eul_wid: qao-aa
Περὶ αἰτίων καὶ σημείων χρονίων παθῶνOn Causes and Signs of Chronic Diseases
Aretaeus the Cappadocian On Causes and Signs of Chronic Diseases PDF
| 1.1 | χρονίων νούσων πόνος μὲν πουλὺς, χρόνος δὲ μακρὸς συντήξιος, καὶ ἀβέβαιος ἡ ἄλθεξις. ἢ γὰρ οὐδʼ ἐξηλάθησαν ἐς τὸ πάμπαν, ἢ ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλινδρομέουσι αἱ νοῦσοι. οὔτε γὰρ ἀτρεμέειν οἱ νοσέοντες τολμέουσι ἐς τέλος· ἀτὰρ ἠδὲ ἁμαρτάνουσι ἐν τῇσι μακρῇσι διαίτῃσι, κἢν ἀτρεμέωσι· ἢν δὲ καὶ πόνος ἔῃ ἐπιπόνου ἰήσιος, δίψης, λιμοῦ, φαρμάκων πικρῶν καὶ ὀδυνωδέων, ἢ τομῆς, ἢ καύσιος, ὧνπέρ ἐστι ἐν τῇσι δολιχῇσι νούσοισι χρέος, ὑποδιδρήσκουσι οἱ κάμνοντες, ὡς θανάτου δῆθεν αὐτέου ὀρεγόμενοι. ἔνθα δὴ ἀρετὴ διαείδεται ἀνδρὸς ἰητροῦ, καὶ μακροθυμίης, καὶ ποικιλίης, καὶ χάριτος ἀβλαβοῦς τῶν ἡδέων, καὶ παραιφάσιος· ἀτὰρ καὶ τὸν νοσέοντα χρὴ ἄλκιμον ἔμμεναι, καὶ ξυνίστασθαι τῷ ἰητρῷ κατὰ τοῦ νοσήματος. οὐ γὰρ τοῦ σώματος μοῦνον ἀπρὶξ λαβόμενον ταχὺ ἀνασμύχει τε καὶ δάπτει, ἀλλὰ ἐς πολλὰ καὶ τὴν αἰσθησίην ἐκτρέπει, ἀλλὰ καὶ τὴν ψυχὴν ἐκμαίνει ἀκρασίῃ τοῦ σώματος. τοιήνδε τὴν μανίην καὶ τὴν μελαγχολίην ἴσμεν, περὶ ὧν αὖθις ἐρέω· τανῦν δʼ ἀμφὶ κεφαλαίης φράσω. |
| 1.2 | ἢν ἀλγέῃ κεφαλὴ σχεδίως ἐπὶ προσκαίρῳ αἰτίῃ, κἢν ἐπὶ πλεῦνας, κεφαλαλγίη καλέεται. ἢν δὲ διεθίζῃ χρόνῳ μακρῷ τὸ ἄλγημα, καὶ περιόδοισι μακρῇσι καὶ πολλῇσι, καὶ προσεπιγίγνηται μέζω τε καὶ πλεῦνα δυσαλθῆ, κεφαλαίην κικλήσκομεν. |
| 1.3 | ἢν ζόφος τὰς ὄψιας σχῇ, καὶ δῖνος ἀμφὶ τὴν κεφαλὴν ἑλίσσηται, καὶ ὦτα βομβέῃ ὅκως Ῥεόντων καναχηδὸν ποταμῶν, ἢ οἷον ἄνεμος ἱστίοισι ἐγκυβερνῆ, ἢ αὐλῶν, ἢ καὶ συρίγγων ἐνοπὴ, ἢ τρισμοῦ ἁμάξης ἰαχὴ, ὀνομάζο μεν σκότωμα τὸ πάθος, κακὸν μὲν, κἢν σύμπτωμα κεφαλῆς, κακὸν δὲ, κἢν ἐκ διαδέξιος κεφαλαίης, ἢ ἐξ ἑωυτέης χρονίου νούσου φύῃ. ἢν γὰρ τάδε μὲν μὴ ἀπογίγνηται, μίμνῃ δὲ ἡ σκοτοδίνη, ἢ χρόνῳ μακρῷ τελεωθῇ τοῖσι ἰδίοισι συμπτώμασι οὔ τινος ἀκεομένου, πάθος τὸ σκότωμα γίγνεται, ἐπʼ αἰτίῃ ὑγρῇ τε καὶ ψυχρῇ· ἀλλὰ καὶ ἀρχὴ παθέων ἄλλων, ἢν ἐς ἀνήκεστον τραπῇ, μανίης, μελαγχολίης, ἐπιληψίης, προσεπιγιγνομένων ἑκάστῃ τῶν ἰδίων ξυμπτωμάτων· σκοτάματος δὲ ἡ ἰδέα, βάρος τῆς κεφαλῆς, ὀφθαλμῶν μαρμαρυγαὶ ἐπὶ πολλῷ τῷ σκοτώδεϊ· ἀγνωσίη ἑωυτέων τε καὶ τῶν πέλας· καὶ ἢν ἐπʼ αὐξήσει ἡ νοῦσος γίγνηται, τά τε γυῖα λύονται, καὶ ἕρπονται χαμαί· ναυτίη καὶ ἔμετος φλέγματ ος, ἢ χολωδέων, ξανθῶν, ἢ μελάνων. εὖτε ἐπὶ μὲν ξανθῇ χολῇ, μανίαι γίγνονται· ἐπὶ δὲ τοῖσι μέλασι, μελαγχολίη· ἐπὶ δὲ τῷ φλέγματι, ἡ ἐπιληψίη. πασῶν γὰρ ἥδε νούσων τροπή. |
| 1.4 | ποικίλον ἠδὲ ἀλλόκοτον κακὸν ἡ ἐπιληψίη, θηριῶδες μὲν ἐν παροξυσμοῖσι καὶ κάτοξυ καὶ ὀλέθριον. ἔκτεινε γάρ κοτε παροξυσμὸς εἷς· ἢν δὲ μελέτῃσι φέρῃ ὥνθρωπος, ζῇ μὲν αἴσχεα καὶ ὀνείδεα καὶ ἄλγεα φέρων, Ῥηϊδίως δὲ οὐκ ἄπεισι ἡ νοῦσος, ἀλλὰ ἐν ἡλικίῃσί τε τῇσι κρείττοσι ἐνοικέει καὶ ὥρῃ τῇ ὡραίῃ. ξυνδιαιτᾶταί τε παισὶ καὶ μειρακίοισι. ἐξηλάθη δέ κοτε ὑπʼ εὐτυχίης, διʼ ἄλλης ἡλικίης μέζονος, εὖτε τῷ κάλλεϊ συνέξεισι τῆς ὥρης· ἀλλὰ καὶ τότε μετεξετέρους αἰσχροὺς ἀποδείξασα, ἀπόλλυσι τοὺς παῖδας φθόνῳ τοῦ κάλλεος, ἢ χειρὸς ἀκρασίῃ, ἢ προσώπου διαστροφῇ, ἢ πηρώσι τινὸς αἰσθήσιος· ἢν δὲ φωλεύσῃ τὸ κακὸν ἐς Ῥίζην, οὔτε ἰητρῷ οὔτε ἡλικίης μεταβολαῖς ἐς ἔξοδον πείθεται, ἀλλὰ ξυμβιοῖ μέσφι θανάτου. ποτὶ καὶ ἐπίπονος ἡ νοῦσος σπασμοῖσι καὶ διαστροφῇσι μελέων τε καὶ ὄψιος, ἔτρεψε δέ κοτε καὶ γνώμην ἐς μανίην. ἀτερπὴς μὲν ἡ τοῦ παροξυσμοῦ θέη, αἰσχρὴ δὲ καὶ ἡ ἀπόλειψις αὐτέου, ἐπὶ ἀφόδῳ καὶ οὔροισι καὶ αὐτομάτῳ κοιλίῃ. |
