The Commentary on Plato's Theaetetus is an ancient philosophical treatise, likely composed in the second century CE by an anonymous author. Written in Koine Greek, it offers a line-by-line exegesis of Plato's dialogue the Theaetetus, which examines the nature of knowledge. The work proceeds by quoting a brief passage from Plato and then furnishing detailed explanatory notes, engaging deeply with the dialogue's arguments and clarifying its philosophical terminology. Designed for advanced students or scholars, it reflects the professionalized scholarly approach to philosophy during the Roman Imperial period. The commentator frequently critiques rival schools of thought, particularly the Stoics and Epicureans, while defending a Platonic viewpoint.

The text survives only in a fragmentary state, preserved on a single damaged papyrus scroll known as Papyrus 978. This scroll was excavated from the Villa of the Papyri in Herculaneum, which was buried by the eruption of Mount Vesuvius in 79 CE. The 84 extant columns represent a continuous but incomplete portion of the original work; both the beginning and the end are lost. There is no medieval manuscript tradition for this commentary, making its survival entirely dependent on this carbonized papyrus, which is read using advanced imaging techniques. Its discovery provides crucial insight into the methods of studying and debating Platonic texts in antiquity.

… Πρωταγορ … χρη … Πρωταγόραν … υποδηματ … άνει· … δεμεν … τικωι· … ουιε … σων … υγηι … Πρωταγόραι … λοι … αιξε … σοφισταὶ … ηνκα … σεψδο … ενδε … νιημη … Πρωταγό … ετο ἐ … αιτο … οπερ … ως. … αὐτῆι. ἅμα δὲ καὶ Θεόδω- ρος μὲν ἑταῖρος ἦν τῶι Πρωταγόραι, ὁ δὲ Θεαίτητος ἐνετύγχανεν τῶι συγγράμματι τῶι Πρωταγόρου τῶι Περὶ ἀληθείας, ἐν ὧι περὶ ἐπιστήμης λέγει. ταῦτα μὲν οὖν ἀναγκαῖον ἦν προανακαθήρασθαι. τῶν δὲ Πλατωνικῶν τινες ᾠήθησαν περὶ κριτηρίου εἶναι τὸν διάλογον, ἐπεὶ καὶ πλεονάζει ἐν τῆι περὶ τούτου σκέψει. τὸ δʼ οὐχ οὕτως ἔχει, ἀλλὰ πρόκειται περὶ ἐπιστήμης εἰπεῖν τῆς ἁπλῆς καὶ ἀσυνθέτου· εἰς τοῦτο δὲ ἀναγκαίως περὶ κριτηρίου σκοπεῖ. λέγω δὲ νῦν κριτήριον τὸ διʼ οὗ κρίνομεν ὡς ὀργάνου. δεῖ γὰρ ἔχειν ὧι κρινοῦμεν τὰ πράγματα, εἶτα ὅταν ἀκριβὲς ἦι τοῦτο, ἡ τῶν καλῶς κριθέντων μόνιμος παραδοχὴ γίγνεται ἐπιστήμη. ἀλλʼ ἔνιοί φασιν αὐτὸν περὶ ἐπιστήμης … προθέμενον ζητεῖν ἐν μὲν τῶι Θεαιτήτωι περὶ ἃ οὐκ ἔστιν δεικνύναι, ἐν δὲ τῶι Σοφιστῆι περὶ ἃ ἔστιν. προσῆλθον μὲν οὖν ἐγγύς, οὐ μὴν ἔτυχον τἀληθοῦς· οὐ γὰρ ζητεῖ τὴν ὕλην, περὶ ἣν στρέφεται ἡ ἐπιστήμη, ἀλλὰ τίς οὐσία αὐτῆς. ἕτερον δέ ἐστιν τοῦτο ἐκείνου, ὡς ἐπὶ τῶν τεχνῶν ἄλλο μέν ἐστιν τὸ ζητεῖν ἑκάστης τὴν οὐσίαν, ἄλλο δὲ τὸ τὴν ὕλην, περὶ ἣν πραγματεύονται. ἐπεὶ δὲ ἐπιστήμη ἦν δόξα ὀρθὴ δεθεῖσα αἰτία λογισμοῦ — τότε γὰρ ἴσμεν τὰ πράγματα, ὅταν μὴ μόνον εἰδῶμεν ὅτι ἔστιν ἀλλὰ καὶ διὰ τί —, ἦσαν δὲ οἱ τὰς αἰσθήσεις ἐκτετειμηκότες διὰ τὸ ἔχειν αὐτάς τι πληκτικὸν ἀνατιθέντες αὐταῖς καὶ τὴν ἀκρείβειαν, πρῶτον μὲν ταύτην βασανιεῖ τὴν ὑπόλημψιν, εἶτα μεταβήσεται ἐπὶ δόξαν ὀρθήν, μετὰ ταύτην ἐπὶ δόξαν ὀρθὴν μετὰ λόγου, καὶ ἐνθάδε καταπαύσει τὴν ζήτησιν· εἰ γὰρ προσλάβοι τὸν δεσμὸν τῆς αἰτίας, γίνεται αὐτῶι τέλειος ὁ τῆς τοιαύτης ἐπιστήμης λόγος. τὰ μὲν οὖν τοιαῦτα καὶ ἐν τῆι ἐξηγήσει σαφηνισθήσεται. φέρεται δὲ καὶ ἄλλο προοίμιον ὑπόψυχρον σχεδὸν τῶν ἴσων στίχων. οὗ ἀρχή· «ἆρά γε, ὦ παῖ, φέρεις τὸν περὶ Θεαιτήτου λόγον;» τὸ δὲ γνήσιόν ἐστιν, οὗ ἀρχή· «ἄρτι, ὦ Τερψίων.» ἔοικε δὲ πεποιηκέναι μὲν δραματικὸν τὸν διάλογον τοῦ Σωκράτους προσδιαλεγομένου Θεοδώρωι τε καὶ Θεαιτήτωι, εἶτα ἐπεὶ εἶκεν πολλὰ ἄγκυλα προσέθηκεν τὸ προοίμιον, ὡς Εὐκλείδου ἀπομνημονεύοντος πρὸς Τερψίωνα, ὧν ἠκηκόει Σωκράτους. ὁ δʼ Εὐκλείδης τῶν ἐλλογίμων ἦν Σωκρατικῶν καὶ ἦρξέν γε τῆς ὀνομασθείσης Μεγαρικῆς αἱρέσεως, ἥτις ὕστερον ἐγένετο σοφιστικωτέρα· ἐμβρειθεῖ τοίνυν ἀνδρὶ ἐπεφήμισεν τὸν διάλογον ὄντα καρτερόν· οὐ γὰρ δὴ διʼ ἥν φησιν αἰτίαν, ἵνα μὴ παραποδίζοι ἐνκείμενα «Καὶ ἐγὼ ἔφην, Καὶ ἐγὼ εἶπον» καὶ «περὶ τοῦ ἀποκρεινομένου ὅτι Συνέφη» καὶ «Οὐχ ὡμολόγει». κέχρηται γοῦν ἐπὶ πολλῶν τοιούτῳ χαρακτῆρι καὶ οὐκ ἐνοχλεῖ οὐδὲν ἐν ἐκείνοις. περιέχει δὲ τὸ προοίμιον τῶν προσηκόντων καὶ πρακτῶν ὑπογραφήν, ἃ οἱ Στωικοὶ καθήκοντα ὀνομάζουσιν. τὰ δὲ τοιαῦτα σαφέστατα κεῖται παρὰ τοῖς Σωκρατικοῖς καὶ οὐ δεῖται ἐξηγήσεως· Εἶπέ τε ὅτι πᾶ- σα ἀνάγκη εἴη τοῦτον ἐλλόγιμον γενέσθαι εἴπερ εἰς ἡλικίαν ἔλθοι. Εἰ εὐφυὴς ὁ Θεαίτητος, ποία ἀνάγκη ἐλλόγιμον αὐτὸν γενέσθαι ἐλθόντα εἰς ἡλικίαν πρόσθεν μὴ νοσήσαντα μηδὲ ἀσκοληθέντα μηδὲ διʼ ἄλλην ὁμοίαν αἰτίαν ἐμποδισθέντα; τὰ γὰρ τοιαῦτα κατὰ τὸ εἰκὸς λέγεται, οὐχὶ δὲ κατὰ τὸ ἀναγκαῖον, ἐπεὶ ταῖς εὐφυείαις οὐ πρόσεστιν τὸ βέβαιον, ἀλλὰ τὸ ὡς κατὰ τὸ πλεῖστον. ἀλλὰ ὅταν γέ τις σχεδὸν πάσας ἔχηι τὰς εὐφυείας, ὥσπερ ὁ Θεαίτητος, καὶ οὐ μόνον γε ταύτας, ἀλλὰ καὶ τὰς ἀσκήσεις αὐτῶν καὶ ὁ τοιοῦτος γίνεται ἐλλόγιμος, ἐὰν μή τι κωλύσηι παρὰ τὴν ἔξωθεν αἰτίαν. Εἰ μὲν τῶν ἐν Κυρήνηι μᾶλλον ἐκηδόμην, ὦ Θεόδωρε, τὰ ἐκεῖ ἄν σε καὶ περὶ ἐκείνων ἀνηρώτων, εἴ τινες αὐτόθι περὶ γεωμετρίαν ἤ τινα ἄλλην φιλοσοφίαν εἰσὶν τῶν νέων ἐπιμέλειαν ποιούμενοι, νῦν δέ — ἧττον γὰρ ἑκείνους ἢ τούσδε φιλῶ. Κήδεται μὲν καὶ Κυρηναίων, κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ ὡντινωνοῦν ἀνθρώπων· ᾠκειώμεθα γὰρ τοῖς ὁμοειδέσι· μᾶλλον μέντοι ὠικείωται τοῖς ἑαυτοῦ· πολίταις· ἐπιτείνεται γὰρ καὶ ἀνίεται ἡ οἰκείωσις· ὅσοι τοίνυν ἀπὸ τῆς οἰκειώσεως εἰσάγουσι τὴν δικαιοσύνην, εἰ μὲν λέγουσιν ἴσην αὑτοῦ τε πρὸς αὑτὸν καὶ πρὸς τὸν ἔσχατον Μυσῶν, τεθέντος μὲν τούτου σώζεται ἡ δικαιοσύνη, οὐ συγχωρεῖται δὲ εἶναι ἴσην· παρὰ γὰρ τὴν ἐνάργειάν ἐστιν καὶ τὴν συναίσθησιν. ἡ μὲν γὰρ πρὸς ἑαυτὸν οἰκείωσις, φυσική ἐστιν καὶ ἄλογος, ἡ δὲ πρὸς τοὺς πλησίον φυσικὴ μὲν καὶ αὐτή, οὐ μέντοι ἄνευ λόγου. ἐὰν γοῦν καταγνῶμεν πονηρίαν τινῶν, οὐ μόνον ψέγομεν αὐτούς, ἀλλὰ καὶ ἀλλοτριούμεθα πρὸς αὐτούς, αὐτοὶ δὲ ἁμαρτάνοντες οὐκ ἀποδέκονται μὲν τὰ μαχόμενα, οὐ δύνανται δὲ μεισῆσαι αὑτούς. οὐκ ἔστιν τοίνυν ἴση ἡ οἰκείωσις πρὸς ἑαυτὸν καὶ πρὸς ὁντινοῦν, ὅπου μηδὲ πρὸς τὰ ἑαυτῶν μέρη ἐπʼ ἴσης ᾠκειώμεθα. οὐ γὰρ ὁμοίως ἔχομεν πρὸς ὀφθαλμὸν καὶ δάκτυλον, ἵνα μὴ λέγω πρὸς ὄνυχας καὶ τρίχας, ἐπεὶ οὐδὲ πρὸς τὴν ἀποβολὴν αὐτῶν ὁμοίως ἠλλοτριώμεθα, ἀλλὰ μᾶλλον καὶ ἧττον. εἰ δὲ καὶ αὐτοὶ φήσουσι ἐπιτείνεσθαι τὴν οἰκείωσιν, ἔσται μὲν φιλανθρωπία, ἐλέγξουσι δὲ τούτους αἱ περιστάσεις … ν, ὅπου ἀνάνκη μόνον σώζεσθαι τὸν ἕτερον αὐτῶν· κἂν μὴ γένωνται δὲ περιστάσεις, ἀλλʼ αὐτοί γε οὕτως διάκεινται ὡς ἐλεγχθησόμενοι. ὅθεν καὶ ἐρωτῶσιν οἱ ἐξ Ἀκαδημείας οὕτως· ἐπʼ ἴσης οὐ σώζεται κατὰ τοὺς Ἐπικουρείους ἡ δικαιοσύνη καὶ κατὰ τοὺς Στωικούς. ἀλλὰ μὴν κατὰ τοὺς Ἐπικουρείους οὐ σώζεται ἡ δικαιοσύνη, ὡς ὁμολογοῦσι, πρὸς οὓς ὁ λόγος, οὐδὲ κατὰ τοὺς Στωικοὺς ἄρα. διὰ τί γὰρ οὐ σώζεται κατὰ τοὺς Ἐπικουρείους, εἴ τις αὐτῶν πυνθάνοιτο, φήσουσι, ὅτι οὐκ ἀπολείπουσι οἰκείωσιν πρὸς τοὺς πλησίον. ἐὰν οὖν ἀπολείπητε ὑμεῖς ἀνομοίαν, ἆρά γε οὐχ ὁρᾶτε, ὅτι τοῦτο τὸ πλεῖον ἀναγκάσει ποτὲ μὴ ὁμοίως στοχάζεσθαι τοῦ τε ἑαυτῶν λυσιτελοῦς καὶ τοῦ τῶν πλησίον, ἐξαρκεῖ δὲ καὶ ἐπὶ τέχνης καὶ ἐπὶ ἀρετῆς παραβαθεὶς κἂν εἷς ἀριθμὸς ἑκάτερον αὐτῶν ἀφανίσαι· ὅθεν οὐκ ἀπὸ τῆς οἰκειώσεως εἰσάγει ὁ Πλάτων τὴν δικαιοσύνην, ἀλλὰ ἀπὸ τῆς πρὸς τὸν θεὸν ὁμοιότητος δείξομεν. τὴν δὲ οἰκείωσιν ταύτην τὴν πολυθρύλητον οὐ μόνον ὁ Σωκράτης εἰσάγει, ἀλλὰ καὶ οἱ παρὰ τῶι Πλάτωνι σοφισταί. αὐτῆς δὲ δὴ τῆς οἰκειώσεως ἡ μέν ἐστιν κηδεμονικὴ … ς … τους … ως ἀ … ντι … εν … σ … ο … ι … αἱρούμεθα ἑαυτοῖς τἀγαθὰ οὐκ αὐτ … κ … κηδόμενοι, ἀλλὰ βουλόμενοι αὐτὰ γενέσθαι ἡμῖν, δηλοῖ, ὅτι ἡ πρὸς ἑαυτὸν καὶ τοὺς ὁμοειδεῖς οὐκ ἔστιν αἱρετική· οὐδεὶς γὰρ αἱρεῖται ἑαυτόν, ἀλλὰ ἑαυτὸν μὲν εἶναι, τἀγαθὸν δὲ ἑαυτῷ εἶναι, κήδεται δὲ ἑαυτοῦ καὶ τῶν πλησίον. διὰ τοῦτο ἔφη· Εἰ μὲν τῶν ἐν Κυρήνηι μᾶλλον ἐκηδόμην δηλῶν ὅτι ἡ τοιαύτη οἰκείωσίς ἐστιν κηδεμονική. Καὶ μᾶλλον ἐπιθυμῶ εἰδέναι τίνες ἡμῖν τῶν νέων ἐπίδοξοι γίνεσθαι ἐπιεικεῖς. «Καί» — περὶ τῶν ἐνθάδε νέων εἶπε, οὐ περὶ τῶν ἐν Κυρήνῃ — «μᾶλλον ἐπιθυμῶ εἰδέναι τίνες ὑποφαίνουσι ἐλπίδας τοῦ γενέσθαι μέτριοι.» Ταῦτα δὴ αὐτός τε σκοπῶ καθʼ ὅσον δύναμαι καὶ τοὺς ἄλλους ἐρωτῶ οἷς ἂν ὁρῶ τοὺς νέους ἐθέλοντας συγγίγνεσθαι. Ἐν τοῖς ἐρωτικοῖς λέγεται, ὅτι τοῦ σπουδαίου ἐστὶν τὸ γνῶναι τὸν ἀξιέραστον. ζητεῖται οὖν, πῶς ὁ Θεαίτητος ἔλαθεν αὐτὸν ὢν εὐφυής. ἀποκριτέον τοίνυν, ὅτι οὐδὲ οὗτος αὐτὸν ἔλαθεν· οὐ πάντας γὰρ τοὺς καλοὺς διʼ ἑαυτοῦ εὑρίσκει, ἀλλʼ ἔστιν οὓς καὶ διʼ ἄλλων. καὶ τοῦτο ἐδήλωσεν, ὅτι «Αὐτός τε σκοπεῖ καθʼ ὅσον