eul_wid: vue-aa
Ἀποσπάσματα περὶ τῆς Περσικῆς ἹστορίαςFragments on Persian History
John of Epiphania Fragments on Persian History PDF
| t1 | Περὶ τῆς τοῦ νέου Χοσρόου προσχωρήσεως πρὸς Μαυρίκιον τὸν Ῥωμαίων αὐτοκράτορα ΙΣΤΟΡΙΩΝ ΤΟΜΟΣ Α. 1. |
| 1 [45] | Τὰ μὲν ὅσα Ῥωμαῖοί τε καὶ Μῆδοι πολεμοῦντες ἀλλήλοις ἔπαθόν τε καὶ ἔδρασαν κατὰ τὴν Ἰουστινιανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος βασιλείαν, ( * ) γέγραπται Ἀγαθίᾳ τῷ Μυριναίῳ ἀνδρὶ τοῖς ἐν Βυζαντίῳ ῥήτορσι καταλεγέντι διαφανῶς, καὶ μετά γε Προκόπιον τὸν Καισαρέα τὰ πρὸς τοὺς βαρβάρους πραχθέντα ἀναγράψαντι. Μεγίστου δὲ ὄντος ὧν ἀκοῇ ἴσμεν, αὐτὸν βασιλέα Περσῶν φυγάδα τῆς οἰκείας γενόμενον, τῆς τε ἀρχῆς ἐκπεπτωκότα, τῇ Ῥωμαίων προσχωρῆσαι πολιτείᾳ, Μαυρικίου βασιλέως δεόμενον συμμαχίαν οἱ ἐπιδοῦναι καὶ ἐς τὴν βασιλείαν καταγαγεῖν, τοῦτο ἔρχομαι λέξων, οὐ λόγου περιουσίᾳ τεθαρρηκὼς οὐδέ γε πρότερον ... ( ** ), ἀλλ’ ὡς ἂν μὴ πρᾶγμα τηλικοῦτον τοῖς ἔπειτα γενησομένοις ἀδιαβόητον καταλειφθείη· ἐπεὶ καὶ τὰ μέγιστα τῶν ἔργων, εἰ μή πως ἄρα διὰ τῶν λόγων φυλαχθείη καὶ τῇ μνήμῃ παραδοθείη, τῷ τῆς σιωπῆς ἀποσβέννυται σκότει. Παρέχουσι γὰρ οἱ λόγοι τὸ ζῆν καὶ διαφθειρομένοις τοῖς πράγμασιν. Ἔπειτα δὲ καί τισι τῶν γεγενημένων παρατυχὼν, αὐτῷ τε Χοσρόῃ τῷ νέῳ ἐς λόγους ἐλθὼν καὶ τῶν ἄλλων Μήδων τοῖς μάλιστα ἀξιολογωτάτοις (καὶ γάρ με συμβέβηκε πρότερον μὲν Γρηγορίῳ τῷ τῆς Ἀντιοχέων πόλεως ἀρχιερεῖ σύμβουλον ὄντα, ἅμα αὐτῷ τὴν πρὸς ἐκείνους ὁμιλίαν πολλάκις ποιήσασθαι· χρόνῳ δὲ ὕστερον μετὰ τὴν τοῦ πολέμου τελευτὴν καὶ ἐς τὴν Περσῶν ἀφικέσθαι γῆν, Γεωργίῳ συνεσβαλόντα τὴν τῶν γενομένων ὁμοφροσύνην ποιουμένῳ), οὐκ ἄτοπον ἡγησάμην καθ’ ὅσον δ’ ἂν οἷός τε ὦ, τοῖς οὐκ εἰδόσι τὰ περὶ τούτων διηγήσασθαι. Ἀναγκαῖον δὲ ὂν τῆς τῶν ἑπομένων γνώσεως