| 1.5 | Μέλαιναχολὴ, ἐν μὲν ὀξέσι ἄνωθεν φανεῖσα, κάρτα ὀλέθριον· κάτω δὲ ἐξιοῦσα οὐ κάρτα ἀνώλεθρον· ἐν δὲ τοῖσι χρονίοισι, ἢν μὲν ὑπίῃ κάτω, ἐς δυσεντερίην καὶ ἥπατος πόνον τελευτᾷ· γυναιξὶ δὲ κάθαρσις ἀντὶ τῶν ἐπιμηνίων, ἢν τὰ ἄλλα ἀνώλεθροι ἔωσι· ἢν δὲ ἄνω Ῥέπῃ ἐς στόμαχον, ἢ ἐς φρένας, μελαγχολίην τεύχει. φῦσάν τε γὰρ ἐμποιέει καὶ ἐρυγὰς κακώδεας, ἰχθυώδεας· διαπέμπει δὲ καὶ κάτω φύσας ψοφώδεας, συντρέπει δὲ καὶ τὴν γνώμην. διὰ τόδε καὶ μελαγχολικοὺς καὶ φυσώδεας τούσδε ἐκίκλησκον οἱ πρόσθεν· μετεξετέροισι δὲ οὔτε φῦσα οὔτε μέλαινα χολὴ ἐγγίγνεται , ὀργὴ δὲ ἄκρητος καὶ λύπη καὶ κατηφείη δεινή. καὶ τούσδε οὖν μελαγχολικοὺς καλέομεν, χολῇ μὲν τῆς ὀργῆς συμφραζομένης· μελαίνῃ δὲ, πολλῆς καὶ θηριώδεος· τέκμαρ δὲ Ὅμηρος, ἔνθα φησὶ, Τοῖσι δʼ ἀνέστη Ἥρως Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων Ἀχνύμενος· μενεος δὲ μέγα φρένες ἀμφὶ μελαιναι Πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην. τοιοίδε γιγνονται οἱ μελαγχολώδεες, εὖτʼ ἂν ὑπὸ τοῦ κακοῦ κτεινέωνται. |
| 1.6 | μανίης τρόποι εἴδεσι μὲν μυρίοι, γένεϊ δὲ μοῦνος εἷς· ἔκστασις γάρ ἐστι τὸ σύμπαν χρόνιος, ἄνευθεν πυρετοῦ· εἰ γάρ κοτε καὶ πυρετὸς ἐπιλάβοι, οὐκ ἀπὸ μανίης ἂν ἴδιος γίγνοιτο, ἀλλʼ ἐκ συντυχίης ἄλλης· ἐκφλέγει γὰρ καὶ οἶνος ἐς παραφορὴν ἐν μέθῃ· ἐκμαίνει δὲ καὶ τῶν ἐδεστῶν μετεξέτερα , ἢ μανδραγόρη, ἢ ὑοσκύαμος, ἀλλʼ οὔ τί πω μανίη τάδε κικλήσκεται. ἐπὶ γὰρ σχεδίου γιγνόμενα καθίστα ται θᾶττον· τὸ δὲ ἔμπεδον ἡ μανίη ἴσχει· τῇδε τῇ μανίῃ οὐδέν τι ἴκελον ἡ λήρησις, γήραος ἡ ξυμφορή. αἰσθήσιος γάρ ἐστι νάρκη, καὶ γνώμης νάρκωσις ἠδὲ τοῦ νοῦ ὑπὸ ψύξιος· μανίη δὲ θερμόν τι καὶ ξηρὸν τῇ αἰτίῃ, καὶ ταραχῶδ ες τῇσι πρήξεσι· ἡ μὲν γὰρ λήρησις ἀρχομέν η ἀπὸ γήραος οὔτε διαλείπει, καὶ ξυναποθνήσκει· μανίη δὲ καὶ διαλείπει καὶ μελεδῶνι ἐς τέλος ἀποπαύεται· διάλειψις δὲ ἀτελὴς, ἢν τῷ τῆς μανίης λόγῳ γίγνηται, οὐκ εἰκότως ἀκεομέν ου τοῦ κακοῦ ἰητρείῃ, ἢ τῆς ὥρης εὐκρασίῃ. μετεξετέρους γὰρ δοκέοντας ἀσινέας ἔμμεναι, ἡ ὥρη τὸ ἔαρ, ἢ ἁμαρτωλὴ διαίτης, ἢ ὀργὴ ἐκ συντυχίης ἐς ἀνάκλησιν ἤγαγε. |
| 1.7 | ἀποπληξίη, παραπληγίη, πάρεσις , παράλυσις, ἅπαντα τῷ γένεϊ τωὐτά. ἢ γάρ κινήσιος, ἢ ἁφῆς, ἢ ἀμφοῖν ἐστι ἔκλειψις· κοτὲ καὶ γνώμης, κοτὲ καὶ τῆς ἄλλης αἰσθήσιος. ἀλλʼ ἀποπληξίη μὲν ὅλου τοῦ σκήνεος, καὶ τῆς αἰσθήσιός τε καὶ γνώμης καὶ κινήσιός ἐστι παράλυσις. τοιγαροῦν ἀποπληξίην λῦσαι ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενῆ δὲ οὐ Ῥηΐδιον. παραπληγίη δὲ πάρεσις μὲν ἁφῆς καὶ κινήσιος, ἀλλὰ μέρεος, ἢ χειρὸς, ἢ σκέλεος· παράλυσις δὲ ὡς ἐπίπαν κινήσιος μοῦνον, ἐνεργείης τε πάρεσις· ἢν δὲ ἁφὴ ἐκλείπῃ μούνη κοτέ, — σπάνιον δὲ τὸ τοιόνδε, — ἀναισθησίη μᾶλλον ἢ πάρεσις κικλήσκεται· ἢν δὲ ἀπόπληκτον ὁ Ἱπποκράτης εἴπῃ σκέλος τὸ κατʼ ἴξιν, ὡς νεκρῶδες, τὸ ἀχρεῖον καὶ τὸ ἀναλδὲς θέλει φράσαι. ὃ γὰρ ἐπὶ τῷ ξύμπαντι ἀποπληξίη ἐστὶ ἰσχυρὴ, τόδε ἐν τῷ σκέλεϊ παραπληγίην φράζει· κύστιος δὲ οὔρων σχέσιος ἢ ἀκρασίης, πάρεσις τὸ κύριον· βλεφάρων δὲ καὶ μήλων καὶ μυῶν τῶν ἐν γνάθοις, καὶ γένυος ἐπὶ θάτερα παραγωγὴ ἢν ἐπὶ σπασμῷ διαστρέφηται, κυνικὸς σπασμὸς ἡ κλῆσις· ἔκλυσιν δὲ γουνάτων καὶ αἰσθήσιος πρόσκαιρον νάρκην καὶ ἀψυχίην καὶ κατάπτωσιν, λιποθυμίην καλέομεν. |
| 1.8 | ἢν ἕλκος ἐξ ἀποστάσιος ἐν τῷ πνεύμονι γένηται, ἢ ἐκ βηχὸς χρονίης, ἢ ἀναγωγῆς αἵματος, καὶ ἀναβήσσῃ πῦον, πύη, καὶ φθίσις κικλήσκεται· ἢν δὲ θώρηξ ἢ πλευρὸν ἐμπυήσῃ, ἐπανάγηται δὲ διὰ τοῦ πνεύμονος, ἐμπύη ἥδε τοὔνομα. ἢν δὲ ἐπὶ τοῖσι καὶ ὁ πνεύμων ἕλκος ἵσχῃ, ἀναβρωθεὶς ὑπὸ τοῦ διενεχθέντος πύου, τοὔνομα οὐκέτι ἐμπύη, ἀλλὰ φθόην μεταλαμβάνει· ξύνεστι δὲ καὶ πῦρ ξυνεχὲς, ὡς μὴ δοκέειν, λῆγον μὲν οὔκοτε, λῆθον δὲ διʼ ἡμέρης ἱδρῶτι καὶ ψύξι τοῦ σκήνεος. καὶ γὰρ καὶ τὰ ἴδια φθόης ἐστὶ, ἢν ἡ θέρμη ζωπυρῇ, καὶ ἐς νύκτα ἐκλάμπῃ, ἡμέρην δὲ αὖθις ἐν τοῖσι σπλάγχνοισι φωλεύει· δηλοῖ δὲ ἡ δυσφορίη, καὶ ἡ ἀδυναμίη, καὶ αἱ ξυντήξιες. ἢν γὰρ ἀπεδίδρησκε τοῦ σκήνεος διʼ ἡμέρης τὸ πῦρ, πῶς οὐκ ἂν ἐσαρκοῦ τό τε καὶ ἠδύνατο, καὶ εὐφόρως εἶχεν ὥνθρωπος; εὖτε γὰρ ἀνάγει, ἐπὶ μᾶλλον τὰ δεινὰ αὐξέεται. σφυγμοὶ σμικροὶ καὶ ἀμυδροὶ, ἀγρυπνὴ, ἄχροια, καὶ τἄλλα πάντα ὁκόσα οἱ πυρεταίνοντες· ἰδέαι δὲ ὑγρῶν μυρίαι, πελιδνῶν, μελάνων κατακορέων , ἢ ὠχρολεύκων , ἢ λευκοχλωρέων· πλατέων, στρογγύλων· σκληρῶν, δυσλύτων, ἢ μανῶν, λυομένων· ἢ ἀνόσμων, ἢ κακωδέων· ἅπαντα δὲ τάδε πύου ἔασι ἰδέαι. ὁκόσοι γὰρ ἢ πυρὶ ἢ ὕδατι τὰ ὑγρὰ τεκμαίρονται, οὐ κάρτα μοι δοκέουσι φθόην οἵδε γιγνώσκειν· πιστοτέρη γὰρ ἡ ὄψις ἁπάσης ἄλλης αἰσθήσιος, οὐ τῶν ἀναγομένων μοῦνον, ἀλλὰ καὶ τοῦ εἴδεος τοῦ νοσέοντος. ἢν γὰρ καὶ δημότης ἴδῃ τὸν ἄνθρωπον ὠχρὸν, ἀδρανῆ, ἀναβήσσοντα, ξυντετηκότα, ἀτρεκέα μαντεύεται φθόην· ἀτὰρ ἠδὲ ὁκόσοισι μὲν ἕλκος μὲν οὐκ ἔστι ἐν πνεύμονι, ξυντετήκασι δὲ πυρετοῖσι χρονίοισι, πυκνὰ δὲ καὶ σκληρὰ καὶ ἀτελέα βήσσουσι, καὶ ἀνάγουσι οὐδὲν, καὶ τούσδε φθισικοὺς κικλήσκουσι, οὐ πάνυ ἀσήμως. ξύνεστι δὲ τοῦ θώρηκος βάρος· πλεύμων γὰρ ἄπονος, ἄση, δυσφορίη, ἀποσιτίη, ἑσπέρῃ περίψυξις, καὶ θέρμη ἐς τὴν ἕω· ἱδρὼς ἄχρι θώρηκος τῆς θέρμης δυσφορώτερος· βηχὸς ἀναγωγαὶ ποικίλαι, ὁκοίας ἔλεξα. |
| 1.9 | οἷσι ἐν τῇσι κοιλίῃσι τὰ ἄνω κατʼ ἴξιν τοῦ θώρηκος ἢ τὰ κάτω ὑπὸ τὸ διάφραγμα πύου ἀποστάσιες γίγνονται, ἢν μὲν ἀνάγωσι, ἔμπυοι οἵδε καλέονται· ἢν δὲ τὸ πῦον διεξίῃ κάτω, ἀποστηματίαι κικλήσκονται· καὶ ἐν μὲν θώρηκι ἐν τοῖσι ἕλκεσι, ἤτοι ἐν πλεύμονι, ἣν ἐκδέχεται φθόη, ἢ ὑπεζωκότι ἐν πλευρῷ, ἢ στέρνῳ, ἢ κάτωπη πρὸς τῇ ξυμφύσι τοῦ πνεύμονος κατὰ Ῥάχιν, ἤ πη τοῦ θώρηκος ἄλλῃ, — ξυμπάντων δὲ ἐς ἀναγωγὴν ὁδὸς τῷ πύῳ πνεύμων. ὑπὸ δὲ τὸ διάφραγμα ἐν τοῖσι σπλάγχνοισι, ἥπατι, σπληνὶ, νεφροῖσι, κύστις· ἐπὶ γυναικῶν δὲ καὶ ὑστέρη· ἔταμον δὲ καὶ ἐγὼ ἐν κώλῳ τινί κοτε ἀπόστασιν τὰ ἐπὶ δεξιὰ πρὸς ἥπατι· καὶ πολλόν τι ἐσσύθη ἔξω πῦον· πολλὸν δὲ καὶ διὰ νεφρῶν καὶ κύστιος ἐς ἡμέρας πλεῦνας ἐρρύη, καὶ περιεγένετο ὥνθρωπος. |
| 1.10 | εὖτε ὁκόσοισι περιπνευμον ικοῖσι ἂν φλέγμα ἔῃ, καὶ μὴ διαχέηται, περιγίγνονται· οἱ δὲ διαδιδρήσκοντες τὸ κάτοξυ τοῦ πάθεος ἔμπυοι γίγνονται. τὰ μὲν οὖν μελλούσης ἢ τετελες μένης ἀποστάσιος σημεῖα ἐν τοῖσι ἐμπύοισι ἔλεξα· ἢν δὲ τελεσθῇ, οὐ βίης καὶ πόνων ἐς ἀπόρρηξιν καὶ ἀναγωγὴν χρέος, ὅπωσπερ ἐν τοῖσι σώμασι· ἀλλὰ γὰρ Ῥηϊδίως ἀναφέρεται, διατάσιος μᾶλλον τῶν ἀραιωσίων γενομένης, ἤπερ ἕξιος σωμάτων. μανὸς γὰρ καὶ πολύτρητος ὁ πνεύμων, σπογγίῃ ἴκελος, οὐ χαλεπαίνων τῷ ὑγρῷ, ἄλλην ἀπʼ ἄλλης εὐρυχωρίην ἀμείβοντι, μέσφι τῆς τρηχείης ἀρτηρίης ἥκειν. περίοδοι δὲ τῷ ὑγρῷ Ῥηΐδιαι. εὐκαμπὲς γὰρ ἠδὲ ὀλισθηρὸν πῦον. ἀτὰρ καὶ ἡ ἀναπνοὴ ἄνω τὸ πνεῦμα φυσῇ. περιγίγνονται δὲ τὰ πολλὰ, εἰ μή κοτέ τις ἀπεπνιγῆ ἀθρόῃ ἑλκύσι τοῦ ὑγροῦ, τῆς ἀρτηρίης οὐ δεχομένης τὸν ἠέρα πλήθεϊ τοῦ πύου. θνήσκου σι δὲ μετεξέτεροι χρόνῳ τὸν φθινώδεα καὶ τὸν ἐμπυϊκῶν τρόπον· τὰ δὲ πῦα λευκὰ, ἔπαφρα, σιάλῳ μεμιγμένα· ἄλλοτε δʼ αὖ τεφροειδέα , ἢ ὑπομελανίζοντα· καὶ βρογχίον κοτὲ ἀνεπτύσθη ἐπὶ ποικίλῳ ἕλκεϊ, ἢν βάθος ἴσχῃ ἡ ἀπόστασις, εὖτε καὶ ἀπορρῶγες ἀναφέρονται τοῦ σπλάγχνου. βραγχώδεες , βραχύπνοοι , βαρύφωνοι, τὰ στήθεά σφιν εὐρέα γίγνεται, καὶ εὐρυτέρων τῆς ὑγρασίης δέονται. ὀφθαλμῶν τὰ μέλανα στιλπνά· τὰ δὲ λευκὰ, λευκότα τα καὶ πίονα· μῆλα ἐρευθῆ, φλέβες ἐν τῷ προσώπῳ κυρταί. θώϋμα δὲ ἐπὶ τουτέων. τόνος μὲν γὰρ εὐσαρκίης μείζων, εὐψυχίν δὲ τόνου δυνατωτέρη. |
| 1.11 | εἰ ἀπὸ δρόμου καὶ γυμνασίων καὶ παντὸς ἔργου δυσπνοεῖ ἡ ἀναπνοὴ, ἆσθμα καλεῖται· καὶ ἡ νοῦσος δὲ ὀρθόπνοια, καὶ ἥδε κικλήσκεται ἆσθμα· ἐν γὰρ τοῖσι παροξυσμοῖσι ἀσθμαίνουσι καὶ οἵδε. ὀρθόπνοιαν δὲ ἐκάλεον, οὕνεκεν ὀρθίῳ σχήματι μοῦνον ἀναπνέουσι εὐφόρως· πνὶξ γὰρ ἐν κατακλίσι. εἵνεκεν τοῦ τόνου τοῦ ἐπὶ τῷ πνεύματι ὀρθόπνοια τοὔνομα. ὄρθιος γὰρ ἀνατέταται ἐς ἀναπνοὴν, κἢν ὕπτιος κατακλινθῇ ὥνθρωπος, κίνδυνος πνιγῆναι. |
