eul_wid: vhw-ac
Περὶ ΟἰωνῶνOn Omens
John the Lydian On Omens PDF
| Ost 1-8t [5] | ΙΩΑΝΝΟΥ ΛΑΥΡΕΝΤΙΟΥ ΛΥΔΟΥ ΠΕΡΙ ΔΙΟΣΗΜΕΙΩΝ PROOEMIVM Οἱ τῶν Ἑβραίων λόγιοι τὸν περὶ προγνώσεως λόγον διχῆ τέμνουσιν εἰς σημεῖα καὶ τέρατ α· καὶ σημεῖα μὲν εἶναι βούλονται τὰ ἐν μετεώροις συνιστάμενα, τέρατα δὲ τὰ ἐπὶ γῆς ὡς παρὰ φύσιν φαινόμενα, ὁποῖον ἐκεῖνο τὸ ἐπὶ τῆς καλουμένης τῶν Ἑβραίων ἐξόδου ἀναφερόμενον περὶ Μωϋσέως αὐτοῦ· ‘καὶ εἶδεν ὅτι ἡ βάτος καίεται, ἡ δὲ βάτος οὐ κατεκαίετο‘ (Exod. |
| Ost 1 [45] | 3, 2), καὶ πάλιν· ‘ἔρριψε Μωϋσῆς τὴν ῥάβδον ἐπὶ τὴν γῆν καὶ ἐγένετο ὄφισ‘ (Exod. 4, 3), καὶ πάλιν· ‘εἰσήνεγκε Μωϋσῆς τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ καὶ ἐγένετο ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών‘ (Exod. 4, 6), εἶτα αὖθις· ‘καὶ εἶπεν ὁ θεὸς πρὸς Μωϋσῆν· λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ ἐπὶ τὸ ξηρὸν καὶ ἔσται αἷμα‘ (Exod. 4, 9)· εἶτα ὑποβάς· ‘καὶ εἶπε κύριος πρὸς Μωϋσῆν· ἐὰν λαλήσῃ Φαραὼ πρὸς ὑμᾶς λέγων “δότε σημεῖον ἢ τέρας”, λάβε τὴν ῥάβδον σου καὶ ῥῖψον ἐπὶ τῆς γῆς καὶ ἔσται δράκων‘ (Exod. 7, 8. 9). καὶ οὐ ταῦτα μόνον, ἀλλ’ ἔτι τέρας ἄλλο φοβερώτερον ἡ τοῦ παντὸς Αἰγυπτίου ὕδατος εἰς λύθρον μεταβολὴ (Exod. 7, 20) καὶ τῶν βατράχων τὸ πλῆθος (Exod. 8, 9) καὶ οἱ λεγόμενοι σκνῖπες καὶ οἱ μύωπες, οὓς αὐτοὶ καλοῦσι κυνομυίας (Exod. 8, 17. 18), καὶ ἡ τῶν κτηνῶν φθορὰ (Exod. 9, 3. 6) καὶ ὁ κονιορτὸς ὁ ἑλκώδης, φλυκταῖναι καὶ ἀκρίδες· ταῦτα πάντα τέρατα ἂν δικαίως λέγοιντο· σημεῖα δὲ τὰ ἐξ ὑπερτέρων φαινόμενα, οἷον ἐκεῖνο ὃ ἐπὶ τῆς αὐτῆς φέρεται γραφῆς· ‘καὶ ἔβρεξε κύριος τὴν χάλαζαν ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου· ἦν δὴ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ‘ (Exod. 9, 23. 24), καὶ πάλιν· ‘ἐξέτεινε δὲ Μωϋσῆς τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν οὐρανὸν καὶ ἐγένετο σκότος, γνόφος καὶ θύελλα ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου‘ (Exod. 10, 22). Τοιοῦτος τοίνυν Ἑβραίοις ὁ περὶ σημείων λόγος· ἐξ ὧν, οἶμαι, καὶ τἆλλα τῶν ἐθνῶν διοσημείας ταῦτα καλεῖν ἔγνω τὰ σήματα· Ζεὺς γὰρ ὁ ἀὴρ κατὰ τοὺς φυσικοὺς λέγεται, ὅτι ζωοποιός ἐστιν ὥστε διοσημεία τὸ τοῦ ἀέρος σημεῖον, ὥσπερ εὔδιον τὸ πρᾶον καὶ γαληνὸν τοῦ ἀέρος καλεῖται σχῆμα. οὐ χρὴ οὖν πρὸς τὰ ὀνόματα ταραττομένους τοὺς ἁπλουστέρους ἀποπηδᾷν τοῦ μαθεῖν· ‘δώσω‘, γάρ φησι, ‘σημεῖα ἐν τῷ οὐρανῷ ἄνω καὶ τέρατα ἐπὶ τῆς γῆς κάτω· αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ Ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα (Joel 3, 3. 4. Act. ap. II 19. 20).‘ ........ τουτὶ πράττειν ἐπαγγειλάμενοι. τῆς μὲν [οὖν τῶν πο]λλῶν δόξης κἀγὼ πρῴην ἐτύγχανον ὤν, καὶ γράμματα μό[να τὰ περὶ τού]των γεγραμμένα τοῖς ἀρχαίοις ἐνόμιζον. ἐπειδὴ [δὲ ἡ πεῖρα τ]ὴν περὶ αὐτῶν ἀλήθειαν ἔδειξε καὶ ἡ γενομένη τοῦ [κομήτου π]ρῴην ἐπιτολὴ (ἱππέως δὲ ἄρα ἦν τὸ λεγόμενον σχῆ[μα) καὶ ἡ δι]ὰ ταύτην συμβᾶσα τῶν κακοδαιμόνων Περσῶν ἔ[φοδος, μέ]χρι μὲν τῶν Ὀρόντου γενομένη μερῶν (a. |
| Ost 1 (50) [5] | 540 p. Chr.), συντομωτάτην [δὲ τὴν ὑπ]οστροφὴν ὡς οἷόν τε λαβοῦσα (ἐδήλου γὰρ δὴ καὶ τὴν τοῦ κρα[ταιοτάτου βασι]λέως νίκην), ὑπ’ αὐτῶν λοιπὸν τῶν πραγμάτων καὶ τῆς [ἐξ αὐτῶν] μαρτυρίας γράφειν περὶ τῶν τοιούτων προήχθην, ἅμα μὲν πρὸς τῆς ἐμῆς ἔσεσθαι μνήμης τὸ πρᾶγμα νομίζων, ἅμα δὲ ἄτοπον καὶ φθόνου γέμον ἡγούμενος εἶναι τὸ πόνους τοσούτους τοῖς ἀρχαίοις καταβεβλημένους εἰς τοὺς περὶ τούτων λόγους ἄχρι παντὸς μεῖναι λανθάνοντας. Ἁρμόδιον δὲ εἶναι νομίζω τῷ περὶ τῶν τοιούτων γράφειν ἐθέλοντι, πόθεν τε ἡ τῶν τοιούτων κατάληψις ἤρξ[ατο, λέγ]ειν, καὶ ὅθεν ἔσχε τὰς ἀφορμάς, καὶ ὅπως ἐπὶ τοσοῦτον προ[ῆλθεν], ὡς καὶ αὐτούς, εἰ θέμις εἰπεῖν, Αἰγυπτίους ὑπερβαλεῖν. |
| Ost 2 [30] | τούτων [γὰρ δή, μετὰ] Ζωροάστρην τὸν πολύν, Πετόσιρις τοῖς εἰδικοῖς τὰ [ἐν γένει διαπλέ]ξας πολλὰ μὲν κατ’ αὐτὸν παραδοῦναι βιάζεται, οὐ πᾶ[σι δὲ παρα]δίδωσι ταῦτα, μόνοις δὲ τοῖς καθ’ αὑτόν, μᾶλλον δὲ ὅσοι καὶ [αὐτῶν] πρὸς στοχασμοὺς ἐπιτηδειότεροι. Ἀντίγονος δὲ μετ’ ἐκεῖνον δι[έκριν]ε μὲν καὶ διήρθρωσε τὴν παράδοσιν, πρὸς δὲ τὸ πυκνὸν [τῶν ἐν τῇ ἀστρ]ονομίᾳ γραμμῶν ἀποκλίνας ἀμύθητον ὄχλον [καὶ ἀσαφείας πάσης ἀ]νάμεστον τῇ γραφῇ συγκατέθετο. τὰ γὰρ Ἀριστοτέλει εἰρημένα γνωριμώτατα. Ἡλιόδωρος δὲ καὶ Ἀσκλατίω ν , ἔτι καὶ Ὠδαψὸς ὁ Θηβ[αῖος καὶ ὁ Αἰγιεὺς] Πολλῆς καὶ ὁ θειότατος πρὸ αὐτῶν Πτολεμαῖο ς, οὐ μέχρι παντὸς ἴσχ[υσ]αν τὴν παλαιὰν ἀσάφειαν τοῦ πράγματος ἐκβαλεῖν, καίτοι γε σφόδρα καὶ τοῦτο ποιῆσαι σπεύσαντες. ἐπειδὴ δὲ ἡμῖν, τοὺς ἐξ Ἰταλίας φημί, Τάγης ἀρχηγὸς τοῦ πράγματος γέγονεν, ἀκόλουθον τοῖς αὐτοῦ ῥήμασι χρήσασθα[ι, μ]ᾶλλον δὲ τῇ τούτων ἐννοίᾳ· τοῖς γὰρ ἀρχαιοτέροις ὀνόμασιν ἐκεῖνα συγκείμενα δυσπαρακολούθητά πώς ἐστι καὶ οὐ σφόδρα σαφῆ. [χρησόμεθα δὲ καὶ τοῖς] λοιποῖς, Τάρχοντί τε τῷ θυοσκόπῳ καὶ Ταρκύτῳ τῷ [τελεστῇ καὶ Κ α ]πίτωνι ἱερεῖ, ὥστε ἐκ τῶν πᾶσι τούτοις εἰρημέ[νων γλαφυράν] τινα διαπλέξαι τοῦ πράγματος ἁρμονίαν. δεῖ [τοίνυν ἀφη]γήσασθαι πρῶτον τίς τε οὗτος ὁ Τάγης καὶ τίνες οἱ λοιπ[οί, καὶ ὅπως] γράμμασιν ἐνεπιστεύθη παρὰ τὸ κρατοῦν ἐν τοῖς ἱερ[οῖς τὰ τοιαῦ]τα. Τάρχω ν, ταύτῃ ἔχων τὴν προσηγορίαν, ἀνὴρ γ[έγονε μὲν] θυοσκόπος, ὡς αὐτὸς ἐπὶ τῆς γραφῆς εἰσενήνεκται, εἷς [τῶν ὑπὸ] Τυρρηνοῦ τοῦ Λυδοῦ διδαχθέντων. |
| Ost 3 [10] | καὶ γὰρ δὴ τοῖς Θούσκ [ ων γράμμα]σι ταῦτα δηλοῦται, οὔπω τηνικαῦτα τοῖς τόποις ἐκείνοις Εὐάνδρου τοῦ Ἀρκάδος ἐπιφανέντος. ἦν δὲ ἀλλοῖός τις ὁ τῶν γραμμάτων τύπος, καὶ οὐδὲ ὅλως καθημαξευμένος ἡμῖν· ἦ γὰρ ἂν τῶν ἀπορρήτων τε καὶ ἀναγκαιοτέρων οὐδὲν ἔμεινεν ἄχρι τοῦ παρόντος λανθάνον. φησὶ τοίνυν ὁ Τάρχων ἐπὶ τοῦ συγγράμματος, ὅπερ εἶναί τινες Τάγητος ὑποπτεύουσιν, ἐπειδήπερ ἐκεῖ κατά τινα διαλογικὴν ὁμιλίαν ἐρωτᾷ μὲν δῆθεν ὁ Τάρχων, ἀποκρίνεται δὲ ὁ Τάγης ὡς προσκαρτερῶν ἑκάστοτε τοῖς ἱεροῖς, ὡς [τυχὸν] συμβέβηκεν αὑτῷ κατά τινα χρόνον ἀροτριῶντι θαυμάσιόν τι, οἷον οὐδὲ ἀκήκοέ τις ἐν τῷ παντὶ χρόνῳ γενόμενον· ἀνεδόθη γὰρ 〈ἐκ〉 τοῦ αὔλακος παιδίον, ἄρτι μὲν τεχθῆναι δοκοῦν, ὀδόντων δὲ καὶ τῶν ἄλλων τῶν ἐν ἡλικίᾳ γνωρισμάτων ἀπροσδεές· ἦν δὲ ἄρα τὸ παιδίον ὁ Τάγης, ὃν δὴ καὶ χθόνιον Ἑ[ρμῆν] εἶναι τοῖς Ἕλλησιν ἔδοξεν, ὥς που καὶ Πρόκλος φησὶν ὁ διάδοχος. τοῦτο δὲ ἀλληγορικῶς παρὰ τὸν ἱερατικὸν παρακεκάλυπται νόμον, ἐπεὶ οὐ προφανῶς ὁ περὶ θειοτέρων πραγμάτων λόγος διὰ τοὺς ἀνιέρους, ἀλλὰ νῦν μὲν μυθικῶς νῦν δὲ παραβολικῶς παραδέδοται· ἀντὶ γὰρ τοῦ εἰπεῖν ψυχὴν τελειοτάτην καὶ τῶν οἰκείων ἐνεργειῶν ἀπροσδεῆ ἐπὶ τὴν ὕλην ἐλθεῖν, βρέφος ἀρτιγενὲς ἐκ τοῦ αὔλακος ἀναδοθῆναί φησι. Τάρχων δὲ ὁ πρεσβύτερος (γέγονε γὰρ δὴ καὶ νεώτερος, ἐπὶ τῶν Αἰνείου στρατευσάμενος χρόνων) τὸ παιδίον ἀναλαβὼν καὶ τοῖς ἱεροῖς ἐναποθέμενος τόποις ἠξίου τι παρ’ [αὐτοῦ] τῶν ἀπορρήτων μαθεῖν. τοῦ δὲ αἰτουμένου τυχὼν βι [ βλίο ν] ἐκ τῶν εἰρημένων συνέγραψεν, ἐν ᾧ πυνθάνεται μὲν ὁ Τάρχων τῇ τῶν Ἰταλῶν ταύτῃ τῇ συνήθει φωνῇ, ἀποκρίνεται δὲ ὁ Τάγης γράμμασιν ἀρχαίοις τε καὶ οὐ σφόδρα γνωρίμοις ἡμῖν γε ἐμμένων τῶν ἀποκρίσεων. πλὴν ἀλλ’ ὅσον μοι γέγονε δυνατόν, ἔκ τε τῶν Θούσκων ἔκ τε τῶν ἄλλων ὅσοι τούτους ἡρμήνευσαν, Καπίτωνός τέ φημι καὶ Φοντηίο υ , καὶ Ἀπουληίου Βικελλίου τε καὶ Λαβεῶνος καὶ Φιγούλο υ , Πλινίου τε τοῦ φυσικοῦ, πειράσομαι ταῦτα πρὸς ὑμᾶς διελθεῖν. Σπουδὴ δὲ ἡμῖν ἐστὶν εἰπεῖν περί τε ἡλιακῶν καὶ σεληνιακῶν ἐπισκιασμάτων (οὕτω γὰρ τὰς ἐκλειπτικὰς τῶν φώτων ὀλισθήσεις ἐκεῖνοι καλοῦσι), κομητῶν τε καὶ τῆς κα τ ’ αὐτοὺς διαφορᾶ ς , αὐλακισμῶν τε καὶ διᾳττόντω ν , ἀστραπῶν τε καὶ βροντῶν καὶ κεραυνῶν καὶ τῶν ἄλλων ἀερίων τερατισμῶ ν , καὶ τὸ δὴ πέρας περὶ σεισμῶν καὶ ἐμπρησμῶν καὶ τῆς ἐκ τούτων μαντεία ς , οὐχ ὥστε τὰς φυσικὰς αἰτίας ἢ τὰ περὶ τούτων εἰπεῖν θεωρήματα (φιλοσόφοις γὰρ δὴ τὰ περὶ τούτων ἀνείσθω), ἀλλ’ εἴ πως οἷόν τέ ἐστιν ἐκ τούτων δὴ τῶν διοσημειῶν τὴν τῶν ἐσομένων ἴσως προμανθάνειν ἀπόβασιν. |
| Ost 4 [5] | ἔστι γὰρ ἐκ τῆς πολυμαθεστάτης ἱστορίας λαβεῖν ὡς ἥλιοί τε πλείους κατὰ ταὐτὸν καὶ σελῆναι πεφήνασι, γινομένου ἐξ ἀνακλάσεως τούτου. τοιγαροῦν οὐχ ὑπὲρ τὸν ἥλιον ἢ τὴν σελήνην, ἀλλ’ ἐκ πλαγίου τὴν λεγομένην ἀντιδίσκωσιν θεωρεῖσθαι συμβαίνει, ἢ ἀνισχόντων αὐτῶν ἢ δυομένων. βασιλέων δὲ τοῦτο δυνατῶν κατ’ ἀλλήλων ἐπαναστάσεις σημαίνει, ὡς ἐκ τῆς Καμβύσου κατ’ Αἰγυπτίων ἐφόδου λαβεῖν ἔστι, καὶ ἐπὶ τῇ Νέρωνος καταστροφῇ, καθ’ ἣν ἐπὶ μὲν τῆς Ἰουδαίας διάγων Οὐεσπασιανὸς πρὸς τὴν Ῥωμαίων ἀρχὴν ἀνεφέρετο, κατὰ δὲ τὴν ἑσπέραν Βιτέλλιος, Γάλβας τε καὶ Ὄθων ἑτέρωθεν ἀντανίσταντο. Ἀπουλήιος δὲ περὶ τῶν τοιούτων γράφων καὶ ὑπὸ Κλαυδίῳ Καίσαρι τρεῖς ἡλίους ὀφθῆναί φησιν, ὁμοίως δὲ καὶ σελήνας τοσαύτας ἐπὶ Γαίου Ἀννίου καὶ 〈Γναίου〉 Δομιτίου τῶν ὑπάτων· 〈ᾧ〉 ἄντικρυς ἐδηλοῦτο Γάλλους τε καὶ Σαυρομάτας τὰ Ῥωμαίων δῃώσειν· τὸ δὲ ................ .............θῆναι. Πολλά[κις δὲ καὶ διάπυρος ἀστήρ, ἀσπίδος ἀπομιμούμενος τύ]πον, ἐκ τῆς ἑῴας ἐ[πὶ τὴν] δύσιν σπ[ινθῆρας ἐκπέμπων διατρέ]χει, [τῶν] Παρθυαίων [ἔφο]δον μαν[τευόμενος. καὶ τὰ μὲν ἐκ τῶν πρω]τοτύπων κέντ[ρων], ἀνατο[λὴν λέγω καὶ δύσιν. οὕτως ἔστ]ι λαβεῖν· ἀπὸ δέ γε ἄρ[κτου] καὶ μεσημ[βρίας, οὐκέτι ἐφόδους βαρβ]αρικὰς ταῦ[τα ἡμῖν προ]δηλοῖ, ἀ[λλὰ βιαιοτέρας ἀνέμων ἐκρήξεις. καὶ εἰ μὲν] ἐξ ἄρκτου διᾴτ[των ἐκτρέχει αὔλακάς τε πυ]ρὸς ἐπὶ τὸν ἀέρα ποιεῖ, β[ρον]τώδεις λέ[γει διοσημείας, συστρο]φὴν ἀέρος καὶ [βορρᾶν] βιαιότερον ἀν[αστήσεσθαι, ἐκ δὲ τοῦ ἐνα]ντίου φερόμενος νότον ἐπάγει. τῶ[ν] γὰρ πν[ευμ]άτων ἐκ τῶν ἐσχάτων τοῦ κόσμου μερῶν διανισταμένων καὶ τὸν ἀέρα πρῶτον πληττόντων, μηδενὸς σώματος ἀντιτυποῦντος, εἰκός ἐστι τοὺς ἐκ τῶν ἀστέρων τούτων ἀφορίζεσθαι σπινθῆρας. Ὁμοίως ἔστιν ἑτέρους ἀστέρας εὑρεῖν ποτὲ μὲν ἐν γῇ, ποτὲ δὲ ἐν θαλάττῃ τὰς ἰδίας ἐνεργείας δεικνύντας· ἐπί τε γὰρ στρατιωτικῶν ἀκοντίων πολλάκις ὤφθησαν ἐφιζάνοντες ἐπί τε τῶν ἱστῶν τῶν νεῶν, καὶ ἐν ἄλλοις δὲ μέρεσι, λιγυρόν τι σύριγμα προσηχοῦντες καὶ ὀρνέων δίκην εἰς τόπον ἐκ τόπου τῆς νεὼς μεθιστάμενοι, ὡς ἂν καταδύσωσι ταύτην. |
| Ost 5 [5] | ὅθεν καὶ τοῖς ξηροτέροις τῆς νεὼς ἐμπίπτουσι μέρεσιν, ἐξ ὧν συντομωτέραν εἰκὸς γενέσθαι τὴν ἐκπύρωσιν. τὸ δὲ τοιοῦτον σχῆμα ἤτοι κατάστημα οἱ τὴν θάλατταν πλέοντες Ἑλένην καλοῦσιν. ἀλλὰ κἀνταῦθα τὰ ἐξ αὑτῆς ἡ πρόνοια δείκνυσι· δύο γὰρ ἀστέρες εὐθὺς κατασκήπτουσι τῆς τοιαύτης φορᾶς, οὓς Κάστορα καὶ Πολυδεύκην καλοῦσιν, οἳ παραχρῆμα πρὸς φυγὴν τὴν λεγομένην 〈Ἑλένην〉 ἐλαύνουσι. Τὰ δὲ τῶν ἱστοριῶν μὴ καὶ περιττὸν ἐν ὑμῖν ᾖ λέγειν, ὡς ἐπὶ κεφαλῆς πολλάκις ἀνθρώπων διοσημεῖαι γεγόνασιν, ἐπί τε τῆς Ἀσκανίου καὶ Σερβίου Τύλλου τοῦ ῥηγὸς καὶ Κωνσταντίνου τοῦ τὴν μεγάλην ταύτην συστησαμένου πόλιν. οἷς ἅπασι τὸ μὲν τῆς βασιλείας ἐντεῦθεν κατεμηνύετο κράτος, οὐ μὴν εἰρηνικὸν οὐδὲ ἥσυχον, ἀλλὰ μυρίων γέ[μον κα]κῶν αὐτοῖς τε ἐκείνοις καὶ [τοῖς] ὑπ’ αὐτ[οὺς ἐσομένο]ις, μᾶλλον [δὲ καὶ] πλέον ἐκείνοις, ὅ[σῳ καὶ ἐλάττοσι] τύχαις πα[ρὰ το]ὺς βα[σιλεύ]οντας τὸ ὑπήκ[οον] χ[ρῆται· Ἀσ]κάνιος μ[ὲν] γὰρ ἐν [Ἄλβῃ τ]ὴν μητρ[υιὰν] .............σεν, ἡ δὲ ἐκαινοτό[μησε περὶ τ]ὸ Τρωικὸν .......... καὶ τὴν προσηγο[ρίαν] δὲ [ὁ.....λ..... Τ]ύλλος οὕτω πολέμων τὴν [πόλιν] ἐπλ[ήρωσεν ὥ]στε μὴ [δυ]νηθῆναι τῆς ὑπὸ Νουμᾶ κα[τα]σταθείσης εἰρ[ήν]ης Ῥωμαίους ἀπολ[αῦσαι]· περὶ δὲ Κων[στ]αντίνου μακρηγορεῖν οὐκ ἀναγκαῖ[ον], ἐ[ν βι β ]λ [ ίοι ς] τὴν μνήμην [τ]ῶν περὶ αὐτὸν συμβ[εβηκότων] ἐχόντ[ων ὑμ]ῶν. Πολλάκις δὲ καὶ [σ]πινθὴρ βραχὺς ἐκ μετεώ[ρων κα]ταφ[έρεσθα]ι δόξας ἐπὶ τὴν γῆν, εἶτα ἐξ ἐπιδόσεως εἰ[ς κύκ]λ[ον τι]νὰ σελήνης ὅμοιον [ὤφθη] δισκωθείς· τοῦτο, ὅπερ ἔναγχος γέγονεν, οὐ μετρίων προδοσιῶν τε καὶ τυχῶν παρεδήλωσε κίνδυνον. |
| Ost 6 [40] | Καὶ ὄμβρων δέ τινας τεραστίους διοσημείας ἐπὶ τῆς ἱστορίας εὑρίσκομεν. ἐπὶ μὲν γὰρ Ἀκελίου Μάρκου καὶ Πορκίου τῶν ὑπάτων γάλα πρῶτον, [εἶ]τα δὲ καὶ αἷμα κατενεχθῆναί φασιν. καὶ κρέα δὲ παραδόξως ἀνθ’ ὑετοῦ κατὰ τὴν Βολουμνίου κατέπεσεν ὑπατείαν, καὶ ἔμεινεν [οὕ]τως· οὐ γὰρ ἂν θηρίον ἢ πτηνὸν ἤ τι τῶν ἐμψύχων λιμῶξαν καθάψαιτο ἐκείνου τοῦ σώματος. κατερρύη δὲ καὶ σίδηρος ἐπὶ Λευκανίας ἀνθ’ ὑετοῦ, Κράσσου τὴν ἐπὶ Πέρσας [ὁρμῶντος ἐπιστρατεί]αν. Μαρκέλλου δὲ τὴν ὕπατον ἀρχὴν διανύοντος ἔριον κατενεχθῆναί φασι περὶ Κάψαν τὸ φρούριον ἐπὶ Μίλωνος· ὃ τοῦ τὴν χώραν ἐπιτροπεύοντος ἀναίρεσιν ἐμαντεύετο. κατηνέχθησαν δὲ πλίνθοι πολλάκις ὀπταὶ καὶ κόνις, ὥσπερ ἐπὶ Ζήνωνος τοῦ καθ’ ἡμᾶς. Ὅπλων δὲ καὶ σαλπίγγων ἀπ’ οὐρανοῦ γενέσθαι διαφόρως ἔδοξεν ἦχος, ὅπερ λέγεται συμβῆναι κατὰ τὴν Κίμβρων ἐπιδρομήν, καὶ ἡνίκα τοῖς ἐμφυλίοις ἐκείνοις πάθεσι τὸ Ῥωμαϊκὸν διεταράττετο. Ἔστι δὲ καὶ ὅτε κατ’ αὐτὸν τὸν οὐρανὸν ἐκπύρωσις ἔδοξε γίνεσθαι, καθάπερ καθ’ ἡμᾶς, Ἀναστασίου ἓξ πρόσθεν ἐνιαυτοῖς [τῆς τελευτ]ῆς (a. 513), ἡνίκα τοιαύτη μὲν ἡλίου γέγονεν ἔκλειψις ὡς ἐ[ν ἡμέρᾳ μέσῃ καὶ τοὺς ἀλαμπεστά]τους τῶν ἀστέρων διαφανῆναι, τὰ δὲ ἀεροπόρα καθάπερ ἐν νυκτὶ μέσῃ κα[ταπεσεῖν]. εἶτα τῆς ἐπιούσης νυκτὸς πῦρ ἀνεφλέχθη τοσοῦτον ὥστε σπινθήρων τὸν ἀέρα γενέσθαι μεστόν. ἐδηλοῦτο δὲ ἄρα ὁ μὲν δῆμος ἐπαναστησόμενος τῷ βασιλεύοντι, ἡ δὲ πρὸς τῇ Μυσίᾳ στρατιὰ ἔργον τῆς Βιταλιανοῦ γενησομένη χειρός (a. 514): αὐτὸς δὲ μέχρι τῶν τῆς πόλεως τειχῶν ἐλάσας παρὰ μικρὸν ἦλθε τῶν πραγμάτων κρατῆσαι. καὶ τὸ δὴ πέρας, οὕτως ἀτιμοτάτης βαρβάρων γενομένης ἐφόδου, μικροῦ προήκατο καὶ τὴν βασιλείαν ἑκὼν Ἀναστάσιος, καὶ φαῦλα δὲ συνέβη πάντα, ὅσα ἐν εἰδόσι λέγειν ἀδολεσχίας ἐστίν. Καὶ θαυμαστὸν οὐδὲν εἰ προθεωροῦσιν ἄνθρωποι τὰ ἐσόμενα, τῆς φύσεως αὐτῆς προδεικνυούσης τὰ πράγματα. |
| Ost 7 [40] | ὥς που καὶ Ἀναξαγόρας ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ ὀγδόης ὀλυμπιάδος λίθον μέγιστον ἐκ τοῦ ἡλίου ἐκπεσεῖν ἐμαντεύσατο, ὅπερ καὶ συμβέβηκεν ὕστερον ἐπὶ Θρ[ᾴκης]· καὶ μέχρι νῦν ἔστιν ὁ λίθος, καὶ ἐξ αὐτῆς εὐθὺς τῆς θέας περιπεφλέχθαι δοκῶν. ταὐτὸ δὲ τοῦτο κατά τε Ἄβυδον καὶ Κύζικον συμβῆναί φησιν Ἀπουλήιο ς· ὅθεν ἔτι καὶ νῦν λίθος ἐστὶ παρ’ αὐτοῖς πυρώδης μὲν τὸ χρῶμα, σιδήρῳ δὲ ἅπας κατασεσημασμένος· παραδεδόσθαι γὰρ λόγος Κυζικηνοῖς ὡς συναπολέσθαι τῷ λίθῳ τὴν πόλιν ἀνάγκη. Ἵππαρχος δὲ ἑξακοσίοις ἔμπροσθεν ἐνιαυτοῖς ἡλιακὴν προκατέλαβεν ἔκλειψιν. ἐπὶ δὲ τῆς φυσικῆς ἱστορίας ὁ Ῥωμαῖος Πλίνιος λίθον ἑωρακέναι φησὶν ἐν Βοκοντίῳ τῆς Ἰταλίας ἐξ οὐρανοῦ κατενηνεγμένον· ὥστε πολλὴ κοινωνία ταῖς διοσημείαις πρὸς τὰ γήινα, κἂν τοῖς ἀπὸ τῆς στοᾶς μὴ δοκῇ. ὥσπερ ἡ μὲν ἐπιτολὴ τῶν ὑάδων ὄμβρον πολύν, ἡ δὲ τῶν ἐρίφων καὶ τοῦ ἀρκτούρου χαλαζώδη τοῦτον ἀποτελεῖ. περὶ δὲ τῆς τοῦ κυνὸς ἐπιτολῆς μὴ καὶ περιττὸν ᾖ λέγειν ὡς τῆς ἡλιακῆς ἀναπτομένης θερμότητος λυττῶσιν οἱ κύνες, καὶ τοῦτο τῆς ἀναιρέσεως αὐτῶν γέγονεν αἴτιον, ὡς ἂν μὴ δάκνοντες ἀναιρῶσιν. ἀναβλύζειν δὲ πέφυκε καὶ τὰ θαλάττια ὕδατα ἐν ὡρισμέναις τισὶ [περιόδοις], ἄνθρωποί γε μὴν νεύροις ἢ κεφαλῇ ἢ καὶ αὐτῇ τῇ δι[ανοίᾳ ἀ]σθενεῖν. αἴγειροι μὲν γὰρ καὶ πτελέαι περὶ [τὰς ἡλίου τροπὰς μετα]βάλ[λειν τὴν κό]μην πεφύκασιν, (c. 8 H.) ὁ δὲ λεγόμενος γλήχων ὑπ’ αὐτὴν τὴν [τοῦ ἡλίου] θάλλει τροπήν· ἡ δὲ ἡλιότροπος καλουμένη βοτάνη [πρὸς τὴν ἡλι]ακὴν μεταστρέφεται φοράν, ἀνίσχοντι αὐτῷ καὶ δυομέ[νῳ συμμετα]τιθεῖσα τὸ σχῆμα. περὶ γὰρ τῶν ἐναλίων τούτων, ὀ[στρέων λέγω] καὶ χημῶν καὶ κτενῶν καὶ τῶν ἄλλων, οὐδεὶς ἀμφισβητή[σει ὅτι] αὔξεται καὶ συμφθίνει ταῖς σεληνιακαῖς φάσεσιν, ὡ[ς καὶ τὰ τῶν] μυῶν ἥπατα καὶ πλεῖστα ἕτερα, περὶ ὧν ἐν τοῖς περὶ [ Μ η ]νῶν γραφεῖσιν ἡμῖν διελάβομεν. πρὸς τούτοις ἐμπρησμοὺς γίνεσθαι συμβαίνει, ὅταν ἡ σελήνη κατ’ ἔλλειψιν ὑπὸ Ἄρεος θεωρηθῇ. Ὡς γὰρ αὐτὰ κα θ ’ ἑαυτὰ τὰ γήινα δηλωτικὰ τυγχάνει τῶν ἐσομένω ν, περιττὸν ἂν εἴη μακρηγορεῖν. |
| Ost 8 [25] | ὅταν μὲν 〈γὰρ〉 ἱδροῦν ἢ δακρύειν δοκῇ ἀγάλματα ἢ εἰκόνες, ἢ ὅταν κάμινος ἢ ἰπνὸς περιπεφρυγμένος ἐκλάμψῃ, στάσεις ἐμφυλίους ἀπειλεῖ. ἢ ὅταν ποταμοὶ τὰς ἑαυτῶν ὑπερχέωσι κοίτας, ἔφοδον πολεμίων φράζουσιν. αἱ γὰρ ἱδρώσεις προβατείων σπλάγχνων τί σημαίνουσιν, οὐδεὶς ἀγνοεῖ. ἢ καὶ ὅταν ἐπίθολον ὕδωρ αἱ φρεατίαι ἀναβλύζωσι, καθ’ ἑαυτῆς ἡ πολιτεία * . ἢ καὶ ὅταν ἰκτῖνος ἐν θεάτρῳ συνηγμένῳ τῷ πλήθει ἀνέδην περιποτᾶται, ὁποῖον ἱπποδρομίας ἐπιτελουμένης εἴδομεν ἐπὶ τῆς ἄρτι διελθούσης ἐνάτης ἐπινεμήσεως, ἧς ἀγομένης ἰκτῖνος τὸ βέλος, τὴν λεγομένην σαγίτταν, τῷ ῥέμφει φέρων, ὅλον ἐπικυκλώσας τὸν δῆμον, ἐπὶ τοῦ ὀβελοῦ ταύτην διωλύγιον συρίττων ἀπέθετο. ὁ δὲ δῆμος οὐδὲν βραδύνας, καθ’ ἑαυτοῦ δὲ κινηθείς, αὐτὸς μὲν ἀπώλλυτο, ἡ δὲ πόλις πυρὶ πᾶσα διεφθείρετο, ὡς καὶ αὐτὴν τὴν βασιλείαν, εἰ μὴ θεὸς ἀντέπραττεν, οὐ πόρρω κινδύνων ἐλθεῖν. τὰ γὰρ περὶ ἐπόπων καὶ νυκτικοράκων λύκων τε καὶ ἀλωπέκων, ὅταν ἐν πόλεσι φαίνωνται, τὰ εἰρημένα τοῖς ἀρχαίοις μετὰ Πόλλητα καὶ τοὺς ἐξ ὧν αὐτὸς διαλέγεται, περιττὸν ἄντικρυς ἀναφέρειν. Τοσαῦτα μὲν οὖν πρὸς τοὺς ταῖς διοσημείαις ἐνισταμένους καὶ Πτολεμαίῳ τολμῶντας ἀντιλέγειν ἐκ πολλῶν ὀλίγα λελέχθω. καιρὸς δὲ ἄρξασθαι τῆς ἐπαγγελίας, ἐκ τῶν ἡλιακῶν ἀποτελεσμάτων λαμβάνοντας τὰ προοίμια. DE SOLIS LVNAEQVE SIGNIFICATIBVS Ἰστέον ἐν πρώτοις ὡς μόνος ὁ ἥλιος καθολικὰς ἔχει ἐνεργείας, τῶν ἄλλων διοσημειῶν τοπικὰς ἐχουσῶν. |
| Ost 9 [40] | δέδοται γὰρ ἅπαξ ἡλίῳ μὲν καλύπτεσθαι τῇ παρεμπτώσει τῆς σελήνης, αὐτῇ δὲ τῇ ἀντιπτώσει τῆς γῆς, καὶ τὸν μὲν ἐν συνόδῳ πάντων, [τὴν σελήνην] δέ, ὅταν ᾖ πλησιφαής. καὶ τούτου χάριν οὐδεὶς ἂν ἀμφισβητήσειε. προγνωσθῆναι δὲ τοῦτο λέγεται παρὰ μὲν Ἕλλησι πρὸς Θαλοῦ τοῦ Μιλησίου ἐπὶ τῆς ἐνάτης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος, ἔτει ἑβδομηκοστῷ καὶ ἑκατοστῷ τῆς κτίσεως Ῥώμης ὕστερον, παρὰ δὲ Ῥωμαίοις ὑπὸ Σουλπικίου Γάλλου, μιᾷ πρόσθεν ἡμέρᾳ τῆς Περσέως τοῦ Μακεδόνος ἥττης. ἐπὶ δὲ Οὐεσπασιανοῦ τοῦ Καίσαρος ἐν πέντε καὶ δέκα ἡμέραις ἀμφοτέροις τοῖς φωσὶ τοῦτο συνέβη παθεῖν. Οὐ μὴν ἀεὶ τοῦτο τὸ πάθος τὰ αὐτὰ προμηνύε ι· οὐδὲ γὰρ μονοειδεῖς αἱ ἐκλείψεις, ἡλίου μὲν τὴν Ἀσίαν διέποντος, σελήνης δὲ τὴν Εὐρώπην * , καὶ μάλιστα ὅταν πρὸς τοὺς λεγομένους κακοποιοὺς ἡ ἔκλειψις γένηται, κακουμένων μὲν τῶν βασιλικῶν ζῳδίων καὶ τῆς τῶν ἀγαθῶν ἐπικουρίας ἀργούσης. 〈ἐν〉 ταύρῳ μὲν γὰρ ἢ παρθένῳ ἢ αἰγόκερῳ συμβαινούσης ἐκλείψεως ὁποτέρου τῶν φώτων κατὰ τοὺς προκειμένους λόγους, καρπῶν ἔνδεια καὶ διαφερόντως τῶν ὡρίμων συμβαίνει, καθὸ σταχυηφόρος μὲν ἡ παρθένος, ἀροτρεύει δὲ ὁ ταῦρος, ὁ δὲ αἰγόκερως πρῶτος τῶν τοιούτων καρπῶν ἀπογεύεται· εἰ δὲ 〈ἐν〉 διδύμοις ἢ ζυγῷ ἢ ὑδροχόῳ γένηται τὸ τοιοῦτον, ἀνθρωποειδοῦς ὄντος τοῦ τριγώνου, οἱ λοιμοί τε καὶ λιμοὶ ἐνσκήψουσιν· ὅταν δὲ 〈ἐν〉 καρκίνῳ ἢ σκορπίῳ ἢ ἰχθύσι συμβαίνῃ, ὄχλων φθοραὶ καὶ πολέμων στάσεις καὶ ἐναλίων ὄλεθρος ἐπικείσεται. ἐπὶ δὲ τοῦ βασιλικοῦ τριγώνου, κριοῦ τε φημὶ καὶ λέοντος καὶ τοξότου, γινομένης ἐκλείψεως ἀνάγκη τινὰ τῶν περὶ τὴν βασιλείαν αὐτὴν παθεῖν τι τοιοῦτον, ὁποῖον συμβαίνει περὶ τὸ τρίγωνον, ἐκείνου προσεπιθεωμένου· ὡς ὅταν ἔκλειψις 〈ἐν〉 λέοντι γένηται τοῖς μὲν βασιλεῦσι κάκωσιν σημαίνει τινά, τὸν δὲ Νεῖλον ἀποστρέφει. ὥστε καὶ θαυμάζειν εἰκότως τὴν τοῦ θεοῦ πρόνοιάν ἐστι, παρ’ ὅλον τὸν τῆς εὐτυχεστάτης ταύτης τῆς βασιλείας (Anastasii) καιρὸν ἐκλείψεως ἐπὶ τούτου τοῦ ζῳδίου μὴ γενομένης. ταῦτα μὲν οὖν ὑπὲρ τῶν ἡλιακῶν ἐκλείψεων εἴρηται. Τηρητέον δὲ πρὸς τὰς καθόλου περιστάσεις τὰ κατὰ τὰς ἐκλείψεις χρώματα ἢ τῶν φώτων αὐτῶν ἢ τῶν περὶ αὐτὰ γινομένων συστημάτων, οἷον ῥάβδων ἤ τινων τοιούτων. |
