eul_wid: rik-aa

Staphylus of Naucratis Thessalian Histories and Myths in Greek

The Thessalian Histories and Myths is a lost prose work of Hellenistic mythography attributed to Staphylus of Naucratis. It survives only in fragments preserved through quotations in later antique and Byzantine sources, notably the geographical lexicon of Stephanus of Byzantium, the Etymologicum Magnum, and various scholia. The work was a compilation focused on the mythology and local history of Thessaly. Its content, as evidenced by the fragments, included regional myths, details on city foundations and their eponymous founders, and intricate heroic genealogies that connected local figures to the Panhellenic mythological tradition. The text also provided etymological explanations for Thessalian place names. As a product of Hellenistic scholarship, the work represents the systematic gathering and rationalizing of local Greek traditions, and its fragments offer valuable, otherwise lost evidence for Thessalian myth-history. They also illustrate the source material utilized by later geographers, lexicographers, and commentators, who cited Staphylus for authoritative details on Thessalian subjects. The relationship of this work to another title attributed to Staphylus, the Apospasmata or "Extracts," recorded in the Suda, remains unclear, though they may refer to the same or related compilations. The extant fragments are collected in modern editions of the Fragmente der griechischen Historiker.

t1-5 ΠΕΡΙ ΘΕΤΤΑΛΩΝ. Schol.
1 Apoll. Rh. I, 580: Στάφυλος δὲ ὁ Ναυκρατίτης Πελασγόν φησιν Ἀργεῖον τὸ γένος, μετοικῆσαι δὲ εἰς Θεσσαλίαν, καὶ ἀπ’ αὐτοῦ Πελασγίαν τὴν Θεσσαλίαν κληθῆναι. E LIBRO TERTIO.
2 Idem ib. IV, 816: Στάφυλος δὲ ἐν τρίτῳ τῶν Περὶ Θεσσαλίαν ἱστορεῖ Χείρωνα, σοφὸν ὄντα καὶ ἀστρονομίας ἔμπειρον, βουλόμενον τὸν Πηλέα ἔνδοξον ποιῆσαι, μεταπέμψασθαι τὴν Ἄκτορος θυγατέρα τοῦ Μυρμιδόνος, καὶ λόγους διασπεῖραι, ὅτι μέλλει γαμεῖν τὴν Θέτιν ὁ Πηλεὺς, Διὸς διδόντος αὐτῷ· οἱ δὲ θεοὶ μετ’ ὄμβρου καὶ χειμῶνος ἥξουσιν εἰς τὸν γάμον. Ταῦτα φημίσας, παρετήρει τὸν χρόνον, ἐν ᾧ ὑδάτων ἔμελλεν ἔσεσθαι ἐπομβρία καὶ πνεύματα ἐξαίσια, καὶ τότε δίδωσι Πηλεῖ Φιλομήλαν. Καὶ οὕτως ἐπεκράτησεν ἡ φήμη, ὅτι τὴν Θέτιν ἔγημε. Schol.