ἐνδέχεται καὶ τοὺς ἄλλους ἐρωτᾶι, οἷς ὁρᾷ συμβάλλοντας τοὺς νέους.» καὶ γὰρ τὸ τοῖσδε ἢ τοῖσδε συνεῖναι μηνύει τοὺς εὐφυεῖς. Νῦν δέ — καὶ μή μοι ἄχθου — οὐκ ἔστιν καλός, προσέοικε δὲ σοὶ τήν τε σειμότητα καὶ τὸ ἔξω τῶν ὀμμάτων· ἧττον δὲ ἢ σὺ ταῦτʼ ἔχει. Ὁ Θεόδωρος τὸν καλὸν κατὰ τὰ ὑπὸ τῶν πολλῶν νομιζόμενα τὸν ἐκ τῆς μορφῆς τοιοῦτον, ὁμοίως δὲ ἐκ τῶν αὐτῶν καὶ τὸν αἰσχρόν, φησίν τε τὸν Θεαίτητον ἐοικέναι τῶι Σωκράτει κατά τε τὴν σειμότητα καὶ τὸ ἔξω ἔχειν τὰ ὄμματα, οὐ μέντοι ἐπʼ ἴσης τῶι Σωκράτει· ὁ δὲ Σωκράτης μᾶλλον οἶδε καλὸν τὸν καλῶς λέγοντα, τοῦτʼ ἔστιν τὸν φρόνιμον, ὡς προελθὼν ἐρεῖ. … Τὸ γὰρ εὐμαθῆ ὄντα … ὡς ἄλλωι χαλεπὸν … πρᾶον αὖ εἶναι δια … φερόντως καὶ ἐπὶ … τούτοις ἀνδρεῖον … παρʼ ὁντινοῦν ἐγὼ μὲν οὔτʼ ἂν ὠιόμην γενέσθαι οὔτε ὁρῶ γιγνόμενον. τὸ εὐμαθὲς κατὰ τὸ λογιστικὸν τῆς ψυχῆς, τὸ πρᾶον καὶ ἀνδρεῖον κατὰ τὸ θυμοειδές. δοκεῖ δὲ τὰ τοιαῦτα παραποδίζειν ἀλλήλοις ἐπί γε τῶν εὐφυειῶν· οὐ γὰρ ὥσπερ ἐπὶ τῶν τελείων ἀρετῶν οὕτως καὶ ἐπὶ τῶν εὐφυειῶν ἐξ ἀνάγκης πάντʼ ἀκολουθεῖ, ἀλλὰ τὰ πολλὰ καὶ ἐναντιοῦνται ἀλλήλαις. διὰ τοῦτο καί φησιν ὁ Θεόδωρος· οὔτε ὠιόμην γενέσθαι οὔτε ὁρῶ γιγνόμενον. οὐκ εἰ ἀνέλπιστον δʼ αὐτῶι καὶ οὐχ ὁρᾷ γιγνόμενον, εὐθέως καὶ ἀδύνατον. τῶι γοῦν Θεαιτήτωι μαρτυρεῖ ὡς ἔχοντι ταῦτα. Ἀλλʼ οἵτε ὀξεῖς ὥσπερ οὗτος καὶ ἀγχίνοι καὶ μνήμονες ὡς τὰ πολλὰ καὶ πρὸς τὰς ὀργὰς ὀξύρροποί εἰσιν, καὶ ᾄττοντες φέρονται … ὥσπερ τὰ ἀνερμάτι … στα πλοῖα, καὶ μανικώτεροι ἢ ἀνδρειότεροι φύονται. Ὀξύτης καὶ ἀγχίνοια καὶ τὸ μνημονικὸν εὐφύειαι τοῦ λογιστικοῦ, καὶ ὀξύτης μὲν κατʼ ἀγχίνοιαν κατὰ τὸ ῥαιδίως νοεῖν καὶ ἐντρέχειν, τὸ δὲ μνημονικὸν κατὰ τὸ κρατεῖν τῶν νοηθέντων. οἱ τοιοῦτοι οὖν ὡς ἐπίπαν εὐκείνητοι εἰσιν καὶ σεσοβημένως ὁρμῶσιν ὥσπερ φέρεται τὰ ἀνερμάτιστα πλοῖα κούφως μὲν διὰ τὸ μὴ γεγομῶσθαι, εἰκῆι δὲ διὰ τὸ μὴ ἔχειν ἕρμα. καὶ οἱ τοιοῦτοι οὖν τῶν νέων μανικώτεροι ἤπερ ἀνδρειότεροι φύονται. τὸ γὰρ ἀνδρεῖον οὐκ ἔμπληκτον, ἀλλὰ στάσιμον. Οἵ τε αὖ ἐμβρειθέστεροι νωθροί πως ἀπαντῶσιν πρὸς τὰς μαθήσεις καὶ λήθης γέμοντες. Οἱ δὲ βαρύτεροι οὐκ ἔχοντες τὸ ὀξὺ ἀμβλύτεροί εἰσιν ἐν τῶι μανθάνειν καὶ ἐπιλήσμονες γίνονται. κατὰ μὲν οὖν τοὺς παλαιούς, ἐπεὶ πολλαὶ αἱ ἀρεταὶ καὶ κατὰ ἑκάστην μία εὐφύεια, ζητηθήσεται, εἰ ἀντακολουθοῦσι ἀλλήλαις αἱ εὐφύειαι· καὶ ὁμολογεῖται τὸ μὴ πάντως. οὐ μέντοι ἀδύνατον τὸν μίαν ἔχοντα καὶ τὰς ἄλλας ἔχειν. κατὰ δὲ τοὺς Στωϊκοὺς οὐδὲ ζητεῖται τοῦτο, μίαν γε ὑποβάλλοντας εὐφύειαν πάσαις ταῖς ἀρεταῖς. εἰκάζουσι γὰρ τὸ ἡγεμονικὸν κηρῶι εὐπλάστωι πεφυκότι, ὃ πάντα δέχεσθαι ο … α. ὅθεν ουδ … α ἐρωτᾷ Ἀρίστων ὁ Χεῖος· εἰ μία ἐστὶν εὐφύεια, μία ἔστιν καὶ ἀρετή· ἀλλὰ μὴν μία ἔστιν εὐφύεια — ὡς ὁμολογοῦσι, πρὸς οὓς ὁ λόγος· μία ἄρα ἔστιν ἀρετή. Ὁ δὲ οὕτως λείως τε καὶ ἀπταίστως καὶ ἀνυσίμως ἔρχεται ἐπὶ τὰς μαθήσεις τε καὶ ζητήσεις μετὰ πολλῆς πραιότητος οἷον ἐλαίου ῥεῦμα ἀψοφητεὶ ῥέοντος. Οἷον δεῖ εἶναι ἐν ταῖς ζητήσεσι καὶ μαθήσεσι ὑπογράφει, ὅτι δεῖ λείως προϊέναι, τοῦτʼ ἔστιν μὴ διαπηδῶντα, ἀπταίστως μὴ προσκρούοντα, ἀνυσίμως δέ, ἵνα καὶ προκόπτῃ. δεῖ δὲ προσεῖναι καὶ τὴν πραότητα καὶ μὴ ἀγριαίνειν, ὥσπερ καὶ τὸ ἔλαιον ῥεῖ ἀψοφητεί. Ὥστε θαυμάσαι τὸ τηλικοῦτον ὄντα οὕτως ταῦτα διαπράττεσθαι. Τὸ τηλικοῦτον ἀντὶ τοῦ νέον ὄντα. θαυμαστὸν οὖν, εἰ καὶ ἐν τούτωι τῆς ἡλικίας ἐμμελῶς ζητεῖ. Εὐαγγελεῖς. Ὑφʼ ἓν ἀναγνωστέον· ἐξακούεται δέ »καλὰ ἀγγέλλεις». Θεαίτητος, ὦ Σώκρατες, τό γε ὄνομα. Τοῦ μὲν ὀνόματος τοῦ πατρὸς οὐκ ἐμνήσθη Θεόδωρος, ἴσως ὅτι Θεαίτητος ἐξ ὀλίγου ἐφοίτα … Τὴν μέν τοι οὐσίαν δοκοῦσί μοι ἐπίτροποί τινες διεφθαρκέναι. ἀλλʼ ὅμως καὶ πρὸς τὴν τῶν χρημάτων ἐλευθεριότητα θαυμαστός, ὦ Σώ … κρατες. Γεννικὸν λέγεις τὸν ἄνδρα. Ἐπίτηδες ἐμνήσθη τοῦ πατρὸς καὶ τῆς διαφθορᾶς τῶν χρημάτων τῆς ὑπὸ τῶν ἐπιτρόπων, ἵνα δείξας τὸ ἐλευθέριον ε … νση … ως γεννικόν. ἐν γὰρ τοῖς μάλιστα καὶ τοῦτο σκοπεῖ, εἰ ἐλευθέριός ἐστιν ὁ νέος ἢ οὔ, ὡς τῆς ἀνελευθεριότητος ἱκανῆς οὔσης λυμήνασθαι πᾶν. ὅθεν κἀν τῆι Πολιτείαι, σκοπῶν τοὺς εὐφυεῖς καὶ μή, φησίν· ἀλλὰ μή σε λάθηι ἀνελευθεριότης προσοῦσα. Εἰ μὲν ἄρα ἡμᾶς τοῦ σώματός τι ὁμοίους φησὶν εἶναι ἐπαινῶν ἢ ψέγων οὐ πάνυ αὐτῶι ἄξιον τὸν νοῦν προσέχειν. Ἔλεγεν ὁ Θεόδωρος τὸν Θεαίτητον τῶι Σωκράτει ἐοικέναι κατά τε τὴν σειμότητα καὶ τὸ ἔξω τῶν ὀμμάτων. κατὰ τοῦτʼ οὖν φησιν αὐτὸν εἶναι … ιστ … δ … η … τελ … προ … το … θ … ιο μ … ν … α β … Τί δʼ εἰ ποτέρου τὴν ψυχὴν ἐπαινοῖ πρὸς ἀρετήν τε καὶ σοφίαν; ἆρʼ οὐκ ἄξιον τῶι μὲν ἀκούσαντι προθυμεῖσθαι … ἀνασκέψασθαι τὸν … ἐπαινεθέντα, τῶι δὲ προθύμως ἑαυτὸν ἐπιδεικνύναι; Ὡμολογήθη αὐτῷ ταῦτα ἕκαστον ἱκανὸν εἶναι ἀποφαίνεσθαι, ἅπερ καὶ ἔμπειρός ἐστιν, τὸν δὲ Θεόδωρον ἐν τοῖς μαθήμασι εἶναι ἱκανώτατον. ἐπεὶ οὖν ὁ τοιοῦτος ἐπαινεῖ τὴν ψυχήν τινος, οὐκ ἂν διαψευσθείη. διὰ τοῦτο ἄξιον σπουδάσαι τῶι μὲν ἀκούσαντι σκέψασθαι τὸν ἐπαινεθέντα ἆρά γε τοιοῦτός ἐστιν ἢ οὔ, τῶι δὲ ἐπαινεθέντι προθύμως παρέχεσθαι αὑτὸν ἐξετασθησόμενον. Ἀλλὰ μὴ ἀναδύου τὰ ὡμολογημένα σκηπτόμενος παίζοντα λέγειν τόνδε. Ἐπεὶ ὡ- μολόγησεν ὅτι ἐπεὶ πε … δευτ … οδ … παιν … ψυχ … σωστ … ω … ειτα … νο … εαυτ … ε … ἄλλοις … καὶ ὅρα μὴ παίζων ἔλεγεν. διὸ δεικνύει ὁ Σωκράτης, ὡς αὐτοῦ ἀναδυομένου καὶ οὐκέτι ἐμμένοντος τοῖς ὡμολογημένοις διὰ τὸ μὴ θέλειν ἑαυτῶι δεικνύναι. Μανθάνεις που παρὰ Θεοδώρου γεωμετρίας ἄττα; Οὐκ εἶπεν «μανθάνεις παρὰ Θεωδώρου γεωμετρίαν,» ἀλλά τινα τῆς γεωμετρίας. οὐ γὰρ περὶ τῆς συνθέτου ἐπιστήμης ἐστὶν αὐτῶι ὁ λόγος, ἣν καὶ συστηματικήν τινες ὀνομάζουσιν, ἀλλὰ περὶ τῆς ἁπλῆς, οἵα ἐστὶν καὶ ἡ κατὰ ἕκαστον θεώρημα γνῶσις τῶν κατὰ γεωμετρίαν καὶ μουσικήν. ἐκ δὲ τούτων τῶν καθʼ ἕκαστον μία τις ἀποτελεῖται σύνθετος. ἡ τοίνυν ἁπλῆ προτέρα ἐστὶν τῆς συνθέτου, καὶ ταύτην αὐτὸς μὲν ὡρίσατο ἐν τῶι Μένωνι δόξαν ὀρθὴν δεθεῖσαν αἰτίαι λογισμοῦ. Ἀριστοτέλης δὲ ὑπόλημψιν μετὰ ἀποδείξεως. ζ … ν δὲ εξω … δεξ … λ μ … λογο … τω … η τω … ε π … Καὶ γὰρ ἐγώ, ὦ παῖ, παρά τε τούτου καὶ παρʼ ἄλλων οὓς ἂν οἴωμαί τι τούτων ἐπαΐειν. Εἰς προτροπὴν τῶν νέων πρὸς τὸ μὴ ὀκνεῖν αὐτοὺς μανθάνειν λέγεται ταῦτα· οὐ γὰρ αἰσχυνθήσονται μανθάνειν, ὅτε γε καὶ Σωκράτης τηλικόσδε ὢν ἀόκνως ἐμάνθανεν. Ἆρʼ οὐ τὸ μανθά- νειν ἐστὶ τὸ σοφώτερον γίγνεσθαι περὶ ὃ μανθάνει τις; Πῶς γὰρ οὔ; Σοφίαι δέ γʼ οἶμαι σοφοὶ οἱ σοφοί. … Ναί. Τοῦτο δὲ μῶν … διαφέρει τι ἐπιστή … μης; Τὸ ποῖον; Ἡ σοφία. ἢ οὐχ ἅπερ ἐπιστήμονες, ταῦτα καὶ σοφοί; Τί μήν; Ταὐτὸν ἄρα ἐπιστήμη καὶ σοφία; Ὁ λόγος ἠρώτηται οὕτως, εἴ τις παραλείποι κατασκευήν τινων λημμάτων· «ὁ μανθάνων σοφώτερος γίνεται, ὁ σοφώτερος γινόμενος σοφίαν ἀναλαμβάνει, ἡ δὲ σοφία ἐπιστήμη ἐστίν, ὁ ἄρα μανθάνων ἐπιστήμην ἀναλαμβάνει». ὁ δὲ ἀντὶ τούτου ἐπεχείρει· «ταὐτὸν ἄρα ἐπιστήμη καὶ σοφία», ὅτι ἰσοδυναμοῦσι, ἔφη γὰρ αὐτῶι· ἅπερ ἐπιστήμονες ταῦτα καὶ σοφοί. ὁ μὲν γὰρ δια … ο … νος λόγος τοιοῦτός ἐστιν· ὁ μανθάνων σοφώτερος γίνεται· ὁ σοφώτερος γινόμενος σοφίαν ἀναλαμβάνει· ὁ ἄρα μανθάνων σοφίαν ἀναλαμβάνει. ἐπεὶ δὲ συνεχωρήθη τὸ ἅπερ ἐπιστήμονές εἰσιν, ταῦτʼ αὐτοὺς καὶ σοφούς, δοθήσεται τὸ εἶναι ταὐτὸν ἐπιστήμην καὶ σοφίαν. ἐκ μὲν γὰρ τοῦ τοὺς αὐτοὺς εἶναι ἐπιστήμονας καὶ σοφοὺς οὐ συνάγεται τὸ εἶναι ταὐτὸν ἐπιστήμην καὶ σοφίαν ὥσπερ οὐδʼ ἐκ τοῦ τοὺς αὐτοὺς εἶναι γραμματικοὺς καὶ μουσικοὺς συνάγεται τὸ εἶναι ταὐτὸν γραμματικὴν καὶ μουσικήν, ἐκ δὲ τοῦ οὐκ ἄλλα εἶναι ἐπιστήμονας ἄλλα δὲ σοφοὺς ἀλλὰ ταὐτά, ταὐτόν ἔσται ἐπιστήμη καὶ σοφία. καὶ γὰρ εἰ τὰ αὐτὰ ἦσαν γραμματικοὶ ἅπερ μουσικοί, ταὐτὸν ἂν ἦν γραμματικὴ καὶ μουσική. παι … η … δʼ ἐνθάδε παρεδήλωσεν, ὅτι περὶ τῆς … ἐπιστήμης ἐστὶν αὐτῶι ὁ λόγος προσθεὶς τῶι «σοφώτερον γίγνεσθαι τὸ περὶ ὃ μανθάνει τις»· Ὁ δὲ ἁμαρτὼν καὶ ὃς ἂν ἀεὶ ἁμαρτάνηι, καθεδεῖται ὥσπερ φασὶν οἱ παῖδες οἱ σφαιρίζοντες ὄνος· ὃς δʼ ἂν περιγένηται ἀναμάρτητος, βασιλεύσει ἡμῶν καὶ ἐπιτάξει ὅτι ἂν βούληται ἀποκρείνεσθαι. Γένος παιδιᾶς· ἐσφαίριζον γὰρ ἐν τάξεσιν, καὶ οἱ μὲν ἀποτυγχάνοντες ὠνομάζοντο ὄνοι, ὁ δὲ τυγχάνων βασιλεύς, καὶ οὗτος προσέτασσεν τοῖς ἁμαρτάνουσιν. Καὶ φίλους τε καὶ προσηγόρους ἀλλήλοις γίνεσθαι. οὐ γὰρ ἔχθρας, ἀλλὰ φιλίας ὀφείλει εἶναι αἴτιον τὸ διαλέγεσθαι. Γενναίως τε καὶ φιλοδώρως, ὦ φίλε, ἓν αἰτηθεὶς πολλὰ δίδως καὶ ποικίλα ἀντὶ ἁπλοῦ. Ὁ μὲν Σωκράτης ἤρετο, τί ἐστιν ἐπιστήμη, τοῦτʼ ἔστιν τί ἐστιν τῆι ἐπιστήμηι τὸ εἶναι ἐπιστήμην. ὁ δὲ πολλὰς κατηριθμήσατο οἷον γεωμετρίαν, μουσικήν, ἥμαρτεν δὲ οὔτε τὴν οὐσίαν ἀποδοὺς τῆς ἐπιστήμης καὶ πολλὰς καταριθμησάμενος. ἡμάρτητο δʼ αὐτῶι, εἰ καὶ μίαν ἔταξεν ἀντὶ τοῦ γένους τὸ εἶδος ἀποδούς, διὰ τῶν ὑστέρων τὰ πρότερα ὁρισάμενος, ὡς εἴ τινος ἐρομένου «τί ἐστι ζῶιον», εἴποι «ἄνθρωπος ἵππος», τὰ μὲν γὰρ πρότερα