αὐτοῦ τὴν χερνίβα παύσεις. ἐστὶ δὲ ὕδωρ εἰς ὃ ἀπέβαπτον δαλόν, ἐκ τοῦ βωμοῦ λαμβάνοντες ἐφʼ οὗ τὴν θυσίαν ἐπετέλουν· καὶ τούτῳ περιρραίνοντες τοὺς παρόντας ἥγνιζον. χρὴ μέντοι προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα γεγονότα παρὰ τὸν παρακείμενον τὴν παραλήγουσαν τοῦ παρακειμένου φυλάττοντα ἔχοντά τε τοῦτον διὰ τῶν δύο μμ λεγόμενον, βαρύνονται, λέλειμμαι αἰγίλιψ, τέτριμμαι οἰκότριψ, κέκλεμμαι βοόκλεψ, κατῶβλεψ. δότω τις δεῦρʼ ὕδωρ καὶ σμῆμα, Ἀντιφάνης πού φησιν. ὅτι ἀπόνιπτρον ἐκάλουν τὸ τῶν χειρῶν καὶ τῶν ποδῶν ἀπόνιμμα. ἴσως δέ, φησίν, καὶ τὴν λεκάνην οὕτως ἔλεγον, ἐν ᾧ τρόπῳ καὶ χειρόνιπτρον. ἰδίως δὲ καλεῖται παρʼ Ἀθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροῖς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων. Κλείδημος· ὄρυξαι βόθρυν πρὸς ἑσπέραν τοῦ σήματος. ἔπειτα παρὰ τὸν βόθυνον πρὸς ἑσπέραν βλέπε, ὕδωρ κατάχεε λέγων τάδε ὑμῖν ἀπόνιμμα οἷς χρὴ καὶ οἷς θέμις. ὅτι χειρόμακτρον καλεῖται ᾧ τὰς χεῖρας ἀπεμάττοντο ὠμολίνῳ, ὃ Φιλόξενος ὁ Κυθήριος ἔκτριμμα ἐκάλεσεν. ὅτι Κύανθον τὸν Πύλητος ἄκων Ἡρακλῆς ἀνεῖλεν οἰνοχοοῦντα αὐτῷ, ᾧ καὶ τέμενος πρὸς Ἡρακλέους ἀνεῖται οἰνοχόου λεγόμενον, ὡς Νίκανδρος ἱστορεῖ. καὶ Ἀρχίαν δὲ ἢ Χερίαν κονδύλῳ ἀπέκτεινε παῖδα διδόντα αὐτῷ κατὰ χειρὸς ὕδωρ τῷ χερνιβίῳ ῥάναντα.

Φησὶ περὶ Ἡρακλέους Ἐπίχαρμος· πρῶτα μὲν αἴ κʼ ἔσθοντα ἴδῃς νιν, ἀποθάνῃς. βρέμει μὲν ὁ φάρυγξ ἔνδοθʼ, ἀραβεῖ δʼ ἁ γνάθος, ψοφεῖ δʼ ὁ γομφίος, τέτριγʼ ὁ κυνόδων, σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δʼ οὔατα. Ἴων δέ φησι περὶ Ἡρακλέους παίζων ὅτι κατέπινε καὶ τὰ κάλα καὶ τοὺς ἄνθρακας. ἀνάκειται δὲ αὐτῷ τῶν ὀρνέων ὁ λάρος ὁ προσαγορευόμενος βουφάγος. εἰσάγεται δὲ Ἡρακλῆς καὶ Λεπρεῖ περὶ πολυφαγίας ἐρίζων καὶ νενίκηκεν. ὅτι Ζηνόδοτός φησι Καύκωνος τοῦ Ποσειδῶνος γενέσθαι τὸν Λεπρέα, ὃν κελεῦσαι τὸν Ἡρακλέα δεθῆναι, ὅτε Αὐγέαν τὸν μισθὸν ἀπῄτει. Ἡρακλῆς δὲ ἐκτελέσας τοὺς ἄθλους ἔρχεται ἐπὶ Καύκωνας καὶ δεηθείσης Ἀστυδαμείας διαλύεται πρὸς Λεπρέα. εἶτα ὁ Λεπρεὺς Ἡρακλεῖ ἐρίζει δίσκῳ καὶ ὕδατος ἀντλῆσαι καὶ ὅστις ἀναλώσει θᾶττον ταῦρον, καὶ λείπεται πάντα. εἶτα θωρηχθεὶς προκαλεῖται Ἡρακλέα καὶ θνῄσκει ἐν τῇ μάχῃ. Μᾶτρις δʼ ἐν τῷ Ἡρακλέους ἐγκωμίῳ καὶ εἰς πολυποσίαν φησὶ τὸν Ἡρακλέα προκληθῆναι ὑπὸ Λεπρέως καὶ ἡττηθῆναι. ὅτι τὸν Ὀδυσσέα ἐν πολλοῖς Ὅμηρος πολυφάγον καὶ λαίμαργον παραδίδωσιν ὡς ἐν τῷ· ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε· καὶ ἑξῆς. ὑπερβάλλει γὰρ τῇ λαιμαργίᾳ οὐκ ἐν δέοντι περὶ γαστρὸς γνωμολογῶν, ὃν ἐχρῆν, εἰ καὶ ἐλίμωττε, διακαρτερεῖν ἢ μετριάζειν τὰ περὶ τὴν τροφήν. καὶ ἐν οἷς φησι· πένθος μὲν ἔχω ἐνὶ φρεσίν· ἣ δὲ μάλʼ αἰεὶ ἐσθέμεναι κέλεται καὶ τὰ ἑξῆς. ταῦτα γὰρ οὐδʼ ἂν ἐκεῖνος ὁ Σαρδανάπαλος εἰπεῖν ποτʼ ἂν ἐτόλμησεν. γέρων τε ὢν ἤσθιεν ἁρπαλέως κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ. ὅτι Θεαγένης ὁ Θάσιος ἀθλητὴς ταῦρον μόνος κατέφαγεν, ὃς καί φησι παρὰ Ποσειδίππῳ· ἔφαγόν ποτε Μῃόνιον βοῦν· πάτρη γὰρ βρώμην οὐκ ἂν ἐπέσχε Θάσος. Μίλων δʼ ὁ Κροτωνιάτης ἤσθιε μνᾶς κρεῶν εἴκοσι καὶ τοσαύτας ἄρτων οἴνου τε τρεῖς χοᾶς ἔπινεν. ἐν δʼ Ὀλυμπίᾳ ταῦρον ἀναθέμενος τοῖς ὤμοις τετραέτη καὶ τοῦτον περιενέγκας τὸ στάδιον μετὰ ταῦτα δαιτρεύσας μόνος αὐτὸν κατέφαγεν ἐν μιᾷ ἡμέρᾳ, περὶ οὗ ὁ Δωριεύς φησιν· ὃν ἐπόμπευσε βοῦν εἰς κρέα τόνδε κόψας πάντα κατʼ οὖν μοῦνος ἐδαίσατό νιν. καὶ Τίτορμος δὲ ὁ Αἰτωλὸς διηριστήσατο αὐτῷ βοῦν. Ἀστυδάμας δʼ ὁ Μιλήσιος τρὶς Ὀλύμπια νικήσας παγκράτιον, κληθείς ποτε ἐπὶ δεῖπνον ὑπὸ Ἀριοβαρζάνου καὶ ἀφικόμενος ὑπέσχετο φαγεῖν πάντα τὰ πᾶσιν, ἦσαν δὲ ἐννέα ὥς τινες, παρασκευασθέντα καὶ κατέφαγε. τοῦ Πέρσου δʼ αὐτὸν ἀξιώσαντος ἄξιόν τι ποιῆσαι κατὰ τὴν ἰσχὺν φακὸν τῆς κλίνης περίχαλκον ὄντα κλάσας ἐξέτεινε μαλάξας. τελευτήσαντος δʼ αὐτοῦ καὶ κατακαυθέντος οὐκ ἐχώρησε μία ὑδρία τὰ ὀστέα, μόλις δὲ δύο. πάντες δὲ κοινῶς οἱ ἀθλοῦντες μετὰ τῶν γυμνασμάτων καὶ ἐσθίειν πολλὰ διδάσκονται. φησὶ γοῦν Εὐριπίδης· κακῶν γε ὄντων μυρίων καθʼ Ἑλλάδα, οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους· οἳ πρῶτα μὲν ζῆν οὔτε μανθάνουσιν εὖ οὔτʼ ἂν δύναιντο· πῶς γάρ, ὅστις ἔστʼ ἀνὴρ γνάθου τε δοῦλος νηδύος θʼ ἡσσημένος, κτήσαιτʼ ἂν ὄλβον εἰς ὑπερβολὴν πατρός; οὐδʼ αὖ πένεσθαι καὶ ξυνηρετμεῖν τύχαις οἷοί τʼ· ἔθη γὰρ οὐκ ἐθισθέντες καλὰ σκληρῶς διαλλάσσουσιν εἰς τἀμήχανα. λαμπροὶ δʼ ἐν ἅβῃ καὶ πόλεως ἀγάλματα φοιτῶσʼ· ὅταν δὲ προσπέσῃ γῆρας πικρόν, τρίβωνες ἐκβαλόντες οἴχονται κρόκας. ἐμεμψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον, οἳ τῶνδʼ ἕκατι σύλλογον ποιούμενοι τιμῶσʼ ἀχρείους ἡδονὰς δαιτὸς χάριν. τί γὰρ παλαίσας εὖ, τί δʼ ὠκύπους ἀνὴρ ἢ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς πόλει πατρῴᾳ στέφανον ἤρεσκε λαβών; πότερα μαχοῦνται πολεμίοισι δίσκους ἔχοντες; ἢ διʼ ἀσπίδων χερὶ θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας; ὅλως δὲ τὰ τῶν ἀθλητῶν οὐ πιαίνει μυχοὺς πόλεως. ὥς φησι Ξενοφάνης ὁ Κολοφώνιος. ὅτι Ἡράκλειτος Ἑλένην φησί τινα γυναῖκα πλεῖστα βεβρωκέναι. Ποσείδιππος δὲ Φυρόμαχον πάντα φαγεῖν βορόν φησιν. ὅτι φησὶν Ἡρόδωρον τὸν Μεγαρέα σαλπιγκτὴν γενέσθαι τὸ μὲν μέγεθος πηχῶν τριῶν καὶ ἡμίσους, εἶναι δὲ καὶ τὰς πλευρὰς ἰσχυρόν· ἐσθίειν δὲ ἄρτων μὲν χοίνικας ἕξ, κρεῶν δὲ λίτρας εἴκοσιν οἵων ἂν εὑρήκει, πίνειν δὲ χοᾶς δύο καὶ σαλπίζειν ἅμα σάλπιγξι δυσί. κοιμᾶσθαι δὲ ἔθος εἶχεν ἐπὶ λεοντῆς μόνης. ἐσήμαινε δὲ σαλπίζων μέγιστον. Ἄργος οὖν πολιορκοῦντος Δημητρίου τοῦ Ἀντιγόνου, οὐ δυναμένων τῶν στρατιωτῶν τὴν ἑλέπολιν προσαγαγεῖν τοῖς τείχεσι διὰ τὸ βάρος, ταῖς δύο σάλπιγξι σημαίνων ὑπὸ τῆς ἁδρότητος τοῦ ἤχου τοὺς στρατιώτας ἠνάγκασε προθυμηθέντας προσαγαγεῖν τὴν μηχανήν. ἐνίκησε δὲ τὴν περίοδον δεκάκις. καὶ γυνὴ δὲ ἐσάλπισεν Ἀγλαῒς ἡ Μεγακλέους ἐν τῇ πρώτῃ ἀχθείσῃ πομπῇ ἐν Ἀλεξανδρείᾳ τὸ πομπικόν, περιθέτην ἔχουσα καὶ λόφον ἐπὶ τῆς κεφαλῆς. ἤσθιε δὲ καὶ αὐτὴ λίτρας κρεῶν δώδεκα, ἄρτων δὲ χοίνικας τέσσαρας καὶ ἔπινεν οἴνου χοᾶ. Λιτυέρσας δὲ υἱὸς Μίδου νόθος, Κελαινῶν τῶν ἐν Φρυγίᾳ βασιλεύς, ἄγριος ἰδέσθαι καὶ ἀνήμερος ἄνθρωπος, ἀδηφάγος ἦν ἰσχυρῶς. φησὶ γοῦν περὶ αὐτοῦ Σωσίθεος· ἔσθει μὲν αὐτὸς τρεῖς ὄνους κανθηλίους τρὶς τῆς βραχείας ἡμέρας· πίνει δʼ ἕνα καλὸν μετρητήν. περὶ τοιούτου καὶ Στράττις φησίν· ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας πένθʼ ἡμιμέδιμνα. ὡς ὀλιγόσιτος ἦσθʼ ἄρα, ὃς κατεσθίεις τῆς ἡμέρας μακρᾶς τριήρους σιτία. Ξάνθος δὲ Κάμβλητά φησι τὸν Λυδῶν βασιλέα πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ γαστρίμαργον. τοῦτόν ποτε νυκτὸς τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσαντα φαγεῖν. ἔπειτα πρωὶ εὑρόντα τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι ἑαυτὸν ἀποσφάξαι, περιβοήτου τῆς πράξεως γενομένης. Ἀρχίλοχος δὲ Χαρίλαν εἰς τὰ ὅμοια διαβέβληκεν, ὡς οἱ κωμῳδιοποιοὶ Κλεώνυμον καὶ Πείσανδρον. Φοινικίδης δὲ περὶ Χαιρίππου φησίν· οὗτος, ὥσπερ οἶδας, ἐσθίει μέχρις ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς. τοιοῦτʼ ἔχει ταμεῖον ὥσπερ οἰκίας. Νικόλαος δέ φησι Μιθριδάτην τὸν Ποντικὸν βασιλέα προτιθέντα ἀγῶνα πολυφαγίας καὶ πολυποσίας — ἦν δὲ τὸ ἆθλον τάλαντον ἀργυρίου — ἀμφότερα νικῆσαι. τοῦ μέντοι ἄθλου ἐκστῆναι τῷ μετʼ αὐτὸν κριθέντι Καλαμόδρυϊ Κυζικηνῷ ἀθλητῇ. ἐπὶ Τιμοκρέοντι δὲ τῷ Ῥοδίῳ ποιητῇ καὶ ἀθλητῇ ἐπίγραμμά ἐστι τόδε· πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκʼ εἰπὼν ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος. Θρασύμαχος δέ φησι τοῦτον τὸν Τιμοκρέοντα ὡς μέγαν βασιλέα ἀφικόμενον καὶ ξενιζόμενον παρʼ αὐτῷ πολλὰ ἐμφορεῖσθαι. πυθομένου δὲ τοῦ βασιλέως ὅ τι ἀπὸ τούτων ἐργάζοιτο, εἶπε· Περσῶν ἀναριθμήτους συγκόψειν. καὶ τῇ ὑστεραίᾳ πολλοὺς καθʼ ἕνα νικήσας μετὰ τοῦτʼ ἐχειρονόμησε. πυνθανομένου δὲ τὴν πρόφασιν ἀπολείπεσθαι ἔφη τοσαύτας, εἰ προσίῃ τις, πληγάς. Κλέαρχος δὲ Καντιβάριν φησὶ τὸν Πέρσην, ὁπότε κοπιάσειε τὰς σιαγόνας ἐσθίων, κεχηνότι καθάπερ εἰς ἄψυχον ἀγγεῖον εἰσαντλεῖν τὴν τροφὴν τοὺς οἰκείους. Ἑλλάνικος δʼ Ἐρυσίχθονα τὸν Μυρμιδόνος φησίν, ὅτι ἄπληστος βορᾶς, Αἴθωνα κληθῆναι. Πολέμων δέ φησιν ἐν Σικελίᾳ Ἀδηφαγίας ἱερὸν εἶναι καὶ Σιτοῦς Δήμητρος, ἐν δὲ Σκώλῳ τῷ Βοιωτιακῷ Μεγαλάρτου καὶ Μεγαλομάζου. Ἀλκμὰν δʼ ὁ ποιητὴς ἑαυτὸν ἀδηφάγον καὶ παμφάγον καλεῖ. Ἀναξίλας δὲ περὶ Κτησίου τινός φησιν· ᾧ καὶ Κραναόν τινα συγκαταλέγει· δείπνου γὰρ οὗτος ἀρχήν, τελευτὴν δʼ ἔμαθεν οὐδεπώποτε. καὶ Φιλέταιρος δὲ περὶ τοῦ αὐτοῦ φησι· κἂν δέῃ, τροχάζω στάδια πλείω Σωτάδου, τὸν Ταυρίτην δὲ τοῖς πόνοις ὑπερβαλῶ τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ. Ἀνάξιππος δὲ περὶ Δαμίππου φησίν· ὁρῶ γὰρ ἐκ παλαίστρας τῶν φίλων προσιόντα μοι Δάμιππον. τοῦτον λέγεις τὸν πέτρινον; τοῦτον οἱ φίλοι καλοῦσί σοι νυνὶ διʼ ἀνδρίαν Κεραυνόν. εἰκότως· ἀβάτους ποιεῖν γὰρ τὰς τραπέζας οἴομαι αὐτὸν κατασκήπτοντʼ αὐταῖς τῇ γνάθῳ. Θεόφιλος δέ φησιν· Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν, ἀνδρῶν ἁπάντων πλεῖστον δυνάμενος φαγεῖν. καὶ ἔθνη δὲ ὅλα εἰς πολυφαγίαν ἐκωμωδεῖτο, ὡς τὸ Βοιώτιον, περὶ ὧν Εὔβουλός φησι· πονεῖν ἄμμες καὶ φαγεῖν ἀνδρικοί. καὶ πάλιν· κτίζω Βοιωτῶν πόλιν, ἀνδρῶν ἀρίστων ἐσθίειν διʼ ἡμέρας. καὶ πάλιν· οὕτω σφόδρʼ ἐστὶ τοῖς τρόποις Βοιώτιος ὥστʼ οὐδὲ δειπνῶν, ὡς λέγουσʼ, ἐμπίμπλαται. πάλιν· μετὰ ταῦτα Θήβαζʼ ἦλθον, οὗ τὴν νύχθʼ ὅλην τήν θʼ ἡμέραν δειπνοῦσιν. Ἐρατοσθένης δέ φησιν Πέμπελον ἐρωτηθέντα τί αὐτῷ δοκοῦσιν εἶναι Βοιωτοὶ εἰπεῖν· τί γὰρ ἄλλο ἢ τοιαῦτα ἐλάλουν, οἷα ἂν καὶ τὰ ἀγγεῖα φωνὴν λαβόντα, πόσον ἕκαστος χωρεῖ. Πολύβιος δέ φησιν ὅτι οἱ Βοιωτοὶ μεγάλην δόξαν λαβόντες κατὰ τὰ Λευκτρικὰ κατὰ μικρὸν ἀνέπεσον ταῖς ψυχαῖς καὶ ὥρμησαν ἐπʼ εὐωχίας καὶ μέθας. ἐμέριζον οὖν τοῖς συσσιτίοις τὸ πλέον μέρος τῆς οὐσίας, καὶ πολλοὺς εἶναι Βοιωτῶν οἷς ὑπῆρχε δειλινὰ τοῦ μηνὸς πλείω τῶν εἰς τὸν μῆνα διατεταγμένων ἡμερῶν. διὸ Μεγαρεῖς μισήσαντες αὐτῶν τὴν τοιαύτην κατάστασιν ἀπένευσαν εἰς τοὺς Ἀχαιούς. καὶ Φαρσάλιοι δὲ κωμῳδοῦνται ὡς πολυφάγοι. Μνησίμαχος οὖν φησι· τῶν Φαρσαλίων ἥκει τις ἵνα τὰς τραπέζας καταφάγῃ; οὐδεὶς πάρεστι. εὖ γε δρῶντες. ἆρά που ὀπτὴν κατεσθίουσι πόλιν Ἀχαϊκήν; καὶ Θετταλοὶ δὲ ὡς πολυφάγοι διεβάλλοντο, ὡς Κράτης· τριπήχη Θετταλικῶς τετμημένα. τοῦτο δʼ εἶπεν ὡς τῶν Θετταλῶν μεγάλα κρέα τεμνόντων. καὶ Φιλέταιρος· καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας. καὶ Θετταλικὴν δὲ ἔνθεσίν φασιν τὴν μεγάλην. Ἀριστοφάνης δὲ τὰ Λυδῶν δεῖπνά φησι καὶ τὰ Θετταλῶν καὶ τὰ Θετταλικὰ μὲν πολὺ καπανικώτερα. οἷον τὰ ἁμαξιαῖα. Θετταλοὶ γὰρ τὰς ἀπήνας καπάνας ἔλεγον. Αἰγυπτίους δὲ Ἑκαταῖος ἀρτοφάγους φησὶν εἶναι. Ἄλεξις δὲ μετρίᾳ κεχρῆσθαί φησι τροφῇ Βόκχωριν καὶ τὸν πατέρα αὐτοῦ Νεόχαβιν. καὶ Πυθαγόρας δʼ ὁ Σάμιος μετρίᾳ τροφῇ ἐχρῆτο, οὐκ ἀπείχετο δὲ ἐμψύχων, ὡς Ἀριστόξενος εἴρηκεν. Ἀπολλόδωρος δὲ καὶ θῦσαί φησιν αὐτὸν ἑκατόμβην ἐπὶ τῷ εὑρηκέναι ὅτι τριγώνου ὀρθογωνίου τὴν ὀρθὴν γωνίαν ἡ ὑποτείνουσα ἴσον δύναται ταῖς περιεχούσαις· ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρατο γράμμα, κλεινὸς ἐφʼ ᾧ κλεινὴν ἤγαγε βουθυσίην. ἦν δὲ καὶ ὀλιγοπότης καὶ εὐτελέστατα διεβίου, ὡς καὶ πολλάκις μέλιτι μόνῳ ἀρκεῖσθαι. τὰ παραπλήσια δʼ ἱστορεῖται καὶ περὶ Ἀριστείδου καὶ Ἐπαμεινώνδου καὶ Φωκίωνος καὶ Φορμίωνος τῶν στρατηγῶν. Μαίνιος δὲ Κουρίων ὁ Ῥωμαίων στρατηγὸς ἐπὶ γογγυλίσι διεβίω πάντα τὸν χρόνον· καὶ Σαβίνων αὐτῷ πολὺ χρυσίον προσπεμπόντων οὐκ ἔφη δεῖσθαι χρυσίου, ἕως ἂν τοιαῦτα δειπνῇ. τοῖς ὑπερβάλλουσι δαπάνη πρόσεστι, ἡδονὴ δʼ οὐδʼ ἡτισοῦν, φησὶν Ἄλεξις. καὶ πάλιν· ὡς ἡδὺ πᾶν τὸ μέτριον· οὔθʼ ὑπεργέμων ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλʼ ἡδέως ἔχων ἐμαυτοῦ. καὶ Μνησίθεος· δεῖ φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί. Πολέμων δὲ ὁ Ἀκαδημαϊκὸς παρῄνει τοῖς ἐπὶ δεῖπνον πορευομένοις φροντίζειν ὅπως ἡδὺν πότον ποιῶνται μὴ μόνον εἰς τὸ παρόν, ἀλλὰ καὶ εἰς τὴν αὔριον. Τιμόθεος δʼ ὁ Κόνωνος ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν δείπνων παραληφθεὶς ὑπὸ Πλάτωνος εἰς τὸ ἐν Ἀκαδημίᾳ συμπόσιον καὶ ἑστιαθεὶς ἀφελῶς καὶ μουσικῶς ἔφη ὡς οἱ παρὰ Πλάτωνι δειπνοῦντες καὶ τῇ ὑστεραίᾳ καλῶς γίνονται. καὶ Πλάτωνι δὲ τηνικαῦτα ἀπαντήσας, ὥς φησιν Ἡγήσανδρος, εἶπεν· ὑμεῖς, ὦ Πλάτων, εὖ δειπνεῖτε μᾶλλον εἰς τὴν ὑστεραίαν ἢ τὴν παροῦσαν ἡμέραν. Πύρρων δʼ ὁ Ἠλεῖος τῶν γνωρίμων τινὸς αὐτὸν ὑποδεξαμένου πολυτελῶς, εἰς τὸ λοιπόν, εἶπεν, οὐχ ἥξω πρὸς σέ, ἂν οὕτως ὑποδέχῃ, ἵνα μήτε ἐγὼ σὲ ἀηδῶς ὁρῶ καταδαπανώμενον οὐκ ἀναγκαίως μήτε σὺ θλιβόμενος κακοπαθῇς. Ἀντίγονος δὲ τὴν τοῦ παρὰ Μενεδήμῳ τῷ φιλοσόφῳ συμποσίου διάταξιν διηγούμενός φησιν ὅτι ἠρίστα μὲν δεύτερος ἢ τρίτος καθʼ αὑτὸν καὶ ἔδει καὶ τοὺς λοιποὺς παρεῖναι δεδειπνηκότας. ἦν γὰρ τὸ τοῦ Μενεδήμου τοιοῦτον ἄριστον. μετὰ ταῦτα εἰσεκάλουν τοὺς παραγενομένους· ὧν ὅτε προτερήσειαν ἔνιοι τῆς ὥρας, ἀνακάμπτοντες παρὰ τὰς θύρας ἐπυνθάνοντο τῶν ἐξιόντων παίδων, τί τὸ παρακείμενον εἴη καὶ πῶς ἔχει τῆς τοῦ χρόνου συμμετρίας τὸ ἄριστον. ὅτε μὲν οὖν ἀκούσειαν λάχανον ἢ τάριχος, ἀνεχώρουν, ὅτε δʼ ὅτι κρεᾴδιον, ἐσῄεσαν εἰς τὸν ἐπὶ τοῦτο παρεσκευασμένον οἶκον. ἦν δὲ τοῦ μὲν θέρους ἡτοιμασμένη ψίαθος ἐφʼ ἑκάστης κλίνης, τοῦ δὲ χειμῶνος κώδιον· προσκεφάλαιον δὲ αὐτὸν φέρειν ἕκαστον ἔδει. τὸ δὲ περιαγόμενον ποτήριον οὐ μεῖζον κοτυλιαίου, τράγημα δὲ θέρμος μὲν ἢ κύαμος συνεχῶς, ποτὲ δὲ καὶ τῶν ὡρίων εἰσεφέρετό τι, τοῦ μὲν θέρους ἄπιος ἢ ῥόα, τοῦ δὲ ἔαρος ὦχροι, κατὰ δὲ τὴν χειμερινὴν ὥραν ἰσχάδες. παρὰ γοῦν Λυκόφρονι τῷ Χαλκιδεῖ σάτυρος πρὸς τοὺς σιληνούς φησιν· παῖδες κρατίστου παιδὸς ἐξωλέστατοι, ἐγὼ μὲν ὑμῖν, ὡς ὁρᾶτε, στρηνιῶ· δεῖπνον γὰρ οὔτʼ ἐν Καρίᾳ, μὰ τοὺς θεούς, οὔτʼ ἐν Ῥόδῳ τοιοῦτον οὔτʼ ἐν Λυδίᾳ κατέχω δεδειπνηκώς. Ἄπολλον, ὡς καλόν. ἀλλὰ κυλίκιον ὑδαρὲς ὁ παῖς περιῆγε τοῦ πεντωβόλου, ἀτρέμα παρεξεστηκός· ὅ τʼ ἀλιτήριος Μενέδημος ἐξεχόρευε. ἑξῆς δὲ ζητήσεις, φησίν, ἦσαν παρὰ πότον· τράγημα γὰρ ὁ σωφρονιστὴς πᾶσιν ἐν μέσῳ λόγος. πολλάκις δὲ συνόντας αὐτοὺς ἐπὶ πλεῖον ὄρνις κατελάμβανε τὴν ἕω καλῶν, τοῖσι δὲ οὐδέπω κόρος. Ἀρκεσίλαος ἑστιῶν τινας, ἐλλιπόντων τῶν ἄρτων, νεύσαντος τοῦ παιδὸς ὡς οὐκ ἔτʼ εἰσίν, ἀνακαγχάσας καὶ τὼ χεῖρε συγκροτήσας· οἷόν τι, ἔφη, τὸ συμπόσιον ἡμῶν ἐστιν, ἄνδρες φίλοι· ἄρτους ἐπιλελήσμεθʼ ἀρκοῦντας πρίασθαι. τρέχε δή, παῖ. καὶ τοῦτο ἔλεγεν αὐτὸς γελῶν· καὶ τῶν παρόντων δʼ ἅθρους ἐξεχύθη γέλως καὶ διαγωγὴ πλείων ἐνέπεσε καὶ διατριβή, ὥστε ἥδυσμα γενέσθαι τῷ συμποσίῳ τὴν τῶν ἄρτων ἔνδειαν. ἄλλοτε δὲ Ἀπελλῇ τῷ γνωρίμῳ προστάξας καθυλίσαι τὸν οἶνον, ἐπεὶ διὰ τὴν ἀπειρίαν ἐκεῖνος τὰ μὲν ἐτάραττε, τὰ δʼ ἐξέχει καὶ πολὺ θολώτερος ἐφαίνετο ὁ οἶνος, ὑπομειδιάσας ἔφη· ἐγὼ δὲ καθυλίσαι προσέταξα ἀνθρώπῳ μηδὲν ἑωρακότι ἀγαθὸν ὥσπερ οὐδʼ ἐγώ. ἀνάστηθι οὖν σύ, Ἀρίδικες· σὺ δὲ ἀπελθὼν τὰ ἑκτὰ τρύπα. ταῦτα δʼ οὕτως εὔφραινε καὶ ἐξιλάρου τοὺς παρόντας ὡς εὐθυμίας πληροῦσθαι. οἱ δὲ νῦν συνάγοντες τὰ δεῖπνα καὶ μάλιστα οἱ ἀπὸ τῆς καλῆς Ἀλεξανδρείας βοῶσι, κεκράγασι, βλασφημοῦσι τὸν οἰνοχόον, τὸν διάκονον, τὸν μάγειρον· κλαίουσι δʼ οἱ παῖδες τυπτόμενοι κονδύλοις ἄλλος ἄλλοθεν. καὶ οἱ κεκλημένοι μετὰ πάσης ἀηδίας δειπνοῦσιν, ἀλλὰ κἂν τύχῃ θυσία τις οὖσα, παρακαλυψάμενος ὁ θεὸς οἰχήσεται καταλιπὼν οὐ μόνον τὸν οἶκον, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν. γελοῖον γάρ ἐστιν εὐφημίαν κηρύξαντα καταρᾶσθαι τῇ γυναικὶ καὶ τοῖς τέκνοις. καὶ τοῖς δειπνοῦσι δʼ ἂν εἴποι ὁ τοιοῦτος· νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. τῷ γὰρ τοιούτῳ ὁ οἶκος ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. ἀτελὲς δεῖπνον οὐ ποιεῖ παροινίαν, Ἄμφις φησίν. φησὶν Ἄλεξις· φιλεῖ ἡ μακρὰ συνουσία καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθʼ ἡμέραν ποιεῖν σκῶψιν, ἡ σκῶψις δὲ λυπεῖ πλέον ἢ τέρπει πολύ. τοῦ κακῶς γὰρ λέγειν ἀρχὴ γίνεται· ἂν δʼ εἴπῃς ἅπαξ, εὐθὺς ἀντήκουσας· ἤδη λοιδορεῖσθαι λείπεται, εἶτα τύπτεσθαι. Φιλιππίδης δὲ παράγει που συμπόσιον πολέμου παρασκευὴν ἐπαγγελλόμενον διὰ τὸν ὑπερβάλλοντα κόρον· ἆρʼ οἶσθʼ ὁτιὴ πρὸς ἄνδρας ἐστί σοι μάχη, οἳ τὰ ξίφη δειπνοῦμεν ἠκονημένοι, ὄψον δὲ δᾷδας ἡμμένας καταπίνομεν; ἐντεῦθεν εὐθὺς ἐπιφέρει τραγήματα ἡμῖν ὁ παῖς μετὰ δεῖπνον ἀκίδας Κρητικάς, ὥσπερ ἐρεβίνθους, δορατίων τε λείψανα κατεαγότα, ἀσπίδας δὲ προσκεφάλαια καὶ θώρηκας ἔχομεν, πρὸς ποδῶν δὲ σφενδόνας καὶ τόξα, καταπέλταις δʼ ἐστεφανώμεθα. καὶ ὁ Κολοφώνιος δὲ Φοῖνίξ φησιν· Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή, κόμη δὲ τόξα, δήιοι δὲ κρατῆρες, ἵπποι δʼ ἄκρητος καὶ ἀλαλὴ μύρον. Ἄλεξις δὲ περὶ πολυφάγου τινός φησιν· καλοῦσι δʼ αὐτὸν πάντες οἱ νεώτεροι Παράσιτον ὑποκόρισμα· τῷ δʼ οὐδὲν μέλει. δειπνεῖ δʼ ἄφωνος Τήλεφος, νεύων μόνον πρὸς τοὺς ἐρωτῶντάς τι, ὥστε πολλάκις αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκιʼ εὔχεται λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ. χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις. ὅτι ὁ Βορυσθενίτης Βίων ἔλεγεν οὐδὲν ἀπὸ τῆς τραπέζης τὰς ἡδονὰς πορίζεσθαι, ἀλλʼ ἀπὸ τοῦ φρονεῖν. Εὐριπίδης δέ φησι· φαύλῃ διαίτῃ προσβαλὼν ἥσθη στόμα. ὡς τῆς ἀπὸ τῶν προσφορῶν τέρψεως περὶ τὸ στόμα μᾶλλον γινομένης. ὁ αὐτὸς ἐν Σθενεβοίᾳ φησί· βίος δὲ πορφυροῦς θαλάσσιος, οὐκ εὐτράπεζος, ἀλλʼ ἐπάκτιοι φάτναι. ἁ γᾶ δὲ μήτηρ, οὐ πεδοστιβὴς τροφὸς θάλασσα· τὴν δʼ ἀροῦμεν, ἐκ ταύτης βίος βρόχοισι καὶ πέδαισιν οἴκαδʼ ἔρχεται. μέγα γὰρ κακὸν ἡ γαστήρ, περὶ ἧς Ἄλεξίς φησι· μάθοις ἂν οἷον κακὸν ἀνθρώποις ἔσθʼ ἡ γαστήρ, διδάσκει δʼ οἷα ἀναγκάζει θʼ ὅσα. εἴ τις ἀφέλοι τοῦτʼ ἀφʼ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος, οὐδʼ ἂν ἀδικοῖτʼ οὐδὲν οὐδεὶς οὔθʼ ὑβρίζοιτʼ ἂν ἑκών. νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ. Δίφιλος δέ φησιν· εὖγʼ ὁ κατάχρυσος εἶπε πόλλʼ Εὐριπίδης, νικᾷ δὲ χρεία με ἡ ταλαίπωρός τέ μου γαστήρ. ταλαιπωρότερον γὰρ οὐδέν ἐστι τῆς γαστρός· εἰς ἣν πάντʼ ἂν ἐμβαλεῖς, ἀλλʼ οὐχ ἕτερον ἀγγεῖον. ἐν πήρᾳ φέροις ἄρτους ἄν, ἀλλʼ οὐ ζωμόν, ἢ διαφθερεῖς. εἰς σπυρίδα μάζας ἐμβαλεῖς, ἀλλʼ οὐ φακῆν· οἰνάριον εἰς λάγυνον, ἀλλʼ οὐ κάραβον. εἰς τὴν θεοῖς ἐχθρὰν δὲ ταύτην εἰσφόρει πάντα ἑαυτοῖς μηδὲν ὁμολογούμενα. κοὐ προστίθημι τὰ ἄλλα, διότι πανταχοῦ διὰ τὴν τάλαιναν πάντα ταῦτα γίνεται. ὅτι ὁ κυνικὸς Κράτης ἐπερράπισε Δημήτριον τὸν Φαληρέα σὺν τῇ πήρᾳ τῶν ἄρτων καὶ λάγυνον πέμψαντα οἴνου· εἴθε γάρ, ἔφη, τὰς κρήνας καὶ ἄρτον ἦν φέρειν. Στίλπων καταφαγὼν σκόροδα καὶ κατακοιμηθεὶς ἐν τῷ τῆς Ῥέας ἱερῷ· ἀπείρητο δὲ τῷ τούτων φαγόντι μηδὲ εἰσιέναι· ἐπιστάσης αὐτῷ τῆς δαίμονος καθʼ ὕπνους καὶ εἰπούσης ὅτι φιλόσοφος ὤν, ὦ Στίλπων, παραβαίνεις τὰ νόμιμα, ἔδοξεν ἀποκρίνασθαι κατὰ τοὺς ὕπνους· σὺ δέ μοι πάρεχε ἐσθίειν καὶ σκορόδοις οὐ χρήσομαι. οὐ καταπληκτέον οὖν αὐτοῦ τὴν ἐγκράτειαν. ὅτι εὕρηται παρὰ Ἀλέξιδι τὸ δεδείπναμεν καὶ τὸ δειπνάναι καὶ παρʼ ἄλλοις δὲ συχνοῖς καὶ τὸ ἀρίσταμεν καὶ ἀριστάναι. Ἀριστοφάνης· ὑποπεπτώκαμεν καὶ καλῶς ἠρίσταμεν. Ἕρμιππος ἀριστάναι καὶ παρεστάναι τουτῳί. εὕρηται δὲ καὶ τὸ καταριστᾶν καὶ τὸ παραδειπνεῖν. ὅτι Πλάτων ἐν Φιλήβῳ φησί· καθάπερ γὰρ ἡμῖν οἰνοχόοις τισὶ παρεστὸν αἱ κρῆναι, καὶ μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν ἡδονήν, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ τινος καὶ ὑγιεινοῦ ὕδατος· ἃς προθυμητέον ὡς κάλλιστα συμμιγνύναι. ὅτι τὸ παρʼ Ὁμήρῳ ζωρότερον οὐκ ἄκρατον σημαίνειν τινές φασιν, ἀλλὰ θερμόν, ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως· ἑταίρων γὰρ παρόντων νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα ἄτοπον. ἄλλοι δὲ τὸν εὔκρατον, ὡς τὸ δεξίτερον ἀντὶ τοῦ δεξιοῦ. τινὲς δέ, ἐπεὶ οἱ ἐνιαυτοὶ ὧροι λέγονται καὶ τὰ ζῷα ὅτι μέγεθος ἢ πλῆθος σημαίνει, ζωρὸν τὸν πολυέτη λέγεσθαι. Δίφιλος δὲ τὸν ἄκρατον νοεῖ· ἔγχεον πιεῖν. εὐζωρότερον. τὸ γὰρ ὑδαρὲς ἅπαν τοῦτʼ ἔστι τῇ ψυχῇ κακόν. Θεόφραστος δὲ τὸ κεκραμένον, παρατιθέμενος ἐκεῖνο τοῦ Ἐμπεδοκλέους· αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατʼ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάσσοντα κελεύθους. ὅτι παρὰ πολλοῖς κεῖται κύαθος ὁ ἀντλητήρ· τούτους δὲ καὶ ἀρυσάνας τινες καλοῦσι καὶ ἀρυστῆρας καὶ ἀρυστίχους ἀπὸ τοῦ ἀρύσασθαι. ὅθεν καὶ ἡ ἀρύταινα. παρὰ Πολυβίῳ δὲ καὶ ποταμὸς Αἰτωλίας ἐστὶ Κύαθος. φασὶ δὲ τὰ ὑπώπια κυάθοις περιθλώμενα ἀμαυροῦσθαι. Λάμπων φησί που· κέρασον εὐζωρέστερον. Ὑπερείδης τε· ἀκρατέστερον ἔπιεν. τούτῳ ὅμοιον καὶ τὸ ἀνιηρέστερον καὶ παρʼ Αἰσχύλῳ τὸ ἀφθονέστερον λίβα. καὶ Ἐπίχαρμος δὲ εὐωνέστερον ἔφη. καὶ Ὑπερίδης δὲ ῥαδιεστέραν πόλιν, παρʼ ᾧ κεῖται καὶ τὸ κεραννύειν καὶ τὸν κρατῆρα τὸν Πανιώνιον οἱ Ἕλληνες κεραννύουσιν. ὅτι ᾠνοχόουν παρὰ τοῖς ἀρχαίοις οἱ εὐγενέστατοι παῖδες ὡς ὁ τοῦ Μενελάου υἱός. Θεόφραστος δέ φησι· πυνθάνομαι δʼ ἔγωγε καὶ Εὐριπίδην τὸν ποιητὴν οἰνοχοεῖν Ἀθήνησι τοῖς ὀρχησταῖς καλουμένοις. Σαπφώ τε ἡ καλὴ πολλαχοῦ Λάριχον τὸν ἀδελφὸν ἐπαινεῖ ὡς οἰνοχοοῦντα ἐν τῷ πρυτανείῳ τοῖς Μυτιληναίοις. καὶ παρὰ Ῥωμαίοις δὲ οἱ εὐγενέστατοι τῶν παίδων τὴν λειτουργίαν ταύτην ἐκτελοῦσιν ἐν ταῖς δημοτελέσι τῶν θυσιῶν, πάντα τοὺς Αἰολεῖς μιμούμενοι, ὡς καὶ κατὰ τοὺς τόνους τῆς φωνῆς. ὅτι καὶ οἰνόπται ἀρχὴ παρὰ Ἀθηναίοις εὐτελής. Εὔπολις· οὓς δʼ οὐκ ἂν εἵλεσθʼ οὐδʼ ἂν οἰνόπτας πρὸ τοῦ, νυνὶ στρατηγούς. ὦ πόλις, πόλις, ὡς εὐτυχὴς εἶ μᾶλλον ἢ καλῶς φρονεῖς. οἱ δὲ οἰνόπται ἐφεώρων τὰ ἐν τοῖς δείπνοις, εἰ κατʼ ἴσον πίνουσιν οἱ συνιόντες. ἦσαν δὲ τρεῖς οἰνόπται, οἳ καὶ παρεῖχον τοῖς δειπνοῦσι λύχνους καὶ θρυαλλίδας. ἐκάλουν δέ τινες τούτους καὶ ὀφθαλμούς. παρὰ δὲ Ἐφεσίοις οἱ οἰνοχοοῦντες ἠίθεοι τῇ τοῦ Ποσειδῶνος ἑορτῇ ταῦροι ἐκαλοῦντο. Ἑλλησπόντιοι δʼ ἐπεγχύτην ὀνομάζουσι τὸν οἰνοχόον καὶ τὴν κρεανομίαν κρεωδαισίαν. τινὲς δὲ Ἁρμονίαν τε καὶ Ἑρμῆν οἰνοχοοῦντας τοῖς δαίμοσι παριστοροῦσι. οἱ δὲ παλαιοὶ τοὺς πρὸς ὑπηρεσίαις ταύταις κήρυκας ἐκάλουν. καὶ ζήτει τὸν Ὅμηρον. Κλείδημος δὲ τοὺς μαγείρους κήρυκάς φησι καλεῖσθαι. καὶ Ἥβην δὲ οἰνοχόον πλάττουσί τινες, ἴσως διὰ τὸ ἡβητήρια, φησί, καλεῖσθαι τὰ συμπόσια. ὅτι τῆς Κλίνης τῆς οἰνοχόου Πτολεμαίου τοῦ Φιλαδέλφου ἐν Ἀλεξανδρείᾳ ἀνδριάντες ἵστανται κατὰ πολλὰ μέρη τῆς πόλεως μονιχίτωνες, ῥυτὸν κρατοῦντες ἐν ταῖς χερσίν. φησί που Ἄμφις· ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς. καί· πίμπλα σὺ μὲν ἐμοί, σοὶ δʼ ἐγὼ δώσω πιεῖν. ἀμυγδαλῆ μὲν παιζέτω παρʼ ἀμυγδαλῆν. ὅτι Ἡσίοδος παραινεῖ τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου. Ἄλεξις δέ πού φησιν· ἐγχέωμεν ἕνα καὶ τέτταρας. ὑδαρῆ λέγεις· ὅμως δὲ ταύτην ἐκπιὼν λέγε τι καὶ διατριβήν γε τῷ πότῳ ποιῶμεν. Διοκλῆς δέ φησι· κεκραμένον πίνειν τὸν οἶνον δεῖ μετὰ τέττερα καὶ δύο. ἡ δʼ οὖν κρᾶσις αὕτη παρὰ τὸ ἔθος οὖσα ἐπέμνησε τάχα καὶ τὴν θρυλλουμένην παροιμίαν· ἢ πέντε πίνειν ἢ τρίʼ ἢ μὴ τέσσαρα. ἢ γὰρ δύο πρὸς πέντε πίνειν φασὶ δεῖν ἢ ἕνα πρὸς τρεῖς. περὶ δὲ ταύτης τῆς κράσεως Ἴων φησὶν ὅτι εὑρὼν μάντις Παλαμήδης ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς Ἕλλησι πίνουσι τρεῖς πρὸς ἕνα κυάθους. οἳ δʼ ἐπιτεταμένως χρώμενοι τῷ ποτῷ δύο οἴνου ἔπινον πρὸς πέντε ὕδατος. Νικοχάρης οὖν παίζων πρὸς τὸ ὄνομα τοῦ Οἰνομάου φησίν· Οἰνόμαος οὗτος, χαῖρε πέντε καὶ δύο. καὶ Ἀμειψίας· ἐγὼ δὲ Διόνυσος πᾶσιν ὑμῖν εἰμι πέντε καὶ δύο. παρὰ δὲ Ἀνακρέοντι εὕρηται εἷς οἴνου πρὸς δύο ὕδατος, ὃς καὶ τὴν ἀκρατοποσίαν Σκυθικὴν καλεῖ πόσιν. φησὶν Ἡρόδοτος Κλεομένη τὸν Λακεδαιμονίων βασιλέα Σκύθαις ὁμιλήσαντα καὶ ἀκρατοπότην γενόμενον μανῆναι ἐκ τῆς μέθης. οἱ δὲ Λάκωνες ὅταν βούλωνται ἀκρατέστερον πίνειν, ἐπισκυθίσαι φασίν. παρʼ Ἀχαίῳ δὲ οἱ σάτυροι δυσχεραίνοντες ἐπὶ τῷ ὑδαρῆ πίνειν φασίν· μῶν Ἀχελῷος ἦν κεκραμένος πολύς; ὅτι τὸ σπένδειν μὲν θεοῖς ἀπεδέδοτο, ὁ δὲ κότταβος τοῖς ἐρωμένοις. Σικελικοῦ δὲ παιγνίου ὄντος, ὡς Ἀνακρέων φησίν. ὅτι τοῖς τετελευτηκόσι φίλοις ἀπένεμον τὰ ἐκ τῶν τραπεζῶν πίπτοντα· διὸ καὶ Εὐριπίδης περὶ Σθενεβοίας φησίν, ἐπεὶ νομίζει Βελλεροφόντην τεθνάναι· πεσὸν δέ νιν λέληθεν οὐδὲν ἐκ χερός, ἀλλʼ εὐθὺς αὐδᾷ· τῷ Κορινθίῳ ξένῳ. ὅτι οὐκ ἐμέθυον οἱ πάλαι, ἀλλὰ καὶ Πιττακὸς Περιάνδρῳ τῷ Κορινθίῳ παρῄνει μὴ μεθύσκεσθαι μηδὲ κωμάζειν, ἵνα μὴ γνωσθῇς, ἔφη, οἷος ὢν τυγχάνεις, ἀλλʼ οὐχ οἷος προσποιῇ. κάτοπτρον γὰρ εἴδους χαλκός ἐστι, οἶνος δὲ νοῦ. διὸ καλῶς ἡ παροιμία φησὶν οἶνον οὐκ ἔχειν πηδάλια. Ξενοφῶν οὖν ὁ Γρύλλου παρὰ Διονυσίῳ ποτὲ τῷ Σικελιώτῃ πίνειν ἀναγκάζοντος τοῦ οἰνοχόου προσαγορεύσας ὀνομαστὶ τὸν τύραννον· τί δή, ἔφη, ὦ Διονύσιε, οὐχὶ καὶ ὁ ὀψοποιὸς ἀγαθὸς ὢν καὶ ποικίλος ἀναγκάζει ἡμᾶς εὐωχουμένους ἐσθίειν καὶ μὴ βουλομένους, ἀλλὰ κοσμίως ἡμῖν παρατίθησι τὴν τράπεζαν σιγῶν; Σοφοκλῆς δέ πού φησιν ὡς ἄρα τὸ πρὸς βίαν πίνειν ἴσον κακὸν πέφυκε τῷ διψῆν βίᾳ. ὅθεν εἴρηται καὶ τὸ οἶνος ἄνωγε γέροντα καὶ οὐκ ἐθέλοντα χορεύειν. καὶ Σθένελος· οἶνος καὶ φρονέοντας εἰς ἀφροσύνας ἀναβάλλει. Φωκυλίδης δέ φησι· χρὴ δʼ ἐν συμποσίῳ κυλίκων περινισσομενάων ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν. ἔτι δὲ καὶ νῦν τοῦτο παραμένει παρά τισι τῶν Ἑλλήνων. ἐπεὶ δὲ τρυφᾶν ἤρξαντο, κατερρύησαν ἀπὸ τῶν δίφρων ἐπὶ τὰς κλίνας καὶ λαβόντες σύμμαχον τὴν ἀνάπαυσιν καὶ ῥᾳστώνην ἀνειμένως ἤδη καὶ ἀτάκτως ἐχρῶντο τῇ μέθῃ, χορηγούσης οἶμαι τῆς παρασκευῆς εἰς τὰς ἡδονάς. διὸ καὶ Ἡσίοδος ἐν ταῖς Ἠοίαις φησίν· οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἔχθος, ὅστις ἄδην πίνοι, οἶνος δέ οἱ ἔπλετο μάργος, σὺν δὲ πόδας δεῖ ὅτε δέει γλῶσσάν τε νόον τε δεσμοῖσιν ἀφράστοισι· φιλεῖ δέ ἑ μαλθακὸς ὕπνος. καὶ Θέογνις δέ φησιν· οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι, οὔτε τι νήφων εἰμὶ οὔτε λίαν μεθύων. ὃς δʼ ἂν ὑπερβάλοι πόσιος μέτρον, οὐκ ἔτι κεῖνος τῆς αὐτοῦ γνώμης καρτερὸς οὐδὲ νόου· μυθεῖται δʼ ἀπάλαμνα, τὰ νήφουσι γίνεται αἰσχρά· αἰδεῖταί θʼ ἕρδων οὐδὲν ὅταν μεθύῃ, τὸ πρὶν ἐὼν σώφρων τε καὶ ἤπιος. ἀλλὰ σὺ ταῦτα γινώσκων μὴ πῖνʼ οἶνον ὑπερβολάδην, πρὶν μεθύειν ἄρξῃ δʼ, ἀπανίστασο, μή σε βιάσθω γαστήρ, ὥστε κακὸν λάτριν ἐφημέριον. Ἀνάχαρσίς τε ὁ σοφὸς ἐπιδεικνύμενος τὴν τῆς ἀμπέλου δύναμιν τῷ Σκυθῶν βασιλεῖ καὶ τὰ κλήματα αὐτῆς δεικνὺς ἔλεγεν ὡς εἰ μὴ καθʼ ἕκαστον ἔτος ἔτεμνον οἱ Ἕλληνες τὴν ἄμπελον, ἤδη κἂν ἐν Σκύθαις ἦν. οὐ καλῶς δὲ οἱ πλάττοντες καὶ γράφοντες τὸν Διόνυσον, ἔτι τε οἱ ἄγοντες ἐπὶ τῆς ἁμάξης διὰ μέσης τῆς ἀγορᾶς οἰνωμένον. ἐπιδείκνυνται γὰρ τοῖς θεαταῖς ὅτι καὶ θεοῦ κρείττων ὁ οἶνος. καίτοι γʼ οὐδʼ ἄν, οἶμαι, ἄνθρωπος σπουδαῖος τοῦθʼ ὑπομείνειεν. εἰ δʼ ὅτι κατέδειξεν ἡμῖν τὸν οἶνον, ποιοῦσιν αὐτὸν οὕτω διακείμενον, δῆλον ὅτι καὶ τὴν Δήμητρα θερίζουσαν ἢ ἐσθίουσαν ποιήσουσιν. ἐπεὶ καὶ τὸν Αἰσχύλον φαίην ἂν διαμαρτάνειν τοῦτό γε· πρῶτος γὰρ ἐκεῖνος καὶ οὐχ, ὡς ἔνιοί φασιν, Εὐριπίδης παρήγαγε τὴν τῶν μεθυόντων ὄψιν εἰς τραγῳδίαν τοὺς περὶ Ἰάσονα εἰσάγων που μεθύοντας. ἃ δʼ αὐτὸς ὁ τραγῳδιοποιὸς ἐποίει ταῦτα τοῖς ἥρωσι περιέθηκε· μεθύων οὖν ἔγραφε τὰς τραγωδίας. διὸ Σοφοκλῆς αὐτῷ μεμφόμενος ἔλεγεν· ὦ Αἰσχύλε, εἰ καὶ τὰ δέοντα ποιεῖς, ἀλλʼ οὖν οὐκ εἰδώς γε ποιεῖς. ἀγνοοῦσι δʼ οἱ λέγοντες πρῶτον Ἐπίχαρμον ἐπὶ σκηνὴν παραγαγεῖν μεθύοντα, μεθʼ ὃν Κράτητα. καὶ Ἀλκαῖος δὲ ὁ μελοποιὸς καὶ Ἀριστοφάνης ὁ κωμῳδοποιὸς μεθύοντες ἔγραφον τὰ ποιήματα, πολλοί τε μεθυσκόμενοι λαμπρότερον ἐν τῷ πολέμῳ ἠγωνίσαντο. παρὰ δὲ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις εἴ τις ἄκρατον ἔπιε μὴ προστάξαντος ἰατροῦ θεραπείας ἕνεκα, θάνατος ἦν ἡ ζημία, Ζαλεύκου τὸν νόμον θέντος. παρὰ δὲ Μασσαλιήταις νόμος τὰς γυναῖκας ὑδροποτεῖν. καὶ ἐν Μιλήτῳ δὲ οὗτος ὁ νόμος ἦν, ὥς φησι Θεόφραστος. παρὰ δὲ Ῥωμαίοις οὔτε οἰκέτης οἶνον ἔπινεν οὔτε γυνὴ ἐλευθέρα οὔτε τῶν ἐλευθέρων ἔφηβος μέχρι τριάκοντα ἐτῶν. ἄτοπος δὲ Ἀνακρέων ὁ πᾶσαν αὐτοῦ τὴν ποίησιν ἐξαρτήσας μέθης. τῇ γὰρ μαλακίᾳ καὶ τῇ τρυφῇ ἐπιδοὺς ἑαυτὸν ἐν τοῖς ποιήμασι διαβέβληται, οὐκ εἰδότων τῶν πολλῶν ὅτι νήφων ἐν τῷ γράφειν καὶ ἀγαθὸς ὢν προσποιεῖται μεθύειν οὐκ οὔσης ἀνάγκης. οἱ δὲ ἀγνοοῦντες τὴν τοῦ οἴνου δύναμιν τὸν Διόνυσον φάσκουσιν μανιῶν εἶναι αἴτιον τοῖς ἀνθρώποις. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ μέθης φησίν· εἰ ὁ οἶνος μετρίως ἀφεψηθείη, πινόμενος ἧττον μεθύσκει· τὴν γὰρ δύναμιν ἀσθενεστέραν αὐτοῦ ἀφεψηθέντος γίνεσθαι· μεθύσκονταί τε, φησίν, οἱ γεραίτεροι τάχιστα διʼ ὀλιγότητα καὶ ἀσθένειαν τοῦ περὶ αὐτοὺς φύσει θερμοῦ. καὶ οἱ παντελῶς δὲ νέοι τάχιον μεθύσκονται διὰ τὸ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ· τῷ γὰρ ἐκ τοῦ οἴνου προσγινομένῳ ῥᾳδίως κρατεῖται. μεθύσκονται δὲ κἀν τοῖς ἀλόγοις ζῴοις ὕες μὲν σταφυλῆς στεμφύλων χορτασθέντες καὶ τὸ τῶν κοράκων καὶ τῶν κυνῶν γένος τὴν οἰνοῦτταν καλουμένην φαγόντα βοτάνην, πίθηκος δὲ καὶ ἐλέφας πιόντες οἶνον. διὸ καὶ τὰς θήρας ποιοῦνται τῶν πιθήκων καὶ τῶν κοράκων μεθυσθέντων, τῶν μὲν οἴνῳ, τῶν δʼ οἰνούττῃ. τὸ δʼ ἐνδελεχῶς μεθύειν τίνʼ ἡδονὴν ἔχει, φησὶ Κρώβυλος, ἀποστεροῦντα ζῶνθʼ ἑαυτὸν τοῦ σωφρονεῖν, ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις; καὶ Ἄλεξις δέ φησιν· εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶν προσεγίνεθʼ ἡμῖν, οὐδʼ ἂν εἷς οἶνόν ποτε προσίετο πλείω τοῦ μετρίου. νυνὶ δὲ τὴν τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν. τὸν δὲ Σαμαγόρειον οἶνον καλούμενόν φησιν Ἀριστοτέλης ἀπὸ τριῶν κοτυλῶν κερασθεισῶν μεθύσκειν ὑπὲρ τεσσαράκοντα ἄνδρας. σοὶ μὲν ταῦτα δοκοῦντʼ ἐστιν, ἐμοὶ δὲ τάδε, φησὶν Εὔηνος. ὅτι Ἀλκαῖος κατὰ πᾶσαν ὥραν καὶ πᾶσαν περίστασιν πίνων εὑρίσκεται· χειμῶνος μὲν οἷον· ὕει μὲν ὁ Ζεύς, ἐκ δὲ ὠρανῶ μέγας χειμών, πεπάγασι δὲ ὑδάτων ῥοαί, κάββαλε τὸν χειμῶνα, ἐπὶ μὲν τιθεὶς πῦρ, ἐν δὲ κίρνας οἶνον ἀφειδέως μελιχρόν. θέρους δέ· τέγγε πλεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται· ἁ δʼ ὥρα χαλεπά, πάντα δὲ διψᾷ ὑπὸ καύματος. ἔαρος δέ· εἴαρος ἀνθεμοέντος ἐπάιον ἐρχομένοιο. ἐν δὲ κιρνᾶτε τοῦ μελιηδέος ὅττι τάχιστα κρατῆρος. καθόλου δὲ συμβουλεύων φησίν· μηδὲν ἄλλο φυτεύσῃς πρότερον δένδριον ἀμπέλω. καὶ πού φησιν· ἔγχεε κιρνὰς ἕνα καὶ δύο. πίνωμεν· τί τὸν λύχνον σβέννυμεν; ὁ δʼ Ἀνακρέων ἔτι ζωρότερον κιρνῶν φησι· καθαρῇ δʼ ἐν κελέβῃ πέντε καὶ τρεῖς ἀναχείσθω. Φιλέταιρος δὲ δύο ὕδατος πρὸς τρεῖς ἀκράτου λέγων· πεπωκέναι δοκεῖ τὸν κατὰ δύο καὶ τρεῖς ἀκράτου. Φερεκράτης δέ πού φησι· παντάπασι ὕδωρ εἰργάσω· πῶς, ὦ κατάρατε, ἐνέχεας; δύο ὕδατος, ὦ μάμμη. τί δʼ οἴνου; τέτταρας. ἔρρʼ ἐς κόρακας· βατράχοις οἰνοχοεῖν σε δεῖ. Ἔφιππος δέ φησι· τρεῖς πρὸς τέτταρας. οἶνον πίοις ἄν; ὑδαρῆ μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέσσαρα. οὕτως ἄκρατον, εἶπέ μοι, πίῃ; τί φής; ἴσον δὲ ἴσῳ κεκραμένον ἄλλοι τέ φασι καὶ Ἄλεξις, ὅπου κἀκεῖνο κεῖται· δίκαιον τοὺς ξένους πίνειν ξενικόν, τοὺς δʼ ἐγγενεῖς ἐπιχώριον. ὃς καὶ τοῦτό φησιν· οὐ συμποσίαρχος ἦν γάρ, ἀλλὰ δήμιος ὁ Χαιρέας, κυάθους προπίνων εἴκοσιν. κἀκεῖνο· κομψόν γε τοῦτʼ ἔστι παρʼ ὑμῖν ἐν ταῖς Ἀθήναις δεξιῶς θʼ εὑρημένον, ὦ Σόλων. τὸ ποῖον; ἐν τοῖς συμποσίοισιν οὐ πίνετʼ ἄκρατον. οὐ γὰρ ῥᾴδιον· πωλοῦσι γὰρ ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον, οὐχ ἵνα τι κερδαίνωσι, τῶν δʼ ὠνουμένων προνοούμενοι τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν ἐκ κραιπάλης. τοῦτʼ ἐσθʼ, ὁρᾷς, Ἑλληνικὸς πότος, μετρίοισι χρωμένους ποτηρίοις λαλεῖν τι καὶ ληρεῖν πρὸς αὐτοὺς ἡδέως. τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος, ψυκτῆρι πίνειν καὶ κάδοις· θάνατος μὲν οὖν. πίνειν δὲ εἰς μέθην, φησὶν ἐν ἕκτῳ Νόμων Πλάτων, οὐδʼ ἄλλοθί που πρέπει πλὴν ἐν ταῖς τοῦ τὸν οἶνον δόντος θεοῦ ἑορταῖς οὐδʼ ἀσφαλές, οὔτʼ οὖν περὶ γάμους ἐσπουδακότα, ἐν οἷς ἔμφρονας εἶναι πρέπει μάλιστα νύμφην καὶ νυμφίον μεταβολὴν βίου οὐ μικρὰν μεταλλάτοντας, ἅμα δὲ καὶ τὸ γινόμενον ὅπως ὅτι μάλιστα ἐξ ἐμφρόνων ἀεὶ γίγνηται. σχεδὸν γὰρ ἄδηλον ὁποία νὺξ ἢ φῶς αὐτὸ γεννήσει. ἐν δὲ ια Νόμων ὁ αὐτός φησι Λυδοὺς, Πέρσας, Καρχηδονίους, Ἴβηρας, Κελτούς, Θρᾷκας πάνυ ἀκρατοπότας, οἳ κατὰ τῶν ἱματίων καταχεόμενοι τὸν οἶνον καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα ἐπιτηδεύειν νενομίκασι. ὅτι πολλοὶ ἐπαλφιτίζοντες τὸν οἶνον ἔπινον. Ἐπίνικος γοῦν πού φησι· γέροντα Θάσιον τόν τε γῆς ἀπʼ Ἀτθίδος ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκὺν συγκεραννήσας ἐν σκύφῳ χυτῆς λίθου, Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν, κατησίμωκα πόμα, καύματος λύσιν. ὁ δʼ αὐτὸς ἱστορεῖ τινας ἐπιπάττοντας λέκιθον αὐταλφίτου πίνειν, καὶ λέγεσθαι ταύτην τὴν πόσιν καλλίω τῆς ἐξ ἀλφίτων. ὅτι προπόσεις ἐν τοῖς συμποσίοις οὐκ ἐποίουν Λακεδαιμόνιοι. Κριτίας· καὶ τὸ ἔθος Σπάρτῃ μελέτημά τε κείμενόν ἐστι πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα, μηδʼ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα, ᾧ προπιεῖν ἐθέλει. εἶτʼ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν εἰς αἰσχροὺς μύθους σῶμά τʼ ἀμαυρότερον τεύχουσι· πρὸς δʼ ὄμμʼ ἀχλὺς ἀμβλωπὸς ἐφίζει· λῆστις δʼ ἐκτήκει μνημοσύνην πραπίδων· νοῦς δὲ παρέσφαλται· δμῶες δʼ ἀκόλαστον ἔχουσιν ἦθος· ἐπεισπίπτει δʼ οἰκοτριβὴς δαπάνη. οἱ Λακεδαιμόνιοι δὲ κόροι πίνουσι τοσοῦτον, ὥστε φρένʼ εἰς ἱλαρὰν ἀσπίδα πάντʼ ἀπαγαγεῖν εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα. τοιαύτη δὲ πόσις σώματί τʼ ὠφέλιμος γνώμῃ τε κτήσει τε· καλῶς δʼ εἰς ἔργʼ Ἀφροδίτης πρός θʼ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα, πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγείαν, καὶ τῆς Εὐσεβείης γείτονα Σωφροσύνην. καὶ ἑξῆς δέ φησιν ὡς οὐκ ἔστιν αὐτοῖς ἀπότακτος ἡμέρα οἰνῶσαι σῶμʼ ἀμετρίοισι πότοις. ὅτι φίλοινος ὁ πρὸς οἶνον ἕτοιμος, φιλοπότης δὲ ὁ πρὸς πότους, κωθωνιστὴς δὲ ὁ μέχρι μέθης. πλεῖστον δʼ ἔπιε τῶν ἡρώων ὁ τριγέρων Νέστωρ καὶ αὐτοῦ Ἀγαμέμνονος, ὃν ὡς πολυπότην Ἀχιλλεὺς ἐπιπλήττει. καὶ μόνου δὲ τούτου τὸ ποτήριον Ὅμηρος ἡρμήνευσεν, ὡς τὴν Ἀχιλλέως ἀσπίδα· ἐστρατεύετο γὰρ μετʼ αὐτοῦ, ὃς καὶ τῆς μεγίστης μάχης ἐνεστηκυίας οὐκ ἀπείχετο τοῦ πίνειν, ὥς φησιν Ὅμηρος. οὐκ ἂν ἁμάρτῃ δέ τις τὸ ποτήριον αὐτοῦ λέγων φιάλην Ἄρεος καὶ παρὰ τῷ ἐπὶ Πατρόκλῳ γοῦν ἀγῶνι φιάλην παρὰ Ἀχιλλέως λαμβάνει δῶρον. Εὔμηλος δὲ λαμβάνει θώρακα δραμὼν ἆθλον ἐπισφαλῶς καὶ ἀμυχθείς, ἀσφαλείας ὅπλον. τῆς δὲ δίψης οὐδὲν πολυποθητότερον. διὸ Ἄργος πολυδίψιον, τὸ πολυπόθητον διὰ τὸν χρόνον. τὸ δίψος γὰρ πᾶσιν ἰσχυρὰν ἐπιθυμίαν ἐμποιεῖ τῆς περιττῆς ἀπολαύσεως. διὸ Σοφοκλῆς φησι· διψῶντι γάρ τοι προσφέρων σοφὰ οὐκ ἂν πλέον τέρψειας μὴ πιεῖν διδούς. καὶ Ἀρχίλοχος· μάχης τε τῆς σῆς, ὥστε διψέων πιεῖν, ὣς ἐρέω. καὶ τραγικὸς δέ τίς φησι· ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου. καὶ ὁ Κῦρος παρὰ Ξενοφῶντί φησι· διψῶ ὑμῖν χαρίσασθαι. καὶ Πλάτων· ὅταν οἶμαι δημοκρατουμένη πόλις ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχῃ καὶ πορρωτέρω τοῦ δέοντος ἀκράτου μεθυσθῇ. ἔπινε δὲ καὶ Πρωτέας ὁ Μακεδὼν πλεῖστον καὶ εὐρώστῳ τῷ σώματι διῆγεν. Ἀλέξανδρος γοῦν αἰτήσας ποτὲ ποτήριον δίχουν καὶ πιὼν προὔπιε τῷ Πρωτέᾳ. καὶ ὃς λαβὼν καὶ πολλὰ ὑμνήσας τὸν βασιλέα ἔπιεν, ὡς ὑπὸ πάντων κροταλισθῆναι. καὶ μετʼ ὀλίγον τὸ αὐτὸ ποτήριον αἰτήσας ὁ Πρωτέας καὶ πάλιν πιὼν προὔπιε τῷ βασιλεῖ. ὁ δὲ Ἀλέξανδρος λαβὼν ἔσπασε μὲν γενναίως, οὐ μὴν ὑπήνεγκεν, ἀλλʼ ἀπέκλινεν ἐπὶ τὸ προσκεφάλαιον ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον, καὶ ἐκ τούτου νοσήσας ἀπέθανε τοῦ Διονυσίου, φησὶν Ἔφιππος, μηνίσαντος αὐτῷ, διότι τὴν πατρίδα αὐτοῦ τὰς Θήβας ἐπολιόρκησεν. ἔπινε δὲ καὶ ὁ Ἀλέξανδρος πλεῖστον, ὡς καὶ ἀπὸ τῆς μέθης συνεχῶς κοιμᾶσθαι δύο ἡμέρας καὶ δύο νύκτας. φησὶ γοῦν που Μένανδρος· κοτύλας χωροῦν δέκα κόνδυ χρυσοῦν, Στρουθία, τρὶς ἔπιον μεστόν. Ἀλεξάνδρου πλέον πέπωκας τοῦ βασιλέως. δειπνῶν δέ ποτε παρὰ Μηδείῳ τῷ Θεσσαλῷ εἴκοσιν οὖσιν ἐν τῷ συμποσίῳ πᾶσι προὔπιε, παρὰ πάντων τὰ ἴσα λαμβάνων, καὶ ἀναστὰς τοῦ συμποσίου μετʼ οὐ πολὺ ἀνεπαύετο. Δαρεῖος δὲ ὁ τοὺς μάγους ἀνελὼν ἐπιγεγραμμένον εἶχεν ἐπὶ τοῦ μνήματος· ἠδυνάμην καὶ οἶνον πίνειν πολὺν καὶ τοῦτον φέρειν καλῶς. Κτησίας δὲ παρʼ Ἴνδοις φησὶν οὐκ εἶναι τῷ βασιλεῖ μεθυσθῆναι. παρὰ δὲ Πέρσαις τῷ βασιλεῖ ἐφίεται μεθύσκεσθαι, ὡς Δοῦρίς φησι, μιᾷ ἡμέρᾳ ἐν ᾗ τῷ Μίθρῃ θύουσιν, ὅτε καὶ τὸ Περσικὸν ὠρχεῖτο· τῶν δὲ λοιπῶν οὐδεὶς τηνικαῦτα. Πέρσαι δὲ ὥσπερ ἱππεύειν οὕτω καὶ ὀρχεῖσθαι μανθάνουσι καὶ νομίζουσι τὴν ἐκ τῆς ἐργασίας ταύτης κίνησιν ἐμμελῆ τινα λαμβάνειν γυμνασίαν τῆς τοῦ σώματος ῥώμης. εἰς τοσοῦτον δὲ Ἀλέξανδρος ἐμέθυεν, ὥς φασιν, ὡς καὶ ἐπὶ ὄνων ἅρματος κωμάζειν· ἐποίουν δὲ τοῦτο καὶ οἱ τῶν Περσῶν βασιλεῖς· μήποτʼ οὖν διὰ τοῦτο οὐδὲ πρὸς τὰ ἀφροδίσια εἶχεν ὁρμήν· ἐξυδαροῦσθαι γάρ, φησὶν Ἀριστοτέλης ἐν τοῖς φυσικοῖς προβλήμασι, τῶν τοιούτων τὴν γονήν. φησὶ δὲ Θεόφραστος περὶ αὐτοῦ ὅτι οὐκ εὖ διέκειτο πρὸς τὰ ἀφροδίσια. Ὀλυμπιὰς γοῦν ποτε παρανέκλινεν αὐτῷ τὴν Θετταλὴν ἑταίραν Καλλιξείναν περικαλλεστάτην οὖσαν, συνειδότος καὶ Φιλίππου — εὐλαβοῦντο γὰρ μὴ γύνις εἴη —, ἣ δὲ πολλάκις ᾔτει αὐτῇ τὸν Ἀλέξανδρον συγγενέσθαι. καὶ περὶ Φιλίππου τοῦ πατρὸς αὐτοῦ Θεόπομπος λέγει Φίλιππος ἦν τὰ μὲν φύσει μανικὸς καὶ προπετὴς ἐπὶ τῶν κινδύνων, τὰ δὲ διὰ μέθην· ἦν γὰρ πολυπότης καὶ πολλάκις μεθύων ἐξεβοήθει. ὅτι Φίλιππος φιλοπότης ὢν καὶ τὸν τρόπον ἀκόλαστος καὶ βωμολόχος εἶχε περὶ αὐτὸν συχνοὺς καὶ τῶν περὶ μουσικὴν ὄντων, ὡς τόν τε κιθαρῳδὸν Ἀριστόνικον καὶ τὸν αὐλητὴν Δωρίωνα, καὶ τῶν τὰ γέλοια λεγόντων. πιὼν δέ ποτε τὴν νύκτα πᾶσαν καὶ μεθυσθεὶς πολλὰ καὶ παίξας ἀφεὶς ἅπαντας τοὺς ἄλλους ἀπαλλάττεσθαι ἤδη πρὸς ἡμέραν ἐκώμαζεν ὡς τοὺς πρέσβεις τῶν Ἀθηναίων. ὅτε δέ, φησὶ Καρύστιος, μεθύειν προῃρεῖτο, ἔλεγε· χρὴ πίνειν· Ἀντίπατρος γὰρ ἱκανός ἐστι νήφων. κυβεύοντος δέ ποτε αὐτοῦ καί τινος ἀγγείλαντος ὡς Ἀντίπατρος πάρεστι, διαπορήσας ὦσεν ὑπὸ τὴν κλίνην τὸν ἄβακα. φιλοπότης δὲ ἦν, ὥς φησι Θεόπομπος, καὶ Διονύσιος ὁ νεώτερος, Σικελίας τύραννος, ὃς καὶ τὰς ὄψεις ὑπὸ τοῦ οἴνου διεφθάρη. Ἀριστοτέλης δέ φησιν αὐτὸν ἔσθʼ ὅτε συνεχῶς ἐπὶ ἡμέρας ἐνενήκοντα μεθύειν· διὸ καὶ ἀμβλυωπότερον γενέσθαι τὰς ὄψεις. Θεόφραστος δέ φησι τοὺς ἑταίρους αὐτοῦ κολακεύοντας τὴν τυραννίδα προσποιεῖσθαι μὴ βλέπειν καὶ ὑπʼ αὐτοῦ τοῦ Διονυσίου χειραγωγεῖσθαι καὶ μήτε τὰ παρατιθέμενα τῶν ἐδεσμάτων μήτε τὰς κύλικας ὁρᾶν· διὸ κληθῆναι Διονυσιοκόλακας. ἔπινε δὲ πλεῖστον καὶ Νυσαῖος καὶ Ἀπολλοκράτης οἱ Διονυσίου τοῦ προτέρου υἱοί. φησὶ γοῦν Θεόπομπος· ὁ δὲ Νυσαῖος ὡς ἐπὶ θανάτῳ συνειλημμένος καὶ προειδὼς ὅτι μῆνας ὀλίγους ἤμελλε βιώσεσθαι γαστριζόμενος καὶ μεθύων διῆγε. τέθριππόν τε κατεσκευάσατο καὶ τὴν ἐσθῆτα τὴν ποικίλην ἀνέλαβεν, ἔτι δὲ καὶ τὴν ὀψοφαγίαν καὶ τὴν οἰνοφλυγίαν καὶ τὴν τῶν παίδων καὶ τὴν τῶν γυναικῶν ὕβριν. καὶ περὶ Τιμολάου δὲ τοῦ Θηβαίου φησὶν ὁ αὐτὸς ὅτι οὐκ ὀλίγων ἤδη γενομένων ἀσελγῶν περὶ τὸν βίον τὸν καθʼ ἡμέραν καὶ τοὺς πότους οὐδένα νομίζω τῶν ἐν ταῖς πολιτείαις ὄντων οὔτʼ ἀκρατέστερον οὔτε λιχνότερον οὔτε δοῦλον γεγενημένον μᾶλλον τῶν ἡδονῶν εἰ μὴ Τιμόλαον. καὶ περὶ Χαριδήμου δὲ τοῦ Ὠρείτου, ὃν πολίτην Ἀθηναῖοι ἐποίησαν, φησίν· τήν τε δίαιταν ἑωρᾶτο τὴν καθʼ ἡμέραν ἀσελγῆ καὶ τοιαύτην ποιούμενος ὥστε πίνειν καὶ μεθύειν ἀεί, καὶ γυναῖκας ἐλευθέρας ἐτόλμα διαφθείρειν· καὶ εἰς τοσοῦτον προῆλθεν ἀκρασίας ὥστε μειράκιόν τι παρὰ τῆς βουλῆς τῆς τῶν Ὀλυνθίων αἰτεῖν ἐπεχείρησεν, ὃ τὴν μὲν ὄψιν ἦν εὐειδὲς καὶ χάριεν, ἦν δὲ καὶ αἰχμάλωτος ἐκ Μακεδονίας. ἔπινε δὲ πλεῖστον καὶ Ἀρκαδίων, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῶν κατὰ πόλεις ἐπιγραμμάτων· τοῦ πολυκώθωνος τοῦτʼ ἠρίον Ἀρκαδίωνος, ὃς θάνεν ἐκ χανδῆς ζωροποτῶν κύλικος. καὶ Ἐρασίξενον δέ τινα πολυπότην φησὶ τὸ εἰς αὐτὸν ἐπίγραμμα· οὐ βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς ἀκράτου φανερῶς ᾤχετʼ ἔχουσα κύλιξ. Ἀλκέτας δʼ ὁ Μακεδὼν χώνην ἀπαύστως ἔπινεν ἐπιχεομένου οἴνου. Κλεομένης δὲ ὁ Λακεδαιμόνιος ὅτι ἀκρατοπότης ἦν καὶ διὰ τὴν μέθην ἑαυτὸν κατέτεμε μαχαίρᾳ, ἱστόρησεν Ἡρόδοτος. καὶ Ἴων δὲ ὁ ποιητὴς καὶ Ἀλκαῖος φιλοπόται. Ἴων δὲ καὶ ἐρωτικώτατος ὁμολογῶν ἐν τοῖς ἐλεγείοις ἐρᾶν Χρυσίλλης τῆς Κορινθίας, Τελέου θυγατρός, ἧς καὶ Περικλῆς ἤρα ὁ Ὀλύμπιος. Ξέναρχος δὲ ὁ Ῥόδιος διὰ τὴν πολυποσίαν Μετρητὴς ἐπεκαλεῖτο. ὅτι Καλάνου τοῦ φιλοσόφου ῥίψαντος ἑαυτὸν εἰς τὴν πυρὰν διέθηκεν Ἀλέξανδρος γυμνικὸν ἀγῶνα καὶ μουσικόν. ἔθηκε δὲ καὶ διὰ τὴν Ἰνδῶν φιλοινίαν, ὥς φησι Χάρης, ἀκρατοποσίας ἀγῶνα, καὶ ἦν ἆθλον τῷ πρώτῳ τάλαντον, τῷ δευτέρῳ τριάκοντα μναῖ, τῷ τρίτῳ δέκα. τῶν οὖν πιόντων παραχρῆμα μὲν ἐτελεύτησαν ὑπὸ τοῦ ψύχους τριάκοντα καὶ πέντε, μικρὸν δὲ διαλιπόντες ἐν ταῖς σκηναῖς ἕξ. ὁ δὲ πλεῖστον πιὼν καὶ νικήσας ἔπιε μὲν ἀκράτου χοᾶς τέσσαρας καὶ τὸ τάλαντον ἔλαβεν, ἐβίωσε δὲ ἡμέρας τέσσαρας· ἐκαλεῖτο δὲ Πρόμαχος. ὅτι Διονυσίου τοῦ τυράννου τῇ τῶν Χοῶν ἑορτῇ ἆθλον θέντος στέφανον χρυσοῦν τῷ πρώτῳ ἐκπιόντι χοᾶ πρῶτος ἐξέπιε Ξενοκράτης ὁ φιλόσοφος καὶ λαβὼν τὸν χρυσοῦν στέφανον καὶ ἀναλύων τῷ Ἑρμῇ ἐπέθηκεν, ᾧ εἰώθει καὶ τοὺς ἀνθίνους ἐπιτιθέναι· καὶ ἐθαυμάσθη. ὅτι Δημοφῶν ὁ βασιλεὺς βουλόμενος ὑποδέξασθαι Ὀρέστην Ἀθήναζε, πρὸς δὲ τὰ ἱερὰ οὐ θέλων αὐτὸν προσιέναι οὐδʼ ὁμόσπονδον γενέσθαι μήπω δικασθέντα ἐκέλευσε συγκλεισθῆναι τὰ ἱερὰ καὶ χοᾶ οἴνου ἑκάστῳ παρατεθῆναι, τῷ πρώτῳ ἐκπιόντι εἰπὼν ἆθλον δοθήσεσθαι πλακοῦντα. παρήγγειλέ τε τοῦ πότου παυσαμένου τοὺς στεφάνους οἷς ἐστεφανώσαντο πρὸς τὰ ἱερὰ μὴ τιθέναι διὰ τὸ ὁμωροφίους γενέσθαι Ὀρέστῃ, τῇ δὲ ἱερείᾳ ἀποφέρειν πρὸς τὸ ἐν Λίμναις τέμενος, περιθέντας ἕκαστον περὶ τὸν ἑαυτοῦ χοᾶ, ἔπειτα θύειν ἐν τῷ ἱερῷ. καὶ ἔκτοτε κληθῆναι τὴν ἑορτὴν Χοᾶς φησι Φανόδημος. ἐν ταύτῃ τῇ ἑορτῇ ἔθος Ἀθήνησι πέμπεσθαι δῶρα καὶ τοὺς μισθοὺς τοῖς σοφισταῖς, οἳ καὶ αὐτοὶ συνεκάλουν ἐπὶ ξένια τοὺς γνωρίμους. ἐν ταύτῃ τῇ ἑορτῇ ποτε Διονύσιος ὁ Μεταθέμενος ἐπικληθεὶς ὁ Ἡρακλεώτης τοῖς οἰκέταις συνεορτάζων καὶ μὴ δυνάμενος διὰ γῆρας χρῆσθαι ᾗ παρειλήφεσαν ἑταίρᾳ ὑποστρέψας εἶπε πρὸς τοὺς συνδειπνοῦντας· οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος. ἦν δὲ ἐκ νέου πρὸς τὰ ἀφροδίσια ἐκμανὴς καὶ πρὸς τὰς δημοσίας εἰσῄει παιδίσκας ἀδιαφόρως. καί ποτε πορευόμενος μετά τινων γνωρίμων ὡς ἐγένετο κατὰ τὸ παιδισκεῖον, εἰς ὃ τῇ προτεραίᾳ παρεληλυθὼς ὤφειλε χαλκοῦς, ἔχων τότε κατὰ τύχην ἐκτείνας τὴν χεῖρα πάντων ὁρώντων ἀπεδίδου. Ἀνάχαρσις δὲ παρὰ Περιάνδρῳ τεθέντος ἄθλου περὶ τοῦ πίνειν ᾔτησε τὸ νικητήριον πρῶτος μεθυσθεὶς τῶν συμπαρόντων, ὡς ὄντος τέλους τούτου καὶ τῆς ἐν τῷ πότῳ νίκης ὡς καὶ τῆς ἐν τῷ τρέχειν. Λακύδης δὲ καὶ Τίμων οἱ φιλόσοφοι κληθέντες πρός τινα τῶν γνωρίμων ἐπὶ δύο ἡμέρας καὶ βουλόμενοι συμπεριφέρεσθαι τοῖς παροῦσιν ἔπινον προθυμότερον. τῇ μὲν οὖν πρώτῃ τῶν ἡμερῶν ὁ Λακύδης ἀπῄει πρότερος ἐπιπολάσαντος αὐτῷ τοῦ πότου, καὶ ὁ Τίμων ὁρῶν αὐτὸν ἀπιόντα ἔφη· ἠράμεθα μέγα κῦδος, ἐπέφνομεν Ἕκτορα δῖον. τῇ δʼ ὑστεραίᾳ προαπιόντος τοῦ Τίμωνος διὰ τὸ μὴ δυνηθῆναι ἐκπιεῖν τὴν προποθεῖσαν αὐτῷ κύλικα Λακύδης ἰδὼν αὐτὸν ἐπανάγοντα εἶπε· δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν. Μυκερῖνος ὁ Αἰγύπτιος, ὡς Ἡρόδοτος ἱστορεῖ, ἀκούσας παρὰ τῶν μάντεων ὡς ὀλιγοχρόνιός ἐστι, λύχνα ποιησάμενος πολλὰ ὅτε γένοιτο νὺξ ἔπινε καὶ εὐπάθει οὔτε ἡμέρας οὔτε νυκτὸς ἀνιείς· καὶ εἰς τὰ ἕλεα δὲ καὶ τὰ ἄλση νεμόμενος, ἔτι τε ὅπου πύθοιτο ἡβητήρια εἶναι ἐμεθύσκετο. καὶ Ἄμασιν δὲ τῶν Αἰγυπτίων βασιλέα ὁ αὐτὸς πολλὰ πεπωκέναι φησίν. φιλοπότης δὲ καὶ Νικοτέλης ὁ Κορίνθιος. καὶ Κόττας δὲ φιλοποτῶν διετέλει καὶ τὴν ἀπὸ συμποσίου ἐπάνοδον ἐποιεῖτο ἐπὶ θρόνου καθήμενος καὶ ὑπὸ τεσσάρων βασταζόμενος. καὶ Ἀντίοχος δὲ ὁ βασιλεύς, ὥς φησι Φύλαρχος, ἐμεθύσκετό τε καὶ ἐκοιμᾶτο ἐπὶ πλέον, εἶθʼ ἑσπέρας πάλιν ἀφυπνιζόμενος ἐπέπινεν. ἐχρημάτιζε δὲ νήφων μὲν βραχέα τελέως, μεθύων δὲ τὰ πολλά. διὸ περὶ αὐτὸν δύο ἦσαν διοικοῦντες τὰ τῆς βασιλείας, Ἄριστος καὶ Θεμίσων, Κύπριοι ἀδελφοί, ἐρώμενοι. Πτολεμαῖος δὲ ὁ Εὐεργέτης ἱστορεῖ Ἀντίοχον τὸν Ἐπιφανῆ, τὸν παρὰ Ῥωμαίοις ὁμηρεύσαντα, εἰς Ἰνδικοὺς κώμους καὶ μέθας τραπέντα πολλὰ ἀναλίσκειν. καὶ τὰ περιλειπόμενα δὲ τῶν χρημάτων, φησί, μεθʼ ἡμέραν κωμάζων ὁτὲ μὲν ἐξέχει, ἄλλοτε δʼ ἐν ταῖς δημοσίαις ὁδοῖς ἱστάμενος ἔλεγε· τίνι ἡ τύχη δίδωσι, λαβέτω. καὶ ῥίψας τὸ ἀργύριον ᾤχετο. πολλάκις δὲ καὶ πλεκτὸν στέφανον ῥόδων ἔχων ἐπὶ κεφαλῆς καὶ χρυσοϋφῆ τήβενναν φορῶν μόνος ἐρέμβετο λίθους ὑπὸ μάλης ἔχων, οἷς ἔβαλλε τῶν ἰδίων τοὺς ἀκολουθοῦντας. ἐλούετό τε καὶ εἰς τοὺς κοινοὺς λουτρῶνας μύροις ἀλειφόμενος καί ποτε συνιδών τις αὐτὸν ἰδιώτης ἔφη· μακάριος εἶ, ὦ βασιλεῦ, πολυτελὲς ὄζεις. καὶ ὃς ἡσθεὶς κατὰ τῆς κεφαλῆς αὐτοῦ ὑδρίσκην ὑπὲρ δύο χοᾶς ἔχουσαν παχέος μύρου καταχυθῆναι ἐκέλευσεν, ὡς καὶ τὸ πλῆθος τῶν ἀγοραίων εἰς τὸ ἐκχυθὲν συγκυλισθῆναι. ὀλίσθου δὲ γενομένου αὐτός τε ὁ Ἀντίοχος ἔπεσε καγχάζων καὶ οἱ πλεῖστοι τῶν λουομένων τὸ αὐτὸ ἔπασχον. Πολύβιος δὲ αὐτὸν Ἐπιμανῆ φησι καὶ οὐκ Ἐπιφανῆ διὰ τὰς πράξεις· οὐ μόνον γὰρ μετὰ δημοτῶν ἀνθρώπων κατέβαινεν εἰς ὁμιλίας, ἀλλὰ καὶ μετὰ τῶν παρεπιδημούντων ξένων καὶ μετὰ τῶν εὐτελεστάτων ξυνέπινεν. εἰ δὲ καὶ τῶν νεωτέρων ξυναίσθοιτό τινας εὐωχουμένους ὁπουδήποτε, παρῆν μετὰ κεραμείου καὶ συμφωνίας, ὥστε τοὺς πολλοὺς διὰ τὸ παράδοξον ἀνισταμένους φεύγειν. πολλάκις δὲ καὶ τὴν βασιλικὴν ἐσθῆτα ἀποβαλὼν τήβενναν ἀναλαβὼν περιῄει τὴν ἀγοράν. ἀγῶνας δέ ποτε ἐν Ἀντιοχείᾳ τελῶν τοὺς παραγενομένους ἐν τοῖς γυμνασίοις πάντας ἐκ χρυσῶν ὁλκίων ἤλειφε κροκίνῳ μύρῳ καὶ κινναμωμίνῳ καὶ ναρδίνῳ καὶ ἀμαρακίνῳ. καὶ συγκαλῶν αὐτοὺς εἰς εὐωχίαν ποτὲ μὲν χίλια τρίκλινα, ποτὲ δὲ χίλια πεντακόσια συνεπλήρου μετὰ πολυτελεστάτης κατασκευῆς. καὶ ὁ χειρισμὸς τῆς διακονίας διʼ αὐτοῦ ἐγίνετο· κατὰ γὰρ τὰς εἰσόδους ἐφιστάμενος οὓς μὲν εἰσῆγεν, οὓς δὲ ἀνέκλινεν, καὶ περιπορευόμενος οὗ μὲν προσεκάθιζεν, οὗ δὲ προσανέπιπτε. καὶ ποτὲ μὲν ἀποθέμενος μεταξὺ τὸν ψωμόν, ποτὲ δὲ τὸ ποτήριον ἀνεπήδα καὶ μετανίστατο καὶ περιῄει τὸν τόπον προπόσεις λαμβάνων ὀρθὸς ἄλλοτε παρʼ ἄλλοις, ἅμα δὲ τοῖς ἀκροάμασι προσπαίζων. καὶ παρὰ τῶν μίμων εἰσεφέρετο ὅλος συγκεκαλυμμένος καὶ ἐτίθετο εἰς τὴν γῆν ὡς εἷς ὢν τῶν μίμων· καὶ τῆς συμφωνίας προκαλουμένης ὁ βασιλεὺς ἀναπηδήσας ὠρχεῖτο καὶ προσέπαιζε τοῖς μίμοις, ὥστε πάντας αἰσχύνεσθαι. τοιαῦτα ἀπεργάζεται τοὺς ταλαιπώρους ἡ πρὸς τῇ μέθῃ ἀπαιδευσία. φιλοπότης δʼ ἦν καὶ ὁ ὁμώνυμος αὐτῷ Ἀρσάκης ὁ ἐν Μηδίᾳ πρὸς Ἀρσάκην πολεμήσας. ἀναιρεθέντος οὖν αὐτοῦ ἔλεγεν Ἀρσάκης θάπτων αὐτόν· ἔσφηλέ σε, Ἀντίοχε, θάρσος καὶ μέθη· ἤλπιζες γὰρ ἐν μεγάλοις ποτηρίοις τὴν Ἀρσάκου βασιλείαν ἐκπιεῖν. Ἀντίοχος δὲ ὁ μέγας, ὃν Ῥωμαῖοι καθεῖλον, παρελθὼν εἰς Χαλκίδα τῆς Εὐβοίας συνετέλει γάμους, πεντήκοντα μὲν ἔτη γεγονὼς καὶ δύο τὰ μέγιστα τῶν ἔργων ἀνειληφώς, τήν τε τῶν Ἑλλήνων ἐλευθερίαν ὡς αὐτὸς ἐπηγγέλλετο, καὶ τὸν πρὸς Ῥωμαίους πόλεμον. ἐρασθεὶς οὖν παρθένου Χαλκιδικῆς κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐφιλοτιμήσατο γῆμαι αὐτήν, οἰνοπότης ὢν καὶ μεθύαις χαίρων· ἦν δὲ αὐτὴ Κλεοπτολέμου θυγάτηρ ἑνὸς τῶν ἐπιφανῶν, κάλλει πάσας ὑπερβάλλουσα· καὶ τοὺς γάμους συντελῶν ἐν τῇ Χαλκίδι αὐτόθι διέτριψε τὸν χειμῶνα, τῶν ἐνεστώτων οὐδʼ ἡντινοῦν ποιούμενος πρόνοιαν. ἔθετο δὲ καὶ τῇ παιδὶ ὄνομα Εὔβοιαν. ἡττηθεὶς οὖν τῷ πολέμῳ ἔφυγεν εἰς Ἔφεσον μετὰ τῆς νεογάμου. Ἄγρων δὲ ὁ Ἰλλυρίων βασιλεὺς ὁ τοὺς Αἰτωλοὺς νενικηκὼς πολυπότης ὢν καὶ εἰς μέθας καὶ εὐωχίας τραπεὶς πλευρίτιδι ληφθεὶς ἀπέθανε, φησὶ Πολύβιος. καὶ Δημήτριος δὲ ὁ ἐκ Ῥώμης τὴν ὁμηρείαν διαφυγών, πολυπότης ὤν, τὸ πλεῖστον τῆς ἡμέρας ἐμεθύσκετο. καὶ Ὁλοφέρνης δὲ ὁ Καππαδοκίας βασιλεὺς τοιοῦτος ἦν, ὥς φησιν ὁ αὐτός. διὸ ὁ θειότατος Πλάτων καλῶς νομοθετεῖ παῖδας μέχρι ἐτῶν ὀκτωκαίδεκα τὸ παράπαν οἴνου μὴ γεύεσθαι· οὐ γὰρ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν· οἴνου δὲ μετρίου γεύεσθαι μέχρι τριάκοντα ἐτῶν, μέθης δὲ καὶ πολυοινίας τὸ παράπαν τὸν νέον ἀπέχεσθαι· τεσσαράκοντα δὲ ἐπιβαίνοντα ἐτῶν ἐν τοῖς συσσιτίοις εὐωχηθέντα καλεῖν τούς τε ἄλλους καὶ δὴ Διόνυσον εἰς τὴν τῶν πρεσβυτέρων τελετὴν ἅμα καὶ παιδείαν, ἣν τοῖς ἀνθρώποις ἐπίκουρον τῆς τοῦ γήρως αὐστηρότητος ἐδωρήσατο τὸν οἶνον φάρμακον, ὥστε ἀνηβᾶν ἡμᾶς καὶ δυσθυμίας λήθην γίνεσθαι. καὶ ἑξῆς δέ φησι· φήμη ὑπορρεῖ, ὡς ὁ θεὸς οὗτος ὑπὸ τῆς μητρὸς Ἥρας διεφορήθη τῆς ψυχῆς τὴν γνώμην· διὸ τάς τε βακχείας καὶ τὴν μανικὴν πᾶσαν ἐμβάλλει χορείαν τιμωρούμενος, ὅθεν καὶ τὸν οἶνον ἐπὶ τοῦτʼ αὐτὸ δεδώρηται. Φάλαικος δὲ καὶ γυναῖκά τινα ἀναγράφει πολυπότιν Κλεὼ ὄνομα λέγων· χρυσωτὸν κροκόεντα περισώσασα χιτῶνα τόνδε Διωνύσῳ δῶρον ἔδωκε Κλεώ, οὕνεκα συμποσίοισι μετέπρεπε· ἶσα δὲ πίνειν οὔτις οἱ ἀνθρώπων ἤρισεν οὐδʼ ἅμα πω. ὅτι δὲ φίλοινον τὸ τῶν γυναικῶν γένος κοινόν. Ξέναρχος οὖν γυναῖκά τινα παράγει φρικτότατον ὅρκον ὀμνύουσαν τόνδε· ἐμοὶ γένοιτο σοῦ ζώσης, τέκνον, ἐλεύθερον πιοῦσαν οἶνον ἀποθανεῖν. παρὰ δὲ Ῥωμαίοις, φησὶ Πολύβιος, ἀπείρητο γυναιξὶ πίνειν οἶνον· τὸν δὲ καλούμενον πάσσον πίνουσιν. οὗτος δὲ ποιεῖται μὲν ἐκ τῆς ἀσταφίδος, ἔστι δὲ παραπλήσιος τῷ Κρητικῷ πινόμενος τῷ γλυκεῖ· διὸ πρὸς τὸ κατεπεῖγον τοῦ δίψους χρῶνται αὐτῷ. λαθεῖν δʼ ἐστὶν ἀδύνατον τὴν γυναῖκα πιοῦσαν οἶνον. πρῶτον μὲν γὰρ οὐδʼ ἔχει οἴνου κυρείαν ἡ γυνή· πρὸς δὲ τούτοις φιλεῖν δεῖ τοὺς συγγενεῖς τοὺς ἑαυτῆς καὶ τοὺς τοῦ ἀνδρὸς ἕως ἐξανεψιῶν καὶ τοῦτο καθʼ ἡμέραν, ὅταν ἴδῃ πρῶτον. λοιπὸν ἀδήλου τῆς ἐντυχίας οὔσης τίσιν ἀπαντήσει φυλάσσεται. τὸ γὰρ πρᾶγμα κἂν γεύσηται μόνον οὐ προσδεῖ διαβολῆς. Ἄλκιμος δέ φησι πάσας τὰς ἐν Ἰταλίᾳ γυναῖκας μὴ πίνειν οἶνον ἀπὸ ταύτης τῆς αἰτίας· Ἡρακλῆς περὶ τὴν Κροτωνιάτιν γενόμενος ἐπεὶ πρός τινα οἰκείαν οὖσαν περὶ τὴν ὁδὸν ἀφίκετο, προσελθὼν ᾔτει πιεῖν ἐντεῦθεν. ἔτυχε δʼ ἡ γυνὴ τοῦ τὴν οἰκίαν κεκτημένου πίθον οἴνου λαθραίως ὑποίξασα· καὶ πρὸς τὸν ἄνδρα δεινὸν ἔφη ποιήσειν αὐτόν, εἰ ξένου χάριν τὸν πίθον ἀνοίξειε, ὕδωρ δὲ ἐκέλευσε δοῦναι. Ἡρακλῆς δʼ ἐπὶ θύραις ἑστὼς καὶ ἀκούσας τὸν ἄνδρα σφόδρα ἐπῄνεσεν, ὃν καὶ ἐκέλευσε παρελθόντα εἴσω σκοπεῖν τὸν πίθον. καὶ ὃς εἰσελθὼν λίθινον εὗρε τὸν πίθον γεγονότα. τοῦτο δὲ τὸ σημεῖον ἔτι καὶ νῦν ἐστιν ἐν ταῖς ἐπιχωρίαις γυναιξὶ πάσαις ἐν αἰσχρῷ κεῖσθαι τὸ πίνειν οἶνον διὰ τὴν προκειμένην αἰτίαν. οἷαι δʼ εἰσὶν αἱ παρʼ Ἕλλησι μεθύουσαι, δηλοῖ Ἀντιφάνης λέγων· βούλῃ καὶ σύ, φίλτατε, πιεῖν; καλῶς ἔχει μοι, τοιγαροῦν φέρε. μέχρι γὰρ τριῶν φασι τιμᾶν τοὺς θεούς. καὶ Ἄλεξις· γυναιξὶν ἀρκεῖ πάντʼ, ἐὰν οἶνος παρῇ πίνειν διαρκής. ἀλλὰ μήν, νὴ τὼ θεώ, ἔσται γʼ ὅσον ἂν βουλώμεθʼ, ἔσται καὶ μάλα ἡδύς γε, ὀδόντας οὐκ ἔχων, ἤδη σαπρός, γέρων δαιμονίως. ἀσπάζομαι γραῦν σφίγγα· πρὸς ἐμὲ ὡς αἰνίγματα· λέγε καὶ τὰ λοιπά. ὁ αὐτὸς Ζωπύρας τινὸς μνησθεὶς λέγει· Ζωπύρα, οἰνηρὸν ἀγγεῖον. Ἀντιφάνης· κακοδαίμων σφόδρα ὃς γαμεῖ γυναῖκα, πλὴν ἐν τοῖς Σκύθαις· ἐκεῖ γὰρ μόνον οὐ φύεται ἄμπελος. Ξέναρχος· ὅρκον δʼ ἐγὼ γυναικὸς εἰς οἶνον γράφω. Ἀξιόνικος· γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ. καὶ ὅλα δὲ ἔθνη περὶ μέθας διατρίβοντα μνήμης ἠξίωται. Τάπυροι οὖν φίλοινοι οὕτως ὡς ἀλείμματι ἄλλῳ μηδενὶ χρῆσθαι ἢ τῷ οἴνῳ, ὥς φησι Βαίτων. Κτησίας δὲ καὶ δικαιοτάτους αὐτούς φησιν εἶναι. Ἁρμόδιος δὲ φιλοπότας λέγει γενέσθαι Φηγαλεῖς Μεσηνίοις ἀστυγείτονας ὄντας καὶ ἀποδημεῖν ἐθισθέντας. Φύλαρχος δέ φησι Βυζαντίους οἰνόφλυγας ὄντας ἐν τοῖς καπηλείοις οἰκεῖν, ἐκμισθώσαντας τοὺς ἑαυτῶν θαλάμους μετὰ τῶν γυναικῶν τοῖς ξένοις, πολεμίας σάλπιγγος οὐδʼ ἐν ὕπνοις ὑπομένοντας ἀκοῦσαι. διὸ καὶ πολεμουμένων ποτὲ αὐτῶν καὶ οὐ προσκαρτερούντων τοῖς τείχεσι Λεωνίδης ὁ στρατηγὸς ἐκέλευσε τὰ καπηλεῖα ἐπὶ τῶν τειχῶν σκηνοπηγεῖν, καὶ μόλις ποτὲ ἐπαύσαντο λειποτακτοῦντες. Μένανδρος δέ φησι· πάντας μεθύσους τοὺς ἐμπόρους ποιεῖ τὸ Βυζάντιον. ὅλην ἐπίνομεν τὴν νύκτα διὰ σὲ καὶ σφόδρʼ ἄκρατον, μοι δοκῶ· ἀνίσταμαι γοῦν τέσσαρας κεφαλὰς ἔχων. μέθυσοι δὲ καὶ Ἀργεῖοι καὶ Τιρύνθιοι. Ἔφιππος οὖν φησιν· οἳ μεθύοντες ἀεὶ τὰς μάχας πάσας μάχονται. τοιγαροῦν φεύγουσʼ ἀεί. Πολέμων δὲ παρατίθεται τόδε τὸ ἐπίγραμμα περὶ Ἠλείων· Ἦλις καὶ μεθύει καὶ ψεύδεται· οἷος ἑκάστου οἶκος, τοίη καὶ συνάπασα πόλις. τοιοῦτοι κατὰ Θεόπομπον καὶ οἱ ἐν Θρᾴκῃ Χαλκιδεῖς. καὶ οἱ Θρᾷκες δὲ κατὰ Καλλίμαχον. φησὶ γοῦν· αὐτὰρ ὁ Θρηικίην μὲν ἀπέστυγε χανδὸν ἄμυστιν οἰνοποτεῖν, ὀλίγῳ δʼ ἥδετο κισσυβίῳ. τοιοῦτοι καὶ Μηθυμναῖοι, οὓς ἔπαυσεν ὁ τύραννος Κλεομένης, ὁ καὶ τὰς μαστροποὺς τὰς εἰθισμένας προαγωγεύειν τὰς ἐλευθέρας γυναῖκας τρεῖς ἢ τέσσαρας τὰς ἐπιφανεστάτας ἐνδήσας εἰς σάκκους κᾆτα ποντίσαι τισὶ προστάξας. Ἕρμιππος δέ φησιν ὅτι Ἰλλυριοὶ δειπνοῦσι καθήμενοι καὶ πίνουσιν, ἄγουσι δὲ καὶ τὰς γυναῖκας εἰς τὰς συνουσίας· καὶ καλὸν αὐταῖς προπίνειν οἷς ἐντύχωσι τῶν παρόντων. ἐκ δὲ τῶν συμποσίων αὐταὶ τοὺς ἄνδρας ἀπάγουσι. κακόβιοι δὲ πάντες εἰσὶ καὶ ζώννυνται τὰς κοιλίας ζώναις πλατείαις ὅταν πίνωσιν. ἐπειδὰν δὲ σφοδρότερον πίνωσι, μᾶλλον ἀεὶ συνάγουσι τὴν ζώνην. Ἀριαῖοι δέ, φησὶν ὁ αὐτός, εἶχον προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας, ἐμέθυον δὲ ἀεὶ καὶ ἐποιοῦντο συνουσίας. διὸ Κελτοὶ πολεμοῦντες αὐτοῖς καὶ εἰδότες αὐτῶν τὰς ἀκρασίας παρήγγειλαν ἅπασι τοῖς στρατιώταις δεῖπνον ὡς λαμπρότατον κατασκευάσαντας κατὰ σκηνὴν ἐμβαλεῖν εἰς τὰ σιτία πόαν τινὰ φαρμακώδη δυναμένην διακόπτειν τὰς κοιλίας καὶ διακαθαίρειν. γενομένου δὲ τούτου οἳ μὲν καταληφθέντες ὑπὸ τῶν Κελτῶν ἀπώλοντο, οἳ δὲ εἰς τὸν ποταμὸν ἔρριψαν ἑαυτούς, ἀκράτορες τῶν γαστέρων γενόμενοι. μητρόπολις τῶν δεινῶν ὁ οἶνος, διʼ ὃν αἱ μέθαι, αἱ μανίαι, αἱ παροινίαι. οὗ τοὺς ἐκπαθῶς μεταλαμβάνοντας οὐ κακῶς ὁ Χαλκοῦς Διονύσιος κυλίκων ἐρέτας ἔφη. παρὰ δὲ Ἀλέξιδί φησί τις· ὁ μὲν οὖν ἐμὸς υἱός, οἷον ἀρτίως εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις ἢ Μάρων τις ἢ Κάπηλος ἤ τις Τιμοκλῆς· μεθύει γάρ· οὐδὲν ἕτερον. ὁ δʼ ἕτερος τί ἂν τύχοιμʼ ὀνομάσας; βῶλος, ἄροτρον, γηγενὴς ἄνθρωπος. καλῶς οὖν πρὸς τοὺς οὕτω λάπτοντας τὸν οἶνον ὁ αὐτός φησιν· οἶνον πολὺν οὐ κεκραμένον πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς; καὶ πάλιν· πολὺς γὰρ οἶνος πόλλʼ ἁμαρτάνειν ποιεῖ. Πλάτων δʼ ἐν ἕκτῳ Νόμων φησί· τὴν πόλιν εἶναι δεῖ δίκην κεκραμένην κρατῆρος, οὗ μαινόμενος μὲν ὁ οἶνος ἐκκεχυμένος ζῇ, ὑποκολαζόμενος δὲ ὑπὸ νήφοντος ἑτέρου θεοῦ καλὴν κοινωνίαν λαβὼν ἀγαθὸν πόμα καὶ μέτριον ἀπεργάζεται. τὸ γὰρ παροινεῖν ἐκ τοῦ μεθύειν γίνεται· διὸ καὶ Ἀντιφάνης φησίν· οὔτε γὰρ νήφοντα δεῖ οὐδαμῶς, πάτερ, παροινεῖν, οὔθʼ ὅταν πίνειν δέῃ νοῦν ἔχειν. ὅστις δὲ μεῖζον ἢ κατʼ ἄνθρωπον φρονεῖ, μικρῷ πεποιθὼς ἀθλίῳ νομίσματι εἰς ἄφοδον ἐλθὼν ὅμοιον πᾶσιν αὑτὸν ὄψεται. ἐὰν σκοπῇ τὰ τῶν ἰατρῶν τοῦ βίου τεκμήρια τὰς φλέβας ὅποι φέρονται, τὰς ἄνω καὶ τὰς κάτω τεταγμένας, διʼ ὧν θνητὸς πᾶς κυβερνᾶται βίος. πάλιν ὁ αὐτός πού φησι· Μακαρεὺς ἔρωτι τῶν ὁμοσπόρων μιᾶς πληγεὶς τέως μὲν ἐπεκράτει τῆς συμφορᾶς κατεῖχέ θʼ αὑτόν· εἶτα παραλαβών ποτε οἶνον στρατηγόν, ὃς μόνος θνητῶν ἄγει τὴν τόλμαν εἰς τὸ πρόσθε τῆς εὐβουλίας, νύκτωρ ἀναστὰς ἔτυχεν ὧν ἠβούλετο. καλῶς οὖν ἄρα καὶ Ἀριστοφάνης φησίν· ἡδύς τε πίνειν οἶνος Ἀφροδίτης γάλα. Ἡγήσανδρος δὲ ἐξοίνους τινὰς λέγει. Θεόπομπος δὲ περί τινων φησι Ῥοδίων· καὶ πολλὰς μὲν γυναῖκας εὐγενεῖς καὶ τῶν πρώτων ἀνθρώπων ᾔσχυναν, οὐκ ὀλίγους δὲ παῖδας καὶ νεανίσκους διέφθειραν· εἰς τοῦτο δὲ προέβησαν ἀσελγείας, ὥστε καὶ κυβεύειν ἠξίωσαν πρὸς ἀλλήλους περὶ τῶν γυναικῶν τῶν ἐλευθέρων καὶ διωμολογοῦντο τοὺς ἐλάττω τοῖς ἀστραγάλοις βάλλοντας ἥντινα χρὴ τῶν πολιτίδων τῷ νικῶντι εἰς συνουσίαν ἀγαγεῖν, ὅπως ἂν ἕκαστος ἦν δυνατὸς πείθων ἢ βιαζόμενος. καὶ ταύτην τὴν κυβείαν ἔπαιζον μὲν καὶ ἄλλοι, ἐπιφανέστατα δὲ Ἡγησίλοχος ὁ προστατεῖν τῆς πόλεως ἀξιῶν. Ἀνθέας δὲ ὁ Κλεοβούλου τοῦ σοφοῦ συγγενής, πρεσβύτερος καὶ εὐδαίμων ἄνθρωπος εὐφυής τε περὶ ποίησιν ὢν πάντα τὸν βίον ἐδιονυσίαζεν ἐσθῆτά τε Διονυσιακὴν φορῶν καὶ πολλοὺς τρέφων συμβάκχους ἐξῆγε κῶμον ἀεὶ μεθʼ ἡμέραν καὶ νύκτωρ. καὶ πρῶτος εὗρε τὴν διὰ τῶν συνθέτων ὀνομάτων ποίησιν, ἐποίει δὲ καὶ κωμῳδίας καὶ ἄλλα πολλὰ ἐν τούτῳ τῷ τρόπῳ τῶν ποιημάτων, ἃ ἐξῆρχε τοῖς μετʼ αὑτοῦ φαλλοφοροῦσι. ὅτι Εὐμενὴς ὁ Περγαμηνὸς ὑπὸ μέθης ἀπέθανεν. ὅτι Τίμων ἀριθμοπότας φησὶ τοὺς πολὺν σπῶντας ἄκρατον λέγων· βαρὺν βουπλῆγα τομώτερον ἢ Λυκόοργος, ὅς ῥα Διωνύσου ἀριθμοπότας ἐπέκοπτε. τὸ δὲ καὶ τὰς ὄψεις πλανᾷ, ὡς ἔδειξεν Ἀνάχαρσις διʼ ὧν ἔδειξεν ὅτι ψευδεῖς δόξαι τοῖς μεθύουσι γίνονται. συμπότης γάρ τις ἰδὼν αὐτοῦ τὴν γυναῖκα ἐν τῷ συμποσίῳ ἔφη· ὦ Ἀνάχαρσι, γυναῖκα γεγάμηκας αἰσχράν. καὶ ὃς ἔφη· πάνυ γε κἀμοὶ δοκεῖ· ἀλλά μοι ἔγχεον, ὦ παῖ, ποτήριον ἀκρατέστερον, ὅπως αὐτὴν καλὴν ποιήσω. οἶνον δὲ ἀρκεσίγυιον Εὐριπίδης πού φησιν· ὅτι τὸ ἀπεσκοτώθης ἀντὶ τοῦ ἐζοφώθης τὸν νοῦν φησι. καὶ ὅτι ἐν χρήσει κεῖται παρὰ Ἀντιφάνει τὸ πίσομαι ἀντὶ τοῦ πίω. καὶ ὅτι πίομαι ἄνευ τοῦ υ λεκτέον ἐκτείνοντας τὸ ι, φησίν· οὕτω γὰρ ἔχει καὶ τὸ Ὁμηρικόν· πίομεν ἐκ βοτάνης. εὕρηται δὲ καὶ τὸ πιοῦμαι, ὡς Ἀριστοφάνης· πικρότατον οἶνον τήμερον πιῇ. ἐνίοτε δὲ καὶ συστέλλουσι τὸ ι· Ὅμηρος· τῇ πίε οἶνον. ὅτι οἱ τὸν κρίθινον πεπωκότες ὃν πῖνον καλοῦσιν εἰς τὰ νῶτα καταπίπτουσιν, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ μέθης· καίτοι ὑπὸ τῶν λοιπῶν φησι μεθυστικῶν οἱ μεθυσθέντες ἐπὶ πάντα τὰ μέρη πίπτουσι, μόνοι δὲ οἱ τῷ πίνῳ ὕπτιοι κλίνονται. τὸν δὲ κρίθινον τοῦτον καὶ βρῦτον καλοῦσιν Σοφοκλῆς τε καὶ Ἀρχίλοχος καὶ ἄλλοι. Ἑλλάνικος δέ φησι· πίνουσι δὲ βρῦτον ἐκ τῶν ῥιζῶν καθάπερ οἱ Θρᾷκες ἐκ τῶν κριθῶν. Ἑκαταῖος δὲ περὶ Αἰγυπτίων εἰπὼν ὡς ἀρτοφάγοι εἰσίν, ἐπιφέρει· τὰς δὲ κριθὰς εἰς τὸ πόμα καταλέουσιν. ὅτι φησί που Ἴων ὁ Χῖος· οἶνος πρόφασις παντοδάπων λόγων· αἵ τε Πανελλήνων ἀγοραὶ θαλίαι τʼ ἀνάκτων, ἐξ οὗ βοτρυόεσσʼ οἰνὰς ὑποχθόνιον πτόρθον ἀνασχομένη θαλερῷ ἐπήξατο πήχει αἰθέρος· ὀφθαλμῶν δʼ ἐξέθορον πυκινοὶ παῖδες, φωνήεντες ὅταν πέσῃ ἄλλος ἐπʼ ἄλλῳ, πρὶν δὲ σιωπῶσι. παυσάμενοι δὲ βοῆς νέκταρ ἀμέλγονται, μόνον ὄλβιον ἀνθρώποισι, τοῦ χαίρειν φάρμακον αὐτοφυές. τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε. τῶν ἀγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν. εἶτα ἑξῆς ἐπεύχεται πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν. Ἄμφις δὲ παράγει φιλοπότην τινὰ λέγοντα· ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων. ὅτι γρῖφός ἐστι κατὰ τὸν Σολέα Κλέαρχον πρόβλημα ἐπιπαιστικόν, προστακτικὸν τοῦ διὰ ζητήσεως εὑρεῖν τῇ διανοίᾳ τὸ προβληθὲν τιμῆς ἢ ἐπιζημίου χάριν εἰρημένον. ἑπτὰ δὲ εἴδη γρίφων φησίν· ἐν γράμματι οἱονεὶ ἐροῦμεν ὄνομά τι ἰχθύος ἢ φυτοῦ ἀπὸ τοῦ θ ἀρχομένου ὁμοίως κἂν ἔχειν τι κελεύῃ ὁ γρῖφος τῶν γραμμάτων ἢ μὴ ἔχειν καθάπερ οἱ ἄσιγμοι καλούμενοι γρῖφοι. ἐν συλλαβῇ οἱονεὶ εἴπωμεν ἔμμετρον ὁτιδήποτε οὗ ἡγεῖται βα οἷον βασιλεύς, ἢ ὃ ἔχει τελευτὴν τὸ ναξ, ὡς Καλλιάναξ, ἢ ὧν ὁ λέων καθηγεῖται οἷον Λεωνίδης, ἢ ἔμπαλιν τελικόν ἐστι οἷον Θρασυλέων. ἐν ὀνόματι, οἱονεὶ εἴπωμεν ὀνόματα ἁπλᾶ ἢ σύνθετα δισύλλαβα, οἷς μορφή τις ἐμφαίνεται τραγικὴ ἢ πάλιν ταπεινή, ἢ ἄθεα ὀνόματα, οἷον Κλεώνυμος, ἢ θεοφόρα, οἷον Διονύσιος, καὶ τοῦτο ἢ ἐξ ἑνὸς θεοῦ, οἷον ἀπὸ Διὸς Διοκλῆς καὶ Ἑρμοῦ Ἐρμόδωρος, ἢ πλειόνων, οἷον Ἑρμαφρόδιτος, ἢ εἰ εἰς νικος τύχοι λήγειν. ὅτι περὶ τῶν γρίφων Ἀντιφάνης φησί που· ὅτι πρότερον μὲν ἀκούων ὅτι φέρων τι μὴ φέρει, ἐγέλων νομίζων λῆρον οὐκ ἂν γενόμενον οὐδέποτέ γε, οἶμαι, πρᾶγμα παντελῶς λέγειν, ἐνέδρας δʼ ἕνεκα. νυνὶ δὲ τοῦτʼ ἔγνωχʼ ὅτι ἀληθὲς ἦν· φέρομεν γὰρ ἔρανόν τινʼ ἄνθρωποι δέκα, οὐ φέρει δὲ τούτων τὴν φορὰν οὐδὲ εἷς. σαφῶς οὖν ὅτι φέρων τις μὴ φέρει, τοῦτʼ ἔστιν. καὶ ἀλλαχοῦ φησι· τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος, πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ, νεογενοῦς ποίμνης δʼ ἐν αὐτῇ πνικτὰ γαλακτοθρέμμονα. εἶτʼ ἐπάγει ὅτι κρεῶν χύτραν λέγω. καὶ πάλιν· ξουθῆς μελίσσης νάμασι συμμιγὴς μηκάδων αἰγῶν ἀπόρρους θρόμβος, ἐγκαθήμενος εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης. ἔστι δὲ πλακοῦς. Βρομιάδος τε ἱδρῶτα πηγῆς τὸν οἶνόν φησι καὶ λιβάδα φαίαν δροσώδη τὸ ὕδωρ. Ἄλεξις δὲ περὶ ὕπνον τοιοῦτόν τινα γρῖφον προβάλλει· οὐ θνητὸς οὐδʼ ἀθάνατος, ἀλλʼ ἔχων τινὰ σύγκρασιν, ὥστε μήτʼ ἐν ἀνθρώπου μέρει μήτʼ ἐν θεοῖς ζῆν, ἀλλὰ φύεσθαί τε ἀεὶ καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν, ἀόρατος ὄψιν, γνώριμος δʼ ἅπασιν ὢν ἀεί. τίς οὖν τοσαύτην ἔσται φύσιν ἔχων; ὕπνος βροτείων, ὦ κόρη, παυστὴρ πόνων. Εὔβουλος δὲ τοιοῦτον προβάλλει· ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς, οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε δεῖος, ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων· ἓν δʼ ἐστὶ καὶ πολλὰ καὶ ἂν τρώσῃ τις ἄτρωτος. πάλιν ὁ αὐτός· ἀτταλεβόφθλαμος, μὴ πρόστομος, ἀμφικέφαλος, αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων. ἔστι δὲ ἰχνεύμων Αἰγύπτιος. τῶν γὰρ κροκοδείλων, φησίν, οὗτος ᾠὰ λαμβάνων πρὶν θηριοῦσθαι τὸν γόνον κατάγνυσιν, ἔπειτα ἀφανίζει. διότι δὲ ἀμφίστομος, κεντεῖ κάτωθεν, τοῖς δὲ χείλεσιν δάκνει. πάλιν· οἶδʼ ἐγὼ ὃς νέος ὤν ἐστι βαρύς, ἂν δὲ γέρων ᾖ, ἄπτερος ὢν κοῦφον πέταται καὶ γῆν ἀφανίζει. λύσις πάππος ἀπʼ ἀκάνθης· οὗτος γὰρ νέος μὲν ὢν ἕστηκεν ἐν τῷ σπέρματι, ὅταν δὲ ἀποβάλῃ τοῦτο, πέτεται κοῦφος ὤν, δήπουθεν ὑπὸ τῶν παιδίων φυσώμενος. πάλιν· ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνός, εἰς πόδας ἐκ κεφαλῆς τετρημένον ὀξὺ διάτρωτον, ἀνθρώπους τίκτον κατὰ τὴν πυγὴν ἕν, ἕκαστον, ὧν οἳ μὲν μοίρας ἔλαχον βίου, οἳ δὲ πλανῶνται. καὶ ζήτει λύσιν. παρὰ δὲ Ἀντιφάνει κεῖται τοιοῦτος γρῖφος· ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκὼς οἷσι δέδωκʼ οὐδʼ αὐτὸς ἔχων ὧν ἐδεῖτο. διδοὺς δέ τις οὐκ ἔδωκεν οὐδʼ ἔχων ἔχει; οὐκ οἶδα τούτων οὐδέν. οὐκοῦν ταῦτα καὶ ὁ γρῖφος λέγει. ὅσα γὰρ οἶσθα οὐκ οἶσθα νῦν οὐδʼ ὅσα δέδωκας οὐδʼ ὅσʼ ἀντʼ αὐτῶν ἔχεις νῦν. παρὰ τῷ αὐτῷ· ἔστι φύσις θήλεια βρέφη σῴζουσʼ ὑπὸ κόλποις αὐτῆς, ταῦτα δʼ ἄφωνα βοὴν ἵστησι γεγωνὸν καὶ διὰ πόντιον οἶδμα. εἰπόντος δέ τινος πόλιν εἶναι τρέφουσαν ῥήτορας, οἳ κεκραγότες τὰ διαπόντια τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα ἕλκουσι καὶ μὴ καλῶς λύσαντος λέγει ἡ Σαπφώ· θήλεια μὲν οὖν ἐστι φύσις ἐπιστολή, βρέφη δʼ ἐν αὐτῇ περιφέρει τὰ γράμματα· ἄφωνα δʼ ὄντα τοῖς πόρρω λαλεῖ οἷς βούλεθʼ. ἕτερος δʼ ἂν τύχῃ τις πλησίον ἑστὼς ἀναγινώσκοντος οὐκ ἀκούσεται. καὶ παρὰ Διφίλῳ δὲ τρεῖς κόραι Σάμιαι γριφεύονται παρὰ πότον τί πάντων ἰσχυρότατον; καὶ τὰν μὲν εἰπεῖν· ὁ σίδηρος καὶ φέρειν τοῦ λόγου τὰν ἀπόδειξιν, διότι τούτῳ πάντʼ ὀρύσσουσί τε καὶ τέμνουσι. τὰν δευτέραν δʼ ἐπάγειν τὸν χαλκέα πολὺ κρείττω φέρειν ἰσχύν. τοῦτον γὰρ κάμπτειν, μαλάσσειν ὅτι τʼ ἂν χρῄζῃ ποεῖν. τὰν δὲ τρίταν ἀποφῆναι πέος ἰσχυρότατον πάντων, διδάσκειν δʼ ὅτι καὶ τὸν χαλκέα στένοντα πυγίζουσι τούτῳ. Ἀχαιὸς δὲ γλαφυρὸς ὢν ποιητὴς περὶ τὴν σύνθεσιν ἔσθʼ ὅτε μελαίνει τὴν φράσιν καὶ πολλὰ αἰνιγματωδῶς ἐκφέρει. λέγει γοῦν που· λιθάργυρος δʼ ὄλπη παρῃωρεῖτο χρίσματος πλεκτὸν Σπαρτιάτην γραπτὸν κύρβιν. τὸν γὰρ λευκὸν ἱμάντα ἐξ οὗ ἡ ἀργυρᾶ λήκυθος ἐξήρτητο, Σπαρτιάτην γραπτὰν ἔφη κύρβιν ἢ Σπαρτιᾶτιν σκυτάλην. ὅτι δὲ λευκῷ ἱμάντι περιειλοῦντες τὴν σκυτάλην οἱ Λάκωνες ἔγραφον ἃ ἠβούλοντο, πολλοὶ εἶπον. καὶ Στησίχορος δὲ λιθαργύρεον ποδονιπτῆρα ἔφη. Ἴων δέ πού φησι περὶ τοῦ ἰξοῦ δρυὸς μὲν ἱδρὼς καὶ θαμνομήκης ῥάβδος. ὅτι Θεοδέκτης ὁ Φασηλίτης ἱκανώτατος ἦν ἀνευρεῖν τὸν προβληθέντα γρῖφον καὶ αὐτὸς προβαλεῖν ἐπιδεξίως. ἔφη γοῦν περὶ σκιᾶς εἶναί τινα φύσιν, ἣ περὶ τὴν γένεσιν καὶ περὶ τὴν φθίσιν μάλιστά ἐστι μεγίστη, περὶ δὲ τὴν ἀκμὴν ἐλαχίστη. καὶ περὶ νυκτὸς δὲ καὶ ἡμέρας φησίν· εἴσι κασίγνηται διττάς, ὧν ἡ μία τίκτει τὴν ἑτέραν, αὐτὴ δὲ τεκοῦσʼ ὑπὸ τῆσδε τεκνοῦται. ὅτι πολιορκουμένης Κρώμνης τῆς περὶ Μεγάλην πόλιν ὑπὸ Ἀρκάδων, Ἱππόδαμος ὁ Λάκων εἷς ὢν τῶν πολιορκουμένων διεκελεύετο τῷ παρὰ Λακεδαιμονίων ἥκοντι κήρυκι ἐν αἰνιγμῷ εἰπεῖν τὴν περὶ αὐτοὺς κατάστασιν λέγων λύεσθαι τὸ γύναιον δέχʼ ἡμερῶν τὸ ἐν Ἀπολλωνείῳ δεδεμένον, ὡς οὐκ ἔτι λύσιμον ἐσόμενον ἐὰν αὐταὶ παρέλθωσιν. ἦν δὲ αὕτη παρὰ τὸν τοῦ Ἀπόλλωνος θρόνον διὰ γραφῆς ἀπομεμιμημένος Λαιμὸς ἔχων γυναικὸς μορφήν. φανερὸν οὖν ἐγένετο πᾶσιν ὅτι δέκα ἡμέρας ἔτι καρτερῆσαι δύνανται οἱ πολιορκούμενοι διὰ τὸν λιμόν· συνέντες οὖν οἱ Λάκωνες τὸ λεχθὲν ἐβοήθησαν κατὰ τάχος. ὅτι τό· ἄνδρʼ εἶδον πυρὶ χαλκὸν ἐπʼ ἀνέρι κολλήσαντα οὕτω συγκόλλως ὥστε σύναιμα ποεῖν· σικύας σημαίνει προσβολήν. τοῦ δὲ Πανάρκους γρίφου τοῦ· ὅτι βάλοι ξύλῳ τε καὶ οὐ ξύλῳ καθημένην ὄρνιθα καὶ οὐκ ὄρνιθα ἀνήρ τε καὶ οὐκ ἀνὴρ λίθῳ τε καὶ οὐ λίθῳ, τὸ μέν ἐστι νάρθηξ, τὸ δὲ νυκτερίς, τὸ δʼ εὔνουχος, τὸ δὲ κισσηρής. αἰνίγματα δέ φησι Δημήτριος ὁ Βυζάντιος, καὶ ἐκεῖνα τὰ Πυθαγόρου· καρδίαν μὴ ἐσθίειν ἀντὶ τοῦ ἀλυπίαν ἀσκεῖν, πῦρ μαχαίρᾳ μὴ σκαλεύειν ἀντὶ τοῦ τεθυμωμένον ἄνδρα μὴ ἐριδαίνειν. ζυγὸν μὴ ὑπερβαίνειν ἀντὶ τοῦ πᾶσαν πλεονεξίαν φεύγειν καὶ στυγεῖν, ζητεῖν δὲ τὸ ἴσον. λεωφόρους ὁδοὺς μὴ στείχειν ἀντὶ τοῦ γνώμῃ πολλῶν μὴ ἀκολουθεῖν· εἰκῇ γὰρ ἕκαστος ὅ τι ἂν δόξῃ ἀποκρίνεται· τὴν δʼ εὐθεῖαν ἄγειν ἡγεμόνι χρώμενον τῷ νῷ. μὴ καθῆσθαι ἐπὶ χοίνικα ἀντὶ τοῦ μὴ σκοπεῖν τὰ ἐφʼ ἡμέραν, ἀλλὰ τὴν ἐπιοῦσαν ἀεὶ προσδέκεσθαι. ὅτι Δρομέας ὁ Κῷος καὶ Κλέων ὁ μίμαυλος, ὃς καὶ τῶν Ἰταλικῶν μίμων ἄριστος γέγονεν αὐτοπρόσωπος ὑποκριτής, ἔπαιζον γρίφους τοιούτους. ἀγροίκου τινὸς ὑπερπλησθέντος καὶ κακῶς ἔχοντος, ὡς ἠρώτα ὁ ἰατρὸς μὴ εἰς ἔμετον ἐδείπνησεν, οὐκ ἔγωγʼ, εἶπεν, ἀλλʼ εἰς τὴν κοιλίαν. καὶ πτωχῆς τινος τὴν γαστέρα πονούσης, ἐπεὶ ὁ ἰατρὸς ἐπυνθάνετο μὴ ἐν γαστρὶ ἔχει, πῶς γε, εἶπεν, τριταία μὴ βεβρωκυῖα. ὅτι Σωσιφάνης Κηφισοκλέα τὸν ὑποκριτὴν λοιδορῶν ὡς εὐρύστομον· ἐνέβαλον ἄν σου, φησίν, εἰς τὸ ἰσχίον λιθόν, εἰ μὴ καταρραίνειν ἔμελλον τοὺς περιεστηκότας. ἀρχαῖος δέ, φησί, λογικός ἐστι γρῖφος οὗτος· τί πάντες οὐκ ἐπιστάμενοι διδάσκομεν; καί· τί ταῦτα οὐδαμοῦ καὶ πανταχοῦ; καὶ πρὸς τούτοις· τί ταὐτὸν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς καὶ ἐν θαλάσσῃ; τοῦτο δʼ ἐστὶν ὁμωνυμία· καὶ γὰρ ἄρκτος καὶ ὄφις καὶ ἀετὸς καὶ κύων ἐν οὐρανῷ καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ. τὸ δὲ χρόνον σημαίνει· ἅμα γὰρ παρὰ πᾶσιν ὁ αὐτὸς καὶ οὐδαμοῦ διὰ τὸ μὴ ἑνὶ τόπῳ τὴν φύσιν ἔχειν. τὸ δὲ προάγον ἐστὶ ψυχὰς ἔχειν· τοῦτο γὰρ οὐδεὶς ἡμῶν ἐπιστάμενος διδάσκει τὸν πλησίον. ὅτι πρῶτος εὗρεν ἣν γραμματικὴν καλεῖ θεωρίαν ὁ Ἀθηναῖος Καλλίας, καθʼ ἣν πρῶτα μὲν λέγει ἕκαστον τῶν στοίχων χορὸς γυναικῶν πεποιημένος αὐτῷ ἐμμέτρως καὶ μεμελοπεποιημένως, εἶτα καταστρέφει εἰς τἄλφα τόνδε τὸν τρόπον· βῆτα ἄλφα βα, βῆτα εἶ βε, βῆτα ἦτα βη καὶ οὕτω διʼ ὅλων τῶν φωνῶν. καὶ πάλιν ἐν ἀντιστρόφῳ τοῦ μέλους καὶ τοῦ μέτρου γάμμα ἄλφα, γάμμα εἶ, γάμμα ἦτα, καὶ ἑξῆς. καὶ ἐπὶ τῶν λοιπῶν συλλαβῶν ὁμοίως ἑκάστων τό τε μέτρον καὶ τὸ μέλος ἐν ἀντιστρόφοις ἔχουσι πᾶσαι ταὐτόν. διὸ οἱ λοιποὶ τὰς ἀντιστρόφους ἀπὸ τούτου παρεδέχοντο πάντες, ὡς ἔοικεν, εἰς τὴν τραγῳδίαν. δεδήλωκε δέ, φησί, καὶ διὰ τῶν ἰαμβείων γράμμα πρῶτος οὗτος ἀκολαστότερον μὲν κατὰ τὴν διάνοιαν, πεφρασμένον δὲ τρόπον τοῦτον· κύω γάρ, ὦ γυναῖκες. ἀλλʼ αἰδοῖ, φίλα, ἐν γράμμασι σφῷν τοὔνομʼ ἐξερῶ βρέφους. ὀρθὴ μακρὰ γραμμή ἐστι· ἐκ δὲ ταύτης μέσης μικρὰ παρεστῶσʼ ἑκατέρωθεν ὑπτία. ἔπειτα κύκλος πόδας ἔχων βραχεῖς δύο. παρʼ Εὐριπίδῃ δὲ καὶ Ἀγάθωνι καὶ Θεοδέκτῃ τὴν ἐγγράμματον ῥῆσιν ποιοῦσι. βοτήρ ἐστί τις ἢ ἀγροῖκος ἀγράμματος δηλῶν τοὔνομα τοῦ Θησέως ἐπιγεγραμμένον οὕτως· ἐγὼ πέφυκα γραμμάτων μὲν οὐκ ἴδρις, μορφὰς δὲ λέξω καὶ σαφῆ τεκμήρια. κύκλος τίς ἐστιν ὡς τόρνοισιν ἐκμετρούμενος· οὗτος δʼ ἔχει σημεῖον ἐν μέσῳ σαφές. τὸ δεύτερον δὲ πρῶτα μὲν γραμμαὶ δύο, ταύτας διείργει δʼ ἐν μέσαις ἄλλη μία. τρίτον δὲ βόστρυχός τις ὣς εἱλιγμένος, τὸ δʼ αὖ τέταρτον ἦν μὲν εἰς ὀρθὸν μία, λοξαὶ δʼ ἐπʼ αὐτῆς τρεῖς κατεστηριγμέναι εἰσί. τὸ πέμπτον δʼ οὐκ ἐν εὐμαρεῖ φράσαι· γραμμαὶ γάρ εἰσιν ἐκ διεστώτων δύο, αὗται δὲ συντρέχουσιν εἰς μίαν βάσιν. τὸ λοίσθιον δὲ τῷ τρίτῳ προσεμφερές. Ἀγάθωνος· γραφῆς ὁ πρῶτος ἦν μεσόμφαλος τύπος· ὀρθοί τε κανόνες ἐζυγωμένοι δύο, Σκυθικῷ τε τόξῳ τρίτον ἦν προσεμφερές. ἔπειτα τριόδους πλάγιος ἦν προσκείμενος· ἐφʼ ἑνός τε κανόνος ἦσαν ἐζυγωμένοι δύο. ὅπερ δὲ τὸ τρίτον ἦν καὶ τελευταῖον πάλιν. Θεοδέκτου· γραφῆς ὁ πρῶτος ἦν μαλακόφθαλμος κύκλος. ἔπειτα δύο οἱ κανόνες ἰσόμετροι πάνυ· τούτους δὲ πλάγιος διαμέτρου συνδεῖ κανών. τρίτον δʼ ἑλικτῷ βοστρύχῳ προσεμφερές. ἔπειτα τριόδους πλάγιος ὣς ἐφαίνετο, πέμπται δʼ ἄνωθεν ἰσόμετροι ῥάβδοι δύο, αὗται δὲ συντείνουσιν εἰς μίαν βάσιν. ἕκτον δʼ ὅπερ καὶ πρόσθεν εἶφʼ ὁ βόστρυχος. Νεοπτόλεμος δὲ ὁ Παριανός φησιν ἐν Χαλκηδόνι ἐπὶ τοῦ Θρασυμάχου τοῦ σοφιστοῦ μνήματος ἐπιγεγράφθαι τόδε τὸ ἐπίγραμμα· θῆτα ῥῶ ἄλφα σὰν ὖ μῦ ἄλφα χῖ οὖ σάν, πατρὶς Χαλκηδών· ἡ δὲ τέχνη σοφίη. ὅτι Καστορίων ὁ Σολεὺς ἐπίγραμμα εἰς Πᾶνα ἐποίησε πάντας ὁμοίους τοὺς πόδας ἡγεμονικοὺς καὶ ἀκολουθητικοὺς ἔχον, ὧν ἕκαστον, ὡς ἂν τῇ τάξει θῇς, τὸ αὐτὸ μέτρον ἀποδώσει, οὕτως· σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον, νιφοκτύποις σὲ τὸν βολαῖς δυσχείμερον. οὗτος δὲ ὁ ῥήτωρ φησὶν εἶναι καὶ ἑτέρως ποιῆσαι, ὥστε πλείω πρὸς τὴν χρῆσιν ἐκ τοῦ ἑνὸς ἔχειν· οὐ βούλομαι γὰρ τῶν ποδῶν μέτρον λαβεῖν, λαβεῖν μέτρον γὰρ τῶν ποδῶν οὐ βούλομαι. ὅτι εὕρηται παρὰ Πινδάρῳ ἀσιγμοποιηθεῖσα ᾠδή, καὶ Ἑρμιονεὺς δὲ ἐποίησεν ἄσιγμον ᾠδήν, καὶ Λᾶσος ἄσιγμον ὕμνον εἰς Δήμητρα· ἐν Φανερᾷ γενόμην, πάτραν δέ μου ἁλμυρὸν ὕδωρ ἀμφὶς ἔχει· μήτηρ δʼ ἔστʼ ἀριθμοῖο πάις, ἤτοι Κοίου. κοῖος γὰρ παρὰ Μακεδόσιν ὁ ἀριθμός. καὶ ἐπὶ τῆς πισσάνης δέ, ἣ πεποίηται παρὰ τὸ πτίσσειν καὶ ἀνεῖν, ἔστι γρῖφος οὗτος· κριθῆς ἀφλοίου χυλὸν ὀργάσας πίε. καὶ ἐπὶ τοῦ κοχλίου· ζῷον ἄπουν ἀνάκανθον ἀνόστεον ὀστρακόνωτον ὄμματʼ ἐκκύπτοντα προμήκεα κεἰσκύπτοντα. Ἀντιφάνης δέ πού φησι· τροφαλίδας τε λινοσάρκους. μανθάνεις; τυρὸν λέγω. Τιμοκλῆς· ὡς δʼ ἦν ἠρμένη βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας, τράπεζα. περιέργως, νὴ τὸν οὐρανόν· ἐξὸν φράσαι τράπεζα συντόμως. ὅτι χρησμὸς ἐδόθη Κινύρᾳ περὶ τοῦ υἱοῦ Ἀδώνιδος· ὦ Κυπρία, βασιλεῦ Κυπρίων, ἀνδρῶν δασυπρώκτων, παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τοι πάντων ἀνθρώπων, δύο δʼ αὐτὸν δαίμονʼ ἔχετον, ἣ μὲν ἐλαυνομένη λαθρίοις ἐρεθισμοῖς, ὃ δʼ ἐλαύνων. ἤρων γὰρ Ἀδωνίδος Ἀφροδίτη καὶ Διόνυσος. τὸ δὲ τῆς Σφιγγὸς αἴνιγμα Ἀσκληπιάδης τοιοῦτον εἶναί φησιν· ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, καὶ τρίπουν, ἀλλάσσει δὲ φύσιν μόνον ὅσσʼ ἐπὶ γαῖαν ἑρπετὰ γίνονται ἀνά τʼ αἰθέρα καὶ κατὰ πόντον· ἀλλʼ ὁπόταν πλείοσιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότερον πέλει αὐτοῦ. παρὰ δὲ Σιμωνίδῃ γριφώδη ταῦτα· μιξονόμου τε πατὴρ ἐρίφου καὶ σχέτλιος ἰχθὺς πλησίον ἠρείσαντο καρήατα· παῖδα δὲ νυκτὸς δεξάμενοι βλεφάροισι Διωνύσοιο ἄνακτος βουφόνον οὐκ ἐθέλουσι τιθηνεῖσθαι θεράποντα. φασὶ δʼ οἳ μὲν ἐπί τινος τῶν ἐν Χαλκίδι ἀναθημάτων τοῦτο γεγράφθαι, πεποιῆσθαι δʼ ἐν αὐτῷ τράγον καὶ δελφῖνα, περὶ ὧν εἶναι τὸν λόγον τοῦτον. οἳ δὲ εἰς ἐπιτόνιον ψαλτήριον δελφῖνα καὶ τράγον εἰργασμένον εἰρῆσθαι, καὶ εἶναι βουφόνον καὶ Διονύσου θεράποντα τὸν διθύραμβον. οἳ δέ φασιν ἐν Ἰουλίδι τὸν Διονύσῳ θυόμενον βοῦν παίεσθαι πελέκει. πλησίον δὲ τῆς ἑορτῆς οὔσης εἰς χαλκεῖον δοθῆναι τὸν πέλεκυν· τὸν Σιμωνίδην οὖν νέον ὄντα βαδίσαι πρὸς τὸν χαλκέα κομιούμενον αὐτόν. ἰδόντα δὲ καὶ τὸν τεχνίτην κοιμώμενον καὶ τὸν ἀσκὸν καὶ τὸν καρκίνον εἰκῇ κείμενον καὶ ἐπαλλήλως ἔχοντα τὰ ἔμπροσθεν, οὕτως ἐλθόντα εἰπεῖν πρὸς τοὺς συνήθεις τὸ πρόβλημα. τὸν μὲν γὰρ ἐρίφου πατέρα ἀσκὸν εἶναι, σχέτλιον δὲ ἰχθὺν τὸν καρκίνον, νυκτὸς δὲ παῖδα τὸν ὕπνον, βουφόνον δὲ Διονύσου θεράποντα τὸν πέλεκυν. τὸ δὲ ἐπίγραμμα αὐτοῦ τό· τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον τῷ Πανοπηιάδῃ δώσειν μέγα δεῖπνον Ἐπείῳ τοιοῦτόν ἐστιν· ἐν Καρθέᾳ διατρίβων μακρὰν τῆς θαλάσσης ἐδίδασκε τοὺς χορούς. ὑδρεύοντες οὖν αὐτός τε καὶ οἱ ἄλλοι ἐκ τῆς κάτω κλίνης, ἀνακομίζοντος αὐτοῖς τὸ ὕδωρ ὄνου, ὃν ἐκάλουν Ἐπειὸν διὰ τὸ κἀκεῖνον ἀναγεγράφθαι ὑδροφορεῖν τοῖς Ἀτρείδαις, ὡς Στησίχορος· ᾤκτειρε δʼ αὐτὸν ὕδωρ ἀεὶ φορέοντα Διὸς κούρα βασιλεῦσιν. ὑπαρχόντων οὖν τούτων ταχθῆναί φασι τῷ μὴ παραγενομένῳ τῶν χορευτῶν εἰς τὴν ὡρισμένην ὥραν παρέχειν τῷ ὄνῳ χοίνικα κριθῶν. τοῦτʼ οὖν κἀν τῷ ποιήματι λέγεσθαι, καὶ εἶναι τὸν μὲν οὐ φέροντα τὸ τοῦ τέττιγος ἄεθλον τὸν οὐκ ἐθέλοντα ᾄδειν, Πανοπηιάδην δὲ τὸν ὄνον, μέγα δὲ δεῖπνον τὴν χοίνικα τῶν κριθῶν. ἔστι γρῖφος καὶ παρὰ Θεόγνιδι· ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρός, τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι. σημαίνει γὰρ κόχλον. τοιοῦτόν ἐστι καὶ τὸ ῥήματα λέγειν ἀνθρώπων ὀνόμασιν ὅμοια, οἷον· λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος. καὶ τὸ περιφερόμενον· πέντʼ ἄνδρες δέκα ναυσὶ κατέδραμον εἰς ἕνα χῶρον, ἐν δὲ λίθοις ἐμάχοντο, λίθους δʼ οὐκ ἦν ἀνελέσθαι. δίψει δʼ ἐξώλλυντο, ὕδωρ δʼ ὑπερεῖχε γενείου. ὅτι Ἀθήνησιν οἱ μὴ λύσαντες τὸν προτεθέντα γρῖφον ἔπινον φιάλην κεκερασμένην. ἦν δέ, φησὶ Κλέαρχος, ἡ τῶν γρίφων ζήτησις οὐκ ἀλλοτρία φιλοσοφίας, καὶ οἱ παλαιοὶ τὴν τῆς παιδείας ἀπόδειξιν ἐν τούτοις ἐποιοῦντο. προέβαλον γὰρ παρὰ τοὺς πότους οὐχ ὡς οἱ νῦν ἐρωτῶντες, ποῖος τῶν συνδυασμῶν ἢ τίς ἰχθὺς ἥδιστος καὶ τίς μετʼ Ἀρκτοῦρον ἢ μετὰ Πλειάδα ἢ μετὰ Κύνα μάλιστα βρωτός. καὶ ἐπὶ τούτοις ἆθλα μὲν τοῖς νικῶσι φιλήματα μίσους ἄξια τοῖς ἐλευθέραν αἴσθησιν ἔχουσι, ζημία δὲ τοῖς ἡττηθεῖσιν ἄκρατον πιεῖν, ὃν ἥδιον τῆς ὑγιείας πίνουσι· κομιδῇ γάρ ἐστι ταῦτά τινος τοῖς Φιλαινίδος καὶ Ἀρχεστράτου συγγράμμασιν ἐνῳκηκότος, ἔτι δὲ περὶ τὰς λεγομένας γαστρολογίας ἐσπουδακότος. βούλεται δὲ ὁ Κλέαρχος ταῦτα λέγων τοιαῦτά τινα προβάλλειν· στίχον εἰπεῖν Ὁμηρικὸν ἀπὸ τοῦ ἄλφα ἀρχόμενον καὶ εἰς ἄλφα καταλήγοντα· ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτεροέντα προσηύδα· ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγολόεντα. πάλιν ὁμοίως ἰαμβεῖα· ἀγαθὸς ἀνὴρ λέγοιτʼ ἂν ὁ φέρων τἀγαθά· ἀγαθὸς ἂν εἴη καὶ ὁ φέρων καλῶς κακά. Ὁμηρικοὶ ἀπὸ τοῦ ε ἐπὶ τὸ ε· εὗρε Λύκωνος υἱὸν ἀμύμονά τε κρατερόν τε· ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἔμελλον ἔγωγε. πάλιν ἰαμβεῖα· εὐκαταφρόνητός ἐστι πενία, Δερκύλε· ἐπὶ τοῖς παροῦσι τὸν βίον διάπλεκε. Ὁμήρου ἀπὸ η ἐπὶ τὸ η· ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη· ἡ δʼ ἐν γούνασι πῖπτε Διώνης δῖʼ Ἀφροδίτη. ἴαμβος· ἡ τῶν φίλων σοι πίστις ἔστω κεκριμένη. ἀπὸ ι ἐπὶ ι· Ὁμήρου· Ἰλίου ἐξαπολοίατο ἀκήδεστοι καὶ ἄφαντοι· Ἱππόλοχος δέ μʼ ἔτικτε καὶ ἐκ τοῦ φημι γενέσθαι. ἀπὸ σ εἰς σ· συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς· σοφός ἐστιν ὁ φέρων τἀπὸ τύχης καλῶς. ἀπὸ τοῦ ω ἐπὶ τὸ ω· ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω· ὠρθωμένην πρὸς ἅπαντα τὴν ψυχὴν ἔχω. στίχος δὲ ἄσιγμος οὗτος· πάντʼ ἐθέλω δόμεναι καὶ ἔτʼ οἰκόθεν ἄλλʼ ἐπιδοῦναι. στίχοι ἀπὸ τῆς πρώτης καὶ ἐσχάτης συλλαβῆς δηλοῦντες ὄνομα· Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δύο καὶ δέκα νῆας· Φυλείδης ὃν τίκτε Διὶ φίλος ἱππότα Φυλεύς· ἰητροὶ μὲν Ποδαλείριος ἠδὲ Μαχάων. καὶ σκευῶν δὲ ὀνόματα ὡσαύτως· ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός· μυθεῖται κατὰ μοῖραν ἅπερ κʼ οἴοιτο καὶ ἄλλος. λυγρὸς ἐὼν μή πού τι καὶ μεῖζον ἐπαύρῃ. καί τι ὡσαύτως ἐδώδιμον· ἀργυρόπεζα Θέτις, θυγάτηρ ἁλίοιο γέροντος· μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. Ἀντιφάνης δὲ περὶ τῶν μὴ λυόντων τοὺς γρίφους οὕτως φησίν· ἅλμης χρῆν περιφέρειν ποτήριον. εἶτʼ ὀπίσω τὼ χέρε ποιήσαντα δεῖ ἕλκειν ἀπνευστί. κατὰ τὸν Μεταγένους, φησί, Φιλοθύτην κατʼ ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν πολλαῖς παροψίσι καὶ καιναῖς εὐωχήσω τὸ θέατρον.

Ἄγε δή, τίς ἀρχὴ τῶν λόγων γενήσεται; κατὰ τὸν κωμῳδιοποιὸν Κηφισόδωρον. ὅτι οἱ ἀρχαῖοι καθήμενοι ἐδείπνουν. οἰνοπότης πεποίημαι, φησὶν Ἀνακρέων. ὅτι τιμᾶται ἐν Ἀχαΐᾳ Δημήτηρ ποτηριοφόρος. ὅτι κυλικεῖον λέγεται ἡ τῶν ποτηρίων σκευοθήκη. Ἀριστοφάνης· ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται. καὶ Κρατῖνος ὁ νεώτερος· μόλις εἰς τὸ κυλικεῖον ἐγράφην· Ζεύς ἐστί μοι ἑρκεῖος, ἔστι φρατόριος, τὰ τέλη τελῶ. ὅτι Δικαίαρχος ὁ Ἀριστοτέλους μαθητὴς μικροῖς φησι τοὺς ἀρχαίους ἐκπώμασι κεχρῆσθαι καὶ ὑδαρέστερον πεπωκέναι. Χαμαιλέων δέ φησιν· οὐδὲν καινὸν ἐὰν οἱ ταῖς ἐξουσίαις χρώμενοι προτιμῶσι τὴν μέθην. οὐκ ἔχοντες γὰρ ἑτέραν ἡδονὴν ταύτης καλλίω οὐδὲ μᾶλλον εὐχερῆ καταφεύγουσιν εἰκότως ἐπὶ τὸν οἶνον. ὅθεν καὶ τὰ μεγάλα τῶν ἐκπωμάτων ἐπιχώρια γέγονε τοῖς δυνάσταις. οὐδὲ γὰρ παλαιὸν οὐδὲ τοῦτό γέ ἐστι παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ νεωστὶ εὑρέθη πεμφθὲν ἐκ τῶν βαρβάρων. ἐκεῖνοι γὰρ ἀπεστερημένοι τῆς παιδείας ὁρμῶσιν ἐπὶ τὸν πολὺν οἶνον. ἐν δὲ τοῖς περὶ τὴν Ἑλλάδα τόποις οὐχ εὑρήσομεν ποτήριον εὐμεγεθὲς εἰργασμένον πλὴν τῶν ἐπὶ τοῖς ἡρωικοῖς. τὸ γὰρ ῥυτὸν ὀνομαζόμενον μόνοις τοῖς ἥρωσιν ἀπεδίδοσαν. χαλεποὺς γὰρ καὶ πλήκτας τοὺς ἥρωας νομίζουσι καὶ μᾶλλον νύκτωρ ἢ μεθʼ ἡμέραν. ὅπως οὖν μὴ διὰ τὸν τρόπον, ἀλλὰ διὰ τὴν μέθην φαίνωνται τοιοῦτοι, δημιουργοῦσιν αὐτοὺς πίνοντας ἐν ἐκπώμασιν μεγάλοις, καί μοι δοκοῦσι λέγειν οὐ κακῶς οἱ λέγοντες τὸ μέγα ποτήριον φρέαρ ἀργυροῦν εἶναι. ἀγνοεῖ δέ, φησίν, ὁ Χαμαιλέων τὸ παρʼ Ὁμήρῳ διδόμενον τῷ Κύκλωπι ὑπʼ Ὀδυσσέως κισσύβιον. οὐ γὰρ ἂν τρὶς πιὼν οὕτω κατηνέχθη ὑπὸ μέθης τηλικοῦτος ὤν. ἦν οὖν καὶ τότε μεγάλα ποτήρια, εἰ μὴ αἰτιάσεταί τις τὴν δύναμιν τοῦ οἴνου, ἣν αὐτὸς Ὅμηρος ἐξηγήσατο, ἢ τὸ ἄηθες τῆς πόσεως τοῦ Κύκλωπος, ἐπεὶ τὰ πολλὰ ἐγαλακτοπότει. ἢ τάχα καὶ βαρβαρικὸν ἦν τὸ ἔκπωμα, εἰ μέγα ἦν, ἐκ τῆς τῶν Κικόνων λείας. τί οὖν ἔχομεν λέγειν περὶ τοῦ Νέστορος ποτηρίου, ὃ μόλις ἂν νέος βαστάσαι ἴσχυσεν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρε. κατὰ τὸν Φλιάσιον, φησί, ποιητὴν Πρατίναν· οὐ γᾶν αὐλακισμέναν, ἀλλὰ σκύφον μαστεύων, κυλικηγορήσων ἔρχομαι, οὐ τῶν Κυλικράνων εἷς ὤν, οὓς χλευάζων Ἕρμιππός φησιν· εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην· εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλʼ ὡραίαν πόλιν. Ἡρακλεῶται δʼ εἰσὶν οὗτοι οἱ ὑπὸ τῇ Οἴτῃ ἀπὸ Κύλικος Λυδοῦ γένος ὀνομασθέντες. μνημονεύει δʼ αὐτῶν καὶ Σκυθῖνος ὁ Τήιος λέγων· Ἡρακλῆς Εὔρυτον καὶ τὸν υἱὸν κτείνας φόρους πρήσσοντας παρʼ Εὐβοέων Κυλικρᾶνας ἐξεπόρθησε καὶ αὐτόθι πόλιν ἐδείματο Ἡράκλειαν τὴν Τρηχινίαν καλεομένην. Λιβύων δὲ τῶν Νομάδων τινές, ὥς φησιν Ἑλλάνικος, οὐδὲν ἄλλο κέκτηνται ἢ κύλικα καὶ μάχαιραν καὶ ὑδρίαν, οἰκίας δʼ ἔχουσιν ἐξ ἀνθερίκου πεποιημένας μικρὰς ὅσον σκιᾶς ἕνεκα, ἃς καὶ περιφέρουσιν ὅπου ἂν πορεύωνται. ἐν Ἰλλυρίοις δὲ τόπος διαβόητός ἐστιν ὁ καλούμενος Κύλικες. κρατὴρ ἕστηκε μεστὸς εὐφροσύνης· ἄλλος δʼ οἶνός ἐστιν ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν, μείλιχος ἐν κεράμοις, ἄνθεος ὀσδόμενος· ἐν δὲ μέσοις ἁγνὴν ὀσμὴν λιβανωτὸς ἵησι· ψυχρὸν δʼ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν. πάρκεινται δʼ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη· βωμὸς δʼ ἄνθεσιν ἂν τὸ μέσον πάντῃ πεπύκασται, μολπὴ δʼ ἀμφὶς ἔχει δώματα καὶ θαλίη. χρὴ δὲ πρῶτα μὲν θεὸν ὕμνεν εὔφρονας ἄνδρας εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις· σπείσαντάς τε καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι πρήσσειν, πίνειν δʼ ὁπόσον κεν ἔχων ἀφίκοιοι οἴκαδʼ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος. ἀνδρῶν δʼ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνει, ὡς ἡ Μνημοσύνη, καὶ τὸν ὃς ἀμφʼ ἀρετῆς. οὔτι μάχας διέπει Τιτήνων οὐδὲ Γιγάντων οὐδὲ Κενταύρων, πλάσματα τῶν προτέρων, φησί που Ξενοφάνης ὁ Κολοφώνιος. καὶ ὁ χαριέστατος δὲ Ἀνακρέων φησίν· οὐ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων νείκεα καὶ πόλεμον δακρυοέντα λέγει, ἀλλʼ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρʼ Ἀφροδίτης συμμίσγων ἐρατῆς μνήσκεται εὐφροσύνης. ὅτι ἐποιοῦντο καὶ οἱ ἑπτὰ σοφοὶ συμποτικὰς ὁμιλίας. παραμυθεῖται γὰρ ὁ οἶνος καὶ τὴν τοῦ γήρως δυσθυμίαν, φησὶ Θεόφραστος. διὸ συνιοῦσι, φησί, καὶ ἡμῖν ἐπὶ τὰς Διονυσιακὰς ταύτας λαλιὰς οὐδεὶς εὐλόγως φθονήσει, οἳ κατὰ τὸν Ἄλεξιν οὐδὲν ἀδικοῦμεν οὐδένα. ἆρʼ οἶσθʼ ὅτι τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν ὄνομʼ ἐστὶν, ὑποκόρισμα τῆς ἀνθρωπίνης μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς φήσειέ με κρίνειν οὐκ ἔχοιμʼ ἂν φράσαι· ἔγνωκα δʼ οὖν οὕτως ἐπισκοπούμενος εἶναι μανιώδη πάντα τἀνθρώπεια ὅλως, ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεὶ τοὺς ζῶντας, ὡς εἰς πανήγυρίν τινα ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθʼ ὃ δὴ ὁρῶμεν. ὃς δʼ ἂν πλεῖστον γελάσῃ καὶ πίῃ καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον τοῦτον ὃν ἀφεῖται τύχῃ τʼ ἐράνου τινός, πανηγυρίσας ἥδιστʼ ἀπῆλθεν οἴκαδε. ὅτι τρόποι εἰσὶ πόσεων κατὰ πόλεις ἴδιοι· ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπιδέξια, ὁ δʼ Ἀττικὸς ἐκ μικρῶν ἐπιδέξια, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτῳ ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρʼ αὐτῷ ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος ὅσον ἂν ἀποπίῃ. ὅτι παρὰ Πέρσαις ὃν ἂν βασιλεὺς ἀτιμάσῃ κεραμέοις ποτηρίοις χρῆται, φησὶ Κτησίας. Χοιρίλος δʼ ὁ ἐποποιός φησι· χερσὶν ὄλβον ἔχω κύλικος τρύφος ἀμφὶς ἐαγός, ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷα πολλὰ πνεῦμα Διονύσοιο πρὸς Ὕβρεως ἔκβαλʼ ἄνακτος. ἐγὼ εὖ οἶδα, φησίν, ὅτι ἥδιστα πολλάκις ἐστὶ τὰ κεράμεα ἐκπώματα ὡς τὰ παρʼ ἡμῖν ἐκ τῆς Κόπτου καταγόμενα· μετὰ γὰρ ἀρωμάτων συμφυραθείσης τῆς γῆς ὀπτᾶται. καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ Μέθης φησίν· αἱ Ῥοδιακαὶ προσαγορευόμεναι χυτρίδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν. σμύρνης γὰρ καὶ σχίνου καὶ τοιούτων ἑτέρων εἰς ὕδωρ ἐμβληθέντων ἕψονται καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν. καὶ ἐν ἄλλῳ δὲ μέρει φησίν· αἱ Ῥοδιακαὶ χυτρίδες γίνονται σμύρνης, σχίνου, ἄνθους, κρόκου, βαλσάμου, ἀμώμου, κιναμώμου συνεψηθέντων· ἀφʼ ὧν τὸ πινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω μέθας ἵστησιν ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον. τὴν μανίαν φησὶν ὁ Χρύσιππος πολλαχοῦ προσάπτεσθαι. καλεῖσθαι γοῦν τὴν μὲν γυναικομανίαν, τὴν δʼ ὀρτυγομανίαν. τινὲς δὲ καὶ δοξομανεῖς καλοῦσι τοὺς φιλοδόξους, καθάπερ τοὺς φιλογύνας γυναικομανεῖς. ὥστε καὶ τὰ λοιπὰ μὴ ἀλόγως καλεῖσθαι τὸν τρόπον τοῦτον. καὶ γὰρ ὁ φίλοψος οἷον ὀψομανής ἐστι καὶ ὁ φίλοινος οἰνομανὴς οὐκ ἀλλοτρίως τῆς μανίας κειμένης ἐν αὐτοῖς. ὅτι Ἀθηναῖοι, ὥς φησι Φιλόχορος, ἐν τοῖς Διονυσιακοῖς ἀγῶσι τὸ μὲν πρῶτον ἠριστηκότες καὶ πεπωκότες ἐβάδιζον εἰς τὴν θέαν καὶ ἐστεφανωμένοι ἐθεώρουν, παρὰ δὲ τὸν ἀγῶνα πάντα οἶνος αὐτοῖς ᾠνοχοεῖτο καὶ τραγήματα παρεφέρετο, καὶ τοῖς χοροῖς εἰσιοῦσιν ἐνέχεον πίνειν καὶ διηγωνισμένοις ὅτʼ ἐξεπορεύοντο ἐνέχεον πάλιν. ὅτι Λίμναι τόπος ἐν Ἀττικῇ, ἔνθα Ἀθηναῖοι γλεῦκος φέροντες καὶ κιρνῶντες τῷ Διονύσῳ εἶτʼ αὐτοὶ προσεφέροντο. Λιμναῖος δὲ καλεῖται Διόνυσος ὅτι μιχθὲν τὸ γλεῦκος τῷ ὕδατι πίνεται κεκραμένον. διὸ ὀνομασθῆναι τὰς πηγὰς Νύμφας καὶ τιθήνας Διονύσου, ὅτι τὸν οἶνον αὐξάνει τὸ ὕδωρ κιρνάμενον. καὶ Θεόφραστος δʼ ἐν τῷ περὶ Μέθης φησὶν ὅτι τοῦ Διονύσου τροφοὶ αἱ Νύμφαι κατʼ ἀλήθειαν. αἱ γὰρ ἄμπελοι πλεῖστον ὑγρὸν χέουσι τεμνόμεναι καὶ κατὰ φύσιν δακρύουσιν. Εὐριπίδης πού φησιν ἕνα τῶν τοῦ Ἡλίου ἵππων εἶναι Βακχείου φιλανθέος Αἴθοπα πεπαίνοντʼ ὀρχάτους ὀπωρινούς. ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα. Τιμόθεος δέ φησιν ἐν Κύκλωπι· ἓν μὲν δέπας κίσσινον μελαίνας σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον· εἴκοσιν δὲ μέτρʼ ἐνέχευεν, ἀνέμισγε δʼ ἅμα βακχεῖα νεορρύτοις δακρύοισι πηγᾶν. ἔστι δὲ παρὰ τὸ Ὁμηρικόν· ἓν δέπας ἐμπλήσας, ὕδατος ἀνὰ εἴκοσι χεῦεν· ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει. ὅτι πολλοὶ μέγα ἐφρόνησαν οὐχ οὕτως ἐπὶ πλούτῳ ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ καὶ χρυσᾶ. Πυθέας οὖν ὁ Ἀρκὰς οὐκ ὤκνησεν ὑποθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι τῷ αὐτοῦ μνήματι τάδε· Πυθέα μνῆμα τόδʼ ἔστʼ, ἀγαθοῦ καὶ σώφρονος ἀνδρός, ὃς κυλίκων ἔσχε πλῆθος ἀπειρέσιον ἀργυρέων χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ, τῶν προτέρων πάντων ἀσπασάμενος. Ξενοφῶν δὲ ἐν ὀγδόῳ Παιδείας περὶ Περσῶν λέγει ταῦτα· καὶ μὴν ἐκπώματα ἢν ὡς πλεῖστον ἔχωσι, τούτῳ καλλωπίζονται· κἂν ἐξ ἀδίκων φανερῶς ᾖ μεμηχανημένα, οὐδὲν αἰσχύνονται. πολὺ γὰρ ηὔξηται ἐν αὐτοῖς ἡ ἀδικία τε καὶ αἰσχροκέρδεια. ὅτι Οἰδίπους διʼ ἐκπώματα τοῖς υἱοῖς κατηράσατο παραθεῖσιν ἃ ἀπηγορεύκει. φησὶ γοῦν ὁ τὴν Θηβαΐδα πεποιηκὼς τὴν κυκλικήν· αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν ἀργυρέην Κάδμοιο θεόφρονος· αὐτὰρ ἔπειτα χρύσεον ἔμπλησε καλὸν δέπας ἡδέος οἴνου. αὐτὰρ ὅ γʼ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο τιμήεντα γέρα, μέγα οἱ κακὸν ἔμπεσε θυμῷ, αἶψα δὲ παισὶν ἑοῖσι μετʼ ἀμφοτέροισιν ἐπαρὰς ἀργαλέας ἠρᾶτο, θεὸν δʼ οὐ λάνθανʼ Ἐριννύν. ὅτι ὁ παρὰ Σοφοκλεῖ Ἀκρίσιος πολλὰ εἶχεν ἐκπώματα. φησὶν γοῦν· πολὺν δʼ ἀγῶνα κηρύσσεται, χαλκηλάτους λέβητας ἐκτιθεὶς φέρειν καὶ κοῖλα χρυσόκολλα καὶ πανάργυρα ἐκπώματʼ, εἰς ἀριθμὸν ἑξήκοντα δίς. Ποσειδώνιος δὲ Λυσίμαχόν φησι τὸν Βαβυλώνιον, καλέσαντα ἐπὶ δεῖπνον τὸν Βαβυλωνίων καὶ Σελευκέων τύραννον Ἵμερον μετὰ τὸ τὰς τραπέζας ἀρθῆναι τετράμνουν ἑκάστῳ τῶν σὺν αὐτῷ τριακοσίων ὄντων ἔκπωμα δοῦναι, καὶ σπονδοποιησάμενον προπιεῖν ἅμα πᾶσι καὶ ἀποφέρεσθαι δοῦναι τὰ ποτήρια. Ἀγαθοκλῆς ὁ τύραννος, ὥς φησι Καικίλιος, ἐκπώματα χρυσᾶ ἐπιδεικνὺς τοῖς ἑταίροις ἔφασκεν, ἐξ ὧν ἐκεράμευσε κατεσκευακέναι ταῦτα. ὅτι τοῖς περὶ Γρᾶν ἀποικίαν εἰς Λέσβον στέλλουσι χρησμὸς ἐδόθη καταθεῖναι διαπλέοντας τῷ Ποσειδῶνι εἰς τὸ πέλαγος παρθένον, καὶ δὴ καὶ ἔρριψαν. ἐρασθεὶς δέ τις αὐτῆς Ἔναλος ἐξεκολύμβησε βουληθεὶς ἀνασῶσαι τὴν παιδίσκην. τότε μὲν οὖν ἀφανεῖς ἀμφότεροι ὑπὸ τοῦ κύματος ἐγένοντο, χρόνῳ δʼ ὕστερον ἤδη τῆς Μηθύμνης οἰκουμένης παραγενόμενος ὁ Ἔναλος διηγεῖτο τήν τε παρθένον παρὰ ταῖς Νηριίσι διατρίβειν, αὐτὸν δὲ τὰς τοῦ Ποσειδῶνος βόσκειν ἵππους· καί ποτε κύματος ἐπιφερομένου … .

ὅτι πάντες οἱ ἀρχαῖοι τῷ ου ἀντὶ τοῦ ο στοιχείου προσεχρῶντο, παραπλησίως δὲ καὶ τῷ ει ἀντὶ τοῦ ε. σαν δὲ τὸ σίγμα Δωρικῶς. οἱ δὲ μουσικοί, ὡς Ἀριστόξενός φησι, τὸ σίγμα λέγειν παρῃτοῦντο διὰ τὸ σκληρόστομον εἶναι καὶ ἀνεπιτήδειον αὐλῷ. τὸ δὲ ῥῶ διὰ τὸ εὔκολον πολλάκις παραλαμβάνουσι. καὶ τοὺς ἵππους τὸ σ ἐγκεχαραγμένον ἔχοντας σαμφόρας καλοῦσιν, ὡς Ἀριστοφάνης ἐν Νεφέλαις. γυάλα. ποτήρια Μεγαρικά. οἴνου πλήρη γυάλαν ἔχοντά τινα. θηρίκλειον καὶ δεινιὰς ἀπὸ τῶν κατασκευασάντων ἔχουσι τὰ ὀνόματα. λέγεται δὲ ἡ δεινιὰς καὶ δεῖνος. Ἀρχέδικος· Νικοστράτην τινὰ ἤγαγον πρῴην σφόδρα γρυπήν, Σκοτοδίνην ἐπικαλουμένην, ὅτι δεῖνόν ποτʼ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ. δεῖνον, δεῖνον, ὦ θεοί· Τελέσιλλα δὲ τὴν ἅλω καλεῖ δεῖνον, Κυριναῖοι δὲ τὸν ποδονιπτῆρα. δακτυλωτόν· Ἴων· ἔκπωμα δακτυλωτόν, ἄχραντον πυρί, Πελίου μέγʼ ἆθλον, Κάστορος δʼ ἔργον ποδῶν. δηλοῖ δὲ κατʼ Ἐπιμένην τὸ ἄμφωτον ποτήριον εἰς ὃ οἷόν τε τοὺς δακτύλους διείρειν ἑκατέρωθεν· ἄλλοι δὲ τὸ κύκλῳ τόπους ἔχον οἷον δακτύλους ἢ τὸ ἔχον ἐξοχὰς ἢ τὸ λεῖον. ἄχραντον δὲ πυρὶ παρὰ τὸ Ὁμηρικόν· ἄπυρον λέβητα, τὸν ἐπιτήδειον εἰς ψυχρῶν ὑδάτων ὑποδοχὴν ἢ τὸ πρὸς ψυχροποσίαν εὔθετον. τινὲς δὲ τὸ κέρας. περὶ δὲ τὴν Μολοσσίδα οἱ βόες ἱστοροῦνται ὑπερφυῆ κέρατα ἔχειν. πλησίον δὲ τῆς Μολοσσίας ἡ Ἰωλκός, ἐν ᾗ ὁ ἐπὶ Πελίᾳ ἀγὼν ἐτέθη. ἐξ ὧν πιθανὸν καὶ αὐτὸν ἐσχηκέναι. Δίδυμος δέ φησιν ὅτι παρήκουσεν Ἴων Ὁμήρου εἰπόντος· πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκεν. ἔδοξε γὰρ ἔκπωμα εἶναι· ἔστι δὲ χαλκεῖον ἐκπέταλον λεβητῶδες, ἐπιτηδείως ἔχον πρὸς ὑδάτων ψυχρῶν ὑποδοχάς. δακτυλωτὸν δὲ οἷον κύκλῳ τὴν φιάλην κοιλότητα ἔχουσαν ἔνδοθεν οἷον δακτύλων, ἢ ἐπεὶ περιείληπται τοῖς τῶν πινόντων δακτύλοις. τινὲς δὲ ἀπύρωτον φιάλην τὸ κέρας· οὐ γὰρ γίνεται διὰ πυρός. ἐλέφας. Δαμόξενος· ἐλέφας; τί δʼ ἐστὶ τοῦτο, πρὸς θεῶν; ῥυτὸν δίκρουνον ἡλίκον τι τρεῖς χωροῦν χοᾶς. ἔστι δὲ καὶ ἔφηβος ποτήριον ὃ καὶ ἐμβασικοίτας, ὥς φησι Φιλήμων. ἡδυποτίδες· ταύτας Ῥόδιοι ἀντεδημιουργήσαντο πρὸς τὰς Ἀθήνησι θηρικλείους, Ἀθηναίων μὲν πλουσίως διὰ τὰ βάρη χαλκευσαμένων τὸν ῥυθμὸν τοῦτον, Ῥοδίων δὲ διὰ τὴν ἐλαφρότητα τῶν ποτηρίων καὶ τοῖς πένησι τοῦ καλλωπισμοῦ τούτου μεταδιδόντων. Ἡράκλειον· δέπας ἐν ᾧ διέπλευσεν Ἡρακλῆς τὸν Ὠκεανόν, ἦν δὲ Ἡλίου. μήποτε δὲ ἐπεὶ μεγάλοις ἔχαιρε ποτηρίοις, διὰ τὸ μέγεθος παίζοντες πλεῖν αὐτὸν ἐν ποτηρίῳ ἐμυθολόγησαν. μελανίππου προφυγὼν ἱερᾶς νυκτὸς ἀμολγόν, φησί που Αἰσχύλος. ὅτι δὲ καὶ ὁ Ἥλιος ἐπὶ ποτηρίου διεκομίζετο ἐπὶ τὴν δύσιν Στησίχορός φησιν, ὃ ποτήριον Μίμνερμος εὐνὴν κοίλην Ἡφαίστου χερσὶν ἐληλαμένην χρυσοῦ τιμήεντος. Φερεκύδης δέ φησιν ὅτι κυμαίνοντα τὸν Ὠκεανόν, ὅτε εἰς Ἐρύθειαν διέπλει Ἡρακλῆς, μικροῦ κατετόξευσεν Ἡρακλῆς, εἰ μὴ δείσας ἐπαύσατο. ἠθάνιον ἔκπωμα παρʼ Ἑλλανίκῳ. καὶ ἡμίτομος παρʼ Ἀττικοῖς ἀπὸ τοῦ σχήματος οὕτως ὀνομασθέν. θηρίκλειος. ἡ κύλιξ αὕτη ἐγκάθηται περὶ τὰς λαγόνας ἱκανῶς βαθυνομένη ὦτά τε ἔχει βραχέα ὡς ἂν κύλιξ οὖσα. Θεόφραστος οὖν διηγούμενος περὶ τῆς τερμίνθου φησί· τορνεύεσθαι ἐξ αὐτῆς καὶ κύλικας θηρικλείους, ὥστε μηδένα διαγνῶναι πρὸς τὰς κεραμέας. κατασκευάσαι δὲ λέγεται τὴν κύλικα ταύτην Θηρικλῆς ὁ Κορίνθιος κεραμεύς, ἀφʼ οὗ καὶ τὸ ὄνομα ἔσχε, γεγονὼς τοῖς χρόνοις κατὰ τὸν κωμικὸν Ἀριστοφάνην. Θεόπομπος· χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον, γενναῖον. οἱ δὲ θηρίκλειον αὐτὸ καλοῦσι διὰ τὸ δορὰς θηρίων αὐτῷ ἐντετυπῶσθαι. Πάμφιλος δʼ ἀπὸ τοῦ τὸν Διόνυσον τοὺς θῆρας κλονεῖν σπένδοντα ταῖς κύλιξι ταύταις κατʼ αὐτῶν. μνημονεύει αὐτοῦ καὶ Ἀντιφάνης· Θηρίκλειον ὄργανον, τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνοπόνου σταγόνος πλῆρες, ἀφρίζον. πάλιν· μαλʼ ἀνδρικὴν τῶν θηρικλείων ὑπεραφρίζουσαν παρα, κωθωνόχειρον, ψηφοπεριβομβήτριαν, μέλαιναν, εὐκύκλωτον, ὀξυπίνδακα, στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην, κισσῷ καταβρύουσαν, ἐπικαλούμενος εἷλκον Διὸς σωτῆρος. καὶ Ἀραρώς· ὦ γαῖα κεραμῖτι, σε Θηρικλῆς ποτε ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος; ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν, ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις; λέγει δὲ καὶ θηλυκῶς Μένανδρος τὴν θηρίκλειον καὶ ἄλλοι. παρὰ δʼ Ἀλέξιδι καὶ θηρίκλειος κεῖται κρατήρ. φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ ἕστηκε λευκοῦ νέκταρος παλαιγενοῦς πλήρης, ἀφρίζων. Ἄλεξις περὶ Ἡρακλέους φησί· γενόμενος δʼ ἔννους μόλις ᾔτησε κύλικα καὶ λαβὼν ἑξῆς πυκνὰς ἕλκει, καταντλεῖ, κατά τε τὴν παροιμίαν ἀεί ποτʼ εὖ μὲν ἀσκός, εὖ δὲ θύλακος ἄνθρωπός ἐστιν. ἴσθμιον Κύπριον ποτήριον. κάδος ποτήριον· κάδοις Χίου με καταβρέχει. ὡσαύτως καὶ καδίσκος· Ἑρμῆς, ὃν ἕλκουσʼ οἳ μὲν ἐκ προχοιδίου, οἳ δʼ ἐκ καδίσκου ἴσον ἴσῳ κεκραμένον. φησί που Διογένης· εἶτʼ εἰσχέαι ἀμβροσίαν. ἡ δʼ ἀμβροσία ὕδωρ ἀκραιφνές, ἔλαιον, παγκαρπία· ἅπερ ἔμβαλε. κάνθαρος. πλοίου ὄνομα καὶ ποτηρίου. Ἐπιγένης· ἀλλʼ οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους, ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ καὶ γλαφυρὰ πάντες ὥσπερ αὐτὰ τὰ ποτήρια, οὐ τὸν οἶνον πιόμενοι. Σωσικράτης δὲ ἐπὶ πλοίου· λεπτὴ δὲ κυρτοῖς ἐγγελῶσα κύμασιν αὔρα, κόρη Σκείρωνος, ἡσύχῳ ποδὶ προσῆγε πρᾴως καὶ καλῶς τὸν κάνθαρον. Πολέμων· Ἀθήνησιν ἐν τῷ τοῦ Πειρίθου γάμῳ πεποίηκεν Ἵππευς τὴν μὲν οἰνοχόην καὶ τὸ κύπελλον λίθινα, χρυσῷ τὰ χείλη περιτεραμνίσας, τὰς δὲ κλισίας εἰλατίνας χαμᾶζε ποικίλοις στρώμασι κεκοσμημένας, ἐκπώματα δὲ κεραμέους κανθάρους, καὶ τὸν λύχνον ἐκ τῆς ὀροφῆς ἐξηρτημένον, ἀνακεχυμένας ἔχοντα τὰς φλόγας. ὅτι δὲ καὶ ἀπὸ Κανθάρου κεραμέως ὠνομάσθη τὸ ἔκπωμα, φησὶ Φιλέταιρος· Πηλεύς· ὁ Πηλεὺς δʼ ἐστὶν ὄνομα κεραμέως, ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ. ἔστι δὲ καὶ γυναικεῖον κοσμάριον κατὰ Ἀντιφάνην.

Καρχήσιον ποτήριον ἐπίμηκες συνηγμένον εἰς μέσον ἐπιεικῶς, ὦτα ἔχον μέχρι τοῦ πυθμένος καθήκοντα. καὶ τάχα διὰ τὸ ἀνατετάσθαι οὕτως ὠνόμασται. ἔστι δὲ ἀρχαιότατον, εἴ γε ὁ Ζεὺς ὁμιλήσας Ἀλκμήνῃ δέδωκε δῶρον αὐτὸ μίξεως κατὰ Φερεκύδην. Ἀσκληπιάδης δὲ ἀπό τινος τῶν ἐν τῇ νηὶ κατασκευασμάτων κεκλῆσθαι αὐτό φησιν. τοῦ γὰρ ἱστοῦ τὸ κατωτέρω πτέρνα καλεῖται, ἣ ἐμπίπτει εἰς τὸν ληνόν, τὸ δʼ εἰς μέσον τράχηλος, τὸ δὲ πρὸς τῷ τέλει καρχήσιον. ἔχει δὲ κεραίας ἄνω συννευούσας ἐφʼ ἑκάτερα τὰ μέρη, καὶ ἐπίκειται τὸ λεγόμενον θωράκιον, τετράγωνον πάντῃ πλὴν τῆς βάσεως καὶ τῆς κορυφῆς· αὗται δὲ προὔχουσι μικρὸν ἐπʼ εὐθείας ἐξωτέρω. ἐπεὶ δὲ τοῦ θωρακίου ἡ εἰς ὕψος ἀνήκουσα καὶ ὀξεῖα γινομένη ἐστὶν ἡ λεγομένη ἠλακάτη. ὠνομάσθη δὲ καρχήσιον διὰ τὸ τραχύσματα ἔχειν κεγχροειδῆ, καὶ εἴρηται κατʼ ἐναλλαγὴν τοῦ ε πρὸς τὸ α ἀντὶ τοῦ κερχήσιον. διὸ καὶ Ὅμηρος τοὺς ὑπὸ δίψους κρατουμένους καρχαλέους φησίν. κάλπιον. εἶδος ποτηρίου. κελέβη. ἴσως πᾶν ποτήριον ἀπὸ τοῦ χέειν εἰς αὐτὸ τὴν λοιβὴν ἢ τὸ λείβειν. ἀφʼ οὗ καὶ λέβης. Ἀνακρέων· ἄγε δή, φέρʼ ἡμῖν, ὦ παῖ, κελέβην, ὅπως ἄμυστιν προπίω, τὰ μὲν δέκʼ ἐγχέας ὕδατος, τὰ πέντε δʼ οἴνου κυάθους. Νίκανδρος δὲ ὁ Κολοφώνιος ποιμενικὸν ἀγγεῖον μελιτηρὸν τὴν κελέβην φησίν· Σιληνὸς δὲ τὸ ποτήριον Αἰολικῶς. Πάμφιλος δὲ μόνην τὴν θερμοποτίδα καλουμένην.

κέρας. τοὺς πρώτους λέγεται τοῖς κέρασι τῶν βοῶν πίνειν· ἀφʼ οὗ τὸν Διόνυσον κερατοφυῆ πλάττεσθαι ἔτι τε ταῦρον καλεῖσθαι. ἐν δὲ Κυζίκῳ καὶ ταυρόμορφος ἵδρυται. καὶ μέχρι δὲ νῦν τὴν τοῦ οἴνου μῖξιν τῷ ὕδατι κεράσαι φάμεν καὶ τὸ ἀγγεῖον ἐν ᾧ κιρνᾶται κρατήρ, οἱονεὶ κερατήρ, ἀπὸ τοῦ εἰς κέρας ἐγχεῖσθαι τὸ πόμα. διαμένει δὲ ἔτι καὶ νῦν ἡ τῶν κεράτων κατασκευὴ καὶ καλοῦνται ῥυτά. Πίνδαρος· ἐπεὶ Φῆρες δᾶεν ῥιπὰν μελιηδέος, ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν ὤθεον, αὐτόματοι δʼ ἐξ ἀργυρέων κεράτων πίνοντες ἐπλάζοντο. Ξενοφῶν Ἀναβάσεως ζʹ· κατὰ τὸν Θρᾴκιον νόμον κέρατα οἴνου προὔτεινον. καὶ ἐν τῇ ἕκτῃ· ἔπινον κερατίνοις ποτηρίοις. Αἰσχύλος· ἀργυρηλάτοις κέρασι χρυσᾶ στόμια προβεβλημένοις. φασὶ δὲ Φίλιππον τὸν βασιλέα προπίνειν κέρατι οἷς ἐφιλοφρονεῖτο. Θεόπομπος δέ φησι τοὺς Παιόνων βασιλεῖς βοῶν παρʼ αὐτοῖς γινομένων μεγάλα κέρατα φυόντων, ὡς χωρεῖν τρεῖς καὶ τέσσαρας χόας, ἐκπώματα ποιεῖν ἐξ αὐτῶν, τὰ χείλη περιαργυροῦντες καὶ χρυσοῦντες.

κέρνος ἀγγεῖον κεραμεοῦν, ἔχον ἐν αὐτῷ πολλοὺς κοτυλισμοὺς κεκολλημένους, ἐν οἷς εἰσι μήκωνες, κριθαί, πισοί, λάθυροι, ὦχροι, φακοί, κύαμοι, ζειαί, βρόμος, παλάθιον, μέλι, ἔλαιον, οἶνος. ὁ δὲ βαστάσας αὐτὸ οἷον λικνοφορήσας τούτων γεύεται· ἱστορεῖ Ἀμμώνιος. κισσύβιον μόνωτον ποτήριον. Νεοπτόλεμος δὲ ὁ Παριανός φησι τὸ κίσσινον εἶναι ποτήριον, ὡς Εὐριπίδης· πᾶς δὲ ποιμένων ἔρρει λαός, ὃ μὲν γάλακτος κίσσινον φέρων σκύφος πίνων ἀνὰ ψυκτῆρα, ὃ δʼ ἀμπέλων γάνος. Εὔμολπος δὲ γένος τι νοεῖ ποτηρίου, ἴσως, φησίν, κατʼ ἀρχὰς ἐκ κισσίνου κατασκευασθὲν ξύλου. Νίκανδρος δέ φησι· τῷ Διδυμαίῳ Διὶ κισσοῦ σπονδοποιέονται πετάλοισιν, ὅθεν τἀρχαῖʼ ἐκπώματα κισσύβια φωνέεται. Ἀσκληπιάδης· κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ μετρίων οὐδεὶς ἐχρῆτο, συβῶται δὲ καὶ νομεῖς καὶ οἱ ἐν ἀγρῷ· ὡς Πολύφημός τε καὶ Εὔμαιος. Καλλίμαχος δὲ ἄλεισον τὸ αὐτὸ καλέσας καὶ κισσύβιον τὴν ἀκριβῆ τῶν ὀνομάτων θέσιν οὐ διαφυλάττει. εἰκάσειε δʼ ἄν τις ὑπὸ ποιμένων τὸ πρῶτον ἐργασθῆναι ἐκ κισσίνου ξύλου. ἄλλοι δὲ ἀπὸ τοῦ χεῖσθαι ὅ ἐστι χωρεῖν· ὅθεν καὶ ἡ τοῦ ὄφεως κατάδυσις χειή, καὶ κήθιον τὸ χήτιον τὸ χωροῦν τοὺς ἀστραγάλους. τινὲς δὲ καὶ κυμβίον τὸ αὐτὸ καλοῦσι. κιβώριον. Ἡγήσανδρος ὁ Δελφὸς Εὐφορίωνά φησι τὸν ποιητὴν δειπνοῦντά που, τοῦ κώθωνος εὖ μάλα προβεβηκότος, λαβόντα ἓν τῶν κιβωρίων ὡς ἔξοινον καὶ μεθύοντα ἐνουρῆσαι. συνῆκται δὲ κάτωθεν εἰς στενὸν ὡς τὰ Αἰγύπτια, φησί, κιβώρια.

κόνδυ Περσικὸν ποτήριον. λέγονται δέ τινες καὶ κύλικες Κονώνιοι.

κότυλος. μόνωτον ποτήριον ἐπιπολάζον Σικυωνίοις καὶ Ταραντίνοις λουτηρίῳ ἐοικὸς βαθεῖ.

κοτύλη ἡ κύλιξ, οἳ δὲ τὸ λεπτὸν ποτήριον. Διόδωρος δέ φησι τὸν παρά τισι κότυλον κοτύλην ὠνομάσθαι, ὡς Θουκυδίδης· κοτύλην ὕδατος καὶ δύο κοτύλας σίτου. Ἀριστοφάνης· ἀλφίτων χοίνικας τρεῖς κοτύλης δεούσας. Ἀπολλόδωρος δὲ ποτηρίου τι γένος ὑψηλὸν καὶ ἔγκοιλον. πᾶν δὲ τὸ κοῖλον κοτύλην ἐκάλουν οἱ παλαιοί, ὡς καὶ τὸ τῶν χειρῶν κοῖλον· ὅθεν καὶ κοτυλήρυτον αἷμα τὸ ἀμφοτέραις ταῖς χερσὶν ἀρυσθῆναι δυνάμενον. καὶ ἐγκοτύλη τις παιδιὰ καλεῖται ἐν ᾗ κοιλάναντες τὰς χεῖρας δέχονται τὰ γόνατα τῶν νενικηκότων οἱ νενικημένοι καὶ βαστάζουσιν αὐτούς. Διόδωρος δὲ τὴν κοτύλην φησὶ καλεῖσθαι καὶ ἡμίναν, ὡς Ἐπίχαρμος· ὕδωρ χλιαρόν, ἡμίνας δύο. Σώφρων· κατάστρεψον, τέκνον, τὴν ἡμίναν. εἴρηται δὲ καὶ κοτυλίσκη καὶ κοτυλίσκιον. Ἀριστοφάνης· κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον. κοτύλη δὲ καλεῖται καὶ ἡ τοῦ ἰσχίου κοιλότης, καὶ αἱ τοῦ πολύποδος ἐν ταῖς πλεκτάναις ἐπιφύσεις παραγώγως κοτυληδόνες. καὶ τὰ κύμβαλα δὲ παρʼ Αἰσχύλῳ κοτύλαι· χαλκοδέτοις κοτύλαις ὀτοβεῖ. Μαρσύας δὲ τὸ ἐν τῷ ἰσχίῳ ὀστοῦν καλεῖσθαί φησιν ἄλεισον. κοτταβίς. Ἁρμόδιος· καθαγισάντων ἐν κεραμέᾳ κοτταβίδι. Ἡγήσανδρος δὲ οὕτω φησὶ τὸν καλούμενον κότταβον τοῖς Σικελιώταις εἶναι περισπούδαστον, ὡς καὶ οἴκους κατασκευάζεσθαι κυκλοτερεῖς, ἵνα πάντες εἰς τὸ μέσον τοῦ κοττάβου τεθέντος ἐξ ἀποστήματος ἴσου καὶ τόπων ὁμοίων ἀγωνίζοιντο περὶ τῆς νίκης. καὶ ἦν σπούδασμα εἰς τὸν ἀριστερὸν ἀγκῶνα ἐρείσαντα καὶ τῇ δεξιᾷ κυκλώσαντα ὑγρῶς ἀφεῖναι τὴν λάταγα· οὕτω γὰρ ἐκάλουν τὸ πῖπτον ἐκ τῆς κύλικος ὑγρόν· ὥστε ἔνιοι μεῖζον ἐφρόνουν ἐπὶ τῷ καλῶς κοτταβίζειν τῶν ἐπὶ τῷ ἀκοντίζειν μέγα φρονούντων. κρατίνιον. μήποτε τὸ νῦν καλούμενον κράνιον ἔκπωμα.

κρουνεῖον. εἶδος ποτηρίου.

κυαθίς, κοτυλῶδες ἀγγεῖον.

ὅτι κύλιξ λέγεται ἀπὸ τοῦ κυλίεσθαι τῷ τροχῷ. Ἀθηναῖοι δὲ καὶ ἰατρικὴν πυξίδα κυλικίδα καλοῦσι διὰ τὸ τῷ τόρνῳ κεκυλίσθαι. ἐγένοντο δʼ ἐπίσημοι κύλικες αἵ τε Ἀργεῖαι καὶ αἱ Ἀττικαί. φοξαὶ δὲ τὸ χεῖλος αἱ Ἀργεῖαι, ὡς Σιμωνίδης· αὐτὴ δὲ φοξίχειλος, ἡ εἰς ὀξὺ ἀνηγμένη. τὸ δὲ φοξὸν ἐπὶ τούτου τάττουσι, καθότι Ὅμηρος ἐπὶ τοῦ Θερσίτου· φοξὸς ἔην κεφαλήν. καὶ ἔστιν οἷον φαοξός, ὁ πρὸς τὰ φάη ὀξὺς ὁρώμενος. ὅτι ἐν Ναυκράτει πολλοὶ κεραμεῖς, ἔνθα καὶ βάπτονται εἰς τὸ δοκεῖν εἶναι ἀργυρᾶ τὰ κεράμεια. ἐπαινοῦνται δὲ καὶ αἱ Χῖαι κύλικες. Ἕρμιππος· Χία δὲ κύλιξ ὑψοῦ κρέμαται περὶ πασσαλόφιν. Ἀχαιὸς δὲ κυλιχνίδας εἴρηκε παραγώγως, Ἀλκαῖος δὲ κυλίχνας. Φερεκράτης δὲ παίζων φησί· τοῖς μὲν ἀνδράσι κεραμεύεσθαι ποτήρια πλατέα, τοίχους οὐκ ἔχοντʼ, ἀλλʼ αὐτὸ τοὔδαφος μόνον. ταῖς δὲ γυναιξὶ βαθείας κύλικας ὥσπερ ὁλκάδας οἰναγωγούς, περιφερεῖς, λεπτάς, μεστὰς ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ. εἶθʼ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθʼ ἐκπιεῖν, λοιδοροῦνται κὠμνύουσι μὴ πιεῖν ἀλλʼ ἢ μίαν. ἣ δὲ κρείττων ἡ μίʼ ἐστὶ χιλίων ποτηρίων.

κυμβία. γένος ποτηρίων βαθέων, ὀρθῶν, πυθμένα μὴ ἔχοντα μηδʼ ὦτα. Δίδυμος δὲ ἐπίμηκες, στενὸν τῷ σχήματι, ὅμοιον πλοίῳ. ἔστι δὲ καὶ πλοῖον ἡ κύμβη. Σοφοκλῆς· ἵπποισιν ἢ κύμβαισι ναυστολεῖς χθόνα; ἔστι δὲ καὶ κύμβα ποτήριον.

κύπελλον διαλλάσσει ἀλείσου καὶ δέπας τῷ κυφὸν εἶναι. ἀπὸ γὰρ τῆς κυφότητος τὸ κύπελλον, ὡς καὶ τὸ ἀμφικύπελλον, ἢ ὅτι παραπλήσιον ἦν ταῖς πέλλαις, συνηγμένον μᾶλλον εἰς τὴν κυφότητα· ἢ ἀμφικύπελλον οἷον ἀμφίκυρτα ἀπὸ τῶν ὤτων, διὰ τὸ τοιαῦτα εἶναι τῇ κατασκευῇ. Ὅμηρος· χρύσεον ἄμφωτον. Σιμάριστος δὲ παρὰ Κυπρίοις τὸ δίωτον ποτήριον.

κύμβη κύλικος εἶδος ὃ Πάφιοι κύμβαν καλοῦσιν.

κώθων Λακωνικὸν ποτήριον. Ἡνίοχος· πιεῖν τις ἐγχείτω λαβὼν πυριγενῆ κυκλοτερῆ βραχύωτον παχύστομον κώθωνα παῖδα φάρυγγος. Θεόπομπος· ἐγὼ γὰρ κώθωνος ἐκ στρεψαύχενος πιόμαν τὸν τράχηλον ἀνακεκλασμένη; ἐντεῦθεν ἀκρατοκώθωνες οἱ ἄκρατον σπῶντες πολύν. Μνησίθεος ὁ Ἀθηναῖος ἰατρὸς περὶ κωθωνισμοῦ φησι· συμβαίνει τοὺς μὲν πολὺν ἄκρατον ἐν ταῖς συνουσίαις πίνοντας μεγάλα βλάπτεσθαι καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. τὸ μέντοι κωθωνίζεσθαι διά τινων ἡμερῶν δοκεῖ μοι ποιεῖν τινα καὶ τοῦ σώματος κάθαρσιν καὶ τῆς ψυχῆς ἄνεσιν. γίνονται γάρ τινες ἡμῖν ἐκ τῶν καθʼ ἡμέραν συμποσίων ἐπιπόλαιοι δριμύτητες· ταύταις οὖν ἐστι τῶν μὲν πόρων οἰκειότατος ὁ διὰ τῆς οὐρήσεως, τῶν δὲ καθάρσεων ὁ διὰ τῶν κωθωνισμῶν πρέπει μάλιστα. κατανίζεται γὰρ τὸ σῶμα τοῖς οἴνοις· ὑγρὸν γὰρ καὶ θερμὸν ὁ οἶνος· τὸ δὲ ἀφʼ ἡμῶν διηθούμενον οὖρόν ἐστι δριμύ. τὰ γοῦν ἱμάτια τούτῳ χρώμενοι ῥύμματι πλύνουσιν οἱ βαφεῖς. τρία δὲ παραφύλαττε ὅταν κωθωνίζῃ· μὴ πονηρὸν οἶνον πίνειν μηδʼ ἄκρατον μηδὲ τραγηματίζεσθαι ἐν τοῖς κωθωνισμοῖς. ὅταν δʼ ἱκανῶς ἔχῃς ἤδη, μὴ κοιμῶ πρὶν ἂν ἐμέσῃς πλέον ἢ ἔλαττον. εἶτʼ ἐὰν μὲν ἐμέσῃς ἱκανῶς, ἀναπαύου μικρὸν περιχεάμενος· ἐὰν δὲ μὴ δυνηθῇς ἱκανῶς κενῶσαι σαυτόν, πλείονι χρῆσαι τῷ λουτρῷ καὶ εἰς τὴν πύελον κατακλίθητι σφόδρα εἰς θερμὸν ὕδωρ.

λαβρώνια ἔκπωμα Περσικὸν παρὰ τὴν ἐν τῷ πίνειν λαβρότητα, πλατύ, μέγα, ἔχον ὦτα μεγάλα. εὕρηται δὲ καὶ ἀρσενικῶς ὁ λαβρώνιος.

λάκαιναι κυλικίων εἶδος ἢ ἀπὸ τοῦ κεράμου οὕτω λεγόμενον, ὡς τὰ Ἀττικά, ἢ ἀπὸ τοῦ σχήματος ἐπιχωριάσαντος ἐκεῖ.

λεπαστή. οἳ μὲν ὀξυτόνως ὡς καλή, οἳ δὲ ὡς μεγάλη παροξυτόνως. ὠνομάσθη δὲ ἀπὸ τῶν εἰς τὰς μέθας πολλὰ ἀναλισκόντων, οὓς λαφύκτας καλοῦμεν. κύλικες δʼ ἦσαν μεγάλαι. Ἀριστοφάνης Εἰρήνῃ· πίοις οἴνου κύλικα λεπαστήν; ἀφʼ ἧς ἔστι λάψαι, τουτέστιν ἁθρόως πιεῖν. φησὶ γάρ που ὁ αὐτός· τὸ δέμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα, οἷον ἅθρουν μʼ ἐξέπιες. καὶ ἀλλαχοῦ δὲ λεπαστὴν κυανοβενθῆ φησιν. Νίκανδρος δέ φησι Δόλοπας οὕτω καλεῖν τὴν κύλικα. Ἕρμιππος· ἂν ἐγὼ πάθω τι τήνδε τὴν λεπαστὴν ἐκπιών, τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι χρήματα.

λοιβάσιον ᾧ τὸ ἔλαιον ἐπισπένδουσι τοῖς ἱεροῖς, σπονδεῖον δὲ ᾧ τὸν οἶνον.

λέσβιον ποτηρίου εἶδος καὶ λουτήριον.

λυκιουργεῖς. φιάλαι ἀπὸ Λύκωνος τοῦ κατεσκευασμένου, ὡς καὶ Κονώνιοι αἱ ὑπὸ Κόνωνος ποιηθεῖσαι.

Δίδυμος δὲ τὰς ὑπὸ Λυκίου. ἦν δὲ οὗτος Βοιώτιος ἀνδριαντοποιός. ἀγνοεῖ δʼ ὁ γραμματικὸς οὗτος Δίδυμος ὅτι τὸν τοιοῦτον μετασχηματισμὸν ἀπὸ τῶν τοιούτων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, ἀλλʼ ἀπὸ πόλεων καὶ ἐθνῶν. Ἀριστοφάνης Εἰρήνῃ· τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος. Κριτίας· κλίνη Μολοσσιουργὴς καὶ κλίνη Χιουργής.

μέλη θηλυκῶς ποτήριόν τι.

μετάνιπτρον ἡ μετὰ τὸ νίπτρον ἐπὰν ἀπονίψωνται διδομένη κύλιξ. ἔνιοι δὲ τὴν μετὰ τὸ νίψασθαι πόσιν.

μαστός. παρὰ Παφίοις τὸ ποτήριον· καὶ ἡ μασθαλὶς δὲ κύλιξ τις.

νεστορίς. περὶ τῆς ἰδέας τοῦ Νέστορος ποτηρίου φησὶν ὁ ποιητής· πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός, χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο· δύο δʼ ὑπὸ πυθμένες ἦσαν. ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν· Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν. ἐν τούτοις ζητεῖται τί τὸ χρυσείοις ἥλοις πεπαρμένον, εἶτα τί τὸ οὔατα δʼ αὐτοῦ τέσσαρα. τὰ γὰρ ἄλλα ποτήριά φησιν ὁ Μυρλεανὸς Ἀσκληπιάδης δύο ὦτα ἔχειν. πελειάδας δὲ πῶς ἄν τις ὑπόθοιτο νεμομένας περὶ ἕκαστον τῶν ὤτων; πῶς δὲ καὶ λέγει δύο πυθμένας εἶναι τοῦ ποτηρίου; ἰδίως δὲ καὶ τοῦτο λέγεται ὅτι οἱ μὲν ἄλλοι μογοῦντες ἐβάσταζον τὸ ποτήριον, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν. οἳ μὲν οὖν φησιν ἔξωθεν δεῖν ἐμπείρεσθαι τοὺς χρυσοῦς ἥλους τῷ ἀργυρῷ ἐκπώματι κατὰ τὴν ἐμπαιστικὴν τέχνην, ὡς καὶ τὸ τοῦ Ἀχιλλέως σκῆπτρον χρυσείοις ἥλοις ἦν πεπαρμένον καὶ τὸ Ἀγαμέμνονος ξίφος. κατὰ δέ τινας ἐξοχὴ ἦν ὀλίγη τοῖς κολαπτῆρσιν ἐπηρμένη καὶ οἱονεὶ κεφαλίδας ἥλων ἀποτελοῦσα. πεπάρθαι δὲ λέγει τοὺς ἥλους ὁ ποιητὴς οὐχ ὅτι ἔξωθεν πρόκεινται καὶ πεπαρμένοι εἰσίν, ἀλλʼ ὅτι ἐμπεπαρμένοις ἐοίκασιν ἔξω τε ὀλίγῳ προὔχουσι, μετέωροι τῆς ἄλλης ἐπιφανείας ὄντες. περὶ δὲ τῶν ὤτων οὕτω διορίζονται, ὅτι εἶχε μὲν δύο ὦτα ἄνω, καθότι καὶ τὰ ἄλλα ποτήρια, ἄλλα δὲ δύο κατὰ τὸ κύρτωμα μέσον ἐξ ἀμφοῖν τοῖν μεροῖν μικρά, παρόμοια ταῖς Κορινθιακαῖς ὑδρίαις. οἱ δὲ ἐκ μιᾶς οἱονεὶ ῥίζης, ἥτις τῷ πυθμένι προσκυρεῖ, φασὶν καθʼ ἑκάτερον τὸ οὖς διασχιδεῖς εἶναι ῥάβδους ἐπʼ ἀμφοῖν, οὐ πολὺ ἀλλήλων διεστώσας διάστημα αὗται μέχρι τοῦ χείλους διήκουσαι τοῦ ποτηρίου καὶ μικρὸν μετεωριζόμεναι κατὰ μὲν τὴν ἀπόστασιν τοῦ ἀγγείου φυλάττουσι τὴν διάσχισιν, κατὰ δὲ τὸ ἀπολῆγον πρὸς τὴν τοῦ χείλους ἔρεισιν πάλιν συμφύονται. καὶ γίνεται τοῦτον τὸν τρόπον τέσσαρα ὦτα. τοῦτο δὲ οὐκ ἐπὶ πάντων, ἀλλʼ ἐπʼ ἐνίων ποτηρίων, ἥκιστα δὲ τῶν λεγομένων Σελευκίδων. τὸ δὲ περὶ τῶν δύο πυθμένων λύουσιν οὕτως. τῶν ποτηρίων τινὰ μὲν ἕνα πυθμένα ἔχει τὸν φυσικὸν καὶ συγκεχαλκευμένον τῷ ὅλῳ ποτηρίῳ, ὡς τὰ κυμβία καὶ αἱ φιάλαι καὶ εἴ τι φιαλῶδες τὴν ἰδέαν· τινὰ δὲ δύο ὡς τὰ ᾠοσκύφια, τὰ καρχήσια, αἱ Σελευκίδες· ἕνα μὲν γὰρ εἶναι πυθμένα τὸν κατὰ τὸ κύτος συγκεχαλκευμένον τῷ ὅλῳ ἀγγείῳ, ἕτερον δὲ τὸν πρόσθετον ἀπὸ ὀξέος ἀρχόμενον, καταλήγοντα δὲ εἰς πλατύτερον, ἐφʼ οὗ ἵσταται τὸ ποτήριον. καὶ τὸ τοῦ Νέστορος οὖν δέπας φασὶν εἶναι τοιοῦτον. δύναται δὲ καὶ δύο πυθμένας ὑποτίθεσθαι, τὸν μὲν οἷον τοῦ ποτηρίου φέροντα τὸν ὅλον ὄγκον καὶ κατὰ μείζονα κυκλοειδῆ περιγραφὴν ἔξαρσιν ἔχοντα τοῦ ὕψους σύμμετρον, τὸν δὲ κατʼ ἐλάττω κύκλον συνεχόμενον ἐν κύκλῳ μείζονι, καθʼ ὅσον συννεύειν συμβέβηκεν εἰς ὀξὺ τὸν φυσικὸν τοῦ ποτηρίου πυθμένα, ὥστε ὑπὸ δυοῖν πυθμένοιν τὸ ἔκπωμα φέρεσθαι, Διονύσιος δὲ ὁ Θρᾲξ ἐν Ῥόδῳ λέγεται τὴν Νεστορίδα κατασκευάσαι τῶν μαθητῶν αὐτῷ συνενεγκάντων τἀργύριον· ὅ φασι σκύφον εἶναι παρακειμένως ἔχοντα τὰ ὦτα, καθάπερ αἱ δίπρῳροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστεράς· ὡσπερεὶ δέ τινα ῥοπάλια δύο ὑποκεῖσθαι τῷ ποτηρίῳ πλάγια διὰ μήκους· ταῦτα δʼ εἶναι τοὺς δύο πυθμένας. ὁποῖόν τι ἦν ἐν Καπύῃ πόλει τῆς Καμπανίας ἀνακείμενον τῇ Ἀρτέμιδι ποτήριον, ὅ φασιν ἐκεῖνοι Νέστορος γεγονέναι. ἐγὼ δέ, φησὶν ὁ Μυρλεανός, τάδε λέγω περὶ τοῦ ποτηρίου. οἱ παλαιοὶ καὶ τὰ περὶ τροφὴν πρῶτοι διαταξάμενοι τοῖς ἀνθρώποις, πειθόμενοι τὸν κόσμον εἶναι σφαιροειδῆ, λαμβάνοντες ἐκ τε τοῦ ἡλίου καὶ τῆς σελήνης σχήματος ἐναργεῖς φαντασίας, ἀφομοιοῦν εἶναι δίκαιον ἐνόμιζον. διὸ τὴν τράπεζαν κυκλοειδῆ κατεσκευάσαντο καὶ τοὺς τρίποδας τοὺς τοῖς θεοῖς καθαγιζομένους κυκλοτερεῖς καὶ ἀστέρας ἔχοντας, οὓς καὶ καλοῦσι σελήνας. καὶ τὸν ἄρτον δʼ ἐκάλεσαν ὅτι τῶν σχημάτων ὁ κύκλος ἀπήρτισται καὶ ἔστι τέλειος. καὶ τὸ ποτήριον οὖν τὸ δεχόμενον τὴν ὑγρὰν τροφὴν κυκλοτερὲς ἐποίησαν κατὰ μίμησιν τοῦ κόσμου. τὸ δὲ τοῦ Νέστορος ποτήριον καὶ ἰδιαίτερόν ἐστιν. ἔχει γὰρ καὶ ἀστέρας, οὓς ἥλοις ὁ ποιητὴς ὀνομάζει διὰ τὸ τοὺς ἀστέρας περιφερεῖς εἶναι τοῖς ἥλοις ὁμοίως καὶ ἐμπεπηγέναι τῷ οὐρανῷ, ὡς Ἄρατός φησιν· οὐρανῷ αἰὲν ἄρηρεν ἀγάλματα νυκτὸς ἰούσης. περιττῶς δὲ καὶ τοῦτʼ ἔφρασεν ὁ ποιητής, τοὺς χρυσοῦς ἥλους παρατιθεὶς τῇ τοῦ ἀργυροῦ ἐκπώματος φύσει, τὴν τῶν ἀστέρων καὶ τοῦ οὐρανοῦ ἐκτυπῶν κατὰ τὴν ἰδέαν τῆς χρόας οὐσίαν. ὁ μὲν γὰρ οὐρανὸς ἀργύρῳ προσέοικεν, οἱ δʼ ἀστέρες χρυσῷ διὰ τὸ πυρῶδες. ὑποθέμενος οὖν κατηστερισμένον τὸ τοῦ Νέστορος ποτήριον μεταβαίνει καὶ ἐπὶ τὰ κράτιστα τῶν ἀπλανῶν ἀστέρων, οἷς δὴ τεκμαίρονται τὰ περὶ ζωὴν οἱ ἄνθρωποι. λέγω δὲ τὰς πελειάδας· ὅταν γὰρ εἴπῃ· δύο δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο, πελειάδας οὐ σημαίνει τὰς ὄρνιθας, ὥς τινες ὑπονοοῦσι περιστερὰς εἶναι, ἁμαρτάνοντες. ἕτερον γὰρ εἶναί φησιν Ἀριστοτέλης πελειάδα καὶ ἕτερον περιστεράν. πελειάδας δʼ ὁ ποιητὴς καλεῖ νῦν τὰς Πλειάδας, πρὸς ἃς σπόρος τε καὶ ἄμητος καὶ τῶν καρπῶν, ἀρχὴ γενέσεως καὶ συναιρέσεως, ὡς Ἡσίοδος· Πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων ἄρχεσθʼ ἀμήτοιο, ἀρότοιο δὲ δυσομενάων. καὶ Ἄρατος· αἳ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλʼ ὀνομασταὶ ἦρι καὶ ἑσπέριαι, Ζεὺς δʼ αἴτιος, εἱλίσσονται· ὃς καί σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο σημαίνειν ἐπένευσεν ἐπερχομένου τʼ ἀρότοιο. τὰς οὖν τῶν καρπῶν γενέσεως καὶ τελειώσεως προσημαντικὰς Πλειάδας οἰκείως ἐνετόρνευσε τῷ τοῦ σοφωτάτου Νέστορος ὁ ποιητὴς ποτηρίῳ· καὶ γὰρ τοῦτο τῆς ἑτέρας τροφῆς δεκτικὸν ἀγγεῖον. διὸ καὶ τῷ Διὶ τὴν ἀμβροσίαν τὰς πελειάδας φέρειν φησὶν ἐν Ὀδυσσείᾳ. οὐ τὰς πελειάδας τὰς ὄρνις, ὡς πολλοὶ νομίζουσιν — ἄσμενον γάρ —, ἀλλὰ τὰς Πλειάδας. οἰκεῖον γὰρ τὰς προσημαινούσας τὰς ὥρας τῷ τῶν ἀνθρώπων γένει, ταύτας καὶ τὴν ἀμβροσίαν τῷ Διὶ φέρειν. διὸ ἀπὸ τῶν πτηνῶν αὐτὰς χωρίζει· τῇ μέν τʼ οὐδὲ ποτατὰ παρέρχεται οὐδὲ Πέλειαι. ὅτι δὲ τὰς Πλειάδας τῶν ἐνδοξοτάτων καὶ ἀπλανῶν ἄστρων ὑπείληφε, δῆλον ἐκ τοῦ προτάττειν αὐτὰς κατὰ τὴν τῶν ἄλλων συναρίθμησιν· ἐν δὲ τὰ τείρεα πάντα, Πληιάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος ἄρκτον τε. ἐπλανήθησαν δʼ οἱ πολλοὶ νομίζοντες τὰς Πλειάδας ὄρνις εἶναι, πρῶτον μὲν ἐκ τοῦ ποιητικοῦ σχηματισμοῦ τοῦ κατὰ πρόσθεσιν γράμματος· ἔπειτα δʼ ὅτι καὶ τὸ τρήρωνες μόνων ἐδέξαντο ἐπίθετον εἶναι τῶν πελειάδων, ἐπεὶ διὰ τὴν ἀσθένειαν εὐλαβὴς ἡ ὄρνις αὕτη. τρεῖν δʼ ἐστὶ τὸ εὐλαβεῖσθαι. πιθανὸν δʼ ἐστὶ τὸ ἐπίθετον καὶ ἐπὶ τῶν Πλειάδων τιθέμενον· μυθεύονται γὰρ καὶ αὗται τὸν Ὠρίωνα φεύγειν, διωκομένης τῆς μητρὸς αὐτῶν Πληιόνης ὑπὸ τῶν Ὠρίωνος. ἡ δὲ τοῦ ὀνόματος ἐκτροπή, καθʼ ἣν αἱ Πλειάδες λέγονται Πέλειαι καὶ Πελειάδες, παρὰ πολλοῖς ἐστι τῶν ποιητῶν. πρώτη γοῦν ἡ Βυζαντία Μοιρὼ φάσκει τὴν ἀμβροσίαν τῷ Διὶ τὰς Πλειάδας κομίζειν. Σιμωνίδης δὲ Πελειάδας οὐρανίας τὰς Πλειάδας φησί. καὶ Πίνδαρος δέ φησιν· ὀρίαν Πελειάδων μὴ τηλόθι ὁ Ἀρίων ἀνεῖσθαι. σύνεγγυς γὰρ ὁ Ὠρίων τῇ ἀστροθεσίᾳ τῶν Πλειάδων· διὸ καὶ ὁ περὶ ταύτας μῦθος, ὅτι φεύγουσι μετὰ τῆς μητρὸς Πλειόνης τὸν Ὠρίωνα· ὀρίας δὲ λέγει τὰς Πλειάδας ἐν ἴσῳ τῷ οὐρίας κατὰ παράλειψιν τοῦ υ, ἐπεὶ κεῖνται ἐπὶ τῆς οὐρᾶς τοῦ ταύρου. καὶ Αἰσχύλος δὲ ἐκφανέστερον προσπαίζων τῷ ὀνόματι κατὰ τὴν ὁμοφωνίαν φησίν· ἄπτεροι Πλειάδες. καὶ Μοιρὼ περὶ Διὸς λέγει· Ζεὺς δʼ ἄρʼ ἐνὶ Κρήτῃ τρέφετο. καὶ ὅτι ἔτρεφον αὐτὸν ὑπὸ ζαθέῳ ἄντρῳ τρήρωνες ἀμβροσίην φορέουσαι ἀπʼ Ὠκεανοῖο ῥοάων· νέκταρ δʼ ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων γαμφηλῇς φορέεσκε Διὶ μητιοέντι. τὸν καὶ νικήσας Κρόνον εὐρύοπα Ζεὺς ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν. ὣς δʼ αὔτως τρήρωσι πελειάσιν ὤπασε τιμήν, αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσι. Λαμπροκλῆς τέ φησιν· αἳ ποταναῖς ὁμώνυμοι πελειάσιν αἰθέρι κεῖνται. οὐδὲν οὖν ἄπιστον καὶ Ὅμηρον τὰς Πλειάδας ποιητικῷ νόμῳ πελειάδας ὠνομακέναι. ἀποδεδειγμένου οὖν τοῦ ὅτι Πλειάδες ἦσαν ἐντετορευμέναι τῷ ποτηρίῳ, καθʼ ἕκαστον τῶν ὤτων δύο ὑποθετέον, εἴτε βούλεταί τις ὀρνιθοφυεῖς κόρας εἴτʼ αὖ καὶ ἀνθρωποειδεῖς, ἄστροις δὲ πεποικιλμένας. τὸ μέντοι ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο οὐχ ὡς περὶ ἓν ἕκαστον ἀκουστέον. γενήσονται γὰρ οὕτως ὀκτὼ τὸν ἀριθμόν· ἀλλʼ ἐπείπερ ἔσχισται μὲν ἑκάτερον τῶν ὤτων εἰς δύο σχίσεις, τούτων δʼ αὖ συνάφεια κατὰ τὴν τελευταίαν ὑπόληξιν, ἕκαστον μὲν ἂν λέγοιτο καθὸ τέσσαρες αἱ πᾶσαι σχίσεις τῶν ὤτων. ἑκάτερον δὲ καθὸ συμφυῆ πάλιν ἐπὶ τέλει γίνονται τῆς ἀναστάσεως αὐτῶν. ὅταν οὖν εἴπῃ· δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο, δύο δʼ ὑπὸ πυθμένες ἦσαν, καθʼ ἑκατέραν σχίσιν τῶν ὤτων ἀκουσόμεθα μίαν πελειάδα· ἃς δοιὰς εἶπε καθὸ συμφυεῖς εἰσιν ἀλλήλαις καὶ συνεζευγμέναι. τὸ γὰρ δοιοὶ καὶ δοιαὶ σημαίνει καὶ τὸ κατʼ ἀριθμὸν εἶδος, οἷον· δοιὼ θεράποντε καὶ δοιοὺς τρίποδας. σημαίνει δὲ καὶ τὸ συμφυὲς καὶ συνεζευγμένον κατʼ ἀριθμόν. δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους ἐξ ὁμόθεν πεφυῶτας. ἔπειθʼ ὅταν ἐπενέγκῃ τὸ δύο δʼ ὑπὸ πυθμένες ἦσαν, ἀκουστέον οὐ πυθμένας δύο οὐδὲ κατὰ διαίρεσιν ἀναγνωστέον, ὡς ὁ Θρᾲξ Διονύσιος, ἀλλὰ κατὰ σύνθετον ὑποπυθμένες, ὅπως ἐπὶ τῶν πελειάδων ἀκούσωμεν, ὅτι τέσσαρες μὲν ἦσαν ἐπὶ τῶν ὤτων, δύο δὲ ὑποπυθμένες, τοῦτʼ ἔστιν ὑποπυθμένιοι, ὥστε διακρατεῖσθαι τὸ δέπας ὑπὸ δυεῖν Πελειάδων ὑποκειμένων τῷ πυθμένι, ἓξ δὲ τὰς πάσας γενέσθαι Πλειάδας, ἐπείπερ ὁρῶνται τοσαῦται, ὡς καὶ Ἄρατος· ἑπτὰ δʼ ἐκεῖναι ἐπιρρήδην καλέονται, ἓξ οἷαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν. τὸ ὁρώμενον οὖν ἐν τοῖς ἄστροις καὶ ἐν τῇ φαινομένῃ κατασκευῇ προσηκόντως ἐτόρευσεν. ἐν δὲ τῷ· τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι τρήρωνες αἱ τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν. ἀλλὰ καὶ τῶν αἰεὶ ἀφαιρεῖται λὶς πέτρη. ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι, ὑπὸ τῆς ὀξύτητος τῶν πλαγκτῶν πετρῶν καὶ τῆς λειότητος ἀφαιρεῖσθαι λέγει μίαν τῶν Πλειάδων, ἄλλην δὲ πρὸς τοῦ Διὸς ἐνίεσθαι χάριν τοῦ σῴζειν τὸν ἀριθμὸν αὐτῶν, ποιητικῶς αἰνιττόμενος ὅτι τῶν Πλειάδων ἓξ ὁρωμένων ὅμως ὁ ἀριθμὸς αὐτῶν οὐκ ἀπόλλυται, λέγονται δὲ καὶ τῷ ἀριθμῷ καὶ τοῖς ὀνόμασιν ἑπτά. πρὸς δὲ τοὺς λέγοντας οὐκ οἰκείως τῷ ποτηρίῳ ἐντετυπῶσθαι τὰς Πλειάδας, ξηρῶν τροφῶν οὔσας σημαντικάς, λεκτέον ὅτι τὸ δέπας ἀμφοτέρων τῶν τροφῶν ἐστι δεκτικόν. κυκεὼν γὰρ ἐν αὐτῷ γίνεται· τοῦτο δʼ ἐστὶ πόσις ἐν τῷ κράματι τυρὸν ἔχουσα καὶ ἄλφιτον· ἄμφω δὲ ταῦτα κυκώμενα καὶ οὕτω πινόμενα λέγει ὁ ποιητὴς ἐν τῷ· τοῖσι δὲ τεῦχε κυκεῶ ἐϋπλόκαμος Ἑκαμήδη καὶ τὰ ἑξῆς. τὸ δέ· ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν, οὐκ ἀκουστέον ἐπὶ μόνων Μαχάονος καὶ Νέστορος, ὡς οἴονταί τινες λέγοντες· ἀλλʼ ὃς μὲν μογέων, ἐπὶ Μαχάονος τὸ μογέων ἡγεῖσθαι νομίζοντες. ὅτι γὰρ καθʼ Ὅμηρον ὁ Μαχάων οὐ τέτρωται ἐν ἄλλοις δειχθήσεται. ἀγνοοῦσι δʼ ὅτι ἐπὶ τούτων οὐκ ἄλλος, ἀλλʼ ἕτερος εἶπεν ἂν Ὅμηρος. δύο γὰρ οὗτοι πίνουσιν. ἐπεὶ δὲ δύο τὸ ἕτερος, ὡς τὸ οἴσετε δʼ ἄρνʼ ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν. ἔπειτα δὲ τὸ ὃς ἀντὶ προτακτικοῦ τοῦ ὃ Ὅμηρος οὐδέποτε τίθησι· τοὔμπαλιν δʼ ἀντὶ τοῦ ὃς ὑποτακτικοῦ παραλαμβάνει τὸ προτακτικὸν ὅ· Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν. ἐλλείπει οὖν τὸ τίς μόριον. τὸ γὰρ πλῆρές ἐστιν· ἄλλος μέν τις μογέων ἀποκινήσασκε τραπέζης μέγα ὂν κατὰ τὸ κύτος καὶ βαρὺ τὴν ὁλκὴν, Νέστωρ δʼ ὁ γέρων φιλοπότης ὢν ἐκ τῆς συνεχοῦς συνηθείας ῥᾳδίως βαστάζειν ἔσθενεν. τί δὲ καὶ Διομήδους καὶ Αἴαντος καὶ Ἀχιλλέως γενναιότερον ἀείρει τὸ δέπας ὁ τῇ ἡλικίᾳ προβεβηκὼς Νέστωρ, φησὶ Σωσίβιος καὶ λύει αὐτὸς τῇ ἀναστροφῇ ἀπὸ τοῦ μέσου ἐξελὼν τὸ γέρων ὡς ἂν λέγῃ· ἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε τραπέζης, ὁ δὲ Νέστωρ μόνος τῶν λοιπῶν πρεσβυτῶν φαίνεται τὸ δέπας ἀμογητὶ ἀείρων. ταῦτα ὁ θαυμάσιος λυτικὸς Σωσίβιος, ὃν οὐκ ἀχαρίτως διέπαιζεν διὰ τὰς πολυθρυλλήτους ταύτας καὶ τὰς τοιαύτας λύσεις Πτολεμαῖος ὁ Φιλάδελφος. λαμβάνοντος γὰρ αὐτοῦ σύνταξιν βασιλικήν, μεταπεμψάμενος τοὺς ταμίας, ἐκέλευσεν, ἐὰν παραγένηται ὁ Σωσίβιος ἐπὶ τὴν ἀπαίτησιν τῆς συντάξεως λέγειν αὐτῷ ὅτι ἀπείληφε. καὶ μετʼ οὐ πολὺ παραγενομένῳ καὶ αἰτοῦντι εἰπόντες δεδωκέναι τὰς ἡσυχίας ἦγον, ὃ δὲ τῷ βασιλεῖ προσελθὼν κατεμέμφετο τοὺς ταμίας. ὁ δὲ βασιλεὺς ἥκειν αὐτοὺς κελεύσας μετὰ τῶν βιβλίων, ἐν οἷς αἱ ἀναγραφαί εἰσι τῶν τὰς συντάξεις λαβόντων, λαβὼν ταύτας εἰς χεῖρας καὶ κατιδὼν ἔφη καὶ αὐτὸς εἰληφέναι αὐτὸν ταύτας οὕτως· ἦν ὀνόματα ἐγγεγραμμένα ταῦτα, Σωτῆρος Σωσιγένους Βίωνος Ἀπόλλωνος· εἰς ἃ ἀποβλέψας ὁ βασιλεὺς εἶπεν· ὦ θαυμάσιε λυτικέ, ἐὰν ἀφέλῃς τοῦ Σωτῆρος τὸ σω, καὶ Σωσιγένους τὸ σι καὶ τοῦ Βίωνος τὴν πρώτην συλλαβὴν καὶ τὴν τελευταίαν τοῦ Ἀπόλλωνος, εὑρήσεις σαυτὸν ἀπειληφότα τὰς σὰς ἐπινοίας. καὶ ταῦτα οὐχ ὑπʼ ἄλλων, ἀλλὰ τοῖς σαυτοῦ πτεροῖς ἁλίσκῃ κατὰ τὸν θαυμάσιον Αἰσχύλον.

ὅλμος. ποτήριον κερατίου τρόπον εἰργασμένον, ὕψος ὡς πυγονιαῖον.

ὀξύβαφον. ἡ κοινὴ συνήθεια τὸ ὄξους δεκτικὸν σκεῦος· ἔστι δὲ καὶ ὄνομα ποτηρίου. Κρατῖνος· οὐδʼ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται. Ἀντιφάνης δὲ εἶδος κύλικος μικρᾶς κεραμέας αὐτὸ παρίστησιν· ἐξ ὀξυβάφων κεραμέων ἐπίνομεν. καὶ τὸ τοῖς ἀποκοτταβίζουσι δὲ ὀξύβαφον τιθέμενον εἰς ὃ τὰς λάταγας ἐγχέουσιν οὐκ ἄλλο τι ἂν εἴη ἢ ἐκπέταλον ποτήριον. ποτήριον δέ τι καὶ ἡ οἰνιστηρία.

ὄλλιξ. ξύλινον ποτήριον. Παναθηναϊκόν.

πρόαρον κρατὴρ ξύλινος, εἰς ὃν τὸν οἶνον κιρνῶσιν Ἀττικοί. Πάμφιλος· κοίλοις ἐν προάροις.

πέλλα. ἀγγεῖον σκυφοειδές, πυθμένα ἔχον πλατύτερον, εἰς ὃ ἔμελγον τὸ γάλα. Ὅμηρος· εὐγλαγέας κατὰ πέλλας. παρʼ Ἱππώνακτι δὲ πελλίς· ἐκ πελλίδος πίνοντες. οὐ γὰρ ἦν αὐτοῖς κύλιξ, ὁ παῖς γὰρ ἐμπεσὼν κατήραξε. Φοῖνιξ δʼ ὁ Κολοφώνιος πελλίδα φησὶ χρυσῆν, ἤτοι φιάλην. κατὰ δὲ Κλείταρχον παρὰ Θεσσαλοῖς καὶ Αἰολεῦσι πελλητὴρ ὁ ἀμολγεύς, πέλλα δὲ τὸ ποτήριον. Βοιωτοὶ δὲ τὴν κύλικα πενταπλόαν φασὶν ὡς Φιλητᾶς. Ἀριστόδημος δέ φησιν Ἀθήναζε ἀγῶνα ἐπιτελεῖσθαι τῶν ἐφήβων δρόμου· τρέχειν δʼ αὐτοὺς ἔχοντας ἀμπέλου κλάδον κατάκαρπον τὸν καλούμενον ὦσχον. τρέχουσι δʼ ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου ἄχρι τοῦ τῆς Σκιράδος Ἀθηνᾶς, καὶ ὁ νικήσας λαμβάνει κύλικα τὴν λεγομένην πενταπλόαν οὕτω λεγομένην καθʼ ὅσον οἶνον ἔχει καὶ μέλι καὶ τυρὸν καὶ ἄλφιτα καὶ ἐλαίου βραχύ.

πένταχνον. ποτήριον ἐκπέταλον. Ἀριστοφάνης· πάντες δʼ ἔνδον πεταχνευταί.

πλημοχόη. σκεῦος κεραμοῦν βεμβικῶδες ἑδραῖον ἡσυχῇ, ᾧ ἐχρῶντο ἐν Ἐλευσῖνι τῇ τελευταίᾳ τῶν μυστηρίων ἡμέρᾳ, ἣν καὶ ἀπʼ αὐτοῦ Πλημοχόας καλοῦσι· ἐν ᾗ δύο πλημοχόας πλήσαντες τὴν μὲν πρὸς ἀνατολήν, τὴν δὲ πρὸς δύσιν ἀνιστάμενοι ἀνατρέπουσιν ἐπιλέγοντες ῥῆσιν μυστικήν.

πρίστις ποτηρίου εἶδος.

προχύτη. εἶδος ἐκπώματος. Ἴων· ἡμῖν δὲ κρητῆρι οἰνοχόοι θεράποντες κιρνάντων προχύταισιν ἐν ἀργυρέοις. Φιλητᾶς δὲ ξύλινον ἀγγεῖον, ἀφʼ οὗ τοὺς ἀγροίκους πίνειν. Ξενοφῶν δʼ ἐν ὀγδόῳ Παιδείας προχοΐδας τινὰς λέγει. ἦν δέ, φησίν, τοῖς Πέρσαις νόμιμον μὴ προχοΐδας εἰσφέρεσθαι εἰς τὰ συμπόσια· νῦν δὲ τὸ μὲν μὴ εἰσφέρεσθαι ἔτι αὖ καταμένει· τοσοῦτον δὲ πίνουσιν ὥστε ἀντὶ τοῦ εἰσφέρειν αὐτοὶ ἐκφέρονται, ἐπειδὰν μηκέτι δύνωνται ὀρθούμενοι ἐξιέναι.

προυσίας. ἔξορθον ποτήριον τὴν προσηγορίαν σχὸν ἀπὸ Προυσίου τοῦ Βιθυνίας βασιλεύσαντος καὶ ἐπὶ τρυφῇ καὶ μαλακίᾳ διαβοήτου.

ῥέοντα. ποτήριά τινα. Ἀστυδάμας· ῥέοντα δώδεκα, τόσα ἀργυρᾶ, δύο δὲ χρυσᾶ, γρυψί, τὸ δʼ ἕτερον Πήγασος.

ῥυσίς. φιάλη χρυσῆ. τῶν ᾀδομένων δὲ καὶ ἡ ῥοδιάς.

ῥυτόν. βραχύνεται καὶ ὀξύνεται. Δίφιλος· τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν. καὶ πάλιν· ῥυτὸν χωροῦντα δύο χόας, ὃν οὐδʼ ἂν ἐλέφας ἐκπίῃ. ἐγὼ τοῦτο πέπωκα πολλάκις. ἐκαλεῖτο δὲ πρότερον κέρας. δοκεῖ σκευοποιηθῆναι ὑπὸ πρώτου τοῦ Φιλαδέλφου φόρημα γενέσθαι τῶν Ἀρσινόης εἰκόνων. τῇ γὰρ εὐωνύμῳ χειρὶ ἐκείνη τοιοῦτον φέρει δημιούργημα πάντων τῶν ὡραίων πλῆρες, ἐμφαινόντων τῶν δημιουργῶν ὡς καὶ τοῦ τῆς Ἀμαλθείας ἐστὶν ὀλβιώτερον τὸ κέρας τοῦτο. Θεοκλῆς· ἐθύσαμεν σήμερον Σωτήρια πάντες οἱ τεχνῖται· μεθʼ ὧν πιὼν τοδὶ κέρας ὡς τὸν φίλτατον βασιλέα πάρειμι. Θεόφραστος δʼ ἐν τῷ περὶ Μέθης τὸ ῥυτόν φησι ποτήριον τοῖς ἥρωσιν ἀποδίδοσθαι. Δωρόθεος δὲ τὰ ῥυτὰ κέρασιν ὅμοια εἶναι, διατετρημένα δʼ εἶναι, ἐξ ὧν κρουνιζόντων λεπτῶς κάτωθεν πίνουσιν, ὠνομάσθαι δὲ ἀπὸ τῆς ῥύσεως.

σαννάκρα. ὡς Κράτης φησὶν ἔκπωμα Περσικόν. Φιλήμων· σαννάκρα ἱπποτραγέλαφοι, βατιάκια, σαννάκια, προσπαίζων τῇ γελοιότητι τοῦ ὀνόματος. σελευκίς. ἀπὸ Σελεύκου βασιλέως. φησὶ δὲ Πολέμων· ποτήρια παραπλήσια Σελευκίς, Ῥοδιάς, Ἀντιγονίς. σκύφος ὡς λύχνος, ἔστι δὲ καὶ οὐδέτερον ὡς τεῖχος. Ἡσίοδος δʼ ἐν τῷ δευτέρῳ Μελαμποδίας μετὰ τοῦ π σκύπφον φησί· πλήσας δʼ ἀργύρεον σκύπφον φέρε, δῶκε δʼ ἄνακτι. καὶ Ἀνακρέων δὲ μετὰ τοῦ π φησίν. ὅτι κυρίως προπίνειν τὸ πρὸ ἑαυτοῦ διδόναι τινί, ὡς Ὀδυσσεὺς παρʼ Ὁμήρῳ τῇ Ἀρήτῃ καὶ ἐν Ἰλιάδι Ὀδυσσεὺς δείδεκτʼ Ἀχιλλῆα. πληροῦντες γὰρ προέπινον ἀλλήλοις μετὰ προσαγορεύσεως. Εὐριπίδης· σκύφος τε μακρός, ἀρσενικῶς. καὶ Σιμωνίδης οὐατόεντα σκύφον. Ἴων δὲ οὐδετέρως· οἶνος οὐκ ἔνι ἐν τῷ σκύφει. καὶ Ἐπίχαρμος· φέρʼ ἐγχέας εἰς τὸ σκύφος. καὶ Φαίδιμος· δουράτεόν τε σκύφος εὐρὺ μελιζώροιο ποτοῖο. τὸ δὲ παρʼ Ὁμήρῳ Ἀριστοφάνης μὲν γράφει· πλησάμενος δʼ ἄρα οἱ δῶκε σκύφος, ᾧπερ ἔπινεν. Ἀρίσταρχος δὲ σκύφον, ᾧπερ ἔπινεν. ἔστι δὲ κατʼ Ἀσκληπιάδην ποιμενικώτερον ἀγγεῖον. Αἰσχύλος δέ φησί που· ποῦ μοι τὰ πολλὰ δῶρα κἀκροθίνια; ποῦ χρυσότευκτα κἀργυρᾶ σκυφώματα; Στησίχορος δὲ περὶ Ἡρακλέους· σκύφιον λαβὼν δέπας ἔμμετρον ὡς τριλάγυνον πίʼ ἐπισχόμενος, τό ῥά οἱ παρέθηκε Λόφος κεράσας. λάγυνον δὲ μέτρου ὄνομα παρʼ Ἕλλησιν, ὡς χοὸς καὶ κοτύλης, χωροῦν κοτύλας Ἀττικὰς δώδεκα. ἔστι δὲ καὶ ἐν Πάτραις ἡ λάγυνος. εἴρηται δὲ καὶ ἀρσενικῶς. Νικόστρατος· λάγυνος τρίχους, καί· τὸν μεστὸν ἡμῖν φέρε λάγυνον, καί· δυσχερὴς λάγυνος οὗτος πλησίον ὄξους. καὶ Δίφιλος· λάγυνον ἔχω κενόν, ὦ γραῦ, θύλακον δὲ μεστόν. Ἀριστοτέλης δὲ ἐν τῇ Θετταλῶν Πολιτείᾳ θηλυκῶς λέγει τὴν λάγυνον. ἀλλαχοῦ δὲ Δίφιλος οὐδετέρως λαγύνιον. τὸ δὲ παρὰ Στησιχόρῳ ἔμμετρον ὡς τριλάγυνον τὴν τῶν τριῶν γενῶν ἀμφιβολίαν ἔχει. σκύφος δʼ ὠνομάσθη ἀπὸ τῆς σκαφίδος, ἥ ἐστιν ἀγγεῖον ξύλινον στρογγύλον γάλα καὶ ὀρρὸν δεχόμενον. Ὅμηρος· γαυλοί τε σκαφίδες τε τοῖς ἐνάμελγεν. εἰ μή που σκύφος εἴη οἷον σκύθος τις διὰ τὸ τοὺς Σκύθας περαιτέρω τοῦ δέοντος μεθύσκεσθαι. Ἱερώνυμος δὲ καὶ τὸ μεθύσαι σκυθίσαι φησί· συγγενὲς γὰρ εἶναι τὸ φ τῷ θ. ὕστερον δὲ κατὰ μίμησιν εἰργάσαντο κεραμέους καὶ ἀργυροῦς σκύφους. ὧν πρῶτοι ἐγένοντο καὶ κλέος ἔλαβον οἱ Βοιώτιοι, χρησαμένου διὰ τὰς στρατείας πρώτου Ἡρακλέους τῷ γένει· διὸ καὶ Ἡρακλεωτικοὶ καλοῦνται. ἔχουσι δὲ καὶ διαφορὰν πρὸς τοὺς ἄλλους, ἔπεστι γὰρ ἐπὶ τῶν ὤτων αὐτοῖς ὁ λεγόμενος Ἡράκλειος δεσμός. μετὰ δὲ τούτους διήνεγκαν οἱ Ῥοδιακοί. τρίτοι δʼ εἰσὶν οἱ Συρακόσιοι. καλεῖται δʼ ὑπὸ Ἠπειρωτῶν λυρτός, ὑπὸ δὲ Μεθυμναίων σκύθος. ἐκαλεῖτο δὲ καὶ Δερκυλλίδας ὁ Λακεδαιμόνιος σκύθος. Ἔφορος· Λακεδαιμόνιοι Δερκυλλίδαν ἔπεμψαν εἰς τοὺς ἐν Ἀσίᾳ πάντα μετὰ δόλου πράττοντας βαρβάρους ἥκιστα νομίζοντες ἐξαπατηθήσεσθαι· ἦν γὰρ οὐδὲν ἐν τῷ τρόπῳ Λακωνικὸν οὐδʼ ἁπλοῦν ἔχων, ἀλλὰ πολὺ τὸ πανοῦργον καὶ τὸ θηριῶδες. διὸ καὶ Σκύθον αὐτὸν οἱ Λακεδαιμόνιοι προσηγόρευον.

ταβαίτη. ξύλινον ποτήριον καὶ τραγέλαφος δὲ καὶ τριήρης καὶ ὑαστικόν.

φιάλη. ἀμφίθετος παρʼ Ὁμήρῳ οὐ τὸ ποτήριον, ἀλλὰ χάλκεόν τι ἐκπέταλον λεβητῶδες. ἴσως δύο ὦτα ἔχον ἐξ ἀμφοτέρων τῶν μερῶν. Παρθένιος δὲ φιάλην ἀκούει ἀπύθμενον. Ἀπολλόδωρος δʼ ὁ Ἀθηναῖος τὴν κατὰ τὸν πυθμένα μὴ δυνάμενον τίθεσθαι καὶ ἐρείδεσθαι, ἀλλὰ κατὰ στόμα. τινὲς δέ φασιν, ὃν τρόπον ἀμφιφορεὺς λέγεται ὁ ἀμφοτέρωθεν κατὰ τὰ ὦτα δυνάμενος φέρεσθαι, οὕτω καὶ ἀμφίθετος φιάλη. Ἀρίσταρχος δὲ τὴν δυναμένην ἐξ ἀμφοτέρων τῶν μερῶν τίθεσθαι, κατὰ τὸν πυθμένα καὶ κατὰ τὸ στόμα. Διονύσιος δʼ ὁ Θρᾲξ τὴν στρογγύλην, τὴν ἀμφιθέουσαν κυκλοτερεῖ τῷ σχήματι. Ἀσκληπιάδης δὲ ὁ Μυρλεανός· ἡ μὲν φιάλη, φησί, κατʼ ἀντιστοιχίαν ἐστὶ πιάλη, ἡ τὸ πιεῖν ἅλις ἔχουσα· μείζων γὰρ τοῦ ποτηρίου. ἡ δὲ ἀμφίθετος καὶ ἀπύρωτος ἢ ψυχρήλατος ἢ ἐπὶ πῦρ οὐκ ἐπιτιθεμένη, καθότι καὶ λέβητα καλεῖ ὁ ποιητὴς τὸν μὲν ἐμπυριβήτην, τὸν δὲ ἄπυρον· τὸν δὲ δεχόμενον ἴσως ψυχρόν, ὥστε καὶ τὴν φιάλην εἶναι χαλκείῳ προσεοικυῖαν ἐκπετάλῳ, δεχομένην ψυχρὸν ὕδωρ. τὴν δʼ ἀμφίθετον πότερα δύο βάσεις ἔχειν δεῖ νομίζειν ἐξ ἑκατέρου μέρους, ἢ τὸ μὲν ἀμφὶ σημαίνει τὸ περί, τοῦτο δʼ αὖ τὸ περιττόν; ὥστε λέγεσθαι τὸ περιττῶς πεποιημένον ἀμφίθετον, ἐπεὶ τὸ ποιῆσαι θεῖναι πρὸς τῶν ἀρχαίων ἐλέγετο. δύναται δὲ καὶ ἡ ἐπὶ πυθμένα καὶ στόμα τιθεμένη· ἡ δὲ τοιαύτη θέσις τῶν φιαλῶν Ἰωνική ἐστι καὶ ἀρχαία. καὶ Μασσαλιῶται ἔτι τιθέασι τὰς φιάλας ἐπὶ πρόσωπον. Κρατῖνος δὲ φιάλας βαλανειομφάλους καὶ ἕτεροί τινές φασιν. ὅτι, ὡς ὁ αὐτὸς Ἀσκληπιάδης φησίν, οἱ ὀμφαλοὶ αὐτῶν καὶ τῶν βαλανείων οἱ θόλοι ὅμοιοί εἰσιν. Λυκόφρων δέ· ἀπὸ τῶν ὀμφαλῶν τῶν ἐν ταῖς γυναικείαις πυέλοις. Τίμαρχος δέ φησι διότι τὰ πλεῖστα τῶν Ἀθήνησι βαλανείων κυκλοειδῆ ταῖς κατασκευαῖς ὄντα τοὺς ἐξαγωγοὺς ἔχει κατὰ μέσον, ἀφʼ οὗ χαλκοῦς ὀμφαλὸς ἔπεστιν. Ἴων ἐν Ὀμφάλῃ· ἴτʼ ἐκφορεῖτε, παρθένοι, κύπελλα καὶ μεσομφάλους. οὕτω δʼ εἶπε τὰς βαλανειομφάλους. Ἀθηναῖοι δὲ τὰς ἀργυρᾶς φιάλας ἀργυρίδας φασί, τὰς δὲ χρυσᾶς χρυσίδας. Ἕρμιππος· χρυσίδʼ οἴνου πανσέληνον πιὼν ὑφείλετο.

χυτρίδες. Ἄλεξις· ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα χυτρίδιʼ ἀκράτου προσλαβὼν δύο, νῦν μὴ κωμάσω ἄνευ λύχνου πρὸς τὸ τηλικοῦτον φῶς; Ἡρόδοτος ἐν τῇ εʹ φησὶ νόμον θέσθαι Ἀργείους καὶ Αἰγινήτας Ἀττικὸν μηδὲν προσφέρειν εἰς τὰς θυσίας μηδὲ κέραμον, ἀλλʼ ἐκ χυτρίδων ἐπιχωρίων τὸ λοιπὸν αὐτόθι εἶναι πίνειν.

ψυγεὺς ἢ ψυκτήρ. Πλάτων ἐν Συμποσίῳ· ἀλλὰ φέρε, παῖ, φάναι τὸν ψυκτῆρα ἐκεῖνον, ἰδόντα αὐτὸν πλέον ἢ ὀκτὼ κοτύλας χωροῦντα. Ἄλεξις· τρικότυλον ψυγέα. ἐν ἄλλοις δὲ καὶ ψυκτήριον αὐτὸ καλεῖ.

ψυκτηρίδιόν τε δύʼ ὀβολοὺς ἄγων. Ἡρακλέων δʼ ὁ Ἐφέσιός φησιν· ὃν ἡμεῖς ψυγέα καλοῦμεν, ψυκτηρίαν τινὲς ὀνομάζουσιν. τοὺς δʼ Ἀττικοὺς καὶ κωμῳδεῖν τὸν ψυγέα ὡς ξενικὸν ὄνομα, ὡς Εὐφορίων· ἐπὰν δὲ καλέσῃ ψυγέα τὴν ψυκτηρίαν, τὸ σευτλίον δὲ τεῦτλα, φακέαν δὲ τὴν φακῆν, τί δεῖ ποιεῖν; Διονύσιος δὲ ὁ τοῦ Τρύφωνός φησιν· τὸν ψυγέα ἐκάλουν οἱ ἀρχαῖοι δῖνον. ὁ Θυατειρηνὸς δὲ Νίκανδρος καλεῖσθαί φησι ψυκτῆρας καὶ τοὺς ἀλσώδεις καὶ συσκίους τόπους, ἐν οἷς ἔστιν ἀναψῦξαι. Αἰσχύλος· σαύρας ὑποσκίοισιν ἐν ψυκτηρίοις.

ᾠδός. εἶδος ποτηρίου.

ὠοσκύφιον. διπύθμενον ποτήριον, ὡς ἐν τῷ περὶ Νεστορίδος ἐρρέθη ἕνα μὲν πυθμένα ἔχειν τὸν κατὰ τὸ κύτος αὐτῷ συγκεχαλκευμένον, ἕτερον δὲ τὸν πρόσθετον ἀπὸ ὀξέος ἀρχόμενον, καταλήγοντα δὲ εἰς πλατύτερον, ἐφʼ οὗ ἵσταται τὸ ποτήριον.

ᾠόν. οἶνος κεκραμένος ἐν ᾠῷ χρυσῷ. φιάλαν ὡς εἴ τις ἀφνεᾶς ἀπὸ χειρὸς ἑλὼν ἔνδον ἀμπέλου καχλάζοισαν δωρήσεται, οὐ μόνον νεανίᾳ γαμβρῷ προπίνων, ἀλλὰ καὶ πᾶσι τοῖς φιλτάτοις. ὅτι τὸ περισοβῶ ἐν κύκλῳ τὸ κύκλῳ πίνειν δηλοῖ. Μένανδρος· πίνει τὴν κύκλῳ. καὶ πάλιν· τὸ πρῶτον περισοβεῖ ποτήριον αὐτοῖς ἀκράτου. Εὐριπίδης· τὰ δʼ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ. κρατηρίζωμέν φησιν ἀντὶ τοῦ συμπίνωμεν.

ὅτι ὁ ἥδιστος καὶ χαριέστατος Ξενοφῶν ἐν τῷ Συμποσίῳ φησίν· ὁ δʼ αὖ Σωκράτης εἶπεν· ἀλλὰ πίνειν μέν, ὦ ἄνδρες, καὶ ἐμοὶ πάνυ δοκεῖ. τῷ γὰρ ὄντι ὁ οἶνος ἄρδων τὰς ψυχὰς τὰς μὲν λύπας ὥσπερ ὁ μανδραγόρας ἀνθρώπους κοιμίζει, τὰς δὲ φλόγας ἐγείρει. δοκεῖ μέντοι μοι καὶ τὰ τῶν ἀνθρώπων σώματα τὰ αὐτὰ πάσχειν ἅπερ καὶ τὰ τῶν ἐν γῆ φυομένων. καὶ γὰρ ἐκεῖνα, ὅταν μὲν αὐτὰ ὁ θεὸς ἄγαν ἀθρόως ποτίζῃ, οὐ δύνανται ὀρθοῦσθαι οὐδὲ ταῖς ὥραις διαπλοῦσθαι· ὅταν δὲ ὅσῳ ἥδεται τοσούτῳ πίνῃ, καὶ μάλα ὀρθά τε αὔξεται καὶ θάλλοντα ἀφικνεῖται εἰς καρπογονίαν. οὕτω δὴ καὶ ἡμεῖς, ἢν μὲν ἀθρόον τὸ πότον ἐγχεώμεθα, ταχὺ ἡμῶν καὶ τὰ σώματα καὶ αἱ γνῶμαι σφαλοῦνται, καὶ οὐδʼ ἀναπνεῖν μὴ ὅτι λέγειν δυνησόμεθα· ἢν δὲ ἡμῖν οἱ παῖδες μικραῖς κύλιξι μικρὰ ἐπιψηκάζωσιν, ἵνα καὶ ἐγὼ Γοργείοις ῥήμασιν εἴπω, οὕτως οὐ βιαζόμενοι μεθύειν ὑπὸ τοῦ οἴνου, ἀλλʼ ἀναπειθόμενοι πρὸς τὸ παιγνιωδέστερον ἀφιξόμεθα. εἰς ταῦτά τις ἀποβλέπων τὰ τοῦ καλοῦ Ξενοφῶντος εἴσεται ἣν εἶχε πρὸς αὐτὸν ὁ λαμπρότατος Πλάτων ζηλοτυπίαν, ἢ τάχα φιλονείκως εἶχον ἀρχῆθεν οἱ ἄνδρες πρὸς ἑαυτούς, αἰσθόμενοι τῆς ἰδίας ἑκάτερος ἀρετῆς, καὶ ἴσως καὶ περὶ πρωτείων διεφέροντο, οὐ μόνον ἐξ ὧν περὶ Κύρου εἰρήκασι τεκμαιρομένοις ἡμῖν, ἀλλὰ κἀκ τῶν αὐτῶν ὑποθέσεων. Συμπόσια γὰρ γεγράφασιν ἄμφω. καὶ ἐν αὐτοῖς τὰς αὐλητρίδας ὃ μὲν ἐκβάλλει, ὃ δʼ εἰσάγει· καὶ ὃ μὲν παραιτεῖται πίνειν μεγάλοις ποτηρίοις, ὃ δὲ τὸν Σωκράτη παράγει τῷ ψυκτῆρι πίνοντα μέχρι τῆς ἕω. κἀν τῷ περὶ Ψυχῆς δὲ ὁ Πλάτων καταλεγόμενος ἕκαστον τῶν παρατυχόντων οὐδὲ κατὰ μικρὸν τοῦ Ξενοφῶντος μέμνηται. καὶ περὶ τοῦ Κύρου οὖν ὃ μὲν λέγει ὡς ἐκ πρώτης ἡλικίας ἐπεπαίδευτο πάντα τὰ πάτρια, ὁ δὲ Πλάτων ἐν τρίτῳ Νόμων στρατηγὸν μὲν αὐτὸν ἀγαθὸν οἴεσθαί φησι καὶ φιλόπονον, παιδείας δὲ ὀρθῆς οὐδὲ ἧφθαι τὸ παράπαν. πάλιν ὁ μὲν Ξενοφῶν συναναβὰς Κύρῳ ὡς Πέρσας μετὰ τῶν μυρίων Ἑλλήνων καὶ ἀκριβῶς εἰδὼς τὴν προδοσίαν τοῦ Θεσσαλοῦ Μένωνος, καὶ οἷός τις ἦν τὸν τρόπον, ὡς χαλεπός, ὡς ἀσελγὴς διηγησάμενος φαίνεται. ὁ δὲ καλὸς Πλάτων μονονουχὶ εἰπών· οὐκ ἔστʼ ἔτυμος ὁ λόγος οὗτος, ἐγκώμια αὐτοῦ διεξέρχεται, ὁ τοὺς ἄλλους ἁπαξαπλῶς κακολογήσας, καὶ ἐν μὲν τῇ Πολιτείᾳ Ὅμηρον ἐκβάλλων καὶ τὴν μιμητικὴν ποίησιν, αὐτὸς δὲ τοὺς διαλόγους μιμητικῶς γράψας, ὧν τῆς ἰδέας οὐδʼ αὐτὸς εὑρετής ἐστιν, ἀλλʼ ὁ Τήιος Ἀλεξαμενός, ὡς Ἀριστοτέλης ἐν τῷ περὶ ποιητῶν φησιν. διαβάλλει δὲ Πλάτων καὶ Θρασύμαχον τὸν Χαλκηδόνιον σοφιστὴν ὅμοιον εἶναι λέγων τῷ ὀνόματι, ἔτι δʼ Ἱππίαν, Γοργίαν, Παρμενίδην καὶ ἐν Πρωταγόρᾳ δὲ πολλούς. λέγεται δὲ ὅτι Γοργίας αὐτὸς ἀναγνοὺς τὸν ὁμώνυμον αὐτῷ διάλογον πρὸς συνήθεις ἔφη· ὡς καλῶς οἶδε Πλάτων ἰαμβίζειν. Ἕρμιππος δέ φησιν· ὡς ἐπεδήμησε ταῖς Ἀθήναις Γοργίας μετὰ τὴν τῆς ἑαυτοῦ χρυσῆς εἰκόνος ἐν Δελφοῖς ἀνάθεσιν, εἰπόντος τοῦ Πλάτωνος, ὅτε εἶδεν αὐτόν· ἥκει ἡμῖν ὁ καλός τε καὶ χρυσοῦς Γοργίας, ἔφη ὁ Γοργίας· ἦ καλόν γε αἱ Ἀθῆναι καὶ νέον τοῦτον Ἀρχίλοχον ἐνηνόχασιν. ἄλλοι δέ φασιν ὅτι ἀναγνοὺς τὸν Πλάτωνος διάλογον πρὸς τοὺς παρόντας ἔφη ὅτι οὐδὲν τούτων οὔτʼ εἶπεν οὔτʼ ἤκουσε παρὰ Πλάτωνος. ταὐτά φασιν καὶ Φαίδωνα εἰπεῖν ἀναγνόντα τὸν περὶ Ψυχῆς. διὸ καλῶς ὁ Τίμων περὶ αὐτοῦ ἔφη· ὡς ἀνέπλαττε Πλάτων. Παρμενίδῃ μὲν γὰρ καὶ ἐλθεῖν εἰς λόγους τὸν τοῦ Πλάτωνος Σωκράτην μόλις ἡ ἡλικία συγχωρεῖ. ἀδύνατον δὲ καὶ Φαῖδρον κατὰ Σωκράτην εἶναι. ἀλλὰ μὴν οὐ δύνανται οὐδὲ Πάραλος καὶ Ξάνθιππος οἱ Περικλέους υἱοὶ τελευτήσαντες τῷ λοιμῷ τῷ Πρωταγόρᾳ διαλέγεσθαι. ἐκ πολλῶν δὲ καὶ ἄλλων ἔστι δεῖξαι ὡς ἔπλαττε τοὺς διαλόγους. ὅτι δὲ καὶ δυσμενὴς ἦν πρὸς ἅπαντας, δῆλον ἐξ ὧν πάντας κακολογεῖ πανταχοῦ καὶ τοὺς μεγίστους παρʼ Ἀθηναίοις γενομένους, Ἀριστείδην δὲ καὶ Θεμιστοκλῆς, Μένωνα δʼ ἐπαινεῖ τὸν τοὺς Ἕλληνας προδόντα. ἃ δὲ περὶ Ἀλκιβιάδου εἴρηκεν ἐν τῷ Συμποσίῳ οὐδʼ εἰς φῶς λέγεσθαί ἐστιν ἄξιον, Λακεδαιμονίους δὲ ἐπαινεῖ. ἐπαινεῖ δὲ καὶ τοὺς πάντων Ἑλλήνων ἐχθροὺς Πέρσας καὶ τὸν ἀδελφὸν Ἀλκιβιάδου καὶ Νικίαν μαινόμενόν τε ἀποκαλεῖ καὶ τοὺς υἱοὺς αὐτοῦ ἠλιθίους Μειδίαν τε ὀρτυγοκόπον καὶ τὸν τῶν Ἀθηναίων δῆμον εὐπρόσωπον μὲν εἶναι, δεῖν δʼ αὐτὸν ἀποδύσαντας θεωρεῖν· ὀφθήσεται γάρ, φησί, περίβλεπτον ἀξίωμα περικείμενος κάλλους οὐκ ἀληθινοῦ. ἐν δὲ τῷ Κίμωνι οὐδὲ τῆς Περικλέους φείδεται κατηγορίας οὐδὲ τῆς Ἀλκιβιάδου καὶ Μυρωνίδου, ἀλλʼ οὐδʼ αὐτοῦ Κίμωνος. καὶ ὁ Κρίτων δʼ αὐτοῦ Σοφοκλέους ἔχει καταδρομήν, ὁ δὲ Γοργίας οὐ μόνον ἀφʼ οὗ τὸ ἐπίγραμμα, ἀλλὰ καὶ Ἀρχελάου τοῦ Μακεδονίας βασιλέως, ὃν οὐ μόνον ἐπονείδιστον ἔχειν γένος, ἀλλʼ ὅτι καὶ ἀπέκτεινε τὸν δεσπότην. οὗτος δʼ ἐστὶ Πλάτων, ὃν Σπεύσιππός φησι φίλτατον ὄντα Ἀρχελάῳ Φιλίππῳ τῆς βασιλείας αἴτιον γενέσθαι. Εὐφραῖον γάρ, φησίν, ἀπέστειλε τὸν Ὠρείτην πρὸς τὸν Περδίκκαν Πλάτων, ὃς ἔπεισεν ἀπομερίσαι τινὰ χώραν Φιλίππῳ. διατρέφων δʼ ἐνταῦθα δύναμιν, ὡς ἀπέθανε Περδίκκας, ἐξ ἑτοίμου δυνάμεως ὑπαρχούσης ἐπέπεσε τοῖς πράγμασι. τοῦτο δʼ εἴπερ ἀληθείας οὕτως ἔχει, θεὸς ἂν εἰδείη. καὶ ἐν Μενεξένῳ δὲ πολλοὺς διαβάλλει. ἐπιλίπῃ δʼ ἄν με ἡ ἡμέρα, εἰ πάντας ἐθελήσαιμι λέγειν τοὺς κακῶς ἀκούσαντας ὑπὸ τοῦ σοφοῦ. ἀλλὰ μὴν οὐδʼ Ἀντισθένη ἐπαινῶ· καὶ γὰρ καὶ οὗτος πολλοὺς εἰπὼν κακῶς οὐδʼ αὐτοῦ τοῦ Πλάτωνος ἀπέσχετο, ἀλλὰ καλέσας αὐτὸν Σάθωνα τὸν ταύτην ἔχοντα τὴν ἐπιγραφὴν διάλογον ἐξέδωκεν. ὅτι μετὰ τὴν Σωκράτους τελευτὴν ἐπὶ πλεῖον τῶν συνήθων ἀθυμούντων, ὥς φησιν Ἡγήσανδρος, ἔν τινι συνουσίᾳ Πλάτων συμπαρὼν λαβὼν τὸ ποτήριον παρεκάλει μὴ ἀθυμεῖν αὐτούς, ὡς ἱκανὸς αὐτὸς εἴη ἡγεῖσθαι τῆς σχολῆς, καὶ προέπιεν Ἀπολλοδώρῳ. καὶ ὃς εἶπεν· ἥδιον ἂν παρὰ Σωκράτους τὴν τοῦ φαρμάκου κύλικα εἰλήφειν ἢ παρὰ σοῦ τὴν τοῦ οἴνου πρόποσιν. ἐδόκει γὰρ Πλάτων φθονερὸς εἶναι καὶ κατὰ τὸ ἦθος οὐδαμῶς εὐδοκιμεῖν. καὶ γὰρ Ἀρίστιππον πρὸς Διονύσιον ἀποδημήσαντα ἔσκωπτεν, αὐτὸς τρὶς εἰς Σικελίαν ἐκπλεύσας· ἅπαξ μὲν τῶν ῥυάκων χάριν, ὅτε καὶ τῷ πρεσβυτέρῳ Διονυσίῳ συγγενόμενος ἐκινδύνευσε, δὶς δὲ πρὸς τὸν νεώτερον Διονύσιον. Αἰσχίνου τε πένητος ὄντος καὶ μαθητὴν ἕνα ἔχοντος Ξενοκράτην, τοῦτον περιέσπασεν. καὶ Φαίδωνι δὲ τὴν τῆς δουλείας δίκην ἐφωράθη· καὶ τὸ καθόλου πᾶσι τοῖς Σωκράτους μαθηταῖς ἐπεφύκει μητρυιᾶς ἔχων διάθεσιν. διὸ Σωκράτης οὐκ ἀηδῶς περὶ αὐτοῦ στοχαζόμενος ἐνύπνιον ἔφησεν ἑωρακέναι πλειόνων παρόντων. δοκεῖν γὰρ ἔφη τὸν Πλάτωνα κορώνην γενόμενον ἐπὶ τὴν κεφαλήν μου ἀναπηδήσαντα τὸ φαλακρόν μου κατασκαριφᾶν καὶ κρατεῖν περιβλέπουσαν. δοκῶ οὖν σε, ὦ Πλάτων, πολλὰ κατὰ τῆς ἐμῆς ψεύσασθαι κεφαλῆς. ἦν δὲ πρὸς τῇ κακοηθείᾳ καὶ φιλόδοξος, ὃς ἔφησεν· ἔσχατον τὸν τῆς δόξης χιτῶνα ἐν τῷ θανάτῳ αὐτῷ ἀποδυόμεθα, ἐν διαθήκαις, ἐν ἐκκομιδαῖς, ἐν τάφοις. καὶ τὸ πόλιν δὲ θελῆσαι κτίσαι καὶ τὸ νομοθετῆσαι τίς οὐ φήσει πάθος εἶναι φιλοδοξίας. λέγει γοῦν ἐν τῷ Τιμαίῳ· πέπονθά τι πάθος πρὸς τὴν πολιτείαν, ὥσπερ ἂν εἰ ζωγράφος ἐβούλετο τὰ ἑαυτοῦ ἔργα κινούμενα καὶ ἐνεργὰ ἰδεῖν, οὕτω κἀγὼ τοὺς πολίτας οὓς διαγράφω. περὶ δὲ τῶν ἐν τοῖς διαλόγοις αὐτοῦ τί ἂν καὶ λέγοι τις; ἡ μὲν γὰρ ψυχὴ ἡ διαπλαττομένη ἀθάνατος ὑπʼ αὐτοῦ παρὰ πρώτῳ εἴρηται Ὁμήρῳ. ψυχὴ δέ, φησίν, ἡ τοῦ Πατρόκλου Ἄιδόσδε κατῆλθε. εἰ δʼ οὖν καὶ Πλάτωνός φησί τις εἶναι τὸν λόγον, οὐχ ὁρῶ τίνʼ ἐσχήκαμεν ἀπʼ αὐτοῦ ὠφελίαν. εἰ γὰρ καὶ συγχωρήσει τις μεθίστασθαι τὰς τῶν τετελευτηκότων ψυχὰς εἰς ἄλλας φύσεις καὶ πρὸς τὸν μετεωρότερον καὶ καθαρώτερον ἀνέρχεσθαι τόπον, ἅτε κουφότητος μετεχούσας, τί πλέον ἡμῖν; ὧν γὰρ μήτʼ ἀνάμνησίς ἐστιν οὗ ποτε ἦμεν μήτʼ αἴσθησις, εἰ τὸ σύνολον ἦμεν, τίς χάρις ταύτης τῆς ἀθανασίας; οἱ δὲ συντεθέντες ὑπʼ αὐτοῦ Νόμοι καὶ ἔτι πρότερον ἡ Πολιτεία τί πεποιήκασιν; καίτοι ἔδει καθάπερ τὸν Λυκοῦργον τοὺς Λακεδαιμονίους καὶ τὸν Σόλωνα τοὺς Ἀθηναίους καὶ τὸν Ζάλευκον τοὺς Θουρίους, καὶ αὐτόν, εἴπερ ἦσαν χρήσιμοι, πεῖσαί τινας τῶν Ἑλλήνων αὐτοῖς χρήσασθαι. νόμος γάρ ἐστιν, ὥς φησιν Ἀριστοτέλης, λόγος ὡρισμένος καθʼ ὁμολογίαν κοινὴν πόλεως, μηνύων πῶς δεῖ πράττειν ἕκαστα. ὁ δὲ Πλάτων πῶς οὐκ ἄτοπος τριῶν Ἀθηναίων γενομένων νομοθετῶν τῶν γε δὴ γνωριζομένων, Δράκοντος καὶ αὐτοῦ Πλάτωνος καὶ Σόλωνος, τῶν μὲν τοῖς νόμοις ἐμμένειν τοὺς πολίτας, τῶν δὲ Πλάτωνος καὶ προσκαταγελᾶν; ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τῆς Πολιτείας· εἰ καὶ πασῶν ἐστιν αὕτη βελτίων, μὴ πείθοι δʼ ἡμᾶς, τί πλέον· ἔοικεν οὖν ὁ Πλάτων οὐ τοῖς οὖσιν ἀνθρώποις γράψαι τοὺς νόμους, ἀλλὰ τοῖς ὑπʼ αὐτοῦ διαπλαττομένοις, ὥστε καὶ ζητεῖσθαι τοὺς χρησομένους. ἐχρῆν οὖν οὗ εἰσι λέγειν ταῦτα καὶ γράφειν καὶ μὴ ταὐτὰ ποιεῖν τοῖς εὐχομένοις, ἀλλὰ τοῖς τῶν ἐνδεχομένων ἀντεχομένοις. ἐν οἷς δὲ περὶ τῶν ἐν μαθήμασι διεξέρχεται καὶ περὶ τῶν κατὰ φύσιν καὶ πλειόνων ἄλλων, οὐδὲ διὰ ταῦτα θαυμαστέος ἐστίν. ἔχει γάρ τις καὶ παρʼ ἑτέρων ταῦτα λαβεῖν ἢ βέλτιον λεχθέντα ἢ μὴ χεῖρον. Θεόπομπος οὖν φησι· τοὺς πολλοὺς τῶν διαλόγων αὐτοῦ ἀχρείους καὶ ψευδεῖς ἄν τις εὕροι· ἀλλοτρίους τε τοὺς πλείους, ὄντας ἐκ τῶν Ἀριστίππου διατριβῶν, ἐνίους δὲ κἀκ τῶν Ἀντισθένους, πολλοὺς δὲ κἀκ τῶν Βρύσωνος τοῦ Ἡρακλεώτου. καὶ οἱ πολλοὶ δὲ τῶν μαθητῶν αὐτοῦ τυραννικοί τινες καὶ διάβολοι γεγόνασιν. Εὔφρατος μὲν γὰρ παρὰ Περδίκκᾳ τῷ βασιλεῖ διατρίβων ἐν Μακεδονίᾳ οὐχ ἧττον αὐτοῦ ἐβασίλευε φαῦλος ὢν καὶ διάβολος, ὃς οὕτω ψυχρῶς συνέταξε τὴν ἑταιρίαν τοῦ βασιλέως, ὥστε οὐκ ἐξῆν τοῦ συσσιτίου μετασχεῖν, εἰ μή τις ἐπίσταιτο γεωμετρεῖν ἢ φιλοσοφεῖν. ὅθεν Φιλίππου τὴν ἀρχὴν παραλαβόντος Παρμενίδης αὐτὸν ἐν Ὠρεῷ λαβὼν ἀπέκτεινεν. Κάλλιππος δʼ ὁ Ἀθηναῖος μαθητὴς καὶ αὐτὸς ἑταῖρος Δίωνος καὶ συμμαθητὴς γενόμενος καὶ συναποδημήσας αὐτῷ εἰς Συρακούσας ὁρῶν ἤδη τὸν Δίωνα ἐξιδιοποιούμενον τὴν μοναρχίαν ἀποκτείνας αὐτὸν καὶ αὐτὸς τυραννεῖν ἐπιχειρήσας ἀπεσφάγη. Εὐάγων δʼ ὁ Λαμψακηνὸς δανείσας τῇ πατρίδι ἀργύριον ἐπὶ ἐνεχύρῳ τῇ ἀκροπόλει καὶ ἀφυστερήσας τυραννεῖν ἐβούλετο, ἕως συνδραμόντες ἐπʼ αὐτὸν οἱ Λαμψακηνοὶ καὶ τὰ χρήματα ἀποδόντες ἐξέβαλον. Τίμαιος δʼ ὁ Κυζικηνὸς χρήματα καὶ σῖτον ἐπιδοὺς τοῖς πολίταις καὶ πιστευθεὶς εἶναι χρηστός, μικρὸν ἐπισχὼν χρόνον ἐπέθετο τῇ πατρίδι διʼ Ἀριδαίου. κριθεὶς δὲ καὶ ἁλοὺς καὶ ἀδοξήσας ἐν μὲν τῇ πόλει ἐπέμενε παλαιὸς καὶ γεγηρακώς, ἀτίμως δὲ διαζῶν. τοιοῦτοι δʼ εἰσὶ καὶ νῦν τῶν Ἀκαδημαϊκῶν τινες, ἀνοσίως καὶ ἀδόξως βιοῦντες. χρημάτων γὰρ ἐξ ἀσεβείας καὶ παρὰ φύσιν κυριεύσαντες διὰ γοητείαν νῦν εἰσιν περίβλεπτοι. καὶ Ξενοκράτης δὲ τῆς πατρίδος πικρῶς τυραννήσας οὐ μόνον τοὺς ἀρίστους τῶν πολιτῶν ἐξήλασεν, ἀλλὰ καὶ τοῖς τούτων δούλοις τὰ κτήματα τῶν δεσποτῶν χαρισάμενος καὶ τὰς ἐκείνων γυναῖκας συνῴκισεν πρὸς γάμου κοινωνίαν, ταῦτʼ ὠφεληθεὶς ἐκ τῆς καλῆς Πολιτείας καὶ τῶν παρανόμων Νόμων.

ἄνθρωπος εἶναί μοι, φησί, Κυρηναῖος δοκεῖς· κἀκεῖ γάρ τις, κατὰ τὸν Ἄλεξιν, ἂν ἐπὶ δεῖπνον ἕνα καλῇ, πάρεισιν ὀκτωκαίδεκʼ ἄλλοι καὶ δέκα ἅρματα καὶ συνωρίδες πεντεκαίδεκα· τούτοις δὲ δεῖ σε τὰ ἐπιτήδειʼ ἐμβαλεῖν, ὡς ἦν κράτιστον μηδὲ καλέσαι μηδένα.

ὅτι ἡ ἀπόλαυσις μετʼ ἐπιθυμίας πρῶτον, εἶτα μεθʼ ἡδονῆς. καίτοι Σοφοκλῆς γε ὁ ποιητής, τῶν ἀπολαυστικῶν εἷς ὤν, ἵνα μὴ κατηγορῇ τοῦ γήρως, εἰς σωφροσύνην ἔθετο τὴν ἀσθένειαν αὐτοῦ τὴν περὶ τὰς τῶν ἀφροδισίων ἀπολαύσεις, φήσας ἀσμένως ἀπηλλάχθαι αὐτῶν ὥσπερ τινὸς δεσπότου. ἐγὼ δέ φημι καὶ τὴν τοῦ Πάριδος κρίσιν ὑπὸ τῶν παλαιοτέρων πεποιῆσθαι ἡδονῆς πρὸς ἀρετὴν οὖσαν σύγκρισιν· προκριθείσης οὖν τῆς Ἀφροδίτης, αὕτη δʼ ἐστὶν ἡ ἡδονή, πάντα συνεταράχθη. καί μοι δοκεῖ καὶ ὁ καλὸς Ξενοφῶν τὸν περὶ τὸν Ἡρακλέα καὶ τὴν Ἀρετὴν μῦθον ἐντεῦθεν πεπλακέναι. κατὰ γὰρ τὸν Ἐμπεδοκλέα· οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν, ἀλλὰ Κύπρις βασίλεια. καίτοι τινές φασι κατὰ φύσιν εἶναι τὴν ἡδονὴν ἐκ τοῦ πάντα ζῷα δεδουλῶσθαι ταύτῃ, ὥσπερ οὐχὶ καὶ δειλίας καὶ φόβου καὶ τῶν ἄλλων παθημάτων κοινῶς μὲν ἐν ἅπασιν ὄντων, παρὰ δὲ τοῖς λογισμῷ χρωμένοις ἀποδοκιμαζομένων. τὸ οὖν ἡδονὰς διώκειν προπετῶς λύπας ἐστὶ θηρεύειν. Ζεὺς οὖν ὅσα ἐφρόντιζεν ὑπὲρ Τρώων ἀγρυπνῶν, ταῦτʼ ἀπώλεσε μεθʼ ἡμέραν ὑφʼ ἡδονῆς κρατηθείς. καὶ Ἄρης ἀλκιμώτατος ὢν ὑπὸ τοῦ ἀσθενεστάτου Ἡφαίστου συνεποδίσθη καὶ ὦφλεν αἰσχύνην καὶ ζημίαν ἐκδοὺς ἑαυτὸν ἔρωσιν ἀλογίστοις. οὐδεὶς δὲ λέγει τὸν Ἀριστείδου βίον ἡδύν, ἀλλὰ τὸν Σμινδυρίδου τοῦ Συβαρίτου καὶ τὸν Σαρδαναπάλου. καίτοι κατὰ τὴν δόξαν, φησὶ Θεόφραστος, οὐχ ὁμοίως λαμπρός ἐστιν· ἀλλʼ οὐκ ἐτρύφησεν ὡς ἐκεῖνοι. οὐδὲ τὸν Ἀγησιλάου τοῦ Λακεδαιμονίων βασιλέως, ἀλλὰ μᾶλλον, εἰ ἔτυχε, τὸν Ἀνάνιος οὕτως ἀοράτου κατὰ τὴν δόξαν ὄντος, οὐδὲ τὸν τῶν ἡμιθέων τῶν ἐπὶ τῆς Τροίας, ἀλλὰ πολλῷ μᾶλλον τῶν νῦν. Πλάτων φιλήβῳ· ἡδονὴν γὰρ ἁπάντων ἀλαζονίστατον. ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, ἃ δὴ μέγιστα δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφεν παρὰ θεῶν, ὥσπερ καθάπερ παίδων τῶν ἡδομένων οὐδὲ τὸν λογισμὸν κεκτημένων. καὶ ὀγδόῳ τῆς Πολιτείας βούλεται τῶν ἐπιθυμιῶν τὰς μὲν εἶναι φυσικὰς μέν, οὐκ ἀναγκαίας δέ, τὰς δὲ οὔτε φυσικὰς οὔτʼ ἀναγκαίας.

Ἡρακλείδης ὁ Ποντικός φησιν· οἱ τύραννοι καὶ οἱ βασιλεῖς τῶν ἀγαθῶν ὄντες κύριοι καὶ πάντων εἰληφότες πεῖραν τὴν ἡδονὴν προκρίνουσι, μεγαλοψυχοτέρας ποιοῦσαν τὰς τῶν ἀνθρώπων φύσεις. ἅπαντες οὖν οἱ τὴν ἡδονὴν τιμῶντες καὶ τρυφᾶν προῃρημένοι μεγαλόψυχοι καὶ μεγαλοπρεπεῖς εἰσιν, ὡς Πέρσαι καὶ Μῆδοι. μάλιστα γὰρ πάντων ἀνθρώπων τὴν ἡδονὴν προκρίνουσιν οὗτοι καὶ τὴν τρυφὴν τιμῶσιν, ἀνδρειότατοι καὶ μεγαλοψυχότατοι τῶν ἀνθρώπων ὄντες. ἔστι γὰρ τὸ μὲν ἥδεσθαι καὶ τὸ τρυφᾶν ἐλευθέρων· ἀνίησι γὰρ τὰς ψυχὰς καὶ αὔξει· τὸ δὲ πονεῖν δούλων καὶ ταπεινῶν· διὸ καὶ συστέλλονται οὗτοι. καὶ ἡ Ἀθηναίων πόλις, ἕως μὲν ἐτρύφα, μεγίστη τε ἦν καὶ μεγαλοψυχοτάτους ἔτρεφεν ἄνδρας. ἁλουργῆ μὲν γὰρ ἠμπίσχοντο ἱμάτια, ποικίλους δʼ ὑπέδυνον χιτῶνας, κορύμβους δʼ ἀναδούμενοι τῶν τριχῶν χρυσοῦς τέττιγας περὶ τὸ μέτωπον καὶ τὰς κόμας ἐφόρουν· ὀκλαδίας τε αὐτοῖς δίφρους ἔφερον οἱ παῖδες, ἵνα μὴ καθίζοιεν ὡς ἔτυχεν. καὶ οὗτοι ἦσαν οἱ τοιοῦτοι οἱ τὴν ἐν Μαραθῶνι νικήσαντες μάχην καὶ μόνοι τὴν τῆς Ἀσίας ἁπάσης δύναμιν χειρωσάμενοι. Σιμωνίδης· τίς ἁδονᾶς ἄτερ θνητῶν βίος ποθεινὸς ἢ ποία τυραννίς; τᾶς δʼ ἄτερ οὐδὲ θεῶν ζηλωτὸς αἰών. Πίνδαρος πρὸς Ἱέρωνα· μηδʼ ἀμαύρου τέρψιν ἐν βίῳ· πολύ τι φέριστον ἐν βίῳ τερπνὸς αἰών. τοὺς δὲ θεούς φασι ῥεῖα ζώοντας· τὸ δὲ ῥεῖα ἐστὶν ἀπόνως. διὸ καὶ Μεγακλείδης ἐπιτιμᾷ τοῖς μεθʼ Ὅμηρον καὶ Ἡσίοδον ὅσοι περὶ Ἡρακλέους εἰρήκασιν ὡς στρατοπέδων ἡγεῖτο καὶ πόλεις ᾕρει· ὃς μεθʼ ἡδονῆς πλείστης τὸν βίον διετέλει, πλείστας μὲν γυναῖκας γήμας, ἐκ πλείστων δὲ λάθρᾳ παρθένων παιδοποιησάμενος. εἴποι γὰρ ἄν τις πρὸς τοὺς οὐ ταῦτα παραδεχομένους· πόθεν, ὦ οὗτοι, τὴν περὶ τὰς ἐδωδὰς αὐτῷ σπουδὴν ἀνατίθετε, ἢ πόθεν παρῆλθεν εἰς τοὺς ἀνθρώπους τὸ τῆς λοιβαίας κύλικος μηδὲν ὑπολείπεσθαι, εἰ μὴ τὰ περὶ τὰς ἡδονὰς ἐδοκίμαζεν, ἢ διὰ τὰ θερμὰ λουτρὰ τὰ φαινόμενα ἐκ τῆς γῆς πάντες Ἡρακλέους φασὶν εἶναι ἱερά, ἢ διὰ τὰς μαλακὰς στρωμνὰς Ἡρακλέους κοίτας εἰώθασι καλεῖν, εἰ κατεφρόνει τῶν ἡδέως ζώντων. τούτου οὖν οἱ νεώτεροι κατασκευάζουσιν ἐν λῃστοῦ σχήματι μόνον περιπορευόμενον, ξύλον ἔχοντα καὶ λεοντῆν καὶ τόξα· καὶ τοῦτο ἔπλασε πρῶτος Στησίχορος ὁ Ἱμεραῖος. Ἀντισθένης τὴν ἡδονὴν ἀγαθὸν εἶναι φάσκων προσέθηκε τὴν ἀμεταμέλητον. ὁ δὲ παρʼ Ὁμήρῳ Ὀδυσσεὺς ἡγεμὼν δοκεῖ γενέσθαι Ἐπικούρῳ τῆς πολυθρυλλήτου ἡδονῆς, ὅς φησιν· οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι καὶ τὰ ἑξῆς. Μεγακλείδης δέ φησι τὸν Ὀδυσσέα καθομιλοῦντα τοὺς καιροὺς ὑπὲρ τοῦ δοκεῖν ὁμοήθη τοῖς Φαίαξιν εἶναι τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεσθαι, προπυθόμενον τοῦ Ἀλκίνου· ἀεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε καὶ τὰ ἑξῆς. τοιοῦτόν τι καὶ ἕτερός τίς φησιν· ὦ τέκνον, ποντίου θηρὸς πετραίου χρωτὶ μάλιστα νόον προσφέρων πάσαις πολίεσσιν ὁμίλει· τὸ παρεὸν δʼ ἐπαινήσας ἑκὼν ἄλλοτʼ ἀλλοῖα φρόνει. καὶ Θέογνις· πολύπου ὀργὴν ἴσχε πολυπλόκου. εἰσὶ δʼ οἵ φασι ταύτης τῆς γνώμης εἶναι τὸν Ὅμηρον προτάττοντα τοῦ σπουδαίου βίου τὸν καθʼ ἡδονήν, λέγοντα· οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο, μετὰ δέ σφισι πότνια Ἥβη καὶ τὰ ἑξῆς. καί· οὐδέ κεν ἡμέας ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε. καί· ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ. διὸ καὶ Ὀδυσσεὺς τρυφὴν καὶ λαγνείαν τέλος βίου παρὰ Ἀλκίνῳ τίθεται. διαβόητοι δὲ ἐπὶ τρυφῇ πρῶτοι ἀνθρώπων Πέρσαι, ὧν καὶ οἱ βασιλεῖς ἐχείμαζον μὲν ἐν Σούσοις οὕτω κληθεῖσιν, ὡς Ἀριστόβουλός φησι καὶ Χάρης, διὰ τὴν ὡραιότητα τοῦ τόπου· σοῦσον γὰρ τῇ Ἑλλήνων φωνῇ τὸ κρίνον. ἐθέριζον δὲ ἐν Ἐκβατάνοις. ἐν Περσεπόλει δὲ διατρίβουσι φθινοπώρου καὶ ἐν Βαβυλῶνι τὸ λεῖπον τοῦ ἐνιαυτοῦ μέρος. καὶ οἱ Πάρθων βασιλεῖς ἐαρίζουσι μὲν ἐν Ῥάγαις, χειμάζουσι δʼ ἐν Βαβυλῶνι τὸ λοιπὸν τοῦ ἐνιαυτοῦ· καὶ τὸ παράσημον δὲ ὃ ἐπετίθεντο τῇ κεφαλῇ οἱ τῶν Περσῶν βασιλεῖς οὐδʼ αὐτὸ ἠρνεῖτο τὴν τῆς ἡδυπαθείας ἀπόλαυσιν. κατεσκευάζετο γὰρ ἐκ σμύρνης καὶ λαβύζου, ἥ ἐστιν εὐώδης, πολυτιμοτέρα σμύρνης. ὁπότε δὲ καὶ ἀπὸ τοῦ ἅρματος κατίοι ὁ βασιλεύς, οὔτε καθήλλετο ὀλίγου ὄντος ἐπὶ γῆν τοῦ ὕψους οὔτε διὰ χειρῶν ἐρειδόμενος, ἀλλʼ ἀεὶ αὐτῷ χρυσοῦς δίφρος ἐτίθετο καὶ οὕτω ἐπιβαίνων κατῄει· καὶ ὁ βασιλέως διφροφόρος εἰς τοῦτο εἵπετο. φυλάττουσί τε αὐτὸν καὶ τριακόσιαι γυναῖκες. αἳ τὰς μὲν ἡμέρας κοιμῶνται, ἵνα νυκτὸς ἐγρηγορῶσι, τῆς δὲ νυκτὸς ᾄδουσαι καὶ ψάλλουσαι διατελοῦσι λύχνων καιομένων· χρῆται δʼ αὐταῖς καὶ πολλάκις ὁ βασιλεὺς διὰ τῆς τῶν μηλοφόρων αὐλῆς. ἦσαν δὲ οὗτοι δορυφόροι πάντες Πέρσαι ἐπὶ τῶν στυράκων μῆλα χρυσᾶ ἔχοντες, χίλιοι τὸν ἀριθμόν, ἀριστίνδην ἐκλεγόμενοι ἐκ τῶν μυρίων Περσῶν τῶν Ἀθανάτων καλουμένων. καὶ διῄει διὰ τῆς τούτων αὐλῆς πεζὸς ὑποτιθεμένων ψιλοταπίδων Σαρδιανῶν, ἐφʼ ὧν οὐδεὶς ἄλλος ἐπέβαινεν ἢ βασιλεύς. ὅτε δὲ εἰς τὴν ἐσχάτην αὐλὴν ἔλθοι, ἀνέβαινεν ἐπὶ ἅρμα, ἐνίοτε δὲ καὶ ἐφʼ ἵππον· πεζὸς δὲ οὐδέποτε ἑωράθη ἔξω τῶν βασιλείων. εἰ δὲ ἐπὶ θήραν ἐξίοι, καὶ αἱ παλλακίδες αὐτῷ συνεξῄεσαν. ὁ δὲ θρόνος ἐφʼ ᾧ ἐχρημάτιζε καθήμενος χρυσοῦς ἦν, ὃν περιειστήκεσαν τέσσαρες κιονίσκοι λιθοκόλλητοι χρυσοῖ, ἐφʼ ὧν διετέτατο ἱμάτιον ποικίλον πορφυροῦν. Κλέαρχος δέ φησι τοῖς πορίσασί τι τῷ βασιλεῖ ἡδὺ βρῶμα δίδοσθαι ἆθλον τοῦ πορισθέντος. Χάρης δὲ ὁ Μιτυληναῖός φησιν· εἰς τοῦθʼ ἧκον τρυφῆς οἱ τῶν Περσῶν βασιλεῖς ὥστε ἔχεσθαι τῆς βασιλικῆς κλίνης ὑπὲρ κεφαλῆς οἴκημά τι πεντάκλινον, ἐν ᾧ χρυσίου πεντακισχίλια διὰ παντὸς ἔκειντο τάλαντα, καὶ τοῦτο ἐκαλεῖτο προσκεφάλαιον βασιλικόν, καὶ πρὸ ποδῶν ἕτερον οἴκημα τρίκλινον, οὗ τάλαντα τρισχίλια ἔκειντο ἀργυρίου, καὶ προσηγορεύετο βασιλικὸν ὑποπόδιον. ἦν δʼ ἐν τῷ κοιτῶνι καὶ λιθοκόλλητος ἄμπελος χρυσῆ ὑπὲρ τῆς κλίνης, ἥν φασιν καὶ βότρυας ἔχειν ἐκ τῶν πολυτελεστάτων ψήφων συντεθειμένους, οὐ μακράν τε ταύτης ἀνακεῖσθαι κρατῆρα χρυσοῦν Θεοδώρου Σαμίου ποίημα. Ἀγαθοκλῆς οὖν δέ φησιν εἶναι παρὰ Πέρσαις καὶ χρυσοῦν καλούμενον ὕδωρ. εἶναι δὲ τοῦτο λιβάδας ἑβδομήκοντα, καὶ μηδένα πίνειν ἀπʼ αὐτοῦ βασιλέα καὶ τὸν πρεσβύτατον αὐτοῦ τῶν παίδων· τῶν δʼ ἄλλων ἐάν τις πίῃ, θάνατος ἡ ζημία. ἐν δὲ ὀγδόῳ Παιδείας Ξενοφῶν πολλὴν αὐτῷ ὑπογράφει ἁβρότητα καὶ ζήτει τὸ βιβλίον.