| Ost 9a [15] | μέλανα μὲν γὰρ ἢ ὑπόχλωρα φανέντα σημαντικὰ γίνεται τῶν ἐπὶ τῆς τοῦ Κρόνου φύσεως εἰρημένων, λευκὰ δὲ τῶν ἐπὶ τῆς τοῦ Διός, ὑπόκιρρα δὲ 〈τῶν ἐπὶ τῆσ〉 τοῦ Ἄρεος, ξανθὰ δὲ τῶν ἐπὶ τῆς 〈τῆσ〉 Ἀφροδίτης, ποικίλα δὲ τῶν ἐπὶ 〈τῆσ〉 τοῦ Ἑρμοῦ· κἂν μὲν ἐν ὅλοις τοῖς σώμασι τῶν φώτων 〈ἢ〉 ἐν ὅλοις τοῖς περὶ αὐτὰ τόποις τὸ γενόμενον ἰδίωμα φαίνηται τῆς χροιᾶς, περὶ τὰ πλεῖστα μέρη τῶν χωρῶν ἔσται τὸ ἀποτέλεσμα· εἰ δὲ ἀπὸ μέρους οἱουδήποτε, κατ’ ἐκεῖνο μόνον τὸ μέρος καθ’ ὃ ἂν καὶ ἡ πρόσνευσις τοῦ ἰδιώματος γένηται. εἰ δὲ περὶ τὴν ἑῴαν ἢ τὴν ἑσπέραν μέλλει τοῦτο συμβαίνειν, ἐξ αὐτοῦ τοῦ πάσχοντος τοῦτο φωστῆρος γενήσεται δῆλον τῷ τὸν μὲν ἥλιον εἰς τὴν Ἀσίαν διαπαντὸς ἀνήκειν, τὴν δὲ σελήνην εἰς τὴν Εὐρώπην. Χρήσιμοι δ’ ἂν εἶεν πρὸς τὰς τῶν κατὰ μέρος ἐπισημασιῶν προγνώσεις καὶ αἱ τῶν γινομένων σημείων περί τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας παρατηρήσεις. |
| Ost 9b [40] | τὸν μὲν οὖν ἥλιον τηρητέον πρὸς μὲν τὰς ἡμερησίους καταστάσεις ἀνατέλλοντα, πρὸς δὲ τὰς νυκτερινὰς δύοντα, πρὸς δὲ τὰς παρατεινούσας κατὰ τοὺς πρὸς τὴν σελήνην σχηματισμούς, ἑκάστου σχήματος τὴν μέχρι τοῦ ἑξῆς κατάστασιν ὡς ἐπίπαν προσημαίνοντος. καθαρὸς μὲν γὰρ καὶ ἀνεπισκότητος καὶ εὐσταθὴς καὶ ἀνέφελος ἀνατέλλων ὁ ἥλιος ἢ καὶ δυόμενος εὐδιεινῆς καταστάσεώς ἐστι δηλωτικός· ποικίλον δὲ τὸν κύκλον ἔχων ἢ ὑπόπυρρον ἢ ἀκτῖνας ἐρυθρὰς ἀποπέμπων ἤτοι εἰς τὰ ἔξω ὡς ἐφ’ ἑαυτὸν κυκλούμενος, ἢ τὰ λεγόμενα παρήλια νέφη ἐξ ἑνὸς μέρους ἔχων, τὸ δὲ σχῆμα τῶν νεφῶν ὑπόκιρρον καὶ ὥσπερ μακρὰς ἀκτῖνας ἀπομηκῦνον, ἀνέμων σφοδρῶν ἐστὶ δηλωτικὸς καὶ τοιούτων πρὸς 〈ἃσ〉 ἂν γωνίας τὰ προειρημένα σημεῖα γίνηται. μέλας δὲ ἢ ὑπόχλωρος ἀνατέλλων ἢ δύνων μετὰ συννεφείας ἢ ἅλω ἔχων περὶ αὑτὸν καθ’ ἓν μέρος ἢ ἐξ ἀμφοῖν τῶν μερῶν παρήλια νέφη καὶ ἀκτῖνας ἢ ὑποχλώρους ἢ μελαίνας, χειμῶνας δηλοῖ καὶ ὑετούς. Ἐκεῖνο δέ γε καὶ τοῖς εἰς δῆμον τελοῦσι πρόδηλόν ἐστιν, ὡς ὅταν ἀνίσχων ὥσπερ ὑπολανθάνῃ καὶ σκορπίζῃ δῆθεν ἐκδιδρασκούσας καὶ διαρραινούσας τῶν νεφῶν τὰς ἀκτῖνας, χαλάζῃ φράζει τὸν ὄμβρον καταρραγήσεσθαι μεμιγμένον. ὅταν δὲ δυόμενος πηλώδης εἶναι καὶ οὐ κυανόχρους δοκῇ, ὄμβρων τε ὁμοῦ καὶ ἀνέμων ἔσται μηνυτὴς καὶ διαφερόντως ἀνέμων, καθ’ οὓς λέγομεν τρόπους τε καὶ ἅμα τόπους· τοῦ γὰρ πνεύματος τοῖς ἀερίοις πρῶτον προσανατείνοντος, εἰκὸς αὐτὸν πλέον ἐξάπτεσθαι καὶ διαχέειν τὰς ἀκτῖνας δίκην λαμπάδος ὑπό τινος περιωθουμένους ἀνέμου. καθαρὸς δὲ ἀνίσχων βόρειον τε ἅμα ἔσεσθαι καὶ αἴθριον τὸν ἀέρα προλέγει· ‘βορέησ‘ γὰρ ‘αἰθρηγενέτησ‘ κατὰ τὸν ποιητήν· τοῖς γὰρ ὑψηλοτέροις τῶν μετεώρων ἐπιπνέων εἰς γῆν τε τὸ πυκνὸν καὶ ἀχλυῶδες ὠθῶν, καθαρὸν ποιεῖ καὶ ἀνεπισκότητον ἐκλάμπειν τὸν ἥλιον, ἐκδαπανῶν τὰ πυκνώματα καὶ τῷ λεπτῷ τοῦ πνεύματος τὴν ὑπήνεμον ταύτην ζώνην καὶ μᾶλλον τὴν πρὸς ἡμᾶς ἐκκαθαίρων τε καὶ λαμπροτέραν ποιῶν· Ὁ δέ γε Ῥωμαῖος Καμπέστριος ταῖς Πετοσιριακαῖς (fr. |
| Ost 9c [35] | 8 ed. Riess. p. 342) ἀκολουθῶν παραδόσεσι λέγει, ὡς ἀργυροειδὴς καὶ ἀμβλύχρους ὁ ἥλιος ἀνίσχων ἢ ὠχρὸς μέν, ὅλως δὲ ὑπομένων ὁρᾶσθαι, πολέμους καὶ συμφορὰς καὶ διχονοίας καὶ θορύβους καὶ στάσεις ἀνδρῶν ἐνδόξων καὶ βασιλέων θρήνους καὶ συκοφαντῶν καὶ πονηρῶν ἀνθρώπων εὐτυχήματα καὶ ἐπιεικῶν ἀστοχίας καὶ λογικῶν ὕβρεις καὶ ἀτιμίας δηλοῖ· πρὸς δέ γε τούτοις δημεύσεις τε τῶν εὐπατριδῶν καὶ ἀφορισμοὺς καὶ καθολικὴν σπάνιν τῶν ἀναγκαίων, στάσεις τε καὶ πατράσι πρὸς παῖδας καὶ αὖθις τοῖς παισὶ πρὸς τοὺς φύσαντας καὶ τὰς κατ’ ἀλλήλων ἐπιβουλάς. Ἔσται δὲ ταῦτα καθολικὰ μέν, ἐπειδὰν κατὰ παντὸς τοῦ δίσκου τὸ σύμπτωμα ᾖ· μερικὰ δέ, εἰ καὶ τὸ σύμπτωμα μερικόν, καὶ καθ’ οὓς τόπους ἀφορᾶν δοκεῖ τὸ συμβεβηκός· εἰ δέ γε κατὰ τὴν λεγομένην ἀντιδίσκωσιν ὁ ἥλιος ἐκλίποι, μόνοις ἀπειλεῖ τοῖς βασιλεῦσι τὰ κακά, ὥσπερ καὶ ἐὰν ἐπὶ τοῦ βασιλικοῦ τριγώνου. Εἰ δέ γε ἐξ ἀναδόσεως ὑγρότητος παχύτητα τοῦ ἀέρος λαμβάνοντος ὁ ἥλιος ἀμαυροῖτο—τοῦθ’ ὅπερ ἐπὶ τῆς ἔναγχος παρελθούσης τετάρτης καὶ δεκάτης ἐπινεμήσεως γέγονε παρ’ ὅλον σχεδὸν τὸν ἐνιαυτὸν τὴν ὕπατον ἔχοντος Βελισαρίου τιμὴν (535 p. Chr.) — ὡς διαφθαρῆναι τοὺς καρποὺς ἐξ ἀωρίας, σάλους βαρεῖς ἐπὶ τῆς Εὐρώπης προμηνύει γενέσθαι—καὶ τοῦτο ἐξ αὐτῶν εἴδομεν τῶν πραγμάτων, πολέμων τε γενομένων ἐπὶ τῆς ἑσπέρας πολλῶν καὶ τῆς τυραννίδος καταλυθείσης ἐκείνης—, Ἰνδίαν δὲ καὶ τὴν Περσῶν καὶ ὅση ξηροτέρα πρὸς ἀνίσχοντα ἥλιον οὐ σαλεύει παντοίως. ἀλλ’ οὐδὲ εἰκὸς κατ’ ἐκείνας συμβαίνειν τὸ πάθος, ἐπεὶ κατὰ τὴν Εὐρώπην τῆς ὑποκειμένης ὑγρότητος ἀναρπαζομένης καὶ εἰς νέφη συναγομένης ἀμαυροῦσθαι συμβαίνει τὴν ἡλιακὴν αἴγλην πρὸς τὴν ἡμετέραν οὐκ ἀφικνουμένην ὄψιν οὐδὲ τοῦτο διατιτρῶσαν τὸ πύκνωμα. Τὴν δὲ σελήνην τηρητέον ἢ πρὸ τριῶν ἢ μετὰ τρεῖς ἡμέρας τῆς συνόδου τε καὶ τῆς πανσελήνου καὶ διχοτόμου. |
| Ost 9d [20] | λεπτὴ γὰρ καὶ καθαρὰ φαινομένη καὶ μηδὲν ἔχουσα περὶ ἑαυτήν, εὐδιεινῆς καταστάσεώς ἐστι δηλωτική. εἰ δὲ καὶ ἐρυθραίνοιτο μετρίως καὶ τὸ ἀφώτιστον τοῦ κύκλου διαφανὲς καὶ ὑποκεκινημένον ἔχοι, ἀνέμων ἐστὶ δηλωτική, καθ’ ὃ ἂν μάλιστα ποιῆται τὴν πρόσνευσιν. εἰ δὲ ὠχρὰ καὶ παχεῖα δοκοίη, χειμώνων καὶ ὄμβρων ἐστὶ δηλωτική. Παρατηρητέον δὲ καὶ τὰς περὶ αὐτὴν γινομένας ἅλω ς. εἰ μὲν γὰρ μία εἴη καὶ αὐτὴ καθαρὰ 〈καὶ〉 ἠρέμα ὑπομαραινομένη, εὐδιεινὴν σημαίνει κατάστασιν. εἰ δὲ δύο ἢ καὶ τρεῖς 〈εἶεν〉, χειμῶνας δηλοῦσιν· τοὺς μὲν δι’ ἀνέμων, εἰ ὑπόκιρροι εἶεν καὶ ὥσπερ ὑπορρηγνύμεναι· τοὺς δὲ διὰ νιφετῶν, εἰ ἀχλυώδεις καὶ παχεῖαι· εἰ δὲ καὶ ὑπόχλωροι καὶ μέλαιναι καὶ ὥσπερ ῥηγνύμεναι, τοὺς δι’ ἀμφοτέρων καὶ τοσούτῳ μείζονας ὅσῳ καὶ πλείους εἶναι δοκοῖεν. Αἱ δὲ διαδρομαὶ καὶ οἱ ἀκοντισμοὶ τῶν ἀστέρων, εἰ μὲν ἀπὸ μιᾶς γίνοιντο γωνίας, τὸν ἀπ’ ἐκείνης ἄνεμον δηλοῦσι· εἰ δὲ ἀπὸ τῶν ἐναντίων, ἀκαταστασίαν πνευμάτων· εἰ δὲ ἀπὸ τῶν τεσσάρων παντοίους χειμῶνας μέχρι βροντῶν καὶ ἀστραπῶν καὶ τῶν τοιούτων. ὡσαύτως δὲ καὶ τὰ νέφη πόκοις ἐρίων ὄντα παραπλήσια προδηλωτικὰ ἐνίοτε γίνεται χειμώνων· αἵ τε συνιστάμεναι κατὰ καιροὺς ἴριδες χειμῶνα μὲν ἐξ εὐδίας, εὐδίαν δ’ ἐκ χειμῶνος προσημαίνουσιν. καὶ ὡς ἐπίπαν συνελόντι εἰπεῖν αἱ καθόλου τοῦ ἀέρος ἐπιγινόμεναι ἰδιόχροοι φαντασίαι τοιαῦτα δηλοῦσι. DE COMETIS Τοσαῦτα μὲν περὶ ἡλίου καὶ σελήνης καὶ τῶν καθ’ ἑκατέρων αὐτῶν συμβαινόντων· Χωρητέον δὲ λοιπὸν ἐπὶ τὴν πρώτην ἡμῖν καὶ σχεδὸν μόνην τοῦ συγγράμματος πρόφασιν, φαμὲν δὲ τοὺς κομήτας ἀστέρας, ἐπεξιόντας τοῖς ὑπὲρ αὐτῶν δηλουμένοις, καθάπερ ἡμῖν ἐκ τῶν προειρημένων βιβλίων γέγονε δῆλον· γινόμενοι γὰρ κατὰ τοὺς ἐλλειπτικοὺς καιροὺς ἢ καὶ καθ’ οἱονδήποτε χρόνον τοῖς τὰ τοιαῦτα ἐπιτηρεῖν ἐθέλουσι δῆλον ποιήσουσι διά τε τῶν τοῦ ζῳδιακοῦ κύκλου μερῶν, καθ’ ὧν ἂν αἱ τοιαῦται γένωνται συστάσεις, διά τε τῶν κατὰ τὰ σχήματα τῆς κόμης προσνεύσεων τοὺς τόπους, οἷς ἐπισκήπτουσι τὰ δι’ αὐτοὺς ἐκβησόμενα· καὶ διὰ μὲν αὐτῆς τῆς συστάσεως καὶ ὡσανεὶ μορφώσεως τό τε εἶδος τοῦ ἀποτελέσματος καὶ τὸ γένος περὶ ὃ τὸ πάθος συμβήσεται, διὰ δὲ τοῦ χρόνου τῆς ἐπιμονῆς τὴν τῶν συμπτωμάτων παράτασιν· ἔστι δ’ ὅτε καὶ διὰ τῆς πρὸς τὸν ἥλιον σχέσεως τὴν καταρχήν· ἑῷοι μὲν γὰρ ἐπιπολὺ φαινόμενοι τάχιον ἐπισημαίνουσι * καὶ τοσούτῳ μείζονας ὅσον ἂν ἐκ πλειόνων μερῶν καὶ ἐπιπολὺ ἡ σύστασις γίνηται. |
| Ost 10 [45] | Τὰ γὰρ καθολικὰ τῶν ἀποτελεσμάτων ἤτοι διὰ τῶν ἐκλειπτικῶν ἐστι ἢ διὰ τῶν ἐπιφανειῶν τῶν κομητῶν συμβαίνοντα ὁρᾶται καὶ μάλιστα ὅταν πρὸ τῆς τοῦ ἡλίου ἐπιτολῆς τὰς κόμας ἐπιβάλωσι πρὸς ὁτιοῦν· διαφερόντως δὲ ὅταν ταῖς κόμαις ἐπικαλύπτωσι τινὰς τῶν πλανωμένων ἀστέρων. τῷ μὲν γὰρ τοῦ Διὸς ἐπιφέροντες τὰς κόμας, περὶ τοὺς βασιλικοὺς οἴκους τὰς ταραχὰς ἀποτελοῦσι· τῷ δὲ τοῦ Ἄρεος ὅταν ἐπενέγκωσι τὰς κόμας τῶν ἐν τοῖς ὅπλοις νόσους τε καὶ θανάτους, ἔτι δὲ καὶ πολέμων στάσεις ἀποτελοῦσι· τῷ δὲ τῆς Ἀφροδίτης γυναικῶν φθορὰν σημαίνει καὶ βασιλίδων θανάτους καὶ διαστάσεις ποιοῦνται· τῷ δὲ τοῦ Κρόνου καρπῶν ἐπισχέσεις, ἤτοι σπάνεις· τῷ δὲ τοῦ Ἑρμοῦ ταραχὰς τοῖς συναλλάγμασι παρέξουσι καὶ φήμας ἀηδεῖς τῷ πλήθει. Τὸν γὰρ ἥλιον καὶ τὴν σελήνην ἀδύνατον περιλάμψαι κομήτην. εἰ δὲ φαίνεται, ἢ πρὸ ἀνατολῶν ἢ περὶ δυσμὰς, περὶ τὸ διάφορον τῶν κλιμάτων τὴν κάκωσιν ποιήσει· ἐν μὲν γὰρ ταῖς ἀνατολαῖς 〈τὰ〉 περὶ τὴν Ἀσίαν, πρὸς δὲ τῇ δύσει τὰ περὶ τὴν Εὐρώπην κακώσει. οὐ μέντοι τὸ τέλος οὔτε τὴν σύντομον τῶν χρόνων παρέστησαν ὑπόστασιν οἱ περὶ ταῦτα διατρίψαντε ς. γίνονται δὲ καὶ ἐκ τῶν κατὰ μῆνας συνόδων καὶ πανσελήνων, ὅταν οἱ λεγόμενοι κακοποιοὶ τούτοις μαρτυρῶσι τῶν ἀγαθῶν μὴ συσχηματιζομένων, ὀλίγαι τινὲς ἐναντιώσεις, αἳ ῥαδίως λύονται διὰ τὸ μὴ κατὰ τὰς ἐκλείψεις τῶν φώτων τὰ τοιαῦτα ἀποτελεῖσθαι. Διάφοροι δὲ αἱ τῶν κομητῶν ὄψει ς, ὡς καὶ διάφορα ἄλλα. |
| Ost 10a [20] | οὐ τὰ αὐτὰ δὲ ἀποτελοῦσι· κακὰ δὲ πάντες. ὁ μὲν γὰρ κομήτης ἐστὶ πυρώδης καὶ ταῖς κόμαις αἱματώδης· ὁ δὲ πωγωνίας ἐκ τῶν κάτωθεν δίκην πώγωνος ἔχει τὰς κόμας· ὁ δὲ ἀκοντίας ὅμοιός ἐστιν ἀκοντίῳ καὶ ὥσπερ σίδηρος κραδαίνεται (οὗ φανέντος ἡ Ἰουδαία ἑάλω, ὡς καὶ Εὐσεβίῳ τῷ Παμφίλου εἴρηται)· ὁ δὲ ξιφίας βραχύτερος μὲν, ὠχρὸς δὲ καὶ ξιφήρεις ἔχων τὰς ἀκτῖνας· ὁ δὲ δισκεὺς δίσκῳ παρεμφερὴς καὶ τὸ εἶδος ὡς ἤλεκτρος· ὁ δὲ πίθος καπνώδους μὲν φωτὸς πλήρης, τὸ δὲ σχῆμα ὅμοιος τῇ προσηγορίᾳ· μεθ’ οὗ ὁ κεράστης κερατοειδεῖς ἔχων τοὺς πλοκάμους· ὁ λαμπαδίας πρὸς τούτοις ὅμοιος λάμπαδι καιομένῃ· ἔστι γε μὴν ὁ ἵππο ς , ὁ καὶ ἱππεὺς καλούμενος δίκην λοφιᾶς ἵππου διαρραίνων τὰς ἀκτῖνας, ὀξύτατος δὲ παρὰ τοὺς ἄλλους (διὸ καὶ τοιαύτης ἔτυχε τῆς προσηγορίας). σάλπιγγος ἔτι μέμνηται ὁ Πτολεμαῖος ἐν τοῖς πρὸς Σύρον, περὶ οὗ εἰπεῖν τι οὐκ ἔχομεν· οὐδὲ γὰρ εὑρίσκομεν παρ’ ἑτέρῳ τοιοῦτόν τι κατάστημα. Γίνονται δὲ καὶ ἕτεροι κομῆται οἱ λεγόμενοι τράγοι, δίκην μαλλῶν ἢ πόκων ἐρίων νεφέλας τινὰς περικείμενοι· καὶ τὴν μὲν ἀρχὴν οὕτω φαίνονται, εἰς δοράτων δὲ σχῆμα ἀποτελοῦνται. |
| Ost 10b [5] | οὗτοι δὲ πάντες οὐ πλείω ἢ ἐπὶ ἑπτὰ ἡμέρας πεφύκασι φαίνεσθαι· ἀλλ’ οὐδὲ εἰκῇ ἐφ’ οἱουδήποτε κλίματος τοῦ οὐρανοῦ, περὶ δὲ μόνον τὸν γαλαξίαν κατὰ τὸν Ἀριστοτέλη ν . Οἵ γε μὴν τυφῶνες κατὰ τὸν νότιον πόλον, σφαῖραι δ’ εἰσὶν οὗτοι πυρώδεις καὶ ὡσανεὶ σύνδεσμοι πυρός· οὗτοι δὲ ἐπὶ μὲν τῶν Ῥωμαϊκῶν καιρῶν οὐκ ἐφάνησαν, πρὸ δὲ αὐτῶν φανέντες ἔσεισαν τὴν Αἴγυπτον. ὅθεν αὐτοὺς Ἀριστοτέλης ἐξ ὑποκειμένης ὑγρᾶς οὐσίας ἀποτελεῖσθαι βούλεται· καὶ διὰ τοῦτο ἀραιῶς ἐπὶ τῆς Αἰγύπτου φαίνεσθαι διὰ τὴν ὑποκειμένην ξηρότητα. οἱ δ’ ἄλλοι πάντες ἐπὶ τὸν βορέαν, κἂν ἢ πρὸς ἀνατολὰς ἢ δύσεις ὁρῶσι. Περὶ δὲ τὸν στέφανον ἄλλος ἀναδύεται κομήτη ς, ὅστις ὅταν φαίνηται τὴν τῶν Περσῶν ἀπειλεῖ κίνησιν. ἐφάνη δὲ καὶ ὅτε Νέρων τῆς μανίας ἐνήρχετο. Ἐκλάμπουσι δὲ πρὸς τούτοις καὶ λαμπάδες ἐν τῷ οὐρανῷ ἢ μᾶλλον ἐν τῷ ἀέρι (οὐδὲν γὰρ ἄστρον προσπέπηγε τῷ οὐρανῷ) καὶ φαίνονται ὅταν ἐκπίπτωσιν· ὁποῖον γέγονε ἐπὶ Γερμανικοῦ Καίσαρος, ὅτε ἀγομένου θεάτρου ἐπὶ τῆς Ῥώμης τοιοῦτόν τι συμβέβηκεν, ὡς μηδένα σχεδὸν ἀγνοῆσαι τῶν τότε. δύο δὲ σχήματα ἔστιν, ὧν τὰ μὲν λαμπάδες καλοῦνται, τὰ δὲ βολίδε ς . καὶ αἱ μὲν λαμπάδες ἐπὶ τῆς ἀρχῆς διακαίονται, αἱ δὲ βολίδες δι’ ὅλου πυρώδεις καταφέρονται ἕλκουσαι αὔλακα μακράν. Φαίνονται δὲ καὶ δοκοὶ καὶ οὕτως αὐτὰς οἱ Ἕλληνες καλοῦσιν. γίνεται δὲ καὶ χάσμα ἐν τῷ οὐρανῷ, οὗ συμβαίνοντος σάλοι καὶ ῥήξεις ἐξ αὐτῶν καὶ διαστάσεις τῆς γῆς γίνονται. καὶ ἕτερον δ’ ἔτι ἐμπρησμῷ παραπλήσιον πολλάκις φαίνεται· ὁποῖον ἐπὶ τῆς ἱστορίας εὑρίσκεται, ὅτε Φίλιππος ὁ Ἀμύντου ἐσάλευσε τὴν Ἑλλάδα. Φαίνονται δὲ καὶ περὶ τὸν ἥλιον ἀστέρες διὰ πάσης τῆς ἡμέρας καὶ περὶ τὸν δίσκον αὐτὸν καθάπερ στέφανος καὶ ποικιλόχροοί τινες κύκλοι, ὁποῖοι ἐφάνησαν, ὅτε Αὔγουστος τοὺς ἐμφυλίους πολέμους ἐκδικῶν τὸν πατέρα ἀνανεοῦν ἔκρινεν. οὐδὲν δὲ ἧττον φαίνεσθαι συμβαίνει, ὡς ἔφαμεν (p. 34, 15), περὶ τὸν ἥλιον ὡσανεὶ τόξον καὶ μανιάκας πυρώδεις. Τοιαῦτά τινα οἱ περὶ τὸν Ῥωμαῖον Βάρρωνα Νιγίδιόν τε καὶ Ἀπουλήιον προύθηκαν. Ὁ μέντοι Καμπέστριο ς, ἐξειλεγμένην τινὰ περὶ τούτων συντάξας πραγματείαν, αὐταῖς λέξεσι καθ’ ἑρμηνείαν περὶ κομητῶν, καὶ ὅ τι ἀπειλοῦσι, ταῦτα λέγει. CAMPESTRIS DE COMETIS DISSERTATIO ΚΟΜΗΤΗΣ ΙΠΠΕΥΣ Ὁ λεγόμενος ἱππεύς ἐστι μὲν Ἀφροδίτης, ἐκ δὲ τῆς ὀξύτητος οὕτως ὠνόμασται· πλαγίους δὲ ἕλκει καὶ πυρώδεις πλοκάμους, αὔλακά τέ τινα φωτὸς ἀποτείνει, καὶ πάλιν εἰς βραχύν τινα κύκλον συνάγεται, ἀπείρῳ τινὶ συντομίᾳ καὶ ὀξύτητι ποτὲ μὲν περιρραίνων, ποτὲ δὲ συνάγων τοὺς λεγομένους αὐλακισμούς. |
| Ost 11 [30] | Οὗτος ὅταν πυρώδης ἀνίσχων ἀπὸ δύσεως πρὸς ἀνατολὰς ἀκοντίζῃ τοὺς ἑαυτοῦ πλοκάμους, τὴν Περσῶν ἀπειλεῖ ἐπανάστασιν, ὥστε [δεῖν] δυνάμεις πολλὰς στρατευμάτων ἐπὶ τὴν ἀνατολὴν συνδραμεῖν, τάς τε Συρίας πληρῶσαι τὸν ὁποιδήποτε γῆς ἀπῳκισμένον στρατιώτην, καὶ ὡς οὐκ ἀρκούσης τῆς παρασκευῆς πρὸς τὸ πολεμίων κίνημα καὶ νεωτέρων γενέσθαι στρατολογίαν. ῥαγήσεται δὲ λοιμός, καὶ διαφερόντως τοῖς ἵπποις ἐνσκήψει, οὐ τοῖς Περσῶν ἀλλὰ τοῖς ἐκ τῆς Εὐρώπης ἐπ’ ἐκείνους φερομένοις. καὶ τοῦτο ἐλάττωσις ἔσται πρώτη τοῖς λοιμώττουσιν. ἀλλ’ οὐ μέχρι παντὸς τὰ Περσῶν εὐτυχήσει· μεγάλης γὰρ συντρεχούσης κατ’ αὐτῶν παρασκευῆς φεύξονται, καὶ αἱ ληφθεῖσαι παρ’ αὐτῶν πόλεις ἀφεθήσονται, ὁ δὲ βασιλεὺς αὐτῶν φεύγων ἀπολεῖται ταῖς τῶν ἰδίων χερσίν. εἶτα καὶ διαρπαγήσεται ὁ πλοῦτος Περσῶν, τὰ δὲ λήια ἄχρηστα τῶν γεωργῶν ἀναιρεθέντων ἢ καὶ λοιμῷ διαφθαρέντων γενήσεται. οὐ μὴν ἐμμενοῦσι τοῖς Περσῶν οὐδὲ ἐμβραδυνοῦσι τοῖς αὐτῶν οἱ ἀπὸ τῆς Εὐρώπης, ἀλλ’ ἑκάτερον ἔθνος ὥσπερ τετελεσμένης τῆς μάχης ἐν τοῖς οἰκείοις ἐπανήξει. ταῦτα μὲν οὖν ἀπειλεῖ, ὅταν πυρώδης ἀνίσχῃ· εἰ δὲ ὠχρός, πολέμους μέν τινας, ἀλλ’ οὐ Περσικούς, σημαίνει, σεισμοὶ δὲ πάντως καὶ πένθη τινὰ τοῖς ἀνθρώποις ἐνσκήψουσι· λοιμὸς δὲ τοῖς βοσκήμασιν ἐπιπεσεῖται καὶ λιμὸς κάρτα βίαιος. Εἰ δὲ ὁ τοιοῦτος κομήτης ἐπὶ μεσημβρίαν ὁρᾷ, ὠχροὺς καὶ ὀξεῖς ἐπ’ ἐκείνην βάλλων τοὺς πυρσούς, περὶ τὴν θερινὴν τροπὴν [λοιμ]ὸς βαρὺς ἐπιπεσεῖται τῇ Λιβύῃ καὶ πλῆθος ποικίλων κακῶν. |
| Ost 12 [45] | ὅταν δὲ ἐπὶ τὴν ἄρκτον ἴδῃ, ἐκ τοῦ ἐναντίου [ἡ Λιβύη] κατὰ τῶν βορείων στρατεύσεται, μεγίστης αὐτῇ συμμαχούσης δυνάμεως. ἐλαττωθεῖσα δὲ εἶτα καὶ δύναμιν ξενικὴν συλλαβοῦσα τὴν μὲν ἀρχὴν οὐκ ἀγεννῶς καθοπλίσεται τῶν ἐναντίων, οὐ μετὰ πολὺ δὲ εἰς παντελῆ κακοδαιμονίαν πεσεῖται, ὥστε μετὰ τὸ ἀναιρεθῆναι ἐγγὺς ἅπαντας καὶ αὐτὸν ἀνδραποδισθῆναι καὶ δεθῆναι τὸν ἡγεμόνα τοῦ ἔθνους. Ἰστέον δὲ ὡς Λιβύην τὴν ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης ἄχρι Γαδείρων ἢ Ταρτησσοῦ ἢ τῆς λεγομένης παρὰ Μαυρουσίοις Γάδεως λαμβάνειν χρεών. οὐδὲ γὰρ περὶ Αἴγυπτον μόνην τὸ ἀποτέλεσμα, ἀλλ’ ἀπολύτως περὶ τὴν Λιβυκὴν ἅπασαν ζώνην καλῶς ἂν λαμβάνοιτο, καὶ διαφερόντως τὴν Μαυρουσίων, οἳ καὶ προσεχεῖς εἰσὶ τῇ πρὸς δυσμὰς Εὐρώπῃ, μόνῳ τῷ λεγομένῳ κατὰ τοὺς ἐπιχωρίους φρέτῳ οἱονεὶ πορθμῷ ἀπ’ αὐτῆς διεστῶτες. Πέρας δὲ λοιμώξουσιν οἱ νικήσαντες, ὡς α[ἱρετὴν αὐτοῖς] γεν[έσθαι καὶ] τὴν ἐν πολέμῳ ἀπώλειαν, αὐχμὸς δὲ ἐξ αὐτοῦ καὶ λιμὸς [ἔσται καὶ] διαφερόντως [τῇ Αἰγύπτῳ], ὡς ἐλεεινὴν τὴν ζωὴν τοῖς περιλειφθεῖσι νομισθῆναι· νόσος γὰρ βαρεῖα ἐπιπεσεῖται τῇ νέᾳ ἡλικίᾳ, καὶ ὁ Νεῖλος ἀποστραφήσεται, καὶ ἀνομβρία λοιμώδης ἔσται. Εἰ δὲ ἐπὶ δύσιν ἀπίδοι, ἕως τῶν Ἡρακλέους στηλῶν πόλεμος καὶ ἀπώλεια ἔσται τῶν στρατευμάτων καὶ λιμὸς καὶ πτώσεις τῶν βοσκημάτων. Εἰ δὲ ἐπὶ τὸν Βοώτην νεύοι, κρύος ἀπηνὲς ἄχρι Εὐξείνου καὶ χειμῶνες ἀήθεις ἐπισχεθήσονται, καὶ πολέμιοι καταδραμοῦνται τὴν χώραν. καὶ τὴν μὲν ἀρχὴν ἐλαττωθήσονται οἱ ἐγχώριοι, δυνάμεως δ’ ὕστερον συντρεχούσης οὐ μόνον ἡττηθήσονται οἱ πολέμιοι, ἀλλὰ καὶ αἰχμάλωτοι οἱ ἡγεμόνες αὐτῶν ἐν δεσμοῖς ἔσονται· εἶτα ἐκεῖθεν ἐπὶ μεσημβρίαν μετελεύσεται ὁ νικήσας στρατός, καὶ τῶν ἐ[κεῖ ἀνθέξεται πό]λεων, καὶ ἐν ἐπαίνοις ἔσται· καὶ αὐτὰ δὲ τὰ θεῖα καταλείψουσι τοὺς πολεμίους, ὥστε ἐκ περιστάσεως προστεθῆναι τοῖς νικηταῖς. Τοσαῦτα τὰ σημαινόμενα, ὅταν ὠχρὸς φαίνηται ὁ ἱππεὺς μετρίως· ὅταν δὲ καθ’ ὁμαλοῦ ὠχρότα[τος], ἐξωτικὸν μὲν οὐκ ἀπειλεῖ, ἐμφυλίους δὲ φράζει πολέμους, οὐκ ἐλάττους τῶν πρὸς τοὺς ἔξωθεν ἀπειλῶν τὰς συμφοράς, καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἐλάττωσιν. ἐ[κείνῳ] δὲ μάλιστα προσεκτέον, ὡς ἐπὶ χρόνον φαινόμενος, ὡς εἴρηται (p. 32, 13), ἐπὶ τὸν γαλαξίαν (οὐδὲ γὰρ πρὸς ἀνατολὰς ὑπὲρ τὰς ἑπτὰ φανήσεται ἡμέ[ρας ὁ τοιοῦ]τος ἀστήρ), χρόνια τὰ κακά, πρὸς βραχὺν δὲ καιρόν, ἐπίκαιρ[α] σημαίνει. ΚΟΜΗΤΗΣ ΞΙΦΙΑΣ Οὗτος ὁ ἀστὴρ ἀναφέρεται μὲν Ἑρμῇ, οὐχ ἥττονας δὲ τοῦ προτέρου, δολιωτέρας μέντοι τὰς ἐνεργείας ποιεῖ. |
| Ost 13 [5] | ὅταν μὲν γὰρ ἐπὶ τὴν ἀνατολὴν βλέπῃ, οἱ δυνατοὶ Περσῶν καὶ Αἰθιόπων τοὺς ἑαυτῶν βασιλεῖς φαρμάκῳ διαφθεροῦσι· τὸ αὐτὸ δὲ καὶ ἐπὶ Φοινίκης πρός τινων τοῦ πλήθους κατὰ τῶν ἐν τέλει ἁμαρτηθήσεται. φῆμαι δὲ ἔσονται οὐκ ἀληθεῖς, ἐκδειματοῦσαι τοὺς ἁπανταχοῦ. εἰ δὲ ἐπὶ μεσημβρίας ἀνίσχοι, Αἰγυπτίοις καὶ τοῖς ἄλλοις Λιβυκοῖς ἔθνεσι δόλους ὡσαύτως θανατηφόρους ἐπιφέρει, καὶ Αἰγύπτιοι μὲν ἕξουσι μεταβολὴν τῶν κακῶν, Λίβυες δὲ ἐμφυλίοις πολέμοις δαπανηθήσονται. ὅτε δὲ ἐπὶ τὴν δύσιν ὁρᾷ, τοῖς ἐκεῖσε δυνατοῖς τὰ ὅμοια ἀπειλεῖ, ὡς ἐξ ὑπονοίας κατ’ ἀλλήλων ἐξενεχθῆναι εἰς φανερὸν πόλεμον. ὅτε δὲ ἐπὶ τὴν ἄρκτον ὁρᾷ, ἐπιμιξίαν δηλοῖ τῶν ἀρκτῴων καὶ Λιβυκῶν ἐθνῶν, ὥστε θυγατέρα Λίβυος δυνάστου δοθῆναι πρὸς γάμον ἀρκτῴῳ τυράννῳ, καὶ ἐπιβουλεῦσαι τῷ πατρὶ τὴν παῖδα καὶ προδοῦναι αὐτόν, ἔρωτι ἀσεβεῖ περὶ τὸν ἄνδρα κρατουμένην. ΚΟΜΗΤΗΣ ΛΑΜΠΑΔΙΑΣ Λαμπαδίας κομήτης, οὕτω προσαγορευόμενος ἐκ τοῦ σχήματος, ἔστι μὲν Ἑρμοῦ καὶ αὐτός· ὅταν δὲ ἐπὶ ἀνατολὰς ἴδῃ, ἀχλυώδη τὸν ἀέρα καὶ ἐξ αὐτοῦ βλάβην τῇ ἀμπέλῳ μαντεύεται· ἐκ γὰρ τῆς ἀχλύος τίκτονται σκώληκες, οἱ λεγόμενοι ἶπες. |
| Ost 14 [25] | καὶ ἡ βλάβη μὲν καθολική, μάλιστα δὲ τοῖς περὶ τὴν ἄνω Ἀρμενίαν, Εὐφρατησίαν τε καὶ Φοινίκην καὶ Ταυροκιλικίαν γενήσεται. καὶ οὐ μόνον ἐν ἡμέρᾳ, ἀλλὰ καὶ ἐν νυκτὶ οὕτως ἡ ἀχλὺς πυκνωθήσεται ὡς καὶ λαμπάδας ἀνημμένας ἀποσβέννυσθαι. τοῖς δὲ καρποῖς ἐμφυήσεται ἡ λεγομένη αἶρα καὶ ὑγρασία τις σηπτικὴ καὶ βλαπτικὴ τοῖς ἀμητοῖς· ἐκτροπαί τε ποταμῶν καὶ ὄμβρων ῥήξεις βιαιοτέρων καὶ κεραυνῶν βολαὶ ἔσονται, καὶ οὐδὲν ἧττον ὁ αὐχμὸς ἐπιτελεῖ, ὡς καὶ τοὺς ἀεννάους τῶν ποταμῶν ἀναφρυγῆναι. εἰ δὲ ἐπὶ νότον, ἔτι μᾶλλον ξηρότερον ἔσται καὶ λοιμωδέστερον τὸ τοῦ ἀέρος κατάστημα, τοῦ Νείλου ὑποξηρανθέντος, ὥστε ἑρπετῶν πάντα πληρωθῆναι. εἰ δὲ ἐπὶ τὴν ἄρκτον, ὁ μὲν αὐχμὸς τῷ ψυχρῷ τοῦ κέντρου ἡττηθήσεται, πῦρ δὲ ταῖς ὕλαις ἀδοκήτως καὶ τοῖς ὄρεσιν ἐμπεσεῖται, ὡς μηδὲ τοὺς ἐν τοῖς ἄκροις ἢ φρουρίοις διατρίβοντας ἔξω τῆς βλάβης γενέσθαι· θάνατός τε πολὺς ἔσται, καὶ μάλιστα ἐπὶ τῆς Αἰγύπτου. ὅταν δὲ ἀνίσχων πρὸς δυσμὰς ὁρᾷ, κεραυνοὺς μὲν τῇ χώρᾳ, πτῶσιν δὲ τοῖς βοσκήμασι μαντεύεται, ἐμπρησμοί τε ἔσονται βαρεῖς. ΚΟΜΗΤΗΣ Οὗτος ὁ ἀστὴρ Διὸς μέν ἐστιν, οὕτω δέ ἐστιν ἐπίσημος, ὡς ἐξ αὐτοῦ πάντας τοὺς ἄλλους διοσημειακοὺς ἀστέρας κομήτας προσαγορεύεσθαι. |