| 1.12 | ἄσθματος ἰδέη τὸ πνευμῶδες, καὶ ἀπὸ τοῦ πνεύμονος τὸ πάθος ὅκως ἐπʼ ἄσθματι. ξυνὰ γὰρ καὶ τὰ παρεόντα· σμικρὸν δὲ καὶ τὸ διάφορον. δύσπνοια μὲν γὰρ καὶ βὴξ καὶ ἀγρυπνίη καὶ θέρμη ξυνά· καὶ ἀποσιτίη καὶ ἰσχνότης ὅλου. καὶ γὰρ ἐς χρόνον τὸ κακὸν ἀποτείνεται, πλὴν οὐ περαιτέρω ἑνὸς ἔτεος. ἤν τε γὰρ τὸ μετόπωρον ἄρξῃ, εἰς τὸ ἔαρ ἢ τὸ θέρος ἀπογίγνονται· ἤν τε χειμὼν, ἐς τὸ μετόπωρον τελευτῶσι τὸν βίον. κοτὲ καὶ γέροντες ἁλῶναι Ῥηΐδιοι καὶ ἀπόφρικτοι ἁλόντες, ὅσον βραχείης Ῥοπῆς ἐς εὐνὴν θανάτου χρέος· ἄγχιστα ἅπαντες ἄπνοοι, σφυγμοὶ σμικροὶ, πυκνοὶ, ἀμυδροί. ἀλλὰ τάδε μὲν ξυνὰ πρὸς τὸ ἆσθμα· ἰδίᾳ δὲ ἀναβήσσουσι ὡς ἀνάξοντες. ματαιοπονέουσι δέ· οὐδὲν γὰρ ἀνάγουσι. εἰ δέ τι τοῦ πλεύμονος ἀπορραγείη βίῃ, σμικρὸν, λευκὸν, στρογγύλον , χαλαζῶδες· θώρηξ εὐρύτερος μὲν, ἀδιάστροφος, ἠδὲ ἀνέλκωτος· ἢν δὲ ἀνεκπύητος ὁ πνεύμων ᾖ, ὑγρῶν δὲ ὁκοῖόν τι πεπηγότων ἔμπλεως, διαλήψιες τῶν παροξυσμῶν τοῦδε μέζονες. οἱ μὲν οὖν ἀπεπνίγησαν θᾶσσον, πρίν τι κάκιον ἐς τὸ πᾶν ἀποσκῆψαι· μετεξετέροισι δὲ ἐς ὕδερον περὶ λαγόνα ἢ ἀνὰ σάρκα τὸ πάθος τελευτᾷ. |
| 1.13 | Ἥπαρ σπληνὶ ἐς γένεσιν μὲν ἰσόρροπον· δεξιὰ γὰρ ἠδὲ ἐπʼ ἀριστερὰ τὰ σπλάγχνα ἰσάριθμα τῇ φύσι· ἄνισοι δὲ ἐς δύναμιν καὶ ἐν ὑγείῃ καὶ ἐν νούσοισι. ἐν ὑγείῃ μὲν, ὅτιπερ τὸ κράτος τῆς τροφῆς τὸ ἧπαρ ἴσχει· Ῥίζωσις γὰρ φλεβῶν ἧπαρ· ἀτὰρ ἐν νούσοισι καὶ ἐς ὑγείην πολλόν τι ἰσχυροτέρην ἔχει καὶ τοῦ θανάτου τὴν αἰτίην. ὁκόσον οὖν ἧπαρ ἐς ὑγείην κρέσσον, τοσόνδε κάκιον ἐν νούσοισι. καὶ γὰρ ἐπιφλεγμαίνει θᾶσσόν τε καὶ βιαιότερον , καὶ ἀφίσταται ξυνεχέστερόν τε καὶ ὀλεθριώτερον. ἐπὶ σκίρρῳ δὲ ὠκύτερον σπληνὸς καὶ περιαλγέστερον κτείνει. τὰ μὲν οὖν τῆς φλεγμασίης ἐν τοῖσι ὀξέσι ἔλεξα. |
| 1.14 | σπληνὶ ξύνηθες χρόνιον νόσημα, σκίρρος. ἔμπυος δὲ οὐ Ῥηϊδίως, γίγνεται δʼ οὖν. εὖτε πόνος μὲν οὐ τρηχὺς, ὄγκος δὲ πουλὺς τῆς ἐπιπονίης μέζων· ἐπὶ δεξιὰ γὰρ ὤφθη μέσφι τοῦ ἥπατος ὅλῃ τῇ κοινωνί ῃ ἐποιδέων. τοὔνεκεν πολλοῖσι ἀπάτη γίγνεται, ὡς τοιοῦδε οὐκ ἐόντος σπληνὸς, ἀλλὰ τοῦ ὑμένος πάθεος. τὸ γὰρ περιτόναιον φλεγμάινειν σφίσι δοκέει. ἀπηνὴς δὲ καὶ ἀτέραμνος ὅκως λίθος. τοιόσδε τὰ πολλὰ ἐπὶ σκίρρῳ γίγνεται σπλὴν, εὖτε καὶ ἀπορίη ξύνεστι παντελής. |
| 1.15 | ἢν χολῆς ξανθῆς, λεκιθώδεος , ἢ κροκοει δέος, ἢ τῆς μελαγχλώρου, ἐς τὸ παντελὲς ἀνάχυσις ἀπὸ τοῦ σπλάγχνου γένηται, τὸ πάθος ἴκτερος κικλήσκεται, χαλεπὸν μὲν ἐν ὀξέσι· οὐ γὰρ μόνον πρὸ ἑβδόμης κτείνει φανὲν, ἀλλὰ καὶ μετὰ ἑβδόμην ἔκτεινε μυρίους· σπανίως δὲ εὖτε ἔκρινε πυρετὸν ἐς τέλος τὸ πάθος, ἀλλʼ αὐτὸς οὐ Ῥηϊδίως λύεται. |
| 1.16 | ξυμπάντων ὁμοῦ παθέων καχεξίη τροπή. ἅπασαι γὰρ αἱ νοῦσοι τῆσδε ἀποτόκοι. ἀτὰρ καὶ ἥδε μούνη ἄνευθεν τῶν ἄλλων, φαρμάκων ἐπίδοσιν ἔχουσα πολλὴν, ἰλυώδεα κατὰ πρώτιστα γίγνεται πάθος. καὶ ἕξις μὲν κακὴ σχέδιος ξυνὴ πάντων, καὶ ξυμπτώματα πολλὰ, καὶ οὔνομα τόδε ξύμβολον· ἰσχνότης δὲ ἢ ὦχρος ἢ οἷδος καὶ εἴ τι ἕτερον πρόσκαιρον ἀνὰ τὸ σῶμα· καχεξίη δὲ ἑνὸς μεγάλου πάθεος ἰδέη, καὶ τοῦδε τοὔνομα· ἡ γὰρ τοῦ ἀνθρώπου ἐς τὰ πάντα εὐεξίη, καὶ ἡ ἐς πέψιν ἢ ἐς ἀνάδοσιν αἵματος γέννα· ἠδὲ πᾶν ἔργον φύσιος, ἐφʼ οἷσι εὔπνοια, εὐτονίη, εὐχροίη, τὸ πρόσθεν ὑγείη. ἢν δὲ ἐς ἀσθενίην κακοχυμίης ἡ φύσις τραπῇ, τόδε ἐστὶν ἡ καχεξίη. |
| 2.1 | ὕδρωψ ἀτερπὲς μὲν ἐσιδεῖν πάθος, χαλεπὸν δὲ καὶ παθεῖν. διαδιδρήσκουσι γὰρ τόδε πάγχυ παῦροι ὑπʼ εὐτυχίης, καὶ θεῶν μᾶλλον ἢ τέχνης· τὰ γὰρ μέζονα πάντα ἰῶνται μοῦνοι θεοί. ἢ γὰρ ἐν σπλάγχνῳ καιρίῳ νόσημα φωλεῦσαν ἔτρεψε ἐς καχεξίην τὸ πᾶν, ἢ τὸ ξύμπαν σκῆνος λοιμοῦ κατάρξαντος ἐς κακοχυμίην ἤμειψε τὰ σπλάγχνα· εὖτε ἀλλήλοισι ἄμφω ἐς τὸ κακὸν ξυντιμωρέει, ἀσινὲς δὲ οὐδὲν, ἐξ οὗπερ καὶ σμικρὴ τῇ φύσι γίγνοιτο ἂν ἐπικουρίη· ἔστι δὲ ἐς ἐπομβρίην Ῥεῦμα ψυχρὸν, παχὺ, ὁκοῖον ἡ ὀμίχλη τῷ παντί. ἢ τροπὴ ὑγρῆς καὶ ψυχρῆς αἰτίης, ἐς τοιήνδε ἕξιν ἑτεροιούσης τὸν ἄνθρωπον. οὐ γὰρ τὸ ἐν τῇ κολίῃ τῇ κάτω ἁλιζόμενον ὑγρὸν ὕδρωπα καλέομεν, ἐπεὶ οὐδὲ τὸ πάθος τῇδέ ἐστι, ἀλλʼ ὅτε ξυμπαρομαρτέει τῇ νούσῳ ὁ ὄγκος, τὸ οἶδος, ἡ χροιὴ, ἠδὲ ἐς τὸ ὕδωρ ξυντήκουσα ἕξις, ὕδρωψτέ ἐστι καὶ καλέεται. κἢν γὰρ ἐκραγῇ κοτε τὸ ὕδωρ αὐτομάτως ἔξω, ἢ ταμών τις τὸ ὑποχόνδριον ἐκχέῃ, ἐφʼ ἕδρης ἔασι οἱ ὑδρωπιώδεες. ἡ μὲν οὖν πρωτίστη αἰτίη καχεξίη. |
