eul_wid: qya-ag
ΠαιδαγωγόςInstructor
Clement of Alexandria Instructor PDF
| 1.argument | A . Τί ἐπαγγέλλεται ὁ παιδαγωγός. |
| 1.1 | Κεκρότηται κρηπὶς ἀληθείας, ὦ παῖδες ὑμεῖς, ἡμῖν αὐτοῖς, ἁγίου νεὼ μεγάλου θεοῦ θεμέλιος γνώσεως ἀρραγής, προτροπὴ καλή, δι᾿ ὑπακοῆς εὐλόγου ζωῆς ἀιδίου ὄρεξις, νοερῷ καταβληθεῖσα χωρίῳ. τριῶν γέ τοι τούτων περὶ τὸν ἄνθρωπον ὄντων, ἠθῶν, πράξεων, παθῶν, ὁ προτρεπτικὸς εἴληχεν τὰ ἤθη αὐτοῦ, θεοσεβείας καθηγεμών, ὁ τροπιδίου δίκην ὑποκείμενος λόγος εἰς οἰκοδομὴν πίστεως, ἐφ᾿ ᾧ μάλα γανύμενοι καὶ τὰς παλαιὰς ἀπομνύμενοι δόξας πρὸς σωτηρίαν νεάζομεν, ψαλλούσῃ συνᾴδοντες προφητείᾳ »ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ θεός, τοῖς εὐθέσιν τῇ καρδίᾳ«, πράξεών τε ἁπασῶν λόγος ἐπιστατεῖ ὁ ὑποθετικός, τὰ δὲ πάθη ὁ παραμυθητικὸς ἰᾶται, εἷς ὢν πᾶς ὁ αὐτὸς οὗτος λόγος, τῆς συντρόφου καὶ κοσμικῆς συνηθείας ἐξαρπάζων τὸν ἄνθρωπον, εἰς δὲ τὴν μονότροπον τῆς εἰς τὸν θεὸν πίστεως σωτηρίαν παιδαγωγῶν. ὁ γοῦν οὐράνιος ἡγεμών, ὁ λόγος, ὁπηνίκα μὲν ἐπὶ σωτηρίαν παρεκάλει, προτρεπτικὸς ὄνομα αὐτῷ ἦν (ἰδίως οὗτος ὁ παρορμητικὸς ἐκ μέρους τὸ πᾶν προσαγορευόμενος λόγος· προτρεπτικὴ γὰρ ἡ πᾶσα θεοσέβεια, ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης ὄρεξιν ἐγγεννῶσα τῷ συγγενεῖ λογισμῷ)· νυνὶ δὲ θεραπευτικός τε ὢν καὶ ὑποθετικὸς ἅμα ἄμφω, ἑπόμενος αὐτὸς αὑτῷ, παραινεῖ τὸν προτετραμμένον, κεφάλαιον, τῶν. ἐν ἡμῖν παθῶν ὑπισχνούμενος τὴν ἴασιν. κεκλήσθω δ᾿ ἡμῖν ἑνὶ προσφυῶς οὗτος ὀνόματι παιδαγωγός, προακτικός, οὐ μεθοδικὸς ὢν [ὁ παιδαγωγός], ᾗ καὶ τὸ τέλος αὐτοῦ βελτιῶσαι τὴν ψυχήν ἐστιν, οὐ διδάξαι, σώφρονός τε, οὐκ ἐπιστημονικοῦ καθηγήσασθαι βίου. καίτοι καὶ διδασκαλικὸς ὁ αὐτός ἐστι λόγος, ἀλλ᾿ οὐ νῦν· ὃ μὲν γὰρ ἐν τοῖς δογματικοῖς δηλωτικὸς καὶ ἀποκαλυπτικός, ὁ διδασκαλικός, πρακτικὸς δὲ ὢν ὁ παιδαγωγὸς πρότερον μὲν εἰς