| Ost 15 [30] | οὗτος δὲ ἡνίκα λαμπροὺς καὶ ἀργυροειδεῖς τοὺς πλοκάμους ἐπὶ τὴν ἀνατολὴν ἀκοντίσῃ, Διὸς 〈ἐν〉 καρκίνῳ ἢ σκορπίῳ ἢ ἰχθύσιν ὄντος, Πέρσαις ἀγαθὰ μεγάλα μαντεύεται. ἀναστήσονται γὰρ καὶ ἐπὶ τὰ Ῥωμαίων ἐκχυθέντες πόλεις τε καὶ φρούρια καθέξουσιν, αἰχμαλώτων τε ἄπειρον πλῆθος καὶ πλοῦτον πολὺν λαβόντες νικηταὶ εἰς τὴν ἑαυτῶν χώραν ἀναζεύξουσι, μηδὲ συμβαλεῖν ὅλως τινὸς θαρροῦντος αὐτοῖς. ὅταν δὲ ἀποστρόφως ἀνίσχῃ ὁ κομήτης οὗτος, τοῖς καθ’ ὧν ἀποστρέφεται, τὰς ἀστοχίας ἐπιφέρει. εἰ δὲ ἐπὶ τὸν νότον ἴδοι, ἐπιδώσει ὁ Νεῖλος ἀφθονώτερον, εἰρήνη τε καὶ εὐετηρία ἔσται ἐπὶ τῆς Αἰγύπτου, ὁμόνοιά τε καὶ εἰλικρινὴς τοῖς πᾶσιν ἡσυχία. εἰ δὲ ἀποστρεφόμενος καὶ κατὰ νῶτα ἔχων τὴν ἀνατολὴν ἐπὶ τὴν δύσιν ὁρᾷ, ἄπειρος ἔσται τοῖς Ῥωμαίοις εὐδαιμονία· Πέρσας τε γὰρ καταπολεμήσουσι καὶ αὐτοῦ ἀναιρουμένου τοῦ Περσῶν βασιλέως· πάντων τε ὁμοῦ τῶν ἀγαθῶν ἀφθονία τῇ Ῥωμαίων πολιτείᾳ ἔσται· θέαι τε ἄφθονοι καὶ δωρεαὶ φιλότιμοι καὶ ἱππικοὶ ἀγῶνες σπουδαιότεροι μετὰ ψυχαγωγίας τοῦ πλήθους ἐπιτελεσθήσονται καὶ ἁπλῶς εἰπεῖν τοῖς πράγμασι καθολικὴ ἔσται ἱλαρία. εἰ δὲ ἐπὶ τὴν ἄρκτον ἴδοι κατὰ νῶτα τὸν νότον ἀφείς, καταδραμοῦνται Λιβύην οἱ ἀπὸ τῆς Εὐρώπης νόμῳ πολέμου καὶ οὐχ ἥκιστα οἱ ἀπὸ τοῦ ἀνατολικοῦ βορείου κατὰ τῶν δυτικῶν νοτίων. τοῖς δὲ ἐπὶ τὴν ἀνατολὴν καὶ Αἴγυπτον νοτίοις οἱ πρὸς βοήθειαν καὶ φυλακὴν τῶν ὅρων ἐνιδρύμενοι στρατιῶται τὰ χείριστα ἐπάξουσιν. ΚΟΜΗΤΗΣ ΔΙΣΚΕΥΣ ὁ λεγόμενος δισκεὺς, ὡς εἴρηται (p. |
| Ost 15a [10] | 31, 11), ἀπὸ τοῦ σχήματος οὕτω προσηγορεύθη, ὥστε κυκλοτερὴς ὢν οὐκ ἔστι δῆλος ἐπὶ ποῖον μέρος τοῦ κόσμου δοκεῖ ἀφορᾶν. ἀνίσχων δὲ κοινὰ πᾶσι μαντεύεται κακά· καὶ οὐδενὶ τῶν πλανητῶν ἀνάκειται, ἀλλ’ ἐξ ἀνταυγείας τοῦ ἡλίου γίνεται. ἀπειλεῖ τοίνυν θορύβους καθολικοὺς καὶ πολέμους ἀπὸ τῆς ἄρκτου καὶ μεγάλων προσώπων ἀπώλειαν καὶ εὐτελῶν καὶ ἀγενῶν εὐπραγίαν, κίνδυνον δὲ καὶ αὐταῖς ταῖς πρώταις τύχαις ἐπάγει. ἐλαττωθήσεται δὲ πανταχοῦ τὰ Ῥωμαίων στρατεύματα, ὡς ἐγγὺς παντελοῦς ἀπωλείας ἐλθεῖν. ΚΟΜΗΤΗΣ ΤΥΦΩΝ οὗτος γίνεται μὲν ἐξ ἀντανακλάσεως τοῦ ἀέρος· ἔστι δὲ δρεπανοειδής, ἀργός, καπνώδης, στυγνός. |
| Ost 15b [10] | ὅπου δ’ ἂν βλέπῃ, καθολικὰ ἔσται κακὰ, πόλεμοί τε ἐξωτικοὶ καὶ ἐμφύλιοι βαρεῖς καὶ στάσεις δημοτικαὶ καὶ ἔνδεια τῶν ἀναγκαίων. ἀναιρεθήσονται δὲ καὶ ἡγεμόνες ἔνδοξοι ἐν πολέμοις καὶ μάλιστα εἰ ἐπὶ τρεῖς ἢ τέσσαρας ἡμέρας φαίνοιτο. Εἰ δὲ πλέον φανῇ, τοῦ παντὸς ἀπώλειαν καὶ ἀνατροπὴν ἀπειλεῖ καὶ πέρας τῶν κακῶν οὐδαμοῦ. ἀπολοῦνται δὲ πλεῖστοι ἐκ τοῦ Ῥωμαϊκοῦ στρατεύματος ἐν πολέμῳ, ληφθήσονται δὲ καὶ παρεμβολαὶ καὶ φρούρια Ῥωμαίοις προσήκοντα· καὶ αὐτοῖς δὲ τοῖς ἄρχουσι στασιάζων ὁ δῆμος ἐπελεύσεται. καὶ λοιμὸς ἔσται καὶ οὐδεὶς εὐχόμενος ἀκουσθήσεται· καὶ διαδοχαὶ κατάλληλοι τῶν ἀρχόντων ἐξ ἀβελτηρίας τῶν κρατούντων ἔσονται. ἔμπρησμοι δὲ διαφερόντως κάρτα βίαιοι καὶ φονικοὶ ὅλας πόλεις ἀποτεφροῦντες συμβήσονται. καὶ καθολικὰ μὲν ἔσται καὶ ἀνυπόστατα πανταχοῦ τὰ δεινά, τοῖς δὲ δυτικοῖς χείρονα. πόλεμος γὰρ αὐτοῖς ἐκ τῆς ἀνατολῆς δυνατὸς ἐπιπεσεῖται, διχονοούντων δὲ τῶν κινουμένων ἐκ τῆς ἀνατολῆς τὸ πλεῖστον τῆς στρατιᾶς ἀποφθαρήσεται· καὶ στάσεις ἐγερθήσονται τοῖς στρατεύμασι καὶ ἀλλήλοις τὰς ποινὰς ἐπικλώσουσιν αἱ στρατεῖαι. μετ’ οὐ πολὺ δὲ αὖθις οἱ νικηταὶ δυστυχήσουσι καὶ διωχθήσονται καὶ ἁπλῶς τοῖς ἁπανταχοῦ κακὰ ἔσται ἐπὶ τοσούτους ἐνιαυτούς, ἐφ’ ὅσας ἡμέρας ἡ τοιαύτη διοσημεία φανήσεται. OBSERVATIONES GENERALES AD LVNAM SPECTANTES Οἱ δεισιδαιμονίαις τισὶν ἀναδεδεμένοι—ταύτῃ γὰρ καὶ ῥελεγιῶνες παρ’ Ἰταλοῖς καλοῦνται παρὰ τὸ ἀναδεσμεῖν ἀγκύρας δίκην τοὺς πίπτοντας—οὐ τἀληθὲς σκοπεῖν φιλοῦσι, κἂν (εἰ τυχόν) παρὰ τοῖς μὴ τὰ αὐτὰ δοξάζουσιν ᾖ αὐτοῖς, ἀλλ’ ἔχειν νόμον συνεκτικὸν τῆς ἐκείνων δόξης ὑπολαμβάνουσι τὸ μάχεσθαι πρὸς τοὺς ἐναντίους εἰκῇ, καὶ τόδε σχετλιώτερον, ἴσως καὶ αὐτοὶ συναισθανόμενοι τῆς αὐτῶν πλάνης εὐσεβὲς ὅμως νομίζουσιν, εἰ καὶ ψευδόμενοι ταῖς οἰκείαις συμμαχοῖεν πλάναις. |
| Ost 16 | οὐ γὰρ ἐπίστανται τὴν φύσιν τῶν εἰκῇ διαβαλλομένων αὐτοῖς, φάσκοντες ὡς ψευδὴς καὶ διάφωνος τοῖς παλαιοῖς ἡ περὶ διοσημειῶν ἐξερεύνησις· καὶ συγγνώμης αὐτοῖς μεταδοτέον. Desunt plura. . |
| Ost 16a [25] | ..ίαν τῷ παν[τὶ παρ]έχουσ[α· καὶ ὅσα ἁ]πλῶς ἐν] τῷ περ[ὶ] γενέσ[εως καὶ] φθ[ορᾶς ὁ φιλόσοφος ἀνα]φ[έρει. ὥστε ἀν]άγκη π[ᾶ]σα τῶν ὑπὸ σ [ ελή ν ]ην πάντων [μὴ] μίαν [μ]ηδὲ τὴν αὐτὴν εἶναι φύσιν. εἰ γὰρ ἀρχὴ γενέσεως καὶ φθορᾶς σελ[ήνη, εἰκός ἐστι] μὴ ἀεὶ [ὡσ]αύτως θεωρεῖσθαι τὰ ὑπ’ [αὐ]τὴν φυ[όμενα σύμπα]ντα. εἰ γὰρ ἔκκ[εντρ]ος παρὰ τ[οὺς ἄλλους τ]ῶν [π]λανωμένων αὕτη, λοξῶς καὶ οὐ πρὸς ὀξὺ τὰ τῶν ἀποτελεσμά[τ]ων γίνεται. οἱ μὲν γὰρ κατὰ τοὺς διαπλόκο[υς] πόλους [τὴν ἐπὶ ταῖς] διοσημείαις μαντείαν ἀπευθύνουσ[ιν, ἄ]λ[λοι δὲ κατὰ] τὰς [ἐπιτο]λὰς ἢ κατὰ τὰς φάσεις· καὶ οὗτοι μὲν π[ρὸς τὰ ζ]ῴδια τὸν ἥλι [ ον ἐ]πιτηρήσαντες, ἐκεῖνοι δὲ πρὸς τ[ὰς σεληνι α ]κὰς συνόδους [καὶ ἀπο]στάσεις, ἄλλοι κατὰ φυσικ[άς τι]νας ἐπιτηρήσεις. κῆ[ρυξ δὲ τῶν ἀπορρήτω]ν ἡ φύσις. ὥσ[τ’ οὐκ ἔ]ξω φρενοβλαβείας [μέμφον]ται [ταῖς μεθό]δοις δι’ ὧν τοῦ μ[έλλοντος στοχάζ]εσθαι εἰσαγό[μεθα]· οὐδὲ [τὸ] περὶ τὴν τ[ῶν ἀστέρων θεωρίαν δι]ασχολεῖν [ἔξω θεοσεβ]είας [ποι]εῖ· ἀλλ’ ἔτι μᾶλλον τὴν [πάνσο]φον ἔστι διὰ [τῶν ἔργ]ων αὐτῶν θεωρῆσαι πρόνοιαν τ[οῦ πάντ]ων ἀρρήτου [πατρ]ός, [καὶ θ]αυμάσ[αι τὴν ψυ]χὴν ἀνθρώπου δύνασθαι ἡγουμένου θεο[ῦ καὶ] περὶ τῶν οὐρανίων, ὡς δυνατόν, διαλέγ[εσθαι. ταῦ]τα μὲν οὖν Φούλβιός φ[ησιν, ἐκ τ]ῶν τοῦ Νουμᾶ ἱ[στορήσας. ἡμεῖς δ]ὲ μετὰ [τὰς ἐκ δια]φόρων συνειλεγμένας δόξας [καὶ τὰς ἐξ ὁ]μαλοῦ τοῖς πα [ λαιοῖς γραφ]είσας ὑποθήσομεν, ἐκ τῶν περὶ [ σ ε ]λήνης σχηματι[σμῶν κατὰ τὰ ζ]ῴδια τῆς θεωρίας λαμβάνοντες. VETERVM OBSERVATIONES AD LVNAM SPECTANTES SECVNDVM MENSES LVNARES DISCRETAE [ Σελήν η ] 〈ἐν〉 αἰγόκερ ῳ. |
| Ost 17 [25] | [ἐὰν κατὰ τὴν διχομηνίαν ἡ σελή]νη ἀμυδρὰ φανῇ, εὐθηνία ἔσται. [ἐὰν δὲ ἐν τῇ δευτέρᾳ φυλακῇ ὁμο]ίως ἀμυδρὰ φαίνηται, ἔφοδον πολε[μίων σημαίνει. εἰ]...................ας τεκμήριον. εἰ δὲ ........................... [ἀ]πειλεῖ. εἰ δὲ ἄστρον διαδρά[μοι, ἀπώλειαν ἀνθρώπων σημαίνει. ἐὰν δὲ ὁμί]χλη γένηται, χάλαζα [πεσεῖται. ἐὰν δὲ ἄνεμοι βιαιοτέρως] πν[εύσω]σιν, ἐφόδους πολεμίων [φράζουσιν]. [ Σελήνη 〈ἐν〉 ὑδρ ο ]χό ῳ. [εἰ κατὰ τὴν πρώτην ἢ δευτέραν φυλ]ακὴν ἡ σελήνη ἀμυδρὰ φαίνοιτο, πόλεμος ἔσται· εἰ δὲ κατὰ τὴ[ν ἑωθι]νήν, εἰρήνην μετ[ὰ ἐλλεί]ψεως τῶν ἐπι[τηδ]είων δηλοῖ. εἰ δὲ σεισμὸς ἢ ἦχος ἐκ τοῦ οὐρανοῦ γένηται, νόσους σημαίνει. εἰ δὲ ὁμίχλη γένηται, σίτου κα[ὶ ο]ἴνου δαψίλειαν δηλοῖ. εἰ δὲ παρ’ ὅλον τὸν μῆνα ἐπιτείνουσι πνεύματα, [ὑε]τὸς ἥ[ξει. εἰ ὁ] Ἕσπερος ἐν τῇ σελήνῃ εἰσέλθῃ, [ἴδιοι ἰ]δίοις δυνατοὶ ἐπ[ιβουλεύσο]υσιν. εἰ δὲ δ[όξ]ῃ ἐκλιπεῖν ἡ σελήνη ** σελήνης συνέλθωσι, σίτου ἀφθονία ἔσται. εἰ δὲ ἄστρον ἐκτρέχον ἐπὶ τὸν [οὐ]ρανὸν αὐλακίζει, κίνδυνον τοῖς παραλίοις ἀπειλεῖ. Σελήνη 〈ἐν〉 ἰχθύσι ν. εἰ ὁ ἥλιος φαύλως ἐκλάμπειν δόξῃ, φθορὰ ἔσται ἀνθρώπων. [εἰ δὲ] ἐν τῇ πρώτῃ φυλακῇ ἡ σελήνη τὰς κεραίας συνάγῃ, εἰρήνη [ἔσται]. εἰ δὲ σ[εισ]μὸς γένηται, ἀπορίαν σημαίνει τοῖς συναλλάγμασιν. ἐὰ[ν] ἄστρον ἐν ἡμέρᾳ φανῇ, ἀνάγκη τὰ κοινὰ περ[ιστήσετ]αι. ἐὰν [κε]ραυνὸς [εἰς] γῆν [πέσῃ, π]αῦλα τῶν κακ[ῶν. ἐὰν] ὁμί[χλη εἰς τὴν] γῆν πέσῃ, συνοίσει τοῖς καρποῖς. [ Σελήνη ἐν κρι ῷ]. |
| Ost 18 [45] | εἰ ἡ σελήνη ταρ[αχώ]δης φανῇ, πόλεμοι ἔσονται καὶ ἐπ[αναστάσεις]. εἰ δὲ κατὰ τὴν [δευ]τέραν φυλακὴν ἡ σελήνη αἱματώδ[ης φανῇ, ὁ] σῖτος ἔσται ἀφθονώτατος. ἐὰν ὁ Ἕσπερος ἐγγίζῃ τῇ σελ[ήνῃ, πό]λεις π[όλεσι συρ]ραγήσονται καὶ λιμὸς ἔσται. εἰ νυκτὸς πρηστὴρ κατ[εν]εχθείη, βασιλ[εὺς τοῖς] ἑαυτοῦ ἐπιβουλεύσει. εἰ δὲ σεισμὸς γ[ένηται], ἔνδειαν σί[του ση]μαίνει. εἰ δὲ ἦχος ἐκ τοῦ οὐρανοῦ γ[ένηται, οἱ τῆς] Εὐρώπης τοῖς τῆς ἄνω Ἀσίας πολεμήσουσιν. ἐὰν ἡ ἀ[ριστερὰ κεραία] τῆς σελήνης δόξῃ ὑπερβάλλειν τὴν ἄλλ[ην, αὐχμὸς ἔσται καὶ σίτου] ἀπορία. ἐὰν ἐν ἡμέρᾳ πρώτῃ τῆς φων[ῆς .................. ἄ]νεμοι τὸν μῆνα καταπν[εύσουσιν]. Σελήνη ἐν ταύρ ῳ. εἰ ἐκλίπῃ 〈ὁ〉 ἥλιος, ἐρήμωσιν ἀπ[ειλεῖ τοῖς ἀνθρώποις. εἰ ἡ σελήνη] ἐπὶ τῆς δευτέρας φυλακῆς τα[ραχώδης φανῇ, φθορὰ ἀνθρώπων] ἔσται. εἰ ἡ σελήνη ἐξ ἴσου τὰς κε[ραίας ἀνίσχουσα ἔχῃ, θόρυβον] τῇ βασιλείᾳ ἀπειλεῖ· εἰ δὲ κατ[ὰ τὴν] μί[αν μόνον ἐξέχῃ, θό]ρυβοι ἔσονται καὶ φυγαί. εἰ δὲ σει[σμὸς γένηται ἀπὸ πρώτης τοῦ] μηνὸς ἕως δωδεκάτης, ἀφαίρεσιν τῆς ἀρχῆς τῷ ἡγουμένῳ τοῦ τόπου, ἐφ’ οὗ γενήσεται, καὶ φόβον οὐκ ἀκίνδυνον ἀπειλεῖ. εἰ δὲ ἀπὸ δωδεκάτης γένηται, οὐ μόνον ἀποκινεῖται ὁ ἐπιτροπεύων τὸ ἔθνος, ἀλλὰ καὶ ἀπόλλυται. καθολικῶς δέ, ὅποι ἂν σεισμὸς ἀπὸ δεκάτης ἕως τριακοστῆς τοῦδε τοῦ μηνὸς συμβῇ, θορύβους καὶ πολέμους ἀποτελεῖ. εἰ ἀπὸ πρώτης φυλακῆς ἕως ἕκτης σεισμὸς γένηται, πολέμου ἐθνικοῦ κίνησις ἔσται, ὁ δὲ ἡγούμενος τοῦ κινήματος ἀναιρεθήσεται. Σελήνη 〈ἐν〉 διδύμοι ς . εἰ ἔκλειψις γένηται ἡλιακή, μεταβολὴ ἔσται καὶ ἐπὶ τῶν πραγμάτων [ἕτ]εροι ἔσονται. εἰ δὲ τῆς πρώτης φυλακῆς ἐκλίπῃ ἡ σελήνη, ἀκρίδες ἔσονται· εἰ δὲ ταραχώδης φανῇ, πόλεις πρὸς πόλεις καταφεύξονται. ἐὰν ὁ τῆς Ἀφροδίτης ἀστὴρ ταραχώδης γένηται, ἀνθρώπων φθορὰ ἔσται. ἐὰν νυκτὸς ἀστὴρ πέσῃ, κακῶν σημεῖον, ὥσπερ εἰ ἐν ἡ[μέρᾳ] ὀφθῇ. ἐὰν πρηστὴρ πέσῃ, θόρυβος ἔσται ταῖς πόλεσι ταῖς πρὸς τὴν ἀνατολήν. εἰ σεισμὸς γένηται, χάσματα τοπικὰ ἔσται. ἐὰν ὁμίχλη πυκνωθεῖσα εἰς γῆν πέσῃ, σῖτος ἔσται πολύς. εἰ ὁ ἥλιος αἱματώδης γένηται, ἀποβολὴ ἔσται ἀνθρώπων. ἐὰν πνεῦμα ἐξαίσιον πνεύσῃ ἐπὶ ἑπτὰ ἡμέρας, σῖτος ἔσται πολύς. ἐὰν ἀπὸ νεομηνίας ἕως ἐννάτης τοῦ μηνὸς τούτου σεισμὸς γένηται, φθορὰν ἀνθρώπων ἀπειλεῖ. εἰ δὲ ἀπὸ ἐννάτης ἕως δεκαεννάτης σεισμὸς γένηται, ὁ κρατῶν τῶν πραγμάτων κάκιστα διαγενήσεται, ἔσται δὲ καὶ λιμὸς τοῖς κτήνεσι καὶ ὕδατος λεῖψις. εἰ ἀπὸ εἰκοστῆς σεισμὸς γένηται, ταπείνωσιν τοῖς διὰ λόγων ἀπειλεῖ, τῷ δὲ τόπῳ ἐναλλαγὴν ἄρχοντος. εἰ ἀπὸ εἰκοστῆς πέμπτης ἕως τριακοστῆς σεισμὸς γένηται, χειμῶνας μεγάλους σημαίνει, [καὶ] πόλεμος ἔσται καὶ ἀπόπτωσις ἄρχον[το]ς κλεινοῦ. |
| Ost 18 (50) | εἰ ἐπὶ τῆς τριακάδος [σει]σμὸς γένηται, χειμῶνας μεγάλους σημαίνει. [ Σελήνη 〈ἐν〉 κ α ]ρκίν ῳ. |
| Ost 19 [45] | [εἰ] ἡ σελ[ήνη ἀμυδ]ρὰ ὀφθείη, στράτευμα ἀλλότριον ἐπὶ τὴν βασιλέως ἥ[ξει χώραν. ἐ]ὰν ἦχος ἐκ τῆς γῆς γένηται, τύραννος ἀναιρεθήσεται. [ἐὰν κε]ραυνὸς πέσῃ εἰς γῆν, πόλεις παράλιοι ἐρημωθήσον[ται καὶ ἀπ]ορία ἔσται ἀνθρώπων. ἐὰν ἡ σελήνη αἱματώδης φανῇ, ἄνδρες δυνατοὶ κακοδαιμονήσουσιν· ἐὰν ἡ [σελήνη ἐξ ἴ]σου ἔχῃ τὰς κεραίας, εἰρήνη ἔσται καὶ εὐθηνία· εἰ δὲ ὑπερέχῃ 〈ἡ〉 ἑτέρ[α] τὴν ἑτέραν, ὕδατος ἔσται λείψις. εἰ σεισμὸς γένηται ἀπὸ πρωῒ ἕως μεσημβρίας, θεοχολωσίαν ἀπειλεῖ· εἰ ἀπὸ ἕκτης ἡμέρας ἕως τριακάδος σεισμὸς γένηται, τοῖς μὲν πρωτεύουσι τῆς χώρας μετανάστασιν, τοῖς δὲ λοιποῖς θόρυβον ἀπειλεῖ. εἰ δὲ ἀπὸ πρώτης φυλακῆς τῆς νυκτὸς ἕως τρίτης ἀρχομένης σεισμὸς γένηται, τοῖς μὲν διὰ λόγων ὀφθεῖσιν ἀτιμίαν ἀπειλεῖ, τοῖς δὲ βιβλίοις φθορὰν καὶ [τοῖς] περὶ τὴν ἀνατολὴν πολέμους. Σελήνη 〈ἐν〉 λέοντ ι. εἰ ὁ ἥλιος ἀμαυρὸς γενήσεται, μέγας ἀνὴρ ἀπολεῖται, ἐπὶ δὲ τῶν πραγμάτων ἕτερος ἔσται ἀρχικώτερος. εἰ ἡ σελήνη ἀμαυρὰ γέ[νηται] τῇ ἑωθινῇ φυλακῇ, στράτευμα ἀλλότριον ἐπελεύ[σεται τῇ τοῦ βασι]λέως χώρᾳ. ἐὰν σεισ[μὸς] γένηται, θόρυβος ἔστ[αι καὶ ἀ]νδρὸς δυ[να]τοῦ ἀναίρεσις. εἰ κεραυνὸς πεσεῖται, πόλει[ς πα]ράλ[ιοι ἐρημω]θήσονται. εἰ ἡ σελήνη αἱματοειδὴς φανῇ, ἀπώ[λειαν δ]υνατ[ῶν δη]λοῖ. εἰ ἄνεμος σφοδρὸς πνεύσῃ, τῇ χώρᾳ συνοίσει. ἐὰν ὁμίχλη [πέσῃ, ἀ]νάγκη συμπεσεῖται ἀνδρὶ μεγάλῳ. ἐὰν σεισμὸς γένη[ται ἀπὸ] νου[μηνίας ἕ]ως δεκάτης, φόνους καὶ στενώσεις καὶ φθορὰν τῶν κτηνῶν ἀπειλεῖ [ἢ λι]μόν, [με]ταλλάξει δὲ καὶ ὁ ἡγούμενος τῆς χώρας. εἰ ἀπὸ δεκάτης ἕως τριακοστῆς σεισμὸς [γένηται], σημαίνει μὲν ταραχὰς καὶ φυγάς, ἐλπίδα δὲ ἀγαθῶν. εἰ σεισμὸς γένηται „νύκτα παρ’ ἀμφιλύκην“, πρὸς μὲν βραχὺ ἀγα[θὰ ἔσται], ἀκολουθήσει δὲ τὰ πάντων ἀλγεινότατα. Σελήνη 〈ἐν〉 παρθέν ῳ. εἰ ὁ ἥλιος ἐρυθρὸς γένηται, [σύμ]μαχοι ἀποστήσονται. εἰ ἡ σελήνη ἀμαυρὰ γένηται τῇ πρώτῃ φυλ[ακῇ, φ]θορὰ κτηνῶν ἔσται. εἰ τῇ ἑωθινῇ φυλακῇ τὸ αὐτὸ γένητ[αι, μέγας ἀνὴ]ρ ἀπολεῖται. εἰ ὁ τῆς [Ἀ]φρο[δί]της ἀστὴρ πλησίον τῇ σε[λήνῃ γένηται, πολέμ]ους ἐμφ[υλίους ἀ]πειλεῖ. εἰ πρηστὴρ πέ[σῃ, αἱ] παράλιοι πόλεις ἀφ[ανισθήσονται. εἰ ἀπὸ γ]ῆς ἦχος γένηται, πόλεμον τοῖς παραλίοις [ἀπει]λεῖ. [εἰ σελήν]ης ἀνισχούσης αἱ κεραῖαι [αὐτῆ]ς ἀλλήλαις πλησιάσωσι, κατο[μβρίαν δηλοῖ] εἰς ἀπώλειαν καρπῶν. εἰ ἐκλίπῃ ἡ σελήνη, μέγας ἀ[νὴρ ἀ]πολεῖται. εἰ σεισμὸς γένηται, ἀνθρώπων φθορὰν ἀπειλεῖ. εἰ ἐν ἡμέρᾳ ἀστέρες φανῶσιν, ἀναίρεσις ἔσται ἀνθρώπων. εἰ ἄνεμος βίαιος πνεύσῃ, εἰρήνην παρ’ ὅλον τὸν ἐνιαυτὸν δηλοῖ. |
| Ost 19 (50) [55] | εἰ σεισμὸς γένηται ἀπὸ νουμηνίας ἕως ἑβδόμης, εὐθηνίαν, ἅμα δὲ καὶ βίαιον θάνατον προσδοκητέον καὶ Περσῶν ἔφοδον. εἰ ἀπὸ ὀγδόης ἕως δεκάτης σεισμὸς γένηται, ἔνδειαν σίτου ἀπειλεῖ. εἰ σεισμὸς γένηται νυκτός, φθορὰν τῶν πρωτευόντων τοῦ ἔθνους καὶ ἀλλοίωσιν τῶν πραγμάτων ἀπειλεῖ. εἰ πολλάκις γένηται σάλος, ταραχὰς καθολικὰς προλέγει καὶ τῶν δυναστῶν μετάπτωσιν. Σελήνη 〈ἐν〉 ζυγ ῷ . |
| Ost 20 [5] | εἰ ὁ οὐρανὸς ταραχώδης γένηται ἐπὶ τῆς πρώτης φυλακῆς τῆς νυκτός, λιμὸν ἀπειλεῖ· εἰ δὲ ἐπὶ δευτέρας, δυτικαὶ πόλεις αἰχμαλωτισθήσονται· εἰ δὲ ἐπὶ τῆς ἑωθινῆς, λικμητὸν ἀνθρώποις ἀπειλεῖ. εἰ ἦχος ἀπὸ τῆς γῆς γένηται, φθόνους ἀπειλεῖ. εἰ πρηστὴρ πέσῃ, παλαιαὶ πόλεις ἐρημωθήσονται. εἰ ὁ Ἕσπερος ὑπὸ τῆς σελήνης διέλθῃ, ἀνὴρ δυνατὸς ἀναιρεθήσεται. εἰ παρὰ πάντα τὸν μῆνα βίαιος ἄνεμος ῥεύσῃ, ταραχὰς ἀπειλεῖ. εἰ σεισμὸς ἀπὸ νουμηνίας ἕως δεκάτης γένηται, φθορὰ κτηνῶν ἔσται καὶ πτῶσις τοῦ ἡγουμ[ένου τῆς] χώρ[ας]· εἰ δὲ ἀπὸ ἑνδεκάτης ἕως λ , προνομὴν ἀπειλεῖ τῆ[ς χ]ώρας. Σελήνη 〈ἐν〉 σκορπί ῳ. [εἰ κατὰ τὴν] πρώτην τῆς νυκτὸς φυλακὴν αἱματώδ[ης ἡ σελήνη φανῇ, ἀντ]αρσίαν καὶ ἑτέρου προαγωγὴν δηλοῖ. εἰ ὁμιχλ[άνῃ ὁ ἀὴρ ἢ ἐπὶ γῆ]ς ῥίψῃ τὴν ἀχλύν, φθορὰ ἔσται σίτου. εἰ δὲ διάττῃ ἀστήρ, [φθορ]ὰν σίτου καὶ ἀνθρώπω[ν ἀπειλε]ῖ, ὅταν μέντοι ἀπὸ ἀνατολῶν εἰς δυσμὰς ἐκτρέχῃ. εἰ δὲ ἦ[χος ἐκ τῆς γ]ῆς γένηται, φυγὴν ἀπ[ειλεῖ]. εἰ δὲ αἱ κεραῖαι τῆς σελ[ήνης σ]υμ[πέσωσι], σῖτος μὲν ἔσ[ται πολύς, τετρα]πόδων δὲ θά[νατος καὶ θηρ]ίων ἔσται. εἰ σεισμὸς γέ[νηται, ἀνὴρ ἀ]πολεῖ[ται μέγας. εἰ δ’ ὁ Ἕ]σπ[ερο]ς ἐγγίσῃ τῆς σελήνης, θόρυβοι ἔσονται. Σελήνη 〈ἐν〉 [ τοξ ό ]τ ῃ. [εἰ ἡ σελήνη αἱματώδης φανῇ, πόλ]ει[ς μ]εγάλαι ἀνάστατοι ἔσονται. εἰ ἡ [σελήνη ἀμαυρὰ γένηται κα]τὰ τὴν πρώτην φυλακὴν ἢ κατὰ τὴν [μεσ]ομ[ηνίαν, οἱ περὶ τὰ βασί]λεια ταραχθήσονται· εἰ δὲ κ[ατὰ τὴν] δευτέραν φυλακήν, τοῖς ἐν θαλάσσαις πόλεμον δηλοῖ· εἰ δὲ τῇ ἑ[ωθι]νῇ, ἀνὴρ δυνατὸς ὑπὸ βασιλέως ταραχθήσεται. εἰ κατὰ τὸν αὐτὸν καιρὸν ἡ σελήνη αἱματώδης φανῇ, σφαγὰς ἀπειλεῖ. εἰ πνεῦμα βίαιον παρ’ ὅλον πνεύσῃ τὸν μῆνα, ἄνδρες μεγάλοι ἀπολοῦνται. εἰ ἀστὴρ διάττοι ἀπὸ τοῦ νότου ἐπὶ τὸν βορρᾶν, οὐ μόνον αὐτὸν πνεῦσαι τὸν νότον, ἀλλὰ καὶ πόλεμον τοῖς ἐπιθαλασσίοις δηλοῖ. εἰ ὁμίχλη πέσῃ εἰς τὴν γῆν, βλαβερὸν τῷ σπόρῳ. εἰ ἐκλείψῃ ἡ σελήνη, φθορὰ ὑποζυγίων ἔσται. εἰ ἦχος ἐκ τῆς γῆς γένηται, ἀνθρώπων φυγὴ ἔσται. εἰ αἱ κεραῖαι τῆς σελήνης συμπέσωσι, σῖτος ἔσται πολὺς καὶ θάνατος τετραπόδων καὶ φθίσις ἀνθρώπων. ΠΕΡΙ ΒΡΟΝΤΩΝ Πολλῶν καὶ ὑπὲρ ἀριθμὸν ὄντων ὅσα τοῖς φυσικοῖς περὶ βροντῶν ἐδόκει, κέκριται συμβαίνειν αὐτὰς ἀπορρηγνυμένων τῶν νεφῶν καὶ ἐπικυλιομένων ἑαυτοῖς κινήσει σφοδρᾷ, τῇ τε προσρήξει ἐξαπτομένων εἰς ἀστραπὰς καὶ ἤχους κάρτα βιαίους, ἀλλοιοῦσθαι δὲ τὸν ἀνάμεσον τῆς ὑπηνέμου ζώνης καὶ τῆς γῆς ἀέρα. |
| Ost 21 [5] | Χαλδαῖοί γε μὴν δυνάμεων ἀερίων εἶναι φωνὰς μὲν τὰς βροντάς φασι, δρόμους δὲ τὰς ἀστραπάς. τῷ δὲ Ἐπικούρῳ ἀπὸ ξηρᾶς ὀγκώσεως ἐκ τῆς γῆς, εἶτα ἐγκλειομένης τοῖς ὄρεσι, δίκην τῶν ἐν τοῖς σώμασιν ὄγκων, οὔπω διεξόδου τυχόντων, στρόφους καὶ τροχώσεις ἐμποιοῦσι τῷ κατ’ αὐτὸν λεγομένῳ κενῷ· οὐδὲ γὰρ δυνάμεων εἶναι πλήρη τὸν ἀνάμεσον οὐρανοῦ καὶ τῆς γῆς δίδωσι χῶρον κατὰ τοὺς Πυθαγορείου ς. καὶ ἀληθῆ ἀξιοῖ λέγειν τῷ μὴ καθ’ ἑτέραν ἢ κατὰ τὴν θερινὸν ὡς ἐκ τοῦ πλείονος ὥραν βροντὰς ἐπιρρήγνυσθαι, καὶ διαφερόντως ἐκδίδοσθαι ξηροτέρας, ἡνίκα βαθείας οὔσης τῆς ἐν τῷ μέσῳ χώρας ὄρεσιν ὑψηλοῖς ὁ τόπος ἐγκλείοιτο. καὶ ἅμα μὲν οὖν αὐτοῖν ἑκάτερον γίνεται, ἥ τε βροντὴ ἥ τε ἀστραπή· ἐπειδὴ δὲ ὀξυτέρα τῆς ἀκοῆς ἡ ὄψις τῷ θᾶττον ἐπὶ πᾶν ἐκτείνεσθαι, πρώτην ὁρᾶσθαι πολλάκις συμβαίνει τὴν ἀστραπήν. Πᾶσα δὲ βροντή, καὶ τούτων αἱ μετέωροι καὶ διηχέσταται μάλιστα, σημαίνουσί τι, καὶ διαφερόντως 〈αἱ〉 ἐκ τοῦ ἀριστεροῦ μέρους τοῦ κόσμου· τοῦτο δ’ ἂν εἴη τὸ νότιον (αἱ γὰρ πρὸς νότου εἰσὶ θειότεραι κατὰ τὸν ποιητήν), ἐπεὶ καὶ πρὸς τοῦ τῆς γῆς ἐφόρου ἐπιτροπεύεται, ὡς Αἰγυπτίοις δοκεῖ, τοῦ Κρόνου λέγω, ὥσπερ τὸ βόρειον ὑπὸ τοῦ τῆς γενέσεως αἰτίου· ὅθεν καὶ πρὸς νότον τὰ ἱερὰ ἀπευθύνεσθαι Ἑβραίοις καὶ Αἰγυπτίοις δοκεῖ. |
| Ost 22 [30] | τὰ δὴ οὖν χρησιμώτατα τῶν περὶ τούτου θεωρημάτων καταμαθὼν καὶ τῶν κιβδήλων ἐκκαθάρας τὴν θεωρίαν ὑποθήσω τῷ λόγῳ· ποικίλης γε μὴν οὔσης καὶ πολυσχιδοῦς τῆς θεωρίας, τέως χρειῶδες διαρθρῶσαι τὴν παράδοσιν. Οἱ μὲν δὴ παλαιοὶ τῶν περὶ ταῦτα σπουδαίων πρὸς τὴν σελήνην καὶ τὰς ἐν αὐτῇ φάσεις τὸν περὶ βροντῶν σκοπὸν ἀπευθύνουσιν, ἐπεὶ καὶ μᾶλλον ἐπιβέβηκεν αὕτη τῷ γένει τῷ παντὶ καὶ πάντα προσεχῶς διοικεῖται δι’ αὐτῆς, ὅθεν καὶ Τύχη πρός τινων καὶ Πρόνοια λέγεται· οἱ δὲ Αἰγύπτιοι πρὸς ἥλιον καὶ τοὺς τῶν ἐν οὐρανῷ ζῳδίων οἴκους τὸν στοχασμὸν ἁρμόζειν διισχυρίζονται. καὶ οἱ μὲν καθ’ ἑκάστην ἡμέραν τοῦ ἡλιακοῦ μηνό ς , οἱ δὲ ὡσαύτως ἐφήμερον τὸν σεληνιακὸν μῆνα διαλαμβάνουσι. καὶ οὗτοι μὲν πρὸς τὰ ζῴδια τὸν ἥλιο ν , ἐκεῖνοι δὲ τὴν σελήνην ἀνιχνεύουσιν. ὥστε χρειῶδες πάντων ἀνὰ μέρος καὶ μὴ ὑφ’ ἓν ἐπιμνησθῆναι, καὶ πρῶτον τῶν ἡλιακῶν σημείων· δεῖ γὰρ 〈τὸν〉 ἥλιον κάλλει καὶ δυνάμει τὴν πᾶσαν διακόσμησιν ἀναβεβηκότα καὶ τοσούτῳ κρείττονα τῶν αἰσθητῶν, ὅσῳ τἀγαθὸν τῶν νοητῶν, κἀνταῦθα τὰ πρῶτα λαβεῖν. TONITRVALE EX AEGYPTIORVM DOCTRINA SECVNDVM MENSES SOLARES DISCRIPTVM Ὁ ἥλιος 〈ἐν〉 αἰγοκέρωτι μηνὶ Ἰανουαρί ῳ. |