τῶν ὑπʼ αὐτὰ κατηγορεῖται, οὐκέτι δὲ ἔμπαλιν. καὶ τὰ μὲν γένη μετέχεται καὶ ἁπλούστερά ἐστιν, τὰ δὲ εἴδη μετέχει καὶ ἔστιν ποικιλώτερα. ὁ γὰρ ἄνθρωπος καὶ ζῶιόν ἐστιν καὶ πρὸς τούτωι λογικὸν καὶ θνητόν. τὸ μὲν οὖν Πολλὰ δίδως ἐπὶ τῆς ἐξαριθμήσεως τῶν ἐπιστημῶν, τὸ δὲ Ποικίλα ἀντὶ ἁπλοῦ, ὅτι εἴδη ἐξέθετο, ταῦτα δὲ ποικιλώτερα τοῦ γένους. τὸ δʼ αὐτὸ ἂν εἰρήκει, καὶ εἰ μίαν μόνην ὠνομάκει ἐπιστήμην, φέρε γεωμετρίαν. ἁπλοῦν μὲν γὰρ ἡ ἐπιστήμη ὡς ἂν μετεχόμενον καὶ ἀσύνθετον ὡς πρὸς τὰ ὑπʼ αὐτήν, ποικίλον δὲ ἡ γεωμετρία ὡς μετέχον καὶ σύνθετον. Ὅταν λέγηις σκυτικήν, μήτι ἄλλο φράζεις ἢ ἐπιστήμην ὑποδημάτων ἐργασίας; Οὐδέν. Τί δʼ ὅταν τεκτονικήν, μήτι ἄλλο ἢ ἐπιστήμην τῆς τῶν ξυλίνων σκευῶν ἐργασίας; Οὐδὲ τοῦτο. Ἐρομένου τί ἐστιν ἐπιστήμη ἀποκρινόμενος σκυτικὴν οὐδὲν ἄλλο λέγεις ἢ ἐπιστήμην τῆς τῶν ὑποδημάτων ἐργασίας· ἡ γὰρ σκυτικὴ ἐπιστήμη ἦν ὑποδημάτων ἐργασίας. ὁμοίως δέ, κἂν τεκτονικὴν εἴπῃς, οὐδὲν ἄλλο λέγεις ἢ ἐπιστήμην τοῦ τὰ ξύλινα σκεύη ἐργάζεσθαι· τοῦτο γὰρ ἴδιον τῆς τεκτονικῆς. παρεκδέδεκται, φασίν. ἀντιστρέφει μὲν γὰρ ἀλλήλοις τό τε πρᾶγμα καὶ ὁ ὅρος, οὐ πάντως δὲ ταὐτὸ λέγει τῶι ὀνόματι. εἰ γὰρ ἔροιτό τις «τί ἐστιν ἄνθρωπος», ὁ δὲ εἴποι «ζῶιον λογικὸν θνητόν», τῶι τὸ ζῶιον λογικὸν θνητὸν ἄνθρωπον εἶναι οὐ φήσομεν ὅτι ἐρωτηθείς «τί ἐστιν ἄνθρωπος» ἀπεκρίθη «ἄνθρωπος». κἂν γὰρ ἐπερωτήσῃς τινά «τίνος ἦν Ἀχιλλεὺς υἱός», ὁ δὲ εἴπῃ «Πηλέως υἱός Ἀχιλλεὺς ἦν», φήσομεν ὅτι ἐπερωτηθεὶς «τίνος ἦν υἱὸς Ἀχιλλεύς», ἀπεκρίθη «Ἀχιλλεύς»; τοῦτο γὰρ ἄλλως συμβέβηκεν· φημὶ τοίνυν ὅτι οὐ πρὸς τοῦτο τείνει αὐτῶι ὁ λόγος, ἀλλὰ παρίστησιν ὅτι οὐ πρὸς ἔπος ἀπεκρείνατο. ἐπερωτηθεὶς γὰρ … τοῦ πράγματος, τοῦτο δὲ κατὰ τὸ τί ἐστιν λαμβάνεται, αὐτὸς κατὰ τὸ πρός τι ἀπεκρίθη· τὸ γὰρ τῶνδε εἶναι τῶν πρός τί ἐστιν. ἔτι καὶ θεώρημα διαλεκτικὸν ὑπογράφει, ὅτι οὐ δεῖ διὰ τῶν ὑστέρων ὁρίζεσθαι τὰ πρότερα, ὡς εἰ διὰ τῶν περιεχομένων ἀποδώσει, αὐτὸ διʼ ἑαυτοῦ ὁριεῖται· ὡς εἴ τις ἐρομένου τί ἐστιν ἄνθρωπος εἴποι «Σωκράτης», αὐτὸ διʼ ἑαυτοῦ ὡρίσατο· ὁ γὰρ Σωκράτης ἄνθρωπός ἐστιν. οὕτως καὶ εἴ τις ἐρομένου «τί ἐστιν ἐπιστήμη» εἴποι «σκυτική», διὰ τῶν ὕστερον ὡρίσατο· ἡ γὰρ ἐπιστήμη τῆς τῶν ὑποδημάτων ἐργασίας ἐπιστήμη ἐστίν. Οὐκοῦν ἐν ἀμφοῖν, οὗ ἑκατέρα ἐπιστήμη, τοῦτο ὁρίζεις; Οὐκοῦν ἐν ἑκατέραι τῆι τε σκυτικῆι καὶ τῆι τεκτονικῆι, οὗ ἑκατέρα ἐστὶν ἐπιστήμη λέγων οὐ κοινοποιεῖς ἢ λέγεις, ὅτι ἡ ἐπιστήμη ἐπιστήμη ἐστίν; Τὸ δέ γε ἐρωτηθὲν ὦ Θεαίτητε οὐ τοῦτο ἦν, τίνων ἡ ἐπιστήμη οὐδὲ ὁπόσαι τινές· οὐ γὰρ ἀριθμῆσαι αὐτὰς βουλόμενοι ἠρόμεθα, ἀλλὰ γνῶναι ἐπιστήμην αὐτὸ ὅτι ποτʼ ἐστίν. Ἐπερωτηθείς «τί ἐστιν ἐπιστήμη» ἀντὶ τοῦ τί ἐστιν τὸ τίνων ἐστὶν ἀπέδωκεν· αἱ γὰρ ἐν εἴδει ἐπιστῆμαι τινῶν εἰσιν ὡς γεωμετρία, σκυτική, ἀλλὰ καὶ μιᾶς ἐρωτηθεὶς τὸν λόγον πολλὰς ἐξηριθμήσατο ὡς γεωμετρίαν, σκυτικήν, τὰς ἄλλας. Οἷον περὶ πηλοῦ, ὅτιποτʼ ἐστίν, εἰ ἀποκρειναίμεθα αὐτῶι πηλὸς ὁ τῶν χυτρέων καὶ πηλὸς ὁ τῶν ἰπνοπλαθῶν καὶ πηλὸς ὁ τῶν πλινθουλκῶν, οὐκ ἂν γε … λοῖοι εἶμεν; Τῆι μεταλήψει κέχρηται ἀναγκαιοτάτηι οὔσηι διὰ τοῦ σαφηνίζειν πρὸς τὸ ἐλέγξαι τὰ ἡμαρτημένα, ὡς ἐπὶ τοῦ πηλοῦ ἐρωτηθείς, τί ἐστιν, ἁμαρτάνει λέγων τὸν τῶν πλινθουλκῶν, τὸν τῶν ἰπνοπλαθῶν· οὔτε γὰρ τὴν οὐσίαν αὐτοῦ ἀποδίδωσι καὶ πολλοὺς ἐξαριθμεῖται πηλοὺς καί τινας δὲ τοὺς χρωμένους αὐτοῖς. Ἢ οἴει τίς τι συνίησί τινος ὄνομα ὃ μὴ οἶδεν ὅτι ἐστίν; Τὸ ἑξῆς ἐν τῆι λέξει· οἴει, συνίησίν τίς τινος ὄνομα ὃ μὴ οἶδεν ὅτι ἐστίν; ἐὰν γὰρ ἀγνοῇ τὸ πρᾶγμα, οὐδὲ τὸ τοῦ πράγματος ὄνομα εἴσεται τῶι τὸ ὄνομα σημεῖον εἶναί τινος. ὁ τοίνυν τὸ πρᾶγμα ἀγνοῶν οὐδὲ τὸ σημεῖον αὐτοῦ γνώσεται. Ἐπίκουρος τὰ ὀνόματά φησιν σαφέστερα εἶναι τῶν ὅρων, καὶ μέντοι καὶ γελοῖον εἶναι, εἴ τις ἀντὶ τοῦ εἰπεῖν «Χαῖρε Σώκρατες» λέγοι «Χαῖρε ζῶιον λογικὸν θνητόν». ἀλλὰ οἱ ὅροι οὔτε πρὸς τὸ ἀσπάζεσθαι οὔτε ὡς τῶν ὀνομάτων συντομώτεροι παραλαμβάνονται, ἀλλὰ πρὸς τὸ ἀναπλῶσαι τὰς κοινὰς ἐννοίας· τοῦτο δʼ οὐκ ἐνγίνεται ἄνευ τοῦ λαβεῖν τὸ γένος ἕκαστον καὶ τὰς διαφοράς. Σκυτικὴν ἄρα οὐ συνίησιν ὃς ἂν ἐ … πιστήμην ἀγνοῇ. Οὐ τοῦτό φησιν, ὅτι ἄνευ τοῦ ἐπιστήμην εἰδέναι ὅτι ἐστίν οὐκ ἔστιν σκυτικὴν ἐπίστασθαι, ἀλλὰ ὅτι ἐὰν θῇ τις τὴν σκυτικὴν ἐπιστήμην εἶναι ἀγνοῶν, τί ἐστιν ἐπιστήμη, οὐδὲ τὴν σκυτικὴν νοήσει, καθʼ ὃ λέγεται ἐπιστήμη. … Γελοία ἄρα ἡ ἀπόκρι … σις τῶι ἐρωτηθέν … τι ἐπιστήμη τί ἐστιν … ὅταν ἀποκρείνηται τέχνης τινὸς ὄνομα. τινὸς γὰρ ἐπιστήμην ἀποκρίνεται οὐ τοῦτʼ ἐρωτηθείς. Ἁμαρτάνει ὅστις ἐπερωτηθεὶς «τί ἐστιν τέχνη» τέχνης τινὸς λέγει ὄνομα, φέρε γεωμετρίας. αἱ γὰρ τοιαῦται τέχναι τινῶν εἰσιν ἃ μεταχειρίζονται. οὐ τοῦτο δὲ ἐπηρωτήθη, τίνων ἐστίν, ἀλλὰ τί ἐστιν. Ἔπειτά γέ που ἐξὸν φαύλως καὶ βραχέως ἀποκρείνεσθαι περιέρχεται ἀπέρατον ὁδόν. Φαύλως μὲν ἁπλῶς, βραχέως δέ, ὅτι οἱ ὅροι συντομώτεροί εἰσιν ἢ εἴ τις τὰ ὑφεστῶτα εἴδη πειρῶιτο ἐξαριθμεῖσθαι, ἀπέρατον δὲ ὁδόν, ὅτι τὰ καθʼ ἕκαστον τρόπον τινὰ ἄπειρά ἐστιν. Οἷον καὶ ἐν τῆι τοῦ πηλοῦ ἐρωτήσει φαῦλόν που καὶ ἁπλοῦν εἰπεῖν ὅτι γῆ ὑγρῶι φυραθεῖσα πηλὸς ἂν εἴη, τὸ δʼ ὅτου χαίρειν ἐᾶν. Ὡς καὶ πρὸς τὸν ἐρόμενον «τί ἐστιν πηλός» ῥάιδιον καὶ ἁπλοῦν εἰπεῖν, ὅτι γῆ ὑγρῶι φυραθεῖσα· οὐ γὰρ μόνον ὕδατι, ἀλλὰ καὶ οἴνωι καὶ ἑτέροις τισί. ἐξαρκεῖ οὖν οὕτως ὁρίζεσθαι γῆ ὑγρῶι φυραθεῖσα, τίνος δέ ἐστιν οὐκέτι δεῖ προστιθέναι οἷον πλινθουλκοῦ, ἰπνοπλάθου. μέμφεται τοῖς τοιούτοις ὅροις Ἀριστοτέλης, ὡς τῶι τῆς χιόνος, ὅτι ὕδωρ πεπηγός, καὶ τῶι τοῦ πηλοῦ, ὅτι γῆ ὑγρῶι πεφυραμένη, καὶ τῶι τοῦ οἴνου, ὅτι ὕδωρ σεσηπός, ὡς Ἐμπεδοκλῆς «σαπὲν ἐν ξύλωι ὕδωρ». «οὔτε γὰρ ἡ χιών, φησίν, ὕδωρ οὔθʼ ὁ πηλὸς γῆ οὐδὲ μὴν ὁ οἶνος ἔτι ὕδωρ.» «οὐ γὰρ ἀποδεκτέον, φησίν, καθʼ ὧν μὴ ἀληθεύεται τὸ γένος, ἀλλʼ ἐφʼ ὅσων καθηγορεῖται ἀληθῶς τὸ ἀποδοθὲν γένος.» ἔστω ἐπὶ τοῦ οἴνου μὴ ἀληθεύεσθαι τὸ γένος, ὅτι ὕδωρ ἐστίν. φήσει γάρ τις· κἂν δοθῆι, ὅτι πρότερον ἦν ὕδωρ, ἀλλὰ νῦν γε οὐκέτι ἐστίν, ἀμέλει δὲ μεταβάλλει πάλιν εἰς ὕδωρ· πῶς ἐπὶ τοῦ πηλοῦ οὐκ ἐροῦμεν, ὅτι γῆ ἐστιν τοιοῦτό τι ὑπὸ ὑγροῦ πεπονθυῖα; μένει γὰρ ἔτι γῆ, ὅθεν καὶ ἀναξηρανθέντος τοῦ ὑγροῦ πάλιν ἔσται γῆ. ἔδει δʼ αὐτόν, ὥσπερ ἐπὶ τοῦ πνεύματος ἐνδοιάσας, εἰ δέοι φάναι ὅτι ἐστὶν ἀὴρ κεινούμενος ἐπήνεγκεν· «εἰ δʼ ἄρα καὶ ἐπὶ τούτου δεῖ συγχωρεῖν, ὅτι ἀήρ ἐστιν κεινούμενος», οὕτως καὶ ἐπὶ τοῦ πηλοῦ· κατὰ γὰρ τὸ ὅμοιον ἀπεδόθησαν οἱ ὅροι. Περὶ δυνάμεών τι … ἡμεῖν Θεόδωρος ὅδε ἔγραφεν τῆς τε τρίποδος πέρι καὶ πεντέποδος ἀποφαίνων, ὅτι μήκει οὐ σύμμετροι τῆι ποδιείαι. Ἐπὶ κεφαλαίων τὰ λεγόμενά ἐστιν ταῦτα. Θεόδωρος ἐκτάξας τετράγωνον ποδὸς ἑνὸς ἐδείκνυεν τοῖς περὶ Θεαίτητον, ὅτι τούτωι τῶι τετραγώνωι ἀσύμμετρόν ἐστιν τὸ τρίπουν τετράγωνον καὶ πεντάπουν κατὰ τὰς πλευράς, ἀφʼ ὧν ἕκαστον ἐγένετο. καὶ ἐξαριθμούμενος τὰ ἀσύμμετρα τετράγωνα προῆλθεν μέχρι τοῦ ἑπτακαιδεκάποδος. ἐπεὶ τοίνυν ἄπειρα ἦν τὰ τοιαῦτα τετράγωνα, ἐπειράθησαν οἱ περὶ τὸν Θεαίτητον καθολικῶι τινι περιλαβεῖν, ὥστε ἑνὶ ὀνόματι ὑποτάξαι. ἦλθον οὖν ἐπὶ τὸν ἀριθμὸν διὰ τὸ … κ … ον τῶι πάντας τοὺς ἀριθμοὺς συμμέτρους εἶναι πρὸς ἀλλήλους … υ τοίνυν η … ἰσάκις ἴσον τ … ν προς … νπ … μ … ει … ετε … β … ε … δ … τετράγωνα. ὅσα οὖν εὕρισκον ἔχοντα ἀριθμὸν προμήκη, ὡς τὸ τρίπουν καὶ πεντέπουν καὶ ἑξάπουν — ὁ γὰρ τρία καὶ πέντε καὶ ἓξ ἀριθμοὶ προμήκεις εἰσίν —, τὰ δὴ τοιαῦτα χωρία δυνάμεις ἐκάλεσαν. τούτων δὲ τὰ μὲν ἐπίπεδα σύμμετρα πρὸς τὸ ποδιεῖον ἐπίπεδον, αἱ δὲ πλευραὶ ἀσύμμετροι πρὸς τὴν τοῦ ποδιείου τετραγώνου πλευράν. ὅσα δὲ εἶχεν τετραγώνους ἀριθμοὺς ὡς τὸν τέσσαρα καὶ ἐννέα καὶ ἑκκαίδεκα, ταῦτα ὠνόμασαν μήκη. οὐ γὰρ μόνον τὰ ἐπίπεδα πρός τε ἄλληλα καὶ πρὸς τὸ ποδιεῖον σύμμετρά ἐστιν, ἀλλὰ καὶ αἱ πλευραὶ καὶ πρὸς ἀλλήλας καὶ πρὸς τὴν τοῦ ποδιείου πλευρὰν τῶι ἔχειν λόγον ὃν ἀριθμὸς πρὸς ἀριθμόν. ἐπεὶ τοίνυν πᾶς ἀριθμὸς παντὶ ἀριθμῷ σύμμετρός ἐστιν διὰ τὸ ἔχειν ἐλάχιστον κοινὸν μέτρον τὴν μονάδα, διὰ τοῦτο ὥσπερ μονάδα ἐξέθετο ὁ Θεόδωρος τὸ ποδιεῖον τετράγωνον, ἵνα τούτωι μετρῆται τὰ τετράγωνα τὰ ἔχοντα τὰς πλευρὰς συμμέτρους καὶ τὰ μή· ἀνὰ λόγον δὲ τοῖς ἐπιπέδοις προῄει αὐτοῖς ἡ σκέψις καὶ περὶ τῶν στερεῶν. κε- φαλαιωδῶς μὲν ταῦτα· σκοπῶμεν δὲ νῦν ἕκαστον αὐτῶν. οἱ παλαιοὶ τὰ τετράγωνα δυνάμεις ὠνόμαζον· ἡ γὰρ δύναμίς τινός ἐστιν δύναμις· δύναται δὲ τὸ ἐπίπεδον τετράγωνον γραμμή, ἀφʼ ἧς ἐγένετο· ὥρισται γὰρ τῆς πεπερασμένης τὸ μέγεθος, κἂν νοήσῃ τις ἐπʼ ἴσον αὐτὴν χωροῦσαν ἑαυτῆι ποιήσει τετράγωνον ὑπὸ ἴσων πλευρῶν περιεχόμενον. εἰ δὲ ἐπὶ ἔλαττον ἢ ἐπὶ τὸ πλεῖον — ἑκάτερον δὲ τούτων ἐπʼ ἄπειρον ἔστιν λαμβάνειν —, ποιήσει προμήκη χωρία. ὅθεν ὁ μὲν εἰδὼς τετραγώνου πλευρὰν οἶδεν καὶ τὸ ἀπὸ ταύτης, ὁ δὲ εἰδὼς παραλληλογράμμου τὴν ἑτέραν τῶν πλευρῶν, οὐκ οἶδεν καὶ τὴν ἑτέραν, ἐὰν μὴ καὶ τὸ ἐμβαδὸν αὐτοῦ ἐπιστῆται. τότε γὰρ σκοπεῖ, τίς ἐπὶ τὴν ἐκτεθεῖσαν γενομένη τόδε τὸ ἐμβαδὸν γεννᾶι. ὁ τοίνυν Θεόδωρος τετράγωνον ἐκθεὶς οὗ ἡ πλευρὰ ποδός, τὸ δʼ ἐμβαδὸν ποδός — ἅπαξ γὰρ ἓν ἕν —, ἐπεδείκνυεν ὅτι τὸ τετράγωνον, οὗ τὸ ἐπίπεδον τρίπουν ἐστίν καὶ πάλιν τὸ πεντέπουν ἢ τὰ τοιάδε τὰ μὲν ἐπίπεδα ἔχει πρός τε ἄλληλα καὶ πρὸς τὸ ποδιαῖον σύμμετρα, τὰς δὲ πλευρὰς πρός τε ἀλλήλας καὶ πρὸς τὴν ποδιαίαν ἀσύμμέτρους· οὐδὲ γὰρ ἔστιν κοινὸν μέτρον, ὃ μετρήσει αὐτάς· ἔστιν δὲ καὶ τὸ δίπουν τετράγωνον ἀσύμμετρον τῶι ποδιείωι κατὰ τὴν πλευράν, ἀλλὰ παρῆλθεν, φασίν, αὐτό, διότι ἐν τῶι Μένωνι ἔδειξεν, ὅτι τὸ ἀπὸ τῆς διαγωνίου τετράγωνον διπλάσιόν ἐστιν τοῦ ἀπὸ τῆς πλευρᾶς τετραγώνου. οἱ δέ φασι μὴ παρεληλγθέναι αὐτὸν τὸ δίπουν. καὶ γὰρ εἰ μὴ περιέχεται ὑπὸ ἰσάκις ἴσων, ἀλλʼ εἰς ἴσας γε διαιρεῖται ποδιείας. οἱ δʼ αὐτοὶ κατὰ ταὐτὰ προϊόντες φήσουσι μηδὲ τὴν ἑξάποδα αὐτῶι παρεθήσεσθαι δύναμιν· διαιρετὴ γὰρ εἰς ἴσα τρίποδα δύο ἢ δίποδα τρία. δῆλον δʼ ὅτι καὶ τὴν ὀκτάποδα παρελεύσεται καὶ τὴν δεκάποδα καὶ δωδεκάποδα καὶ τεσσαρεσκαιδεκάποδα καὶ πεντεκαιδεκάποδα. καὶ γὰρ τούτων ἑκάστη, εἰ καὶ μή ἐστιν ἴση ἰσάκις, ἀλλὰ δύναταί γε διαιρεῖσθαι εἰς ἴσα. μήποτε δὲ οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸ εὔκολον· ῥάιδιον γὰρ τοῦ ἐκτεθέντος διπλάσιον ἀναγράψαι τὸ ἀπὸ τῆς διαγωνίου. ἡ δὲ τρίπους καὶ πεντάπους καὶ ὅσαι τοιαῦται πραγματείαν ἔχουσιν πρὸς τὸ φανῆναι ἀσύμμετροι τῆι ποδιείαι. ἔστιν μέντοι αὐτὰς ἀναγράφειν οὕτως· ἔστω τετράγωνον τὸ α β γ πλευρὰν ἔχον ποδὸς ἑνὸς τὴν α β· δηλονότι τὸ ἀπὸ ταύτης ποδὸς ἔσται ἐνπλατοῦς· ἅπαξ γὰρ ἓν ἕν. καὶ ἐκβεβλήσθω ἐπʼ εὐθείας τῆς α β εὐθεῖά τις καὶ ἀφῃρήσθω ἀπʼ αὐτῆς τῆι α β ἴση ἡ β δ καὶ ἀναγεγράφθω ἀπὸ τῆς β δ τὸ β γ δ ε τετράγωνον· γίνεται δὴ ἴσον τὸ ἀπὸ τῆς β δ τῶι ἀπὸ τῆς α β· ὅλον δὲ τὸ α ε οὐκέτι τετράγωνον, ἀλλὰ παραλληλόγραμμον. πάλιν ἐκβεβλήσθω ἐπʼ εὐθείας τῆς α δ εὐθεῖά τις καὶ ἀφῃρήσθω τῇ β δ ἴση ἡ δ ζ καὶ ἀναγεγράφθω ἀπὸ ταύτης τετράγωνον τὸ δ ζ ε η. γίνεται δὴ τὸ δ ζ ε η τετράγωνον ἴσον ὁποτερῳοῦν τῶν προεκτεθέντων τετραγώνων, ὅλον δὲ τὸ α η χωρίον παραλληλόγραμμον. πάλιν ἐκβεβλήσθω ἐπʼ εὐθείας τῆς α ζ εὐθεῖά τις καὶ ἀφῃρήσθω τῇ δ ζ ἴση ἡ ζ θ καὶ διῃρήσθω ἡ α θ δίχα κατὰ τὸ δ σημεῖον καὶ κέντρῳ μὲν τῶι δ, διαστήματι δὲ τῶι δ α ἡμικύκλιον περιγεγράφθω τὸ α κ θ καὶ ἤχθω πρὸς ὀρθὰς τῆι η ε ἡ ζ κ, καὶ ἐπεζεύχθω ἡ κ δ. ἐπεὶ εὐθεῖα ἡ α θ διῄρηται εἰς μὲν ἴσα κατὰ τὸ δ σημεῖον, εἰς δὲ ἄνισα κατὰ τὸ ζ τὸ ὑπὸ τῶν α ζ ζ θ μετὰ τοῦ ἀπὸ τῆς μεταξὺ τῶν τομῶν τοῦ δ ζ, ἴσον ἐστὶν τῶι ἀπὸ τῆς δ θ. ἀλλὰ τῆι δ θ ἴση ἡ δ κ· τὸ ἄρα ἀπὸ τῆς δ κ ἴσον ἐστὶν τῶι ὑπὸ τῶν α ζ ζ θ καὶ τῶι ἀπὸ τῆς δ ζ. ἀλλὰ τῶι ἀπὸ τῆς δ κ ἴσα ἐστὶν τὰ ἀπὸ τῶν δ ζ ζ κ· τὰ ἄρα ἀπὸ τῶν δ ζ ζ κ ἴσα ἐστὶν τῶι ὑπὸ τῶν α ζ ζ θ καὶ τῶι ἀπὸ τῆς δ ζ. κοινὸν ἀφῃρήσθω τὸ ἀπὸ τῆς δ ζ· λοιπὸν ἄρα τὸ ἀπὸ τῆς ζ κ λοιπῶι τῶι ὑπὸ τῶν α ζ ζ θ ἴσον ἐστίν. τὸ δʼ ὑπὸ τῶν α ζ ζ θ ἐστὶν τὸ ὑπὸ τῶν α ζ ζ η· ἴση γὰρ ἡ ζ θ τῇ ζ η· τὸ ἄρα ἀπὸ τῆς ζ κ ἴσον ἐστὶν τῶι α η παραλληλογράμμωι. ἔστιν δὴ ἀσύμμετρον τὸ ἀπὸ τῆς ζ κ τῶι α η παραλληλογράμμωι ὃ περιέχει ἐν ἑαυτῶι γ τετράγωνα ποδιεῖα ἴσα ἀλλήλοις. ὥσπερ δὲ οἱ περὶ Θεαίτητον μετέβησαν ἐπὶ τοὺς ἀριθμοὺς ὡς σαφεστέρους, οὕτως καὶ αὐτοὶ προσχρησόμεθα αὐτοῖς εἰς ἔνδειξιν τοῦ προκειμένου. πᾶς μὲν οὖν ἀριθμὸς δύναται τετραγωνισθῆναι· ἦν γὰρ τετραγωνισθῆναι τὸ αὐτὸν ἐφʼ ἑαυτὸν γενέσθαι· οὐ μὴν πᾶς ἀριθμός ἐστιν τετράγωνος· ἐκεῖνος γάρ ἐστιν τετράγωνος ὁ ἰσάκις ἴσος. ἡ μὲν οὖν μονάς ἐστιν τετράγωνον, καὶ ὁ τέσσερα· δὶς γὰρ δύο τέσσερα. καὶ ὁ ἐννέα· τρὶς γὰρ τρία ἐννέα. καὶ ὁ ἑκκαίδεκα· τετράκις γὰρ τέσσερα δέκα ἕξ· καὶ ἀεὶ ὁ γεινόμενος ἀπὸ τῶν ἑξῆς ἀριθμῶν οἷον ἀπὸ τοῦ πέντε, ἀπὸ τοῦ ἕξ, καὶ τοῦτο ἐπʼ ἄπειρον. οἱ δὴ μεταξὺ τούτων τῶν τετραγώνων πείπτοντες ἀριθμοί εἰσιν προμήκεις· ἀνισάκις γὰρ ἄνισοι, ὡς οἱ μεταξὺ τοῦ ἑνὸς καὶ τῶν τεσσάρων ὁ δύο καὶ ὁ τρία, καὶ μεταξὺ τῶν τεσσάρων καὶ ἐννέα ὁ πέντε, ἕξ, ἑπτά, ὀκτώ· μεταξὺ τῶν ἐννέα καὶ ἑκκαίδεκα ὁ δέκα, ἕνδεκα, δώδεκα, δέκα τρία καὶ δέκα τέσσερα καὶ πεντεκαίδεκα. ἀντὶ τοίνυν τῶν ἀριθμῶν μετάλαβε τὰ τετράγωνα, καὶ εὑρήσεις πάντα μὲν τὰ ἐπίπεδα σύμμετρα ἀλλήλοις καὶ τῇ ποδιείαι, τινὰ δὲ αὐτῶν καὶ τὰς πλευρὰς ἔχοντα συμμέτρους πρὸς τὴν ποδιείαν πλευράν. τὰ μὲν οὖν κατʼ ἄμφω σύμμετρα μήκη ὠνόμασαν, τὰ δὲ κατὰ μὲν τὰ ἐπίπεδα σύμμετρα, κατὰ δὲ τὰς πλευρὰς ἀσύμμετρα δυνάμεις τῷ κοινῷ προσχρησάμενοι ὀνόματι. ἐκκείσθω τοίνυν τὰ τετράγωνα τάξει ἕκαστον ἔχον ἐν ἑαυτῶι, ὅσων ἐστὶν τὸ ἐπίπεδον, τοῖς δὲ κατὰ τὰς πλευρὰς συμμέτροις ἐπιγεγράφθω ἡ ἑκάστης ποσότης· α β γ α β γ δ ε ϛ ζ η θ ὡς δὴ μεταξὺ τοῦ ἑνὸς καὶ τῶν τεσσάρων δύο προμήκεις εὑρέθησαν ἀριθμοί, οὕτως μεταξὺ τῶν τεσσάρων καὶ τῶν ἐννέα τέσσαρες προμήκεις δυάδι περισσεύοντες τῶν πρὸ ἑαυτῶν· καὶ πάλιν οἱ μεταξὺ τῶν ἑξῆς τετραγώνων δυάδι περισσεύουσι τῶν πρὸ αὐτῶν καὶ ἀεὶ προιόντων κατὰ ἕκαστον διάστημα δυὰς προστεθήσεται, ὅσοσπερ ἦν ἀριθμὸς τῶν προμηκῶν, οἳ μεταξὺ εὑρέθησαν τοῦ τε ἑνὸς καὶ τοῦ τέσσαρα τετραγώνου. ταῦτα μὲν οὖν προσεπιμεμετρήσθω διὰ τὸ γλαφυρόν· ὁ δὲ Θεόδωρος ἐδείκνυεν αὐτοῖς, ὅτι τὸ τρίπουν καὶ πεντέπουν τετράγωνον ἀσύμμετρά ἐστιν κατὰ τὸ μῆκος τῆι πλευρᾶι τοῦ ποδιείου τετραγώνου. Καὶ οὕτως κατὰ μίαν ἑκάστην προαιρούμενος μέχρι τῆς ἑπτακαιδεκάποδος, ἐν δὲ ταύτηι πως ἐνέσχετο. Ὡς περὶ τὴν τρίποδα καὶ πεντάποδα δύναμιν, οὕτως καὶ τὰς ἄλλας δυνάμεις τὰς ὁμοίας ἐκτιθέμενος ἐδείκνυεν, ὅτι τοῖς μὲν ἐπιπέδοις εἰσὶν σύμμετροι, οὐχὶ δὲ καὶ κατὰ τὰς πλευράς, οἷον τὴν ἑξάποδα, ἑπτάποδα, τὰς ἄλλας τὰς ἑξῆς τὰς μέχρι τῆς ἑπτακαιδεκάποδος ὑπεξηιρημένων τῆς ἐννεάποδος καὶ ἑκκαιδεκάποδος. ζητοῦσιν διὰ τί μέχρι τῆς ἑπτακαιδεκάποδος προελθὼν ἔστη. καί τινές φασιν, ὅτι ὁ Θεόδωρος γεωμέτρης ὢν καὶ μουσικὸς ἔμειξεν γεωμετρικὸν καὶ μουσικὸν θεώρημα· γεωμετρικὸν μὲν οὖν τὸ κατὰ τὰς δυνάμεις, μουσικὸν δὲ τὸ τῆς ἑπτακαιδεκάποδος. οὗτος γὰρ ὁ ὅρος ἐνέχει, ὅτι οὐ διαιρεῖται ὁ τόνος εἰς ἴσα ἡμιτόνια· ἐπεὶ γὰρ ὁ τόνος ἐστὶν ἐν ἐπογδόωι λόγωι, ἐὰν διπλασιάσῃς τὸν ὀκτὼ καὶ τὸν ἐννέα, γείνονται ἑκκαίδεκα καὶ ὀκτωκαίδεκα, ὧν μέσος ἐστὶν ὁ ἑπτακαίδεκα εἰς ἄνισα διαιρῶν τοὺς ἄκρους, ὡς δέδεικται ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν. Ἔνιοι δὴ ἀρέσκονται τῶι ἐξαριθμούμενον τὰς δυνάμεις ὡς ἔτυχεν στῆναί πως, ἀλλὰ κεινεῖ λεγόμενον τὸ Πως ἐνέσχετο, ὥστε αἰτίαν ἐπιζητεῖν τοῦ στῆναι. μήποτε ἄμεινον ἦι λέγειν, ὅτι προῆλθεν μέχρι τῆς ἑπτακαιδεκάποδος, ἐπειδὴ ὁ ἑκκαίδεκα δηλοῖ, ὅτι μόνον τετράγωνον, οὗ τὸ χωρίον ἐστὶν ἑκκαίδεκα, ἴσην ἔχει τὴν περίμετρον καὶ τὸ ἐμβαδόν, τοῦτο δὲ ἦν, οὗ ἡ πλευρὰ τεσσάρων· τέσσαρες γὰρ πλευραὶ ἑκάστη τεσσάρων γίνονται ἑκκαίδεκα. ἀλλὰ καὶ τὸ ἀπὸ τῶν τεσσάρων ἑκκαίδεκα· τετράκις γὰρ τέσσαρα δέκα ἕξ. τῶν δὲ ἐντὸς τῆς τετράδος τὰ ἐμβαδὰ λείπεται τῆς περιμέτρου. ἐὰν γὰρ ᾖ ἡ πλευρὰ δύο, τὸ μὲν ἀπὸ ταύτης γίνεται τεσσάρων· δὶς γὰρ δύο τέσσαρα· ἡ δὲ περίμετρος ὀκτώ· τετράκις γὰρ τὰ δύο ὀκτώ. πάλιν ἐὰν ἡ πλευρὰ τριῶν, τὸ μὲν ἀπὸ ταύτης ἐννέα· τρὶς γὰρ τρία ἐννέα. ἡ δὲ περίμετρος πλείων· ἐπεὶ γὰρ τέσσαρές εἰσιν πλευραί, ὦν ἑκάστη τριῶν, συντιθέμεναι αὗται ποιοῦσι τὸν δώδεκα· τετράκι γὰρ τρία δώδεκα. μετὰ δὲ τὴν πλευρὰν τὴν τῶν τεσσάρων ἔχει ἔμπαλι· τὸ γὰρ ἐμβαδὸν μεῖζον τῆς περιμέτρου, ὡς ἐὰν ἡ πλευρὰ πέντε, τὸ ἀπὸ ταύτης γίνεται εἴκοσι πέντε· πεντάκι γὰρ πέντε εἴκοσι πέντε. ἡ δὲ περίμετρος γίνεται εἴκοσι· ἐπεὶ γὰρ τέσσαρές εἰσιν πλευραί, ὧν ἑκάστη ἐστὶν πέντε, τετράκι τὰ πέντε εἴκοσι. καὶ λοιπὸν ἀεὶ προιόντι τὸ ἐμβαδὸν μεῖζον τῆς περιμέτρου. Ἡμῖν οὖν εἰσῆλθέ τι τοιοῦτον· ἐπειδὴ ἄπειροι τὸ πλῆθος αἱ δυνάμεις ἐφαίνοντο, πειραθῆναι συλλαβεῖν εἰς ἕν, ὅτωι πάσας ταύτας προσαγορεύσομεν τὰς δυνάμεις. Ἐπεὶ αἱ γραμμαὶ ἐπιδέχονται τὸ ἀόριστον, εἴ τις αὐτὰς ἢ αὔξοι ἢ διαιροῖ, ὁρίζονται δʼ ὑπὸ τῶν ἀριθμῶν, μετέβησαν ἐπʼ αὐτούς. ὑπογράφει δέ, ὅτι ἐπεὶ τὸ ἄπειρον ἀπερίληπτόν ἐστιν, καὶ ἀόριστος ἐν τῶι τοιούτωι ἡ διάνοια, δεῖ καθʼ ὅσον ἐνδέχεται καθολικῶι τινι περιλαμβάνειν καὶ ὁρίζειν αὐτό, ὡς ἀπείρων ὄντων τῶν καθʼ ἕκαστον ἀνθρώπων ἀποτεμόμενος ὁ διαλεκτικὸς τῶν ἑτερογενῶν καὶ τῶν ὁμογενῶν μέν, οὐ μέντοι ὁμοειδῶν, τὸ τοιοῦτον εἶδος ἐκάλεσεν ἄνθρωπον. οὕτως οὖν καὶ ἐνθάδε, ἐπεὶ ἄπειροι ἐφαίνοντο αἱ κατὰ μήκη δυνάμεις ἐπειράθησαν οἱ περὶ Θεαίτητον κοινῶι ὀνόματι περιλαβεῖν πάσας. Τὸν ἀριθμὸν πάντα δίχα διελάβομεν· τὸν μὲν δυνάμενον ἴσον ἰσάκις γίγνεσθαι τῶι τετραγώνωι τὸ σχῆμα ἀπεικάσαντες τετράγωνόν τε καὶ ἰσόπλευρον προσείπομεν. Ὁ ἀριθμὸς ἄπειρός ἐστιν κατὰ τὸ αὔξεσθαι· οὐ δύναται οὖν τις τὸ ἐπʼ ἄπειρον προϊὸν