The Roman Histories is a comprehensive history of Rome composed in Greek by the senator and historian Cassius Dio in the early third century CE. Originally comprising eighty books, the work chronicles Rome's story from its mythical foundation through to the author's own time, concluding with the reign of Emperor Alexander Severus in 229 CE. Dio structured his narrative annalistically, organizing events according to the traditional consular years. The history is distinguished by its detailed accounts of political and military affairs, as well as by the lengthy, crafted speeches attributed to key historical figures. These elements provide a valuable perspective from a high-ranking insider of the Severan imperial court.
The text survives in a highly fragmentary condition. Only Books 36 through 54, covering the late Republican period and the reign of Augustus, exist in a nearly complete state. For the remainder of the work, including much of the Republican era and the later Empire, knowledge of Dio's history depends on later excerpts, epitomes, and a single medieval manuscript. Modern reconstructions rely on a synthesis of these sources, particularly tenth-century Byzantine excerpts and an eleventh-century epitome. As a senior statesman, Dio wrote from a pronounced senatorial viewpoint. His work is often interpreted as an analysis of Rome's political transformation from a republic to an autocratic monarchy, frequently emphasizing the role of fortune and the character of individual rulers in shaping historical outcomes.
| 59 25 5b (2n) [4n] | [Exc. Vat.] ὅτι ὁ αὐτὸς Γάιος συλλαβὼν Κεριάλιον καὶ τὸν υἱὸν αὐτοῦ Παπίνιον βουλευτὰς ἐτιμωρήσατο, ὥστε ἐξειπεῖν τὰς κατ’ αὐτοῦ γινομένας ἐπιβουλάς. καὶ ὁ μὲν Κεριάλιος παντελῶς οὐδὲν εἶπεν, παραχρῆμα δὲ ἐπ’ ὄψεσιν αὐτοῦ ἀνῃρέθησαν. ἐν οἷς ἦν καὶ Βάσσος· καὶ παρεσκεύασε τὸν πατέρα αὐτοῦ μὴ ψευδῶς κατηγορηθέντα μηδὲ ἔγκλημα ἔχοντα [Exc. |
| 59 25 6 | Vat.] παρεῖναι, ἵνα θεάσηται τὴν ἀναίρεσιν τοῦ παιδός. πυθομένου δὲ τοῦ γέροντος εἰ ἔξεστιν αὐτῷ μύσαι τοὺς ἀφροδισίους, ἐκέλευσε μετὰ τὸ φονευθῆναι τούτους κἀκεῖνον φονευθῆναι. |
| 59 25 7 | ὁ δὲ προσποιησάμενος ἔλεγεν δικαίαν εἶναι τὴν κρίσιν τοῦ βασιλέως· ὡς ἀληθῶς γὰρ καὶ ἐκείνους καὶ ἑαυτὸν τῶν φονέων εἶναι, καὶ πολλοὺς ἄλλους εἶναι τοὺς συνειδότας ἡμῖν. καὶ ἀπαιτηθεὶς εἰπεῖν εἶπεν πάντας τοὺς πλησίον αὐτοῦ καὶ τοῖς κακοῖς τούτοις ὑπουργοῦντας. καὶ ἔδρασεν ἂν τὰ μέγιστα, εἰ μὴ προαχθεὶς καὶ τοὺς πάνυ γνησίους αὐτοῦ ὠνόμασεν· οὕτω γὰρ ἠπιστήθη καὶ περὶ τῶν ἄλλων. ἐκεῖνος δὲ ἀνῃρέθη. Petr. Patr. exc. Vat. 29 (p. 204 sq. Mai. = p. 187, 7—25 Dind.) ὅτι ὁ αὐτὸς Γάιος τούς τε ὑπάρχους καλέσας καὶ ἄλλους δύο εἰσῆλθεν ἐν χιτωνίσκῳ, καὶ λέγει αὐτοῖς “ἰδοὺ ὑμεῖς τρεῖς ἐστε ὡπλισμένοι, ἐγὼ δὲ μόνος καὶ γυμνός· ἐὰν μισῆτέ με, φονεύσατέ με. |
| 59 25 8 | ” ὡς δὲ ἐκεῖνοι εἰς τοὺς πόδας αὐτοῦ [Exc. Vat.] προσέπεσον καὶ παρεκάλουν μηδὲν τοιοῦτον περὶ αὐτοῦ ἐννοεῖν, ἀνεχώρησεν δῆθεν πεπεισμένος· πλὴν καὶ αὐτὸς ὕποπτος περὶ τὴν φιλίαν αὐτῶν διέκειτο, κἀκεῖνοι ἐδεδίεισαν. ἐκεῖνος δὲ συνέκρουεν αὐτοὺς ἀλλήλοις. Petr. Patr. exc. Vat. 30 (p. 205 Mai. = p. 187, 26—188, 2 D.) [Exc. |
| 59 30 1c (1n) | Vat.] ὅτι μετὰ τὴν τελευτὴν Γαΐου ὁ δῆμος διὰ τὸ εἰπεῖν αὐτὸν ὅτι ἔδει πάντας ἔχειν ἕνα τράχηλον ἐμπαίζων αὐτῷ ἔλεγεν· “ἡμεῖς ἕνα μὲν αὐχένα οὐκ ἔχομεν πολλὰς δὲ χεῖρας. Petr. Patr. Exc. Vat. 35 (p. 206 Mai. = p. 188, 2932 Dind.) ὅτι πολλοὶ τῶν συνασελγαινόντων καὶ συνεξημαρτηκότων αὐτῷ ἤχθοντο καὶ ἐταράττοντο καὶ τοὺς στρατιώτας πολλὰ πειραθέντες καταστῆσαι οὐκ ἠδύναντο, Βαλέριος δὲ Ἀσιατικὸς ἀνὴρ ὑπατευκὼς θαυμαστόν τινα τρόπον κατέπαυσεν· διατρεχόντων γὰρ αὐτῶν καὶ πυνθανομένων τίς Γάιον ἀπέσφαξεν, ἵνα δίκην παρ’ αὐτοῦ λάβωσιν, ἀνῆλθεν εἰς περιφανὲς χωρίον καὶ ἐβόησεν αὐτοῖς· “εἴθε [αἴθε cod.] ἐγὼ αὐτὸν ἀπέκτεινα·” καὶ ἐκ τούτου καταπλαγέντες καὶ τὸν ἄνδρα αἰδεσθέντες ἡσύχασαν. Petr. Patr. exc. Vat. 36 (p. 206 sq. Mai. = p. 189, 1—10 Dind.) |