| Ost 23 [30] | τοῦ ἡλίου πρὸς αἰγόκερων παριόντος, εἰ βροντὴν ἐπιρραγῆναι συμβαίη, ἀχλὺς ἔσται παχεῖα καὶ καπνώδης, ὡς ἀώρους τοὺς καρποὺς ἐναπομαρανθῆναι τοῖς φυτοῖς, καὶ ἄποιος ὁ οἶνος. εἰ δὲ μέχρι τῆς ἐπιτολῆς τοῦ κυνὸς ἡ ἀχλὺς ἐπιμένοι, ἐπίνοσος ὁ ἐνιαυτὸς ἔσται καὶ σίτου ἐνδεής. διαφερόντως δὲ ταῦτα συμβήσεται ἐπί τε Μακεδονίας, Θρᾴκης, Ἰλλυρίδος καὶ τῆς ἄνω Ἰνδικῆς, Ἀριανῆς τε καὶ Γεδρωσίας· καὶ γὰρ αὗται ὑπὸ τὸν αἰγόκερων. ταραχαὶ δὲ καὶ φόβοι τοῖς θήλεσι τῶν ζῴων, λογικῶν τε καὶ ἀλόγων, ἐπιγενήσονται, ὅτι θῆλυ ζῴδιον ὁ αἰγόκερως. Ὁ ἥλιος 〈ἐν〉 ὑδροχόῳ μηνὶ Φεβρουαρί ῳ . τοῦ ἡλίου ἐπὶ ὑδροχόον ἰόντος εἰ βροντὴν γενέσθαι συμβαίη, Σαυρομάταις, Ὀξιανοῖς, Σογδιανοῖς, Ἀραβίᾳ μικρᾷ, Ἀζανίᾳ μέσῃ, Αἰθιοπίᾳ (ὑδροχόῳ δὲ ἀνάκεινται αὗται αἱ χῶραι) ἀφθονίαν μὲν τοῦ σίτου διασημαίνει, πτῶσιν δὲ ἀνδρῶν ἐνδόξων ἐν ταῖς εἰρημέναις διαφαινομένων χώραις, καὶ οὐκ ἀνδρῶν μόνον ἀλλὰ καὶ τῶν ἐν τοῖς ἄλλοις ζῴοις ἀρσενικῶν, ὅτι ἄρρεν ζῴδιον ὁ ὑδροχόος. Ὁ ἥλιος 〈ἐν〉 ἰχθύσι μηνὶ Μαρτί ῳ. τοῦ ἡλίου 〈ἐν〉 ἰχθύσι γενομένου εἰ τυχὸν ἐν ἡμέρᾳ βροντὴ γένηται, ὁ ἄμητος ἔσται γεννημάτων ἀφθονώτατος, οἵ τε ὑγροὶ καρποὶ οὐχ ἥκιστα ἐπιδώσουσιν ἐπί τε τῆς καθ’ ἡμᾶς Λυδίας, Κιλικίας, Παμφυλίας, Φαζανίας, Νασαμωνίτιδος καὶ Γαραμαντικῆς (καὶ γὰρ ὑπὸ τοῖς ἰχθύσιν αἱ χῶραι). τὰ δὲ θήλεα τῶν ζῴων ἀπὸ λογικῶν ἕως ἀλόγων σκυθρωπάσει, ὅτι θῆλυ ζῴδιον οἱ ἰχθύες. Ὁ ἥλιος 〈ἐν〉 κριῷ μηνὶ Ἀπριλί ῳ. |
| Ost 24 [30] | τοῦ ἡλίου ἐπὶ τὸν κριὸν ἀνιόντος εἰ βροντὴν γενέσθαι συμβαίη ἀλλὰ μὴ βροχὴν ἐπακολουθῆσαι, ἐπὶ Βρεταννίας, Γαλατίας, Γερμανίας, Βασταρνῶν, Συρίας κοίλης, Ἰουδαίας, Ἰδουμαίας πτῶσις ἀνθρώπων ἔσται θόρυβοί τε κατὰ πόλεις καὶ πνιγμοὶ καὶ αὐχμοὶ καὶ τῶν φυτῶν ἀκαρπία, καὶ διαφερόντως τῶν ἀρρενωπῶν, ὅτι ἄρρεν ζῴδιον ὁ κριός. Ὁ ἥλιος 〈ἐν〉 ταύρῳ μηνὶ Μαΐ ῳ. κατὰ τοῦτο τοῦ καιροῦ εἰ βροντὴν ἐπιτροχάσαι συμβαίη, ἔνδειαν τῶν ἐπιτηδείων προσδοκητέον, οὐχ ἥκιστα δὲ τὰ ἀκρόδρυα ἀποτεύξεται· καὶ γὰρ ἁπαλὰ καὶ ὡς πρὸς τοὺς ἄλλους καρποὺς μαλακώτατα. οὐδὲν δὲ ἧττον καὶ πόλεις αἱ πρὸς τῇ θαλάττῃ πολεμίοις παραστήσονται, ἐπί τε τῶν Κυκλάδων καὶ τῶν παραλίων τῆς μικρᾶς Ἀσίας (καὶ γὰρ Ἀφροδίτης ἡ θάλαττα), Κύπρου, Μηδίας τε καὶ Περσίδος αὐτῆς, ἐπεὶ καὶ μαλακώτερα τὰ ἔθνη, ὅτι θῆλυ ζῴδιον ὁ ταῦρος. ταύτῃ γὰρ καὶ ταῦρος Εὐρώπης ἐρασθῆναι λέγεται, ὅτι τοῦ ἀνατολικοῦ κέντρου 〈ὑπὸ〉 κριῷ, ἔστι δ’ ὅπου καὶ πρὸ αὐτοῦ, νέους ὁρῶντος καρποὺς μόλις Εὐρώπη ὑπὸ τῷ ταύρῳ βλέπει. Μηνὶ Ἰουνί ῳ. εἰ ἐν διδύμοις τοῦ ἡλίου ὄντος βροντὴν γενέσθαι συμβαίη, ὑγρῶν μὲν καὶ ξηρῶν καρπῶν ἀφθονίαν ἐλπιστέον, ἀνδρὸς δὲ δυνατοῦ ἀθρόαν ἀπόπτωσιν. Ὑρκανία δὲ καὶ Ἀρμενίαι δύο, Ἀμαδιανή, Μαρμαρική, Αἴγυπτος ἡ κάτω παρὰ τὰς ἄλλας χώρας ἀτυχήσουσι, καὶ διαφερόντως περὶ τοὺς ἄνδρας· καὶ γὰρ ἀρσενικὸν ζῴδιον οἱ δίδυμοι καὶ ἀνθρωποειδὲς καὶ φίλιον. Μηνὶ Ἰουλί ῳ. |
| Ost 25 [25] | ὅτι μὲν ὁ μὴν Κουϊντίλιος οὗτος τὸ πρὶν ὠνομάζετο, πρὸς δὲ τιμῆς Ἰουλίου Καίσαρος εἰς ταύτην μετετέθη τὴν προσηγορίαν, εἰς πλάτος ἡμῖν εἴρηται ἐν τῇ περὶ Μηνῶν πραγματείᾳ. εἰ τοίνυν 〈ἐν〉 καρκίνῳ ἡλίου γενομένου βροντὴν γενέσθαι συμβαίη, οἴνου μὲν δαψίλεια, τοῦ δὲ ἀέρος ξηρότης ἔσται. νόσοι τε φρικώδεις καὶ πυρεκτικοὶ καὶ κινδύνων ἐγγὺς ἐπί τε Βιθυνίας καὶ Φρυγίας ὅλης, Κολχικῆς, Νουμιδίας, Καρχηδόνος καὶ Ἀφρικῆς ταῖς θηλείαις διαφερόντως προσπεσοῦνται. φθαρήσεται δὲ καὶ τὰ ἐνάλια, τὰ ὀστρακώδη μάλιστα· καὶ γὰρ θῆλυ ζῴδιον καὶ σελήνης οἶκος ὁ καρκίνος. Μηνὶ Αὐγούστ ῳ. Σεξτίλιος τὸ πάλαι καὶ οὗτος ὁ μήν· Αὔγουστος δὲ τῷ ἴσῳ τρόπῳ πρὸς μνήμης Αὐγούστου Καίσαρος μετεκλήθη, ὡς ἡ ἱστορία λέγει. ἐφ’ οὗ ἡ βροντὴ γενομένη τοῦ ἡλίου ὄντος ἐν λέοντι θόρυβον ἐξαίσιον τοῖς πράγμασι καὶ φθορὰν τοῖς καρποῖς ἐκ θηρίων ἀπειλεῖ ἐπί τε Ἰταλίας, Γαλλιῶν, Σικελίας, Φοινίκης, Ὀρχηνίας ἤτοι Ἀντορχηνίας. οὐχ ἥκιστα δὲ ταραχθήσονται οἱ ἄνδρες τῶν ἐθνῶν τούτων· καὶ γὰρ ἄρρεν ζῴδιον ὁ λέων. Μηνὶ Σεπτεμβρί ῳ. τοῦ ἡλίου 〈ἐν〉 παρθένῳ γενομένου εἰ βροντὴν γενέσθαι συμβαίη, φθορὰν ζῴων εὐλαβητέον, ἁρπαγάς τε πολεμίων καὶ ἀνδραποδισμοὺς ἀνήβων, καὶ διαφερόντως τῶν παρθένων, ἐπειδὴ θῆλυ ζῴδιον ἡ παρθένος. ἐπὶ Ἑλλάδος δὲ ταῦτα συμβήσεται, Κρήτης, Βαβυλωνίας, Μεσοποταμίας καὶ Κοίλης Συρίας. 〈Ὁ〉 ἥλιος 〈ἐν〉 ζυγῷ μηνὶ Ὀκτωβρί ῳ. |
| Ost 26 [5] | τοῦ ἡλίου ἐν ζυγῷ γενομένου ἐὰν βροντὴ γένηται, θορύβους καὶ στάσεις σφαλερὰς μετὰ δυσμὰς ἡλίου ἀναφθῆναι προλέγει, καὶ τῇ ἀμπέλῳ τὴν ἐκ θηρίων βλάβην ἀπειλεῖ ἐπί τε Βακτρίας, Κασπίας, Σηρικῆς, Θηβῶν τῶν ἄνω, Ὀάσεως, Τρωγλοδυτικῆς. ἡ δὲ ἐκ τοῦ θορύβου βλάβη οὐ γυναικῶν, ἀνδρῶν δὲ μᾶλλον καθάψεται, ἐπεὶ καὶ ἄρρεν τὸ ζῴδιον. 〈Ὁ〉 ἥλιος 〈ἐν〉 σκορπίῳ μηνὶ Νοεμβρί ῳ . εἰ κατὰ τοῦτο τοῦ καιροῦ βροντὴν γενέσθαι συμβαίη, ἀνὴρ μὲν δυνατὸς ἐκ τοῦ πολιτεύματος πεσεῖται, ὁ δὲ σῖτος ἄφθονος ἔσται ἐπί τε Κομμαγηνῆς Συρίας, Κασπίας, Μαυριτανίας καὶ Γαιτουλίας. τὸ δὲ θῆλυ γένος τῶν ζῴων κακωθήσεται, καὶ διαφερόντως ἐπὶ τῶν χωρῶν τούτων, ὅτι θῆλυ ζῴδιον ὁ σκορπίος. Μηνὶ Δεκεμβρί ῳ . τοῦ ἡλίου ἐπὶ τοξότην ἰόντος εἰ βροντὴν ἐπιρραγῆναι συμβαίη, τοῖς Περσῶν βασιλεῦσι κίνδυνος ἐπιπεσεῖται τῷ τε ἔθνει παντί. ἡ δὲ Κελτικὴ πρὸς Ἱσπανίας καὶ Τυρρηνία καὶ ἡ εὐδαίμων Ἀραβία σφόδρα ταραχθήσεται, καὶ διαφερόντως τοῖς ὅπλοις, ἐπεὶ καὶ ἄρρην ὁ τοξότης. ΕΦΗΜΕΡΟΣ ΒΡΟΝΤΟΣΚΟΠΙΑ ΤΟΠΙΚΗ ΠΡΟΣ ΤΗΝ ΣΕΛΗΝΗΝ ΚΑΤΑ ΤΟΝ ΡΩΜΑΙΟΝ ΦΙΓΟΥΛΟΝ ΕΚ ΤΩΝ ΤΑΓΗΤΟΣ ΚΑΘ’ ΕΡΜΗΝΕΙΑΝ ΠΡΟΣ ΛΕΞΙΝ Εἰ ἐπὶ πάσαις 〈ταῖσ〉 τῆς διοσημείας παραδόσεσι τὴν σελήνην φαίνονται λαβόντες οἱ ἀρχαῖοι (ὑπ’ αὐτὴν γὰρ τά τε βροντῶν τά τε κεραυνῶν ἐκδέδοται σημεῖα), καλῶς ἄν τις ἄρα καὶ τὸν σελήνης οἶκον ἐπιλέξαιτο, ὥστε ἀπὸ τοῦ καρκίνου καὶ ἐνταῦθα τὴν ἐφήμερον ἀπὸ τῆς σεληνιακῆς νουμηνίας κατὰ τοὺς σεληνιακοὺς μῆνας ληψόμεθα τῶν βροντῶν ἐπίσκεψιν· ἐξ ἧς τὰς τοπικάς, ἐφ’ ὧν ῥήγνυνται χωρίων αἱ βρονταί, παρατηρήσεις οἱ Θοῦσκοι παρέδοσαν. |
| Ost 27 [45] | ΜΗΝΙ ΙΟΥΝΙΩ Σελ. αʹ. ἐὰν βροντήσῃ, τῶν καρπῶν εὐφορία ἔσται, ἐξῃρημένων κριθῶν· νοσήματα δὲ ἐπισφαλῆ τοῖς σώμασιν ἐπισκήψει. βʹ. ἐὰν βροντήσῃ, ταῖς μὲν ὠδινούσαις ἀπαλλαγὴ μᾶλλον ῥᾳδία, τοῖς δὲ θρέμμασι φθορά, ἰχθύων γε μὴν ἀφθονία ἔσται. γʹ. ἐὰν βροντήσῃ, καύσων ἔσται ξηρότατος, ὥστε μὴ τοὺς ξηροὺς μόνους ἀλλὰ καὶ τοὺς ὑγροὺς καρποὺς διαφρυγέντας ἀποκαυθῆναι. δʹ. ἐὰν βροντήσῃ, νεφελώδης καὶ ὑετώδης ὁ ἀὴρ ἔσται, ὡς ἐκ σηπτικῆς ὑγρότητος φθαρῆναι τοὺς καρπούς. εʹ. ἐὰν βροντήσῃ, ἀπαίσιον τοῖς ἀγροῖς· οἱ δὲ χωρίοις ἢ πολίχναις ἐφεστῶτες ταραχθήσονται. ϛʹ. ἐὰν βροντήσῃ, ἀκμάσασι τοῖς καρποῖς ἐντεχθήσεταί τι θηρίον τὸ βλάπτον αὐτούς. ζʹ. ἐὰν βροντήσῃ, νοσήματα μὲν ἐνσκήψει, ἀλλ’ οὐ πολλοὶ ἐξ αὐτῶν τεθνήξονται· καὶ οἱ μὲν ξηροὶ καρποὶ ἐπιτεύξονται, οἱ δὲ ὑγροὶ ξηρανθήσονται. ηʹ. ἐὰν βροντήσῃ, ἐπομβρίαν καὶ φθορὰν σίτου δηλοῖ. θʹ. ἐὰν βροντήσῃ, φθορὰ τοῖς θρέμμασιν ἔσται ἐξ ἐπιδρομῆς λύκων. ιʹ. ἐὰν βροντήσῃ, θάνατος μὲν ἔσται συχνός, εὐθηνία δὲ ὅμως. ιαʹ. ἐὰν βροντήσῃ, καύματα μὲν ἀβλαβῆ, τὰ δὲ πολιτικὰ ἐν εὐφροσύνῃ ἔσται. ιβʹ. ἐὰν βροντήσῃ, ὁμοίως ὡς ἐπὶ τῇ πρὸ ταύτης. ιγʹ. ἐὰν βροντήσῃ, δυνάστου πτῶσιν ἀπειλεῖ. ιδʹ. ἐὰν βροντήσῃ, καυσῶδες μὲν τὸ περιέχον ἔσται, εὐφορία δὲ τῶν καρπῶν καὶ εὔροια τῶν ποταμίων οὐχ ἥκιστα ἰχθύων. τὰ σώματά γε μὴν ἐξασθενήσει. ιεʹ. ἐὰν βροντήσῃ, τὰ μὲν πτηνὰ λυμανθήσεται τῷ θέρει, οἱ δὲ ἰχθύες φθαρήσονται. ιϛʹ. ἐὰν βροντήσῃ, οὐκ ἐλάττωσιν μόνον τῶν ἐπιτηδείων ἀλλὰ καὶ πόλεμον ἀπειλεῖ, ἀνὴρ δέ τις εὐτυχὴς ἀφανισθήσεται. ιζʹ. ἐὰν βροντήσῃ, καύματα ἔσται καὶ μυῶν καὶ ἀσφαλάκων καὶ ἀκρίδων φορά· εὐθηνίαν δὲ ὁμῶς καὶ φόνους τῷ δήμῳ φέρει. |
| Ost 27 (50) [65] | ιηʹ. ἐὰν βροντήσῃ, φθορὰν τῶν καρπῶν ἀπειλεῖ. ιθʹ. ἐὰν βροντήσῃ, τὰ λυμαινόμενα τοῖς καρποῖς θηρία φθαρήσεται. κʹ. ἐὰν βροντήσῃ, διχόνοιαν ἀπειλεῖ τῷ δήμῳ. καʹ. ἐὰν βροντήσῃ, ἐλάττωσιν μὲν οἴνου, ἐπίδοσιν δὲ τῶν ἄλλων καρπῶν δηλοῖ καὶ ἀφθονίαν ἰχθύων. κβʹ. ἐὰν βροντήσῃ, ἐπίφθορον ἔσται τὸ καῦμα. κγʹ. ἐὰν βροντήσῃ, εὐφροσύνην καὶ κακῶν ἀπαλλαγὴν καὶ νόσων ἀφανισμὸν δηλοῖ. κδʹ. ἐὰν βροντήσῃ, εὐθηνίαν δηλοῖ. κεʹ. ἐὰν βροντήσῃ, πόλεμοι καὶ μυρία ἔσονται κακά. κϛʹ. ἐὰν βροντήσῃ, ὁ χειμὼν τοῖς καρποῖς ἐπιβλαβὴς ἔσται. κζʹ. ἐὰν βροντήσῃ, κίνδυνος στρατιωτικὸς τοῖς κρατοῦσιν ἔσται. κηʹ. ἐὰν βροντήσῃ, εὐετηρία ἔσται τῶν καρπῶν. κθʹ. ἐὰν βροντήσῃ, τὰ τῆς βασιλίδος πόλεως ἔσται κρείττονα. λʹ. ἐὰν βροντήσῃ, πρὸς βραχὺ θάνατος ἔσται συχνός. ΙΟΥΛΙΟΣ αʹ. |
| Ost 28 [45] | Ἐπὶ τῆς σεληνιακῆς νουμηνίας ἐὰν βροντήσῃ, εὐθηνία μὲν ἔσται, τῶν δὲ θρεμμάτων πτῶσις. βʹ. ἐὰν βροντήσῃ, καλὸν τῷ φθινοπώρῳ. γʹ. ἐὰν βροντήσῃ, χειμῶνα βαρὺν σημαίνει. δʹ. ἐὰν βροντήσῃ, ἀέριοι ἔσονται ταραχαί, ὡς ἐξ αὐτῶν σπάνιν γενέσθαι. εʹ. ἐὰν βροντήσῃ, εὐθηνία μὲν σίτου, ἄρχοντος δὲ ἀγαθοῦ πτῶσις ἔσται. ϛʹ. ἐὰν βροντήσῃ, νόσους θανατηφόρους ταῖς δουλικαῖς τύχαις ἀπειλεῖ. ζʹ. ἐὰν βροντήσῃ, κατομβρία ἔσται βλαβερὰ τοῖς σπορίμοις. ηʹ. ἐὰν βροντήσῃ, εἰρήνην μὲν τοῖς κοινοῖς, ὄλεθρον δὲ τοῖς βοσκήμασι καὶ βῆχα ξηρὸν ἐνσκῆψαι δηλοῖ. θʹ. ἐὰν βροντήσῃ, ἐποψίαν θεῶν καὶ ἀγαθῶν πολλῶν πρόσοδον δηλοῖ. ιʹ. ἐὰν βροντήσῃ, σωτηριώδη ἔσται τὰ ποτάμια ὕδατα. ιαʹ. ἐὰν βροντήσῃ, καῦμα σημαίνει καὶ ὄμβρον βίαιον καὶ σπάνιν σίτου. ιβʹ. ἐὰν βροντήσῃ, ψῦχος τῷ θέρει ἔσται ἀδόκητον, δι’ οὗ φθαρήσεται τὰ ἐπιτήδεια. ιγʹ. ἐὰν βροντήσῃ, ἑρπετὰ φανεῖται βλαβερώτατα. ιδʹ. ἐὰν βροντήσῃ, εἰς ἕνα τὴν πάντων δύναμιν ἐλθεῖν φράζει· οὗτος δὲ ἔσται τοῖς πράγμασιν ἀδικώτατος. ιεʹ. ἐὰν βροντήσῃ, διχόνοια ἔσται τοῦ δήμου καὶ τοῦ σίτου ἔνδεια. ιϛʹ. ἐὰν βροντήσῃ, πόλεμον ὁ τῆς ἀνατολῆς βασιλεὺς ἐκδεχέσθω καὶ νόσον ἀπὸ ξηροῦ καύματος. ιζʹ. ἐὰν βροντήσῃ, διαδοχὴν μεγάλου ἄρχοντος δηλοῖ. ιηʹ. ἐὰν βροντήσῃ, ἔνδειαν καρπῶν ἐξ ἐπομβρίας ἀπειλεῖ. ιθʹ. ἐὰν βροντήσῃ, πόλεμον δηλοῖ καὶ ἀπώλειαν δυνατῶν· ἀφθονία δὲ ἔσται τῶν ξηρῶν καρπῶν. κʹ. ἐὰν βροντήσῃ, αὐχμὸν νοσώδη ἀπειλεῖ. καʹ. ἐὰν βροντήσῃ, διχόνοια ἔσται τοῖς ὑπηκόοις, ἀλλ’ οὐκ εἰς μακράν. κβʹ. ἐὰν βροντήσῃ, ἀγαθὰ μὲν τοῖς κοινοῖς πράγμασι, νόσους δὲ τοῖς σώμασι περὶ τὴν κεφαλὴν σημαίνει. κγʹ. ἐὰν βροντήσῃ, ἡ διχόνοια τοῦ δήμου παυθήσεται. κδʹ. ἐὰν βροντήσῃ, δυνατοῦ ἀνθρώπου δηλοῖ δυνατὸν ἀτύχημα. κεʹ. ἐὰν βροντήσῃ, τῇ νεολαίᾳ κάκωσις καὶ τοῖς καρποῖς μετ’ αὐτῆς, νοσώδης δὲ ὁ καιρὸς ἔσται. κϛʹ. ἐὰν βροντήσῃ, ἀπὸ μεγάλης εὐθηνίας ἔνδεια ἔσται. κζʹ. |
| Ost 28 (50) [55] | ἐὰν βροντήσῃ, ἐκβρασμὸν τοῖς σώμασιν ἀπειλεῖ. κηʹ. ἐὰν βροντήσῃ, ἔνδεια ὑδάτων καὶ ὄχλος ἑρπετῶν ἐπιβλαβῶν ἔσται. κθʹ. ἐὰν βροντήσῃ, εὐετηρίαν δηλοῖ. λʹ. ἐὰν βροντήσῃ, οἱ ἄνθρωποι ἐκ ποινηλασίας ἐπὶ τὰ χείριστα τῶν πταισμάτων ὀλισθήσουσιν. ΑΥΓΟΥΣΤΟΣ αʹ. |
| Ost 29 [45] | Ἐὰν βροντήσῃ, καὶ τὰ τῆς πολιτείας ἠρέμα πως καλλίονα καὶ εὐθηνία ἔσται. βʹ. ἐὰν βροντήσῃ, νόσους ἅμα καὶ ἔνδειαν τῶν ἐπιτηδείων ἀπειλεῖ. γʹ. ἐὰν βροντήσῃ, δίκας καὶ λέσχας τῷ δήμῳ ἀπειλεῖ. δʹ. ἐὰν βροντήσῃ, ἔνδεια τροφῶν λογικοῖς ἅμα καὶ ἀλόγοις ἔσται. εʹ. ἐὰν βροντήσῃ, τὰς γυναῖκας συνετωτέρας δηλοῖ. ϛʹ. ἐὰν βροντήσῃ, μέλιτος μὲν ἀφθονία ἔσται, ὕδατος δὲ καὶ τῶν λοιπῶν τροφίμων λεῖψις. ζʹ. ἐὰν βροντήσῃ, ἀνέμους τραχεῖς καὶ νόσους ὁμοῦ σημαίνει. ηʹ. ἐὰν βροντήσῃ, νόσον ἀκίνδυνον τοῖς τετραπόδοις ἀπειλεῖ. θʹ. ἐὰν βροντήσῃ, ὑγίειαν μὲν ἀνθρώποις ὡς ἐκ τοῦ πλείονος ἐπαγγέλλεται. ιʹ. ἐὰν βροντήσῃ, λύπας καὶ μοχθηρίας τῷ πλήθει ἀπειλεῖ. ιαʹ. ἐὰν βροντήσῃ, εὐετηρία μὲν ἔσται, πτῶσις δὲ ἑρπετῶν καὶ βλάβη τοῖς ἀνθρώποις. ιβʹ. ἐὰν βροντήσῃ, χόρτου καὶ βαλάνου ἀφθονία ἔσται, τῇ δὲ πρώτῃ ἡλικίᾳ κάκωσις. ιγʹ. ἐὰν βροντήσῃ, ὄλεθρος ἔσται τοῖς σώμασι λογικῶν τε καὶ ἀλόγων. ιδʹ. ἐὰν βροντήσῃ, πόλεμον μὲν τοῖς κοινοῖς, ἀφθονίαν δὲ τοῖς καρποῖς δηλοῖ. ιεʹ. ἐὰν βροντήσῃ, ἐπὶ τὸ χεῖρον τὰ πράγματα. ιϛʹ. ἐὰν βροντήσῃ, εἰρήνην βαθεῖαν ἐπαγγέλλεται. ιζʹ. ἐὰν βροντήσῃ, οἱ χείρους τῶν ἀνθρώπων στυγνάσουσιν. ιηʹ. ἐὰν βροντήσῃ, πόλεμον ἐμφύλιον ἀπειλεῖ. ιθʹ. ἐὰν βροντήσῃ, φόνους αἱ γυναῖκες καὶ τὸ δουλικὸν τολμήσει. κʹ. ἐὰν βροντήσῃ, ὄλεθρον βοῶν καὶ ταραχὰς τοῖς πράγμασιν ἀπειλεῖ. καʹ. ἐὰν βροντήσῃ, εὐθηνίαν ἅμα καὶ διχόνοιαν τῷ δήμῳ δηλοῖ. κβʹ. ἐὰν βροντήσῃ, καλὰ μετρίως τὰ πράγματα ἀνὰ πάντα τὸν ἐνιαυτόν. κγʹ. ἐὰν βροντήσῃ, κεραυνὸν πεσεῖσθαι δηλοῖ καὶ φόνους ἀπειλεῖ. κδʹ. ἐὰν βροντήσῃ, ἀπώλειαν εὐγενῶν νέων ἀπειλεῖ. κεʹ. ἐὰν βροντήσῃ, χειμῶνα καὶ σπάνιν ὀπωρῶν ἔσεσθαι προλέγει. κϛʹ. ἐὰν βροντήσῃ, πόλεμον σημαίνει. κζʹ. ἐὰν βροντήσῃ, πολέμους ἅμα καὶ δόλους ἀπειλεῖ. κηʹ. ἐὰν βροντήσῃ, εὐθηνίαν μὲν τῶν καρπῶν, φθορὰν δὲ τῶν βοῶν σημαίνει. κθʹ. ἐὰν βροντήσῃ, οὐδεμίαν ἐναλλαγὴν σημαίνει. λʹ. |
| Ost 29 (50) | ἐὰν βροντήσῃ, νόσους τῇ πόλει, ἐφ’ ἧς ῥαγήσεται, ἀπειλεῖ. ΣΕΠΤΕΜΒΡΙΟΣ αʹ. |
| Ost 30 [45] | Ἐὰν βροντήσῃ, εὐετηρίαν ἅμα καὶ εὐφροσύνην δηλοῖ. βʹ. ἐὰν βροντήσῃ, διχόνοια τῷ δήμῳ ἔσται. γʹ. ἐὰν βροντήσῃ, κατομβρίαν καὶ πόλεμον δηλοῖ. δʹ. ἐὰν βροντήσῃ, δυνατοῦ πτῶσιν παὶ πολέμου παρασκευὴν δηλοῖ. εʹ. ἐὰν βροντήσῃ, κριθῆς μὲν ἀφθονίαν, σίτου δὲ ἐλάττωσιν δηλοῖ. ϛʹ. ἐὰν βροντήσῃ, δύναμις ἔσται ταῖς γυναιξὶ κρείττων ἢ κατ’ αὐτάς. ζʹ. ἐὰν βροντήσῃ, νόσον καὶ πτῶσιν τῷ δουλικῷ ἐξ αὐτῆς ἀπειλεῖ. ηʹ. ἐὰν βροντήσῃ, τοὺς μάλιστα δυνατοὺς τοῦ πολιτεύματος σκολιὰ ἐννοεῖν, ἀποτεύξεσθαι δὲ τῶν νοουμένων κατηγορεῖ. θʹ. ἐὰν βροντήσῃ, ἄνεμον πνεῦσαι ἐπίνοσον ἀπειλεῖ. ιʹ. ἐὰν βροντήσῃ, ἔρις ἔσται τῷ τόπῳ ἐφ’ οὗ ῥαγήσεται πρὸς ἕτερον οὐκ ἄλογος. ιαʹ. ἐὰν βροντήσῃ, οἱ ὑπεξούσιοι τῶν εὐγενῶν σκέψονταί τι καινὸν ἐν τοῖς κοινοῖς. ιβʹ. ἐὰν βροντήσῃ, ἔπομβρον τὸν τοῦ ἀμητοῦ καιρὸν καὶ λιμὸν ἔσεσθαι λέγει. ιγʹ. ἐὰν βροντήσῃ, λιμὸν βαρὺν ἀπειλεῖ. ιδʹ. ἐὰν βροντήσῃ, νόσους ἀπειλεῖ. ιεʹ. ἐὰν βροντήσῃ, κατομβρίαν μὲν δηλοῖ, εὐθηνίαν δὲ ὅμως. ιϛʹ. ἐὰν βροντήσῃ, ὁ σπόρος πολὺς, ἄκαρπος δὲ δηλοῦται. ιζʹ. εἰ βροντήσῃ, ἔνδειαν τῶν ἀναγκαίων ἀπειλεῖ. ιηʹ. εἰ βροντήσῃ, λιμὸν ἅμα καὶ πολέμους σημαίνει. ιθʹ. εἰ βροντήσῃ, ὁ μὲν δενδρώδης καρπὸς ἐπιτεύξεται, νόσοι δὲ καὶ στάσεις δημοτικαὶ ἔσονται. κʹ. εἰ βροντήσῃ, ἀπώλειαν κλεινοῦ ἀνθρώπου καὶ πόλεμον ἀπειλεῖ. καʹ. εἰ βροντήσῃ, λύπας καὶ ζημίας τῷ δήμῳ ἀπειλεῖ. κβʹ. εἰ βροντήσῃ, εὐθηνίαν μέν, χειμῶνα δὲ βαρὺν καὶ ὑγρὸν σημαίνει. κγʹ. εἰ βροντήσῃ, τὸν χειμῶνα τοῦ ἔτους ἐνδεᾶ προλέγει. κδʹ. εἰ βροντήσῃ, λειψυδρίαν ἀπειλεῖ. τῶν δὲ ἀκροδρύων εὐφορία ἔσται, περὶ δὲ τὸ φθινόπωρον θυέλλαις διαφθαρήσεται. κεʹ. εἰ βροντήσῃ, ἐκ διχονοίας τοῦ πολιτεύματος τύραννος ἀναστήσεται, καὶ αὐτὸς μὲν ἀπολεῖται, ζημίαις δὲ ἀφορήτοις οἱ δυνατοὶ ὑποστήσονται. κϛʹ. εἰ βροντήσῃ, ὁ κακὸς δυνάστης βουλῇ θεοῦ πεσεῖται. κζʹ. εἰ βροντήσῃ, δυνατοὶ πρὸς ἑαυτοὺς διενεχθήσονται καὶ ἀλλήλους διαβαλοῦσιν. κηʹ. |
| Ost 30 (50) | εἰ βροντήσῃ, σημεῖα ἔσται πραγμάτων μεγάλων μηνυτικά. εὐλαβητέον δὲ μὴ καὶ πῦρ ἐπομβρήσῃ ἐνιαχοῦ. κθʹ. εἰ βροντήσῃ, αὐχμὸν ἐπιβλαβῆ ἀπειλεῖ. λʹ. εἰ βροντήσῃ, ἀπὸ χειρόνων ἐπὶ τὰ κρείττω τὰ κοινά. ΟΚΤΩΒΡΙΟΣ αʹ. |
| Ost 31 [45] | Εἰ βροντήσῃ, κακὸν τύραννον τοῖς πράγμασιν ἀπειλεῖ. βʹ. εἰ βροντήσῃ, εὐθηνία μὲν ἔσται, φθορὰ δὲ τῶν χερσαίων μυῶν. γʹ. εἰ βροντήσῃ, θυέλλας καὶ ταραχὰς δηλοῖ, δι’ ὧν τὰ μὲν δένδρα φθαρήσεται· μεγάλων δὲ ζαλῶν ἔσται τοῖς κοινοῖς μήνυμα. δʹ. εἰ βροντήσῃ, οἱ ἐλάττους 〈τὰ〉 τῶν κρειττόνων καθέξουσιν, ὑγιεινὸν δὲ ἔσται τὸ τοῦ ἀέρος κατάστημα. εʹ. εἰ βροντήσῃ, πάντων ἐπιδόσεις τῶν ἀναγκαίων, ἐξῃρημένου σίτου. ϛʹ. εἰ βροντήσῃ, ἡ ὄψις μὲν εὐθηνίας, ἀμητὸς δὲ ἐλάττων, καὶ τὸ φθινόπωρον ἐγγὺς ἄκαρπον. ζʹ. εἰ βροντήσῃ, ὄσπρια μὲν ἄφθονα, οἶνος δὲ ἐλάττων ἔσται. ηʹ. εἰ βροντήσῃ, σεισμὸν μετὰ μυκήματος προσδοκητέον. θʹ. εἰ βροντήσῃ, ὄλεθρον θηρίοις ἀπειλεῖ. ιʹ. εἰ βροντήσῃ, ἀνδρὸς ἐπαινουμένου πτῶσιν δηλοῖ. ιαʹ. εἰ βροντήσῃ, ἀλληλανεμίαν ἐπισφαλῆ ταῖς βοτάναις δηλοῖ. ιβʹ. εἰ βροντήσῃ, εὐθηνία μὲν ἔσται, σκηπτοὶ δὲ ἐκθλιβήσονται. ιγʹ. εἰ βροντήσῃ, καλὰ τὰ συναλλάγματα, καὶ εὐθηνία πρὸς αὐτοῖς· ὁ δὲ ἐπὶ τῇ πολιτείᾳ βαρὺς οὐκ ἐπὶ πλέον ἰσχύσει. ιδʹ. εἰ βροντήσῃ, πόλεμον καὶ φθορὰν βοσκημάτων ἀπειλεῖ. ιεʹ. εἰ βροντήσῃ, σπάνις ἔσται πνεύματος ξηροῦ καὶ καυστικοῦ ἐμπίπτοντος τοῖς καρποῖς. ιϛʹ. εἰ βροντήσῃ, ἐξασθενήσουσιν οὕτως ἄνθρωποι, ὡς ἄγνωστοι εἶναι δοκεῖν. ιζʹ. εἰ βροντήσῃ, πλουσίου ἀνδρὸς καὶ εὐγενῶν εὐτυχήματα. ιηʹ. εἰ βροντήσῃ, ἐπείσακτον εὐθηνίαν δηλοῖ. ιθʹ. εἰ βροντήσῃ, δυνάστου πτῶσιν ἢ βασιλέως ἐκβολὴν ἀπειλεῖ, διχόνοιάν τε τῷ δήμῳ καὶ ἀφθονίαν δηλοῖ. κʹ. εἰ βροντήσῃ, ἕλκη ξένα ἀπειλεῖ, τῷ δὲ πλήθει ἐκ διχονοίας ἐσχάτην ἀτυχίαν. καʹ. εἰ βροντήσῃ, νόσοι βηχώδεις ἔσονται καὶ στηθῶν κακώσεις. κβʹ. εἰ βροντήσῃ, μοχθηρίας τῷ δήμῳ καὶ νόσους ποικίλας ἀπειλεῖ. κγʹ. εἰ βροντήσῃ, ὁ δῆμος εὐφρανθήσεται παραδόξως. κδʹ. εἰ βροντήσῃ, ἐκ διχονοίας τῶν κρατούντων ὁ δῆμος περιέσται. κεʹ. εἰ βροντήσῃ, βαρεῖα ἔσται ἀπὸ τῶν κακῶν δειλία. |
| Ost 31 (50) [55] | κϛʹ. εἰ βροντήσῃ, αὐξηθήσεται μὲν τὰ θηρία, λιμώξει δὲ ὅμως. κζʹ. εἰ βροντήσῃ, ἐπομβρίαν δηλοῖ. κηʹ. εἰ βροντήσῃ, ἔνδεια ἔσται τῶν ἀναγκαίων. κθʹ. εἰ βροντήσῃ, ἐπίνοσος ὁ ἐνιαυτός. λʹ. εἰ βροντήσῃ, οὐκ εὐθηνίαν μόνον ἀλλὰ καὶ ἐλάττωσιν τῶν πολεμίων καὶ εὐφροσύνην τοῖς πράγμασι δηλοῖ. ΝΟΕΜΒΡΙΟΣ αʹ. |
| Ost 32 [45] | Εἰ βροντήσῃ, διχόνοιαν δηλοῖ τῇ πόλει. βʹ. εἰ βροντήσῃ, εὐθηνίαν προλέγει. γʹ. εἰ βροντήσῃ, πράγματα ἀναφύεται, δι’ ὧν οἱ ἐλάττους περιέσονται τῶν μειζόνων. δʹ. εἰ βροντήσῃ, κρείττων ὁ σῖτος. εʹ. εἰ βροντήσῃ, ζάλην τοῖς πράγμασι δηλοῖ, αἰσθητοῖς τε καὶ ἀλόγοις νόσον. ϛʹ. εἰ βροντήσῃ, σκώληκες τῷ σίτῳ λυμανοῦνται. ζʹ. εἰ βροντήσῃ, τοῖς ὑπὸ τὴν δύσιν ἀνθρώποις τε καὶ ἀλόγοις νόσοι. ηʹ. εἰ βροντήσῃ, ἀδδηφαγίας ἔσεσθαι δεῖ διὰ νόσους ἀπειλουμένας. θʹ. εἰ βροντήσῃ, δημοτῶν ἀνασκολοπισμοὶ ἔσονται, ἀλλὰ μὴν καὶ ἀφθονία τῶν ἐπιτηδείων. ιʹ. εἰ βροντήσῃ, πέρας ἔχει τὰ κακῶς βουλευθέντα τοῖς κρατοῦσιν, ἄνεμος δὲ καυσώδης τοῖς δένδροις λυμαίνεται. ιαʹ. εἰ βροντήσῃ, εὐχαριστείτωσαν ἄνθρωποι τῷ θεῷ· ἄνεμος γὰρ ἐξ ἀνατολῶν ῥεύσει. ιβʹ. εἰ βροντήσῃ, ἐνύπνια τοῖς ἀνθρώποις πλείονα δόξει. ιγʹ. εἰ βροντήσῃ, ἐπικερδῆ μὲν τὸν καιρὸν, λοιμικὸν δὲ ἀπειλεῖ, ἕλμισι δὲ ἐντοσθίοις κακοῖ τὰ σώματα. ιδʹ. εἰ βροντήσῃ, ἑρπετὰ τοῖς ἀνθρώποις ἠρέμα πως λυμαίνεται. ιεʹ. εἰ βροντήσῃ, ὁ μὲν ἰχθὺς ἀφθονώτατος, λοιμώξει δὲ τὰ ἔνυδρα θηρία, καὶ τὰ κοινὰ δῆθεν καλλίονα. ιϛʹ. εἰ βροντήσῃ, ἀκρίδες καὶ μυῶν ἀρουραίων γένεσις, τῷ δὲ βασιλεῖ κίνδυνος, καὶ σίτου ἀφθονία ἔσται. ιζʹ. εἰ βροντήσῃ, νομὴν ἄφθονον τοῖς κτήνεσι δηλοῖ. ιηʹ. εἰ βροντήσῃ, πόλεμον δηλοῖ καὶ τοῖς ἀστειοτέροις λύπας. ιθʹ. εἰ βροντήσῃ, γυναικῶν εὐπραγίας. κʹ. εἰ βροντήσῃ, λιμὸν ἀλλ’ οὐκ εἰς μακρὰν δηλοῖ. καʹ. εἰ βροντήσῃ, οἱ μύες φθαρήσονται, εὐθηνία δὲ οὐ σίτου μόνον ἀλλὰ καὶ νομῆς, καὶ ἰχθύων πλῆθος. κβʹ. εἰ βροντήσῃ, εὐετηρίαν δηλοῖ. κγʹ. εἰ βροντήσῃ, ἄνεμος νοσώδης πνεύσει. κδʹ. εἰ βροντήσῃ, φρούριον τῇ πολιτείᾳ χρηστὸν ὑπὸ πολεμίοις τελέσει. κεʹ. εἰ βροντήσῃ, πόλεμος ἐπικίνδυνος ἔσται· καὶ ἄνεμος νοσώδης πνεύσει. κϛʹ. εἰ βροντήσῃ, πόλεμον ἐμφύλιον καὶ πτῶσιν πολλῶν δηλοῖ· ὄμβροι τε ἔσονται λοιμώδεις. κζʹ. εἰ βροντήσῃ, τὰ αὐτὰ ἀπειλεῖ. κηʹ. εἰ βροντήσῃ, τῆς συγκλήτου πολλοὶ ἀθυμίᾳ φθαρήσονται. κθʹ. εἰ βροντήσῃ, οἱ μὲν χείρους κάλλιον πράξουσιν, αἱ δὲ ἐσόμεναι ὀπῶραι φθαρήσονται. λʹ. |
| Ost 32 (50) | εἰ βροντήσῃ, θεοφιλέστερον οἱ ἄνθρωποι ζήσονται· καὶ εἰκότως σύμμετρα τὰ κακά. ΔΕΚΕΜΒΡΙΟΣ αʹ. |