| 2.2 | θώϋμα τὸ διαβήτεω πάθος, οὐ κάρτα ξύνηθες ἀνθρώποισι· σαρκῶν καὶ μελέων ἐς οὖρον ἡ ξύντηξις· ὑγρὴ καὶ ψυχρὴ, ὅκως ἐν ὕδρωψι, αἰτίη. ὁδὸς δὲ ἡ ξυνήθης, νεφροί τε καὶ κύστις. οὐ γὰρ διαλείπουσι οὐρέοντες, ἀλλὰ ὅκωσπερ ἐξ ἀφέσιος ὀχετῶν ἄπαυστος ἡ φορή. χρονίη μὲν ἡ τῆς νούσου φυὴ, μακρῷ κυΐσκεται χρόνῳ· βραχύβιος δὲ ὥνθρωπος, ἢν ἡ κατάστασις τελεσθῇ· ὀξείη γὰρ ἡ τηκεδὼν, ταχὺς δὲ ὁ θάνατος, ποτὶ καὶ βίος αἰσχρὸς καὶ ἐπίπονος· δίψος ἀκρατές· πολυποσίη ἀνισόμε τρος οὔροισι πολλοῖσι· πλεῖον γὰρ ἐκρεῖ τὸ οὖρον, καὶ οὐκ ἂν ἐπίσχοι τις αὐτέους, οὔτε πίνοντας οὔτε οὐρέοντας. ἢν δὲ ἐπʼ ἀκαρὲς ἀντίσχωσι, ἢν μὲν τοῦ πιεῖν, ἄνικμοι μὲν τὸ στόμα, αὐαλέοι δὲ τὸ σκῆνος· τὰ δὲ σπλάγχνα καίεσθαι δοκέουσι, ἀσώδεες, ἄποροι, οὐκ ἐς μακρὸν θνήσκουσι· πυριφλεγέες δίψαι. ἀπουρέειν δὲ τίς ἂν ἐπίσχοι τρόπος; ἢ τίς αἰσχύνη πόνου κρέσσων; ἀλλὰ κἢν ἐς μικρὸν ἐγκρατέες γένωνται, παροιδέουσι ὀσφὺν, ὄρχιας καὶ ἰσχία· κἢν ἀνῶσι, ἐκχέουσι μὲν τὸ οὖρον ἁλέν· τὰ δʼ ἐποιδέον τα ἐξαρύεται. ξυνδίδοται γὰρ ἐς κύστιν ἡ πλημμύρα. |
| 2.3 | νεφροὶ τὴν φυὴν μὲν ἀδενώδεες, χροιὴν δὲ ἐρυθρότεροι, ὁκοῖόν τι ἧπαρ, μᾶλλον ἢ μαζοὶ καὶ ὄρχιες. καὶ γὰρ καὶ οἵδε ἀδένες, ἀλλὰ λευκότεροι. σχῆμα δὲ διδύμοισι ἴκελοι, πλατέες μᾶλλον ἔασι ἅμα καὶ καμπύλοι. κοιλίαι δὲ σμικραὶ ἠθμοειδέες ἐς τὴν τῶν οὔρων διήθησιν. ἐκπεφύκασι δὲ ὀχετοὶ νευρώδεες, ὁκοῖόν τι αὐλοὶ ἀφʼ ἑκατέρου. ἐμπεφύκασι δὲ οἵδε τοῖσι ὤμοισι τῆς κύστιος ἑκάτερθεν. ἴση δὲ τῶν οὔρων ἀπὸ νεφρῶν ἡ ὁδὸς ἐς κύστιν. |
| 2.4 | τῶν ἐν τῇ κύστι νούσων οὐδὲν εὔηθες· τὰ μὲν ὀξέα φλεγμασίῃ καὶ τρώμασι, σπασμῷ καὶ πυρετοῖσι ὀξέσι κτείνοντα· ἕλκος δὲ καὶ ἀποστάσιες, ἢ παράλυσις, ἢ λίθος μέγας χρόνια μὲν, ἀναλθῆ δέ. οὔτε γὰρ θρύπτεται, ἢ πόσι, ἢ φαρμακῳ, ἢ ἀμφιθρύπτοιτο, οὔτε ἀσινέως τέμνεται. χρὴ γὰρ καὶ τὰ λεπτὰ τῆς κύστιος ξυντάμνειν· τὸ δὲ αὐτῆμαρ ἔκτεινε, ἢ ὀλίγαις ἡμέρῃσι, σπασμοῖσι καὶ πυρετοῖσι θνήσκουσι· ἢν δὲ μὴ τάμῃς, εἰς οὔρων σχέσιν, καὶ πόνοισι, καὶ πυρετοῖσι ἢ τηκεδόσι σμύχεται ὥνθρωπος· ἢν δὲ μὴ κάρτα μέγας ὁ λίθος ἔῃ, σχέσιες μὲν οὔρων ξυνεχέστεραι. ἐς γὰρ τὸν αὐχένα Ῥηϊδίως ἐμπίπτων ἀποέργει οὔρων ἔξοδον. τάμνειν δὲ εἰ καὶ τῶν μεζόνων ἀσφαλέστεροι, ἀλλὰ τέμνεται κύστις, κἤν τις τὸν τοῦ θανάτου κίνδυνον ἐκφύγῃ, Ῥυάδος γίγνεταί οἱ πάθος· κἤν ἀκίνδυνον ἔῃ, ἀλλʼ οὐ φορητὸν ἐλευθέροισι ἀένναον ἐκρέειν οὖρον, κἢν βαδίζῃ, κἢν εὕδῃ, ἀτερπὲς δὲ ἢν βαδίζῃ. οἱ δὲ κάρτα σμικροὶ τὰ πολλὰ τάμνονται ἀσινέως· ἢν δὲ ξυμπεφύκῃ τῇ κύστι λίθος, διάδηλος μὲν τῇσι μελεδώνεσι , ἀτὰρ οὐδὲ ἀσινεῖς πόνοισι καὶ βάρεϊ, κἢν ἂν ᾖ δυσουρίης ἄτερ· ἢν δὲ μὴ, καὶ δυσουρέει. ξύμπαντας δὲ τοὺς λίθους διαγνοίης ἂν τῇσι τῶν ψαμμίωνἐν τοῖσι οὔροισι ὑποστάσεσι· ἀτὰρ ἠδὲ πρόκωποιτὰ αἰδοῖα γίγνονται. εὖτε γὰρ ἀπουρέουσι, καὶ ὕπεστι καὶ ὁ λίθος, ὀδυνέονται , καὶ ἀμφαφόωσι, καὶ ἕλκουσι τὰ αἰδοῖα, ὅκως τὸν λίθον ξὺν τῇ κύστι ἐξαιρεύμενοι· ξυμπαθεῖ δὲ καὶ ἕδρη κνησμώδης γιγνομένη· προπετὴς δὲ καὶ ἀρχὸς βίῃ καὶ ἐντάσεσι, φαντασίῃ ὡς ἐκκρίσιος δῆθεν τοῦ λίθου. ἄμφω γὰρ συγκέονται ἀλλήλοισι ἕδρη τε καὶ κύστις. ὧν ἑκατέρου πάσχοντος πάσχει καὶ θάτερον διὰ τόδε καὶ ἐπὶ φλεγμασίῃ ἀρχοῦ, ἰσχουρέει κύστις, καὶ ἐπὶ τῇσι τῆς κύστιος ἀκίσι οὐ διΐησιἕδρη, κἢν μὴ ἐπίξηρος ἡ γαστὴρ ἔῃ. τοῖα μὲν ἄλγεα τὰ λίθων. |
| 2.5 | Ἀνώλεθρονμὲν ἡ γονόρροια, ἀτερπὲς δὲ καὶ ἀηδὲς μέσφι ἀκοῆς. ἢν γὰρ ἀκρασίη καὶ πάρεσις τὰ ὑγρὰ ἴσχῃ καὶ γόνιμα μέρεα, ὅκως διʼ ἀψύχων Ῥέει ἡ θορὴ, οὐδὲ ἐπίσχειν αὐτέην ἐστὶ οὐδὲ ἐν ὕπνοισι. ἀλλὰ γὰρ ἢν τε εὕδῃ, ἤν τε ἐγρηγορέῃ, ἀνεπίσχετος ἡ φορὴ, ἀναίσθητος δὲ ἡ Ῥοὴ τοῦ γόνου γίγνεται· νοσέουσι δὲ καὶ γυναῖκες τήνδε τὴν νοῦσον, ἀλλʼ ἐπὶ κνησμοῖσιτῶν μορίων καὶ ἡδονῇ προχέεταιτῇσι ἡ θορὴ, ἀτὰρ καὶ πρὸς ἄνδρας ὁμιλίῃ ἀναισχύντῳ· ἄνδρες δὲ οὐδʼ ὅλως ὀδάξονται· τὸ δὲ Ῥέον ὑγρὸν, λεπτὸν, ψυχρὸν, ἄχρουν, ἄγονον. πῶς γὰρ ζωογόνον ἐκπέμψαι σπέρμα ψυχρὴ οὖσα ἡ φύσις; ἢν δὲ καὶ νέοι πάσχωσι, γηραλέους χρὴ γενέσθαι πάντας τὴν ἕξιν, νωθώδεας, ἐκλύτους, ἀψύχους, ὀκνέοντας, κωφοὺς, ἀσθενέας, Ῥικιους, ἀπρηκτους, ἐπώχρους, λευκοὶς, γυναικώδεας, ἀποσίτους, ψυχροὺς· μελέων βάρεα, καὶ νάρκας σκελέων, ἀκρατεας, καὶ ἐς παντα παρέτους, ἥδε ἡ νοῦσος ὁδὸς ἐς παράλυσιν πολλοῖσι γίγνεται. πῶς γὰρ οὐκ ἂν τῶν νεύρων ἤδη ἡ δύναμις πάθοι, τῆς ἐς ζωῆς γένεσιν φύσιος ἀπεψυγμέ νης; καὶ ἡμέας ἄνδρας ποιέει ζωοῦσα ἡ θορὴ, θερμοὺς, ἐνάρθρους, λασίους, εὐφώνους, εὐθύμους, κραταιοὺς νοῆσαί τε καὶ Ῥέξαι· δηλοῦσι οἱ ἄνδρες. οἷσι δὲ οὐκ ἔνεστι ζωοῦσα ἡ θορὴ, Ῥικνοὶ, ἀσθενέες, ὀξύφωνοι, ἄτριχες, ἀγένειοι, γυναικώδεις· δηλοῦσι οἱ εὐνοῦχοι. ἢν δέ τις ἀνὴρ καὶ ἐγκρατὴς ἔῃ τῆς θορῆς, κραταιὸς, εὔτολμος, ἀλκήεις μέσφι θηρίων· τέκμαρ δὲ ἀθλητῶν οἱ σαόφρονες. καὶ γὰρ καὶ οἱ φύσι τινῶν κρέσσονες, ὑπʼ ἀκρασίης πολλὸν τῶν χειρόνων γίγνονται χερείονες. πολλὸν δὲ οἱ φύσι χερείους ὑπʼ ἐγκρατί ης γίγνονται κρεσσόνων κρέσσονες. ἀτὰρ οὐδὲ ζῷον ἐξ ἄλλου τευ γίγνεται κραταιὸ ν ἢ θορῆς. μέγα οὖν καὶ ἐς ὑγείην, καὶ ἐς ἀλκὴν, καὶ ἐς εὐψυχίην, καὶ ἐς γένεσιν ζωοῦσα ἠ θορή. ἀπὸ σατυριήσεως ἐς γονορροιής ἀπόσκηψιν ἡ κατάστασις. |
| 2.6 | στόμαχος ἡδονῆς καὶ ἀηδίης ἡγεμών· καρδίης καίριον γειτόνευμα ἐς τόνον καὶ θυμὸν, ἢ ἀθυμίην, τῆς ψυχῆς συμπαθείῃ· ἥδε στομάχου πρώτιστα δύναμις. τάδε μὲν οὖν μοι ἄλλῃ λέλεκται. ἀπότοκοι ἡδονῆς μὲν, εὐπεψίη , εὐσαρκίη, εὐχροίη τοῦ σώματος· ἀηδίης δὲ τουτέων τἀναντία, κοτὲ καὶ ἀθυμίη μὴ ἔχων τροφὴν, μελαγχολώδεσι δὲ κἀποσιτίη. ἢν οὖν ὅδε νοσέῃ, μῖσος καὶ ἀποστροφὴ τῶν γευμάτων, οὐκ ἢν προσαίρωνται μόνον, ἀλλὰ κἢν ἀθέητα μὲν ᾖ τὰ σιτία. ἀναπεμπάζονται δὲ ναυτίῃ, ἢ ἀπορίῃ, ἢ πλάδῳ, ἢ καρδιαλγίῃ· καὶ σιαλοχόοι δὲ, καὶ ἔμετοι ἐνίοις. κἢν ὁμῶς τὸ σῶματείρῃ, ἢν γαστὴρ μείνῃ κενεὴ τῶνδε, τόνδε πόνον Ῥηΐτερον φέρει τῆς προσάρσιος. ἢν δὲ καὶ ὑπʼ ἀνάγκης κοτὲ ἐς τὴν ἐδωδὴν ἴῃ, πολλὸν κάκιον ὅδε πόνος τοῦ λιμοῦ· ἐν τῷ στόματι λεῆναι ἄλγος, καταπιεῖν μέζων ὀδύνη· ἀτὰρ καὶ οὐχὶ πρὸς μὲν τὰ οἰκεῖα τοιῶσδε· ἐς δὲ τὰ ἀλλόκοτα χρηστῶς, ἀλλαγῇ τῶν κατὰ φύσιν ἐς τὸ ἔμπαλιν· ἀχθηδὼν ἐς πάντα, καὶ φυγὴ καὶ μῖσος σιτίων· ἐπὶ δὲ τοῖσι μεσσηγὺ τῶν ὠμοπλατέων χωρίοισιν ἄλγος· πολὺ δὲ καὶ μέζον, ἢν προσφέρωνται καὶ καταπίνωσι· ἄση, ἀπορίη, ὄψιες ἀμαυραὶ, ὤτων ἦχοι, βάρεα κεφαλῆς, νάρκη μελέων. καὶ τὰ γυῖα λύονται· παλμὸς ἐν τοῖσι ὑποχονδρίοισι, φαντασίη τῆς Ῥάχιος ἐς τὼ σκέλεε κινευμένης , ἄλλοτε ἄλλῃ τῇδε κἀκεῖσε φέρεσθαι δοκέουσι, κἢν ἑστήκωσι, κἢν κατακέωνται, ὅκως ὑπὸ αὔρης ἀνέμων κάλαμοι, ἢ δένδρεα· φλέγμα ψυχρὸν, ὑδαρὲς ἀποβλύζουσι. ἐπὴν δὲ καὶ χολὴ ᾖ πικροχόλοισι, σκοτώδεες, ἄδιψοι κἢν ἐπʼ ἐδέσμασι διψῆν δοκέωσι, ἄγρυπνοι, νωθροὶ, νυσταλέοι, οὐχ ὕπνῳ ἀτρεκέϊ· κωματώδεσι δʼ ὁμοιοπαθέες, ἰσχνοὶ, ἔξωχροι, ἀσθενέες, ἔκλυτοι, λειποδρανέες, ἄψυχοι, δειλοὶ, ἡσύχιοι· ἐξαπίνης δὲ ὀργίλοι· κάρτα μελαγχολώδεες. καὶ γὰρ ἐξώκειλάν κοτε ἐς μελαγχολίην οἱ τοιοίδε. |
| 2.7 | κοιλίη, σπλάγχνον πεπτήριον, κάμνει τὴν πέψιν, ὁκότε διάρροια τὸν ἄνθρωπον ἴσχει· καὶ ἔστιν ὑγρῆς τροφῆς ἀπέπτου ἡ διάρροια· ἀλλʼ ἢν μὴ ἐπὶ σχεδίου τῆς αἰτίης γίγνοιτο τόδε ἐς μίην ἢ δευτέρην ἡμέρην μούνην, πρὸς δὲ καὶ ὅλος ὁ ἄνθρωπος ἀσθενέει, ἀτροφίῃ τοῦ σκήνεος, χρονίη νοῦσος ἡ κοιλιακ ὴ γίγνεται, ἀτονίῃ τοῦ πέσσοντος θερμοῦ, καὶ ψύξι τῆς κοιλίης· εὖτε λύεται μὲν ἐς θερμὸν ἡ τροφή· ἀλλʼ οὐκ ἐκπέσσει θερμὸν, οὐδὲ ἐς χυμὸν οἰκεῖον τρέπει, ἡμιτελέα δὲ λείπει ἀδρανείῃ τοῦ τέλεος. ἡ δὲ ἀφεθεῖσα τῆς ἐργασίης ἐς κακὸν ἀλλοιοῦται καὶ χροιῇ καὶ ὀδμῇ καὶ συστάσι. λευκὴ μὲν γὰρ καὶ ἄχολος ἡ χροιὴ, κάκοδμα δὲ καὶ βορβορώδεα· ὑγρὴ δὲ καὶ ἀσύστατος ἀπραγίῃ, μούνην δὲ ἀρετὴν ἴσχουσα τῆς πέψιος τὴν ἀρχήν. |