διάθεσιν ἠθοποιίας προὐτρέψατο, ἤδη δὲ καὶ εἰς τὴν τῶν δεόντων ἐνέργειαν παρακαλεῖ, τὰς ὑποθήκας τὰς ἀκηράτους παρεγγυῶν καὶ τῶν πεπλανημένων πρότερον τοῖς ὕστερον ἐπιδεικνὺς τὰς εἰκόνας. ἄμφω δὲ ὠφελιμώτατα, τὸ μὲν εἰς ὑπακοήν, τὸ παραινετικὸν εἶδος, τὸ δὲ ἐν εἰκόνος μέρει παραλαμβανόμενον διττὸν καὶ αὐτὸ παραπλησίως τῇ προτέρᾳ συζυγίᾳ, τὸ μὲν αὐτοῦ ἵνα μιμώμεθα αἱρούμενοι τὸ ἀγαθόν, τὸ δὲ ὅπως ἐκτρεπώμεθα παραιτούμενοι τὸ θάτερον. |
| 1.2 | Ἔοικεν δὲ ὁ παιδαγωγὸς ἡμῶν, ὦ παῖδες ὑμεῖς,· τῷ πατρὶ τῷ αὑτοῦ τῷ θεῷ, οὗπέρ ἐστιν υἱός, ἀναμάρτητος, ἀνεπίληπτος καὶ ἀπαθὴς τὴν ψυχήν, θεὸς ἐν ἀνθρώπου σχήματι ἄχραντος, πατρικῷ θελήματι διάκονος, λόγος θεός, ὁ ἐν τῷ πατρί, ὁ ἐκ δεξιῶν τοῦ πατρός, σὺν καὶ τῷ σχήματι θεός· οὗτος ἡμῖν εἰκὼν ἡ ἀκηλίδωτος, τούτῳ παντὶ σθένει πειρατέον ἐξομοιοῦν τὴν ψυχήν· ἀλλ᾿ ὃ μὲν ἀπόλυτος εἰς τὸ παντελὲς ἀνθρωπίνων παθῶν, διὰ τοῦτο γὰρ καὶ μόνος κριτής, ὅτι ἀναμάρτητος μόνος· ἡμεῖς δέ, ὅση δύναμις, ὡς ὅτι ἐλάχιστα ἁμαρτάνειν πειρώμεθα. κατεπείγει γὰρ οὐδὲν τοσοῦτον ὡς ἡ τῶν παθῶν καὶ νοσημάτων ἀπαλλαγὴ πρῶτον, ἔπειτα δὲ καὶ ἡ κώλυσις τῆς εἰς τὴν συνήθειαν τῶν ἁμαρτημάτων εὐεμπτωσίας. ἄριστον μὲν οὖν τὸ μηδ᾿ ὅλως ἐξαμαρτάνειν κατὰ μηδένα τρόπον, ὃ δή φαμεν εἶναι θεοῦ· δεύτερον δὲ τὸ μηδενὸς τῶν κατὰ γνώμην ἐφάψασθαί ποτε ἀδικημάτων, ὅπερ οἰκεῖον σοφοῦ· τρίτον δὲ τὸ μὴ πάνυ πολλοῖς τῶν ἀκουσίων περιπεσεῖν, ὅπερ ἴδιον παιδαγωγουμένων εὐγενῶς· τὸ δὲ μὴ ἐπὶ μήκιστον διατρῖψαι τοῖς ἁμαρτήμασι τελευταῖον τετάχθω· ἀλλὰ καὶ τοῦτο [δὲ] τοῖς εἰς μετάνοιαν ἀνακαλουμένοις ἀναμαχέσασθαι σωτήριον. καί μοι δοκεῖ παγκάλως διὰ Μωσέως φάσκειν ὁ παιδαγωγός »ἐάν τις ἀποθάνῃ ἐπ᾿ αὐτῷ αἰφνίδιον, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ καὶ ξυρήσεται«, τὴν ἀκούσιον ἁμαρτίαν αἰφνίδιον θάνατον προσειπών· μιαίνειν δὲ αὐτὸν λέγει κηλιδοῦντα τὴν ψυχήν· διὸ καὶ τὴν θεραπείαν ᾗ τάχος ὑποτίθεται ξυρᾶσθαι παραχρῆμα τὴν κεφαλὴν συμβουλεύων, τὰς ἑπισκιαζούσας τῷ λογισμῷ τῆς ἀγνοίας κόμας ἀποψήξασθαι παραινῶν, ὡς γυμνὸν δασείας καταλειφθέντα ὕλης (τῆς κακίας) τὸν λογισμὸν (ἐνθρονίζεται δὲ οὗτος ἐν ἐγκεφάλῳ) ἐπὶ τὴν μετάνοιαν παλινδρομῆσαι. ἔπειτα ὀλίγα προσειπὼν ἐπιφέρει »αἱ δὲ ἡμέραι αἱ πρότεραι ἄλογοι«, δι᾿ ὧν δῆλον ὅτι αἱ ἁμαρτίαι μηνύονται αἱ μὴ γεγονυῖαι κατὰ λόγον. καὶ τὸ μὲν ἀκούσιον αἰφνίδιον προσεῖπεν, τὸ δὲ ἁμαρτάνειν ἄλογον. οὗ δὴ χάριν ὁ λόγος ὁ παιδαγωγὸς τὴν ἐπιστασίαν εἴληχεν εἰς τὴν ἀλόγου κώλυσιν ἁμαρτίας. σκόπει δὲ ἐνθένδε ἀπὸ τῆς γραφῆς »διὰ τοῦτο τάδε λέγει κύριος«· τὸ ἁμάρτημα ἐλεγκτικῶς τὸ προυπάρξαν διὰ τῆς ἑπομένης δείκνυται ῥήσεως, καθὸ ἡ δικαία κρίσις ἕπεται, καὶ τοῦτο ἐμφανῶς διὰ τῶν προφητῶν καταφαίνεται, ὡς, εἰ μὴ ἥμαρτες, λεγόντων, οὐκ ἂν τάδε ἠπείλησεν, καὶ »διὰ τοῦτο οὕτως λέγει κύριος« καὶ »ἀνθ᾿ ὧν οὐκ ἠκούσατε τῶν λόγων τούτων, διὰ τοῦτο τάδε λέγει κύριος« καὶ »διὰ τοῦτο ἰδοὺ λέγει κύριος«. διὰ τοῦτο γὰρ ἡ προφητεία, δι᾿ ὑπακοὴν καὶ παρακοήν, δι᾿ ἣν μὲν ἵνα σωθῶμεν, δι᾿ ἣν δὲ ἵνα παιδευθῶμεν. |
| 1.3 | Πάντα ὀνίνησιν ὁ κύριος καὶ πάντα ὠφελεῖ καὶ ὡς ἄνθρωπος καὶ ὡς θεός, τὰ μὲν ἁμαρτήματα ὡς θεὸς ἀφιείς, εἰς δὲ τὸ μὴ ἐξαμαρτάνειν παραπαιδαγωγῶν ὡς ἄνθρωπος. εἰκότως ἄρα φίλος ὁ ἄνθρωπος τῷ θεῷ, ἐπεὶ καὶ πλάσμα αὐτοῦ ἐστιν. καὶ τὰ μὲν ἄλλα κελεύων μόνον πεποίηκεν, τὸν δὲ ἄνθρωπον δι᾿ αὑτοῦ ἐχειρούργησεν καί τι αὐτῷ ἴδιον ἐνεφύσησεν. τὸ οὖν ὑπ᾿ αὐτοῦ καὶ πρὸς αὐτὸν ἀπεικονισμένον ἢ ὡς δι᾿ αὑτὸ αἱρετὸν τῷ θεῷ ὑπ᾿ αὐτοῦ δεδημιούργηται τοῦ θεοῦ ἢ ὡς ἕνεκεν ἄλλου αἱρετὸν διαπέπλασται. εἰ μὲν οὖν δι᾿ αὑτὸ αἱρετὸν ὁ ἄνθρωπος, ἀγαθὸς ὢν ἀγαθὸν ἠγάπησεν, καὶ τὸ φίλτρον ἔνδον ἐστὶν ἐν τῷ ἀνθρώπῳ, τοῦθ᾿ ὅπερ ἐμφύσημα εἴρηται θεοῦ· εἰ δὲ ἕνεκεν τῶν ἄλλων ὁ ἄνθρωπος αἱρετὸν