Ξάνθος ὁ Λυδὸς ἱστορεῖ Λυδοὺς εἰς τοσοῦτον τρυφῆς ἐλάσαι ὡς πρώτους γυναῖκας εὐνουχίσαι, πρώτου Ἀνδραμύτου τοῦ Λυδῶν βασιλέως γυναῖκας εὐνουχίσαντος ἐφʼ ᾧ χρῆσθαι αὐταῖς ἀντὶ ἀνδρῶν εὐνούχων. Κλέαρχος δέ φησι· Λυδοὶ διὰ τρυφὴν παραδείσους κατασκευασάμενοι καὶ κηπαίους αὐτοὺς ποιήσαντες ἐσκιατροφοῦντο, ἡγησάμενοι τρυφερώτερον τὸ μὴ αὐτοῖς ὅλως ἐμπίπτειν τὰς τοῦ ἡλίου αὐγάς. καὶ τέλος πόρρω προάγοντες ὕβρεως τὰς τῶν ἄλλων γυναῖκας καὶ παρθένους εἰς τὸν τόπον τὸν διὰ τὴν πρᾶξιν Ἁγνεῶνα κληθέντα συνάγοντες ὕβριζον. καὶ τέλος τὰς ψυχὰς ἀποθηλυνθέντες ἠλλάξαντο τὸν τῶν γυναικῶν βίον, διὸ καὶ γυναῖκα τύραννον ὁ βίος εὕρατο αὐτοῖς μίαν τῶν ὑβρισθεισῶν Ὀμφάλην· ἥτις πρώτη κατῆρξε τῆς εἰς Λυδοὺς πρεπούσης τιμωρίας. τὸ γὰρ ὑπὸ γυναικὸς ἄρχεσθαι ὑβριζομένους σημεῖόν ἐστι βίας. οὖσα οὖν καὶ αὐτὴ ἀκόλαστος καὶ ἀμυνομένη τὰς γενομένας αὐτῇ πρότερον ὕβρεις τοῖς ἐν τῇ πόλει δούλοις τὰς τῶν δεσποτῶν παρθένους ἐξέδωκεν ἐν ᾧ τόπῳ πρὸς ἐκείνων ὑβρίσθη· εἰς τοῦτον οὖν συναθροίσασα μετʼ ἀνάγκης συγκατέκλεισε τοῖς δούλοις τὰς δεσποίνας. ὅθεν οἱ Λυδοὶ τὸ πικρὸν τῆς πράξεως ὑποκοριζόμενοι τὸν τόπον καλοῦσι γυναικῶν ἀγῶνα Γλυκὺν Ἀγκῶνα. οὐ μόνον δὲ Λυδῶν γυναῖκες ἄφετοι οὖσαι τοῖς ἐντυχοῦσιν, ἀλλὰ καὶ Λοκρῶν τῶν Ἐπιζεφυρίων, ἔτι δὲ τῶν περὶ Κύπρον καὶ πάντων ἁπλῶς τῶν ἑταιρισμῷ τὰς ἑαυτῶν κόρας ἀφοσιούντων, παλαιᾶς τινος ὕβρεως ἐοίκασιν εἶναι πρὸς ἀλήθειαν ὑπόμνημα καὶ τιμωρία. πρὸς ἣν εἷς τῶν Λυδῶν εὐγενὴς ἀνὴρ ὁρμήσας καὶ τῇ παρʼ αὐτοῖς Μίδου βασιλείᾳ βαρυνθείς, τοῦ μὲν Μίδου ὑπʼ ἀνανδρίας καὶ τρυφῆς ἐν πορφύρᾳ κειμένου καὶ ταῖς γυναιξὶν ἐν ἱστοῖς συνταλασιουργοῦντος, Ὀμφάλης δὲ πάντας τοὺς συγκατακλιθέντας αὑτῇ ξενοκτονούσης, ἀμφοτέρους ἐκόλασε, τὸν μὲν ὑπὸ ἀπαιδευσίας κεκωφημένον τῶν ὤτων ἐξελκύσας, ὃς διὰ τὴν τοῦ φρονεῖν ἔνδειαν τοῦ πάντων ἀναισθητοτάτου ζῴου τὴν ἐπωνυμίαν ἔσχε, τὴν δέ .... πρῶτοι δὲ Λυδοὶ καὶ τὴν καρύκην ἐξεῦρον, περὶ ἧς τῆς σκευασίας οἱ τὰ Ὀψαρτυτικὰ συνθέντες εἰρήκασιν, Γλαῦκος ὁ Λοκρός, Μίθαικος, Διονύσιος, Ἆγις, Ἐπαίνετος, Ἡγήσιππος, Ἐρασίστρατος, Εὐθύδημος, Κρίτων, Στέφανος, Ἀρχύτας καὶ ἄλλοι. καὶ κάνδαυλον δέ τινα ἔλεγον οἱ Λυδοί. γίνεσθαι δʼ αὐτὸν Ἡγήσιππός φησιν ὁ Ταραντῖνος ἐξ ἑφθοῦ κρέως, κνηστοῦ ἄρτου, Φρυγίου τυροῦ ἀνήθου τε καὶ ζωμοῦ πίονος. Ἄλεξις· κάνδαυλον ἐὰν παραθῶ σοι, προσκατεδεῖ τοὺς δακτύλους. Νικόστρατος· ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο, θρῖον δὲ καὶ κάνδαυλον. Μένανδρος· Ἰωνικὸς πλούταξ ποιῶν κάνδαυλον. εἰς τοὺς πολέμους δὲ ἐξιόντες οἱ Λυδοὶ παρατάττονται μετὰ συρίγγων καὶ αὐλῶν, ὥς φησιν Ἡρόδοτος. καὶ Λακεδαιμόνιοι δὲ μετʼ αὐλῶν ἐξορμῶσιν εἰς τὸν πόλεμον, καθάπερ Κρῆτες μετὰ λύρας. Ἡρακλείδης ὁ Κυμαῖός φησιν· ὁ ἐν τῇ λιβανοφόρῳ χώρᾳ βασιλεὺς αὐτόνομός τέ ἐστι καὶ οὐδενὸς ὑπήκοος· οὗτος ὑπερβάλλει τρυφῇ καὶ ῥᾳθυμίᾳ. διατρίβει γὰρ ἀεὶ ἐν βαλανείοις ἐν τρυφῇ καὶ δαπάνῃ τὸν βίον διάγων καὶ πράττει οὐδὲν πρᾶγμα οὐδὲ πολλοῖς πλησιάζει, ἀλλὰ δικαστὰς αὐτὸς ἀποδεικνύει· καὶ ἐάν τις ἡγῆται μὴ δικαίως δεδικάσθαι, ἔστι θυρὶς ἐν τῷ ὑψηλοτάτῳ τῶν βασιλείων καὶ αὕτη ἁλύσει δέδεται. ὁ οὖν ἡγούμενος ἀδίκως δεδικάσθαι ἐπιλαμβάνεται τῆς ἁλύσεως καὶ ἕλκει τὴν θυρίδα, καὶ ὁ βασιλεὺς εἰσκαλεῖ καὶ αὐτὸς δικάζει. καὶ ἐὰν φαίνωνται οἱ δικασταὶ ἀδίκως δικάσαντες, ἀποθνῄσκουσιν· ἂν δὲ δικαίως, ὁ κινήσας τὴν θυρίδα ἀπόλλυται. ἀναλώματα δὲ τῆς ἡμέρας εἰς τὸν βασιλέα καὶ τὰς περὶ αὐτὸν γυναῖκας καὶ φίλους γίνεται τάλαντα πεντεκαίδεκα Βαβυλώνια.

παρὰ δὲ Τυρρηνοῖς ἐκτόπως τρυφήσασιν αἱ θεράπαιναι γυμναὶ τοῖς ἀνδράσι διακονοῦνται, ὡς ἱστορεῖ Τίμαιος. καὶ νόμος αὐτοῖς, ὥς φησι Θεόπομπος, κοινὰς ὑπάρχειν τὰς γυναῖκας· ταύτας δʼ ἐπιμελεῖσθαι σφόδρα τῶν σωμάτων καὶ γυμνάζεσθαι πρὸς ἑαυτάς τε καὶ μετʼ ἀνδρῶν — οὐ γὰρ αἰσχρὸν αὐταῖς γυμναῖς φαίνεσθαι· δειπνεῖν τε αὐτὰς παρʼ οἷς ἐὰν τύχωσι τῶν παρόντων, καὶ προπίνουσιν οἷς ἐὰν βουληθῶσιν. εἶναι δὲ καὶ πιεῖν δεινὰς καὶ τὰς ὄψεις πάνυ καλάς. τρέφειν τε τοὺς Τυρρηνοὺς πάντα τὰ γινόμενα παιδία, οὐκ εἰδότας ὅτου πατρός ἐστιν ἕκαστον. ζῶσι δὲ καὶ οὗτοι τὸν τρόπον ταῖς θρεψαμέναις, πότους τὰ πολλὰ ποιούμενοι καὶ πλησιάζοντες ταῖς γυναιξὶν ἁπάσαις. οὐδὲν δʼ αἰσχρὸν Τυρρηνοῖς οὐ μόνον ἐν τῷ μέσῳ τι ποιοῦσι ἀλλʼ οὐδὲ πάσχουσιν. ἐπιχώριον γὰρ καὶ τοῦτο παρʼ αὐτοῖς. καὶ τοσούτου δέουσιν αἰσχρὸν ὑπολαμβάνειν ὥστε καὶ ὁμολογοῦσιν. πάντες δὲ οἱ πρὸς ἑσπέραν οἰκοῦντες βάρβαροι πιττοῦνται καὶ ξυροῦνται τὰ σώματα· καὶ παρά γε τοῖς Τυρρηνοῖς ἐργαστήρια κατεσκεύασται πολλὰ καὶ τεχνῖται τούτου τοῦ πράγματός εἰσιν, ὥσπερ παρʼ ἡμῖν οἱ κουρεῖς. παρʼ οὓς ὅταν εἰσέλθωσιν, παρέχουσιν ἑαυτοὺς οὐδὲν αἰσχυνόμενοι τοὺς ὁρῶντας ἢ παριόντας. χρῶνται δὲ τούτῳ τῷ νόμῳ πολλοὶ καὶ τῶν Ἑλλήνων καὶ τῶν Ἰταλῶν μαθόντες ὑπὸ Σαυνιτῶν καὶ Μεσαππίων. ὑπὸ δὲ τρυφῆς οἱ Τυρρηνοὶ πρὸς αὐλὸν καὶ μάττουσι καὶ πυκτεύουσι καὶ μαστιγοῦσιν. διαβόητοι δʼ ἐπὶ τρυφῇ καὶ αἱ τῶν Σικελῶν τράπεζαι, οἳ καὶ τὴν παρʼ αὐτοῖς θάλασσάν φασιν εἶναι γλυκεῖαν, χαίροντες τοῖς παρʼ αὐτοῖς γινομένοις ἐδέσμασιν. περὶ δὲ Συβαριτῶν τί δεῖ λέγειν; οἳ πρῶτοι εἰσήγαγον εἰς τὴν βαβυλῶνα λουτροχόους περιχύτας πεπεδημένους, τοῦ μὴ θᾶττον ἰέναι καὶ ὅπως μὴ σπεύδοντες κατακαίωσι τοὺς λουομένους. πρῶτοι δὲ Συβαρῖται καὶ τὰς ψοφούσας τέχνας ἐξώρισαν τῆς πόλεως, οἷον χαλκέων καὶ τεκτόνων καὶ τῶν ὁμοίων, ὅπως αὐτοῖς πανταχόθεν ἀθόρυβοι ὦσιν οἱ ὕπνοι· οὐκ ἐξῆν δʼ οὐδʼ ἀλεκτρυόνα ἐν τῇ πόλει τρέφεσθαι. ἱστορεῖ δὲ Τίμαιος ὅτι ἀνὴρ Συβαρίτης εἰς ἀγρόν ποτε πορευόμενος ἔφη ἰδὼν τοὺς ἐργάτας σκάπτοντας αὐτὸς ῥῆγμα λαβεῖν· πρὸς ὃν ἀποκρίνασθαί τινα τῶν ἀκουσάντων· αὐτὸς δὲ σοῦ διηγουμένου ἀκούων πεπονεκέναι τὴν πλευράν. ἐν Κρότωνι δὲ σκάπτοντί τινι τὴν τῶν ἀθλούντων κόνιν ἐπιστάντες Συβαρῖται ἐθαύμαζον, εἰ τηλικαύτην ἔχοντες πόλιν οἰκέτας μὴ κέκτηνται τοὺς σκάψοντας ἑαυτοῖς τὴν παλαίστραν. ἄλλος δὲ παραγενόμενος εἰς Λακεδαίμονα καὶ κληθεὶς εἰς φειδίτιον, ἐπὶ ξύλου κατακείμενος καὶ δειπνῶν, πρότερον μὲν ἔφη καταπεπλῆχθαι τὴν τῶν Λακεδαιμονίων ἀνδρίαν ἀκούων, νῦν δὲ ἰδὼν νομίζειν μηδὲν τῶν ἄλλων αὐτοὺς διαφέρειν. καὶ γὰρ τὸν ἀνανδρότατον μᾶλλον ἂν ἑλέσθαι ἀποθανεῖν ἢ τοιοῦτον βίον ζῶντα καρτερεῖν. ἔθος δὲ παρʼ αὐτοῖς καὶ τοὺς παῖδας μέχρι ἐφήβων ἁλουργίδας φορεῖν καὶ πλοκαμῖδας ἀναδεδεμένους χρυσοφορεῖν. ἐπιχωριάζειν δὲ παρʼ αὐτοῖς ἀνθρωπάρια μικρὰ καὶ τοὺς σκωπαίους, ὥς φησι Τίμων, τοὺς καλουμένους παρά τισι στίλπωνας καὶ κυνάρια Μελιταῖα. καίτοι Εὔβουλος ὁ κωμικός φησι· πόσῳ κάλλιόν ἐστι τρέφειν ἄνθρωπον ἢ χῆνα πλατυγίζοντα καὶ κεχηνότα ἢ στρουθὸν ἢ πίθηκον, ἐπίβουλον κακόν. πρὸς οὓς Μασανάσσης ὁ Μαυρουσίων βασιλεὺς εἶπε· ζητοῦσι συνωνεῖσθαι πιθήκους· παρʼ ὑμῖν, ὦ οὗτοι, αἱ γυναῖκες οὐ τίκτουσι παιδία; παιδίοις γὰρ ἔχαιρεν ὁ Μαυρούσιος καὶ εἶχε παρʼ ἑαυτῷ τρεφόμενα τῶν υἱῶν — πολλοὶ δʼ ἦσαν — τὰ τέκνα καὶ τῶν θυγατέρων μέχρι τριῶν ἐτῶν· μεθʼ ἃ ἀπέπεμπε πρὸς τοὺς γεγενηκότας, παραγινομένων ἄλλων. καὶ Ἀρχύτας δὲ ὁ Ταραντῖνος πλείστους οἰκέτας ἔχων, πολιτικὸς ἅμα καὶ φιλόσοφος γενόμενος, ἀεὶ τούτοις παρὰ τὴν δίαιταν ἀφικνουμένοις ἥδετο. ἀλλʼ οἱ Συβαρῖται ἔχαιρον τοῖς Μελιταίοις κυνιδίοις καὶ ἀνθρώποις οὐκ ἀνθρώποις. ἐφόρουν δὲ καὶ ἱμάτια Μιλησίων ἐρίων πεποιημένα. ἠγάπων δὲ τῶν μὲν ἐξ Ἰταλίας Τυρρηνούς, τῶν δʼ ἔξωθεν Ἴωνας, ὅτι τρυφῇ προσεῖχον. οἱ δʼ ἱππεῖς τούτων ὑπὲρ τοὺς πεντακισχιλίους ὄντες ἐπόμπευον ἔχοντες κροκωτοὺς ἐπὶ τοῖς θώραξιν. οἱ δʼ εὔποροι ὅτʼ εἰς ἀγρὸν παραβάλοιεν, καίπερ ἐπὶ ζευγῶν πορευόμενοι τὴν ἡμερησίαν πορείαν ἐν τρίσιν ἡμέραις διήνυον. ἦσαν δέ τινες αὐτοῖς καὶ τῶν εἰς τοὺς ἀγροὺς φερουσῶν ὁδῶν κατάστεγοι. τοῖς δὲ πλείστοις ἦσαν οἰνῶνες ἐγγὺς τῆς θαλάσσης, εἰς οὓς διʼ ὀχετῶν τῶν οἴνων ἐκ τῶν ἀγρῶν ἀφειμένων, τὸν μὲν ἔξω τῆς χώρας πιπράσκεσθαι, τὸν δʼ εἰς τὴν πόλιν τοῖς πλοίοις διακομίζεσθαι. ἐποιοῦντο δὲ καὶ δημοσίᾳ πυκνὰς ἑστιάσεις καὶ τοὺς λαμπρῶς φιλοτιμηθέντας χρυσοῖς στεφάνοις ἐτίμων καὶ δημοσίᾳ ἀνεκήρυττον. ἐστεφάνουν δὲ καὶ τῶν μαγείρων τοὺς ἄριστα τὰ παρατεθέντα διασκευάσαντας.

ὅτι παρὰ Συβαρίταις εὑρέθησαν πύελοι ἐν αἷς κατακείμενοι ἐπυριῶντο. πρῶτοι δὲ καὶ ἀμίδας ἐξεῦρον, ἃς εἰσέφερον εἰς τὰ συμπόσια. καταγελῶντες δὲ τῶν ἀποδημούντων ἐκ τῶν πατρίδων αὐτοὶ ἐσεμνύνοντο ἐπὶ τῷ γεγηρακέναι ἐπὶ ταῖς τῶν ποταμῶν γεφύραις. ἡ δὲ πόλις αὐτῶν ἐν κοίλῳ κειμένη τοῦ μὲν θέρους ἕωθεν καὶ πρὸς ἑσπέραν ψῦχος ὑπερβάλλον ἔχει, τὸ δὲ μέσον τῆς ἡμέρας καῦμα ἀνύποιστον· ὥστε τοὺς πλείστους αὐτῶν αὐτῶν ὑπειληφέναι πρὸς ὑγείαν διαφέρειν τοὺς ποταμούς· ὅθεν καὶ ῥηθῆναι· τὸν βουλόμενον ἐν Συβάρει μὴ πρὸ μοίρας θανεῖν οὔτε δυόμενον οὔτʼ ἀνίσχοντα τὸν ἥλιον ὁρᾶν δεῖ. πυνθανομένοις δὲ Πυθῶδε μέχρι τίνος εὐδαιμονήσουσιν ἡ Πυθία ἔφη· εὐδαιμονεῖν ἔστʼ, ἂν πρότερον θνητὸν θεοῦ ἄνδρα σεβιῶσι. καὶ οἳ μὲν ἐδόκουν οὐδέποτε παύσεσθαι τρυφῶντες· οὐδὲ γὰρ τιμήσειν ποτὲ ἄνθρωπον μᾶλλον θεοῦ. ἐγένετο δʼ αὐτοῖς ἡ τῆς τύχης μεταβολή, ἐπεί τις οἰκέτην μαστιγῶν καταφυγόντα εἰς τὰ ἱερὰ πάλιν ἐμαστίγου· ὡς δὲ τέλος κατέφυγεν ἐπὶ τὰ τοῦ πατρὸς αὐτοῦ μνήματα, ἀφῆκεν αἰδεσθείς. ἐξαναλώθησαν δὲ τρυφαῖς εῖν φιλοτιμούμενοι πρὸς ἑαυτούς τε καὶ πρὸς τὰς ἄλλας ἁπάσας πόλεις. εἰς τηλικοῦτον δὲ τρυφῆς ἤλασαν, ὡς καὶ τοὺς ἵππους ἐθίσαι πρὸς αὐλὸν ὀρχεῖσθαι. ὃ εἰδότες οἱ Κροτωνιᾶται ὅτε αὐτοῖς ἐπολέμουν, ὡς Ἀριστοτέλης ἱστορεῖ, ἐνέδοσαν τοῖς ἵπποις τὸ ὀρχηστικὸν μέλος· συμπαρῆσαν γὰρ αὐτοῖς καὶ αὐληταὶ ἐν στρατιωτικῇ σκευῇ· καὶ ἅμα αὐλούντων ἀκούοντες οἱ ἵπποι οὐ μόνον ἐξωρχήσαντο, ἀλλὰ καὶ τοὺς ἀναβάτας ἔχοντες ηὐτομόλησαν πρὸς τοὺς Κροτωνιάτας. τὰ ὅμοια ἱστορεῖ καὶ περὶ Καρδιανῶν ὁ Λαμψακηνὸς Χάρων οὓς καὶ αὐτοὺς οἱ Βισάλται εἷλον τῷ αὐτῷ τρόπῳ κτησάμενοι πρῶτον αὐλητρίδα ἀφικομένην εἰς αὐτοὺς καὶ διδάξασαν πολλοὺς αὐλητὰς μεθʼ ὧν στρατευσάμενοι ἐπὶ τὴν Καρδίην. καὶ ἐπεὶ ἡ μάχη συνεστήκοι, αὐλήσαντες τὰ αὐλήματα ὅσα οἱ ἵπποι τῶν Καρδιηνῶν ἐξεπίσταιντο ἐνίκησαν τοὺς Καρδιηνούς, τῶν ἵππων ἐπὶ τῶν ὀπισθίων στάντων ποδῶν καὶ πρὸς ὀρχησμὸν τραπομένων συνήθως τοῖς προσθίοις ποσὶ καὶ ἀποσεισαμένων τοὺς ἐπιβάτας.

ὅτι παρὰ Συρακουσίοις νόμος ἦν τὰς γυναῖκας μὴ κοσμεῖσθαι χρυσῷ μηδʼ ἀνθινὰ φορεῖν, ὥς φησι Φύλαρχος, μηδʼ ἐσθῆτας ἔχειν πορφυρᾶς ἐχούσας παρυφάς, εἰ μή τις αὐτῶν συγχωροίη ἑταίρα εἶναι κοινή, καὶ τὸν ἄνδρα μὴ καλλωπίζεσθαι μηδʼ ἐσθῆτι περιέργῳ χρῆσθαι καὶ διαλλαττούσῃ, εἰ μὴ ὁμολογῶν μοιχεύειν ἢ κίναιδος εἶναι, καὶ τὴν ἐλευθέραν μὴ ἐκπορεύεσθαι ἡλίου δεδυκότος, ἐὰν μὴ μοιχευθησομένην· ἐκωλύετο δὲ καὶ ἡμέρας ἐξιέναι ἄνευ τῶν γυναικονόμων ἀκολουθούσης αὐτῇ μιᾶς θεραπαινίδος. Συβαρῖται δὲ νόμον ἔγραψαν τὰς γυναῖκας εἰς τὰς ἑορτὰς καλεῖν καὶ τοὺς καλοῦντας πρὸ ἐνιαυτοῦ τὴν παρασκευὴν ποιεῖσθαι. εἰ δέ τις τῶν ὀψοποιῶν ἢ μαγείρων ἴδιον εὕροι βρῶμα καὶ περιττόν, ἐξουσίαν μὴ εἶναι χρήσασθαι τούτῳ ἕτερον πρὸ ἐνιαυτοῦ, ἀλλʼ αὐτῷ τῷ εὑρόντι, τὸν χρόνον τοῦτον, ὅπως ὁ πρῶτος εὑρὼν καὶ τὴν ἐργασίαν ἔχῃ, πρὸς τὸ τοὺς ἄλλους φιλοπονοῦντας αὑτοὺς ὑπερβάλλεσθαι τοῖς τοιούτοις. ὡσαύτως ἐνομοθέτησαν μηδὲ τοὺς τὰς ἐγχέλεις πωλοῦντας τέλος αὐτοὺς ἀποτίνειν μηδὲ τοὺς θηρεύοντας. καὶ τοὺς τὴν θαλασσίαν δὲ πορφύραν βάπτοντας καὶ τοὺς εἰσάγοντας ἀτελεῖς ἐποίησαν. τελευταῖον δὲ παρὰ Κροτωνιατῶν τριάκοντα πρεσβευτῶν ἡκόντων, ἅπαντας ἀπέκτειναν καὶ πρὸ τοῦ τείχους ῥίψαντες ὑπὸ θηρίων εἴασαν διαφθαρῆναι. αὕτη δʼ αὐτοῖς καὶ τῶν κακῶν ἀρχὴ ἐγένετο, μηνίσαντος τοῦ δαιμονίου. ἔδοξαν γοῦν οἱ ἄρχοντες αὐτῶν μετʼ ὀλίγον ἰδεῖν τὴν Ἥραν ἐλθοῦσαν εἰς μέσην τὴν ἀγορὰν καὶ ἐμοῦσαν χολήν· ἀνέβλυσε δὲ καὶ αἵματος πηγὴ ἔν τινι τῶν βωμῶν, ὥστε τὸν σύνεγγυς ἅπαντα τόπον κατεχάλκωσαν θυρίσι βουλόμενοι στῆσαι τὴν τοῦ αἵματος ἀναφοράν. διὸ καὶ ἀνάστατοι πάντες ἐγένοντο, οἱ καὶ τὸν τῶν Ὀλυμπίων τὸν πάνυ ἀγῶνα ἀμαυρῶσαι θελήσαντες. καθʼ ὃν γὰρ ἄγεται καιρὸν ἐπιτηρήσαντες ἄθλων ὑπερβολῇ ὡς αὐτοὺς καλεῖν ἐπεχείρουν τοὺς ἀθλητάς.

ὅτι Συβαρίτης ἀνὴρ ἀκούσας τινὸς πορθμευομένου ὡς παρὰ τὴν γῆν πλευσεῖται ἀπεκρίνατο ἀστείως ὅτι μόλις ἄν σου ὑπήκουσα, εἰ παρὰ τὴν θάλασσαν ἔμελλες πεζεύειν καὶ μὴ παρὰ τὴν γῆν πλεῖν.

ὅτι καὶ Κροτωνιᾶται ἐξελόντες Συβαρίτας ἐξώκειλαν εἰς τρυφήν· ὥστε καὶ τὸν ἄρχοντα αὐτῶν περιιέναι κατὰ τὴν πόλιν ἁλουργίδα ἠμφιεσμένον καὶ ἐστεφανωμένον χρυσῷ στεφάνῳ καὶ λευκὰς ὑποδεδεμένον κρηπῖδας. ἐπεχείρησαν δὲ καὶ αὐτοὶ ὕστερον τὴν Ὀλυμπικὴν πανήγυριν καταλῦσαι, τῷ αὐτῷ χρόνῳ προθέντες ἀργυρικὸν σφόδρα πλούσιον ἀγῶνα, ὥς φησι Τίμαιος.

Ταραντίνους δέ φησι Κλέαρχος ἀλκὴν καὶ δύναμιν κτησαμένους εἰς τοσοῦτον τρυφῆς προελθεῖν, ὥστε τὸν ὅλον χρῶτα παραλεαίνεσθαι καὶ τῆς ψιλώσεως ταύτης τοῖς λοιποῖς προκατάρξαι. ἐφόρουν δὲ καὶ παρυφὴν διαφανῆ πάντες, οἷς νῦν ὁ τῶν γυναικῶν ἁβρύνεται βίος. ὕστερον δὲ ἀνάστατον μίαν πόλιν Ἰαπύγων ἐποίησαν, ἐξ ἧς τὰς ἐν ἀκμῇ γυναῖκας ἁθροίσαντες καὶ σκηνοποιησάμενοι γυμνὰ πᾶσι τῆς ἡμέρας τὰ σώματα παρεῖχον θεωρεῖν· καὶ ὁ βουλόμενος, καθάπερ εἰς ἀτυχῆ παραπηδῶν ἀγέλην, ἐθοινᾶτο ταῖς ἐπιθυμίαις τὴν τῶν ἁθροισθέντων ὥραν, πάντων μὲν ὁρώντων, μάλιστα δὲ ὧν ἥκιστα ἐκεῖνοι προσεδόκων θεῶν. ἐκεραυνώθησαν οὖν πάντες.

ὅτι τὸ τῶν Ἰαπύγων γένος ἐκ Κρήτης ὂν τῶν κατὰ Γλαύκου ζήτησιν ἀφικομένων καὶ κατοικησάντων, λήθην λαβὸν τῆς Κρητῶν περὶ τὸν βίον εὐκοσμίας εἰς τοσοῦτο τρυφῆς, εἶθʼ ὕστερον ὕβρεως ἦλθον, ὥστε πρῶτοι τὸ πρόσωπον ἐντριψάμενοι καὶ προκόμια περιθετὰ λαβόντες στολὰς ἀνθινὰς φορῆσαι, τὸ δʼ ἐργάσασθαι καὶ πονεῖν αἴσχιον νομίσαι. καὶ τοὺς πολλοὺς αὐτῶν καλλίονας οἰκίας ποιῆσαι τῶν ἱερῶν καὶ ἐφυβρίζειν τὸ θεῖον καὶ πορθεῖν τὰ ἀγάλματα, προειπόντας μεθίστασθαι τοῖς κρείττοσιν. διόπερ ἀπʼ οὐρανοῦ ἐβλήθησαν πυρί. καὶ πάντες οἱ ἀπʼ ἐκείνων μέχρι τήμερον ἐν χρῷ κεκαρμένοι καὶ στολὴν πένθιμον ἀμπεχόμενοι ζῶσιν. Ἴβηρες δέ, καίτοι ἐν στρατηγικαῖς στολαῖς καὶ ποικίλαις προϊόντες καὶ χιτῶσι ποδήρεσι χρώμενοι, οὐδὲν ἐμποδίζονται τῆς πρὸς τοὺς πολέμους ῥώμης. Μασσαλιῶται δὲ Ἰβηρικῶς μέν εἰσιν ἐσταλμένοι, ἐθηλύνθησαν δὲ καὶ ἀσχημονοῦσι διὰ τὴν ἐν ψυχαῖς μαλακίαν, διὰ τρυφὴν γυναικοπαθοῦντες. ὅθεν καὶ ἡ παροιμία· πλεύσειας εἰς Μασσαλίαν. καὶ οἱ τὴν Σῖριν δὲ κατοικοῦντες οὕτως ὀνομασθεῖσαν ἢ ἀπὸ γυναικός τινος κατʼ Εὐριπίδην ἢ ἀπὸ τοῦ ποταμοῦ κατʼ Ἀρχίλοχον, ἣν πρῶτοι κατέσχον οἱ ἀπὸ Τροίας ἐλθόντες, ὕστερον δὲ Κολοφώνιοι, εἰς τρυφὴν ἐξώκειλαν οὐχ ἧσσον Συβαριτῶν. καὶ γὰρ ἰδίως ἐπεχωρίασεν αὐτοῖς φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυτελέσι, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες, ἐπεὶ Ὅμηρος τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ.

ὅτι Μεγάλη Ἑλλὰς ἐκλήθη πᾶσα σχεδὸν ἡ κατὰ τὴν Ἰταλίαν κατοίκησις.

ὅτι Μιλήσιοι ἕως μὲν οὐκ ἐτρύφων, ἐνίκων Σκύθας καὶ τὰς ἐφʼ Ἑλλησπόντῳ πόλεις ἔκτισαν καὶ τὸν Εὔξεινον Πόντον κατῴκισαν πόλεσι λαμπραῖς, καὶ πάντες ὑπὸ τὴν Μίλητον ἔθεον. ὡς δʼ ὑπήχθησαν ἡδονῇ καὶ τρυφῇ, κατερρύη τὸ τῆς πόλεως ἀνδρεῖον, φησὶν Ἀριστοτέλης, καὶ παροιμία τις ἐγεννήθη ἐπʼ αὐτῶν· πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι. οὐ μόνον δὲ διὰ τρυφήν, φησὶν Ἡρακλείδης, ἀλλὰ καὶ διὰ πολιτικῆς ἔχθρας ἠτύχησαν· πρῶτον μὲν γὰρ ὁ δῆμος τοὺς πλουσίους ἐκβαλὼν καὶ τὰ τέκνα τῶν φυγόντων εἰς ἁλωνίας συναγαγών, βουσὶ συνηλοίησαν καὶ παρανόμῳ θανάτῳ διέφθειραν. τοιγαροῦν πάλιν οἱ πλούσιοι τοὺς δημότας κρατήσαντες, οὓς αὐτοὶ Γέργηθας ἐκάλουν, μετὰ τῶν τέκνων κατεπίττωσαν. ὧν καιομένων ἄλλα τε γέγονε τέρατα καὶ ἐλαία ἱερὰ αὐτομάτη ἀνήφθη. διὸ πολὺν χρόνον ἀπηλαύνοντο τοῦ μαντείου, ὡς δʼ ἠρώτων τὴν αἰτίαν ἤκουσαν· καί μοι Γεργήθων τε φόνος μέλει ἀπτολεμίστων πισσηρός τε μόρος καὶ δένδρεον ἀειθαλές. διαδιδόντες δέ, φησὶ Κλέαρχος, τὴν τρυφὴν καὶ τοῖς πλησιοχώροις, ἔπειτʼ ὀνειδιζόμενοι ἔλεγον ἑαυτοῖς· οἴκοι τὰ Μιλήσια κἀπιχώρια καὶ μὴ ἐν τῷ μέσῳ.

ὁ αὐτός φησιν πρῶτον ἔθνος τὸ Σκυθῶν νόμοις κοινοῖς χρήσασθαι, εἶτα γενέσθαι πάντων ἀθλιωτάτους διὰ τὴν ὕβριν. ἐτρύφησαν μὲν γὰρ ὡς οὐδένες καὶ ὕβρεως εἰς τοῦτο προῆλθον ὥστε πάντων εἰς οὓς ἀφίκοντο ἠκρωτηρίαζον τὰς ῥῖνας· ἀφʼ ὧν οἱ ἀπόγονοι μεταστάντες ἔτι καὶ νῦν ἀπὸ τοῦ πάθους ἔχουσι τὴν ἐπωνυμίαν. αἱ δὲ γυναῖκες αὐτῶν τὰς πρὸς ἑσπέραν καὶ ἄρκτον Θρᾳκικὰς γυναῖκας ἐποίκιλλον τὰ σώματα, περόναις γραφὴν ἐνεῖσαι. ὅθεν ὕστερον αἱ ὑβρισθεῖσαι τῶν Θρᾳκῶν γυναῖκες ἐξηλείψαντο τὴν συμφοράν, προσαναγραψάμεναι τὰ λοιπὰ τοῦ χρώματος, ἵνʼ ὁ τῆς ὕβρεως χαρακτὴρ εἰς ποικιλίαν καταριθμηθεὶς κόσμου προσηγορίᾳ τοὔνειδος ἐξαλείψῃ. οὕτω δʼ ὑπερηφάνως προΐσταντο, ὥστε οὐδένων ἄδακρυς ἡ τῆς δουλείας ὑπουργία γινομένη, διήγγειλαν εἰς τοὺς ἐπιγινομένους τὴν ἀπὸ Σκυθῶν ῥῆσιν οἵα τις ἦν. οἳ καὶ τὰς κόμας ὑπὸ τῶν Σκυθῶν περισπώμενοι διὰ τὸ πένθος τὴν ἐφʼ ὕβρει κουρὰν ἀπεσκυθίσθαι προσηγόρευσαν. Καλλίας δὲ τοὺς σύμπαντας Ἴωνας ἐπισκώπτων φησίν· τί γὰρ ἡ τρυφερὰ καὶ καλλιτράπεζος Ἰωνία; καὶ Ἀβυδηνοὶ δὲ — Μιλησίων δʼ εἰσὶν ἄποικοι — ἀνειμένοι τὴν δίαιτάν εἰσι καὶ κατεαγότες. ἀπώλοντο δὲ καὶ Μάγνητες οἱ πρὸς τῷ Μαιάνδρῳ διὰ τὸ πλέον ἀνεθῆναι. ἑάλωσαν γὰρ ὑπὸ Ἐφεσίων. καὶ αὐτοὶ δὲ Ἐφέσιοι ἐτρύφων ἱμάτια φοροῦντες, ὥς φησιν ὁ Ἐφέσιος Δημόκριτος, πορφυρᾶ καὶ κρόκινα ῥόμβοις ὑφαντὰ καὶ σαράπεις μηλίνους καὶ λευκοὺς καὶ καλασίρεις κορινθιουργεῖς πορφυρᾶς τε καὶ ἰοβαφεῖς καὶ ὑακινθίνας καὶ φλογίνας καὶ θαλασσοειδεῖς. εἶσι δὲ καὶ Περσικαί, αἵπερ εἰσὶ κάλλισται πασῶν. φοροῦντες δὲ καὶ ἀκταίας. ἔστι δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν· καταπέπλασται δὲ χρυσοῖς κέγχροις· οἱ δὲ κέγχροι νήματι πορφυρῷ πάντες εἰς τὴν εἴσω μοῖραν ἅμματʼ ἔχουσιν ἀνὰ μέσον. ἐν δὲ τῷ σχολίῳ τοῦ βιβλίου ὅθεν αἱ παρεκβολαὶ τάδε ἦσαν περὶ τοῦ ἄνω γεγραμμένου ῥόμβου· ῥόμβος ἐστὶ τροχίσκος, ὃν τύπτοντες ἱμᾶσι καὶ στρέφοντες ποιοῦσι περιδινεῖσθαι καὶ ψόφον ἀποτελεῖν· ῥύμβον δὲ αὐτὸν Εὔπολις εἶπε· καλεῖται δὲ καὶ βρυτήρ. ὅτι καὶ Σάμιοι ἐτρύφων βαδίζοντες κατεκτενισμένοι τὰς τρίχας ἐπὶ τὸ μετάφρενον καὶ τοὺς ὤμους.

Κολοφώνιοι δὲ τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ εἰς τρυφὴν ἐξώκειλαν, πρὸς Λυδοὺς φιλίαν ποιησάμενοι προῄεσαν διησκημένοι τὰς κόμας χρυσῷ κόσμῳ παναλουργέα φάρεʼ ἔχοντες κατὰ Ξενοφάνην. οὕτω δʼ ἐξελύθησαν ὥστε τινὲς αὐτῶν οὔτε ἀνατέλλοντα τὸν ἥλιον οὔτε δυόμενον ἑωράκασιν. Θεόπομπος δὲ χιλίους φησὶν αὐτῶν ἄνδρας ἁλουργεῖς φοροῦντας στολὰς ἀστυπολεῖν· ὅθεν καὶ βασιλεῦσι σπάνιον ἦν τότε καὶ περισπούδαστον. ἰσοστάσιος γὰρ ἦν ἡ πορφύρα πρὸς ἄργυρον ἐξεταζομένη. ὅθεν ἐν τυραννίδι γενόμενοι αὐτῇ πατρίδι διεφθάρησαν. κοινῶς δὲ περὶ πάντων Ἰώνων Ἀντιφάνης φησίν· πόθεν οἰκήτωρ εἶ τις Ἰώνων τρυφεραμπεχόνων ἁβρὸς ἡδυπαθὴς ὄχλος ὥρμηται. περὶ δὲ Βυζαντίων φησὶ Θεόπομπος ὅτι διὰ τὸ δημοκρατεῖσθαι πολὺν χρόνον καὶ τὴν πόλιν ἐπʼ ἐμπορίου κειμένην ἔχειν καὶ τὸν δῆμον περὶ τὴν ἀγορὰν καὶ τὸν λιμένα διατρίβειν ἀκόλαστοι ἦσαν καὶ συνουσιάζειν καὶ πίνειν εἰθισμένοι ἐπὶ τῶν καπηλείων. καὶ Καλχηδόνιοι δέ, φησίν, ἐν ἐπιτηδεύμασι καὶ βίῳ βελτίονι διατελοῦντες πρίν, ἐπεὶ τῆς Βυζαντίων δημοκρατίας ἐγεύσαντο, διεφθάρησαν εἰς τρυφὴν ἐκ σωφρονεστάτων καὶ μετριωτάτων φιλοπόται καὶ πολυτελεῖς γενόμενοι. καὶ Θετταλοὺς δέ φησι ζῆν σὺν ὀρχηστρίσι καὶ αὐλητρίσι διατρίβοντας καὶ ἐν κύβοις καὶ πότοις διημερεύοντας, πολυτελεστάτους γενομένους περὶ δίαιταν καὶ ἐσθῆτας, ὅπερ αὐτοῖς αἴτιον ἐγένετο καθʼ Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ζηλώσαντας τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν. Φαρσάλιοι δέ, φησίν, ἀνθρώπων ἀργότατοι καὶ πολυτελέστατοι, Αἰτωλοὶ δέ, ὥς φησι Πολύβιος, διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο, οἳ τοσούτῳ τῶν λοιπῶν ἑτοιμότερον ἔχουσι πρὸς θάνατον ὅσῳπερ καὶ ζῆν πολυτελῶς καὶ ἐκτενέστερον ζητοῦσι τῶν ἄλλων. διαβόητοι δὲ περὶ τρυφὴν Σικελιῶται καὶ Συρακούσιοι. Ἀριστοφάνης γοῦν φησι· Συρακουσίους τράπεζαν Συβαρίτιδάς τʼ εὐωχίας. καὶ Πλάτων δέ φησιν ἐν Ἐπιστολαῖς· ἐλθόντα με εἰς Σικελίαν ὁ ταύτῃ βίος οὐδαμῇ οὐδαμῶς ἤρεσε, δίς τε τῆς ἡμέρας ἐμπιμπλάμενον ζῆν καὶ μηδέποτε κοιμώμενον μόνον νύκτωρ καὶ ὅσα τούτων ἐπιτηδεύματα συνέπεται τῷ βίῳ. ἐκ γὰρ τούτων τῶν ἐθῶν οὔτʼ ἂν φρόνιμος οὐδείς ποτε γενέσθαι τῶν ὑπὸ τὸν οὐρανὸν ἀνθρώπων ἐκ νέου ἐπιτηδεύων δύναιτο, σώφρων δʼ οὐδʼ ἂν μελλήσαι ποτὲ γενέσθαι. Ποσειδώνιος δὲ τὰς κατὰ Συρίαν πόλεις τρυφώσας παριστῶν φησι τοὺς ἐν αὐταῖς συνεχῶς εὐωχουμένους τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρᾶσθαι, ἀλείφεσθαι δʼ ἐλαίῳ πολυτελεῖ καὶ μύροις· τοῖς δὲ γραμματείοις—οὕτω δʼ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων—ὡς ἐν οἰκητηρίοις διαιτᾶσθαι, καὶ τὸ πλεῖον τῆς ἡμέρας γαστρίζεσθαι. Ζακυνθίους δέ φασιν ἀπείρους εἶναι πολέμου διὰ τὸ ἐν εὐπορίᾳ καὶ πλούτῳ τρυφῶντας ἐθίζεσθαι. Πολύβιος δέ φησι Καπυησίους τοὺς ἐν Καμπανίᾳ διὰ τὴν ἀρετὴν τῆς γῆς πλουτήσαντας καὶ εἰς τρυφὴν καὶ πολυτέλειαν ὑπερβαλλομένους τὴν περὶ Κρότωνα καὶ Σύβαριν φήμην καὶ μὴ δυναμένους φέρειν τὴν παροῦσαν εὐδαιμονίαν καλεῖν τὸν Ἀννίβαν· διὸ ὑπὸ Ῥωμαίων ἀνήκεστα ἔπαθον· οἱ τε Πετηλῖνοι τηρήσαντες τὴν πρὸς Ῥωμαίους πίστιν ἐς τοσοῦτον ἐκαρτέρησαν πολιορκούμενοι ὑπʼ Ἀννίβα, ὥστε μετὰ τὸ πάντα τὰ κατὰ τὴν πόλιν δέρματα καταφαγεῖν, ἁπάντων δὲ τῶν κατὰ τὴν πόλιν δένδρων τοὺς φλοιοὺς καὶ τοὺς ἁπαλοὺς πτόρθους ἀναλῶσαι ἕνδεκα μῆνας ὑπομείναντες τὴν πολιορκίαν οὐδενὸς βοηθοῦντος οὐδὲ συνευδοκοῦντος Ῥωμαίων παρέδοσαν ἑαυτούς.

τοὺς δὲ Κουρῆτάς φησι Φύλαρχος διὰ τὴν τρυφὴν σχεῖν τὴν προσηγορίαν λέγων· χλιδῶν τε πλόκαμος ὥστε παρθένου ἁβρᾶς· ὅθεν καλεῖν Κουρῆτα λοιπὸν ᾔνεσαν. Ἀγάθων δὲ περὶ τῶν αὐτῶν φησι· τοὺς τὴν Πρώνακτος θυγατέρα μνηστεύοντας τοῖς τε λοιποῖς πᾶσιν ἐξησκημένους ἐλθεῖν καὶ κομῶντας τὰς κεφαλάς, ἐπεὶ δʼ ἀπέτυχον τοῦ γάμου, κόμας ἐκειράμεθα, φησί, μάρτυρας τρυφῆς, ἦ που ποθεινὸν χρῆμα παιζούσῃ φρενί. ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος Κουρῆτες εἶναι, κουρίμου χάριν τριχός. καὶ ἐν Ἰταλίᾳ δὲ Κυμαῖοι ἐτρύφων χρυσοφοροῦντες καὶ ἀνθινὰ φοροῦντες καὶ μετὰ γυναικῶν εἰς τοὺς ἀγροὺς ἐξιόντες ἐπὶ ζευγῶν ὀχούμενοι.

ὅτι Νινύας ὁ Νίνου καὶ Σεμιράμιδος ἔνδον μένων καὶ τρυφῶν ὑπʼ οὐδενὸς ἑωρᾶτο, εἰ μὴ ὑπὸ τῶν εὐνούχων καὶ τῶν ἰδίων γυναικῶν. τοιοῦτος καὶ Σαρδανάπαλος ὁ Ἀνακυνδαράξεω ἢ Ἀναβαραξάρου. ὅτε δὴ Ἀρβάκης ὁ Μῆδος εἷς τῶν ὑπʼ αὐτὸν στρατηγῶν διεπράξατο διʼ εὐνούχου θεάσασθαι Σαρδανάπαλον καὶ μόλις αὐτῷ ἐπετράπη ἐκείνου θελήσαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν ἐψιμυθιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετʼ αὐτῶν καθήμενον γυναικείαν τε στολὴν ἔχοντα κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισσηρισμένον—ἦν δὲ καὶ γάλακτος λευκότερος καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς, Δοῦρις μέν φησιν—ἀγανακτήσας εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντήσας αὐτὸν ἀνεῖλεν. Κτησίας δέ φησιν εἰς πόλεμον καταστῆναι τῷ Ἀβράκῃ ἁθροίσαντα πολλὴν στρατιὰν καὶ καταλυθέντα ἑαυτὸν ἐμπρῆσαι ἐν τοῖς βασιλείοις πυρὰν νήσαντα ὕψος τεσσάρων πλέθρων, ἐφʼ ἧς ἐπέθηκε χρυσᾶς κλίνας ἑκατὸν καὶ πεντήκοντα καὶ ἴσας τραπέζας καὶ ταύτας χρυσᾶς. ἐποίησε δὲ ἐν τῇ πυρᾷ καὶ οἴκημα ἑκατόμποδον ἐκ ξύλων κἀνταῦθα κλίνας ὑπεστόρεσεν αἷς κατεκλίθη αὐτὸς καὶ ἡ γυνὴ καὶ αἱ παλλακίδες. τοὺς γὰρ τρεῖς υἱοὺς καὶ δύο θυγατέρας ὁρῶν τὰ πράγματα κακούμενα πεπόμφει εἰς Νίνον, δοὺς αὐτοῖς τρισχίλια χρυσίου τάλαντα· ἐπεστέγασε δὲ τὸ οἴκημα δοκοῖς μεγάλαις καὶ παχείαις, ἔπειτα ἐν κύκλῳ περιέθηκε πολλὰ ξύλα καὶ παχέα, ὡς μὴ εἶναι ἔξοδον. ἐνταῦθα ἐπέθηκε χρυσίου μυριάδας χιλίας, αδας ἀργυρίου ταλάντων μυρίας, ἱμάτια, πορφύρας καὶ στολὰς παντοδαπάς. ἔπειτα ὑφάψαι ἐκέλευσε τὴν πυράν, καὶ ἐκαίετο ιεʹ ἡμέρας. οἳ δὲ ἐθαύμαζον ὁρῶντες τὸν καπνὸν καὶ ἐδόκουν θυσίας ἐπιτελεῖν· ταῦτα δὲ μόνοι ᾔδεσαν οἱ εὐνοῦχοι. καὶ οὕτως ἐκτόπως ἡδυπαθήσας ὡς ἐνῆν γενναίως ἐτελεύτησεν.

οὗτος τοῖς πορίσασιν αὐτῷ ἡδύ τι βρῶμα ἆθλα ἐτίθει νοῦν οὐκ ἔχων. οὗ καὶ ἐπιγέγραπται τῷ μνήματι· Σαρδανάπαλος Ἀνακυνδαράξεω Ἀγχιάλην ἔδειμε καὶ Ταρσὸν μιῇ ἡμέρῃ, ἀλλὰ νῦν τέθνηκεν. ἐπιγέγραπται δὲ καὶ ἐν λιθίνῃ στήλῃ Χαλδαϊκοῖς γράμμασιν ὃ μετενεγκὼν Χοιρίλος ἔμμετρον

ἐποίησεν· ἐγὼ δʼ ἐβασίλευσα καὶ ἄχρι ἑώρων τοῦ ἡλίου φῶς, ἔπιον, ἔφαγον, ἠφροδισίασα, εἰδὼς τόν τε χρόνον ὄντα βραχὺν ὃν ζῶσιν οἱ ἄνθρωποι καὶ τοῦτον πολλὰς ἔχοντα μεταβολάς, καὶ ὅτι ὧν ἂν καταλίπω ἀγαθῶν ἄλλοι ἕξουσι τὰς ἀπολαύσεις. διὸ κἀγὼ ἡμέραν οὐδεμίαν παρέλιπον τοῦτο ποιῶν. Κλείταρχος δὲ ἀποπεσόντα τῆς τῶν Σύρων ἀρχῆς αὐτόν φησι γήρᾳ τελευτῆσαι. Ἀριστόβουλος δὲ ἐν Ἀγχιάλῃ φησὶν ἑστάναι τύπον Σαρδαναπάλου λίθινον συμβεβληκότα τῆς δεξιᾶς χειρὸς τοὺς δακτύλους ὡς ἂν ἐπικροτοῦντα, ἐπιγεγράφθαι δʼ αὐτῷ Ἀσσυρίοις γράμμασι· Σαρδανάπαλος Ἀνακυνδαράξου παῖς Ἀγχιάλην καὶ Τάρσον ἔδειμεν ἡμέρῃ μιᾷ. ἔσθιε, πῖνε, παῖζε· ὡς τἆλλα τούτου οὐκ ἄξια, ἔοικε δὲ λέγειν τοῦ ἀποκροτήματος. καὶ δεικνύει ἐνταῦθα οἵου καταγέλωτος ἄξια τὰ τῶν ἀνθρώπων πράγματα οὐκ ἄξια ὄντα ψόφου δακτύλων ὃν χορεύων πεποίηται. διετέθρυπτο δὲ καὶ ὁ Φρὺξ Ἀνδρόκοτος, ὃς ἀνθινὴν ἐνεδέδυτο ἐσθῆτα καὶ γυναικὸς ἐκοσμεῖτο εὐπρεπέστερον. Σάγαρις δὲ ὁ Μαρυανδηνὸς ὑπὸ τρυφῆς ἐσιτεῖτο μέχρι μὲν γήρως ἐκ τοῦ τῆς τιτθῆς στόματος, ἵνα μὴ μασώμενος πονέσειεν. οὐ πώποτε δὲ τὴν χεῖρα κατωτέρω τοῦ ὀμφαλοῦ προσηνέγκατο, φησὶ Κλέαρχος. Ἀριστοτέλης δὲ Ξενοκράτην τὸν Χαλκηδόνιον σκώπτων, ὅτι οὐρῶν οὐ προσῆγε τὴν χεῖρα τῷ αἰδοίῳ, ἔλεγε· χεῖρες μὲν ἁγναί, φρὴν δʼ ἔχει μίασμά τι. Ἀννάρῳ δὲ τῷ Βαβυλωνίῳ στολὴ καὶ κόσμος ἦν γυναικεῖος καὶ βασιλέως ὄντι δούλῳ εἰσῄεσαν εἰς τὸ δεῖπνον πεντήκοντα καὶ ἑκατὸν ψάλλουσαι καὶ ᾄδουσαι γυναῖκες· ἱστορεῖ Κτησίας. ἐτρύφα δὲ καὶ Νίνος ὁ Ἀσσύριος, ὃς κατὰ τὸν Κολοφώνιον Φοίνικα χρυσίου τάλαντα εἶχε πολλῷ πλείονα Κασπίης ψάμμου, ὃς οὐκ ἴδʼ ἀστέρα, φησίν, οὐ μυήθη, οὐ δικασπόλος ἦν, οὐ λεωλογεῖν ἐμάνθανεν, οὐκ ἀμιθρῆσαι, ἀλλʼ ἦν ἄριστος ἐσθίειν τε καὶ πίνειν κἠρᾶν, τὰ δʼ ἄλλα πάντα κατὰ πετρῶν ὤθει. ὡς δʼ ἀπέθανʼ ὡνήρ, πᾶσιν κατέλιπε ῥῆσιν· ἐγὼ Νίνος πάλαι ποτʼ ἐγενόμην πνεῦμα, νῦν δʼ οὐκ ἔτʼ οὐδέν, ἀλλὰ γῆ πεποίημαι. ἔχω δʼ ὁκόσον ἔδεσα χὠκόσσʼ ἐράσθην. τὰ δʼ ὄλβιʼ ἡμῶν δήιοι συνελθόντες φέρουσιν, ὠμὸν ἔριφον αἱ Βάκχαι. ἐγὼ δʼ ἐς ᾍδην οὔτε χρυσὸν οὔθʼ ἵππον οὔτʼ ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων.

Στράτων δὲ ὁ Σιδώνιος βασιλεύς, ὥς φησι Θεόπομπος, ἡδυπαθείᾳ πάντας ὑπερέβαλεν οὐδὲν τῆς Φαιάκων τρυφῆς ἀποδέων, πλὴν ὅσον οἳ μὲν μετὰ τῶν οἰκείων γυναικῶν καὶ θυγατέρων ἐποιοῦντο τοὺς πότους, ὃ δὲ μετʼ αὐλητρίδων καὶ ψαλτριῶν καὶ κιθαριστριῶν, ὧν αἱ μὲν ἐκ Πελοποννήσου μετάπεμπτοι ἦσαν, αἳ δʼ ἐξ Ἰωνίας, αἳ δʼ ἐκ πάσης τῆς Ἑλλάδος. ἦν μὲν οὖν οὗτος καὶ φύσει δοῦλος τῶν ἡδονῶν, ἐφιλοτιμεῖτο δὲ καὶ ἡμιλλᾶτο καὶ πρὸς Νικοκλέα τὸν τῆς ἐν Κύπρῳ Σαλαμῖνος βασιλέα ἀσελγῆ καὶ αὐτὸν ὄντα καὶ τρυφῶντα. ἀπέθανον οὖν ἀμφότεροι βιαίως. καὶ Κότυς δὲ πάντων βασιλέων τῶν ἐν Θρᾴκῃ μάλιστα, φησὶν ὁ αὐτός, πρὸς ἡδυπαθείας καὶ τρυφὰς ὥρμησε, καὶ περιὼν τὴν χώραν ὅπου κατίδοι τόπους δένδρεσι συσκίους καὶ καταρρύτους ὕδασι, τούτους κατεσκεύασεν ἑστιατόρια· καὶ φοιτῶν εἰς ἑκάστους ὅτε τύχοι ἔθυε καὶ ἦν μακαριστὸς ἕως εἰς Ἀθηνᾶν πλημμελεῖν ἐπεχείρησεν. δεῖπνον οὖν ποτε κατεσκεύασεν ὡς γαμουμένης αὐτῷ τῆς Ἀθηνᾶς, καὶ θάλαμον κατασκευάσας ἀνέμενεν αὐτὴν μεθύων. ἤδη δʼ ἔκφρων γενόμενος ἔπεμπε δορυφόρον ὀψόμενον εἰ παραγέγονεν εἰς τὸν θάλαμον. ὡς δʼ ἐκεῖνος εἶπε μηδένα εἶναι ἐν τῷ θαλάμῳ τοξεύσας τοῦτον ἀπέθανεν. καὶ ἄλλον δεύτερον ἐπὶ τοῖς αὐτοῖς, ἕως ὁ τρίτος συνεὶς παραγενόμενος ἔφη πάλαι τὴν θεὸν αὐτὸν ἀναμένειν. οὗτός ποτε καὶ τὴν ἑαυτοῦ γυναῖκα ζηλοτυπήσας ἀνέτεμε τὴν ἄνθρωπον ἀπὸ τῶν αἰδοίων ἀρξάμενος.

ὅτι Χαβρίας ὁ Ἀθηναῖος μὴ δυνάμενος ἐν τῇ πόλει ζῆν ἀπεδήμησε τὰ μὲν διὰ τὴν ἀσέλγειαν αὐτοῦ τὴν περὶ τὸν βίον, τὰ δὲ διὰ τοὺς Ἀθηναίους· πᾶσι γάρ εἰσι χαλεποί· διὸ καὶ εἵλοντο αὐτῶν οἱ ἔνδοξοι ἔξω τῆς πόλεως καταβιοῦν, Ἰφικράτης μὲν ἐν Θρᾴκῃ, Κόνων δʼ ἐν Κύπρῳ, Τιμόθεος ἐν Λέσβῳ, αὐτὸς δʼ ὁ Χαβρίας ἐν Αἰγύπτῳ, Χάρης δὲ ἐν Σιγείῳ. ὃν Χάρητα νωθρόν τε ὄντα καὶ βραδὺν καὶ πρὸς τρυφὴν ἤδη ζῶντα, ὃς καὶ στρατευόμενος αὐλητρίδας περιήγετο καὶ ψαλτρίας καὶ πεζὰς ἑταίρας, καὶ τῶν εἰσφερομένων εἰς τὸν πόλεμον τὰ μὲν εἰς ταύτην τὴν ὕβριν ἀνήλισκε, τὰ δʼ Ἀθήνησι κατέλειπε τοῖς τε λέγουσιν καὶ τὰ ψηφίσματα γράφουσιν. ἠγάπων οἱ πολῖται, καὶ δικαίως· καὶ γὰρ αὐτοὶ τοῦτον τὸν τρόπον ἔζων, ὡς τοὺς μὲν νέους ἐν τοῖς αὐλητριδίοις παρὰ ταῖς ἑταίραις διατρίβειν, τοὺς δὲ μικρῷ ἐκείνων πρεσβυτέρους ἐν κύβοις, τὸν δὲ δῆμον ἅπαντα πλείω καταναλίσκειν εἰς τὰς κοινὰς ἑστιάσεις καὶ κρεανομίας ἤπερ εἰς τὴν τῆς πόλεως διοίκησιν. οὗτος ὁ Χάρης ποτὲ πολυτελῶς Ἀθηναίους ἐδείπνισεν ἐν τῇ ἀγορᾷ θύσας τὰ ἐπινίκια τῆς πρὸς τοὺς Φιλίππου ξένους μάχης ὧν ἡγεῖτο Ἀδαῖος ὁ Ἀλεκτρυὼν ἐπικαλούμενος· περὶ οὗ Ἡρακλείδης ὁ κωμικὸς λέγει· Ἀλεκτρυόνα τὸν τοῦ Φιλίππου λαβὼν κοκκύζοντα καὶ πλανώμενον ἀωρὶ κατέκοψεν· οὐ γὰρ εἶχεν οὐδέπω λόφον. κᾆτα κόψας μάλα συχνοὺς ἐδείπνισε Χάρης Ἀθηναίους τόθʼ, ὡς γενναῖος ἦν.

ὅτι Ἱππίας καὶ Ἵππαρχος κωμασταὶ ἦσαν, ὅθεν βαρεῖα αὐτῶν ἐγένετο ἡ ἀρχή. καίτοι ὁ πατὴρ αὐτῶν Πεισίστρατος μετρίως ἐχρῆτο ταῖς ἡδοναῖς, ὥστʼ οὐδʼ ἐν τοῖς χωρίοις ἢ τοῖς κήποις φύλακας ἐφίστα, ὥς φησι Θεόπομπος, ἀλλʼ εἴα τὸν βουλόμενον εἰσιόντα ὀπωρίζεσθαι καὶ λαμβάνειν εἴ τινος δέοιτο τῶν ἐν τοῖς χωρίοις. εἶτα τὴν οἰκίαν παρεῖχε κοινὴν ἅπασι· καὶ δεῖπνον ἀεὶ εὐτελὲς παρεσκευάζετο πολλοῖς ἀνθρώποις. ἐθεράπευε δὲ καὶ τοὺς αὐτοῦ τι δεομένους, καί φασιν ὡς περιήγετο ἀεὶ νεανίσκους δύο ἢ τρεῖς ἔχοντας κέρματα τούτοις τε διδόναι προσέταττεν, ὁπότε τις προσέλθοι αὐτῷ δεόμενος. καί φασι μὲν αὐτὸν καὶ εἰς ταφὴν εἰσφέρειν. ποιεῖν δὲ τοῦτο καὶ ὅτε τῶν πολιτῶν τινα ἴδοι κακῶς ἠμφιεσμένον. ἐκ δὴ τούτων πάντων ηὐδοκίμει καὶ πρῶτος ἦν τῶν πολιτῶν. ἐγένετο δὲ καὶ βαρὺς ἐν πολλοῖς, ὅπου καὶ τὸ Ἀθήνησι Διονυσίου πρόσωπον ἐκείνου φασί τινες εἰκόνα.

ὅτι ὁ Ὀλύμπιος Περικλῆς ἀπαλλάξας ἐκ τῆς οἰκίας τὴν γυναῖκα ᾤκει μετʼ Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ τῆς οὐσίας εἰς ταύτην κατανάλωσε. Θεμιστοκλῆς δὲ οὔπω Ἀθηναίων μεθυσκομένων οὐδʼ ἑταίραις χρωμένων ἐκφανῶς τέθριππον ζεύξας ἑταιρίδων διὰ τοῦ Κεραμείκου πληθύοντος ἑωθινὸς ἤλαυνεν· ἀμφιβόλως δʼ αὐτὸ εἴρηκεν Ἰδομενεύς, εἴτε ἑταίρας τέσσαρας συνυπέζευξεν ὡς ἵππους εἴτʼ ἀνεβίβασεν αὐτὰς ἐπὶ τὸ τέθριππον. οὗτος τρίκλινον οἰκοδομησάμενος περικαλλέστατον ἀγαπᾶν ἔφη, εἰ τοῦτον φίλων πληρώσειεν, φησὶ Κλέαρχος.

ὅτι ὁ παρὰ τῇ παροιμίᾳ περιφόρητος Ἀρτέμων οὕτως ἐκλήθη διὰ τὸ τρυφερῶς βιῶν· καίτοι πρῴην, ὡς Ἀνακρέων φησὶ, πένης ἦν ψιλὸν μὲν ἔχων περὶ πλευρῇσι βοὸς νεόπλυτον εἴλυμα κακῆς ἀσπίδος, ἀρτοπώλησι καὶ ἐθελοπόρνοισιν ὁμιλέων, κίβδηλον εὑρίσκων βίον, πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δʼ ἐν τροχῷ, πολλάκις δὲ κόμην πώγωνά τʼ ἐκτετιλμένος. μέμνηται δʼ αὐτοῦ Χαμαιλέων ὁ Ποντικός· ξανθῇ δʼ Εὐρυπύλῃ μέλει ὁ περιφόρητος Ἀρτέμων.

περὶ δὲ τοῦ καλοῦ Ἀλκιβιάδου Σάτυρος ἱστορῶν φησι· λέγεται ὅτι ἐν Ἰωνίᾳ μὲν ὢν ἐφαίνετο τρυφερώτερος, ἐν Θήβαις δὲ σωμασκῶν καὶ γυμναζόμενος τῶν Θηβαίων αὐτῶν μᾶλλον Βοιώτιος, ἐν Θετταλίᾳ δὲ ἱπποτροφῶν καὶ ἡνιοχῶν τῶν Ἀλευαδῶν ἱππικώτερος, ἐν Σπάρτῃ δὲ καρτερίαν καὶ ἀσφάλειαν ἐπιτηδεύων ἐνίκα τοὺς Λάκωνας, ὑπερῆρε δὲ καὶ τὴν τῶν Θρᾳκῶν ἀκρατοποσίαν. τὴν δὲ αὐτοῦ γυναῖκα πειρῶν ὡς ἕτερος ἔπεμψε αὐτῇ χιλίους δαρεικούς. κάλλιστος δὲ ὢν τὴν μορφὴν κόμην τε ἔτρεφεν ἐπὶ πολὺ τῆς ἡλικίας καὶ ὑποδήματα παρηλλαγμένα ἐφόρει, ἃ ἀπʼ αὐτοῦ ἀλκιβιάδης καλεῖται. ὅτε δὲ χορηγοίη πομπεύων ἐν πορφυρίδι εἰσιὼν εἰς τὸ θέατρον ἐθαυμάζετο οὐ μόνον ὑπὸ τῶν ἀνδρῶν ἀλλὰ καὶ ὑπὸ τῶν γυναικῶν. Ἀντισθένης δὲ ὁ Σωκρατικὸς ὡς ἂν αὐτόπτης αὐτοῦ γεγονὼς ἰσχυρὸν αὐτὸν καὶ ἀνδρώδη καὶ ἀπαίδευτον καὶ τολμηρὸν καὶ ὡραῖον ἐφʼ ἡλικίας γενέσθαι φησίν. ὅτε δὲ εἰς ἀποδημίας στέλλοιτο, τέσσαρσι τῶν συμμαχίδων πόλεων ὡς θεραπαίναις ἐχρῆτο. σκηνὴν μὲν γὰρ αὐτῷ Περσικὴν ἔπησσον Ἐφέσιοι, τροφὴν δὲ τοῖς ἵπποις αὐτοῦ Κῖοι παρεῖχον, ἱερεῖα δὲ παρίστασαν εἰς θυσίας καὶ κρεανομίας Κυζικηνοί, Λέσβιοι δὲ οἶνον παρεῖχον καὶ τἆλλα τὰ πρὸς τὴν καθʼ ἡμέραν δίαιταν. ἀφικόμενος δʼ ἐν Ὀλυμπίᾳ δύο πίνακας ἀνέθηκεν, Ἀγλαοφῶντος γραφήν· ὧν ὃ μὲν εἶχεν Ὀλυμπιάδα καὶ Πυθιάδα στεφανούσας αὐτόν, ἐν δὲ θατέρῳ Νεμέα ἦν καθημένη καὶ ἐπὶ τῶν γονάτων αὐτῆς Ἀλκιβιάδης, καλλίων φαινόμενος τῶν γυναικείων προσώπων. καὶ στρατηγῶν δὲ ἔτι καλὸς εἶναι ἤθελεν· ἀσπίδα γοῦν εἶχε χρυσοῦ καὶ ἐλέφαντος πεποιημένην, ἐφʼ ἧς ἦν ἐπίσημον Ἔρως κεραυνὸν ἠσκυλημένος. ἐπικωμάσας δέ ποτε εἰς Ἄνυτον ἐραστὴν ὄντα καὶ πλούσιον, συνεπικωμάζοντος καὶ Θρασύλλου, προπιὼν τῷ Θρασύλλῳ τὰ ἡμίση τῶν ποτηρίων ἐκέλευσε τοὺς ἀκολούθους ἀποφέρειν πρὸς τὸν Θράσυλλον πένητα ὄντα. λεγόντων δέ τινων ἀγνώμονα εἴη πεποιηκὼς Ἀλκιβιάδης, ὁ Ἄνυτος ἐλευθερίως καὶ ἐρωτικῶς· οὐ μὰ Δίʼ, ἔφη, ἀλλʼ εὐγνωμονέστατα. ἔχων γὰρ ἐξουσίαν πάντα λαβεῖν τὰ ἡμίση κατέλιπεν.

ὅτι Ἀξίοχος καὶ Ἀλκιβιάδης εἰς Ἑλλήσποντον ἐκπλεύσαντες ἔγημαν ἐν Ἀβύδῳ δύʼ ὄντε Μεδοντιάδα τὴν Ἀβυδηνὴν καὶ ξυνῳκείτην. καὶ γίνεται αὐτοῖν θυγάτηρ, ἣν οὐκ ἔφαντο δύνασθαι γνῶναι ὁποτέρου εἴη. ἐπεὶ δὲ ἦν ἀνδρὸς ὡραία, ξυνεκοιμῶντο καὶ ταύτῃ, καὶ εἰ μὲν χρῷτο καὶ ἔχοι Ἀλκιβιάδης, Ἀξιόχου ἔφασκε εἶναι θυγατέρα· εἰ δὲ Ἀξίοχος, Ἀλκιβιάδου. περὶ τούτου Φερεκράτης φησίν· οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖν, ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν. ἐν Σπάρτῃ δʼ ὢν ἔφθειρε τὴν Ἄγιδος τοῦ βασιλέως γυναῖκα Τιμαίαν οὐκ ἀκρασίας ἕνεκα φάσκων συνελθεῖν, ἀλλʼ ἵνʼ ὁ γενόμενος ἐξ αὐτοῦ βασιλεύσῃ Σπάρτης καὶ οὐκέτι λέγωνται οἱ βασιλεῖς ἀφʼ Ἡρακλέους ἀλλʼ ἀπʼ Ἀλκιβιάδου. στρατηγῶν δὲ συμπεριήγετο Τιμάνδραν τε τὴν Λαΐδος τῆς Κορινθίας μητέρα καὶ Θεοδότην τὴν Ἀττικὴν ἑταίραν. μετὰ δὲ τὴν φυγὴν κυρίους Ἀθηναίους ποιήσας τοῦ Ἑλλησπόντου καὶ πλείους τῶν πεντακισχιλίων Πελοποννησίους λαβὼν ἀνέπεμψεν εἰς Ἀθήνας. κατιών τε μετὰ ταῦτα εἰς τὴν πατρίδα ἐστεφάνωσε τὰς Ἀττικὰς τριήρεις θαλλῷ καὶ μίτραις καὶ ταινίαις ναῦς ἄγων αἰχμαλώτους ἠκρωτηριασμένας εἰς διακοσίας ἱππαγωγούς τε ἄγων σκύλων καὶ ὅπλων Λακωνικῶν τε καὶ Πελοποννησιακῶν μεστὰς εἰσέπλει. ἡ δὲ τριήρης ἐφʼ ἧς αὐτὸς κατέπλει μέχρι μὲν τῶν κλείθρων τοῦ Πειραιέως προέτρεχεν ἁλουργοῖς ἱστίοις· ὡς δʼ ἐντὸς ἦν καὶ τὰς κώπας ἔλαβον οἱ ἐρέται, Χρυσόγονος μὲν ηὔλει τὸ τριηρικὸν ἐνδεδυκὼς τὴν Πυθικὴν στολήν, Καλλιππίδης δὲ ὁ τραγῳδὸς ἐκέλευε τὴν ἐπὶ τῆς σκηνῆς στολὴν ἠμφιεσμένος. διὸ καὶ χαριέντως εἶπέ τις· οὔτʼ ἂν δύο Λυσάνδρους ὑπήνεγκεν ἡ Σπάρτη οὔτʼ ἂν δύο Ἀλκιβιάδας Ἀθῆναι. ἐμιμεῖτο δὲ τὸν Παυσανίου μηδισμὸν καὶ καθομιλῶν Φαρνάβαζον τὴν Περσικὴν ἐνεδύσατο στολὴν καὶ τὴν Περσικὴν ἔμαθε φωνὴν καθὰ καὶ Θεμιστοκλῆς. φασὶ δʼ ὅτι καὶ Παυσανίας ὁ Σπαρτιάτης βασιλεὺς καταθέμενος τὸν πάτριον τρίβωνα Περσικὴν στολὴν ἐνεδύετο. καὶ Ἀλέξανδρος δὲ ὡς τῆς Ἀσίας ἐκυρίευσεν. Δημήτριος δὲ πάντας ὑπερέβαλλεν· τὴν μὲν γὰρ ὑπόδεσιν ἣν εἶχε κατεσκεύαζεν ἐκ πολλοῦ δαπανήματος ἔκ τε χρυσοῦ καὶ πολυτελεστάτης πορφύρας καὶ πόλου ἀστέρας ἔχοντος καὶ τὰ δώδεκα ζῴδια. μίτραν δὲ χρυσόπαστον καυσίας ἁλουργῆ οὖσαν ἔσφιγγε ἐπὶ τῶν νώτων. γινομένων δὲ τῶν Δημητρίων Ἀθήνησιν ἐγράφετο ἐπὶ τοῦ προσκηνίου ἐπὶ τῆς Οἰκουμένης ὀχούμενος.

ὅτι Παυσανίας περὶ Πλαταιὰς νικήσας Μαρδόνιον, τὰ τῆς Σπάρτης ἐξελθὼν νόμιμα καὶ εἰς ὑπερηφανίαν ἐπιδούς, περὶ Βυζάντιον διατρίβων τὸν χαλκοῦν Ποσειδῶνος κρατῆρα ἐτόλμησε ἐπιγράψαι ὡς αὐτὸς ἀναθείς. καὶ Φάραξ δὲ ὁ Λάκων οὕτως ἀσελγῶς καὶ χύδην ἐχρήσατο ταῖς ἡδοναῖς ὡς μᾶλλον αὐτὸν ὑπολαμβάνεσθαι Σικελιώτην διὰ ταύτην ἢ Σπαρτιάτην. καὶ Ἀρχίδαμος δὲ ὁ Λάκων ἀποστὰς τῆς πατρίου διαίτης συνειθίσθη ξενικῶς καὶ μαλακῶς. διὸ οὐκ ἠδύνατο τὸν οἴκοι βίον ὑπομένειν, ἀλλʼ ἐσπούδαζεν ἀεὶ διʼ ἀκρασίαν ἔξω διατρίβειν. καὶ Ταραντίνοις πρεσβευσαμένοις περὶ συμμαχίας συνεξῆλθε βοηθός· κἀκεῖ ἐν πολέμῳ ἀποθανὼν οὐδὲ ταφῆς κατηξιώθη, καίτοι Ταραντίνων πολλὰ ὑποσχομένων τοῖς πολεμίοις ὑπὲρ τοῦ ἀνελέσθαι τὸ σῶμα.

Πτολεμαῖος δὲ ὁ δεύτερος Αἰγύπτου βασιλεύσας, ὥς φησι Φύλαρχος, πάντων σεμνότατος γενόμενος καὶ παιδείας ἐπιμεληθεὶς οὕτω διεφθάρη ὑπὸ τρυφῆς ὡς τὸν πάντα χρόνον ὑπολαβεῖν βιώσεσθαι καὶ λέγειν ὅτι μόνος εὕροι τὴν ἀθανασίαν. κατατεινόμενος οὖν ὑπὸ ποδάγρας ὥς ποτʼ ἐρράισε καὶ κατεῖδε τοὺς Αἰγυπτίους περὶ τὸν ποταμὸν ἀριστοποιουμένους καὶ τὰ τυχόντα προσφερομένους ἐπὶ τῆς ἄμμου χύδην ἐρριμμένους, εἶπεν· ὦ τάλας ἐγώ, τὸ μηδὲ τούτων ἕνα γενέσθαι.

ὅτι Ἱππόνικος ὁ Διομνήστου τοσοῦτον ἦν πλούσιος ἀπὸ χρημάτων Ἐρετριέως τινὸς στρατηγοῦ, ἃ διέλαθεν ἔχων ὁ Διόμνηστος μετὰ τελευτὴν αὐτοῦ, ὥστε Ἀθηναίους αἰτῆσαι ἐν ἀκροπόλει τόπον, ἵνʼ οἰκοδομήσηται τοῖς χρήμασιν ὅπου κείσεται, λέγων ὡς οὐκ ἀσφαλὲς ἐν ἰδιωτικῇ οἰκίᾳ πολλὰ χρήματα εἶναι. καὶ ἔδοσαν Ἀθηναῖοι· νουθετηθεὶς δʼ ὑπὸ τῶν φίλων μετενόησεν. τούτων οὖν τῶν χρημάτων Καλλίας κύριος γενόμενος καὶ πρὸς ἡδονὴν βιώσας—ποῖοι γὰρ οὐ κόλακες περὶ αὐτὸν ἦσαν—τέλος μετὰ γρᾳδίου βαρβάρου διατελῶν καὶ τῶν ἀναγκαίων ἐνδεὴς ὢν τὸν βίον ἐτελεύτησεν. τὸν δὲ Νικίου τοῦ Περγασῆθεν πλοῦτον καὶ τὸν Ἰσχομάχου Ἀτοκλέης καὶ Ἐπικλέης ἀπώλεσαν, οἳ μετʼ ἀλλήλων ζῆν προελόμενοι καὶ πάντʼ ἐν ἐλάττονι ποιούμενοι τῆς ἡδονῆς. οἳ, ἐπεὶ πάντα κατανάλωσαν, κώνειον πιόντες ἀπέθανον.

ὅτι Ἀλεξάνδρῳ χρυσοῦς ἔκειτο θρόνος ἐν παραδείσῳ καὶ κλῖναι ἀργυρόποδες, ἐφʼ ὧν καθεζόμενος ἐχρημάτιζε μετὰ τῶν ἑταίρων. ἐφόρει δʼ ἐν τοῖς δείπνοις, ὅτε μὲν τὴν τοῦ Ἄμμωνος πορφυρίδα καὶ περισχιδῆ καὶ κέρατα καθάπερ ἐκεῖνος, ὅτε δὲ τὴν τῆς Ἀρτέμιδος, ἣν καὶ ἐπὶ τοῦ ἅρματος ἐφόρει πολλάκις, ὑποφαίνων ἄνωθεν τῶν ὤμων τό τε τόξον καὶ τὴν σιβύνην, ἐνίοτε δὲ καὶ τὴν τοῦ Ἑρμοῦ τά τε πέδιλα καὶ τὸν πέτασον ἐπὶ τῇ κεφαλῇ καὶ τὸ κηρύκειον ἐν τῇ χειρί, πολλάκις δὲ καὶ λεοντῆν καὶ ῥόπαλον ὡς Ἡρακλῆς. τί οὖν θαυμαστόν, εἰ καὶ Κόμοδος ὁ αὐτοκράτωρ ἐπὶ τῶν ὀχημάτων παρακείμενον εἶχε τὸ Ἡράκλειον ῥόπαλον ὑπεστρωμένης αὐτῷ λεοντῆς καὶ Ἡρακλῆς καλεῖσθαι ἤθελεν, Ἀλεξάνδρου τοῦ Ἀριστοτελικοῦ τοσούτοις αὐτὸν ἀφομοιοῦντος θεοῖς, ἀτὰρ καὶ τῇ Ἀρτέμιδι; ἔρρανε δὲ Ἀλέξανδρος καὶ μύρῳ σπουδαίῳ καὶ οἴνῳ εὐώδει τὸ δάκρυον. ἐθυμιᾶτο δὲ αὐτῷ σμύρνα καὶ τἆλλα θυμιάματα· εὐφημία δὲ καὶ σιγὴ κατεῖχε πάντας ὑπὸ δέους τοὺς παρόντας. ἀφόρητος γὰρ ἦν καὶ φονικός· ἐδόκει γὰρ εἶναι μελαγχολικός. ὅτε δʼ εἷλε Δαρεῖον, γάμους συνετέλεσεν ἑαυτοῦ τε καὶ ἄλλων φίλων ἐνενήκοντα ἐν οἴκῳ ἑκατοντακλίνῳ. ἦν δʼ ἑκάστη κλίνη κεκοσμημένη στολῇ γαμικῇ εἴκοσι μνῶν ἀργυρᾶ· ἡ δὲ αὐτοῦ χρυσόπους ἦν. συμπαρέλαβεν δὲ εἰς τὸ συμπόσιον καὶ τοὺς ἰδιοξένους ἅπαντας καὶ κατέκλινεν ἀντιπροσώπους ἑαυτῷ καὶ τοῖς ἄλλοις νυμφίοις τήν τε πεζὴν καὶ ναυτικὴν δύναμιν καὶ τὰς πρεσβείας καὶ τοὺς παρεπιδημοῦντας ἐν τῇ αὐλῇ. κατεσκεύαστο δὲ ὁ οἶκος μεγαλοπρεπῶς καὶ πολυτελῶς ἱματίοις καὶ ὀθονίοις πολυτελέσι καὶ πορφυροῖς καὶ φοινικοῖς χρυσουφέσιν. τοῦ δὲ μένειν τὴν σκηνὴν ὑπέκειντο κίονες εἰκοσαπήχεις περίχρυσοι καὶ διάλιθοι καὶ διάργυροι. περιεβέβληντο δὲ ἐν τῷ περιβόλῳ πολυτελεῖς αὐλαῖαι ζῳωτοὶ καὶ διάχρυσοι, κανόνας ἔχουσαι περιχρύσους καὶ περιαργύρους. τῆς δʼ αὐλῆς ἦν τὸ περίμετρον στάδιοι τέσσαρες. ἐπὶ πέντε δὲ ἡμέρας ἐπετελέσθησαν οἱ γάμοι, καὶ ἐλειτούργησαν πάνυ πολλοὶ καὶ βαρβάρων καὶ Ἑλλήνων, καὶ οἱ ἀπὸ τῆς Ἰνδικῆς θαυματοποιοὶ ἦσαν διαπρέποντες καὶ ψιλοκιθαρισταὶ καὶ αὐλῳδοὶ καὶ ποιηταὶ τραγικοί τε καὶ κωμικοί, ὧν ἐκτίθεται ὁ ῥήτωρ οὗτος Ἀθήναιος καὶ τὰ ὀνόματα. παρῆλθον δὲ καὶ οἱ πρότερον μὲν καλούμενοι Διονυσιοκόλακες, τότε δὲ Ἀλεξανδροκόλακες διὰ τὰς τῶν δώρων ὑπερβολάς, ἐφʼ οἷς καὶ ἥσθη Ἀλέξανδρος. οἱ δὲ πεμφθέντες στέφανοι τηνικαῦτα ὑπὸ τῶν πρεσβευτῶν καὶ τῶν λοιπῶν ταλάντων ἦσαν μυρίων πεντακισχιλίων. ἄλλοι δέ φασι καὶ ἐπὶ χρυσῆς κλίνης κοιμᾶσθαι τὸν Ἀλέξανδρον καὶ αὐλητρίδας καὶ αὐλητὰς αὐτῷ ἀεὶ ἕπεσθαι καὶ πίνειν ἄχρι τῆς ἕω. δειπνεῖν δὲ καὶ πρὸς σάλπιγγα ὥστε πᾶν εἰδέναι τὸ στρατόπεδον. τούτου καὶ οἱ ἑταῖροι ὑπερβαλλούσῃ τροφῇ ἐχρήσαντο. ὧν εἷς ὢν ὁ Ἅγνων χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσι καὶ τοῖς ὑποδήμασιν ἐφόρει. Κλεῖτος δὲ χρηματίζων ἐπὶ πορφυρῶν ἱματίων διαπεριπατῶν τοῖς ἐντυγχάνουσι διελέγετο. Περδίκκᾳ δὲ καὶ Κρατερῷ φιλογυμναστοῦσιν ἠκολούθουν διφθέραι σταδιαῖαι τοῖς μεγέθεσιν, ὑφʼ αἷς καταλαμβάνοντες τόπον ἐν ταῖς καταστροπεδείαις ἐγυμνάζοντο· ἠκολούθει δὲ αὐτοῖς καὶ ὑποζύγια πολλὰ κόνιν κομίζοντα πρὸς τὴν ἐν παλαίστραις χρείαν. Λεοννάτῳ δὲ καὶ Μενελάῳ φιλοκυνήγοις οὖσιν αὐλαῖαι σταδίων ἑκατὸν ἠκολούθουν, αἷς περιιστάντες τὰς θήρας ἐκυνήγουν. τὰς δὲ χρυσᾶς πλατάνους καὶ τὴν χρυσῆν ἄμπελον, ὑφʼ ἣν οἱ Περσῶν βασιλεῖς ἐχρημάτιζον πολλάκις καθήμενοι, σμαραγδίνους βότρυς ἐχούσας καὶ τῶν Ἰνδικῶν ἀνθράκων ἐλάττους φησὶν ὁ Φύλαρχος φαίνεσθαι κατὰ πολλὰ τῆς καθʼ ἡμέραν παρʼ Ἀλεξάνδρῳ γινομένης δαπάνης. ἦν γὰρ αὐτῷ ἡ σκηνὴ κλινῶν ἑκατόν, χρυσοῖ δὲ κίονες πεντήκοντα κατεῖχον αὐτήν, οἱ δὲ ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι ἦσαν. καὶ πρῶτοι μὲν Πέρσαι φʹ μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι· μετὰ δὲ τοξόται χίλιοι φλόγινα καὶ ὑσγινοβαφῆ. καὶ κυάνεα ἔχοντες περιβόλαια. προειστήκεσαν δὲ τούτων ἀργυράσπιδες Μακεδόνες φʹ. ἐν μέσῃ δὲ τῇ σκηνῇ χρυσοῦς δίφρος, ἐφʼ οὗ καθήμενος Ἀλέξανδρος ἐχρημάτιζε τῶν σωματοφυλάκων πανταχόθεν ἑστηκότων. ἔξωθεν δὲ κύκλῳ τῆς σκηνῆς τὸ τῶν ἐλεφάντων ἄγημα διεσκευασμένον ἐφειστήκει καὶ Μακεδόνες χίλιοι, εἶτα μύριοι Πέρσαι, τό τε τὴν πορφύραν ἔχον πλῆθος εἰς πεντακοσίους ἦν, οἷς Ἀλέξανδρος ἔδωκε φορεῖν τὴν στολὴν ταύτην. οὐδεὶς δὲ τῶν τοσούτων ἐτόλμα προσπορεύεσθαι Ἀλεξάνδρῳ· τοιοῦτον ἐγεγόνει τὸ περὶ αὐτὸν ἀξίωμα. ὅτι γράψαντος Ἀλεξάνδρου ταῖς ἐν Ἰωνίᾳ πόλεσι καὶ πρώτοις Χίοις ὅπως αὐτῷ πορφύραν ἀποστείλωσιν, ἀναγνωσθείσης τῆς ἐπιστολῆς Χίοις παρὼν Θεόκριτος ὁ σοφὸς νῦν ἐγνωκέναι ἔφη τὸ παρʼ Ὁμήρῳ εἰρημένον· ἔλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.

φησὶ Κλέαρχος περὶ Δαρείου ὡς ἀθλοθετῶν τοῖς τὰς ἡδονὰς αὐτῷ γνωρίζουσιν ὑπὸ πάντων τῶν ἡδέων ἡττωμένην ἀπέδειξε τὴν βασιλείαν, καὶ καταγωνιζόμενος ἑαυτὸν οὐκ ᾔσθετο πρότερον ἢ τὸ σκῆπτρον ἕτεροι λαβόντες ἀνεκηρύχθησαν.

ὅτι Ἀντίοχος ὁ Γρυπὸς ἐπικαλούμενος τὰς ἐπὶ Δάφνῃ πανηγύρεις ἐπιτελῶν τὸ μὲν πρῶτον ἀναδόσεις ὁλομελῶν ἐποιεῖτο βρωμάτων, εἶτʼ ἤδη καὶ ζώντων χηνῶν καὶ λαγωῶν καὶ δορκάδων. ἀνεδίδου δὲ καὶ χρυσοῦς στεφάνους τοῖς δειπνοῦσι καὶ ἀργυρωμάτα καὶ θεράποντας καὶ ἵππους καὶ καμήλους. ἔδει τε ἀναβάντα ἐπὶ τὴν κάμηλον ἕκαστον πιεῖν καὶ λαβεῖν τε τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ τὸν παρεστῶτα παῖδα. καὶ Ἀντίοχος δὲ ὁ ἐπὶ Ἀρσάκην στρατεύσας ὑποδοχὰς ἐποιεῖτο καθʼ ἡμέραν ὀχλικάς, ἐν αἷς χωρὶς τῶν ἀναλισκομένων καὶ ἐκφατνιζομένων σωρευμάτων, φησὶ Ποσειδώνιος, ἕκαστος ἀπέφερε τῶν ἑστιατόρων ὁλομελῆ κρέα καὶ χερσαίων καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα. Πολυκράτης δὲ ὁ Σαμίων τύραννος ὑπὸ τρυφῆς τὰ πάντα συνῆγε, κύνας μὲν ἐξ Ἠπείρου, Μολοττικὰς καὶ Λακαίνας, αἶγας δὲ ἐκ Σκύρου καὶ Νάξου, ἐκ δὲ Μιλήτου καὶ Ἀττικῆς πρόβατα, ὗς δʼ ἐκ Σικελίας. μετεστέλλετο δὲ καὶ τεχνίτας ἐπὶ μεγάλοις μισθοῖς. πρὸ δὲ τοῦ τυραννῆσαι κατασκευασάμενος στρωμνὰς πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς ἢ γάμον ἢ μείζους ὑποδοχὰς ποιουμένοις. καίπερ δὲ ὢν τύραννος καὶ περὶ φαύλας ὁμιλίας ἐπτοημένος, ὡς καὶ ἀντερᾶν Ἀνακρέοντι τῷ ποιητῇ, ὅτε καὶ διʼ ὀργὴν ἀπέκειρε τὸν ἐρώμενον, οὐδαμόθεν ἀναγέγραπται γυναῖκας ἢ παῖδας μεταπεμψάμενος. πρῶτος δὲ οὗτος ναῦς τινας πήξας ἀπὸ τῆς πατρίδος Σαμίας ἐκάλεσεν. ἀπώλετο δὲ ζηλώσας, ὥς φησι Κλέαρχος, τὰ Λυδῶν μαλακά. ὃς τῷ Σαρδέων Ἀγκῶνι Γλυκεῖ προσαγορευομένῳ τὴν παρὰ Σαμίους λαύραν ἀντεσκεύαζε στενήν τινα οὖσαν καὶ γυναικῶν δημιουργῶν πληθύουσαν καὶ τῶν πρὸς ἀπόλαυσιν.

ὅτι Ἀλκισθένης ὁ Συβαρίτης τοιοῦτον ἱμάτιον πολυτελέστατον κατεσκεύασεν ὡς ἐν πανηγύρεσι προτίθεσθαι καὶ δεικνύμενον πρὸς πάντων θαυμάζεσθαι, οὗ κυριεύσας Διονύσιος ὁ πρεσβύτερος ἀπέδοτο Καρχηδονίοις ἑκατὸν καὶ εἴκοσι ταλάντων· ἱστορεῖ Ἀριστοτέλης ἐν τῷ περὶ τρυφῆς.