| 2.8 | Κωλικοὶ δὴ κτείνον ται εἰλεῷ καὶ στρόφῳ ὀξέως. πάνυ μὲν οὖν αἴτια μυρία ἴσχει τῆς διαθέσιος· σημήϊα, βάρος μὲν ἐπʼ ἀσιτίῃ, ἔνθα δὴ τὸ πάθος μάλιστά γε κραίνει· ὄκνος πουλὺς, νωθέες, ἀπόσιτοι, ἰσχνοὶ, ἄγρυπνοι, οἰδαλέοι πρόσωπα· κἢν μὲν πρὸς τῷ σπληνὶ νοσέῃ κῶλον, μελάγχλωροι. λευκόχλωροι δὲ, ὁκόσοις πρὸς ἥπατι, ξυμπαθείῃ τῶν ἄγχιστα σπλάγχνων· ἢν δὲ προσαίρωνται τροφὴν, καὶ ἐπὶ σμικρῇ καὶ ἀφύσῳ κάρτα φυσώδεες, καὶ προθυμίη μὲν ἐς διαπνοὴν, ἀδιέξοδοι δὲ φῦσαι, ἐρυγαί τε ἄνω βιώμεναι, ἀτὰρ καὶ αἵδε ἀτελέες. ἢν δέ πηπερήσῃ βίᾳ, φῦσαι βρωμώδεες μὲν αἱ ἄνω καὶ ὀξυρεγμιώδεες· νεφροὶ καὶ κύστις ξυμπαθέα πόνῳ καὶ ἰσχουρίῃ· τουτέοισι ἄλλα ἀντʼ ἄλλων. θωῦμα δὲ τουτέων μέζον, ἐς ὄρχιας καὶ κρεμαστῆρας ἀδόκητον ἄλγος ἐπιφοιτῇ· πολλοὺς τῶν ἰητρῶν ἥδε ἡ ξυμπαθείη λήθει. καὶ γὰρ καὶ ἐξέταμόν κοτε τοὺς κρεμαστῆρας, ὡς ἰδίην ἔχοντας αἰτίην. ἀλλὰ γὰρ καὶ τουτέοισι ἀντʼ ἄλλων ἄλλα. |
| 2.9 | ἐντέρων τὰ μὲν ἄνω λεπτὰ καὶ χολώδεα μέσφι τοῦ τυφλοῦ, χολάδες ἐπίκλην· ἀπὸ δὲ τουτέων τὰ κάτω παχέα καὶ σαρκώδεα μέσφι τῆς ἀρχῆς τοῦ εὐθέος ἐντέρου. |
| 2.10 | ἢν ἐπὶ δυσεντερίῃσι καὶ ἕλκεσι πλατέσι καὶ κάρτα βαθέσι τῶν ἄνω ἐντέρων ὠτειλαὶ ἐγγίγνωνται πυκναὶ, παχεῖαι , στερέμνιοι , τὰ σιτία ἐκ τῶνδε ἐς τὰ κάτω διεκθέει, ὑγρὰ, ἀδιάκρι τα τοῦ τροφίμου· τὸ γὰρ τῶν ἐντέρων ἀραιὸν διʼ οὗπερ ἐς τὴν ἄνω φορὴν ἡ τροφὴ ἀναΐσσει, ἀπέκλεισεν ἡ ὠτειλή. ἀτροφίη οὖν τὸν ἄνθρωπον ἴσχει καὶ ἀχροίη, καὶ ἀτονίη. ἐπικλην τὸ πάθος λειεντερίη ἴσχει, — τὸ ἐπὶ τῇ οὐλῇ λέγω τῶν ἐντέρων, — τοὔνομα. καὶ νῦν μὲν ἐξ ἑλκέων ἐστὶ ἡ πάθη· ἄλλοτε δὲ ἔντερα μὲν ὠτειλὴν οὐκ ἴσχει· ἔθος δὲ καὶ μελέτη διαρρυεῖσα ἐκδιδάσκει τὰ ἔντερα. τὸ γὰρ ἐν τουτέοισι θερμὸν ἢν καταψυχθέν κοτε μήτε καταπέσσῃ, μήτε ἐς τὴν ἀναφορὴν ἀναΐσσῃ, ἄκρατον δὲ ὑπʼ ἀσθενίης ἔῃ, διαδιδρήσκει πᾶν ἔργον ἡ τροφή. ἀλλʼ ἢν μὲν σχέδιος καὶ μὴ ἑδραίη γένηται ἡ κάθαρσις, ἀλλὰ φαύλη, ἁπλοῦς ἔμετος ἀπὸ σιτίων ἔλυσε τὴν νοῦσον. ἢν δὲ προσοκείλῃ χρόνῳ, καὶ ἐν ἕδρῃ ἵζῃ ἡ αἰτίη τουτέων, οὐδὲν ὠφελέει. |
| 2.11 | τῇσι γυναιξὶ ὑστέρη ἀγαθὴ μὲν ἐς κάθαρσιν καὶ τόκον, ξυμφορὴ δὲ νούσων μυρίων τε καὶ κακῶν. οὐ γὰρ ἑλκέων ἢ φλεγμασίης ἢ Ῥοῦ μοῦνον, ἀλλὰ κἢν ἐξαπίνης ὅλη ἄνω κινέηται, ὠκέως κτείνει. γεγράφαται μὲν οὖν ἐν ἄλλοισι, ὁκοῖα τῶν ἀπʼ αὐτέης ἦν ὀλέθρια ὀξέα. τὰ δὲ χρόνια Ῥόος διπλόος, σκληρίη, ἕλκεα, τὰ μὲν ἀσινέα, τὰ δὲ κακοήθεα· πρόπτωσις ὅλης, ἢ μέρεος. |
| 2.12 | ξυνὸς μὲν ἁπάντων τῶν ἄρθρων πόνος ἡ ἀρθρῖτις· ἀλλὰ ποδῶν μὲν ποδάγρην καλέομεν, ἰσχιάδα δὲ ἰσχίων, χειράγρην δὲ χειρῶν· ἤν γε μὲν σχέδιος ᾖ ἐπί τινι τῶν προσκαίρων αἰτίων ὁ πόνος, ἢ κρύβδην δὲ μελετήσῃ πολλὸν χρόνον ἡ νοῦσος, εὖτε ἐπὶ προφάσι σμικρῇ ὁ πόνος καὶ ἡ νοῦσος ἐξήφθη· ἔστι δὲ ἁπάντων ξυλλήβδην τῶν νεύρων ἡ πάθη, ἢν αὐξηθὲν τὸ κακὸν ἅπασι ἐπιφοιτῇ· ἀρχὴ δὲ νεῦρα τὰ δεσμὰ τῶν ἄρθρων, καὶ ὁκόσα ἐξ ὀστέων πέφυκεκαὶ ἐν ὀστέοισι ἐμφύνει. θώϋμα δὲ τουτέων μέγα. οὐ πονέει μὲν γὰρ θρὶξ, οὐδʼ ἂν τέμνῃ τις ἢ θλίβῃ· ἢν δὲ ἐξ ἑωυτέων πονῇ, οὐδὲ ἕτερον ἀλγέει τοῦδε δυνατώτερον, οὐ σιδηρὰ σφίγγοντα, οὐ δεσμὰ, οὐ τιτρῶσκον ξίφος, οὐ καῖον πῦρ. καὶ γὰρ καὶ ταῦτα ἐπαναιροῦνται ὡς μεζόνων πόνων ἄκεα· καὶ ἢν τάμῃ τις αὐτὰ πονεῦντα, ἀμαυροῦται ὁ τῆς τομῆς πόνος σμικρὸς ὑπὸ τοῦ μέζονος· ἢν δὲ ὅδε κρατέῃ, ἡδονὴ σφέας λάζυται ἐπιλήθουσα τῶν πάρος· πάσχουσι δὲ τοῦτο ὀδόντες καὶ ὀστέα. |
