eul_wid: leu-aa

On the Rising Stars
Περὶ τῶν ἀνατελλόντων ἀστέρων

Teucer of Babylon On the Rising Stars PDF

On the Rising Stars is an astrological treatise attributed to Teucer of Babylon. The work details the system of paramatellonta, stars or constellations rising simultaneously with the zodiacal signs, which are used to elaborate the characteristics and influences of the zodiac. The text survives only in fragments and summaries within later compilations. Its core topic is the association of specific extra-zodiacal stars with each sign, attributing character traits and destinies to these stellar influences. The treatise represents a syncretism of Babylonian star lore with Greek astrological frameworks and functioned as a practical manual for horoscopic interpretation. It is preserved fragmentarily through quotations, most significantly in the Anthology of the second-century astrologer Vettius Valens. Its material was further transmitted and adapted through Byzantine and Arabic astrological traditions. Teucer’s systematization of paramatellonta was influential in Hellenistic astrology, contributing technical vocabulary and interpretive methods. The citation by Vettius Valens establishes Teucer as an authoritative source on fixed stars in the second century, aiding the preservation of Babylonian astronomical concepts within Greco-Roman and later medieval astrology.

9.2.181.(1t) Ἐκ τῶν Τεύκρου τοῦ Βαβυλωνίου περὶ τῶν ἑπτὰ ἀστέρων. Ὁ μὲν Ἥλιος τὸν περὶ ψυχῆς λόγον σημαίνει, ἡ δὲ Σελήνη τὸν περὶ τοῦ σώματος, Κρόνος δὲ τὰς κτήσεις, Ζεὺς δὲ τὰ χρηματικὰ καὶ Ἄρης τὰ περὶ στρατείας, Ἀφροδίτη δὲ τὰ περὶ ὀρέξεως καὶ κοινωνίας, Ἑρμῆς δὲ τρόπον καὶ ἦθος καὶ λόγον. Ἐπισκεπτέον δὲ ἐφ’ ἐκάστου τὴν θέσιν, τῶν σχηματισμῶν τὸ πρόσωπον, τὴν τῶν παρανατελλόντων φαῦσιν, καὶ τὰς ἀναφορὰς ληπτέον τῶν οἰκείων κλιμάτων πρὸς τὴν τῶν ἐν τοῖς ἀποτελέσμασιν ἀκριβῆ τῶν χρόνων διάγνωσιν καὶ αὐτὰς τῶν ἀστέρων ἀνατολάς. Δεῖ εἰδέναι ὅτι ὁ πρῶτος δεκανὸς τοῦ Κριοῦ ἀπὸ τῆς καʹ Μαρτίου μέχρι 〈τῆς λʹ〉, ὁ δὲ δεύτερος ἀπὸ λαʹ μέχρι τῆς θʹ Ἀπριλλίου, ὁ δὲ τρίτος ἀπὸ τῆς 〈ιʹ μέχρι τῆς ιθʹ .
9.2.182 ..〉 〈Περὶ τῆς ψυχῆς.〉 . . . . . . . . . . . . 〈Περὶ τοῦ σώματος.〉 〈Ὁ〉 δὲ τὴν Σελήνην ἔχων ἐν τούτῳ † ἄλλως τε † ἐν κακῷ σχήματι οὖσαν καὶ λειψιφωτοῦσαν καὶ ἀφαιροῦσαν τοῖς ἀριθμοῖς καὶ θεωρουμένην ὑπὸ κακοποιῶν καὶ ἐπὶ ἡμερινοῦ θέματος· ὁ τοιοῦτος πειρᾶται τομῆς, καύσεως καὶ τῶν ὁμοίων καὶ τὸ σῶμα ἕξει ἐπιπαθές. αἱρετικῆς οὔσης ἐλάττονα ἕξει τὰ φαῦλα, ἐμπαθὴς δὲ ἔσται περὶ τὴν κεφαλὴν καὶ ὅρασιν ἀριστεράν. μάλιστα δὲ εἰσί τινες, οἳ καὶ ἐπηρεάζονται κατὰ τοὺς εἰρημένους τόπους ἐν πολέμοις καὶ μάχαις διὰ τὴν Ἀθηνᾶν· τινὲς δὲ ῥευματίζονται τὰ ἄκρα διὰ τὴν τοῦ κήτους σόβην καὶ τὴν κεφαλὴν τοῦ αἰλούρου σημαίνουσαν τὸ ἐμπαθὲς τῆς κεφαλῆς. Περὶ τῶν κτημάτων.