| Ost 33 [45] | Εἰ βροντήσῃ, εὐετηρίαν μεθ’ ὁμονοίας δηλοῖ. βʹ. εἰ βροντήσῃ, ἀφθονία ἰχθύων καὶ καρπῶν διαφερόντως. γʹ. εἰ βροντήσῃ, τοῖς θρέμμασιν ἄνθρωποι καταχρήσονται δι’ ἔνδειαν ἰχθύων. δʹ. εἰ βροντήσῃ, βαρὺς ἔσται χειμών, εὐθηνία δὲ ὅμως. εʹ. εἰ βροντήσῃ, νόσους ψωρώδεις ἀπειλεῖ. ϛʹ. εἰ βροντήσῃ, αἰσίους ὀνείρους οἱ ἄνθρωποι ἐνυπνιασθήσονται, οἳ κακὸν πέρας ἕξουσιν. ζʹ. εἰ βροντήσῃ, τὸ αὐτὸ δηλοῖ πᾶσιν. ηʹ. εἰ βροντήσῃ, νότος ἐπικρατήσει· ἐξ οὗ εὐθηνία μὲν καρπῶν ἔσται, ὄλεθρος δὲ θρεμμάτων. θʹ. εἰ βροντήσῃ, κλεινοῦ ἀνδρὸς πτῶσις ἔσται. ιʹ. εἰ βροντήσῃ, φθορὰν ἀνθρώποις ἐκ νοσημάτων ἀπειλεῖ, οἱ δὲ ἰχθύες ἐπιδώσουσιν. ιαʹ. εἰ βροντήσῃ, καυσώδης ἡ θερινὴ ἔσται τροπή, καὶ ἀφθονία ἐπείσακτος. ιβʹ. εἰ βροντήσῃ, ἐκ γαστρορροίας νόσους ἀπειλεῖ. ιγʹ. εἰ βροντήσῃ, εὐθηνίαν, νόσους δὲ ἀπειλεῖ. ιδʹ. εἰ βροντήσῃ, ἐμφύλιον ἅμα πόλεμον καὶ εὐθηνίαν δηλοῖ. ιεʹ. εἰ βροντήσῃ, πολλοὶ ἐπὶ πόλεμον πορεύσονται, ὀλίγοι δὲ ἀναστρέψουσιν. ιϛʹ. εἰ βροντήσῃ, καινοπρεπῆ πράγματα ἐπὶ τῆς πολιτείας. ιζʹ. εἰ βροντήσῃ, ἀκρίδας φύσεσθαι λεπτὰς ἀπειλεῖ, εὐθηνίαν δὲ ὅμως. ιηʹ. εἰ βροντήσῃ, πόλεμος ἔσται βαρύς. ιθʹ. εἰ βροντήσῃ, ἐπίτασιν τοῦ πολέμου ἀπειλεῖ. κʹ. εἰ βροντήσῃ, ἔνδειαν τῶν ἀναγκαίων λέγει. καʹ. εἰ βροντήσῃ, ἄνεμον θερμὸν καὶ νοσοποιὸν ῥεῦσαι ἀπειλεῖ. κβʹ. εἰ βροντήσῃ, καυσῶδες ἔσται τὸ θέρος καὶ πολύκαρπον. κγʹ. εἰ βροντήσῃ, ἀνθρώποις νόσον δηλοῖ, ἀλλ’ ἀκίνδυνον. κδʹ. εἰ βροντήσῃ, ἐμφυλίους πολέμους τῇ πόλει καὶ ὄλεθρον τοῖς ὑλαίοις θηρίοις ἀπειλεῖ. κεʹ. εἰ βροντήσῃ, ἐκστρατείας κίνησις ἐπὶ πόλεμον, ἀλλ’ εὐτυχήσει. κϛʹ. εἰ βροντήσῃ, νόσους τοῖς θεράπουσιν ἀπειλεῖ. κζʹ. εἰ βροντήσῃ, ὁ βασιλεὺς πολλοὺς ὠφελήσει. κηʹ. εἰ βροντήσῃ, ἀκρίδων γένεσις. κθʹ. εἰ βροντήσῃ, ἰσχνότητα τοῖς σώμασιν ὑγιεινὴν δηλοῖ. λʹ. εἰ βροντήσῃ, ἀνταρσίαν κατὰ τῆς βασιλείας δηλοῖ καὶ εἰκότως πόλεμον. ΙΑΝΟΥΑΡΙΟΣ αʹ. |
| Ost 34 [45] | Εἰ βροντήσῃ, ἐλαφρὸς ἄνεμος ῥεύσει, ἀλλ’ ἀκίνδυνος. βʹ. εἰ βροντήσῃ, ἀδόκητος ἔσται πόλεμος. γʹ. εἰ βροντήσῃ, μετὰ νίκην ἧτταν τοῖς ἐν πολέμῳ φράζει· εὐθηνία δὲ ἔσται. δʹ. εἰ βροντήσῃ, ὁμονοήσει ὁ δῆμος πρὸς εἰρήνην. εʹ. εἰ βροντήσῃ, ὑγίειαν τοῖς κτήνεσι σημαίνει. ϛʹ. εἰ βροντήσῃ, βηχώδη νόσον ἀπειλεῖ, ἀφθονίαν δὲ ἰχθύων καὶ καρπῶν δηλοῖ. ζʹ. εἰ βροντήσῃ, δουλομαχία ἔσται καὶ νόσος συχνή. ηʹ. εἰ βροντήσῃ, ὁ δυνάστης τῆς πολιτείας πρὸς τοῦ δήμου κινδυνεύσει. θʹ. εἰ βροντήσῃ, ὁ τῆς ἀνατολῆς βασιλεὺς κινδυνεύσει. ιʹ. εἰ βροντήσῃ, ἀνέμου κίνησιν σφοδρὰν καὶ σίτου μὲν εὐφορίαν τῶν δ’ ἄλλων καρπῶν ἀφορίαν δηλοῖ. ιαʹ. εἰ βροντήσῃ, λιμὸν σημαίνει καὶ μέχρις ἀλόγων. ιβʹ. εἰ βροντήσῃ, οἱ ἄνθρωποι τὰς ὄψεις νοσήσουσιν, ἔσται δὲ πολὺς χόρτος καὶ ἰχθύων ἐπίδοσις. ιγʹ. εἰ βροντήσῃ, νόσους ἀπειλεῖ. ιδʹ. εἰ βροντήσῃ, σπάνιν καὶ μυῶν γένεσιν καὶ ὄλεθρον τετραπόδων ἀπειλεῖ. ιεʹ. εἰ βροντήσῃ, στάσιν δουλικὴν καὶ τιμωρίαν αὐτοῖς καὶ εὐθηνίαν καρπῶν. ιϛʹ. εἰ βροντήσῃ, ὁ δῆμος ὑπὸ τοῦ βασιλέως ταραχθήσεται. ιζʹ. εἰ βροντήσῃ, νόσους ἀκινδύνους ἀπειλεῖ. ιηʹ. εἰ βροντήσῃ, πράγματα ἐκδειματοῦντα τὸν δῆμον ἀναστήσεται. ιθʹ. εἰ βροντήσῃ, καὶ ὁ βασιλεὺς νικήσει καὶ ὁ δῆμος τὴν κρείττονα ἕξει τάξιν. κʹ. εἰ βροντήσῃ, εὐθηνία μὲν ἐπείσακτος ἔσται, βηχώδης δὲ νόσος ἐνοχλήσει τοῖς σώμασιν. καʹ. εἰ βροντήσῃ, ὁ βασιλεὺς πολλοῖς ἐπιβουλεύσας τέλος ἐπιβουλεύεται. κβʹ. εἰ βροντήσῃ, εὐθηνία μὲν ἔσται, μυῶν δὲ καὶ ἐλάφων πλῆθος. κγʹ. εἰ βροντήσῃ, εὐταξίαν τῇ πόλει δηλοῖ. κδʹ. εἰ βροντήσῃ, νόσον μετὰ ἐνδείας δηλοῖ. κεʹ. εἰ βροντήσῃ, δουλομαχία ἔσται. κϛʹ. εἰ βροντήσῃ, πολλοὶ πρὸς τοῦ κρατοῦντος ἀναιρεθήσονται, τέλος δὲ καὶ αὐτός. κζʹ. εἰ βροντήσῃ, νόσους ἀκινδύνους δηλοῖ. κηʹ. εἰ βροντήσῃ, οἱ μὲν ἐνάλιοι ἰχθύες ἐπιδώσουσι, τὰ δὲ θρέμματα φθαρήσεται. κθʹ. εἰ βροντήσῃ, λοιμικὸν καὶ νοσῶδες ἐπὶ πᾶσι τὸ τοῦ ἀέρος κατάστημα. λʹ. εἰ βροντήσῃ, θάνατον συχνὸν ἀπειλεῖ. ΦΕΒΡΟΥΑΡΙΟΣ αʹ. |
| Ost 35 [45] | Εἰ βροντήσῃ, πόλεμον καὶ πτῶσιν ἀνδρῶν εὐπόρων ἀπειλεῖ. βʹ. εἰ βροντήσῃ, ὁ μὲν σῖτος ἐλάττων, ἡ δὲ κριθὴ κρείττων, καὶ θηρίων μὲν αὔξησις, φθίσις δὲ ἀνθρώπων ἔσται. γʹ. εἰ βροντήσῃ, ἐμφύλιος ἔσται στάσις. δʹ. εἰ βροντήσῃ, οἱ ἄνθρωποι οὐ προσώποις μόνον ἀλλὰ καὶ διανοίαις αὐταῖς ταραχθήσονται. εʹ. εἰ βροντήσῃ, ἄμητος πολὺς καὶ ἀνθρώπων ἀπώλεια ἔσται. ϛʹ. εἰ βροντήσῃ, φθορὰ τῶν ξηρῶν καρπῶν, καὶ διαφερόντως τῶν κριθῶν. ζʹ. εἰ βροντήσῃ, φθορὰν οὐκ εἰς μακρὰν ἀνθρώποις ἀπειλεῖ. ηʹ. εἰ βροντήσῃ, πρᾶγμα μέγιστον ἀναφύσεται τῇ πολιτείᾳ, καὶ οἱ μὲν ἰχθύες ἐπιδώσουσι, τὰ δὲ θηρία φθαρήσεται. θʹ. εἰ βροντήσῃ, ἐλάττων ἡ κριθή. ιʹ. εἰ βροντήσῃ, τὰ θηρία τοῖς ἀνθρώποις λυμανεῖται. ιαʹ. εἰ βροντήσῃ, εὐτοκία γυναικῶν. ιβʹ. εἰ βροντήσῃ, θάνατον συχνὸν ἀπειλεῖ καὶ ἀνέμους ἀήθεις. ιγʹ. εἰ βροντήσῃ, εὐθηνία μὲν ἔσται, στάσις δὲ ὅμως πολιτική. ιδʹ. εἰ βροντήσῃ, ἀποβολὴν τέκνων καὶ ἔφοδον ἑρπετῶν ἐπιβλαβῆ ἀπειλεῖ. ιεʹ. εἰ βροντήσῃ, λοιμικὸς ἀὴρ ἔσται, θηρίων τε καὶ μυῶν γένεσις. ιϛʹ. εἰ βροντήσῃ, τῷ μὲν δήμῳ αἴσιον, τοῖς δὲ δυνατοῖς ἐκ διχονοίας κακόν. ιζʹ. εἰ βροντήσῃ, θέρος ἔσται ἀφθονώτατον. ιηʹ. εἰ βροντήσῃ, ἄνεμον βαρὺν καὶ φλυκταινῶν ἀνάστημα τοῖς σώμασιν ἀπειλεῖ. ιθʹ. εἰ βροντήσῃ, ἑρπετῶν καὶ ἑλμίνθων πρὸς αὐτοῖς ὄχλος ἔσται. κʹ. εἰ βροντήσῃ, καλοὺς ἀέρας δηλοῖ. καʹ. εἰ βροντήσῃ, εὐθηνίαν δηλοῖ. κβʹ. εἰ βροντήσῃ, ἐπίνοσος ὁ ἀήρ, ἀλλ’ οὐ φθαρτικὸς ἔσται. κγʹ. εἰ βροντήσῃ, ἀνθρώποις μὲν δυσμορφίαν, ὀρνέοις δὲ φθορὰν ἀπειλεῖ. κδʹ. εἰ βροντήσῃ, ὑγίειαν μὲν ἀνθρώποις, ἰχθύσι δὲ καὶ ἑρπετοῖς ὄλεθρον ἀπειλεῖ. κεʹ. εἰ βροντήσῃ, τοῖς τρυφῶσιν ἐναντίον· πόλεμοι γὰρ ἔσονται, καὶ ζάλη βαρεῖα. κϛʹ. εἰ βροντήσῃ, αὐχμὸν καὶ λειψυδρίαν καὶ ψώρωσιν τοῖς σώμασιν ἀπειλεῖ. κζʹ. εἰ βροντήσῃ, στάσιν τῷ δήμῳ δηλοῖ. κηʹ. |
| Ost 35 (50) | εἰ βροντήσῃ, εὐθηνίαν μέν, ἄνεμον δὲ νοσοποιὸν ῥεῦσαι μαντεύεται. κθʹ. εἰ βροντήσῃ, πόλεμον καὶ εὐθηνίαν δηλοῖ. λʹ. εἰ βροντήσῃ, ἀγαθὰ σημαίνει μετὰ μακρᾶς τινος τοῦ δήμου διχοστασίας. ΜΑΡΤΙΟΣ αʹ. |
| Ost 36 [45] | Εἰ βροντήσῃ, ἅπαν τὸ ἔτος ἁψιμαχίαι καὶ διχόνοιαι ἔσονται. βʹ. εἰ βροντήσῃ, παύσεται τὰ προαπειλούμενα. γʹ. εἰ βροντήσῃ, κακοδαιμονία μετὰ ἐνδείας τοῖς πράγμασιν. δʹ. εἰ βροντήσῃ, εὐθηνία ἀφθονωτάτη ἔσται. εʹ. εἰ βροντήσῃ, εὐήλιον τὸ ἔαρ καὶ εὔκαρπον τὸ θέρος ἔσται. ϛʹ. εἰ βροντήσῃ, ὅμοια τοῖς πρὸ ταύτης. ζʹ. εἰ βροντήσῃ, ἄνεμος βαρὺς ἀναστήσεται, ὁ δὲ κρατῶν τὰ πράγματα κινήσει. ηʹ. εἰ βροντήσῃ, βροχὰς σημαίνει. θʹ. εἰ βροντήσῃ, φθορὰν μὲν ἀνθρώπων, γένεσιν δὲ θηρίων ἀπειλεῖ. ιʹ. εἰ βροντήσῃ, φθορὰ τοῖς τετραπόδοις. ιαʹ. εἰ βροντήσῃ, κατομβρίαν καὶ ἀκρίδων γένεσιν δηλοῖ. ιβʹ. εἰ βροντήσῃ, δυνατὸς τοῦ πολιτεύματος ἢ στρατηγὸς κινδυνεύσει, διὸ μάχαι συρραγήσονται, καὶ τὰ θηρία τοῖς ἀνθρώποις ἐπέλθῃ. ιγʹ. εἰ βροντήσῃ, εὐθηνία ἔσται, τὰ δὲ θηρία φθαρήσεται, καὶ οἱ ἰχθύες ἐπιδώσουσι· καὶ ἑρπετὰ τοῖς οἰκήμασιν ἐνοχλήσει, οὐ μὴν βλάψει. ιδʹ. εἰ βροντήσῃ, εὐθηνίαν μὲν σημαίνει, θάνατον δὲ ἀνθρώπων καὶ γένεσιν θηρίων ἀπειλεῖ. ιεʹ. εἰ βροντήσῃ, καύματα σημαίνει καὶ λειψυδρίαν καὶ μυῶν ὄχλον καὶ ἰχθύων πολύν. ιϛʹ. εἰ βροντήσῃ, ὑγιεινὸν μὲν τὸ ἔτος, ἀλλ’ ἐνδεὲς τῶν ἐπιτηδείων. ιζʹ. εἰ βροντήσῃ, πρᾶγμα παράδοξον τῷ δήμῳ συμβήσεται, συχνὴ δὲ φθορὰ ἀνθρώποις τε καὶ θηρίοις τετράποσιν. ιηʹ. εἰ βροντήσῃ, κατομβρίαν καὶ νόσον καὶ ἀκρίδων γένεσιν καὶ ἐγγὺς ἀκαρπίαν δηλοῖ. ιθʹ. εἰ βροντήσῃ, αὐχμὸς ξηρότατος καὶ φθοροποιός. κʹ. εἰ βροντήσῃ, εὐπορώτερον οἱ ἄνθρωποι ἅμα καὶ ἀφθονώτερον ζήσονται. καʹ. εἰ βροντήσῃ, εὐθηνίαν μετὰ πολέμους καὶ φθορώδεις αὐχμοὺς δηλοῖ. κβʹ. εἰ βροντήσῃ, φθορὰν μὲν ὀρνέων, ἐπίδοσιν δὲ τῶν ἐπιτηδείων. κγʹ. εἰ βροντήσῃ, στάσεις δηλοῖ. κδʹ. εἰ βροντήσῃ, εὐθηνίαν σημαίνει. κεʹ. εἰ βροντήσῃ, καινὰ πράγματα τῷ δήμῳ ἀναφύεται. κϛʹ. εἰ βροντήσῃ, κτῆσιν ἐπεισάκτων ἀνδραπόδων δηλοῖ. κζʹ. εἰ βροντήσῃ, ἐπείσακτον εὐθηνίαν δηλοῖ. κηʹ. |
| Ost 36 (50) | εἰ βροντήσῃ, ἀφθονία ἰχθύων θαλαττίων ἔσται. κθʹ. εἰ βροντήσῃ, αἱ γυναῖκες τῆς κρείττονος δόξης ἀνθέξονται. λʹ. εἰ βροντήσῃ, δυνατός τις τῆς βασιλείας ἐγκρατὴς ἔσται, δι’ οὗ εὐφροσύνη. ΑΠΡΙΛΙΟΣ αʹ. |
| Ost 37 [45] | Εἰ βροντήσῃ, ἐμφύλιον στάσιν καὶ ἀποπτώσεις οὐσιῶν ἀπειλεῖ. βʹ. εἰ βροντήσῃ, δίκης σημεῖον, ἐσθλοῖς ἐσθλὰ φερούσης καὶ φαύλοις φαῦλα. γʹ. εἰ βροντήσῃ, κέρδη ἐξ ἐπεισάκτου εὐθηνίας δηλοῖ. δʹ. εἰ βροντήσῃ, ὀργὴν τῶν κρειττόνων ἀπειλεῖ τοῖς ἀξίοις. εʹ. εἰ βροντήσῃ, αὐχμὸν μὲν τῷ ἦρι, ὑγιεινὸν δὲ τὸν ἐνιαυτὸν σημαίνει. ϛʹ. εἰ βροντήσῃ, πόλεμοι ἐμφύλιοι ἀναστήσονται. ζʹ. εἰ βροντήσῃ, ἀγαθὰ πάντα καὶ ἄφθονον εὐετηρίαν δηλοῖ. ηʹ. εἰ βροντήσῃ, κατομβρίαν δηλοῖ ἐπίνοσον. θʹ. εἰ βροντήσῃ, νίκην τῇ βασιλείᾳ δηλοῖ καὶ τοῖς δυνατοῖς εὐφροσύνην. ιʹ. εἰ βροντήσῃ, ἀνδρῶν ἀγαθῶν προκοπαὶ ἔσονται. ιαʹ. εἰ βροντήσῃ, τὰ αὐτὰ σημαίνει. ιβʹ. εἰ βροντήσῃ, βροχὰς καὶ εὐθηνίας καὶ φθορὰν ἰχθύων δηλοῖ. ιγʹ. εἰ βροντήσῃ, ἀνθρώποις καὶ κτήνεσι φθορὰν ἀπειλεῖ. ιδʹ. εἰ βροντήσῃ, ὑγίειαν καὶ εὐθηνίαν δηλοῖ. ιεʹ. εἰ βροντήσῃ, λοιμὸν σημαίνει. ιϛʹ. εἰ βροντήσῃ, εὐθηνίαν μέν, μυῶν δὲ ἀρουραίων γένεσιν δηλοῖ. ιζʹ. εἰ βροντήσῃ, ἀφθονίαν τῶν ἐπιτηδείων σημαίνει. ιηʹ. εἰ βροντήσῃ, διχόνοιαν καὶ ἀνδρῶν ἀστοχίαν σημαίνει. ιθʹ. εἰ βροντήσῃ, δυνατὸς ἀνὴρ τῆς πολιτείας οὐσίας ἅμα καὶ δόξης ἀφαιρεθήσεται. κʹ. εἰ βροντήσῃ, θεοχολωσίαν σημαίνει. καί. εἰ βροντήσῃ, τοῖς μὲν καρποῖς δεξιόν, τῇ δὲ πολιτείᾳ πόλεμον σημαίνει. κβʹ. εἰ βροντήσῃ, φθορὰ τῶν μυῶν ἔσται. κγʹ. εἰ βροντήσῃ, βροχὴν ὠφέλιμον τοῖς σπορίμοις δηλοῖ. κδʹ. εἰ βροντήσῃ, διχόνοια ἔσται τῶν δυνατῶν, τὰ δὲ σκέμματα αὐτῶν ἀναφανήσεται. κεʹ. εἰ βροντήσῃ, εἰρήνη ἀνὰ πάντα τὸν ἐνιαυτόν. κϛʹ. εἰ βροντήσῃ, ἐλπίδα καρπῶν μεγάλην καὶ ἀμήτων σπάνιν δηλοῖ. κζʹ. εἰ βροντήσῃ, διοσημεία παράδοξος ὀφθήσεται. κηʹ. εἰ βροντήσῃ, ὅπλοις ὁ δῆμος ἀναζώσεται. κθʹ. εἰ βροντήσῃ, ἐπικρατήσει ὁ ζέφυρος. λʹ. εἰ βροντήσῃ, πραγμάτων καλῶν ἐπομβρία. ΜΑΙΟΣ αʹ. |
| Ost 38 [45] | Εἰ βροντήσῃ, φυγὴν τῷ δήμῳ καὶ ἀτιμίαν δηλοῖ. βʹ. εἰ βροντήσῃ, λιμὸν ἀπειλεῖ. γʹ. εἰ βροντήσῃ, ἐπείσακτον εὐθηνίαν δηλοῖ. δʹ. εἰ βροντήσῃ, εὔκρατος ἀήρ, καὶ οἱ καρποὶ εὐθηνοὶ ἔσονται. εʹ. εἰ βροντήσῃ, ἐναλλαγὴ τῶν λυπηρῶν τοῖς πράγμασιν ἔσται, καὶ πλείων ὁ σῖτος ἤπερ ἡ κριθή· τὰ δὲ ὄσπρια φθαρήσεται. ϛʹ. εἰ βροντήσῃ, θᾶττον ἀκμάσαι τοὺς καρποὺς καὶ φθαρῆναι δηλοῖ. ζʹ. εἰ βροντήσῃ, ὀρνέων καὶ ἰχθύων ἀφθονία ἔσται. ηʹ. εἰ βροντήσῃ, ἀπαίσιον τῷ δήμῳ. θʹ. εἰ βροντήσῃ, λοιμὸν σημαίνει, ἀλλὰ μετρίως ἐπικίνδυνον. ιʹ. εἰ βροντήσῃ, ταραχὰς κατομβρίας καὶ ὑπερχύσεις ποταμῶν ἐπιβλαβεῖς δηλοῖ, σαυρῶν τε καὶ ἑρπετῶν πλῆθος. ιαʹ. εἰ βροντήσῃ, εὐθηνίαν κατά τε τὴν γῆν κατά τε τὴν θάλασσαν ἐλπιστέον. ιβʹ. εἰ βροντήσῃ, φθορὰ ἰχθύων ἔσται. ιγʹ. εἰ βροντήσῃ, ἐπίδοσιν ποταμίων ὑδάτων δηλοῖ, νόσους δὲ τοῖς ἀνθρώποις. ιδʹ. εἰ βροντήσῃ, ἀνατολικὸς ἔσται πόλεμος καὶ φθορὰ πολλή. ιεʹ. εἰ βροντήσῃ, εὐθηνίαν δηλοῖ. ιϛʹ. εἰ βροντήσῃ, εὔχεσθαι δεῖ διὰ τὰ ἀπειλούμενα. ιζʹ. εἰ βροντήσῃ, ὑετὸν σημαίνει. ιηʹ. εἰ βροντήσῃ, στάσιν καὶ ἐξ αὐτῆς πόλεμον καὶ ἔνδειαν τῶν ἐπιτηδείων. ιθʹ. εἰ βροντήσῃ, εὐνοίᾳ τοῦ δήμου ἀνήρ τις εἰς ἄκρον εὐδαιμονίας ἀρθήσεται. κʹ. εἰ βροντήσῃ, τοῖς μὲν περὶ τὴν ἀνατολὴν εὐθηνία, τοῖς δὲ ἐπὶ δύσιν οὐχ οὕτως. καʹ. εἰ βροντήσῃ, εὐχῶν δεῖ διὰ τὰ ἀπειλούμενα. κβʹ. εἰ βροντήσῃ, κατομβρίαν καὶ φθορὰν τῶν θαλαττίων ἰχθύων σημαίνει. κγʹ. εἰ βροντήσῃ, εὐομβρίαν καρποφόρον δηλοῖ. κδʹ. εἰ βροντήσῃ, μεγάλα κακά, ὡς ἐξ ἀθυμίας λειποθυμῆσαι τοὺς ὑπηκόους. κεʹ. εἰ βροντήσῃ, ἀνάπαυλαν καὶ ὕφεσιν τῶν κακῶν ἐλπιστέον. κϛʹ. εἰ βροντήσῃ, καλὸν τοῖς περὶ γεωργίαν ἔχουσιν. κζʹ. εἰ βροντήσῃ, διοσημεία ἔσται καὶ κομήτης ἐξαφθήσεται. κηʹ. εἰ βροντήσῃ, ὡσαύτως ἔσται. κθʹ. εἰ βροντήσῃ, πόλεμον ἀρκτῷον σημαίνει, ἀλλ’ ἀκίνδυνον τοῖς πράγμασιν. λʹ. εἰ βροντήσῃ, τὰ φυτὰ τῷ ἀνέμῳ συντριβήσεται. Ταύτην τὴν ἐφήμερον βροντοσκοπίαν ὁ Νιγίδιος οὐ καθολικὴν ἀλλὰ μόνης εἶναι τῆς Ῥώμης ἔκρινεν. |
| Ost 39-41t | ΒΡΟΝΤΟΣΚΟΠΙΑ ΕΚ ΤΩΝ ΦΟΝΤΗΙΟΥ ΤΟΥ ΡΩΜΑΙΟΥ ΚΑΘ’ ΕΡΜΗΝΕΙΑΝ ΠΡΟΣ ΛΕΞΙΝ Σελήνης ἐχούσης τὸν αἰγόκερων εἰ ἐν ἡμέρᾳ βροντὴ γένηται, τύραννον ἐπαναστήσεσθαι ἀπειλεῖ τοῖς ἀπὸ τῆς στενῆς θαλάσσης ἄχρι Νείλου χωρίοις, ἐκπεσεῖν δὲ ὅμως αὐτὸν τῆς ἐγχειρήσεως. |
| Ost 39 [35] | οὐχ ἥκιστα δὲ καὶ τῶν ἐπιτηδείων ἔσται ἐλάττωσις. ὑπονοστήσει δὲ καὶ ὁ Νεῖλος, καὶ διχόνοια ἔσται τέκνοις πρὸς γονεῖς, καὶ ταραχαὶ τῶν ἀρχόντων ἐνίοις. Πέρσαι δὲ καὶ οἱ τῆς Εὐρώπης τὸ δυτικὸν ἔχοντες ἠρεμήσουσιν. εἰ δὲ νυκτός, ἔθνη βάρβαρα κατ’ ἀλλήλων ἐξενεχθήσεται, καὶ δογμάτων ἕνεκα τὰ τῆς Ῥωμαϊκῆς εἰρήνης σαλευθήσεται, καὶ τόπους δέ τινας τοῦ πολιτεύματος πολέμιοι πρὸς βραχὺ καθέξουσιν. ἄρχοντες ἐκ τῶν δυτικῶν ὁρμώμενοι ἡγήσονται παρανόμως τῶν κοινῶν. δυσδαίμονες δὲ ἔσονται οἱ τῶν ἀνθρώπων πλείους, καὶ χειμῶνες πικροί, καὶ ναυάγια, καὶ σάλοι σφαλεροί. Σελήνης 〈ἐν〉 ὑδροχόῳ οὔσης εἰ ἐν ἡμέρᾳ βροντήσῃ, κλεινῶν ἀνθρώπων καταλύσεις 〈δηλοῖ〉 ἐμπρησμούς τε βαρεῖς. καὶ ὁ μὲν ἄμητος ἱλαρός, ἀκρίσι δὲ καὶ θηρίοις ἐκβρωθήσεται, ἡ δὲ σταφυλὴ σφηξί. καὶ τὸ πάντων σχετλιώτερον, φάσματα τοῖς σώμασιν ἐνοχλήσει μετὰ νόσων, καὶ τῶν ὑδάτων διαμαρτήσει τὸ νόστιμον. καὶ οἱ μὲν ἐλάττονες τὰς τύχας ἐπὶ τὸ βέλτιον ἀνασπασθήσονται, οἱ δὲ μείζους ἐπὶ τὸ χεῖρον ἐκπεσοῦνται. ἀμετρία τε τῶν νόμων τὴν εἰρήνην ταράξει, καὶ ἐθνικῶν ἔσται ἐπὶ τῆς πολιτείας πάροδος. εἰ δὲ νυκτὸς βροντήσῃ, ἀπολεγέτω μὲν τῇ εἰρήνῃ τὸ δυτικόν, ὁ δὲ ἄμητος τῆς Ἀσίας εὐκταιότατος, καὶ οἱ ἄρχοντες παρὰ τὸ κρατοῦν ἐν αὐτοῖς οὐ σφόδρα τοὺς ὑπηκόους λυπήσουσι. Σελήνης 〈ἐν〉 ἰχθύσιν οὔσης ἐὰν βροντὴ ἐν ἡμέρᾳ γένηται, ὑδάτων ἐπίδοσιν δηλοῖ οὐ ποταμίων μόνον ἀλλὰ καὶ θαλαττίων, ἀχλύν τε τῷ ἀέρι, ἀλλὰ καὶ ἀφανισμὸν τοῖς ἰχθύσιν ἀπειλεῖ. τὰ δὲ θηρία πρὸς τὰς παγίδας αὐτομολήσει· φυτεύειν δ’ ὅμως φυτὰ ἐπευκταῖον. καὶ νοσῶδες μὲν τὸ κατάστημα, οἱ δὲ ἄρχοντες ἀνωμάλως διακείσονται. εἰ δὲ νυκτὸς ...... Σελήνης οὔσης 〈ἐν〉 κριῷ ἐὰν βροντὴ γένηται ἐν ἡμέρᾳ, φυγὴν μὲν Ἀραβίοις, λοιμὸν δὲ Πέρσαις ἀπειλεῖ. |
| Ost 40 [5] | εἰ δὲ νυκτί, Ἀσίαν καὶ Εὐρώπην ταράξουσι πολέμιοι, οἵ τε ναυτιλλόμενοι οὐκ ἔξω κινδύνων ἔσονται. καὶ ἀφθονία μὲν τῶν καρπῶν ἔσται, δυνατοῦ δὲ προσώπου πτῶσις· καὶ τὰ κοινὰ ἐγγὺς εὐθηνίας ἔσται. Σελήνης οὔσης 〈ἐν〉 ταύρῳ εἰ ἐν ἡμέρᾳ βροντήσῃ, ἐπομβρίαν δηλοῖ καὶ χαλαζώδη τὸν ἀέρα, καὶ ποταμῶν προχεύματα. καὶ ὁ μὲν ἰχθὺς ἄφθονος, οἱ δὲ περὶ τοὺς θαλαττίους πόρους ἀγρυπνοῦντες λυπηρότατοι. καὶ ὁ μὲν ἄμητος ἀγαθός, τοῖς δὲ κτήνεσι λοιμός. εἰ δὲ νύκτωρ, καρπῶν μὲν ἔνδειαν, ὑετῶδες δὲ καὶ χαλαζῶδες τὸ θερινὸν κατάστημα. ἄμβλωσίς τε γυναικῶν συμβήσεται, καὶ τὸ νόστιμον ὕδωρ ἐπιλείψει· καὶ κινήσεις μὲν στρατευμάτων λυπηραί, τῇ δὲ ἀνατολῇ τύραννος οὐκ εὐτυχὴς ἐνοχλήσει. Σελήνης οὔσης 〈ἐν〉 διδύμοις εἰ ἐν ἡμέρᾳ βροντήσῃ, θεοσεβέστατα ἔσται τὰ κοινά· εἰ δὲ ἐν νυκτί, τὰ ἐναντία. Σελήνης οὔσης 〈ἐν〉 καρκίνῳ εἰ ἐν ἡμέρᾳ βροντὴ γένηται καὶ νεκρὰ συμβαίη, ταραχαὶ τοῖς κοινοῖς πράγμασιν ἔσονται καινοτομίαι τε τοῖς πράγμασιν ἐπὶ τὸ χεῖρον· οἱ δὲ καρποὶ ψεύσονται. ἀλλὰ μὴν καὶ ἡ θάλασσα τοῖς ναυτιλλομένοις ὀλεθρία ἔσται, καὶ φθορὰ μὲν ἀνθρώπων, ἀφθονία δὲ ἰχθύων. εἰ δὲ ἐν νυκτί, Αἰθίοψι καὶ Πέρσαις ὄλεθρος ἐνσκήψει· τὰ δὲ δυτικὰ οὕτως λιμώξει, ὡς καὶ εἰς Αἴγυπτον δι’ ἔνδειαν καταφυγεῖν. Σελήνης οὔσης 〈ἐν〉 λέοντι ἐὰν βροντὴν ἐν ἡμέρᾳ γενέσθαι συμβαίη, δόλον κατὰ τῆς βασιλείας μελετᾶσθαι δηλοῖ. καινισμοί τε νόσων ἔσονται, καὶ θάνατοι τοῦ πλήθους ἐκ τιμωριῶν. καὶ ὁ μὲν ἄμητος ἄφθονος ἔσται, ὑπὸ δὲ πολεμίων διαρπαγήσεται, καὶ διαφερόντως κατὰ τὸ δυτικόν. κατισχύσουσί τε καὶ ἀδικήσουσιν οἱ ὑπερέχοντες τὸ ὑπήκοον. εἰ δὲ νυκτός, καὶ οὕτως ἡ βασιλεία ἐπιβουλευθήσεται, καὶ μέρος τῆς ἀνατολῆς ὑπὸ βαρβάροις τελέσει. κατόμβρισις δὲ τοῖς ὑγροῖς καρποῖς λυμανεῖται. ἐπισυρήσονται δὲ τοῖς κτήνεσιν ἑρπετὰ θανατηφόρα· δυνατοὶ δὲ τῆς πολιτείας πεσοῦνται. Σελήνης οὔσης 〈ἐν〉 παρθένῳ εἰ ἐν ἡμέρᾳ βροντήσῃ, ὑγρότερον ἔσται τὸ τοῦ ἀέρος κατάστημα, ἀφθονία δὲ τῶν ξηρῶν καρπῶν, ὡς ἠρέμα πως ἐπιρρεπεστέρους γενέσθαι τοὺς ἀνθρώπους ἐπὶ τὰ πταίσματα. |
| Ost 41 [5] | ἔσται δὲ καὶ φθορὰ τοῦ γυναικείου ἔθνους. εἰ δὲ νυκτός, λοιμὸς ἐνσκήψει τοῖς δυτικοῖς· τὰ δὲ θηρία οὕτως ἐπελεύσεται τοῖς ἀνθρώποις, ὡς φωλεοῖς αὐτοὺς ἐγκατακρύπτεσθαι· καὶ δυνατῶν δὲ ἀνδρῶν ἔσται πτῶσις, καὶ ἔνδεια ξηρῶν καρπῶν. Σελήνης οὔσης 〈ἐν〉 ζυγῷ εἰ ἐν ἡμέρᾳ βροντήσῃ, ἀγαθὰ ἐκδεχέσθωσαν ἄνθρωποι, ἐξῃρημένων Αἰγυπτίων. εἰ δὲ νυκτός, ἡ μὲν νεολαία ἐν ὅπλοις τελέσει καὶ ἐν πολέμοις φθαρήσεται, ἀφθονία γε μὴν τῶν καρπῶν ἔσται, ὑπὸ δὲ βαρβάρων δαπανηθήσεται. Σελήνης οὔσης 〈ἐν〉 σκορπίῳ ἐὰν ἐν ἡμέρᾳ βροντὴν ἢ ἀστραπὴν γενέσθαι συμβαίη, Ἀράβιοι ταραχθήσονται, ἔνδεια δὲ τῶν καρπῶν ἔσται, καὶ οἱ ἄνθρωποι κατ’ ἀλλήλων χωρήσουσιν· Ἀσσυρία γε μὴν πιεσθήσεται λιμῷ. εἰ δὲ νυκτός, πυρκαϊαὶ μὲν ἔσονται, πτώσεις δὲ πόλεων παραλίων καὶ διαφθορὰ καρπῶν καὶ τετραπόδων, θηρίων δὲ παντοίων ἐπιδρομή· ὅθεν εὔχεσθαι δεῖ, ὅπως μὴ καὶ κεραυνῶν ἐνσκήψεσιν ἀναλωθῶσι. Σελήνης οὔσης 〈ἐν〉 τοξότῃ ἐὰν ἐν ἡμέρᾳ βροντήσῃ, Πέρσαις ἀφανισμὸν ἀπειλεῖ, καὶ ὁ βασιλεὺς δὲ αὐτῶν δολοφονηθήσεται, εὐκαρπία δὲ ἔσται καὶ χειμῶνες εὔδιοι ἔσονται, 〈καὶ〉 φθορὰ μὲν ἀνθρώπων, ἀνδραποδισμοὶ δὲ πόλεων. εἰ δὲ ἐν νυκτί, ἐπομβρίαν δηλοῖ, καὶ κάματον δὲ τοῖς ἐγκύμοσι καὶ νόσους καὶ θανάτους αἰφνιδίους, ὡς περιττεύειν μὲν τοὺς καρπούς, ἀπολείπεσθαι δὲ τοὺς δαπανῶντας. ἔσονται δὲ σάλοι καὶ ἄνεμοι βίαιοι, καὶ ἀφανισθήσεται ἀνὴρ δυνατὸς καὶ βαρὺς τοῖς πράγμασιν. ΚΑΘΟΛΙΚΗ ΕΠΙΤΗΡΗΣΙΣ ΠΡΟΣ ΣΕΛΗΝΗΝ ΑΠΟ ΤΗΣ ΘΕΡΙΝΗΣ ΤΡΟΡΗΣ ΕΚ ΤΩΝ ΛΑΒΕΩΝΟΣ ΚΑΘ’ ΕΡΜΗΝΕΙΑΝ ΠΡΟΣ ΛΕΞΙΝ Εἰ κατὰ τὴν ἑνδεκάτην τοῦ καρκίνου μοῖραν σελήνη εἴη 〈ἐν〉 κρι ῷ , ἔσονται ἀχλύες καὶ βρονταὶ καὶ χάλαζαι, ταραχαὶ δὲ τοῖς δένδροις ἐκ βιαιοτέρων πνευμάτων, καὶ ζάλη ἀερία, τίμιοί τε οἱ καρποί, καὶ αὐχμηρὸν τὸ περιέχον ἐκ λοιμικῆς θερμασίας. |
| Ost 42 [45] | Εἰ δὲ 〈ἐν〉 ταύρ ῳ, ἔνδεια μὲν ἔσται τῶν ἐπιτηδείων, ἐλαίου δὲ διαφερόντως, τὰ μέντοι σταθμῷ ἀποδιδόμενα εὐτελῆ ἔσται. 〈Ἐν〉 διδύμοις γε μὴν οὔσης τῆς σελήνης ἐπὶ τῆς θερινῆς τροπῆς ἀμφίβολος ἔσται ὁ ἐνιαυτός· ἡγήσεται μὲν γὰρ ὑγρότης, ἕψεται δὲ ξηρότης, καὶ ὁ μὲν σῖτος ἐλάσσων, κρείττων δὲ ὁ οἶνος, καὶ οὐχ ἥκιστα τὸ ἔλαιον ἀφθονώτατα διαρκέσει. 〈Ἐν〉 καρκίνῳ δὲ οὔσης σελήνης ἐπὶ τῆς θερινῆς τροπῆς, ὡς προϋποδέδεικται (p. 62, 12), εὔφορος ὁ ἐνιαυτὸς ἔσται περὶ πάντας τοὺς καρπούς, ξηρούς τε καὶ ὑγρούς· εἰκότως οὖν εὐθηνίαν προσδοκητέον. Εἰ δὲ ἐπὶ τοῦ λέοντος σελήνης οὔσης ἡ θερινὴ συνέλθοι τροπή, βροντώδη καὶ θυελλώδη ἄν τις ἐκδέξαιτο τὸν ἀέρα· νεφώδης γὰρ ἔσται καὶ ἀχλυώδης, ὡς περιττευούσης τῆς ἐξ ὑπερῴων ὑγρασίας τοὺς μὲν ξηροὺς καρποὺς ἐλαττωθῆναι, τοὺς δὲ ὑγροὺς ἐπιδοῦναι. Ὅταν δὲ ἐπὶ τῆς θερινῆς τροπῆς σελήνη τὴν παρθένον ἔχῃ, στεῖρος μὲν καὶ ἐγγὺς ἄκαρπος ὁ ἐνιαυτός, ἐκ δὲ ἀδοκήτου περί τε τοὺς ξηροὺς καρποὺς καὶ ὑγροὺς ἔσται τις παραψυχή. 〈Ἐν〉 ζυγῷ οὖσα σελήνη εἰ τὴν θερινὴν καταλάβοι τροπήν, εὔφορον μὲν καὶ αὐτάρκη τὸν ἐνιαυτὸν ἐμφαίνει περὶ τοὺς ξηροὺς καρπούς, ὑγρὸν δὲ ὅμως καὶ ἔπομβρον· καὶ τὰ σταθμῷ διδόμενα τίμια ἔσται, τὸ δὲ ἔλαιον σὺν καὶ τῷ οἴνῳ ἔσται τιμιώτατον. 〈Ἐν〉 σκορπίῳ σελήνης ἐπὶ τῆς μὲν θερινῆς τροπῆς τυγχανούσης ξηρὸς καὶ ὄψιμος ὁ ἐνιαυτὸς ἐπὶ τοῖς καρποῖς ἔσται, χαλαζώδης δὲ οὐχ ἥκιστα καὶ ταρακτικός· ὅ γε μὴν σπόρος, καὶ εἴ τι ὑπὸ γῆν, ἔξω ἐλπίδος· λιμὸς οὖν ἔσται πάντως καὶ φθορὰ τῶν ἀνθρώπων. Τοξότην ἐχούσης σελήνης ἐπὶ τῆς τοῦ θερινοῦ κέντρου τροπῆς, πλημμύρα ἔσται ὑδάτων ἀτμοί τε καὶ χαλαζώδεις ὄμβροι, καὶ φθορὰ τῶν πτηνῶν, καὶ ναυάγια οὐ μικρά, καὶ ἐλαττώσεις μὲν τῶν ὑγρῶν καρπῶν, ἀφθονία δὲ τῶν ξηρῶν. Ὅταν γε μὴν τὸν αἰγόκερων ἔχῃ σελήνη ἐπὶ τῆς ἐν θέρει τροπῆς, οὕτως ἐπομβρήσει ὁ ἀὴρ ὡς ἐμποδὼν γενέσθαι τῇ συναγωγῇ τῶν καρπῶν καὶ μεταμελῆσαι τοῖς γεωργοῖς τῆς ἐπὶ τῷ σπόρῳ σπουδῆς· ἐκ παραδόξου δὲ οἱονεὶ τῆς προνοίας οἴνου μὲν καὶ ἐλαίου ἀφθονία, ἥκιστα δὲ λοιμῶδες τὸ τοῦ ἀέρος κατάστημα. Τῷ δ’ ὑδροχόῳ ἢ τοῖς ἰχθύσιν ἐνδιατριβούσης σελήνης τὰ αὐτὰ μὲν ἔσται σχεδὸν περὶ τὴν τῶν καρπῶν ἐκδοχήν, ἐλάττους δὲ ἔσονται οἱ ἰχθύες πρὸς αὐτούς, καὶ διαφερόντως οἱ ποτάμιοι καὶ ὅσοι θαλάσσης ἔξω μειωθήσονται. |
