eul_wid: ovu-aa
Περὶ Δογμάτων ἈπολείμματαOn Doctrines, Remnants
Aetius the Doxographer On Doctrines, Remnants PDF
| 275 (1t) | Περὶ ἀρχῶν καὶ στοιχείων. Οἱ μὲν οὖν περὶ Ἀριστοτέλην καὶ Πλάτωνα διαφέρειν ἡγοῦνται ἀρχὴν καὶ στοιχεῖα. Θαλῆς δ’ ὁ Μιλήσιος ταὐτὸν νομίζει ἀρχὴν καὶ στοιχεῖα ... ............ ... ἐστι σύνθετα, τὰς δὲ ἀρχάς φαμεν εἶναι οὔτε συνθέτους οὔτε ἀποτελέσματα· οἷον στοιχεῖα μὲν καλοῦμεν γῆν ὕδωρ ἀέρα πῦρ, ἀρχὰς δὲ λέγομεν διὰ τὸ οὐδὲν ἔχειν πρότερον ἐξ οὗ γεννᾶται, ἐπεὶ οὐκ ἔσται ἀρχὴ 〈τοῦτο〉, ἀλλ’ ἐκεῖνο ἐξ οὗ γεννᾶται. τῆς δὲ γῆς καὶ τοῦ ὕδατός ἐστί τινα πρότερον ἐξ ὧν γέγονεν, ὕλη ἄμορφος καὶ ἀνείδεος ......... 〈Περὶ ἀρχῶν. |
| 276 (1t) | 〉 Θαλῆς ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀπεφήνατο τὸ ὕδωρ, ἐξ ὕδατος γάρ φησι πάντα εἶναι καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι. στοχάζεται δὲ πρῶτον ἐκ τούτου, ὅτι πάντων τῶν ζῴων ἡ γονὴ ἀρχή ἐστιν ὑγρὰ οὖσα. οὕτως εἰκὸς καὶ τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. δεύτερον, 〈ὅτι〉 πάντα φυτὰ ὑγρῷ τρέφεται καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ ξηραίνεται. τρίτον, ὅτι καὶ αὐτὸ τὸ πῦρ τὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέφεται καὶ αὐτὸς ὁ κόσμος. ὠκεανός θ’ ὅσπερ γένεσις πάντεσσι τέτυκται. |
| 277 | Ἀναξίμανδρος δὲ Πραξιάδου Μιλήσιός φησι τῶν ὄντων ἀρχὴν εἶναι τὸ ἄπειρον· ἐκ γὰρ τούτου πάντα γίγνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι. διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους καὶ πάλιν φθείρεσθαι εἰς τὸ ἐξ οὗ * γίγνεται * . λέγει γοῦν διότι ἀπέραντόν ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ γένεσις ἡ ὑφισταμένη. ἁμαρτάνει δὲ μὴ λέγων τί ἐστι τὸ ἄπειρον. |
| 278 | τὸ δ’ ἄπειρον οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν· οὐ δύναται δ’ ἡ ὕλη εἶναι ἐνέργεια, ἐὰν μὴ τὸ ποιοῦν ὑποκέηται. Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀέρα ἀπεφήνατο, ἐκ γὰρ τούτου πάντα γίγνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι. οἷον ἡ ψυχή, φησίν, ἡ ἡμετέρα ἀὴρ οὖσα συγκρατεῖ ἡμᾶς, καὶ ὅλον τὸν κόσμον πνεῦμα καὶ ἀὴρ περιέχει. λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα. ἁμαρτάνει δὲ ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷα· ἀδύνατον γὰρ ἀρχὴν μίαν [ἢ] τὴν ὕλην τῶν ὄντων ὑποστῆναι, ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ ὑποτιθέναι· οἷον ἄργυρος οὐκ ἀρκεῖ πρὸς τὸ ἔκπωμα γενέσθαι, ἐὰν μὴ τὸ ποιοῦν ᾖ, τουτέστιν ὁ ἀργυροκόπος. Ἀναξαγόρας Ἡγησιβούλου ὁ Κλαζομένιος ἀρχὰς τῶν ὄντων τὰς ὁμοιομερείας ἀπεφήνατο. |
| 279 | τροφὴν γοῦν προσφερόμεθα μονοειδῆ, ἄρτον καὶ ὕδωρ, καὶ ἐκ ταύτης τρέφεται φλὲψ ἀρτηρία σὰρξ νεῦρα ὀστᾶ καὶ τὰ λοιπὰ μόρια. τούτων οὖν γιγνομένων ὁμολογητέον, ὅτι ἐν τῇ τροφῇ τῇ προσφερομένῃ πάντα ἐστὶ τὰ ὄντα, καὶ ἐκ τῶν ὄντων πάντα αὔξεται .......... ............ ............ ............ ............ ............ ............ ....... ἐν τούτῳ οὖν ἐστι λόγῳ θεωρητὰ μόρια ..... τὰ μέρη εἶναι ἐν τῇ τροφῇ τοῖς γεννωμένοις, ὁμοιομερείας αὐτὰ ἐκάλεσε καὶ ἀρχὰς τῶν ὄντων· καὶ τὰς μὲν ὁμοιομερείας ὕλην, τὸ δὲ ποιοῦν αἴτιον νοῦν τὸν πάντα διαταξάμενον. |
| 280 | Ἀρχέλαος ἀέρα ἄπειρον, καὶ τὴν περὶ αὐτὸν πυκνότητα καὶ μάνωσιν. τούτων δὲ τὸ μὲν εἶναι πῦρ τὸ δ’ ὕδωρ. Οὗτοι μὲν οὖν ἐφεξῆς ἀλλήλοις ταῖς διαδοχαῖς γενόμενοι τὴν Ἰωνικὴν ἐκπληροῦσι φιλοσοφίαν, οὕτω προσαγορευθεῖσαν διότι Μιλήσιος αὐτῆς κατῆρξεν ἀνὴρ ὁ Θαλῆς ἀπὸ τῆς τῶν Ἰώνων μητροπόλεως. Πυθαγόρας Μνησάρχου Σάμιος πρῶτος φιλοσοφίαν τούτῳ τῷ ῥήματι προσαγορεύσας, ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας τὰς ἐν τούτοις, ἅς τινας ἁρμονίας καλεῖ, τὰ 〈δ’〉 ἐξ ἀμφοτέρων σύνθετα στοιχεῖα. |
| 281 | πάλιν δὲ τὴν μονάδα καὶ τὴν ἀόριστον δυάδα ἐν ταῖς ἀρχαῖς. σπεύδει δὲ αὐτῷ τῶν ἀρχῶν ἡ μὲν ἐπὶ τὸ ποιητικὸν αἴτιον καὶ ἀίδιον, ὅπερ ἐστὶ νοῦς ὁ θεός· ἡ δὲ ἐπὶ τὸ παθητικόν τε καὶ ὑλικόν, ὅπερ ἐστὶν ὁ ὁρατὸς κόσμος. εἶναι δὲ τὴν φύσιν 〈τοῦ ἀριθμοῦ〉 δεκάδα· μέχρι γὰρ τῶν δέκα πάντες ἀριθμοῦσιν, ἐφ’ ἃ ἐλθόντες πάλιν ἀναποδοῦσιν ἐπὶ τὴν μονάδα. καὶ τῶν δέκα πάλιν, φησίν, ἡ δύναμίς ἐστιν ἐν τοῖς τέτταρσιν. ἐκ γὰρ τῆς τετράδος καὶ τῶν αὐτῆς μερῶν ἀναπληροῦται· ἐὰν δ’ ὑπερβάλῃ τὸν τῆς τετράδος, καὶ τῶν δέκα ὑπερεκπεσεῖται. διὸ καὶ ἐπεφθέγγοντο οἱ Πυθαγόρειοι ὡς μεγίστου 〈ὅρκου〉 ὄντος τῆς τετράδος· οὐ μὰ τὸν ἁμετέρᾳ κεφαλᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσεως ῥιζώματ’ ἔχουσαν. |
| 283 | Φιλόλαος ὁ Πυθαγόρειος τὸ πέρας καὶ τὸ ἄπειρον. Ἡράκλειτος καὶ Ἵππασος ἀρχὴν τῶν ἁπάντων τὸ πῦρ. ἐκ πυρὸς γὰρ τὰ πάντα καὶ εἰς πῦρ πάντα τελευτᾷ. |
| 284 | πρῶτον μὲν γὰρ τὸ παχυμερέστερον αὐτοῦ εἰς αὑτὸ συστελλόμενον γίγνεται γῆ, ἔπειτα ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δὲ ἀέρα γίγνεσθαι. πάλιν δὲ τὸν κόσμον καὶ τὰ σώματα πάντα ὑπὸ τοῦ πυρὸς ἀναλοῦσθαι ἐν τῇ ἐκπυρώσει. Ξενοφάνης ἀρχὴν τῶν πάντων εἶναι τὴν γῆν. γράφει γὰρ ἐν τῷ Περὶ φύσεως· ἐκ γῆς γὰρ τὰ πάντα καὶ εἰς γῆν τὰ πάντα τελευτᾷ. Λεύκιππος Μιλήσιος ἀρχὰς καὶ στοιχεῖα τὸ πλῆρες καὶ τὸ κενόν. |
| 285 | Δημόκριτος τὰ ναστὰ καὶ κενά. Μητρόδωρος Θεοκρίτου Χῖος τὰ ἀδιαίρετα καὶ τὸ κενόν. Ἐπίκουρος ἀρχὰς εἶναι τῶν ὄντων σώματα λόγῳ θεωρητά, ἀμέτοχα κενοῦ, ἀγένητα, ἀδιάφθαρτα, [τὰ] οὔτε θραυσθῆναι δυνάμενα οὔτε ἀλλοιωθῆναι. εἴρηται δὲ ἄτομος οὐχ ὅτι ἐστὶν ἐλαχίστη, ἀλλ’ ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ. |
| 286 | Ἔκφαντος Συρακούσιος εἷς τῶν Πυθαγορείων πάντων τὰ ἀδιαίρετα σώματα καὶ τὸ κενόν. τὰς γὰρ Πυθαγορικὰς μονάδας οὗτος πρῶτος ἀπεφήνατο σωματικάς. Πλάτων Ἀρίστωνος τρεῖς ἀρχάς, τὸν θεὸν τὴν ὕλην τὴν ἰδέαν, ὑφ’ οὗ ἐξ οὗ πρὸς ὅ. |
| 288 | ὁ δὲ θεὸς νοῦς ἐστι τοῦ κόσμου, ἡ δὲ ὕλη τὸ ὑποκείμενον γενέσει καὶ φθορᾷ, ἰδέα δὲ οὐσία ἀσώματος ἐν τοῖς νοήμασι καὶ ταῖς φαντασίαις τοῦ θεοῦ. Ἀριστοτέλης Νικομάχου Σταγειρίτης ἀρχὰς μὲν εἶδος ὕλην στέρησιν· στοιχεῖα δὲ τέσσαρα, πέμπτον δέ τι σῶμα τὸ αἰθέριον, ἀμετάβλητον· στοιχεῖα δὲ τῶν γενητῶν κατὰ μὲν τὰς δυνάμεις θερμὸν ψυχρὸν ὑγρὸν ξηρόν, κατὰ δὲ τὰς οὐσίας, ἐν αἷς καὶ περὶ ἃς ὑπάρχουσιν αὗται, τὰ τέσσαρα. Ξενοκράτης συνεστάναι τὸ πᾶν ἐκ τοῦ ἑνὸς καὶ τοῦ ἀενάου, ἀέναον τὴν ὕλην αἰνιττόμενος διὰ τοῦ πλήθους. Στράτων στοιχεῖα 〈θερμὸν〉 καὶ ψυχρόν. Ζήνων Μνασαίου Κιτιεὺς ἀρχὰς τὸν θεὸν καὶ τὴν ὕλην, στοιχεῖα δὲ τέσσαρα. |
| 289 | Διογένης δὲ ὁ Ἀπολλωνιάτης ἀέρα ἄπειρον. Διόδωρος ἐπίκλην Κρόνος τὰ ἀμερῆ σώματα ἄπειρα, τὰ δ’ αὐτὰ λεγόμενα καὶ ἐλάχιστα, ἄπειρα μὲν κατ’ ἀριθμὸν ὡρισμένα δὲ κατὰ μέγεθος Εἰ ἓν τὸ πᾶν. |
| 291 (1t) | Οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ καὶ τὸ πᾶν ἔφασαν εἶναι τὸ σωματικόν. Ἐμπεδοκλῆς κόσμον ἕνα. οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον, ἀλλ’ ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ὕλην. Μητρόδωρος ὁ καθηγητὴς Ἐπικούρου φησὶν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἕνα στάχυν γενηθῆναι καὶ ἕνα κόσμον ἐν τῷ ἀπείρῳ. |
| 292 | ὅτι δὲ * ἄπειρος * κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι. εἰ γὰρ ὁ κόσμος πεπερασμένος, τὰ δ’ αἴτια πάντα ἄπειρα ἐξ ὧν ὅδε ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι. ὅπου γὰρ τὰ αἴτια * πάντα * , ἐκεῖ καὶ * ἀποτελέσματα. αἴτια δὲ ἤτοι αἱ ἄτομοι ἢ τὰ στοιχεῖα. Περὶ θεοῦ. |
| 301 | Θαλῆς νοῦν τοῦ κόσμου τὸν θεόν, τὸ δὲ πᾶν ἔμψυχον ἅμα καὶ δαιμόνων πλῆρες· διήκειν δὲ καὶ διὰ τοῦ στοιχειώδους ὑγροῦ δύναμιν θείαν κινητικὴν αὐτοῦ. |
| 302 | Ἀναξίμανδρος ἀπεφήνατο τοὺς ἀπείρους οὐρανοὺς θεούς. Ἀναξιμένης τὸν ἀέρα. δεῖ δ’ ὑπακούειν ἐπὶ τῶν οὕτως λεγομένων τὰς ἐνδιηκούσας τοῖς στοιχείοις ἢ τοῖς σώμασι δυνάμεις. Ἀρχέλαος ἀέρα καὶ νοῦν τὸν θεόν, οὐ μέντοι κοσμοποιὸν τὸν νοῦν. Ἀναξαγόρας νοῦν κοσμοποιὸν τὸν θεόν. Δημόκριτος νοῦν τὸν θεὸν ἐν πυρὶ σφαιροειδεῖ. Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν. Πυθαγόρας τῶν ἀρχῶν τὴν [μὲν] μονάδα θεὸν καὶ τἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς, καὶ τὴν ἀόριστον δυάδα καὶ τὸ κακόν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος. Ποσειδώνιος πνεῦμα νοερὸν καὶ πυρῶδες, οὐκ ἔχον μὲν μορφὴν μεταβάλλον δὲ εἰς ὃ βούλεται καὶ συνεξομοιούμενον πᾶσιν. |
| 303 | Σπεύσιππος τὸν νοῦν οὔτε τῷ ἑνὶ οὔτε τῷ ἀγαθῷ τὸν αὐτόν, ἰδιοφυῆ δέ. Κριτόλαος καὶ Διόδωρος ὁ Τύριος νοῦν ἀπ’ αἰθέρος ἀπαθοῦς. Ἡράκλειτος τὸ περιοδικὸν πῦρ ἀίδιον, εἱμαρμένην δὲ λόγον ἐκ τῆς ἐναντιοδρομίας δημιουργὸν τῶν ὄντων. Ζήνων ὁ Στωικὸς νοῦν κόσμου πύρινον. Μνήσαρχος τὸν κόσμον τὴν πρώτην οὐσίαν ἔχοντα ἀπὸ πνεύματος. Βόηθος τὸν αἰθέρα θεὸν ἀπεφήνατο. Παρμενίδης τὸ ἀκίνητον καὶ πεπερασμένον σφαιροειδές. Μέλισσος καὶ Ζήνων τὸ ἓν καὶ πᾶν, καὶ μόνον ἀίδιον καὶ ἄπειρον τὸ ἕν. καὶ τὸ μὲν ἓν τὴν ἀνάγκην, ὕλην δὲ αὐτῆς τὰ τέσσαρα στοιχεῖα, εἴδη δὲ τὸ νεῖκος καὶ τὴν φιλίαν. λέγει δὲ καὶ τὰ στοιχεῖα θεοὺς καὶ τὸ μῖγμα τούτων τὸν κόσμον. καὶ † προστ ἀναλυθήσεται τὸ μονοειδές καὶ θείας μὲν οἴεται τὰς ψυχάς, θείους δὲ καὶ τοὺς μετέχοντας αὐτῶν καθαροὺς καθαρῶς. Πολέμων τὸν κόσμον θεὸν ἀπεφήνατο. Ξενοκράτης Ἀγαθήνορος Καλχηδόνιος τὴν μονάδα καὶ τὴν δυάδα θεούς, τὴν μὲν ὡς ἄρρενα πατρὸς ἔχουσαν τάξιν ἐν οὐρανῷ βασιλεύουσαν, ἥντινα προσαγορεύει καὶ Ζῆνα καὶ περιττὸν καὶ νοῦν, ὅστις ἐστὶν αὐτῷ πρῶτος θεός· τὴν δ’ ὡς θήλειαν, μητρὸς θεῶν δίκην, τῆς ὑπὸ τὸν οὐρανὸν λήξεως ἡγουμένην, ἥτις ἐστὶν αὐτῷ ψυχὴ τοῦ παντός. |
| 304 | θεὸν δ’ εἶναι καὶ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας πυρώδεις ὀλυμπίους θεούς, καὶ ἑτέρους ὑποσελήνους δαίμονας ἀοράτους. ἀρέσκει δὲ καὶ αὐτῷ ................ καὶ ἐνδιήκειν τοῖς ὑλικοῖς στοιχείοις. τούτων δὲ τὴν μὲν ............... ἀειδῆ προσαγορεύει, τὴν δὲ διὰ τοῦ ὑγροῦ Ποσειδῶνα, τὴν δὲ διὰ τῆς γῆς φυτοσπόρον Δήμητρα. ταῦτα δὲ χορηγήσας τοῖς Στωικοῖς τὰ πρότερα παρὰ τοῦ Πλάτωνος μεταπέφρακεν. Πλάτων δὲ τὸ ἕν, τὸ μονοφυές, τὸ μοναδικόν, τὸ ὄντως ὄν, τἀγαθόν. πάντα δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει. νοῦς οὖν ὁ θεός, χωριστὸν εἶδος· τὸ δὲ χωριστὸν ἀκουέσθω τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ τῶν σωματικῶν συμπεπλεγμένον, μηδὲ τῷ παθητῷ τῆς φύσεως συμπαθές. τούτου δὲ πατρὸς καὶ ποιητοῦ τὰ ἄλλα θεῖα ἔκγονα νοητὰ μέν, ὅ τε νοητὸς λεγόμενος κόσμος *** , παραδείγματα δ’ ἐστὶ τοῦ ὁρατοῦ κόσμου, πρὸς δὲ τούτοις ἐναιθέριοί τινες δυνάμεις (λόγοι δ’ εἰσὶν ἀσώματοι) καὶ ἐναέριοι καὶ ἔνυδροι, αἰσθητὰ δὲ τοῦ πρώτου θεοῦ ἔκγονα ἥλιος σελήνη ἀστέρες γῆ καὶ ὁ περιέχων πάντα κόσμος. |
| 305 | Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος 〈χωριστόν〉, ὁμοίως Πλάτωνι, ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπ’ αὐτοῦ καλούμενον. οἱ Στωικοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνικόν, ὁδῷ βαδίζον ἐπὶ γενέσει κόσμου, ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους καθ’ οὓς ἅπαντα καθ’ εἱμαρμένην γίνεται, καὶ πνεῦμα μὲν ἐνδιῆκον δι’ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον * διὰ ὅλης τῆς ὕλης, δι’ ἧς κεχώρηκε, παραλλάξαν * . |
| 306 | θεοὺς δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν· ἀνωτάτω δὲ πάντων νοῦν ἐναιθέριον εἶναι θεόν. Ἐπίκουρο ς· ἀνθρωποειδεῖς μὲν τοὺς θεούς, λόγῳ δὲ πάντας θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως. ὁ δ’ αὐτὸς ἄλλας τέτταρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε, τὰ ἄτομα τὸ κενὸν τὸ ἄπειρον τὰς ὁμοιότητας· αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ στοιχεῖα. |
| 307 | Περὶ ὕλης. Ὕλη ἐστὶ τὸ ὑποκείμενον πάσῃ γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς. Οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρο υ , λέγω δὲ τοὺς μέχρι τῶν Στωικῶν καταβεβηκότας σὺν Ἡρακλείτ ῳ , τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ μεταβλητὴν καὶ ῥευστὴν ὅλην δι’ ὅλης τὴν ὕλην ἀπεφήναντο. |
| 308 | Οἱ ἀπὸ Δημοκρίτου ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενόν. Πλάτων τὴν ὕλην σωματοειδῆ ἄμορφον ἀνείδεον ἀσχημάτιστον ἄποιον ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει, δεξαμενὴν δὲ τῶν εἰδῶν καὶ οἷον τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γίγνεσθαι. Οἱ δὲ ὕδωρ λέγοντες ἢ πῦρ ἢ ἀέρα ἢ γῆν τὴν ὕλην, οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν ἀλλὰ σῶμα· οἱ δὲ τἀμερῆ καὶ τὰς ἀτόμους ἄμορφον. Οἱ Στωικοὶ σῶμα τὴν ὕλην ἀποφαίνονται. Περὶ ἰδέας. Ἰδέα ἐστὶν οὐσία ἀσώματος, αἰτία τῶν οἵα ἐστὶν αὐτή, καὶ παράδειγμα τῆς τῶν κατὰ φύσιν ἐχόντων αἰσθητῶν ὑποστάσεως, αὐτὴ μὲν ὑφεστῶσα καθ’ ἑαυτήν, ἐνεικονίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γινομένη τῆς τούτων διατάξεως, πατρὸς ἐπέχουσα τοῖς αἰσθητοῖς τάξιν. |
| 309 | Πυθαγόρας τὰ λεγόμενα εἴδη καὶ τὰς ἰδέας ἐν τοῖς ἀριθμοῖς καὶ ταῖς ἁρμονίαις αὐτῶν καὶ τοῖς καλουμένοις γεωμετρικοῖς ἐτίθετο ἀχώριστα τῶν σωμάτων. Περὶ αἰτίων. Αἴτιόν ἐστι δι’ ὃ τὸ ἀποτέλεσμα ἢ δι’ ὃ συμβαίνει τι. ἀρκεῖ γὰρ ὑπογραφικῶς. Πλάτων τριχῶς τὸ αἴτιον, ὑφ’ οὗ ἐξ οὗ πρὸς ὅ· κυριώτατον δ’ ἡγεῖται τὸ ὑφ’ οὗ, τοῦτο δ’ ἦν τὸ ποιοῦν. Πυθαγόρας τὰ μὲν πρῶτα αἴτια ἀσώματα, τὰ δὲ κατὰ μετοχὴν ἢ κατὰ συμβεβηκὸς τῆς σωματικῆς ὑποστάσεως εἶναι. |
| 310 | Ἀριστοτέλης ἔφησε δηλοῦν ἕκαστον χρώμενον σχήμασι τῆς ἑρμηνείας τοιούτοις, τό τε ἐξ οὗ λέγοντα τὴν ὕλην, καὶ τὸ ὑφ’ οὗ τὸ ποιοῦν, τὸ δὲ καθ’ ὃ τὸ εἶδος, τὸ δὲ δι’ ὃ τὸ τέλος. Θαλῆς καὶ οἱ ἐφεξῆς τὸ πρῶτον αἴτιον ἀκίνητον ἀπεφήναντο. 〈Οἱ〉 Στωικοὶ τὸ πρῶτον αἴτιον ὡρίσαντο κινητόν. Οἱ Περιπατητικοὶ τῶν αἰτίων εἶναι τὰ μὲν αἰσθητά, τὰ δὲ νοητά. Περὶ σωμάτων. Σῶμα εἶναι τὸ τριχῇ διαστατόν, πλάτει βάθει μήκει. ὄγκον ἀντίτυπον ὅσον ἐπ’ αὐτῷ. Πλάτων μήτε βαρὺ μήτε κοῦφον εἶναί τι φύσει ἐν τῷ οἰκείῳ τόπῳ ὑπάρχον, ἐν δὲ τῷ ἀλλοτρίῳ γενόμενον τότε νεῦσιν ἴσχειν, ἐκ δὲ τῆς νεύσεως ῥοπὴν ἤτοι πρὸς βαρύτητα ἢ κουφότητα. Ἀριστοτέλης βαρύτατον μὲν εἶναι τὴν γῆν, κουφότατον δὲ τὸ πῦρ, ἀέρα δὲ καὶ ὕδωρ ἄλλοτε ἄλλως. μηδὲν δὲ πῦρ κυκλοτερῶς φύσει κινεῖσθαι, μόνον δὲ τὸ πέμπτον σῶμα. |
| 311 | Οἱ Στωικοὶ δύο μὲν ἐκ τῶν τεσσάρων στοιχείων κοῦφα, πῦρ καὶ ἀέρα· δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν. κοῦφον γὰρ ὑπάρχει φύσει ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου, βαρὺ δὲ τὸ εἰς μέσον. καὶ τὸ μὲν περίγειον φῶς κατ’ εὐθεῖαν, τὸ δ’ αἰθέριον περιφερῶς κινεῖται. Ἐπίκουρος ἀπερίληπτα εἶναι * τὰ σώματα καὶ τὰ πρῶτα δὲ ἁπλᾶ * , τὰ δὲ ἐξ ἐκείνων συγκρίματα βάρος ἔχειν. κινεῖσθαι δὲ τὰ ἄτομα τότε μὲν κατὰ στάθμην τότε δὲ κατὰ παρέγκλισιν, τὰ δὲ ἄνω κινούμενα κατὰ πληγὴν καὶ ἀποπαλμόν. Δημόκριτος τὰ πρῶτά φησι σώματα, ταῦτα δ’ ἦν τὰ ναστά, βάρος μὲν οὐκ ἔχειν, κινεῖσθαι 〈δὲ〉 κατ’ ἀλληλοτυπίαν ἐν τῷ ἀπείρῳ. δυνατὸν 〈δ’〉 εἶναι κοσμιαίαν ὑπάρχειν ἄτομον. Στράτων μὲν προσεῖναι τοῖς σώμασι φυσικὸν βάρος, τὰ δὲ κουφότερα τοῖς βαρυτέροις ἐπιπολάζειν οἷον ἐκπυρηνιζόμενα. Περὶ ἐλαχίστου. |
| 312 (1t) | Ἐμπεδοκλῆς ἔφη πρὸ τῶν τεττάρων στοιχείων θραύσματα ἐλάχιστα, οἱονεὶ στοιχεῖα πρὸ τῶν στοιχείων ὁμοιομερῆ. Ἡράκλειτος πρὸ τοῦ ἑνὸς δοκεῖ τισι ψήγματα καταλείπειν. Ξενοκράτης καὶ Διόδωρος ἀμερῆ τὰ ἐλάχιστα ὡρίζοντο. Ἡρακλείδης θραύσματα. Περὶ σχημάτων. Σχῆμά ἐστιν ἐπιφάνεια καὶ περιγραφὴ καὶ πέρας σώματος. Οἱ ἀπὸ Πυθαγόρου τὸν κόσμον σφαῖραν κατὰ σχῆμα τῶν τεττάρων στοιχείων· μόνον δὲ τὸ ἀνώτατον πῦρ κωνοειδές. Οἱ ἀπὸ Λευκίππου τὰ ἄτομα πολυσχήμονα. Ἀναξαγόρας τὰ ὁμοιομερῆ πολυσχήμονα. Κλεάνθης μόνος τῶν Στωικῶν τὸ πῦρ ἀπεφήνατο κωνοειδές. Ζήνων ἔφασκε τὸ πῦρ κατ’ εὐθεῖαν κινεῖσθαι. |
| 313 | Περὶ χρωμάτων. Χρῶμά ἐστι ποιότης σώματος ὁρατὴ προηγουμένως. 〈Οἱ〉 Πυθαγόρειοι χροιὰν ἐκάλουν τὴν ἐπιφάνειαν τοῦ σώματος. Ἐμπεδοκλῆς χρῶμα εἶναι ἀπεφαίνετο τὸ τοῖς πόροις τῆς ὄψεως ἐναρμόττον. τέτταρα δὲ τοῖς στοιχείοις ἰσάριθμα, λευκὸν μέλαν ἐρυθρὸν * ὠχρόν. * Πλάτων φλόγα ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια ἔχουσαν πρὸς τὴν ὄψιν. Ἀρίσταρχος Σάμιος μαθηματικὸς ἀκουστὴς Στράτωνος φῶς εἶναι τὸ χρῶμα τοῖς ὑποκειμένοις ἐπιπῖπτον. Ζήνων ὁ Στωικὸς τὰ χρώματα πρώτους εἶναι σχηματισμοὺς τῆς ὕλης. ( Οἱ Πυθαγόρειο ι) τὰ δὲ γένη τῶν χρωμάτων λευκόν τε καὶ μέλαν ἐρυθρόν τε καὶ * ὡχρόν * · τὰς δὲ διαφορὰς τῶν χρωμάτων παρὰ τὰς ποιὰς μίξεις τῶν στοιχείων, τὰς δὲ τῶν ζῴων παρὰ τὰς ποικιλίας τῶν τροφῶν καὶ τῶν ἀέρων. Δημόκριτος φύσει μὲν μηδὲν εἶναι χρῶμα, τὰ μὲν γὰρ στοιχεῖα ἄποια, τά τε ναστὰ καὶ τὸ κενόν· τὰ δ’ ἐξ αὐτῶν συγκρίματα κεχρῶσθαι διαταγῇ τε καὶ ῥυθμῷ καὶ προτροπῇ, ὧν ἡ μέν ἐστι τάξις ὁ δὲ σχῆμα ἡ δὲ θέσις· παρὰ ταῦτα γὰρ αἱ φαντασίαι. |
| 314 | τούτων δὲ τῶν πρὸς τὴν φαντασίαν χρωμάτων τέτταρες αἱ διαφοραί, λευκοῦ μέλανος ἐρυθροῦ * ὠχροῦ. * Ἐπίκουρος καὶ Ἀρίσταρχος τὰ ἐν τῷ σκότῳ χρώματα χρόαν οὐκ ἔχειν. Ἀριστοτέλης πέρας ἐν ὡρισμένῳ διαφανεῖ, διαφανὲς δὲ ὕλην εἶναι † διηθημένην καθαρὰν καὶ ἀμιγῆ, τούτου δὲ αὐτοῦ τὸ κινητικὸν χρῶμα ὑπάρχειν· ἐν δὲ τῷ σκότῳ τὰ χρώματα χρόαν δυνάμει μὲν ἔχειν, ἐνεργείᾳ δὲ μηδαμῶς· πολὺ δὲ τὸ μεταξὺ τοῦ τε μὴ ἔχειν καὶ μὴ ὁρᾶσθαι. Οἱ μὲν ἄλλοι τὰ στοιχεῖα κεχρῶσθαι φυσικῶς, οἱ δὲ τὰ ὁμοιομερῆ ποιότητος μετέχειν τὰ πρῶτα, οἱ δὲ τὰ ἄτομα πάντα συλλήβδην ἄχροα, ἐξ ἀποίων δὲ τῶν λόγῳ θεωρητῶν τὰς αἰσθητὰς ἀποφαίνονται γίνεσθαι ποιότητας. Περὶ τῆς σωμάτων τομῆς. Οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου παθητὰ σώματα καὶ τμητὰ εἰς ἄπειρον. καὶ πάντα τὰ συνεχῆ, γραμμὴν ἐπιφάνειαν στερεὸν σῶμα τόπον χρόνον. |
| 315 | ( Δημόκριτο ς ) ⟦ ὁ δ’ αὐτὸς ἔλεγε ⟧ περὶ τἀμερῆ ἵστασθαι τὴν τομήν. ( Ἀριστοτέλη ς ) ⟦ καὶ ⟧ δυνάμει μὲν εἰς ἄπειρον τέμνεσθαι, ἐντελεχείᾳ δὲ μηδαμῶς. Χρύσιππος ἔφασκε τὰ σώματα εἰς ἄπειρον τέμνεσθαι καὶ τὰ τοῖς σώμασι προσεοικότα, οἷον ἐπιφάνειαν γραμμὴν τόπον κενὸν χρόνον· εἰς ἄπειρόν τε τούτων τεμνομένων οὔτε σῶμα ἐξ ἀπείρων σωμάτων συνέστηκεν οὔτ’ ἐπιφάνεια οὔτε γραμμὴ οὔτε τόπος 〈οὔτε κενὸν οὔτε χρόνοσ〉. Περὶ μίξεως καὶ κράσεως. Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ κράσεις εἶναι τὰς τῶν στοιχείων μίξεις κατ’ ἀλλοίωσιν. 〈Οἱ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον〉 τὰς κράσεις κατὰ παράθεσιν γίγνεσθαι τῶν στοιχείων. Ἐμπεδοκλῆς καὶ Ξενοκράτης ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγκρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ στοιχεῖα στοιχείων. Πλάτων τὰ μὲν τρία σώματα τρεπτὰ εἰς ἄλληλα, πῦρ ἀέρα ὕδωρ, τὴν δὲ γῆν εἴς τι τούτων ἀμετάβλητον. Περὶ κενοῦ. Οἱ ἀπὸ Θάλεω φυσικοὶ πάντες τὸ κενὸν ὡς ὄντως κενὸν ἀπέγνωσαν. Ἐμπεδοκλῆ ς · οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περιττόν. |
| 316 | Δημόκριτος καὶ ἕτεροι Λεύκιππος Μητρόδωρος Ἐπίκουρος τὰ μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷ μεγέθει. Στράτων ἐξωτέρω μὲν ἔφη τοῦ κόσμου μὴ εἶναι κενόν, ἐνδοτέρω δὲ δυνατὸν γενέσθαι. Ζήνων καὶ οἱ ἀπ’ αὐτοῦ ἐντὸς μὲν τοῦ κόσμου μηδὲν εἶναι κενόν, ἔξω δ’ αὐτοῦ ἄπειρον. Ἀριστοτέλης ἐν τετάρτῳ Φυσικῆς ἀκροάσεως γράφει ‘εἶναι δέ φασιν οἱ Πυθαγόρειοι κενὸν καὶ ἐπεισιέναι αὐτὸ τῷ οὐρανῷ ἐκ τοῦ ἀπείρου πνεύματος ὡς ἀναπνέοντι‘. ἐν δὲ τῷ περὶ τῆς Πυθαγόρου φιλοσοφίας πρώτῳ γράφει τὸν μὲν οὐρανὸν εἶναι ἕνα, ἐπεισάγεσθαι δ’ ἐκ τοῦ ἀπείρου χρόνον τε καὶ πνοὴν καὶ τὸ κενόν, ὃ διορίζει ἑκάστων τὰς χώρας ἀεί. |
| 317 | καὶ ἐν ἄλλοις λέγει τόπον εἶναι τὸ τοῦ περιέχοντος πέρας ἀκίνητον, ἢ ἐν ᾧ μένει τε καὶ κινεῖται τὰ σώματα, πλήρη μὲν ὅταν πανταχόθεν περιέχῃ τὸ σῶμα, κενὸν δὲ ὅταν μηθὲν ἔχῃ τὸ παράπαν ἐν ἑαυτῷ. τόπον μὲν οὖν ἀναγκαῖον ὑπάρχειν καὶ σῶμα, κενὸν δὲ οὐδαμῶς εἰ μὴ μόνον πρὸς νόησιν· ἀναιρετικὴν γὰρ εἶναι τὴν κατ’ ἐνδελέχειαν αὐτοῦ φύσιν τῆς τε τῶν ὄντων συμπαθείας καὶ τῆς τῶν σωμάτων ἀλληλουχίας· τὰς δὲ κινήσεις γίνεσθαι τὰς κατὰ τόπον [κατὰ τὸ πρότερον] ἀντιπεριισταμένων ἀλλήλοις τῶν σωμάτων· ἄπειρον δὲ οὐθὲν ἀπολείπει οὔτε κατὰ τὸ πλῆθος οὔτε κατὰ τὸ μέγεθος. Περὶ τόπου. Πλάτων τόπον εἶναι τὸ μεταληπτικὸν τῶν εἰδῶν, ὅπερ εἴρηκε μεταφορικῶς τὴν ὕλην καθάπερ τινὰ τιθήνην καὶ δεξαμενήν. ( Στράτω ν ) τόπον ⟦ δὲ ⟧ εἶναι τὸ μεταξὺ διάστημα τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου. Περὶ χώρας. ( Ζήνων καὶ οἱ ἀπ’ αὐτοῦ) διαφέρειν ⟦ δὲ ⟧ κενὸν τόπον χώραν· καὶ τὸ μὲν κενὸν εἶναι ἐρημίαν σώματος, τὸν δὲ τόπον τὸ ἐπεχόμενον ὑπὸ σώματος, τὴν δὲ χώραν τὸ ἐκ μέρους ἐπεχόμενον. Ἐπίκουρος ὀνόμασιν [πᾶσιν] παραλλάττειν κενὸν τόπον χώραν. |
| 318 | Περὶ χρόνου. Πυθαγόρας τὴν σφαῖραν τοῦ περιέχοντος. Πλάτων αἰῶνος εἰκόνα κινητὴν ἢ διάστημα τῆς τοῦ κόσμου κινήσεως. Ἐρατοσθένης τὴν τοῦ ἡλίου πορείαν. Περὶ οὐσίας χρόνου. ( Πλάτω ν) οὐσίαν ⟦ δὲ ⟧ χρόνου τὴν οὐρανοῦ κίνησιν. Ξενοκράτης μέτρον τῶν γενητῶν καὶ κίνησιν ἀίδιον. Ἑστιαῖος ὁ Περίνθιος φυσικὸς φορὰν ἄστρων πρὸς ἄλληλα. Στράτων τῶν ἐν κινήσει καὶ ἠρεμίᾳ ποσόν. Ἐπίκουρος σύμπτωμα 〈συμπτωμάτων〉, τοῦτο δ’ ἐστὶ παρακολούθημα κινήσεων. Ἀντιφῶν καὶ Κριτόλαος νόημα ἢ μέτρον τὸν χρόνον, οὐχ ὑπόστασιν. Οἱ Στωικοὶ χρόνου οὐσίαν αὐτὴν τὴν κίνησιν. Οἱ πλείους ἀγένητον τὸν χρόνον. ( Πλάτω ν) γενητὸν ⟦ δὲ ⟧ κατ’ ἐπίνοιαν. Περὶ κινήσεως. Πυθαγόρα ς· κίνησίς ἐστι διαφορότης ἢ ἑτερότης ἐν ὕλῃ ᾗ ἐστιν ὕλη. |
| 319 | οὗτος πάσης κινήσεως κοινὸς ὅρος. Ἀριστοτέλης τὴν κίνησιν ἐνέργειαν εἶναι τοῦ δυνάμει κινητοῦ ᾗ κινητόν· τῶν δὲ κινήσεων τὰς μὲν εἶναι κατὰ τὸ ποσόν, τὰς δὲ κατὰ τὸ ποιόν, τὰς δὲ κατὰ τόπον. κατὰ μὲν τὸ ποσὸν αὔξησιν καὶ μείωσιν, ἐν προσθέσει τινὶ θεωρουμένην καὶ ἀφαιρέσει· κατὰ δὲ τὸ ποιὸν ἀλλοίωσιν καὶ μεταβολήν, ὡς τὴν ἐκ θερμοῦ εἰς ψυχρόν, ἐκ γλυκέος εἰς πικρόν· κατὰ δὲ τόπον, ἣν ἰδιώτερον φορὰν ὠνόμασε, καθ’ ὃν ἐξ οὗ εἰς ὃ μεταβαίνει τὰ κινούμενα. ταύτης δὲ τρεῖς εἶναι διαφοράς, ὧν δύο μὲν ἁπλᾶς, τήν τε κατ’ εὐθεῖαν καὶ τὴν ἐν κύκλῳ, μίαν δὲ μικτήν· εὐθεῖαν μὲν τὴν ἄνω καὶ κάτω κατά τε κουφότητα καὶ βαρύτητα τῶν σωμάτων, ἐν κύκλῳ δὲ τὴν περιφερῆ, μικτὴν δὲ τὴν κατ’ ἔγκλισιν. τῆς δὲ κατὰ τόπον κινήσεως τὴν μὲν ἀπὸ τοῦ μέσου γίνεσθαι τὴν δὲ ἐπὶ τὸ μέσον τὴν δὲ περὶ τὸ μέσον. πυρὸς μὲν οὖν καὶ ἀέρος ἀπὸ τοῦ μέσου, γῆς 〈δὲ〉 καὶ ὕδατος ἐπὶ τὸ μέσον, τοῦ δὲ ὅλου περὶ τὸ μέσον. τούτοις δὲ † κληροῦσθαι τὸν ὅλον κόσμον. Δημόκριτος ἓν γένος κινήσεως τὸ κατὰ παλμὸν ἀπεφαίνετο. Ἐπίκουρος δύο εἴδη κινήσεως, τὸ κατὰ στάθμην καὶ τὸ κατὰ παρέγκλισιν *** εἰσὶ δέ τινες οἳ καὶ τέταρτον εἶδος εἰσάγουσι τὸ κατ’ οὐσίαν, ὅπερ ἐστὶ τὸ κατὰ γένεσιν. |
| 320 | ἄλλοι δὲ καὶ τὴν διανοητικὴν προστιθέασι, μέχρι γὰρ τῶν πέντε προὔβησαν. Διόδωρος ὁ Κρόνος κεκινῆσθαι μέν τι, κινεῖσθαι δὲ μηδέν. Ἡρόφιλος κινήσεως τὴν μὲν λόγῳ θεωρητήν, τὴν δὲ αἰσθητήν. Ἡράκλειτος ἠρεμίαν μὲν καὶ στάσιν ἐκ τῶν ὅλων ἀνῄρει, κίνησιν δὲ τοῖς πᾶσιν ἀπεδίδου. Ἀσκληπιάδης πᾶσαν κίνησιν αἰσθητὴν ἀπεφήνατο. Περὶ γενέσεως καὶ φθορᾶς. Παρμενίδης καὶ Μέλισσος ἀνῄρουν γένεσιν καὶ φθορὰν διὰ τὸ νομίζειν τὸ πᾶν ἀκίνητον. Ἐμπεδοκλῆς Ἀναξαγόρας Δημόκριτος Ἐπίκουρος καὶ πάντες ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν σωμάτων κοσμοποιοῦσι συγκρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γενέσεις δὲ καὶ φθορὰς οὐ κυρίως· οὐ γὰρ κατὰ τὸ ποιὸν ἐξ ἀλλοιώσεως, κατὰ δὲ τὸ ποσὸν ἐκ συναθροισμοῦ ταύτας γίνεσθαι. Πυθαγόρας καὶ πάντες ὅσοι παθητὴν τὴν ὕλην ὑποτίθενται, κυρίως γενέσεις καὶ φθορὰς γίνεσθαι· ἐκ γὰρ ἀλλοιώσεως τῶν στοιχείων καὶ τροπῆς καὶ ἀναλύσεως [γενέσεως καὶ φθορᾶς] παράθεσιν καὶ μῖξιν κρᾶσίν τε καὶ σύγχυσιν γίγνεσθαι. Περὶ ἀνάγκης. |
| 321 (1t) | ⟦ Θαλῆς ἐρωτηθεὶς τί ἰσχυρότατον εἶπεν ‘ἀνάγκη, κρατεῖ γὰρ πάντων‘. ⟧ Πυθαγόρας ἀνάγκην ἔφη περικεῖσθαι τῷ κόσμῳ. ⟦ Παρμενίδου καὶ Δημοκρίτο υ . οὗτοι ⟧ πάντα κατ’ ἀνάγκην· τὴν δ’ αὐτὴν εἶναι εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν καὶ κοσμοποιόν. Λεύκιππος πάντα κατ’ ἀνάγκην, τὴν δ’ αὐτὴν ὑπάρχειν εἱμαρμένην· λέγει γὰρ ἐν τῷ Περὶ νοῦ ‘οὐδὲν χρῆμα μάτην γίνεται, ἀλλὰ πάντα ἐκ λόγου τε καὶ ὑπ’ ἀνάγκησ‘. ( Πλάτω ν) ⟦ καὶ ⟧ τὰ μὲν εἰς πρόνοιαν ἀνάγει τὰ δὲ εἰς ἀνάγκην. Ἐμπεδοκλῆς αἰτίαν χρηστικὴν τῶν ἀρχῶν καὶ τῶν στοιχείων. Πλάτων ὁτὲ μὲν τὴν ὕλην ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος πρὸς τὴν ὕλην σχέσιν. Περὶ εἱμαρμένης. |
| 322 (1t) | ( Ἡράκλειτο ς) πάντα ⟦ δὲ ⟧ καθ’ εἱμαρμένην, τὴν δ’ αὐτὴν ὑπάρχειν ἀνάγκην· γράφει γοῦν· ἔστι γὰρ εἱμαρμένη πάντως ... 〈 Χρύσιππος 〉 μὴ διαφέρειν τοῦ εἱμαρμένου τὸ κατηναγκασμένον *** κατ’ ἐπιπλοκὴν μερῶν συνηρτημένην. Ζήνων ὁ Στωικὸς ἐν τῷ Περὶ φύσεως, δύναμιν κινητικὴν τῆς ὕλης κατὰ ταὐτὰ καὶ ὡσαύτως, ἥντινα μὴ διαφέρειν πρόνοιαν καὶ φύσιν καλεῖν. Ἀντίπατρος ὁ Στωικὸς θεὸν ἀπεφαίνετο τὴν εἱμαρμένην. Ἡράκλειτος οὐσίαν εἱμαρμένης ἀπεφαίνετο λόγον τὸν διὰ οὐσίας τοῦ παντὸς διήκοντα. |
| 323 | αὕτη δ’ ἐστὶ τὸ αἰθέριον σῶμα, σπέρμα τῆς τοῦ παντὸς γενέσεως καὶ περιόδου μέτρον τεταγμένης. Πλάτων λόγον ἀίδιον τὴν οὐσίαν τῆς εἱμαρμένης καὶ νόμον ἀίδιον τῆς τοῦ παντὸς φύσεως. Χρύσιππος δύναμιν πνευματικὴν τὴν οὐσίαν τῆς εἱμαρμένης, τάξει τοῦ παντὸς διοικητικήν. τοῦτο μὲν οὖν ἐν τῷ δευτέρῳ Περὶ κόσμου· ἐν δὲ τῷ δευτέρῳ Περὶ ὅρων καὶ ἐν τοῖς Περὶ τῆς εἱμαρμένης καὶ ἐν ἄλλοις σποράδην πολυτρόπως ἀποφαίνεται λέγων· εἱμαρμένη ἐστὶν ὁ τοῦ κόσμου λόγος, ἢ λόγος τῶν ἐν τῷ κόσμῳ προνοίᾳ διοικουμένων, ἢ λόγος, καθ’ ὃν τὰ μὲν γεγονότα γέγονε τὰ δὲ γινόμενα γίνεται τὰ δὲ γενησόμενα γενήσεται. μεταλαμβάνει δ’ ἀντὶ τοῦ λόγου τὴν ἀλήθειαν τὴν αἰτίαν τὴν φύσιν τὴν ἀνάγκην, προστιθεὶς καὶ ἑτέρας ὀνομασίας ὡς ἐπὶ τῆς αὐτῆς οὐσίας τασσομένας καθ’ ἑτέρας καὶ ἑτέρας ἐπιβολάς. Μοίρας δὲ καλεῖσθαι ἀπὸ τοῦ κατ’ αὐτὰς διαμερισμοῦ Κλωθὼ καὶ Λάχεσιν καὶ Ἄτροπον. Λάχεσιν μέν, ὅτι ὃν κλῆρον λελόγχασιν ἕκαστοι κατὰ τὸ δίκαιον ἀπονέμεται· Ἄτροπον δέ, ὅτι ἀμετάθετος καὶ ἀμετάβλητός ἐστιν ὁ καθ’ ἕκαστα διορισμὸς ἐξ ἀιδίων χρόνων· Κλωθὼ δέ, ὅτι ἡ κατὰ τὴν εἱμαρμένην διανέμησις καὶ τὰ γεννώμενα τοῖς κλωθομένοις παραπλησίως διεξάγεται, κατὰ τὴν ἐτυμολογικὴν ἐξήγησιν τῶν ὀνομάτων ἅμα καὶ τῶν πραγμάτων συμπαρισταμένων εὐχρήστως. |
| 324 | Ποσειδώνιος τρίτην ἀπὸ Διός. πρῶτον μὲν γὰρ εἶναι τὸν Δία, δεύτερον δὲ τὴν φύσιν, τρίτην δὲ τὴν εἱμαρμένην. Περὶ τύχης. Πλάτων τὴν τύχην ἀπεφαίνετο αἰτίαν ἐν ἀπροαιρέτοις κατὰ συμβεβηκὸς καὶ παρακολούθημα καὶ σύμπτωμα καὶ προαιρέσεως κατὰ τὴν πρὸς τὸ τέλος πρόθεσιν ἐναλλακτικὴν σχέσιν Ἀριστοτέλης αἰτίαν κατὰ συμβεβηκὸς ἐν τοῖς καθ’ ὁρμὴν ἕνεκά τινος γινομένοις ἄστατον καὶ ἄδηλον. |
| 325 | καὶ ὑποθέσεις μὲν δύο ταῖς ἀρχαῖς ἐνυπάρχειν, τάξιν τε καὶ ἀταξίαν, αἰτίας δὲ τέτταρας ἐν τοῖς ὅλοις καθ’ ἃς ἅπαντα συνίσταται, νοῦν φύσιν ἀνάγκην τύχην· καὶ τούτων διπλῆν ἑκάστην, τὴν μὲν ἐν τοῖς ἀνθρωπίνοις πράγμασι τὴν δ’ ἐν ἄλλοις· τελεῖσθαι δὲ τὰ μὲν πάντως τὰ δὲ κατὰ τὸ πλεῖστον τὰ δ’ ἄλλοτε ἄλλως. τὴν δ’ εἱμαρμένην οὐκ αἰτίαν μέν, τρόπον δέ τινα αἰτίας, συμβεβηκότα πως τοῖς τῆς ἀνάγκης τεταγμένοις. Ἀριστοτέλης διαφέρειν τῆς τύχης τὸ αὐτόματον· τὸ μὲν γὰρ ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου εἶναι ἐν τοῖς πρακτικοῖς πάντως· τὸ δ’ αὐτόματον οὐκ ἀπὸ τύχης, ἐν γὰρ τοῖς ἔξω πράξεως· καὶ τὴν μὲν τύχην τῶν λογικῶν, τὸ δ’ αὐτόματον καὶ τῶν λογικῶν καὶ τῶν ἀλόγων καὶ ἀψύχων· καὶ τὴν μὲν τύχην προαιρέτως συμβαίνειν, τὸ δ’ αὐτόματον ἀπροαιρέτως· καὶ τὴν μέν τινος ὑπάρχοντος γίνεσθαι, τὸ δὲ ἀλόγως, μηδενὸς ἔξω βουλευθέντος. Θεόφραστος προσδιαρθροῖ ταῖς αἰτίαις τὴν κατὰ προαίρεσιν· φέρεται δέ πως εἰς τὸ εἱμαρμένην εἶναι τὴν ἑκάστου φύσιν. ἐν ᾗ τόπον τεττάρων αἰτιῶν ποικίλων, προαιρέσεως * τύχης καὶ ἀνάγκης. |
| 326 | Ἐπίκουρος κατ’ ἀνάγκην, κατὰ προαίρεσιν, κατὰ τύχην. Ἐπίκουρος ἄστατον αἰτίαν προσώποις χρόνοις τρόποις. 〈 Ἀναξαγόρας 〉 καὶ οἱ Στωικοὶ ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λογισμῷ· ἃ μὲν γὰρ εἶναι κατ’ ἀνάγκην, ἃ δὲ καθ’ εἱμαρμένην, ἃ δὲ κατὰ προαίρεσιν, ἃ δὲ κατὰ τύχην, ἃ δὲ κατὰ τὸ αὐτόματον. τύχη ἀτάκτου ἐνεργείας ἐστὶ προσηγορία. Περὶ φύσεως. Περὶ κόσμου. |
| 327 (1t) | ( Πυθαγόρα ς ) ⟦ ὃς καὶ ⟧ πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως. Θαλῆς Πυθαγόρας Ἐμπεδοκλῆς Ἔκφαντος Παρμενίδης Μέλισσος Ἡράκλειτος Ἀναξαγόρας Πλάτων Ἀριστοτέλης Ζήνων ἕνα τὸν κόσμον. Ἀναξίμανδρος Ἀναξιμένης Ἀρχέλαος Ξενοφάνης Διογένης Λεύκιππος Δημόκριτος Ἐπίκουρος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περιαγωγήν. Ἐμπεδοκλῆς τὸν τοῦ ἡλίου περίδρομον εἶναι περιγραφὴν τοῦ πέρατος τοῦ κόσμου. |
| 328 | Σέλευκος ὁ Ἐρυθραῖος καὶ Ἡρακλείδης ὁ Ποντικὸς ἄπειρον τὸν κόσμον. Διογένης καὶ Μέλισσος τὸ μὲν πᾶν ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι. Οἱ Στωικοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· πᾶν μὲν γὰρ εἶναι σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον. Τῶν ἀπείρους ἀποφηναμένων τοὺς κόσμους Ἀναξίμανδρος τὸ ἴσον αὐτοὺς ἀπέχειν ἀλλήλων, Ἐπίκουρος ἄνισον εἶναι τὸ μεταξὺ τῶν κόσμων διάστημα. |
| 329 | Οἱ Στωικοὶ σφαιροειδῆ τὸν κόσμον ἀπεφήναντο. Λεύκιππος καὶ Δημόκριτος σφαιροειδῆ τὸν κόσμον. Εἰ ἔμψυχος καὶ προνοίᾳ διοικούμενος. Οἱ μὲν ἄλλοι πάντες ἔμψυχον τὸν κόσμον 〈καὶ〉 προνοίᾳ διοικούμενον. Λεύκιππος δὲ καὶ Δημόκριτος καὶ Ἐπίκουρος οὐδέτερα τούτων, φύσει δὲ ἀλόγῳ ἐκ τῶν ἀτόμων συνεστῶτα. |
| 330 | Ἔκφαντος ἐκ μὲν τῶν ἀτόμων συνεστάναι τὸν κόσμον, διοικεῖσθαι δὲ ὑπὸ προνοίας. Ἀριστοτέλης οὔτε ἔμψυχον ὅλον δι’ ὅλου οὔτε λογικὸν οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον. τὰ μὲν γὰρ οὐράνια πάντων τούτων κοινωνεῖν, σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς, τὰ δὲ περίγεια μηδενὸς αὐτῶν, τῆς δ’ εὐταξίας κατὰ συμβεβηκὸς οὐ προηγουμένως μετέχειν. Πυθαγόρας φησὶ γενητὸν κατ’ ἐπίνοιαν τὸν κόσμον, οὐ κατὰ χρόνον. Πλάτων φθαρτὸν μὲν τὸν κόσμον ὅσον ἐπὶ τῇ φύσει, αἰσθητὸν γὰρ εἶναι, διότι καὶ σωματικόν· οὐ μὴν φθαρησόμενόν γε προνοίᾳ καὶ συνοχῇ θεοῦ. |
| 331 | Ἡράκλειτος οὐ κατὰ χρόνον εἶναι γενητὸν τὸν κόσμον, ἀλλὰ κατ’ ἐπίνοιαν. Ἐπίδικος ὑπὸ φύσεως γεγενῆσθαι τὸν κόσμον. Ἀρχέλαος ὑπὸ θερμοῦ καὶ ἐμψυχρίας συστῆναι τὸν κόσμον. Ἀναξίμανδρος Ἀναξιμένης Ἀναξαγόρας Ἀρχέλαος Διογένης Λεύκιππος φθαρτὸν τὸν κόσμον. ⟦ Καὶ ⟧ οἱ Στωικοὶ φθαρτὸν τὸν κόσμον, κατ’ ἐκπύρωσιν δέ. Ἐμπεδοκλῆς τὸν κόσμον 〈γίνεσθαι καὶ〉 φθείρεσθαι κατὰ τὴν ἀντεπικράτειαν τοῦ νείκους καὶ τῆς φιλίας. Δημόκριτος φθείρεσθαι τὸν κόσμον τοῦ μείζονος τὸν μικρότερον νικῶντος. Ἐπίκουρος πλείστοις τρόποις τὸν κόσμον φθείρεσθαι, καὶ γὰρ ὡς ζῷον καὶ ὡς φυτὸν καὶ πολλαχῶς. Ξενοφάνης Παρμενίδης Μέλισσος ἀγένητον καὶ ἀίδιον καὶ ἄφθαρτον τὸν κόσμον. |
| 332 | Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην μέρος τοῦ κόσμου παθητικὸν ἀπεφαίνετο, ἐν ᾧ καὶ τὰ περίγεια κηραίνεται. ⟦ Καὶ ⟧ οἱ φάμενοι δὲ τὴν διακόσμησιν αἰώνιον ὑπάρχειν περιοδευτικοὺς εἶναί φασι χρόνους, καθ’ οὓς κατὰ ταὐτὰ καὶ ὡσαύτως γίγνεσθαι πάντα καὶ τὴν αὐτὴν διασῴζεσθαι τοῦ κόσμου διάταξίν τε καὶ διακόσμησιν. (οἱ Στωικο ὶ) μήτε αὔξεσθαι ⟦ δὲ ⟧ μήτε μειοῦσθαι τὸν κόσμον τοῖς δὲ μέρεσιν ὁτὲ μὲν παρεκτείνεσθαι πρὸς πλέονα τόπον, ὁτὲ δὲ συστέλλεσθαι. Ποῦ ἔχει τὸ ἡγεμονικὸν ὁ κόσμος. ( Φιλόλαο ς) τὸ ⟦ δὲ ⟧ ἡγεμονικὸν ἐν τῷ μεσαιτάτῳ πυρί, ὅπερ τρόπεως δίκην προϋπεβάλετο τῇ τοῦ παντὸς 〈σφαίρᾳ〉 ὁ δημιουργὸς θεός. Κλεάνθης ὁ Στωικὸς ἐν ἡλίῳ ἔφησεν εἶναι τὸ ἡγεμονικὸν τοῦ κόσμου. Ἀρχέδημος τὸ ἡγεμονικὸν τοῦ κόσμου ἐν γῇ ὑπάρχειν ἀπεφήνατο. Πόθεν τρέφεται ὁ κόσμος. ( Ἀριστοτέλη ς ) εἰ ⟦ δὲ ⟧ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν οὐδεμιᾶς δεῖται τροφῆς, διὰ τοῦτο καὶ ἀίδιος. |