9.2.183.(1t) Ὁ δὲ τὸν τοῦ Κρόνου ἔχων ἐν τούτῳ καλῶς κείμενον αἱρέσει, φάσει, σχήματι, τόπῳ, ὁρίοις μετὰ τὴν πρώτην ἡλικίαν εὐτυχήσει οὐκ ἄνευ κόπου καὶ τῆς ἑαυτοῦ ἀνδρείας προκόπτων καὶ περιττευόμενος καὶ αὐξόμενος πλὴν μετὰ βραδύτητος. ἐν δὲ τοῖς ἐναντίοις σχήμασιν εὑρεθέντος τοῦ ἀστέρος ἔσται ταπεινὸς ἐργάτης, ἱππονόμος καὶ ἐπὶ τετραπόδων τασσόμενος καὶ ἄκληρος καὶ πτώμασι καὶ ποιναῖς περικυλιόμενος εἰς τὴν τοῦ δεκανοῦ κακωτικὴν αἰτίαν καὶ πλεύσει καὶ μοχθήσει διὰ τὴν τοῦ κήτους οὐράν· πολλὰ δὲ δραμεῖται ἀκαταστατῶν ἐν διαφόροις τόποις καὶ ἀτυχῶν διὰ τὸν αἴλουρον. Περὶ τῶν χρημάτων. Ὁ δὲ τὸν τοῦ Διὸς ἐν τούτῳ ἔχων ἐπίκεντρον καὶ αἱρετὴν ἔσται πλούσιος, ἐπίσημος, εὔγαμος, εὔτεκνος ἀπὸ μέσων χρόνων. ἐὰν δὲ ὑπὸ 〈τοῦ τοῦ〉 Ἄρεως καὶ Ἡλίου θεωρηθῇ ὁ τοῦ Διός, ἔσται ὁ τοιοῦτος καὶ στρατοπεδάρχης καὶ ἀνδρεῖος διὰ τὴν Ἀθηνᾶν καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ, καὶ ἐν διαφόροις τόποις δυναστεύσει διὰ τὴν σόβην τοῦ κήτους καὶ ἐντρεχὴς ἔσται τόπον ἐκ τόπου ἀμείβων, ἐπὶ ἀλλοτρίᾳ λύμῃ σπαραττόμενος διὰ τὴν τοῦ αἰλούρου κεφαλήν. ἐὰν δὲ τὸ ἐναντίον σχῆμα ἔχῃ ὁ ἀστήρ, εὐσχήμονας καὶ μετρίους ἀποτελεῖ μόνον. Περὶ στρατείας. Ὁ δὲ τὸν τοῦ Ἄρεως ἔχων ἐν τούτῳ ἰδιοτοποῦντα καὶ καλῶς κείμενον καὶ αἱρετήν, ἔσται στραταρχικός, ἐπὶ ὅπλων καὶ πολέμου τασσόμενος· ἐὰν δὲ κακό〈σχημ〉ος ὁ ἀστὴρ εὑρεθῇ, ὑπὸ πειρατῶν κακῶς ἀπολεῖται καὶ παρύγροις τό〈ποις ...〉 〈Περὶ τοῦ σώματος.
9.2.184.(1t) 〉 ... 〈κα〉τὰ τετράγωνον καὶ διάμετρον, δεινὰ πείσεται ἐξ ὑγρῶν ῥευμάτων, τοπικῶν περιόδων, σπληνὸς ὑδερικοῦ, ἐλεφαντιάσεως, πλευρίτιδος, ληθαργίας καὶ τῶν παραπλησίων τούτοις· πολλοὺς δὲ τόπους πατήσει καὶ ἐπὶ ξένοις νοσήσει τὰς προειρημένας ἄντλων ἀνίας διὰ τὸ ἱππικὸν ἅρμα· ἀρρωστήσει τὸ σῶμα διὰ τὸ ὑποκάτω τοῦ Ταύρου μέρος τοῦ κυνὸς ἡμιτελές· καὶ τέλος ἕξει τοῦ σώματος διὰ τὸ οὐράνιον μέρος τοῦ κατὰ τὴν δωδεκάωρον κυνός. Περὶ τῶν κτημάτων. Ὁ δὲ τὸν τοῦ Κρόνου ἔχων ἐν τούτῳ καλῷ σχήματι ἐπὶ γονεῦσι εὐφρανεῖται καὶ ἀπὸ τούτων † ζω . ι † καὶ βιασθήσεται καὶ ὀψίτυχος καὶ εὔγαμος ἔσται καὶ ἀλλοτρίων κύριος καὶ ἀπὸ παλαιῶν ἢ μυστικῶν ὠφεληθήσεται καὶ πολλὰ δραμεῖται ἐν διαφόροις τόποις καὶ 〈ἐπὶ〉 τετράποσι διὰ τὸ ἱππικὸν ἅρμα καὶ τοὺς διῃρημένως τρέχοντας ἵππους. κακοσχήμου δὲ 〈ὄντος τοῦ ἀστέρος ὁ〉 γεννηθεὶς ἀπὸ τῶν προειρημένων βλαβήσεται καὶ πλάνας δραμεῖται μεγάλας μηδὲν ὠφελούμενος. πρὸς τὸ τέλος δὲ εὐτυχήσει διὰ τὰ ὀπίσθια μέρη τοῦ κυνός. Περὶ 〈τῶν〉 χρημάτων. Ὁ δὲ τὸν τοῦ Διὸς ἔχων ἐν τούτῳ κακῶς κείμενον τρισάθλιος ἔσται, παρὰ τὰς ἀρχὰς φαντασθεὶς ἐκπεσεῖται τῶν ἑαυτοῦ καὶ φυγαδευθήσεται. τὰ δὲ ὀπίσθια τοῦ κυνὸς σημαίνει ὅτι κακὴν ἐσχάτην ἕξει. ἐὰν δὲ 〈ἐν〉 καλῷ σχήματιε ὑρεθῇ, ἐν μετρίοις εὐσχημονήσει καὶ τῶν κακῶν ἐκφεύξεται. Περὶ στρατείας.
