ΑΙΓΥΠΤΙΑΚΑ.
Στέφανος ὁ Βυζάντιος : Ἑρμοτυμβιεῖς, μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῃ. Οἱ αὐτοὶ καὶ Λαβαρεῖς
Στέφανος ὁ Βυζάντιος : Τάκομψος, κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλᾳ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ.
Στέφανος ὁ Βυζάντιος : Νικίου κώμη Αἰγύπτου. Ἀρ. Αἰγυπτιακῶν δευτέρῳ. Ὁ οἰκήτωρ Νικιώτης, ὥς φησιν Ὦρος ἐθνικῶν πρώτῳ.
Στέφανος ὁ Βυζάντιος : Ψεβώ, χώρα ἐνδοτέρα Αἰθιοπίας, περὶ ἧς Ἀρισταγόρας ἐν Αἰγυπτιακοῖς τάδε γράφει· «Οὗτοι δή φασιν εἶναι χώραν ἀπέχουσαν Αἰθιοπίας ὁδῶν μὲν πέντε καλουμένην Ψεβώ.» Ἀρτεμίδωρος ἐν ὀγδόῳ Γεωγραφουμένων λίμνην εἶναί φησι.
Στέφανος ὁ Βυζάντιος : Ἑλληνικὸν καὶ Καρικόν, τόποι ἐν Μέμφιδι, ἀφʼ ὧν Ἑλληνομεμφῖται καὶ Καρικομεμφῖται, ὡς Ἀρισταγόρας.
Στέφανος ὁ Βυζάντιος : Γυναικόπολις, πόλις Φοινίκων. Ὁ πολίτης Γυναικοπολίτης. Ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δὲ, οὐ πολλῷ νεώτερος Πλάτωνος, φησὶν ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας· ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου· ἢ ὅτι γυνή τις νομάρχου, περισπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατεδίωξε τὸν βασιλέα, καὶ ἐνίκησε· ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόντων τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώλυσαν. Ταῦτα καὶ Ἀρτεμίδωρός φησιν.
Πλούταρχος : Οἱ δὲ ἱερεῖς οὕτω δυσχεραίνουσι τὴν τῶν περιττωμάτων φύσιν, ὥστε μὴ μόνον παραιτεῖσθαι τῶν ὀσπρίων τὰ πολλὰ, καὶ τῶν κρεῶν τὰ μήλεια καὶ ὕεια, πολλὴν ποιοῦντα περίττωσιν, ἀλλὰ καὶ τοὺς ἅλας τῶν σιτίων ἐν ταῖς ἁγνείαις ἀφαιρεῖν· ἄλλας τε πλείονας αἰτίας ἔχοντας, καὶ ποτικωτέρους καὶ βρωτικωτέρους ποιεῖν ἐπιθήγοντας τὴν ὄρεξιν. Τὸ γὰρ, ὡς Ἀρισταγόρας ἔλεγε, διὰ τὸ πηγνυμένοις πολλὰ τῶν μικρῶν ζῴων ἐναποθνήσκειν ἁλισκόμενα μὴ καθαροὺς λογίζεσθαι τοὺς ἅλας, εὔηθές ἐστι.
Κλαύδιος Αἰλιανός : Σημεῖα δὲ αὐτοῦ καὶ γνωρίσματα λέγει μὲν καὶ Ἡρόδοτος καὶ Ἀρισταγόρας· οὐχ ὁμολογοῦσι δὲ αὐτοῖς Αἰγύπτιοι.
Λαέρτιος Διογένης : Βραχυλόγος τε ἦν· ὅθεν καὶ Ἀρισταγόρας ὁ Μιλήσιος τοῦτον τὸν τρόπον Χειλώνειον καλεῖ. Βράγχου δὲ εἶναι, ὃς τὸ ἱερὸν ἔκτισε τὸ ἐν Βραγχίδαις.