… πλουσε … νον … αρεστιπο … ὁ Νίνος ὁ σφόδρα ἐρῶν … ομενον … χαριέστατον δὲ ὑπολαμβάνων αὐτὸν τὸν κίνδυνον, ἐν ὧι τοῦ τάχα τυχεῖν τῆς εὐχῆς ἀγαθήν γε εἶχεν ἐλπίδα· ἐδάκρυε δὲ ἡ κόρη πολὺ καὶ ἡ συνήθης ταῖς γυναιξὶν αἰδὼς ἀπεστέρησεν αὐτὴν θάρσος· ὁ δὲ Νίνος εὐθὺς γαμεῖν ἐβούλετο ἄλλα τʼ ἐννοηθεὶς καὶ ταῦτα, ὅτι ἐγγὺς οὐκ ἦσαν τῶν ἀρχαιοτάτων αὐτῶν γονέων ἀξιούντων πόρρω πλανήσεσθαι τὸν νύμφιον χρόνους, ἐν οἷς αὑτὸν ἀδιάφθορον καὶ ἀπείρατον ἀφροδίτης φυλάξειν αὐτῆι διομωμόκει• ἀπίθανον δὲ ἐκ τῆς φυλακῆς τὸν υἱὸν τὸ λοιπὸν γενήσεσθαι τοῖς γονεῦσι πρὸς τὴν ἀναβολὴν τῶν γάμων· ἀλλʼ ἀδεῶς ἐμμεῖναι — πάντα μὲν δουλῶσαι τέως καὶ λέγοντα καὶ πράττοντα. ἀλλʼ οἱ μὲν οὐδὲ τότε αὐτοῖς τἀληθῆ ϋ̔πέμειναν ὁμολογεῖν τὸ αὐτὸ βουλόμενοι τοῦ ἔρωτος τὴν πεῖραν. ἔτι δʼ οὔτε ὁ Νίνος ἀνήνεγκεν τὴν σιωπὴν οὔτε ἡ παῖς ἐτόλμα λαλεῖν· ἐβούλοντο δὲ τοὺς πενθεροὺς πεῖσαι· ἐθάρρουν γὰρ ἀμφότεροι τὰς τηθίδας μᾶλλον ἢ τὰς ἰδίας μητέρας• ὁ μὲν οὖν Νίνος πρὸς τὴν Δερκείαν ἀφικόμενος· «Ὦ μῆτερ, εἶπεν, εὐορκήσας ἀφῖγμαι καὶ εἰς τὴν σὴν ὄψιν καὶ εἰς τὰς περιβολὰς τῆς ἐμοὶ τερπνοτάτης ἀνεψιᾶς • καὶ τοῦτο ΐ̓στωσαν μὲν οἱ θεοὶ πρῶτον, ὥσπερ δὴ καὶ ἴσασιν • τεκμηριώσομαι δὲ κἀγὼ τάχα καὶ τῶι νῦν λόγωι· διελθὼν γὰρ τοσαύτην γῆν καὶ τοσούτων δεσπόσας ἐθνῶν ἢ δορικτήτων ἢ πατρώιωι κράτει θεραπευόντων με καὶ προσκυνούντων ἐδυνάμην εἰς κόρον ἐκπλῆσαι πᾶσαν ἀπόλαυσιν• ἦν τε ἄν μοι τοῦτο ποιήσαντι διʼ ἐλάττονος ἴσως ἡ ἀνεψιὰ πόθου • νῦν δὲ ἀδιάφθορος ἐληλυθὼς ὑπὸ τοῦ θεοῦ νικῶμαι καὶ ὑπὸ τῆς ἡλικίας• ἑπτακαιδέκατον ἔτος ἄγω καθάπερ οἶσθας καὶ ἐνεκρίθην μὲν εἰς ἄνδρας ἤδη πρὸ ἐνιαυτοῦ• παῖς δὲ ἄχρι νῦν εἰμι νήπιος• καὶ εἰ μὲν οὐκ ἠισθανόμην ἀφροδίτης, μακάριος ἂν ἦν τῆς στερρότητος • νῦν δὲ τῆς ὑμετέρας θυγατρὸς οὐκ αἰσχρῶς ἀλλὰ ϋ̔μῶν ἐθελησάντων αἰχμάλωτος ἄχρι τίνος ἑαλωκὼς ἀρνήσομαι• καὶ ὅτι μὲν οἱ ταύτης τῆς ἡλικίας ἄνδρες ἱκανοὶ γαμεῖν δῆλον • πόσοι γὰρ ἄχρι πεντεκαίδεκα ἐφυλάχθησαν ἐτῶν ἀδιάφθοροι; νόμος δὲ βλάπτει με οὐ γεγραμμένος, ἄλλως δὲ ἔθει φλυάρωι πληρούμενος, ἐπειδὴ παρʼ ἡμῖν πεντεκαίδεκα ὡς ἐπὶ τὸ πλεῖστον ἐτῶν γαμοῦνται παρθένοι• ὅτι δὲ ἡ φύσις τῶν τοιούτων συνόδων κάλλιστός ἐστι νόμος, τίς ἂν εὖ φρονῶν ἀντείποι; τετρακαίδεκα ἐτῶν κυοφοροῦσιν γυναῖκες καί τινες νὴ Δία καὶ τίκτουσιν• ἡ δὲ σὴ θυγάτηρ οὐδὲ γαμήσεται; δύʼ ἔτη περιμείνωμεν, εἴποις ἄν· ἐκδεχώμεθα, μῆτερ, εἰ καὶ ἡ Τύχη περιμένει• θνητὸς δὲ ἀνὴρ θνητὴν ἡρμοσάμην παρθένον• καὶ οὐδὲ τοῖς κοινοῖς τούτοις ὑπεύθυνός εἰμι μόνον, νόσοις λέγω καὶ Τύχηι πολλάκις καὶ τοὺς ἐπὶ τῆς οἰκείας ἑστίας ἠρεμοῦντας ἀναιρούσηι• ἀλλὰ ναυτιλίαι μʼ ἐκδέχονται καὶ ἐκ πολέμων πόλεμοι καὶ οὐδὲ ἄτολμος ἐγὼ καὶ βοηθὸν ἀσφαλείας δειλίαν προκαλυπτόμενος, ἀλλʼ οἷον οῗ̓σθας, ἵνα μὴ φορτικὸς ὦ λέγων• σπευσάτω δὴ ἡ βασιλεία, σπευσάτω δὴ ἡ ἐπιθυμία, σπευσάτω τὸ ἀστάθμητον καὶ ἀτέκμαρτον τῶν ἐκδεχομένων με χρόνων, προλαβέτω τι καὶ φθήτω καὶ τὸ μονογενὲς ἡμῶν ἀμφοτέρων, ἵνα κἂν ἄλλως ἡ Τύχη κακόν τι βουλεύηται περὶ ἡμῶν καταλείπωμεν ὑμῖν ἐνέχυρα. ἀναιδῆ τάχα με ἐρεῖς περὶ τούτων διαλεγόμενον· ἐγὼ δὲ ἀναιδὴς ἂν ἤμην λάθραι πειρῶν καὶ κλεπτομένην ἀπόλαυσιν ἁρπάζων καὶ νυκτὶ καὶ μέθηι καὶ θεράποντι καὶ τιθηνῶι κοινούμενος τὸ πάθος• οὐκ ἀναιδὴς δὲ μητρὶ περὶ γάμων θυγατρὸς εὐκταίων διαλεγόμενος καὶ ἀπαιτῶν, ἃ ἔδωκας, καὶ δεόμενος τὰς κοινὰς τῆς οἰκίας καὶ τῆς βασιλείας ἁπάσης εὐχὰς μὴ εἰς τοῦτον ἀναβάλλεσθαι τὸν καιρόν, ὃς ἐφʼ ὑμῖν οὐκ ἔσται •» Ταῦτα πρὸς βουλομένην ἔλεγε τὴν Δερκείαν καὶ τάχα βραδύνας προτέραν ἂν αὐτὴν ἐβιάσατο τοὺς περὶ τούτων ποιήσασθαι λόγους• ἀκκισαμένη δʼ οὖν βραχέα συνηγορήσειν ὑπισχνεῖτο.
τῆι κόρηι δʼ ἐν ὁμοίοις πάθεσιν οὐχ ὁμοία παρρησία τῶν λόγων ἦν πρὸς τὴν Θάμβην. ἡ γὰρ παρθένος ἐντὸς τῆς γυναικωνίτιδος ζῶσα οὐκ εὐπρεπεῖς ἐποίει τοὺς λόγους αὑτῆς• αἰτουμένη δὲ καιρὸν ἐδάκρυσε καὶ ἐβούλετό τι λέγειν, πρὶν δʼ ἄρξασθαι ἀπεπαύετο• τάχα δὲ μέλλησιν αὐτόματον σημήνασα λόγου τὰ χείλη μὲν ἂν διῆιρε καὶ ἀνέβλεψεν ὥσπερ τι λέξουσα• ἐφθέγγετο δὲ τελείως οὐδέν• κατερρήγνυτο δὲ αὐτῆς δάκρυα• καὶ ἠρυθαίνοντο μὲν αἱ παρειαὶ πρὸς τὴν αἰδῶ τῶν λόγων• ἐξ ὑπογύου δὲ πάλιν ἀρχομένης πειρᾶσθαι λέγειν ὠχραίνοντο διὰ τὸ δέος· μεταξὺ δʼ ἦν ἐλπίδος καὶ ἐπιθυμίας καὶ φόβου καὶ αἰδοῦς. θρασυνομένου μὲν οὖν τοῦ πάθους, ἀποδεούσης δὲ τῆς γνώμης ἐκύμαινεν ἅμα καὶ μετὰ πολλοῦ κλόνου· ἡ δὲ Θάμβη τὰ δάκρυα ταῖς χερσὶν ἀπομάττουσα προσέταξε θαρρεῖν καὶ ὅτι βούλοιτο διαλέγεσθαι • ὡς δὲ οὐδὲν ἐλάλει, ἀλλὰ ὁμοίοις ἡ παρθένος κατείχετο κακοῖς• «Ἅπαντός, φησιν, ἐμοὶ λόγου κάλλιον ἡ σὴ σιωπὴ διαλέγεται. μήτι μέμψηι τὸν ἐμὸν υἱόν,• οὐδὲν μὲν ἀποτετόλμηκεν οὐδὲ θρασὺς ἡμῖν ἀπὸ τῶν κατορθωμάτων καὶ τροπαίων ἐπανεληλυθὼς ὡς πολεμιστὴς πεπαρώινηκεν εἰς σέ• — τάχα δὲ κοὐκ ἂν ἐσιώπας τοιούτου γενομένου —, ἀλλὰ βραδὺς ὁ νόμος τοῖς ἐφωρίοις γάμων• σπεύδει δʼ οὖν ὁ ἐμὸς υἱός• οὐδὲ διὰ τοῦτʼ εἰ κλαίεις, βιασθῆναί σε δεῖ.» Καὶ ἅμα μειδιῶσα περιέβαλλεν αὐτὴν καὶ ἠσπάζετο• διʼ αἰδῶ δὲ φθέγξασθαι μέν τι οὐδὲ τότε ἐτόλμησεν ἡ κόρη, παλλομένην δὲ τὴν καρδίαν τοῖς στέρνοις αὐτῆς προσθεῖσα καὶ λιπαρέστερον καταφιλοῦσα τοῖς τε πρότερον δάκρυσι καὶ τῆι τότε χαρᾶι μονονουχὶ καὶ λάλος ἔδοξεν εἶναι, ὧν ἐβούλετο• συνῆλθον οὖν αἱ ἀδελφαὶ καὶ προτέρα μὲν ἡ Δερκεία «Περὶ σπουδαίων,» ἔφη …
… οὐ γὰρ ἀπελείφθη κἀκείνη τῆς μητρὸς ἐν τοσούτωι—ἠκολούθησεν ἀκατάπαυστος καὶ περιερρηγμένος καὶ οὐδαμῶς ϊ̔εροπρεπής· ἔκλαυσε δὲ δακρύων καὶ κοπτόμενος ἐκ τοῦ σχήματος παντελῶς εἱρχθεὶς ἅτε μεμηνώς. ἀναπηδήσασαν δὲ αὐτὴν τῆς κλίνης καὶ βουλομένην ὀνειδίσαι ταῦτα πιέσας ἐμπαθῶς ταῖς χερσὶν ὁ Νίνος· «Ἀλλʼ, ἔφη, παρῆν τις εἰπών σοί με φθορέα παρθένων; ἔστω.» Κἆιτα μειδιώσης τῆς μητρὸς καὶ ἡ γυνὴ κατηφής· «Οὕτως ἀγομένην, ἔφη, ἔχεις καὶ τάχα που κἀγὼ δηλώσω σαφῶς• οὐ δὴ βούλομαι τὰ πάντα ἡμῶν μᾶλλον ἢ πρότερον κινδυνεύεσθαι •» «Οὐδʼ αὐτὸ τοῦτʼ ἔδεισα μὴ ϋ̔πονοήσηις· νῦν δὲ πίστις ἔστω• τοῦ τε λοιποῦ τὰ ὀμοσθέντα τότε πέρα τοῦ ὅρκου πεπιστεύσθω.» Διηλλαγμένοι δὲ πανημέριοι συνῆσαν ἀλλήλοις, ὅσα μὴ ἐκ τῶν στρατιωτικῶν ἀφείλκοντο οὐδʼ ἐλλιπῶς ὁ Ἔρως ἀνερρίπιζεν αὐτοὺς κόρωι μὲν τὸ παρὸν τῆς συνδιαιτήσεως ἀμβλύνων, ἐτάραττε δʼ εἰς τὰς ἐπιστάσεις τῆς ἐν χερσὶ διαζεύξεως προτρεπόμενος• οὔπω γὰρ τοῦ ἔαρος ἀκμάζοντος … ὁ στρατηγὸς Ἀρμενίων … σον ὅση ......... ......... ἀνόπλου