Cassius Dio's Roman Histories is an 80-book history of Rome, written in Greek during the early third century CE by a Roman senator of Greek origin. The work chronicles Rome's story from its mythical founding up to the author's own time in the Severan dynasty, structured annalistically by consular year. The text survives in a fragmentary state, with Books 36 through 54, covering the period from 69 to 10 BCE, being nearly complete. For the remainder of the work, readers depend on fragments and later summaries, the most important of which is an 11th-century abridgment by the Byzantine monk John Xiphilinus, which preserves a condensed version of Books 61 to 80. The history offers a unique senatorial perspective on imperial power, often critiquing emperors who diminished the Senate's traditional role. Dio is also noted for articulating, through a speech placed in the narrative, a theory that monarchy was the inevitable and most stable form of government for the Roman Empire.
| 61 1 1 | καὶ Κλαύδιος μὲν ὑπὸ τῆς Ἀγριππίνης τῆς γυναικὸς τῆς τε ἀδελφῆς, δι’ ἣν τά τε ἄλλα καὶ ἐπιόρκησεν, ἐπεβουλεύθη ἐν τῷ σιτίῳ, καὶ διεφθάρη κακῶς, ἵνα τε ὁ υἱὸς αὐτῆς μοναρχήσῃ καὶ ὁ Βρεττανικὸς αἵ τε ἀδελφαὶ αὐτοῦ ἀπόλωνται. |
| 61 1 2 | Joann. Antioch. fr. 89 M. v. 15—19. [Joann. |
| 61 7 3 (6n) | Antioch.] τόν τε γὰρ Βρεττανικὸν ἀδελφόν οἱ εἶναι δοκοῦντα, πρῶτα μὲν εἰς τὴν ὥραν ἀσελγῶς ὕβρισεν ἔπειτα δὲ παρὰ δεῖπνον δηλητηρίῳ φαρμάκῳ διέφθειρεν· ὡς δεινὸν μὴ μόνον ὁρᾶσθαι ἀλλὰ καὶ ἀκούεσθαι· πελιδνὸς γὰρ ὅλος ἐγένετο [cf. |
| 61 7 4 | v. 13 c —16 c ] καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀνεῳγμένοι καὶ τοὺς ἐφόρους πρὸς τιμωρίαν καλοῦντες. Joann. Antioch. fr. 90 M. v. 87 —93. [Joann. |
| 62 13 1 (3n) | Antioch.] (... καλοῦντες 61, 7, 4.) καὶ τὴν ἑαυτοῦ γαμετὴν Ὀκταβίαν τὴν τοῦ Κλαυδίου θυγατέρα, δι’ ἣν εἰς τὴν ἀρχὴν οὐχ ἥκιστα παρεληλύθει, πρῶτον μὲν ἀπεπέμψατο ἔπειτα καὶ ἀπέκτεινεν. Joann. Antioch. fr. 90 M. v. 93—96. [Joann. |