περιλαβεῖν. πῶς οὖν εἶπεν τὸν ἀριθμὸν πάντα; τοῦτο γὰρ ἤδη περιειληφότος ἐστὶν τὸν σύμπαντα. τοιοῦτο δὴ δεῖ ἐξακούειν, ὅτι, ὃς ἂν ἦι ἀριθμός, ἐκεῖνος ἤτοι τετράγωνός ἐστιν ἢ προμήκης. ἐδύνατο μὲν οὖν καὶ εἰς ἄρτιον καὶ περιττὸν διελεῖν καὶ πρῶτον καὶ σύνθετον, ἀλλὰ ἐχρήσατο τῷ τετραγώνωι καὶ προμήκει, ἵνα ἐφαρμόσῃ τοῖς μεγέθεσιν. τὸν οὖν δυνάμενον ἴσον ἰσάκις γείνεσθαι ἀριθμόν, τοῦτʼ ἔστιν ὅστις ὑπὸ δύο ἴσων ἀριθμῶν περιέχεται οἷον ὁ τέσσερα· οὗτος γὰρ περιέχεται ὑπὸ ἴσων· δὶς γὰρ δύο τέσσερα· τὸν οὖν τοιοῦτον ἀπεικάσαντες τῶι σχήματι τῶι τετραγώνωι ἀπὸ τούτου προσείπομεν καὶ τὸν ἀριθμὸν τετράγωνον καὶ ἰσόπλευρον· οὐδεὶς γὰρ ἀριθμὸς οὔτε πλευρὰς ἔχει οὔτε γωνίας, καθʼ ὁμοιότητα δὲ τὴν τῶν μεγεθῶν τετράγωνος, τρίγωνος, προμήκης, ἰσόπλευρος ὀνομάζεται. Τὸν τοίνυν μεταξὺ τούτου, ὧν καὶ τὰ τρία καὶ τὰ πέντε καὶ πᾶς ὁ ἀδύνατος ἴσος ἰσάκις γενέσθαι ἀλλʼ ἢ πλείων ἐλαττονάκις ἢ ἐλάττων πλεονάκις γίνεται, μείζων δὲ καὶ η ἐλάττων ἀεὶ πλευρὰ αὐτὸν περιλαμβάνει, τῶι προμήκει αὖ σχήματι ἀπεικάσαντες προμήκη ἀριθμὸν ἐκαλέσαμεν. Ἐδείκνυμεν ὅτι οἱ μεταξὺ τῶν τετραγώνων ἀριθμῶν προμήκεις εἰσίν. τοῦτο οὖν φησίν, ὅτι οἱ μεταξὺ τούτου, τοῦτʼ ἔστιν τοῦ ἑνὸς καὶ τεσσάρων — οὗτος δὲ τετράγωνός ἐστιν πλευρὰν ἔχων ῥητὴν τὴν δύο —, οἱ τοίνυν μεταξὺ τῶν τετραγώνων ἀριθμῶν, οἷός ἐστιν ὁ τρία καὶ ὁ πέντε, προμήκεις εἰσίν· ἀδύνατοι γὰρ ἴσοι ἰσάκις γενέσθαι. καὶ πάντες οἱ τούτοις ὅμοιοι προμήκεις· ὑπὸ γὰρ ἀνίσων πλευρῶν περιέχονται· ἀλλὰ ἕκαστος αὐτῶν γίνεται ἢ ἐλαττονάκις πλείων ὡς ὁ ἕξ — δὶς γὰρ τρία ἕξ, ἀλλὰ ὁ δὶς ἐλαττονάκις ἐστίν, μείζων δὲ ὁ τρία — ἢ πλεονάκις ἐλάττων ὡς τρὶς τὰ δύο γίνεται ὁ αὐτὸς ἕξ. ἀλλὰ νῦν πλεονάκις· ὁ γὰρ τρία ἐπὶ τὸν δύο μείζων ἐπὶ ἐλάττονα. πάντως οὖν τὸν τοιοῦτον ἀεὶ μείζων καὶ ἐλάττων πλευρὰ περιλαμβάνει διὰ τὸ ἀνίσους εἶναι τὰς περιεχούσας πλευράς. τοὺς τοιούτους οὖν ἀριθμοὺς τοὺς ἀεὶ ὑπὸ μειζόνων καὶ ἐλασσόνων περιεχομένους πλευρῶν ἀπεικάσαντες τοῖς προμήκεσι σχήμασι προμήκεις ἀριθμοὺς ἐκαλέσαμεν. Ὅσαι μὲν γραμμαὶ τὸν ἰσόπλευρον καὶ ἐπίπεδον ἀριθμὸν τετραγωνίζουσιν, μῆκος ὡρίσμεθα. Ἡ γραμμὴ προτέρα ἐστὶν τῆς πλευρᾶς. ἡ μὲν γὰρ γραμμὴ καθʼ αὑτήν, ἡ δὲ πλευρὰ τῶν πρός τι· ἡ γὰρ πλευρά τινός ἐστιν πλευρά. ἀπὸ τοῦ ἀρχικωτέρου τοίνυν ὠνόμασεν. ὅσαι οὖν γραμμαὶ τὸν ἐξ αὐτῶν γενόμενον ἀριθμὸν ἰσόπλευρον καὶ ἐπίπεδον τετραγωνίζουσιν. Δύναται γὰρ ἰσόπλευρος μὲν εἶναι, οὐ μὴν ἐπίπεδος, εἰ γραμμικῶς λαμβάνοιτο. δύναται δὲ τὸ ἰσόπλευρον εἶναι καὶ ἐπίπεδον καὶ οὐδέπω τετράγωνον ὡς τὰ ἐπίπεδα ἰσόπλευρα τρίγωνα. ὅταν δὴ τούτοις προστεθῆι τὸ ἴσας ἔχειν τέσσαρας γωνίας καὶ τέσσαρας πλευρὰς ἑκάστην ἑκάστῃ, τότε δὴ γίνεται τετράγωνον. ἐὰν δὲ καὶ ἐπῇ ἀριθμὸς ταῖς πλευραῖς καὶ τῶι ἐμβαδῷ, γίνεται ῥητὰ καὶ τὸ τοιοῦτον τετράγωνον μῆκος ὡρισάμεθα. Ὅσαι δὲ τὸν ἑτερομήκη, δυνάμεις, ὡς μήκει μὲν οὐ συμμέτρους ἐκείναις, τοῖς δὲ ἐπιπέδοις ἃ δύνανται. Ἄνω εἰπὼν «ἰσόπλευρον καὶ ἐπίπεδον ἀριθμὸν τετράγωνον» ἐδήλωσεν, ὅτι τὰ τοιαῦτα τετράγωνα καὶ τὰς πλευρὰς καὶ τὰ ἐπίπεδα ἔχει σύμμετρα πρὸς τὸ ποδιεῖον τετράγωνον. ἐνθάδε μέντοι οὐκ ἐμνήσθη τοῦ ἰσοπλεύρου, ἀλλά φησιν· ὅσαι δὲ γραμμαὶ τὸν ἑτερομήκη ὠνομάσαμεν δυνάμεις. τὰ γὰρ ἀπὸ τῶν τοιούτων τετράγωνα τὰ μὲν ἐπίπεδα ἔχει σύμμετρα, οὐκέτι δὲ καὶ τὰς πλευράς. … Καὶ περὶ τὰ στερεὰ ἄλλο … τοιοῦτον. Ὑπὲρ τοῦ μὴ ἐκτείνειν, εἰ ὥσπερ ἐπὶ τῶν τετραγώνων διεξῄει, ὅτι τὰ μὲν αὐτῶν κατʼ ἄμφω σύμμετρά ἐστιν τῶι ποδιείωι τετραγώνωι, τὰ δὲ κατὰ τὸ ἐπίπεδον μόνον, καὶ μεταβαίνειν ἐπὶ τὸν ἀριθμόν, διὰ τοῦτο συντεμὼν εἶπεν· καὶ περὶ τὰ στερεὰ ἄλλο τοιοῦτο. ὁ γὰρ νοήσας τὰ ἐπὶ τῶν ἐπιπέδων νοήσει καὶ τὰ ἐπὶ τῶν στερεῶν. ἑνὸς γὰρ δεῖ, τοῦ προσθεῖναι πλευρὰν μίαν, καὶ τἆλλα ὅμοια ἔσται λαμβανόμενα ἀνὰ λόγον. ὡς τοίνυν τῶν τετραγώνων σχημάτων ἃ μὲν ἦν σύμμετρα τῆι ποδιείαι δυνάμει καὶ μήκει καὶ πλάτει, καὶ ταῦτα μήκη ὠνόμασαν, ἃ δὲ πλάτει μὲν οὐκέτι δὲ καὶ τῇ πλευρᾶι, καὶ ταῦτα δυνάμεις ἐκάλεσαν τῶι κοινῶι προσχρησάμενοι ὀνόματι, οὕτως καὶ ἐπὶ τῶν στερεῶν ἦλθον ἐπὶ τὰ κυβικὰ σχήματα καὶ ἐτίθεσαν κύβον, οὗ αἱ τρεῖς πλευραὶ ἑκάστη ποδός, καὶ γενόμεναι ἐπʼ ἀλλήλας ποιοῦσι ἕνα στερεὸν πόδα. καὶ προαιροῦντες κύβον δύο ποδῶν καὶ ἄλλον τριῶν εἶτα τεσσάρων εὕρισκον αὐτὸ μὲν τὸ στερεὸν πρὸς τὸ στερεὸν σύμμετρον· ἔχει γὰρ λόγον, ὃν ἀριθμὸς πρὸς ἀριθμόν· τὰς δὲ πλευρὰς ἀσυμμέτρους, ἄλλους δὲ κύβους, ὧν τὰ στερεὰ αἵ τε πλευραὶ σύμμετροι ἦσαν πρὸς τὸν ποδιαῖον κύβον ὡς τὸν ὀκτώ· τούτου γὰρ πλευρὰ ἑκάστη δύο· δὶς γὰρ δύο τέσσερα, δὶς τέσσερα ὀκτώ· καὶ τὸν εἴκοσι ἑπτά· τρὶς γὰρ τρία ἐννέα, τρὶς ἐννέα εἴκοσι ἑπτά. μετέβησαν οὖν καὶ ἐπὶ τούτων ἐπὶ τοὺς ἀριθμούς, ἵνα περιορίσωσι καθολικῶι τινι, καὶ ὥσπερ τοὺς ἐπιπέδους τοὺς ἰσάκις ἴσους ἀπείκαζον τῶι τετραγώνωι σχήματι καὶ ὠνόμαζον τετραγώνους, τοὺς δὲ ἀνισάκις ἀνίσους προμήκεις, οὕτως κἀνθάδε τοὺς στερεοὺς τοὺς ἰσάκις ἴσους ἰσάκις κύβους, τοὺς δὲ ἀνισάκις ἀνίσους ἰσάκις προμήκη στερεά. ἐπεὶ δὲ τῶν κύβων εἰσίν τινες καὶ κατὰ τὰ στερεὰ καὶ κατὰ τὰς πλευρὰς σύμμετροι, τούτους δʼ, εἴπερ ἄρα, μήκη ὠνόμαζον, τοὺς δὲ κατὰ μὲν τὰ στερεὰ συμμέτρους, κατὰ δὲ τὰς πλευρὰς ἀσυμμέτρους, τούτους δὲ κατὰ τὸ ὅμοιον τοῖς πρόσθεν δυνάμεις στερεάς. ὡς δʼ ἐπὶ τῶν ἐπιπέδων ἀριθμῶν ἦσαν ἀδύνατοί τινες ἴσοι ἰσάκις γείνεσθαι, ἀλλʼ ἢ πλείων ἐλαττονάκις ἢ ἐλάττων πλεονάκις ἦν ἀριθμός, οὕτως καὶ ἐπὶ τῶν στερεῶν. οἱ μὲν οὖν ἀνισάκις ἄνισοι ἀνισάκις σφηνίσκοι καλοῦνται. — οὗτοι γὰρ πάσας τὰς πλευρὰς ἔχουσιν ἀνίσους —, οἱ δέ εἰσιν ἰσάκις ἴσοι ἀνισάκις. τῶν δὴ ἰσάκις ἴσων ἀνισάκις οἱ μὲν ἐλασσονάκις πλινθίδες καλοῦνται, ὡς τρὶς τρία ἐννέα, δὶς ἐννέα δέκα ὀκτώ· ἐλάττων γὰρ ἡ τοῦ ὕψους πλευρὰ τῶν λοιπῶν· οἱ δὲ πλεονάκις δοκίδες, ὡς δὶς δύο τέσσαρα, τρὶς τέσσαρα δώδεκα.ὡς δὲ ἐν τοῖς τετραγώνοις ὁ ἑκκαίδεκα ἀριθμὸς ἦν ὁ αὐτὸς τῆς τε περιμέτρου, οὗ πλευρὰ τέσσερα, καὶ τοῦ ἐμβαδοῦ, καὶ μέσος ἐδείκνυτο τῆς τε ὑπερβολῆς καὶ τῆς ἐλλείψεως τῆς πρὸς ἄλληλα τῶν τε πλευρῶν τῶν τε περιμέτρων, οὕτως καὶ ὁ ἓξ κυβισθεὶς ποιεῖ τὸν διακόσια δέκα ἓξ ἰσάζοντα τὸν ἀριθμὸν τοῦ στερεοῦ τῶι ἀριθμῶι τῆς περιμέτρου. οἱ δὲ ἐντὸς καὶ ἐπέκεινα ἢ ὑπερβάλλουσι ἢ ἐλλείπουσι. καὶ ἐπὶ τῶν στερεῶν τοίνυν ὅσαι μὲν γραμμαὶ κυβικὸν ἀριθμὸν εἰς κυβικὸν σχῆμα ἀνάγουσι, τοὺς μὲν τούτων κύβους μήκη ὠνόμαζον, ἐπεὶ καὶ κατὰ μήκη εἰσὶν σύμμετροι, ἢ ἄλλο τι ἀνὰ λόγον· ὅσαι δὲ μὴ κυβικὸν ἀριθμὸν ἀνάγουσιν εἰς σχῆμα κυβικὸν δυνάμεις ὠνόμαζον ἢ ἄλλο τι ἀνὰ λόγον διὰ τὸ ἀσυμμέτρους μὲν εἶναι τοῖς μήκεσι, τοῖς δὲ ἀπʼ αὐτῶν γενομένοις συμμέτρους. Ἄριστά γʼ ἀνθρώπων ὦ παῖδες. Διὰ τοῦ προστεθεικέναι τὸ ἄριστά γʼ ἀνθρώπων δηλοῖ, ὅτι σφόδρα ἀρέσκεται, ἔθηκεν δὲ αὐτὰ καὶ ἐπῄνεσεν διδάσκων, πῶς ζητητέον. πρῶτον μὲν οὖν ἀπὸ τῶν ἀσαφεστέρων ἐπὶ τὰ σαφέστερα δεῖ μεταβαίνειν ὡς ἀπὸ τῶν μεγεθῶν μετέβησαν ἐπὶ τοὺς ἀριθμούς· δεύτερον δʼ ἐπὶ τὰ καθολικώτερα· ἐπιστημονικώτερον γὰρ τῶν καθʼ ἕκαστον τὸ πᾶσι τοῖς ὁμοίοις ἐφαρμόζον, ὡς ὑπὸ ἑνὸς μὲν ὅρου περιέχεται τὰ τετράγωνα τὰ μήκη, ὑπὸ δὲ ἑνὸς τὰ τετράγωνα αἱ δυνάμεις· τρίτον δὲ εὐχρηστότερον γίνεται τὸ ληφθέν, ἐὰν καὶ ἄλλοις ὁμοειδέσι ἡ ἀγωγὴ ἐφαρμόζῃ, καθάπερ καὶ ἐνθάδε τῆι αὐτῆι ἐχρήσαντο ἐφόδωι τῆι τῶν ἀριθμῶν ἐπὶ τῶν ἐπιπέδων μεγεθῶν καὶ τῶν στερεῶν. ὡς οὖν ἔθος ἦν τοῖς παλαιοῖς διδάσκειν, καὶ εἴ πως οἱ νεώτεροι τὸ αὐτὸ τοῦτο, οὕτως μετάβαινε ἐπὶ τὸ καθολικώτερον θεώρημα διατεῖνον ἐπὶ πάντα τὰ ὅμοια· εἴσῃ γὰρ εὔχρηστον ὄν. ἐρρέτωσαν οὖν οἱ ὑπὸ ἀγνοίας παλαιᾶς ἀγωγῆς ἀπειροκαλίαν ἢ φιλοτιμίαν ἢ ἄλλο τι τοιοῦτο προσάπτοντες τῶι Πλάτωνι. Καὶ μήν, ὦ Σώκρατες, ὅ γε ἐρωτᾷς περὶ ἐπιστήμης οὐκ ἂν δυναίμην ἀποκρίνασθαι ὥσπερ περὶ τοῦ μήκους τε … καὶ τῆς δυνάμεως. Ὡς ἑνὶ μὲν εἴδει περιλαβόντες τὰ ὅμοια τετράγωνα μήκη ἐκαλέσαμεν ἄλλῳ δὲ δυνάμεις, οὕτως οὐ δύναμαι περὶ ἐπιστήμης χωρίσας αὐτὴν τῶν ἄλλων ἀποκρίνασθαι περὶ αὐτῆς. Ἀλλὰ τὴν ἐπιστήμην, ὥσπερ νυνδὴ ἐγὼ ἔλεγον, σμεικρόν τι οἴει εἶναι ἐξευρεῖν καὶ οὐ τῶν πάντηι ἄκρων; Ἐν τοῖς πρόσθεν, ἡνίκα προὐκαλεῖτο αὐτοὺς εἰς κοινολογίαν, ἔφασκεν, ὅτι καὶ αὐτὸς πειρᾶται μανθάνειν καὶ πρὸς μὲν τἆλλα πράως ἔχει, ἓν δὲ μεικρὸν ἀπορεῖ περὶ ἐπιστήμης ὅτι πότʼ ἐστίν. τοῦτο τοίνυν ἐπανορθοῦται, ὅτι οὐκ ἔστιν μεικρὸν εὑρεῖν, ἀλλὰ τῶν ἄκρων. ὅτι δὲ οὐκ ἔστιν τὸ τυχόν, δῆλον ἐκ τοῦ δεῖν διαλαβεῖν περί τε οὐσίας αὐτῆς, καὶ εἰ διαφέρει τέχνης καὶ εἰ ἐγγείνεται καὶ τοῖς μὴ σπουδαίοις καὶ περὶ τῆς ὑποβεβλημένης αὐτῆι ὕλης τί ἐστιν. Πειρῶ μειμούμενος τὴν περὶ τῶν δυνάμεων ἀπόκρισιν, ὥσπερ ταύτας πολλὰς οὔσας ἑνὶ εἴδει περιέλαβες, οὕτως καὶ τὰς πολλὰς ἐπιστήμας ἑνὶ λό- γωι προσειπεῖν. Αἱ γὰρ φυσικαὶ ἔννοιαι δέονται διαρθρώσεως, πρὸ δὲ τούτου ἐπιβάλλουσι μὲν τοῖς