… πιθ … αν … ησονοστα … ν θάτερον … λλ … ης … ατωνε … αν … σεν … θεραπείας … ορ … μενη … πε … γων … υλλίδ … της πολλῆς … ναι … ανει … εις … ατε … πλοιον ὑπε … εις ν … φητ … αν ἑορταζο- … ροντας … υς εἶπεν ε … νωμαξον … ωνηνη … θις ἐγγυἄλλο ἐκτὸς … σοφος … εις και … ελω … βάντες … ρ … θυ ε … ἐποχαῖς παραλίαις δ … ξ … παρεκάλουν, δυσώρου τῆς καταστάσεως οὔσης καὶ γὰρ ἐλάνθανεν ἐν ἐπισημασίαις ν … καθεστῶσα, μένειν αὐτόθι τὴν ἐπιοῦσαν ἡμέραν, ἐπιδοῦναί τʼ εἰς εὐφροσύνην· … στατος δὲ εἰς κατοχὴν ἀποδημίας οἰωνὸς ἀνδρὸς εὐφροσύνου μετάκλησις· κἀγὼ μὲν ἐβουλόμην μένειν· τῶν δὲ κυβερνητῶν στασιαζόντων, ὁ μὲν ἡμέτερος ἠπείγετο πλεῖν, ὁ δὲ τῆς μεγάλης νεὼς συνετεκμαίρετο χειμῶνα πλεῖστον καὶ ἴσως ἀνίκητον. ἔδοξεν οὖν πλεῖν· ἀσπασάμενοι τοίνυν ἀλλήλους καὶ θρῆνον ἀλκυόνειον ἐγείροντες, εἰς τὴν οἰκείαν ἑκάτερος ἐμβάντες ναῦν ὠλοφυρόμεθα, σκοποῦντες ἀλλήλους φιλήματά τε ταῖς χερσὶ βάλλοντες. ἡ μὲν οὖν μεγάλη ναῦς βραδύτερόν τι ἐξωπλίζετο, τάχιον δʼ ἡμεῖς ἐξεπλεύσαμεν. ἡλίου δʼ ὑπὸ μὲν τὸν ἔκπλουν φανέντος, αὐτίκα δὲ ζοφεραῖς ἐγκρυβέντος νεφέλαις, αἰφνίδιον κοῖλόν τε καὶ βραχὺ βροντήσαντος, ἡμεῖς μὲν οὐκέτʼ ἀναστρέψαι μετανοοῦντες ἐδυνάμεθα, πυκνὸν γὰρ εἵπετο πνεῦμα κατόπιν· ἡ δὲ τῆς … υλλίδος ἄκατος οὐκέτʼ ἀνήχθη, κατέστη δʼ ἀπὸ τοῦ τείχους ἀνακαλουμένη. πρὸς βραχὺ δʼ ὁρῶντές σφας ἀφηρπαζόμεθα, πνεῦμα γὰρ ἄθρουν ἐγκατέρρηξεν ἀπηλιωτικὸν ἀπʼ αὐτοῦ τοῦ ἀκρωτηρίου καὶ τὴν μὲν κεραίαν οὐκ ἦν παραβαλεῖν, ἐναντίαν γὰρ οὐκ ἴσχυε φέρειν ἡ πορθμὶς τὴν θάλατταν· … δὲ τὸ κέρας οὔριον ἔχοντες τεταμένοις τοῖς ἀκατίοις τοῦ προκειμένου μὲν … τομεν δρόμου, παρὰ δὲ τὸν Λακτῆρα, χαλεπώτατον ἀκρωτήριον, κατὰ τὸ Κρητικὸν ἐσυρόμεθα πέλαγος, οὐδὲ τὴν Νίσυρον καθορᾶν ἔτι δυνάμενοι διὰ τὴν συννέφειαν· ἧς ἐφιέμενοι … βλέπειν ἀπετύχομεν. μετὰ δὲ νοσώδει παραδόντες πελάγει τῶν μὲν εἰς σωτηρίαν οὐδὲν παρὸν ἑωρῶμεν, ὀλέθρου δʼ οὐ προσδοκία μόνον ἀλλὰ καὶ πόθος ἦν ἅπασιν. ἤδη γὰρ θάλαττα ἄγαν ἐκ πολλοῦ διαστήματος συρομένη, πυκνῷ μὲν οὐκ ἐτραχύνετο πνεύματι, κοιλαινομένη δʼ εἰς ἄπειρον ἐξ ἴσου ὄρεσιν ἐκορυφοῦτο, μέλαινά τʼ ἦν ὑπὸ ζόφου τοῦ περιέχοντος ἐσκιασμένη· τὸ πνεῦμα τʼ ἐς στάσιν οὐ … πολεμίαν, γνοφοειδῆ δέ, κυκλόθεν ἀδοκήτοις ἐρρίπιζον ἀῆται πνοιαῖς, οἱ μὲν ψιλοὺς πνεύματος πρηστῆρας, οἱ δʼ ὄμβρους καθιέντες. ἅπας δὲ κόσμος ἐν κύκλῳ περιεβροντᾶτο, πυκναὶ δὲ ἀντήστραπτον ἀλλήλαις ἀπʼ οὐρανοῦ λαμπάδες, ἀγχο … δὲ πολλάκις ἑωρώμεν οὐρανόθεν πῦρ ἀποτοξευόμενον· ἦν δʼ ἄδηλον εἴτε νὺξ εἴθʼ ἡμέρα καθειστήκει σκότους ὁμοιότητι· συνεπληρούμεθα δʼ ὑπὸ τῆς τῶν κυμάτων ἐπιβολῆς καὶ τῆς τῶν γνόφων ἐπομβρίας· ἦν δʼ οὔτε γῆν ἰδεῖν οὔτε οὐρανόν· πεπυκασμένη δὲ νυκτὶ … συνείχετο, καὶ ποτὲ μὲν κατόπιν ἡ μεγάλη πνοὴ ἐφίστατο, ποτὲ δʼ ἐνηρείδετο κῦμα· πολλάκις δὲ καὶ τῆς κεραίας ἐβάλλοντο πυρσοὶ βραχεῖς μέρος ἐς ἑκάτερον. εἴτʼ ἀστρʼ, ὡς ἔφασκον οἱ ναῦται Διοσκόρων προσωνυμίαν βοῶντες, εἴτʼ ἀστροειδεῖς σπινθῆρες ὑπὸ τοῦ πνεύματος ῥιπιζόμενοι, τὸ σαφὲς μὲν ἀδύνατον εἰπεῖν· προσεκύνουν δὲ καὶ προσεύχοντο πάντες.
On Incredible Things or Herpyllis is a lost work of Greek prose fiction by Antonius Diogenes, an author of the Imperial period, most likely active in the 2nd century CE. The work survives only through a detailed summary in the Library of the 9th-century patriarch Photius and a small number of fragmentary papyrus texts. Its dual title connects it to the literary tradition of paradoxography, which catalogued marvels and unbelievable tales, while also suggesting a central heroine named Herpyllis. According to Photius, the narrative was extraordinarily elaborate, spanning twenty-four books. It featured a complex, nested structure beginning with a fictional frame story concerning the discovery of an ancient manuscript. The core plot follows the adventures and romantic trials of the protagonists Deinias and Dercyllis, whose travels take them to mythical locations such as Thule. Their journey is filled with supernatural encounters involving magic, ghosts, and oracles, and incorporates numerous secondary tales within the main narrative. The work is transmitted almost entirely through Photius's summary in codex 166 of his Library; a few papyrus fragments, including one that mentions the character Deinias, have been tentatively identified as belonging to the novel. Antonius Diogenes's elaborate fusion of travelogue, romance, and the fantastical represents a significant forerunner of the later ancient Greek novel, establishing a model for intricate, episodic adventure that influenced subsequent writers in the genre, such as Heliodorus. Consequently, Photius's summary is an invaluable source for understanding the early development and thematic breadth of prose fiction in the ancient world.
Antonius Diogenes the Erotic Writer On Incredible Things or Herpyllis in Greek in PDF
Antonius Diogenes the Erotic Writer On Incredible Things or Herpyllis in Greek in MD