eul_wid: foq-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Courtesans and Life by Amphis the Comic Poet

The Fragments on Courtesans and Life is a modern compilation of excerpts from the lost comedies of Amphis, an Athenian poet of the fourth century BCE. Active during the period of Middle Comedy, Amphis wrote plays that shifted focus from the political satire of earlier Old Comedy toward themes of daily life, domestic affairs, and stock character types. The 144 surviving fragments, written in Attic Greek verse, are preserved solely through quotation by later ancient authors such as Athenaeus, who cited them for their witty dialogue and descriptions of food and social customs in his Deipnosophistae. These fragments offer glimpses into his plays, with a notable emphasis on the lives of courtesans, as well as topics including family conflict, gastronomy, and the parody of contemporary philosophers. As the complete plays have not survived, these indirectly transmitted fragments are interpreted by scholars as a vital link in the evolution of Athenian comedy, illustrating the transition toward the domestic and romantic plots that would later define New Comedy. The collection provides valuable, if piecemeal, insights into fourth-century Athenian society, popular comedy, and theatrical trends.

ΑΘΑΜΑΣ
εἶτʼ οὐ γυναικός ἐστιν εὐνοϊκώτερον
γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλʼ εἰκότως.
ἡ μὲν νόμῳ γὰρ καταφρονοῦσʼ ἔνδον μένει,
ἡ δʼ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος
ἅνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.
ΑΚΚΩ
ΑΛΕΙΠΤΡΙΑ
ΑΛΚΜΕΩΝ
περιθέτην
ΑΜΠΕΛΟΥΡΓΟΣ
οὐκ ἔστιν οὐδὲν ἀτυχίας ἀνθρωπίνης
παραμύθιον γλυκύτερον ἐν βίῳ τέχνης·
ἐπὶ τοῦ μαθήματος γὰρ ἑστηκὼς ὁ νοῦς
αὑτὸν λέληθε παραπλέων τὰς συμφοράς.
ἐν οἷς ἂν ἀτυχήσῃ τις ἄνθρωπος τόποις,
ἥκιστα τούτοις πλησιάζων ἥδεται.
μικρόν τι κέρμα
ΑΜΦΙΚΡΑΤΗΣ
τὸ δʼ ἀγαθὸν ὅ τι ποτʼ ἐστίν, οὗ σὺ τυγχάνειν
μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτʼ ἐγώ,
ὦ δέσποτʼ, ἢ τὸ Πλάτωνος ἀγαθόν. Β. πρόσεχε δή.
ΒΑΛΑΝΕΙΟΝ
ἀνεβόησʼ ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας.
ΓΥΝΑΙΚΟΚΡΑΤΙΑ
πῖνε, παῖζε· θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος·
ἀθάνατος ὁ θάνατός ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ.
ΓΥΝΑΙΚΟΜΑΝΙΑ
ἤδη ποτʼ ἤκουσας βίον
ἀληλεμένον; Β. ναί· τοῦτʼ ἐκεῖνʼ ἐστὶν σαφῶς·
ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ,
μύρον, στέφανος, αὐλητρίς. Α. ὦ Διοσκόρω,
ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας.
Εὐρύβατε κνισολοιχέ, οὐκ ἔσθʼ ὅπως
οὐκ ὀλβιογάστωρ εἶ σύ.
εὐκυβεῖν
ΔΑΚΤΥΛΙΟΣ
κατʼ ἀγρόν
ΔΕΞΙΔΗΜΙΔΗΣ
ὦ Πλάτων,
ὡς οὐδὲν οἶσθα πλὴν σκυθρωπάζειν μόνον,
ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς.
ΔΙΘΥΡΑΜΒΟΣ
ἐγὼ δὲ τὸν γίγγραν γε τὸν σοφώτατον.
Β. τίς δʼ ἔσθʼ ὁ γίγγρας; Α. καινὸν ἐξεύρημά τι
ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε
ἔδειξʼ, Ἀθήνησιν δὲ κατακεχρημένον
ἐν συμποσίοις ἰδίᾳ ʼστί. Β. διὰ τί δʼ οὐκ ἄγεις
εἰς τὸν ὄχλον αὐτόν; Α. διότι φυλὴν περιμένω
σφόδρα φιλονεικοῦσαν λαχεῖν τινʼ· οἶδα γὰρ
ὅτι πάντα πράγματʼ ἀνατριαινώσω κρότοις.
τί φής; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμέ,
ὡς ἔστʼ ἐραστής, ὅστις ὡραῖον φιλῶν
τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς;
ἄφρων γʼ ἀληθῶς. οὔτε τοῦτο πείθομαι,
οὔθʼ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις
τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται.
ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ
γλαῦκοι δʼ ὅλοι, ῥαχιστὰ κρανίων μέρη
εὔσαρκα
ΕΡΙΘΟΙ
εἶτʼ οὐχὶ χρυσοῦν ἐστι πρᾶγμʼ ἐρημία;
ὁ πατήρ γε τοῦ ζῆν ἐστιν ἀνθρώποις ἀγρός,
πενίαν τε συγκρύπτειν ἐπίσταται μόνος,
ἄστυ δὲ θέατρον ἀτυχίας σαφοῦς γέμον.
ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνοῖς.