Σμινδυρίδῃ δὲ τῷ Συβαρίτῃ ἐπὶ πλεῖστον χλιδῆς ἀφικομένῳ χίλιοι μάγειροι καὶ ὀρνιθευταὶ εἵποντο. ἐτρύφα δὲ πάνυ καὶ Διονύσιος ὁ νεώτερος Σικελίας τύραννος, περὶ οὗ Κλέαρχος γράφει· Διονύσιος ὁ Διονυσίου πάσης γενόμενος Σικελίας ἀλάστωρ εἰς τὴν Λοκρῶν παρελθὼν οὖσαν αὐτοῦ μητρόπολιν — Δωρὶς γὰρ αὐτῷ ἡ μήτηρ τὸ γένος Λοκρίς — στρώσας οἶκον μέγιστον ἑρπύλλοις καὶ ῥόδοις μετεπέμπετο τὰς Λοκρῶν παρθένους καὶ γυμνὸς μετὰ γυμνῶν οὐδὲν αἰσχύνης παρέλιπεν ἐπὶ τοῦ στρώματος κυλινδούμενος. οἱ γοῦν ὑβρισθέντες μετʼ οὐ πολὺ γυναῖκα καὶ τέκνα ἐκείνου λαβόντες ὑποχείρια ἐπὶ τῆς ὁδοῦ στήσαντες μεθʼ ὕβρεως ἐνεκολάσταινον αὐτοῖς. καὶ ἐπεὶ τῆς ὕβρεως πλήρεις ἐγένοντο, κεντοῦντες ὑπὸ τοὺς τῶν χειρῶν ὄνυχας βελόναις ἀνεῖλον αὐτούς. εἶτα τὰ μὲν ὀστᾶ ἐν ὅλμοις κατέκοψαν, τὰ δὲ λοιπὰ κρεανεμησάμενοι ἐπηράσαντο τοῖς μὴ γευσαμένοις αὐτῶν. ὅθεν κατήλεσαν αὐτῶν τὰς σάρκας, ἵνʼ ἡ τροφὴ σιτοποιουμένων κατεδεσθῇ· τὰ δὲ λείψανα κατεπόντωσαν. αὐτὸς δὲ Διονύσιος τέλος μητραγυρτῶν καὶ τυμπανοφορούμενος οἰκτρῶς τὸν βίον κατέστρεψεν. εὐλαβητέον οὖν τὴν καλουμένην τρυφὴν οὖσαν τῶν βίων ἀνατροπήν.

Γέλωνι δὲ Ἀκραγαντῖνοι κολυμβήθραν πολυτελῆ κατεσκεύασαν περίμετρον ἔχουσαν σταδίων ἑπτά, βάθος δὲ πηχῶν κʹ, εἰς ἣν ἐπαγομένων ποταμίων καὶ κρηναίων ὑδάτων ἰχθυοτροφεῖον εἶναι τῷ Γέλωνι· καθίπτασθαι δὲ καὶ κύκνων πλῆθος εἰς αὐτήν. καὶ ἦν ἐπιτερπὴς ἡ θέα, κατεχώσθη δὲ ὕστερον. ἐν δὲ Συρακούσαις κῆπος ἦν πολυτελής, ὃς ἐκαλεῖτο Μῦθος, ἐν ᾧ Ἱέρων ἐχρημάτιζεν, ἡ δὲ Πανορμῖτις τῆς Σικελίας πᾶσα κῆπος προσαγορεύεται διὰ τὸ πᾶσα εἶναι πλήρης δένδρων ἡμέρων. Δαμόφιλος δὲ ὁ Σικελιώτης, ὥς φησι Ποσειδώνιος, τρυφῆς δοῦλος ἦν καὶ κακουργίας τετρακύκλους ἀπήνας διὰ τῆς χώρας περιαγόμενος καὶ ἵππους καὶ θεράποντας ὡραίους καὶ παραδρομὴν κολάκων ἀνάγωγον. ὕστερον δὲ πανοικίᾳ κατέστρεψε τὸν βίον ὑπὸ τῶν οἰκετῶν περιυβρισθείς. Δημήτριος δὲ ὁ Φαληρεὺς χιλίων διακοσίων ταλάντων κατʼ ἐνιαυτὸν κύριος γενόμενος καὶ βραχέα δαπανῶν εἰς τὴν τῆς πόλεως διοίκησιν τὰ λοιπὰ πάντα διὰ τὴν ἔμφυτον ἀκρασίαν ἠφάνιζεν. ταῖς μὲν εἰς τὰ δεῖπνα δαπάναις, φησὶ Δοῦρις, τοὺς Μακεδόνας ὑπερβαλών, τῇ δὲ καθαρειότητι Κυπρίους καὶ Φοίνικας ῥάσματά τε μύρων πίπτειν ποιῶν ἐπὶ γῆν. ἦσαν δὲ καὶ πρὸς γυναῖκας αὐτῷ ὁμιλίαι σιωπώμεναι καὶ νεανίσκων ἔρωτες νυκτερινοί, καὶ ὁ τοῖς ἄλλοις τιθέμενος θεσμοὺς καὶ βίους τάττων ἀνομοθέτητον ἑαυτῷ τὸν βίον κατεσκεύαζεν. ἐπεμελεῖτο δὲ καὶ τῆς ὄψεως τήν τε τρίχα ξανθιζόμενος καὶ παιδέρωτι τὸ πρόσωπον ὑπαλειφόμενος καὶ τοῖς ἄλλοις ἀλείμμασι ἐγχρίων ἑαυτόν· ἠβούλετο γὰρ καὶ τὴν ὄψιν ἱλαρὸς καὶ ἡδὺς φαίνεσθαι. ἄγοντι δὲ τὴν τῶν Διονυσίων πομπὴν ᾖδεν ὁ χορὸς ποιήματα, ἐν οἷς ἡλιόμορφος προσηγορεύετο· ἐξόχως τε εὐγενέτας ἠπιόμορφος. τοσαῦτα δὲ ἦν αὐτῷ τὰ ἐν δείπνοις παρασκευαζόμενα καθʼ ἡμέραν ὥστε χαρισαμένου τῷ Μοσχίωνι τὰ λείψανα Μοσχίων ἐν ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο. ἐζηλοτύπουν δὲ οἱ παῖδες τὸν ἐρώμενον αὐτοῦ Δίογνιν· καὶ τοσοῦτον ἦν τῷ Δημητρίῳ προσελθεῖν ὥστε περιπατοῦντος αὐτοῦ οἱ παῖδες συνήρχοντο, ἵνʼ ὀφθεῖεν αὐτῷ.

ὅτι τρυφῆς ἡγεμὼν Ῥωμαίοις Λεύκολλος ἐγένετο δυεῖν βασιλέων καρπωσάμενος πλοῦτον Μιθριδάτου καὶ Τιγράνου καὶ ἀφικόμενος εἰς Ῥώμην καὶ θριαμβεύσας. καὶ Παυσανίας δὲ καὶ Λύσανδρος ἐπὶ τρυφῇ διαβόητοι· καίτοι Θεόπομπος περὶ Λυσάνδρου φησὶν ὅτι φιλόπονός τε ἦν καὶ ἡδονῶν ἁπασῶν κρείττων. γενομένης οὖν τῆς Ἑλλάδος σχεδὸν ἁπάσης ὑπʼ αὐτὸν κύριον ἐν οὐδεμιᾷ φανήσεται τῶν πόλεων πρὸς ἡδονὰς ὁρμήσας ἢ πότοις ἀκαίροις χρησάμενος.

ὅτι Παρράσιος ὁ Ἐφέσιος ζωγράφος πορφύραν ἀμπεχόμενος καὶ χρυσοῦν στέφανον ἐπὶ κεφαλῆς ἔχων καὶ παρὰ μέλος ὑπὲρ τὴν γραφικὴν τρυφῶν, λόγῳ δὲ τῆς ἀρετῆς ἀντιλαμβανόμενος ἐπέγραψε τοῖς αὐτοῦ ἔργοις· ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδε ἔγραψεν. καί τις ὑπεραλγήσας παρέγραψεν· ῥαβδοδίαιτος ἀνήρ. ηὔχει δὲ οὗτος τὰ τῆς τέχνης εὑρῆσθαι αὐτῷ τέρματα ἐπάγων καὶ ὅτι ἂν ὑπέρβλητος αὐτῷ πέπηγεν οὖρος. ἀμώμητον δʼ οὐδὲν ἐγένετο βροτοῖς. ἀγωνιζόμενος δέ ποτε πρὸς καταδεέστερον ἐν Σάμῳ τὸν Αἴαντα καὶ ἡττηθείς, συναχθομένων αὐτῷ τῶν φίλων, ἔφη ὡς αὐτὸς μὲν ὀλίγον φροντίζει, Αἴαντι δὲ συνάχθοιτο δεύτερον ἡττηθέντι. ἐφόρει δὲ ὑπὸ τρυφῆς πορφυρίδα καὶ στρόφιον λευκὸν περὶ τὴν κεφαλὴν εἶχε σκίπωνί τε ἐπεστηρίζετο χρυσᾶς ἕλικας ἐμπεπαιγμένῳ, χρυσοῖς τε ἀνασπαστοῖς ἐπέσφιγγε τῶν βλαυτῶν τοὺς ἀναγωγέας. ἀλλʼ οὐδὲ τὰ κατὰ τὴν τέχνην ἀηδῶς ἐποιεῖτο, ἀλλὰ ῥᾳδίως, ὡς καὶ ᾄδειν γράφοντα. τερατευόμενος δὲ ἔλεγεν, ὅτε τὸν ἐν Λίνδῳ Ἡρακλέα ἔγραφεν, ὡς ὄναρ αὐτῷ ἐπιφαινόμενος ὁ θεὸς σχηματίζοι αὐτὸν πρὸς τὴν τῆς γραφῆς ἐπιτηδειότητα. ἐπέγραψεν οὖν τῷ πίνακι· οἷος δʼ ἐννύχιον φαντάζετο πολλάκι φοιτῶν Παρρασίῳ διʼ ὕπνου, τοῖος ὁδʼ ἐστὶν ὁρᾶν. καὶ φιλοσόφων δʼ αἱρέσεις ὅλαι τῆς περὶ τρυφὴν αἱρέσεως ἀντεποιήσαντο, ὡς ἡ Κυρηναϊκὴ καλουμένη ἀπʼ Ἀριστίππου τοῦ Σωκρατικοῦ τὴν ἀρχὴν λαβοῦσα, ὃς ἀποδεξάμενος τὴν ἡδυπάθειαν ταύτην τέλος εἶναι ἔφη καὶ ἐν αὐτῇ τὴν εὐδαιμονίαν βεβλῆσθαι· καὶ μονόχρονον αὐτὴν εἶναι, παραπλησίως τοῖς ἀσώτοις ἑνὶ μόνῳ τὸ ἀγαθὸν κρίνων τῷ παρόντι, τὸ δὲ ἀπολελαυκέναι καὶ ἀπολαύσειν οὐδὲν νομίζων πρὸς αὐτόν, τὸ μὲν ὡς οὐκέτʼ ὄν, τὸ δὲ οὔπω καὶ ἄδηλον. ὡμολόγησε δʼ αὐτοῦ τῷ δόγματι καὶ ὁ βίος, ὃν ἐν πάσῃ τρυφῇ ἐβίωσε καὶ πολυτελείᾳ μύρων καὶ ἐσθήτων καὶ γυναικῶν. Λαΐδα γοῦν ἀναφανδὸν εἶχε τὴν ἑταίραν καὶ ταῖς Διονυσίου πολυτελείαις ἔχαιρε, καίτοι πολλάκις ἐνυβριζόμενος. ἀδόξου γοῦν ποτε κλισίας παρʼ αὐτῷ τυχὼν ἤνεγκεν, ἐρωτηθεὶς δὲ τί φαίνεται ἡ κατάκλισις πρὸς τὴν χθὲς ἔφη παραπλησίαν εἶναι. ἐκείνη τε γὰρ ἀδοξεῖ τήμερον χωρισθεῖσα ἐμοῦ, χθὲς δὲ πασῶν ἦν ἐνδοξοτέρα διʼ ἡμᾶς, αὕτη τε τήμερον ἔνδοξος γέγονε διὰ τὴν ἡμετέραν παρουσίαν, χθὲς δὲ οὐ δόξει μὲν παρόντος ἐμοῦ. διέτριβε δὲ τὰ πολλὰ ἐν Αἰγίνῃ τρυφῶν. πολλάκις δὲ ἐνουθέτει αὐτὸν ὁ Σωκράτης καὶ τὴν ἠθοποιίαν πλάσας τῆς Ἡδονῆς καὶ τῆς Ἀρετῆς εἰσῆγεν. ὁ δʼ Ἀρίστιππος ἐπὶ τῆς Λαΐδος ἔλεγεν· ἔχω καὶ οὐκ ἔχομαι. καὶ παρὰ Διονυσίῳ δὲ διηνέχθη τισὶ περὶ ἐκλογῆς τριῶν γυναικῶν. καὶ μύροις ἐλούετο καὶ ἔφασκεν ὅτι ἐν βακχεύμασιν οὖσα ἥ γε σώφρων οὐ διαφθαρήσεται. τοῦτον κωμῳδῶν Ἄλεξις παράγει οἰκέτην μαθητοῦ αὐτοῦ λέγοντα ὡς ἄρα φοιτήσας σοφιστῇ εὐφυεῖ, μᾶλλον δὲ πάντων πρωτεύοντι ἀκολασίᾳ τὴν τέχνην μὲν οὐ πάνυ ἐξέμαθε, τὴν δʼ ἀρτηρίαν συνήρπασεν. Ἀντιφάνης δὲ περὶ τῆς τῶν φιλοσόφων τρυφερότητος διαλεγόμενός φησιν· ὦ ʼτάν, κατανοεῖς τίς ποτʼ ἐστὶν οὑτοσὶν ὁ γέρων; ἀπὸ τῆς μὲν ὄψεως Ἑλληνικός· λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός, πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία, βαιὰ τράπεζα—τί μακρὰ δεῖ λέγειν; ὅλως αὐτὴν ὁρᾶν τὴν Ἀκαδημίαν δοκῶ.

ὅτι Πολύαρχος ὁ ἡδυπαθὴς ἐπικαλούμενος, ἐμπεσούσης ποτὲ ἀπορίας καὶ σκέψεως περί τε τῶν ἐπιθυμιῶν καὶ τὸ σύνολον περὶ τῶν σωματικῶν ἡδονῶν, ἔφη· ἐμοὶ μέν, ὦ ἄνδρες, πολλάκις ἤδη πέφηνε ἐπισκοποῦντι κομιδῇ τὸ τῶν ἀρετῶν τούτων κατασκεύασμα καὶ πολὺ τῆς φύσεως ἀφεστηκὸς εἶναι. ἡ γὰρ φύσις ὅταν φθέγγηται τὴν ἑαυτῆς φωνήν, ἀκολουθεῖν κελεύει ταῖς ἡδοναῖς καὶ τοῦτό φησιν εἶναι νοῦν ἔχοντος. τεκμήριον δὲ τὸ πάντας ἀνθρώπους, ὅταν ἐξουσίας ἐπιλάβωνται μέγεθος ἀξιόχρεων ἐχούσης, ἐπὶ τὰς σωματικὰς ἡδονὰς καταφέρεσθαι, τὰ δʼ ἄλλα ἐν παρέργῳ τίθεσθαι χώρᾳ. εἶτα προφέρει τοὺς Περσῶν καὶ Λυδῶν καὶ Μήδων καὶ Σύρων βασιλεῖς, οἷς οὐδὲν γένος ἡδονῆς ἀζήτητον γέγονεν, ἀλλὰ καὶ δῶρα παρὰ τοῖς Πέρσαις προὔκειτο τοῖς δυναμένοις ἐξευρίσκειν καινὴν ἡδονήν. ἡ γὰρ καινότης μεγάλην ἔχει δύναμιν πρὸς τὸ μείζω φανῆναι τὴν ἡδονήν. τῶν δὲ χρονιζουσῶν ἡδονῶν κἂν ὦσι σφόδρα διηκριβωμέναι ταχὺ ἡ ἀνθρωπίνη φύσις ἐμπίμπλαται. ἐντεῦθεν πολλὰ βρωμάτων εἴδη, πολλὰ δὲ καὶ πεμμάτων, πολλὰ δὲ θυμιαμάτων καὶ μύρων, πολλὰ δὲ ἱματίων καὶ στρωμάτων καὶ ποτηρίων καὶ τῶν ἄλλων σκευῶν· πάντα γὰρ δὴ ταῦτα συμβάλλεσθαί τινας ἡδονάς, ὅταν ᾖ ὑποκειμένη ὕλη τῶν θαυμαζομένων· ὃ δὴ πεπονθέναι δοκεῖ χρυσὸς καὶ ἄργυρος καὶ τὰ πολλὰ τῶν εὐοφθάλμων τε καὶ σπανίων. εἶτα μέμνηται καὶ τῆς περὶ τὸν χρῶτα τοῦ Περσῶν βασιλέως ὀδμῆς καὶ τῆς εὐμορφίας καὶ τῆς ὁμιλίας καὶ τῶν θεωρημάτων καὶ ἀκροαμάτων καὶ κρίνει τοῦτον εὐδαιμονέστατον. πλεῖσται γὰρ αὐτῷ, φησί, καὶ τελειόταται παρεσκευασμέναι εἰσὶν ἡδοναί. μετὰ δʼ ἐκεῖνον τάττει τὸν νεώτερον Διονύσιον, καίπερ πολὺ λειπόμενον. ἐκείνῳ μὲν γὰρ ἡ Ἀσία ὅλη χορηγεῖ, τὸ δὲ Διονυσίου χορηγεῖον, φησί, παντελῶς εὐτελὲς πρὸς ἐκεῖνο συγκρινόμενον. οἱ δὲ νομοθέται ὁμαλίζειν βουληθέντες τὸ τῶν ἀνθρώπων γένος καὶ μηδένα τῶν πολιτῶν τρυφᾶν, ἀνακῦψαι πεποιήκασι τὸ τῶν ἀρετῶν εἶδος· καὶ ἔγραψαν νόμους περὶ συναλλαγμάτων καὶ τῶν ἄλλων καὶ δὴ καὶ περὶ ἐσθῆτος καὶ τῆς λοιπῆς διαίτης, ὅπως ᾖ ὁμαλής. πολεμούντων οὖν τῶν νομοθετῶν τῷ τῆς πλεονεξίας γένει, πρῶτον μὲν ὁ περὶ τὴν δικαιοσύνην ἔπαινος ηὐξήθη, καί πού τις ποιητὴς εἶπε· δικαιοσύνας τὸ χρύσεον πρόσωπον. καὶ πάλιν· τὸ χρύσεον ὄμμα τὸ τᾶς Δίκας. ἀπεθεώθη δὲ καὶ αὐτὸ τὸ τῆς δίκης ὄνομα· ὥστε παρʼ ἐνίοις καὶ βωμοὺς καὶ θυσίας γίνεσθαι Δίκῃ. μετὰ ταύτην δὲ σωφροσύνην καὶ ἐγκράτειαν ἐπεισεκώμασαν, καὶ πλεονεξίαν ἐκάλεσαν τὴν ἐν ἀπολαύσεσιν ὑπεροχήν. ὥστε τὸν πειθαρχοῦντα τοῖς νόμοις καὶ τῇ τῶν πολλῶν φήμῃ μετριάζειν περὶ τὰς σωματικὰς ἡδονάς. ὅτι τὸ παλαιὸν τοῖς δυνάσταις ἐπιθυμία ἦν μέθης, ὥς φησι Δοῦρις. διὸ ποιεῖν τὸν Ὅμηρον τῷ Ἀγαμέμνονι λοιδορούμενον τὸν Ἀχιλλέα καὶ λέγοντα· οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων. καὶ τὸν θάνατον δʼ ἀποσημαίνων τοῦ βασιλέως φησίν· ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας κείμεθα. φιλήδονος δʼ ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος συγγενὴς καὶ διάδοχος τῆς σχολῆς. Διονύσιος γοῦν ἐπιστείλας αὐτῷ φιληδονίας καὶ φιλαργυρίας ὀνειδίζει καὶ τὸν Λασθενίας τῆς Ἀρκαδικῆς ἔρωτα, ἣ καὶ Πλάτωνος ἠκηκόει.

καὶ Ἐπίκουρος δὲ καὶ οἱ ἀπὸ τούτου τὴν κατὰ κίνησιν ἡδονὴν ἠσπάζοντο, ἵνα μὴ τοὺς κατοιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἃ πολλάκις προφέρεται ὁ Ἐπίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα, ὃς καί φησί που· οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφαιρῶν μὲν τὰς διὰ χυλῶν ἡδονάς, ἀφαιρῶν δὲ τὰς διʼ ἀκροαμάτων, ἀφαιρῶν δὲ καὶ τὰς διὰ μορφῆς κατʼ ὄψιν ἡδείας κινήσεις. καὶ πάλιν· ἀρχὴ καὶ ῥίζα παντὸς ἀγαθοῦ ἡ τῆς γαστρὸς ἡδονή· καὶ τὰ σοφὰ τὰ περισσὰ ἐπὶ ταύτην ἔχει τὴν ἀναφοράν. πάλιν· τιμητέον τὸ καλὸν καὶ τὰς ἀρετὰς καὶ τὰ τοιουτότροπα, ἐὰν ἡδονὴν παρασκευάζῃ· σαφῶς ὑπουργὸν ἐν τούτοις ποιῶν τὴν ἀρετὴν τῆς ἡδονῆς. πάλιν· προσπτύω τῷ καλῷ καὶ τοῖς κενῶς αὐτὸ θαυμάζουσιν, ὅταν μηδεμίαν ἡδονὴν ποιῇ. καλῶς ἄρα ποιοῦντες Ῥωμαῖοι οἱ πάντʼ ἄριστοι Ἄλιον καὶ Φιλίσκον τοὺς Ἐπικουρείους ἐξέβαλον τῆς πόλεως διʼ ἃς εἰσηγοῦντο ἡδονάς. ἀλλὰ καὶ Μεσσήνιοι κατὰ ψήφισμα ἐξέωσαν τοὺς Ἐπικουρείους, Ἀντίοχος δὲ ὁ βασιλεὺς καὶ πάντας τοὺς φιλοσόφους τῆς αὐτοῦ βασιλείας, γράψας τάδε· βασιλεὺς Ἀντίοχος Φανίᾳ. ἐγράψαμεν ὑμῖν καὶ πρότερον ὅπως μηδεὶς ᾖ φιλόσοφος ἐν τῇ πόλει μηδʼ ἐν τῇ χώρᾳ. πυνθανόμεθα δὲ οὐκ ὀλίγους εἶναι καὶ τοὺς νέους λυμαίνεσθαι διὰ τὸ μηθὲν πεποιηκέναι ὑμᾶς ὧν ἐγράψαμεν περὶ τούτων. ὡς ἂν οὖν λάβῃς τὴν ἐπιστολήν, σύνταξον κήρυγμα ποιήσασθαι, ὅπως οἱ μὲν φιλόσοφοι πάντες ἀπαλλάσσωνται ἐκ τῶν τόπων ἤδη, τῶν δὲ νεανίσκων ὅσοι ἐὰν ἁλίσκωνται πρὸς τούτοις γινόμενοι, διότι κρεμήσονται καὶ οἱ πατέρες αὐτῶν ἐν αἰτίαις ἔσονται ταῖς μεγίσταις· καὶ μὴ ἄλλως γίνηται. εἰσηγεῖτο δὲ τὴν ἡδονὴν καὶ Σοφοκλῆς εἰπὼν ἐν Ἀντιγόνῃ· τὰς γὰρ ἡδονὰς ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν. πλούτει τε γὰρ κατʼ οἶκον καὶ τὰ ἑξῆς. Λύκων δὲ ὁ περιπατητικὸς κατʼ ἀρχὰς ἐπιδημήσας παιδείας ἕνεκα ταῖς Ἀθήναις περὶ συμβολικοῦ κώθωνος καὶ πόσον ἑκάστη τῶν ἑταιρουσῶν ἐπράττετο μίσθωμα ἀκριβῶς ἠπίστατο. ὕστερον δὲ καὶ τοῦ περιπάτου προστὰς ἐδείπνιζε τοὺς φίλους ἀλαζονείᾳ πολλῇ χρώμενος. πολλοὶ γοῦν βουλόμενοι προσιέναι πρὸς τὴν διατριβὴν ἀνεκόπτοντο. καίτοι οἱ περὶ Πλάτωνα, φησίν, φασί, καὶ Σπεύσιππον οὐ χάριν ἐξοινίας τὰς συνόδους ταύτας ἐποιήσαντο, ἀλλʼ ἵνα φαίνωνται καὶ τὸ θεῖον τιμῶντες καὶ φυσικῶς ἀλλήλοις συμπεριφερόμενοι, καὶ τὸ πλεῖστον ἕνεκα ἀνέσεως καὶ φιλολογίας. ὁ δὲ Λύκων καὶ σφαιριστὴς ἀγαθὸς ἦν καὶ εἰκοσίκλινον εἶχεν οἶκον ἐπιτήδειον πρὸς τὰς ὑποδοχάς.

ὅτι Ἀναξάρχῳ περιπεσούσης ἐξουσίας γυνὴ μὲν οἰνοχόει παιδίσκη πρόσηβος, ἀνασύρουσα πρὸς ἀλήθειαν τὴν τῶν οὕτως αὐτῇ χρωμένων ἀκρασίαν. ὁ δὲ σιτοποιὸς χειρῖδας ἔχων καὶ περὶ τῷ στόματι κημὸν ἔτριβε τὸ σταῖς, ἵνα μήτε ἱδρὼς ἐπιρρέοι μήτε τοῖς φυράμασιν ὁ τρίβων ἐμπνέοι. διὸ ἐκεῖνά τις ἂν εἴποι τῷ σοφῷ τούτῳ φιλοσόφῳ· ξανθοῖς μύροις χρῶτα λιπαίνων, χλανίδας θʼ ἕλκων, βλαύτας σύρων, βολβοὺς τρώγων, τυροὺς κάπτων, ᾠὰ κολάπτων, κήρυκας ἔχων, Χῖον πίνων, κἀν σκυταρίοις ῥαπτοῖς φορῶν Ἐφεσήια γράμματα καλά. Γοργίας γε μὴν ὁ Λεοντῖνος διὰ τὸ σωφρόνως ζῆν σχεδὸν ὀγδοήκοντα ἔτη τῷ φρονεῖν συνεβίωσεν. καὶ ἐπεί τις αὐτὸν ἤρετο τίνι διαίτῃ χρώμενος οὕτως ἐμμελῶς καὶ μετὰ αἰσθήσεως τοσοῦτον χρόνον ζήσειεν, οὐδὲν πώποτʼ, εἶπεν, ἡδονῆς ἕνεκα πράξας. οἳ δέ φασιν ὅτι ἐρωτηθείς τί αὐτῷ γέγονεν αἴτιον τοῦ βιῶσαι πλεῖον τῶν ἑκατὸν ἐτῶν, ἔφη τὸ μηθὲν πώποτʼ ἑτέρου ἕνεκα πεποιηκέναι. Ὦχος δὲ ὡς τελευτῶντα ἠρώτησεν ὁ πρεσβύτατος τῶν υἱῶν τί πράσσων τοσαῦτʼ ἔτη διαφυλάξειε τὴν βασιλείαν, ἵνα καὶ αὐτὸς τοῦτον μιμοῖτο· τὰ δίκαια πράττων, εἶπεν.

ὅτι Τιθωνὸς ἀπὸ τῆς ἕω μέχρι δυσμῶν κοιμώμενος μόλις πρὸς ἑσπέραν τῇ ἐπιθυμίᾳ ἐπηγείρετο· ὅθεν Ἠοῖ συγκοιμᾶσθαι λεχθεὶς διὰ τὸ ταῖς ἐπιθυμίαις ἐμπεπλέχθαι ἐπὶ τῷ γήρᾳ καθεῖρκται, κρεμαστὸς ὢν πρὸς ἀλήθειαν ἐκ τούτων. καὶ Μελάνθιος δὲ τὸν αὐτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισσότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου. Διονύσιος δὲ ὁ Ἡρακλείας τύραννος ὑπὸ τῆς καθʼ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ. διὸ συνέταξαν οἱ ἰατροὶ κατασκευάσαι βελόνας λεπτὰς τῷ μήκει διαφερούσας, αἷς διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν, ὅταν εἰς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθησιν· εἰ δὲ πρὸς τὸν καθαρὸν τόπον ἡ βελόνη διελθοῦσα ἔθιγεν, τότε διηγείρετο. ἐχρημάτιζε δὲ τοῖς βουλομένοις προτιθέμενος κιβωτὸν τοῦ σώματος, ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτῃ, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσιν, περὶ οὗ φησι Μένανδρος· παχὺς γὰρ ὗς ἔκειτʼ ἐπὶ στόμα. καὶ πάλιν· ἐτρύφησεν, ὥστε μὴ πολὺν τρυφᾶν χρόνον. καὶ πάλιν· μόνος μοι θάνατος οὗτος φαίνεται εὐθάνατος, ἔχοντα πολλὰς χολάδας κεῖσθαι παχὺν ὕπτιον, μόλις λαλοῦντα καὶ τὸ πνεῦμʼ ἔχοντʼ ἄνω, ἐσθίοντα καὶ λέγοντα· σήπομʼ ὑπὸ τῆς ἡδονῆς. ἦν δὲ τῶν πρὸ αὐτοῦ τυράννων ἐπιεικέστατος.

ὅτι Πτολεμαῖος ὁ ἕβδομος Αἰγύπτου βασιλεύς, ὁ αὐτὸν μὲν Εὐεργέτην ἀνακηρύττων, ὑπὸ δὲ Ἀλεξανδρέων Κακεργέτης ὀνομαζόμενος διέφθαρτο τὸ σῶμα ὑπὸ παχύτητος καὶ γαστρὸς δυσπεριλήπτου τὸ μέγεθος, ὃς οὐδέποτε προῄει πεζός. ὅτι δὲ τρυφῆς ἦν οὐκ ἀλλότριος, καὶ αὐτὸς περὶ ἑαυτοῦ μαρτυρεῖ φάσκων· Ἀρτεμίσια μεγίστη ἑορτὴ ἐν Κυρήνῃ, ἐν ᾗ ὁ ἱερεύς — ἐνιαύσιος δʼ ἐστί — δειπνίζει τοὺς πρὸ ἑαυτοῦ ἱερευσαμένους· τοῦτο δʼ ἐστὶ κεραμεοῦν ἄγγος ἐπιδεχόμενον ὡς εἴκοσιν ἀρτάβας, ἐν ᾧ πολλὰ μὲν τῶν ἀγριμαίων ἔγκειται πεπονημένα, πολλὰ δὲ σῖτα καὶ τῶν ἡμέρων ὀρνίθων καὶ ἄλλα τοιαῦτα. ἡμεῖς δέ — ἐγένετο δὲ καὶ οὗτος ἱερεὺς τοῦ Κυρηναίου Ἀπόλλωνος, περιειλόμεθα —, φησί, τὰ τοιαῦτα· φιάλας δʼ ὁλαργύρους ἵππον τε κατεσκευασμένον σὺν ἱπποκόμῳ καὶ φαλάροις διαχρύσοις ἐδώκαμεν. εἰς πάχος δὲ ἐκδεδώκει καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὁ τὴν μητέρα ἀποκτείνας συμβασιλεύουσαν αὐτῷ. ὃς οὐδὲ πατεῖν οἷός τʼ ἦν, εἰ μὴ δυσὶν ἐπαπερειδόμενος ἐπορεύετο, εἰς δὲ τὰς ἐν τοῖς συμποσίοις ὀρχήσεις ἀπὸ μετεώρων κλινῶν καθαλλόμενος ἀνυπόδητος συντονωτέρας αὐτὰς τῶν ἠσκηκότων ἐποιεῖτο. Μάγης δὲ ὁ Κυρήνης βασιλεὺς ἔτη πεντήκοντα ἀπολέμητος γενόμενος καὶ διʼ ἀργίαν σώματος καὶ πλῆθος τροφῆς κατάσαρκος γενόμενος ὑπὸ τοῦ πάχους ἀπεπνίγη. παρὰ δὲ Λακεδαιμονίοις οὐ τῆς τυχούσης ἀδοξίας ἐνομίζετο. εἴ τις ἦν ἢ τὸ σχῆμα ἀνανδρότερον ἔχων ἢ τὸν ὄγκον τοῦ σώματος προπετῆ, γυμνῶν κατὰ δέκα ἡμέρας παρισταμένων τοῖς ἐφόροις τῶν νέων. οἱ ἔφοροι καὶ τὰ περὶ τὴν ἔνδυσιν καὶ στρωμνὴν τῶν νέων καθʼ ἑκάστην καθεώρων. ἦσαν δὲ καὶ ὀψοποιοὶ Λακεδαιμονίοις κρέως σκευασίας, ἄλλου δʼ οὐδενός. Ναυκλείδην γοῦν ὑπερσαρκοῦντα τῷ σώματι καταβιβάσαντες εἰς μέσην τὴν ἐκκλησίαν παρʼ ὀλίγον ἐξέβαλον ἐκ τῆς πόλεως, ἀπειλήσαντες τοῦτο ποιήσειν, εἰ μὴ τὸν βίον ἐπανορθώσαιτο, πολλὰ καὶ Λυσάνδρου ὀνειδίσαντος ἐν τῷ κοινῷ ὡς τρυφῶντι καὶ εἰπόντος ὅτι καὶ Ἀγησίλαος, ὅτε διέτριβε περὶ τὸν Ἑλλήσποντον πολεμῶν τοῖς βαρβάροις, ὁρῶν τοὺς Ἀσιαγενεῖς στολαῖς μὲν πολυτελῶς ἠσκημένους, τοῖς σώμασι δʼ ἀχρείους, γυμνοὺς ἐκέλευσε τοὺς ἁλισκομένους ἐπὶ τὸν κήρυκα ἄγειν καὶ χωρὶς πωλεῖν τῶν τούτων ἱματισμῶν, ὅπως οἱ σύμμαχοι εἰδότες διότι πρὸς μὲν ἆθλα μεγάλα, πρὸς δʼ ἄνδρας εὐτελεῖς ὁ ἀγὼν συνέστηκε, προθυμότερον ὁρμῶσιν ἐπὶ τοὺς ἐναντίους. Λέων δʼ ὁ Βυζάντιος πάνυ παχὺς ὢν τὸ σῶμα, τοῖς πολίταις ποτὲ στασιάζουσι πρὸς ἀλλήλους παρακαλῶν εἰς φιλίαν ἔλεγε· ὁρᾶτε μέν, ἄνδρες πολῖται, οἷός εἰμι τὸ σῶμα· ἀλλὰ καὶ γυναῖκα ἔχω πολλῷ ἐμοῦ παχύτεραν. ὅταν οὖν ὁμονοῶμεν, καὶ τὸ τυχὸν ἡμᾶς σκιμπόδιον δέχεται· ἐὰν δὲ στασιάσωμεν, οὐδʼ ἡ συμπᾶσα οἰκία. κάλλιον οὖν πενομένους εἶναι λεπτοτέρους Λεωτροφίδου καὶ Θυμάντιδος ὧν καταλέγει Ἕρμιππος — οἱ γὰρ πενόμενοι ἀνάπηρά σοι θύουσιν ἤδη βοίδια Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος — ἢ ὑπερπλουτοῦντα τῷ Ταναγραίῳ κήτει ἐοικέναι. καὶ Ἀριστοφάνης δὲ λεπτοὺς καταλέγει Σαννυρίωνα τραγῳδὸν καὶ Μέλιτον καὶ Κινησίαν, οὓς καὶ πρέσβεις ὑπὸ τῶν ποιητῶν φησιν εἰς ᾍδου πέμπεσθαι πρὸς τοὺς ἐκεῖ ποιητὰς καὶ ᾁδοφοίτας τούτους καλεῖ. οὕς φησι καὶ ἐπὶ λεπτῶν ἐλπίδων ὀχεῖσθαι. εἰς δὲ τὸν Κινησίαν καὶ ὅλον δρᾶμα γέγραφε Στράττις Φθιώτην Ἀχιλλέα αὐτὸν καλῶν διὰ τὸ ἐν τῇ αὐτοῦ ποιήσει συνεχῶς τὸ Φθιῶτα λέγειν. παίζων οὖν εἰς τὴν ἰδέαν αὐτοῦ ἔφη· Φθιῶτʼ Ἀχιλλεῦ. Ἀριστοφάνης δὲ φιλύρινον ἐκάλει διὰ τὸ φιλύρας τοῦ ξύλου λαμβάνοντα σανίδα συμπεριζώννυσθαι, ἵνα μὴ κάμπτηται διά τε τὸ μῆκος καὶ τὴν ἰσχνότητα. ἦν δὲ καὶ ἀσεβὴς καὶ παράνομος, ὡς Λυσίας ὁ ῥήτωρ φησίν, ὃν καὶ οὕτω φησὶν ὑπὸ τῶν θεῶν διατεθεῖσθαι ὥστε τοὺς ἐχθροὺς βούλεσθαι αὐτὸν ζῆν μᾶλλον ἢ τεθνάναι παράδειγμα τοῖς ἄλλοις, ἵνʼ ἴδωσιν ὅτι τοῖς λίαν ὑβριστικῶς πρὸς τὰ θεῖα διακειμένοις οὐκ εἰς τοὺς παῖδας ἀποτίθενται τὰς τιμωρίας, ἀλλʼ αὐτοὺς κακῶς ἀπολλύουσι. τὸ μὲν γὰρ ἀποθανεῖν ἢ καμεῖν νομίμως κοινὸν ἡμῖν ἅπασιν, τὸ δʼ οὕτως ἔχοντα διατελεῖν καὶ καθʼ ἑκάστην ἀποθνῄσκοντα μὴ δύνασθαι τελευτῆσαι τὸν βίον τούτοις μόνοις προσήκει τοῖς τοιαῦτα ἅπερ οὗτος ἐξημαρτήκει. λεπτότερος δʼ ἦν Φιλήτας ὁ Κῷος ποιητής, ὃς διὰ τὴν τοῦ σώματος ἰσχνότητα σφαίρας ἐκ μολίβου πεποιημένας εἶχε περὶ τὼ πόδε, ὡς μὴ ὑπὸ ἀνέμου ἀνατραπείη. Ἀρχέστρατον δέ φησι τὸν μάντιν Πολέμων ἁλόντα ὑπὸ πολεμίων καὶ ἐπὶ ζυγὸν ἀναβληθέντα ὀβολοῦ ὁλκὴν εὑρεθῆναι ἔχοντα· οὕτως ἦν ἰσχνός. ὁ αὐτὸς ἱστορεῖ καὶ ὅτι Πανάρετος ἰατρῷ μὲν οὐδενὶ ὡμίλησεν, ἦν δὲ ἰσχνότατος ἄνοσος διατελέσας, Ἀρκεσιλάου δʼ ἠκροᾶτο τοῦ φιλοσόφου, καὶ ὅτι συνεγένετο Πτολεμαίῳ τῷ Εὐεργέτῃ τάλαντα δώδεκα τὸν ἐνιαυτὸν λαμβάνων. Ἱππώναξ δʼ ὁ ποιητὴς οὐ μόνον λεπτός, ἀλλὰ καὶ μικρὸς ἦν τὸ σῶμα, ἁβρότονος δʼ οὕτως ὡς πρὸς τοῖς ἄλλοις καὶ καινὴν λήκυθον βάλλειν μέγιστόν τι διάστημα, τῶν ἐλαφρῶν σωμάτων οὐκ ἐχόντων βιαίαν τὴν φορὰν διὰ τὸ μὴ δύνασθαι τὸν ἀέρα τέμνειν. εὐτελὴς δʼ ἦν τὸ σῶμα διὰ λεπτότητα καὶ Φιλιππίδης, ὡς Ἀριστοφῶν· ἐν ἡμέραις αὐτὸν τρισὶν ἰσχνότερον ἀποφανῶ Φιλιππίδου. οὕτως ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς; ἀπὸ τούτου δὲ καὶ Ἄλεξις πεφιλιππῶσθαι εἶπε τὸ λελεπτύνθαι· πολλῷ οὖν κάλλιον τοιοῦτον εἶναι τὴν ἰδέαν ἢ ὡς Ἀντιφάνης φησίν. τοῦτον οὖν διʼ οἰνοφλυγίαν καὶ πάχος τοῦ σώματος ἀσκὸν καλοῦσι πάντες οἱ ἐπιχώριοι. ὅτι Δεινίας ὁ μυροπώλης διὰ τρυφὴν εἰς ἔρωτα ἐμπεσὼν καὶ πολλὰ ἀναλώσας, ὡς ἔξω τῶν ἐπιθυμιῶν ἐγένετο, ὑπὸ λύπης ἐκταραχθεὶς ἐξέτεμεν αὐτοῦ τὰ αἰδοῖα. ἔθος δʼ ἦν Ἀθήνησι καὶ τοὺς πόδας τῶν τρυφώντων ἐναλείφειν μύροις, ἰρίνῳ ἢ ῥοδίνῳ ἢ ἀμαρακίνῳ ἢ μεγαλλίῳ ἢ ἄλλοις τοιούτοις. ὅτι οὕτως ἐξήρτηντο τῶν ἡδυπαθειῶν οἱ τότε ὡς καὶ Καλλιπύγου Ἀφροδίτης ἱερὸν ἱδρύσασθαι, δυεῖν θυγατέρων ἀνδρὸς ἀγροίκου ταύτην ἱδρυσαμένων. ἐπείπερ οὐσίας λαμπρᾶς ἐπελάβοντο πλουσίου τινὸς υἱοῖς συζευγθεῖσαι οἳ ἠράσθησαν αὐτῶν ὅτε φιλονεικήσασαι πρὸς ἑαυτὰς προῆλθον ἐπὶ τὴν λεωφόρον διακρινόμεναι ποτέρα εἴη καλλιπυγωτέρα καὶ εἵλοντο αὐτοὺς κριτάς. ὅτι καὶ τὸν Θεμιστοκλέους βίον ἁβρόν τινες παραδιδόασιν. φυσικὸν δή τί φησι Κλέαρχος τοὺς οἰομένους εἶναι καλοὺς καὶ ὡραίους ἀνθολογεῖν.

ὅτι Θρασύλαος διετέθη ποτὲ ὑπὸ μανίας τοιαύτης ὡς πάντα τὰ πλοῖα τὰ εἰς τὸν Πειραιᾶ καταγόμενα ὑπολαμβάνειν ἑαυτοῦ εἶναι, καὶ ἀπεγράφετο αὐτὰ καὶ διῴκει καὶ καταπλέοντα ἀπεδέχετο μετὰ χαρᾶς τοσαύτης ὅσησπερ ἄν τις τοσούτων χρημάτων κύριος ὤν. καὶ τῶν μὲν ἀπολλυμένων οὐδὲν ἐπεζήτησεν, τοῖς δὲ σῳζομένοις ἔχαιρεν. ἐπεὶ δὲ ὁ ἀδελφὸς αὐτοῦ Κρίτων συλλαβὼν αὐτὸν παρέδωκεν ἰατρῷ καὶ τῆς μανίας ἐπαύσατο, διηγεῖτο οὐδέποτε κατὰ τὸν βίον ἡσθῆναι πλέονα· λύπην μὲν γὰρ οὐδʼ ἡντινοῦν αὐτῷ παραγίνεσθαι, τὸ δὲ τῶν ἡδονῶν πλῆθος ὑπερβάλλειν.

Ἀντιφάνης ὁ κωμῳδιοποιὸς ὡς ἀνεγίνωσκέ τινα τῷ Ἀλεξάνδρῳ τῶν ἑαυτοῦ κωμῳδιῶν, ὃ δὲ δῆλος ἦν οὐ πάνυ τι ἀποδεχόμενος· δεῖ γάρ, ἔφησεν, ὦ βασιλεῦ, τὸν ταῦτα ἀποδεχόμενον ἀπὸ συμβόλων τε πολλάκις δεδειπνηκέναι καὶ περὶ ἑταίρας πολλάκις καὶ εἰληφέναι καὶ δεδωκέναι πληγάς. ὅτι ἐν Λακεδαίμονι εἰς οἴκημα σκοτεινὸν πᾶσαι συνεκλείοντο αἱ κόραι καὶ οἱ ἄγαμοι νεανίσκοι· καὶ ἕκαστος ἧς ἐπιλάβοιτο, ταύτην ἀπῆγεν ἄπροικον, φησὶν Ἕρμιππος. διὸ καὶ Λύσανδρον ἐζημίωσαν, ὅτι καταλιπὼν τὴν προτέραν, ἑταίραν ἐβουλεύετο περικαλλεστέραν ἀγαγέσθαι. Κλέαρχος δέ φησιν ὅτι ἐν Λακεδαίμονι τοὺς ἀγάμους αἱ γυναῖκες ἐν ἑορτῇ τινι εἵλκουσαι περὶ τὸν βωμὸν ῥαπίζουσιν, ἵνα τὴν ἐκ τοῦ πράγματος ὕβριν φεύγοντες φιλοστοργῶσι καὶ ἐν ὥρᾳ προσίωσι τοῖς γάμοις. Κέρκοψ δὲ πρῶτος Ἀθήνησι μίαν ἑνὶ ἔζευξεν, ἀνέδην τὸ πρότερον οὐσῶν τῶν γυναικῶν καὶ κοινογαμίων ὄντων. διὸ καὶ ἔδοξέ τισι διφυὴς νομισθῆναι, οὐκ εἰδότων τῶν πρότερον διὰ τὸ πλῆθος τὸν πατέρα.

ἐκ τούτων οὖν τις ὁρμώμενος μέμψαιτʼ ἂν τοὺς περιτιθέντας Σωκράτει δύο γαμετάς, Ξανθίππην τε καὶ Μυρτώ, εἰ μὴ ἄρα τότε τοῦτο ἐψήφιστο διὰ σπάνιν ἀνθρώπων, ὡς ἐξεῖναι καὶ δύο ἔχειν γυναῖκας τὸν βουλόμενον, ὅθεν καὶ κωμῳδιοποιοὶ ἀπεσιώπησαν τοῦτο, πολλάκις Σωκράτους μνημονεύσαντες. παρὰ δὲ Πέρσαις ἀνέχεται ἡ βασίλεια τοῦ πλήθους τῶν παλλακίδων διὰ τὸ ὡς δεσπότην ἄρχειν τῆς γαμετοῦ τὸν βασιλέα καὶ διὰ τὸ τὴν βασιλίδα ὑπὸ τῶν παλλακίδων θρησκεύεσθαι· προσκυνοῦσι γοῦν αὐτήν. καὶ ὁ Πρίαμος δέ, ὥς φησιν Ὅμηρος, πολλαῖς χρῆται γυναιξὶ καὶ ἡ Ἑκάβη οὐ δυσχεραίνει. παρὰ δὲ Ἕλλησιν οὐκ ἀνέχεται ἡ τοῦ Φοίνικος μήτηρ τὴν τοῦ Ἀμύντορος παλλακίδα. Μήδεια δὲ καίπερ εἰδυῖα τὸ ἔθος ὅτι ἐστὶ βαρβαρικὸν οὐ φέρει τὸν Γλαύκης γάμον, ἤδη εἰς τὰ ἀμείνα καὶ Ἑλληνικὰ ἐκδεδιῃτημένα. καὶ Κλυταιμνήστρα δὲ διὰ Κασάνδραν Ἀγαμέμνονα κτείνει, ἣν εἰς τὴν Ἑλλάδα ὁ κρείων ἐπήγετο, ἐν ἔθει γενόμενος βαρβαρικῶν νόμων. θαυμάσαι δʼ ἄν τις, φησὶν Ἀριστοτέλης, ὅτι οὐδαμοῦ τῆς Ἰλιάδος Ὅμηρος ἐποίησε Μενελάῳ συγκοιμωμένην παλλακίδα, πᾶσι δοὺς γυναῖκας. κοιμῶνται οὖν παρʼ αὐτῷ καὶ οἱ γέροντες μετὰ γυναικῶν, Νέστωρ καὶ Φοῖνιξ. οὐ γὰρ ἦσαν ἐκλελυμένοι τοῖς σώμασιν ἐν νεότητι διὰ μέθης ἢ ἀφροδισίων ἢ τῆς ἀδδηφαγίας ἀπεψίας. εἰκότως οὖν ἔρρωντο τῷ γήρᾳ. ἔοικεν οὖν ὁ Σπαρτιάτης αἰδεῖσθαι γαμετὴν οὖσαν τὴν Ἑλένην, ὑπὲρ ἧς καὶ τὴν στρατείαν ἤθροισεν. διὸ φυλάττεται τὴν πρὸς ἄλλην κοινωνίαν. ὁ δʼ Ἀγαμέμνων ὡς πολυγύναιος ὑπὸ Θερσίτου λοιδορεῖται. ἀλλʼ οὐκ εἰκός, φησὶν Ἀριστοτέλης, εἰς χρῆσιν εἶναι τὸ πλῆθος τῶν γυναικῶν, ἀλλʼ εἰς γέρας· ἐπεὶ οὐδὲ τὸν πολὺν οἶνον εἰς τὸ μεθύειν παρεσκευάσατο. ὁ δʼ Ἡρακλῆς πλείστας δόξας ἐσχηκέναι γυναῖκας — ἦν γὰρ φιλογύνης — ἀνὰ μέρος αὐτὰς εἶχεν, ὡς ἂν στρεφόμενος καὶ κατὰ διάφορα γινόμενος χωρία· ἐξ ὧν καὶ τὸ τῶν τέκνων πλῆθος αὐτῷ ἐγένετο. ἐν ἑπτὰ μέντοι γε ἡμέραις πεντήκοντα διεπαρθένευσε Θεστίου θυγατέρας, ὡς Ἡρόδωρος ἱστορεῖ. πολυγύναιος δὲ καὶ Αἰγεύς· πρώτην γήμας τὴν Ὅπλητος θυγατέρα, εἶτα τὴν Χαλκώδοντος. παραδοὺς δʼ ἀμφοτέρας φίλοις συνῆν πολλαῖς χωρὶς γάμων. εἶτα ἔλαβεν Αἴθραν, μεθʼ ἣν Μήδειαν. Θησεῖ δὲ Ἴστρος φησὶ γυναῖκας γενέσθαι τὰς μὲν ἐξ ἔρωτος, τὰς δʼ ἐξ ἁρπαγῆς, ὡς Ἑλένην, Ἀριάδνην, Ἱππολύτην, μεθʼ ἣν καὶ Φαίδραν ἔσχεν, ἄλλοις δʼ ἐκ νομίμων γάμων. Φίλιππος δὲ οἰκειώσασθαι θέλων τὸ Θετταλῶν ἔθνος τῇ Ἰλλυρίδι Αὐδάτᾳ ἐπέγημε δύο Θετταλίδας γυναῖκας, ὧν ἡ μὲν Φεραία Νικησίπολις, ἥτις αὐτῷ ἐγέννησε Θετταλονίκην, ἡ δὲ Λαρισσαία Φίλιννα, ἐξ ἧς Ἀριδαῖον ἐτέκνωσε. προσεκτήσατο δὲ καὶ τὴν Μολοττῶν βασιλείαν γήμας Ὀλυμπιάδα, ἐξ ἧς ἔσχεν Ἀλέξανδρον καὶ Κλεοπάτραν. καὶ τὴν Θρᾴκην δʼ ἑλὼν Μήδαν γήμας τὴν τοῦ Θρᾳκῶν βασιλέως ἐπεισήγαγε καὶ ταύτην τῇ Ὀλυμπιάδι, ἐπὶ πάσαις δὲ Κλεοπάτραν τὴν Ἀττάλου ἀδελφιδῆν ἐπεισάγων τῇ Ὀλυμπιάδι πάντα τὸν ἑαυτοῦ βίον συνέχεεν. εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις ὁ μὲν Ἄτταλος· νῦν μέντοι, ἔφη, γνήσιοι καὶ οὐ νόθοι βασιλεῖς γεννήσονται. καὶ Ἀλέξανδρος ἀκούσας ἔβαλεν ᾗ μετὰ χεῖρας εἶχε κύλικι τὸν Ἄτταλον, ἔπειτα κἀκεῖνος αὐτὸν τῷ ποτηρίῳ. καὶ μετὰ ταῦτα Ὀλυμπιὰς μὲν εἰς Μολοττοὺς φεύγει, Ἀλέξανδρος δὲ εἰς Ἰλλυριούς. εἰς τοὺς πολέμους μέντοι γε οὐκ ἐπήγετο γυναῖκας ὁ Φίλιππος, ὥσπερ Δαρεῖος ὁ ὑπʼ Ἀλεξάνδρου καταλυθείς, ὃς περὶ τῶν ὅλων πολεμῶν τριακοσίας ἑξήκοντα περιήγετο παλλακάς.

ὅτι εἰπόντος Σοφοκλεῖ τινος ὅτι μισογύνης ἐστὶν Εὐριπίδης· ἐν γε ταῖς τραγῳδίαις, ἔφη Σοφοκλῆς· ἐπεὶ ἔν γε τῇ κλίνῃ φιλογύνης. φησὶν Εὔβουλος περί τινων γυναικῶν· οὐ περιπεπλασμέναι ψιμμυθίῳ οὐδʼ ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους κεχρισμέναι. κἂν ἐξίητε τοῦ θέρους, ἀπὸ μὲν τῶν ὀφθαλμῶν ὑδρορρόαι δύο ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἰδρὼς ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ, ἐπὶ τῷ προσώπῳ δʼ αἱ τρίχες φορούμεναι εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμμυθίου. Ἀναξίλας δὲ καὶ αὐτός φησιν· ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησεν, οὐ γένος ἂν δύναιτο παρανομώτατον φράσαι· τί γὰρ ἢ δράκαινʼ ἄμικτος ἢ Χίμαιρα πυρπνόος ἢ Χάρυβδις ἢ τρίκρανος Σκύλλα, ποντία κύων, Σφίγξ, Ὕδρα, λέαινʼ, ἔχιδνα, πτηνά θʼ Ἁρπυιῶν γένη, εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους; ἔστι δὲ σκοπεῖν ἀπʼ ἀρχῆς πρῶτον μὲν τὴν Πλαγγόνα, ἥτις ὥσπερ ἡ ἔχιδνα πυρπολεῖ τοὺς βαρβάρους· εἷς μόνος δʼ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο· πάντα γὰρ τὰ σκεύη γὰρ ἕλκων ᾤχετʼ ἐκ τῆς οἰκίας. οἱ Σινώπῃ δʼ αὖ συνόντες οὐχʼ Ὕδρᾳ σύνεισι νῦν; ἡ δὲ Νάννιον τί διαφέρειν Σκύλλης δοκεῖ; οὐ δύʼ ἀποπνίξασʼ ἑταίρους τὸν τρίτον θηρεύεται ἔτι λαβεῖν; ἀλλʼ ἐξέπεσε πορθμὶς ἐλατίνῳ πλάτῃ· ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ τόν τε ναύκληρον λαβοῦσα καταπέπωκʼ αὐτῷ σκάφει; ἡ Θεανὼ δʼ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη; βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου. Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν, αἳ λαβοῦσαι ἁπλῶς μὲν οὐδέν, ἀλλʼ ἐν αἰνιγμοῖς τισιν, ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως. εἶτα τετράπους μοι, φησί, γένοιτο σκίμπους ἢ θρόνος, εἶτα δὴ τρίπους τις, εἶτα, φησί, παιδίσκη δίπους. εἶθʼ ὃ μὲν γνοὺς ταῦτʼ ἀπῆλθεν εὐθὺς ὥσπερ γʼ οὐδʼ ἰδεῖν δόξας ἐκείνην, σῴζεται δʼ ἄκων μόνος. οἳ δʼ ἐρᾶσθαι προσδοκῶντες εὐθύς εἰσιν ἠρμένοι καὶ φέρονθʼ ὑψοῦ πρὸς αἴθραν. Ἄλεξίς φησί που· ὦ δυστυχεῖς ἡμεῖς πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν· γυναιξὶ δοῦλοι ζῶμεν ἀντʼ ἐλευθέρων. Ξέναρχος δέ φησιν· εἶτʼ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες, ὧν ταῖς γυναιξὶν οὐδʼ ὁτιοῦν φωνῆς ἔνι; Φιλέταιρος· ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμʼ ἔχει. οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ, ἀλλʼ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος. Ἄμφις· εἶτʼ οὐ γυναικός ἐστιν εὐνοικωτέρα γαμετῆς ἑταίρα; ἡ μὲν νόμῳ γὰρ καταφρονοῦσʼ ἔνδον μένει, ἣ δʼ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος ἄνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.

Εὔβουλος· κακὸν κακῶς ἀπόλοιτο ὅστις γυναῖκα δευτέραν ἔγημε· τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς. ὁ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ, ὃ δʼ οἷον ἦν γυνὴ κακὸν πεπεισμένος. καὶ προελθών φησιν· ὦ Ζεῦ πολυτίμητε, εἶτʼ ἐγώ ποτε κακῶς ἐρῶ γυναῖκας; νὴ Διʼ ἀπολοίμην ἄρα· εἰ δʼ ἐγένετο κακὴ γυνὴ Μήδεια, Πηνελόπη δὲ μέγα πρᾶγμα. ἐρεῖ τις ὡς Κλυταιμήστρα κακή· Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλʼ ἴσως Φαίδραν ἐρεῖ κακῶς τις· ἀλλὰ νὴ Δία χρηστή τις ἦν μέντοι τίς; οἴμοι δείλαιος, ταχέως γε μʼ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον, τῶν δʼ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω. Ἀντιφάνης· γεγάμηκε δήπου. τί λέγεις; ἀληθινῶς γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντα κατέλιπον. Μένανδρος· οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς. γεγάμηκα γὰρ αὐτός. διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν. πάλιν· ἐξώλης ἀπόλοιθʼ ὅστις ποτὲ ὁ πρῶτος ἦν ὁ γήμας, ἔπειθʼ ὁ δεύτερος, εἶθʼ ὁ τρίτος, εἶθʼ ὁ τέταρτος, εἶθʼ ὁ Μεταγένης. Καρκῖνος· ὦ νύκτες, ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν; ἀρκοῦν ἂν εἴη, κἂν γυναῖκʼ εἴπῃς μόνον. ὁ δὲ Μεγαρικὸς ποιητὴς Θέογνίς φησιν· οὔτοι σύμφορόν ἐστιν ἀνδρὶ γεραιῷ· οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος, οὐδʼ ἄγκυραν ἔχουσιν, ἀπορρήξασα δὲ δεσμὰ πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα. ὅτι οἱ μέγιστοι πόλεμοι διὰ γυναῖκας ἐγένοντο, ὁ Ἰλιακὸς διʼ Ἑλένην, ὁ λοιμὸς διὰ Χρυσηίδα, Ἀχιλλέως μῆνις διὰ Βρισηίδα. ὁ Φιλίππου δὲ οἶκος ἀνετράπη διὰ τὸν Κλεοπάτρας γάμον, ὁ Ἡρακλέους διὰ τὸν Ἰόλης, ὁ Θησέως διὰ τὸν Φαίδρας τῆς Μίνωος, ὁ Ἀθάμαντος διὰ τὸν Θεμιστοῦς τῆς Ὑψέως, ὁ Ἰάσονος διὰ τὸν Γλαύκης, ὁ Ἀγαμέμνονος διὰ Κασάνδραν καὶ ἡ ἐπʼ Αἴγυπτον δὲ Καμβύσου στρατεία διὰ γυναῖκα ἐγένετο. πυθόμενος γὰρ τὰς Αἰγυπτίας ἐν ταῖς συνουσίαις διαφέρειν τῶν ἄλλων ἔπεμψε πρὸς Ἄμασιν αἰτῶν θυγατέρα πρὸς γάμον. ὃ δὲ τῶν μὲν ἑαυτοῦ οὐκ ἔδωκεν, ὑπονοήσας παλλακίδος ἕξειν αὐτὴν τιμήν· ἔπεμψε δὲ τὴν Ἀπρίου θυγατέρα, ὃς ἦν ὑπʼ αὐτοῦ τῆς τῶν Αἰγυπτίων βασιλείας ἐκπεπτωκώς. ἡσθεὶς οὖν ὁ Καμβύσης τῇ παιδὶ ἐκμανθάνει παρʼ αὐτῆς πάντα καὶ δεηθείσης ἐκδικῆσαι τὸν Ἀπρίου φόνον πείθει πολεμῆσαι Αἰγυπτίοις· Νιτῖτις δὲ ἐκαλεῖτο ἡ παῖς. Δείνων δέ φησι τὴν παῖδα ταύτην Κύρῳ πεμφθῆναι ὑπὸ Ἀμάσιδος, ἐξ ἧς γεννηθῆναι Καμβύσην, ὃν ἐκδικοῦντα τῇ μητρὶ ἐπʼ Αἴγυπτον στρατεῦσαι. καὶ ὁ ἱερὸς δὲ καλούμενος πόλεμος διὰ Θεανὼ τὴν Θηβαίαν, ὥς φησι Δοῦρις, ἐγένετο ἁρπασθεῖσαν ὑπὸ Φωκέως τινός. δεκατὴς δὲ γενόμενος ἔτει δεκάτῳ Φιλίππου συμμαχήσαντος πέρας ἔσχεν. τότε γὰρ εἷλον Θηβαῖοι Φωκίδα. καὶ ὁ Κρισαικὸς δὲ πόλεμος, ὃν Κιρραῖοι πρὸς Φωκεῖς ἐπολέμησαν, δεκατὴς ἦν, ἁρπασάντων Κιρραίων τὴν Πελάγοντος τοῦ Φωκέως Μεγιστώ. δεκάτῳ δὲ ἔτει ἑάλω καὶ ἡ Κίρρα. Δοῦρις δέ φησι πρῶτον γενέσθαι πόλεμον δύο γυναικῶν Ὀλυμπιάδος καὶ Εὐριδίκης· ἐν ᾧ τὴν μὲν βακχικώτερον μετὰ τυμπάνων προελθεῖν, τὴν δʼ Εὐριδίκην Μακεδονικῶς ὡπλισμένην προησκημένην τὰ πολεμικά. εἴη καὶ ἐρᾶν καὶ Ἔρωτι χαρίζεσθαι κατὰ καιρόν, φησὶ Πίνδαρος. Ζήνων δὲ ὁ Κιττιεὺς ᾤετο τὸν Ἔρωτα θεὸν φιλίας καὶ ὁμονοίας καὶ ἐλευθερίας παρασκευαστικόν, ἄλλου δʼ οὐδενός. διὸ καὶ συνεργόν που τοῦτόν φησι πρὸς πόλεως σωτηρίαν. καὶ οἱ ἄλλοι δὲ σοφοὶ σεμνὸν τὸν ἔρωτα καὶ παντὸς αἰσχροῦ κεχωρισμένον ᾔδεσαν. καὶ κατὰ τὰ γυμνάσια Ἑρμῇ καὶ Ἡρακλεῖ συνίδρυον, τῷ μὲν λόγου, τῷ δʼ ἀλκῆς προεστῶτι· ὧν ἑνωθέντων φιλία καὶ ὁμόνοια γεννᾶται. Ἀθηναῖοι δὲ τῆς Ἀκαδημίας Ἀθηνᾷ καθιερωμένης αὐτόθι τὸν Ἔρωτα ἱδρυσάμενοι συνθύουσιν αὐτῷ. Θεσπιεῖς τε τὰ Ἐρωτίδια τιμῶσι καθάπερ Ἀθήναια ἢ Ὀλύμπια. Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρὰ τάξεως Ἔρωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς νίκης. Κρῆτες δʼ ἐν ταῖς παρατάξεσι τοὺς καλλίστους τῶν πολιτῶν κοσμήσαντες διὰ τούτων θύουσι τῷ Ἔρωτι. ὁ δὲ παρὰ Θηβαίοις ἱερὸς λόχος καλούμενος συνέστηκεν ἐξ ἐραστῶν καὶ ἐρωμένων. φησί που Ἄλεξις· καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτερον δʼ εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας. ἔστι γὰρ οὔτε θῆλυς οὔτʼ ἄρσην, πάλιν οὔτε θεὸς οὔτʼ ἄνθρωπος, οὔτʼ ἀβέλτερος οὔτʼ αὖθις ἔμφρων, ἀλλὰ συνηνεγμένος πανταχόθεν ἑνὶ τύπῳ πόλλʼ εἴδη φέρων. ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἡ δειλία δὲ γυναικός, ἡ δʼ ἄνοια μανίας, ὁ δὲ λόγος φρονοῦντος, ἡ δὲ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος.

Εὔβουλος δέ φησι· τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα ἢ κηροπλαστήσας Ἔρωτα ὑπόπτερον; ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν, ἀλλʼ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ. ἐστὶ γὰρ οὔτε κοῦφος οὔτε ῥᾴδιος ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον, βαρὺς δὲ κομιδῇ. πῶς ἂν οὖν ἔχοι πτερὰ τοιοῦτο πρᾶγμα; Ἄλεξις· λέγεται λόγος ὑπὸ τῶν σοφιστῶν μὴ πέτεσθαι τὸν Ἔρωτα, τοὺς δʼ ἐρῶντας· αἰτίαν δʼ ἔχειν ἐκείνην ἄλλως, ἠγνοηκότας δὲ τοὺς γραφεῖς πτερωτὸν αὐτὸν ζωγραφεῖν. Χαιρήμων δὲ ὁ τραγικός φησιν ὡς τὸν οἶνον τῶν χρωμένων κεράννυσθαι, οὕτω καὶ τὸν Ἔρωτα· ὃς μετριάζων μέν ἐστιν εὔχαρις, ἐπιτεινόμενος δὲ καὶ διαταραττόμενος χαλεπώτατος. φησὶ δʼ αὐτὸν καὶ δίδυμα τόξα ἐντύνεσθαι, τὸ μὲν ἐπʼ εὐαίωνι τύχᾳ, τὸ δʼ ἐπὶ συγχύσει βιοτᾶς. Θεόφιλος δέ φησι· τίς φησι τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν; ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος· εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς. καταλείπετʼ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι. ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶ, παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν; κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς.

Ἀριστοφῶν δέ φησιν· ἀπεψηφισμένος ἐστὶν ὑπὸ τῶν θεῶν τῶν δώδεκʼ εἰκότως Ἔρως. ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις, ὅτʼ ἦν μετʼ αὐτῶν. ὡς δὲ λίαν ἦν θρασὺς καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερά, ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν, δεῦρʼ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω, τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων. περὶ δὲ τοῦ ἐρᾶν Ἄμφις φησίν· τί φῄς; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμέ, ὡς ἔστʼ ἐραστὴς ὅστις ὡραίων φίλων τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς; οὔτε τούτῳ πείθομαι οὔθʼ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται. Ἄλεξις· ὡς ὅστις αὖθις ἀκμῆς τῶν σωμάτων ἐρᾷ, τῆς ἡδονῆς ἐστιν, οὐχὶ τῶν φίλων φίλος. ὅτι Ἑρμείας ὁ Κουριεὺς τοὺς στωικοὺς στώακας καλεῖ, ἐμπόρους λήρου, λόγων καὶ παιδοπίπας, καὶ τοῦτο μόνον ἐζηλωκότας τὸν τῆς σοφίας σφῶν ἀρχηγὸν Ζήνωνα τὸν Φοίνικα. ὅτι Ἀρίστων ὁ Κεῖος πρός τινα Ἀττικὸν ἐπιδεικνύντα τινὰ μέγαν τὴν ἡλικίαν ὡς καλόν, ᾧ Δῶρος ἦν τοὔνομα, τὸ Ὀδυσσέως ἔφη πρὸς Δόλωνα· ἦ ῥά νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός.

φησὶν Ἡγήσανδρος τῶν ἡδυσμάτων ἐρᾶν πάντως, οὐ τῶν κρεῶν οὐδὲ τῶν ἰχθύων· ἀπογενομένων οὖν τούτων οὐδεὶς ἡδέως ἔτι προσφέρεται τὸ κρέας οὐδὲ τὸν ἰχθὺν οὐδʼ ἐπιθυμεῖ τῶν ὠμῶν καὶ ἀνηδύντων. Ἀριστοτέλης ἔφη τοὺς ἐραστὰς εἰς οὐδὲν ἄλλο τοῦ σώματος ἀποβλέπειν ἢ τοὺς ὀφθαλμούς, ἐν οἷς τὴν αἰδῶ κατοικεῖν.

Σοφοκλῆς δὲ περὶ τοῦ Πέλοπος κάλλους παράγει λέγουσαν Ἱπποδάμειαν· τοιάνδʼ ἐν ὄψει λύγκα θηρατηρίαν ἔρωτος, ἀστραπήν τινʼ ὀμμάτων ἔχει. Λικύμνιος δὲ τὸν Ὕπνον φήσας ἐρᾶν τοῦ Ἐνδυμίωνος οὐδὲ καθεύδοντος αὐτοῦ κατακαλύπτει τοὺς ὀφθαλμούς. φησὶ γοῦν· Ὕπνος δὲ χαίρων ὀμμάτων αὐγαῖς ἀναπεπταμένοις ὄσσοις ἐκοίμιζε κοῦρον. καὶ ἡ Σαπφὼ δὲ πρὸς τὸν πάνυ καλὸν τὴν μορφήν φησι· στᾶθι κἄντα, φίλος, καὶ τὰν ἐπʼ ὄσσοις ἀμπέτασον χάριν. ὁ δʼ Ἀνακρέων τί φησιν; παρθένιον βλέπουσαν δίζημαί σε, σὺ δʼ οὐκ ἀΐεις· οὐ γὰρ οἶδας ὅτι τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις. ὁ δὲ τοῦ Κυθηρίου Φιλοξένου Κύκλωψ ἐρῶν τῆς Γαλατείας καὶ ἐπαινῶν αὐτῆς τὸ κάλλος, προμαντευόμενος τὴν τύφλωσιν πάντα μᾶλλον αὐτῆς ἐπαινεῖ ἢ τῶν ὀφθαλμῶν μνημονεύει, λέγων ὧδε· ὦ καλλιπρόσωπε, χρυσεοβόστρυχε Γαλάτεια, χαριτόφωνε, κάλλος Ἐρώτων. τυφλὸς ὁ ἔπαινος καὶ κατʼ οὐδὲν ὅμοιος τῷ Ἰβυκείῳ ἐκείνῳ· Εὐρύαλε, γλαυκέων Χαρίτων θάλος, καλλικόμων μελέδημα, σὲ μὲν Κύπρις ἅ τʼ ἀγανοβλέφαρος Πειθὼ ῥοδέοισιν ἄνθεσι θρέψαν. Φρύνιχός τε ἐπὶ τοῦ Τρωίλου ἔφη· λάμπειν ἐπὶ πορφυραῖς παρηίσι φῶς ἔρωτος. ὅτι τὸ ξύρεσθαι τὸν πώγωνα κατʼ Ἀλέξανδρον εὕρηται, ὥς φησι Χρύσιππος, τῶν πρώτων οὐ χρωμένων αὐτῷ. καὶ γὰρ Τιμόθεος ὁ αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν Ἀθήναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον προκειραμένων παρωνύμιον ἔχειν Κόρσην. διὸ καὶ Ἄλεξις ἔφη· πιττοκοπούμενόν τινʼ ἢ ξυρόμενον ὁρᾷς, τούτων ἔχει τι θάτερον· ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία, ἢ πλουσιακὸν τούτῳ προσπίπτει κακόν. τί γὰρ αἱ τρίχες λυποῦσιν ὑμᾶς πρὸς θεῶν; διʼ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθʼ ὑπονοεῖς; Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφη· μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει, ὅτι ἄνδρα σε ἐποίησε καὶ οὐ γυναῖκα; ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφη ζητεῖν τί ἐστιν ὁ ἱππόπορνος, νῦν δʼ εὑρηκέναι. ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδʼ ὁ ἐπιληψόμενος οὐδείς ἐστι διὰ τὸ πάντας ξύρεσθαι. ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι κουρεῖ ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ. ξυρομένους τὴν ὑπήνην φησὶ καὶ τὸν ὄρρον. συνεσπασμένοι καὶ κακοπινεῖς οὐ μόνον τοῖς ἤθεσιν ἀλλὰ καὶ ἕξει.

ὅτι ἐν Ἤλιδι κρίσις γίνεται κάλλους, κατὰ τὴν Σπάρτην τε θαυμάζεται μᾶλλον ὁ κάλλιστος καὶ γυνὴ ἡ καλλίστη, καλλίστας γεννώσης τῆς Σπάρτης γυναῖκας. διὸ καὶ Ἀρχιδάμου τοῦ βασιλέως, γυναικὸς αὐτῷ καλῆς φαινομένης, ἑτέρας δὲ αἰσχρᾶς καὶ πλουσίας, ὡς ἀπέκλινεν ἐπὶ τὴν πλουσίαν, ζημιῶσαί φασι τοὺς ἐφόρους αὐτόν, ἐπιλέγοντας ὅτι βασιλίσκους ἀντὶ βασιλέων ταῖς Σπάρταις γεννᾶν προαιρεῖται. Εὐριπίδης τε ἔφη· πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος. καὶ οἱ παρʼ Ὁμήρῳ δὲ δημογέροντες θαυμάζοντες τῆς Ἑλένης τὸ κάλλος φασίν· οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς καὶ τὰ ἑξῆς. ἐκπέπληκται γοῦν καὶ αὐτὸς ὁ Πρίαμος ἐπὶ τῷ κάλλει τῆς γυναικὸς καίτοι ἐν δεινοῖς ὤν. θαυμάζει γοῦν ἐπὶ κάλλει τὸν Ἀγαμέμνονα τοιαῦτα ἐκφωνῶν· καλὸν δʼ οὕτω ἐγὼν οὔπω ἴδον. καθίστων δὲ καὶ πολλοὶ τοὺς καλλίστους βασιλέας, ὡς μέχρι νῦν οἱ Ἀθάνατοι καλούμενοι Αἰθίοπες, ὥς φησι Βίων. ὡς ἔοικε γάρ, τὸ κάλλος βασιλείας οἰκεῖόν ἐστιν. θεαὶ περὶ κάλλους ἤρισαν πρὸς ἀλλήλας, διὰ τοῦτο Γαννυμήδης ἡρπάγη. θεαὶ δὲ τίνας ἁρπάζουσιν; οὐ τοὺς καλλίστους; οἷς καὶ σύνεισιν· Ἠὼς μὲν Κεφάλῳ καὶ Κλείτῳ καὶ Τιθανῷ, Δημήτηρ Ἰασίονι, Ἀφροδίτη Ἀγχίσῃ καὶ Ἀδώνιδι. διὰ κάλλος καὶ Ζεὺς διὰ κεράμων χρυσὸς ἔρχεται, ταῦρος γίνεται, ἀετὸς πετροῦται πολλάκις, ὥσπερ καὶ ἐπʼ Αἰγίνῃ. Σωκράτης δὲ ὁ πάντων καταφρονῶν οὐ τοῦ Ἀλκιβιάδου κάλλους ἥττων ἐστίν; ὡς καὶ ὁ σεμνότατος Ἀριστοτέλης τοῦ Φασηλίτου μαθητοῦ. ἡμεῖς δʼ οὐχὶ καὶ τῶν ἀψύχων τὰ κάλλιστα προκρίνομεν; ἐπαινεῖται δὲ καὶ τῶν Σπαρτιατῶν τὸ ἔθος τὸ γυμνοῦν τὰς παρθένους τοῖς ξένοις. ἐν Χίῳ δὲ καὶ βαδίζειν τοῖς πολλοῖς ἡδὺ πρὸς τὰ γυμνάσια καὶ ὁρᾶν προσπαλαίοντας τοὺς νέους ταῖς κόραις. ὅτι οἱ Ἀρεοπαγῖται ἀριστήσαντά τινα ἐν καπηλείῳ ἐκώλυον ἀνιέναι εἰς τὸν Ἄρειον πάγον. ὅτι Ἀριστοφάνης, Ἀπολλόδωρος, Ἀμμώνιος, Ἀντιφάνης καὶ Γοργίας ὁ Ἀθηναῖος περὶ τῶν Ἀθήνησιν ἑταιρίδων συγγεγράφασιν.

ὅτι Θεόμανδρος ὁ Κυρηναῖος περιιὼν ἐπηγγέλλετο διδάξειν εὐτυχίαν. ὅτι Ἀριστείδης καὶ Παυσανίας καὶ Νικοφάνης οἱ ζωγράφοι πορνογράφοι ἦσαν ἐπιτυχεῖς.

Ὤκιμος Κορινθία ἑταίρα περὶ ἧς Εὔβουλός φησι· Κόρινθον ἦλθον. ἡδέως ἐνταῦθά πως λάχανον τρώγων Ὤκιμον διεφθάρην· κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα. ὀνόματα δʼ ἑταιρῶν ἀφʼ ὧν καὶ δράματα ἐπεγράφη ἄλλα τε καὶ τάδε· Θάλαττα, Κοριαννώ, Ἄντεια, Θαΐς, Φάνιον, Ὀπώρα, Κλεψύδρα, οὕτω κληθεῖσα, ἐπεὶ πρὸς κλεψύδραν συνουσίαζεν ἕως κενωθῇ, ὄνομα δὲ αὐτῇ κύριον Μητίχη. Νάννιον, Πλαγγών, Λύκα, Γνάθαινα, Φρύνη, Μυρρίνη.

ἔστι δʼ ἑταίρα, ὡς Ἀντιφάνης φησί, τῷ τρέφοντι συμφορά· εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα. Ἄμφις δέ πού φησι· τυφλὸς ὁ πλοῦτος εἶναί μοι δοκεῖ, ὅστις παρὰ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ ἑταίραις τε τοιαύταισι παγίσι βίου ἔνδον κάθητʼ ἀπόπληκτος οὐδʼ ἐξέρχεται.

Ἄλεξις δὲ τοιαῦτα περὶ τῶν ἑταιρῶν φησιν ὅτι ῥάπτουσι πᾶσαι ἐπιβουλάς. τυγχάνει μικρά τις οὖσα· φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται. μακρά τις· διάβαθρον λεπτὸν φορεῖ τήν τε κεφαλὴν ἐπὶ τὸ νῶτον καταβαλοῦσʼ ἐξέρχεται· τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία· ὑπενέδυσʼ ἐρραμμένα αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς ἰδόντας. τὰς ὀφρῦς πυρρὰς ἔχει τις· ζωγραφοῦσιν ἀσβόλῳ. συμβέβηκʼ εἶναι μέλαιναν· κατέπλασε ψιμυθίῳ. λευκόχρως λίαν τίς ἐστι· παιδέρωτʼ ἐντρίβεται. καλὸν ἔχει τοῦ σώματός τι; τοῦτʼ αὐτὸ γυμνὸν δείκνυται. εὐφυεῖς ὀδόντας ἔσχεν; ἐξ ἀνάγκης δεῖ γελᾶν, ἵνα θεωροῖεν τὸ στόμʼ ὡς κομψὸν φορεῖ. ἂν δὲ μὴ χαίρῃ γελῶσα διὰ τέλους τὴν ἡμέραν ἔνδον, ὥσπερ τοῖς μαγείροις παράκειθʼ ἑκάστοτε, ἡνίκʼ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον μυρρίνης ἔχουσι λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν· ὥστε τῷ χρόνῳ σεσηρέναι, ἄν τε βούλητʼ ἄν τε μή. φησί που Εὔβουλος· τὰς φειδωλοὺς κερμάτων παλευτρίας, πώλους Κύπριδος ἐξησκημένας γυμνὰς ἐφεξῆς ἐπικαίρους τεταμένας ἐν λεπτοπήνοις ὕμεσιν ἑστώσας, οἵας Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας· παρʼ ὧν βεβαίως ἀσφαλῶς τʼ ἔξεστί σοι μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν. ἐπιτιμῶν δὲ καὶ Ξέναρχος τοῖς περὶ τοὺς μεγάλους μισθοὺς ἐσπουδακόσι τῶν ἑταιρῶν φησι· δεινὰ πράττουσιν οἱ νεώτεροι. ὅπου γὰρ οὐσῶν μειρακίων μάλʼ εὐπρεπῶν ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθʼ ὁρᾶν εἰληθερούσας στέρνα τʼ ἠμφιεσμένας, γυμνὰς ἐφεξῆς τʼ ἐπικαίρους τεταγμένας· ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται, λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ, νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ· καὶ μὴ λάθρα εἰσδῦναι μηδὲ διʼ ὀπῆς κάτωθεν ἐκδῦναι στέγης μηδʼ ἐν ἀχύροισιν εἰσενεχθῆναι. αὗται βιάζονται γὰρ εἰσέλκουσαι τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι πατρίδια, τοὺς δʼ ἀπφάρια, τοὺς νεωτέρους. ὅτι πρῶτος Σόλων διὰ τὴν τῶν νέων ἀκμὴν ἔστησεν ἐπὶ οἰκημάτων γύναια πριάμενος· ἱστορεῖ Νίκανδρος ὁ Κολοφώνιος φάσκων αὐτὸν καὶ πανδήμου Ἀφροδίτης ἱερὸν πρῶτον ἱδρύσασθαι· ἀφʼ ὧν ἠργυρίσαντο αἱ προστᾶσαι τῶν οἰκημάτων. καὶ Ἀσπασία δὲ ἡ Σωκρατικὴ ἐνεπορεύετο πλήθη καλῶν γυναικῶν καὶ ἐπλήθυνεν ἀπὸ τῶν ταύτης ἑταιρίδων ἡ Ἑλλάς, ὡς Ἀριστοφάνης ὁ χαρίεις ἐν Ἀχαρνεῦσι παραδηλοῖ. αἱ μὲν ἄλλαι αὐλητρίδες Ἀπόλλωνος νόμον αὐλοῦσιν, αἱ δὲ μεγαλόμισθοι ἑταῖραι Ἱέρακος νόμον, Ἐπικράτης φησίν. ὃς καὶ περὶ Λαΐδος φησίν· ἀργός ἐστι καὶ πότις, τὸ καθʼ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν μόνον, πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσι νέοι ἐκ τῶν ὀρῶν πρόβατʼ ἐσθίουσι καὶ λαγὼς μετέωρʼ ἀναρπάσαντες ἀπὸ τῆς ἰσχύος. ὅταν δὲ γηράσκωσιν ἤδη, τότʼ ἐπὶ τοὺς νέους ἵζουσι πεινῶντες κακῶς· κἄπειτα τοῦτʼ εἶναι νομίζεται τέρας. καὶ Λαῒς ὀρθῶς νομίζοιτʼ ἂν τέρας· αὕτη γὰρ οὖν ὁπότʼ ἦν νεοττὸς καὶ νέα, ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη, εἶδες δʼ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἄν· ἐπεὶ καὶ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος, ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστι καὶ πτύσαι· ἐξέρχεταί τε πανταχόσʼ ἤδη πιομένη, δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον, προσίεται δὲ καὶ γέροντα καὶ νέον· οὕτω δὲ τιθασὸς γέγονεν ὥστʼ, ὦ φίλτατε, τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει. συνήκμαζον δὲ Λαΐδι Λαγίσκη, Νεαλύτη καὶ Ὤκιμον, φησὶν Ἀναξανδρίδης. οὔκ ἐσθʼ ἥδιστον ἀποθανεῖν, φησὶ Φιλέταιρος, βινοῦνθʼ ἅμα, ὥσπερ λέγουσιν ἀποθανεῖν Φοριμίσιον. οὐχ ὧδʼ ἐμόγησαν ἐλπίδες ὥστʼ ἐχθρῶν συμμαχίαν καλέσαι, φησὶ Καλλίμαχος. οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι, ὥς τις ἔφη τῶν παρῳδῶν. ὅτι παρὰ Ἀθηναίοις Ἑταίρα Ἀφροδίτη ἐκαλεῖτο ἡ τοὺς ἑταίρους καὶ τὰς ἑταίρας συνάγουσα· ὅ ἐστι φίλας. καλοῦσι γοῦν καὶ αἱ ἐλεύθεραι γυναῖκες τὰς συνήθεις καὶ φίλας ἑταίρας, ὡς Σαπφώ· Λητὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι. καλοῦσι δὲ καὶ μισθαρνούσας ἑταίρας καὶ τὸ ἐπὶ συνουσίᾳ μισθαρνεῖν ἑταιρεῖν, οὐ πρὸς τὸ ἔτυμον ἀναφέροντες, ἀλλὰ πρὸς τὸ εὐσχημονέστερον. Ἀναξίλας· ἐὰν δέ τις μέτρια λέγουσι τοῖς δεομένοις ὑπουργῇ πρὸς χάριν, ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα προσηγορεύθη. ὅταν νέος ἀλλότριον εἰσελθὼν ὄψον ἐσθίειν μάθῃ ἀσύμβολόν τε χεῖρα προσβάλῃ βορᾷ, διδόναι νόμιζʼ αὐτόν σοι τῆς νυκτὸς λόγον, φησὶν Ἀντιφάνης. ὅτι ἑορτὴ ἄγεται ἐν Μαγνησίᾳ Ἑταιρίδια. συντελοῦσι δʼ αὐτὴν Μάγνητες, ὥς φησιν Ἡγήσανδρος, πρώτου Ἰάσονος συναγαγόντος τοὺς Ἀργοναύτας καὶ Ἑταιρείῳ Διὶ θύσαντος καὶ τὴν ἑορτὴν Ἑταιρείδια προσαγορεύσαντος. θύουσι δὲ ταύτην καὶ οἱ Μακεδόνων βασιλεῖς. Πόρνης δʼ Ἀφροδίτης ἱερόν ἐστιν ἐν Ἀβύδῳ· κατεχομένης γὰρ τῆς πόλεως δουλείᾳ οἱ φρουροὶ θύσαντες καὶ μεθυσθέντες ἑταίρας πλείους προσελάβοντο, ὧν μία κοιμωμένους αὐτοὺς ἰδοῦσα ἀνελομένη τὰς κλεῖς καὶ τὸ τεῖχος ὑπερβᾶσα ἀπήγγειλεν τοῖς Ἀβυδηνοῖς. οἳ δὲ μεθʼ ὅπλων ἀφικόμενοι ἀνεῖλον τοὺς φύλακας καὶ ἐλευθερωθέντες Ἀφροδίτης Πόρνης ναὸν ἱδρύσαντο χαριστήρια ἀποδιδόντες τῇ πόρνῃ. τὴν δʼ ἐν Σάμῳ Ἀφροδίτην ἑταῖραι ἱδρύσαντο οἱ συνακολουθήσασαι Περικλεῖ ὅτε ἐπολιόρκει τὴν Σάμον, ἐργασάμεναι ἱκανῶς ἀπὸ τῆς ὥρας. καὶ ἐν Ἐφέσῳ δὲ ἱερὸν ἵδρυτο Ἑταίρᾳ Ἀφροδίτῃ. Γύγης δʼ ὁ Λυδῶν βασιλεύς, ὥς φησι Κλέαρχος, οὐ μόνον περὶ ζῶσαν τὴν ἐρωμένην περιβόητος γέγονεν, ἐγχειρίσας αὑτόν τε καὶ τὴν ἀρχὴν ἐκείνῃ πᾶσαν, ἀλλὰ καὶ τελευτησάσης συναγαγὼν πάντας Λυδοὺς ἔχωσε τὸ νῦν ἔτι καλούμενον τῆς Ἑταίρας μνῆμα, εἰς ὕψος ἄρας ὥστε περιοδεύοντος αὐτοῦ τὴν ἐντὸς τοῦ Τμώλου χώραν, οὗ ἂν ἐπιστραφεὶς τύχῃ, καθορᾶν τὸ μνῆμα καὶ πᾶσι τοῖς Λυδίαν οἰκουμένοις ἄποπτον εἶναι. Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας φησί· τὰς μὲν ἑταίρας ἡδονῆς ἕνεκα ἔχομεν, τὰς δὲ παλλακὰς τῆς καθʼ ἡμέραν παλλακείας, τὰς δὲ γυναῖκας τοῦ παιδοποιεῖσθαι γνησίως καὶ τῶν ἔνδον φύλακα πιστὴν ἔχειν.

ὅτι ἔθος Κορινθίοις ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῇ Ἀφροδίτῃ, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι καὶ τοῖς ἱεροῖς παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης, ὥς φησι Θεόπομπος, αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο Ἀφροδίτῃ ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας. καὶ οἱ ἰδιῶται δὲ κατεύχονται τῇ Ἀφροδίτῃ τελεσθέντων περὶ ὧν ἂν ποιῶνται τὴν δέησιν ἀπάξειν αὐτῇ καὶ ταῖς ἑταίραις. ἄγουσι δὲ καὶ Ἀφροδίσια αὐτόθι αἱ ἑταῖραι. ἐν δὲ Λακεδαίμονι, ὥς φησι Πολέμων ὁ περιηγητής, εἰκών ἐστι τῆς διαβοήτου ἑταίρας Κοττίνας, ἣ καὶ βοῦν ἀνέθηκε χαλκῆν. ὅτι Ἀλκιβιάδης, ἐφʼ οὗ τις τῶν κωμικῶν ἔφη· Ἀλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί, ὃν ἡ Λακεδαίμων μοιχὸν ἐπιθυμεῖ λαβεῖν, ὑπὸ τῆς Ἄγιδος ἀγαπώμενος γυναικὸς ἐπὶ τὰς τῶν ἑταιρίδων θύρας ἐκώμαζεν, ἀπολιπὼν τὰς Λακαίνας καὶ τὰς Ἀττικάς. Μεδοντίδος γοῦν τῆς Ἀβυδηνῆς ἐξ ἀκοῆς ἐρασθεὶς ἔστερξε καὶ πλεύσας εἰς Ἑλλήσποντον σὺν Ἀξιόχῳ, ὃς ἦν αὐτοῦ τῆς ὥρας ἐραστής, ὥς φησι Λυσίας ἐν τῷ κατʼ αὐτοῦ λόγῳ, καὶ ταύτης ἐκοινώνησεν αὐτῷ. καὶ ἑταίρας δὲ δύο ἐπήγετο ἀεί, Δαμασάνδραν τὴν Λαΐδος τῆς νεωτέρας γυναῖκα καὶ Θεοδότην· ὑφʼ ἧς καὶ θανὼν ἐκηδεύθη ἐν Μελίσσῃ κώμῃ Φρυγίας, ἐπιβουλευθεὶς ὑπὸ Φαρναβάζου. ἐν ᾧ καὶ κατʼ ἔτος ἐθύετο βοῦς, διακελευσαμένου τοῦτο τοῦ πάντα ἀρίστου Ἀδριανοῦ βασιλέως, ὃς καὶ ἀνέστησεν ἐπὶ τοῦ μνήματος Παρίου λίθου εἰκόνα τὸν Ἀλκιβιάδην. καὶ οὐδὲν θαυμαστὸν εἰ ἐξ ἀκοῆς ἠράσθη τῆς Ἀβυδηνῆς ἑταίρας Ἀλκιβιάδης, ὁπότε, ὥς φησι Χάρης, πολλοὶ ὀνείρατι θεασάμενοι, οὓς μὴ πρότερον εἶδον, ἠράσθησαν. Ὑστάσπη γοῦν, φησί, νεώτερος ἦν ἀδελφὸς Ζαριάδρης ἄμφω καλοί· Ἀφροδίτης οὖν καὶ Ἀδώνιδος αὐτούς φασιν οἱ ἐπιχώριοι. ἐκυρίευσε δὲ ὁ μὲν Ὑστάσπης Μηδίας καὶ τῆς ὑποκάτω χώρας, ὁ δὲ Ζαριάδρης τῶν ὑποκάτω Κασπίων πυλῶν μέχρι Τανάιδος. τῶν δὲ ἐπέκεινα τοῦ Τανάιδος Ὁμάρτῃ βασιλεῖ θυγάτηρ ἦν ὄνομα Ὀδάτις. αὕτη κατὰ τὸν ὕπνον ἰδοῦσα τὸν Ζαριάδρην ἠράσθη, τὸ δʼ αὐτὸ τοῦτο κἀκείνῳ πάθος συνέπεσε πρὸς αὐτήν. καὶ ἐπεθύμουν ἀλλήλων διὰ τὴν κατὰ τὸν ὕπνον φαντασίαν. ἦν δὲ καὶ ἡ Ὀδάτις καλλίστη τῶν κατὰ Ἀσίαν γυναικῶν, καὶ ὁ Ζαριάδρης δὲ ἦν καλός. πέμποντος οὖν τοῦ Ζαριάδρου πρὸς τὸν Ὁμάρτην καὶ φιλοτιμουμένου γῆμαι τὸν ἄνθρωπον, οὐ συνετίθετο ὁ Ὁμάρτης. ἤθελε γὰρ αὐτὴν δοῦναι ἑνὶ τῶν περὶ αὐτὸν οἰκείων. συναγαγὼν οὖν τοὺς δυνάστας καὶ φίλους μετʼ οὐ πολὺ ἐποιεῖτο τοὺς γάμους, οὐ προειπὼν ὅτῳ μέλλοι διδόναι τὴν παῖδα. ἀκμαζούσης οὖν τῆς μέθης εἰσκαλέσας ὁ πατὴρ τὴν Ὀδάτιν εἶπεν· ἡμεῖς, ὦ θύγατερ, νῦν ποιούμεθα τοὺς σοὺς γάμους. περιβλέψασα οὖν καὶ θεωρήσασα πάντας λαβοῦσα χρυσῆν φιάλην καὶ πληρώσασα δὸς ᾧ θέλεις γαμηθῆναι· τούτου γὰρ κεκλήσῃ γυνή. κἀκείνη περιβλέψασα πάντας ἀπῄει δακρύουσα, ποθοῦσα τὸν Ζαριάδρην ἰδεῖν· ἐπεστάλκει γὰρ αὐτῷ ὅτι μέλλουσιν οἱ γάμοι συντελεῖσθαι. ὃ δὲ στρατοπεδεύων ἐπὶ τοῦ Τανάιδος διαλαθὼν τὴν στρατοπεδείαν διῆλθε μετὰ μόνου τοῦ ἁρματηλάτου διὰ τῆς πόλεως, διώξας ὀκτακοσίους σταδίους. πλησίον δὲ τῆς κώμης γενόμενος ἐν ᾗ τοὺς γάμους ἐτέλουν, καταλιπὼν ἔν τινι τόπῳ αὐτῷ ἅρματι τὸν ἁρματηλάτην προῆγεν ἐνδεδυκὼς στολὴν Σκυθικήν. καὶ παρελθὼν εἰς τὴν αὐλὴν καὶ ἰδὼν τὴν Ὀδάτιν ἑστηκυῖαν πρὸ τοῦ κυλικείου καὶ δακρύουσαν κιρνῶσάν τε βραδέως τὴν φιάλην ἔφη· ὦ Ὀδάτι, πάρειμι δή σοι καθάπερ ἠξίωσας, ἐγὼ Ζαράδρης. ἣ δὲ κατανοήσασα ξένον ἄνδρα καὶ καλὸν καὶ ὅμοιον τῷ κατὰ τὸν ὕπνον ἑωραμένῳ περιχαρὴς γενομένη δίδωσιν αὐτῷ τὴν φιάλην· καὶ ὃς ἁρπάσας αὐτὴν ἀπήγαγεν ἐπὶ τὸ ἅρμα καὶ ἔφυγεν ἔχων τὴν Ὀδάτιν. οἱ δὲ παῖδες καὶ αἱ θεράπαιναι συνειδυῖαι τὸν ἔρωτα κατεσιώπησαν καὶ οὐκ ἔφασαν εἰδέναι ὅπου πεπόρευται ἐρωτώμενοι. μνημονεύεται δʼ ὁ ἔρως οὗτος τοῖς τὴν Ἀσίαν οἰκοῦσι βαρβάροις καὶ περισσῶς ἐστι ζηλωτός, καὶ τὸν μῦθον τοῦτον ζωγραφοῦσι καὶ ταῖς θυγατράσιν οἱ πολλοὶ τῶν δυναστῶν ὄνομα τίθενται Ὀδάτιν.