| 333 | Φιλόλαος διττὴν εἶναι τὴν φθορὰν τοῦ κόσμου, τὸ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δὲ * ἐξ * ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος. ⟦ Φιλόλαος ἔφησε τὸ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος τὸ δὲ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντοσ ⟧ εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσμου. Ἀπὸ ποίου πρώτου στοιχείου ἤρξατο κοσμοποιεῖν ὁ θεός. (οἱ Στωικο ὶ) ἀπὸ γῆς ⟦ δὲ ⟧ ἄρξασθαι τὴν γένεσιν τοῦ κόσμου καθάπερ ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ κέντρον. ( Πυθαγόρα ς) ⟦ ἄρξασθαι δὲ τὴν γένεσιν τοῦ κόσμου ⟧ ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχείου. Πλάτων τὸν ὁρατὸν κόσμον γεγονέναι παράδειγμα τοῦ νοητοῦ κόσμου. |
| 334 | τοῦ δὲ ὁρατοῦ προτέραν μὲν τὴν ψυχήν, μετὰ δὲ ταύτην τὸ σωματοειδὲς τὸ ἐκ πυρὸς μὲν καὶ γῆς πρῶτον, ὕδατος δὲ καὶ ἀέρος δεύτερον. ( Πυθαγόρα ς) πέντε ⟦ δὲ ⟧ σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθηματικά, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι τὴν γῆν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ, ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου 〈τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδεκαέδρου〉 τὴν τοῦ παντὸς σφαῖραν. |
| 335 | Περὶ τάξεως τοῦ κόσμου. Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλήλους, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ τὴν δὲ ἐκ τοῦ πυκνοῦ, μικτὰς δὲ ἄλλας 〈ἐκ〉 φωτὸς καὶ σκότους μεταξὺ τούτων· καὶ τὸ περιέχον δὲ πάσας τείχους δίκην στερεὸν ὑπάρχειν, ὑφ’ ᾧ πυρώδης στεφάνη· καὶ τὸ μεσαίτατον πασῶν περὶ ὃ πάλιν πυρώδης· τῶν δὲ συμμιγῶν τὴν μεσαιτάτην ἁπάσαις τοκέα πάσης κινήσεως καὶ γενέσεως ὑπάρχειν; ἥντινα καὶ δαίμονα κυβερνῆτιν καὶ κλῃδοῦχον ἐπονομάζει δίκην τε καὶ ἀνάγκην. καὶ τῆς μὲν γῆς ἀπόκρισιν εἶναι τὸν ἀέρα διὰ τὴν βιαιοτέραν αὐτῆς ἐξατμισθέντα πίλησιν, τοῦ δὲ πυρὸς ἀναπνοὴν τὸν ἥλιον καὶ τὸν γαλαξίαν κύκλον, συμμιγῆ δ’ ἐξ ἀμφοῖν εἶναι τὴν σελήνην τοῦ τ’ ἀέρος καὶ τοῦ πυρός. περιστάντος δ’ ἀνωτάτω πάντων τοῦ αἰθέρος ὑπ’ αὐτῷ τὸ πυρῶδες ὑποταγῆναι τοῦθ’ ὅπερ κεκλήκαμεν οὐρανόν, ὑφ’ ᾧ ἤδη τὰ περίγεια. |
| 336 | Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ διὰ τῶν ἀγκιστροειδῶν ἀτόμων συμπεπλεγμένον. Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας ἐνίων δὲ πυκνὸν καὶ τούτων τὰ μέν τινα κινούμενα τὰ δ’ ἀκίνητα. Ἀριστοτέλης πρῶτον αἰθέρα ἀπαθῆ, πέμπτον τι σῶμα, μεθ’ ὃν παθητὰ πῦρ ἀέρα ὕδωρ, τελευταίαν δὲ γῆν. Ἐμπεδοκλῆς ἔλεγε μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδ’ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πάντας * τοὺς * ἀλλήλων μεταλαμβάνειν· Φιλόλαος πῦρ ἐν μέσῳ περὶ τὸ κέντρον, ὅπερ ἑστίαν τοῦ παντὸς καλεῖ καὶ Διὸς οἶκον καὶ μητέρα θεῶν; βωμόν τε καὶ συνοχὴν καὶ μέτρον φύσεως. |
| 337 | καὶ πάλιν πῦρ ἕτερον ἀνωτάτω τὸ περιέχον. πρῶτον δ’ εἶναι φύσει τὸ μέσον, περὶ δὲ τοῦτο δέκα σώματα θεῖα χορεύειν, οὐρανόν † τε πλανήτας, μεθ’ οὓς ἥλιον, ὑφ’ ᾧ σελήνην, ὑφ’ ᾗ τὴν γῆν, ὑφ’ ᾗ τὴν ἀντίχθονα, μεθ’ ἃ σύμπαντα τὸ πῦρ ἑστίας περὶ τὰ κέντρα τάξιν ἐπέχον. τὸ μὲν οὖν ἀνωτάτω μέρος τοῦ περιέχοντος, ἐν ᾧ τὴν εἱλικρίνειαν εἶναι τῶν στοιχείων, ὄλυμπον καλεῖ, τὰ δὲ ὑπὸ τὴν τοῦ ὀλύμπου φοράν, ἐν ᾧ τοὺς πέντε πλανήτας μεθ’ ἡλίου καὶ σελήνης τετάχθαι, κόσμον· τὸ δ’ ὑπὸ τούτοις ὑποσέληνόν τε καὶ περίγειον μέρος, ἐν ᾧ τὰ τῆς φιλομεταβόλου γενέσεως, οὐρανόν. καὶ περὶ μὲν τὰ τεταγμένα τῶν μετεώρων γίνεσθαι τὴν σοφίαν, περὶ δὲ τὰ γενόμενα τῆς ἀταξίας τὴν ἀρετήν, τελείαν μὲν ἐκείνην, ἀτελῆ δὲ ταύτην. Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι. Διογένης καὶ Ἀναξαγόρας ἔφησαν μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ τὰ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὑτοῦ μέρος, ἴσως ὑπὸ προνοίας, ἵν’ ἃ μὲν ἀοίκητα γένηται ἃ δὲ οἰκητὰ μέρη τοῦ κόσμου κατὰ ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν. |
| 338 | 〈 Ἐμπεδοκλῆς 〉 τοῦ [δὲ] ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ ἐπικλιθῆναι τὰς ἄρκτους, καὶ τὰ μὲν βόρεια ὑψωθῆναι τὰ δὲ νότια ταπεινωθῆναι, καθ’ ὃ καὶ τὸν ὅλον κόσμον. Εἰ ἔστι κενὸν ἐκτὸς τοῦ κόσμου. Οἱ 〈ἀπὸ〉 Πυθαγόρου ἐκτὸς εἶναι τοῦ κόσμου κενὸν εἰς ὃ ἀναπνεῖ ὁ κόσμος καὶ ἐξ οὗ. Οἱ Στωικοὶ εἶναι κενόν, εἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται ὁ κόσμος ἄπειρος ὤν. Ποσειδώνιος ἔφησε τὸ ἐκτὸς τοῦ κόσμου οὐκ ἄπειρον, ἀλλ’ ὅσον αὔταρκες εἰς διάλυσιν. ( Πλάτω ν ) κενὸν ⟦ δὲ ⟧ μὴ εἶναι μήτε ἐκτὸς τοῦ κόσμου μήτε ἐν τῷ κόσμῳ. Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά. |
| 339 (1t) | Πυθαγόρας Πλάτων Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου τὰ ἀνατολικὰ μέρη, ἀφ’ ὧν ἡ ἀρχὴ τῆς κινήσεως [διὰ τὰς ἀνατολάς], ἀριστερὰ δὲ τὰ δυτικά. οὔθ’ ὕψος δέ φασιν οὔτε βάθος ἔχειν τὸν κόσμον, καθ’ ὃν λόγον ὕψος μὲν λέγεται τὸ κάτωθεν ἄνω διάστημα, βάθος δὲ τὸ ἄνωθεν κάτω. μηδὲν γὰρ εἶναι τῶν οὕτως διαστημάτων λεγομένων περὶ τὸν κόσμον διὰ τὸ περὶ τὸ ἑαυτοῦ μέσον αὐτὸν συνεστάναι, ἀφ’ οὗ πρὸς ἅπαν ἐστὶ καὶ πρὸς ὃ πανταχόθεν ταὐτό. ( Ἐμπεδοκλῆ ς) ⟦ καὶ ⟧ δεξιὰ μὲν αὐτοῦ τὰ κατὰ τὸν θερινὸν τροπικόν, ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν. Περὶ τῆς οὐρανοῦ οὐσίας. Ἀναξιμένης καὶ Παρμενίδης τὴν περιφορὰν τὴν ἐξωτάτω τῆς γῆς εἶναι τὸν οὐρανόν. Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν ἐξ ἀέρος παγέντος ὑπὸ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ τὸ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα Ἀριστοτέλης ἐκ πέμπτου σώματος. |
| 340 | ⟦ λέγει γοῦν ἐν τοῖς περὶ τῆς φυσικῆς ἀκροάσεως καὶ οὐρανοῦ λόγοις οὕτως. ⟧ Παρμενίδης Ἡράκλειτος Στράτων Ζήνων πύρινον εἶναι τὸν οὐρανόν. Ἀναξίμανδρος ἐκ θερμοῦ καὶ ψυχροῦ μίγματος. Περὶ διαιρέσεως οὐρανοῦ. Θαλῆς Πυθαγόρας καὶ οἱ ἀπ’ αὐτοῦ, μεμερίσθαι τὴν τοῦ παντὸς οὐρανοῦ σφαῖραν εἰς κύκλους πέντε, οὕστινας προσαγορεύουσι ζώνας· καλεῖται δ’ αὐτῶν ὁ μὲν ἀρκτικός τε καὶ ἀειφανής, ὁ δὲ θερινὸς τροπικός, ὁ δὲ ἰσημερινός, ὁ δὲ χειμερινὸς τροπικός, ὁ δὲ ἀνταρκτικός τε καὶ ἀφανής. λοξὸς δὲ [ἐν] τοῖς τρισὶ μέσοις ὁ καλούμενος ζῳδιακὸς ὑποβέβληται παραψαύων τῶν μέσων τριῶν. πάντας δ’ αὐτοὺς ὁ μεσημβρινὸς πρὸς ὀρθὰς ἀπὸ τῶν ἄρκτων ἐπὶ τὸ ἀντικρὺ τέμνει. Πυθαγόρας πρῶτος ἐπινενοηκέναι λέγεται τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου, ἥντινα Οἰνοπίδης ὁ Χῖος ἐπίνοιαν ὡς ἰδίαν σφετερίζεται. |
| 341 | Περὶ οὐσίας ἄστρων. Θαλῆς γεώδη μέν, ἔμπυρα δὲ τὰ ἄστρα. Ἐμπεδοκλῆς πύρινα ἐκ τοῦ πυρώδους, ὅπερ ὁ ἀὴρ ἐν ἑαυτῷ περιέχων [ἐξανέλαμψεν ἤτοι] ἐξανέθλιψε κατὰ τὴν πρώτην διάκρισιν. Ἀναξαγόρας τὸν περικείμενον αἰθέρα πύρινον μὲν εἶναι κατὰ τὴν οὐσίαν, τῇ δὲ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτρους ἀπὸ τῆς γῆς, καταφλέξαντα τούτους ἠστερωκέναι. Δημόκριτος πέτρους. Διογένης κισηροειδῆ τὰ ἄστρα, διαπνοίας δὲ αὐτὰ νομίζει τοῦ κόσμου, εἶναι δὲ διάπυρα. Ἀρχέλαος μύδρους ἔφησεν εἶναι τοὺς ἀστέρας, διαπύρους δέ. |
| 342 | Ἀναξίμανδρος πιλήματα ἀέρος τροχοειδῆ, πυρὸς ἔμπλεα, κατά τι μέρος ἀπὸ στομίων ἐκπνέοντα φλόγας. Παρμενίδης καὶ Ἡράκλειτος πιλήματα πυρὸς τὰ ἄστρα. ( Διογένη ς) συμπεριφέρεσθαι ⟦ δὲ ⟧ τοῖς φανεροῖς ἄστροις ἀφανεῖς λίθους καὶ παρ’ αὐτὸ τοῦτ’ ἀνωνύμους· πίπτοντας δὲ πολλάκις ἐπὶ τῆς γῆς σβέννυσθαι καθάπερ τὸν ἐν Αἰγὸς ποταμοῖς πυρωδῶς κατενεχθέντα ἀστέρα πέτρινον. Ἀναξιμένης πυρίνην μὲν τὴν φύσιν τῶν ἄστρων, περιέχειν δέ τινα καὶ γεώδη σώματα συμπεριφερόμενα τούτοις ἀόρατα. ( Ἐμπεδοκλῆ ς) ⟦ καὶ ⟧ τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλανήτας ἀνεῖσθαι. Πλάτων ἐκ μὲν τοῦ πλείστου μέρους πυρίνους, μετέχοντας δὲ καὶ τῶν ἄλλων στοιχείων. Ἀριστοτέλης ἐκ τοῦ πέμπτου σώματος γεγενῆσθαι τὰ ἄστρα. |
| 343 | Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων· σβεννυμένους δὲ καθ’ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ καθάπερ τοὺς ἄνθρακας. τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις. Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν γῆν περιέχοντα 〈καὶ〉 ἀέρα ἐν τῷ ἀπείρῳ αἰθέρι. ταῦτα δὲ τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς φέρεσθαι· κοσμοποιοῦσι γὰρ ἕκαστον τῶν ἀστέρων. Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων ἐχόμενος τοῦ ἐνδεχομένου. Περὶ σχημάτων. Οἱ μὲν ἄλλοι σφαιρικοὺς αὐτούς. Κλεάνθης δὲ κωνοειδεῖς. |
| 344 | ( Ἀναξιμένη ς) ἥλων ⟦ δὲ ⟧ δίκην καταπεπηγέναι τὰ ἄστρα τῷ κρυσταλλοειδεῖ. Μητρόδωρος ὁμοίως περὶ σχήματος τῶν ἀστέρων καὶ αὐτὸς ἀπεφήνατο. Ξενοκράτης κατὰ μιᾶς ἐπιφανείας οἴεται κεῖσθαι τοὺς ἀστέρας. Οἱ δὲ ἄλλοι Στωικοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους ἐν ὕψει καὶ βάθει. ( Δημόκριτο ς) ⟦ καὶ ⟧ πρῶτα μὲν τὰ ἀπλανῆ, μετὰ δὲ ταῦτα τοὺς πλανήτας. ( Πλάτω ν) ⟦ καὶ ⟧ πρῶτον μετά γε τὴν τῶν ἀπλανῶν θέσιν φαίνωνα λεγόμενον τὸν τοῦ Κρόνου, δεύτερον φαέθοντα τὸν τοῦ Διός, τρίτον πυρόεντα τὸν τοῦ Ἄρεος, τέταρτον ἑωσφόρον τὸν τῆς Ἀφροδίτης, πέμπτον στίλβωνα τὸν τοῦ Ἑρμοῦ, ἕκτον ἥλιον, ἕβδομον σελήνην. |
| 345 | Τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων φασὶν εἶναι τὴν τάξιν τῶν ἀστέρων, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον. ( Ἀναξίμανδρο ς) ⟦ καὶ ⟧ ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι, μετ’ αὐτὸν δὲ τὴν σελήνην· ὑπὸ δὲ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλανήτας. Παρμενίδης πρῶτον μὲν τάττει τὸν ἑῷον, τὸν αὐτὸν δὲ νομιζόμενον ὑπ’ αὐτοῦ καὶ ἕσπερον, ἐν τῷ αἰθέρι· μεθ’ ὃν τὸν ἥλιον, ὑφ’ ᾧ τοὺς ἐν τῷ πυρώδει ἀστέρας, ὅπερ οὐρανὸν καλεῖ. Περὶ ἄστρων κινήσεως. ( Ἀναξαγόρα ς) ἀπ’ ἀνατολῶν ⟦ δὲ ⟧ ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας. ( Τῶν μαθηματικῶν τινες) τοὺς ⟦ δὲ ⟧ πλανήτας τοῖς ἀπλανέσιν ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς ἀντιφέρεσθαι. Τούτῳ δὲ συνομολογεῖ καὶ Ἀλκμαίω ν. Ἀριστοτέλης δὲ ὑπὸ τῶν σφαιρῶν ὑφ’ ὧν ἕκαστα συμβέβηκε. ⟦ Καὶ ⟧ Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφ’ ὧν ἕκαστος βέβηκε, φέρεσθαι. ( Ἀναξιμένη ς) οὐχ ὑπὸ τὴν γῆν ⟦ δέ ⟧ , ἀλλὰ περὶ αὐτὴν στρέφεσθαι τοὺς ἀστέρας. |