νεανισκεύεται
ΙΑΛΕΜΟΣ
ἐν ταῖς θριδακίναις ταῖς κάκιστʼ ἀπολουμέναις,
ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντʼ ἐτῶν,
ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν,
στρέφοιθʼ ὅλην τὴν νύκτα, μηδὲ ἓν πλέον
ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας
τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην.
ὅστις δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ
ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δʼ ἄλλʼ ἐᾷ,
μάταιός ἐστιν ἔν γʼ ἐμοὶ καὶ τοῖς σοφοῖς
κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής.
ὅστις κορακῖνον ἐσθίει θαλάττιον
γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας.
ΚΑΛΛΙΣΤΩ
ΚΟΝΙΑΤΗΣ
ΚΟΥΡΙΣ
τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ,
ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται,
παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ
ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου
ἔνδον κάθητʼ ἀπόπληκτος οὐδʼ ἐξέρχεται.
ΚΥΒΕΥΤΑΙ
τὸν σκιραφευτήν
ΛΕΥΚΑΔΙΑ
ὅστις ἀγοράζων ὄψον . . . . .
ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν,
ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται.
ΟΔΥΣΣΕΥΣ
ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις,
ἔπειτʼ ἀλείφειν τῷ Μεγαλλείῳ μύρῳ,
καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα.
Β. ἀκήκοας σύ, δέσποτʼ, ἤδη πώποτε
τὸ θυμίαμα τοῦτο;
ΟΠΩΡΑ
ΟΥΡΑΝΟΣ
εἰς τὴν ἑσπέραν χορτάζομεν
ἅπασιν ἀγαθοῖς.
ΠΑΝ
δεῖπνον γὰρ ἀτελὲς οὐ ποιεῖ παροινίαν.
ΠΛΑΝΟΣ
πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστι μυρίαις
μοίραις προσελθόντʼ ἀξιωθῆναι λόγου,
λαβεῖν τʼ ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις, ἢ
πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ·
οὓς ἂν ἐρωτήσῃ τις ἀναλαβών τι τῶν
παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος
πρῶτον σιωπῇ — καὶ δικαίως τοῦτό γε·
ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγῳ —
ὡσεί τε προσέχων οὐδὲν οὐδʼ ἀκηκοὼς
ἔκρουσε πουλύπουν τινʼ ὁ δʼ ἐπρήσθη καὶ τοτʼ οὐ λαλῶν ὅλα
τὰ ῥήματʼ, ἀλλὰ συλλαβὴν ἀφελών, «ττάρων
βολῶν γένοιτʼ ἄν·» «ἡ δὲ κέστρα;» «κτὼ βολῶν·»
τοιαῦτʼ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι.
παραδεδειπνημένος, παῖδες, πάλαι
ΣΑΠΦΩ
διενεχθῆναι
ΦΙΛΑΔΕΛΦΟΙ
κατὰ πόλλʼ ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον
τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον
ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων.
ἡ μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους
φρόνησις οὖσα, διὰ τὸ λεπτῶς καὶ πυκνῶς
πάντʼ ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα
ὁρμᾶν προχείρως, ἡ δὲ διὰ τὸ μὴ σαφῶς
τί ποτʼ ἀφʼ ἑκάστου πράγματος συμβήσεται
διαλελογίσθαι δρᾷ τι καὶ νεανικὸν
καὶ θερμόν.
Ἄπολλον, ὡς δυσάρεστόν ἐστʼ ἀνιώμενος
ἄνθρωπος ἐφʼ ἅπασίν τε δυσχερῶς ἔχει.
ΦΙΛΕΤΑΙΡΟΣ
ἔχειν καθαρείως ἐγχελύδιόν τι καὶ
γλαυκινιδίου κεφάλαια καὶ λαβρακίου
τεμάχια.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ποδαπὸς σύ; φράσον. Β. Ἀκάνθιος. Α. εἶτα πρὸς θεῶν
οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ,
καὶ τοὔνομʼ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις
ἔχεις, τὰ δʼ ἤθη τῶν πολιτῶν οὐκ ἔχεις;
οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης
οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω
λύπην τινʼ. οὕτως ἐξελαύνει γὰρ σφόδρα
λῆρον ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν.
ὁ συκάμινος συκάμινʼ, ὁρᾷς, φέρει,
ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα,
κράνεια μέσπιλα.
ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ,
τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν.
ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί,
Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι.
ἐνῆν ἄρʼ, ὡς ἔοικε, κἀν οἴνῳ λόγος,
ἔνιοι δʼ ὕδωρ πίνοντές εἰσʼ ἀβέλτεροι.
ὅστις γὰρ ὀμνύοντι μηδὲν πείθεται,
αὐτὸς ἐπιορκεῖν ῥᾳδίως ἐπίσταται.
πίνουσʼ ἑκάστης ἡμέρας διʼ ἡμέρας.
οὐκ ἔστι κρεῖττον τοῦ σιωπᾶν οὐδὲ ἕν.
ὅπου τις ἀλγεῖ, κεῖσε καὶ τὸν νοῦν ἔχει.
οὐχ ὑποστρώσεις ποτὲ
τρίκλινον;
διαπαρθένια δῶρα
παρακόμους
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
πυξίον