eul_wid: oba-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Ninus Fragments A–B by Narrative Fiction Work Anonymous

The Ninus Fragments are the remains of an ancient Greek prose romance, preserved on two fragmentary papyri discovered in Egypt. The extant text, comprising eight damaged columns, depicts episodes from the legendary youth of the Assyrian king Ninus and his beloved Semiramis. The narrative focuses on the young Ninus's hesitant confession of his love, portraying a hero who is militarily proficient yet emotionally inexperienced. This exploration of the tension between public training and private feeling is a central theme. The work adapts legendary Near Eastern figures into a personal, fictional story, showcasing early characteristics of the ancient novel, including aristocratic lovers, erotic themes, and a pseudo-historical setting. The fragments are considered one of the earliest surviving examples of the genre. The text survives only in two papyri, known as P.Berol. 6926 and P.Berol. inv. 12945 + P.Tebt. 268, which are housed in Berlin and Oxford respectively; these are the sole sources, and the damage to the papyri prevents a full reconstruction of the original narrative. The discovery of these fragments has been of crucial significance for understanding the origins and development of ancient Greek prose fiction, demonstrating that its core structural and thematic elements were established well before the composition of the more complete novels from later centuries.

… πλουσε … νον … αρεστι π … ὁ σφόδρα ἐρῶν … όμενον ω … χα … ὑπολαμβάνων … κίνδυνον ἐν ὧι … ν τῆς εὐχῆς α- … ἐλπίδα … α … πολὺ καὶ ἡ συνήθης ταῖς γυναιξὶν αἰδὼς ἀπεστέρησεν … ν θάρσος· ὁ δὲ … γαμεῖν ἐβούλετο … εις καὶ ταῦτα … κησαν τῶν α … α … ων γονέων α … ω πλανήσεσθαι … χρόνους ἐν οἷς … ἀδιάφθορον καὶ ἀπείρατον Ἀφροδίτης φυλάξειν … ὠμωμόκει· ἀπιθα- … ς φυλακῆς τον … γενήσεσθαι … πρὸς τὴν ἀναβολὴν … ἀλλὰ δέξεσθαι … αμεν δουλω- … λέγοντα καὶ … μεν οὐδὲ το … η ὑπέμειναν … αυτο βουλομεν— … την πεῖραν … ς ἀνένεγκεν … οὔτε ἡ παῖς ἐτόλμ— … ντο δὲ τοὺς … ἐθάρρουν γὰρ ἀμφότεροι πρὸς τὰς τηθίδας μᾶλλον ἢ τὰς αὑτῶν μητέρας. ὁ μὲν οὖν Νίνος πρὸς τὴν Δερκείαν ἀφικόμενος· «ὦ μῆτερ,» εἶπεν· «εὐορκήσας ἀφῖγμαι