3 Iliad. II, 175: Ἐκ τίνος Πηλεὺς Πολυδώραν ἔσχεν; ὡς μὲν Στάφυλος ἐν τῇ γʹ (al. ϛʹ) Θεσσαλικῶν, ἐξ Εὐρυδίκης τῆς Ἄκτορος θυγατρός· Φερεκύδης δὲ ἐξ Ἀντιγόνης τῆς Εὐρυτίωνος, ἄλλοι δὲ ἐκ Λαοδαμείας τῆς Ἀλκμαίωνος. Harpocration: Πενέσται παρὰ Θετταλοῖς καλοῦνται οἵπερ παρὰ Λακεδαιμονίοις Εἵλωτες .
4 .. Διείλεκται δὲ περὶ αὐτῶν ἐπὶ πλέον Στάφυλος ἐν τῇ γʹ Περὶ Θετταλῶν. Οὐ μόνον δὲ αὐτοὺς Πενέστας καλεῖσθαί φησι, ἀλλὰ καὶ Θετταλοικέτας. Argument.
5 Eur. Medeae: Στάφυλος δέ φησι τὸν Ἰάσονα τρόπον τινὰ ὑπὸ τῆς Μηδείας ἀναιρεθῆναι· ἐγκελεύσασθαι γὰρ αὐτὴν ὑπὸ τῇ πρύμνῃ τῆς Ἀργοῦς αὐτὸν κατακοιμηθῆναι, μελλούσης τῆς νεὼς διαλύεσθαι ὑπὸ τοῦ χρόνου· ἐπιπεσούσης γοῦν τῆς πρύμνης τῷ Ἰάσονι, τελευτῆσαι αὐτόν. ΠΕΡΙ ΑΘΗΝΩΝ.
E LIBRO PRIMO. Harpocration: Ἐπίβοιον .
6 .. Φιλόχορος ἐν βʹ φησὶν οὕτως· «Ἐὰν δέ τις τῇ Ἀθηνᾷ θύῃ βοῦν, ἀναγκαῖόν ἐστι καὶ τῇ Πανδρόσῳ θύειν ὄϊν, καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον.» Ὁμοίως καὶ Στάφυλος ἐν αʹ τῶν Περὶ Ἀθηνῶν. ΠΕΡΙ ΑΙΟΛΕΩΝ.
7 Harpocration v. Προναία: Ὠνομάζετό τις παρὰ Δελφοῖς Ἀθηνᾶ Προναία διὰ τὸ πρὸ τοῦ ναοῦ ἱδρῦσθαι. Ταύτην δὲ Ἡρόδοτος ἐν τῇ ηʹ Προνηΐην ὀνομάζει. Ἱστορήκασι δὲ περὶ αὐτῆς ἄλλοι τε καὶ Στάφυλος ἐν τῷ Περὶ Αἰολέων. ΠΕΡΙ ΑΡΚΑΔΩΝ.
8 Sextus Empiricus C. math.: Στάφυλος δὲ ἐν τῷ Περὶ Ἀρκάδων (sc. Ἀσκληπιὸν κεκεραυνῶσθαι λέγει), ὅτι Ἱππόλυτον ἐθεράπευσε φεύγοντα ἐκ Τροιζῆνος, κατὰ τὰς παραδεδομένας κατ’ αὐτοῦ ἐν τοῖς τραγῳδουμένοις φήμας. Φύλαρχος δὲ κτλ. INCERTA.
9 Athenaeus II: Στάφυλος δέ φησι τὴν τοῦ οἴνου πρὸς τὸ ὕδωρ κρᾶσιν Μελάμποδα πρῶτον εὑρεῖν. Clem.
10 Al. Protr. c. 2: Ἀγαμέμνονα γοῦν τινα Δία ἐν Σπάρτῃ τιμᾶσθαι Στάφυλος ἱστορεῖ. Plinius H.
11 N. V, 31, 36: (Cos insula,) ut plures existimant, Merope vocata; Cea, ut Staphylus. Strabo X: Ἐν μὲν Ἀχαιοὶ, ἐν δ’ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί, pergit: Τούτων φησὶ Στάφυλος τὸ μὲν πρὸς ἕω Δωριεῖς κατέχειν, τὸ δὲ δυσμικὸν Κύδωνας, τὸ δὲ νότιον Ἐτεόκρητας, ὧν εἶναι πολίχνιον Πρᾶσον, ὅπου τὸ τοῦ Δικταίου Διὸς ἱερόν· τοὺς δ’ ἄλλους, ἰσχύοντας πλέον, οἰκῆσαι τὰ πεδία.
13a Zenob. V, 76: Πεύκης τρόπο ν · αὕτη τάττεται κατὰ τῶν πανωλεθρίᾳ ἀπολλυμένων· παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται. Μέμνηται δὲ αὐτῆς Στάφυλος ὁ Ναυκρατίτης. Tzetzes Hist.
13b IX, 833: Ἐχεπευκές, πανώλεθρον καὶ τὸ πικρὸν κυρίως, ἐκ δένδρου πεύκης δ’ ἔσχηκεν ἄμφω τὴν κλῆσιν ταύτην· ἡ πεύκη γὰρ, ὡς Στάφυλός φησιν ὁ Ναυκρατίτης, πανωλεθρίᾳ ὄλλυται, τῆς κορυφῆς κοπείσης.