πράγμασι τῶι ἔχειν αὐτῶν ἴχνη, οὐ μὴν τρανῶς. διὰ τοῦτο οὔτε ὁ Θεαίτητος ἱκανῶς εἶχεν λέγειν περὶ ἐπιστήμης οὔτε ἄλλου οὕτως ἀκοῦσαι ῥάιδιον ἦν, ὡς διεκελεύετο Σωκράτης. Οὐ μὲν δὴ αὖ οὐδὲ ἀπαλλαγῆναι τοῦ μέλειν. Ὠδίνεις γάρ, ὦ φίλε Θεαίτητε διὰ τὸ μὴ κενός, ἀλλʼ ἐγκύ … μων εἶναι. Καίτοι μὴ ἐπιτυγχάνων ὁ Θεαίτητος οὐκ ἀφίσταται τοῦ σκοπεῖν περὶ τῆς ἐπιστήμης, τί πότʼ ἐστίν. ἦν γὰρ πλήρης ὡς ἂν εὐφυὴς τῶν κοινῶν ἐννοιῶν καὶ ἐκείνει καὶ τὰς σφόδρα ἐπικεκαλυμμένας. Ἆρα καὶ ὅτι ἐπιτηδεύω τὴν αὐτὴν τέχνην ἀκήκοας; Ἆρʼ οὖν ᾔσθου, ὅτι καὶ αὐτὸς τὴν αὐτὴν τέχνην ἔχω τῆι μητρί, ὅτι μαιεύομαι. ἐξ ἐκείνης ἔλεγεν ἑαυτὸν μαιευτικόν, ὅτι ἡ διδασκαλία αὐτοῦ τοιαύτη ἦν· εἰδὼς μὲν γὰρ ἀπετίθετο καὶ εἶχεν … ματα, ἐν δὲ τῶι διδάσκειν αὐτοὺς παρεσκεύαζεν τοὺς μανθάνοντας λέγειν περὶ τῶν πραγμάτων ἀναπτύσσων αὐτῶν τὰς φυσικὰς ἐννοίας καὶ διαρθρῶν καὶ τοῦτο ἀκόλουθον τῶι δόγματι τῶι τὰς λεγομένας μαθήσεις ἀναμνήσεις εἶναι καὶ πᾶσαν ἀνθρώπου ψυχὴν τεθεᾶσθαι τὰ ὄντα καὶ δεῖν αὐτῆι οὐκ ἐνθέσεως μαθημάτων, ἀλλὰ ἀναμνήσεως. περὶ δὲ τούτου τοῦ δόγματος ῥηθήσεται ἐν τοῖς εἰς τὰ Περὶ ψυχῆς ὑπομνήμασι. Μὴ μέντοι μου κατείπῃς πρὸς τοὺς ἄλλους. τοῦτο δὲ ἵνα μὴ οἱ μὲν καταφρονήσωσι ὡς οὐδενὸς ἀξίου, οἱ δὲ πάνυ θαυμάσωσιν καὶ μὴ προσίωσι δε- διότες ἐλέγχεσθαι. Οἱ δὲ ἅτε οὐκ εἰδότες τοῦτο μὲν οὐ λέγουσι περί μου, ὅτι δὲ ἀτοπώτατός εἰμι καὶ ποιῶ τοὺς ἀνθρώπους ἀπορεῖν. Οἱ δὲ ἀγνο- οῦντες, ὅτι μαιευτικός εἰμι, φασίν με εἶναι ἀτοπώτατον παρασκευάζοντα τοὺς ἄλλους ἀπορεῖν. πάσχουσι δὲ τοῦτο οἱ προσιόντες διὰ τὸ ἀναγκάζεσθαι αὐτοὶ λέγειν περὶ τῶν ἰδίων ἐννοιῶν. οὐδεμία αὐτῶν ἔτι αὐτὴ κυισκομένη τε καὶ τίκτουσα ἄλλας μαιεύεται. Αἱ μαῖαι, μέχρι δύνανται κυίσκεσθαι καὶ τίκτειν, οὐ μαιεύονται, ἀλλʼ ὅταν παραλλάξωσι τὸν τοιοῦτον χρόνον. ὅτι ἄλοχος οὖσα τὴν λοχείαν εἴληχεν. Κατὰ μὲν τῆς γαμετῆς τὸ ἄλοχος ἀντὶ τοῦ ὁμόλοχος ἣ κοινωνοῦσα τοῦ λέχους· τὸ γὰρ α ἀντὶ τοῦ ὁμοῦ ὡς καὶ ἀκόλουθος. ἐπὶ δὲ τῆς Ἀρτέμιδος τὸ ἄλοχος ἀντὶ τοῦ ἐστερημένη λόχου· τὸ γὰρ α ἐνθάδε στερητικὸν ὥσπερ καὶ ἐπὶ τῆς ἀγάμου. Στερίφαις μὲν οὖν ἄρα οὐκ ἔδωκε μαιεύεσθαι, ὅτι ἡ ἀνθρωπίνη φύσις ἀσθενεστέρα ἢ λαβεῖν τέχνην ὧν ἂν ᾖ ἄπειρος. Στερίφαις καὶ στείραις οὐκ ἔδωκε μαιεύεσθαι διὰ τὸ μὴ κεκυηκέναι μηδὲ τεκεῖν· ὁ γὰρ ἄνθρωπος οὐ δύναται … υ … σσθαι ἐν … νην, ἐν οἷς … προῆκται ι … ι … α τέχνης. οὐκοῦν καὶ τόδε εἰκός τε καὶ ἀναγκαῖον τὰς κυούσας καὶ μὴ γιγνώσκεσθαι μᾶλλον ὑπὸ τῶν μαιῶν; Εἰσί τινες αἳ μὴ κυοῦσι, ἀλλʼ ἐοίκασι ταῖς ἐγκύμοσι, ὡς ὅσαι ὑποβάλλεσθαι βουλόμεναι ἐσθίουσι καὶ πείνουσι τὰ διοιδοῦντα τὰς γαστέρας. τὰς οὖν κυούσας καὶ μὴ διαγιγνώσκουσι αἱ μαῖαι. Καὶ μὴν καὶ διδοῦσαί γε φαρμάκια αἱ μαῖαι καὶ ἐπαίδουσαι γείνονται ἐγείρειν τε τὰς ὠδεῖνας καὶ μαλθακωτέρας, ἐὰν βούλωνται, ποιεῖν. Ὅταν μὲν ἐπισπεύδωσι τὰς ὠδεῖνας, ἐγείρουσι διδοῦσαι φαρμάκια τὰ συνταχύνοντα, ὅταν δὲ παρηγορῶσι τοὺς πόνους, παύουσι τὰς ὠδεῖνας πρότερον. Καὶ ἐὰν νέον ὂν δόξηι ἀμβλίσκειν ἀμβλίσκουσιν; Τὸ νέον ἀντὶ τοῦ μὴ τέλειον. τὸ τοιοῦτο οὖν ἐὰν δοκῆι ἐκτιτρώσκειν, παρασκευάζουσι τοῦτο. Ὅτι καὶ προμνήστριαί εἰσιν δεινόταται ὡς πάσσοφοι οὖσαι περὶ τοῦ γνῶναι, ποίαν χρὴ ποίῳ ἀνδρὶ συνοῦσαν ὡς ἀρίστους παῖδας τίκτειν. Ὡς προσῆκον ταῖς μαίαις ἔργον τὸ προμνᾶσθαι κατʼ ἀλλήλους καὶ συναρμόζειν φησὶν ὅτι δεινόταταί εἰσιν συνορᾶν, ποταπὴν δεῖ ποταπῷ συνοικοῦσαν ἀρίστους παῖδας τίκτειν. παραδηλοῖ ὅτι οἱ γάμοι παιδοποιίας χάριν οἱ κατὰ φύσιν, καὶ τούτων δὲ κρείττους οἱ χάριν τοῦ ἀρίστους γεννᾶν. Εἰς γυναῖκα δέ, ὦ φίλε, ἄλλην μὲν οἴει τοῦ τοιούτου, ἄλλην δὲ συγκομιδῆς; Τῆς αὐτῆς ἀπέφηνεν τέχνης, τῆς γεωργικῆς, τὸ εἰδέναι τοὺς καρποὺς συλλέγειν καὶ ἐπίστασθαι, ποίαι γῆι ἁρμόζει ποῖα σπέρματα. κατὰ ταὐτὰ τοίνυν ἡ αὐτὴ ἔσται τέχνη ἡ σκεψομένη περὶ τῶν εἰς γυναῖκα σπερμάτων ποῖʼ ἁρμόττει καὶ περὶ τῆς τούτων μαιεύσεως. αὕτη γὰρ ἀναλογεῖ τῆι συγκομιδῆι, οὐκ ἔστιν δὲ ὅμοιον· οὐ γὰρ ψειλῶς ὕλης λόγον ἐπέχει ἡ γυνὴ οὐδὲ ὁ ἀνὴρ τοῦ σπέρματος, ἀλλὰ ἕκαστος αὐτῶν ἔμψυχός ἐστιν, ὥστε φιλολόγου ἐστὶν τὸ ἁρμόζειν τοὺς καλλίστους, οὐ τῆς μαίας … μηα ρ … ας ἔ … λεγ … ε … ν … μ … ας … τ … α … ψ … Οὐ γὰρ πρόσ- εστιν γυναιξὶν ἐνίο- … τε μὲν εἴδωλα τίκτειν, ἔστιν δʼ ὅτε ἀληθινά, τοῦτο δὲ μὴ ῥάιδιον εἶναι διαγνῶναι. εἰ γὰρ προσῆν, μέγιστόν τε καὶ κάλλιστον ἔργον ἂν ἦν ταῖς μαίαις τὸ κρίνειν τἀληθές τε καὶ μή. Αἱ γυναῖκες ὁτὲ μὲν εἴδωλα τίκτουσιν, ὅταν τέρατα τίκτωσι ἢ ὑπηνέμια, ὁτὲ δὲ ἀληθῆ, ὅταν κατὰ φύσιν. οὐ τοῦτο οὖν φησίν, ὅτι οὐ πρόσεστιν ταῖς γυναιξὶ τὸ ποτὲ μὲν εἴδωλα αὐτὰς τίκτειν, ποτὲ δὲ ἀληθινά· ψεῦδος γὰρ τοῦτο. ἀλλὰ ἂν ὑπερβιβάσηις, ἔσται σαφές· «οὐ γὰρ πρόσεστιν ταῖς γυναιξὶ τὸ μὴ ῥάιδιον εἶναι διαγνῶναι ὁτὲ μὲν εἴδωλα τίκτει, ἔστιν δʼ ὅτε ἀληθινά. εἰ γὰρ προσῆν». τί δέ, εἰ προσῆν τὸ μὴ ῥάιδιον εἶναι διαγεινώσκειν, πότε μὲν εἴδωλα τίκτουσιν, πότε δὲ ἀληθινά; κάλλιστον ἂν ἦν αὐτῶν ἔργον, εἰ διέκρινον τὸ ἀληθὲς καὶ μή. νῦν δʼ οὐκ ἔστι δύσκολος ἡ τῶν τοιούτων διάγνωσις. Μέγιστον δὲ τοῦτʼ ἔνι τῆι ἡμετέραι τέχνηι βασανίζειν δυνατὸν εἶναι παντὶ τρόπωι, πότερον εἴδωλον καὶ ψεῦδος ἀποτίκτει τοῦ νέου ἡ διάνοια ἢ γόνιμόν τε καὶ ἀληθές. Ἐδήλωσεν ὅτι οὐ τοῦτο ἔλεγεν ἄνω, ὅτι οὐ πρόσεστιν ταῖς γυναιξὶν τὸ ὁτὲ μὲν εἴδωλα τίκτειν, ὁτὲ δὲ ἀληθινά, ἀλλὰ ὅτι οὕτως ἀκουστέον, ὡς ἐξηγησάμεθα. κατὰ τοῦτο οὖν πρεσβεύει τὴν ἑαυτοῦ μαιευτικὴν μᾶλλον τῆς τῶν γυναικῶν, ὅτι παρʼ ἐκείναις μὲν οὐκ ἔστιν δύσκολον διαγνῶναι τὸ τεχθέν, εἰ εἴδωλόν ἐστιν ἢ ἀληθές· τὰς δὲ τῶν νέων διανοίας οὐ ῥάιδιον διαγνῶναι πότερα ψευδεῖς ἔχουσι δόξας ἢ ἀληθεῖς. ἐπιζητήσειεν ἄν τις, εἰ δύναται εἴδωλον εἶναι ἢ ψεῦδος, ὃ ἐννοεῖ ὁστισοῦν, καθʼ οὕς γε αι μαθήσεις ἀναμνήσεις εἰσίν. ἀλλʼ εἰ μὲν ἐλέγετο, ὅτι ὁμοίως ἠπίσταντο αἱ ψυχαὶ καὶ πάλαι καὶ ἐνσωματωθεῖσαι, καν ημ … ἡ ἀπορία κ … τος λόγος εἰς τὸ περὶ τῶν μαθήσεων εἰρήσεται … με … τ … ν … α … νη … ε … ε … ον … ει … ε … ωστ … σκ … η … ραιμ … βραδέων τ … οντα … ς σώματα καὶ αἱ μὲν εἰς τοιάδε, αἱ δὲ εἰς τοιάδε, καὶ αἱ μὲν ἐν τοιούτοις ἔθεσι, αἱ δὲ ἐν τοιούτοις, πάλιν δὲ αἱ μὲν θᾶττον, αἱ δὲ βράδειον ἀναμιμνήσκονται. ἔνιαι δὲ καὶ παντελῶς ἐπιτεθολωμέναι οὐδʼ ἐπίστανται οὐδʼ ἕν, ἀλλὰ κεῖνται εἰκῆ· διὸ ψευδολογοῦσιν. Ἄγονός εἰμι σοφίας. Οὐχ ἁπλῶς· φήσει γοῦν προελθών, ὅτι ἐστὶν μὲν σοφός, οὐ πάνυ δέ, ἀλλʼ συγονος εἰμι τῆς ἐν ἄλλωι σοφίας· οὐ γὰρ αὐτὸς διδάσκει, ἀλλὰ τὰς τῶν νέων ἐννοίας διαρθροῖ, ὡς καὶ αἱ μαῖαι τὰ τῶν ἄλλων μαιεύονται. καὶ ὥσπερ ἐκεῖναι πάλαι τίκτουσαι, ὅταν μαιεύωνται, οὐκέτι τίκτουσιν, οὕτως καὶ ὁ Σωκράτης καθʼ αὑτὸν μὲν καὶ ἐκύει καὶ ἔτικτεν, μαιευόμενος δὲ τὰς δόξας τῶν νέων ὡς πρὸς ἐκείνους ἄγονος ἦν. Καὶ ὅπερ ἤδη πολλοί μοι ὠνείδισαν, ὡς τοὺς μὲν ἄλλους ἐρωτῶ, αὐτὸς δὲ οὐδὲν ἀποφαίνομαι περὶ οὐδενὸς διὰ τὸ μηδὲν ἔχειν σοφόν, ἀληθὲς ὀνειδίζουσιν. Ὅταν ἐρωτῶ τινας, οὐδὲν ἀποφαίνομαι, ἀλλʼ αὐτῶν ἐκείνων ἀκούω· γείνεται δὲ τοῦτο, διότι οὐδὲν ἔχω σοφὸν ὡς πρὸς τοιαύτην διδασκαλίαν. ἢ εἰ ἁπλῶς ἀκουστέον τὸ μηδὲν ἔχειν σοφόν, οὐκ ἔσται ταύτην τὴν σοφίαν σοφός, ἣν ἀνατίθησιν θεῷ, ἢ ἣν οἱ ἄλλοι τοῖς σοφισταῖς. ἐκ τοιούτων λέξεών τινες οἴονται Ἀκαδημαϊκὸν τὸν Πλάτωνα ὡς οὐδὲν δογματίζοντα. δείξει μὲν οὖν ὁ λόγος καὶ τοὺς ἄλλους Ἀκαδημαϊκοὺς ὑπεξῃρημένων πάνυ ὀλίγων καὶ δογματίζοντας καὶ μίαν οὖσαν Ἀκαδήμειαν κατὰ τὸ κἀκείνους τὰ κυριώτατα τῶν δογμάτων ταὐτὰ ἔχειν τῶι Πλάτωνι. ἤδη μέντοι τὸν Πλάτωνα ἔχειν δόγματα καὶ ἀποφαίνεσθαι πεποιθότως πάρεστι ἐξ αὐτοῦ λαμβάνειν. Τὸ δὲ αἴτιον τούτου τόδε· μαιεύεσθαί με ὁ θεὸς ἀναγκάζει, γεννᾶν δὲ ἀπεκώλυσεν. Ἐδήλωσεν διὰ τί ἐνίοτέ φησι τοῦ γεννᾶν ἀποκωλυόμενον τὸν φιλόσοφον, ἐπειδὰν τοῖς νέοις διαλέγηται· τότε γὰρ τὰς ἐκείνων δόξας ἀποκρείνει. αἴτιος δὲ τούτου ὁ θεὸς παρασκευάσας μὴ μανθάνειν τὰς ψυχάς, ἀλλὰ ἀναμιμνήσκεσθαι. εἰ γὰρ ἐγέννα ἐν αὐτῷ, οὐκέτι ἂν τότε ἦν ἀνάμνησις. Εἰμὶ δὴ οὖν αὐτὸς μὲν οὐ πάνυ τι σοφός. Νῦν περὶ ἑαυτοῦ λέγει, εἰ καθʼ ἑαυτοῦ … τα … ι το κα … τῶι μαιεύεσθαι … διὰ τοῦτο ε … τος ἐνθάδε … οὐ κατηγορεῖ ἑαυτοῦ τὸ μὴ εἶναι ἑαυτὸν σοφόν, ἀλλὰ τὸ μὴ πάνυ τι σοφόν. Οὐδέ τί μοί ἐστιν εὕρημα τοιοῦτο γεγονὸς τῆς ἐμῆς ψυχῆς ἔκγονον. Εὕρημα καὶ ἔγγονον οὐχ ἁπλῶς, ἀλλὰ ὅταν ἄλλους μαιεύηται. καὶ ὅτι εἰς τοῦτο ἀνοιστέον, δηλοῖ τὰ ἐπιφερόμενα, ὅτι οἱ αὐτῶι συγγεινόμενοι παρʼ αὐτοῦ οὐδὲν ἔμαθον. Ἀλλʼ αὐτοὶ παρʼ αὑτῶν, πολλὰ καὶ καλὰ εὑρόν … τές τε καὶ τεκόντες. Καὶ πῶς ἔτι ἀναμιμνήσκονται αἱ ψυχαί, εἴ γε ἢ μανθάνουσιν ἢ εὑρίσκουσιν; λέγονται μὲν εὑρίσκειν καὶ οἱ ἀπολέσαντές τε καὶ ὕστερον λαβόντες αὐτό. ἤδη μέντοι οὐκ ἀεὶ χρῆται τῶι τῆς ἀναμνήσεως ὀνόματι, ἀλλὰ ὅταν προηγουμένως περὶ τούτου σκοπῇ. ἐδήλωσεν δὲ ἐν τῶι Μένωνι