| 2.13 | ἐλέφαντι τῷ πάθεϊ καὶ τῷ θηρίῳ τῷ ἐλέφαντι ξυνὰ μυρία καὶ ἰδέῃ καὶ χροιῇ καὶ μεγέθεϊ καὶ βιοτῇ· ἀτὰρ οὐδὲ ἄλλῳ τῳ ἴκελα, οὔτε τὸ πάθος πάθεϊ, οὔτε τὸ ζῷον ζῴῳ· ἐλέφας μέν γε τὸ θηρίον καὶ κάρτα διαφέρον· πρώτιστα μέν γε μέγιστον καὶ πάχιστον· μεγέθεϊ μὲν ὁκόσον ἂν ζῷον ἐπʼ ἄλλῳ ζῴῳ πυργηδὸν ἀναθείης μέγα· πάχιστον δὲ ἐς πλεῦνα ζῷα πάχιστα, εἰ παράλληλα ξυνθείης. ἀτὰρ οὐδὲ ἰδέην κάρτα τῳ ἴκελον· χροιὴν μὲν μέλανες κατακορ έως ἅπαντες καὶ διʼ ὅλου τοῦ σκήνεος. ἵππος μέν γε ἄλλος μὲν λευκότατος , ὅκως οἱ Θρήϊκες Ῥήσου· ἄλλοι δὲ πόδαργοι, ὅκως Μενέλεω πόδαργος. οἱ δὲ ξανθοὶ, ὅκως ἑκατὸν καὶ πεντήκον τα· ἄλλοι δὲ κυάνεοι· ἵππῳ εἰσάμενος παρελέξα το κυανοχαίτῃ. ὧδε καὶ βόες, ὧδε καὶ κύνες, ἠδὲ ὁκόσα ἀνὰ τὴν γῆν ἑρπετὰ καὶ ζῷα φέρβεται. ἐλέφαντες δὲ μοῦνοι, ζοφοειδέες τὴν χροιήν· νυκτὶ δὲ καὶ θανάτῳ ἴκελοι· ἰδέην δὲ, κάρηνα μὲν μελάντα τα κατέχων καὶ πρόσωπα ἄσημα, ἀΐδηλα τὴν μορφὴν, ἐπʼ αὐχένι σμικρῷ, ὡς δοκέειν τὴν κεφαλὴν ἐπὶ τοῖσι ὤμοισι ἱζάνειν· καὶ ὧδε οὐκ ἔκδηλον. ὦτα γὰρ μεγάλα, πλατέα, πτερυγώδεα , μέσφι κληΐδων τε καὶ στέρνου, ὥστε κρύψαι τὸν αὐχένα τοῖσι ὠσὶ, ὅκως νῆες λαίφεσι. κέρατα δὲ θώϋμα διάλευκα ὁ ἐλέφας ἐπὶ μελαντάτῳ· μετεξέτεροι τάδε ὀδόντας κικλήσκουσι· τάδε μοῦνα λευκότα τα, ὅκως οὐδενὸς ἄλλου τε οὐδὲν οὐδὲ λευκοῦ ζῴου· καὶ τάδε οὐχ ὑπὲρ μέτωπα καὶ κροτάφους, ὅκως τοῖσι κερασφόροισι ἡ φυή· ἀλλὰ κατὰ στόμα καὶ τὴν ἄνω γνάθον, ὄρθια μὲν ἐς τὸ πρόσθεν οὐ κάρτα· ἀλλὰ ἄνω σμικρόν τι καμπύλα· ὅκως δατύσσεσθαι ἐκ τοῦ ὀρθίου ἐνείη, καὶ ἄρασθαι ἄχθος ἐν τοῖσι ὀδοῦσι σιμοῖς. μεγάλα δὲ τὰ κέρατα, μῇκος μὲν ὁκόσον ὀργυιὴν οἱ μέσοι. ἄλλοι δὲ πολλόν τι τουτέων μέζους μέσφιδιπλῶν· προβολὴν δʼ ἴσχει ἡ ἄνω γνάθος ἀπὸ τοῦ χείλεος μακρὴν, ἀνόστεον, σκολιὴν, ἑρπετώδεα. δοιαὶ δὲ ἐπὶ τὸ ἄκρον τῆς προβολῆς ἔασι ἐκτρήσιες· καὶ τάσδε διαμπερὲς μέσφι τοῦ πνεύμονος ἐτέτρηνεν ἡ φύσις, ὅκως αὐλὸν διφυέα· χρέεται δὲ τὸ ζῷον ἐς ἀναπνοὴν, ὅκως Ῥινὶ τῇδε τῇ σύριγγι· ἀτὰρ καὶ χερσὶ τῇδε· καὶ κωθωνίην τε γὰρ λάζοιτο, ὁκότε θέλει, τῇ προβολῇ· ἀμφιλαμβάνει τε καὶ ἴσχει κραταιῶς, καὶ οὐκ ἄν τις ἀφέλοιτο αὐτέου βίῃ, ἢν μὴ κρέσσων ἄλλος ἐλέφας· ἀτὰρ καὶ ποίην ἐς νομὴν τῇδε μαστεύει, οὐδὲ τῷ στόματι καὶ τοῖσι σμικροῖσι ὀδοῦσι ἔσθων σάρκας ζῇ· πόδες γὰρ εὐμήκεες ὕπερθεν τῆς γῆς πολλὸν τὸ ζῷον ἀνέχοντες· ἀτὰρ καὶ σμικρὸς αὐχὴν ὅκως ἔλεξα. οὔκουν δύναται τῷ στόματι εἰς τὴν γῆν νέμεσθαι. ποτὶ καὶ ἡ τῶν κεράτων πρὸ τοῦ στόματος ἔκφυσις εἴργει τῆς ποίης ἅπτεσθαι τὸ στόμα. τοιγαρο ῦν ἀνιμᾶται τῇ προβολῇ φόρτον μέγαν· ἔπειτα, ὅκως ἀμαλλοδετῆρι, τῇδε ξυνδήσας ἐντίθησι πολλὸν τῇ κοιλίῃ· εὖτε οἱ πρῶτοι προβοσκίδα τήνδε καλέουσι. ἐπίπροσθεν γὰρ τοῦ ζῴου τῇδε βόσκεται. ἀτὰρ οὐδὲ πιεῖν ἀπὸ λίμνης ἢ ποταμοῦ τῷ στόματι θέμις· ἡ ὠυτὴ γὰρ αἰτίη. ἀλλὰ ἢν διψῇ, ἐντίθεται μὲν τῷ ὕδατι τῆς προβοσκίδος ἄκρην τὴν Ῥῖνα· ἔπειτα ὅκως ἀναπνέων, ἀντὶ τοῦ ἠέρος, τοῦ ὕδατος ἕλκει πολλόν· ἐπὴν δὲ πλήσῃ, ὅκως κώθωνα, τὴν Ῥῖνα, τῷ στόματι ποταμηδὸν ἐγχέει· εἶτα αὖθις ἕλκει καὶ αὖθις ἐγχέει, ἔς τʼ ἂν πλήσῃ ὅκως φορτίδος νηὸς τὴν γαστέρα. ῥινὸν τρηχὺν καὶ πάχιστον, ὀχθώδεας Ῥωγμοὺς ἴσχοντα, αὐλῶνας ἐπιμήκεας, ἑτέρας ἐντομὰς κοίλας, ἐπικαρσίους, ἄλλας δὲ λοξὰς, βαθείας κάρτα, ἴκελον τὸ ξύμπαν τριπόλῳ νειῷ. τρίχες δὲ ἄλλοισι μὲν ζῴοισι φύσι ἠδὲ καὶ χαῖται· ἐλέφαντι δὲ τόδε ἐστὶ ὁ χνοῦς· μυρίαι δὲ καὶ ἄλλαι παραλλαγαὶ πρὸς τὰ ἀλλὰ ζῷα· καὶ γὰρ ὀπίσω κοτὲ κατὰ γόνυ κάμπτει, ὅκως ἄνθρωπος, καὶ μαζὸν πρὸς τῇσι μασχάλῃσι ἴσχει ὅκως γυναῖκες· ἀλλʼ οὔτι μοι χρέος τανῦν ἀμφὶ τοῦ ζῴου γράφειν, πλὴν ὁκόσον ἔξαλλόν τι καὶ ἡ νοῦσος ὁ ἐλέφας καὶ ὁκόσα ἴκελα ἡ ἰδέη τοῦ νοσοῦντος ἴσχει τῇ τοῦ ζῴου φυῇ· ἐκίκλησκον δὲ καὶ λέοντα τὸ πάθος, τοῦ ἐπισκυνίου τῆς ὁμοιότητος εἵνεκεν, ἣν ὕστερον φράσω· ἠδὲ σατυρίησιν τῶν τε μήλων τοῦ ἐρυθήματος καὶ τῆς ἐς συνουσίην ὁρμῆς ἀσχέτουτε καὶ ἀναισχύντου. ἀτὰρ καὶ ἡράκλειον ὅτι τοῦδε μέζον οὐδὲν οὐδὲ ἀλκιμώτερον. |