| Ost 43-46t [5] | ΠΕΡΙ ΚΕΡΑΥΝΩΝ Τὰς φύσεις τῶν πραγμάτων λέγειν, καὶ ὅπως γίνεσθαι κεραυνοὺς ἡ παλαιότης ὑπολαμβάνει, τοῖς ἀρχαιοτέροις ἀποχρώντως τῆς περὶ τῶν τοιούτων θεωρίας διαληφθείσης οὐ τούτου καιρός, οὐδὲ τὸ ἐπάγγελμα τουτὶ προύθηκεν, ἀλλ’ ὅπως κατὰ τὴν Θούσκων παράδοσιν ἐπιγνωσθεῖεν οἱ κεραυνοί, τί ἄρα παραδηλοῦσιν ἐκπίπτοντες. |
| Ost 43 [30] | ἐν τούτοις μὲν εἰδέναι χρὴ ὡς οὐ κατὰ πάντα τὸν ἐνιαυτὸν κεραυνοὶ ἀποθλίβονται· οὐδὲ γὰρ ἐπὶ θέρους ἢ ἐπὶ χειμῶνος τοῦτο συμβαίνειν πέφυκε καθόλου, ἀλλ’ ἐν ἦρι ἢ μετοπώρῳ, περὶ τὴν πλειάδος καὶ ἀρκτούρου ἐπιτολήν. ὅθεν οὔτε ἐν Σκυθίᾳ ἢ συνελόντι εἰπεῖν ἐπὶ τὸ ἀρκτῷον κέντρον κεραυνοὺς βάλλεσθαι, 〈οὔτε ἐν Αἰγύπτῳ〉 ἤγουν ἐπὶ τὸ νότιον, κέκριται, διὰ τὸ ψυχρὸν καὶ θερμὸν τοῦ κατὰ τοὺς χώρους ἐκείνους καταστήματος. ἐπὶ δὲ τῆς Ἰταλίας ὡς μάλιστα· εὔκρατος γὰρ σχεδὸν παρὰ πᾶν χωρίον ὁ κατ’ ἐκείνην ἀήρ, ἀπὸ μὲν ἄρκτου πλευρᾶς ἑκατέρας τῷ βορρᾷ ἰάπυγί τε κώρῳ τε ἐξ Ἄλπεων καταπνεομένης πάσης τῆς ὑποκειμένης τῷ Ἀπεννίνῳ βαθείας, ἀπὸ δὲ τοῦ πρὸς λίβα νεύματος τῷ νότῳ, καὶ νότῳ οὐ τῷ ξηρῷ καὶ βαρεῖ ἀλλὰ τῷ γονιμωτάτῳ πάντων, οἷον εἶναι τοῦτον ἡ παρήκουσα πρὸς Γάδειρα ἐπὶ τὸ Ἀτλαντικὸν μεγάλη παρασκευάζει θάλασσα, κιρνῶσα ταῖς ψυχραῖς ἀναθυμιάσεσι τὴν ἀτμώδη καὶ λοιμικὴν τοῦ μεσημβρινοῦ νότου θερμότητα. καὶ τὸ δὴ πάντων τῇ χώρᾳ τῆς εὐκρασίας αἰτιώτατον, ἄνωθεν τῷ Ἰονίῳ, κάτωθεν δὲ τῷ Τυρσηνικῷ παρακλύζεται πελάγει. ὅθεν δίς τε τὰ θρέμματα τοῦ ἔτους ἀπογεννᾶν πέφυκε, τυρός τε οὐ λείπει „οὔτ’ ἐν θέρει οὔτ’ ἐν ὀπώρῃ.“ τοιαῦτα μὲν ἄν τις περὶ Ἰταλίας εἴποι. Διάφορος δὲ καὶ οὐ μονοειδὴς ἡ τῶν κεραυνῶν φύσις. |
| Ost 44 [30] | τοὺς μὲν γὰρ ψολόεντας ἡ παλαιότης καλεῖ, τοὺς δὲ ἀργῆτα ς , σκηπτούς τε καὶ πρηστῆρα ς. οὐδὲ γὰρ πάντες ταὐτὸ πράττουσιν. εἰσὶ δὲ οἳ καὶ ἀναστρέφουσι πρὸς τὰς ῥήξεις τῶν νεφῶν, ὅθεν καὶ ἐξεθλίβησαν. καὶ οἱ μὲν διάπυροι πρηστῆρε ς, οἱ δὲ μὴ πυρώδεις τυφῶνε ς, οἱ δ’ ἔτι μᾶλλον ἀνειμένοι ἐκνεφία ι . αἰγίδες γε μὴν λέγονται οἱ ἐν συστροφῇ ἀέρος φερόμενοι. ταύτῃ αἰγίδα Διὶ περιτίθησιν ὁ λόγος, οἱονεὶ τὸν ἀέρα καταιγίδος καὶ συσσεισμοῦ αἴτιον παραινιττόμενος. εἰσὶ δὲ καὶ ἕτερα σχήματα κεραυνῶν· ἑλικίας αὐτοὺς τὰ βιβλία καλεῖ, ὅτι ἑλικοειδῆ γραμμὴν ἐν τῷ καταφέρεσθαι παραδεικνῦσιν. Ἔστι δὲ θαυμάσαι κἀν τούτῳ τὴν φύσιν καὶ τὸ ἄβατον τῶν ἐν αὐτῇ θεωρημάτων. οὐδὲ γὰρ πάντες (καίτοι πάντες ἐξ ἀέρος καὶ συστροφῆς νεφῶν φερόμενοι) τὰ αὐτὰ ἀλλήλοις δρῶσιν. ὁ γὰρ ἐν αὐτοῖς λεγόμενος ἀργή ς , ὃν καὶ λαμπρὸν ἐξαιρέτως καλοῦσιν οἱ ἀρχαῖο ι, πολλάκις ἐμπεσὼν ἐπὶ πίθον ἢ ἄγγος ἁπλῶς ἢ οἴνου ἢ ὕδατος, τὸ μὲν περιέχον ἀπήμαντον τὸ δὲ ἐμπεριεχόμενον ἄφαντον ἐποίησεν. οὐχ ἥκιστα δὲ καὶ ἐν σκεύεσι χρυσίον ἢ ἀργύριον φέρουσιν ἐμπεσὼν τῷ ἴσῳ τρόπῳ τὰ μὲν ἔνδον ἔτηξε, τὰ δὲ ἔξωθεν ἔσωσε. καὶ τὸ δὴ πάντων θαυμασιώτατον ἐπὶ γυναικὸς ἐγκύμονος συμβῆναί φησιν ὁ μέγας Ἀπουλήιο ς, καὶ γυναικὸς οὐκ ἠγνοημένης, Μαρκίας δὴ ἐκείνης τῆς Κάτωνι τῷ τελευταίῳ συνοικησάσης. ἐμπεσὼν γὰρ αὐτῇ κεραυνὸς ὁ λεγόμενος ἀργὴς ἤτοι λαμπρὸς αὐτὴν μὲν παντελῶς ἐφύλαξεν ἀβλαβῆ, τὸ δὲ ἐν αὐτῇ διεφόρησεν οὕτως ἀνεπαισθήτως, ὡς μηδὲ αὐτὴν συνιδεῖν ὅ τι γέγονε τὸ ἐν αὐτῇ, καίτοι πρὸς ἔξοδον ἔχον. τοιαύτην μὲν κατ’ ἐξαίρετον ἐνέργειαν ἡ τοῦ ἀργῆτος εἴληχε φύσις. Γενικῶς δ’ εἰπεῖν, ἀβλαβῶς φυλάττεται ἀπὸ κεραυνῶν καὶ οὐδὲ βάλλεται τὴν ἀρχὴν ἐν μὲν φυτοῖς δάφνη καὶ συκῆ· καὶ γὰρ ἡλίου ταῦτα. |
| Ost 45 [25] | ὅθεν καὶ δάφνην φιλεῖν Ἀπόλλων μυθεύεται, οἷον ὁ ἥλιος· καὶ εἰς λέοντα μεταβαλλόμενος, ἀντὶ τοῦ εἰς πῦρ, οὐ φθείρει τὴν δάφνην. ἐν δὲ πτηνοῖς ἀετός, ἐν δὲ ὑγροῖς φώκη· ὅθεν καὶ κεραυνοφόρος ὁ ἀετὸς καὶ Διὸς εἶναι νενόμισται. ἡ δὲ φώκη ὡς ἀπήμαντος ἐπιβολῇ κεραυνοῦ, μάρτυς ἡ πεῖρα ἀποδέδωκε· τῶν γὰρ νεῶν τὰ ἱστία, ἐν αἷς οἱ βασιλεῖς πλέουσι, φωκείοις εἴθισται ἀποδιφθεροῦσθαι δέρμασιν. οὐ πλέον δὲ πέντε ποδῶν κατακρύπτεσθαι κεραυνὸς πέφυκεν εἰς γῆν, ἐξωθούμενος ἄνωθεν· ὁ γὰρ ἀριθμὸς γηϊνώτατος. Ἔστι δ’ ὅτε καὶ ὑπ’ αἰθρίῳ τῷ ἀέρι πίπτουσι κεραυνοί· ὅπερ εἰ συμβαίη, οὐκέτι τὸν ἐπὶ τοῖς ζῳδίοις ἥλιον ἢ ἑτέραν γοῦν τῶν ἐγνωσμένων δέοι ἑρμηνείαν τοῦ ἐσομένου θηρᾶσθαι, ἀλλ’ αὐτόθεν ἀποφήνασθαι ἀνατροπὴν μὲν τοῖς κοινοῖς, ἀπώλειαν δὲ τῷ παντελεῖ χωρίῳ, ἐν ᾧ τοιοῦτό τι συμβήσεται. Ἄλλην δὲ ἐκ τοῦ ἐναντίου ὁ Νιγίδιος ἐν τῇ τῶν Ὀνείρων ἐπισκέψει παραδίδωσιν ἐπὶ τοῖς κεραυνοῖς ἑρμηνείαν. φησὶ γὰρ πᾶσι μὲν καθόλου ἀπευκταίαν εἶναι τὴν τῶν σκηπτῶν φοράν, κἂν εἰ μὴ τυχὸν βλάπτοιεν, τοῖς δ’ ὄναρ τουτὶ πάσχειν φανταζομένοις αἰσιώτατον καὶ λαμπρᾶς τύχης προμάντευμα. Ἄξιον δὲ ζητῆσαι τίνος χάριν ἐπὶ μὲν τῶν ἄλλων διοσημειῶν τὴν σελήνην, ἐπὶ δὲ μόνων τῶν κεραυνῶν τὸν ἥλιον ἡ ἀρχαιότης ἐπετήρησεν. |
| Ost 46 [20] | εἴρηται τοίνυν πολλαχοῦ, ὡς πάσης τῆς ὁποιδήποτε τυγχανούσης θερμῆς φύσεως καὶ πυρὸς ταμίας καὶ αἴτιος ἥλιός ἐστι, καὶ διαφερόντως ἐκείνου τοῦ πυρὸς λέγω, τοῦ κατ’ ἐνέργειαν δραστικοῦ, καὶ ἐν ᾇ οὐδεμίαν ἡ σελήνη μετουσίαν ἔχειν φαίνεται. τί γὰρ κεραυνοῦ δραστικώτερον ἢ πυρωδέστερον; ἐν ᾧ τοσαύτη τίς ἐστιν ἡ κατὰ φύσιν ὀξύτης, ὡς μηδὲ ἓν σῶμα παντελῶς ὑπομένειν αὐτόν· ὥστε ἐπειδὴ μὴ μόνον ἐστὶν ὑγρότητος ἔξω, ἀλλὰ καὶ πάσης τῆς ὁπωσδήποτε ὑποπιπτούσης αὐτῷ φύσεως σκεδαστής, δῆλον ὅτι ἡ σελήνη ἀλλοτρία κεραυνῶν ἐστί. καὶ γὰρ ὑγρὰ τὴν φύσιν καὶ ἐπὶ τῆς ὑγρᾶς τεταγμένη ζώνης, εἰκότως τε οὐ δυναμένη τὰ διὰ τῶν κεραυνῶν προλεγόμενα δηλῶσαι, ὥστε ἥλιος αἴτιος κεραυνῶν. ταύτῃ Ζεὺς ὁ αὐτὸς καὶ Ἥλιος τοῖς μυθικοῖς λέγεται, καὶ κεραυνὸν ἐπιφέρεται, καὶ ἀετὸς ὑπηρέτης αὐτῷ καὶ ὅσα κατὰ φύσιν θερμά, καὶ ἡλίῳ προσφυῆ. ὀρθῶς οὖν τὸν ἥλιον οἱ ἀρχαῖο ι, καὶ οὐ τὴν σελήνην, ἐπὶ τῆς τῶν κεραυνῶν θεωρίας ἐπετήρησαν. ἐκείνοις τοίνυν ἀκολουθοῦντες τὰ εἰρημένα αὐτοῖς καθ’ ἑρμηνείαν ἐροῦμεν. LABEONIS LIBER FVLGVRALIS Ἥλιος 〈ἐν〉 κρι ῷ . |
| Ost 47 [30] | κεραυνὸς ἐνσκήπτων ἐπὶ γῆς εἰ μὲν δένδρῳ ἐμπέσοι, τηρεῖν δεῖ ποίῳ τούτῳ· οὐδὲ γὰρ πλανᾶσθαι πέφυκε καταφερόμενος, ἀλλὰ ῥοιζηδὸν καὶ κατ’ εὐθεῖαν καὶ οὕτως ἀπλανῶς καταφέρεται. καὶ εἰ μὲν ἀμπέλου καθάψεται, ἐλάττωσις ἔσται τοῦ οἴνου, εἰ δὲ ἑτέρου τινὸς τῶν δένδρων, τὴν ἐξ ἐκείνου καρπῶν ἔνδειαν παραδηλοῖ. εἰ δὲ ἐπὶ ποταμὸν κατενεχθείη, ἐνδεὴς μὲν ὁ ποταμὸς ὑδάτων ἔσται, ὅσον πρὸς αὐτόν, ὄλεθρος δὲ τοῖς ἐν αὐτῷ νηχομένοις ἐπιγενήσεται. εἰ δὲ ἐπὶ θαλάσσῃ, τὸν τόπον ἐπιτηρεῖν δεῖ, καθ’ οὗ φέρεται ἡ φλόξ· πάντως γὰρ ἐκεῖνος ὁ τόπος, καὶ οὐκ αὐτὸς μόνος ἀλλὰ καὶ τὸ περὶ αὐτὸν κλίμα ἢ πολέμῳ ἢ πειρατῶν δόλοις ταραχθήσεται. εἰ δὲ ἐν πολιτικῷ ἢ δημοσίῳ κατενεχθείη τόπῳ, ἐμφυλίους τε πολέμους καὶ στάσεις καὶ τοῦ πολιτεύματος ἀνατροπὴν δηλοῖ· αὐτὸν δὲ τὸν τόπον, καθ’ οὗ ἐξαιρέτως φέρεται, οὐκ ἀλλοιώσει μόνον, ἀλλὰ καὶ τὴν ἐν αὐτῷ τύχην παντελῶς ἀναβάλῃ. εἰ δὲ ἐπὶ τείχους πέσῃ, βλάψῃ δὲ μηδέν, πολεμίων ἔφοδον σημαένει εἰ δὲ διαφθείρῃ τοῦ τείχους μέρος τι, σκοπητέον, κατὰ ποίου τινὸς μέρους καὶ πρὸς ποῖον ἀφορῶντος κέντρον τὸ τῆς διοσημασίας γένοιτο· ἐξ ἐκείνου γὰρ πάντως τοῦ κλίματος πολεμίους ἀναμένειν δεῖ κατὰ τοῦ τείχους. εἰ δὲ καθ’ ἱεροῦ πέσῃ κεραυνός, τοῖς ἐνδόξοις τοῦ πολιτεύματος καὶ τοῖς περὶ τὴν βασιλείαν αὐλὴν ὁ κίνδυνος ἐνσκήψει. εἰ δὲ κατ’ ἀγαλμάτων κατενεχθῇ, ποικίλας καὶ ἐπαλλήλους τὰς συμφορὰς τοῖς πράγμασιν ἀπειλεῖ· εἰ γὰρ χαρακτῆρες ἰδεῶν τινῶν καὶ κόσμια πόλεων τὰ ἀγάλματα ὑπωπτεύθη τοῖς παλαιοῖ ς, ἀρὰ τοῖς πράγμασιν ἡ περὶ αὐτὰ ὕβρις. Ἥλιος 〈ἐν〉 ταύρ ῳ. |
| Ost 48 [20] | ἐὰν κεραυνὸς κατενεχθῇ ἐπὶ καρποφόρον δένδρον, εὐκαρπίαν τοῖς κατ’ αὐτὸ καρποῖς σημαίνει· τῷ δὲ γένει τῶν βοῶν ἐπιβλαβὲς τὸ σημεῖον τοῦτο. εἰ δὲ ἐπὶ ποταμὸν κατενεχθείη ὁ κεραυνός, λοιμώξει τὸ ὕδωρ καὶ τρόμος ἐπιγενήσεται τοῖς σώμασι τῶν ἀνθρώπων, ἀνατροπὴ δὲ τῶν ποταμίων ἰχθύων γενήσεται. εἰ δὲ εἰς θάλασσαν κατὰ τόδε καιροῦ κατενεχθείη ὁ κεραυνός, ἀγαθὰ σημαίνει τοῖς πλησιοχώροις· οἱ γὰρ πειρατεύοντες χείρω πράξουσιν. εἰ δὲ ἐπὶ τείχους κατενεχθείη, οὐ καλὸν τοῖς βοσκήμασιν· ἢ γὰρ διαφθαρήσονται ἢ ὑπὸ πολεμίων διαρπαγήσονται. εἰ δὲ καὶ μέρος τοῦ τείχους τῇ βολῇ τοῦ κεραυνοῦ καταφθαρείη, ταῖς νομαῖς τῶν χωρίων ἔσται λοιμὸς καὶ ἔφοδος πολεμίων οὐκ εὐχερὴς εἰς ἄμυναν, καὶ ἄλλαι δέ τινες βλάβαι κάρτα σφαλεραὶ προσγενήσονται. εἰ δὲ κατὰ τὸν καιρὸν τοῦτον ἐπὶ ἱερὸν ὁ κεραυνὸς κατενεχθείη, χωρίων δημοσίας ζημίας ἀπειλεῖ· δεῖ δὲ ὅμως τοὺς ἐφόρους τῶν τοιούτων ἱερῶν θεραπεύειν εἰς τὸ ἀποστρέψαι τὰ ἀπειλούμενα. εἰ δὲ κατ’ ἰδιωτικῆς ἢ βασιλικῆς οἰκίας κατενεχθείη κεραυνός, συμφορὰς ἀναισίους παραδηλοῖ τοῖς κεκτημένοις. Ἥλιος 〈ἐν〉 διδύμοι ς. |
| Ost 49 [35] | κατὰ τὴν ἐπιτολὴν ταύτην εἰ κεραυνὸς ἐπὶ δένδρου καρπίμου κατενεχθείη, βλάψει τοὺς γεωργικοὺς καὶ τὰ καρποφόρα δένδρα, οὐχ ἥκιστα δὲ ποταμοὺς καὶ πηγάς· λοιμώξει δὲ τὸ ὕδωρ ὡς πᾶσαν καταφθεῖραι ἡλικίαν. εἰ δὲ ἐπὶ θαλάσσης, πολεμίων ἔφοδον ἀπειλεῖ· τὸ δὲ πολὺ μέρος ἢ νόσῳ φθαρήσεται ἢ πολεμίοις παραδοθήσεται, ὡς σφόδρα μετρίους ἀπολειφθῆναι. εἰ δὲ νότου πνέοντος κατὰ δημοσίου χωρίου κατενεχθείη κεραυνός, παντελῆ φθορὰν ἀνθρώποις ἀπειλεῖ· δύο δέ τινες κατὰ τῆς βασιλείας ἐπαναστήσονται, ὡς μερισθῆναι τὴν βουλὴν καθ’ ἑαυτήν· μικρὸν δὲ ὕστερον ἑκάτερος αὐτῶν ἀποφθαρήσεται, πολλοὶ δὲ χάριν ἐκείνων κινδυνεύσουσιν. εἰ δὲ ἐπὶ τείχους κατὰ τόδε καιροῦ σκηπτὸς ἐκπέσῃ, τὰ αὐτὰ σημαίνει· πόλεμοι γὰρ ἔσονται, ἀλλ’ οὐκ εὐτυχεῖς τοῖς πολεμίοις. ἐπισημήνασθαι δὲ χρεὼν ἐκ ποίου κλίματος τοῦ ἀέρος ἐκπίπτοι ἡ φλόξ· ἐπ’ ἐκείνου γὰρ φυλακῆς καὶ ἀσφαλείας δέον· καὶ γὰρ ἐξ αὐτοῦ πολεμίων ἔφοδος ἔσται. Ἥλιος 〈ἐν〉 καρκίν ῳ. εἰ κατὰ τὴν ἐπιτολὴν τοῦ καρκίνου κεραυνὸς ἐπὶ ὕλην κατενεχθείη, μετριώτερον ἔσται τὸ καυσῶδες τοῦ καιροῦ, λειψυδρία δὲ ἔσται. εἰ δὲ ἐπὶ θαλάσσης κατενεχθείη, στόλοις πολεμίων καὶ ναυμαχίαις ταραχθήσεται τὸ κλίμα, ἀλλ’ οὐκ ἐπιμενεῖ χρόνῳ, ἔσται δὲ κρείττονα τὰ πράγματα, καὶ οἱ πολέμιοι ἡττηθήσονται, καὶ ὁ στόλος αὐτῶν καταβυθισθήσεται. εἰ δὲ κατὰ δημοσίου τόπου κατενεχθείη τὸ πῦρ, θηρία ἑρπετὰ τοῖς κτήνεσιν ἐνοχλήσουσι, καὶ οὐχ ἥκιστα ἀνθρώποις· βιαιοτέρα δὲ ἔσται ἡ ἐξ αὐτῶν βλάβη τῷ τοῦ ἀέρος βαρεῖ καταστήματι θερμαινομένη. εἰ δὲ ἐπὶ τείχους κατενεχθείη, ἐμπρησμοὺς σημαίνει· καὶ πόλεμος δὲ κινηθήσεται οὐκ εὐτυχὴς τοῖς πράγμασιν. εἰ δὲ παντελῶς καταφθαρείη τῷ σκηπτῷ τὸ τεῖχος, ἐμπρησμοὺς κατὰ τῶν ἀναγκαίων τῆς πόλεως μερῶν προσδοκητέον, δόλοις δὲ οὗτοι καὶ ἐπιβουλαῖς γενήσονται, ἕψεται δὲ καὶ πόλεμος οὐ μικρός, καὶ βλάβη γενήσεται τοῖς τόποις. Ἥλιος 〈ἐν〉 λέοντ ι. |
| Ost 50 [30] | κατὰ τοῦτον τὸν καιρὸν εἰ κατενεχθείη κεραυνὸς καθ’ οἵου δήποτε τόπου ἢ μέρους ἢ ποταμοῦ ἢ θαλάσσης, ὄλεθρον τοῖς βασιλεῦσι καὶ τοῖς ἐν δυναστείαις σημαίνει· καὶ οὐκ ἔστι τις διαφορὰ περὶ τούτου. εἰκότως τε κοιναὶ συμφοραὶ τοῖς δημοσίοις βλαστήσουσι· συγκινδυνεύσειν γὰρ εἰκὸς αὐτοὺς τοῖς βασιλεῦσι. καὶ οὐκ ἔσται ὁ νικῶν ἐν τοῖς μαχομένοις, ἀλλὰ καθολικὴ φθορὰ αὐτῶν τε τῶν ἐν δυνάμει καὶ οὐχ ἥκιστα τῶν ὑπὲρ αὐτῶν ἐνισταμένων ταῖς μάχαις. καὶ τὸ δὴ πάντων σχετλιώτερον, καταφθαρήσονται καὶ αἱ περιουσίαι τῶν πολλῶν, καὶ αἱ πόλεις πυρίφλεκτοι ἔσονται. Ἥλιος 〈ἐν〉 παρθέν ῳ. ἡλίου δὲ ἐπὶ τὴν παρθένον ἰόντος εἰ κατενεχθείη κεραυνός, φθορὰν γυναικῶν ἀπειλεῖ σωφρόνων, πτῶσιν δὲ καὶ αὐτῇ τῇ βασιλίδι καὶ τοῖς αὐτῆς τέκνοις. ἐλάττωσις δὲ ἔσται τῶν δήμων, ἀποτεύξεται δὲ καὶ ἡ ἄμπελος· ταῖς δὲ παρθένοις καὶ γυναιξὶ γενήσονται συμφοραὶ ὡς καὶ ὑπὸ πολεμίων ἁλῶναι. Ἥλιος 〈ἐν〉 ζυγ ῷ. ἐὰν δὲ 〈ἐν〉 ζυγῷ ὁ ἥλιος γένηται, εἰ συμβῇ κεραυνὸν καταβληθῆναι, πᾶσα ἀδικία καὶ ἀπληστία καὶ φιλαρχία κατακρατήσει τῶν πραγμάτων, ὡς καὶ περὶ τὰ θεῖα αὐτὰ τὰ τῆς ὕβρεως ἀνενεχθῆναι. ἀπορριφήσονται δὲ ὑπὸ τῶν βασιλέων οἱ χρηστοὶ τοῦ πολιτεύματος. τὰ δὲ μέτρῳ ἢ σταθμῷ ἀποδιδόμενα οὐχ ἕξει τὸ δίκαιον. πάντων δὲ βαρυτέρα ἔσται ἡ περὶ τὰ δημόσια τελέσματα σπουδή, οἵ τε νόμοι καταφρονηθήσονται, καὶ οἱ δῆμοι ἐξ ἀλογίας ταραχθήσονται, καὶ ἐκ παντὸς τρόπου καὶ ἡ τοῦ θεοῦ δειχθήσεται ὀργή. Ἥλιος 〈ἐν〉 σκορπί ῳ. |
| Ost 51 [20] | ὅταν δὲ 〈ἐν〉 σκορπίῳ γένηται, εἰ κατὰ δένδρου κατενεχθείη κεραυνός, πλοῦτον μὲν τοῖς κυρίοις τοῦ δένδρου ἐπαγγέλλεται, τὸ δὲ γεωργικὸν ἐλαττωθήσεται. ἐπικίνδυνος δὲ καὶ ὁ πλοῦς ἔσται, καὶ συχνοὶ ἐπὶ τῆς θαλάσσης ἐκπεσοῦνται κεραυνοί, ναυάγιά τε πολλὰ συμβήσεται. εἰ δὲ κατὰ δημοσίου τόπου ἐνσκήψει κεραυνός, νεανίας ἀναιδὴς τῆς βασιλείας ἐπιλάβηται, ἀσώτων καὶ διεφθορότων συντρεχόντων αὐτῷ. εἰ δὲ κατὰ τειχῶν κατενεχθείη κεραυνός, πολέμους ἐκ τῶν πλησιοχώρων καὶ φθορὰν τῇ νεολαίᾳ δεδιέναι χρῆ. οἱ δὲ πολέμιοι μυρίοις εἰσπεσοῦνται κακοῖς, ὡς εὐκταῖον αὐτοῖς νομισθῆναι τὸν θάνατον. Ἥλιος 〈ἐν〉 τοξότ ῃ. ὅταν δὲ ἥλιος ἐπὶ τοξότην γένηται, εἰ κατενεχθείη κεραυνὸς ἐπὶ ὕλην, ἐμπρησμοὺς ταῖς ναυσὶν ἀπειλεῖ. εἰ δὲ ἐπὶ ποταμοῦ κατενεχθείη, πολέμους καὶ ναυμαχίας σημαίνει, ὡς ἐρήμους πολλοὺς ἐκ τῆς τοιαύτης ἐφόδου γενέσθαι. κίνησιν δὲ οὐχ ἥκιστα ἀπειλεῖ Περσῶν, καὶ ἔνδειαν ταῖς πολιοκρουμέναις ὑπὸ πολεμίων πόλεσιν. εἰ δὲ πρὸς ταῖς ἡλίου δυσμαῖς σκηπτὸς κατενεχθείη, ἐμφυλίους σημαίνει μάχας· ἀλλ’ οὐκ εἰς χρόνον ἐκταθήσεται τὰ τῆς διχονοίας, κρείττονα δὲ ἔσται τὰ πράγματα, αὐτῶν τῶν αἰτίων τῆς στάσεως ἀπολλυμένων, ὥστε τὸ πολίτευμα εἰρήνης ἀπολαῦσαι. Ἥλιος 〈ἐν〉 αἰγόκερ ῳ. |
| Ost 52 [5] | κατὰ τόδε καιροῦ κεραυνὸς καταφερόμενος, ἐφ’ ὃν ἂν κατενεχθείη τόπον, γενικὴν ἱλαρίαν σημαίνει, εἰρήνην τε ταῖς πόλεσι καὶ εὐκαρπίαν τοῖς ἀγροῖς ἔπαινόν τε τοῖς βασιλεῦσι τῆς πολιτείας. Ἥλιος 〈ἐν〉 ὑδροχό ῳ. κατὰ δὲ τὸν καιρὸν τοῦτον εἰ κεραυνὸς κατενεχθείη, ἐκδρομὰς τῶν ποταμῶν ἀπειλεῖ καὶ ἀφανισμοὺς τῶν χωρίων. τὸ δὲ θέρος καυσῶδες ἔσται, καὶ ἐλάττωσις οἴνου καὶ ἐλαίου, ὡς πολλοὺς ἐκ τῆς ἐνδείας μετανάστας γενέσθαι. Ἥλιος 〈ἐν〉 ἰχθύσι ν. ὅταν δὲ 〈ἐν〉 ἰχθύσιν ἥλιος γένηται, εἰ κεραυνὸς κατενεχθείη, ζάλην τῇ θαλάσσῃ ἀπειλεῖ, ναυαγία δὲ ἔσται βαρεῖα, καὶ ἀνατροπὴ μὲν τῶν ἰχθύων, ὀχληθήσεται δὲ οὐδὲν ἧττον ἡ θάλασσα ὑπὸ πειρατῶν. νέος δέ τις εὐγενὴς στρατευσάμενος ἀπολέσει τὸ πειρατικὸν καὶ ἔνδοξος ἐπὶ τῇ νίκῃ γενήσεται. Καὶ εἴρηται μὲν πρότερον (p. 96, 3) ὡς οὔτε ἐν Σκυθίᾳ οὔτε ἐν Αἰγύπτῳ κεραυνοὶ καταφέρονται· εἰ δὲ τυχὸν κατενεχθείη κατὰ τόδε καιροῦ ἐπὶ τὰ εἰρημένα κλίματα κεραυνός, ἀγαθὰ τοῖς ἐκεῖ σημαίνει. ΠΕΡΙ ΣΕΙΣΜΩΝ Δήλων οὐσῶν τῶν εἰρημένων τοῖς πάλαι φιλοσοφήσασιν αἰτιῶν ἐπὶ τοῖς περὶ τὴν γῆν πάθεσι, μίαν ἐκ πασῶν, τὴν περὶ τοῦ καταγείου πυρός, τέως ἀποδεχόμενοι, ἐπεὶ κἀν τοῖς τόποις, ἐν οἷς συνεχῶς σάλοι συμβαίνουσιν, οἶδα γενόμενον ἐμαυτόν, ὀλίγα ἄττα περὶ τῶν ὄψεσιν αὐταῖς ὑποπεσόντων ἡμῖν ἀφηγησόμεθα. |
| Ost 53 [40] | καὶ γὰρ τὸ πῦρ, διεργαζόμενον καὶ ἐξαραιοῦν τὴν ἐν βάθει γῆν, τουτὶ παρασκευάζει συμβαίνειν. ἀμέλει τὰ πλησιάζοντα τοῖς ἀναφυσήμασι καὶ ταῖς τῶν θερμῶν ἀναβολαῖς ὑδάτων πυκνότερον σείεται, οἷα τὰ περὶ τὴν Φρυγίαν Λαοδίκειαν καὶ τὴν παρ’ αὐτῇ Ἱερὰν πόλιν καὶ τὴν καθ’ ἡμᾶς Φιλαδέλφειαν, καὶ καθ’ ὅλου τὴν ἐπὶ τάδε Ἀσίαν, καὶ τὰ πλεῖστα δὲ τῆς πρὸς δύνοντα ἥλιον Εὐρώπης, Σικελίαν λέγω καὶ Ἰταλίαν. καὶ γὰρ ἡ τῶν σεισμῶν γένεσις πνευμάτων ἐστὶ ξηρῶν διὰ σηράγγων ἰόντων· τοῦ δὲ πλεονασμοῦ αἰτίαι πλείους. πρώτη μὲν καὶ μεγίστη ἡ τοῦ καταγείου πυρὸς ἐξαραίωσις, δευτέρα δὲ ἡ τῆς θαλάσσης εἰς τοὺς σηραγγώδεις τόπους ἐπιδρομή. συνεργεῖ δὲ καὶ πολυομβρία χειμῶνος, καὶ θέρους ἀνομβρία· ἡ μὲν γὰρ πιλοῦσα τὴν γῆν καὶ εἰς τὸ βάθος ἀπωθουμένη τὸ πνεῦμα ἀρχὴν αὐτῷ θλίψεως παρασκευάζει, ἡ δὲ ἐπισπωμένη καὶ σύρουσα. (54 H.) τῶν δὲ σεισμῶν οἱ μέν εἰσιν ἐπικλίνται οἱ δὲ βράστα ι, καὶ ἐπικλίνται μὲν οἱ κυματηδὸν ἐπὶ τὰ πλάγια σείοντες, βράσται δὲ οἱ τινάσσοντες καὶ σείοντες ἄνω καὶ κάτω. εἰσὶ δ’ αὐτῶν οἱ μὲν ῥῆκτα ι, οἱ δὲ σεισταὶ μόνον, οἱ δὲ ἱζηματία ι, καὶ σεισταὶ μὲν οἱ τρόμον τινὰ τῆς γῆς ἢ καὶ σύμπτωσιν τῶν δεδονημένων ἐργαζόμενοι, ἱζηματίαι δὲ οἳ τοῖς κοιλώμασι τὴν ὑπερκειμένην ἐγκαθίζουσι γῆν, ῥῆκται δὲ οἱ τὰς καταπόσεις καὶ τὰ χάσματα διαπηδώσης τῆς γῆς ἀποσχίζοντες. ἔτι τῶν ῥηκτῶν οἱ μὲν πνεύματα ἀναβάλλουσιν, οἱ δὲ ὑγρὰ καὶ πηλόν, οἱ δὲ μυκήματα, ἐνίοτε μὲν σὺν σεισμῷ, ἐνίοτε δὲ καὶ ἄνευ τούτου πιλούμενον τὸ πνεῦμα καὶ μετεμπῖπτον βρόμον τε καὶ ψόφον ῥηγνυμένων τινῶν (ὡς εἰκὸς) ὑπὸ γῆν πετρῶν ποιεῖ. συμβαίνουσι δ’ ὡς ἐκ πλείονος ἐν ἔαρι ἢ ἐν μετοπώρῳ, καὶ νηνεμίᾳ μᾶλλον ἢ ἀνέμων φορᾷ, περὶ πλειάδος καὶ ἀρκτούρου ἐπιτολήν. Ταῦτα μὲν ἄν τις πρὸς τὰς φυσικὰς ἐννοίας ἀφορῶν εἰκονίσειε· προνοίᾳ δὲ ὅμως καὶ ἐπισκοπῇ τῆς Δίκης πάντα γίνεται. |
| Ost 54 [15] | οὐ γὰρ εἰκῇ, ἐπεὶ τόδε τὸ πᾶν νόμοις μὲν φυσικοῖς συγκροτεῖται, προνοίᾳ δὲ θεοῦ καὶ λόγῳ τύχης ἐπέκεινα διοικεῖται. ὅθεν οὐ μόνον αὐτοὶ καθ’ ἑαυτοὺς οἱ σεισμοὶ βλάπτουσι τοὺς καθ’ ὧν συμβαίνουσιν, ἀλλὰ μὴν καὶ ἄλλων πόρρω που τόπῳ τε καὶ χρόνῳ μεριζομένων γίνονται μηνυταὶ οὐ μετρίων κακῶν. ὅτι δὲ οὕτω καὶ οὐκ ἄλλως τὴν τυχηρὰν ὁ περὶ αὐτῶν λόγος φεύξεται σύμβασιν, ἐκ τῶν ὑποκειμένων γνῶναι δυνατόν. αὐτὸς γὰρ Βικέλλιος ὁ Ῥωμαῖος ἐκ τῶν Τάγητος στίχων (περὶ οὗ καὶ Ἀπουλήιος ὕστερον πλατεῖ καὶ ἐλευθέρου ποδὸς ἀφηγήσατο λόγῳ) ταῦτα ῥήμασιν αὐτοῖς καθ’ ἑρμηνείαν φησίν. VICELLII SEISMOLOGIVM Ἥλιος ἐν κρι ῷ. |