εἰπών· «Διαφερέτω δὲ μηδέν, εἴτε διδακτὸν εἴτε ἀναμνηστὸν αὐτὸ λέγομεν.» Τῆς μέντοι μαιείας ὁ θεὸς καὶ ἐγὼ αἴτιος. Οὐ γὰρ ἱκαναὶ αἱ ἔννοιαι ἀποφῆναι σοφόν, ἂν μὴ ἦι ὁ προσδιαρθρώσων. Ἐνίοις μὲν τὸ γιγνόμενόν μοι δαιμόνιον ἀποκωλύει συνεῖναι, ἐνίοις δʼ ἐᾷ. Τὸ ἐᾷ ἀντὶ τοῦ οὐκ ἐναντιοῦται, ἐπεὶ οὐκέτι ἂν ἦν τὸ Σωκράτους δαιμόνιον ἀποτρεπτικὸν αἰεί, ἐπιτρέπον ποτὲ συνεῖναι. Ταύτην τε τὴν ὠδεῖνα ἐγείρειν τε καὶ ἀποπαύειν ἡ ἐμὴ τέχνη δύναται. Τὴν ἐκ τῆς ἀπορίας ὠδεῖνα ἡ ἐμὴ τέχνη ἐγείρει μέν, ὅταν μὴ ἁπλῶς πυνθάνηται, παύει δέ, ὅταν βοηθῇ παρέχουσα ἀφορμὰς καὶ ὁδηγοῦσα τὸν προσδιαλεγόμενον. Ἐνίοις δέ, ὦ Θεαίτητε, οἳ ἄν μοι μὴ δόξωσί πως ἐγκύμονες εἶναι. Καὶ μὴν ἐν τῶι Συμποσίωι φησίν, ὅτι «κυοῦσι πάντες ἄνθρωποι καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα» καὶ ἀκόλουθον τοῦτο τὸ κῦμα ψυχῆς τὴν ἀνάμνησιν εἶναι. πῶς οὖν ἐνθάδε φησίν, διότι αὐτῶι δοκεῖ τινας εἶναι ἀκύμονας; ἐπὶ τούτου τοίνυν ἀκουστέον «ἐπὶ τοῦδε τοῦ βίου». οὐδὲ γάρ, εἰ ἐνῆν ποτε, κατὰ πᾶσαν ἐνσωμάτωσιν δύνανται ἔχειν αὐτὰ πρόχειρα· ὅθεν οὐδὲ μάτην προέταξε τοῦ «ἐγκύμονες» τὸ «πως», ἀλλὰ ἵνα ἐξακούηται «τρόπον τινὰ» εἶναι ἐγκύμονας κατὰ τὸ πρόχειρον. ἐν δὲ τῶι καθόλου λόγωι εἶναι τοιαύτας ἀνάγκη. Ὧν πολλοὺς μὲν δὴ ἐξέδωκα Προδίκῳ, πολλοὺς δὲ ἄλλοις σοφοῖς τε καὶ θεσπεσίοις ἀνδράσι. Ὁ γὰρ φιλόσοφος συνκάθηται μὲν τοῖς ἀξίοις, τοὺς δὲ μὴ τοιούτους κατὰ τὸ φιλάνθρωπον ζεύξει τοῖς καταλλήλοις. οὕτως καὶ τὸν Θεάγη συνέστησεν Προδίκῳ. εἰπὼν δὲ τοὺς σοφιστὰς θεσπεσίους καὶ σοφοὺς ἐδήλωσεν, ὅτι τῆς τοιαύτης σοφίας ἄγονός ἐστιν. Καὶ οὐκ οἴονται εὐνοίαι τοῦτο ποιεῖν, πόρρω ὄντες τοῦ εἰδέναι, ὅτι οὐδεὶς θεὸς δύσνους ἀνθρώποις, οὐδʼ ἐγὼ δυσνοίαι οὐδὲν τοιοῦτο δρῶ, ἀλλά μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμις. Οἱ ἐν ταῖς ζητήσεσι εὐθυνόμενοι ὑπὸ ἐμοῦ ἀγνοοῦσι, ὅτι διὰ τὸ εὐνοεῖν αὐτοῖς ἀφαιρῶ αὐτῶν ψευδοδοξίαν· οὔτε δὲ θεὸς οὐδεὶς δύσνους ἀνθρώποις οὐδʼ ἐγὼ ὑπὸ δυσνοίας οὐδὲν τοιοῦτο δρῶ, ἀλλὰ ὠφελῶ ἀφαιρῶν αὐτῶν ψευδοδοξίαν· οὐ γὰρ ἐφεῖταί μοι οὔτε ψεῦδος συγχωρῆσαι οὔτε ἀληθὲς ἀφανίσαι. ὁρᾷς, τί λέγει περὶ ἑαυτοῦ, ὅν φασι εἰρωνεύεσθαι, ὅτι εἰκάζει ἑαυτὸν θεῶι κατὰ τὸ εὐνοεῖν τοῖς ἀνθρώποις καὶ τὸ τούτου οὐχ ἧττον, ὅτι οὔτε ψεῦδος συγχωρεῖ οὔτε ἀληθὲς ἀφανίζει. ἐν ὧι τό τε τῆς ἐπιστήμης δηλοῦται καὶ τὸ τῆς χρηστότητος, καθʼ ἣν προνοεῖ τῶν συμβαλλόντων. πῶς δὲ λέγει, ὅτι οὔτε ψεῦδος ἂν συγχωρήσειεν καὶ ἀληθὲς οὐκ ἄν ἀφανίσειεν, χρώμενος τούτοις ἐν ταῖς ζητήσεσιν; ἔτι δὲ καὶ ἐν τῆι Πολειτείαι ἔδειξε, ὅτι τῶι ψεύδει χρῶνται οἱ ἄρχοντες ἐν φαρμάκου εἴδει. λέγω τοίνυν, ὅτι ἐν ταῖς ζητήσεσι πυνθάνεται καὶ οὐκ ἀποφαίνεται, ὥστε οὔτε ψεῦδος οὔτʼ ἀληθὲς τίθησι· τοῖς μέντοι ἐμπείροις τῆς μεθόδου λεληθότως δεικνύει τὸ ἑαυτῷ ἀρέσκον. τὸ δὲ ψεύδεσθαι ἁπλῶς μὲν ἀποδοκιμάζει, ὅλως δʼ οὔ, ὅτι ἐστίν ποτε ἀναγκαῖον. διὰ τοῦτʼ οὐκ εἶπεν ἀληθὲς κρύψαι ἢ παρελθεῖν, ὅτι τὸ τοιοῦτόν ἐστιν οὐ χρήσιμον, ἀλλʼ ἀφανίσαι, διὰ τούτου δηλῶν τὴν οὐ κατὰ καιρὸν οὐδὲ ἐν δέοντι τοῦ ἀληθοῦς ἀπώλειαν. Δοκεῖ οὖν μοι ὁ ἐ- πιστάμενός τι αἰσθάνεσθαι τοῦτο ὃ ἐπίσταται καὶ ὥστε νῦν φαίνεται οὐκ ἄλλο τί ἐστιν ἐπιστήμη ἢ αἴσθησις. Ὁ ἐπιστάμενός τι αἰσθάνεται τούτου ὃ ἐπίσταται· εἰ δὲ τὸ αἰσθάνεσθαι ἐπίστασθαι ἦν, γίνεται ἡ ἐπιστήμη αἴσθησις. αἴσθησιν νῦν οὐ τὸ αἰσθητήριον ἀκουστέον, ἀλλὰ ἀντίλημψιν ἡντινοῦν. πῶς Θεαίτητος ἄνω ἐπερωτηθεὶς περὶ ἐπιστήμης, τί ἐστιν, καὶ εἰπὼν γεωμετρίαν καὶ ἄλλας καταριθμησάμενος, νῦν ἐπὶ τὴν αἴσθησιν καταφεύγει, καὶ ταῦτα γεωμέτρης ὤν; τῆς τε συνέσεως ἐλεγχούσης τὰς αἰσθήσεις ἁπτέον … μεν … νας … νο … απ … ν … το … ω … ναιση … καὶ μὴ … ἐπιστήμη ἀλλὰ αἴσθησις. ἔτι δὲ τοῦ … ευμετ … αγαρα … Πρωταγόρειος … ένου ἐ … ἐπιστήμη … ς αἰσθησι … ακει … περὶ τὰ ἐκείνου συγγράμματα ὁ Θεαίτητος συμβαλὼν Θεοδώρωι τῶι ἐκείνου φίλωι· δηλοῖ δὲ καὶ ἐπειδὰν πυθομένου Σωκράτους, εἰ ἐνέτυχεν τῶι Περὶ ἀληθείας συγγράμματι, λέγῃ ὁ Θεαίτητος, ὅτι ἐντετύχηκεν πολλάκις. τί οὖν θαυμαστόν, εἰ ἐπιστήμην ἔθετο ὅπερ αὐτῷ τὲ καὶ Θεοδώρωι ἦν παραδοθὲν διὰ τοῦ αἴσθησιν ἐπιστήμην εἶναι. Εὖ γε καὶ γενναίως ὦ παῖ· χρὴ γὰρ οὕτω ἀποφαινόμενον λέγειν. Ἐπεὶ ὁ Θεαίτητος ἐπερωτηθεὶς περὶ ἐπιστήμης, τί ἐστιν, εἶπεν Καὶ ὥς γε νυνὶ φαίνεται, ἀποδέχεται Σωκράτης, ὅτι οὐκ ὀκνεῖ λέγειν, ὃ φαίνεται αὐτῶι καὶ νομίζει εἶναι τὴν ἐπιστήμην. οὐ γὰρ ἐκεῖνό φησιν τὸ Πυρρώνειον, ὅτι οὐδὲν καθοριστικῶς ἄν τις δογματίζοι, ἀλλά φησιν φαίνεσθαι αὐτῶι. κατὰ γὰρ τὸν ἄνδρα οὔτε ὁ λόγος κριτήριον οὔτε ἀληθὴς φαντασία οὔτε πιθανὴ οὔτε καταληπτικὴ οὔτε ἄλλο τι τοιοῦτον, ἀλλʼ ὅτι νῦν αὐτῶι φαίνεται. εἰ δὲ τοιοῦτόν ἐστιν ἢ οὐκ ἔστιν, οὐκ ἀποφαίνεται διὰ τὸ οἴεσθαι ἰσοκρατεῖς εἶναι τοὺς εἰς τὰ ἐναντία λόγους καὶ ἐξομαλίζειν τὰς φαντασίας καὶ μηδεμίαν ἐν αὐταῖς ἀπολείπειν διαφορὰν κατὰ τὸ ἀληθὲς ἢ ψεῦδος, πιθανὸν ἢ ἀπίθανον, ἐναργὲς ἢ ἀμυδρόν, καταληπτὸν ἢ ἀκατάληπτον, ἀλλὰ πάσας εἶναι ὁμοίας, οὐδὲ τοῦτο δογματίζοντος, ὡς ἕπεται τὸ διεξάγειν κατὰ τὴν ἀεὶ προσπίπτουσαν φαντασίαν οὐχ ὡς ἀληθῆ, ἀλλʼ ὅτι νῦν αὐτῶι φαίνεται. Κινδυνεύεις μέντοι λόγον οὐ φαῦλον εἰρηκέναι περὶ ἐπιστήμης, ἀλλʼ ὃν ἔλεγεν καὶ Πρωταγόρας. τρόπον δέ τινα ἄλλον εἴρηκεν τὰ αὐτὰ ταῦτα· φησὶν γάρ που «πάντων χρημάτων μέτρον ἄνθρωπον εἶναι, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ μὴ ὄντων … ὡς οὐκ ἔστιν.» Καὶ αὐτὸς ἠπίστατο, ὅτι διαφέρει ἡ Πρωταγόρου δόξα τῆς Θεαιτήτου περὶ ἐπιστήμης. διὰ τοῦτο εἶπε Κινδυνεύεις λόγον οὐ φαῦλον εἰρηκέναι, τρόπον δέ τινα ἄλλον εἴρηκε τὰ αὐτὰ ταῦτα. β … ομου … ων … πα … η … εν … ς … δ … σι … ἀληθη … νον διʼ οὗ κρ … ησιν γὰρ εἶναι … ν γνωμ … ης δὲ το με … θ … σις ἀντὶ τῆς φρονήσεως τασσομ … ὁ δὲ «νόμος» ἀντὶ τῆς δόξης πάντα … αυ … προ … δια τ … ρει … λαμβάνεσθαι … νομενον … κρεινοντ … τη … θ … αεντη … ν … ς ἕτερον καὶ ν … μενον καὶ μ … νον καὶ ὑφεστὼς ὡς δεξιὸς ἀριστεροῦ δεξιός, ὡς τὸ ὅμοιον ὁμοίωι ὅμοιον, ὡς τὸ μέγα πρὸς τὸ μεικρόν. ἄλλως δὲ πάντα πρός τί φασι οἱ Πυρρώνειοι, καθʼ ὃ οὐδὲν καθʼ αὑτό ἐστιν, πάντα δὲ πρὸς ἄλλα θεωρεῖται. οὔτε γὰρ χρῶμα οὔτε σχῆμα οὔτε φωνὰς οὔτε γευστά, οὐκ ὀσφραντά, οὐχ ἁπτά, οὐκ ἄλλο τι αἰσθητὸν ἔχειν ἰδιότητα· οὐκ ἂν γὰρ τὰ αὐτά γε ὄντα διαφόρως ἐκείνει παρὰ τὰ διαστήματα, παρὰ τὰ συνθεωρούμενα αὐτοῖς, ὡς ἀπὸ τῆς θαλάττης διαφόρως τυπούμεθα παρὰ τὰς τοῦ ἀέρος καταστάσεις. ἀλλὰ οὐδὲ τὰ αἰσθητήρια ἔχειν ἰδίαν ὑπόστασιν· οὐκ ἂν γὰρ ἀπὸ τῶν αὐτῶν ἄλλως ἐκεινεῖτο τὰ ζῶια, ὡς τῇ μὲν θαλίᾳ ἥδονται αἶγες, τῶι δὲ βορβόρωι ὕες, ἑκατέρῳ δὲ τούτων προσκόπτουσιν ἄνθρωποι. ἀπὸ δὲ τῶν αἰσθητῶν μεταβαίνουσιν καὶ ἐπὶ τὸν λόγον, ὡς καὶ τούτου πρός τι ὄντος· ἄλλους γὰρ ἄλλως συγκατατίθεσθαι καὶ τοὺς αὐτούς γε. μετατίθεσθαι καὶ μὴ ἐμμένειν αὐτῶι. Οὐκοῦν οὕτως πως λέγει ὡς οἷα μὲν ἕκαστα ἐμοὶ φαίνεται, τοιαῦτα μὲν ἔστιν ἐμοί, οἷα δὲ σοί, τοιαῦτα δὲ αὖ σοί· ἄνθρωπος δὲ σύ τε κἀγώ; Ἀκολουθεῖ τῶι πάντα ῥεῖν τὸ μηδὲν εἶναι πάγιον μηδὲ τὸ αὐτό· οὔτε γὰρ τὸ κρεῖνόν ἐστιν οὔτε τὸ κρινόμενον, ἀλλʼ ὡς ἂν ἄλλως προσπέσηι, τοιαῦτα νενομίσθαι. διὰ τοῦτο οἷα μὲν ἐγὼ ἔπαθον, τοιαῦτα δʼ ἔστιν ἐμοί, οἷα δὲ σύ, τοιαῦτα σοί. καὶ οὐ μόνον γίνεται κατὰ ταύτην τὴν ὑπόθεσιν ὧν ἂν ἔχῃ παθῶν ἢ ἕξεων κριτὴς ὁ ἄνθρωπος ἀλλὰ καὶ μέτρον ἁπάντων … οὖν τ … με κ … Ἐπακολουθήσωμεν οὖν αὐτῶι. ἆρʼ οὐκ ἐνίοτε πνέοντος ἀνέμου τοῦ αὐτοῦ ὁ μὲν ἡμῶν ῥειγοῖ, ὁ δʼ οὔ; καὶ ὁ μὲν ἠρέμα, ὁ δὲ σφόδρα; Διὰ τοῦ εἰρηκέναι Ἐπακολουθήσωμεν οὖν αὐτῶι δηλοῖ, ὅτι ἐπακολουθεῖ τῆι τοιαύτηι ὑποθέσει τὸ μὴ εἶναι ἰδιότητα ἀνέμου τινὸς μηδὲ τὰ ὅμοια πάσχειν ὑπὸ τοῦ αὐτοῦ πάντα. καὶ προσέθηκεν τοῦ αὐτοῦ, ἐπεὶ τῶν ἀνέμων οἱ μέν εἰσιν ψυχροί, οἱ δὲ θερμοί, ἵνα μὴ παρὰ τοῦτο δοκῆι συμβαίνειν τὸ τοὺς μὲν ῥειγοῦν, τοὺς δὲ μή. ἀλλά, φέρε, πνέοντος βορέου καὶ ἐν τῶι αὐτῶι ὄντων τόπωι καὶ κατὰ τὴν αὐτὴν ὥραν — θήσει γὰρ καὶ ταῦτα ὁ Πρωταγόρας, ἐπεὶ καὶ τὸ διάστημα καὶ ἡ ὥρα τοῦ ἔτους, καθʼ ἣν πνεῖ, πολὺ δύναται εἰς τὸ ἀνομοίως διαθεῖναι —, διὰ πάντων γε τῶνδε ἀνομοίων ὄντων ὁ μὲν ῥειγοῖ, ὁ δὲ οὔ, καὶ τῶν ῥειγούντων ὁ μὲν σφόδρα ῥειτοῖ, ὁ δὲ ἠρέμα. Πότερον οὖν τότε αὐτὸ ἐφʼ ἑαυτοῦ τὸ πνεῦμα ψυχρὸν ἢ οὐ ψυχρὸν φήσο- … μεν; Ἔστιν τι τὸ ποιῆσαι, ἔστιν τι τὸ πάθεῖν· εἰ δὲ ὑπεναντία ὑπὸ τοῦ αὐτοῦ πάσχουσι, ὁμολογήσουσι μὴ εἶναι ὡρισμένην τὴν τοῦ ποιήσαντος ἰδιότητα· οὐκ ἂν γὰρ τὸ αὐτὸ ἐν τῶι αὐτῶι χρόνωι διάφορα εἰργάζετο πάθη. ὅθεν οἱ Κυρηναϊκοὶ μόνα τὰ πάθη φασὶν καταληπτά, τὰ δὲ ἔξωθεν ἀκατάληπτα. ὅτι μὲν γὰρ καίομαι, φασίν, καταλαμβάνω, ὅτι δὲ τὸ πῦρ ἐστιν καυστικόν, ἄδηλον· εἰ γὰρ ἦν τοιοῦτο, πάντα ἂν ἐκαίετο ὑπʼ αὐτοῦ. Ἢ πεισό- μεθα τῶι Πρωταγόρᾳ, ὅτι τῷ μὲν ῥειγοῦντι ψυχρόν, τῷ δὲ μὴ οὔ; Ἢ πεισθησόμεθα αὐτῶι, ὅτι