καὶ εἰς τὴν σὴν ὄψιν καὶ εἰς τὰς περιβολὰς τῆς ἐμοὶ τερπνοτάτης ἀνεψιᾶς. καὶ τοῦτο ἴστωσαν μὲν οἱ θεοὶ πρῶτον ὥσπερ δὴ καὶ ἴσασιν· τεκμηριώσομαι δὲ κἀγὼ τάχα καὶ τῶι νῦν λόγωι. διελθὼν γὰρ τοσαύτην γῆν καὶ τοσούτων δεσπόσας ἐθνῶν ἢ δορικτήτων ἢ πατρώιωι κράτει θεραπευόντων με καὶ προσκυνούντων ἐδυνάμην εἰς κόρον ἐκπλῆσαι πᾶσαν ἀπόλαυσιν· ἦν τε ἄν μοι τοῦτο ποιήσαντι διʼ ἐλάττονος ἴσως ἡ ἀνεψιὰ πόθου· νῦν δὲ ἀδιάφθορος ἐληλυθὼς ὑπὸ τοῦ θεοῦ νικῶμαι καὶ ὑπὸ τῆς ἡλικίας. ἑπτακαιδέκατον ἔτος ἄγω καθάπερ οἶσθας καὶ ἐνεκρίθην μὲν εἰς ἄνδρας ἤδη πρὸ ἐνιαυτοῦ· παῖς δὲ ἄχρι νῦν εἰμι νήπιος; καὶ εἰ μὲν οὐκ ἠισθανόμην Ἀφροδίτης μακάριος ἂν ἦν τῆς στερρότητος· νῦν δὲ τῆς ὑμετέρας θυγατρὸς οὐκ αἰσχρῶς ἀλλὰ ὑμῶν ἐθελησάντων αἰχμάλωτος ἄχρι τίνος ἑαλωκὼς ἀρνήσομαι; καὶ ὅτι μὲν οἱ ταύτης τῆς ἡλικίας ἄνδρες ἱκανοὶ γαμεῖν δῆλον· πόσοι γὰρ ἄχρι πεντεκαίδεκα ἐφυλάχθησαν ἐτῶν ἀδιάφθοροι; νόμος δὲ βλάπτει με οὐ γεγραμμένος ἄλλως δὲ ἔθει φλυάρωι πληρούμενος ἐπειδὴ παρʼ ἡμῖν πεντεκαίδεκα ὡς ἐπὶ τὸ πλεῖστον ἐτῶν γαμοῦνται παρθένοι. ὅτι δὲ ἡ φύσις τῶν τοιούτων συνόδων κάλλιστός ἐστι νόμος, τίς ἂν εὖ φρονῶν ἀντείποι; τετρακαίδεκα ἐτῶν κυοφοροῦσιν γυναῖκες καί τινες νὴ Δία καὶ τίκτουσιν. ἡ δὲ σὴ θυγάτηρ οὐδὲ γαμήσεται; δύʼ ἔτη περιμείνωμεν, εἴποις ἄν· ἐκδεχώμεθα, μῆτερ, εἰ καὶ ἡ Τύχη περιμενεῖ. θνητὸς δὲ ἀνὴρ θνητὴν ἡρμοσάμην παρθένον· καὶ οὐδὲ τοῖς κοινοῖς τούτοις ὑπευθυνός εἰμι μόνον, νόσοις λέγω καὶ Τύχηι πολλάκις καὶ τοὺς ἐπὶ τῆς οἰκείας ἑστίας ἠρεμοῦντας ἀναιρούσηι· ἀλλὰ ναυτιλίαι μʼ ἐκδέχονται καὶ ἐκ πολέμων πόλεμοι καὶ οὐδὲ ἄτολμος ἐγὼ καὶ βοηθὸν ἀσφαλείας δειλίαν προκαλυπτόμενος, ἀλλʼ οἷον οἶσθας, ἵνα μὴ φορτικὸς ὦ λεγων· σπευσάτω δή τι βασιλεία, σπευσάτω τι ἐπιθυμία, σπευσάτω τὸ ἀστάθμητον καὶ ἀτέκμαρτον τῶν ἐκδεχομένων με χρόνων, προλαβέτω τι καὶ φθήτω καὶ τὸ μονογενὲς ἡμῶν ἀμφοτέρων, ἵνα κἂν ἄλλως ἡ Τύχη κακόν τι βουλεύηται περὶ ἡμῶν, καταλείπωμεν ὑμῖν ἐνέχυρα. ἀναιδῆ τάχα με ἐρεῖς περὶ τούτων διαλεγόμενον· ἐγὼ δὲ ἀναιδὴς ἂν ἤμην λάθραι πειρῶν καὶ κλεπτομένην ἀπόλαυσιν ἁρπάζων καὶ νυκτὶ καὶ μέθηι καὶ θεράποντι καὶ τιθηνῶι κοινούμενος τὸ πάθος. οὐκ ἀναιδὴς δὲ μητρὶ περὶ γάμων θυγατρὸς εὐκταίων διαλεγόμενος καὶ ἀπαιτῶν ἃ ἔδωκας καὶ δεόμενος τὰς κοινὰς τῆς οἰκίας καὶ τῆς βασιλείας ἁπάσης εὐχὰς