| 63 23 1 (n) | Antioch.] (ὅτι ἐν τῇ Ἰβηρίᾳ Γάϊος Ἰούλιος Οὐίνδιξ ἐπανίσταται τῷ Νέρωνι), πολλούς τε τῶν τῆς συγκλήτου βουλῆς φυγάδων προσλαβόμενος Γάλβαν ἀποδείκνυσι βασιλέα, ὃς τὰς δυνάμεις εὐθέως ἐξοπλίσας καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρασκευασάμενος ἐπὶ τὴν Ῥώμην ἐλαύνει. Ὁ γοῦν Νέρων, οὐ μετρίως ἐπὶ τούτῳ ταραχθείς, στρατηγὸν τοῦ πολέμου Ῥοῦφον Γάλλον ἐκπέμπει· ὃς οὐδὲ ἐς χεῖρας ἐλθεῖν ἀνασχόμενος πρὸς τὸν Γάλβαν, ὁμολογεῖ τε καὶ σπένδεται πρὸς τὸν Οὐίνδικα, αὐτὸς μὲν τῶν Γαλλιῶν ἄρχειν ἐπιλεξάμενος, Οὐίνδικι δὲ τὴν Ἰβηρίαν προσήκειν καὶ τῷ Γάλβᾳ πᾶσαν ὁμοῦ τὴν Ἰταλίαν καὶ ὅσα τῇ Ῥωμαίων ἀρχῇ προσυπακούειν ἔθνη τυγχάνει. |
| 63 24 3 | τούτων αὐτοῖς διομολογηθέντων, τινὲς τῶν τοῦ Ῥούφου στρατιωτῶν ἐπιβουλεύουσι τῷ Οὐίνδικι, ἀγνοίᾳ μὲν τῶν ὁμιληθέντων, ζήλῳ δὲ τῆς πρὸς αὐτὸν δυναστείας. |
| 63 24 4,1 | ἀλλ’ ὁ μὲν Οὐίνδιξ καίτοι ῥᾳδίως δυνάμενος σωθῆναι, ἀγανακτήσας καὶ ὀλοφυρόμενος, ὅτι ἐκ τῶν ὁμοφρονούντων ἐκακώθη, καὶ ὅτι τὰ ἐναντία ἀμφότεροι τῷ Νέρωνι πράττοντες ἑαυτοὺς ἀπώλλυσαν, καὶ προσέτι τοῦ ἀνθρωπείου βίου καταγνούς, καί τι πρὸς τὸ δαιμόνιον εἰπών, ὅτι τοιούτου πράγματος ἀρξάμενος οὐκ ἐπλήρωσεν, ἑαυτὸν προσκατειργάσατο. |
| 63 24 4,2 (5) | ὁ γοῦν Ῥοῦφος δεινῶς ἐπὶ τῷ τοιούτῳ πάθει ὑπεραλγήσας, καί τινας τῶν στρατιωτῶν κολάσας ἐν ἀφασίᾳ κατέστη. |
| 63 25 1 | Joann. Antioch. fr. 91 Muell. v. 6—25. [Exc. |
| 63 26 2 (7n) | Vat.] ὅτι ἡ γερουσία μαθοῦσα τοῦτο τὸ περὶ τοῦ Βίνδικος καὶ Γάλβα πάντα τὰ εἰωθότα ἐπὶ τοῖς νεωτερίζουσι κατὰ Βίνδικος ἐψηφίζετο· ἐπηγγείλατο δὲ Νέρων τῷ ἀναιροῦντι τὸν Βίνδικα καὶ κομίζοντα πρὸς αὐτὸν τὴν κεφαλὴν αὐτοῦ διακοσίας καὶ πεντήκοντα μυριάδας ἐπιδώσειν δραχμῶν· ὅπερ μαθὼν ὁ Βίνδιξ ἀπεκρίνατο τοῖς εἰρηκόσιν ὅτι· “ἐγὼ δὲ τῷ φέροντι τὴν κεφαλὴν Δομιτίου τὴν ἐμαυτοῦ ἀντιδίδωμι”. |
| 63 23 2 | Petr. Patr. exc. Vat. 76 (p. 215 Mai. = p. 197, 4—11 Dind.) [Exc. |
| 63 27 2 (1n) | Val.] ὅτι ἄλλων ἄλλα λεγόντων ὁ Νέρων ἔγνω [Joann. |