| 346 | ( Τῶν μαθηματικῶν τινε ς) ταὐτὸν ⟦ δὲ ⟧ πεπονθέναι τῷ ἑωσφόρῳ τὸν στίλβωνα, ἰσοδρομεῖν δὲ αὐτοὺς τῷ ἡλίῳ καὶ συμπεριφέρεσθαι αὐτῷ· καὶ τότε μὲν προανατέλλοντα ἑωσφόρον φαίνεσθαι, τότε δὲ ἐπικαταδυόμενον ἕσπερον καλεῖσθαι. Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου προσλάμπεσθαι. Στράτων καὶ αὐτὸς τὰ ἄστρα ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι. Διότιμος Τύριος ὁ † διοκρίτιος τὴν αὐτὴν τούτοις εἰσηνέγκατο γνώμην. ( Παρμενίδης καὶ Ἡράκλειτο ς) τρέφεσθαι ⟦ δὲ ⟧ τοὺς ἀστέρας ἐκ τῆς ἀπὸ γῆς ἀναθυμιάσεως. ( Ἀριστοτέλη ς) μὴ δεῖσθαι ⟦ δὲ ⟧ τὰ οὐράνια τροφῆς· οὐ γὰρ φθαρτά, ἀλλ’ ἀίδια εἶναι. ( Πλάτω ν) κοινῶς ⟦ δὲ ⟧ τὸν κόσμον ὅλον καὶ τὰ ἄστρα ἐξ αὑτοῦ τρέφεσθαι. ( Ξενοφάνη ς) τοὺς ⟦ δὲ ⟧ ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας, οὓς καὶ Διοσκούρους καλοῦσί τινες, νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα. |
| 347 | Περὶ ἐπισημασίας ἄστρων. ( Πλάτω ν) τὰς ⟦ δὲ ⟧ ἐπισημασίας τάς τε χειμερινὰς καὶ τὰς θερινὰς κατὰ τὰς τῶν ἄστρων ἐπιτολάς τε καὶ δυσμὰς γίνεσθαι. ( Ἀναξιμένη ς) τὰς δὲ ἐπισημασίας γίγνεσθαι διὰ τὸν ἥλιον μόνον· Εὔδοξος καὶ Ἄρατος τὰς ἐπισημασίας κατὰ τὰς τῶν ἄστρων ἐπιτολὰς γίνεσθαι. λέγει γοῦν Ἄρατος ἐν τοῖς Φαινομένοις οὕτως· αὐτὸς γὰρ τά γε σήματ’ ἐν οὐρανῷ ἐστήριξεν ἄστρα διακρίνας. ἐσκέψατο δ’ εἰς ἐνιαυτόν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν. Περὶ οὐσίας ἡλίου. |
| 348 (1t) | Ἀναξίμανδρος κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρματείῳ τροχῷ παραπλήσιον, ἔχοντα κοίλην περιφέρειαν, πλήρη πυρός, κατὰ μέρος ἐκφαίνουσαν διὰ στομίου τὸ πῦρ ὥσπερ διὰ πρηστῆρος. Ἀναξιμένης πύρινον ὑπάρχειν τὸν ἥλιον ἀπεφήνατο. Ξενοφάνης ἐκ νεφῶν πεπυρωμένων εἶναι τὸν ἥλιον. ** Θεόφραστος ἐν τοῖς Φυσικοῖς γέγραφεν ἐκ πυριδίων μὲν τῶν συναθροιζομένων 〈ἐκ〉 τῆς ὑγρᾶς ἀναθυμιάσεως, συναθροιζόντων δὲ τὸν ἥλιον. |
| 349 | Κλεάνθης ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης τὸν ἥλιον. Ἀναξαγόρας μύδρον ἢ πέτρον διάπυρον εἶναι τὸν ἥλιον. Δημόκριτος μύδρον ἢ πέτρον διάπυρον. Παρμενίδης καὶ Μητρόδωρος πύρινον ὑπάρχειν τὸν ἥλιον. Παρμενίδης τὸν ἥλιον καὶ τὴν σελήνην ἐκ τοῦ γαλαξίου κύκλου ἀποκριθῆναι, τὸν μὲν ἀπὸ τοῦ ἀραιοτέρου μίγματος, ὃ δὴ θερμόν, τὴν δὲ ἀπὸ τοῦ πυκνοτέρου, ὅπερ ψυχρόν. Θαλῆς γεοειδῆ τὸν ἥλιον. Διογένης κισηροειδῆ τὸν ἥλιον, εἰς ὃν ἀπὸ τοῦ αἰθέρος ἀκτῖνες ἐναποστηρίζονται. Φιλόλαος ὁ Πυθαγόρειος ὑαλοειδῆ τὸν ἥλιον, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τό τε φῶς καὶ τὴν ἀλέαν, ὥστε τρόπον τινὰ διττοὺς ἡλίους γίγνεσθαι, τό τε ἐν τῷ οὐρανῷ πυρῶδες καὶ τὸ ἀπ’ αὐτοῦ πυροειδὲς κατὰ τὸ ἐσοπτροειδές· εἰ μή τις καὶ τρίτον λέξει τὴν ἀπὸ τοῦ ἐνόπτρου κατ’ ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς αὐγήν. |
| 350 | Ἐμπεδοκλῆς δύο ἡλίους· τὸν μὲν ἀρχέτυπον, πῦρ ὂν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου, πεπληρωκὸς τὸ ἡμισφαίριον, αἰεὶ κατ’ ἀντικρὺ τῇ ἀνταυγείᾳ ἑαυτοῦ τεταγμένον· τὸν δὲ φαινόμενον, ἀνταύγειαν, ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλοτεροῦς τῆς γῆς κατ’ ἀνάκλασιν γιγνομένην εἰς τὸν ἥλιον κρυσταλλοειδῆ, συμπεριελκομένην τῇ κινήσει τοῦ πυρίνου. ὡς δὲ βραχέως εἰρῆσθαι * συντεμόντα, * ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἥλιον. Ἐπίκουρος γήινον πύκνωμα τὸν ἥλιόν φησιν εἶναι * κισηροειδῶς καὶ σπογγοειδῶς * ταῖς κατατρήσεσιν ὑπὸ πυρὸς ἀνημμένον. |
| 351 | Ἀντιφῶν πῦρ ἐπινεμόμενον μὲν τὸν περὶ τὴν γῆν ὑγρὸν ἀέρα, ἀνατολὰς δὲ καὶ δύσεις ποιούμενον τῷ τὸν μὲν ἐπικαιόμενον αἰεὶ προλείπειν, τοῦ δ’ ὑπονοτιζομένου πάλιν ἀντέχεσθαι. Ἡράκλειτος καὶ Ἑκαταῖος ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης εἶναι τὸν ἥλιον. Περὶ μεγέθους ἡλίου. ( Ἀναξίμανδρο ς ) ⟦ καὶ ⟧ τὸν μὲν ἥλιον ἴσον εἶναι τῇ γῇ, τὸν δὲ κύκλον ἀφ’ οὗ τὴν ἐκπνοὴν ἔχει καὶ ὑφ’ οὗ περιφέρεται εἶναι ⟦ τοῦ προειρημένου μεγέθους. ⟧ ( Ἐμπεδοκλῆ ς ) ἴσον ⟦ δὲ ⟧ τῇ γῇ τὸν κατὰ τὴν ἀνταύγειαν. ( Ἡράκλειτο ς) ⟦ τὸ δὲ μέγεθος ἔχειν ⟧ ‘εὖρος ποδὸς ἀνθρωπείου‘. ( Ἐπίκουρο ς) τηλικοῦτον ⟦ δὲ ⟧ ἡλίκος φαίνεται, ἢ μικρῷ τινι μείζω ἢ ἐλάττω. |
| 352 | ( Ἀναξιμένη ς) πλατὺν ⟦ δ’ ⟧ εἶναι ⟦ τῷ σχήματι. ⟧ ( Ἡράκλειτο ς ) σκαφοειδῆ ⟦ δὲ ⟧ εἶναι, ὑπόκυρτον. Ἀλκμαίων πλατὺν εἶναι τὸν ἥλιον. Οἱ Πυθαγόρειοι σφαιροειδῆ τὸν ἥλιον. Περὶ τροπῶν. ( Ἀναξιμένη ς ) ὑπὸ πεπυκνωμένου ⟦ δὲ ⟧ ἀέρος καὶ ἀντιτύπου ἐξωθούμενα τὰ ἄστρα τὰς τροπὰς ποιεῖσθαι. ( Ἀναξαγόρα ς) ⟦ τροπὴν δὲ γίγνεσθαι ⟧ ἀνταπώσει τοῦ πρὸς ταῖς ἄρκτοις ἀέρος, ὃν αὐτὸς συνωθῶν ἐκ τῆς πυκνώσεως ἰσχυροποιεῖ. ( Ἐμπεδοκλῆ ς ) ⟦ τροπὴν δὲ γίγνεσθαι ⟧ ὑπὸ τῆς περιεχούσης αὐτὸν σφαίρας κωλυόμενον ἄχρι παντὸς εὐθυπορεῖν καὶ ὑπὸ τῶν τροπικῶν κύκλων. |
| 353 | ( Διογένη ς ) ὑπὸ ⟦ δὲ ⟧ τοῦ ἀντιπίπτοντος τῇ θερμότητι ψυχροῦ σβέννυσθαι. * ⟦ περὶ δὲ τῶν τροπῶν φασι ⟧ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς, ὠκεανὸς δ’ ἐστὶ ** ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται. ( Δημόκριτο ς) ⟦ τροπὴν δὲ γίγνεσθαι ⟧ ἐκ τῆς περιφερούσης αὐτὸν δινήσεως. Περὶ ἐκλείψεως ἡλίου. ( Θαλῆ ς) ἐκλείπειν ⟦ δὲ ⟧ αὐτὸν τῆς σελήνης ὑπερχομένης κατὰ κάθετον, οὔσης φύσεως γεώδους· βλέπεσθαι δὲ * τοῦτο κατοπτρικῶς ὑποτιθέμενον * τῷ δίσκῳ. |
| 354 | ( Ἀναξίμανδρο ς) ⟦ γίγνεσθαι δὲ τὴν ἔκλειψιν ⟧ τοῦ στομίου τῆς τοῦ πυρὸς ἐκπνοῆς ἀποκλειομένου. ( Ἡράκλειτο ς ) ⟦ γίνεσθαι δὲ τὴν ἔκλειψιν ⟧ κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίγνεσθαι, τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν. ( Ξενοφάνη ς ) ⟦ ἔκλειψιν δὲ γίνεσθαι ⟧ κατὰ σβέσιν· ἕτερον δὲ πάλιν ταῖς ἀνατολαῖς γίνεσθαι. παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφ’ ὅλον μῆνα καὶ πάλιν ἐντελῆ ὥστε τὴν ἡμέραν νύκτα φανῆναι. ( Οἱ Πυθαγόρειο ι ) ⟦ ἔκλειψιν δὲ γίνεσθαι ⟧ σελήνης αὐτὸν ὑπερχομένης. ( Ἐμπεδοκλῆ ς ) ⟦ ἔκλειψιν δὲ γίνεσθαι ⟧ σελήνης αὐτὸν ὑπερχομένης. Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ γῆν κινεῖσθαι περὶ τὸν ἡλιακὸν κύκλον καὶ κατὰ τὰς ταύτης ἐγκλίσεις σκιάζεσθαι. |
| 355 | Ξενοφάνης πολλοὺς εἶναι ἡλίους καὶ σελήνας κατὰ [τὰ] κλίματα τῆς γῆς καὶ ἀποτομὰς καὶ ζώνας, κατὰ δέ τινα καιρὸν ἐκπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένης ὑφ’ ἡμῶν καὶ οὕτως ὡσπερεὶ κενεμβατοῦντα ἔκλειψιν ὑποφαίνειν· ὁ δ’ αὐτὸς τὸν ἥλιον εἰς ἄπειρον μὲν προϊέναι, δοκεῖν δὲ κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν. Περὶ σελήνης οὐσίας. Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλάσιον τῆς γῆς, ὅμοιον ἁρματείῳ 〈τροχῷ〉 κοίλην ἔχοντι τὴν ἁψῖδα καὶ πυρὸς πλήρη καθάπερ τὸν τοῦ ἡλίου, κείμενον λοξόν, ὡς κἀκεῖνον ἔχοντα μίαν ἐκπνοὴν οἷον πρηστῆρος αὐλόν· ἐκλείπειν δὲ κατὰ τὰς τροπὰς τοῦ τροχοῦ. Ἀναξιμένης πυρίνην τὴν σελήνην. |
| 356 | Παρμενίδης πυρίνην. Ξενοφάνης νέφος εἶναι πεπιλημένον. Ποσειδώνιος δὲ καὶ οἱ πλεῖστοι τῶν Στωικῶν μικτὴν ἐκ πυρὸς καὶ ἀέρος. Πλάτων ἐκ πλείονος τοῦ πυρὸς εἶναι τὴν σελήνην. Ἀριστοτέλης σελήνην ἐν μεθορίοις ἀέρος τεταγμένην καὶ τῆς πέμπτης οὐσίας μετέχουσαν ἐν μηνὶ περιέρχεσθαι τὸν ἴδιον κύκλον. Θαλῆς γεώδη τὴν σελήνην ἀπεφήνατο. Ἀναξαγόρας καὶ Δημόκριτος στερέωμα διάπυρον ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας. Διογένης κισηροειδὲς ἄναμμα τὴν σελήνην. Ἴων σῶμα τῇ μὲν ὑελοειδὲς διαυγές, τῇ δ’ ἀφεγγές. Βήρωσος ἡμιπύρωτον σφαῖραν τὴν σελήνην. Ἡρακλείδης ⟦ καὶ Ὄκελλος ⟧ γῆν ὁμίχλῃ περιεχομένην. Πυθαγόρας κατοπτροειδὲς σῶμα. |
| 357 | Ἐμπεδοκλῆς ἀέρα συνεστραμμένον, νεφοειδῆ, πεπηγότα ὑπὸ πυρός, ὥστε σύμμικτον. Περὶ μεγέθους σελήνης. ( Ποσειδώνιος καὶ οἱ πλεῖστοι τῶν Στωικῶ ν) μείζονα ⟦ δὲ ⟧ τῆς γῆς ὡς καὶ τὸν ἥλιον. ( Παρμενίδη ς ) ἴσην ⟦ δὲ ⟧ τῷ ἡλίῳ· καὶ γὰρ ἀπ’ αὐτοῦ φωτίζεται. ( Ἀριστοτέλη ς ) ἐλάττονα ⟦ δὲ ⟧ τῆς γῆς εἶναι τῷ μεγέθει. Περὶ σχήματος σελήνης. ( Ποσειδώνιος καὶ οἱ πλεῖστοι τῶν Στωικῶ ν ) σφαιροειδῆ ⟦ δὲ τῷ σχήματι ⟧ σχηματίζεσθαι δ’ αὐτὴν πολλαχῶς, καὶ γὰρ πανσέληνον γιγνομένην καὶ διχότομον καὶ ἀμφίκυρτον καὶ μηνοειδῆ. Ἡράκλειτος σκαφοειδῆ ⟦ τῷ σχήματι. |
| 358 | ⟧ ( Ἐμπεδοκλῆ ς ) δισκοειδῆ ⟦ δὲ τῷ σχήματι. ⟧ Τινὲς δὲ κυλινδροειδῆ. Περὶ ⟦ δὲ ⟧ φωτισμῶν αὐτῆς. Ἀναξίμανδρος Ξενοφάνης Βήρωσος ἴδιον αὐτὴν ἔχειν φῶς. Ἀριστοτέλης ἴδιον μέν, ἀραιότερον δέ πως. Οἱ Στωικοὶ ἀμαυροφανές, ἀεροειδὲς γάρ. Ἀντιφῶν ἰδιοφεγγῆ μὲν τὴν σελήνην, τὸ δ’ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου τὸ ἀσθενέστερον ἀμαυροῦν· ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα. Θαλῆς πρῶτος ἔφη ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι. Πυθαγόρας Παρμενίδης Ἐμπεδοκλῆς Ἀναξαγόρας Μητρόδωρος ὁμοίως. Ἡράκλειτος ταὐτὸν πεπονθέναι τήν τε σελήνην καὶ τὸν ἥλιον. |
| 359 | σκαφοειδεῖς δὲ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας, δεχομένους τὰς ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιάσεως αὐγάς, φωτίζεσθαι πρὸς τὴν φαντασίαν, λαμπροτέρως μὲν τὸν ἥλιον, ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολωτέρῳ, καὶ διὰ τοῦτο ἀμαυροτέραν φαίνεσθαι. Περὶ ⟦ δὲ ⟧ ἐκλείψεως σελήνης. Ἀναξίμανδρος τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐπιφραττομένου. Βήρωσος κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ ἀπυρώτου μέρους. Ἀλκμαίων Ἡράκλειτος Ἀντιφῶν κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφὴν καὶ τὰς περικλίσεις. Τῶν Πυθαγορείων τινὲς κατὰ τὴν Ἀριστοτέλειον ἱστορίαν καὶ τὴν Φιλίππου τοῦ Ὀπουντίου ἀπόφασιν ἀντιφράξει τοτὲ μὲν τῆς γῆς, τοτὲ δὲ τῆς ἀντίχθονος. |
| 360 | τῶν δὲ νεωτέρων εἰσί τινες οἷς ἔδοξε κατ’ ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως, ἕως 〈ἂν〉 τὴν τελείαν πανσέληνον ἀποδῷ, καὶ πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου καθ’ ἣν τελείως σβέννυται. Ξενοφάνης καὶ τὴν μηνιαίαν ἀπόκρυψιν κατὰ σβέσιν. Θαλῆς Ἀναξαγόρας Πλάτων οἱ Στωικοὶ τοῖς μαθηματικοῖς συμφώνως τὰς μὲν μηνιαίους ἀποκρύψεις συνοδεύουσαν αὐτὴν ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δ’ ἐκλείψεις εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν, μεταξὺ μὲν ἀμφοτέρων τῶν ἀστέρων γενομένης, * μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης * . Ἀναξαγόρα ς, ὥς φησι Θεόφραστο ς, καὶ τῶν ὑποκάτω τῆς σελήνης ἔσθ’ ὅτε σωμάτων ἐπιπροσθούντων. Χρύσιππος ἐκλείπειν τὴν σελήνην τῆς γῆς αὐτῇ ἐπιπροσθούσης. καὶ εἰς σκιὰν αὐτῆς ἐμπίπτουσαν. Περὶ ⟦ δ’ ⟧ ἐμφάσεως αὐτῆς. |