καὶ Ἀριστοτέλης δὲ ἐν τῇ Μασσαλιωτῶν Πολιτείᾳ φησὶν Εὔξενον τὸν Φωκαέα Νάννῳ τῷ βασιλεῖ ἐπιδημήσαντα ξένον κατὰ τὸν ἄνω ῥηθέντα τρόπον γάμους τελοῦντι τῆς θυγατρὸς Πέττας λαβεῖν παρʼ αὐτῆς τὴν φιάλην εἴτε τύχῃ, εἴτʼ ἄλλῃ τινὶ αἰτίᾳ καὶ ὡς κατὰ θεὸν γενομένης τῆς δόσεως σχεῖν αὐτὴν γυναῖκα καὶ γεννῶσαι υἱὸν Πρῶτιν. καὶ ἔστι γένος ἀπὸ τῆς ἀνθρώπου ἐν Μασσαλίᾳ οἱ Πρωτιάδαι καλούμενον. ὅτι Θεμιστοκλῆς ἅρμα ζευξάμενος ἑταιρῶν, ὥς φησιν Ἰδομενεύς, πληθούσης ἀγορᾶς εἰσήλασεν εἰς τὸ ἄστυ. ἦσαν δʼ αὗται Λαμία, Σκιώνη, Σατύρα, Νάννιον. ἦν δὲ καὶ αὐτὸς ἐξ ἑταίρας ὄνομα Ἁβροτόνου, ὡς Ἀμφικτύων φησίν· Ἀβρότονον Θρήισσα γυνὴ γένος· ἀλλὰ τεκέσθαι τὸν μέγαν Ἕλλησί φασι Θεμιστοκλέα. Νεάνθης δὲ Εὐτέρπης αὐτόν φησιν υἱόν. Κύρῳ δὲ ἐπὶ τὸν ἀδελφὸν στρατεύσαντι Ἀσπασία ἡ σοφωτάτη Φωκαῒς ἑταίρα οὖσα συνεστρατεύετο, Μιλτὼ πρότερον καλουμένη. συνηκολούθει δὲ αὐτῷ καὶ ἡ Μιλησία παλλακίς. ὁ δὲ μέγας Ἀλέξανδρος Θαΐδα εἶχε μεθʼ ἑαυτοῦ τὴν Ἀττικὴν ἑταίραν, ἣ μετὰ τὸν Ἀλεξάνδρου θάνατον καὶ Πτολεμαίῳ ἐγαμήθη τῷ πρώτῳ βασιλεύσαντι Αἰγύπτου καὶ ἐγέννησεν αὐτῷ Λεοντίσκον καὶ Λάγον, θυγατέρα δὲ Εἰρήνην, ἣν ἔγημεν Εὔνοστος ὁ Σόλων τῶν ἐν Κύπρῳ βασιλεύς. καὶ ὁ δεύτερος δὲ τῆς Αἰγύπτου βασιλεὺς ὁ Φιλάδελφος, ὡς ὁ Εὐεργέτης Πτολεμαῖος ἱστορεῖ, πλείστας ἔσχεν ἐρωμένας, Διδύμην ἐπιχωρίαν εὐπρεπεστάτην, Βιλιστύχην, Ἀγαθόκλειαν, Στρατονίκην, ἧς τὸ μέγα μνημεῖον ἐπὶ τῇ πρὸς Ἐλευσῖνι θαλάσσῃ, Μύρτιον καὶ ἄλλας. Κλεινοῦς δὲ τῆς οἰνοχοούσης αὐτῷ εἰκόνες πολλαὶ ἀνάκεινται κατὰ Ἀλεξάνδρειαν μονοχίτωνες ῥυτὸν ἔχουσαι ἐν ταῖς χερσίν. αἱ δὲ κάλλισται τῶν οἰκιῶν, φησὶ Πολύβιος, Μυρτίου καὶ Ποθεινῆς καὶ Μνησίδος τῆς αὐλητρίδος προσαγορεύονται· ἦν δὲ καὶ ἡ Ποθεινὴ αὐλητρίς. τοῦ δὲ Φιλοπάτορος Πτολεμαίου Ἀγαθόκλεια ἡ ἑταίρα ἐκράτει, ἡ καὶ πᾶσαν ἀνατρέψασα τὴν βασιλίαν. Ἱέρων δὲ τυραννήσας Συρακουσίοις ἠγάγετο γυναῖκα τῶν ἐπʼ οἰκήματος προεστηκυιῶν Πειθὼ ὄνομα καὶ ἀπέδειξε βασιλίδα. Τιμόθεος δὲ ὁ στρατηγήσας Ἀθηναίων ἐπιφανῶς ἑταίρας ἦν υἱὸς Θρᾴττης τὸ γένος, σεμνῆς δʼ ἄλλως τοὺς τρόπους. μεταβαλοῦσαι γὰρ αὗται εἰς τὸ σῶφρον τῶν ἐπὶ τούτων σεμνυνομένων εἰσὶ βελτίους. ὁ δὲ Τιμόθεος καὶ σκωπτόμενός ποτε ὅτι τοιαύτης εἴη μητρός· καὶ χάριν γε αὐτῇ, φησίν, οἶδʼ ὅτι διʼ αὐτῆς Κόνωνός εἰμι υἱός. Ἀριστοφῶν δʼ ὁ ῥήτωρ νόμον εἰσενεγκὼν ἐπʼ Εὐκλείδου ἄρχοντος, ὃς ἂν μὴ ἐξ ἀστῆς γένηται νόθον εἶναι, αὐτὸς ἀπεδείχθη ὑπὸ Καλλιάδου τοῦ κωμικοῦ ἐκ Χορηγίδος τῆς ἑταίρας παιδοποιησάμενος· ἱστορεῖ Καρύστιος. Δημήτριος δὲ ὁ Πολιορκητὴς δαιμονίως ἤρα τῆς αὐλητρίδος Λαμίας, ἐξ ἧς ἔσχε θυγατέρα Φίλαν. ἦν δὲ Λαμία θυγάτηρ Κλεάνορος, κατεσκεύασε δὲ τὴν ἐν Σικυῶνι Ποικίλην Στοάν. ἤρα δὲ καὶ Λεαίνης τῆς Ἀττικῆς. ἦν δὲ ἡ Λαμία σφόδρα εὔθικτος καὶ Ἀττικὴ πρὸς τὰς ἀποκρίσεις. περὶ ἧς Μάχων φησὶν ὅτι, ἐπεί ποτε ἡδέως ταύτῃ ὁμιλήσοι, ὁ Δημήτριος κελητίσας εἶπε· πρὸς ταῦτα καὶ Λέαινα, εἰ βούλει, κράτει. πάλιν ὁ αὐτός φησιν ὅτι Δημήτριός ποθʼ ὁ βασιλεὺς γένη μύρων Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο. ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ κατεγχλιδώσης τῷ βασιλεῖ, νάρδον τινὰ διένευσʼ ἐνεγκεῖν τῇ χειρὶ ταἰδοῖον ἀποτρίψας καὶ θιγὼν τοῖς δακτύλοις· τουτί γε, Λαμία, φησίν, ὀσφράνθητι καὶ εἴσῃ παρὰ τἆλλα διαφορὰν ὅσην ἔχει. ἐκείνη δὲ γελάσασα· ἀλλὰ τοῦτʼ, ἔφη, τάλαν, δοκεῖ μοι σαπρότατον πάντων πολύ. ὁ δʼ εἶπεν· ἀλλὰ μὴν ἀπὸ βαλάνου τοῦτʼ ἐστίν, ὦ Λαμία, βασιλικῆς. Φίλιππος δὲ ὁ Μακεδὼν ηὔξησε Φίλινναν τὴν ὀρχηστρίδα, ἐξ ἧς Ἀριδαῖος ὁ μετʼ Ἀλέξανδρον βασιλεύσας, Δημήτριος δὲ ὁ Πολιορκητὴς μετὰ τὰς προειρημένας Μανίαν, Ἀντίγονος δὲ Δημώ. περὶ δὲ τῆς Μανίας ὁ Μάχων τάδε φησίν· ἴσως ἂν ἀπορήσῃ τις εὐλόγως τῶν ἀκροατῶν, εἴ τις Ἀττικὴ γυνὴ προσηγορεύετο ἢ ἐνομίσθη Μανία. αἰσχρὸν γὰρ ὄνομα Φρυγιακὴν γυναῖκʼ ἔχειν, καὶ ταῦθʼ ἑταίραν ἐκ μέσης τῆς Ἑλλάδος, ἢ τὴν Ἀθηναίων μὴ κωλῦσαι πόλιν, ὑφʼ ἧς ἅπαντές εἰσιν ἐπηνωρθωμένοι. τὸ μὲν οὖν ὑπάρχον εὐθὺς ἐκ παιδίου αὐτῇ Μέλισσα ἦν ὄνομα. τῷ μεγέθει τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα· φωνῇ δʼ ὁμιλίᾳ τε κεχορηγημένη καὶ τὰ ἑξῆς. τοῦτό ἐστιν ὃ ἀλλαχοῦ φησι προπετεστέραν ἔχειν κοιλίαν. εἶτʼ ἐπιφέρει· ἐδόκει δὲ λιθιᾶν, ὡς ἔοιχʼ, ἡ Μανία, Γνάθαινα τʼ εἰς τὰ στρώμαθʼ ὅτι προΐεται. ἐπεὶ δέ ποθʼ ἡ Γνάθαινα πρὸς τὴν Μανίαν ἐλοιδορεῖτο καὶ λέγει· τί τοῦτο, παῖ, εἰ καὶ λίθον εἶχες; ὑπολαβοῦσα ἡ Μανία· ἔδωκʼ ἄν, ἵνʼ ἔχῃς, φήσʼ, ἀποψᾶσθαι, τάλαν. φησὶ δὲ καὶ ὅτι Μανίας ἤρα Λεοντίσκος ὁ παγκρατιαστὴς καὶ συνεῖχʼ αὐτὴν μόνος γαμετῆς τρόπον γυναικός. ὑπὸ δʼ Ἀντήνορος μοιχευομένην αἰσθόμενος ἠγανάκτησεν. ἣ δέ· μή σοι μελέτω, φησί, μαθεῖν γὰρ αἰσθέσθαι θʼ ἅμα Ὀλυμπιονικῶν νυκτὸς ἀθλητῶν δυεῖν πληγὴν τί δύναταί ποτʼ ἤθελον. αἰτοῦντος δὲ Δημητρίου μιγῆναι αὐτῇ ἀντηξίωσε δοῦναι καὶ αὐτὸν δωρεάν τινα. δόντος δʼ ἐπιστρέψασα λέγει· Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι. αὐτόμολος δὲ ξένος παρεπιδημήσας Ἀθήνησι καὶ μισθωσάμενος αὐτὴν ὅσον ᾔτησεν ἀνισταμένης πολλάκις καὶ παιζούσης ὡς δασύποδʼ ἐπικροῦσαι βουλόμενος· τί, ἔφη, μειράκια δοκεῖ τῶν ἀγρῶν ὑμῖν ποτʼ ἐν τοῖς ὄρεσι τάχιστα θηρίων τρέχειν; ἡ Μανία δʼ· αὐτόμολος, ὦ βέλτιστʼ, ἔφη· τοῦτον ῥίψασπίν ποτʼ ἔφη γεγονέναι προσβολῆς οὔσης. ὁ δὲ στρατιώτης ὑπό τι σκυθρωπάσας ἀπέπεμψε ταύτην· διαλιποῦσα δʼ ἡ ἑταίρα· παρὰ τοῦτο λυποῦ, ἔφη, φίλτατε· οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα, ἀλλʼ ὁ σοὶ χρήσας τότε. Διφίλου δὲ παρὰ Γναθαίνη πίνοντός ποτε καὶ εἰπόντος· ψυχρόν τʼ ἀγγεῖον, ὦ Γνάθαινʼ, ἔχεις· τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε, εἰς αὐτό γʼ ἀεὶ δραμάτων ἐμβάλλομεν. κληθεὶς δέ ποτε πρὸς τὴν Γνάθαιναν Δίφιλος ἐπὶ δεῖπνον Ἀφροδισίοις, τιμώμενος μάλιστα τῶν ἐρωμένων παρῆν ἔχων δύο Χῖα, Θάσια τέσσαρα καὶ ἄλλα καὶ μάγειρον. Συριακοῦ δέ τινος ξένου πέμψαντος αὐτῇ χιόνα σαπέρδην θʼ ἕνα αἰσχυνομένη τὰ δῶρα μή τις καταμάθῃ φυλαττομένη τε πολὺ μάλιστα Δίφιλον, μὴ δώσει δίκην μετὰ ταῦτα κωμῳδουμένη, τὸ μὲν τάριχος εἶπε ταχέως ἀποφέρειν πρὸς τοὺς σπανίζειν ὡμολογημένους ἁλῶν, τὴν χιόνα δʼ εἰς τὸν ἄκρατον ἐνσείσασα προσήνεγκε Διφίλῳ. ὑπερηδέως δὲ τὴν κύλικʼ ἐκπιὼν ἄφνω καὶ τὸ παράδοξον καταπλαγεὶς ὁ Δίφιλος· ψυχρόν γʼ, ἔφη, Γνάθαινʼ, ἔχεις τὸν λάκκον ὁμολογουμένως· ἣ δʼ εἶπε· τῶν σῶν δραμάτων γὰρ εἰς αὐτὸν ἀεὶ τοὺς προλόγους ἐμβάλλομεν. συνδειπνοῦσα δέ ποτε Δεξιθέᾳ τῇ ἑταίρᾳ τοὖψον ἀποτιθείσης πᾶν τῆς Δεξιθέας τῇ μητρί, εἰ, φησίν, ᾔδειν τοῦτʼ ἐγώ, τῇ μητρὶ συνεδείπνουν ἄν, οὐχὶ σοί, γύναι. γηράσασα δὲ καὶ ἤδη οὖσα σορός, εἰς τὴν ἀγορὰν ἐξῄει καὶ τοὖψον ἐφορᾷ καὶ ἐπολυπραγμόνει πόσου πωλεῖθʼ ἕκαστον. Στρατοκλέους δὲ ἐρίφους διδόντος τοῖς γνωρίμοις λοπάδας τε συνάλμους ἀφʼ ὧν συνέβαινε διψᾶν τε καὶ μακρὰς πράττειν εἰς τὰ λοιπὰ συμβολάς, Γνάθαινα ἔφη· Στρατοκλῆς ἐπὶ ἐρίφοις χειμῶνα ποιεῖ. καὶ Γναθαίνιον δέ, φησὶ Μάχων, ἡ θυγατριδῆ Γναθαίνης, σατράπῃ πάνυ γέροντι ἰδοντʼ αὐτῆς τὸ εἶδος καὶ τοὺς ῥυθμοὺς καὶ πυθομένῳ πόσον μίσθωμα πράττεται δραχμὰς χιλίας ἔταξεν. εἶτα πέντε ἐπράξατο. καὶ πολλὰ τοιαῦτα ληρεῖ περί τε τῆς Γναθαίνης καὶ ἑτέρων. ἀνάγωγος ὤν, φησί, καὶ βάναυσος. ὅτι ἡ Γναθαίνιον, φησὶ Μάχων, εἰς Πειραιᾶ ποτε κατέβαινε πρὸς ξένον τινὰ ἔμπορον ἐραστὴν ἐπʼ ἀστράβης, ἔχουσʼ ὀνάρια μετʼ αὐτῆς τρία καὶ θεραπαίνας. ἐπεὶ δʼ ἐπὶ στενῆς ὁδοῦ κακὸς αὐταῖς παλαιστὴς συνήντησε τῶν ἀεὶ ἐπιμελῶς ἡττωμένων. καὶ μὴ δυνάμενος διελθεῖν ἠπειλήσατο τῷ ὀνηλατῇ τὰ γύναια καταβαλεῖν σὺν τοῖς ὀναρίοις καὶ ταῖς ἀστράβαις. Γναθαίνιον εἶπε· μὴ δῆτʼ, ἄνερ, οὐδέποτε γὰρ τοῦτʼ ἐστί σοι πεπραγμένον. φησὶ δὲ Μάχων καὶ ὅτι Λαῒς ἡ Κορινθία ποτὲ Εὐριπίδην ἰδοῦσʼ ἐν κήπῳ πινακίδα καὶ γραφεῖον ἐξηρτημένον ἔχοντα· ἀπόκριναι, φησίν, ὦ ποιητά, μοί, τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ· ἔρρʼ αἰσχροποιέ; καταπλαγεὶς δʼ ὁ Εὐριπίδης τὴν τόλμαν αὐτῆς· σὺ γάρ, ἔφη, τίς εἶ; αἰσχροποιός; ἣ δὲ γελάσασα ἀπεκρίθη· τί δʼ αἰσχρόν, εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ; ἡ Γλυκέριον δὲ λαβοῦσα παρὰ ἐραστοῦ τινος Κορίνθιον καινὸν λῄδιον ἔδωκεν εἰς γναφεῖον· εἶτʼ ἐπεὶ τέλος ἔδοξʼ ἔχειν, πέμψασα τὴν θεραπαινίδα τὸ μισθάριον ἔχουσαν ἐκέλευʼ ἀποφέρειν θοἰμάτιον. ὁ γναφεὺς δʼ· ἄν γʼ ἐλᾳδίου τεταρτημόριά μοι, φησί, προσενέγκῃς τρίας, κόμισαι. ὡς δʼ ἀπήγγειλε· τάλαινʼ, εἶπεν ἡ Γλυκέριον, μέλλει γὰρ ὥσπερ μαινίδας ἀποτηγανίζειν, φησί, μοῦ τὸ λῄδιον.

ὁ τοῦ Σοφοκλέους Δημοφῶν ἐρώμενος τὴν Αἶγα Νικὼ πρεσβυτέραν οὖσαν νέος ὢν ἔτʼ αὐτὸς εἶχεν. ἐπεκαλεῖτο δʼ Αἴξ, ὅτι τὸν μέγαν ἐραστήν ποτε κατέφαγε Θαλλὸν τὸν κάπηλον. ἐπεὶ δʼ ἠξίου ποτὲ τῆς πυγῆς αὐτῆς λαβέσθαι ὁ Δημοφῶν, εἶπε γελάσασα· ἵνα Σοφοκλεῖ δῷς παρʼ ἐμοῦ λαβών, φίλτατε. Πύθωνος δὲ αὐτὴν ἀπολιπόντος, Εὔαρδιν δὲ τὴν παχεῖαν ἀναλαβόντος, εἶθʼ ὡς ὕστερον μεταπεμπομένου αὐτήν· Πύθων ἔφη, ἐπεὶ ἤδη τῶν ὑῶν ἐγένετο διάμεστος, ἐπὶ τὴν αἶγʼ οἷός ἐστιν ἀνακάμπτειν πάλιν.

Ἵππη δὲ Θεόδοτον σχοῦσα ἐραστὴν τὸν ἐπὶ τοῦ χόρτου ποτὲ γενόμενον ὀψὲ τῆς ὥρας εἰσῆλθέ ποτε ἐπὶ κώθωνα πρὸς Πτολεμαῖον· ἐπεί, Πτολεμαῖε, ἔφη, διψῶ σφόδρα, ἐγχεέτω μοί τις τέσσαρας κοτύλας ἔπειτʼ εἰς τὴν μεγάλην. ὁ βασιλεὺς λέγει· εἰς τὴν λεκάνην μὲν οὖν· δοκεῖς γάρ μοι πολύν, Ἵππη, πάνυ χόρτον καταβεβρωκέναι. ὅτι αἱ καλαὶ Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν. ἀναγέγραφεν οὖν Ἀριστοφάνης μὲν ὁ Βυζάντιος ῥλεʹ, Ἀπολλόδωρος δὲ πλείους καὶ ἄλλοι. εἶσι δὲ καὶ ἄγραφοι ἄλλαι τε καὶ Ἀγαλλίς, Θαυμάριον, Σιγή, Συνωρίς, ἣ καὶ Λύχνος, Θρυαλλίς, Χίμαιρα, Λαμπάς. ὅτι Δίφιλος ἐν ἀγῶνι ἀσχημονήσας ἤρθη ἐκ τοῦ θεάτρου καὶ οὐδὲν ἧττον ἐλθὼν εἰς τὴν Γνάθαιναν ἐκέλευεν ὑπονίψαι τοὺς πόδας. ἣ δέ· τί γάρ, εἶπεν, οὐκ ἠρμένος ἥκεις; σφόδρα δʼ ἦν ἡ Γνάθαινα εὔθικτος πρὸς τὰς ἀποκρίσεις. καὶ ἄλλαι δʼ ἑταῖραι μέγα ἐφρόνουν ἐφʼ ἑαυταῖς, παιδείας ἀντεχόμεναι καὶ τοῖς μαθήμασι χρόνον ἀπομερίζουσαι· διὸ καὶ εὔθικτοι πρὸς τὰς ἀπαντήσεις ἦσαν. κατηγοροῦντος οὖν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον ὡς διαφθειρούσης τοὺς νέους, ὑποτυχοῦσα ἡ Γλυκέρα· τὴν αὐτὴν ἔχομεν αἰτίαν, εἶπεν, ὦ Στίλπων· ὡς μηδὲν διαφέρειν ἐπιτριβομένοις καὶ κακῶς πάσχουσιν ἢ μετὰ φιλοσόφου ζῆν ἢ ἑταίρας. Φρύνην δʼ ἐπείρα Μοίριχος τὴν Θεσπικήν· κἄπειτεν αἰτήσασαν αὐτὸν μνᾶν μίαν ὁ Μοίριχος, μέγʼ· εἶπεν, οὐ πρῴην δύο χρυσοῦς λαβοῦσα παραγένου ξένῳ τινί; ἣ δέ· περίμενε τοίνυν καὶ σύ, φησίν, ἕως οὗ βινητιάσω, καὶ τοσοῦτον λήψομαι.

παρασίτου δέ τινος ὑπὸ γραὸς τρεφομένου καὶ τὸ σῶμα εὖ ἔχοντος Γνάθαινα ἔφη· χαριέντως, ὦ νεανίσκε, τὸ σῶμα διάκεισαι. τί οὖν οἴει εἰ μὴ ἐδευτεροκοίτουν; τῷ λιμῷ ἄν, ἔφη, ἀπέθανες· φησὶ Λυγγεύς. Παυσανίου δὲ τοῦ Λάκκου ὀρχουμένου καὶ εἰς κάδδον τινα ἐμπεσούσης· ὁ λάκκος, ἔφη, εἰς τὸν κάδδον ἐμπέπτωκεν. ἐπιδόντος δέ τινος οἶνον ἐν ψυκτηρίῳ μικρῷ καὶ εἰπόντος ὅτι ἑκδεκαέτης· μικρός γε, ἔφη, ὃς τοσούτων ἐτῶν. οἱ δὲ Φρύνης τοῦτό φασιν. νεανίσκων δέ τινων παρὰ πότον ὑπὲρ αὐτῆς τυπτόντων ἑαυτοὺς ἔφη πρὸς τὸν ἡττώμενον; θάρρει, παιδίον· οὐ γὰρ στεφανίτης ὁ ἀγών ἐστιν, ἀλλʼ ἀργυρίτης. ὡς δʼ ὁ τὴν μνᾶν τῇ θυγατρὶ δοὺς αὐτῆς οὐδὲν ἔτι ἔφερεν, ἀλλʼ ἐφοίτα μόνον· παιδίον, ἔφη, ὥσπερ πρὸς Ἱππόμαχον τὸν παιδοτρίβην μνᾶν δοὺς οἴει ἀεὶ φοιτήσειν; τῶν δὲ πινόντων παρʼ αὐτῇ βαλλομένων εἰς βολβοφακῆν καὶ τῆς παιδίσκης εἰς τὸν κόλπον ἐμβαλλομένης τῶν φακῶν, ἡ Γνάθαινα ἔφη· κολποφακῆν διανοεῖται ποιεῖν. πρὸς δὲ ἀδολέσχην διηγούμενον ὅτι παραγέγονεν ἀφʼ Ἑλλησπόντου· πῶς οὖν, φησίν, εἰς τὴν πρώτην πόλιν οὐχ ἧκες τῶν ἐκεῖ; τοῦ δʼ εἰπόντος· εἰς ποίαν; εἰς Σίγειον, εἶπεν. εἰσελθόντος δέ τινος ὡς αὐτὴν καὶ ἰδόντος ἐπί τινος ἀγγείου ᾠὰ καὶ εἰπόντος· ὠμὰ ταῦτα, Γνάθαινα, ἢ ἑφθά; ἐγχάλκεα, ἔφη, παιδίον. Χαιρεφῶντος δʼ ἀκλήτου ἐπὶ δεῖπνον ἐλθόντος, προπιοῦσα ποτήριον αὐτῷ· λαβέ, ἔφησεν, ὑπερήφανε. καὶ ὅς· ἐγὼ ὑπερήφανος; τίς δὲ μᾶλλον, εἶπεν ἡ Γνάθαινα, ὃς οὐδὲ καλούμενος ἔρχῃ. ταῦτα ὁ Λυγκεύς.

Μετάνειρα δὲ ἡ ἑταίρα Δημοκλέους τοῦ παρασίτου Λαγυνίωνος ἐπίκλην διαπηδῶντος ἐπὶ τὴν πλησίον κλίνην ἔφη· πρόσεχε, μὴ ἀνατραπῇς· φησὶν Ἡγήσανδρος. Ἀριστόδημος δέ φησι· Γνάθαιναν δύο ἐμισθώσαντο, στρατιώτης καὶ μαστιγίας. ἀναγωγότερον οὖν τοῦ στρατιώτου λάκκον αὐτὴν εἰπόντος· πῶς; ἔφη, ἢ ὅτι δύο ποταμὼ ἐμβάλλετόν μοι, ὁ Λύκος καὶ ὁ Μαστιγίας; ἐπὶ δὲ τὴν τῆς Γναθαίνης θυγατέρα πτωχῶν ἐραστῶν κωμαζόντων καὶ ἀπειλούντων κατασκάψειν τὴν οἰκίαν, ἐνηνοχέναι γὰρ δικέλλας ἄμας· εἰ ταῦτʼ εἴχεθʼ ὑμεῖς, εἶπεν ἡ Γνάθαινα, ἐνέχυρα ἂν θέντες τὸ μίσθωμα ἀπεστείλατε. ἐμμελὴς δʼ ἦν πάνυ ἡ Γνάθαινα καὶ οὐκ ἀνάστειος φθέγξασθαι· ἣ καὶ νόμον συσσιτικὸν συνέγραψε κατὰ ζῆλον τῶν ταῦτα συνταξαμένων φιλοσόφων. Καλλίστιον δὲ τὴν Πτωχελένην μαστιγίας ἐμισθώσατο. θέρους δὲ ὄντος ἐπεὶ γυμνὸς κατέκειτο, τοὺς τύπους τῶν πληγῶν ἰδοῦσα· πόθεν οὗτοι, τάλαν; εἶπε. καὶ ὅς· παιδὸς ὄντος μου ζωμὸς κατεχύθη. ἣ δέ· δηλαδὴ μόσχειος. Μενάνδρῳ δὲ τῷ ποιητῇ δυσημερήσαντι εἰσελθόντι εἰς τὴν οἰκίαν Γλυκέρα προσενέγκασα γάλα παρεκάλει ῥοφῆσαι. ὃ δʼ· οὐ θέλω, εἶπεν· ἦν γὰρ ἐφεστηκυῖα γραῦς αὐτῷ. ἣ δὲ ἀποφυσήσασα εἶπε· τῷ κάτω χρῶ. Θαῒς δὲ ἐραστοῦ τινος αὐτῆς ἀλαζόνος παρὰ πολλῶν ποτήρια χρησαμένου καὶ λέγοντος θέλειν ταῦτα συγκόψαι, ἄλλα δὲ κατασκευάσαι· ἀπολεῖς, ἔφη, ἑκάστου τὸ ἴδιον. Λεόντιον δὲ κατακειμένη μετʼ ἐραστοῦ, ἐπεισελθούσης εἰς τὸ συμπόσιον Γλυκέρας καὶ τοῦ ἐραστοῦ αὐτῆς ταύτῃ μᾶλλον προσέχοντος, κατάστυγνος ἦν. ὡς δʼ ἐπιστρέψας ὁ γνώριμος αὐτὴν ἠρώτησε, τί λυπεῖται· ἡ ὑστέρα με λυπεῖ, ἔφη. πρὸς Λαΐδα τὴν Κορινθίαν ἐραστὴς ἀποσφράγισμα πέμψας ἐκέλευε παραγίνεσθαι. ἣ δʼ· οὐ δύναμαι, εἶπε· πηλός ἐστι. Θαῒς πρὸς γράσωνα πορευομένη ἐραστήν, ἐπεί τις αὐτὴν ἤρετο ποῦ πορεύεται ἔφη· Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος. Φρύνη δέ ποτε συνδειπνοῦσα γράσωνι ἄρασα φορίνην· λαβέ, εἶπε, καὶ κατάτραγε. ζητουμένου δὲ ἔν τινι συμποσίῳ διὰ τί οἱ στέφανοι κρήμανται, εἶπεν· ὅτι ψυχαγωγοῦσιν. μαστιγίου δέ τινος μειρακιευομένου πρὸς αὐτὴν καὶ φαμένου πολλαῖς συμπεπλέχθαι, καθʼ ὑπόκρισιν ἐσκυθρώπασεν. ἐρομένου δὲ τὴν αἰτίαν· ὀργίζομαί σοι, εἶπεν, ὅτι πολλὰς ἔχεις. φιλάργυρος δέ τις ὑποκοριζόμενος αὐτὴν εἶπεν· Ἀφροδίσιον εἶ Πραξιτέλους· ἣ δέ· σὺ δʼ Ἔρως Φειδίου.

ὅτι Σινώπη ἧς Δημοσθένης ἐν τῷ κατʼ Ἀνδροτίωνος μέμνηται Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι, φησὶν Ἡρόδικος. Φανοστράτη δέ, ἧς καὶ αὐτῆς ἐν τῷ αὐτῷ λόγῳ Δημοσθένης μέμνηται, Φθειροπύλη ἐκαλεῖτο, ἐπεὶ ἐπὶ τῆς πύλης ἑστῶσα ἐφθειρίζετο.

ἡ δὲ Σταγόνιον καὶ Ἄνθις, ὡς Ὑπερίδης φησίν, Ἀφύαι ἐκαλοῦντο, ὅτι λευκαὶ καὶ λεπταὶ οὖσαι τοὺς ὀφθαλμοὺς μεγάλους εἶχον. καὶ ἡ Νικοστρατὶς δὲ διὰ τὴν αὐτὴν αἰτίαν Ἀφύη ἐπεκλήθη. ὅτι Ἅρπαλος τὴν Ἀθήνηθεν Γλυκέραν, ὥς φησι Θεόπομπος, μετεπέμψατο, ἣ καὶ ἐλθοῦσα ᾤκει ἐν τοῖς βασιλείοις τοῖς ἐν Ταρσῷ καὶ προσεκυνεῖτο ὑπὸ τοῦ πλήθους ὡς βασίλισσα· ἀπείρητό τε πᾶσι μὴ στεφανοῦν Ἅρπαλον, ἐὰν μὴ Γλυκέραν. ἐν Ῥωσῷ δὲ καὶ εἰκόνα χαλκῆν αὐτῆς στῆσαι ἐτόλμησε. Λυσίας δὲ ἐν τῷ πρὸς Λαΐδα φησί· Φίλυρα δέ τοι ἐπαύσατο πορνευομένη νέα ἔτι οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ ἄλλαι. ὅτι Ναίδι τῇ ἑταίρᾳ ὁ ἰατρὸς Νικόστρατος ὁ ταύτην ἀναλαβὼν ἀποθνῄσκων κατέλιπε πολὺν ἐλέβορον, ἄλλο δʼ οὐδέν. μέμνηται δὲ καὶ Λυκοῦργος Εἰρηνίδος ἑταίρας καὶ Ὑπερίδης Ναννίου τῆς καὶ Αἰγός, ἣ καὶ Προσκήνιον ἐπεκαλεῖτο ὅτι πρόσωπον ἀστεῖον εἶχε καὶ ἐχρῆτο χρυσίοις ἱματίοις πολυτελέσι, ἐκδῦσα δὲ ἦν αἰσχροτάτη.

μέμνηται δὲ Ὑπερίδης καὶ Νεμεάδος αὐλητρίδος περὶ ἧς ἄξιον θαυμάζειν πῶς περιεῖδον Ἀθηναῖοι οὕτως προσαγορευομένην τὴν πόρνην, πανηγύρεως ἐνδοξοτάτης ὀνόματι κεχρημένη. κεκώλυτο γὰρ τὰ τοιαῦτα τίθεσθαι ὀνόματα οὐ μόνον ταῖς ἑταιρούσαις, ἀλλὰ καὶ ταῖς ἄλλαις δούλαις, ὥς φησι Πολέμων. Φιλέταιρος δέ φησί που· οὐχὶ Κερκώπη μὲν ἤδη γέγονεν ἔτη τρισχίλια, ἡ δὲ Διοπείθους ἀηδὴς Τελέσιλλα ἕτερα μύρια; Θεολύτην δʼ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο. οὐχὶ Λαῒς μὲν τελευτῶσʼ ἀπέθανε κινουμένη, Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατεσέσηπε; περὶ δὲ Ναΐδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει.

τὸν τῆς ἡδονῆς τοῖχον ὑποσκάπτοντες, Ἐρατοσθένης ἔφη. ὅτι Ἐπίκουρος τῆς ἐγκυκλίου παιδείας ἀμύητος ὢν ἐμακάριζε τοὺς ὁμοίως αὐτῷ ἐπὶ φιλοσοφίαν παρερχομένους λέγων· μακαρίζω σε, ὦ οὗτος, ὅτι καθαρὸς πάσης αἰτίας ἐπὶ φιλοσοφίαν ἔρχῃ. οὗτος Λεόντιον τὴν ἑταίραν ἐρωμένην εἶχεν, ἣ καὶ πᾶσι μὲν τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδόν. ὅτι Λαῒς ἐξ Ὑκκάρων πόλεως Σικελικῆς αἰχμάλωτος γενομένη ἧκεν εἰς Κόρινθον, φησὶ Πολέμων, ἧς καὶ Ἀρίστιππος ἤρα καὶ Δημοσθένης ὁ ῥήτωρ Διογένης τε ὁ κύων· ᾗ καὶ Ἀφροδίτη ἡ ἐν Κορίνθῳ ἡ Μελαινὶς νυκτὸς ἐπιφαινομένη ἐμήνυεν ἐραστῶν ἔφοδον πολυταλάντων. Ἀπελλῆς δὲ ὁ ζωγράφος παρθένον ἔτι οὖσαν ταύτην ἰδὼν ἀπὸ Πειρήνης ὑδροφοροῦσαν θαυμάσας τὸ κάλλος ἤγαγεν εἰς συμπόσιον. χλευασάντων δʼ αὐτὸν τῶν ἑταίρων ὅτι ἀνθʼ ἑταίρας παρθένον εἰς τὸ συμπόσιον ἀγάγοι· μὴ θαυμάσητε, ἔφη· ἐγὼ γὰρ αὐτὴν εἰς μέλλουσαν ἀπόλαυσιν μετʼ οὐδʼ ὅλην τριετίαν καλὴν δείξω. τὸ δʼ αὐτὸ καὶ Σωκράτης ἐμαντεύσατο περὶ τῆς Ἀθηναίας Θεοδότης. οὕτω δʼ ἦν ἡ Λαῒς καλὴ ὡς καὶ τοὺς ζωγράφους ἐρχομένους πρὸς αὐτὴν ἀπομιμεῖσθαι τοὺς μαστοὺς καὶ τὰ στέρνα. διαζηλοτυπουμένη δέ ποτε τῇ Φρύνῃ ἡ Λαῒς πολὺν ἐραστῶν ἔσχηκεν ὅμιλον, οὐ διακρίνουσα πλούσιον ἢ πένητα. Ἀρίστιππος δὲ δύο τοῦ ἔτους μῆνας συδιημέρευεν αὐτῇ ἐν Αἰγίνῃ. ὀνειδιζόμενος δὲ ὑπὸ τοῦ οἰκέτου, ὅτι ὁ μὲν αὐτῇ τοσοῦτον ἀργύριον δίδωσιν, ἣ δὲ προῖκα Διογένει τῷ κυνὶ συγκυλίεται, ἔφη· ἐγὼ Λαΐδι χορηγῶ ἵνʼ αὐτῆς ἀπολαύω, οὐχ ἵνα μὴ ἄλλο. Διογένους δʼ εἰπόντος αὐτῷ· Ἀρίστιππε, κοινῇ συνοικεῖς πόρνῃ· ἢ κύνιζε γοῦν, ὡς ἐγώ, ἢ πέπαυσο, Ἀρίστιππος ἔφη· ἆρά γε μή τί σοι ἄτοπον δοκεῖ εἶναι, Διόγενες, οἰκίαν οἰκεῖν ἐν ᾗ πρότερον ᾤκησαν ἄλλοι; οὐ γάρ, ἔφη. τί δὲ ναῦν ἐν ᾗ πολλοὶ πεπλεύκασιν; οὐδὲ τοῦτο, ἔφη· οὕτως οὖν οὐδὲ γυναικὶ συνεῖναι ἄτοπον ᾗ πολλοὶ κέχρηνται. Στράττις δὲ οὐ Σικελήν, ἀλλὰ Κορινθίαν εἶναι ἔφη αὐτήν. ἀνῃρέθη δὲ ὑπὸ γυναικῶν ἐν Θετταλίᾳ ἐρασθεῖσα Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν ξυλίναις χελώναις τυπτομένη ἐν Ἀφροδίτης ἱερῷ. διὸ καὶ τὸ τέμενος ἐκλήθη ἀνοσίας Ἀφροδίτης. καὶ ἦν τάφος αὐτῆς παρὰ τῷ Πηνειῷ σημεῖον ἔχων ὑδρίαν λιθίνην καὶ ἐπίγραμμα τόδε· τῆσδέ ποθʼ ἡ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκὴν Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου, Λαΐδος· ἣν ἐτέκνωσεν Ἔρως, θρέψε δὲ Κόρινθος· κεῖται δʼ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις. αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθῳ τεθάφθαι. Ἀριστοτέλης δʼ ὁ Σατυριστὴς ἐξ Ἑρπυλλίδος ἑταίρας ἐπαιδοποίησε Νικόμαχον καὶ συνῆν ταύτῃ μέχρι θανάτου, φησὶν Ἕρμιππος. Πλάτων δὲ τὴν Κολοφωνίαν ἑταίραν Ἀρχαιάνασσαν ἠγάπα. καὶ ᾖδεν εἰς αὐτὴν τάδε· Ἀρχαιάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν, ἧς κἀπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως. ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης πρωτοπόρου, διʼ ὅσης ἤλθετε πυρκαϊῆς. Περικλῆς δʼ ὁ Ὀλύμπιος διʼ Ἀσπασίαν τὴν νεωτέραν, οὐ τὴν Σωκράτει συγγενομένην, συνετάραξε πᾶσαν τὴν Ἑλλάδα. ἦν δὲ πρὸς ἀφροδίσια πάνυ καταφερής· ὃς καὶ τῇ τοῦ υἱοῦ γυναικὶ συνῆν, ὃς καὶ φευγούσης ποτὲ Ἀσπασίας γραφὴν ἀσεβείας λέγων ὑπὲρ αὐτῆς πλείω ἐδάκρυσεν ἢ ὅτε ὑπὲρ τοῦ βίου καὶ τῆς οὐσίας ἐκινδύνευεν. καὶ Κίμωνος δὲ Ἐλπινίκῃ τῇ ἀδελφῇ παρανόμως συνόντος καὶ φυγαδευθέντος μισθὸν ἔλαβε τῆς καθόδου ὁ Περικλῆς τὸ τῇ Ἐλπινίκῃ μιγῆναι καίτοι τῷ Καλλίᾳ ἐκδοθείσῃ. Περίανδρος δὲ ὁ ἐξ Ἐπιδαύρου Μέλισσαν ἰδὼν Πελοποννησιακῶς ἠσθημένην — ἀναμπέχονος γὰρ καὶ μονοχίτων ἦν καὶ ᾠνοχόει τοῖς ἐργαζομένοις — ἐρασθεὶς ἔγημεν. Πύρρου δὲ τοῦ Ἠπειρώτου ἐρωμένη ἦν ἡ Λευκαδία Τίγρις, ἣν Ὀλυμπιάς, ἡ τοῦ νεανίσκου μήτηρ, φαρμάκοις ἔκτεινεν. ὅτι εὕρηται παρὰ τοῖς ἀρχαίοις καὶ ὁ τίγρις τὸ ζῷον ἀρσενικῶς. ὅτι Ὑπερίδης ὁ ῥήτωρ ἐκ τῆς πατρῴας οἰκίας τὸν υἱὸν ἀποβαλὼν Γλαύκιππον Μύρριναν τὴν πολυτελεστάτην ἀνέλαβε, καὶ ταύτην μὲν ἐν ἄστει εἶχεν, ἐν Πειραιεῖ δὲ Ἀρισταγόραν, Φίλαν δʼ ἐν Ἐλευσῖνι πολλῶν χρημάτων ὠνησάμενος.

ἐν δὲ τῷ ὑπὲρ Φρύνης λόγῳ Ὑπερίδης ὁμολογεῖ ἐρᾶν τῆς γυναικὸς καὶ οὐδέπω τοῦ ἔρωτος ἀπηλλάχθαι. ἦν δʼ ἡ Φρύνη ἐκ Θεσπιέων. κρινομένη δʼ ὑπὸ Εὐθίου τὴν ἐπὶ θανάτῳ ἀπέφυγεν· διὸ ὀργισθεὶς ὁ Εὐθίας οὐκέτι εἶπεν ἄλλην δίκην, ὁ δὲ Ὑπερίδης συναγορεύων τῇ Φρύνῃ, ὡς οὐδὲν ἤνυε λέγων ἐπίδοξοί τε ἦσαν οἱ δικασταὶ καταψηφιούμενοι, παραγαγὼν αὐτὴν εἰς τοὐμφανὲς καὶ περιρρήξας τοὺς χιτωνίσκους γυμνά τε τὰ στέρνα ποιήσας τοὺς ἐπιλογικοὺς οἴκτους ἐκ τῆς ὄψεως αὐτῆς ἐπερρητόρευσε δεισιδαιμονῆσαί τε ἐποίησε τοὺς δικαστὰς τὴν ὑποφῆτιν καὶ ζάκορον Ἀφροδίτης ἐλέῳ χαρισαμένους μὴ ἀποκτεῖναι. καὶ ἀφεθείσης ἐγράφη ψήφισμα μηδένα οἰκτίζεσθαι τῶν λεγόντων ὑπέρ τινος μηδὲ βλεπομένους τὸν κατήγορον ἢ τὴν κατηγορουμένην κρίνεσθαι. ἦν δὲ ἡ Φρύνη μᾶλλον καλὴ ἐν τοῖς μὴ βλεπομένοις, διὸ οὐδὲ ῥᾳδίως ἦν ἰδεῖν αὐτὴν γυμνήν· ἐχέσαρκον γὰρ χιτώνιον ἠμπίσχετο καὶ τοῖς δημοσίοις οὐκ ἐχρῆτο βαλανείοις, τῇ δὲ τῶν Ἐλευσινίων πανηγύρει ἐν ὄψει τῶν Πανελλήνων ἀποθεμένη θοἰμάτιον καὶ λύσασα τὰς κώμας ἐνέβαινε τῇ θαλάσσῃ καὶ ἀπʼ αὐτῆς Ἀπελλῆς τὴν Ἀναδυομένην Ἀφροδίτην ἀνεγράψατο. καὶ Πραξιτέλης δὲ ὁ ἀγαλματοποιὸς ἐρῶν αὐτῆς τὴν Κνιδίαν Ἀφροδίτην ἀπʼ αὐτῆς ἐπλάσατο καὶ ἐν τῇ τοῦ Ἔρωτος βάσει, ὃν αὐτὸς ἔπλασεν, ἐπέγραψε· Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωτα, ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης, Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. ἐκλογήν τε αὐτῇ τῶν ἀγαλμάτων ἔδωκεν. ἣ δὲ ἑλομένη τὸν Ἔρωτα ἀνέθηκεν ἐν Θεσπιαῖς. αὐτῆς δὲ Φρύνης οἱ περικτίονες ἀνδριάντα ποιήσαντες ἀνέθηκαν ἐν Δελφοῖς χρύσεον ἐπὶ κίονος Πεντελικοῦ· κατεσκεύασε δʼ αὐτὸν Πραξιτέλης. ὃν ἰδὼν Κράτης ὁ κυνικὸς ἔφη τῆς τῶν Ἑλλήνων ἀκρασίας ἀνάθημα. ἕστηκε δʼ ἡ εἰκὼν αὕτη μέση Ἀρχιδάμου καὶ Φιλίππου ἔχουσα ἐπιγραφήν· Φρύνη Ἐπικλέους Θεσπική. Ἀπολλόδωρος δὲ δύο ἀναγράφει Φρύνας, ὧν τὴν μὲν ἐπικαλεῖσθαι Κλαυσιγέλωτα, τὴν δὲ Σαπέρδιον. Ἡρόδικος δὲ τὴν μέν φησι καλεῖσθαι Σηστὸν διὰ τὸ ἀποσήθειν καὶ ἀποδύειν τοὺς συνόντας αὐτῇ, τὴν δὲ Θεσπικήν. ἐπλούτει δὲ σφόδρα ἡ Φρύνη καὶ ὑπισχνεῖτο τειχιεῖν Θήβας, εἰ ἐπιγράψειαν Θηβαῖοι ὅτι Ἀλέξανδρος μὲν κατέσκαψε, ἀνέστησε δὲ Φρύνη ἡ ἑταίρα. παρεσίτει δὲ ταύτῃ Γρυλλίων εἷς τῶν Ἀρεοπαγιτῶν. τὸ δὲ κύριον αὐτῆς ὄνομα Μνησαρέτα, φησὶν Ἀριστογείτων. Δημάδης δὲ ὁ ῥήτωρ ἐξ αὐλητρίδος ἐπαιδοποιήσατο Δημέαν, ὃν φρυαττόμενον ἐπὶ τοῦ βήματος ἐπεστόμισεν Ὑπερίδης εἰπών· οὐ σιωπήσῃ μεῖζον τῆς μητρὸς ἔχων τὸ φύσημα; Βίων δὲ ὁ Βορυσθενίτης φιλόσοφος ἑταίρας ἦν υἱὸς Ὀλυμπίας Λακαίνης. Σοφοκλῆς δʼ ἤδη γέρων ὢν ἠράσθη Θεωρίδος ἑταίρας. ἱκετεύων οὖν τὴν Ἀφροδίτην φησὶν ἐκεῖνα τὰ εἰς Ὅμηρον ἀναφερόμενα· κλύε μευ εὐχομένου, Κουροτρόφε· δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν, ἣ δʼ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν. ἐπὶ δὲ δυσμαῖς ὢν τοῦ βίου Ἀρχίππην ἠγάπησε τὴν ἑταίραν καὶ τοῦ βίου κληρονόμον κατέλιπεν. περὶ ἧς ἐρωτώμενος ὁ πρότερος αὐτῆς ἐραστὴς Σμικρίνης τί ποιεῖ Ἀρχίππη χαριέντως ἔφη· ὥσπερ αἱ γλαῦκες ἐπὶ τάφον κάθηται. ἀλλὰ μὴν καὶ Ἰσοκράτης Μετάνειραν εἶχεν ἐρωμένην, τὴν αὐτὴν δὲ καὶ Λυσίας, ὥς φησι Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας. ἥττητο δʼ ὁ Λυσίας καὶ Λαγίδος, ἧς ἔγραψεν ἐγκώμιον ὁ ῥήτωρ Κέφαλος· καθὰ καὶ Ἀλκιδάμας ὁ Γοργίου μαθητὴς Ναΐδος. ταύτης δὲ καὶ Φιλωνίδης ἤρα. μήποτε οὖν καὶ ἐν τῷ Ἀριστοφάνους Πλούτῳ ἐν ᾧ λέγει· ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου; γραπτέον Ναῒς καὶ οὐ Λαΐς. Ἰσοκράτης δὲ καὶ Λαγίσκαν τὴν ἑταίραν ἀνελάβετο εἰς τὴν οἰκίαν. Δημοσθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος· αὐτὸς γοῦν ἐν τῷ περὶ Χρυσίου λόγῳ προαγήοχε τὰ τέκνα ἐπὶ τὸ δικαστήριον ὡς διʼ ἐκείνων ἔλαιον ἕξων χωρὶς τῆς μητρός, καίτοι ἔδει καὶ ταύτην ἐπάγεσθαι κατὰ τὸ ἔθος· ἀλλʼ αἰδοῖ τοῦτʼ ἐποίησεν, φεύγων τὴν διαβολήν. ἀκόλαστος δὲ ἦν περὶ τὰ ἀφροδίσια, ὥς φησιν Ἰδομενεύς. τοιγαροῦν καὶ ὁ γραμματεύς ποτʼ αὐτοῦ εἶπε· τί ἄν τις περὶ Δημοσθένους λέγειν δύναιτο; τὰ γὰρ ἐνιαυτῷ μελετηθέντα ἐκείνῳ μία γυνὴ μιᾷ νυκτὶ συνέχεεν. ἀνελάβετο δὲ εἰς τὴν οἰκίαν καί τινα Κνωσίωνα μειρακίσκον, καίτοι γυναῖκα ἔχων, ὡς καὶ αὐτὴν ἀγανακτήσασαν συγκοιμᾶσθαι τῷ Κνωσίωνι. καὶ διʼ Ἀρίσταρχον δέ ποτε τὸ μειράκιον παρανοήσας εἰς Νικόδημον ἐξέκοψεν αὐτοῦ τοὺς ὀφθαλμούς.

ὅτι Μύστα ἡ Σελεύκου ἐρωμένη ἡττηθέντος ὑπὸ Γαλατῶν τοῦ βασιλέως καὶ μόλις διασωθέντος μεταμφιεσαμένη τὰ βασιλικὰ συλληφθεῖσα ἀνήχθη μετὰ τῶν αἰχμαλώτων καὶ πραθεῖσα ὡς θεραπαινὶς ἦλθεν εἰς Ῥόδον, ἔνθα ἐκφήνασα ἑαυτὴν ἥτις ἦν περισπουδάστως τῷ Σελεύκῳ διεπέμφθη.

ὅτι Λαμπιτὼ ἡ Δημητρίου τοῦ Φαληρέως ἑταίρα Χαριτοβλέφαρος ἐκαλεῖτο.

ὅτι Πλαγγὼν ἡ Μιλησία Πασιφίλα ἐπεκαλεῖτο.

Ἀρχίλοχος· συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας, εὐήθης ξείνων δέκτρια Πασιφίλη.

Φιλήμονος δὲ ἑταίρας ἐρασθέντος καὶ χρηστὴν ταύτην ὀνομάσαντος ἐν γράμματι, ἀντέγραψε Μένανδρος ὡς οὐδεμιᾶς οὔσης χρηστῆς.

Ἅρπαλος δὲ ὁ Μακεδὼν ὁ τῶν Ἀλεξάνδρου πολλὰ χρήματα συλήσας καὶ καταφυγὼν εἰς Ἀθήνας πολλὰ χρήματα εἰς Πυθιονίκην κατηνάλωσε καὶ θανούσῃ πολυτάλαντον μνημεῖον κατεσκεύασε περὶ οὗ Δικαίαρχός φησιν, ὡς ἰδών τις Μιλτιάδου φήσειεν ἢ Περικλέους ἢ Κίμωνος εἶναι. περὶ δὲ τῆς Πυθιονίκης Θεόπομπός φησιν ὡς Βακχίδος ἦν δούλη τῆς αὐλητρίδος, ἐκείνη δὲ Σινώπης τῆς Θρᾴττης τῆς ἐξ Αἰγίνης Ἀθήναζε μετενεγκαμένης τὴν πορνείαν· ὥστε γίνεσθαι μὴ μόνον τρίδουλον, ἀλλὰ καὶ τρίπορνον αὐτήν. ταύτης δύο μνήματα, φησίν, κατασκευάσας Ἅρπαλος, ὃ μηδὲ τοῖς ἐν Κιλικίᾳ τελευτήσασιν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας γέγονεν.

ὅτι φιλεῖ καὶ ἡ Ναύκρατις ἐπαφροδίτους ἔχειν ἑταίρας. Δωρίχαν γοῦν ἡ καλὴ Σαπφὼ ἐρωμένην γενομένην Χαράξου τοῦ ἀδελφοῦ αὐτῆς κατʼ ἐμπορίαν εἰς Ναύκρατιν ἀπαίροντος διὰ τῆς ποιήσεως διαβάλλει ὡς πολλὰ τοῦ Χαράξου νοσφισαμένην. Ἡρόδοτος δʼ αὐτὴν Ῥοδῶπιν καλεῖ ἀγνοῶν ὡς ἑτέρα τῆς Δωρίχης ἐστὶν αὕτη, ἡ καὶ τοὺς περιβοήτους ὀβελίσκους ἀναθεῖσα ἐν Δελφοῖς. ὅτι Στίλπωνος τοῦ φιλοσόφου ἠκροᾶτο Νικαρέτη ἡ Μεγαρὶς ἑταίρα. Λέαινα δὲ ἡ Ἁρμοδίου ἑταίρα τοῦ τυραννοκτήσαντος αἰκιζομένη ὑπὸ τῶν περὶ Ἱππίαν τὸν τύραννον οὐδὲν ἐξειποῦσα ἐναπέθανε ταῖς βασάνοις. ἑταίρα δέ τις ἐπεκαλεῖτο Λήμη καὶ Παρόραμα διὰ τὸ καὶ δύο δραχμῶν φοιτᾶν πρὸς τὸν βουλόμενον, φησὶ Γοργίας. ὅτι οὐ συνεχρόνισε Σαπφὼ καὶ Ἀνακρέων, ὥς τινες οἴονται· ὁ μὲν γὰρ κατὰ Κῦρον καὶ Πολυκράτην ἐγένετο, ἡ δὲ κατʼ Ἀλυάτην τὸν Κροίσου πατέρα.

Δίφιλος δὲ ὁ κωμικὸς ἔν τινι δράματι αὐτοῦ Σαπφοῦς ἐραστὰς πεποίηκεν Ἀρχίλοχον καὶ Ἱππώνακτα. ἐρωτικὸς μὲν εἶναι ὁμολογῶ, ἐρωτομανὴς δὲ οὔ. φησὶν Εὐριπίδης· Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός; ἣν οὐδʼ ἂν εἴποις οὐδὲ μετρήσειας ὅση πέφυκε καὶ ἔφʼ ὅσον διέρχεται. αὐτὴ τρέφει σε κἀμὲ καὶ πάντας βροτούς. τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς· ἔργῳ δὲ δεῖξον τὸ σθένος τὸ τῆς θεοῦ. ἐρᾷ μὲν ὄμβρου γαῖα, ὅτε ξηρὸν πέδον ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχει. ἐρᾷ δʼ ὁ σεμνὸς οὐρανὸς πληρούμενος ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο. ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο, φύουσιν ἡμῖν πάντα καὶ τρέφουσʼ ἅμα, διʼ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος. καὶ παρʼ Αἰσχύλῳ δὲ τῷ Ἀλεξανδρεῖ ἀνδρὶ εὐπαιδεύτῳ Ἀφροδίτη φησίν· ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα, ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν· ὄμβρος δʼ ἀπʼ εὐνάοντος οὐρανοῦ πεσὼν ἔκυσε γαῖαν· ἣ δὲ τίκτεται βροτοῖς μήλων τε βοσκὰς καὶ βίον Δημήτρειον. καὶ Κριτίας δέ φησιν· οὔποτε φιλότης γηράσκεται οὐδὲ θανεῖται, ἔστʼ ἂν ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι παῖς διαπομπεύῃ, πρόποσιν ἐπιδέξια νωμῶν, παννυχίδας θʼ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσι, πλάστιγξ δʼ ἡ χαλκοῦ θυγάτηρ ἐπʼ ἄκραισι καθίζει κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν. ἡγεμὼν δὲ μελῶν ἐρωτικῶν Ἀλκμὰν γέγονε καὶ ἐξέδωκε πρῶτος μέλος ἀκόλαστον, ὃς καί φησί που τῶν μελῶν· Ἔρως δʼ αὖ με Κύπριδος ἕκατι γλυκὺς κατείβων καρδίαν ἰαίνει. καὶ Στησίχορος οὐ μετρίως ἐρωτικὸς ἐγένετο καὶ ᾄσματα συνέστησε, ἃ παιδιὰ καὶ παιδικὰ ἐκαλεῖτο. οὕτω δʼ ἐναγώνιος ἦν ἡ περὶ τὰ ἐρωτικὰ πραγματεία ὥστε καὶ Αἰσχύλος μέγας ὢν ποιητὴς ... αρτικοὺς διὰ τῶν τραγῳδιῶν ἦγεν εἰς τὰ θέατρα ἔρωτας καὶ ἐδέχοντο οἱ θεαταί. καὶ Πίνδαρος δὲ ὢν ἐρωτικός φησί που· εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν. καὶ Τίμων δὲ ἐν τοῖς Σίλλοις ἔφη· ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι. καὶ μὴ ἀναμένειν ἔστʼ ἂν ἐκεῖνό τις φθέγξηται· ἡνίκʼ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι. Χαλκιδεῖς δὲ ληροῦντες δεικνύουσι παρʼ αὐτοῖς τόπον ὃν Ἁρπάγιον καλοῦσιν, ἐν ᾧ μυρρίναι διάφοροι πεφύκασιν. ὅθεν τὸ Τρωικὸν μειράκιον ἡρπάγη παρὰ Διός.

ὅτι Χαρίτων καὶ τὰ αὐτοῦ παιδικὰ Μελάνιππος φανέντες ἐπιβουλεύοντες Φαλάριδι καὶ βασανιζόμενοι ἐφʼ ᾧ εἰπεῖν τοὺς συνειδότας οὐ μόνον οὐ κατεῖπον, ἀλλὰ καὶ τὸν Φάλαριν εἰς ἔλεον τῶν βασάνων ἤγαγον, ὡς ἀπολῦσαι αὐτοὺς πολλὰ ἐπαινέσαντα. διὸ καὶ Ἀπόλλων ἡσθεὶς ἐπὶ τούτοις ἀναβολὴν θανάτου τῷ Φαλάριδι ἐχαρίσατο.

ὅτι φιλόπαις ἦν ἐκμανῶς Ἀλέξανδρος. Βαγώου γοῦν τοῦ εὐνούχου οὕτως ἥττητο ὡς ἐν ὄψει θεάτρου ὅλου καταφιλεῖν αὐτὸν ἀνακλάσαντα τῶν θεατῶν ἐπιφωνούντων μετὰ κρότου.

ὅτι τῇ περὶ τὴν Πειρήνην χαλκῇ βοῒ βοῦς ἐπανέστη ἀπατηθεὶς τῇ ὁμοιώσει. ἤδη δέ που καὶ γεγραμμένῃ κυνὶ καὶ περιστερᾷ καὶ χηνί, τῇ μὲν κύων, τῇ δὲ περιστερά, τῇ δὲ χὴν προσῆλθον καὶ ἐπεπήδησαν, φανέντων δὲ πᾶσι τούτοις ἀδυνάτων ἀπέστησαν. Κλείσοφος δὲ ὁ Σηλυβριανὸς τοῦ ἐν Σάμῳ Παρίου ἀγάλματος ἐρασθεὶς κατέκλεισε αὐτὸν τῷ ναῷ, ὡς πλησιάσαι δυνάμενος· καὶ ὡς ἠδυνάτει διά τε τὴν ψυχρότητα καὶ τὸ ἀντίτυπον τοῦ λίθου, τῆς ἐπιθυμίας ἀπέστη. Κτησικλέους δʼ ἦν τὸ ἄγαλμα. καὶ ἄλογα δὲ ζῷα ἀνθρώπων ἠράσθη. Σεκούνδου μὲν οἰκέτου οἰνοχόου Νικομήδους Βιθυνῶν βασιλέως, ὃς ἐκαλεῖτο Κένταυρος, Ἀμφιλόχου δὲ παιδὸς Ὠλενίου χήν. ἐν δὲ Λευκαδίᾳ ταὼς οὕτως ἠράσθη παρθένου ὡς καὶ τὸν βίον ἐκλιπούσῃ συναποθανεῖν. ὁ δὲ τοῦ δελφῖνος ἔρως κεῖται παρʼ Ὀππιανῷ. ἔστι δὲ συνετώτατον ζῷον ὁ δελφὶς καὶ φιλανθρωπότατον καὶ χάριν ἀποδοῦναι ἐπιστάμενον. Φύλαρχος οὖν φησι Κοίρανον τὸν Μιλήσιον ἰδόντα ἁλιέας δελφῖνα λαβόντας καὶ μέλλοντας κατακόπτειν ἀργύριον δοῦναι καὶ ἀφεῖναι εἰς τὸ πέλαγος· εἶτα ναυαγίᾳ χρησάμενον καὶ μετὰ πολλῶν περὶ Μύκονον μόνον ὑπὸ δελφῖνος σωθῆναι. τελευτήσαντος δὲ γηραιοῦ καὶ τῆς ἐκφορᾶς παρὰ τὴν θάλασσαν γενομένης πλῆθος δελφίνων ἐφάνη μικρὸν ἀπωτέρω τῶν συνεκκομιζόντων τὸν Κοίρανον, ὡσεὶ συνεκφέρον καὶ συγκηδεῦον τὸν ἄνθρωπον. ὁ αὐτὸς ἱστορεῖ ὅτι ἐλέφαντι Ἰνδικῷ συνετρέφετο θήλεια ἐλέφας, ἣν Νίκαιαν ἐκάλουν, ᾧ τελευτῶσα ἡ τοῦ τρέφοντος Ἰνδοῦ γυνὴ παιδίον αὐτῆς τριακοστέον παρέθετο. καὶ γέγονε δεινὴ φιλοστοργία τοῦ θηρίου πρὸς τὸ παιδίον· οὔτε γὰρ ἀπʼ αὐτοῦ χωριζόμενον τὸ βρέφος ὑπέμενεν, ὁ δὲ εἰ μὴ βλέποι τὸ παιδίον ἤσχαλλεν. ὅτʼ οὖν ἡ τροφὸς ἐμπλήσῃ αὐτὸ γάλακτος, ἀνὰ μέσον τῶν ποδῶν τοῦ θηρίου ἐτίθει αὐτὸ ἐν σκάφῃ· εἰ δὲ μὴ τοῦτο πεποιήκοι, τροφὴν οὐκ ἐλάμβανεν ἡ ἐλέφας. εἶτα τοὺς καλάμους λαμβάνων τῶν παρατιθεμένων χορτασμάτων καθεύδοντος τοῦ βρέφους τὰς μυίας ἀπεσόβει· ὅτε δὲ κλαίοι τῇ προσβοσκίδι τὴν σκάφην ἐκίνει καὶ κατεκοίμιζεν αὐτό. τὸ δʼ αὐτὸ ἐποίει καὶ ὁ ἄρρην ἐλέφας πολλάκις. ὅτι εἰ διαλεκτικοὶ συνελθόντες εἰς πότον περὶ συλλογισμῶν διαλέγοιντο, ἀλλοτρίως ποιοῦσι τοῦ παρόντος καιροῦ. καὶ ὁ καλὸς γὰρ κἀγαθὸς ἀνὴρ μεθυσθείη ἄν. οἱ δὲ βουλόμενοι σωφρονικοὶ εἶναι σφόδρα μέχρι τινὸς διατηροῦσιν ἐν τοῖς πότοις τὸ τοιοῦτον· εἶθʼ ὅταν παραδυῇ τὸ οἰνάριον, πᾶσαν ἀσχημοσύνην ἐπιδείκνυνται.

ὅτι Χαιρήμων ἔαρος τέκνα προσαγορεύει τὰ ἄνθη, τὸν δὲ κισσὸν χορῶν ἐραστὴν καὶ ἐνιαυτοῦ παῖδα, τὰ ῥόδα δὲ ἔαρος τιθήνημα. καὶ ἀλλαχοῦ ῥόδα ὀξυφεγγῆ.

ὅτι διαβόητοι γυναῖκες ἐγένοντο Θαργηλία ἡ Μιλησία σοφή, ἣ καὶ τεσσαρεσκαίδεκα ἀνδράσιν ἐγαμήθη. καὶ Ἀνοῦτις δὲ ἡ Ξέρξου ὁμοπάτριος καλλίστη ἦν τῶν ἐν Ἀσίᾳ. καὶ Παντίκα ἡ Κυπρία, ἣν παρὰ Ὀλυμπιάδι τῇ Ἀλεξάνδρου μητρὶ οὖσαν ᾔτει Μόνιμος, καὶ ἐπεὶ ἦν ἀκόλαστος ἡ γυνή, ἔφη Ὀλυμπιάς· ὦ πόνηρε, τοῖς ὀφθαλμοῖς γαμεῖς καὶ οὐ τῷ νῷ. καλὴ δὲ ἐγένετο καὶ ἡ κατάγουσα Πεισίστρατον ἐπὶ τὴν τυραννίδα, ὡς Ἀθηνᾶ δῆθεν ἡ στεφανόπωλις, ἣν καὶ ἐξέδωκε πρὸς γάμον Πεισίστρατος Ἱππάρχῳ τῷ υἱῷ.

Ἡσίοδος δέ που τὴν ἐν Εὐβοίᾳ Χαλκίδα καλλιγύναικα εἶπεν. Νυμφόδωρος δὲ τοιαῦτα ἱστορεῖ τὴν Τρωικὴν νῆσον Τένεδον. διετέθη δὲ καὶ περὶ κάλλους γυναικῶν ἀγὼν ἐν τῷ περὶ Ἀλφειὸν πεδίῳ παρὰ Κυψέλλῳ καὶ ἐνίκησεν ἡ αὐτοῦ γυνὴ Ἡροδίκη. καὶ ἐκράτησεν ὁ ἀγὼν παρʼ Ἠλείοις, φησὶ Θεόφραστος, καὶ αἱ ἀγωνιζόμεναι γυναῖκες χρυσοφόροι ὠνομάζοντο. ἀνδράσι δὲ τοῖς νικήσασιν ἆθλα δίδονται ὅπλα καὶ στέφανος μυρρίνης. ἐνιαχοῦ δέ φησι Θεόφραστος κρίσεις γυναικῶν περὶ σωφροσύνης γίνεσθαι καὶ οἰκονομίας, ὡς ἐν τοῖς βαρβάροις· ἑτέρωθι δὲ κάλλους, ὡς δὲ καὶ τοῦτο τιμᾶσθαι, καθὰ καὶ παρὰ Τενεδίοις καὶ Λεσβίοις.

ὅτι Σοφοκλῆς τις ψηφίσματι ἐξήλασε πάντας φιλοσόφους τῆς Ἀττικῆς, καθʼ οὗ λόγον ἔγραψε Φίλων ὁ Ἀριστοτέλους γνώριμος. ἀπελογήσατο δʼ αὖθις ὑπὲρ Σοφοκλέους Δημοχάρης ὁ Δημοσθένους ἀνεψιός. καὶ Ῥωμαῖοι δʼ οἱ πάντα ἄριστοι ἐξέβαλον τοὺς σοφιστὰς τῆς Ῥώμης ὡς διαφθείροντας τοὺς νέους, ἔπειτʼ οὐκ οἶδʼ ὅπως κατεδέξαντο. Ἀνάξιππος ὁ κωμικός φησιν· οἴμοι, φιλοσοφεῖς. ἀλλὰ τοὺς φιλοσόφους ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον, ἐν τοῖσι δʼ ἔργοις ἀνοήτους ὄντας ὁρῶ. εἰκότως οὖν οἱ Λακεδαιμόνιοι οὐ προσίενται, ὥς φησι Χαμαιλέων, τὴν ῥητορικὴν διὰ τὰς ἐν τοῖς λόγοις ὑμῶν φιλοτιμίας καὶ ἔριδας καὶ τοὺς ἀκαίρους ἐλέγχους· διʼ οὓς Σωκράτης μὲν ἀπέθανε καὶ Θεόδωρος ὁ ἄθεος, Διαγόρας δʼ ἐφυγαδεύθη, ὅτε καὶ πλέων ναυαγίᾳ ἐχρήσατο· Θεότιμος δʼ ὁ γράψας κατʼ Ἐπικούρου ὑπὸ Ζήνωνος τοῦ Ἐπικουρείου ἐξαιτηθεὶς ἀνῃρέθη.

ὅτι τοῦ κυνὸς τὴν φύσιν περιττὴν ἔχοντος αἰσθήσει τε τῇ πρὸς ὄσφρανσιν καὶ πρὸς τὸ οἰκεῖον καὶ ἀλλότριον καὶ τῷ συνανθρωπίζον καὶ οἰκουρὸν εἶναι ζῷον καὶ φυλακτικὸν τοῦ τῶν εὖ δρώντων βίου. οὐδὲν τούτων πρόσεστι τοῖς κυνικοῖς· οὔτε γὰρ συνανθρωπίζουσιν οὔτε διαγινώσκουσιν οὐδένα τῶν ὁμιλούντων αἰσθήσει τε πολλῶν ὑστεροῦντες ἀργῶς καὶ ἀφυλάκτως ζῶσιν, λοιδόρου δὲ καὶ παμφάγου τοῦ ζῴου πεφυκότος, ἔτι δὲ ταλαιπώρου καὶ γυμνοῦ τὸν βίον ταῦτα μελετῶσι κακολόγοι καὶ βοροὶ καὶ ἄνοικοι καὶ ἀνέστιοι βιοῦντες.

διὰ τὸν βρένθον ὑμῶν τὸν πολύν.

ὅτι διάλογοί τινες φέρονται Λυσίου θαυμαζόμενοι μέν, ὑποπτευόμενοι δὲ Σωκράτους εἶναι, συγγράμματα χαρισθέντα αὐτῷ ὑπὸ Ξανθίππης τῆς Σωκράτους γυναικὸς μετὰ τὸν ἐκείνου θάνατον.

ὅτι Σόλων οὐκ ἐπέτρεπεν ἀνδρὶ μυρεψικῆς τέχνης προΐστασθαι.

Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην κατὰ Σωκράτους τάδε φησίν· τοσοῦτοι ἐπὶ τὴν οἰκίαν ἅμα ἡμέρᾳ ἀπαιτήσοντες τὰ ὀφειλόμενα ἔρχονται ὥστε οἴεσθαι τοὺς παριόντας ἐπʼ ἐκφορὰν αὐτοὺς ἥκειν τοῦ τεθνεῶτος. οὕτω δʼ οἱ ἐν τῷ Πειραιεῖ διάκεινται ὥστε πολὺ ἀσφαλέστερον εἶναι εἰς τὸν Ἀδρίαν πλεῖν ἢ τούτῳ συμβαλεῖν. πολὺ γὰρ μᾶλλον ἃ ἂν δανείσηται αὐτοῦ νομίζει ἢ ἃ ὁ πατὴρ αὐτῷ κατέλιπεν. καὶ περὶ τῆς ἐρωμένης δὲ αὐτὴν ἐπάγει ῥᾷον εἶναι τοὺς ὀδόντας ἀριθμῆσαι ὅσου ἐλάττους ἦσαν ἢ τῆς χειρὸς τοὺς δακτύλους.

φησὶ Πίνδαρος· ὃς τὰς τοῦ προσώπου τῆσδʼ ἀκτῖνας μαρμαριζοίσας δρακὼν μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος ἠὲ σιδήρου κεχάλκευται μέλαναν καρδίαν ψυχρᾷ φλογί. τῶν δὲ φαύλων ἐρώτων, ὧν πολὺς ἀριθμὸς ἐν τῷ λόγῳ τούτῳ τῷ ῥήτορι, Λάιόν τινές φασιν ἄρξασθαι ξενισθέντα Πέλοπι καὶ ἁρπάξαντα κατʼ ἔρωτα τὸν υἱὸν Χρύσιππον. ὅτι ἦν μὲν ἐρωτικὸς Ἀλέξανδρος, ἦν δὲ καὶ περὶ τὸ καθῆκον ἐγκρατής. αἰχμαλώτους γοῦν λαβὼν τὰς Δαρείου παῖδας καὶ τὴν γυναῖκα οὐ μόνον ἀπέσχετο, ἀλλʼ οὐδὲ μαθεῖν ἐκείνας ἐποίησεν ὅτι εἰσὶν αἰχμάλωτοι, ἀλλʼ ὡς ἔτι Δαρείου ἐν τῇ βασιλείᾳ ὄντος πάντα αὐταῖς χορηγεῖσθαι ἐκέλευσεν. καὶ τοῦτο μαθὼν Δαρεῖος ηὔξατο ἡλίῳ τὰς χεῖρας ἀνατείνας ἢ αὐτὸν βασιλεύειν ἢ Ἀλέξανδρον. οἱ παῖδές εἰσι καλοί, Γλυγέρα ἡ ἑταίρα ἔφη, ὅσον ἐοίκασι γυναικὶ χρόνον. ὅτι Σοφοκλῆς ποτε κατʼ ἔρωτα γυμνὸς συνών τινι, ἀπώλεσε τὴν χλανίδα ὑπεστρωμένην οὖσαν καὶ ἁρπασθεῖσαν. Εὐριπίδου δὲ τὸ γεγονὸς διατωθάζοντος Σοφοκλῆς τῷ περὶ Ἡλίου καὶ Βορέου λόγῳ χρησάμενος εἶπεν, ὡς ἐμὲ μὲν ἥλιος χλιαίνων γυμνὸν ἐποίησεν· σοὶ δὲ φιλοῦντι ἑταίραν Βορρᾶς ὡμίλησεν. σὺ δʼ οὐ σοφός, ὃς τὸν Ἔρωτα ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις. ὅτι οὐ καλῶς ὁ Φρύνιχος εἶπε· λάμπει δʼ ἐπὶ πορφυρεαῖς παρειαῖσι φῶς ἔρωτος. εἰ γὰρ ὁ ζώγραφος χρώματι πορφυρέῳ ἄλειψε γνάθους, οὐκ ἂν ἔτι καλαὶ φαίνοιντο· οὐ γὰρ δεῖ τὸ καλὸν τῷ μὴ καλῷ εἰκάζειν. οὐδʼ ἐκεῖνο δέ με ἀρέσκει τὸ Σιμωνίδειον κάρτα δοκέον τοῖς Ἕλλησιν εὖ εἰρῆσθαι· πορφυρέου ἀπὸ στόματος ἱεῖσα φωνήν· οὐδʼ ὁ ποιήσας χρυσοκόμην Ἀπόλλωνα. χρυσέαν γὰρ εἰ ἐποίησε ζώγραφος τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας, χεῖρον ἂν ἦν τὸ ζωγράφημα. οὐδʼ ὁ φὰς ῥοδοδάκτυλον· εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψει τοὺς δακτύλους, πορφυροβάφους χεῖρας καὶ οὐ γυναικὸς καλῆς ποιήσει. Περικλῆς φησι· ποιεῖν μὲν ἔφη, στρατηγεῖν δʼ οὐκ ἐπίστασθαι.

Τὸν Διόνυσον μαινόμενον οἱ πολλοὶ λέγουσιν ἀπὸ τοῦ τοὺς πλείονας ἀκράτου σπῶντας θορυβώδεις γίνεσθαι. τοῦ οἴνου ἐς τὸ σῶμα, ὥς φησιν Ἡρόδοτος, κατιόντος ἐπαναπλέει κακὰ ἔπεα καὶ μαινόμενα. Ξενοφῶν φησι μέθης ἀπέχεσθαι ὁμοίως χρῆναι καὶ μανίας, σίτων τε ὑπερκαίρων ὁμοίως καὶ ἀργίας. ὅτι Ἀνάχαρσις ὁ Σκύθης ἐν συμποσίῳ γελωτοποιῶν εἰσαχθέντων ἀγέλαστος διέμεινεν, πιθήκου δʼ ἐπεισαχθέντος γελάσας ἔφη· οὗτος μὲν φύσει γελοῖός ἐστιν, ὁ δʼ ἄνθρωπος ἐπιτηδεύει. Εὐριπίδης δέ πού φησιν· ἀνδρῶν δὲ πολλοὶ τοῦ γέλωτος εἵνεκα ἀσκοῦσι χάριτας κερτόμους. ἐγὼ δέ πως μισῶ γελοίους, οἵτινες ἀχάλινα ἔχουσι στόματα καὶ εἰς ἀνδρῶν μὲν οὐ τελοῦσιν ἀριθμόν, ἐν γέλωτι δʼ εὐπρεπεῖς, οἰκοῦσι δʼ οἴκους καὶ τὰ ναυστολούμενα ἔσω δόμων κομίζουσιν. Παρμενίσκος δʼ εἰς Τροφωνίου καταβὰς καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἠδύνατο καὶ χρηστηριαζομένῳ ἡ Πυθία ἔφη· εἴρῃ μʼ ἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο· δώσει σοι μήτηρ οἴκῳ· τὴν ἔξοχα τῖε. ἐλπίζων δʼ ἂν ἐπανέλθῃ εἰς τὴν πατρίδα γελάσειν, ὡς οὐδὲν ἦν πλέον, οἰόμενος ἐξηπατῆσθαι ἔρχεται κατὰ τύχην εἰς Δῆλον· καὶ θαυμάζων τὰ κατὰ τὴν νῆσον ἦλθε καὶ εἰς τὸ Λητῷον, νομίζων ἰδεῖν ἄγαλμά τι ἀξιόλογον· ἰδὼν δʼ αὐτὸ ξύλινον ἄμορφον παραδόξως ἐγέλασεν. καὶ τὸν χρησμὸν συμβαλὼν καὶ τῆς ἀρρωστίας ἀπαλλαγεὶς μεγάλως τι τὴν Λητὼ ἐτίμησεν. εὑρετὰς δὲ γελοίων Ἀναξανδρίδης Ῥαδάμανθυν καὶ Παλαμήδην φησίν. γελωτοποιοῦ δὲ Ξενοφῶν μέμνηται Φιλίππου λέγων ἐν τῷ Συμποσίῳ· Φίλιππος ὁ γελωτοποιὸς κρούσας τὴν θύραν εἶπε τῷ ὑπακούσαντι εἰσαγγεῖλαι ὅστις εἴη καὶ ὅτι συνεσκευασμένος ἥκει πάντα τὰ ἐπιτήδεια ὥστε δειπνεῖν τὰ ἀλλότρια. καὶ τὸν παῖδα δʼ ἔφη πάνυ πιέζεσθαι διά τε τὸ φέρειν μηδὲν καὶ διὰ τὸ ἀνάριστον εἶναι. Ἱππόλοχος δὲ γελωτοποιῶν μέμνηται Μανδρογένους καὶ Στράτωνος τοῦ Ἀττικοῦ. πλῆθος δʼ ἦν Ἀθήνησι τῆς σοφιστείας ταύτης. ἐν γοῦν τῷ Διομέων Ἡρακλείῳ συνελέγοντο ἑξήκοντα ὄντες τὸν ἀριθμὸν καὶ ἐν τῇ πόλει δὲ ἐλέγετο, ὡς οἱ ἑξήκοντα τοῦτʼ εἶπον, καὶ ἀπὸ τῶν ἑξήκοντα ἔρχομαι.

ἐν δὲ τούτοις ἦσαν Καλλιμέδων ὁ Κάραβος καὶ Δεινίας καὶ Μνασιγείτων καὶ Μέναιχμος. τοσαύτη δʼ αὐτῶν δόξα τῆς ῥᾳθυμίας ἐγένετο ὥστε καὶ Φίλιππον ἀκούσαντα τὸν Μακεδόνα πέμψαι αὐτοῖς τάλαντον ἵνʼ ἐγγραφόμενοι τὰ γελοῖα πέμποιεν αὐτῷ· ἦν γὰρ φιλογελοιαστὴς Φίλιππος, ὡς μαρτυρεῖ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς. φιλογέλως δʼ ἦν καὶ Δημήτριος ὁ Πολιορκητής, ὥς φησι Φύλαρχος, ὃς Δημητρίου καὶ τὴν Λυσιμάχου αὐλὴν κωμικῆς σκηνῆς οὐδὲν διαφέρειν εἶπεν· ἐξιέναι γὰρ ἀπʼ αὐτῆς πάντας δισυλλάβους· τὸν Βῖθυν χλευάζων καὶ τὸν Πάριν, ὄντας παρὰ Λυσιμάχῳ μεγίστους, καί τινας τοιούτους. παρʼ αὐτοῦ δὲ Πευκέστας καὶ Μενελάους, ἔτι δὲ Ὀξυθέμιδας. ταῦτα δʼ ἀκούων ὁ Λυσίμαχος· ἐγὼ τοίνυν, ἔφη, πόρνην ἐκ τραγικῆς σκηνῆς οὐχ ἑώρακα ἐξιοῦσαν, τὴν αὐλητρίδα Λαμίαν λέγων. ἀπαγγελθέντος δὲ τούτου ὑπολαβὼν ὁ Δημήτριος εἶπεν· ἀλλʼ ἡ παρʼ ἐμοὶ πόρνη σωφρονέστερον τῆς παρʼ ἐκείνῳ Πηνελόπης ζῇ. καὶ Σύλας δὲ ὁ Ῥωμαίων στρατηγὸς φιλογέλως ἦν. Λεύκιος δὲ Ἀννίκιος Ῥωμαίων στρατηγήσας Ἰλλυριοὺς καταπολεμήσας καὶ αἰχμάλωτον ἀγαγὼν Γένιον τὸν αὐτῶν βασιλέα ἀγῶνας ἐπιτελῶν τοὺς ἐπινικίους ἐν τῇ Ῥώμῃ παντὸς γέλωτος ἄξια πράγματα ἐποίησεν, ὥς φησι Πολύβιος. μεταπεμψάμενος γὰρ τοὺς ἐκ τῆς Ἑλλάδος ἐπιφανεστάτους τεχνίτας καὶ σκηνὴν ποιήσας μεγίστην πρώτους εἰσήγαγεν αὐλητάς, Θεόδωρον τὸν Βοιώτιον, Θεόπομπον, Ἕρμιππον, καὶ τούτους στήσας ἐπὶ τὸ προσκήνιον μετὰ τοῦ χοροῦ αὐλεῖν ἐκέλευσεν ἅμα πάντας. τῶν δὲ διαπορευομένων τὰς κρούσεις ἁρμοζούσῃ κινήσει προσπέμψας οὐκ ἔφη καλῶς αὐτοὺς αὐλεῖν, ἀλλʼ ἀγωνίζεσθαι μᾶλλον ἐκέλευσεν. τῶν δὲ διαπορούντων ἐκέλευσέ τις τῶν ῥαβδούχων ἐπιστρέψαντας ἀπαγαγεῖν ἑαυτοὺς καὶ ποιεῖν ὡσανεὶ μάχην. ταχὺ δὲ συννοήσαντες οἱ αὐληταὶ ταῖς ἑαυτῶν ἀσελγείαις μεγάλην ἐποίησαν σύγχυσιν· συνεπιστρέφοντες τοὺς μέσους χοροὺς πρὸς τοὺς ἄκρους οἱ μὲν αὐληταὶ φυσῶντες ἀδιανόητα καὶ διαφέροντες τοὺς αὐλοὺς ἀπῆγον ἀνὰ μέρος ἐπʼ ἀλλήλους, ἅμα δὲ τούτοις ἐπικτυποῦντες οἱ χοροὶ καὶ συνεπεισιόντες τὴν σκηνὴν ἐπιφέροντες τοῖς ἐναντίοις καὶ πάλιν ἀνεχώρουν ἐκ μεταβολῆς. ὡς δὲ καὶ περιζωσάμενός τις τῶν χορευτῶν στραφεὶς ἦρε τὰς χεῖρας ἀπὸ πυγμῆς πρὸς τὸν ἐπιφερόμενον αὐλητήν, τότʼ ἤδη κρότος ἐξαίσιος ἐγένετο καὶ κραυγὴ τῶν θεωμένων. ἔτι δὲ τούτων ἐκ παρατάξεως ἀγωνιζομένων ὀρχησταὶ δύο εἰσήγοντο μετὰ συμφωνίας εἰς τὴν ὀρχήστραν, καὶ πύκται τέσσαρες ἀνέβησαν ἐπὶ τὴν σκηνὴν μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν. ὁμοῦ δὲ τούτων πάντων ἀγωνιζομένων ἄλεκτον ἦν τὸ συμβαῖνον.

ὅτι τῶν καλουμένων πλάνων ἑτέρων ὄντων παρὰ τοὺς θαυματοποιοὺς πολλοὶ μέμνηνται. Κηφισόδωρον οὖν τινά φασι εἰς τοῦτο τὸ μέρος τοῦ βίου καταχρώμενον. Χρύσιππος δέ φησιν· ὁ πλάνος Πανταλέων τελευτᾶν μέλλων ἑκάτερον τῶν υἱῶν κατʼ ἰδίαν ἐξηπάτησε, φήσας μόνῳ αὐτῷ λέξειν ὅποι κατωρύχοι τὸ χρυσίον· ὥστε μάτην ὕστερον κοινῇ σκάπτοντας αἰσθέσθαι ἐξηπατημένους. ὁ αὐτός φησιν ὅτι φιλοσκώπτης τις ὑπὸ Δημητρίου μέλλων ἀναιρεθῆναι εἶπε θέλειν ὥσπερ τὸ κύκνειον ᾄσας ἀποθανεῖν. ἐπιτρέψαντος δʼ ἐκείνου ἔσκωψεν.

Λυσίμαχος δὲ ὁ βασιλεὺς Τελέσφορον ἕνα τῶν ὑπάρχων αὐτοῦ ἐπεὶ ἔσκωπτέ ποτε ἐν συμποσίῳ Ἀρσινόην τὴν Λυσιμάχου γυναῖκα ὡς ἐμετικὴν εἰπών· κατάρχεις τήνδʼ ἐμοῦσαν εἰσάγων, ἐμβληθῆναι ἐκέλευσεν εἰς γαλεάγραν καὶ δίκην θηρίου περιφερόμενον καὶ τρεφόμενον, κολαζόμενον οὕτως ἐποίησεν ἀποθανεῖν.

Ταχὼς δʼ ὁ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας τὸν Λακεδαιμονίων βασιλέα, ὅτʼ ἦλθεν αὐτῷ συμμαχήσων, ἦν γὰρ βραχὺς τὸ σῶμα, καὶ εἰπών· ὤδινεν ὄρος, Ζεὺς δʼ ἐφοβεῖτο, τὸ δʼ ἔτεκε μῦν, ἤκουσεν ὡς φανήσομαί σοί ποτε καὶ λέων. ὕστερον οὖν ἀφισταμένων Αἰγυπτίων οὐδὲν αὐτῷ συμπράξας ἐκπεσόντα τῆς ἀρχῆς ἐποίησε φυγεῖν εἰς Πέρσας. ὅτι Μελανιππίδης διασύρει τὴν αὐλητικὴν λέγων ὅτι Ἀθάνα ὄργανα ἔρριψεν ἱερᾶς ἀπὸ χειρὸς εἶπέ τε· ἔρρετε αἴσχεα, σώματι λύμα, ἐμὲ δʼ ἐγὼ κακότατι δίδωμι. ᾧ ἀντικορυσσόμενος οἷον ὁ Σελινούντιος Τελέστης φησὶ ψεῦδος εἶναι τὸ τὴν Ἀθήναν δυσόφθαλμον αἶσχος ἐκφοβηθεῖσαν ἐκ χερῶν βαλεῖν, νυμφαγενεῖ χειροκτύπῳ φηρὶ Μαρσύᾳ κλέος. οὐ γάρ νιν εὐηράτοιο κάλλους ὀξὺς ἔρως ἤγειρεν, ὡς οὐκ ἂν εὐλαβηθείσης τὴν αἰσχρότητα τοῦ εἴδους διὰ τὴν παρθενίαν. ἑξῆς τέ φησιν· ἀλλὰ μάταν ἀναχόρευτος ἅδε ματαιολόγων φήμα προσέπτατο Ἑλλάδα μουσοπόλου σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος. ὅτι πάτριον ἦν τοὺς αὐλητὰς συναυλεῖν τοῖς χοροῖς καὶ οὐχὶ ἀνάπαλιν. Πρατίνας οὖν φησιν ὁ Φλιάσιος ἔν τινι ὑπορχήματι· τί τάδε τὰ χορεύματα; τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα πολυπάταγα θυμέλαν; ἐμὸς ἐμὸς ὁ Βρόμιος· ἐμὲ δεῖ παταγεῖν ἀνʼ ὄρεα σύμενον μετὰ Ναΐδων οἷά τε κύκνον ἄγοντα ποικιλόπτερον μέλος. ὁ δʼ αὐλὸς ὕστερον χορευέτω, καὶ γάρ ἐσθʼ ὑπηρέτης. κώμων μόνων θηρομάχοις τε πυγμαχίαισι νέων θέα. φλέγε τὸν ὀλεσιαλοκάλαμον, λαλοβαρυ παρὰ μέλος ῥυθμοβάταν τρυπάνῳ δέμας πεπλασμένον. περὶ δὲ τῆς αὐλῶν πρὸς λύραν κοινωνίας Ἔφιππός φησιν ὡς ὅταν εὖ συνορμόσῃ τις, τόθʼ ἡ μεγίστη τέρψις ἐξευρίσκεται. συναυλία δέ ἐστιν, ὥς φησι Σῆμος, ἀγὼν συμφωνίας ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ χωρὶς λόγου τοῦ προσμελῳδοῦντος. Λίβυν δὲ τὸν αὐλὸν καλοῦσιν οἱ ποιηταί, ἐπεὶ Λίβυς τις νομὰς τὴν αὐλητικὴν πρῶτος εὗρεν. αὐλήσεων δʼ ὀνομασίαι αἵδε· κῶμος, βουκολισμός, γίγγρας, τετράκωμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν — τὸ καὶ κρουσίθυρον —, κνισμός, μόθων. ταῦτα δὲ πάντα μετʼ ὀρχήσεως ηὐλεῖτο, φησὶ Τρύφων, ὃς καὶ ᾠδῆς ὀνομασίας καταλέγει τάσδε· ἱμαῖος ἡ ἐπιμύλιος καλουμένη, ἣν παρὰ τοὺς ἀλετοὺς ᾖδον, ἴσως ἀπὸ τῆς ἱμαλίδος. ἱμαλὶς δὲ παρὰ Δωριεῦσιν ὁ νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλέτων. ἡ δὲ τῶν ἱστουργούντων ᾠδὴ αἴλινος, ὥς φησιν Ἐπίχαρμος, ἡ δὲ τῶν ταλασιουργῶν ἴουλος. Σῆμος δʼ ὁ Δήλιός φησιν ὅτι τὰ δράγματα τῶν κριθῶν αὐτὰ καθʼ αὑτὰ προσηγορεύοντο ἀμάλαι. συναθροισθέντα δὲ καὶ εἰς μίαν γενόμενα δέσμην ἴουλος, ὅθεν καὶ ἴουλοι εἰς τὴν Δήμητραν ὕμνοι καὶ Δημητρίουλοι καὶ καλλίουλοι. καὶ πλεῖστον οὖλον οὖλον ἵειπ, ἴουλον ἵειη. ἄλλοι δὲ ἐριουργῶν φασιν ᾠδὴν τὸν ἴουλον, αἱ δὲ τῶν τιτθῶν ᾠδαὶ καταβλυκαλήσεις καλοῦνται, ἡ δὲ τῶν θεριστῶν ᾠδὴ Λιτυέρσης καλεῖται, καὶ τῶν μισθωτῶν δέ τις ἦν ᾠδὴ τῶν ἐς τοὺς ἀγροὺς φοιτώντων. καὶ βαλανείων ἄλλαι καὶ τῶν πτισσουσῶν ἄλλη. ἦν δὲ καὶ τοῖς ἡγουμένοις τῶν βοσκημάτων ὁ βουκολισμός, ὃν εὗρε Δίομος βουκόλος ὁ Σικελιώτης, ἡ δʼ ἐπὶ θανάτοις καὶ λύπαις ᾠδὴ ὀλοφυρμὸς καλεῖται. ἴουλοι δὲ ᾠδαὶ Δημητρικαὶ Περσεφόνῃ πρέπουσιν. οὔπιγγοι δὲ αἱ εἰς Ἄρτεμιν. ᾔδοντο δὲ Ἀθήνησι καὶ οἱ Χαρώνδου νόμοι παρʼ οἶνον, ὥς φησιν Ἕρμιππος. Ἀριστοφάνης δὲ ἐν Ἀττικαῖς λέξεσί φησιν· ἱμαῖος ᾠδὴ μυλωθρός, ἐν δὲ γάμοις ὑμεναῖος, ἐν δὲ πένθεσιν ἰάλεμος. λίνος δὲ καὶ αἴλινος οὐ μόνον ἐν πένθεσιν, ἀλλὰ καὶ ἐπʼ εὐτυχεῖ μολπῇ κατʼ Εὐριπίδην. Κλέαρχος δέ πού φησιν· Ἠριφάνης ἡ μελοποιὸς Μενάλκου κυνηγοῦντος ἐρῶσα ἐθήρευε μεταθέουσα ταῖς ἐπιθυμίαις· φοιτῶσα γὰρ καὶ πλανωμένη πάντας τοὺς ὀρείους ἐπεξῄει δρυμούς, ὡς μῦθον εἶναι τοὺς λεγομένους Ἰνοῦς δρόμους· ὡς μὴ μόνον τῶν ἀνθρώπων τοὺς ἀστοργίᾳ διαφέροντας, ἀλλὰ καὶ τῶν θηρῶν τοὺς ἀνημερωτάτους δακρῦσαι τῷ πάθει, λαβόντας αἴσθησιν ἐρωτικῆς. ὅθεν ἐποίησέ τε καὶ ποιήσασα περιῄει κατὰ τὴν ἐρημίαν ἀναβοῶσα καὶ ᾄδουσα τὸ καλούμενον νόμιον, ἐν ᾧ ἐστι· μακραὶ δρύες, ὦ Μενάλκα. Ἀριστόξενος δέ φησιν· ᾖδον αἱ ἀρχαῖαι καλύκην τινὰ ᾠδήν. Στησιχόρου δʼ ἦν ποίημα, ἐν ᾧ Καλύκη τις ἐρῶσα Εὐάθλου νεανίσκου σωφρόνως εὔχεται τῇ Ἀφροδίτῃ γαμηθῆναι αὐτῷ, εἰ μὴ τοῦτο, ἀπαλλαγῆναι τοῦ βίου. ἐπεὶ γοῦν ὑπερεῖδεν ὁ νεανίσκος, κατεκρήμνισεν ἑαυτόν. καὶ Ἴφικλος δὲ Ἁρπαλύκην ἐρασθεῖσαν ὑπερεῖδεν, ἣ δὲ ἀπέθανεν καὶ γίνεται ἐπʼ αὐτῇ παρθένοις ἀγὼν ᾠδῆς, ἣ Ἁρπαλύκη καλεῖται. Νύμφις δέ φησι Μαρυανδηνοὺς ἀνακαλεῖσθαί τινα τῶν ἀρχαίων Βόρβον. τοῦτον δέ φασιν υἱὸν γενέσθαι ἀνδρὸς ἐπιφανοῦς ὡραῖον, ὃν ἐφεστῶτα ἰδίοις ἔργοις καὶ βουλόμενον τοῖς θερίζουσι δοῦναι πιεῖν βαδίζοντα ἐφʼ ὕδωρ ἀφανισθῆναι. ζητεῖν οὖν αὐτὸν τοὺς ἀπὸ τῆς χώρας μετά τινος μεμελῳδημένου θρήνου καὶ ἀνακλήσεως. τοιοῦτος δὲ καὶ ὁ παρʼ Αἰγυπτίοις καλούμενος Μανέρως.

