eul_wid: fau-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Spartan Customs by Aristocrates of Sparta

The Fragments on Spartan Customs by Aristocrates of Sparta is a lost antiquarian work known only through eight surviving passages. These fragments, preserved in later Byzantine lexicographical and scholiastic sources, systematically explain distinctive Spartan terms, institutions, and rituals. The extant material focuses on elucidating specific Spartan political and social roles, such as the karykos, a type of herald. It also details religious offices, including the Karneatas, the priest of Apollo Karneios, and interprets vocabulary unique to Spartan Doric usage. The work survives entirely through indirect citation, quoted in the 12th-century Great Etymologicon and in ancient scholia on Thucydides, with no independent manuscript tradition. As a representative of the Laconica genre, the fragments contribute to the corpus of Spartan local history. Their preservation demonstrates post-classical scholarly interest in Sparta and provides a source for rare terminology used by later commentators and lexicographers.

ΛΑΚΩΝΙΚΑ.

Ἀθήναιος : «Ἐπιμηλὶς δὲ καλεῖται — φησὶ Πάμφιλος — τῶν ἀπίων τι γένος.» Ἑσπερίδων δὲ μῆλα οὕτως καλεῖσθαί τινά φησι Τιμαχίδας ἐν τῷ τετάρτῳ Δείπνων. Καὶ ἐν Λακεδαίμονι δὲ παρατίθεσθαι τοῖς θεοῖς φησι Πάμφιλος ταῦτα· εὔοσμα δὲ εἶναι καὶ ἄβρωτα, καλεῖσθαι δʼ Ἑσπερίδων μῆλα. Ἀριστοκράτης γοῦν ἐν τετάρτῳ Λακωνικῶν· «Ἔτι δὲ μῆλα καὶ τὰς λεγομένας Ἑσπερίδας.»

Πλούταρχος : Ὅτι δὲ καὶ Λιβύην καὶ Ἰβηρίαν ἐπῆλθεν ὁ Λυκοῦργος, καὶ περὶ τὴν Ἰνδικὴν πλανηθεὶς τοῖς γυμνοσοφισταῖς ὡμίλησεν, οὐδένα πλὴν Ἀριστοκράτη τὸν Ἱππάρχου Σπαρτιάτην εἰρηκότα γινώσκομεν.

Πλούταρχος : Ἀριστοκράτης δʼ ὁ Ἱππάρχου φησὶ τοὺς ξένους τοῦ Λυκούργου τελευτήσαντος ἐν Κρήτῃ καῦσαι τὸ σῶμα καὶ διασπεῖραι τὴν τέφραν εἰς τὴν θάλασσαν, αὐτοῦ δεηθέντος καὶ φυλαξαμένου, μή ποτε ἄρα τῶν λειψάνων εἰς Λακεδαίμονα κομισθέντων, ὡς ἐπανήκοντος αὐτοῦ καὶ τῶν ὅρκων λελυμένων, μεταβάλωσι τὴν πολιτείαν.

Πλούταρχος Χρόνῳ δʼ ὕστερον ἐγκαλέσας τι τοῖς Λακεδαιμονίοις στρατηγῶν ὁ Φιλοποίμην τοὺς μὲν φυγάδας κατήγαγεν εἰς τὴν πόλιν, ὀγδοήκοντα δὲ Σπαρτιάτας ἀπέκτεινεν, ὡς Πολύβιός φησιν, ὡς δʼ Ἀριστοκράτης, πεντήκοντα καὶ τριακοσίους, τὰ δὲ τείχη καθεῖλε, χώραν δὲ πολλὴν ἀποτεμόμενος προσένειμε τοῖς Μεγαλοπολίταις κτλ.

Στέφανος ὁ Βυζάντιος : Ἀβαντὶς, ἡ Εὔβοια, ... ἐκλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀργείου ἢ τοῦ υἱοῦ Ποσειδῶνος καὶ Ἀρεθούσης, ὡς Ἀριστοκράτης.

Κρεώφυλος δὲ βʹ, Ἀριστοκράτης δὲ γʹ, Τοξέα, Κλύτιον, Δηίονα.

Ἀριστοφάνους Σχόλια : ἐκαινούργησε κλάσας τὴν ᾠδὴν παρὰ τὸ ἀρχαῖον ἔθος, ὡς Ἀριστοφάνης φησὶ καὶ Ἀριστοκράτης.