| 361 (1t) | Τῶν Πυθαγορείων τινὲς μέν, ὧν ἐστι Φιλόλαο ς, τὸ γεωφανὲς αὐτῆς εἶναι διὰ τὸ περιοικεῖσθαι τὴν σελήνην καθάπερ τὴν παρ’ ἡμῖν γῆν ζῴοις καὶ φυτοῖς μείζοσι καὶ καλλίοσιν· εἶναι γὰρ πεντεκαιδεκαπλάσια τὰ ἐπ’ αὐτῆς ζῷα τῇ δυνάμει μηδὲν περιττωματικὸν ἀποκρίνοντα καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει. ἄλλοι δὲ τὴν ἐν τῇ σελήνῃ ἔμφασιν ἀνάκλασιν εἶναι τῆς πέραν τοῦ διακεκαυμένου κύκλου τῆς οἰκουμένης ὑφ’ ἡμῶν θαλάττης. Ἀναξαγόρας ἀνωμαλότητα συγκρίματος διὰ τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες, τὰ μὲν ἐχούσης ὑψηλὰ τὰ δὲ ταπεινὰ τὰ δὲ κοῖλα. καὶ παραμεμῖχθαι τῷ πυροειδεῖ τὸ ζοφῶδες, ὧν τὸ πάθος ὑποφαίνει τὸ σκιερόν· ὅθεν ψευδοφανῆ λέγεσθαι τὸν ἀστέρα. Δημόκριτος ἀποσκίασμά τι τῶν ὑψηλῶν ἐν αὐτῇ μερῶν· ἄγκη γὰρ αὐτὴν ἔχειν καὶ νάπας. Παρμενίδης διὰ τὸ παραμεμῖχθαι τῷ περὶ αὐτὴν πυρώδει τὸ ζοφῶδες, ὅθεν ψευδοφανῆ τὸν ἀστέρα καλεῖ. Οἱ Στωικοὶ διὰ τὸ ἀερομιγὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα. Ἀριστοτέλης μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα διὰ τὰ πρόσγεια ἀερώματα τοῦ αἰθέρος, ὃν προσαγορεύει σῶμα πέμπτον. |
| 362 | Οἱ ἀπὸ τῶν μαθηματικῶν τὸ ἀνώμαλον συγκριτικὸν αἰτιῶνται. καθάπερ οὖν τῶν προσαυγαζομένων ὑπὸ τοῦ ἡλίου νεφῶν τὰ μὲν ἀραιότερα μέρη λαμπρότερα φαίνεσθαι, τὰ δὲ πυκνότερα ἀμαυρότερα, οὕτω καὶ τῆς σελήνης ἐοικυίας μὲν νεφελοειδεῖ πιλήματι, προσαυγαζομένης δ’ ὑπὸ τοῦ ἡλίου. Ξενοφάνης τὸν μὲν ἥλιον χρήσιμον εἶναι πρὸς τὴν τοῦ κόσμου καὶ τὴν τῶν ἐν αὐτῷ ζῴων γένεσίν τε καὶ διοίκησιν, τὴν δὲ σελήνην παρέλκειν. Περὶ ⟦ δὲ ⟧ τῶν ἀποστημάτων. Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν * τῆς σελήνης ἀπὸ 〈τῆσ〉 γῆς ἤπερ ἀπὸ τοῦ ἡλίου * . Οἱ δὲ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον. Ἐρατοσθένης τὸν ἥλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας [μυριάδων] τετρακοσίας καὶ στάδια ὀκτάκις μύρια, τὴν δὲ σελήνην ἀπέχειν ἀπὸ τῆς γῆς μυριάδας ἑβδομήκοντα ὀκτὼ σταδίων. |
| 363 | Ἐμπεδοκλῆς τοῦ ὕψους τοῦ ἀπὸ τῆς γῆς 〈εἰσ〉 τὸν οὐρανόν, ἥτις ἐστὶν ἀφ’ ἡμῶν ἀνάτασις, πλείονα εἶναι τὴν κατὰ τὸ πλάτος διάστασιν, κατὰ τοῦτο τοῦ οὐρανοῦ μᾶλλον ἀναπεπταμένου διὰ τὸ ᾠῷ παραπλησίως τὸν κόσμον κεῖσθαι. Βόηθος δὲ πρὸς τὴν φαντασίαν δέχεται τὸ ἀναπεπταμένον, οὐ κατὰ τὴν ὑπόστασιν. Ἐνιαυτός ἐστι Κρόνου μὲν ἐνιαυτῶν περίοδος τριάκοντα, Διὸς δώδεκα, Ἄρεος δυοῖν, ἡλίου δώδεκα μῆνες· οἱ δ’ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης, ἰσόδρομοι γάρ· σελήνης ἡμέραι τριάκοντα. οὗτος γὰρ ὁ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον. γίγνεσθαι δὲ τὸν λεγόμενον μέγαν ἐνιαυτόν, ὅταν ἐπὶ τοὺς αὐτοὺς ἀφ’ ὧν ἤρξαντο τῆς κινήσεως ἀφίκωνται τόπους. Τὸν δέ γε μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται, οἱ δὲ ἐν τῇ ἐννεακαιδεκαετηρίδι, οἱ δ’ ἐν τοῖς τετραπλασίοις ἔτεσιν, οἱ δ’ ἐν τοῖς ἑξήκοντα ** ἐν οἷς Οἰνοπίδης καὶ Πυθαγόρα ς · οἱ δ’ ἐν τῇ λεγομένῃ κεφαλῇ τοῦ Κρόνου· αὕτη δ’ ἐστὶ τῶν ἑπτὰ πλανητῶν ἐπὶ ταὐτῇ ἡμέρᾳ τῆς ἐξ ἄρκτου φορᾶς ἐπάνοδος. |
| 364 | Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἐνιαυτῶν ἡλιακῶν. Διογένης ὁ Στωικὸς ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων, ὅσος ἦν ὁ καθ’ Ἡράκλειτον ἐνιαυτός. Περὶ γάλακτος. Κύκλος ἐστὶ νεφελοειδὴς ἐν μὲν τῷ ἀέρι διὰ παντὸς φαινόμενος, διὰ δὲ τὴν λευκόχροιαν ὀνομαζόμενος γαλαξίας. Τῶν Πυθαγορείων οἱ μὲν ἔφασαν ἀστέρος εἶναι διάκαυσιν ἐκπεσόντος μὲν ἀπὸ τῆς ἰδίας ἕδρας, δι’ οὗ δὲ περιέδραμε χωρίου κυκλοτερῶς αὐτὸ περιφλέξαντος ἐπὶ τοῦ κατὰ Φαέθοντα ἐμπρησμοῦ· οἱ δὲ τὸν ἡλιακὸν ταύτῃ φασὶ κατ’ ἀρχὰς γεγονέναι δρόμον. |
| 365 | τινὲς δὲ κατοπτρικὴν εἶναι φαντασίαν τοῦ ἡλίου τὰς αὐγὰς πρὸς τὸν οὐρανὸν ἀνακλῶντος, ὅπερ κἀπὶ τῆς ἴριδος ἐπὶ τῶν νεφῶν συμβαίνει. Μητρόδωρος διὰ τὴν πάροδον τοῦ ἡλίου, τοῦτον γὰρ εἶναι ἡλιακὸν κύκλον. Παρμενίδης τὸ τοῦ πυκνοῦ καὶ τὸ τοῦ ἀραιοῦ μῖγμα γαλακτοειδὲς ἀποτελέσαι χρῶμα. Ἀναξαγόρας τὴν σκιὰν τῆς γῆς κατὰ τόδε τὸ μέρος ἵστασθαι τοῦ οὐρανοῦ, ὅταν ὑπὸ τὴν γῆν ὁ ἥλιος γενόμενος μὴ πάντα περιφωτίζῃ. 〈 Δημόκριτος 〉 πολλῶν καὶ μικρῶν καὶ συνεχῶν ἀστέρων συμφωτιζομένων ἀλλήλοις διὰ τὴν πύκνωσιν συναυγασμόν. Ἀριστοτέλης ἀναθυμιάσεως ξηρᾶς ἔξαψιν πολλῆς τε καὶ συνεχοῦς. τὸν γὰρ κύκλον ἐν ᾧ δοκεῖ θεωρεῖσθαι μέγιστον ὄντα, πλήρη τῶν μεγίστων ὑπάρχειν καὶ λαμπροτάτων ἄστρων καὶ ἔτι τῶν σποράδων καλουμένων, ὥστε διὰ ταῦτα συνεχῶς πλείστην περὶ τοῦτον ἀθροίζεσθαι τὸν τόπον τὴν ἀπὸ τῆς γῆς ἀναθυμίασιν καὶ ποιεῖν τὴν τοῦ γάλακτος φαντασίαν. Ποσειδώνιος πυρὸς σύστασιν ἄστρου μὲν μανωτέραν, αὐγῆς δὲ πυκνοτέραν. |
| 366 | Περὶ κομητῶν καὶ διᾳττόντων καὶ τῶν τοιούτων. Τῶν Πυθαγορείων τινὲς μὲν ἀστέρα φασὶν εἶναι τὸν κομήτην τῶν οὐκ αἰεὶ μὲν φαινομένων, διὰ δέ τινος διωρισμένου χρόνου περιοδικῶς ἀνατελλόντων· ἄλλοι δὲ ἀνάκλασιν τῆς ἡμετέρας ὄψεως εἰς τὸν ἥλιον παραπλησίαν ταῖς κατοπτρικαῖς ἐμφάσεσιν. Ἀναξαγόρας καὶ Δημόκριτος σύνοδον ἀστέρων δυοῖν ἢ καὶ πλειόνων κατὰ συναυγασμόν. Ἀριστοτέλης τῆς ξηρᾶς ἐκ γῆς ἀναθυμιάσεως διάπυρον σύστασιν· κομήτας δέ, ὅταν ἐπὶ πλέον ἐξαφθῇ καὶ πρὸς πλείονα διαμένῃ χρόνον, τοῦ μὲν ἀστέρος φαινομένου κάτωθεν, τῆς δὲ κόμης ἄνωθεν ἐπιλαμπούσης· πωγωνίας δέ, ὅταν ἔμπαλιν ὁ μὲν ἀστὴρ ἄνωθεν θεωρῆται, ἡ δὲ κόμη κάτωθεν, παρεχομένη τῷ σχήματι πώγωνος ἔμφασιν. Στράτων ἄστρου φῶς περιληφθὲν νέφει πυκνῷ καθάπερ ἐπὶ τῶν λαμπτήρων γίγνεται. Ἡρακλείδης ὁ Ποντικὸς νέφος μετάρσιον ὑπὸ μεταρσίου φωτὸς καταυγαζόμενον. ὁμοίως δ’ αἰτιολογεῖ πωγωνίαν δοκίδας κίονα καὶ τὰ τούτοις συγγενῆ, καθάπερ ἀμέλει πάντες οἱ Περιπατητικοί, παρὰ τοὺς τοῦ νέφους ταῦτα γίγνεσθαι σχηματισμούς. |
| 367 | Ἐπιγένης πνεύματος ἀναφορὰν γεωμιγοῦς πεπυρωμένου. Βόηθος ἀέρος ἀνημμένου φαντασίαν. Διογένης ἀστέρας εἶναι τοὺς κομήτας. Ἀναξαγόρας τοὺς καλουμένους διᾴττοντας ἀπὸ τοῦ αἰθέρος σπινθήρων δίκην καταφέρεσθαι, διὸ καὶ παραυτίκα σβέννυσθαι. Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου βίαιον ἔμπτωσιν πολλάκις σπινθηρίζειν. Ξενοφάνης πάντα τὰ τοιαῦτα νεφῶν πεπυρωμένων συστήματα ἢ κινήματα. Περὶ βροντῶν ἀστραπῶν κεραυνῶν πρηστήρων τυφώνων. Ἀναξίμανδρος ἐκ τοῦ πνεύματος ταῦτ’ εἶπε συμβαίνειν· ὅταν γὰρ περιληφθὲν νέφει παχεῖ βιασάμενον ἐκπέσῃ τῇ λεπτομερείᾳ καὶ κουφότητι, τόθ’ ἡ μὲν ῥῆξις τὸν ψόφον, ἡ δὲ διαστολὴ παρὰ τὴν μελανίαν τοῦ νέφους τὸν διαυγασμὸν ἀποτελεῖ. Ἀναξιμένης ταὐτὰ τούτῳ προστιθεὶς τὸ ἐπὶ τῆς θαλάσσης, ἥτις σχιζομένη ταῖς κώπαις παραστίλβει. |
| 368 | Μητρόδωρος ὅταν εἰς νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσῃ πνεῦμα, τῇ μὲν συνθραύσει τὸν κτύπον ἀποτελεῖ, τῇ δὲ πληγῇ καὶ τῷ σχισμῷ διαυγάζει, τῇ δ’ ὀξύτητι τῆς φορᾶς προσλαμβάνον τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα κεραυνοβολεῖ, τοῦ δὲ κεραυνοῦ τὴν ἀσθένειαν εἰς πρηστῆρα περιίστησιν. Ἀναξαγόρα ς, ὅταν 〈τὸ〉 θερμὸν εἰς τὸ ψυχρὸν ἐμπέσῃ (τοῦτο δ’ ἐστὶν αἰθέριον μέρος εἰς ἀερῶδες), τῷ μὲν ψόφῳ βροντὴν ἀποτελεῖ, τῷ δὲ παρὰ τὴν μελανίαν τοῦ νέφους χρώματι τὴν ἀστραπήν, τῷ δὲ πλήθει καὶ μεγέθει τοῦ φωτὸς τὸν κεραυνόν, τῷ δὲ πολυσωματωτέρῳ πυρὶ τὸν τυφῶνα, τῷ δὲ νεφελομιγεῖ τὸν πρηστῆρα. Ἀρχέλαος ταὐτὸ λέγει παρατιθεὶς τὸ τῶν διαπύρων λίθων καθιεμένων εἰς ψυχρὸν ὕδωρ πάθος. Ξενοφάνης ἀστραπὰς γίνεσθαι λαμπρυνομένων τῶν νεφῶν κατὰ τὴν κίνησιν. Ἐμπεδοκλῆς ἔμπτωσιν φωτὸς εἰς νέφος ἐξείργοντος τὸν ἀνθεστῶτα ἀέρα, οὗ τὴν μὲν σβέσιν καὶ τὴν θραῦσιν κτύπον ἀπεργάζεσθαι, τὴν δὲ λάμψιν ἀστραπήν, κεραυνὸν δὲ τὸν τῆς ἀστραπῆς τόνον. Διογένης ἔμπτωσιν πυρὸς εἰς νέφος ὑγρόν, βροντὴν μὲν τῇ σβέσει ποιοῦν, τῇ δὲ λαμπηδόνι τὴν ἀστραπήν. |
| 369 | συναιτιᾶται δὲ καὶ τὸ πνεῦμα. Ἡράκλειτος βροντὴν μὲν κατὰ συστροφὰς ἀνέμων καὶ νεφῶν καὶ ἐμπτώσεις πνευμάτων εἰς τὰ νέφη, ἀστραπὰς δὲ κατὰ τὰς τῶν ἀναθυμιωμένων ἐξάψεις, πρηστῆρας δὲ κατὰ νεφῶν ἐμπρήσεις καὶ σβέσεις. Λεύκιππος πυρὸς ἐναποληφθέντος νέφεσι παχυτάτοις ἔκπτωσιν ἰσχυρὰν βροντὴν ἀποτελεῖν ἀποφαίνεται. Δημόκριτος βροντὴν μὲν ἐκ συγκρίματος ἀνωμάλου τὸ περιειληφὸς αὐτὸ νέφος πρὸς τὴν κάτω φορὰν ἐκβιαζομένου· ἀστραπὴν δὲ σύγκρουσιν νεφῶν, ὑφ’ ἧς τὰ γεννητικὰ τοῦ πυρὸς διὰ τῶν πολυκένων ἀραιωμάτων ταῖς παρατρίψεσιν εἰς τὸ αὐτὸ συναλιζόμενα διηθεῖται· κεραυνὸν δέ, ὅταν ἐκ καθαρωτέρων καὶ λεπτοτέρων ὁμαλωτέρων τε καὶ ‘πυκναρμόνων‘, καθάπερ αὐτὸς γράφει, γεννητικῶν τοῦ πυρὸς ἡ φορὰ βιάζηται· πρηστῆρα δέ, ὅταν πολυκενώτερα συγκρίματα πυρὸς ἐν πολυκένοις κατασχεθέντα χώραις καὶ περιοχαῖς ὑμένων ἰδίων σωματοποιούμενα τῷ πολυμιγεῖ τὴν ἐπὶ τὸ βάθος ὁρμὴν λάβῃ. Οἱ Στωικοὶ βροντὴν μὲν προσκρουσμὸν νεφῶν, ἀστραπὴν δὲ ἔξαψιν ἐκ παρατρίψεως, κεραυνὸν δὲ σφοδροτέραν ἔκλαμψιν, πρηστῆρα δὲ νωθεστέραν. Χρύσιππος ἀστραπὴν ἔξαψιν νεφῶν ἐκτριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματος, βροντὴν δ’ εἶναι τὸν τούτων ψόφον· ἅμα δὲ γίνεσθαι ἐν τῷ ἀέρι βροντήν τε καὶ ἀστραπήν, πρότερον δὲ τῆς ἀστραπῆς ἀντιλαμβάνεσθαι ἡμᾶς διὰ τὸ τῆς ἀκοῆς ὀξυτέραν εἶναι τὴν ὅρασιν· ὅταν δ’ ἡ τοῦ πνεύματος φορὰ σφοδροτέρα γένηται καὶ πυρώδης, κεραυνὸν ἀποτελεῖσθαι· ὅταν δὲ ἄθρουν ἐκπέσῃ τὸ πνεῦμα καὶ ἧττον πεπυρωμένον, πρηστῆρα γίνεσθαι· ὅταν δ’ ἔτι ἧττον ᾗ πεπυρωμένον τὸ πνεῦμα, τυφῶνα. |
| 370 | Ἀριστοτέλης ἐξ ἀναθυμιάσεως καὶ τὰ τοιαῦτα γίνεσθαι τῆς ξηρᾶς. ὅταν οὖν ἐντύχῃ μὲν τῇ ὑγρᾷ, παραβιάζηται δὲ τὴν ἔξοδον, τῇ μὲν παρατρίψει καὶ τῇ ῥήξει τὸν ψόφον, τῇ δ’ ἐξάψει τῆς ξηρότητος τὴν ἀστραπὴν παρίστησι. Στράτων θερμοῦ ψυχρῷ παρείξαντος, ὅταν ἐκβιασθὲν τύχῃ, τὰ τοιαῦτα γίνεσθαι, βροντὴν μὲν ἀπορρήξει, φάει δ’ ἀστραπήν; τάχει δὲ κεραυνόν, πρηστῆρας δὲ καὶ τυφῶνας τῷ πλεονασμῷ τῷ τῆς ὕλης, ἣν ἑκάτερος αὐτῶν ἐφέλκεται, θερμοτέραν μὲν ὁ πρηστήρ, παχυτέραν δὲ ὁ τυφών. Περὶ νεφῶν ὁμίχλης ὑετῶν δρόσου χιόνος πάχνης χαλάζης. Ἀναξιμένης νέφη μὲν γίνεσθαι παχυνθέντος ἐπὶ πλεῖον τοῦ ἀέρος, μᾶλλον δ’ ἐπισυναχθέντος ἐκθλίβεσθαι τοὺς ὄμβρους, χιόνα δὲ ἐπειδὰν τὸ καταφερόμενον ὕδωρ παγῇ, χάλαζαν δ’ ὅταν συμπεριληφθῇ τι τῷ ὑγρῷ πνευματικόν. Ἀναξαγόρας νέφη μὲν καὶ χιόνα παραπλησίως, χάλαζαν δ’ ὅταν ἀπὸ τῶν παγέντων νεφῶν προωσθῇ τινα πρὸς τὴν γῆν ἤδη ταῖς καταφοραῖς ἀποψυχρούμενα. |