ἕνεκα, ἀκριβῶς εἰδέναι καὶ τὰ καίρια τῶν προγεγενημένων, οὐχ ἥκιστα δὲ τὰ ἐς τὴν ἐπανάστασιν τὴν Ὁρμίσδᾳ τῷ Χοσρόου πατρὶ γεγενημένην, τῶν ἔμπροσθέν μοι δοκεῖ διὰ βραχέων μνημονεύσαντα πρότερον, οὕτω καὶ ἐπὶ τὸν ἄλλον ἀφικέσθαι λόγον· ὡς τοὺς μὲν εἰδότας ὑπομνησθῆναι τῶν κεκινημένων, τοὺς δὲ μηδ’ ὅλως ἀκηκοότας τὰς ἀφορμὰς ἔχειν εἰδέναι σαφῶς ἀφ’ ὧν τὰ μετὰ ταῦτα πραχθέντα γεγόνασιν. 2. Ἐπεὶ γὰρ Ἰουστινιανὸς βασιλεὺς ἐννέα καὶ τριάκοντα τοῖς πᾶσιν ἔτεσι Ῥωμαίων ἄρξας ἐτελεύτα τὸν βίον, τοῦ χρόνου τὸ πέρας ἐν εἰρήνῃ βιώσας πρός τε τοὺς ἄλλους καὶ Μήδου αὐτοὺς, τήν τε Ῥωμαίων διεδέξατο βασιλείαν Ἰουστῖνος ὁ νέος, ἀδελφιδοῦς αὐτῷ γεγονὼς, λυθεισῶν τῶν πρὸς ἀλλήλους Ῥωμαίοις τε καὶ Μήδοις ἔμπροσθεν γεγενημένων σπονδῶν, ἃς Ἰουστινιανὸς πρὸς Χοσρόην τὸν Καβάδου, Περσῶν βασιλέα, ἐπὶ χρόνους πεντήκοντα πέντε πεποίητο, μέγαν πόλεμον κεκινήκασι πρὸς ἀλλήλους, ἀρχθέντα μὲν ἤδη κατὰ τὸ ἕβδομον ἔτος τῆς Ἰουστίνου βασιλείας, ἐς εἴκοσι δὲ χρόνους ἐπεκτανθέντα, καὶ τὸ πέρας δεξάμενον τῷ ἐννάτῳ τῆς βασιλείας ἐνιαυτῷ τοῦ Ῥωμαίων αὐτοκράτορος Μαυρικίου. |
| 1 (50) [105] | Τὰς μὲν οὖν αἰτίας τῆς τῶν γενῶν φιλονεικίας ἀλλήλοις ἐπῆγον· Ῥωμαῖοι μὲν χαλεπῶς φέροντες, ὅτι τοὺς Ὁμηρίτας (Ἰνδικὸν δὲ τὸ γένος καὶ σφίσιν αὐτοῖς σύμμαχόν τε καὶ ὑπήκοον) ἀποστῆσαι Μῆδοι διενοήθησαν, μηδαμῶς δὲ ἑλομένων ἐκείνων, ἔφοδον κατ’ αὐτῶν ἐποιήσαντο τοῦ χρόνου τῶν σπονδῶν ἐνισταμένου· πρὸς τούτοις δὲ, ὅτι καὶ Τούρκων πρὸς Ῥωμαίους ...βευσαμένων, Ἰουστίνου δὲ βασιλέως τὴν πρεσβείαν προσιεμένου, καὶ Ζήμαρχον, ἄνδρα τῆς συγκλήτου βουλῆς, σὺν ἐκείνοις ἐκπέμψαντος, Πέρσαι τοὺς Ἀλανοὺς χρήμασι διαφθεῖραι βουληθέντες, δι’ ὧν ἐκεῖνοι τὴν πορείαν ἔμελλον ποιήσασθαι, τόν τε Ζήμαρχον καὶ τοὺς σὺν αὐτῷ Ῥωμαίους τε καὶ Τούρκους ἐκποδὼν γενέσθαι