συγκροτεῖν τῶν ἐπιχωρίων. δοκοῦν δὴ καὶ τῶι πατρὶ τὸ Ἑλληνικὸν καὶ Καρικὸν ἅπαν σύνταγμα καὶ μυριάδας Ἀσσυρίων ἐπιλέκτους, ἑπτὰ πεζὰς καὶ τρεῖς ἱππέων, ἀναλαβὼν ὁ Νίνος ἐλέφαντάς τε πεντήκοντα πρὸς τοῖς ἑκατὸν ἤλαυνε• καὶ φόβος μὲν ἦν κρυμῶν καὶ χιόνων περὶ τὰς ὀρείους ϋ̔περβολάς • παραλογώτατα δὲ θῆλυς καὶ πολὺ θερειότερος τῆς ὥρας ἐπιπεσὼν νότος λῦσαί τε ἐδυνήθη τὰς χιόνας καὶ τοῖς ὁδεύουσιν ἐπεικῆ πέρα πάσης ἐλπίδος τὸν ἀέρα παρασχεῖν• ἐμόχθησαν δὴ ταῖς διαβάσεσιν τῶν ποταμῶν μᾶλλον ἢ ταῖς διὰ τῶν ἀκρωρειῶν πορείαις• καὶ ὀλίγος μέν τις ὑποζυγίων φθόρος καὶ τῆς θεραπείας ἐγένετο• ἀπαθὴς δὲ ἡ στρατιὰ καὶ ἀπʼ αὐτῶν ὧν ἐκινδύνευσε θρασυτέρα κατὰ τῶν πολεμίων διεσέσωστο νενικηκυῖα γὰρ ὁδῶν ἀπορίας καὶ μεγέθη ποταμῶν ϋ̔περβάλλοντα βραχὺν εἶναι πόνον ϋ̔πελάμβανε μεμηνότας ἑλεῖν Ἀρμενίους• εἰς δὲ τὴν ποταμίαν ἐμβαλὼν ὁ Νίνος καὶ λείαν ἐλασάμενος πολλὴν ἐρυμνὸν περιβάλλεται στρατόπεδον ἔν τινι πεδίωι• δέκα τε ἡμέρας ἀναλαβὼν μάλιστα τοὺς ἐλέφαντας ἐν ταῖς πορείαις ἀποτετρυμένους, ὡς ἐκεῖνον ἀκούει μετὰ πολλῶν ὁρμῶντα μυριάδων, ἐξαγαγὼν τὴν δύναμιν παρατάττει· κατέστησε δὲ τὴν μὲν ἵππον ἐπὶ τῶν κεράτων, ψιλοὺς δὲ καὶ γυμνήτας τό τε ἄγημα τὸ βασιλικὸν ἅπαν ἐπὶ τῶν πλαγίων τῶν ἱππέων• μέση δʼ ἡ πεζικὴ φάλαγξ παρέτεινεν. πλὴν ἀλλὰ οἱ ἐλέφαντες ϊ̔κανὸν ἀπʼ ἀλλήλων μεταίχμιον διεστηκότες πυργηδὸν ὡπλισμένοι προεβέβληντο τῆς φάλαγγος. καθʼ ἕκαστον δὲ αὐτῶν ἦν τις χώρα διεστηκότων τῶν λόχων, ὡς, εἴ τί που ταραχθείη θηρίον, ἔχοι διελθεῖν τὴν κατόπιν• οὕτως γὰρ ἐκεκόσμητο ἡ κατʼ ἐκεῖνα ἐπίκαιρος τῶν λόχων ἔκταξις, ὥστε ἐπιμῦσαί τε ὁπότε χρεὼν εἴη δύνασθαι καὶ πάλιν αὖ διαστῆναι, τὸ μὲν εἰς τὴν ὑποδοχὴν τῶν θηρίων, τὸ δʼ εἰς ἀποκώλυσιν τῆς εἰσδρομῆς τῶν πολεμίων• Τοῦτον οὖν τὸν τρόπον ὁ Νίνος τὴν ὅλην παρατάξας δύναμιν ἵππωι παρεξελαύνει• καὶ καθάπερ εἰς ἱκεσίαν προτείνων τὰς χεῖρας· «Τὸ θεμέλιον, ἔφη, τά τε κρίσιμα τῶν ἐμῶν ἐλπίδων πάρεστιν· ἀπὸ τῆσδε τῆς ἡμέρας ἢ ἄρξομαί τινος μείζονος γῆς ἢ πεπαύσομαι καὶ τῆς ἑώιας. τῶν γὰρ ἐπʼ Αἰγυπτίους μαχῶν τὰ τῆς ἄλλης πολεμικῆς … »