ὅτι Κάσανδρος ὁ Μακεδόνων βασιλεὺς οὕτως ἦν φιλόμηρος, ὥς φησι Καρύστιος, ὡς διὰ στόματος ἔχειν τῶν ἐπῶν τὰ πολλά. ἐκαλοῦντο δʼ οἱ ῥαψῳδοὶ καὶ Ὁμηρισταί. τοὺς Ὁμηριστὰς πρῶτος εἰς τὰ θέατρα παρήγαγε Δημήτριος ὁ Φαληρεύς. οὐ μόνον δὲ τὰ Ὁμήρου μελῳδηθῆναί φησι Χαμαιλέων, ἀλλὰ καὶ τὰ Ἡσιόδου καὶ Ἀρχιλόχου καὶ Μιμνέρμου καὶ Φωκυλίδου. τὰ δʼ Ἀρχιλόχου Σιμωνίδης ὁ Ζακύνθιος ἐν τοῖς θεάτροις ἐπὶ δίφρου καθεζόμενος ἐρραψῴδει, τοὺς δʼ Ἐμπεδοκλέους Καθαρμοὺς ἐρραψῴδησεν Ὀλυμπίασι Κλεομένης ὁ ῥαψῳδός. ἐν Ἀλεξανδρείᾳ δὲ ἐν τῷ μεγάλῳ θεάτρῳ ὑπεκρίνατο Ἡγησίας ὁ κωμῳδὸς τὰ Ἡροδότου, Ἰάσων φησίν, Ἑρμόφαντος δὲ τὰ Ὁμήρου. ἐκαλοῦντο δέ τινες καὶ ἱλαρῳδοί, οἳ καὶ σημῳδοὶ διὰ τὸ τὸν Μάγνητα Σῆμον ἐν τοῖς τοιούτοις διαπρέψαι. Ἀριστόξενος δέ φησι τὸν μὲν ἀνδρεῖα καὶ γυναικεῖα πρόσωπα ὑποκρινόμενον μαγῳδὸν καλεῖσθαι, τὸν δὲ γυναικεῖα ἀνδρείοις λυσιῳδόν. ἐν δὲ τῷ Ἰωνικῷ λόγῳ τῷ καὶ κιναιδολόγῳ καλουμένῳ ἤκμασε Σωτάδης ὁ Μαρωνείτης καὶ ὁ υἱὸς αὐτοῦ Ἀπολλώνιος, ὃς Σωτάδης ἀκαίρως παρρησιασάμενος καὶ κακῶς εἰπὼν Λυσίμαχον μὲν τὸν βασιλέα ἐν Ἀλεξανδρείᾳ, Πτολεμαῖον δὲ τὸν Φιλάδελφον παρὰ Λυσιμάχῳ, καὶ ἄλλους τῶν βασιλέων ἐν ἄλλαις τῶν πόλεων τῆς δεούσης ἔτυχε τιμωρίας. ἐκπλεύσαντα γὰρ τῆς Ἀλεξανδρείας καὶ διαπεφευγέναι δοκοῦντα τὸν κίνδυνον—εἰρήκει γὰρ εἰς τὸν βασιλέα Πτολεμαῖον πολλὰ δεινά, ἀτὰρ καὶ τόδε, ὅτε τὴν ἀδελφὴν Ἀρσινόην γεγαμήκει· εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὤθει—Πάτροκλος ὁ τοῦ βασιλέως στρατηγὸς ἐν Καύνῳ τῇ νήσῳ λαβὼν αὐτὸν καὶ εἰς μολιβῆν κεραμίδα ἐμβαλὼν καὶ ἀπαγαγὼν εἰς τὸ πέλαγος κατεπόντωσε. τοιαύτη δʼ ἦν αὐτοῦ ἡ ποίησις· ὁ δʼ ἀποστεγάσας τὸ τρῆμα τῆς ὄπισθε λαύρας διὰ δενδροφόρου φάραγγος ἐξέωσε βροντὴν ἠλέματον, ὁκοίην ἀροτὴρ γέρων χαλᾷ βοῦς. ἔγραψε δὲ ταῦτα εἰς Φιλῖνον, τὸν τοῦ αὐλητοῦ Θεοδώρου πατέρα. σεμνότερος δὲ τῶν τοιούτων ποιητῶν ὁ ἱλαρῳδός· οὐδὲν γὰρ σχινίζεται. χρῆται δʼ ἐσθῆτι λευκῇ ἀνδρείᾳ καὶ στεφανοῦται χρυσοῦν στέφανον, καὶ πάλαι μὲν ὑποδήμασιν ἐχρῆτο, νῦν δὲ κρηπῖσιν, ψάλλει δʼ αὐτῷ ἢ ἄρρην ἢ θήλεια, ὡς καὶ τῷ αὐλῳδῷ. ὁ δὲ μαγῳδὸς τύμπανα ἔχει καὶ κύμβαλα καὶ πάντα τὰ περὶ αὐτὸν ἐνδύματα γυναικεῖα· σχινίζεταί τε καὶ πάντα ποιεῖ τὰ ἔξω κόσμου, ὑποκρινόμενός ποτε μὲν γυναῖκας καὶ μοιχοὺς καὶ μαστροπούς, ποτὲ δὲ ἄνδρα μεθύοντα καὶ ἐπὶ κῶμον παραγενόμενον εἰς τὴν ἐρωμένην. ἔστι δὲ ἡ μὲν ἱλαρῳδία περὶ τὴν τραγῳδίαν σεμνὴ οὖσα, ἡ δὲ μαγῳδία περὶ τὴν κωμῳδίαν, φησὶν Ἀριστόξενος. ὠνόμασται δὲ ἀπὸ τοῦ οἱονεὶ μαγικά τινα προφέρεσθαι καὶ φαρμάκων ἐμφανίζειν δυνάμεις. παρὰ δὲ Λακεδαιμονίοις κωμικῆς παιδιᾶς ἦν τρόπος παλαιὸς λιτὸς καὶ οὗτος αὐτοῖς ὡς τἆλλα· ἐμιμεῖτο γάρ τις ἐν εὐτελεῖ τῇ λέξει κλέπτοντάς τινας ὀπώρας ἢ ξενικὸν ἰατρὸν τοιαυτὶ λέγοντα, ὡς Ἄλεξις· ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ· τρυβλίον τούτῳ δότε πτισάνης, καταφρονοῦμεν εὐθέως· ἐὰν δὲ πτισάνας, θαυμάζομεν. καὶ εἰ μὲν σευτλίον, παρείδομεν, εἰ δὲ τευτλίον, ἀσμένως ἠκούσαμεν, ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ. ἐκαλοῦντο δὲ οἱ ταύτην τὴν τέχνην μετιόντες παρὰ Λάκωσι δεικηλισταί, ὡς ἄν τις σκευοποιοὺς εἴπῃ καὶ μιμητάς. Σικυώνιοι δὲ φαλλοφόρους αὐτοὺς καλοῦσιν, ἄλλοι αὐτοκαβδάλους, Ἰταλοὶ δὲ φλύακας, Θηβαῖοι δὲ ἐθελοντάς, οἳ τὰ πολλὰ ἰδίως ὀνομάζοντες καινουργοῦσι κατὰ τὰς φωνάς. Στράττις οὖν φησι· συνίετʼ οὐδέν, πᾶσα Θηβαίων πόλις, οἳ πρῶτα μὲν τὴν σηπίαν ὀπιτθοτίλαν ὀνομάζετε, τὸν ἀλεκτρυόνα δὲ ὀρτάλιχον. τὸν ἰατρὸν δὲ σάκταν, βλέφυραν δὲ τὴν γέφυραν, τῦκα δὲ τὰ σῦκα, κωτιλίδας δὲ τὰς χελιδόνας, τὴν ἔνθεσιν δʼ ἄκολον. Σῆμος δέ φησι τοὺς αὐτοκαβδάλους ἐστεφανωμένους κιττῷ περαίνειν ῥήσεις, ὕστερον δὲ ἰάμβους ὀνομασθῆναι αὐτοὺς καὶ τὰ ποιήματα αὐτῶν. οἱ δὲ ἰθύφαλλοι προσωπεῖον μεθυόντων ἔχουσι καὶ ἐστεφάνωνται, χειρῖδας ἀνθινὰς ἔχοντες χιτῶσί τε χρῶνται μεσολεύκοις περιέζωνταί τε ταραντῖνον καλύπτον αὐτοὺς μέχρι σφυρῶν. σιγῇ δὲ διὰ τοῦ πυλῶνος εἰσελθόντες, ὅταν κατὰ μέσην τὴν ὀρχήστραν γένωνται, ἐπιστρέφουσιν εἰς τὸ θέατρον λέγοντες· ἀνάγετʼ, εὐρυχωρίαν ποιεῖτε· ἐθέλει γὰρ ὁ θεὸς ἐσφυρωμένος διὰ μέσου βαδίζειν. οἱ δὲ φαλλοφόροι προσωπεῖον μὲν οὐ λαμβάνουσι, προπόλιον δʼ ἐξ ἑρπύλου περιτίθενται καὶ παιδέρωτας ἐπάνω τούτου ἐπιτίθενται στέφανόν τε δασὺν ἴων καὶ κιττοῦ. καὶ πρῶτα μὲν ᾄδουσί τι ἐν ῥυθμῷ, εἶτα προτρέχοντες τωθάζουσι στάδην οὓς ἂν προέλοιντο.

φησί που Εὔβουλος· τί, ὦ πόνηρʼ, ἕστηκας ἐν πύλαις ἔτι, ἀλλʼ οὐ βαδίζεις; τοῖς δὲ γενναίως πάλιν διεσπάρακται θερμὰ χηνίσκων μέλη, διερράχισται σεμνὰ δελφάκων κρέα, κατηλόηται γαστρὸς ἐν μέσῳ κύκλῳ, κατησίμωται πάντα τἀκροκώλια, ἐνωγάλισται σεμνὸς ἀλλᾶντος τόμος, παρεντέτρωκται τευθὶς ἐξωπτημένη, ὥστʼ ἐπεὶ βούλει τῶν λελειμμένων φαγεῖν, ἔπειγʼ ἔπειγε, μή ποθʼ ὡς λύκος χανὼν καὶ τῶνδʼ ἁμάρτῃς. Ἀντιφάνης δέ φησιν· ἥ τε γὰρ συνώνυμος τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία τμηθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης χλιαίνεται, ἐξαίρεται, παφλάζεται, προσκάεθʼ· ὥστε μηδʼ ἂν εἰ χαλκεὺς ἔχων μυκτῆρας εἰσέλθῃ τις, ἐξέλθοι πάλιν εἰκῇ· τοσαύτην ἐξακοντίζει πνοήν. πλησίον δὲ ταύτης ἄσιτος ἡμέραν καὶ νύχθʼ ὅλην κεστρεὺς λεπισθείς, πασθείς, στραφείς, χρωσθείς, ὁμοῦ τι πρὸς τέλος δρόμου περῶν, σίζει κεκραγώς, παῖς δʼ ἐφέστηκε ῥαίνων ὄξει, Λίβυς τε καυλὸς ἐξηραμμένος ἀκτῖσι θείαις σιλφίου παραστατεῖ. εἶτʼ οὐκ ἐπῳδούς φησιν ἰσχύειν τινάς. ἐγὼ γὰρ ἤδη τρεῖς ὁρῶ μασωμένους, σοῦ ταῦτα συστρέφοντος. ἥ τε σύννομος τῆς κουφονώτου σῶμʼ ἔχουσα σηπίας, ξιφηφόροισι χερσὶν ἐξωπλισμένοι τευθίς, μεταλλάξασα λευκαυγῆ φύσιν σαρκὸς πυρωτοῖς ἀνθράκων ῥαπίσμασι, ξανθαῖσιν αὔραις σῶμα πᾶν ἀγάλλεται, δείπνου προφήτην λιμὸν ἐκκαλουμένη. ὥστʼ εἴσιθι· μὴ μέλλε, χώρει. δεῖ γὰρ ἠριστηκότας πάσχειν, ἐάν τι καὶ παθεῖν ἡμᾶς δέῃ.

ὅτι Ἀμοιβεὺς ὁ Ἀθηναῖος κιθαρῳδὸς πλησίον τοῦ θεάτρου οἰκῶν, εἰ ἐξέλθοι ᾀσόμενος, τάλαντον Ἀττικὸν ἐλάμβανε.

ἡ μουσικὴ πρᾶγμʼ ἐστὶ βαθύ τι καὶ καμπύλον, φησὶν Εὔπολις, ἀεί τε καινὸν ἐξευρίσκει τοῖς ἐπινοεῖν δυναμένοις. ἡ μουσική, φησὶν Ἀναξίλας, ὥσπερ Λιβύη, ἀεί τι καινὸν κατʼ ἐνιαυτὸν τίκτει θηρίον.

κατὰ δὲ τὸν Θεοφίλου Κιθαρῳδὸν μέγας θησαυρός ἐστι καὶ βέβαιος ἡ μουσικὴ πᾶσι τοῖς μαθοῦσι παιδευθεῖσί τε. καὶ γὰρ τὰ ἤθη παιδεύει καὶ τοὺς θυμοειδεῖς καὶ τὰς γνώμας διαφόρους καταπραΰνει. Κλεινίας γοῦν ὁ Πυθαγόρειος καὶ τῇ γνώμῃ καὶ τοῖς ἤθεσι διαφορῶν, ὥς φησι Χαμαιλέων, ὅτʼ ἐχαλέπαινεν, ἀναλαμβάνων τὴν λύραν ἐκιθάριζεν. πρὸς δὲ τοὺς ἐπιζητοῦντας τὴν αἰτίαν ἔλεγε· πραΰνομαι. καὶ ὁ Ὁμηρικὸς Ἀχιλλεὺς μόνος τῶν ἐν Τροίᾳ Ἑλλήνων τῇ Ἠετίωνος κιθάρᾳ κατεπραΰνετο. Θεόφραστος δὲ ἱστορεῖ ἐν τῷ περὶ Ἐνθουσιασμοῦ, ἰσχιακοὺς ἀνόσους διατελεῖν, εἰ καταυλήσει τις τοῦ τόπου τῇ Φρυγιστὶ ἁρμονίᾳ, ἣν Φρύγες πρῶτοι, καὶ παρὰ Φρυξὶ δὲ Ὕαγνις, εὗρον καὶ μετεχειρίσαντο. διὸ καὶ τοὺς παρʼ Ἕλλησιν αὐλητὰς Φρυγίους καὶ δουλοπρεπεῖς κλήσεις ἔχειν, οἷος ὁ παρὰ Ἀλκμᾶνι Σάμβας καὶ Ἄδων καὶ Τῆλος, καὶ παρʼ Ἱππώνακτι Κίων, Κώδαλος καὶ Βάβυς, ἐφʼ ᾧ καὶ ἡ παροιμία ἐπὶ τῶν ἀεὶ πρὸς τὸ χεῖρον αὐλούντων· καὶ Κίων ἢ Βάβυς αὐλεῖ. Ἡρακλείδης δʼ οὐδʼ ἁρμονίαν φησὶ δεῖν καλεῖσθαι τὴν Φρύγιον, ὡς οὐδὲ τὴν Λύδιον· ἁρμονίας γὰρ εἶναι τρεῖς· τρία γὰρ καὶ γενέσθαι Ἑλλήνων γένη, Δωριεῖς, Αἰολεῖς, Ἴωνας· οὐ μικρᾶς οὖν οὔσης διαφορᾶς ἐν τοῖς τούτων ἤθεσιν, Λακεδαιμόνιοι μὲν μάλιστα τῶν ἄλλων Δωριέων τὰ πάτρια διαφυλάττουσι, Θεσσαλοὶ δέ, οὗτοι γὰρ ἀρχὴν τοῦ γένους Αἰολεῦσι μετέδωκαν, παραπλήσιον ἀεὶ ποιοῦνται τοῦ βίου τὴν ἀγωγήν· Ἰώνων δὲ τὸ πολὺ πλῆθος ἠλλοίωται διὰ τὸ συμπεριφέρεσθαι τοῖς ἀεὶ δυναστεύουσι τῶν βαρβάρων. τὴν οὖν ἀγωγὴν τῆς μελῳδίας ἣν οἱ Δωριεῖς ἐποιοῦντο Δώριον ἐκάλουν ἁρμονίαν, Αἰολίδα δὲ ἣν Αἰολεῖς ᾖδον, Ἰαστὶ δὲ τὴν τρίτην ἣν ἤκουον ᾀδόντων Ἰώνων. ἡ μὲν οὖν Δώριος τὸ ἀνδρῶδες ἐμφαίνει καὶ μεγαλοπρεπὲς καὶ οὐ διακεχυμένον οὐδʼ ἱλαρόν, ἀλλὰ σκυθρωπὸν καὶ σφοδρόν, οὔτε δὲ ποικίλον οὔτε πολύτροπον. τὸ δὲ τῶν Αἰολέων ἦθος ἔχει τὸ γαῦρον καὶ ὀγκῶδες, ἔτι δὲ ὑπόχαυνον. ὁμολογεῖ δὲ ταῦτα ταῖς ἱπποτροφίαις αὐτῶν καὶ ξενοδοχίαις· οὐ πανοῦργον δέ, ἀλλʼ ἐξηρημένον καὶ τεθαρρηκός. διὸ καὶ οἰκεῖον αὐτοῖς ἡ φιλοποσία καὶ τὰ ἐρωτικὰ καὶ πᾶσα ἡ περὶ δίαιταν ἄνεσις, διὸ περιέχουσι τὸ τῆς ὑποδωρίου καλουμένης ἁρμονίας ἦθος. αὕτη γάρ ἐστιν ἡ Αἰολίς, ὡς Ἡρακλείδης καὶ Λᾶσός φησιν. καὶ Πρατίνας δέ φησι· μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν Ἰαστὶ οὖσαν, ἀλλὰ τὰν μέσαν νεῶν ἄρουραν αἰόλιζε τῷ μέλει. πρότερον μὲν οὖν Αἰολίδα ταύτην ἐκάλουν, ὕστερον δὲ ὑποδώριον· ὁρῶντες γὰρ τὸν ὄγκον καὶ τὸ προσποίημα τῆς καλοκἀγαθίας ἐν τοῖς τῆς ἁρμονίας ἤθεσιν Δώριον μὲν αὐτὴν ὀνομάζουσι, προσεμφερῆ δέ πως ἐκείνῃ· διὸ ὑποδώριον ἐκάλεσαν, ὡς ὑπόλευκον καὶ ὑπόγλυκυ τὸ λευκῷ καὶ γλυκεῖ προσεμφερές. Ἴωνες δὲ τὸ Μιλησίων ἦθος διαφαίνουσιν ἐπὶ ταῖς τῶν σωμάτων εὐεξίαις βρενθυόμενοι καὶ θυμοῦ πλήρεις, δυσκατάλλακτοι, φιλόνεικοι, οὐδὲν φιλάνθρωπον οὐδʼ ἱλαρὸν ἐνδιδόντες, ἀστοργίαν καὶ σκληρότητα ἐν τοῖς ἤθεσιν ἐμφανίζοντες. διὸ οὐδὲ τὸ τῆς Ἰαστὶ γένος ἁρμονίας οὔτʼ ἀνθηρὸν οὔτε ἱλαρόν ἐστιν, ἀλλʼ αὐστηρὸν καὶ σκληρὸν καὶ ὄγκον ἔχον οὐκ ἀγεννῆ· διὸ τῇ τραγῳδίᾳ προσφιλὴς ἡ ἁρμονία. τὰ δὲ τῶν νῦν Ἰώνων ἤθη τρυφερώτερα καὶ πολὺ παραλλάτον τὸ τῆς ἁρμονίας ἦθος. φασὶ δὲ Πύθερμον τὸν Τήιον ἐν τῷ γένει τῆς ἁρμονίας τούτῳ ἁρμόττοντα τοῖς ἤθεσι τῶν Ἰώνων ποιῆσαι σκαιὰ μέλη, καὶ διὰ τὸ εἶναι τὸν ποιητὴν Ἰωνικὸν Ἰαστὶ κληθῆναι τὴν ἁρμονίαν. διόπερ οὐχ ἁρμονία ἡ Ἰαστί, τρόπος δέ τις θαυμαστὸς σχήματος ἁρμονίας. καταφρονητέον οὖν τῶν τὰς κατʼ εἶδος διαφορὰς οὐ θεωρούντων, ἐπακολουθούντων δὲ τῇ τῶν φθόγγων ὀξύτητι καὶ βαρύτητι καὶ τιθεμένων ὑπερμιξολύδιον ἁρμονίαν καὶ ὑπὲρ ταύτης ἄλλην. οὐχ ὁρῶ γὰρ οὐδὲ τὴν ὑπερφρύγιον ἔχουσαν ἦθος, ἣν οἴονταί τινες ἐξευρηκέναι. δεῖ δὲ τὴν ἁρμονίαν εἶδος ἔχειν εἴδους ἢ πάθους, καθάπερ ἡ Λοκριστί· ταύτῃ γὰρ ἔνιοι τῶν γενομένων κατὰ Σιμωνίδην καὶ Πίνδαρον ἐχρήσαντό ποτε, καὶ πάλιν κατεφρονήθη. τρεῖς οὖν αὗται ἁρμονίαι, ὡς εἴπομεν ἐξ ἀρχῆς, ὅσα καὶ τὰ ἔθνη. τὴν δὲ Φρυγιστὶ καὶ Λυδιστὶ παρὰ τῶν βαρβάρων οὖσαν ἔγνων Ἕλληνες ἀπὸ τῶν σὺν Πέλοπι κατελθόντων εἰς Πελοπόννησον Φρυγῶν καὶ Λυδῶν, Λυδῶν μὲν συνακολουθησάντων διὰ τὸ τὸν Σίπυλον εἶναι Λυδίας, Φρυγῶν δὲ οὐχ ὅτι ὁμοτέρμονες Λυδοῖς, ἀλλʼ ὅτι καὶ αὐτῶν ἦρχεν ὁ Τάνταλος. ἔστι δὲ καὶ ἐν Λακεδαίμονι μάλιστα χώματα μεγάλα, ἃ καλοῦσι τάφους τῶν μετὰ Πέλοπος Φρυγῶν.

οὐ παραληπτέον δὲ ἐπὶ ἀπάτῃ καὶ γοητείᾳ τὴν μουσικὴν παρεισῆχθαι τοῖς ἀνθρώποις, οὐδὲ Κρῆτας καὶ Λακεδαιμονίους αὐλὸν καὶ ῥυθμὸν ἀντὶ σάλπιγγος εἰκῇ νομιστέον εἰσαγαγεῖν, οὐδὲ τοὺς πρώτους Ἀρκάδας εἰς τὴν ὅλην πολιτείαν τὴν μουσικὴν παραλαβεῖν, παρʼ οἷς μόνοις τἆλλα αὐστηροτάτοις οὖσι τῷ βίῳ οἱ παῖδες ἐκ νηπίων ᾄδειν ἐθίζονται κατὰ νόμον τοὺς πατρίους ὕμνους καὶ παιᾶνας. μετὰ δὲ ταῦτα τοὺς Τιμοθέου καὶ Φιλοξένου νόμους μανθάνοντες χορεύουσι κατʼ ἐνιαυτὸν τοῖς Διονυσιακοῖς αὐληταῖς ἐν τοῖς θεάτροις οἱ παῖδες τοὺς παιδικοὺς ἀγῶνας, οἱ δʼ ὡς λʹ ἐτῶν νεανίσκοι τοὺς τῶν ἀνδρῶν. καὶ τῶν μὲν ἄλλων αὐτοῖς μαθημάτων ἀρνηθῆναί τι μὴ εἰδέναι οὐδὲν αἰσχρόν, τὸ δʼ ᾄδειν ἀποτρίβεσθαι αἰσχρὸν παρʼ αὐτοῖς νομίζεται. καὶ μὴν ἐμβατήρια μετʼ αὐλοῦ καὶ τάξεως ἀσκοῦντες μετὰ κοινῆς ἐπιστροφῆς καὶ δαπάνης κατʼ ἐνιαυτὸν ἐν τοῖς θεάτροις ἐπιδείκνυνται. τοῦτʼ οὖν αὐτοὺς εἴθισαν οἱ παλαιοὶ καὶ τρυφῆς οὐ περιουσίας χάριν, ἀλλὰ θεωροῦντες τὴν ἑκάστου κατὰ τὸν βίον σκληρότητα καὶ τὴν τῶν ἠθῶν αὐστηρίαν, ἥτις αὐτοῖς παρέπεται διὰ τὴν τοῦ περιέχοντος ψυχρότητα καὶ στυγνότητα τὴν κατὰ πλεῖστον ἐν τοῖς τόποις οὖσαν, οἷς καὶ συνεξομοιούμεθα ἄνθρωποι· διὸ καὶ κατὰ τὰς ἐθνικὰς διαστάσεις πλεῖστον ἀλλήλων διαφέρομεν ἤθει καὶ μορφαῖς καὶ χρώμασιν. πρὸς δὲ τούτοις συνόδους κοινὰς ἀνδράσι καὶ γυναιξὶ κατείθισαν καὶ χοροὺς κοινούς, τὸ τῆς φύσεως ἀτέραμνον διὰ τῶν ἐθισμῶν ἐξημεροῦντες καὶ πραΰνοντες. ὧν Κυναιθεῖς ὀλιγωρήσαντες τέλος, καίτοι σκληρότατοι πολὺ τῆς Ἀρκαδίας ὁμοῦ τῷ τόπῳ καὶ τὸν ἀέρα ἔχοντες, οὕτως ἀπεθηριώθησαν ὡς μέγιστα ἀσεβήματα παρὰ μόνοις αὐτοῖς γίνεσθαι. καθʼ οὓς δὲ καιροὺς τὴν μεγάλην σφαγὴν ἐποιήσαντο, εἰς ἅς τε πόλεις Ἀρκαδικὰς κατὰ τὴν δίοδον εἰσῆλθον, οἱ μὲν ἄλλοι πάντες αὐτοὺς ἐξεκήρυξαν, Μαντινεῖς δὲ μετὰ τὴν ἀπαλλαγὴν αὐτῶν καθαρμὸν τῆς πόλεως ἐποιήσαντο σφάγια περιαγαγόντες κύκλῳ τῆς χώρας ἁπάσης. ὅτι στύραξ ἐν ταῖς ὀρχήστραις ἐθυμιᾶτο τοῖς Διονυσίοις. ὅτι τὸ ἀρχαῖον ἡ μουσικὴ προτροπὴ ἦν ἐπʼ ἀνδρίαν. Ἀλκαῖος οὖν ὁ ποιητὴς μουσικώτατος γενόμενος πρότερα τῶν κατὰ ποιητικὴν τὰ κατὰ τὴν ἀνδρίαν τίθεται, μᾶλλον τοῦ δέοντος πολεμικὸς γενόμενος. διὸ σεμνυνόμενός φησιν· μαρμαίρει δὲ μέγας δόμος χαλκῷ καὶ ἄλλα τοιαῦτα. καίτοι ἥρμοττεν ἴσως τὴν οἰκίαν πλήρη εἶναι μουσικῶν ὀργάνων. ἀλλʼ οἱ παλαιοὶ τὴν ἀνδρίαν ὑπελάμβανον εἶναι μεγίστην τῶν πολιτικῶν ἀρετῶν, καὶ ταύτῃ τὰ πολιτικὰ προσνέμειν. Ἀρχίλοχος οὖν ἀγαθὸς ὢν ποιητὴς πρῶτον ἐκαυχήσατο δύνασθαι μετέχειν τῶν πολιτικῶν ἀγώνων, εἶτα ἐπὶ ποιητικῇ εἰπών· εἰμὶ δʼ ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος, καὶ Μουσάων ἐρατὸν δῶρον ἐπιστάμενος. καὶ Αἰσχύλος δὲ τηλικαύτην δόξαν ἔχων διὰ τὴν ποιητικὴν οὐδὲν ἧττον ἐπὶ τοῦ τάφρου ἐπιγραφῆναι ἠξίωσε μᾶλλον τὴν ἀνδρίαν. διὸ καὶ ἀνδρειότατοι Λακεδαιμόνιοι μετʼ αὐλῶν στρατεύονται, Κρῆτες μετὰ λύρας, μετὰ δὲ συρίγγων καὶ αὐλῶν Λυδοί, ὥς φησιν Ἡρόδοτος, Γέται δὲ κιθάρας ἔχοντες τὰς ἐπικηρυκείας ποιοῦνται καταπραΰνοντες τῶν ἐναντίων τὰς ψυχάς, φησὶ Θεόπομπος. ἔστι δὲ ἡ φόρμιγξ καὶ δαιτὶ ἑταίρη καθʼ Ὅμηρον, ἰατρεύει γὰρ τὴν ὕβριν καὶ τὴν ἀκοσμίαν ἡ μουσικὴ καὶ αὐθάδειαν παύει· περιαιρουμένη γὰρ τὴν στυγνότητα ποιεῖ πρᾳότητα καὶ χαρὰν ἐλευθέριον. ἀποδέδοται οὖν ταῖς συνουσίαις ἐπανορθώσεως χάριν καὶ ὠφελείας. φησὶ δὲ Φιλόχορος ὅτι οἱ παλαιοὶ ἔσπενδον Διόνυσον μὲν ἐν οἴνῳ καὶ μέθῃ διθυραμβοῦντες, Ἀπόλλωνα δὲ μεθʼ ἡσυχίας καὶ τάξεως μέλποντες. οἴνῳ συγκεραυνωθεὶς φρένας, φησὶν Ἀρχίλοχος. Λακεδαιμόνιοι εἰ μὲν ἐμάνθανον τὴν μουσικὴν οὐδὲν λέγουσιν. ὅτι δὲ κρίνειν δύνανται καλῶς τὴν τέχνην ὁμολογεῖται παρʼ αὐτῶν, καί φασιν τρὶς ἤδη σεσωκέναι διαφθειρομένην αὐτήν.

ὅτι καὶ πρὸς γυμνασίαν καὶ ὀξύτητα διανοίας συμβάλλεται ἡ μουσική· οὐ κακῶς δέ φασιν οἱ περὶ Δάμωνα τὸν Ἀθηναῖον ὅτι τὰς ᾠδὰς καὶ τὰς ὀρχήσεις ἀνάγκη γίνεσθαι κινουμένης πως τῆς ψυχῆς· καὶ αἱ μὲν ἐλευθέριοι καὶ καλαὶ ποιοῦσι τοιαύτας, αἱ δʼ ἐναντίαι τὰς ἐναντίας. Κλεοσθένης οὖν ὁ Σικυώνιος τύραννος ἰδὼν φορτικῶς ὀρχησάμενον ἕνα τῶν τῆς θυγατρὸς μνηστήρων — Ἱπποκλείδης δʼ ἦν ὁ Ἀθηναῖος — ἀπωρχῆσθαι τὸν γάμον αὐτὸν ἔφη, νομίζων, ὡς ἔοικε, καὶ τὴν ψυχὴν τἀνδρὸς εἶναι τοιαύτην. καὶ γὰρ ἐν ὀρχήσει καὶ πορείᾳ καλὸν μὲν εὐσχημοσύνη καὶ κόσμος, αἰσχρὸν δὲ ἀταξία καὶ τὸ φορτικόν· διὸ ἐξ ἀρχῆς συνέταττον οἱ ποιηταὶ τοῖς ἐλευθέροις τὰς ὀρχήσεις καὶ ἐχρῶντο τοῖς σχήμασι σημείοις μόνον τῶν ᾀδομένων, τηροῦντες ἀεὶ τὸ εὐγενὲς καὶ ἀνδρῶδες ἐπʼ αὐτῶν, ὅθεν καὶ ὑπορχήματα τὰ τοιαῦτα προσηγόρευον.

Ἀριστοφάνης οὖν φησι· νῦν δὲ δρῶσιν οὐδὲν οἱ ὀρχούμενοι, ἀλλʼ ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται. ἦν γὰρ τὸ τῆς ὀρχήσεως γένος τοῖς ἐν τοῖς χοροῖς εὔσχημον καὶ μεγαλοπρεπὲς καὶ τὰς ἐν τοῖς ὅπλοις κινήσεις ἀπομιμούμενον. Σωκράτης οὖν φησιν· οἳ δὲ χοροῖς κάλλιστα θεοὺς τιμῶσιν, ἄριστοι ἐν πολέμῳ. σχεδὸν γὰρ ὥσπερ ἐξοπλισία τις ἦν ἡ χορεία καὶ ἐπίδειξις τῆς τε λοιπῆς εὐταξίας καὶ τῆς τῶν σωμάτων ἐπιμελείας. Ἀμφίων δὲ παίδων φησὶν ὀρχήσεις ἐν τῷ Ἑλικῶνος Μουσείῳ ἄγεσθαι κατὰ σπουδὴν καὶ ἐπίγραμμα παρατίθεται λέγον· ἀμφότερʼ, ὠρχεύμηνσι τε καὶ ἐν Μώσαις ἐδίδασκον ἄνδρας. Καφησίας ὁ αὐλητὴς ἐπιβαλλομένου τινὸς τῶν μαθητῶν αὐλεῖν μέγα καὶ τοῦτο μελετῶντος, ἐπάταξεν εἰπὼν οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἶναι, ἀλλʼ ἐν τῷ εὖ τὸ μέγα. οὐ μάτην δὲ οὐδὲ τὰ κατὰ τὴν χειρονομίαν συνέστη ἐπιμελεστέρως. ἐζήτουν γὰρ κἀν ταύτῃ κινήσεις καλὰς καὶ ἐλευθερίους, ἐν τῷ εὖ τὸ μέγα παραλαμβάνοντες καὶ τὰ σχήματα μετέφερον ἐντεῦθεν εἰς τοὺς χορούς, ἐκ δὲ τῶν χορῶν εἰς τὰς παλαίστρας. καὶ γὰρ ἐν τῇ μουσικῇ καὶ τῇ τῶν σωμάτων ἐπιμελείᾳ περιεποιοῦντο τὴν ἀνδρίαν καὶ πρὸς τὰς ἐν τοῖς ὅπλοις κινήσεις ἐγυμνάζοντο μετὰ ᾠδῆς· ὅθεν ἐκινήθησαν αἱ καλούμεναι πυρρίχαι καὶ πᾶς ὁ τοιοῦτος τρόπος τῆς ὀρχήσεως, τὴν δʼ ἀπόκινον καλουμένην ὄρχησιν ὕστερον μακτρισμὸν ὠνόμασαν. τὰ δὲ στασιμώτερα καὶ ποικιλώτερα καὶ τὴν ὄρχησιν ἁπλουστέραν ἔχοντα καλεῖται δάκτυλοι, ἰαμβική, Μολοσσική, ἐμμέλεια, κόρδαξ, σίκιννις, Περσική, Φρύγιος νιατισμός, Θρᾴκιος καλαβρισμός, τελεσιὰς ἀπὸ Τελεσίου πρώτου μετὰ ὅπλων ταύτην ὀρχησαμένου. ἔστι δὲ Μακεδονικὴ ὄρχησις ᾗ χρησάμενοι οἱ περὶ Πτολεμαῖον ἀνεῖλον Ἀλέξανδρον τὸν Φιλίππου ἀδελφόν. εἶσι δὲ καὶ μανιώδεις ὀρχήσεις κερνοφόρος, μιγγάς, θερμαυστρίς. ἦν δὲ καὶ παρὰ τοῖς ἰδιώταις ἡ καλουμένη ἄνθεμα λέγουσα· ποῦ μοι τὰ ῥόδα, ποῦ μοι τὰ ἴα, ποῦ μοι τὰ καλὰ σέλινα; ποῦ μοι ταδὶ τὰ ῥόδα, ταδὶ τὰ ἴα, ταδὶ τὰ σέλινα; ἦν δέ τις καὶ Ἰωνικὴ παροίνιος ὄρχησις, ἐκαλεῖτο δὲ καί τις ὄρχησις κόσμου ἐκπύρωσις, ἦσαν δὲ καὶ γελοῖαι ὀρχήσεις ἴγδις, μακτρισμός, ἀπόκινος, σοβάς, μορφασμός, γλαύξ, χρεῶν ἀποκοπή, ἐλαίων, ἀλφίτων ἐκχύσεις. σχήματα δʼ ὀρχήσεων ξιφισμός, καλαθισμός, κολλαβίδες, σκώψ, σκωπασμός· ἦν δὲ ὁ σκὼψ τῶν ἀποσκοπούντων τι σχῆμα ἄκραν τὴν χεῖρα ὑπὲρ τοῦ μετώπου κεκυρτωκότων. διποδισμός, ἐπαγκωνισμός. καλεῖται δʼ ἡ σατυρικὴ ὄρχησις σίκιννις καὶ οἱ σάτυροι σικιννισταί. οἳ δέ φασι Σίκιννον εὑρετὴν αὐτῆς γενέσθαι βάρβαρον, κατὰ δέ τινας Κρῆτα. ὀρχησταὶ δʼ οἱ Κρῆτες. Σκάμων δὲ ἀπὸ τοῦ σείεσθαι λέγει εἰρῆσθαι σίκιννιν καὶ πρῶτον Θέρσιππον ταύτην ὀρχήσασθαι.

πρώτη δʼ εὕρηται ἡ περὶ τοὺς πόδας κίνησις τῆς διὰ τῶν χειρῶν. οἱ γὰρ παλαιοὶ τοὺς πόδας μᾶλλον ἐγυμνάζοντο ἐν τοῖς ἀγῶσι καὶ τοῖς κυνηγεσίοις. οἱ δὲ Κρῆτες κυνηγετικοί, διὸ καὶ ποδώκεις. οἳ δὲ τὴν σίκιννιν ἀπὸ τῆς κινήσεως φασὶ λέγεσθαι· ἦν δὲ ταχυτάτη. οὐ γὰρ ἔχει πάθος, διὸ οὐδὲ βραδύνει. συνέστηκε δὲ καὶ ἡ σατυρικὴ ποίησις ἐκ χορῶν, ὡς καὶ ἡ τότε τραγῳδία· διόπερ οὐδὲ ὑποκριτὰς εἶχον. τρεῖς δʼ εἰσὶ τῆς σκηνικῆς ποιήσεως ὀρχήσεις, τραγική, κωμική, σατυρική. τρεῖς δὲ καὶ τῆς λυρικῆς ποιήσεως, πυρρίχη, γυμνοπαιδική, ὑπορχηματική. καί ἔστιν ὁμοία ἡ μὲν πυρρίχη τῇ σατυρικῇ· ἀμφότεραι γὰρ διὰ τάχους. πολεμικὴ δὲ δοκεῖ εἶναι ἡ πυρρίχη· ἔνοπλοι γὰρ αὐτὴν παῖδες ὀρχοῦνται. τάχους δὲ δεῖ τῷ πολέμῳ εἰς τὸ διώκειν ἤ· φεύγειν μηδὲ μένειν μηδʼ αἰδεῖσθαι κακὸς εἶναι. ἡ δὲ γυμνοπαιδικὴ παρεμφερὴς τῇ τραγικῇ, ἣ ἐμμέλεια καλεῖται· ἐν ἑκατέρᾳ δὲ ὁρᾶται τὸ βραχὺ καὶ σεμνόν. ἡ δʼ ὑπορχηματικὴ τῇ κωμικῇ οἰκειοῦται, ἣ καλεῖται κόρδαξ. παιγνιώδεις δʼ εἰσὶν ἀμφότεραι. πυρρίχη δὲ καλεῖται ἀπό τινος Πυρρίχου Λάκωνος, φησὶν Ἀριστόξενος, καί ἔστι Λακωνικὸν ὄνομα ὁ Πύρριχος. ἐμφανίζει δὲ ἡ ὄρχησις πολεμικὴ οὖσα ὅτι Λακεδαιμονίων τὸ εὕρημα. πολεμικοὶ δʼ οἱ Λάκωνες ὧν καὶ οἱ υἱοὶ τὰ ἐμβατήρια μέλη ἀναλαμβάνουσιν, ἃ καὶ ἐνόπλια καλεῖται. καὶ αὐτοὶ δʼ οἱ Λάκωνες ἐν τοῖς πολέμοις τὰ Τυρταίου ποιήματα ἀπομνημονεύοντες εὔρυθμον κίνησιν ποιοῦνται. Φιλόχορος δέ φησι Λακεδαιμονίοις κρατήσασι Μεσηνίων διὰ τὴν Τυρταίου στρατηγίαν ἔθος δειπνοποιουμένοις καὶ παιανίζουσι καθʼ ἕνα ᾄδειν Τυρταίου· κρίνειν δὲ τὸν πολέμαρχον καὶ ἆθλον διδόναι τῷ νικῶντι κρέας. ἡ δὲ πυρρίχη παρὰ μὲν τοῖς ἄλλοις Ἕλλησιν οὐκέτι μένει, παρʼ ὃ καὶ οἱ πόλεμοι κατελύθησαν, παρὰ μόνοις δὲ τοῖς Λακεδαιμονίοις διαμένει οὖσα τοῦ πολέμου προγύμνασμα· ἐκμανθάνουσί τε πάντες ἐν Σπάρτῃ ἀπὸ πέντε ἐτῶν πυρριχίζειν. ἡ δὲ καθʼ ἡμᾶς πυρρίχη Διονυσιακή τις δοκεῖ ἐπιεικεστέρα οὖσα τῆς ἀρχαίας. ἔχουσι γὰρ οἱ ὀρχούμενοι θύρσους ἀντὶ δοράτων, προΐενται δὲ ἐπʼ ἀλλήλους καὶ νάρθηκας καὶ λαμπάδας φέρουσιν· ὀρχοῦνταί τε τὰ περὶ τὸν Διόνυσον καὶ Ἰνδοὺς καὶ Πενθέα. ἡ δὲ γυμνοπαιδικὴ ἔοικε τῇ πάλαι καλουμένῃ ἀναπάλῃ· γυμνοὶ γὰρ ὀρχοῦνται οἱ παῖδες πάντες, εὐρύθμους φοράς τινας ἀποτέμνοντες καὶ σχήματα χειρῶν κατὰ τὸ ἁπαλόν, ὥστʼ ἐμφαίνειν θεωρήματα πάλης καὶ παγκρατίου κινοῦντες εὐρύθμως τοὺς πόδας. Διονυσιακὴ γοῦν καὶ αὕτη, τρόποι δʼ αὐτῆς οἱ ὠσχοφόροι καὶ οἱ βακχικοί. γυμναζόμενοι δʼ ἐν τῇ γυμνοπαιδικῇ οἱ παλαιοὶ εἰς τὴν πυρρίχην ἐχώρουν· ἡ δὲ χειρονομία καλεῖται, ὑπορχηματικὴ δέ ἐστιν, ἐν ᾗ ᾄδων ὁ χορὸς ὀρχεῖται ἐξ ἀνδρῶν καὶ γυναικῶν, ὀρχοῦνται δὲ ταύτην παρὰ Πινδάρῳ Λάκωνες. βέλτιστοι δέ εἰσι τῶν τρόπων οἳ καὶ ὀρχοῦνται. εἶσι δὲ οἵδε· προσωδιακοί, ἀποστολικοὶ οἱ καὶ παρθένιοι, εἶσι δὲ καὶ παρὰ βαρβάροις σπουδαῖαι καὶ φαῦλαι ὀρχήσεις, ὡς καὶ παρʼ Ἕλλησιν· κόρδαξ μὲν γὰρ Ἕλλησιν φορτικός, ἡ δʼ ἐμμέλεια σπουδαία, ὡς Ἀρκάσι κίδαρις, Σικυωνίοις δʼ ὁ ἀλητὴρ καὶ Ἰθακησίοις. ἴδιοι δʼ ἦσαν τὸ παλαιὸν καθʼ ἑκάστην ἁρμονίαν αὐλοὶ καὶ ἑκάστῃ ἁρμονίᾳ πρόσφοροι. Πρόνομος δʼ ὁ Θηβαῖος πρῶτος ηὔλησεν ἀπὸ τῶν αὐλῶν τὰς ἁρμονίας· νῦν δʼ εἰκῇ καὶ ἀλόγως ἅπτονται τῆς μουσικῆς.

ὅτι Ἀσωπόδωρος ὁ Φλιάσιος κροταλιζομένου ποτέ τινος αὐλητοῦ αὐτὸς ἔτι ὢν ἐν τῷ ὑποσκηνίῳ· τί τοῦτʼ; εἶπε, δῆλον ὅτι μέγα κακὸν γέγονεν, ὡς σημεῖον ὂν κακοτεχνίας τὸ παρὰ τοῖς ὄχλοις εὐδοκιμεῖν. καίτοι οἱ πλείους τέλος ποιοῦνται τῆς τέχνης τὴν παρὰ τοῖς θεάτροις εὐημερίαν.

ὅτι Ποσειδωνιᾶται οἱ ἐν τῷ Τυρρηνικῷ κόλπῳ τὰ ἐξ ἀρχῆς Ἕλληνες ὄντες καὶ ἐκβαρβαρωθέντες καὶ τὴν φωνὴν μεταβεβλημένοι καὶ τὰ λοιπὰ ἐπιτηδεύματα ἄγουσι μίαν τῶν Ἑλληνικῶν ἑορτῶν, ἐν ᾗ συνιόντες ἀναμιμνῄσκονται τῶν ἀρχαίων ἐκείνων ὀνομάτων καὶ νόμων καὶ ἀπολοφυράμενοι πρὸς ἀλλήλους καὶ ἀποδακρύσαντες ἀπέρχονται. ὅτι Πυθαγόρας οὐ παρέργως μουσικῆς ἥψατο· ὅς γε καὶ τὴν τοῦ παντὸς οὐσίαν διὰ μουσικῆς ἀποφαίνει συγκειμένην. τὸ δʼ ὅλον ἔοικεν ἡ παλαιὰ σοφία τῇ μουσικῇ δεδόσθαι. διὰ τοῦτο θεῶν μὲν Ἀπόλλων, ἡμιθέων δʼ Ὀρφεὺς σοφώτατοι ὅτι μουσικώτατοι καὶ πάντας τοὺς ταύτῃ χρωμένους σοφιστὰς ἀπεκάλουν, ὡς Αἰσχύλος· εἴτʼ οὖν σοφιστὴς καλὰ παραπαίων χέλυν. καὶ Ὅμηρος δὲ διὰ τὸ μεμελοποιηκέναι πᾶσαν αὐτοῦ τὴν ποίησιν ἀφροντιστὶ τοὺς πολλοὺς ἀκεφάλους ποιεῖ στίχους καὶ λαγαρούς, ἔτι δὲ μειούρους. οἱ δὲ μὴ προσάγοντες πρὸς τὰ ποιήματα μελῳδίαν ἐκπονοῦσι τοὺς στίχους ἀριθμοῖς καὶ τῇ τάξει μέτρων, ὡς ἂν μηδεὶς αὐτῶν τοιοῦτος ἔσται ὡς Σόλων, Θέογνις, Φωκυλίδης καὶ ἄλλοι. εἶσι δὲ ἀκέφαλοι οἱ ἐπὶ τῆς ἀρχῆς τὴν χωλότητα ἔχοντες, λαγαροὶ δὲ οἱ ἐν μέσῳ, μείουροι δὲ οἱ ἐπὶ τῆς ἐκβολῆς. συχνοὶ δὲ μελῶν ποιηταὶ παρὰ Λάκωσιν ἐγένοντο πλείστῃ τῇ μουσικῇ χρώμενοι καὶ διατηροῦντες αὐτήν. φησὶ γοῦν Πρατίνας· Λάκων ὁ τέττιξ εὔτυκος εἰς χορόν. ἀπὸ γὰρ τῆς τοῦ βίου σωφροσύνης καὶ αὐστηρίας μετέβαινον ἀσμένως ἐπὶ τὴν μουσικὴν κηλητικὴν οὖσαν. οἳ καὶ τοὺς καθηγουμένους αὐτοῖς τοῦ χοροῦ χορηγοὺς ἐκάλουν καὶ οὐχ ὡς νῦν τοὺς χορούς, ἦν δὲ αὐτοῖς καὶ τὸ χρηστομουσεῖν καὶ μὴ παραβαίνειν τοὺς ἀρχαίους τῆς μουσικῆς νόμους. ὕστερον δὲ γηρασάντων τῶν ἀρχαίων νομίμων ἡ προαίρεσις αὕτη καταλέλυται καὶ τρόποι μουσικῆς φαῦλοι κατεδείχθησαν περιποιούμενοι ἀντὶ μὲν πρᾳότητος μαλακίαν, ἀντὶ δὲ σωφροσύνης ἀκολασίαν καὶ ἄνεσιν. ἔσται δʼ ἴσως τοῦτο μᾶλλον καὶ ἐπὶ πλέον προαχθήσεται, εἰ μή τις ἀγάγῃ πάλιν εἰς τὸ συμφανὲς τὴν πάτριον μουσικήν· τὸ παλαιὸν γὰρ καὶ τῶν ἡρώων τὰς πράξεις διʼ ᾠδῆς ἐποιοῦντο, ὡς ὁ παρʼ Ὁμήρῳ Ἀχιλλεύς. τὸ δʼ ἔθος τοῦτο καὶ παρὰ βαρβάροις ἦν. ὅτε γοῦν Κῦρος ὁ πρῶτος εἰς Πέρσας ἀπεδήμησεν, εὐωχουμένου Ἀστυάγους μετὰ φίλων Ἀγγάρης ὁ ᾠδὸς εἰσκληθεὶς ἄλλα τε ᾖδε καὶ τὸ ἔσχατον εἶπεν ὡς ἀφεῖται εἰς τοὺς Ἕλληνας θηρίον μέγα, θρασύτερον ὑὸς ἀγρίου, ὃ ἐὰν κυριεύσῃ τῶν καθʼ ἑαυτὸν τόπων, πολλοῖς μετʼ ὀλίγον ῥᾳδίως μαχεῖται. ἐρομένου δʼ Ἀστυάγους· ποῖον θηρίον; ἔφη· Κῦρον τὸν Πέρσην. νομίσας οὖν ὀρθῶς αὐτὸν ὑπωπτευκέναι ὅμως οὐδὲν ὤνησεν. οἱ τοὺς τρόπους ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον, φησὶ Φιλέταιρος. ὅτι σαμβύκη ὀξύφθογγος μουσικὸν ὄργανον, χρῶνται δʼ αὐτῷ Πάρθοι καὶ Τρωγλοδύται τετραχόρδῳ ὄντι. καλεῖται δέ τι καὶ πολιορκητικὸν ὄργανον σαμβύκη· καλεῖται δὲ σαμβύκη, ἐπεὶ ὅταν ἐξαρθῇ προσαγόμενον τοῖς τείχεσι, γίνεται σχῆμα νεὼς καὶ κλίμακος ἑνοποιουμένων, ὅμοιον δέ τί ἐστι καὶ τὸ τῆς σαμβύκης· Ῥωμαϊκὸν δʼ ἐστὶ τὸ μηχάνημα. ὅτι ἡ μάγαδις παρὰ μὲν Ἀνακρέοντι κιθάρα ἐστί. φησὶ γάρ· ψάλλω δʼ εἴκοσι χορδαῖσι μάγαδιν ἔχων. Ἴων δʼ ὁ Χῖος ὡς περὶ αὐλῶν λέγει· Λυδός τε μάγαδις αὐλὸς ἡγείσθω βοῆς. καὶ Ἀρίσταρχος δὲ ὁ γραμματικός, ὃν μάντιν ἐκάλει Παναίτιος ὁ Ῥόδιος, φιλόσοφος διὰ τὸ ῥᾳδίως καταμαντεύεσθαι τῆς τῶν ποιημάτων διανοίας, γένος αὐλοῦ φησι τὸν μάγαδιν. καὶ Τρύφων δέ φησιν· ὁ μάγαδις ἐν ταὐτῷ ὀξὺν καὶ βαρὺν φθόγγον ἐπιδείκνυται. ὅτι πέντε γένη αὐλῶν· παρθένιοι, παιδικοί, κιθαριστήριοι, τέλειοι, ὑπερτέλειοι.

ὅτι μαγὰς ὄργανόν ἐστι ψαλτικὸν καὶ τὸ τῇ μαγάδι διαψάλλειν μαγαδίζειν ἐλέγετο. Εὐφορίων δὲ τὴν μάγαδιν φησιν ὀψέ ποτε σαμβύκην μετονομασθῆναι, πλεῖστον δʼ εἶναι τοῦτο τὸ ὄργανον ἐν Μιτυλήνῃ. τὴν δὲ πηκτίδα, ἣν τὴν αὐτὴν εἶναι τῇ μαγάδι Μέναιχμος λέγει, Σαπφὼ εὗρεν. Ἀριστόξενος δὲ τὴν μάγαδιν καὶ τὴν πηκτίδα φησὶ χωρὶς πλήκτρου διὰ ψαλμοῦ παρέχεσθαι τὴν χρείαν. εἶπε δὲ Πίνδαρος τὴν μάγαδιν ψαλμὸν ἀντίφθογγον, διὰ τὸ διὰ δύο γενῶν καὶ διὰ πασῶν ἔχειν τὴν συνῳδίαν ἀνδρῶν καὶ γυναικῶν.

ὅτι Κρέων Φρυγίῳ καὶ Λυδίῳ ἁρμονίᾳ ἐκέχρητο, ὧν ἑκατέρα ἑπτὰ χορδαῖς ἐπεραίνετο, Διογένης δὲ ὁ τραγικὸς διαφέρειν οἴεται πηκτίδα μαγάδιδος λέγων· ψαλμοῖς τριγώνων πηκτίδων ἀντιζύγοις ὁλκοῖς κερκούσῃ μάγαδιν, ἔνθα Περσικῷ νόμῳ ξενωθεὶς αὐλὸς ὁμονοεῖ χοροῖς. Φίλλις δὲ ὁ Δήλιος μουσικὰ ὄργανα καταλέγει ταῦτα· φοίνικες, πηκτίδες, μαγάδιδες, σαμβῦκαι, ἴαμβοι, τρίγωνα, κλεψίαμβοι, σκινδαψοί, ἐννεάχορδα· ἐν οἷς μὲν οὖν, φησί, τοὺς ἰάμβους ᾖδον ἰαμβύκας ἐκάλουν· ἐν οἷς δὲ παρελογίζοντο τὰ τοῦ μέτρου κλεψιάμβους, μαγάδιδας δὲ τὰ διὰ πασῶν καὶ πρὸς ἴσα τὰ μέρη τῶν ᾀδόντων ἡρμοσμένα. ἦν δὲ καὶ βάρβιτος καὶ ἄλλα πλείω τὰ μὲν ἔγχορδα, τὰ δὲ ἔνηχα. ἦν γὰρ δή τινα καὶ χωρὶς τῶν ἐμφυσωμένων καὶ χορδαῖς διειλημμένων ψόφου μόνον ποιητικά, ὡς τὰ κρέμβαλα. ὧν ὅτε τις ἅπτοιτο τοῖς δακτύλοις ποιεῖν λιγυρὸν ψόφον. καὶ τὸ τούτοις κρούειν κρεμβαλίζειν Ἕρμιππός φησι. Δίδυμος δέ φησιν εἰωθέναι τινὰς ἀντὶ λύρας κογχύλια καὶ ὄστρακα συγκρούοντας εὔρυθμον ἦχον ἀποτελεῖν τοῖς ὀρχουμένοις, ὡς Ἀριστοφάνης ἐν Βατράχοις φησίν. Τιμόθεος δὲ ὁ Μιλήσιος δόξας πολυχορδοτέρῳ χρήσασθαι συστήματι τῇ μαγάδι καὶ παρὰ Λάκωσιν εὐθυνόμενος ὡς παραφθείροι τὴν ἀρχαίαν μουσικήν, καὶ μέλλοντός τινος ἐκτέμνειν αὐτοῦ τὰς περιττὰς τῶν χορδῶν, ἔδειξε παρʼ αὐτοῖς Ἀπολλωνίσκον πρὸς τὴν αὐτὴν σύνταξιν ἰσόχορδον λύραν ἔχοντα καὶ ἀφείθη. ὠνομάσθη δὲ μάγαδις ἀπὸ Μάγδιος Θρᾳκός, φησὶ Δοῦρις. Ἀπολλόδωρος δέ· ὃ νῦν, φησίν, ἡμεῖς λέγομεν ψαλτήριον, τοῦτʼ εἶναι μάγαδιν, ὁ δὲ κλεψίαμβος, ἔτι δʼ ὁ τρίγωνος καὶ ὁ ἔλυμος καὶ τὸ ἐννεάχορδον ἀμαυρότερα τῇ χρείᾳ, ὡς Ἀλκμάν· μάγαδιν δʼ ἀποθέσθαι. Σοφοκλῆς· πηκταὶ δὲ λύραι καὶ μαγάδιδες τά τʼ ἐν Ἕλλησι ξόανʼ ἡδυμελῆ. Τελέστης δὲ πεντάχορδον τὴν μάγαδιν ἐμφαίνει· φησὶ γάρ· ἄλλος δʼ ἄλλαν κλαγγὰν ἱεὶς κερατόφωνον ἐρέθιζε μάγαδιν, ἐν πενταράδῳ χορδᾶν ἀριθμῷ χεῖρα καμψίδαυλον ἀναστρωφῶν τάχος. σαμβύκῃ δὲ πρώτη Σίβυλλα ἐχρήσατο, φησὶ Σῆμος, ἣ ὠνομάσθη ἀπὸ Σάμβυκος. Ἀρτέμων δὲ τρίποδος καλουμένου ὀργάνου μέμνηται Πυθαγόρᾳ Ζακυνθίῳ ποιηθέντος, ὃ καί, φησίν, ὀλιγοχρόνιον σχεῖν τὴν ἀκμὴν διὰ τὸ κατὰ τὴν χειροθεσίαν ἐργῶδες καταλυθέν. ἦν δʼ ὅμοιος Δελφικῷ τρίποδι καὶ χρῆσιν τριπλῆν κιθάρας παρείχετο, οὗ οὕτω τὴν χειροθεσίαν εἴθιστο κατοξύνειν Πυθαγόρας ὥστʼ εἴ τις ἀκοῇ μόνον κρίνοι μὴ συνορῶν, νομίζειν τριῶν κιθαριστῶν ἀκούειν διαφόρως ἡρμοσμένων. τριῶν γὰρ οὐσῶν τῷ ὀργάνῳ χωρῶν ἑκάστη χώρα διένειμε τὰς τρεῖς ἁρμονίας. καὶ τοῦτο τὸ ὄργανον θαυμασθὲν ἰσχυρῶς μετὰ τὸν ἐκείνου βίον ἐξέλιπεν εὐθέως, φαντασίαν τε ἔχον ἀστείαν καὶ τὸν ἦχον προσβάλλον ἁδρότερον, ψιλὴν δὲ κιθάρισιν πρῶτος Ἀριστόνικος ὁ Ἀργεῖος εἰσήγαγεν, μετέστησεν δὲ ταύτην πρῶτος Λύσανδρος ὁ Σικυώνιος μακροὺς τόνους ἐντείνας καὶ τὴν φωνὴν εὔογκον ποιήσας καὶ περιελὼν τὴν συντομίαν τὴν ἐν τοῖς ψιλοῖς κιθαρισταῖς χρώματά τε εὔχροα πρῶτος ἐκιθάρισε καὶ τὸ πρᾶγμα αὐξήσας χορὸν περιεστήσατο πρῶτος, φησὶ Φιλόχορος. Τιμόμαχος δέ φησι τὸν Σάμιον Στήσανδρον ἐπὶ πλεῖον αὐξῆσαι τὴν τέχνην, ὃς πρῶτος ἐν Δελφοῖς ἐκιθαρῴδησε τὰς καθʼ Ὅμηρον μάχας ἀρξάμενος ἀπὸ Ὀδυσσείας.

ὥσπερ τῶν ἑξαμέτρων τινὲς ἐπὶ τὸ γελοῖον παρῳδὰς ἐξεῦρον, οὕτω καὶ τῆς κιθαρῳδίας πρῶτος Οἰνώπας, ὃν ἐζήλωσαν καὶ ἄλλοι. καὶ μοχθηρῶν δὲ ᾀσμάτων γεγόνασι ποιηταί, οἳ πρὸς μὲν τὸν ἴδιον χαρακτῆρα εὐπόρουν, τῶν δὲ Τερπάνδρου καὶ Φρύνιδος νόμων οὐδὲ μικρὸν ἐπέψαυον, ὧν εἷς Ἀργᾶς, περὶ οὗ Ἄλεξίς φησιν· Χορόνικος ποιητὴς ᾀσμάτων σεμνῶν πάνυ. τί πρὸς τὸν Ἀργᾶν; ἡμέρας δρόμῳ κρείττων. καὶ Γνήσιππος δὲ παιγνιαγράφος ἦν τῆς ἱλαρᾶς μούσης, περὶ οὗ τίς φησι· Γνήσιππος ἀκούειν νυκτερινὰ εὗρε μοιχοῖς ἀείσματʼ ἐκκαλεῖσθαι γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνα.

ὅτι Ῥωμαίων παισὶν ἔθος ἦν ἐν ταῖς τῶν Κρονίων ἡμέραις ἑστιᾶν τοὺς οἰκέτας, αὐτοὺς τὰς τῶν οἰκετῶν ἀναδεχομένους λειτουργίας. Ἑλληνικὸν δὲ τοῦτο τὸ ἔθος· γίνεται δὲ καὶ ἐν Κρήτῃ τῇ τῶν Ἑρμαίων ἑορτῇ. καὶ ἐν Τροιζῆνι δὲ Γεραιστίῳ μηνί. Λώῳ δὲ μηνὶ ἑκκαιδεκάτῃ ἐν Βαβυλῶνι ἑορτὴ ἄγεται Σακέα καλουμένη ἐφʼ ἡμέρας πέντε, ἐν αἷς ἄρχονται οἱ δεσπόται ὑπὸ τῶν οἰκετῶν ἀφηγουμένου τῆς οἰκίας ἑνὸς αὐτῶν ἐνδεδυκότος στολὴν βασιλικήν, ὃς καλεῖται ζογάνης. Κῷοι δὲ τοὐναντίον· ὅτε Ἥρᾳ θύουσιν, δούλους οὐκ ἐῶσι παραγίνεσθαι ἐπὶ τὰς εὐωχίας. θυσίας δέ ποτε Πελασγοῖς γινομένης ἀνήγγειλέ τις τῷ Πελασγῷ ἀνήρ, ᾧ ὄνομα Πέλωρος, διότι ἐν τῇ Αἱμονίᾳ σεισμῶν γενομένων ῥαγείη τὰ Τέμπη ὄρη ὀνομαζόμενα καὶ διότι διὰ τοῦ διαστήματος ὁρμῆσαν τὸ τῆς λίμνης ὕδωρ ἐμβάλλοι εἰς τὸ τοῦ Πηνειοῦ ῥεῖθρον, καὶ τὴν πρότερον λιμνάζουσαν χώραν πᾶσαν γεγυμνῶσθαι καὶ ἀναξηραινομένων τῶν ὑδάτων πεδία θαυμαστὰ τῷ μεγέθει καὶ τῷ κάλλει ἀναφαίνεσθαι. ἀκούσας οὖν ὁ Πελασγὸς τὴν τράπεζαν ἀφθόνως κεκοσμημένην τῷ Πελώρῳ παρέθετο. καὶ οἱ ἄλλοι δὲ ἕκαστος ὅ τι ἔχοι παρετίθει τῷ ἀπαγγείλαντι, καὶ ὁ Πελασγὸς δὲ καὶ οἱ ἐν ἀξιώματι ὑπηρέτουν, καθότι ἑκάστῳ ὁ καιρὸς παρέπιπτεν. ἐπεὶ δὲ τὴν χώραν κατέσχον, μίμημα τῆς τότε ἑορτῆς θύουσι Διὶ Πελωρίῳ τραπέζας τε κοσμοῦντες προτίθενται καὶ οὕτω φιλάνθρωπον πανήγυριν συντελοῦσιν, ὥστε καὶ τοὺς ξένους ἐπὶ τὴν θοίνην παραλαμβάνειν καὶ τοὺς δεσμώτας λύειν καὶ τοὺς οἰκέτας κατακλίναντας ἑστιᾶν μετὰ παρρησίας, διακονούντων αὐτῶν τῶν δεσποτῶν. καὶ τὸ σύνολον ἔτι καὶ νῦν Θεσσαλοὶ μεγίστην ἑορτὴν ἄγοντες προσαγορεύουσι Πελωρίαν. γράφει ταῦτα Βάτων ὁ Σινωπεὺς καί φησι τὴν Πελωρίαν τὴν Θεσσαλικὴν τὴν αὐτὴν εἶναι τῇ τῶν Σατουρναλίων.

αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. τί γὰρ ποθεῖ τράπεζα; τῷ δʼ οὐ βρίθεται; πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ μόσχων τέρειναι σάρκες χηνεία τε δαὶς καὶ πεπτὰ τοῦ ξανθοπτέρου πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα. ὅτι τὰ τραγήματα ἐπιδορπίσματά τινές φασιν. Δίφιλος· τράγημα, μυρτίδες, πλακοῦς, ἀμυγδάλαι. ἐγὼ δὲ ταῦθʼ ἥδιστά γʼ ἐπιδορπίζομαι. ἐπιφορήματα δὲ ἐκάλουν τὰ μετὰ τὰς μοίρας ἕκαστον τῶν δαιτυμόνων. Ἡρόδοτος· σιτίοις ὀλίγοισι χρέονται, ἐπιφορήμασι δὲ πολλοῖς. τὰ δὲ ἐπιφορήματα Πλάτων ὁ κωμικὸς ἐπιτραπεζώματα καλεῖ, ἐλέγοντο δὲ καὶ τρωγάλια τὰ τραγήματα. Πίνδαρος· δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον. δευτέρας δὲ τραπέζας ἐκάλουν τὰς τῶν τραγημάτων. ὄντως γὰρ ὁ τραγηματισμὸς ἐπιδορπισμός τίς ἐστι καὶ δεῖπνον ἕτερον. καὶ ἦσαν παρὰ τοῖς ἀρχαίοις αἱ δεύτεραι τράπεζαι πολυτελῶς πάνυ μεμεριμνημέναι, ἐν αἷς λαγῷα καὶ κίχλαι καὶ μελίπηκτα καὶ ᾠὰ προσεφέρετο. Ἀντιφάνης οὖν φησιν· οἶνον Θάσιον πίνοις ἄν; εἴ τις ἐγχέαι. πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; εἰρηνικῶς μᾶλλον διʼ ἃς μέλιτι προσπαίζειν δέει. μελίπηκτα δʼ εἴ σοι προσφέρει; τρώγοιμʼ ἄν. ᾠὸν δέ; καταπίνοιμʼ ἄν. Ἄμφις· ἤδη ποτʼ ἤκουσας βίον ἀληλεμένον; τοῦτʼ ἐκεῖνʼ ἔστι σαφῶς· ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ, μύρον, στέφανος. ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας.

οὐ φιλοτραγήμων εἰμί πως ἑκάστοτε, φησὶν Εὔβουλος. Ἄλεξις δὲ τοῦ συμποσίου διατριβήν φησι τὰ τραγήματα, ὥστε ἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας. Ἀπίων δὲ ἐπαίκλιά φησι καλεῖσθαι τὰ μετὰ τὸ δεῖπνον βρώματα.

Ἔφιππος δὲ τραγήματα ἀπαριθμούμενός φησι· κόκκος, ἐρέβινθος, κύαμος, χόνδρος, τυρός, μέλι, σησαμίδες, βρυγμός, μνοῦς, μῆλον, κάρυον, γάλα, κανναβίδες, Διὸς ἐγκέφαλος.

Φιλόξενος δʼ ὁ Κυθήριός φησι· λιπαραυγεῖς πορθμίδας πολλῶν ἀγαθῶν εἰσέφερον γεμούσας, τὰς ἐφημέριοι καλέοντι νῦν τραπέζας, ἀθάνατοι δέ τε Ἀμαλθείας κέρας. ταῖσι δʼ ἐν μέσαις ἐγκαθιδρύθη μέγα χάρμα βροτοῖς, λευκὸς μυελός.

τοῦτον δʼ ἐπαινῶν Ἀντιφάνης φησὶ πολὺ διάφορον εἶναι τῶν ποιητῶν ἰδίοις καὶ κοινοῖς ὀνόμασι πανταχοῦ χρώμενον καὶ μεταβολαῖς καὶ χρώμασιν εὖ κεχρωσμένον. οἱ δὲ νῦν, φησίν, κισσόπληκτα καὶ κρηναῖα καὶ ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασι ποιοῦσιν. ἄγευστος. ἄσπλαγχνος, ἀπλάκουντος, ἀλιβάνωτος, φησὶ Πλάτων ὁ κωμῳδιοποιός.

ὅτι κωμικός τις τῶν Ὑποπλακίων Θηβῶν ἀπέχουσα σταδίους ἓξ Πλακοῦς ἐκαλεῖτο, ὥς φησιν ὁ Σκήψιος Δημήτριος. ὅτι τὸ πλακοῦς ἐκ τοῦ πλακόεις περισπᾶται ὡς τυρόεις τυροῦς, σησαμόεις σησαμοῦς. εἴρηται δὲ κατʼ ἔλλειψιν τοῦ ἄρτος.

ὅτι καλοὺς πλακοῦντας ἐν Παρείῳ τοῦ Ἑλλησπόντου φαγεῖν ἔστιν. Ἄλεξις δὲ ἀπατᾶται τοὺς ἐν Πάρῳ πλακοῦντας νοῶν λέγων· Πάρος δύο τῶν συναπασῶν κάλλιστα φέρει, κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας. Σώπατρος δὲ καὶ τὴν Σάμον πλακουντοποιὸν καλεῖ. Μένανδρος δέ φησί τινας εὐχύτους πλακοῦντας ὀπτούς.

ἄμης πλακοῦντος εἶδος, καὶ τὸ διακόνιον δὲ καὶ ὁ ἀμφιφῶν, ὡς φερεκράτης· διακόνιον ἔπησθεν, ἀμφιφῶντʼ ἔχων. ἐφέρετο δʼ ὁ ἀμφιφῶν εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν καὶ εἰς τὰς τριόδους. οὕτω δὲ καλεῖται, ἐπεὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπικαταλαμβάνεται ἡ σελήνη ἐπὶ ταῖς δυσμαῖς ὑπὸ τῆς τοῦ ἡλίου ἀνατολῆς καὶ ὁ οὐρανὸς ἀμφιφῶς γίνεται.

βασυνίας. ἑφθὸν πύρινον, σταῖς σὺν μέλιτι, ἰσχάσι καὶ καρύοις. ἔθυον δὲ τοῦτον Δήλιοι Ἴριδι.

ἀττανίτϛης ὃν Ἀργεῖοι παρὰ τῆς νύμφης πρὸς τὸν νυμφίον φέρουσιν. ὀπτᾶται δʼ ἐν ἄνθραξι, παρατίθεται δὲ μετὰ μέλιτος.

γλυκίνας. ὁ διὰ γλυκέος καὶ ἐλαίου παρὰ Κρησίν.

ἐμπεμπτάς. πύρινος ἄρτος κοῖλος σύμμετρος, ὅμοιος κρηπῖσιν, εἰς ἃς ἐντίθενται τὰ διὰ κηροῦ πλακούντια.

ἐγκρίδες. πεμμάτιον ἑψόμενον ἐν ἐλαίῳ, εἶτα μελιτούμενον.

ἐπικύκλιος. πλακοῦς Συρακούσιος.

γῦρος. οὗτος τῷ σχήματι μαστοειδής ἐστιν, ὥς φησιν Ἀλκμάν, χρῶνται δʼ αὐτῷ Λάκωνες πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις.

κριμνίτης. ὁ ἀπὸ κρίμνων.

σταιτίτης. ὁ ἐκ σταιτὸς καὶ μέλιτος.

χαρίσιος. πλακοῦς καὶ οὗτος.

νᾶνος. ἄρτος πλακουντώδης διὰ τυροῦ καὶ ἐλαίου σκευαζόμενος.

ψωθία. τὰ ψαθύρια. Ἀπολλόδωρος δὲ τοῦ ἄρτου τὰ ἀποψαυόμενα, ἅ τινες καλοῦσιν ἀτταράγους.

ἴτριον. πέμμα λεπτὸν διὰ σησάμου καὶ μέλιτος γινόμενον.

ἀμόραι. τὰ μελιτώματα τὰ πεπεμμένα.

ταγηνίτης. πλακοῦς ἐλαίῳ τετηγανισμένος ὁ καὶ ταγηνίας.

ἔλαφος. ὁ τοῖς Ἐλαφηβολίοις ἀναπλασσόμενος διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου.

νάστος. ὁ ἔχων ἔνδον καρυκκείας.

χόρια. βρώματα διὰ μέλιτος καὶ γάλακτος γινόμενα.

ἀμορβίτης. Σικελὸς πλακοῦς.

σησαμίδες. ἐκ μέλιτος καὶ σησάμων πεφρυγμένων καὶ ἐλαίου σφαιροειδῆ πέμματα. Εὔπολις· σησαμίδας ὄζει, μῆλα δὲ χρέμπτεται.

ἐχῖνος. Ἀττικὸς καὶ οὗτος πλακοῦς.

κοτυλίσκοι. πλακοῦντες ἐκ τρίτου μέρους τῆς χοίνικος γινόμενοι.

χορῖναι. αὗται ἆθλα τίθενται ταῖς παννυχίσι τῷ διαγρυπνήσαντι.

Χρύσιππος δὲ ὁ Τυανεὺς μυρία εἴδη πλακούντων ἐν τῷ Ἀρτοκοπικῷ καταλέγει βάρβαρα τὰ πλείω.

ἔστι δέ τις καὶ ὀρυζίτης πλακοῦς. ὁ δὲ φθοῖς οὕτω γίνεται· τυρὸν ἐκπιέσας τρῖβε· καὶ ἐμβαλὼν εἰς κόσκινον χάλκεον διήθει, εἶτʼ ἐπίβαλε μέλι καὶ σιλίγνεως ἡμίναν καὶ συμμάλαξον εἰς ἕν.

φλαβιλλίοις, φησί, καινοῖς ἐν οἷς τὸ πῦρ ῥιπίζεται· ταῦτα τὴν αὐτὴν τῷ κοσκίνῳ φησὶ χρείαν, ὅτε κόσκινον μὴ πάρεστιν ἐν τῇ τοῦ τυροκοσκίνου κατασκευῇ.

ὅτι χίδρον οἱ ἑφθοὶ πυροὶ παρὰ Ἀλκμᾶνι καὶ κηρίνη ὀπώρα παρὰ τῷ αὐτῷ τὸ μέλι.

φιλῶ πλακοῦντα θερμόν, ἀχράδας οὐ φιλῶ, χαίρω λαγώοις ἐπʼ ἀμύλῳ καθημένοις. ὅτι ἀπεσθίειν τὸ μὴ ἐσθίειν ὁ κωμικός που Θεόπομπός φησιν. τοῖς βλιτ διαχρῶ τὴν κοιλίαν σκληρὰν ἔχεις· τὰ πετραῖα τῶν ἰχθύων ἀπέσθιε· σημαίνει δὲ καὶ τὸ ἀπό τινος ἐσθίειν· οἴμοι τάλας, δάκνει, δάκνει, ἀπεσθίει μου τὴν ἀκοήν.

φιττάκιʼ ἀκρεμόνεσσιν ἀμυγδαλέοισιν ὅμοια. γράφεται δὲ καὶ βιστάκια. Ποσειδώνιος δὲ ὁ στωικὸς γράφει· φέρει δὲ καὶ τὸ πέρσειον ἡ Ἀραβία καὶ ἡ Συρία καὶ τὸ καλούμενον βιστάκιον· ὃ βοτρυώδη τὸν καρπὸν ἀφίησι λευκοφαῆ ὄντα καὶ μακρόν, παρεμφερῆ τοῖς δακρύοις, ἃ δὴ ῥαγῶν τρόπον ἀλλήλοις ἐπιβάλλει, τὰ δʼ ἔνδον ἐστὶ χλωρὸν καὶ τοῦ κωνίου τῶν στροβίλων ἧττον μὲν εὔχυμον, εὐώδη δὲ μᾶλλον. οἱ δὲ τὰ Γεωργικὰ συγγράψαντες γράφουσιν οὕτως· τὴν μελίαν καὶ τὴν τέρμινθον, ἃ δὴ νῦν πιστάκια οἱ Σύροι καλοῦσιν. καὶ οὗτοι μὲν διὰ τοῦ π πιστάκια ταῦτα ὠνόμασαν, Νίκανδρος δὲ δασέως φιττάκια, Ποσειδώνιος δὲ βιστάκια. Ἀγαθοκλῆς ὁ Κυζικηνὸς μέμνηται φυτοῦ κοννάρου μεγέθει ἴσου πτελέῃ καὶ πεύκῃ, ὃ καρποφορεῖ δὶς τοῦ ἔτους, ἦρος καὶ φθινοπώρου. γλυκὺς δὲ πάνυ ὁ καρπὸς αὐτοῦ, μέγεθος κατὰ φαυλίαν ἐλάαν καὶ τὴν σάρκα καὶ τὸ ὀστέον ταύτῃ προσείκελον, διαλλάσσον δὲ τῇ τοῦ χυμοῦ ἡδονῇ. καὶ τρώγεται ἔτι χλωρὸς ὁ καρπὸς καὶ ἐπὴν αὐανθῇ, ποιοῦσιν ἐξ αὐτοῦ ἄλευρα, καὶ προσφέρονται ταῦτα οὐ μάξαντες οὐδʼ ὕδατι δεύσαντες, ἀλλὰ φαύλως ὁκοῖά περ πέφυκεν. ὅτι ἡ Πελοπόννησος ἀπὸ τῶν ἀπίων Ἀπία ἐκλήθη διὰ τὸ ἐπιδαψιλεύειν ἐν αὐτῇ τὸ φυτόν, φησὶν Ἴστρος. Πάμφιλος δέ φησιν· ἐπιμηλὶς ἀπίου γένος, ἃς Ἀέθλιος ὁμομηλίδας φησίν, οἱ δʼ ἄλλοι ἀκαμηλίδας. Αἰσχυλίδης· ἡ Κέως φέρει κρατίστας κατὰ τὰς ἐν Ἰωνίᾳ καλουμένας ἁμαμηλίδας· εἶσι γὰρ ἀπύρηνοί τε καὶ ἡδεῖαι καὶ γλυκεῖαι. εἶσι δὲ καὶ φωκίδες εἶδος ἀπίων.

λέγονται δέ τινες ῥόαι ἀπύρηνοι καὶ ἕτεραι σκληρόκοκκοι. ὧν τὸ ὑποκοριστικὸν ῥοίδιον ὡς βοίδιον. σίδας δὲ τὰς ῥοιὰς καλοῦσι Βοιωτοί. φησὶ γοῦν Ἀγαθαρχίδης· ἀμφισβητούντων Ἀθηναίων πρὸς Βοιωτοὺς περὶ τῆς χώρας, ἣν καλοῦσι Σίδας, Ἐπαμινώνδας δικαιολογούμενος ἐξαίφνης ἐκ τῆς ἀριστερᾶς μεταλαβὼν κεκρυμμένην ῥόαν καὶ δείξας ἤρετο τί καλοῦσι τοῦτο. τῶν δʼ εἰπόντων· ῥόαν· ἀλλʼ ἡμεῖς, εἶπε, σίδαν — ὁ δὲ τόπος τοῦτʼ ἔχει τὸ φυτὸν ἐν αὐτῷ πλεῖστον, ἀφʼ οὗ ἐξ ἀρχῆς ἐκλήθη — καὶ ἐνίκησεν. ἔστι δέ τι καὶ φυτὸν σίδη ὅμοιον ῥοιᾷ ἐν τῇ περὶ Ὀρχομενὸν λίμνῃ ἐν αὐτῷ τῷ ὕδατι, οὗ τὰ μὲν φύλλα τὰ πρόβατα ἐσθίει, τὸν δὲ βλαστὸν αἱ ὕες· ἱστορεῖ Θεόφραστος.

περὶ δὲ φοινίκων Ξενοφῶν λέγει ἐν δευτέρῳ Ἀναβάσεως ὡς εἰς οἶνόν τε συντελοῦσιν καὶ ὅτι κεφαλαλγεῖς εἰσι. λέγει δὲ περὶ αὐτῶν καὶ Ἡρόδοτος ἐν τῷ δευτέρῳ. περὶ δὲ λωτοῦ ὁ Μεγαλοπολίτης Πολύβιος ἱστορεῖ, αὐτόπτης γενόμενος, εἶναι δένδρον οὐ μέγα, τραχὺ καὶ ἀκανθῶδες, φύλλα ἔχον χλωρὰ ὅμοια ῥάμνῳ, ὁ δὲ καρπὸς αὐτοῦ τὰς μὲν ἀρχὰς ὅμοιός ἐστι καὶ τῇ χρόᾳ καὶ τῷ μεγέθει ταῖς λευκαῖς μυρτίσιν, αὐξόμενος δὲ τῷ μὲν χρώματι γίνεται φοινικοῦς, τῷ δὲ μεγέθει γογγύλαις ἐλαίαις ὅμοιος, πυρῆνα δὲ ἔχει τελέως μικρόν. ἐπὰν δὲ πεπανθῇ, τὸν μὲν τοῖς οἰκέταις μετὰ χόνδρου κόψαντες σάττουσιν εἰς ἀγγεῖα, τὸν δὲ τοῖς ἐλευθέροις ἐξελόντες τὸν πυρῆνα συντιθέασιν. ἔστι δὲ τὸ χρῶμα παραπλήσιον σύκῳ καὶ φοινικοβαλάνῳ, τῇ δὲ εὐωδίᾳ βέλτιον. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτοῦ βρεχομένου καὶ τριβομένου διʼ ὕδατος τὴν γεῦσιν ἡδὺς καὶ ἀπολαυστικός, ᾧ χρῶνται χωρὶς ὕδατος. οὐ δύναται δὲ πλέον μένειν δέκα ἡμερῶν, διὸ καὶ ποιοῦσι κατὰ βραχὺ πρὸς τὴν χρείαν. ποιοῦσι δὲ καὶ ὄξος ἐξ αὐτῶν.

ὅτι Ἀριστοτέλης ἐν τῷ περὶ φυτῶν καὶ τὸν καρπὸν τῶν φοινίκων φοίνικά φησι λέγων· φοινίκων ἐνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν, οἳ δʼ ἀπυρήνους. οἱ δὲ Νικόλαοι φοίνικες οἱ ἀπὸ Συρίας καταγόμενοι ταύτης τῆς προσηγορίας ἔτυχον ὑπὸ τοῦ Σεβαστοῦ αὐτοκράτορος σφόδρα χαίροντος τῷ βρώματι, Νικολάου τοῦ Δαμασκηνοῦ ἑταίρου ὄντος αὐτῷ καὶ πέμποντος φοίνικας συνεχῶς. ἦν δὲ τῶν ἀπὸ περιπάτου Νικόλαος.

ὅτι ἰσχάδες ἐθαυμάζοντο αἱ Ἀττικαί. ἐπὶ γοῦν τῆς βασιλέως τραπέζης πάντων παρατιθεμένων ὅσα γῆ βρώματα φέρει ἧς βασιλεὺς ἄρχει, ξενικοῦ δʼ οὐδενός, εὐνοῦχός τις ἐν τοῖς λοιποῖς τραγήμασιν εἰσήγαγεν ἰσχάδας Ἀττικάς. ὡς δὲ ἐρωτήσας ὁ βασιλεὺς ἐπύθετο ὅτι Ἀττικαὶ εἶεν, ἐκέλευσε τοῖς ἀγορασταῖς, ὡς Δείνων φησίν, ὠνεῖσθαι, ὡς ἂν ἐξουσία γένηται αὐτῶν λαμβάνειν ὅταν θέλῃ καὶ μὴ ἀγοράζῃ. λέγεται δὲ τὸν εὐνοῦχον ἐπίτηδες τοῦτο ποιῆσαι, ἵνʼ αὐτὸν ὑπομνήσῃ τῆς ἐπὶ Ἀθήνας στρατείας. εἰσέβαινον ἰσχάδες, τὸ παράσημον τῶν Ἀττικῶν, καὶ θύμου δέσμαι τινές, φησὶν Ἄλεξις. Λυγγεὺς δʼ· ἐν τοῖς τραγικοῖς πάθεσιν Εὐριπίδην νομίζω Σοφοκλέους οὐδὲν διαφέρειν· ἐν δὲ ταῖς ἰσχάσι τὰς Ἀττικὰς τῶν ἄλλων πολὺ προέχειν. φησὶ δὲ καὶ ταῖς χελιδονίοις ἰσχάσιν ἀντιπαραθεῖναι τὴν γῆν τὰς Βριγινδαρίδας, τῷ μὲν ὀνόματι βαρβαριζούσας, ταῖς δὲ ἡδοναῖς οὐδὲν ἧττον ἐκείνων ἀττικιζούσας. Φιλήμω δὲ Αἰγιλίδας φησὶν εἶναι τὰς καλλίστας ἰσχάδας· Αἴγιλα δʼ εἶναι δῆμον Ἀττικῆς ἀπὸ Αἰγίλου ἥρωος· χελιδονίας δὲ καλεῖσθαι τὰς ἐρυθρομελαίνας ἰσχάδας. Θεόπομπος δὲ τὰς Τιθρασίας ἰσχάδας ἐπαινεῖ. οὕτω δὲ ἦσαν αἱ ἰσχάδες περισπούδαστοι ὡς Ἀμιτροχάτην τὸν Ἰνδῶν βασιλέα γράψαι Ἀντιόχῳ ἀξιοῦντα πέμψαι αὐτῷ γλυκὺν καὶ ἰσχάδας καὶ σοφιστὴν ἀγοράσαντα. καὶ τὸν Ἀντίοχον ἀντιγράψαι· ἰσχάδας καὶ γλυκὺν ἀποστελοῦμέν σοι, σοφιστὴν δʼ ἐν Ἕλλησιν οὐ νόμιμον πωλεῖσθαι, φησὶν Ἡγήσανδρος.

οὐδὲν γλυκύτερον τῶν ἰσχάδων Ἀριστοφάνης φησίν.

ἤσθιον δὲ καὶ πεφωσμένας ἰσχάδας.

ὅτι Ἀσιαγενὲς ὄνομα ἡ σταφυλή.

γενναῖα σῦκα Πλάτων ἐν ὀγδόῳ Νόμων τὰ εὐγενῆ φησιν ἢ τὰ ἐπιγεννημένα οἷον τὰ ἐπεμβεβλημένα. ὁ γὰρ Ἀριστοτέλης καὶ ἐπεμβολάδας ἀπίους ὀνομάζει τὰς ἐγκεκεντρισμένας. τοιαύτη δὲ καὶ ἡ παρὰ τῷ αὐτῷ γενναία σταφυλή. ζημιοῖ δὲ ἐν τούτῳ τῷ λόγῳ Πλάτων τὸν βοτρύων ἢ σύκων γευσάμενον πρὶν ἐλθεῖν τὴν ὥραν τοῦ τρυγᾶν ἀρκτούρῳ σύνδρομον.

ὅτι ἐν Ἀθήναις διηνεγκεῖς ἦσαν αἱ ὀπῶραι, μαρτυρεῖ Ἀριστοφάνης ἐν Εἰρήνῃ. τί οὖν παράδοξον ἱστορεῖ Ἀέθλιος ὁ Σάμιος λέγων· ἐν Σάμῳ σῦκον, σταφυλή, ὁμομηλίς, μῆλα καὶ ῥόδα δὶς τοῦ ἐνιαυτοῦ ἐγένετό ποτε.

Λυγκεὺς τῷ καλουμένῳ, φησίν, Νικοστρατείῳ Ἀττικῷ βότρυϊ τὸν Ἱππώνειον οἱ Ῥόδιοι ἀντεκφέρουσι βότρυν, ὃς ἀπὸ Ἑκατομβαιῶνος μηνὸς ὥσπερ ἀγαθὸς οἰκέτης διαμένει τὴν αὐτὴν ἔχων εὔνοιαν. ἡ πολυαναγνωσία, φησίν. ὅτι τὸ περιστέριον παρὰ πολλοῖς τῶν ἀρχαίων κεῖται. ὅτι Πτολεμαῖος ὁ βασιλεὺς μὴ γεύσασθαι φασιανικοῦ ὄρνιθος ὡμολόγησεν· ἐχρῶντο γὰρ οἱ παλαιοὶ αὐτοῖς ὡς ἀγάλμασιν. ἔστι δέ, ὡς Ἀριστοτέλης φησίν, τῶν ἀρρένων φασιανῶν οὐ κατὰ λόγον ὑπεροχή, ἀλλὰ πολὺ μείζων. ὅτι πολὺ πλῆθος ταώνων ἐν τῇ Ῥώμῃ, ὡς δοκεῖν προμεμαντευμένον τὸν Ἀντιφάνην εἰπεῖν τόδε· τὸν ταὼν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον, σπάνιον ὂν χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων. χρηστὸν δὲ ἄνθρωπον ἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ, ὄψετʼ ἐκ τούτου πονηροὺς πέντε παῖδας γενονότας. καταφαγεῖν τοσοῦτʼ ἀργύριον; οὐδʼ εἰ γάλα εἶχον λαγοῦ, μὰ τὴν γῆν, καὶ ταὼς κατήσθιον. οὐχὶ μανικόν ἐστιν ἐν οἰκίᾳ τρέφειν ταώς, ἐξὸν τουτοισὶ δύʼ ἀγάλματʼ ἀγοράσαι, φησὶν Ἀναξανδρίδης. Ἀντιφάνης δέ φησιν ἐν Ἁλίαις γίνεσθαι πόλει φοίνικας, ἐν Ἀθήναις γλαῦκας. ἡ Κύπρος ἔχει πελείας διφόρους, ἡ δʼ ἐν Σάμῳ Ἥρα τὸ χρυσοῦν ὀρνίθων γένος, τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταώς. ταύτης γὰρ ἦσαν ἱεροὶ καὶ μήποτε πρώτιστοι ἐγένοντο καὶ ἐτράφησαν ἐν Σάμῳ καὶ ἐντεῦθεν εἰς τοὺς ἔξω τόπους διεδόθησαν, ὡς καὶ οἱ ἀλεκτρυόνες ἐν Περσίδι καὶ αἱ καλούμεναι μελεαγρίδες ἐν Αἰτωλίᾳ. διὸ καὶ ἐπὶ τοῦ νομίσματος τῶν Σαμίων ταῶς ἐστιν. ὁ δὲ τόπος ἐν ᾧ αἱ μελεαγρίδες τρέφονταί ἐστιν ἑλώδης. ἔστι δὲ ἄστοργον τὸ ζῷον πρὸς τὰ ἔκγονα, ἔχει δὲ μέγεθος ὄρνιθος γενναίου, τὴν δὲ κεφαλὴν μικρὰν πρὸς τὸ σῶμα καὶ ψιλήν, ἐπʼ αὐτῆς δὲ λόφον σάρκινον, σκληρόν, στρογγύλον, ἐξέχοντα τῆς κεφαλῆς ὡς πάτταλον, καὶ τὸ χρῶμα ξυλοειδές, πρὸς δὲ ταῖς γνάθοις ἀπὸ τοῦ στόματος ἀρξαμένην ἀντὶ πώγωνος μακρὰν σάρκα καὶ ἐρυθροτέραν τῶν ὀρνίθων. τὴν δὲ τοῖς ὄρνισιν ἐπὶ τῷ ῥύγχει κειμένην, ἣν ἔνιοι πώγωνα καλοῦσιν, οὐκ ἔχει· διὸ καὶ ταύτῃ κολοβόν ἐστιν. ῥύγχος δὲ ὀξύτερον ἢ ὄρνις ἔχει. σῶμα ποικίλον, μέλανος ὄντος τοῦ χρώματος ὅλου, πτίλοις λευκοῖς καὶ πυκνοῖς διειλημμένου μείζοσι φακῶν. οὗτοι δʼ εἰσὶν ἐν ῥόμβοις οἱ κυλίσκοι μελαντέροις τοῦ ὅλου χρώματος· διὸ καὶ ποικιλίαν οἱ ῥόμβοι παρέχονται, τοῦ μέλανος ἔχοντος λευκότερον τὸ χρῶμα, τοῦ δὲ λευκοῦ πολὺ μελάντερον. τὰ δὲ πτέρυγας πεποίκιλται πριονώδεσι σχήμασι πυρώδεσι πρὸς ἄλληλα κειμένοις. σκέλη δὲ ἄκεντρα ὅμοια τοῖς ὀρνιθείοις. παραπλήσιαι δέ εἰσιν αἱ θήλειαι τοῖς ἄρρεσι· διὸ καὶ δυσδιάκριτον αὐτῶν τὸ γένος.