| 371 | στρογγυλοῦσθαι *** Μητρόδωρος ἀπὸ τῆς ὑδατώδους ἀναφορᾶς ὑπὸ τοῦ ἀέρος συνίστασθαι τὰ νέφη. Ξενοφάνης ἀπὸ τῆς τοῦ ἡλίου θερμότητος ὡς ἀρκτικῆς αἰτίας τἀν τοῖς μεταρσίοις συμβαίνειν. ἀνελκομένου γὰρ ἐκ τῆς θαλάττης τοῦ ὑγροῦ τὸ γλυκὺ διὰ τὴν λεπτομέρειαν διακρινόμενον νέφη τε συνιστάνειν ὁμιχλούμενον καὶ καταστάζειν ὄμβρους ὑπὸ πιλήσεως καὶ διατμίζειν τὰ πνεύματα. γράφει γὰρ διαρρήδην· πηγὴ δ’ ἐστὶ θάλασς’ ὕδατος. Ἐπίκουρος ἀπὸ τῶν ἀτόμων. στρογγυλαίνεσθαι τὴν χάλαζαν 〈καὶ〉 τὸν ὑετὸν ἀπὸ τῆς μακρᾶς καταφορᾶς ὑποπεπλασμένον. καὶ πνεῦμα μὲν ἀποτελεῖν παρῶσαν τὰ νέφη, ὄμβρους δὲ διαχέαν, χάλαζαν δὲ πιλῆσαν, χιόνας δὲ συμπεριλαβόμενον τι τοῦ ἀερώδους. Περὶ ἴριδος. Τῶν μεταρσίων παθῶν τὰ μὲν καθ’ ὑπόστασιν γίνεται οἷον ὄμβρος χάλαζα, τὰ δὲ κατ’ ἔμφασιν ἰδίαν οὐκ ἔχοντα ὑπόστασιν· αὐτίκα γοῦν πλεόντων ἡμῶν ἡ ἤπειρος κινεῖσθαι δοκεῖ. |
| 372 | ἔστιν οὖν κατ’ ἔμφασιν ἡ ἶρις. Πλάτων φησὶ Θαύμαντος αὐτὴν γενεαλογῆσαι τοὺς ἀνθρώπους διὰ τὸ θαυμάσαι ταύτην. Ὅμηρος ἠύτε πορφυρέην νεφέλην θνητοῖσι τανύσσει. καὶ ἐμυθεύσαντό τινες αὐτὴν ταύρου κεφαλὴν ἔχουσαν ἀναρροφεῖν τοὺς ποταμούς. Πῶς οὖν γίγνεται; ὁρῶμεν δὴ κατὰ γραμμὰς ἢ κατ’ εὐθείας ἢ κατὰ καμπύλας ἢ κατ’ ἀνακλωμένας, γραμμὰς δὲ λόγῳ θεωρητὰς καὶ ἀσωμάτους. κατὰ μὲν οὖν εὐθείας ὁρῶμεν τὰ ἐν ἀέρι καὶ τὰ διὰ τῶν λίθων τῶν διαυγῶν καὶ κεράτων, λεπτομερῆ γὰρ ταῦτα πάντα. καμπύλας δὲ γραμμὰς καθ’ ὕδατος βλέπομεν· κάμπτεται γὰρ ἡ ὄψις βίᾳ διὰ τὴν πυκνοτέραν τοῦ ὕδατος ὕλην· διὸ καὶ τὴν κώπην ἐν τῇ θαλάσσῃ μακρόθεν καμπτομένην βλέπομεν. τρίτος τρόπος τοῦ βλέπειν τὰ ἀνακλώμενα ὡς τὰ κατοπτρικά. ἔστιν οὖν τὸ τῆς ἴριδος πάθος τοιοῦτον· δεῖ γὰρ ἐπινοῆσαι τὴν ὑγρὰν ἀναθυμίασιν εἰς νέφος μεταβάλλουσαν, εἶτα ἐκ τούτου κατὰ βραχὺ εἰς μικρὰς ῥανίδας νοτιζούσας. ὅταν οὗν ὁ ἥλιος γένηται ἐν δυσμαῖς, ἀνάγκη πᾶσα ἶριν ἄντικρυς ἡλίου φαίνεσθαι· τότε γὰρ ἡ ὄψις προσπεσοῦσα ταῖς ῥανίσιν ἀνακλᾶται, ὥστε γίγνεσθαι τὴν ἶριν. |
| 373 | εἰσὶ δὲ αἱ ῥανίδες οὐ σχήματος μορφαί, ἀλλὰ χρώματος. καὶ ἔχει τὸ μὲν πρῶτον φοινικοῦν, τὸ δὲ δεύτερον ἁλουργὲς καὶ πορφυροῦν, τὸ δὲ τρίτον κυανοῦν καὶ πράσινον. μήποτε τὸ φοινίκινον, ὅτι ἡ λαμπρότης τοῦ ἡλίου προσπεσοῦσα καὶ ἡ λαμπηδὼν ἀκραιφνὴς ἀνακλωμένη ἐρυθρὸν ποιεῖ καὶ φοινίκειον χρῶμα· τὸ δεύτερον μέρος ἐπιθολούμενον καὶ ἐκκαιόμενον μᾶλλον τῆς λαμπηδόνος διὰ τὰς ῥανίδας ἁλουργές......... ............ τὸ δροσίζον εἰς τὸ πράσινον μεταβάλλει. ἔστι δὲ τοῦτο δοκιμάσαι δι’ ἔργων· εἰ γάρ τις ἀντικρὺ στὰς τοῦ ἡλίου λάβῃ ὕδωρ καὶ πυτίσῃ, αἱ δὲ ῥανίδες ἀνάκλασιν πρὸς τὸν ἥλιον λάβωσιν, εὑρήσει γινομένην ἶριν. καὶ οἱ ὀφθαλμιῶντες δὲ τοῦτο πάσχουσιν, ὅταν εἰς τὸν λύχνον ἀποβλέψωσιν. Περὶ ἀνέμων. |
| 375 | Ἀριστοτέλης τῆς ξηρᾶς ἀναθυμιάσεως τὴν πρώτην ἀναφοράν· γίνεσθαι δέ ποτε τῇ ξηρᾷ πρὸς τὴν ὑγρὰν μῖξιν. πνεῦμα μὲν ἐκ πολλῶν συνιουσῶν ἀναθυμιάσεων, τὸν γὰρ ἄνεμον μὲν εἶναι ξηρᾶς ἀναδόσεως πλῆθος κινούμενον περὶ γῆν· τοὺς δ’ ἐκνεφίας ἀνέμους, ὅταν ἀθρόον καὶ πυκνὸν φερόμενον εἰς ἑαυτὸ τὸ πλέον ἀναλύσῃ τοῦ νέφους τῇ σφοδρότητι τῆς ῥύμης. τὸ γὰρ τάχος τῆς ἐκκρίσεως ποιεῖν τὴν τοῦ πνεύματος ἰσχύν. Ἐμπεδοκλῆς καὶ οἱ Στωικοὶ χειμῶνα μὲν γίνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει εἰς τὸ ἀνωτέρω βιαζομένου, θερείαν δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κατωτέρω βιάζηται. |
| 376 | Περὶ γῆς εἰ μία καὶ πεπερασμένη καὶ ποίου μεγέθους. Περὶ σχήματος γῆς. Περὶ θέσεως αὐτῆς. |
| 378 (1t) | Πότερα μένει ἡ γῆ ἢ κινεῖται. Περὶ σεισμῶν γῆς. |
| 380 | Πλάτων πάσης κινήσεως ἓξ εἶναι περιστάσεις, ἄνω καὶ κάτω, ἐπὶ δεξιὰ καὶ θάτερα, πρόσθεν καὶ ὄπισθεν. κατ’ οὐδεμίαν 〈δὲ〉 τούτων ἐνδέχεσθαι τὴν γῆν κινεῖσθαι, * ἐν τῷ πανταχόθεν ἰσωτάτῳ κειμένην μένειν ἀκίνητον ἅτε δὴ μηδὲν ἔχουσαν ἐξαίρετον ἐς τὸ ῥέψαι μᾶλλον, τόπους δὲ αὐτῆς κατ’ ἀραιότητα σαλεύεσθαι. |
| 381 | Περὶ θαλάττης πῶς συνέστη καὶ πῶς ἐστι πικρά. Πῶς ἄμπωτις καὶ πλήμμυραι γίνονται. |
| 382 (1t) | Ἀριστοτέλης καὶ Ἡρακλείδης ὑπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινοῦντος καὶ περιφέροντος· ὑφ’ ὧν ἐμβαλλόντων μὲν προωθουμένην ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν καὶ κατασκευάζειν τὴν πλήμμυραν, καταληγόντων δ’ ἀντιπερισπωμένην ὑποβαίνειν, ὅπερ εἶναι τὴν ἄμπωτιν. 〈Δικαίαρχοσ〉 ὁ Μεσσήνιος ἡλίῳ καὐτὸς τὴν αἰτίαν ἀνατίθησι, καθ’ οὓς μὲν ἂν τόπους γένηται τῆς γῆς πλημμύροντι τὰ πελάγη, ἐξ ὧν δ’ ἂν τύχῃ παραποστὰς ὑποσυνέλκοντι. |
| 383 | ταῦτα δὲ συμβαίνειν περὶ τὰς ἑῴας καὶ τὰς μεσημβρινὰς ἐκκλίσεις. Πυθέας ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης καὶ τῇ μειώσει τὰς ἑκατέρου τούτων αἰτίας ἀνατίθησιν. Ποσειδώνιος ὑπὸ μὲν τῆς σελήνης κινεῖσθαι τοὺς ἀνέμους, ὑπὸ δὲ τούτων τὰ πελάγη, ἐν οἷς τὰ προειρημένα γίγνεσθαι πάθη. Πλάτων ἐπὶ τὴν αἰώραν φέρεται τῶν ὑδάτων. εἶναι γάρ τινα φυσικὴν αἰώραν διά τινος ἐγγείου τρήματος περιφέρουσαν τὴν παλίρροιαν, ὑφ’ ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη. Τίμαιος ὁ Ταυρομενίτης τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τὴν Ἀτλαντικὴν διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται προωθοῦντας μὲν ταῖς ἐφόδοις, ὑφέλκοντας δὲ ταῖς ἀναπαύλαις. Κράτης ὁ γραμματικὸς τὸν ἀντισπασμὸν τῆς θαλάσσης αἰτιᾶται. Ἀπολλόδωρος ὁ Κερκυραῖος τὰς ἐκ τοῦ ὠκεανοῦ παλιρροίας. Σέλευκος ὁ μαθηματικὸς ἀντιγεγραφὼς Κράτητ ι, κινῶν καὐτὸς τὴν γῆν, ἀντικόπτειν αὐτῆς τῷ δίνῳ φησὶ τὴν περιστροφὴν τῆς σελήνης. τοῦ δὲ μεταξὺ ἀμφοτέρων τῶν σωμάτων ἀντιπερισπωμένου πνεύματος καὶ ἐμπίπτοντος εἰς τὸ Ἀτλαντικὸν πέλαγος κατὰ λόγον οὕτω συγκυμαίνεσθαι τὴν θάλασσαν. Περὶ ψυχῆς. |
| 386 (1t) | Θαλῆς ἀπεφήνατο πρῶτος τὴν ψυχὴν ἀεικίνητον ἢ αὐτοκίνητον. Ἀλκμαίων φύσιν αὐτοκίνητον κατ’ ἀίδιον κίνησιν, καὶ διὰ τοῦτο ἀθάνατον αὐτὴν καὶ προσεμφερῆ τοῖς θεοῖς ὑπολαμβάνει. Πυθαγόρας ἀριθμὸν αὑτὸν κινοῦντα, τὸν δὲ ἀριθμὸν ἀντὶ τοῦ νοῦ παραλαμβάνει. Ὁμοίως δὲ καὶ Ξενοκράτη ς . Ἀριστοτέλης ἐνδελέχειαν πρώτην σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος· τὴν δὲ ἐντελέχειαν ἀκουστέον ἀντὶ τοῦ εἴδους καὶ τῆς ἐνεργείας. |
| 387 | Δικαίαρχος ἁρμονίαν τῶν τεττάρων στοιχείων. Ἀσκληπιάδης ὁ ἰατρὸς συγγυμνασίαν τῶν αἰσθήσεων. Ἀναξιμένης Ἀναξαγόρας Ἀρχέλαος Διογένης ἀερώδη. Οἱ Στωικοὶ πνεῦμα νοερόν, θερμόν. |
| 388 | Παρμενίδης δὲ καὶ Ἵππασος πυρώδη. Δημόκριτος πυρῶδες σύγκριμα ἐκ τῶν λόγῳ θεωρητῶν, σφαιρικὰς μὲν ἐχόντων τὰς ἰδέας, πυρίνην δὲ τὴν δύναμιν, ὅπερ σῶμα εἶναι. Ἡρακλείδης φωτοειδῆ τὴν ψυχὴν ὡρίσατο. Λεύκιππος ἐκ πυρὸς εἶναι τὴν ψυχήν. Διογένης ὁ Ἀπολλωνιάτης ἐξ ἀέρος τὴν ψυχήν. Ἵππων ἐξ ὕδατος τὴν ψυχήν. Ξέναρχος ὁ Περιπατητικὸς καί τινες ἕτεροι τῆς αὐτῆς αἱρέσεως τὴν κατὰ τὸ εἶδος τελειότητα καὶ ἐντελέχειαν καθ’ ἑαυτὴν οὖσαν ἅμα καὶ μετὰ τοῦ σώματος συντεταγμένην. Ἐπίκουρος κρᾶμα ἐκ τεττάρων, ἐκ ποιοῦ πυρώδους, ἐκ ποιοῦ ἀερώδους, ἐκ ποιοῦ πνευματικοῦ, ἐκ τετάρτου τινὸς ἀκατονομάστου· τοῦτο δ’ ἦν αὐτῷ τὸ αἰσθητικόν· ὧν τὸ μὲν πνεῦμα κίνησιν, τὸν δὲ ἀέρα ἠρεμίαν, τὸ δὲ θερμὸν τὴν φαινομένην θερμότητα τοῦ σώματος, τὸ δ’ ἀκατονόμαστον τὴν ἐν ἡμῖν ἐμποιεῖν αἴσθησιν· ἐν οὐδενὶ γὰρ τῶν ὀνομαζομένων στοιχείων εἶναι αἴσθησιν. |
| 392 | Πυθαγόρας Ἀναξαγόρας Πλάτων Ξενοκράτης Κλεάνθης θύραθεν εἰσκρίνεσθαι τὸν νοῦν. Παρμενίδης καὶ Ἐμπεδοκλῆς καὶ Δημόκριτος ταὐτὸν νοῦν καὶ ψυχήν, καθ’ οὓς οὐδὲν ἂν εἴη ζῷον ἄλογον κυρίως. Περὶ κινήσεως ψυχῆς. Πλάτων ⟦ ἄφθαρτον καὶ ⟧ ἀεικίνητον. Ἀριστοτέλης ἀκίνητον τὴν ψυχὴν πάσης κινήσεως προηγουμένην, τῆς δὲ κατὰ συμβεβηκὸς μετέχειν καθάπερ τὰ σχήματα καὶ τὰ πέρατα καὶ καθάπαξ τὰ περὶ τοῖς σώμασιν εἴδη. Περὶ αἰσθήσεως καὶ αἰσθητῶν. |
| 393 (1t) | Οἱ Στωικοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν· αἴσθησίς ἐστιν ἀντίληψις δι’ αἰσθητηρίου 〈ἢ〉 κατάληψις. |
| 394 | πολλαχῶς δὲ λέγεται ἡ αἴσθησις· ἥ τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ φαντασία καταληπτικὰ δι’ αἰσθητηρίου γίνονται καὶ αὐτὸ τὸ ἡγεμονικόν * ἀφ’ οὗ πάλιν αἰσθητήρια * λέγονται τὰ πνεύματα τὰ νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα. Ἐπίκουρο ς· τὸ μόριόν ἐστιν ἡ αἴσθησις, ἥτις ἐστὶ δύναμις, καὶ τὸ ἐπαίσθημα, ὅπερ ἐστὶ τὸ ἐνέργημα. ὥστε διχῶς παρ’ αὐτῷ λέγεσθαι, αἴσθησιν μὲν τὴν δύναμιν, αἰσθητὸν δὲ τὸ ἐνέργημα. Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός. ἡ μὲν γὰρ δύναμις ψυχῆς, τὸ δὲ ὄργανον σώματος, ἄμφω δὲ διὰ φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν. Κατὰ τοὺς Περιπατητικοὺς τετραχῶς· ἐξ οὗ τὸ ἡγεμονικόν, δι’ οὗ τὸ ὄργανον καὶ αἰσθητήριον, καθ’ δ’ ἡ ἐνέργεια καὶ 〈οὗ〉 ἕνεκα τὸ αἰσθητόν. Λεύκιππος Δημόκριτος τὰς αἰσθήσεις καὶ τὰς νοήσεις ἑτεροιώσεις εἶναι τοῦ σώματος. Ἀριστοτέλης τὴν αἴσθησιν ἑτεροίωσιν αἰσθητοῦ καὶ μεσότητα. |
| 395 | κοινὴν δὲ αἴσθησιν τὴν τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη φαντασίας, ἐν ᾗ τὸ μεταβατικὸν ἀφ’ ἑτέρου εἰς ἕτερον οἷον σχήματος καὶ κινήσεως σώματος, ἐν μεθορίῳ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου μνήμης καὶ νοῦ μετέχουσα διατείνουσα καὶ ἐπὶ τὰ ἄλογα τῶν ζῴων, καθ’ ὃ ποσὴν διανοίας ἀναλογίαν ἔχει. κοινὰ δ’ ἐστὶν ὄψεως μὲν καὶ ἁφῆς σχῆμα, ὄψεως δὲ καὶ ἀκοῆς διάστημα, πασῶν δὲ κίνησις καὶ μέγεθος καὶ ἀριθμός. Οἱ Στωικοὶ τήνδε τὴν κοινὴν αἴσθησιν ἐντὸς ἁφὴν προσαγορεύουσι, καθ’ ἣν καὶ ἡμῶν αὐτῶν ἀντιλαμβανόμεθα. Οἱ Στωικοὶ σωμάτων τὰς αἰσθήσεις. Οἱ ἀπὸ τῶν ἀρχαίων τῶν περὶ τὰ σώματα ἀσωμάτων λόγων ἅπερ ἤδη σχήματα προσαγορεύουσιν. Λεύκιππος Δημόκριτος Ἐπίκουρος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι εἰδώλων ἔξωθεν προσιόντων. μηδενὶ γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος. Οἱ ἄλλοι εἰδῶν ἢ σχημάτων † ἑτεροίωσιν ἐν πάσῃ τυπώσει, ἀπορροίαις πάντα μᾶλλον ἢ εἰδώλοις. |