μὴ εἰς τοῦτον ἀναβάλλεσθαι τὸν καιρόν, ὃς ἐφʼ ὑμῖν οὐκ ἔσται.» ταῦτα πρὸς βουλομένην ἔλεγε τὴν Δερκείαν καὶ τάχα βραδύνας προτέραν ἂν αὐτὴν ἐβιάσατο τοὺς περὶ τούτων ποιήσασθαι λόγους· ἀκκισαμένη δʼ οὖν βραχέα συνηγορήσειν ὑπισχνεῖτο. τῆι κόρηι δʼ ἐν ὁμοίοις πάθεσιν οὐχ ὁμοία παρρησία τῶν λόγων ἦν πρὸς τὴν Θάμβην. ἡ γὰρ παρθένος ἐντὸς τῆς γυναικωνίτιδος ζῶσα οὐκ εὐπρεπεῖς ἐποίει τοὺς λόγους αὑτῆς· αἰτουμένη δὲ καιρὸν ἐδάκρυσε καὶ ἐβούλετο τι λέγειν, πρὶν δʼ ἄρξασθαι ἀπεπαύετο· τὴν γὰρ μέλλησιν αὐτόματον σημήνασα λόγου, τὰ χείλη μὲν ἂν διῆιρε καὶ ἀνέβλεψεν ὥσπερ τι λέξουσα· ἐφθέγγετο δὲ τελέως οὐδέν· κατερρήγνυτο δὲ αὐτῆς δάκρυα· καὶ ἠρυθαίνοντο μὲν αἱ παρειαὶ πρὸς τὴν αἰδῶ τῶν λόγων. ἐξ ὑπογύου δὲ πάλιν ἀρχομένης πειρᾶσθαι λέγειν, ὠχραίνοντο διὰ τὸ δέος· μεταξὺ γὰρ ἦν φόβου καὶ ἐπιθυμίας καὶ ἐλπίδος καὶ αἰδοῦς, θρασυνομένου μὲν οὖν τοῦ πάθους, ἀποδεούσης δὲ τῆς γνώμης, ἐκυ … καὶ μετὰ πολλοῦ κ … ἡ Θάμβη τὰ δάκρυα ταῖς χερσὶν ἀπομάττουσα προσέταττε θαρρεῖν καὶ ὅτι βούλοιτο διαλέγεσθαι. ὡς δὲ οὐδὲν ἤνυσεν, ἀλλὰ ὁμοίοις ἡ παρθένος κατείχετο κακοῖς, «ἅπαντος,» ἔφη, «μοι λόγου κάλλιον ἡ σιωπὴ διαλέγεται. μή τι μέμφηι τὸν ἐμὸν υἱόν; οὐδὲν μὲν γὰρ τετόλμηκεν οὐδὲ θρασὺς ἡμῖν ἀπὸ τῶν κατορθωμάτων καὶ τροπαίων ἐπανελθὼν οἷα πολεμιστὴς πεπαρώινηκεν εἰς σέ. τάχα δὲ κοὐκ ἂν ἐσιώπας τοιούτου γενομένου. ἀλλὰ βραδὺς ὁ νόμος τοῖς ἐφωρίοις γάμων. σπεύδει δὲ γαμεῖν ὁ ἐμὸς υἱός. οὐδέ, διὰ τοῦτʼ εἰ κλαίεις, βιασθῆναί σε δεῖ.» καὶ ἅμα μειδιῶσα περιέβαλλεν αὐτὴν καὶ ἠσπάζετο. χαρᾶι δὲ φθέγξασθαι μέν τι οὐδὲ τότε ἐτόλμησεν ἡ κόρη, παλλομένην δὲ τὴν καρδίαν τοῖς στέρνοις αὐτῆς προσθεῖσα καὶ λιπαρέστερον καταφιλοῦσα τοῖς τε πρότερον δάκρυσι καὶ τῆι τότε χαρᾶι μόνον οὐχὶ καὶ λάλος ἔδοξεν εἶναι ὧν ἐβούλετο· συνῆλθον οὖν αἱ ἀδελφαὶ καὶ προτέρα μὲν ἡ Δερκεία, «περὶ σπουδαίων,» ἔφη … ου γὰρ ἀπελείφθη. … τῆς μητρὸς εντο … ηκολούθησεν, ακα … καὶ περιερρηγμέν … οὐδαμῶς ἱεροπρεπής, … ε δακρύων καὶ κο … ἐκ τοῦ σχήματος … εἰρχθεῖσʼ ἅτε με … ἀναπηδήσασαν δὲ αὐτὴν ἀπὸ κλίνης καὶ βουλομέν … αι ταῦτα, πιέσας … χερσὶν ὁ Νίνος … ς,» εἰπών, «σοί με … θενων ἔστω καὶ … ης μητρὸς καὶ η … ς οὕτως ἀγομε … σαι. τάχα που κἀγὼ … ς· οὐ δὴ βούλομαι … ων μᾶλλον ἢ προ … νεύεσθαι. οὐδʼ αυ … σα μὴ ὑπονοή … πίστις ἔστω τοῦ … τὰ ὀμοσθέντα· τὸ … τοῦ ὅρκου πεπιστε … » οὗτοι δὲ πανήμεροι συνῆσαν ἀλλήλοις, ὅσα μὴ ὑπὸ τῶν στρατιωτικῶν ἀφείλκετο· οὐδὲ ἐλλιπῶς ὁ Ἔρως ἀνερρίπιζεν αὐτούς· κόρωι μὲν το … διαιτήσεως ἀμ … τε δʼ εἰς τὰς ἐπι … χερσὶ διαζεύξεως … μενος. οὔπω … ἀκμάζοντος … στρατηγὸς Ἀρμενι … μενος η ἀνόπλου συνκροτεῖν τῶν ἐπιχωρίων, δοκοῦν δὴ καὶ τῶι πατρὶ τὸ Ἑλληνικὸν καὶ Καρικὸν ἅπαν σύνταγμα· καὶ μυριάδας Ἀσσυρίων ἐπιλέκτους ἑπτὰ πεζὰς καὶ τρεῖς ἱππέων ἀναλαβὼν ὁ Νίνος ἐλέφαντάς τε πεντήκοντα πρὸς τοῖς ἑκατὸν ἤλαυνε. καὶ φόβος μὲν ἦν κρυμῶν καὶ χιόνων περὶ τὰς ὀρείους ὑπερβολάς· παραλογώτατα δὲ θῆλυς καὶ πολὺ θερειότερος τῆς ὥρας ἐπιπεσὼν νότος λῦσαί τε ἐδυνήθη τὰς χιόνας καὶ τοῖς ὁδεύουσιν ἐπεικῆ πέρα πάσης ἐλπίδος τὸν ἀέρα παρασχεῖν. ἐμόχθησαν δὴ ταῖς διαβάσεσι τῶν ποταμῶν μᾶλλον ἢ ταῖς διὰ τῶν ἀκρωρειῶν πορείαις· καὶ ὀλίγος μέν τις ὑποζυγίων φθόρος καὶ τῆς θεραπείας ἐγένετο· ἀπαθὴς δὲ ἡ στρατιὰ καὶ ἀπʼ αὐτῶν ὧν ἐκινδύνευσε θρασυτέρα κατὰ τῶν πολεμίων διεσέσωστο. νενικηκυῖα γὰρ ὁδῶν ἀπορίας καὶ μεγέθη ποταμῶν ὑπερβάλλοντα βραχὺν εἶναι πόνον ὑπελάμβανε μεμηνότας ἑλεῖν Ἀρμενίους. εἰς δὲ τὴν ποταμίαν ἐμβαλὼν ὁ Νίνος καὶ λείαν ἐλασάμενος πολλὴν ἐρυμνὸν περιβάλλεται στρατόπεδον ἔν τινι πεδίωι. — δέκα τε ἡμέρας ἀναλαβὼν μάλιστα τοὺς ἐλέφαντας ἐν ταῖς πορείαις ἀποτετρυμένους — ὡς εκ … μετὰ πολλῶν ο … μυριάδων ἐξαγαγὼν τὴν δύναμιν παρατάττει· κατέστησε δὲ τὴν μὲν ἵππον ἐπὶ τῶν κεράτων, ψιλοὺς δὲ καὶ γυμνήτας, τό τε ἄγημα βασιλικὸν ἅπαν ἐπὶ τῶν … τῶν ἱππέων· μέση δʼ ἡ πεζῶν φάλαγξ παρέτεινεν· προσθὲν δὲ οἱ ἐλέφαντες ἱκανὸν ἀπʼ ἀλλήλων μεταίχμιον διαστάντες πυργηδὸν ὡπλισμένοι προεβέβληντο τῆς φάλαγγος, καθʼ ἕκαστον δὲ αὐτῶν ἦν χώρα διεστηκότων τῶν λόχων ὡς, εἴ τί που ταραχθείη θηρίον, ἔχοι διελθεῖν τὴν κατόπιν, οὕτως δὲ διεκεκόσμητο ἡ κατʼ ἐκεῖνα … ρος τῶν λόχων ἔκταξις ὥστε ἐπιμῦσαί τε ὁπότε βουληθείη δύνασθαι καὶ πάλιν διεκστῆναι, τὸ μὲν εἰς τὴν ὑποδοχὴν τῶν θηρίων, τὸ δὲ εἰς κώλυσιν τῆς εἰσδρομῆς τῶν πολεμίων. τοῦτον οὖν τὸν τρόπον ὁ Νίνος τὴν ὅλην διατάξας δύναμιν ἵππωι … λαύνει. καὶ καθάπερ εἰς ἱκεσίαν προτείνων τὰς χεῖρας, «τὸ θεμέλιον,» ἔφη, «τά τε κρίσιμα τῶν ἐμῶν ἐλπίδων τάδε ἐστίν. ἀπὸ τῆσδε τῆς ἡμέρας ἢ ἄρξομαί τινος μείζονος ἢ πεπαύσομαι καὶ τῆς νῦν ἀρχῆς. τῶν γὰρ ἐπʼ Αἰγυπτίους … τα τῆς ἄλλης πολεμ …