eul_wid: lhw-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Satirical Philosophical Fragments by Sopater of Paphos

The Satirical Philosophical Fragments by Sopater of Paphos is a collection of sixty-two passages of satirical verse composed in iambic trimeter. The work employs a Cynic mode of critique to lampoon human folly, entrenched philosophical dogma, and social conventions through a combination of concise, gnomic pronouncements and brief dramatic vignettes. Its themes consistently target vanity, greed, and hypocrisy, while also parodying mythological and religious traditions. The fragments display a particular focus on ridiculing philosophical pretension, with the Stoic and Epicurean schools serving as frequent objects of parody alongside more general satire of common social practices and base human desires.

The work survives exclusively in fragmentary form, preserved not through an independent manuscript tradition but within the pages of later anthologies, most notably the Palatine Anthology and the collections of Stobaeus. These compilers selected the passages for their perceived gnomic wisdom or humorous value, which has dictated the modern understanding of the collection's scope and character. Sopater’s fragments are a significant exemplar of the popular satirical treatment of philosophy during the Hellenistic period. Valued in antiquity primarily for their wit, they represent an important strand of the Cynic-inspired verse satire tradition and contribute substantially to scholarly understanding of both philosophical parody and the mechanisms of anthological preservation in Greek literary culture.

ΒΑΚΧΙΣ. ΒΑΚΧΙΔΟΣ ΜΝΗΣΤΗΡΕΣ. ΒΑΚΧΙΔΟΣ ΓΑΜΟΣ
οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον
μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν.
καὶ τὸ μόναυλον μέλος ἤχησε.
Ἐρέτριαν ὡρμήθημεν εἰς λευκάλφιτον.
πλακουντοποιὸν ὠνομασμένην Σάμον.
εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν.
ΓΑΛΑΤΑΙ
παρʼ οἷς ἔθος ἐστίν, ἡνίκʼ ἂν προτέρημά τι
ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς
τοὺς αἰχμαλώτους· τοὺς Γαλάτας μιμούμενος
κἀγὼ κατακαύσειν ηὐξάμην τοῖς δαίμοσι
διαλεκτικοὺς τρεῖς τῶν παρεγγεγραμμένων.
καὶ μὴν φιλοσοφεῖν φιλολογεῖν τʼ ἀκηκοὼς
ὑμᾶς ἐπιμελῶς καρτερεῖν θʼ αἱρουμένους
τὴν πεῖραν ὑμῖν λήψομαι τῶν δογμάτων,
πρῶτον καπνίζων· εἶτʼ ἐὰν ὀπτωμένων
ἴδω τινʼ ὑμῶν συσπάσαντα τὸ σκέλος,
Ζηνωνικῶι πραθήσεθʼ οὗτος κυρίωι
ἐπʼ ἐξαγωγῆι, τὴν φρόνησιν ἀγνοῶν.
ΕΥΒΟΥΛΟΘΕΟΜΒΡΟΤΟΣ
ἀλλʼ ἴσχε· τελλίνης γὰρ ἐξαίφνης μέγας
ἀκοὰς μελωιδὸς ἦχος εἰς ἐμὰς ἔβη.
ΙΠΠΟΛΥΤΟΣ
ἀλλʼ οἷα μήτρα καλλιπάρηιος ἐκβολὰς
δίεφθα λευκανθεῖσα τυροῦται δέμας.
ΚΝΙΔΙΑ
Ἀταβυρίτης δʼ ἄρτος ἦν πλησίγναθος.
ΜΥΣΤΑΚΟΥ ΘΗΤΕΙΟΝ
νάβλας ἐν ἄρθροις γραμμάτων οὐκ εὐμελής,
ὧι λωτὸς ἐν πλευροῖσιν ἄψυχος παγεὶς
ἔμπνουν ἀνίει μοῦσαν· ἐγρέτου δέ τις
τὸν ἡδονῆς μελωιδὸν εὐάζων χορόν.
πηκτὶς δὲ Μούσηι γαυριῶσα βαρβάρωι
δίχορδος εἰς σὴν χεῖρα πῶς κατεστάθη;
ἐδέξατʼ ἀντακαῖον, ὃν τρέφει μέγας
Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν.
Μενδήσιός θʼ ὡραῖος ἀκρόπαστος εὖ,
ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός.
ΝΕΚΥΙΑ
Ἴθακος Ὀδυσσεύς, τοὐπὶ τῆι φακῆι μύρον,
πάρεστι· θάρσει, θυμέ.
ΟΡΕΣΤΗΣ
σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων.
ΠΥΛΑΙ
οὔτε τοῦ Σιδωνίου νάβλα
λαρυγγόφωνος ἐκκεχόρδωται τύπος.
τίς δʼ ἀναρίθμου μήκωνος εὗρε κοπτὰς
ἢ κνηκοπύρους ἡδονὰς τραγημάτων ἔμιξεν;
ΣΙΛΦΑΙ
μήτρας ὑείας ἑφθὸν ὡς φάγηις τόμον,
δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν ..
ΦΑΚΗ
ἀλλʼ ἀμφὶ δείπνοις ὀξίδʼ ἀργυρᾶν ἔχει
δρακοντομίμοις ὀργάνων τορεύμασιν·
οἵαν ποτʼ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου,
μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ.
κρεανομοῦμαι, καὶ τὸν ἐκ Τυρρηνίας
οἶνον σὺν ὀκτὼ λαμβάνειν ἐπίσταμαι.
ΦΥΣΙΟΛΟΓΟΣ
μήτρας ὑείας εὖ καθεψηθεὶς τόμος,
τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων.
δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς
ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.
βαυκαλὶς δʼ ἡ τετράκυκλος.
νᾶμα μελισσῶν ἡδὺ μὲν ὄρθρου
καταβαυκαλίσαι τοῖς ὑπὸ πολλῆς
κραιπαλοβόσκου δίψης κατόχοις.