| 396 | Οἱ Στωικοὶ πᾶσαν αἴσθησιν εἶναι συγκατάθεσιν καὶ κατάληψιν. Οἱ Ἀκαδημαϊκοὶ μὴ εἶναι τὰς αἰσθήσεις μήτε καταλήψεις μήτε συγκαταθέσεις. Οἱ Περιπατητικοὶ οὐκ ἄνευ μὲν συγκαταθέσεως τὰς αἰσθήσεις, οὐ μέντοι συγκαταθέσεις. Εἰ ἀληθεῖς αἱ αἰσθήσεις. Πυθαγόρας Ἐμπεδοκλῆς Ξενοφάνης Παρμενίδης Ζήνων Μέλισσος Ἀναξαγόρας Δημόκριτος Μητρόδωρος Πρωταγόρας Πλάτων ψευδεῖς εἶναι τὰς αἰσθήσεις. Οἱ ἀπὸ τῆς Ἀκαδημίας ὑγιεῖς μέν, ὅτι δι’ αὐτῶν οἴονται λαβεῖν ἀληθινὰς φαντασίας, οὐ μὴν ἀκριβεῖς. Ἀριστοτέλης τὴν αἴσθησιν μὴ πλανᾶσθαι περὶ τὸ ἴδιον, περὶ δὲ τὸ συμβεβηκός. Οἱ Στωικοὶ τὰς μὲν αἰσθήσεις ἀληθεῖς, τῶν δὲ φαντασιῶν τὰς μὲν ἀληθεῖς, τὰς δὲ ψευδεῖς. Ἐπίκουρος πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ, τῶν δὲ δοξῶν τὰς μὲν ἀληθεῖς, τὰς δὲ ψευδεῖς· καὶ ἡ μὲν αἴσθησις μοναχῶς ψευδοποιεῖται κατὰ νοητά, ἡ δὲ φαντασία διχῶς· [νοεῖται] καὶ γὰρ αἰσθητῶν ἐστι φαντασία καὶ νοητῶν. Παρμενίδης Ἐμπεδοκλῆς Ἀναξαγόρας Δημόκριτος Ἐπίκουρος Ἡρακλείδης παρὰ τὰς συμμετρίας τῶν πόρων τὰς κατὰ μέρος αἰσθήσεις γίνεσθαι τοῦ οἰκείου τῶν αἰσθητῶν ἑκάστου ἑκάστῃ ἐναρμόττοντος. |
| 397 | Οἱ Περιπατητικοὶ παρὰ τὰς δυνάμεις τῶν αἰσθητηρίων. Οἱ μὲν ἄλλοι φύσει τὰ αἰσθητά, Λεύκιππος δὲ Δημόκριτος καὶ Διογένης νόμῳ, τοῦτο δ’ ἐστὶ δόξῃ καὶ πάθεσι τοῖς ἡμετέροις. μηδὲν δ’ εἶναι ἀληθὲς μηδὲ καταληπτὸν ἐκτὸς τῶν πρώτων στοιχείων ἀτόμων καὶ κενοῦ. ταῦτα γὰρ εἶναι μόνα φύσει, τὰ δ’ ἐκ τούτων θέσει καὶ τάξει καὶ σχήματι διαφέροντα ἀλλήλων συμβεβηκότα. Οἱ τὰ ἄτομα καὶ τὰ ὁμοιομερῆ καὶ οἱ τὰ ἀμερῆ καὶ τὰ ἐλάχιστα πάντ’ ἐν πᾶσι τὰ αἰσθητὰ ἀναμεμῖχθαι καὶ μηδὲν αὐτῶν εἰλικρινὲς ὑπάρχειν, παρὰ δὲ τὰς ἐπικρατείας ὀνομάζεσθαι τοῖον ἢ τοῖον καὶ παρὰ τὴν πολυαύγειαν. Πυθαγόρας Πλάτων καθαρὸν ἕκαστον εἶναι τῶν αἰσθητῶν ἐξ ἑκάστου στοιχείου προερχόμενον. πρὸς μὲν οὖν τὴν ὅρασιν τὸ αἰθερῶδες πεφυκέναι, πρὸς δὲ τὴν ἀκοὴν τὸ πνευματικόν, πρὸς δὲ τὴν ὄσφρησιν τὸ πυρῶδες, πρὸς δὲ τὴν γεῦσιν τὸ ὑγρόν, πρὸς δὲ τὴν ἁφὴν τὸ γεῶδες. Ἐπίκουρος τῶν αἰσθητῶν ἡδονὰς ἤδη καὶ τὰς λύπας. Οἱ Περιπατητικοὶ τῶν νοητῶν. |
| 398 | οὐ γὰρ πᾶσι φαίνεται τὰ αὐτὰ ἡδέα τε καὶ λυπηρὰ καθάπερ λευκά τε καὶ μέλανα. Χρύσιππος τὸ μὲν γενικὸν ἡδὺ νοητόν, τὸ δὲ εἰδικὸν καὶ προσπῖπτον ἤδη αἰσθητόν. Παρμενίδης Ἐμπεδοκλῆς ἐλλείψει τροφῆς τὴν ὄρεξιν *** Ἐμπεδοκλῆς τὰς ἡδονὰς γίνεσθαι τοῖς μὲν ὁμοίοις 〈ἐκ〉 τῶν ὁμοίων, κατὰ δὲ τὸ ἐλλεῖπον πρὸς τὴν ἀναπλήρωσιν, ὥστε τῷ ἐλλείποντι ἡ ὄρεξις τοῦ ὁμοίου. τὰς δ’ ἀλγηδόνας τοῖς ἐναντίοις, ἠλλοτριῶσθαι γὰρ πρὸς ἄλληλα ὅσα διαφέρει κατά τε τὴν σύγκρισιν καὶ τὴν τῶν στοιχείων κρᾶσιν. Ἀναξαγόρας πᾶσαν αἴσθησιν μετὰ πόνου. Ἄλλοι ἐπιγίγνεσθαι ἤτοι ἡδονὴν ἢ πόνους ** συμπεφυκέναι. Οἱ Στωικοὶ τὸν σοφὸν αἰσθήσει καταληπτικὸν ἀπὸ τοῦ εἴδους τεκμηριωδῶς. Οἱ Ἀκαδημαϊκοὶ λόγῳ γνώριμον. Ἐπίκουρος σοφῷ μόνῳ τὸν σοφόν *** Δημόκριτος 〈καὶ〉 τὰ νεκρὰ τῶν σωμάτων αἰσθάνεσθαι. Πόσαι εἰσὶν αἱ αἰσθήσεις. |
| 399 (1t) | Οἱ Στωικοὶ πέντε τὰς εἰδικὰς αἰσθήσεις, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφήν. Ἀριστοτέλης ἕκτην μὲν οὐ λέγει, κοινὴν δὲ αἴσθησιν τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη φαντασίας· ἐν ᾗ τὸ μεταβατικὸν ἀφ’ ἑτέρου πρὸς ἕτερον, οἱονεὶ σχήματος καὶ κινήσεως. † Ἀπελλῆς πλείους αἰσθήσεις εἶναι, περὶ τὰ ἄλογα ζῷα ... (?) Δημόκριτος πλείους εἶναι αἰσθήσεις, περὶ τὰ ἄλογα ζῷα καὶ περὶ τοὺς σοφοὺς καὶ περὶ τοὺς θεούς. Δημόκριτος πλείους μὲν εἶναι τὰς αἰσθήσεις τῶν αἰσθητῶν, τῷ δὲ μὴ † ἀναλογίζειν τὰ αἰσθητὰ τῷ πλήθει λανθάνειν. Οἱ δὲ ἄλλοι παρίσους. Περὶ φαντασίας καὶ κριτηρίου. |
| 403 (1t) | Περὶ ὁράσεως. Λεύκιππος Δημόκριτος Ἐπίκουρος κατὰ εἰδώλων εἴσκρισιν οἴονται τὸ ὁρατικὸν συμβαίνειν πάθος. Καὶ κατά τινων ἀκτίνων ἔκκρισιν μετὰ τὴν πρὸς τὸ ὑποκείμενον ἔνστασιν πάλιν ὑποστρεφουσῶν πρὸς τὴν ὄψιν. Τῶν Ἀκαδημαϊκῶν τινες κατά τινων 〈ἀκτίνων〉 ἔκχυσιν μετὰ τὴν πρὸς τὸ ὑποκείμενον ἔνστασιν πάλιν ὑποστρεφουσῶν πρὸς τὴν ὄψιν. Ποσειδώνιος γοῦν αὐτὴν σύμφυσιν ὀνομάζει. Ἐμπεδοκλῆς καὶ πρὸς τὸ διὰ τῶν ἀκτίνων καὶ πρὸς τὸ διὰ τῶν εἰδώλων ἐκδοχὰς παρέχεται. πλείους δὲ πρὸς 〈τὸ〉 δεύτερον. τὰς γὰρ ἀπορροίας ἀποδέχεται. Ἑστιαῖος ὁ Περίνθιος τοῖς εἰδώλοις τὰς ἀκτῖνας ἀνέμιξε προσαγορεύσας τὸ γιγνόμενον ἀκτινείδωλον. Τιμαγόρας εἷς τῶν παραχαραξάντων ἐν συχνοῖς τὴν Ἐπικούρειον αἵρεσιν ἀντὶ τῶν εἰδώλων ταῖς ἀπορροίαις χρῆται. Στράτων χρώματά φησιν ἀπὸ τῶν σωμάτων φέρεσθαι συγχρῴζοντ’ αὐτοῖς τὸν μεταξὺ ἀέρα. Ἀρισταγόρας σχήματα συνδιατυποῦντά πως αὑτοῖς τὸν ἀέρα. |
| 404 | Ἵππαρχος 〈ἀκτῖνασ〉 ἀφ’ ἑκατέρου φησὶ τῶν ὀφθαλμῶν ἀποτεινομένας τοῖς πέρασιν αὑτῶν οἱονεὶ χειρῶν ἐπαφαῖς περικαθαπτούσας τοῖς ἐκτὸς σώμασι τὴν ἀντίληψιν αὐτῶν πρὸς τὸ ὁρατικὸν ἀναδιδόναι. Ἔνιοι καὶ Πυθαγόραν τῇ δόξῃ ταύτῃ συνεπιγράφουσιν ἅτε δὴ βεβαιωτὴν τῶν μαθημάτων καὶ πρὸς τούτῳ Παρμενίδην ἐμφαίνοντα τοῦτο διὰ τῶν ποιημάτων. Πλάτων συναύγειαν, τοῦ μὲν ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος εἰς τὸν ὁμογενῆ ἀέρα, τοῦ δὲ ἀπὸ τῶν σωμάτων ἀντιφερομένου, τοῦ δὲ περὶ τὸν μεταξὺ ἀέρα εὐδιάχυτον ὄντα καὶ εὔτρεπτον συνεντεινομένου τῷ πυρώδει τῆς ὄψεως. αὕτη λέγεται Πλατωνικὴ συναύγεια. Ἀλκμαίων κατὰ τὴν τοῦ διαφανοῦς ἀντίληψιν. Περὶ κατοπτρικῶν ἐμφάσεων. |
| 405 (1t) | Ἐμπεδοκλῆς κατ’ ἀπορροίας τὰς συνισταμένας μὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ κατόπτρου, πιλουμένας δ’ ὑπὸ τοῦ ἐκκρινομένου ἐκ τοῦ κατόπτρου πυρώδους καὶ τὸν προκείμενον ἀέρα, εἰς ὃν φέρεται τὰ ῥεύματα, συμμεταφέροντος. Λεύκιππος Δημόκριτος Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι κατ’ εἰδώλων ἐμφάσεις, ἅτινα φέρεσθαι μὲν ἀφ’ ἡμῶν, συνίστασθαι δὲ ἐπὶ τοῦ κατόπτρου κατ’ ἀντεπιστροφήν. Οἱ ἀπὸ Πυθαγόρου καὶ τῶν μαθηματικῶν κατ’ ἀνάκλασιν τῆς ὄψεως. φέρεσθαι μὲν γὰρ τὴν ὄψιν τεταμένην ὡς ἐπὶ τὸν χαλκόν, ἐντυχοῦσαν δὲ πυκνῷ καὶ λείῳ πληχθεῖσαν ὑποστρέφειν αὐτὴν ἐφ’ ἑαυτὴν ὅμοιόν τι πάσχουσαν τῇ ἐκτάσει τῆς χειρὸς καὶ τῇ ἐπὶ τὸν ὦμον ἀντεπιστροφῇ. Δύναται δέ τις πᾶσι τούτοις τοῖς κεφαλαίοις χρήσασθαι ἐπὶ τοῦ πῶς ὁρῶμεν. Σφαῖρος ὁ Στωικὸς ὁρατὸν εἶναι τὸ σκότος. ἐκ γὰρ τῆς ὁράσεως προχεῖσθαί τινα εἰς αὐτὸ αὐγήν. Οἱ Στωικοὶ ὁρατὸν εἶναι τὸ σκότος. ἐκ γὰρ τῆς ὁράσεως προχεῖσθαί τινα ἐπ’ αὐτὸ αὐγήν. |
| 406 | καὶ οὐ ψεύδεται ἡ ὅρασις· βλέπεται γὰρ ταῖς ἀληθείαις, ὅτι ἐστὶ σκότος. Χρύσιππος κατὰ συνέντασιν [τὰ ὄντα] τοῦ μεταξὺ ἀέρος ὁρᾶν ἡμᾶς, νυγέντος μὲν ὑπὸ τοῦ ὀπτικοῦ πνεύματος, ὅπερ ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῆς κόρης διήκει, κατὰ δὲ τὴν πρὸς τὸν περικείμενον ἀέρα ἐπιβολὴν ἐντείνοντος αὐτὸν κωνοειδῶς, ὅταν ᾖ ὁμογενὴς ὁ ἀήρ. προχέονται δ’ ἐκ τῆς ὄψεως ἀκτῖνες πύριναι, οὐχὶ μέλαιναι καὶ ὁμιχλώδεις· διόπερ ὁρατὸν εἶναι τὸ σκότος. Περὶ ἀκοῆς. Ἐμπεδοκλῆς τὴν ἀκοὴν γίνεσθαι κατὰ τὴν πρόσπτωσιν πνεύματος τῷ χόνδρῳ, ὅνπερ φησὶν ἐξηρτῆσθαι ἐντὸς τοῦ ὠτὸς κώδωνος δίκην αἰωρούμενον καὶ τυπτόμενον. Ἀλκμαίων ἀκούειν ἡμᾶς τῷ κενῷ τῷ ἐντὸς τοῦ ὠτός. τοῦτο γὰρ εἶναι τὸ διηχοῦν κατὰ τὴν τοῦ πνεύματος εἰσβολήν. πάντα γὰρ τὰ κοῖλα ἠχεῖ. Διογένης τοῦ ἐν τῇ κεφαλῇ ἀέρος ὑπὸ τῆς φωνῆς τυπτομένου καὶ κινουμένου. Οἱ ἀπὸ Πλάτωνος πλήττεσθαι τὸν ἐν τῇ κεφαλῇ ἀέρα, τοῦτον δ’ ἀνακλᾶσθαι εἰς τὰ ἡγεμονικὰ καὶ γίγνεσθαι τῆς ἀκοῆς τὴν αἴσθησιν. Περὶ ὀσφρήσεως. |
| 407 (1t) | Ἀλκμαίων ἐν τῷ ἐγκεφάλῳ εἶναι τὸ ἡγεμονικόν, τούτῳ οὖν ὀσφραίνεσθαι ἕλκοντι διὰ τῶν ἀναπνοῶν τὰς ὀσμάς. Ἐμπεδοκλῆς ταῖς ἀναπνοαῖς ταῖς ἀπὸ τοῦ πνεύμονος συνεισκρίνεσθαι τὴν ὀσμήν. ὅταν γοῦν ἡ ἀναπνοὴ βαρεῖα γένηται κατὰ τραχύτητα μὴ συναισθάνεσθαι ὡς ἐπὶ τῶν ῥευματιζομένων. Περὶ γεύσεως. Περὶ φωνῆς. Πλάτων τὴν φωνὴν ὁρίζεται πνεῦμα διὰ στόματος ἀπὸ διανοίας καὶ πληγὴν ὑπ’ ἀέρος δι’ ὤτων καὶ ἐγκεφάλου καὶ αἵματος μέχρι ψυχῆς διαδιδομένην. |
| 408 | λέγεται δὲ καὶ καταχρηστικῶς ἐπὶ τῶν ἀλόγων ζῴων φωνὴ καὶ τῶν ἀψύχων ὡς χρεμετισμοὶ καὶ ψόφοι. κυρίως δὲ φωνὴ ἔναρθρός ἐστιν, ἔστι γὰρ φωτίζουσα τὸ νοούμενον. Εἰ ἀσώματος ἡ φωνή. |
| 410 (1t) | Τί αὐτῆς τὸ ἡγεμονικόν. Περὶ ἀναπνοῆς. |
| 414 (1t) | Περὶ παθῶν. Περὶ μαντικῆς. |
| 417 (1t) | Εἰ σῶμα τὸ σπέρμα. Εἰ καὶ θήλεα προΐενται σπέρμα. |
| 418 (1t) | Περὶ συλλήψεως. Πῶς ἄρρενα γεννᾶται καὶ θήλεα. |
| 420 | Λεωφάνης Πῶς τέρατα γίνεται. Διὰ τί πολλάκις γυνὴ συνουσιάζουσα οὐ συλλαμβάνει. |
| 421 (1t) | Πῶς δίδυμα γίνεται καὶ τρίδυμα. Πόθεν γίνονται τῶν γονέων αἱ ὁμοιώσεις ἢ τῶν προγόνων. |
| 423 (1t) | Πῶς ἄλλοις ὅμοιοι γίνονται οἱ γεννώμενοι καὶ οὐ τοῖς γονεῦσιν. Περὶ στειρῶν γυναικῶν καὶ ἀνδρῶν. |
| 424 (1t) | Διὰ τί αἱ ἡμίονοι στεῖραι. Εἰ τὸ ἔμβρυον ζῷον. |
| 426 (1t) | Πῶς τρέφεται τὰ ἔμβρυα. Τί πρῶτον τελεσιουργεῖται ἐν τῇ γαστρί. |
| 427 (1t) | Διὰ τί τὰ ἑπταμηνιαῖα γόνιμα. Οἱ δὲ περὶ τὸν Ἀριστοτέλην καὶ Ἱπποκράτην φασίν, ἐὰν μὲν ἐκπληρωθῇ ἡ μήτρα ἐν τοῖς ἑπτὰ μησί, τότε προκύπτειν καὶ γεννᾶσθαι γόνιμα· ἐὰν δὲ προκύψῃ μέν, μὴ τρέφηται δὲ ἀσθενήσαντος [δὲ] τοῦ ὀμφαλοῦ διὰ τὸ ἐπίπονον αὐτῷ γενέσθαι τὸ ἔμβρυον, ἄτροφον εἶναι· ἐὰν δὲ μείνῃ τοὺς ἐννέα μῆνας ἐν τῇ μήτρᾳ, προκῦψαν τότε ὁλόκληρόν ἐστι. |
| 429 | Εὐρυφῶν ὁ ἰατρός ... Περὶ ζῴων γενέσεως, πῶς ἐγένοντο ζῷα καὶ εἰ φθαρτά. |
| 432 (1t) | Πόσα γένη ζῴων καὶ εἰ πάντα λογικὰ καὶ αἰσθητά. Πλάτων καὶ Ἀριστοτέλης τέτταρα γένη ζῴων, χερσαῖα ἔνυδρα πτηνὰ οὐράνια. καὶ γὰρ τὰ ἄστρα ζῷα λέγεσθαι * τὸν κόσμον καὶ τὸν * ἔνθεον, ζῷον λογικὸν ἀθάνατον. Ἐν πόσῳ χρόνῳ μορφοῦται τὰ ζῷα ἐν γαστρὶ ὄντα. |
| 434 (1t) | Ἐκ ποίων στοιχείων ἕκαστον συνίσταται τῶν ἐν ἡμῖν γενικῶν μερῶν. Πότε ἄρχεται ἄνθρωπος τῆς τελειότητος. Περὶ ὕπνου καὶ θανάτου. |
| 438 (1t) | Πῶς ηὐξήθη τὰ φυτὰ καὶ εἰ ζῷα. Πλάτων Θαλῆς τὰ φυτὰ ἔμψυχα ζῷα. φανερὸν δὲ καὶ ἀπὸ τοῦ σαλεύεσθαι καὶ ἐντεταμένους ἔχειν τοὺς κλάδους καὶ ταῖς ἐπαγωγαῖς εἴκειν καὶ πάλιν σφοδρῶς ἀναχαλᾶσθαι, ὥστε καὶ συνανέλκειν βάρη. Ἀριστοτέλης ἔμψυχα μέν, οὐ μὴν ζῷα. τὰ γὰρ ζῷα ὁρμητικὰ εἶναι καὶ αἰσθητικά, ἔνια δὲ καὶ λογικά. Περὶ τροφῆς. |
| 440 (1t) | Περὶ ὀρέξεως τῶν ζῴων. Ἀλκμαίων ἔφη τῆς μὲν ὑγιείας εἶναι συνεκτικὴν τὴν ἰσονομίαν τῶν δυνάμεων, ὑγροῦ ξηροῦ θερμοῦ πικροῦ γλυκέος καὶ τῶν λοιπῶν, τὴν δ’ ἐν αὐτοῖς μοναρχίαν νόσου παρασκευαστικὴν εἶναι. |
| 442 | λέγει δὲ τὰς νόσους συμπίπτειν ὡς μὲν ὑφ’ οὗ δι’ ὑπερβολὴν θερμότητος ἢ ξηρότητος, ὡς δὲ ἐξ οὗ διὰ πλῆθος τροφῆς ἢ ἔνδειαν, ὡς δὲ ἐν οἷς αἷμα ἢ μυελὸν ἢ ἐγκέφαλον. γίνεσθαι δέ ποτε καὶ ὑπὸ τῶν ἔξωθεν αἰτιῶν ὑδάτων ποιῶν ἢ χώρας ἢ κόπων ἢ ἀνάγκης ἢ τῶν τούτοις παραπλησίων. |
| 443 | Διοκλῆς τὰς πλείστας τῶν νόσων δι’ ἀνωμαλίαν ἔλεγε τίκτεσθαι. Ἐρασίστρατος ἔλεγε ‘πλῆθος καὶ διαφθορὰ τἀνωτάτω αἴτια.‘ Παρμενίδης γῆρας γίνεσθαι παρὰ τὴν τοῦ θερμοῦ ὑπόλειψιν. |