διεσπούδαζον. Τὸν ὅμοιον δὲ τρόπον ἀντεπῆγον καὶ Μῆδοι, τοῦ πολέμου τὰς ἀφορμὰς ἐπικαλοῦντες Ῥωμαίοις, ὅτι τοὺς Ἀρμενίους, ὑποφόρους σφίσιν ὄντας, ἐς ἐπανάστασίν τε ἑωρακότας, καὶ τὸν ἄρχοντα σφῶν Σουρήνην τοὔνομα διαχρησαμένους, τῇ τε Ῥωμαίων ἀρχῇ προσχωρήσαντας, ἐν σπονδαῖς ὑπεδέξαντό τε καὶ τῆς οἰκείας αὐτοῖς μεταδεδώκασι συμμαχίας. Οὐχ ἥκιστα δὲ τὸ φιλόνεικον αὐτοῖς ἐπὶ πλέον ηὐξήθη (εἴ τις ἄρα τὴν ἀφανεστάτην αἰτίαν, ἀληθῆ δὲ ὅμως, μαθεῖν ἐθελήσῃ), ὅτι δὴ ὁ βασιλεὺς Ἰουστῖνος οὐδαμῆ ἠξίου, χρυσίου λίτρας πεντακοσίας, ἐφ’ αἷς ἔμπροσθεν γεγόνασιν αἱ σπονδαὶ, παρέχειν Μήδοις εἰς ἕκαστον ἔτος, καὶ τὴν Ῥωμαίων πολιτείαν Πέρσαις ὑπόφορον ἐς ἀεὶ καταστήσασθαι. 3. Τοῦ χρόνου τοίνυν ἐς πέρας ἀχθέντος, ὑπὲρ οὗ τὰ χρήματα κατὰ τὰ πάλαι συγκείμενα Χοσρόης ὁ Περσῶν ἐκεκόμιστο βασιλεύς (καὶ γὰρ ἐδόκει κατὰ ταὐτὸν τὸ τῆς δεκαετίας ποσὸν ἐπιδίδοσθαι), μηδενός τε τὸ λοιπὸν ἐς σύμβασιν ὁμιληθέντος, Ἰουστῖνος ὁ Ῥωμαίων βασιλεὺς ἐς τὴν ἑώαν κατὰ τάχος ἐκπέμπει Μαρκιανὸν στρατηγὸν, ἐν τοῖς πατρικίοις τῆς συγκλήτου βουλῆς τεταγμένον, αὐτῷ τε πρὸς γένος συνημμένον, τῶν τε πολεμικῶν κινδύνων οὐκ ἄπειρον, καὶ ἄλλως ἀνδρεῖον ὄντα τε καὶ δοκοῦντα. Διαβὰς δὲ τὸν Εὐφράτην ὁ Μαρκιανὸς, καὶ κατὰ τὴν Ὀσροηνὴν γεγονὼς, ἤδη τοῦ θέρους παρ, καὶ τῶν βαρβάρων τέως οὐδὲν προειδομένων πολέμιον, τρισχιλίους ὁπλίτας κατὰ τὴν Ἀρζανηνὴν οὕτω καλουμένην ἐκπέμπει μοῖραν, ἡγεμόνας ἐπιστήσας αὐτοῖς Θεόδωρόν τε καὶ Σέργιον, ἐκ τοῦ Ῥάβδιος τὸ γένος ἕλκοντας, Ἰουβεντῖνόν τε, τῶν ἐν Χαλκίδι ταγμάτων ἡγούμενον. Ἐμβαλόντες οὖν ἐξαπίνης τὴν Περσῶν δῃοῦσι γῆν καὶ λείαν ἱκανὴν κομισάμενοι ὡς τάχιστα ἐπανίασι. Μετὰ δὲ τὴν τοῦ χειμῶνος ὥραν Μαρκιανοῦ τὰς δυνάμεις αὖθις συναγείραντος, ἔκ τε τοῦ Δάρας ὁρμηθέντος, καὶ τῶν βαρβάρων τῆς Νισίβεως πόλεως