| Ost 55 [30] | ἐὰν γένηται σεισμὸς ἐπὶ μὲν τῆς Ἀσίας, κακὸν τῇ Συρίᾳ τῇ κοίλῃ καὶ τῇ Παλαιστίνῃ καὶ τῇ Ἰουδαίᾳ ἀπειλεῖ, ἐπὶ δὲ τῆς Εὐρώπης Βρεταννίαις, Γαλατίαις, Γερμανίαις, Βαστάρναις. οἱ δὲ βασιλεῖς στρατεύσονται κατὰ τῶν πολεμίων, ἀλλ’ οὐκ εὐτυχῶς· ἐλαττωθέντων γὰρ αὐτοῖς τῶν στρατευμάτων οἱ στρατηγοὶ ἄπρακτοι ἀναζεύξουσι. πλείων δὲ ἔσται ἐπὶ τῆς ἀνατολῆς ἡ τῶν ἀνδρῶν βλάβη παρὰ τὰς γυναῖκας, ὅτι ἄρρεν ζῴδιον ὁ κριός. Ἥλιος ἐν ταύρ ῳ. εἰ σάλον συμβαίη γενέσθαι, ἐπὶ μὲν τῆς ἄνω Ἀσίας Πέρσαις καὶ Αἰθίοψι τοῖς παρ’ Ἰνδὸν ποταμὸν τῇ τε παραλίᾳ τῆς μικρᾶς Κυκλάσι τε καὶ Κύπρῳ ταῖς νήσοις ὄλεθρος ἐπικείσεται λοιμώδης, ὥστε καὶ αὐτὰ τὰ ὑποζύγια τῶν εἰρημένων χωρίων φθαρῆναι· ἐκπύρωσίς τε αὐτοῖς βαρεῖα καὶ λοιμώδης, ἐκτροπαί τε ποταμῶν ἄσχετοι συμβήσονται, καὶ ἐπὶ τοῦ θέρους λεῖψις τῶν ποταμίων ὑδάτων. ταῖς δὲ θήλεσι τῶν ζῴων, λογικῶν τε καὶ ἀλόγων, πλείων ἡ βλάβη, ὅτι θῆλυ ζῴδιον ὁ ταῦρος. Ἥλιος ἐν διδύμοι ς. εἰ κίνημα γῆς ὁποιδήποτε συμβήσεται, ἐπὶ μὲν τῆς μεγάλης Ἀσίας Ὑρκανίαν, Ἀρμενίαν ἑκατέραν, Ἀμαδιανήν, ἐπὶ δὲ Λιβύης ἢ μᾶλλον Εὐρώπης (ὅτι μέρος Εὐρώπης Λιβύη) Μαρμαρικὴν καὶ Νασαμωνίτιδα καὶ ἁπλῶς τὴν παρατεταμένην ταῖς μεγάλαις Σύρτεσι ξηρὰν ἔσχατος περιστήσεται λιμός, ὥστ’ ἐξ ἀνάγκης τοῖς λογάσι τῶν χωρῶν ἐπαναστήσεται τὸ πλῆθος ἐξωθῆσαι αὐτούς. ἐκ δὲ τῶν συμφορῶν οὐδεὶς οὐδενὶ ἔσται πιστός, οὐδὲ μητέρες τέκνοις. πτώσεις τε καὶ ἀφανισμοὶ οἴκων, ἐμπρησμοί τε βαρεῖς. τύραννος πρὸς τούτοις ὠμότατος ταράξει τοὺς νόμους, ὡς μηδὲ αὐτῶν τῶν ἱερῶν φείσασθαι. τὰ δὲ τῶν συμφορῶν τοῖς ἄρρεσι τῶν ζῴων, καὶ λογικῶν διαφερόντως, πλέον ἐπιπεσεῖται, ὅτι ἄρρεν καὶ ἀνθρωποειδὲς ζῷον οἱ δίδυμοι. Ἥλιος ἐν καρκίν ῳ. |
| Ost 56 [35] | εἰ σάλον ἐπιγενέσθαι συμβαίη καθ’ ὁντιναοῦν τόπον, ἐπὶ μὲν τῆς ἄνω Ἀσίας τὰ προσεχῆ Πέρσαις ταραχθήσεται, νόσοι τε λοιμώδεις ἐμπεσοῦνται τοῖς σώμασι τῶν ἐν αὐτοῖς ἐνδόξων, ὡς ἐρήμους ἀρχόντων γενέσθαι τὰς πόλεις αὐτῶν. οἱ δὲ μετ’ αὐτοὺς τῶν πραγμάτων ἀνθεξόμενοι, ψήφῳ τοῦ πλήθους καὶ αὐτῶν 〈τῶν〉 ἀρίστων ἀφελκύσουσι τὰ τέκνα τῶν γονέων, καὶ ἀποδῶνται μακράν. ἐπὶ δὲ τῆς κάτω Ἀσίας Βιθυνία Φρυγία τε πᾶσα, καὶ Εὐρώπης μὲν ἡ Κολχική, ἣν νῦν προσαγορεύουσι Λαζικήν, Λιβύης δὲ ἡ μέχρι Νουμιδίας Ἀφρικὴ τοῖς αὐτοῖς ὁμιλήσει κακοῖς. ἐκλείψεις τε σεληνιακαὶ ἔσονται, ὅτι σελήνης οἶκος ὁ καρκίνος. πλείων δὲ ὕβρις γυναιξὶ γενήσεται, καὶ διαφερόντως ταῖς ἑταιριζομέναις, ὅτι θῆλυ ζῴδιον ὁ καρκίνος καὶ Ἀφροδίτης, ὅτι ταὐτὸν Ἀφροδίτη σελήνῃ. Ἥλιος ἐν λέοντ ι. ἐὰν σάλος γένηται, οὐκ ἀγαθὸν ἐπὶ μὲν τῆς Ἀσίας Φοινίκῃ πάσῃ καὶ Ὀρχηνίᾳ, ἐπὶ δὲ τῆς Εὐρώπης Ἰταλοῖς τε καὶ Σικελοῖς καὶ Γάλλοις, ἔτι γε μὴν καὶ Λιβύῃ πάσῃ οὐκ ἀγαθόν· τὰ γὰρ βοσκήματα λιμῷ φθαρήσεται, ἐπομβρία δὲ ἔσται καὶ ἀκρίδων νέφη. ὁ δὲ λεγόμενος βροῦχος τοῖς καρποῖς λυμανεῖται, φθοραὶ δὲ ἔσονται ἀνδρῶν, ὡς πάντα ἐγγὺς μονωθῆναι τὰ συνοικέσια. οἱ δὲ λέοντες ἐν οἷς γίνονται χωρίοις φονικωτέρως κατ’ ἀνδρῶν ὁρμήσουσι· τοῖς δὲ ἐν οἷς οὐ πεφύκασι φαίνεσθαι, πυρετὸς ὀξὺς ἐπιπεσεῖται. οἱ δὲ ἄρρενες πλεῖον αἰσθήσονται βλάβης, καὶ μάλιστα οἱ πρὸς ἀνίσχοντα ἥλιον, ὅτι ἄρρεν καὶ ἡλιακὸν ζῴδιον ὁ λέων. Ἥλιος 〈ἐν〉 παρθέν ῳ. ἡλίου ἐπὶ τὴν παρθένον ἰόντος εἰ σάλος γένηται, Ἑλλάς, Ἀχαΐα, Κρήτη, Βαβυλών, Μεσοποταμία, Ἀσσυρία τε καὶ Κυκλάδες νῆσοι οὐ μετρίαις περιπεσοῦνται συμφοραῖς· χάσματα γὰρ κατ’ αὐτὰς γενήσεται, οἵ τε γονεῖς θρηνήσονται τοὺς ἑαυτῶν παῖδας· οὐχ ἥκιστα δὲ χειμῶνες ξηροὶ καὶ παρθένων ἀνδραποδισμοί. ἡ δὲ ἐλαία πρὸς τοῖς ἄλλοις τοῦ φθινοπώρου καρποῖς ἐπιτεύξεται. τὰ δὲ κακὰ ταῖς θηλείαις μᾶλλον τῶν ζῴων ἢ τοῖς ἄρρεσι συμβήσεται, ὅτι θῆλυ ζῴδιον ἡ παρθένος. Ἥλιος ἐν ζυγ ῷ. |
| Ost 57 [30] | εἰ κατὰ τόδε καιροῦ σεισμὸς γένηται, ἐπὶ μὲν τῆς ἄνω Ἀσίας Βακτρία, Κασπία, Σηρική, ἐπὶ δὲ Λιβύης Τρωγλοδυτικὴ Θῆβαί τε Αἰγύπτιαι καὶ πρὸς αὐταῖς Ὄασις οὐ μετρίως στυγνάσουσιν. οἱ γὰρ κρατοῦντες καταπράξονται τῶν εἰρημένων χωρίων, ὡς ἐξ ἀπογνώσεως τὸ πλῆθος ἐπαναστῆναι αὐτοῖς. τὰ δὲ ἱερὰ παραβαθήσεται οὕτω βεβήλως ὡς μηδένα τυχεῖν τῶν εὐχῶν. καὶ οἱ μὲν αὐτόχθονες πόρρω που τῶν ἐνεγκουσῶν ἐλαθήσονται, στρατεύμασι δὲ βαρβαρικοῖς οἱ εἰρημένοι ταραχθήσονται τόποι. λιμὸς ἄρα· πῶς γὰρ οὐχί; καὶ ἐλαττουμένης πανταχοῦ τῆς ἀνδρικῆς φύσεως, ὅτι ἄρρεν ζῴδιον ὁ ζυγός. Ἥλιος ἐν σκορπί ῳ. ἐπὶ τὸν σκορπίον ἡλίου διαβαίνοντος εἰ σάλον γενέσθαι συμβαίη, ἐπὶ μὲν τῆς ἄνω Ἀσίας Συρία μέση ἤτοι Κομμαγηνὴ καὶ Κασπία, ἐπὶ δὲ Εὐρώπης Ἰταλία καὶ Τυρσηνία καὶ ἕως δύνοντος ἡλίου Μαυρουσία τε καὶ Γαιτουλία ἐμπρησμοῖς ἀσχέτοις ἐκτεφρωθήσονται, οὐδ’ αὐτῶν τῶν ἱερῶν περισωζομένων τοῖς τόποις. πόλεμοί τε ἔσονται ἀτυχεῖς τῇ νεολαίᾳ, ἐπικερδεῖς δὲ τοῖς στρατηγοῖς· βάρβαροι δὲ καθέξουσι Ῥωμαίοις ἀνήκοντα χωρία. πλείων δὲ ἡ κατὰ γυναικῶν τοῖς πράγμασι ζημία, ὅτι θῆλυ ζῴδιον ὁ σκορπίος. Ἥλιος ἐν τοξότ ῃ. ὅταν ὁ ἥλιος ἐπὶ τὸν τοξότην ἔλθῃ, εἰ σεισμὸν συμβαίη γενέσθαι, ἐπὶ μὲν τῆς μεγάλης Ἀσίας τῇ εὐδαίμονι Ἀραβίᾳ, ἐπὶ δὲ τῆς Εὐρώπης Τυρσηνίᾳ, Κελτικῇ καὶ Ἱσπανίᾳ βλάβαι οὐχ αἱ τυχοῦσαι συμβήσονται. φθαρήσεται γὰρ λιμῷ τὰ βοσκήματα, ὁ δὲ ὠκεανὸς παρὰ τὸ πεφυκὸς ἐκχυθήσεται ὡς καὶ αὐτὴν Κάλπην ἐπικλυσθῆναι, πόλεις τε κατομβρίᾳ κινδυνεύσουσιν. ἡ δὲ ἀνδρεία φύσις ἐξ ἐνδείας τῶν ἀναγκαίων πανταχοῦ φθαρήσεται, ὅτι ἄρρεν ζῴδιον ὁ τοξότης. Ἥλιος ἐν αἰγόκερ ῳ. |
| Ost 58 [30] | ὅταν δὲ ἥλιος ἀποστρέφων ἀπὸ τοῦ νοτίου καμπτῆρος ἐπὶ τὸν αἰγόκερων ἔλθῃ, εἰ σεισμὸν συμβαίη γενέσθαι, ἐπὶ μὲν τῆς ἄνω Ἀσίας πᾶσα ἡ Ἰνδικὴ Ἀριανή τε καὶ Γεδρωσία, ἐπὶ δὲ τῆς κάτω Φρυγία τε πᾶσα καὶ Ἑλλήσποντος, ἐπὶ δὲ τῆς Εὐρώπης Μακεδονία καὶ Θρᾴκη πρὸς τῷ Ἰλλυρικῷ ἕως Ἴστρου ποταμοῦ οὐ μετρίως ταραχθήσονται πρὸς τῶν πλησιοχώρων, καὶ οἱ χείμαρροι τὰ λήϊα καταχώσουσι, προσεπιλιμωττόντων τῶν βοσκημάτων. ἐμφύλιοί τε πόλεμοι ἔσονται, ὀνείρων δὲ καὶ μαντευμάτων ψευδῶν ὄχλος· ἐνιαχοῦ δὲ καὶ πόλεις ἀθρόως καταποντισθήσονται. Ἥλιος ἐν ὑδροχό ῳ. ἡλίου ἐπὶ ὑδροχόον ἰόντος εἰ γένηται σεισμός, ἐπὶ μὲν τῆς ἄνω Ἀσίας Ὀξιανή, Σογδιανή, Ἀραβία μικρὰ καὶ Ἀζανία, ἐπὶ δὲ τῆς Λιβύης Αἰθιοπία μικρά, τῆς δὲ Εὐρώπης ἡ Θρᾴκη ἕως Ἰλλυρικοῦ σφόδρα ταραχθήσονται· πόλεμοι γὰρ βαρεῖς ἐπιπεσοῦνται ταῖς χώραις. τῇ δὲ Μακεδόνων χώρᾳ τὰ χείριστα συμβήσεται, ὡς ἐγγὺς ἀφανισμοῦ γενέσθαι. Ἥλιος ἐν ἰχθύσι ν. ὅταν δὲ 〈ἐν〉 ἰχθύσι γένηται ἥλιος, ἐὰν συμβῇ σάλος, ἐπὶ μὲν τῆς κάτω Ἀσίας ἡ καθ’ ἡμᾶς Λυδία Κιλικία τε καὶ Παμφυλία, ἐπὶ δὲ Λιβύης Νασαμωνῖτις καὶ Γαραμαντικὴ ὑπὸ πολεμίων ξένων τε καὶ ἐμφυλίων δῃωθήσονται. αἱ δὲ πρὸς τῷ Πόντῳ κείμεναι πόλεις καὶ τὰ ἐπίνεια πειρατικαῖς ἐφόδοις ταραχθήσονται, οἱ δὲ δῆμοι τῶν εἰρημένων χωρῶν μηδεμιᾶς ὑποκειμένης αἰτίας κατ’ ἀλλήλων ἐξενεχθήσονται· κατομβρίαι τε ἔσονται οὐχ ἥττους κατακλυσμοῦ, καὶ εὐχαὶ ἄπρακτοι καὶ ἔνδεια τροφίμων καρπῶν. ἐκ δὲ τῆς περὶ τὴν γῆν ὑγρότητος ὁ σπόρος ἄχρηστος, ἡ δὲ θάλασσα ταραχώδης καὶ ἐγγὺς ἄπλους. ἐκ δὲ παραδόξου μετ’ οὐ πολὺ τὰ πράγματα ἐπὶ τὸ βέλτιον ἔσται, καὶ συντόμως εἰπεῖν ἀναλόγως τοῖς κακοῖς εὐφροσύνη. ΕΦΗΜΕΡΙΣ ΤΟΥ ΠΑΝΤΟΣ ΕΝΙΑΥΤΟΥ ΕΚ ΤΩΝ ΚΛΩΔΙΟΥ ΤΟΥ ΘΟΥΣΚΟΥ ΚΑΘ’ ΕΡΜΗΝΕΙΑΝ ΠΡΟΣ ΛΕΞΙΝ ΙΑΝΟΥΑΡΙΟΣ αʹ. |
| Ost 59 [45] | Καλένδαις μακραὶ ἡμέραι ἄρχονται· ὁ ἥλιος ὑψοῦται, ὁ δ’ ἀετὸς σὺν τῷ στεφάνῳ δύεται καὶ ποιεῖ χειμῶνας. βʹ. τῇ πρὸ δʹ νωνῶν Ἰανουαρίων ὁ μὲν ἥλιος πηδᾷ, τὸ δὲ μέσον τοῦ καρκίνου δύεται, καὶ οἱ ἄνεμοι ἐναλλάττονται. γʹ. τῇ πρὸ γʹ νωνῶν τὸ λοιπὸν τοῦ καρκίνου δύεται, καὶ τροπὴ τοῦ ἀέρος ποικίλη. δʹ. τῇ πρὸ αʹ τὸ μέσον τοῦ χειμῶνος καὶ νότος πολύς, εἶτα καὶ βορραῖ συνεχεῖς. καὶ ὁ δελφὶν ἀνίσχει ἅμα τῷ κυνὶ περὶ τὸν ὄρθρον. εʹ. νώναις Ἰανουαρίαις ἡ λύρα ἀνίσχει, καὶ ὁ μὲν ἀετὸς δύεται, ὁ δὲ δελφὶν ὅλος ἐπιτέλλει. καὶ εἰκότως ἀνεμομαχία. ϛʹ. τῇ πρὸ ηʹ εἰδῶν Ἰανουαρίων ἐν μὲν ἑσπέρᾳ ὁ ἀετὸς δύεται, νότος δὲ πνεῖ. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν ἀπαρκτίας καὶ βορέας κατ’ ἀλλήλων μάχονται. ηʹ. τῇ πρὸ ϛʹ εἰδῶν οἶκος Ἄρεως· νότος ἅμα καὶ ζέφυρος· ὁ δὲ αἰγόκερως ἄρχεται 〈ἀνατέλλειν〉. βροχή τε ἅμα καὶ ἐν ἑσπέρᾳ νότος πυκνός. θʹ. τῇ πρὸ εʹ εἰδῶν νότος φυσᾷ σύνομβρος. ιʹ. τῇ πρὸ δʹ εἰδῶν ὁμοίως· ὁ δὲ νότος βιαιότερος. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν ἀπαρκτίας μετὰ βροχῆς καὶ χιόνος. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν νότος πνεῖ. ιγʹ. εἰδοῖς Ἰανουαρίαις ἄστρον κρυπτόν. καὶ πρῶτον μὲν λόγος τὸν ὀϊστὸν δύεσθαι, ἐν δὲ τῇ νυκτὶ βρέχειν. ιδʹ. τῇ πρὸ ιθʹ καλενδῶν Φεβρουαρίων ἄστρον κρυπτόν, καὶ ποικίλη τροπὴ βορέου ἅμα καὶ ἀπαρκτίου. καὶ ὁ μὲν λέων ἄρχεται δύεσθαι, ἔσθ’ ὅτε δὲ βρέχει. ιεʹ. τῇ πρὸ ιηʹ καλενδῶν ἀπαρκτίας καὶ βορρᾶς σφοδρός. ιϛʹ. τῇ πρὸ ιζʹ καλενδῶν ὁ μὲν ἥλιος 〈ἐν〉 ὑδροχόῳ, εὖρος δὲ μετὰ βροχῆς. ιζʹ. τῇ πρὸ ιϛʹ καλενδῶν ἡ μὲν λύρα ἄρχεται δύεσθαι, περὶ δὲ τὸν ὄρθρον ἀνεμομαχία. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν ἕωθεν μὲν δύεται ὁ λέων. βορέου ἅμα καὶ νότου καὶ ἀπαρκτίου διαφορά, καὶ βροχή. ὁ δὲ δελφὶν μετὰ λέοντα δύεται. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν τροπή, καὶ τὸ μεσαίτατον τοῦ χειμῶνος. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν βορρᾶς καὶ νότος. καὶ τὸ μέσον μὲν τοῦ καρκίνου δύεται, ὁ δὲ ὑδροχόος ἄρχεται ἀνίσχειν. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν ὁ ὑδροχόος παντελὴς ἀνίσχει, πνεῖ δὲ ὁ λίψ, καὶ ὕει. κβʹ. |
| Ost 59 (50) [65] | τῇ πρὸ ιαʹ καλενδῶν ἡ λύρα δύεται σὺν τῷ καρκίνῳ, καὶ πρὸς ἑσπέραν ὕει. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν βορρᾶς πνεύσει μετὰ βροχῆς. κδʹ. τῇ πρὸ θʹ καλενδῶν χειμὼν καὶ βορέου ἐπίτασις ἅμα καὶ εὔρου. κεʹ. τῇ πρὸ ηʹ καλενδῶν ὡσαύτως. κϛʹ. τῇ πρὸ ζʹ καλενδῶν χειμάζει, πνεῖ δὲ ὁ βορρᾶς σὺν τῷ εὔρῳ, καὶ ἄρχεται δύεσθαι ἡ λύρα. κζʹ. τῇ πρὸ ϛʹ καλενδῶν ἄστρον λαμπρὸν ἐν τῷ στήθει τοῦ λέοντος ἄρχεται δύεσθαι, ἡ δὲ λύρα ἐν ἑσπέρᾳ. καὶ βορρᾶς πνεῖ, ἔστι δ’ ὅτε καὶ ὕει. κηʹ. τῇ πρὸ εʹ καλενδῶν ἀνεμομαχία μετὰ χιόνος. κθʹ. τῇ πρὸ δʹ καλενδῶν ὁ δελφὶν δύεσθαι μελετᾷ. λʹ. τῇ πρὸ γʹ καλενδῶν ἡ λύρα περὶ τὴν πρώτην φυλακὴν τῆς νυκτὸς ἄρχεται δύεσθαι ἐκ μέρους. καὶ συννέφεια ἔσται, καὶ σφοδρὸς βορρᾶς μετὰ βροχῆς. λαʹ. τῇ πρὸ αʹ καλενδῶν Φεβρουαρίων ὑετὸς χιόνι μεμιγμένος. ΦΕΒΡΟΥΑΡΙΟΣ αʹ. |
| Ost 60 [45] | καλένδαις Φεβρουαρίαις κρυπτὸν ἄστρον, νότος καὶ εὖρος· καὶ ἡ λύρα ἄρχεται δύεσθαι. βʹ. τῇ πρὸ δʹ νωνῶν Φεβρουαρίων θυελλώδης ὁ ἀήρ, καὶ παραπνεύσει ὁ ζέφυρος. γʹ. τῇ πρὸ γʹ νωνῶν τὸ μέσον τοῦ λέοντος σὺν τῇ λύρᾳ δύεται. ἀπαρκτίας δὲ ἅμα καὶ βορρᾶς. δʹ. τῇ πρὸ αʹ νωνῶν δύεται ὁ δελφίν· καὶ ἐν ἑσπέρᾳ νότος ἐπιτείνει μετὰ βροχῆς. εʹ. νώναις Φεβρουαρίαις τοῦ ὑδροχόου τὰ μέσα ἀνίσχει· ταραχώδης δὲ ὁ ἀὴρ ἐκ τοῦ ζεφύρου. ϛʹ. τῇ πρὸ ηʹ εἰδῶν Φεβρουαρίων δύεται ἡ λύρα, καὶ ὁ ζέφυρος ἀπὸ δυσμῶν πνεῖ. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν ἀρχὴ ἔαρος, καθ’ ὃ ζέφυρος πνεῖ. ηʹ. τῇ πρὸ ϛʹ εἰδῶν ζέφυρος σὺν τῷ βορρᾷ πνεῖ. θʹ. τῇ πρὸ εʹ εἰδῶν ἄστρον κρυπτόν· καὶ ἀνίσχει ὁ ὑδροχόος. ιʹ. τῇ πρὸ δʹ εἰδῶν ἀπαρκτίας μετὰ ζεφύρου· ἔστι δ’ ὅτε καὶ βροχαί. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν ἀπηλιώτης πνεῖ, καὶ ἀνίσχει ὁ ἀρκτοῦρος. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν Φεβρουαρίων ἀνεμομαχία. ιγʹ. εἰδοῖς Φεβρουαρίαις ὁ τοξότης ἐν ἑσπέρᾳ δύεται, καὶ σφοδρὸς χειμών. ιδʹ. τῇ πρὸ ιϛʹ καλενδῶν Μαρτίων ὁ κρατὴρ ἀνίσχει ἐν ἑσπέρᾳ, καὶ ἐναλλαγέντων τῶν ἀνέμων ὁ νότος ἐπικρατεῖ. ιεʹ. τῇ πρὸ ιεʹ καλενδῶν ὁ ἥλιος 〈ἐν〉 ἰχθύσιν, καὶ ὁ ἀὴρ χειμαίνει. ιϛʹ. τῇ πρὸ ιδʹ καλενδῶν ἀπαρκτίας πνεύσει μετὰ τοῦ νότου· νέος δὲ ἥλιος. ιζʹ. τῇ πρὸ ιγʹ καλενδῶν δύεται ἡ παρθένος· ῥεύσει δὲ νότος μετὰ ζεφύρου καὶ βορρᾶς. ιηʹ. τῇ πρὸ ιβʹ καλενδῶν δύεται ὁ λεγόμενος ὀϊστός. ἐν ἑσπέρᾳ δὲ ζέφυρος πνεῖ, καὶ ἄρχεται ἡ παρθένος δύεσθαι. ιθʹ. τῇ πρὸ ιαʹ καλενδῶν ἀπαρκτίας ῥεύσει μετὰ νότου· τὸν δὲ ὀϊστόν φασι δύεσθαι. κʹ. τῇ πρὸ ιʹ καλενδῶν βορρᾶς μετὰ βροχῆς. καὶ ὁ λέων δύεται· ἄρχονται δὲ οἱ βορραῖ οἱ λεγόμενοι χελιδόνιοι, οἳ πεφύκασιν ἐπὶ τριάκοντα ἡμέρας πνεῖν, καὶ φαίνεται χελιδών. καʹ. τῇ πρὸ θʹ καλενδῶν ὁ ἀρκτοῦρος τῇ πρώτῃ φυλακῇ τῆς νυκτὸς ἄρχεται δύεσθαι, καὶ πνεῖ ζέφυρος. ἡ δὲ νὺξ συννεφής. κβʹ. τῇ πρὸ ηʹ καλενδῶν τὰ λεγόμενα Ἀλκυόνεια. κγʹ. τῇ πρὸ ζʹ καλενδῶν ὁ ὑδροχόος ἄρχεται ἀνίσχειν, ἡ δὲ πρωϊνὴ χειμάζει. κδʹ. τῇ πρὸ ϛʹ καλενδῶν ἀργεστὴς πνεῖ ἅμα καὶ βορρᾶς. |
| Ost 60 (50) [55] | κεʹ. τῇ πρὸ εʹ καλενδῶν ὁ ἀρκτοῦρος ἀνίσχει, καὶ ὕει. κϛʹ. τῇ πρὸ δʹ καλενδῶν ὁ ἀρκτοῦρος ἀνίσχει ἐν ἑσπέρᾳ. κζʹ. τῇ πρὸ γʹ καλενδῶν δύεται ἐν ἑσπέρᾳ ὁ παρ’ Ἕλλησι λεγόμενος ὀϊστός. κηʹ. τῇ πρὸ αʹ καλενδῶν Μαρτίων ὁ ζέφυρος πλατύς, καὶ ἡ ἡμέρα πᾶσα ἐαρινή. ΜΑΡΤΙΟΣ αʹ. |
| Ost 61 [45] | καλένδαις Μαρτίαις νότος καὶ λίψ. βʹ. τῇ πρὸ ϛʹ νωνῶν Μαρτίων λίψ, καὶ ὁ τρυγητὴς ἄρχεται φαίνεσθαι. βορέας δὲ ψυχρὸς πνεῖ ἕως τῆς ἑωθινῆς δύσεως τοῦ ἀρκτούρου. γʹ. τῇ πρὸ εʹ νωνῶν δυσαερία καὶ βροχή· καὶ ὁ ἀρκτοῦρος ἀνίσχει ἡλίου ἐγειρομένου, καὶ βορρᾶς πνεῖ. δʹ. τῇ πρὸ δʹ νωνῶν ὁ ἀρκτοῦρος ἐν ἑσπέρᾳ ἀνίσχει. εʹ. τῇ πρὸ γʹ νωνῶν ὡσαύτως. ϛʹ. τῇ πρὸ αʹ νωνῶν ὑετὸς χιόνι μεμιγμένος. ζʹ. νώναις Μαρτίαις δύεται ὁ ἵππος ἀπὸ πρωί, καὶ βορρᾶς φυσᾷ. δύεται δὲ καὶ ὁ στέφανος ὄρθρου. ηʹ. τῇ πρὸ ηʹ εἰδῶν Μαρτίων ἄρχεται τὰ ὄρνεα φαίνεσθαι ἐπὶ τῆς θαλάσσης, βορρᾶς δὲ καὶ ἀπαρκτίας φυσᾷ, καὶ προοίμιον τοῦ ἔαρος. καὶ ὁ μὲν ἥλιος περὶ τὸ μέσον τῶν ἰχθύων, ὁ δὲ ἵππος δύεται. θʹ. τῇ πρὸ ζʹ εἰδῶν ἰκτῖνος ἄρχεται φαίνεσθαι, νότος δὲ πνεῖ, καὶ ὄρθρου ὁ ἰχθὺς ἀπὸ τοῦ νότου ἄρχεται κρύπτεσθαι. ιʹ. τῇ πρὸ ϛʹ εἰδῶν ὁ ἵππος δύεται ὄρθρου, ὁ δὲ ἰκτῖνος ἀπὸ ὑψηλῶν ἐπὶ τὰ χθαμαλὰ καθίπταται· καὶ ὁ μὲν τρυγητὴς δύεται, ὁ δὲ ἀρκτοῦρος ἀνίσχει. βορρᾶς δὲ ψυχρὸς ῥεύσει. ιαʹ. τῇ πρὸ εʹ εἰδῶν χωρισμὸς μὲν τοῦ χειμῶνος, τροπὴ δὲ ἀπὸ βορρᾶ καὶ ἀπαρκτίου. ιβʹ. τῇ πρὸ δʹ εἰδῶν παύεται μὲν ὁ ἰχθὺς ἀπὸ τοῦ νότου ἀνίσχειν, ἀπαρκτίας δ’ ἢ νότος φυσᾷ. ιγʹ. τῇ πρὸ γʹ εἰδῶν ἡ μὲν Ἀργὼ ἀνίσχει ἐν ἑσπέρᾳ, ζέφυρος δὲ καὶ νότος πνεύσει καὶ ὁ ἐπὶ τῆς οὐρᾶς τοῦ λέοντος 〈δύεται〉· χειμάζει. ιδʹ. τῇ πρὸ αʹ εἰδῶν βορρᾶς δι’ ὅλης τῆς ἡμέρας. ιεʹ. εἰδοῖς Μαρτίαις ὁ ἵππος δύεται, βορέας δὲ ψυχρὸς πνεῖ. ιϛʹ. τῇ πρὸ ιζʹ καλενδῶν Ἀπριλίων ...... ιζʹ. τῇ πρὸ ιϛʹ καλενδῶν ἥλιος 〈ἐν〉 κριῷ γίνεται· ὁ δὲ ζέφυρος κατὰ πλάτος πνεῖ. πέλαργος φαίνεται καὶ μέγα πέλαγος πλέεται. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν ἀνεμομαχία, ὁ δὲ βορρᾶς ἐπικρατεῖ. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν νότος πνεῖ, ὁ δὲ ἰκτῖνος φαίνεται ἕως τῆς ἰσημερίας. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν βορέας πνεῖ εὔδιος. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν ὁ μὲν ἵππος ἕωθεν δύεται, βορέας δὲ ἢ ἀπαρκτίας πνεῖ. κβʹ. τῇ πρὸ ιαʹ καλενδῶν ὁ κριὸς εἰς πλάτος ἀνίσχει, ἔστι δ’ ὅτε ἢ βρέχει ἢ νίφει. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν ὡσαύτως. κδʹ. τῇ πρὸ θʹ καλενδῶν ἰσημερία ἐαρινή, καὶ βροχὴ ἢ βροντώδης τροπή. κεʹ. |
| Ost 61 (50) [60] | τῇ πρὸ ηʹ καλενδῶν ἀπαρκτίας ἢ βορρᾶς, καὶ ὁ ἵππος ἕωθεν δύεται. κϛʹ. τῇ πρὸ ζʹ καλενδῶν οἱ ἰχθύες ἀνίσχουσι, καὶ ἐκ τοῦ νότου βρέχει μετὰ χιόνος· ὁ δὲ κριὸς ἕωθεν ἀνίσχει, κατὰ θάλασσαν ταραχὴ ἀέρος. κζʹ. τῇ πρὸ ϛʹ καλενδῶν ἰσημερία ἐαρινή. ἔστι δ’ ὅτε βρέχει καὶ βροντᾷ. κηʹ. τῇ πρὸ εʹ καλενδῶν ἐξισοῦται ἡ ἡμέρα τῇ νυκτί. κθʹ. τῇ πρὸ δʹ καλενδῶν ὁ μὲν σκορπίος δύεται, μέγας δὲ ῥέων ἄνεμος βροχὰς βροντώδεις συστρέφει. λʹ. τῇ πρὸ γʹ καλενδῶν ὁ μὲν σκορπίος δύεται, ἀπαρκτίας δὲ φυσᾷ μετὰ βροχῆς. λαʹ. τῇ πρὸ αʹ καλενδῶν βρέχειν πέφυκε, καὶ ἐκ τοῦ νότου βροντᾷ. ΑΠΡΙΛΙΟΣ αʹ. |
| Ost 62 [45] | καλένδαις Ἀπριλίαις ὁ μὲν σκορπίος δύεται, καὶ ὁ ἥλιος μίαν 〈ἡμέρᾳ〉 προστίθησι μοῖραν, καὶ συννέφεια γίνεται ἐκ τοῦ βορρᾶ, καὶ αἱ πλειάδες ἄρχονται ἐπιτέλλειν καὶ ἐπισημαίνειν. βʹ. τῇ πρὸ δʹ νωνῶν Ἀπριλίων συννέφεια καθ’ ὅλην τὴν ἡμέραν. γʹ. τῇ πρὸ γʹ νωνῶν ἐν ἑσπέρᾳ αἱ πλειάδες δύονται. δʹ. τῇ πρὸ αʹ νωνῶν ῥεύσει ὁ λίψ. εʹ. νώναις Ἀπριλίαις καταπνεῖ ὁ ζέφυρος. ϛʹ. τῇ πρὸ ηʹ εἰδῶν αἱ ὑάδες ἀνίσχουσι, καὶ βροχαὶ ἐκ τοῦ νότου ἐπιτείνουσιν. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν νότος φυσᾷ, καὶ τὸ λοιπὸν τῶν ὑάδων δύεται. ηʹ. τῇ πρὸ ϛʹ εἰδῶν ὁ ζυγὸς ὄρθρου ἄρχεται δύεσθαι. θʹ. τῇ πρὸ εʹ εἰδῶν ζάλη ἐκ τοῦ νότου. ιʹ. τῇ πρὸ δʹ εἰδῶν βορρᾶς μὲν πᾶσαν καταπνεῖ τὴν ἡμέραν, ἡ δὲ ἑσπέρα ἔσται ἐπίβροχος. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν ψυχροὶ ἄνεμοι καὶ βροχαί. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν αἱ ὑάδες κρύπτονται. ιγʹ. εἰδοῖς Ἀπριλίαις βορρᾶς ῥεύσει· μικροῦ παχνήτου ἀνατολή. ιδʹ. τῇ πρὸ ιηʹ καλενδῶν Μαΐων κρύφιον ἄστρον καὶ ἄνεμοι καὶ ὄμβροι. ιεʹ. τῇ πρὸ ιζʹ καλενδῶν ἡ ὑὰς δύεται καὶ ἄνεμοι ψυχροὶ πνέουσιν· ὁ δὲ Περσεὺς ἐπιτέλλει. ιϛʹ. τῇ πρὸ ιϛʹ καλενδῶν αἱ ὑάδες δύονται καὶ ζέφυρος πνεῖ. ιζʹ. τῇ πρὸ ιεʹ καλενδῶν ὁ μὲν ἥλιος 〈ἐν〉 ταύρῳ, ἡ δὲ ὑὰς δύεται. ιηʹ. τῇ πρὸ ιδʹ καλενδῶν λὶψ καταπνεύσει. ιθʹ. τῇ πρὸ ιγʹ καλενδῶν καθόλου δύονται αἱ ὑάδες, ὁ δὲ λὶψ 〈ἐν〉 ἑσπέρᾳ ἐπέρχεται. κʹ. τῇ πρὸ ιβʹ καλενδῶν ὁ ζέφυρος καταπνεῖ. καʹ. τῇ πρὸ ιαʹ καλενδῶν ἡ κεφαλὴ τοῦ ταύρου δύεται, καὶ οὐχ ἥκιστα ὕει. κβʹ. τῇ πρὸ ιʹ καλενδῶν αἱ πλειάδες ἀνίσχουσι καὶ ζέφυρος πνεῖ. κγʹ. τῇ πρὸ θʹ καλενδῶν ἡ λύρα τῇ πρώτῃ φυλακῇ τῆς νυκτὸς φαίνεται, καὶ ἔσται τροπή. κδʹ. τῇ πρὸ ηʹ καλενδῶν φαίνεται ἡ λύρα, καὶ βροχῶν σημασία· ἀρχὴ παχνήτου καὶ ἔαρος· νότος πνεῖ. κεʹ. τῇ πρὸ ζʹ καλενδῶν ὁ σκορπίος δύεται· καὶ ὁ κύων κρύπτεται καὶ ὁ ἐπὶ τῆς ζώνης τοῦ Ὠρίωνος· νότος τε πνεῖ· ἀρχή τε παχνήτου καὶ ἔαρος. κϛʹ. τῇ πρὸ ϛʹ καλενδῶν δύεται καθόλου ἡ ὑάς, καὶ ἀέρος ἔσται τροπή. κζʹ. τῇ πρὸ εʹ καλενδῶν νότος καταπνεῖ. κηʹ. τῇ πρὸ δʹ καλενδῶν ὕει ἐκ τοῦ νότου. κθʹ. |
| Ost 62 (50) | τῇ πρὸ γʹ καλενδῶν οἱ ἔριφοι ἀνίσχουσι, καὶ ἐξ ἑωθινῆς ὁ νότος πνεῖ. λʹ. τῇ πρὸ αʹ καλενδῶν κρύπτεται ὁ κύων ἐν ἑσπέρᾳ, καὶ τροπὴ ἐκ τοῦ νότου· ἅμα δὲ καὶ βορρᾶς ταράττει. ΜΑΙΟΣ αʹ. |
| Ost 63 [45] | καλένδαις Μαΐαις ὁ μὲν κύων κρύπτεται, δρόσος δὲ καταφέρεται. βʹ. τῇ πρὸ ϛʹ νωνῶν ἡ ὑὰς μετὰ τοῦ ἡλίου ἀνίσχει. γʹ. τῇ πρὸ εʹ νωνῶν ὁ κένταυρος ὅλος φαίνεται καὶ ζέφυρος πνεῖ. δʹ. τῇ πρὸ δʹ νωνῶν ὁ σκορπίος ἕωθεν ἀνίσχει, καὶ βορρᾶς πνεῖ, καὶ δρόσος καταφέρεται. εʹ. τῇ πρὸ γʹ νωνῶν ἡ λύρα ἕωθεν ἀνίσχει. ϛʹ. τῇ πρὸ αʹ νωνῶν τὸ μέσον τοῦ σκορπίου δύεται. ζʹ. νώναις Μαΐαις αἱ πλειάδες ἀνίσχουσιν ἕωθεν, ζέφυρος δὲ πνεῖ. ηʹ. τῇ πρὸ ηʹ εἰδῶν Μαΐων προοίμιον θέρους, καὶ ζέφυρος ἐπικρατεῖ. θʹ. τῇ πρὸ ζʹ εἰδῶν Μαΐων ὡσαύτως. ιʹ. τῇ πρὸ ϛʹ εἰδῶν ἡ μὲν λύρα ἀνίσχει, ἡ δὲ ὑὰς δύεται, καὶ ἡ κεφαλὴ τοῦ ταύρου ἀναφαίνεται. ιαʹ. τῇ πρὸ εʹ εἰδῶν αἱ πλειάδες ἀναφαίνονται. ιβʹ. τῇ πρὸ δʹ εἰδῶν ἀνίσχουσιν αἱ πλειάδες, καὶ νότος πνεῖ. ιγʹ. τῇ πρὸ γʹ εἰδῶν αἱ ὑάδες ἀνίσχουσιν καὶ νότος πνεῖ. ιδʹ. τῇ πρὸ αʹ εἰδῶν ὁ σκορπίος δύεται, ἡ δὲ λύρα ὄρθρου ἀνίσχει. ιεʹ. εἰδοῖς Μαΐαις ὁ καρκίνος ἀνίσχει καὶ νότος πνεῖ. ιϛʹ. τῇ πρὸ ιζʹ καλενδῶν Ἰουνίων· τὸ θέρος ἄρχεται. ιζʹ. τῇ πρὸ ιϛʹ καλενδῶν δύεται ὁ κύων. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν ὁ ἥλιος 〈ἐν〉 διδύμοις. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν νότος ἐν ἑσπέρᾳ πνεῖ. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν αἱ ὑάδες ἀνίσχουσι καὶ βορρᾶς πνεῖ. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν δύεται ὁ ἀρκτοῦρος καὶ ταράττεται ὁ ἀήρ. κβʹ. τῇ πρὸ ιαʹ καλενδῶν ὁ τοξότης δύεται καὶ νότος πνεῖ. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν οἱ δίδυμοι ἀνίσχουσιν καὶ ὁ ἀετός. κδʹ. τῇ πρὸ θʹ καλενδῶν ἄρχονται ἀνίσχειν αἱ ὑάδες, καὶ εἰκότως βροχή. κεʹ. τῇ πρὸ ηʹ καλενδῶν ὁ ἔριφος ἀνίσχει ἕωθεν καὶ βορρᾶς πνεῖ. κϛʹ. τῇ πρὸ ζʹ καλενδῶν δύεται ὁ ἀρκτοῦρος, καὶ νότος μετὰ βορέου πνεῖ. κζʹ. τῇ πρὸ ϛʹ καλενδῶν ἀνίσχει ὁ ἀετός. κηʹ. τῇ πρὸ εʹ καλενδῶν νότος πνεῖ, καὶ ἡ λύρα ἕωθεν ἀνίσχει. κθʹ. τῇ πρὸ δʹ καλενδῶν νότος πολύς. λʹ. |