| 63 29 1 (n) | Antioch.] καὶ ἡ πόλις στεφανώμασι καὶ δᾳδουχίαις ἐκεκόσμητο, εὐχάς τε ἀληθεῖς καὶ ἑορτὰς ἐπετέλουν, [Joann. Antioch.] καὶ τούς τι δυνηθέντας ἐπὶ τοῦ τυράννου φονεύοντες εἰκόνας τε καὶ ἀνδριάντας κατασπῶντες ὡς καὶ αὐτὸν ἐκεῖνον αἰκίζοντες διετέλουν. Joann. Antioch. fr. 91 M. (v. 74—77). ἡ δὲ τῶν Ῥωμαίων βουλὴ πολέμιον αὐτὸν ἀνειποῦσα, δοῦναι δίκας τῶν κατὰ τὴν ἀρχὴν ἡμαρτημένων τοιόνδε τινὰ τρόπον ἐψηφίσατο· ἀχθῆναι μὲν γὰρ ἐς τὸ δεσμωτήριον γυμνὸν κεραίας ἐπιβεβλημένης τῷ τραχήλῳ προστάττεται, μετὰ δὲ σφοδρὸν αἰκισμὸν τοῦ σώματος ὠσθῆναι κατά τινος πέτρας. |
| 63 29 1,2 [3n] | ἃ δὴ προαισθόμενος ὁ Νέρων, τούς τε χωροῦντας ἐπ’ [Joann. |
| 63 29 2 | Antioch.] αὐτὸν καταδείσας, προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ ἑαυτοὺς ἀποκτεῖναι. ἐπεὶ δέ γε οὐχ ὑπήκουσαν, τὸ μὲν ὅτι οὐκ ἐτόλμων, τὸ δὲ ὅτι τὴν ταφὴν αὐτοῦ προεφασίσαντο, δεινῶς ἀλγήσας ἐστέναξεν, ὅτι μηδὲν ἐδύνατο. μετὰ δὲ τοῦτο τὸν Σπόρον βουληθεὶς ἀποκτεῖναι διήμαρτεν, ἀποφυγόντος ἐκείνου. τότε ἔφη· “ἐγὼ οὐδὲ φίλον οὐδὲ ἐχθρὸν ἔχω”, καὶ τοῦτο εἰπὼν ἑαυτὸν ἐπάταξεν· δυσθανατοῦντα δὲ ὁ Ἐπαφρόδιτος προσκατειργάσατο. καὶ ὁ μὲν Νέρων φὺς ἄριστα καὶ τραφεὶς κάκιστα [Joann. Antioch.] οὕτως τῆς ἀρχῆς ἐξέπεσε, λʹ μὲν ἐξ αὐτῆς ὠδῖνος γεγονὼς ἔτη, βασιλεύσας δὲ ιδʹ δυεῖν μηνῶν ἀποδέοντα. |
| 63 29 3 | Joann. Antioch. fr. 92 M. (v. 56—74). [Zonaras] (. |
| 77 11 2 (7n) | . ἐτελεύτησαν c. 8, 3) τοὺς δ’ ὑπ’ αὐτοῦ κολασθέντων οὐκ ἄν τις ἐξαριθμήσασθαι δύναιτο. (συχνοὶ κ. |
| 77 11 3 | τ.λ. c. 12, 3.) Zon. 11, 19 p. 501, 5. 6 B. (p. 59, 16. 17 D.) [Exc. |
| 71 30 1 (n) [4n] | Vat.] ὅτι ἐγκειμένης τῆς βουλῆς θανατωθῆναι τοὺς συμπράξαντας Κασσίῳ καὶ τοὺς συγγενεῖς, ἀντέγραψεν ἄλλα τέ τινα καὶ ταῦτα· “δέομαι καὶ ἱκετεύω, καθαράν μου τὴν ἀρχὴν ἀπὸ παντὸς βουλευτικοῦ αἵματος φυλάξατε· μὴ γὰρ γένοιτο μηδένα ὑμῶν ὑπ’ ἐμοῦ μήτε τῇ ἐμῇ [Exc. |
| 71 30 2 | Vat.] μήτε τῇ ὑμετέρᾳ ψήφῳ ἀπολέσθαι”. Petr. Patr. exc. Vat. 120 (p. 224 Mai. = p. 206, 29—207, 2 Dind.) ὅτι Ἀντωνῖνος κατὰ Ἀλαμαννῶν ἐξορμήσας χρήμασι τὴν δοκοῦσαν νίκην ἐπρίατο. |
| 77 14 2 | ἔλαβε δὲ καὶ γυναῖκας αἰχμαλώτους, ἐν αἷς αἱ γυναῖκες ἐθαυμάσθησαν· πυθομένου γὰρ αὐτοῦ πότερον πραθῆναι ἢ φονευθῆναι βούλονται, ἐκεῖναι φονευθῆναι ἐπελέξαντο· ὡς δὲ ἐπράθησαν, αἱ [Exc. Vat.] πολλαὶ ἑαυτὰς ἀπέσφαξαν. Petr. Patr. exc. Vat. 144 (p. 230 Mai. = 213, 27—32 Dind.) |