ἔμπροσθεν ὑπαντιασάντων, στρατηγοῦντος αὐτοῖς Βαραμάνου, ὃς τῶν ἐκεῖσε ταγμάτων ἄρχειν ἐτέτακτο, μάχην ἰσχυρὰν γενέσθαι συμβέβηκε, Σαργαθὼν, οὕτω προσαγορευομένου Περσικοῦ χωρίου, πλησίον, ἐν ᾗπερ ἀνὰ κράτος Ῥωμαῖοι τοὺς βαρβάρους τρεψάμενοι, πολλοὺς δὲ καταβαλόντες, ἀπόπειραν μὲν τοῦ Θηβηθὼν ἐποιήσαντο φρουρίου, δέκα τὰς πάσας ἡμέρας αὐτόσε διατρίψαντες. |
| 1 (100) [145] | Τοῦτο δὲ μηδαμῶς ἑλεῖν δυνηθέντες, αὖθις κατὰ τὸ Δάρας ἐπανίασι πόλισμα, ἔτι τοῦ ἦρος ἀκμάζοντος, καὶ εἰς τὴν πολεμίαν αὖθις ἐμβάλλουσι γῆν, γνώμῃ τε βασιλέως Ἰουστίνου Νίσιβιν πολιορκεῖν διεγνώκασιν. 4. Στρατοπεδευομένων δὲ αὐτῶν τῆς πόλεως πλησίον, βασιλεὺς Χοσρόης ἄρας ἐκ Βαβυλῶνος ἅμα τῷ τῶν Μήδων στρατῷ, καὶ Τίγριν ποταμὸν διαβὰς, τήν τε πορείαν διὰ τῆς ἐρήμου γῆς ποιούμενος, ὡς μηδαμῆ Ῥωμαίοις ἔκπυστος ἡ τοῦ βασιλέως γένοιτο κίνησις, ἐπειδὴ πλησίον Ἀμβαρὼν Περσικοῦ γέγονεν φρουρίου (ἀφειστήκει δὲ τοῦτο πόλεως Κιρκησίου ὁδὸν ἡμερῶν πέντε), τὸν μὲν Ἀδααρμάνην, οὕτω καλούμενον στρατηγὸν, αὐτόσε που τὸν Εὐφράτην περαιωθέντα, κατὰ τάχος ἐκπέμπει, Δῃώσοντα γῆν, χιλιάδας ἓξ αὐτῷ παρασχόμενος Μήδων τε καὶ τῶν νομάδων βαρβάρων· αὐτὸς δὲ τὸν Ἀβόρραν τοῖς τὴν Νίσιβιν πολιορκοῦσι Ῥωμαίοις ἠπείγετο. Ὁ μὲν οὖν Ἀδααρμάνης Κιρκησίου πόλεως πλησίον τὸν Εὐφράτην διαβὰς τὰ Ῥωμαίων προενόμευε πράγματα, κωλύοντος οὐδενός. Ὑπὸ γὰρ τῆς προλαβούσης εἰρήνης καὶ ἡσυχίας, ἧς ἱκανῶς ἐπὶ τῆς Ἰουστινιανοῦ βασιλείας ἀπολελαύκασιν, ἐξελέλυτο μὲν αὐτοῖς ἡ τῶν πολεμικῶν παρασκευὴ, τὸ δὲ ἀνδρεῖον τελέως διέφθαρτο. Μηδενὸς οὖν ἐς χεῖρας ἰέναι τοῖς βαρβάροις θαρρήσαντος, Ἀδααρμάνης ἄγχιστα πόλεως Ἀντιοχείας γεγονὼς, τούς τε παρακειμένους τῇ πόλει τόπους τε καὶ ἀγροὺς διαφθείρας, ἐπὶ τὴν Κοίλην ἐλαύνει Συρίαν. Ἀπαμείας δὲ πόλεως μεγάλης οὐ πόρρωθεν