9.2.185.(1t) Ὁ δὲ τὸν τοῦ Ἄρεως ἔχων ἐν τούτῳ καλῶς ἐσχηματισμένον ἀπὸ κακῶν σχηματίσεται καὶ περιουσίαν ἕξει καὶ τὰ ἀπὸ †ἀλγαίων† καὶ ἐπιτρόπων. πολλοὺς δὲ ἐχθροὺς ἕξει καὶ ἀδελφοὺς προαναιρήσει καὶ γυναῖκα ἀποβαλεῖ καὶ πολλὰ ἀποδ〈ραμεῖται〉 καὶ ἐπὶ τετράποσι ἑθήσεται. ἀλλοτριωθεὶς δὲ τῶν ἑαυτοῦ περιαχθήσεται ἐπὶ ξενῶν διὰ τὸ ἀποσχίζεσθαι τοὺς δύο ἵππους καὶ κτηνοτροφήσει καὶ ἱππηλατήσει δ〈ιὰ〉 τὸν δρομέα καὶ τὴν μάστιγα καὶ τὸν τροχόν. ἐὰν δὲ καὶ κακόσχημος ᾖ ὁ ἀστήρ, ἀπὸ τούτων βλαβήσεται καὶ πόδας κλάσει καὶ μαστιγωθήσεται· καὶ φεύξεται εἰς ἀλλοδαπὴν διὰ τὸν γυμνὸν δρομέα, ὑπὸ δὲ ἀγρίων θηρίων ἐπηρεασθήσεται καὶ φεύξεται εἰς ἀλλοδαπὴν διὰ τὸν κύνα. πρὸς δὲ τῷ τέλει βλάβας ἕξει καὶ αἰσχρῶς [καὶ] κακοφημούμενος καὶ τῶν ἀναγκαίων δεόμ〈ενοσ〉 .................. 〈Περὶ ὀρέξεως καὶ κοινωνίας.〉 ...................... ... 〈διὰ τὰ ὀπίσθια μέρη τοῦ κατὰ〉 τὴν δωδεκάωρον κυνός. Περὶ τρόπου καὶ ἤθους καὶ λόγου. Ὁ δὲ τὸν τοῦ Ἑρμοῦ ἔχων ἐν τούτῳ κακῶς κείμενον νεκρὸς τὴν διάνοιαν ἔσται, εἰ καὶ δηναιὸς καὶ νωδὸς καὶ ἄφρων. πεφαντασμένος δὲ ἔσται τὴν διάνοιαν καὶ ἐξεστηκὼς διὰ τὸ ἱππικὸν ἅρμα καὶ τὸ μέρος τοῦ ἡνιόχου καὶ τὸν κύνα, καὶ πρὸς τῷ τέλει ἐκτὸς τῶν φρενῶν καὶ ληρήσας ἀπολεῖται· τὰ γὰρ ὀπίσθια τοῦ ὑποκάτω τοῦ κυνὸς δηλοῖ, ὅτι χείρονα πείσεται ἐν τῇ ἐσχάτῃ βλαβεὶς τὰ αἰσθητήρια 〈καὶ〉 παραφθαρεὶς τὴν διάνοιαν.
9.2.186 Περὶ τῶν κυριευσήμων παθῶν τοῦ Ταύρου. Ὅσα περὶ τράχηλον χοιράδας, πν〈ιγ〉μούς, ὀφθαλμοπονίας, μυκτήρων αἱμορραγίας, κυρτώσεως πάθη κρυπτά, κήλας, βρογχοκήλας, δυσουρίας, νεφρίτιδας, κωλικά, σκιασμούς.