| Ost 63 (50) | τῇ πρὸ γʹ καλενδῶν αἱ πλειάδες ἀνίσχουσι, καὶ βροχὴ μετὰ βροντῶν. λαʹ. τῇ πρὸ αʹ καλενδῶν Ἰουνίων χειμάζει ὁ ἀὴρ καὶ βροντᾷ, περὶ δὲ τὴν ἑσπέραν σφοδρότερον ταράττει. ΙΟΥΝΙΟΣ αʹ. |
| Ost 64 [45] | καλένδαις Ἰουνίαις αἱ ὑάδες ὅλαι ἀνίσχουσι καὶ νότος πνεῖ. βʹ. τῇ πρὸ δʹ νωνῶν Ἰουνίων ὁ ἀετὸς ἀνίσχει, ταραχή τε τοῦ ἀέρος, καὶ ζέφυρος πνεῖ. γʹ. τῇ πρὸ γʹ νωνῶν βρονταὶ νότιοι. δʹ. τῇ πρὸ αʹ νωνῶν νότος πνεῖ, καὶ ὡς εἰκὸς βροχαί. εʹ. νώναις Ἰουνίαις ὁ ἀετὸς ἀνίσχει, καὶ ὕει τε ἅμα καὶ νότος πνεῖ. ϛʹ. τῇ πρὸ ηʹ εἰδῶν Ἰουνίων ὁ ὦμος τοῦ Ὠρίωνος ἀνίσχει. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν βορρᾶς πνεῖ καὶ ὕει. ηʹ. τῇ πρὸ ϛʹ εἰδῶν ὁ ἀρκτοῦρος ὄρθρου δύεται καὶ ζέφυρος πνεῖ. θʹ. τῇ πρὸ εʹ εἰδῶν ὁ δελφὶν ἄρχεται ἀνίσχειν, ὁ δὲ ἀρκτοῦρος δύεται. ιʹ. τῇ πρὸ δʹ εἰδῶν ὡσαύτως· βορρᾶς δὲ πνεῖ, καὶ ἠρέμα ὕει. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν βροντώδης ὁ ἀὴρ καὶ ὑετώδης ἐκ τοῦ νότου. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν ταραχώδης ὁ ἀὴρ μετὰ βροχῆς. ιγʹ. εἰδοῖς Ἰουνίαις ζέφυρος ἢ ἀργέστης πνεύσει· εἰκότως δὲ καὶ βροντήσει. ιδʹ. τῇ πρὸ ιηʹ καλενδῶν Ἰουλίων ὁ δελφὶν ἀνίσχει, καὶ νότος πνεῖ. ιεʹ. τῇ πρὸ ιζʹ καλενδῶν οἱ ὦμοι τοῦ Ὠρίωνος ἀνίσχουσι, καὶ προοίμια καυμάτων. ιϛʹ. τῇ πρὸ ιϛʹ καλενδῶν ἄστρον κρύφιον καὶ ζέφυρος σὺν τῷ νότῳ. ιζʹ. τῇ πρὸ ιεʹ καλενδῶν ζάλη μετρία τοῦ ἀέρος καὶ πνοὴ τοῦ βορέου. ιηʹ. τῇ πρὸ ιδʹ καλενδῶν ζέφυρος μετὰ νότου, καὶ οἱ ὦμοι τοῦ Ὠρίωνος φαίνονται. ιθʹ. τῇ πρὸ ιγʹ καλενδῶν ὁ ἥλιος 〈ἐν〉 καρκίνῳ, καὶ ὁ Ὠρίων ἀνίσχει ἕωθεν. κʹ. τῇ πρὸ ιβʹ καλενδῶν νότος ἅμα καὶ ζέφυρος, καὶ βροντώδης ὑετός. καʹ. τῇ πρὸ ιαʹ καλενδῶν ὁ ὀφιοῦχος ὄρθρου δύεται. κβʹ. τῇ πρὸ ιʹ καλενδῶν νότος ἅμα καὶ βορέας. κγʹ. τῇ πρὸ θʹ καλενδῶν ἐπιτολὴ τοῦ Ὠρίωνος. κδʹ. τῇ πρὸ ηʹ καλενδῶν κρυφίου ἄστρου ἐπιτολὴ καὶ ἐπίτασις καυμάτων. κεʹ. τῇ πρὸ ζʹ καλενδῶν ἡ θερινὴ τροπή, αἰφνίδιός τε ταραχὴ τοῦ ἀέρος. κϛʹ. τῇ πρὸ ϛʹ καλενδῶν λὶψ ἅμα καὶ ζέφυρος. κζʹ. τῇ πρὸ εʹ καλενδῶν βραχεῖα ἡ νύξ, καὶ ὁ μὲν Ὠρίων ἀνίσχει, νότος δὲ ῥεύσει. κηʹ. τῇ πρὸ δʹ καλενδῶν ἐν μὲν ἑσπέρᾳ βρέχει, ὁ δὲ κύων ἀνίσχειν ἄρχεται. κθʹ. |
| Ost 64 (50) | τῇ πρὸ γʹ καλενδῶν ἀνεμομαχία. λʹ. τῇ πρὸ αʹ καλενδῶν ἕωθεν μὲν ὁ κύων ἀνίσχει, ἡ δὲ ζώνη τοῦ Ὠρίωνος ἀναφαίνεται. ΙΟΥΛΙΟΣ αʹ. |
| Ost 65 [45] | καλένδαις Ἰουλίαις ταράττεται ὁ ἀὴρ ἐκ τοῦ βορρᾶ. βʹ. τῇ πρὸ ϛʹ νωνῶν Ἰουλίων κρύφιον ἄστρον καὶ ζέφυρος ἢ νότος. γʹ. τῇ πρὸ εʹ νωνῶν ταραχαὶ τοῦ ἀέρος ἐκ τοῦ νότου. δʹ. τῇ πρὸ δʹ νωνῶν ὁ Ὠρίων ἀνίσχει καὶ στέφανος δύεται, καὶ ζέφυρος πνεῖ. εʹ. τῇ πρὸ γʹ νωνῶν τὸ μέσον τοῦ καρκίνου ἀνίσχει. ϛʹ. τῇ πρὸ αʹ νωνῶν οἱ ἐτησίαι καὶ μετὰ νότον βορρᾶς. ζʹ. νώναις Ἰουλίαις δύεται ὄρθρου ὁ στέφανος, καὶ νότος πνεῖ. ηʹ. τῇ πρὸ ηʹ εἰδῶν Ἰουλίων ὁ Κηφεὺς ἀνίσχει, καὶ τροπὴ τοῦ ἀέρος νοτία. θʹ. τῇ πρὸ ζʹ εἰδῶν ὁ Ὠρίων ὅλος ἀνίσχει καὶ νότος πνεῖ. ιʹ. τῇ πρὸ ϛʹ εἰδῶν οἱ πρόδρομοι τῶν ἐτησίων πνέουσιν. ιαʹ. τῇ πρὸ εʹ εἰδῶν βροχὴ μετὰ βροντῶν καὶ βορρᾶς βίαιος. ιβʹ. τῇ πρὸ δʹ εἰδῶν ὁ Ὠρίων ὅλος ὄρθρου ἀνίσχει, καὶ ἐπιτείνουσιν οἱ λεγόμενοι πρόδρομοι. ιγʹ. τῇ πρὸ γʹ εἰδῶν λὶψ ταραχώδης. ιδʹ. τῇ πρὸ αʹ εἰδῶν ἀνίσχει * καὶ πνεῖ ὁ βορρᾶς. ιεʹ. εἰδοῖς Ἰουλίαις ὁ προκύων ἀνίσχει. ιϛʹ. τῇ πρὸ ιζʹ καλενδῶν Αὐγούστων ὁ Ὠρίων ἀνίσχει, καὶ βορρᾶς βίαιος πνεῖ. ιζʹ. τῇ πρὸ ιϛʹ καλενδῶν τὸ μεσαίτατον τοῦ θέρους, καὶ ψυχροτέρα ἡ ἡμέρα ἐκ τοῦ βορρᾶ. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν ζέφυρος, ἴσως δὲ καὶ νότος. καὶ ὁ μὲν κύων ὄρθρου ἀνίσχει, οἱ δὲ ἐτησίαι ἐπιτείνουσιν. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν ὁ Ὠρίων ἀνίσχει, καὶ ἀργεστὴς φυσᾷ, καὶ ὅλος ὁ Ὠρίων φαίνεται. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν ὁ ἥλιος 〈ἐν〉 λέοντι, ἀργεστής τε φυσᾷ, καὶ οἱ πρόδρομοι τῶν ἐτησίων. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν ἀπὸ ταύτης τῆς ἡμέρας οἱ ἐτησίαι σὺν καὶ τοῖς ἄλλοις ἀνέμοις ἐπὶ τεσσαράκοντα ἡμέρας πνέουσιν. κβʹ. τῇ πρὸ ιαʹ καλενδῶν οἱ πρόδρομοι καταφυσῶσιν. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν ὅλος ὁ καρκίνος μετὰ τοῦ κυνὸς ἀνίσχει, καὶ ὁ ἀετὸς δύεται. κδʹ. τῇ πρὸ θʹ καλενδῶν ὁ λέων σὺν τῷ ἡλίῳ ἀνίσχει μετὰ τοῦ κυνός, ὁ δὲ καρκίνος λήγει. κεʹ. τῇ πρὸ ηʹ καλενδῶν ὁ ὑδροχόος ἄρχεται δύεσθαι, ὁ δὲ κύων περὶ ἀμφιλύκην ἀνίσχει, καὶ νότος φυσᾷ. κϛʹ. τῇ πρὸ ζʹ καλενδῶν ἀχλὺς καυσώδης. ὁ δὲ ἀετὸς δύεται, ὁ δὲ λέων ἀνίσχει, καὶ νότος πνεῖ. |
| Ost 65 (50) [60] | κζʹ. τῇ πρὸ ϛʹ καλενδῶν καῦμα ἐκ τοῦ κυνός· ἡ δὲ σταφυλὴ ἄρχεται περκάζειν. κηʹ. τῇ πρὸ εʹ καλενδῶν καύσων βαρὺς καὶ οἱ ἐτησίαι σφοδρότεροι. κθʹ. τῇ πρὸ δʹ καλενδῶν ἐν τῷ στήθει τοῦ λέοντος ἄστρον λαμπρὸν ἀνατέλλει, καὶ χλιαρὸς ὥσπερ ὁ βορρᾶς ἐκ τοῦ καύματος. λʹ. τῇ πρὸ γʹ καλενδῶν ἄρχονται ὀπῶραι φαίνεσθαι, ὁ δὲ ἀετὸς ἕωθεν δύεται, καὶ ταραχώδης ὁ ἀήρ. λαʹ. τῇ πρὸ αʹ καλενδῶν Αὐγουστῶν νότος μετὰ λιβὸς πνεῖ. ΑΥΓΟΥΣΤΟΣ αʹ. |
| Ost 66 [45] | καλένδαις Αὐγούσταις ὁ ἀετὸς δύεται ὄρθρου· λὶψ πνεύσει, καὶ καῦμα ξηρόν. βʹ. τῇ πρὸ δʹ νωνῶν Αὐγούστων ἔτι δύεται ὁ ἀετός, καὶ ὁ ἀὴρ νότιος. γʹ. τῇ πρὸ γʹ νωνῶν τὸ αὐτὸ σημαίνει. δʹ. τῇ πρὸ αʹ νωνῶν τὸ μέσον τοῦ λέοντος ἀνίσχει, φαίνεται δὲ καὶ τὸ δένδρον. ἐν τῷ διημέρῳ τούτῳ ὁ ἥλιος μίαν μοῖραν κρατεῖ· ὁ νότος δὲ ἀχλυώδης [κρατεῖ καὶ] πνεῖ. εʹ. νώναις Αὐγούσταις δύεται μὲν ὁ στέφανος, τὸ δὲ μέσον τοῦ λέοντος ἀνίσχει καὶ γέρανοι φαίνονται, καὶ νότος πυκνὸς πνεῖ. ϛʹ. τῇ πρὸ ηʹ εἰδῶν Αὐγούστων ἡ λύρα συστέλλεται, καὶ ἐκ τοῦ νότου καύσων. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν τὸ μέσον τοῦ ὑδροχόου δύεται, καὶ ἐκ τοῦ νότου καῦμα ἀχλυῶδες. ηʹ. τῇ πρὸ ϛʹ εἰδῶν ὁ λέων ἀνίσχει, καὶ καῦμα βαρύ. ἐπινεφὴς ὁ ἀήρ, καὶ τὸ μέσον τοῦ ὑδροχόου ἀνίσχει. θʹ. τῇ πρὸ εʹ εἰδῶν ἄστρον κρυπτόν, ἀπαρκτίας πρᾶος καὶ μέτριον καῦμα. ιʹ. τῇ πρὸ δʹ εἰδῶν. ἐν ταύτῃ τῇ ἡμέρᾳ ἔκλειψις σεληνιακή, καὶ νότου ἅμα καὶ βορέου διαφορὰ καὶ καύματα. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν δύεται ἡ λύρα ὄρθρου. τὸ φθινόπωρον ἄρχεται, καὶ ἀνεμομαχία. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν ὡσαύτως. ιγʹ. εἰδοῖς Αὐγούσταις ὁ δελφὶν δύεται σὺν τῷ λαγωῷ. ιδʹ. τῇ πρὸ ιθʹ καλενδῶν Σεπτεμβρίων αὐχμὸς καυσώδης. ιεʹ. τῇ πρὸ ιηʹ καλενδῶν ἄστρον κρυπτόν. ζέφυρος σὺν τῷ νότῳ πνεῖ. ιϛʹ. τῇ πρὸ ιζʹ καλενδῶν ὄρθρου ὁ δελφὶν δύεται, καὶ νότος πνεῖ. ιζʹ. τῇ πρὸ ιϛʹ καλενδῶν ἀρχὴ φθινοπώρου. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν δύεται ἡ λύρα, καὶ νότος πνεῖ. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν μέτριον τὸ καῦμα, καὶ δύεται ὁ δελφίν. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν ἡ μὲν λύρα δύεται ὄρθρου, ὁ δὲ ἥλιος 〈ἐν〉 παρθένῳ. νότος ἄνεμος, καὶ βροντώδης ὑετός. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν ὁ ἥλιος ἐφ’ ὅλης παρθένου. κβʹ. τῇ πρὸ ιαʹ καλενδῶν ἀνίσχει ἡ παρθένος. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν ἀπαρκτίας πνεύσει μέτριος, καὶ ὁλικὴ ἡ παρθένος ἀνίσχει καὶ ἀὴρ καθαρός. κδʹ. τῇ πρὸ θʹ καλενδῶν τὸ μὲν αὐτὸ ζῴδιον, ἄνεμος δὲ βορρᾶς. |
| Ost 66 (50) [60] | κεʹ. τῇ πρὸ ηʹ καλενδῶν παύονται οἱ ἐτησίαι, καὶ ψυχρότερος ἄρχεται πνεῖν βορρᾶς. κϛʹ. τῇ πρὸ ζʹ καλενδῶν ὁ μὲν δελφὶν ἀνίσχει, νότος δὲ πνεῖ. κζʹ. τῇ πρὸ ϛʹ καλενδῶν ὁ τρυγητὴς ἀνίσχει, νότος δὲ πνεῖ καὶ ζέφυρος ἅμα. κηʹ. τῇ πρὸ εʹ καλενδῶν ἡ παρθένος ἄρχεται φαίνεσθαι. κθʹ. τῇ πρὸ δʹ καλενδῶν μέτριος ὁ ζέφυρος. λʹ. τῇ πρὸ γʹ καλενδῶν ὁμοίως, τῆς παρθένου ἀνισχούσης. λαʹ. τῇ πρὸ αʹ καλενδῶν Σεπτεμβρίων ἡ Ἀνδρομέδα ἀνίσχει· εὖρος πνεῖ, καὶ ἐναλλάττονται οἱ ἄνεμοι. ΣΕΠΤΕΜΒΡΙΟΣ αʹ. |
| Ost 67 [45] | καλένδαις Σεπτεμβρίαις βροντώδης ὑετός, καὶ ἡ Ἀνδρομέδα ἀνίσχει. εὖρος πνεῖ, καὶ ἐναλλάττονται οἱ ἄνεμοι. βʹ. τῇ πρὸ δʹ νωνῶν Σεπτεμβρίων ὁ ἰχθὺς ἀπὸ τοῦ νότου παύεται δύεσθαι. γʹ. τῇ πρὸ γʹ νωνῶν βροντᾷ καὶ ὕει. δʹ. τῇ πρὸ αʹ νωνῶν ἀρκτοῦρος ἀνίσχει σὺν τῷ τρυγητῇ, καὶ τὸν μὲν ὀϊστὸν ἀποκρύπτει. εʹ. νώναις Σεπτεμβρίαις οἶκος Ἑρμοῦ. ζέφυρος δὲ πνεῖ, καὶ ἐκ τῆς τῶν ἀνέμων ἐναλλαγῆς ὑετός. ϛʹ. τῇ πρὸ ηʹ εἰδῶν Σεπτεμβρίων ἀνίσχει ὁ ἵππος. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν ἀνίσχει ἡ αἴξ· ἐν δὲ τῇ ἑσπέρᾳ λὶψ μετὰ ὑετοῦ. ηʹ. τῇ πρὸ ϛʹ εἰδῶν ἀναφαίνεται ὁ ἀρκτοῦρος, βορρᾶς δὲ φυσᾷ· ἔσθ’ ὅτε καὶ βροντᾷ. θʹ. τῇ πρὸ εʹ εἰδῶν τὸ μέσον τῆς παρθένου ἀνίσχει, ζέφυρος δὲ μετὰ λιβὸς πνεῖ. ιʹ. τῇ πρὸ δʹ εἰδῶν τὰ αὐτὰ σημαίνει. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν ὡσαύτως. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν Σεπτεμβρίων ὁ ἀρκτοῦρος ἀνίσχει. ιγʹ. εἰδοῖς Σεπτεμβρίαις ὕει διὰ τῆς ἐπιτολῆς τοῦ ἀρκτούρου. ιδʹ. τῇ πρὸ ιηʹ καλενδῶν Ὀκτωβρίων αἱ πλειάδες ἀνίσχουσι σὺν τῷ ἵππῳ. ιεʹ. τῇ πρὸ ιζʹ καλενδῶν ἡ χελιδὼν οὐδαμοῦ· ἀνίσχει δὲ καὶ ἡ αἴξ, καὶ ὕει. ιϛʹ. τῇ πρὸ ιϛʹ καλενδῶν τὸ δωδεκατημόριον ἄρχεται τοῦ μετοπώρου. ιζʹ. τῇ πρὸ ιεʹ καλενδῶν ζέφυρος μετὰ λιβὸς καὶ εὖρος πλατύς. ιηʹ. τῇ πρὸ ιδʹ καλενδῶν ὁ στάχυς ἀνίσχει, καὶ ἠρέμα ἀπαρκτίας. ιθʹ. τῇ πρὸ ιγʹ καλενδῶν ὁ ἥλιος 〈ἐν〉 ζυγῷ· ὁ κρατὴρ φαίνεται· νότος πνεῖ. τὸ μέσον τοῦ ἀρκτούρου ὄρθρου φαίνεται. κʹ. τῇ πρὸ ιβʹ καλενδῶν ἐπιτολὴ τοῦ ἀρκτούρου καὶ ὑετὸς πολύς. καʹ. τῇ πρὸ ιαʹ καλενδῶν ἡ μετοπωρινὴ ἰσημερία, καὶ οἱ ἰχθύες δύονται. κβʹ. τῇ πρὸ ιʹ καλενδῶν δύεται ἡ Ἀργώ, καὶ τροπὴ τοῦ ἀέρος ὑετώδης. κγʹ. τῇ πρὸ θʹ καλενδῶν δύονται οἱ ἰχθύες, καὶ ὑετὸς ἐκ τοῦ νότου, καὶ γίνονται βροχαὶ καὶ ταραχαὶ ἀνέμων καὶ θαλάσσης. κδʹ. τῇ πρὸ ηʹ καλενδῶν ἔκλειψις σεληνιακὴ καὶ ἐπιτολὴ τοῦ κενταύρου. κεʹ. τῇ πρὸ ζʹ καλενδῶν συννεφὴς ὁ ἀὴρ καὶ ταραχώδης. κϛʹ. |
| Ost 67 (50) [60] | τῇ πρὸ ϛʹ καλενδῶν οἱ ἔριφοι ἀνίσχουσι, καὶ νότος ψυχρός. κζʹ. τῇ πρὸ εʹ καλενδῶν παύεται ἡ παρθένος ἀνίσχειν, αἱ δὲ πλειάδες ἐν ἑσπέρᾳ φαίνονται, καὶ οἱ ἔριφοι σὺν τῷ ἡλίῳ ἀνίσχουσιν, καὶ γίνονται βροχαὶ καὶ ταραχαὶ ἀνέμων καὶ θαλάσσης. κηʹ. τῇ πρὸ δʹ καλενδῶν ἔτι μᾶλλον ὁ νότος. κθʹ. τῇ πρὸ γʹ καλενδῶν αἱ πλειάδες ὄρθρου φαίνονται, καὶ πνεῖ νότος ὑετώδης. λʹ. τῇ πρὸ αʹ καλενδῶν ἡ αἲξ ἀνίσχει ** μέχρι τῆς ἑσπερινῆς δύσεως τῶν πλειάδων. ΟΚΤΩΒΡΙΟΣ αʹ. |
| Ost 68 [45] | καλένδαις Ὀκτωβρίαις αἱ πλειάδες ἀπὸ τῆς ἀνατολῆς ἄρχονται φαίνεσθαι, καὶ νότος ὄρθρου πνεῖ. βʹ. τῇ πρὸ ϛʹ νωνῶν Ὀκτωβρίων ὡσαύτως ὅ τε ἀὴρ αἵ τε πλειάδες. γʹ. τῇ πρὸ εʹ νωνῶν ὁ ἡνίοχος δύεται, καὶ ἀπὸ βορέου βροντᾷ. δʹ. τῇ πρὸ δʹ νωνῶν οἱ ἔριφοι ἀνίσχουσι καὶ ὕει. εʹ. τῇ πρὸ γʹ νωνῶν ὁ στέφανος ἀνίσχει καὶ τροπὴ βορεινή. ϛʹ. τῇ πρὸ αʹ νωνῶν τὸ μέσον τοῦ κριοῦ δύεται, καὶ ὁ σκορπίος σὺν αὐτῷ. ζʹ. νώναις Ὀκτωβρίαις ὡσαύτως. ηʹ. τῇ πρὸ ηʹ εἰδῶν Ὀκτωβρίων ὁ στέφανος σὺν τοῖς ἐρίφοις ἀνίσχων τρέπει τὸν ἀέρα. θʹ. τῇ πρὸ ζʹ εἰδῶν οἱ ἔριφοι σὺν ταῖς πλειάσιν ἀνίσχουσι, καὶ πνεῖ ἄνεμος λίψ. ιʹ. τῇ πρὸ ϛʹ εἰδῶν ὁ ζυγὸς ἄρχεται ἀνίσχειν, καὶ ζέφυρος πνεῖ. ιαʹ. τῇ πρὸ εʹ εἰδῶν ὁ στέφανος ὄρθρου ἀνίσχων ἐναλλάττει τοὺς ἀνέμους. ιβʹ. τῇ πρὸ δʹ εἰδῶν αἱ πλειάδες ἀνίσχουσι, καὶ νότος πνεῖ. ιγʹ. τῇ πρὸ γʹ εἰδῶν ὁ στέφανος ἀνίσχων ἐναλλάττει τοὺς ἀνέμους, καὶ θαλάσσης ταραχὴ γίνεται. ιδʹ. τῇ πρὸ αʹ εἰδῶν βορρᾶς πλατὺς πνεῖ. ιεʹ. εἰδοῖς Ὀκτωβρίαις τὸ μέσον τοῦ φθινοπώρου καὶ ἄνεμος νότος. ιϛʹ. τῇ πρὸ ιζʹ καλενδῶν Νοεμβρίων ὁ Ὠρίων ἀνίσχει, καὶ δροσώδης ὁ ἀήρ. ιζʹ. τῇ πρὸ ιϛʹ καλενδῶν ὡσαύτως. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν ἡ πᾶσα ἡμέρα συννεφής. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν ὁ ἥλιος 〈ἐν〉 σκορπίῳ, καὶ ζέφυρος πνεῖ. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν δύονται αἱ πλειάδες, καὶ τροπὴ τοῦ ἀέρος. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν ὡσαύτως· ἀλλὰ καὶ ὕει. κβʹ. τῇ πρὸ ιαʹ καλενδῶν 〈δύεται〉 ἡ οὐρὰ τοῦ ταύρου, καὶ νότος πνεῖ ὑετώδης. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν δύεται ὁ σκορπίος, καὶ βορρᾶς πνεῖ καὶ χειμὼν κατὰ θάλασσαν. κδʹ. τῇ πρὸ θʹ καλενδῶν δύονται αἱ πλειάδες. κεʹ. τῇ πρὸ ηʹ καλενδῶν ὁ κένταυρος ὄρθρου δύεται. κϛʹ. τῇ πρὸ ζʹ καλενδῶν τὸ μέτωπον τοῦ σκορπίου δύεται. κζʹ. τῇ πρὸ ϛʹ καλενδῶν αἱ ὑάδες δύονται, καὶ βορρᾶς ψυχρὸς καὶ χειμὼν κατὰ θάλασσαν. κηʹ. τῇ πρὸ εʹ καλενδῶν αἱ πλειάδες καὶ ὁ Ὠρίων παντελῶς δύονται. κθʹ. τῇ πρὸ δʹ καλενδῶν ὁ ἀρκτοῦρος δύεται, καὶ οἱ ἄνεμοι βιαιότεροι. |
| Ost 68 (50) [55] | λʹ. τῇ πρὸ γʹ καλενδῶν ἡ Κασσιόπεια ἄρχεται δύεσθαι. λαʹ. τῇ πρὸ αʹ καλενδῶν ὁ Ὠρίων ὅλος ἀποκρύπτεται, καὶ ὁ μὲν ἀετὸς ἐν ἑσπέρᾳ, ἡ δὲ λύρα 〈ὄρθρου〉 ἀνίσχει. ΝΟΕΜΒΡΙΟΣ αʹ. |
| Ost 69 [45] | καλένδαις Νοεμβρίαις αἱ πλειάδες δύονται. ἕωθεν πάχνη, καὶ τοῦ ἀρκτούρου δυομένου τροπὴ τοῦ ἀέρος ἐπὶ τὸ ψυχρότερον. βʹ. τῇ πρὸ δʹ νωνῶν Νοεμβρίων ἄνεμοι ψυχροὶ καὶ βροχαί. γʹ. τῇ πρὸ γʹ νωνῶν ἡ λύρα ὄρθρου ἀνίσχει, καὶ πρῶτα βορρᾶς, εἶτα καὶ νότος. δʹ. τῇ πρὸ αʹ νωνῶν νότος σὺν τῷ ζεφύρῳ καὶ ὑετός. εʹ. νώναις Νοεμβρίαις ἡ λύρα ἀνίσχοντος ἡλίου φαίνεται, καὶ ἄνεμος βορέας. ϛʹ. τῇ πρὸ ηʹ εἰδῶν Νοεμβρίων ὄρθρου ὁ ἀρκτοῦρος δύεται, καὶ συννέφεια. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν αἱ πλειάδες καὶ ὁ Ὠρίων δύονται, καὶ πνεῖ ὁ βορρᾶς. ηʹ. τῇ πρὸ ϛʹ εἰδῶν στυγνὸς ὁ ἀήρ. θʹ. τῇ πρὸ εʹ εἰδῶν λαμπρὸν ἄστρον τοῦ σκορπίου, καὶ χειμερινὴ τροπή. ιʹ. τῇ πρὸ δʹ εἰδῶν ἄρχεται ὁ χειμών. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν αἱ πλειάδες ὑποκρύπτονται. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν τοῦ σκορπίου 〈τὸ〉 μέσον ἄστρον ἀνίσχει. ιγʹ. εἰδοῖς Νοεμβρίαις αἱ πλειάδες καὶ ὁ Ὠρίων ὄρθρου δύονται. ιδʹ. τῇ πρὸ ιηʹ καλενδῶν Δεκεμβρίων ὄρθρου ὁ σκορπίος δύεται. ιεʹ. τῇ πρὸ ιζʹ καλενδῶν ἡ λύρα ἀνίσχει ἕωθεν, εὖρός τε πνεῖ ἅμα καὶ νότος σὺν τῷ βορρᾷ. ιϛʹ. τῇ πρὸ ιϛʹ καλενδῶν τὸ αὐτό. ιζʹ. τῇ πρὸ ιεʹ καλενδῶν χειμάζει, καὶ νότος ἕπεται. ιηʹ. τῇ πρὸ ιδʹ καλενδῶν ὁ ἥλιος 〈ἐν〉 τοξότῃ. καὶ ὁ Ὠρίων ἀνίσχει σὺν τῇ λύρᾳ, καὶ ταραχὴ τοῦ ἀέρος. ιθʹ. τῇ πρὸ ιγʹ καλενδῶν τὸ κέρας τοῦ ταύρου σὺν τῷ ἡλίῳ δύεται, καὶ πνεῖ βορρᾶς. κʹ. τῇ πρὸ ιβʹ καλενδῶν ἀηδὴς χειμών. καʹ. τῇ πρὸ ιαʹ καλενδῶν αἱ ὑάδες σὺν τῷ λαγωῷ ὄρθρου δύονται. κβʹ. τῇ πρὸ ιʹ καλενδῶν ὑετὸς ψυχρός. κγʹ. τῇ πρὸ θʹ καλενδῶν ὁ Ὠρίων καὶ τὰ κέρατα τοῦ ταύρου δύονται. κδʹ. τῇ πρὸ ηʹ καλενδῶν προοίμια τῆς χειμερινῆς τροπῆς. δύεται ὁ κύων, καὶ δρόσος φέρεται ψυχρά. κεʹ. τῇ πρὸ ζʹ καλενδῶν ὁ ἥλιος ἐπὶ τῆς πρώτης μοίρας τοῦ τοξότου. κϛʹ. τῇ πρὸ ϛʹ καλενδῶν ὡσαύτως. κζʹ. τῇ πρὸ εʹ καλενδῶν δύεται ὁ κύων, καὶ βροχὴ ἔσται νοτία. κηʹ. τῇ πρὸ δʹ καλενδῶν ἄρχεται ὁ κύων δύεσθαι, καὶ νεφώδης ὁ ἀήρ. κθʹ. τῇ πρὸ γʹ καλενδῶν ὄρθρου δύεται ὁ κύων, καὶ ἐκ τοῦ λιβὸς ὕει. |
| Ost 69 (50) | λʹ. τῇ πρὸ αʹ καλενδῶν δύεται ὁ Ὠρίων, καὶ ζέφυρος καὶ μετὰ νότου βροχή. ΔΕΚΕΜΒΡΙΟΣ αʹ. |
| Ost 70 [45] | καλένδαις Δεκεμβρίαις σύγχυσις τοῦ ἀέρος· ἀπαρκτίας φυσᾷ, καὶ ὁ Ὠρίων ὅλος ὄρθρου δύεται. βʹ. τῇ πρὸ δʹ νωνῶν Δεκεμβρίων ὁ κύων δύεται· ἐν ἑσπέρᾳ ἀπαρκτίας ἐπιτείνει. γʹ. τῇ πρὸ γʹ νωνῶν χειμάζει σὺν ὑετῷ. δʹ. τῇ πρὸ αʹ νωνῶν δύεται ὁ τοξότης καὶ βορρᾶς πνεῖ. εʹ. νώναις Δεκεμβρίαις δι’ ὅλης τῆς ἡμέρας βροχὴ καὶ πολὺς βορρᾶς. ϛʹ. τῇ πρὸ ηʹ εἰδῶν Δεκεμβρίων τὸ μέσον τοῦ τοξότου ἀνίσχει. ζʹ. τῇ πρὸ ζʹ εἰδῶν ἀνίσχει ὁ ἀετός, καὶ πνεῖ ὁ λίψ. ηʹ. τῇ πρὸ ϛʹ εἰδῶν ὁ σκορπίος ὅλος ἀνίσχει. θʹ. τῇ πρὸ εʹ εἰδῶν ὁ κύων ἐν ἑσπέρᾳ ἀνίσχει, καὶ ὁ νότος πνεῖ. ιʹ. τῇ πρὸ δʹ εἰδῶν βορέας συχνός, καὶ ὁ οὐρανὸς μέλας ἐκ τοῦ χειμῶνος. ιαʹ. τῇ πρὸ γʹ εἰδῶν κρύφιον ἄστρον· ἀπαρκτίας ἅμα καὶ καικίας. ιβʹ. τῇ πρὸ αʹ εἰδῶν βορρᾶς πρῶτα, ἔπειτα δὲ νότος βαρύς. ιγʹ. εἰδοῖς Δεκεμβρίαις ὅλος ὁ σκορπίος ἀνίσχει· βορρᾶς δὲ καὶ νότος ὑετὸν ἐπισπώμενοι. ιδʹ. τῇ πρὸ ιθʹ καλενδῶν Ἰανουαρίων δύεται ἡ αἴξ. ιεʹ. τῇ πρὸ ιηʹ καλενδῶν νότος ἅμα καὶ βορρᾶς, καὶ σύγχυσις τοῦ ἀέρος. ιϛʹ. τῇ πρὸ ιζʹ καλενδῶν ὡσαύτως. ιζʹ. τῇ πρὸ ιϛʹ καλενδῶν ὁ ἥλιος ἐπὶ τοῦ αἰγοκέρωτος. ιηʹ. τῇ πρὸ ιεʹ καλενδῶν ἄστρον κρυπτὸν καὶ ἀνεμομαχία. ιθʹ. τῇ πρὸ ιδʹ καλενδῶν ἡ αἲξ ἀνίσχει. κʹ. τῇ πρὸ ιγʹ καλενδῶν ὁ ἀετὸς ἀνίσχει καὶ ὁ αἰγόκερως. καʹ. τῇ πρὸ ιβʹ καλενδῶν βορέας μὲν κατάρχεται, νότος δὲ τὴν πᾶσαν ἡμέραν ἐπικρατεῖ. κβʹ. τῇ πρὸ ιαʹ καλενδῶν ὁ ἀετὸς ἐν ἑσπέρᾳ ἀνίσχει. κγʹ. τῇ πρὸ ιʹ καλενδῶν ὄρθρου ἡ αἲξ δύεται· καὶ συμπληροῦται ἡ βροῦμα, οἱονεὶ ἡ χειμερινὴ τροπή. κδʹ. τῇ πρὸ θʹ καλενδῶν χειμέριος ὁ ἀήρ. κεʹ. τῇ πρὸ ηʹ καλενδῶν ὄρθρου ἡ αἲξ δύεται. κϛʹ. τῇ πρὸ ζʹ καλενδῶν δύεται ἐν ἑσπέρᾳ ἡ αἴξ, καὶ χειμάζει. κζʹ. τῇ πρὸ ϛʹ καλενδῶν ὁ δελφὶν ἕωθεν ἀνίσχει, ἔχων τὸν ἀέρα. κηʹ. τῇ πρὸ εʹ καλενδῶν ὁ ἥλιος ἀποστρέφεται ἀπὸ τοῦ νοτιαίου καμπτῆρος. κθʹ. |
| Ost 70 (50) [60] | τῇ πρὸ δʹ καλενδῶν ὁ ἥλιος λαμπρός, ὁ δὲ ἀετὸς δύεται, καὶ ὕει. λʹ. τῇ πρὸ γʹ καλενδῶν ὁ μὲν δελφὶν ἀνίσχει, ὁ δὲ κύων δύεται. λαʹ. τῇ πρὸ αʹ καλενδῶν Ἰανουαρίων κρυφία ταραχὴ καὶ ἀνεμώδης. ἄρχεται ἀνίσχειν ὁ δελφίν, καὶ ὁ ἥλιος εἰς ὕψος. Καὶ ταῦτα μὲν ὁ Κλώδιος ἐκ τῶν παρὰ Θούσκοις ἱερῶν πρὸς λέξιν· καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ μὴν καὶ Εὔδοξός τε ὁ πολύς, Δημόκριτος πρῶτος αὐτῶν, Βάρρων τε ὁ Ῥωμαῖος, Ἵππαρχο ς , Μητρόδωρο ς, καὶ μετ’ αὐτοὺς ὁ Καῖσαρ περὶ τῆς ἐφημέρου τῶν φαινομένων ἐπιτολῆς τε καὶ δύσεως. ΕΤΗΝΟΓΠΑΡΗΙΑ ΑΣΤΠΟΛΟΓΙΞΑ Ἐπειδὴ δέ τινες ἀπαιδεύτως φερόμενοι φάσκουσι μὴ ἐπὶ παντὸς τόπου τὰ αὐτὰ πρὸς τῶν ἐπιτολῶν ἢ δύσεων τῶν ἄστρων ἐνεργεῖσθαι, φέρε τῆς πλάνης αὐτοὺς καίπερ ἀντιμαχομένους ἀπαλλάξωμεν. |
| Ost 71 [35] | καὶ τάχα διὰ βραχέων τοῦτο παρασχεῖν αὐτοῖς δυνατόν. τῶν τοίνυν ζῳδίων ὑφ’ ἓν μὲν τὸν ὅλον 〈τῶν〉 πλανωμένων οὐρανὸν διειληφότων, οὐκ ἐξ ὅλου δὲ τὰ αὐτὰ ἀλλήλοις ἐπὶ γῆν ἐνεργούντων, ἐπιτηρεῖν δεῖ ποῖά τινα τῶν ἐπὶ γῆς κλιμάτων ὑπὸ ποίῳ ζῳδίῳ τέτακται τελεῖν· οὕτω γὰρ ἂν τἀληθὲς τοὺς μὴ πρὸς ἀπέχθειαν ζητοῦντας οὐ φεύξεται. κριῷ Βρεταννία, Γαλατία, Γερμανία, Βαστάρναι, Κοίλη Συρία, Ἰδουμαία. ταύρῳ Κυκλάδες, τῆς μικρᾶς Ἀσίας τὰ παράλια, Κύπρος, Πάρθοι, Μῆδοι, Περσίς. διδύμοις Ὑρκανία, Ἀρμενίαι δύο, 〈Ματιανή, Κυρηναική, Μαρμαρική, Αἴγυπτος ἡ κάτω. καρκίνῳ Βιθυνία, Φρυγίαι δύο〉, Κολχική, Νουμιδία, Καρχηδών, Ἀφρική. λέοντι Ἰταλία, Ἀπουλία, Γαλλία, Σικελία, Φοινίκη, Ὀρχηνία ἤτοι Ἀντορχηνία. παρθένῳ Ἑλλάς, Ἀχαΐα, Κρήτη, Βαβυλών, Μεσοποταμία, Ἀσσυρία. σκορπίῳ Συρία ἡ μέση ἢ Κομμαγηνή, Καππ〈αδοκ〉ία, Μαυριτανία, Γαιτουλία. ζυγῷ Βακτρία, Κασπειρία, Σηρική, Θηβαίς, Ὀάσεις, Τρωγλοδυτική. τοξότῃ Τυρσηνία καὶ Κελτική, Σπανία, Ἀραβία εὐδαίμων ἡ μεγάλη. αἰγοκέρωτι Μακεδονία, Θρᾴκη, Ἰλλυρίς, Ἰνδική, Ἀριανή, Γεδρωσία. ὑδροχόῳ Σαυρομάται, Ὀξιανή, Σογδιανή, Ἀραβία ἡ μικρά, Ἀζανία μέση, Αἰθιοπία. ἰχθύσι Λυδία, Κιλικία, Παμφυλία, Φαζανία, Νασαμῶνες, Γαραμαντική. |