στρατοπεδευσάμενος, τῶν τε πολιτῶν πρεσβευσαμένων καὶ περιελθὼν καὶ τὴν πόλιν ἀπαθῆ διαφυλάττειν ἐπαγγειλάμενος, ἐπειδὴ ταύτης ἐντὸς ἐγεγόνει, διαρπάζουσι μὲν οἱ Μῆδοι τὰ πράγματα, καὶ τοὺς ἐνοικοῦντας ἀνδραποδίσαντες, τήν τε πόλιν ἅπασαν πυρὶ παραδόντες, ὡς τάχιστα ἐς τὴν οἰκείαν ἐπανίασι γῆν. Τούτων δὲ οὕτω πραχθέντων, βασιλεὺς Ἰουστῖνος Ἀκάκιον ἐκπέμψας (Ἀρχελάου δὲ τοῦτον Ῥωμαῖοι προσονομάζειν εἰώθεσαν) Μαρκιανὸν ἔτι Νίσιβιν πολιορκοῦντα παρέλυσε τῆς ἀρχῆς, ὑποτοπήσας αὐτὸν ἐθελοκακεῖν, ἐς τὴν τῆς πόλεως κατοχὴν οὐδενὸς γεγονότος. 5. Τῶν δὲ Ῥωμαίων ὑπαναχωρησάντων, ἔς τε φρούριον ἐν ὄρει κείμενον ἀφικομένων, Μάρδης ὑπὸ τῶν ἐνοικούντων ὀνομαζόμενον, βασιλεὺς Χοσρόης ἐξαπίνης . |
| 1 (150) [195] | .... πολιορκίαν καθίστησιν ἑαυτὸν .... καὶ τὸ τῆς πόλεως ὕδωρ με....φους τε μεγάλους παροικοδομήσας τῷ τείχει καὶ τοῖς ἐμβόλοις χρησάμενος μηχανήμασιν, ἐπειδὴ μηδὲν ἔξωθεν ἐς ἐπικουρίαν γέγονε τῶν ἐνοικούντων, αἱρεῖ τὴν πόλιν, βίᾳ τῶν Μήδων ἐπιβάντων τοῦ τείχους. Πᾶσάν τε αὐτὴν ληισάμενος, καὶ τούς τε ἄλλους ἀνδραποδίσας, ἔτι δὲ καὶ Ἰωάννην τὸν Τιμοστράτου παῖδα, δυνάμει τε καὶ ἀξιώσει προὔχοντα, καὶ τὴν τῆς πόλεως ἀρχὴν καὶ διοίκησιν ἀναδεδεγμένον, φρουράν τε τὴν ἀποχρῶσαν καταλιπὼν, ἀπεχώρησεν ἐπ’ οἴκου, Ῥωμαίων ἔτι ἐς τὸ Μάρδης φρούριον διαιτωμένων, Μάγνου τε, ὃς τῶν βασιλικῶν ἐπετρόπευε χρημάτων, καὶ τοῦ παντὸς τὴν ἡγεμονίαν ἐπεπίστευτο. Ἡμέραις δὲ ὕστερον οὐ πολλαῖς βασιλεὺς Ἰουστῖνος, ἐξαπίνης νόσου τῷ σώματι προσγενομένης, περὶ τοῦ παντὸς δεδιὼς, ἀνακωχὴν τοῦ παρόντος ἔτους πρὸς Πέρσας ἐποιήσατο. Τῆς νόσου δὲ αὐτῷ παρενοχλούσης, Τιβέριον, ὃς τῶν βασιλέως ἦρχε σωματοφυλάκων (κόμητα δὲ τοῦτον ἐξκουβιτόρων Ῥωμαῖοι καλοῦσιν), υἱὸν ἀνειπὼν τῆς βασιλείας κοινωνὸν αἱρεῖται, Καίσαρα τοῦτον ἀναγορεύσας, τάς