Ἀθηναῖοι ταῖς Ὥραις θύοντες, φησὶ Φιλόχορος, οὐκ ὀπτῶσιν, ἀλλʼ ἕψουσι τὰ κρέα, παραιτούμενοι ταύτας ἀπείργειν τὰ περισκελῆ καύματα καὶ τοὺς αὐχμούς, μετὰ δὲ τῆς συμμέτρου θερμασίας καὶ ὑδάτων ὡραίων ἐκτελεῖν τὰ φυόμενα. τὴν μὲν γὰρ ὄπτησιν ἐλάττους παρέχεσθαι ὠφελείας, τὴν δὲ ἕψησιν οὐ μόνον τὴν ὠμότητα περιαιρεῖν, ἀλλὰ καὶ τὰ σκληρὰ μαλάττειν δύνασθαι καὶ τὰ λοιπὰ πεπαίνειν. ἔτι δὲ εὐμενέστερον καὶ ἀκινδυνότερον πεπαίνει τὴν τροφήν. διόπερ ἑφθὸν ἐποπτᾶν οὐ δεῖ, φασίν, οὐδʼ ἐφέψειν. ἀνάλυσιν γὰρ ἔχειν δοκεῖ τοῦ βελτίονος. τὰ δὲ ὀπτὰ κρέα καλεῖται φλογίδες. ὅτι Σάμιοι, φησὶν Ἡγήσανδρος, πλεύσαντες εἰς Σύβαριν καὶ κατασχόντες τὴν Σιρῖτιν χώραν περδίκων ἀναπτάντων καὶ ποιησάντων ψόφον ἐκπλαγέντες ἔφυγον καὶ ἐμβάντες εἰς τὰς ναῦς ἀνέπλευσαν.

ὅτι Σιμωνίδης δειπνῶν παρʼ Ἱέρωνι, οὐ παραθέντος αὐτῷ καθάπερ καὶ τοῖς ἄλλοις ἐπὶ τὴν τράπεζαν λαγωοῦ, ἀλλʼ ὕστερον μεταδιδόντος τοῦ Ἱέρωνος, ἀπεσχεδίασεν· οὐδὲ γὰρ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο, Χαμαιλέων φησίν. ἦν δὲ κίμβιξ ὁ Σιμωνίδης καὶ αἰσχροκέρδης. ἐν Συρακούσαις γοῦν τοῦ Ἱέρωνος ἀποστέλλοντος αὐτῷ τὰ καθʼ ἡμέραν λαμπρῶς πωλῶν τὰ πλείω τῶν πεμπομένων ἐάν τῳ μικρὸν μέρος ἀπετίθετο. ἐρομένου δὲ τὴν αἰτίαν· ὅπως, εἶπεν, ἥ τε Ἱέρωνος μεγαλοπρέπεια καταφανὴς ᾖ καὶ ἡ ἐμὴ κοσμιότης.

ὅτι τὸ οὖθαρ καὶ ὑπογάστριον καλεῖται.

ὅτι σιτιστῶν ὀρνίθων καὶ δελφάκων πολλοὶ μέμνηνται. Σώπατρος· εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔτρυξεν. δέλφαξ τε εὕρηται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. Θεόπομπός φησιν ὅτι Θάσιοι ἔπεμψαν Ἀγησιλάῳ προσιόντι πρόβατα παντοδαπὰ καὶ βοῦς εὖ τεθραμμένους καὶ πέμματα καὶ τραγήματα. ὁ δʼ Ἀγησίλαος τὰ μὲν πρόβατα καὶ τὰς βοῦς ἔλαβε, τὰ δὲ πέμματα καὶ τὰ τραγήματα πρῶτον μὲν οὐδʼ ἔγνω· κατεκεκάλυπτο γάρ· ὡς δὲ κατεῖδεν, ἀποφέρειν αὐτοὺς ἐκέλευεν, εἰπὼν οὐ νόμιμον εἶναι Λακεδαιμονίοις χρᾶσθαι τοιούτοις ἐδέσμασιν. λιπαρούντων δὲ τῶν Θασίων· δότε, φησί, φέροντες ἐκείνοις, δείξας τοὺς ἕλωτας, εἰπὼν ὅτι τούτους δὲ οἶδα φθείρεσθαι τρώγοντας αὐτὰ πολὺ μᾶλλον ἢ αὐτὸν καὶ τοὺς παρόντας Λακεδαιμονίους. ὑβριστικῶς δὲ πάνυ Λακεδαιμόνιοι τοῖς εἵλωσιν ἐχρῶντο, ὡς Μύρων φησὶν ὁ Πριηνεύς, καὶ πᾶν ὑβριστικὸν ἔργον ἐπιτάττουσι. κυνῆν τε γὰρ ἕκαστον φορεῖν ἐπάναγκες ὥρισαν καὶ διφθέραν περιβεβλῆσθαι πληγάς τε τεταγμένας λαμβάνειν κατʼ ἐνιαυτὸν ἀδικήματος χωρίς, ἵνα μήποτε δουλεύειν ἀπομάθωσι. πρὸς δὲ τούτοις εἴ τινες ἀκμάζοιεν τὴν οἰκετικὴν ἐπιφάνειαν, ἐπέθηκαν ζημίαν θάνατον καὶ τοῖς κεκτημένοις ἐπιτίμιον, εἰ μὴ ἐπικόπτοιεν τοὺς ἀνδρουμένους. καὶ παραδόντες αὐτοῖς τὴν χώραν ἔταξαν μοῖραν ἣν αὐτοῖς ἀνοίσουσιν ἀεί.

ὅτι χηνίζειν εἴρηκε Δίφιλος ἐπὶ τῶν αὐλούντων.

ὅτι εὕρηται τὸ ἀλίπαστον κρέας ἐν χρήσει.

ὅτι Σικελίας αὔχημα τροφαλίς· καλοὺς γὰρ ποιεῖ τυρούς. ἔνδοξος δὲ καὶ ὁ στρομιλικός. φησὶ δὲ Δημήτριος ὁ Σκήψιος ὅτι πόλις Ἀχαΐας Στρομίλεια, περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, ὁ προσαγορευόμενος Στρομιλικός. Εὐριπίδης δʼ ὀπίαν καλεῖ τυρὸν τὸν δριμύν, τὸν πηγνύμενον τῷ τῆς συκῆς ὀπῷ. φησὶ γοῦν· καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα.

ὅτι λείψανον τῶν τραγημάτων ἀποτράγημα λέγεται. Εὔπολις οὖν σκώπτων Διδυμίαν τινὰ ἀποτράγημα αὐτὸν εἶπεν ἀλώπεκος ἤτοι ὡς μικρὸν τὸ σῶμα ἢ ὡς κακοήθη καὶ πανοῦργον.

ὅτι τοὺς λεπτοὺς τῶν τυρῶν καὶ πλατεῖς Κρῆτες θηλείας καλοῦσι, φησὶ Σέλευκος· οὓς καὶ ἐν θυσίαις τισὶν ἐναγίζουσιν. πυριέφθα δὲ καλεῖται παρὰ Φιλιππίδῃ τὸ πρῶτον γάλα. πάντα δὲ ταῦτα ἐπιδειπνιάδας ἔλεγον Μακεδόνες. κώθωνος γὰρ ἡδύσματα ταῦτα.

ὅτι δοῦλοι ὀψοποιοὶ παρῆλθον ὑπὸ πρώτων Μακεδόνων τοῦτʼ ἐπιτηδευσάντων ἢ διʼ ὕβριν ἢ διʼ ἀτυχίαν τῶν αἰχμαλισθεισῶν πόλεων. ἐκάλουν δʼ οἱ παλαιοὶ τὸν μὲν πολιτικὸν μάγειρον μαίσωνα, τὸν δʼ ἐκτόπιον τέττιγα. Χρύσιππος δὲ τὸν μαίσωνα ἀπὸ τοῦ μασᾶσθαι οἴεται κεκλῆσθαι, οἷον τὸν ἀμαθῆ καὶ πρὸς γαστέρα νενευκότα, ἀγνοῶν ὅτι Μαίσων γέγονε κωμῳδίας ὑποκριτὴς Μεγαρεὺς τὸ γένος, ὃς καὶ τὸ προσωπεῖον εὗρε τὸ ἀπʼ αὐτοῦ καλούμενον Μαίσωνα. καλοῦνται δὲ καὶ σκώμματα μαισωνικά. μάλιστα γὰρ εἰσάγονται οἱ μάγειροι σκωπτικοί. Φιλήμων οὖν πού φησιν· σφίγγα ἄρρενα, οὐ μάγειρον εἰς τὴν οἰκίαν εἴληφα· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς, ὧν λέγει συνίημι· καινὰ ῥήματα πεπορισμένος γάρ ἐστιν. ὅτι οἱ παλαιοὶ τὸ θύειν δρᾶν ὠνόμαζον. οὕτω δὲ μέγιστον ἦν τὸ τῆς μαγειρικῆς ἀξίωμα ὥστε καὶ Ἀγαμέμνων παρʼ Ὁμήρῳ θύει καὶ Θρασυμήδης ὁ Νέστορος υἱὸς ἀναλαβὼν πέλεκυν κόπτει τὸν βοῦν· οὐ γὰρ ἠδύνατο Νέστωρ διὰ τὸ γῆρας. συνεπόνουν δʼ αὐτῷ καὶ ἄλλοι ἀδελφοί. καὶ παρὰ Ῥωμαίοις οἱ τιμηταί—μεγίστη δὲ αὕτη ἀρχή—τὴν περιπόρφυρον ἐνδεδυκότες καὶ ἐστεφανωμένοι πελέκει τὰ ἱερεῖα κατέβαλλον. Ἰόβας δὲ μάγειρον εἰσάγει φυσιολογοῦντα καὶ λέγοντα ὅτι ἡ μαγειρικὴ τῆς δυσχεροῦς ἀλληλοφαγίας ἡμᾶς ἀπολύσασα ἤγαγʼ εἰς τάξιν τινὰ καὶ τουτονὶ περιῆψεν ὃν νῦν βίον ζῶμεν. ἀλληλοφαγίας γὰρ καὶ κακῶν ὄντων συχνῶν γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος ἔθυσʼ ἱερεῖον πρῶτος, ὤπτησε κρέας. ἴσως δʼ ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν, εἶθʼ αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα ὤπτων θύοντες. ὡς δʼ ἅπαξ τῆς ἡδονῆς ἐμπειρίαν τινʼ ἔλαβον, ἀρχῆς γενομένης ἐπὶ πλεῖόν τινες ηὖξον τὴν μαγειρικὴν τέχνην. ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι τὰ σπλάγχνα τοῖς θεοῖς ὀπτῶσι φλογὶ ἅλας οὐ προσάγοντες· οὐδὲ γὰρ ἦσαν ἔτι εἰς τὴν τοιαύτην χρῆσιν ἐξηυρημένοι. ὡς δʼ ἤρεσεν αὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας προσάγουσιν. οἷς ἐπάγει· καινός ἐστιν οὑτοσὶ Παλαίφατος. οἱ δὲ Ὀψαρτυτικὰ γράψαντες Ἡρακλείδης καὶ Γλαῦκος ὁ Λοκρὸς οὐχ ἁρμόττειν φασὶ τὴν μαγειρικήν, ἀλλʼ οὐδὲ τοῖς τυχοῦσι τῶν ἐλευθέρων. ὁ δὲ νεώτερός που Κρατῖνός φησι· τῆς γῆς ὡς γλυκὺ ὄζει καπνός τʼ ἐξέρχεται εὐωδέστερος; οἰκεῖ τις, ὡς ἔοικε, τῷ χάσματι λιβανωτοπόλης ἢ μάγειρος Σικελικός. παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν;

ὅτι τὸ μῦμα σκευάζεται ἐκ κρεῶν καὶ αἵματος πολλῶν ἀρτυμάτων συνεμβαλλομένων. ἡ δὲ ματτύη Θετταλῶν εὕρεμα, ἐπεχωρίασε δὲ καὶ ἐν Ἀθήναις κατὰ τὴν τῶν Μακεδόνων ἐπικράτειαν. ὁμολογοῦνται δὲ οἱ Θετταλοὶ πολυτελέστατοι Ἑλλήνων γεγενῆσθαι περί τε τὰς ἐσθῆτας καὶ τὴν δίαιταν· ὃ αὐτοῖς αἴτιον ἐγένετο τοῦ κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας. ὠνόμασται δὲ ματτύη ἀπὸ τοῦ μασᾶσθαι, ὥς φησιν ὁ Ἀθηναῖος Ἀπολλόδωρος, ὥσπερ καὶ ἡ μαστίχη. ἡμεῖς δέ φαμεν ἀπὸ τοῦ μάττειν, ἀφʼ οὗ ἡ μᾶζα αὐτὴ καὶ ἡ παρὰ Κυπρίοις καλουμένη μαγίς, καὶ τὸ ἄγαν τρυφᾶν ὑπερμαζᾶν. κατʼ ἀρχὰς μὲν οὖν τὴν κοινὴν καὶ δημοτικὴν ταύτην τροφὴν τὴν ἐκ τῶν ἀλφίτων μᾶζαν ἐκάλουν καὶ μάττειν τὸ παρασκευάζειν αὐτήν. ὕστερον δὲ ποικίλαντες τὴν ἀναγκαίαν τροφὴν ἀκολάστως καὶ περιέργως μικρὸν παραγαγόντες τοὔνομα τῆς μάζης ματτύην ὠνόμαζον πᾶν τὸ πολυτελὲς ἔδεσμα, καὶ ματτυάζειν τὸ παρασκευάζειν αὐτό, εἴτε ἰχθὺς εἴη εἴτε ὄρνις εἴτε λάχανον εἴτε ἱερεῖον εἴτε σπερμάτιον. ἐν γοῦν τῷ Ἀλέξιδος μαρτυρίῳ πρόσκειται τῷ ματτυάζειν τὸ λέπεσθαι εἰς δήλωσιν τῆς ἀκολάστου παρασκευῆς. φησὶ γάρ· προπόσεις πίνετε, λέπεσθε, ματτυάζετε. τῷ δὲ λέπεσθαι χρῶνται Ἀθηναῖοι ἐπʼ ἀσελγοῦς καὶ φορτικῆς διʼ ἀφροδισίων ἡδονῆς. κοινὸν δὲ ὄνομα πάντων τῶν πολυτελῶν ἡδυσμάτων τὴν ματτύην ἀποφαίνει Ἀρτεμίδωρος.

Μάχων δὲ ὁ Σικυώνιος κωμικὸς οὐκ ἐδίδαξεν Ἀθήνησι τὰς κωμῳδίας αὐτοῦ, ἀλλʼ ἐν Ἀλεξανδρείᾳ. ἦν δʼ ἀγαθὸς ποιητὴς εἴ τις ἄλλος τῶν μετὰ τοὺς ἑπτά· διὸ ὁ γραμματικὸς Ἀριστοφάνης συνεσχόλασεν αὐτῷ νέος ὤν. οὗτός φησιν· ἥδιον οὐδέν ἐστί μοι τῆς ματτύης, τοῦτʼ εἴτε πρῶτοι Μακεδόνες τοῖς Ἀττικοῖς κατεδίδαξαν ἡμῖν εἴτε πάντες οἱ θεοί· οὐκ οἶδα πλήν ἐστί γε μουσικωτάτου τινός. ὕστατον δὲ καὶ ἐπὶ πᾶσιν εἰσεφέρετο, Νικόστρατός φησιν.

Μόλπις δʼ ὁ Λάκων τὰ παρὰ τοῖς Σπαρτιάταις ἐπαίκλια, ὅ ἐστι τὰς ἐπιδειπνίδας, ματτύας φησὶ παρὰ τοῖς ἄλλοις λέγεσθαι. ὁ δὲ κυνικὸς Μένιππός φησι· πότος ἦν ἐπικωμασάντων τινῶν καὶ ματτύην ἐκέλευσεν εἰσφέρειν Λάκαινά τις· καὶ εὐθέως περιεφέρετο περδίκια ὀλίγα καὶ χήνεια ὀπτὰ καὶ τρύφη πλακούντων. τὸ δὲ τοιοῦτον δεῖπνον οἱ μὲν Ἀττικοὶ προσηγόρευον ἐπιδόρπισμα, οἱ δὲ Δωριεῖς ἐπαίκλιον, τῶν δʼ ἄλλων Ἑλλήνων οἱ πλεῖστοι ἐπίδειπνα.

Εἴ μοι τὸ Νεστόρειον εὔγλωττον μέλος Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός, κατὰ τὸν Εὐριπίδην. τὸ ἀπὸ βαλανείου καθάρσεως ἕνεκεν τοῦ στομάχου πίνοντες ἄμυστιν ἀποβλύζειν ὁ Ἰουλιήτης Ἐρασίστρατος ἀποτρέπεται ἐπιτιμῶν τοῖς τοῦτο ποιοῦσιν, βλαπτικὸν ὀφθαλμῶν τὸ ἐπιχείρημα δεικνύων καὶ τῆς κάτω κοιλίας ἐπισχετικόν. εἰ μὴ ἰατροί, φησίν, ἦσαν, οὐδὲν ἂν ἦν τῶν γραμματικῶν μωρότερον. ὅτι ἡ τῶν κοττάβων εὕρεσις Σικελική ἐστι παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν. καὶ ἡ λατάγη δὲ Σικελικόν ἐστιν ὄνομα. λατάγη δʼ ἐστὶ τὸ ὑπολειπόμενον ἀπὸ τοῦ ποθέντος ποτηρίου ὑγρόν, ὃ συνεστραμμένῃ τῇ χειρὶ ἄνωθεν ἐρρίπτουν οἱ παίζοντες εἰς τὸ κοττάβιον. Θεσσαλοὶ δὲ καὶ Ῥόδιοι λατάγην τὸν ἀπὸ τῶν ποτηρίων κότταβον λέγουσι. κότταβος δʼ ἐκαλεῖτο καὶ τὸ τιθέμενον ἆθλον τοῖς νικῶσιν ἐν τῷ πότῳ. Εὐριπίδης· οἱονεὶ πυκνοῖς δʼ ἔβαλλον Βακχείου τοξεύμασιν κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν ἐγὼ ʼτετάγμην, ἆθλα κοττάβων διδούς. ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ὃ ἔβαλλον τὰς λατάγας. ἐκαλοῦντο δὲ καὶ κατακτοί τινες κότταβοι. ἔστι δὲ λυχνία ἀναγόμενα πάλιν τε συμπίπτοντα. Εὔβουλος· τίς ἂν λάβοιτο τοῦ Σικελοῦ κάτω θέμενος· ἄνω γὰρ ὥσπερ κοττάβιον αἴρομαι. Ἀντιφάνης· κότταβος τὸ λυχνίον ἐστί· πρόσεχε τὸν νοῦν· ᾠὰ μὲν πέντε νικητήριον. κοτταβίῃ τίνα τρόπον; ἐγὼ διδάξω καθʼ ὅσον ἄν· τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα—ποίαν; τοῦτο τοὐπικείμενον ἄνω τὸ μικρόν· τὸ πινακίσκιον λέγεις; τοῦτʼ ἔστι πλάστιγξ— οὗτος ὁ κρατῶν γίνεται. πῶς δʼ εἴσεταί τις τοῦτο; ἂν τύχῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἐστὶ πάνυ πολύς. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης; καὶ μετʼ ὀλίγα φησίν· δεῖ καρκινοῦν τοὺς δακτύλους οἶνόν τι μικρὸν ἐγχέαι καὶ μὴ πολύν· ἔπειτʼ ἀφήσεις. τίνα τρόπον; βλέπε τοιοῦτον. Πόσειδον, ὡς ὑψοῦ σφόδρα. οὕτω ποιήσεις. ἀλλʼ ἐγὼ μὲν σφενδόνῃ οὐκ ἂν ἐφικοίμην αὐτό γε. ἀλλὰ μάνθανε. ἀγκυλοῦντα γὰρ δεῖ σφόδρα τὴν χεῖρα εὐρύθμως πέμπειν τὸν κότταβον. καὶ παρὰ Πλάτωνι παρακελεύεται τῷ Ἡρακλεῖ μὴ σκληρὰν ἔχειν τὴν χεῖρα μέλλοντα κοτταβίζειν. ἐκάλουν δʼ ἀπʼ ἀγκύλης τὴν τοῦ κοττάβου πρόεσιν διὰ τὸ ἀπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τοῖς ἀποκοτταβισμοῖς. οἳ δὲ ποτηρίου εἶδος τὴν ἀγκύλην φασί. καὶ λέγονται δέ τινες κότταβοι ἀγκυλητοί. ἆθλον δὲ τῷ προεμένῳ τὸν κότταβον ᾠὰ καὶ πεμμάτια καὶ τραγήματα. ἕτερον δʼ ἐστὶν εἶδος παιδιᾶς τῆς ἐν λεκάνῃ. αὕτη διʼ ὕδατος πληροῦται ἐπινεῖ τε ἐπʼ αὐτῆς ὀξύβαφα κενά, ἐφʼ ἃ βάλλοντες τὰς λατάγας ἐκ καρχησίων ἐπειρῶντο καταδύειν· ἀνῃρεῖτο δὲ τὰ κοττάβια ὁ πλείω καταδύσας. λέγονται δὲ καὶ κότταβοι. Εὐριπίδης· πολὺς δὲ κοσσάβων ἀραγμός.

ὁ δὲ πυραμοῦς ἐδίδοτο τοῖς διαγρυπνήσασι καὶ πεμμάτιά τινα ἐν ταῖς παννυχίσιν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες. διωνομάζοντο δὲ ταῦτα χαρίσια ἀναιρουμένων αὐτὰ χαρᾶς. Εὔβουλος· εἶτʼ εὐθὺς ἐξεπήδησα πέττουσα τὸν χαρίσιον. ἐκ τῶν ἀποθετῶν τοῖς Ὁμηρίδαις ἀνασπάσας, φησίν, τὰ κοττάβια. ὅτι Διονύσιος ὁ ῥήτωρ καὶ ποιητὴς Χαλκοῦς ἐκλήθη διὰ τὸ συμβουλεῦσαι Ἀθηναίοις χαλκῷ νομισμάτων χρήσασθαι.

ὅτι τῶν ἐρωμένων, ἐὰν ἐλύθη ὁ στέφανος, ἐρᾶν ἐλέγετο· καὶ ἦν σημεῖον τοῦ καὶ τὸν τοῦ ἤθους κόσμον περιηρῆσθαι τοὺς τοιούτους. ὁ δʼ ἐκ τοῦ στεφάνου κόσμος οὐδὲν ἔχων μόνιμον σημεῖόν ἐστι πάθους ἀβεβαίου μὲν κεκαλλωπισμένου δέ. τοιοῦτος δʼ ὁ ἔρως· οὐδένες γὰρ μᾶλλον τῶν ἐν τῷ ἐρᾶν ὄντων καλλωπίζονται. εἰ μὴ ἄρα ἡ φύσις οἱονεί τι δαιμόνιον δικαίως βραβεύουσα τῶν πραγμάτων ἕκαστον οἴεται δεῖν τοὺς ἐρῶντας μὴ στεφανοῦσθαι πρὶν κρατήσουσι τοῦ ἔρωτος· τοῦτο δʼ ἐστὶν ὅταν κατεργασάμενοι τὸν ἐρώμενον ἀπαλλαγῶσι τῆς ἐπιθυμίας. τὴν ἀφαίρεσιν οὖν τοῦ στεφάνου σημεῖον τοῦ ἔτι ἐν τῷ διαγωνίζεσθαι εἶναι ποιούμεθα. ἢ ὁ Ἔρως αὐτὸς οὐκ ἐῶν καθʼ αὑτοῦ στεφανοῦσθαι καὶ ἀνακηρύττεσθαι τῶν μὲν τὸν στέφανον περιαιρεῖ, τοῖς δὲ λοιποῖς ἐνδίδωσιν αἴσθησιν μηνύων ὡς ἡττῶνται ὑπʼ αὐτοῦ· διὸ ἐρᾶν οἱ λοιποὶ τοὺς τοιούτους φασίν. ἢ ὅτι λύεται μὲν πᾶν τὸ δεδεμένον, ὁ δὲ ἔρως στεφανουμένων τινῶν δεσμός ἐστιν — οὐθένες γὰρ ἄλλοι τῶν δεδεμένων περὶ τὸ στεφανοῦσθαι σπουδάζουσι πλὴν οἱ ἐρῶντες — τὴν τοῦ στεφάνου δήλωσιν, σημεῖον τοῦ περὶ τὸν ἔρωτα δεσμοῦ νομίζοντες ἐρᾶν φασι τοὺς τοιούτους; ἢ διὰ τὸ πολλάκις τοὺς ἐρῶντας διὰ τὴν πτοίησιν, ὡς ἔοικε, στεφανουμένους περιρρεῖν αὐτῶν τὸν στέφανον ἀντιστρέφει ὁμοίως τῇ ὑπονοίᾳ τὸ πάθος, ὡς οὐκ ἄν ποτε τοῦ στεφάνου ἀνάλυσιν καταδεδεμένων τινῶν εἶναι νομίζοντες ἐρᾶν φασι τοὺς τοιούτους· καταδέδενται γὰρ οἱ ἐρῶντες. εἰ μὴ ἄρα διὰ τὸ κατεστέφθαι τῷ ἔρωτι τοὺς ἐρῶντας οὐκ ἐπίμονος αὐτῶν ὁ στέφανος γίνεται· χαλεπὸν γὰρ ἐπὶ μεγάλῳ καὶ θείῳ στεφάνῳ μικρὸν καὶ τὸν τυχόντα θεῖναι. ὅτι Πλάτων ἐν ζʹ Νόμων πρόβλημα προβάλλει στεφανωτικὸν λέγων· μήλων τινῶν καὶ στεφάνων διανομαὶ πλείοσιν ἅμα καὶ ἐλάττοσιν ἁρμοττόντων τῶν ἀριθμῶν τῶν αὐτῶν. ἔστι δʼ ὃ λέγει τοιοῦτον· ἕνα βούλεσθαι ἀριθμὸν εὑρεῖν, ᾧ ἕως τοῦ τελευταίου εἰσελθόντος πάντες ἕξουσιν ἤτοι μῆλα ἢ στεφάνους. φημὶ οὖν τὸν τῶν ἑξήκοντα ἀριθμὸν εἰς ἓξ συμπότας δύνασθαι τὴν ἰσότητα πληροῦν. οἶδα γὰρ ὅτι οὐκ ἐξῆν συνδειπνεῖν τῶν πέντε γε πλείους. ὁ γοῦν ἑξήκοντα ἀριθμὸς εἰς ἓξ συμπληρωθέντος τοῦ συμποσίου ἄρξεται οὕτως. εἰσῆλθεν εἰς τὸ συμπόσιον ὁ πρῶτος καὶ ἔλαβε στεφάνους ἑξήκοντα· ἐπεισελθόντι τῷ δευτέρῳ δίδωσι τοὺς ἡμίσεις καὶ ἑκατέρῳ γίνεται τριάκοντα. τῷ τρίτῳ ἐπεισελθόντι συνδιαιρούμενοι τοὺς πάντας ἀνὰ εἴκοσι ἔχουσι. τετάρτῳ πάλιν ὁμοίως κοινωνήσασιν ἐκ δεκαπέντε γίνονται. πέμπτῳ δὲ ἐκ δωδέκα καὶ τῷ ἕκτῳ ἐκ δέκα. καὶ οὕτως ἰσότης ἀναπληροῦται τῶν στεφάνων.

οὐκ ἐγὼ τὰς ἐκ τῶν βίων ἀκάνθας ὥσπερ σὺ ἀναγινώσκων ἐκλέγω, ἀλλὰ τὰ χρησιμώτατα καὶ ἀκοῆς ἄξια.

ὅτι καὶ λύγοις ἐστεφανοῦντο οἱ ἀρχαῖοι. ἀγροίκων δʼ ἐστὶ στεφάνωμα ὁ λύγος. ἔστι δʼ ἐπʼ αὐτῷ ἀπεραντολογία τις μυθική, ἣν οὐκ ἀνάγκη ἐκθεῖναι, πλὴν ὅτι Κᾶρες τούτῳ ἐστεφανώθησαν πρῶτοι· ἁρπασάντων γὰρ ἐκ Σάμου Τυρρηνῶν εἴδωλον Ἥρας καὶ παρὰ τὴν ἠιόνα καταγαγόντων καὶ διὰ δέος ἐασάντων ἐκεῖ καὶ φυγόντων, οἱ περὶ Σάμον Κᾶρες ἅτε βάρβαροι ὑπονοήσαντες αὐτομάτως ἀποδεδρακέναι πρός τι λύγου θωράκιον ἀπερεισάμενοι καὶ τοὺς εὐμηκεστάτους κλάδους ἐπισπασάμενοι περιείλησαν αὐτὸ παντόθεν· διὸ παρεκελεύσατο αὐτοῖς Ἀπόλλων κατὰ τὸ παραπλήσιον ἔθος στεφανώματι χρῆσθαι τῇ λύγῳ, ἀτόπῳ καὶ εἰς πλέγματα ἐπιτηδείῳ δεσμῷ, καὶ καταδεῖν τὴν ἑαυτῶν κεφαλὴν τοῖς κλάδοις, οἷς αὐτοὶ κατέλαβον τὴν θεόν. καταλῦσαι δὲ καὶ τἆλλα γένη τῶν στεφάνων ἐπέταξε χωρὶς τῆς δάφνης· ταύτην δὲ αὐτὸς ἔφη τοῖς τὴν Ἥραν θεραπεύουσι μόνοις ἀπονέμειν δῶρον. τοῖς δὲ χρησθεῖσιν ἐκ τῆς μαντείας ...

ὅτι Λακεδαιμόνιοι καλάμῳ στεφανοῦνται ἐν τῇ τῶν Προμαχίων ἑορτῇ.

Ἀρίσταρχος δὲ ὁ Κῖός φησιν ὅτι οἱ ἀρχαῖοι διὰ τοὺς περὶ τὸν οἶνον πόνους τῶν κεφαλαλγιῶν δεσμοὺς εὕρισκον τοὺς τυχόντας, τῆς τῶν κροτάφων συνδέσεως ὠφελεῖν δοκούσης· οἱ δʼ ὕστερον ἅμα τῷ κροτάφῳ προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ περὶ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον. βέλτιον δὲ διὰ τὸ πάσας τὰς αἰσθήσεις ἐν τῇ κεφαλῇ εἶναι ταύτην στεφανοῦσθαι ἢ διὰ τὸ συμφέρειν ἐσκεπάσθαι καὶ συνδεδέσθαι τοὺς κροτάφους πρὸς τὸν οἶνον. ἐστεφανοῦντο δὲ καὶ τὸ μέτωπον ὡς ὁ καλὸς Ἀνακρέων ἔφη· ἐπὶ δʼ ὀφρύσι σιλίνων στεφανίσκους θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν Διονύσῳ. ἐστεφανοῦντο δὲ καὶ τὰ στήθη καὶ ἐμύρουν ταῦτα, ἐπεὶ αὐτόθι ἡ καρδία. ἐκάλουν δὲ καὶ οἷς περιεδέοντο τὸν τράχηλον στεφάνους ὑποθυμιάδας. Ἀνακρέων· πλεκτὰς δʼ ὑποθυμιάδας περὶ στήθεσι λωτίνας ἔθεντο. Αἰσχύλος δέ φησιν ὅτι ἐπὶ τιμῇ τοῦ Προμηθέως τὸν στέφανον περιτίθεμεν τῇ κεφαλῇ, ἀντίποινα τοῦ ἐκείνου δεσμοῦ. Ἀριστοτέλης δὲ ἐν τῷ Συμποσίῳ φησὶ διὰ τοῦτο ἐν θυσίαις στεφανοῦσθαι ὅτι οὐδὲν κολοβὸν προσφέρομεν θεοῖς, ἀλλὰ τέλεια καὶ ὅλα. τὸ δὲ πλῆρες τέλειον. τὸ δὲ στέφειν πλήρωσίν τινα σημαίνει. Ὅμηρος· κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο. καί· θεὸς μορφὴν ἔπεσι στέφει. τοὺς γὰρ τὴν ὄψιν ἀμόρφους ἀναπληροῖ ἡ τοῦ λέγειν πιθανότης· ἔοικεν οὖν ὁ στέφανος τοῦτο ποιεῖν βούλεσθαι. διὸ καὶ περὶ τὰ πένθη τοὐναντίον παρασκευάζομεν. ὁμοπαθείᾳ γὰρ τοῦ κεκμηκότος κολοβοῦμεν ἡμᾶς κουρᾷ τε τριχῶν καὶ στεφάνων ἀφαιρέσει. Φιλωνίδης δέ φησιν ἐκ τῆς Ἐρυθρᾶς θαλάσσης ὑπὸ Διονύσου μετενεχθείσης εἰς τὴν Ἑλλάδα τῆς ἀμπέλου καὶ πρὸς ἄμετρον ἀπόλαυσιν τῶν πολλῶν ἐκτρεπομένων ἄκρατόν τε προσφερομένων αὐτόν, οἳ μὲν μανιωδῶς παρέπαιον, οἳ δὲ νεκροῖς ἐῴκεσαν ἀπὸ τῆς καρώσεως. ἐπʼ ἀκτῆς δέ τινων πινόντων ἐπιπεσὼν ὄμβρος τὸ μὲν συμπόσιον διέλυσεν, τὸν δὲ κρατῆρα, ὃς εἶχεν ὀλίγον οἶνον ὑπολελειμένον, ἐπλήρωσεν ὕδατος. γενομένης δʼ αἰθρίας εἰς τὸν αὐτὸν ὑποστρέψαντες τόπον, γευσάμενοι τοῦ μίγματος προσηνῆ καὶ ἄλυπον ἔσχον ἀπόλαυσιν. διὸ Ἕλληνες τῷ μὲν παρὰ δεῖπνον ἀκράτῳ προσδιδομένῳ τὸν Ἀγαθὸν ἐπιφωνοῦσι Δαίμονα, τιμῶντες τὸν εὑρόντα Διόνυσον. τῷ δὲ μετὰ δεῖπνον πρώτῳ κεκραμένῳ προσδιδομένῳ ποτηρίῳ Δία Σωτῆρα ἐπιλέγουσι τῆς ἐκ τοῦ μίγματος ἀλύπου κράσεως τὸν καὶ τῶν ὄμβρων ἀρχηγὸν αἴτιον ὑπολαβόντες. ἐδέησαν οὖν βοηθημάτων τοῖς ἐν τῷ πότῳ κεφαλὴν ἐπιθλιβῶσιν, ἦν δὲ δεσμὸς ἐξ αὐτῶν προχειρότατος καὶ τῆς φύσεως ἐπὶ τοῦτο ὁδηγούσης. ἀλγήσας γάρ τις κεφαλήν, ὥς φησιν Ἀνδρέας, εἶτα πιέσας καὶ κουφισθεὶς εὗρε κεφαλαλγίας δεσμὸν φάρμακον. τούτῳ οὖν βοηθήματι πρὸς τοὺς πότους χρώμενοι τοῖς παραπίπτουσι τὴν κεφαλὴν ἐδέσμευον· καὶ ἐπὶ τὸν κίσσινον στέφανον ἦλθον αὐτόματόν τε καὶ πολὺν ὄντα, ἔχοντα καὶ πρόσοψιν οὐκ ἀτερπῆ, χλωροῖς πετάλοις καὶ κορύμβοις σκιάζοντα τὸ μέτωπον καὶ τοὺς ἐν τῷ σφίγγειν τόνους ὑπομένοντα, προσέτι δὲ ψύχοντα χωρὶς ὀδμῆς καρούσης. καὶ ταύτῃ μοι δοκεῖ Διονύσῳ ὁ βίος ἀνεῖναι τὸ στέφος, τῷ εὑρέτῃ τοῦ πόματος καὶ τῶν διʼ αὐτὸ ἐλασσωμάτων ἀλεξητῆρι βουλομένῳ εἶναι. ἐντεῦθεν δʼ εἰς ἡδονὴν τραπέντες τὸ μὲν τοῖς ἐκ μέθης παραβοηθοῦν ἐλαττώμασιν ἀφῆκαν, τοῦ δὲ πρὸς ὄψιν ἢ πρὸς ὀσμὴν ἐπιτερποῦς ἐφρόντισαν. διὸ μυρσίνης στέφανον στύφοντα καὶ τὴν οἴνων ἀναθυμίασιν ἀποκρουόμενον, ἔτι δὲ ῥόδινον ἔχοντά τι καὶ κεφαλαλγίας παραγορητικὸν σὺν τῷ καὶ κατὰ ποσὸν ψύχειν, πρὸς δὲ τοῖς δάφνινον οὐκ ἀλλότρια πότου ἡγητέον. λευκόιον δὲ κινητικὸν ὄντα κεφαλῆς καὶ ἀμαράκινον καὶ ἅπαντας τοὺς καροῦν δυναμένους ἢ βαρύνειν ἄλλως κεφαλὴν παραιτητέον.

ὅτι ὁ Ναυκρατίτης στέφανος ἐκ μυρρίνης ἐκ μύθου σχὼν τὴν ἀρχήν. οἱ γὰρ πρῶτοι τοῦτον στεφανωσάμενοι ἐκ μυρρίνης αὐτὸν περιέθεντο ἐκ ξηρᾶς ἀναθηλασάσης καινῶς ἐν Ναυκράτει πόλει Ἀφροδίτης τάχα βουλῇ· προσφιλὴς δὲ αὕτη τοῖς Ναυκρατίταις. γελοῖοι οὖν οἱ λέγοντες Ναυκρατίτην στέφανον τὸν ἐκ τῆς βύβλου τῆς στεφανωτρίδος καλουμένης παρʼ Αἰγυπτίοις καὶ ἐκ ῥόδων. τίνα γὰρ ὠφέλειαν ἢ ἡδονὴν ἔχει τὸ βύβλῳ στεφανοῦσθαι μετὰ ῥόδων πλὴν εἰ μή τι οἱ τούτοις χαίροντες στέφονται ὁμοῦ σκορόδοις καὶ ῥόδα. παμπόλλους δὲ οἶδα λέγοντας τὸν ἐκ τῆς σαμψύχου στέφανον εἶναι τὸν Ναυκρατίτην· πολὺ δὲ τὸ ἄνθος τοῦτο κατὰ τὴν Αἴγυπτον. διάφορος δὲ γίνεται κατὰ τὴν ὀδμὴν ἡ ἐν Αἰγύπτῳ μυρρίνη παρὰ τὰς ἐν ἄλλαις χώραις, ὡς Θεόφραστος ἱστορεῖ. στεφάνους τεμόντες ἀγγέλους εὐφημίας, φησὶ Χαιρήμων. ὅτι πρῶτος παρʼ Ἕλλησι στέφανος ὠνομάσθη, ὥς φησι Σῆμος, τὸ παρὰ μὲν ἡμῖν στέφανος, παρὰ δέ τισι στέμμα προσαγορευόμενον. ὅτι στεφάνων γένος ἡ ὑπογλωττίς. ἐκ παντὸς ἄν τις πράγματος δισσῶν λόγων ἀγῶνα θεῖτʼ ἄν, εἰ λέγειν εἴη σοφός, Εὐριπίδης φησίν.

ὅτι ἐν Ἀλεξανδρείᾳ καλεῖταί τις στέφανος Ἀντινόειος γινόμενος ἐκ τοῦ αὐτόθι λωτοῦ· φύεται δʼ οὗτος ἐν λίμναις θέρους ὥρᾳ, καί εἰσιν αὐτοῦ χροιαὶ δύο, ἣ μὲν τῷ ῥόδῳ ἐοικυῖα, ἐξ οὗ πλεκόμενος στέφανος κυρίως Ἀντινόειος καλεῖται· ὁ δʼ ἕτερος λώτινος καλεῖται, κυανέαν ἔχων τὴν χροιάν. Παγκράτης δέ τις ποιητὴς ἐπιχώριος Ἀδριανῷ τῷ αὐτοκράτορι ἐπιδημήσαντι τῇ Ἀλεξανδρείᾳ μετὰ πολλῆς τερατείας ἐπέδειξε τὸν ῥοδίζοντα λωτόν, φάσκων αὐτὸν δεῖν καλεῖν Ἀντινόειον, ἀναπεμφθέντα ὑπὸ τῆς γῆς ὅτε τὸ αἷμα ἐδέξατο τοῦ Μαυρουσίου λέοντος, ὃν κατὰ τὴν πλησίον τῇ Ἀλεξανδρείᾳ Λιβύην ἐν κυνηγίῳ καταβεβλήκει ὁ Ἀδριανός, μέγα χρῆμα ὄντα καὶ πολλῷ χρόνῳ κατανεμηθέντα πᾶσαν Λιβύην, ἧς καὶ πολλὰ ἀοίκητα ἐπεποιήκει οὗτος ὁ λέων. ἡσθεὶς οὖν ἐπὶ τῇ τῆς εὐνοίας εὑρέσει καὶ κανότητι τὴν ἐν Μουσῶν αὐτῷ σίτησιν ἔχειν ἐχαρίσατο. ὅτι τὰ φυλλώδη πάντα ὑπὸ τῶν Ἀθηναίων στεφανώματα λέγονται.

ὁ ἄνω ῥηθεὶς Παγκράτης οὐκ ἀγλαφύρως που εἴρηκεν· οὔλην ἕρπυλλον, λευκὸν κρίνον ἠδʼ ὑάκινθον πορφυρέην λευκοῦ τε χελιδονίοιο πέτηλα καὶ ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον ζεφύροισιν· οὔπω γὰρ φύεν ἄνθος ἐπώνυμον Ἀντινόοιο.

πυλεών. οὕτω καλεῖται στέφανος ὃν τῇ Ἥρᾳ περιτιθέασιν Λάκωνες.

Σέλευκος δὲ ἑλλωτίδα φησὶ τὸν ἐκ μυρρίνης πλεκόμενον στέφανον, ὄντα τὴν περίμετρον πηχῶν εἴκοσι, πομπεύειν τε ἐν τῇ ἑορτῇ τῶν Ἑλλωτίων Κορινθόθι ἐπὶ Εὐρώπῃ, ἣν ἐκάλουν Ἑλλωτίδα.

στέφανοι δέ τινες καλοῦνται Θυρεατικοὶ παρὰ Λακεδαιμονίοις ὑπόμνημα τῆς ἐν Θυρέᾳ νίκης.

μελιλωτίνων δὲ στεφάνων μνημονεύει Ἄλεξις. Φιλήτας δέ φησι ὑποθυμίδας Λεσβίους καλεῖν μυρσίνης κλῶνα περὶ ὃν πλέκειν ἴα καὶ ἄνθη.

ἦν δέ τις καὶ κυλιστὸς καλούμενος στέφανος. Εὔβουλος· κυκλούμενος ὥσπερ τις κυλιστὸς στέφανος. Νίκανδρος δʼ ὁ Θυατειρηνός· ἐκκυλίσιοι, φησί, στέφανοι καὶ μάλιστα οἱ ἐκ ῥόδων· εἶεν δʼ ἂν οἱ ἁδροί. ὁ τὰ ἐν τοῖς βιβλίοις οὐ μόνον ἀπόρρητα ἐκλέγων, φησί, ἀλλὰ καὶ διορύττων.

ὅτι Πλάτων τοὺς γαστριμαργίας καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων θανόντας οἴεται ἐνδύεσθαι.

ὅτι Ἀσκληπιάδης στέφανόν τινα στρούθιόν φησιν ἀετροφόρητον, λεπτότατον, ἀπὸ τοῦ στρουθίου ἄνθους, ὃ τῇ μὲν ὄψει ἐστὶ καλόν, ἄοσμον δέ.

ὅτι πόθου ἄνθους μέμνηται Θεόφραστος λέγων· θερινὰ δὲ ἥ τε λυχνὶς καὶ τὸ κρίνον καὶ ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος. ἔστι δὲ ὁ πόθος καλούμενος. οὗτος δέ ἐστι διττός, ὃ μὲν ἔχων ἄνθος ὅμοιον ὑακίνθῳ, ὁ δʼ ἕτερος ἄχρως, εὔλευκος, ᾧ χρῶνται πρὸς τοὺς τάφους. εἶσι δὲ παρʼ Ἀλεξανδρεῦσιν ἑλικτοὶ στέφανοι. Χαιρήμων· κισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ στεφάνων ἑλικτῶν.

ὅτι Ἄμασις ἰδιώτης ὢν καὶ τῶν τυχόντων τὸν πρῶτον βίον, διὰ στεφάνου δωρεάν, ὃν ἔπεμψεν ἀνθέων περικαλῶν πλεξάμενος Πατάρμιδι Αἰγύπτου βασιλεῖ ἐπὶ δεῖπνον ἐκλήθη. εἶτα τῶν φίλων εἷς γεγονὼς καὶ στρατηγὸς Αἰγυπτίων ἐκπεμφθεὶς ἐβασίλευσε, διὰ τὸ τοῦ Πατάρμιδος μῖσος ἀποφανθεὶς βασιλεύς.

συνθηματιαίων δὲ στεφάνων ἠργολαβημένων καὶ ἐκδοσιμαίων μέμνηται Ἀριστοφάνης.

Ἀπίων δέ φησι τὸν στέφανον πάλαι χορωνὸν καλεῖσθαι ἀπὸ τοῦ τοὺς χορευτὰς ἐν τοῖς θεάτροις αὐτῷ χρῆσθαι.

στεφανωματικὰ δὲ ἄνθη καταλέγει Θεόφραστος ἄλλα τε καὶ δὴ τάδε· ἴον, Διὸς ἄνθος, ἴφυον, φλόγα, ἡμεροκαλλές. πρῶτόν τε ἀνθέων ἐκφαίνεσθαί φησι τὸ λευκόιον, εἶτα νάρκισσον, τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ ὕστερον μὲν φαίνεται, πρῶτον δὲ παύεται.

ὅτι ἑλίχρυσον τὸ ἄνθος ἀπὸ τῆς πρώτης δρεψαμένης Ἑλιχρύσης νύμφης ἔσχε τὸ ὄνομα. κρίνα δέ φησι Θεόφραστος εἶναι καὶ πορφυρανθῆ. Φιλῖνος δὲ τὸ κρίνον ὑφʼ ὧν μὲν λείριον, ὑφʼ ὧν δὲ ἴον καλεῖσθαί φησιν. Κορίνθιοι δὲ αὐτὸ ἀμβροσίαν καλοῦσιν, φησὶ Νίκανδρος ἐν Γλώσσαις.

ἀμάρακον δέ τινες τὸν σάμψιχον καλοῦσιν, ἱστορεῖ Διοκλῆς.

Ἱκέσιος δὲ τὸ λευκόιόν φησι μεσότητά τινα ἔχειν ἐν τῷ στύφειν, ἀρίστην δʼ εὐωδίαν ἔχειν καὶ δυναμένην τέρπειν, ἀλλὰ πρὸς ὀλίγιστον. τὸ δὲ μέλαν τὴν μὲν αὐτὴν θεωρίαν ἔχει, εὐῶδες δʼ ἐστὶ πολὺ μᾶλλον.

Ἴων δέ φησιν ὅτι τὸ ἴον Ἰάδες τινὲς νύμφαι Ἴωνι ἐχαρίσαντο πρώτῳ· ὅθεν καὶ ἐκλήθη. τὸν δὲ νάρκισσον Θεόφραστος καλεῖσθαί φησι καὶ λείριον. καὶ ἀκακαλλὶς δὲ ὁ νάρκισσος καλεῖται καὶ κρόταλον. τὸ δὲ ἡμεροκαλλὲς ἄνθος τὴν μὲν νύκτα μαραίνεται, ἅμα δʼ ἡλίῳ ἀνιόντι θάλλει. ἕρπυλλον δὲ τὴν ἀγρίαν, φησὶ Θεόφραστος, μετακομίζοντες φυτεύουσι καὶ Ἀθηναῖοι ἐξ Ὑμηττοῦ, ἐν Θρᾴκῃ δὲ ὄρη πλήρη ἐστί, καλεῖται δὲ καὶ ζυγίς, ὥς φησι Φιλῖνος.

ἡ λυχνὶς ἐκ τῶν Ἀφροδίτης λουτρῶν φύεται, ὅτε Ἡφαίστῳ συγκοιμηθεῖσα λούεται, Ἀμερίας φησίν. ἡ δὲ ἶρις ἀνθεῖ θέρους μόνη τε τῶν Εὐρωπαίων ἀνθῶν εὔοσμός ἐστιν. ἀρίστη δέ ἐστιν ἐν Ἰλλυριοῖς τοῖς ἀνῳκισμένοις τῆς θαλάσσης. τὰ δὲ ἄνθη ταύτης λύκοι λέγονται διὰ τὸ ἐμφερῆ εἶναι λύκου χείλεσιν. περὶ δὲ Ἄλπεις λίμνην τινά φησιν εἶναι Νικόλαος πολλῶν σταδίων, ἧς περὶ τὸν κύκλον πεφυκέναι διʼ ἔτους ἄνθη ἥδιστα καὶ εὐχρούστατα ὅμοια ταῖς καλουμέναις κάλχαις, ὧν Ἀλκμὰν μέμνηται· ῥαδινᾶν πετάλοισι καλχᾶν. τῶν δὲ ῥόδων κατὰ Θεόφραστον διαφοραὶ πολλαί· τὰ μὲν γὰρ πεντάφυλλα, τὰ δὲ δωδεκάφυλλα, περὶ δὲ Φιλίππους ἔνια ἑκατοντάφυλλα. λαμβάνοντες δὲ ἐκ τοῦ Παγγαίου φυτεύουσιν· ἐκεῖ γὰρ γίνονται πολλά. εὐώδη δὲ μᾶλλον τὰ πεντάφυλλα, εὐοσμότατα δὲ τὰ ἐν Κυρήνῃ, διὸ καὶ τὸ μύρον ἥδιστον. καὶ τῶν ἴων δὲ καὶ τῶν ἄλλων ἀνθέων ἄκρατοι καὶ θεῖαι αἱ ὀσμαί, διαφερόντως δὲ ἡ τοῦ κρόκου. Ἀρκάδες δὲ τὸ ῥόδον εὐόμφαλον καλοῦσιν ἀντὶ τοῦ εὔοσμον. Ἀπολλόδωρος δὲ ἄνθος τι ἀναγράφει φιλάδελφον καλούμενον κατὰ τὴν Παρθενικὴν χώραν προσφόρως οὕτω κληθεῖσαν· ἐπειδὰν γὰρ ἐκ διαστήματος αὐτομάτως κράδαι συμπέσωσιν, ἐμψύχῳ περιπλοκῇ μένουσιν ἡνωμέναι καθάπερ ἀπὸ ῥίζης μιᾶς καὶ τὸ λοιπὸν ἀνατρέχουσι καὶ ζωοφυτοῦσιν.

Νίκανδρος ἀκανθοβόλον που τὸ ῥόδον φησί, τὸ δὲ σισύμβριον ὀσμηρόν, τὰς δʼ ἀνεμωνίδας τηλόθεν ἀστραπτούσας ὀξυτέρῃσιν ἐφελκομένας χροιῇσιν. χωρίζει δὲ καὶ τὸ χελιδόνιον τῆς ἀνεμώνης, οἰομένων τινῶν ταὐτὰ εἶναι. Θεόφραστος δέ φησι τὸ ἡλιοτρόπιον διανθήσεις λαμβάνειν, συνακολουθοῦν τοῖς ἄστροις, τὸ χελιδόνιον δὲ ἅμα τῇ χελιδόνι ἀνθεῖν. καὶ θήσειον δέ τι ἄνθος Τιμαχίδας ἀναγράφει, ἀφʼ οὗ καὶ τὸν Ἀριάδνης καλούμενον στέφανον πεπλέχθαι.

ὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δʼ ὑάκινθον, καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς· ὦ φιλῶν μὲν ἀμάρακον, προσκυνῶν δὲ σέλινα, γελῶν δʼ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων, ἔγχει κἀπιβόα παίων, ὡς νόμος ἐστίν, Φερεκράτης φησίν.

μᾶζαν χαριτοβλέφαρον Εὔβουλός πού φησιν. ὅτι ἔξοινον Ἄλεξις τὸν μέθυσόν φησιν. φορεῖτε, μασσέτω τις, ἐγχείτω βαθὺν κρητῆρα· ὁδʼ ἀνὴρ οὐ πρὶν ἂν φάγοι καλῶς ὅμοια καὶ βοῦς ἐργάζεται, φησὶ Σοφοκλῆς.

σύνδειπνος ἢ ʼπίκωπος ἢ μαζαγρέτας αἰδοῖ τραπεζεύς, ἀκρατέα νηδὺν ἔχων, φησὶν Ἀριστίας. ὅτι Ἄλεξις μέμνηται χυδαίων στεφάνων ἤτοι χύδην πεπλεγμένων.

ὅτι Ξενοφῶν ἐν τῷ Συμποσίῳ μύρου εἰσενεχθέντος παράγει Σωκράτην λέγοντα· μηδαμῶς· ὡς γάρ τοι ἐσθὴς ἄλλη μὲν γυναικεία, ἄλλη δʼ ἀνδρεία, οὕτω καὶ ὀσμὴ ἄλλη μὲν γυναικί, ἄλλη δὲ ἀνδρὶ πρέπει. καὶ γὰρ ἀνδρὸς μὲν δήπου ἕνεκα ἀνδρῶν οὐδεὶς μύρῳ χρίσεται, αἵ γε μὴν γυναῖκες ἄλλως τε ἂν νύμφαι τύχωσιν οὖσαι. εἶτα προϊὼν ἐπάγει· καὶ ὁ θαυμασιώτατος δέ φησι Χρύσιππος τὴν ὀνομασίαν λαβεῖν τὰ μύρα ἀπὸ τοῦ μετὰ πολλοῦ μόρου καὶ πόνου ματαίου γίνεσθαι. Λακεδαιμόνιοί τε ἐξελαύνουσι Σπάρτης τοὺς τὰ μύρα κατασκευάζοντας ὡς διαφθείροντας τοὔλαιον· καὶ τοὺς τὰ ἔρια δὲ βάπτοντας ὡς ἀφανίζοντας τὴν λευκότητα τῶν ἐρίων. Σόλων δὲ ὁ σοφὸς κεκώλυκε διὰ τῶν Νόμων τοὺς ἄνδρας μυροπωλεῖν· νῦν δὲ τῶν ἀνθρώπων, φησὶ Κλέαρχος, οὐχ αἱ ὀσμαὶ μόνον, ἀλλὰ καὶ αἱ χροιαὶ τρυφερὸν ἔχουσαί τι συνεκθηλύνουσιν τοὺς μεταχειριζομένους. ὑμεῖς δὲ οἴεσθε τὴν ἁβρότητα χωρὶς ἀρετῆς ἔχειν τι τρυφερόν; καίτοι Σαπφώ, γυνὴ πρὸς ἀλήθειαν οὖσα καὶ ποιήτρια, ὅμως ᾐδέσθη τὸ καλὸν τῆς ἁβρότητος ἀφελεῖν.

Κλέαρχος δὲ Ἀφροδίτην Ἡδονήν τινα οὖσαν δαίμονα μύρῳ ἀλειφομένην παράγει καὶ κατοπτριζομένην, τὴν δὲ Ἀθηνᾶν Φρόνησιν οὖσαν καὶ Νοῦν καὶ Ἀρετὴν ἐλαίῳ χρωμένην καὶ γυμναζομένην.

ὅτι αἱ ἐν τῷ ἐγκεφάλῳ ἡμῶν αἰσθήσεις ὀδμαῖς ἡδείαις παρηγοροῦνται ἔτι τε θεραπεύονται. Ἄλεξις οὖν· ὑγείας μέρος μέγιστον, φησίν, ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν. καὶ ὁ ἀνδρειότατος δὲ καὶ πολεμικὸς Ἀλκαῖος ἔφη· κὰδ δὲ χεύατο μύρον ἁδὺ κὰτ τῶ στήθεος ἄμμι. καὶ Ἀνακρέων· συρίγγων κοιλότερα στήθεα χρισάμενος μύρῳ. τὰ στήθεα παρακελευόμενος μυροῦν, ἐν οἷς ἐστιν ἡ καρδία, ὡς καὶ ταύτης παρηγορουμένης δηλονότι τοῖς εὐώδεσι. τοῦτο δʼ ἔπρασσον οὐ μόνον τῆς εὐωδίας κατὰ φύσιν ἀπὸ τοῦ στήθους ἀναφερομένης ἐπὶ τὴν ὄσφρησιν, ἀλλὰ καὶ διὰ τὸ νομίζειν ἐν τῇ καρδίᾳ τὴν ψυχὴν καθιδρῦσθαι, ὡς Πραξαγόρας καὶ Φυλότιμος οἱ ἰατροὶ παραδεδώκασιν. καὶ Ὁμήρῳ δὲ ἐν πολλοῖς τόποις ἔοικεν ἡ τοιαύτη δόξα ἀρέσκειν. θυμῷ δʼ οὔ τις φαιδρὰ χορεύει τάρβους θυγάτηρ, φησὶ Σοφοκλῆς.

Πλάτων φησὶ τὸν τῶν ὅλων δημιουργὸν τὴν τοῦ πλευμόνος φύσιν τῇ καρδίᾳ παραθεῖναι, πρῶτον μὲν μαλακὴν καὶ ἄναιμον, εἶτα σήραγγας ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵνʼ ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ πολλάκις ἁλλομένη τὸν παλμὸν εἰς ὑπεῖκον καὶ μαλακὸν ποιῆται.

στέφανοι οἱ περικείμενοι τῷ στήθει ὑποθυμιάδες καλοῦνται, οὐκ ἀπὸ τοῦ τὴν ψυχὴν θυμὸν καλεῖσθαι, ὥς τινες ἀξιοῦσιν, ἀλλʼ ἀπὸ τῆς τῶν ἀνθῶν ἀναθυμιάσεως.

ὅτι τῷ τοῦ μύρου ὀνόματι πρῶτος Ἀρχίλοχος κέχρηται.

μύρρα δὲ ἡ σμύρνα παρʼ Αἰολεῦσιν, ἀφʼ ἧς τὰ πολλὰ τῶν μύρων ἐσκευάζετο καὶ ἥ γε στακτὴ καλουμένη διὰ μόνης ταύτης. Ὅμηρος δὲ μύρων μὲν χρῆσιν οἶδεν, ἔλαια δʼ αὐτὰ καλεῖ μετʼ ἐπιθέτου· δροσόεντι δʼ ἔχριεν ἐλαίῳ. λέγει δέ τι καὶ τεθυωμένον. καὶ Ἀφροδίτη δὲ Ἕκτορα ῥοδόεντι ἔχριεν ἐλαίῳ. γίνεται δὲ ἶρις μὲν Ἤλιδι καὶ Κυζίκῳ χρηστοτάτη, ῥόδινον δὲ μύρον κράτιστον ἐν Φασήλιδι καὶ Νεαπόλει καὶ Καπύῃ, κρόκινον δὲ ἐν Σόλοις τοῖς Κιλικίοις καὶ Ῥόδῳ, νάρδινον δὲ ἐν Ταρσῷ, οἰνάνθη δὲ ἀρίστη ἡ Κυπρία καὶ Ἀδραμυτηνή, ἀμαράκινον δὲ Κῷον καὶ μήλινον. κύπρινον δὲ προκέκριται τὸ ἐν Αἰγύπτῳ. μετώπιον δὲ καὶ Μενδήσιον κάλλιστον ἐν Αἰγύπτῳ· σκευάζεται δὲ τὸ μετώπιον ἐξ ἐλαίου τοῦ ἀπὸ τῶν πικρῶν καρύων. οἱ δὲ χορηγοῦντες, φησὶν Ἡρόφιλος, καὶ ἡ ὕλη καὶ οἱ τεχνῖται τὸ χρηστότατον ποιοῦσι μύρον, οὐχ οἱ τόποι. Ἔφεσός τοι πρότερον τοῖς μύροις διέφερε, καὶ μάλιστα ἐν τῷ μεγαλλίῳ, νῦν δʼ οὔ. ἤκμασε δὲ καὶ τὰ ἐν Ἀλεξανδρείᾳ διὰ πλοῦτον καὶ τὴν Βερενίκης καὶ Ἀρσινόης σπουδήν. οἰνάνθινον δὲ ἐν Ἀδραμυττίῳ πάλαι μὲν ἐγίνετο μέτριον, ὕστερον δὲ πρῶτον διὰ Στρατονίκην τὴν Εὐμενοῦς. ἡ δὲ Συρία τὸ πρῶτον χρηστὰ πάντα παρείχετο, καὶ μάλιστα τὸ τήλινον, νῦν δʼ οὔ. ἐν Περγάμῳ πάλαι μέν, νῦν δʼ οὔ, μυρεψοῦ τινος ἐκπονήσαντος ἐσκευάσθη τὸ παρʼ οὐδενί πω γεγονὸς λιβανώτινον μύρον. μύρον δὲ χρηστὸν μύρῳ εὐτελεῖ ἐπιχεόμενον ἐπιπολῆς μένει. χείρονι δὲ μέλιτι μέλι χρηστὸν ἐπιχεόμενον εἰς τὸ κάτω βιάζεται.

Ἱκέσιός φησι· τῶν μύρων ἃ μέν ἐστι χρίσματα, ἃ δὲ ἀλείμματα. καὶ ὅτι τὸ μήλινον εὐστόμαχόν ἐστι καὶ ληθαργικοῖς χρήσιμον. τὸ δὲ οἰνάνθινον εὐστόμαχον ὂν καὶ τὴν διάνοιαν ἀπαραπόδιστον φυλάσσει. σαμψύχινον δὲ καὶ ἑρπύλλινον ἐπιτήδεια πρὸς πότον, τὸ δὲ τήλινον γλυκύ ἐστι καὶ ἁπαλόν. τὸ δὲ λευκόινον εὐῶδες καὶ σφόδρα πεπτικόν. Θεόφραστος δέ φησι μύρα ἀπʼ ἀνθέων μὲν ῥόδινον, λευκόινον, σούσινον — καὶ γὰρ τοῦτʼ ἐκ τῶν κρίνων —, ἀπὸ φύλλων δὲ τὸ μύρρινον καὶ οἰνάνθινον· αὕτη δʼ ἐν Κύπρῳ φύεται ὀρεινὴ καὶ πολύγονος, ἐν δὲ Ἑλλάδι γίνεται διὰ τὸ ἄοσμον· διὰ δὲ ῥιζῶν τὸ ἴρινον, νάρδινον, ἀμαράκινον ἐκ τοῦ κόστου. οὕτω δʼ ἦν τοῖς πάλαι ἡ τῶν μύρων χρῆσις περισπούδαστος ὡς ἐπίστασθαι ποῖόν τι ἑκάστῳ τῶν μελῶν ἡμῶν ἐστιν ἐπιτήδειον, οἷον τὸ Αἰγύπτιον μὲν κατʼ Ἀντιφάνην τοῖς ποσὶν ἡμῶν καὶ τοῖς σκέλεσι, φοινίκινον γνάθοις καὶ τιτθίοις, σισύμβρινον βραχίοσιν, ἀμαράκινον ὀφρύσι καὶ κόμῃ.

παρὰ πολλοῖς δὲ τῶν κωμῳδιοποιῶν ὀνομάζεταί τι μύρον βάκκαρις. Ἱππῶναξ· βακκάρει τὰς ῥῖνας ἤλειφον· ἔστι δʼ οἵη περ κρόκος. Ἴων δὲ Σαρδιανὸν κόσμον εἴρηκε τὸ μύρον· ἡδυπαθεῖς γὰρ οἱ Λυδοί. λυδοπαθῆ γοῦν Ἀνακρέων τὸν ἡδυπαθῆ καλεῖ. Αἰσχύλος δὲ καὶ Ἀριστοφάνης ἔοικε διαστέλλειν τὴν βάκκαριν τοῦ μύρου, λέγοντες Αἰσχύλος μέν· ἠλειφόμην μύροισι καὶ βακκάρι, Ἀριστοφάνης δέ· λουόμενός μοι μύρου καὶ βακκάριδος. βρενθείου δὲ μύρου μνημονεύει Φερεκράτης, βασιλείου δὲ Σαπφώ, ἅμα δὲ καὶ βρενθείου· φησὶ γάρ· βρενθείῳ βασιληίῳ. Πολέμων δὲ πλαγγόνιόν τι μύρον καλεῖ παρʼ Ἠλείοις ἀπὸ Πλαγγόνος. Σωσίβιος δὲ τὸ μεγάλλιον ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου ἢ Ἀθηναίου. τὸ χρίσασθαι δὲ τοιούτῳ ἀλείμματι μυρίσασθαι εἴρηκεν Ἀλκαῖος· μυρώμασι μέντοι, οὐ μυρίσμασιν ἔλεγον. μύρον δὲ καὶ ἡ σάγδα. Εὔπολις· σάγδαν ἐρρυγγάνοντα· εἴρηται δὲ ἐπὶ ἄγαν χλιδῶντος. Θεόδωρος δὲ θυμίαμά τί φησιν αὐτὸ εἶναι. παμπόλλου δʼ ἐπιπράσκετο Ἀθήνησιν ἡ τοῦ μύρου κοτύλη. οὐ μόνον δὲ οἱ Σαρδιανοὶ φιλόμυροι, ὡς Ἄλεξις· ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος, ἀλλὰ καὶ αὐτοὶ Ἀθηναῖοι οἱ πάντων τῶν καλλίστων εἰσηγηταὶ τῷ τῶν ἀνθρώπων βίῳ γενόμενοι οὐκ ἀπείχοντο τῆς τούτων χρήσεως. Ἄλεξις οὖν παίζων φησίν· οὐ γὰρ ἐμυρίζετʼ ἐξ ἀλαβάστου, πρᾶγμά τι γινόμενον ἀεί, κρονικόν, ἀλλὰ τέσσαρας περιστερὰς ἀφῆκεν βεβαμμένας εἰς οὐχὶ ταὐτὸν μύρον, ἰδίᾳ δʼ ἑκάστην. πετόμεναι δʼ αὗται κύκλῳ ἔρραινον ἡμῶν θαἰμάτια, τὰ στρώματα. φησὶ Μυρωνίδης τὴν ἀφορμὴν τοῦ τὴν κεφαλὴν ἐν τοῖς πότοις λιπαίνειν ἐντεῦθεν γενέσθαι· τοῖς αὐχμῶσι γὰρ τὰς κεφαλὰς εἰς τὸ μετέωρον ἕλκεσθαι τὸ λαμβανόμενον. διὸ τῶν πυρετῶν διακαιόντων τὰ σώματα τέγγουσι τὴν κεφαλὴν ἐπιβρέγμασιν, ἵνα μὴ πρὸς τὸ ξηρόν, ταύτῃ δὲ καὶ πολύκενον, τὰ παρακείμενα ὁρμὴν λαμβάνει. τοῦτο δὴ λογισάμενοι καὶ ἐπὶ τῶν πότων τὴν εἰς τὸ μετέωρον τῶν οἴνων φορὰν ὑποπτεύσαντες ἐπεσπάσθησαν κεφαλὰς λιπαίνειν, ὡς ἐλάσσονος βίας γενησομένης, εἰ ταύτην προτέγξαιεν. προστιθεὶς δʼ ὁ βίος ἀεὶ τοῖς χρειώδεσι τὰ εἰς ἀπόλαυσιν ἄγοντα ἐπὶ τὴν τῶν μύρων χρῆσιν ὥρμησαν. χρηστέον οὖν παρὰ πότον μύροις τοῖς ἐλάχιστα καροῦν δυναμένοις, τοῖς στύφουσιν δὲ καὶ ψύχουσιν ἐπʼ ὀλίγον. ζητεῖ δʼ ὁ πολυμαθέστατος Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς Προβλήμασι· διὰ τί οἱ μυριζόμενοι πολιώτεροι; ἢ ὅτι τὸ μύρον διὰ τὰ ἀρώματα ξηραντικόν ἐστι, διὸ καὶ αὐχμηροὶ οἱ μυριζόμενοι· ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ. εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτʼ ἔνδεια θερμοῦ, ἡ ξηρότης μαραίνει. διὸ καὶ τὰ πιλία θᾶττον ποιεῖ πολιούς· ἐκπίνεται γὰρ ἡ οἰκεία τῆς τριχὸς ὑγρότης.

Ποσειδώνιος δέ φησιν· ἐν Συρίᾳ ἐν τοῖς βασιλικοῖς συμποσίοις ὅταν τοῖς εὐωχουμένοις δοθῶσιν οἱ στέφανοι, εἰσίασί τινες μύρων Βαβυλωνίων ἔχοντες ἀσκίδια καὶ πόρρωθεν ἐκ τούτων περιπορευόμενοι τοὺς στεφάνους τῶν κατακειμένων δροσίζουσι μύροις, ἄλλο μηδὲν ἔξωθεν παραρραίνοντες. Δράκων ὁ Κερκυραῖος ἱστορεῖ· Ἴανον λόγος διπρόσωπον γεγονέναι, τὸ μὲν ὀπίσω, τὸ δʼ ἔμπροσθεν ἔχοντα πρόσωπον. οὗτος εὗρε πρῶτος, φησί, στέφανον καὶ σχεδίας καὶ πλοῖα καὶ νόμισμα χαλκοῦν πρῶτος ἐχάραξεν. διὸ τῶν κατὰ Ἑλλάδα καὶ Ἰταλίαν καὶ Σικελίαν πολλαὶ πόλεις ἐπὶ τοῦ νομίσματος ἐνεχάραττον πρόσωπον δικέφαλον καὶ ἐκ θἀτέρου μέρους ἢ σχεδίαν ἢ στέφανον ἢ πλοῖον. διέπλευσε δὲ οὗτος εἰς Ἰταλίαν μειζόνων ὀρεγόμενος καὶ ᾤκησε τὸ πλησίον Ῥώμης ὄρος τὸ ἀπʼ αὐτοῦ Ἰανοῦκλον ὀνομασθέν. Θεόφραστος δέ φησι τὸν ἄκρατον τὸν ἐπὶ τῷ δείπνῳ διδόμενον, ὃν λέγουσιν Ἀθηναῖοι Δαίμονος εἶναι πρόποσιν, ὀλίγον τε προσφέρουσιν, ὥσπερ ἀναμιμνήσκοντες τῇ γεύσει τὴν τοῦ Διονύσου δωρεάν, καὶ τὴν ἰσχὺν αὐτοῦ καὶ μετὰ τὴν πλήρωσιν διδόασιν, ὅπως ἐλάχιστον ᾖ τὸ πινόμενον· καὶ τρίτον προσκυνήσαντες λαμβάνουσιν ἀπὸ τῆς τραπέζης, ὥσπερ ἱκετείαν ποιούμενοι μηδὲν ἀσχημονεῖν. Φιλόχορος δέ φησι καὶ θέσμιον τεθῆναι προσφέρεσθαι μετὰ τὰ σιτία πᾶσιν ἀκράτου μέρος, γεῦμα δὲ δεῖγμα τῆς ἀγαθοῦ θεοῦ δυνάμεως, τὸν δὲ λοιπὸν ἤδη κεκραμένον. διὸ καὶ τροφοὺς τοῦ Διονύσου τὰς Νύμφας ὀνομασθῆναι. ὅτι δὲ δοθείσης τῆς τοῦ Ἀγαθοῦ Δαίμονος κράσεως ἔθος ἦν βαστάζεσθαι τὰς τραπέζας ὁ Σικελιώτης Διονύσιος ἔδειξε διὰ τῆς αὐτοῦ ἀσεβείας. τῷ γὰρ ἐν Συρακούσαις Ἀσκληπιῷ ἀνακειμένης χρυσῆς τραπέζης προπιὼν αὐτῷ ἄκρατον Ἀγαθοῦ Δαίμονος ἐκέλευσε βασταχθῆναι τὴν τράπεζαν.

ὅτι Ἕλληνες θύοντες Ἡλίῳ, ὥς φησι Φύλαρχος, μέλι σπένδουσιν, οἶνον οὐ φέροντες τοῖς βωμοῖς, δεῖν λέγοντες τὸν πάντα περιπολοῦντα καὶ συνέχοντα ἀλλότριον εἶναι μέθης. ὅτι Ἀλκαῖος καὶ Ἀνακρέων ἐπαινοῦνται ἐπὶ τῇ τῶν σκολίων ποιήσει καὶ Πράξιλλα ἡ Σικυωνία. τριῶν δὲ γενῶν ὄντων, ὥς φησιν Ἀρτέμων, ἐν οἷς τὰ περὶ τὰς συνουσίας ἦν ᾀδόμενα, ὧν τὸ μὲν πρῶτον ἦν ὃ πάντας ᾄδειν νόμος ἦν, τὸ δὲ δεύτερον ὃ πάντες μὲν ᾖδον, οὐ μὴν ἀλλὰ κατά τινα περίοδον ἐξ ὑποδοχῆς, τρίτον δὲ οὗ μετεῖχον οὐ πάντες, ἀλλʼ οἱ συνετοὶ δοκοῦντες καὶ κατὰ τόπον τινὰ εἰ τύχοιεν ὄντες. ὡς ἀταξίαν τινὰ μόνον παρὰ τἆλλα ἔχον τὸ μηδʼ ἅμα μηδʼ ἑξῆς γινόμενον, ἀλλʼ ὅπῃ ἔτυχον εἶναι σκόλιον ἐκλήθη. ᾔδετο δὲ ὅτε τὰ κοινὰ καὶ πᾶσιν ἀναγκαῖα τέλος λάβοιεν· τηνικαῦτα γὰρ τῶν σοφῶν ἕκαστον ᾠδήν τινα καλὴν εἰς μέσον εἰσφέρειν ἠξίουν. καλὴν δὲ ταύτην ἔλεγον ὡς παραίνεσιν καὶ γνώμην ἔχουσαν τῷ βίῳ χρησίμην· ἦσαν δὲ τὰ σκόλια τοιαῦτά τινα· Παλλὰς Τριτογένεια, ἄνασσʼ Ἀθηνᾶ, ὄρθου τήνδε πόλιν τε καὶ πολίτας, ἄτερ ἀλγέων τε καὶ στάσεων καὶ θανάτων εὐώρων.

ἐν Δήλῳ ποτʼ ἔτικτε παῖδα Λατώ, Φοῖβον χρυσοκόμαν, ἄνακτʼ Ἀπόλλωνα, ἐλαφηβόλον τʼ ἀγροτέραν Ἄρτεμιν, ἃ γυναικῶν μέγʼ ἔχει κράτος. ἰὼ Πάν, Ἀρκαδίας μεδέων κλεεννᾶς, ὀρχηστὰ Βρόμιε, ἰὼ Πάν, ἐπʼ ἐμαῖς εὐφροσύναις ταῖσδʼ ἀοιδαῖς ἄειδε κεχαρημένος. ἐνικήσαμεν ὡς ἐβουλόμεθα, καὶ νίκην ἔδοσαν θεοὶ φέροντες. εἴθʼ ἐξῆν ὁποῖός τις ἦν ἕκαστος τὸ στῆθος διελόντʼ, ἔπειτα τὸν νοῦν ἰδόντα κλείσαντα πάλιν, ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί. ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ, δεύτερον δὲ καλὸν φυὰν γενέσθαι, τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως καὶ τὸ τέταρτον συνηβᾶν μετὰ τῶν φίλων. τινὲς δὲ σκόλιόν φασι λεχθῆναι κατὰ τὸν τῆς μελοποιίας τρόπον ὃς ἦν σκολιός, τὸ δὲ προεκτεθὲν σκόλιον διαχλευάζων ὁ κωμικὸς Ἀναξανδρίδης φησίν· ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν, τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ἦν, ὠνόμασεν ὀρθῶς. τρίτον δὲ πλουτεῖν, τοῦτʼ, ὁρᾷς, ἐμαίνετο· μετὰ τὴν ὑγείαν γὰρ τὸ πλουτεῖν διαφέρει· καλὸς δὲ πίνων ἐστὶν αἰσχρὸν θηρίον.

ἀρχαῖον σκόλιον κἀκεῖνο· ἐκ γῆς χρὴ κατιδεῖν πλόον, εἴ τις δύναιτο καὶ παλάμην ἔχοι. ἐπεὶ καὶ ἐν πόντῳ γένηται, τῷ παρεόντι τρέχειν ἀνάγκη. ὁ δὲ καρκίνος ὧδʼ ἔφη, χαλᾷ τὸν ὄφιν λαβών· εὐθέα χρὴ τὸν ἑταῖρον ἔμεν καὶ μὴ σκολιὰ φρονεῖν. ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω, ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων, ὅτε τὸν τύραννον κτανέτην ἰσονόμους τʼ Ἀθήνας ἐποιησάτην. φίλταθʼ Ἁρμόδιʼ, οὔπω τέθνηκας· νήσοις δʼ ἐν μακάρων σέ φασιν εἶναι, ἵνα περ ποδώκης Ἀχιλλεύς.

Ἀδμήτου λόγον, ὦ ἑταῖρε, μαθὼν τοὺς ἀγαθοὺς φίλους σέβου, τῶν δειλῶν δʼ ἀπέχου, γνοὺς ὅτι δειλοῖς ὀλίγη χάρις. παῖ Τελαμῶνος, Αἶαν αἰχμητά, λέγουσί σʼ ἐς Τροίαν ἄριστον ἐλθεῖν Δαναῶν καὶ Ἀχιλλέα. εἴθε λύρα καλὴ γενοίμην ἐλεφαντίνα καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν. εἴθʼ ἄπυρον καλὸν γενοίμαν μέγα χρύσιον καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον. σύν μοι πῖνε, συνήβα, συνέρα, συστεφανηφόρει, σύν μοι μαινομένῳ μαίνεο, συσσωφρόνει σώφρονι. ὑπὸ παντὶ λίθῳ σκορπίος, ὦ ἑταῖρε, ὑποδύεται. φράζευ μή σε βάλῃ· τῷ δʼ ἀφανεῖ πᾶς ἕπεται δόλος. πόρνη καὶ βαλανεὺς τὸ αὐτὸ ἔχουσι ἔθος· ἐν ταὐτᾷ πυέλῳ τόν τʼ ἀγαθὸν τόν τε κακὸν λόει. σκόλιον δέ φασιν εἶναι καὶ τὸ ὑπὸ Ὑβρίου τοῦ Κρητὸς ποιηθέν. ἔστι μοι πλοῦτος μέγα δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός. τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω, τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπʼ ἀμπέλων, τούτῳ δεσπότας κέκλημαι. τοὶ δὲ μὴ τολμῶντες ἔχειν δόρυ καὶ ξίφος καὶ τὸ καλὸν λαισήιον, πρόβλημά τε χρωτός, πάντες γόνυ πεπτηότες ἐμὸν κυνέοντι, δεσπόταν καὶ μέγαν βασιλέα φωνέοντες. ὅτι τὸ ὑπʼ Ἀριστοτέλους εἰς Ἑρμείαν τὸν Ἀταρνέα γραφὲν οὐ παιάν ἐστιν, ὡς ὁ τὴν τῆς ἀσεβείας κατὰ τοῦ φιλοσόφου γραφὴν ἀπενεγκάμενος εἶπε Δημόφιλος, ὡς ἀσεβοῦντος καὶ ᾄδοντος ἐν τοῖς συσσιτίοις ὁσημέραι εἰς τὸν Ἑρμείαν παιᾶνα.

οὐδεμίαν γὰρ παιᾶνος ἔμφασιν ἔχει, ἀλλὰ τῶν σκολίων ἕν τι καὶ αὐτό. ἔχει δὲ ὧδε· Ἀρετὰ πολύμοχθε γένει βροτείῳ, θήραμα κάλλιστον βίῳ, σᾶς τε πέρι, παρθένε, μορφᾶς καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος καὶ πόνους τλῆναι μαλεροὺς ἀκαμάτους· τοῖον ἐπὶ φρένα βάλλεις καρπόν. εἶτα μετʼ ὀλίγα· σεῦ δʼ ἕνεχʼ ὁ Διὸς Ἡρακλῆς Λήδας τε κοῦροι πόλλʼ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν. σοῖς δὲ πόθοις Ἀχιλλεὺς Αἴας τε Ἀΐδαο δόμους ἦλθον. σᾶς δʼ ἕνεκα φιλίου μορφᾶς καὶ Ἀταρνέως ἔντροφος ἠελίου χήρωσεν αὐγάς. τοιγὰρ ἀοίδιμον ἔργοις ἀθάνατόν τέ μιν αὐξήσουσιν Μοῦσαι. ἐγὼ μὲν οὐκ οἶδʼ εἴ τίς τι κατιδεῖν ἐν τούτοις δύναται παιανικὸν ἰδίωμα, σαφῶς ὁμολογοῦντος τοῦ πεποιηκότος τετελευτηκέναι τὸν Ἑρμείαν. ἀλλʼ οὐδὲ τὸ παιανικὸν ἐπίρρημα ἔχει τὸ ἰὴ παιάν, καθάπερ ὁ εἰς Λύσανδρον τὸν Σπαρτιάτην ἐν Σάμῳ ᾀδόμενος καὶ ὁ εἰς Κρατερὸν τὸν Μακεδόνα γραφεὶς Ἀλεξίνῳ τῷ διαλεκτικῷ, ὃς ᾄδεται ἐν Δελφοῖς, λυρίζοντός τινος παιδός. καὶ ὁ εἰς Ἀγήμονα τὸν Κορίνθιον καὶ ὁ εἰς Πτολεμαῖον τὸν πρῶτον Αἰγύπτου βασιλεύσαντα, ὃν ᾄδουσι Ῥόδιοι. ᾖδον δὲ καὶ Ἀθηναῖοι ἐπʼ Ἀντιγόνῳ καὶ Δημητρίῳ παιᾶνας πεποιημένους ὑπὸ Ἑρμίππου τοῦ Κυζικηνοῦ. καὶ αὐτὸς δὲ Ἀριστοτέλης ἐν τῇ Ἀπολογίᾳ τῆς ἀσεβείας, εἰ μὴ κατέψευσται ὁ λόγος, φησίν· οὐκ ἄν ποτε Ἑρμείᾳ θύειν ὡς ἀθανάτῳ προαιρούμενος ὡς θνητῷ μνῆμα κατεσκεύαζον καὶ ἀθανατίζειν τὴν φύσιν βουλόμενος ἐπιταφίοις ἐκόσμουν τιμαῖς.

τί μʼ ἀνέμνασας κείνων κυλίκων; φησὶ Φίλων. τὰς καπυρωτέρας ᾠδὰς ἀσπάζεται μᾶλλον τῶν ἐσπουδασμένων· οἷαι αἱ Λοκρικαὶ καὶ μοιχικαί τινες τὴν φύσιν οὖσαι. φησί που ὁ παρῳδὸς Μάτρων· οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι, Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι, οἳ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν· ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατον λάχε γῆρας, οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων, ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Περσεφόνεια. πολλοὶ δὲ παρῳδῶν ποιηταὶ γεγόνασιν· ἐνδοξότατος δʼ ἦν Εὔβοιος ὁ Πάριος, γενόμενος τοῖς χρόνοις κατὰ Φίλιππον. οὗτός ἐστιν ὁ καὶ Ἀθηναίοις λοιδορησάμενος, καὶ σῴζεται αὐτοῦ τῶν παρῳδῶν βιβλία τέσσαρα. περὶ δὲ παρῳδῶν Πολέμων φησί· καὶ τὸν Βοιωτὸν δὲ καὶ τὸν Εὔβοιον τοὺς τὰς παρῳδίας γράψαντας λογίους ἂν φήσαιμι διὰ τὸ παίζειν ἀμφιδεξίως. εὑρετὴς δὲ τοῦ γένους Ἱππῶναξ ὁ ἰαμβοποιὸς λέγων· Μοῦσά μοι Εὐρυμεδοντία δῖα τὴν παντοχάρυβδιν, τὴν ἐν γαστρὶ μάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον, ἔννεφʼ, ὅπως ψηφῖδι κακὸν οἶτον ὄληται βουλῇ δημοσίᾳ παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο. χρῆται δὲ καὶ Ἐπίχαρμος ἔν τισι δράμασιν ἐπʼ ὀλίγον καὶ Ἡγήμων ὁ Θάσιος, ὃν ἐκάλουν Φακῆν. λέγει γοῦν· εἰς Θάσον μʼ ἐλθόντα μετεωρίζοντες ἔβαλλον πολλοῖσι λίθοισι, καὶ ὧδέ τις εἴπεσκε παραστάς· ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σʼ ἀνέπεισε καλὴν κρηπῖδα ποσὶ τοῖσινδʼ ἀναβῆναι; τοῖσι δʼ ἐγὼ πᾶσι μικρὸν μετὰ τοῦτʼ ἔπος εἶπον· μνῆμʼ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντʼ ἀναβῆναι καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει εὐκούρων βδελυρῶν, ὀλλύντων τʼ ὀλλυμένων τε. εἶτα μετὰ πολλὰ ἐπάγει· ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη, χρυσῆν ῥάβδον ἔχουσα καὶ ἤλασεν εἶπέ τε φωνῇ· δεινὰ παθοῦσα Φακῆ βδελυρά, χώρει ʼς τὸν ἀγῶνα. καὶ τότε δὴ θάρσησα καὶ ἄειδον πολὺ μᾶλλον. πεποίηκε παρῳδίας καὶ Ἕρμιππος ὁ κωμικός. τούτων δὲ πρῶτος εἰσῆλθεν εἰς τοὺς θυμελικοὺς ἀγῶνας Ἡγήμων καὶ παρʼ Ἀθηναίοις ἐνίκησεν. Εὔβοιος δὲ πολλὰ εἴρηκεν ἐν τοῖς ποιήμασι χαρίεντα, περὶ μὲν τῆς τῶν βαλανείων μάχης· βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. περὶ δὲ τοῦ λοιδορουμένου κουρέως τῷ κεραμεῖ τῆς γυναικὸς χάριν· μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο, κουρεῦ, μήτε σύ, Πηλείδη.

ὅτι λοφνία ἡ ἐκ φλοιοῦ λαμπάς. δίμυξόν φησι λύχνον Φιλύλλιος. ὅτι ἑλάνας τὰς λαμπάδας Νεάνθης λέγει παρὰ τὴν ἕλην.

Ἀθηναῖοι δὲ τὰς λαμπάδας φανούς φασιν, ὥς φησιν ὁ γλωσσογράφος Σιληνός. Τιμαχίδας δὲ δέλετρόν φησι καλεῖσθαι τὸν φανόν, οἷον οἱ νυκτερευόμενοι τῶν νέων ἔχουσιν, ὁ αὐτὸς δὲ καὶ ἑλάνη. Σέλευκος δὲ γράβιόν φησι λέγεσθαι τὸ πρίνινον ἢ δρύινον ξύλον, ὃ ἐθλασμένον καὶ κατεσχισμένον ἐξάπτεσθαι καὶ φαίνειν τοῖς ὁδοιποροῦσιν. Θεοδωρίδας οὖν φησιν ὁ Συρακούσιος· πίσσα δʼ ὑπὸ γραβίων ἔσταζεν. λυχνοῦχον δὲ τὸν φανὸν ἐν πολλοῖς εὑρήσει τις ἄν. Ἄλεξις· ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων. ὃς ἐν ἄλλοις φησιν· οἶμαι ἐπιτιμᾶν τινας ὅτι μεθύων τηνικάδε περιπατῶ. ποῖος γάρ ἐστι φανὸς τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος; Φερεκράτης· τὸν λυχνοῦχον ἔκφερʼ ἐνθεὶς τὸν λύχνον. φανὸν δέ τινές φασι τὴν ἐκ ξύλων τετμημένων δέσμην. Φιλιππίδης· ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδέν. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω; Φερεκράτης δὲ τὴν νῦν λυχνίαν λύχνιον καλεῖ. Ἀριστοφάνης τε Ἱππεῦσί φησι· τῶν ἀκοντίων συνδοῦντες ὀρθὰ τρία λυχνίῳ χρώμεθα. Εὐφορίων δέ φησι Διονύσιον τὸν νέον Ταραντίνοις εἰς τὸ πρυτανεῖον ἀναθεῖναι λυχνεῖον δυνάμενον καίειν τοσούτους λύχνους ὅσος ὁ τῶν ἡμερῶν ἐστιν ἀριθμὸς εἰς τὸν ἐνιαυτόν. πανὸς δὲ ὠνομάζετο τὸ διακεκομμένον ξύλον καὶ συνδεδεμένον. Δίφιλος· ἀλλʼ ὁ πανὸς ὕδατός ἐστι μεστός. μέμνηται δὲ καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι τοῦ πανοῦ· ἐχρῶντο δʼ αὐτῷ ὡς λαμπάδι.

ξυλολύχνου δὲ μέμνηται Ἄλεξις. καὶ τάχα τούτῳ ὅμοιόν ἐστι τὸ παρὰ Θεοπόμπῳ ὀβελισκόλυχνον. Φιλύλλιος δὲ τὰς λαμπάδας δᾷδας καλεῖ. οὐ παλαιὸν δὲ εὕρημα λύχνος· φλογὶ δʼ οἱ παλαιοὶ τῆς τε δᾳδὸς καὶ τῶν ἄλλων ξύλων ἐχρῶντο. κοιμίσαι λύχνον, Φρύνιχός φησι. Νίκανδρος δʼ ὁ Κολοφώνιος ἑλάνην φησὶ τὴν τῶν καλάμων δέσμην. λύχνα δʼ οὐδετέρως εἶπεν Ἡρόδοτος. λυχνοκαυτίαν δὲ Κηφισόδωρος ἣν οἱ πολλοὶ λυχναψίαν. ἀσσαρίου κανδήλας πρίω, φησὶν ὁ παρὰ τῷ ῥήτορι τούτῳ Κύνουλκος.

Κλέαρχος ὁ Σολεὺς τὴν Λητώ φησιν ἐκ Χαλκίδος τῆς Εὐβοίας ἀνακομίζουσαν εἰς Δελφοὺς Ἀπόλλωνα καὶ Ἄρτεμιν γενέσθαι περὶ τὸ τοῦ κληθέντος Πύθωνος σπήλαιον. καὶ φερομένου τοῦ Πύθωνος ἐπʼ αὐτοὺς ἡ Λητὼ τῶν παίδων τὸν ἕτερον ἐν ἀγκάλαις ἔχουσα, προβᾶσα λίθῳ ὃς ἀνάκειται παρὰ τὴν ἐν Δελφοῖς πλάτανον, τῆς τότε πράξεως μίμησις γενόμενος, εἶπεν· ἵε παῖ. τυχεῖν δὲ τόξα μετὰ χεῖρας ἔχοντα τὸν Ἀπόλλωνα. τοῦτο δʼ ἐστὶν ὡς ἂν εἴπῃ τις· ἄφιε παῖ, βάλλε παῖ. διὸ ἀπὸ τούτου φασὶ λεχθῆναι τὸ ἵε παῖ καὶ ἵε παιών. ἔνιοι δὲ παρεγκλίνοντες τὴν λέξιν καὶ ἐπὶ τοῖς δεινοῖς ἀλεξητήριόν τινα παροιμίαν φασίν· ἰὴ παιών, καὶ οὐχί· ἵε παῖ. πολλοὶ δὲ καὶ ἐπὶ τοῖς τέλος ἔχουσιν ἐπιφθεγγόμενοι ἐν παροιμίαις δὲ ὡς οὐχ ἁπλῶς ἐφύμνιόν φασι τοῦτο δὴ τὸ λεγόμενον· ἰὴ παιών, διὰ δὲ τὸ λίαν ἡμῖν εἶναι σύνηθες λανθάνον ὂν ἐν παροιμίᾳ. τὸ δʼ ὑφʼ Ἡρακλείδου τοῦ Ποντικοῦ λεχθὲν φανερῶς πέπλασται, ἐπὶ σπονδαῖς πρῶτον εἰπεῖν τὸν θεόν· ἵη παίαν ἵε παίων. ἐκ ταύτης γὰρ τῆς πίστεως τὸ τρίμετρον καλούμενον ἀνατίθησιν αὐτῷ φάσκων τοῦ θεοῦ τοῦθʼ ἑκάτερον εἶναι τῶν μέτρων, ὅτι μακρῶν μὲν τῶν πρώτων δύο συλλαβῶν γενομένων ἰὴ παιάν ἡρῷον γίνεται, βραχέως δὲ λεχθεισῶν ἰαμβεῖον· δῆλον οὖν ὅτι καὶ τὸν ἴαμβον ἀναθετέον αὐτῷ. βραχειῶν γοῦν γινομένων εἰ δύο τὰς ἁπασῶν τελευταίας συλλαβὰς εἰς μακρὰν ποιήσει τις, ὁ Ἱππώνακτος ἴαμβος ἔσται.

ὅτι ἐν τῷ βυρσηναίων καλουμένῳ χορῷ ἕκαστον τὸ δοκοῦν ἑαυτῷ κατᾷσαι δεῖ, προσέχοντα οὐδὲν τῷ προκαθημένῳ καὶ διδάσκοντι τὸν χορόν.

ὅτι ἔθος ἦν ἀναστᾶσι τοῦ δείπνου καὶ σπείσασι τὸ λοιπὸν τοῦ ἀκράτου τῷ διδόντι παιδὶ ἐκπιεῖν διδόναι.

ὅτι παιᾶνα εἰς Ὑγείαν ἐποίησε τόνδε Ἀρίφρων ὁ Σικυώνιος· Ὑγίεια, πρεσβίστα μακάρων, μετὰ σοῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων σύνοικος εἴης. εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος τʼ ἀρχᾶς ἢ πόθων, οὓς κρυφίοις Ἀφροδίτας ἄρκυσιν θηρεύομεν, ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων ἀμπνοὰ πέφανται, μετὰ σεῖο, μάκαιρα Ὑγίεια, τέθαλε πάντα καὶ λάμπει Χαρίτων ὄαρι· σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων. τί κάλλιον ἀρχομένοις ἢ καταπαυομένοις ἢ τὸ ποθεινότατον;