ὁ αὐτὸς ἄνεμος ψυχρὸς μέν ἐστιν τῶι ῥειγοῦντι, οὐ ψυχρὸς δὲ τῶι μὴ ῥειγοῦντι; εἰ γὰρ ἦν ψυχρός, ἐρείγου ἂν καὶ οὗτος. γίνεται οὖν καὶ ὁ δεξιὸς ἄλλωι μὲν δεξιός, ἄλλωι δὲ οὔ. Οὐκοῦν καὶ φαίνεται οὕτως ἑκατέρωι; Ναί. Τὸ δέ γε φαίνεται αἰσθάνεται; Ἔστι γάρ. φαντασία ἄρα καὶ αἴσθησις ταὐτὸν ἔν τε θερμοῖς καὶ πᾶσι τοῖς τοιούτοις. Ὅταν γὰρ σκο- πῇς, κατὰ τὸ τρίτον σχῆμα ἠρώτηται αὐτῶι ὁ λόγος· «οἷα ἑκάστωι φαίνεται, τοιαῦτα καὶ ἔστιν αὐτῷ» καὶ «οἷα φαίνεται, τοιαῦτα καὶ αἰσθάνεται.» ἐξ ὧν συνάγεται· «οἷα ἕκαστος αἰσθάνεται, τοιαῦτα καὶ ἔστιν αὐτῶι». ὁ δὲ αἰσθόμενος ἐποίσει τὸν λόγον, ὅτι αἴσθησις καὶ ἐπιστήμη ταὐτόν ἐστιν. τοῦ δὲ λόγου τὸ μὲν πρῶτον λῆμμα Πρωταγόρας τίθησιν, ὅτι οἷα ἑκάστωι φαίνεται, τοιαῦτα καὶ ἔστιν, ὡς ἐπὶ τοῦ ἀνέμου τοῦ αὐτοῦ, ὅτι τῶι μὲν ψυχρός, τῶι δὲ οὐ ψυχρός. τὸ δὲ δεύτερον κατασκευάζει Πλάτων λέγων, ὅτι τὸ φαίνεται αἰσθάνεταί ἐστιν· πᾶσαν γὰρ ἀντίλημψιν εἴτε διʼ αἰσθητηρίου εἴτε διʼ ἄλλου τινὸς ἐκάλουν αἴσθησιν. Οἷα γὰρ αἰσθάνε- ται ἕκαστος, τοιαῦτα ἑκάστωι καὶ κινδυνεύει εἶναι. Πρωταγόρας μὲν εἰρήκει· οἷα αἰσθάνεται ἕκαστος, τοιαῦτα καὶ ἔστιν αὐτῶι· ὁ δὲ Σωκράτης … ε … ει … αυ … εν … Αἴσθησις ἄρα τοῦ ὄντος ἀεί ἐστιν καὶ ἀψευδὲς ὡς ἐπιστήμη οὖσα. Λέγει ὅτι ἔστιν αὐτὸ καθʼ αὑτὸ οὐδέν, ἀνασκευάζων δὲ Πρωταγόραν καὶ προσαιτῶν … πάντα … προσέθηκεν … ἢ οἰόμενος … εἰ ἡ αἴσθησις ἐπιτυγχάνει τούτωι, ὃς αὐτὴν … ἐπιτυγχαν … ἐστιν ἀ- … λη … γίνεται ἐπιστήμη. τοῦτο δὲ … συμπέρασμα … φιλολόγου … οὐδὲ δόξα Ἐγὼ ἐρῶ καὶ μάλʼ οὐ φαῦλον λόγον ὡς ἄρα ἓν μὲν αὐτὸ καθʼ αὑτὸ οὐ δέν ἐστιν, οὐδὲ ἄν τι προσείποις ὀρθῶς οὐδʼ ὁποιονοῦν τι. Οὐκ εὐκαταφρόνητόν φησιν τὸν λόγον τὸν περὶ τοῦ ῥεῖν τὰς οὐσίας κατὰ τὸ ἔνδοξον. πείθονται γὰρ ταύτηι καὶ ἅπαντες ποιηταὶ καὶ σοφοὶ οἱ πλεῖστοι. οὐδὲν οὖν ἔστιν αὐτὸ καθʼ αὑτό, τοῦτʼ ἔστιν «οὐδὲν καθʼ αὑτὸ ἔχει τὴν ὑπόστασιν», τοῦτʼ ἔστιν «οὐδὲν κατὰ ἰδίαν, ἀλλὰ πάντα πρός τι». τὴν μὲν οὖν οὐσίαν δηλοῖ εἰπών· Οὐδʼ ἂν τί προσείποις. τὸ γὰρ τί ἐμφαίνει οὐσίαν· τὸ δὲ ποσὸν διὰ τοῦ εἰρηκέναι· Ἓν μὲν αὐτὸ καθʼ αὑτό· τὸ δὲ ποιὸν διὰ τοῦ Ὁποιονοῦν τι. Ἀλλʼ ἐὰν ὡς μέγα προσαγορεύῃς, καὶ σμικρὸν φανεῖται καὶ ἐὰν βαρύ, κοῦφον. Τὸ μέγα καὶ τὸ σμικρὸν καὶ βαρὺ καὶ κοῦφον τῶν πρός τί ἐστιν· κατὰ γὰρ τὴν πρὸς ἕτερον σχέσιν θεωρεῖται. οὐδὲν οὖν καθʼ ἑαυτό ἐστιν μέγα· ἦν γὰρ ἂν ἀεὶ μέγα. νῦν δὲ τὸ αὐτὸ μικρὸν φαίνεται συμβληθὲν ἑαυτοῦ μείζονι· ὁμοίως δὲ καὶ ἐπὶ σμικροῦ καὶ βαρέος καὶ κούφου, ὅτι νῦν μὲν τοῖα, νῦν δὲ τοῖα φαίνεται κατὰ τὰς πρὸς ἄλλο καὶ ἄλλο σχέσεις. Ξύνπαντά τε οὕτως ὡς μηδενὸς ὄντος μήτε τινὸς μήτε ὁποιουοῦν. Ὥσπερ οὐδὲν ἦν μέγα — εὑρίσκετο γὰρ τὸ αὐτὸ μικρόν —, οὕτως καὶ τἆλλα πάντα ἐπιδέχεται τὰς ἐναντίας κατηγορίας διὰ τὸ μηδὲν εἶναι ἕν, τοῦτʼ ἔστιν μὴ ἔχειν ὡρισμένην ποσότητα … ς … … νιτ … συμβη … λ … τοιοῦτο ἀπετ … ἀμφοῖν … καὶ αὐτω … νον πάντα … ται διο … αὐτὰ ον … ρευομε … στιν δ … … ορ … οὔτʼ αὐξάνεται οὔτε μειοῦται, ἀλλὰ … αιως … σθαι γὰρ … τὸν αὐτὸν … κην λαμβάνειν, ὁμοίως δὲ καὶ … ώσεως το … αὐτὸν γίνεσθαι … τονα· ἀντακολουθεῖ γὰρ ταῦτα ἀλλήλοις αὔξησις, μείωσις ἐπʼ ἰδίως ποιῶν, ὥστε συγχωρηθέντος ἑνὸς τούτων καὶ τὰ λοιπὰ δεδόσθαι καὶ ἀναιρεθέντος καὶ τὰ λοιπὰ ἀνῃρῆσθαι. τὸν δὲ περὶ τοῦ αὐξομένου λόγον ἐκείνησεν μὲν πρῶτος Πυθαγόρας, ἐκείνησεν δὲ καὶ Πλάτων, ὡς ἐν τοῖς εἰς τὸ Συμπόσιον ὑπεμνήσαμεν· ἐπιχειροῦσι δὲ εἰς αὐτὸ καὶ οἱ ἐξ Ἀκαδημείας μαρτυρόμενοι μέν, ὅτι ἀρέσκονται τῶι εἶναι αὐξήσεις, διὰ δὲ τὸ τοὺς Στωικοὺς κατασκευάζειν τοῦτο οὐ δεόμενον ἀποδείξεως διδάσκοντες, ὅτι ἐάν τις τὰ ἐναργῆ θέληι ἀποδεικνύναι, ἕτερος εἰς τὸ ἐναντίον πιθανωτέρων εὐπορήσει λόγων. Καὶ περὶ τούτου πάντες ἐξαίσιοι οἱ σοφοὶ πλὴν Παρμενείδου συμφέρεσθον Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς. Περὶ τοῦ φέρεσθαι πάντα πάντες σοφοὶ συμφωνοῦσιν ὑπεξηιρημένου Παρμενείδου· οὗτος γὰρ ἀποβλέψας εἰς τὴν τοῦ εἴδους φύσιν, παρελθὼν δὲ τὴν ὕλην φησίν· «οἶον ἀκείνητόν τε θέλει τῶι παντὶ ὄνομα εἶναι.» περὶ μὲν οὖν τῶν ἄλλων φυσικῶν ῥάιδιον λαβεῖν, ὅτι φασὶν φέρεσθαι πάντα, ἀλλὰ καὶ Ἐμπεδοκλῆς ἀπορροὰς ἀπολείπει καί φησιν, ὅτι ἀνιχνεύουσι αἱ κύνες «κέρματα θηρείων μελέων»· ἀδύνατον δὲ τοῦτό γʼ, ὅταν ἦι ἀποθνήσκοντα ταῦτα. Καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμῳδίας μὲν Ἐπίχαρμος, τραγῳδίας δὲ Ὅμηρος. Ἐπίχαρμος ὁ ὁμιλήσας τοῖς Πυθαγορείοις ἄλλα τέ τινα ἐπινενόηκεν δεινὰ τόν τε περὶ τοῦ αὐξομένου λόγον ἐφοδεύει … ερα … ἄλλως α … ται προσο … πες. εἰ οὖν … π … ται … λ … γων … οὐσίαι ἄλλοτε ἄλλαι γίνονται κατὰ συνεχῆ ῥύσιν. καὶ ἐκωμῴδησεν αὐτὸ ἐπὶ τοῦ ἀπαιτουμένου συμβολὰς καὶ ἀρνουμένου τοῦ αὐτοῦ εἶναι διὰ τὸ τὰ μὲν προσγεγενῆσθαι, τὰ δὲ ἀπεληλυθέναι, ἐπεὶ δὲ ὁ ἀπαιτῶν ἐτύπτησεν αὐτὸν καὶ ἐνεκαλεῖτο, πάλιν κἀκείνου φάσκοντος ἕτερον μὲν εἶναι τὸν τετυπτηκότα, ἕτερον δὲ τὸν ἐγκαλούμενον. Ὅμηρον δὲ τραγῳδίας εἶπεν ποιητήν, ἐπεὶ τὸ παλαιὸν ἡντινοῦν ποίησιν περιέχουσαν ἡρωικὰς πράξεις ὠνόμαζον τραγῳδίαν. Τίς οὖν ἂν ἔτι πρός γε τοσοῦτο στρατόπεδον καὶ στρατηγὸν Ὅμηρον δύναιτο ἀμφισβητήσας μὴ καταγέλαστος γενέσθαι … Τὸ γὰρ θερμόν τε καὶ πῦρ, ὃ δὴ καὶ τἆλλα γεννᾶι καὶ ἐπιτροπεύει, αὐτὸ γεννᾶται ἐκ φορᾶς καὶ τρίψεως· τούτω δὲ κινήσεις. ἢ οὐχ αὗται γενέσεις πυρός; Τοῦτʼ ἔστιν· συνέχεται καὶ αὐτὸ γεννᾶται ἐκ φορᾶς καὶ τρείψεως. τὸ τούτω δυικῶς. αὗται δέ, ἥ τε φορὰ καὶ ἡ τρῖψις, κεινήσεις, ἡ μὲν φορὰ ὁμολογουμένως, ἀλλὰ καὶ ἡ τριψις, εἰ καὶ μὴ κίνησις, οὐκ ἄνευ γε κεινήσεως. Γενέσεις δὲ ταύτας εἶπεν πυρός. καὶ γὰρ ὕλη τρίψαντος αὐτὴν ἀνέμου πῦρ ἐξέλαμψεν, καὶ οἱ λίθοι τριβόμενοι καὶ κρουόμενοι ἀφιᾶσι πῦρ. καὶ τοῦ Αἰτναίου δὲ πυρὸς καὶ τῶν λεγομένων Ἡφαιστείων ταύτην οἴεσθαι δεῖν τὴν αἰτίαν τῆς ἐξάψεως, ὅτι ο … ντα αὐ … τῆι τρίψει … γενόμενα … ἐξαψάντων. ὅταν δὲ λέγωσι ὑπὸ τοῦ πυρὸς γεννᾶσθαι τὰ ὄντα οὐ τοῦ καυστικοῦ λέγουσι, ἀλλὰ ὑπὸ τῆς ἐξ αὐτοῦ θερμότητος. Καὶ μὴν τό γε τῶν ζώιων γένος ἐκ τῶν αὐτῶν τούτων φύεται. Καὶ τὰ ζῶια ἐκ θερμοῦ καὶ πυρὸς γεννᾶται· οὐ γὰρ τὸ σπέρμα ζωιογονεῖ, ἀλλʼ ἡ ἐν αὐτῷ θερμότης· τὰ γοῦν κατεψυγμένα σπέρματα οὐκ ἔστιν γόνιμα καὶ τὰ ὑπηνέμια ᾠὰ οὐ δύναται τελεσφορηθῆναι. Ἡ δʼ ἐν τῆι ψυχῆι ἕξις οὐχ ὑπὸ μαθήσεως μὲν καὶ μελέτης, κινήσεων ὄντων, κτᾶταί τε μαθήματα καὶ σώζεται. … ν … δ … αν … ἐν τῶι Συμποσίωι … αι εἰ … μη … υ … ς … καν … ς … ς Τὸ μὲν ἄρα ἀγαθὸν κίνησις κατά τε ψυχὴν καὶ κατὰ σῶμα, τὸ δὲ τοὐναντίον; Ἡ κίνησις μὲν οὖν τὸ σώματος ἀγαθόν, καὶ ψυχῆς, ἡσυχία δὲ κακόν, ὃ προσυπακουστέον τῷ τὸ δὲ τὸ κακόν. Γίνεται γὰρ οὕτως πλῆρες ἀνταποδοθέν· «τὸ δὲ κακὸν τῆς ψυχῆς καὶ τοῦ σώματος ἡσυχία». Καὶ ἐπὶ τούτοις τὸν κολοφῶνα ἀναγκάζω προσβιβάζων τὴν χρυσῆν σειρὰν ὡς οὐδὲν ἄλλο ἢ τὸν ἥλιον Ὅμηρος λέγει. Κολοφῶνα μὲν κατὰ τὴν παροιμίαν δὴ πέρας τῶν πραγμάτων· λέγεται γὰρ ἐν τῆι συνηθείαι «τὸν κολοφῶνα ἐπέθηκεν» ἢ κατὰ τὸ ἐν τῶι Πανιωνίωι δύο ψήφους θέσθαι Κολοφωνίους … τους … οι … χρυσῆν δὲ σειράν φησιν τὴν τῶν ἄστρων προσεχῆ τάξιν, ἧς τὸ μέσον γῆν κεῖσθαι. Καὶ δηλοῖ ὅτι ἕως μὲν ἂν ἡ περιφορὰ ᾖ κεινουμένη καὶ ὁ ἥλιος, πάντα ἔστι καὶ σώζεται … ην … ἐπι … γ … τω … εν … θ … ι … ν … Κατὰ τὰ ὄμματα πρῶτον ὃ δὴ καλεῖς χρῶμα λευκόν, μὴ εἶναι αὐτὸ ἕτερόν τι ἔξω … τῶν σῶν ὀμμάτων μηδʼ ἐν τοῖς ὄμμασι μηδέ τινʼ αὐτῶι χώραν ἀποτάξηις· ἤδη γὰρ ἂν εἴη τε ὄν που ἐν τάξει καὶ μένοι καὶ οὐκ ἂν ἐν γενέσει γίγνοιτο. … θη … τεμτου … τὰ μέρη … καὶ πε … ισθε … κοτι … γίνεσθαι … ακ … τὰ καλὰ καὶ ὅσα διήλθομεν· ἦν δὲ ταῦτα τὰ αἰσθητὰ καὶ τὰ αἰσθανόμενα. Μὴ τοίνυν ἀπολίπωμεν ὅσον ἐλλεῖπον αὐτοῦ. λείπεται δὲ ἐνυπνίων τε πέρι καὶ νόσων τῶν τε ἄλλων καὶ μανίας ὅσα τε παρακούειν ἢ παρορᾶν ἤ τι ἄλλο παραισθάνεσθαι λέγεται. Ἃ πρότερον ἔλεγεν, κατεσκεύασεν τὴν Πρωταγόρου δόξαν· ἃ δὲ νῦν φησιν ἐναντία ἐστὶν πρὸς ἐκείνην. πῶς οὖν ὥσπερ κατασκευάζων εἶπεν· «Μὴ παρέλθωμεν, ὅσον λοιπόν»; ὅτι μ … κομίζειν ἐνστάσεις καὶ λύσιν κατασκευάζειν … θω … σαιαι … οὐδεὶς … δέξηται … εἰ αἰσθήσεται … παραισθήσεται περὶ σημαινομεν … τ … Οἶσθα γὰρ που, ὅτι ἐν πᾶσι τούτοις ὁμολογουμένως ἐλέγχεσθαι δοκεῖ, ὃν ἄρτι διῇμεν λόγον, ὡς παντὸς μᾶλλον ἡμῖν ψευδεῖς αἰσθήσεις ἐν αὐτοῖς γιγνομένας. … ἐνυπνίων … σιωντων … ασην ὅσον … μετʼ αἰσθήσεως γίνεται ἡ πρώτη … δόξα … ε σιμε … πε … προσφ … αταρτ … ποιο … ιαυτω … ν καὶ ἄλλων … αὐτῶν … πραγμάτων τ … νουνει … μο … ν … ρ … ὑπόμνημα. ἀλλὰ ἀναγκαιότατά τέ ἐστιν καὶ ἴσως ταύτῃ οὐκ ἄκαιρα. δοκεῖ δέ μοι ενε … ς γενόμενα πρὸς τοὺς πλείους τῶν Πλατωνικῶν, οἵ φασιν περὶ κριτηρίου εἶναι τὸν Θεαίτητον καὶ τα εἰρημενα ὑπομιμνήσκει ἡμᾶς του … ἐπὶ κεφαλίων διελθεῖν περὶ … νεσμεν … σοφασαν … κριτήριον ὡς … οι καὶ ἐ … ν δοκεῖ ξ … ρε … στ … ε …