τε τῆς ἀρχῆς φροντίδας αὐτῷ παραδίδωσιν. Ὅπερ ἁπάντων τῶν ὑπὸ Ἰουστίνου πραχθέντων παρὰ τὸν τῆς βασιλείας χρόνον ἄριστόν τε καὶ ἐς τὰ μάλιστα σωτήριον βουλευθὲν, πλείστων αἴτιον ἀγαθῶν τοῖς Ῥωμαίων γέγονε πράγμασι. Βουλευομένῳ δὲ Τιβερίῳ τὰ παρόντα ἐρρωμένως ἐδόκει τῶν πραγμάτων ἀντιλαβέσθαι, μὴ καί τι ἕτερον ἀνήκεστον γένηται ..... σώζειν, καὶ τὰς ὁρμὰς ..ρξ.. δὲ ταύτῃ δοκούντων, πρότερον ...εικὲς Θεόδωρον τῶν ἐν Ἀρμενίᾳ πραγμάτων ἡγησάμενον, πολλάς τε καὶ ἑτέρας οὐκ ἀφανεῖς ἀρχὰς διοικησάμενον, λόγου τε ἱκανῶς μετέχοντα καὶ τὸ δέον συνιδεῖν εὖ μάλα δεδυνημένον, ὡς τοὺς βαρβάρους ἐκπέμπει, κατὰ τοῦτο δὴ τὸ νενομισμένον τά τε ἀμφ’ αὐτὸν πραχθέντα δηλῶν, καὶ τὸν Χοσρόην ἐς διαλλαγὰς προτρέπων ἰέναι. Μικρῷ δὲ ὕστερον καὶ ἐς τὴν ἑώαν ὡσαύτως ἐκπέμπει κατὰ τάχος Ἰουστινιανὸν τοῦ Γερμανοῦ παῖδα, τοῖς πατρικίοις τῆς συγκλήτου βουλῆς ἐγκαταλελεγμένον, ἐπιτρέψας αὐτῷ τὴν ὅλην τοῦ πολέμου διοίκησιν, ἄνδρα τοῖς πολεμικοῖς ἀγῶσιν ἐντραφέντα, ἡλικίας δὲ ἐς τοῦτο ἥκοντα, ὡς μήτε διὰ νεότητος προπετείᾳ, μήτε διὰ γήρως ἀσθενείᾳ τι σφαλῆναι. Ἰουστινιανὸς μὲν οὖν κατὰ τὴν ἑώαν ὡς τάχιστα ἀφικόμενος, τῆς τῶν στρατιωτῶν εὐκοσμίας τε καὶ τάξεως ἐπεμελεῖτο. Τιβέριος δὲ ὁ Καῖσαρ στρατιὰν οὐκ ὀλίγην κατὰ σπουδὴν ἐκπέμπει, καὶ διὰ παντὸς ἐς τὴν τοῦ πολέμου παρασκευὴν ἐπονεῖτο, χρημάτων μὲν ἄπειρον ἀριθμὸν διανέμων, στρατιωτῶν δὲ τὸ κράτιστόν τε καὶ μαχιμώτατον ἐν τοῖς ἔθνεσι συναγείρων, καὶ πάντα λίαν ἐπιμελῶς ἐς τὸν ἐπείγοντα πόλεμον διανοούμενος. |
| 1 (200) [205] | Οὕτω δὲ τούτων προϊόντων, καὶ τοῦ καιροῦ τῆς ἐς ὀλίγον γεγενημένης ἀνακωχῆς περαιωθέντος, Πέρσαι μὲν κατὰ τὸ Δάρας ἑαυτοὺς συναγείραντες Κωνσταντίνης πόλεως ἀφικνοῦνται πλησίον, τοῦ Δάρας ἀφεστώσης ἐς δυόμενον ἥλιον σταδίοις ἐννενήκοντα καὶ τετρακοσίοις. |