---
title: Life of Aesop
title_greek: Βίος Αἰσώπου
author: Aesop Life-anonymous
eul_wid: pqy-ac
eul_aid: pqy
canonical: "https://eulogikon.org/works/aesop-life-pqy-ac"
period: Roman
dialect: Koine
domain: Fiction
format: Prose
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Life of Aesop

*Βίος Αἰσώπου*

**Author:** Aesop Life-anonymous

**eul_wid:** `pqy-ac` · [HTML page](https://eulogikon.org/works/aesop-life-pqy-ac)

## Text

### 306 (5)

Αἴσωπος ὁ λογοποιὸς Λυδὸς μὲν ἦν τὸ γένος, τύχῃ δὲ ἐδούλευεν ἐν Ἀθήναις Ζημάρχῳ τῷ ἐπικαλουμένῳ Κερασίᾳ. σφόδρα δὲ εὐγενὴς γενόμενος τοῖς τρόποις καὶ φιλοδεσπότης θεράπων, τῆς μουσικῆς ἐπιπνεούσης αὐτοῦ τῇ γλώττῃ, ποικίλοις τοὺς Ἕλληνας εἱστιᾶτο μύθοις. μάλιστα οὐκ ἀνεπιτηδείους πρὸς βιωτικὴν παιδείαν καὶ νέων ἀγωγήν, νουθετικοὺς δὲ καὶ ὠφελιμωτάτους λόγους συνταξάμενος, προσενήνοχεν εἰς τὸν βίον, προπλέξας ἀλόγων ζῴων κοινωνίαν, ἐν οἷς ἀνθρώπων σκολιὰ ἔργα καὶ ἤθη ἀθέμιτα καὶ τρόπους παμποικίλους προσεικάσας ἐν τοῖς ἐπιμυθίοις ἐδήλωσε. [15]

### 307

κατὰ δὲ τὸν τῆς παιδείας νόμον τυχὼν φύσεως ἀρίστης, ἠξιώθη βιβλιοθήκης· ὅθεν τοῖς πολιτευομένοις καὶ τοῖς λέγειν προαιρουμένοις εἰς τὰς περὶ τοὺς ἀγῶνας φιλοτιμίας εὐπορία λόγων αὔξεται. εἰσὶν οἳ μὲν οὖν ἐκ τῶν τραγῳδιῶν τὰ κεφάλαια συναγαγόντες εἰς τὸ μέσον αὐτοῖς τεθείκασιν, ἡγούμενοι δεῖν ταῖς τῶν ἰδίων ἐπιστήμαις τὰς τῶν ποιητῶν γνωμολογίας μάρτυρας παρέξειν καὶ τοὺς τρόπους αὐτῶν θέσθαι πιστοτέρους διὰ τοῦτο. ἄλλοι τινὲς τῶν εἰς τὸν βίον καλῶς εἰρημένων συνενηνόχασι πολὺ πλῆθος ἀποφθεγμάτων, νομίζοντες ἡμᾶς τοὺς τούτων ἐπιμιμνησκομένους μεγάλα πλεονεκτήσειν ἐν τοῖς λόγοις. ἐπικεχειρήκασι δέ τινες τὰς ἐκ τῶν λόγων ἐναντιώσεις καὶ γνώμας ὁμοίως παραβολαῖς συνάπτοντες καθ’ ἕκαστον. εἶδος παραδοῦναι τοῖς πολιτευομένοις, ὅπως ἐξ ἐκείνου πολλὰς ἔχωσιν ἐπὶ τῶν ἀγώνων χρείας καὶ κατισχύειν διὰ τούτων δύνωνται τοὺς ἀντιλέγοντας. τοῦτον οὖν τὸν τρόπον Αἴσωπος εὗρεν, ὁρῶν χρήσιμον οὖσαν δούλοις καὶ ἐλευθέροις ἐν ταῖς δημηγορίαις τὴν τῶν μύθων δήλωσιν τοῖς πρόσθεν εἰρημένοις· τῶν γὰρ λεόντων καὶ τῶν λύκων καὶ τῶν ἐλάφων καὶ τῶν ἄλλων θηρίων τὸ ἐπιβάλλον καὶ θαυμασιότητος μετέχον ἐξ αὐτῶν πρὸ ὀφθαλμῶν τιθέμενος ψυχαγωγεῖν εἴωθε τοὺς ἀκούοντας. [5]

### 308

εὑρίσκομεν γὰρ παραπλησίας αὐτοῦ τὰς διηγήσεις ἐν ταῖς ἀπὸ τῶν ποιημάτων γνωμολογίαις, περιπεφρασμένας μὲν καὶ προσομοιούσας ταύταις καὶ προκεχειρισμένας ὑπ’ αὐτῶν, ἔτι καὶ τῶν κεφαλαίων παράλληλα θέντες ἐπ’ αὐτῆς τῆς ἀληθείας τὰ ἐν ἑκάστῳ μύθῳ λεγόμενα. [10]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: pqy-ac`.