γέγονεν, οὐκ ἄλλην αἰτίαν ἔσχεν τοῦ ποιεῖν αὐτὸν ὁ θεὸς ἢ ὡς οὐκ ἄνευ αὐτοῦ οἵου τε ὄντος τὸν μὲν γενέσθαι δημιουργὸν ἀγαθόν, τὸν δὲ εἰς γνῶσιν ἀφικέσθαι θεοῦ (οὐ γὰρ ἄλλως ἂν τὸ οὗ ἕνεκεν ἄνθρωπος γέγονεν ἐποίησεν ὁ θεός, εἰ μὴ ἄνθρωπος ἐγεγόνει), καὶ ἣν εἶχεν ἐναποκεκρυμμένην ἰσχύν, τὸ βούλεσθαι, ὁ θεὸς διὰ τῆς ἔξωθεν τοῦ πεποιηκέναι προσανεπλήρωσεν δυνάμεως, λαβὼν παρὰ ἀνθρώπου ὃ πεποίηκεν ἄνθρωπον καὶ ὃ εἶχεν εἶδεν καὶ γέγονεν ὃ ἠθέλησεν· οὐδὲν δὲ ὃ μὴ δύναται θεός. ὁ ἄνθρωπος ἄρα ὃν πεποίηκεν ὁ θεός, δι᾿ αὑτὸν αἱρετόν ἐστιν, τὸ δὲ δι᾿ αὑτὸν αἱρετὸν οἰκεῖόν ἐστιν ὅτῳ περ ἂν ᾖ δι᾿ αὑτὸν αἱρετόν, τούτῳ δὲ καὶ ἀσμενιστὸν καὶ φιλητόν. ἀλλὰ καὶ φιλητὸν μέν τί ἐστί τινι, οὐχὶ δὲ καὶ φιλεῖται ὑπ᾿ αὐτοῦ; φιλητὸς δὲ ὁ ἄνθρωπος ἀποδέδεικται, φιλεῖται ἄρα πρὸς τοῦ θεοῦ ὁ ἄνθρωπος. πῶς γὰρ οὐ φιλεῖται, δι᾿ ὃν ὁ μονογενὴς ἐκ κόλπων πατρὸς καταπέμπεται λόγος τῆς πίστεως; [ἡ] πίστις ἐκ περιουσίας αὐτὸς σαφῶς ὁ κύριος ὁμολογῶν καὶ λέγων »αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε,« καὶ πάλιν ὁ αὐτὸς »καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας«. τί μὲν οὖν ὁ παιδαγωγὸς βούλεται καὶ τί ἐπαγγέλλεται, ἐν ἔργῳ καὶ λόγῳ διακείμενος καὶ ὑπαγορεύσει μὲν τῶν πρακτέων, ἀπαγορεύσει δὲ τῶν ἐναντίων, ἤδη που δῆλον. σαφὲς δὲ ὡς ἄρα θάτερον εἶδος τῶν λόγων, τὸ διδασκαλικόν, ἰσχνόν τέ ἐστι καὶ πνευματικόν, ἀκριβολογίας ἐχόμενον, τὸ ἐποπτικόν, ὃ δὴ ὑπερκείσθω τὰ νῦν. καθήκει δ᾿ ἡμῖν ἀνταγαπᾶν μὲν τὸν καθηγούμενον ἀγαπητικῶς ἀρίστου βίου, βιοῦν δὲ πρὸς τὰ διατάγματα τῆς αὐτοῦ προαιρέσεως, οὐ μόνον ἐπιτελοῦντας τὰ προσταττόμενα ἢ παραφυλάττοντας τὰ ἀπαγορευόμενα, ἀλλὰ καὶ τῶν εἰκόνων τὰς μὲν ἐκτρεπομένους, τὰς δὲ ὡς ἔνι μάλιστα μιμουμένους ἐπιτελεῖν καθ᾿ ὁμοίωσιν τὰ ἔργα τοῦ παιδαγωγοῦ, ἵνα δὴ τὸ »κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν« πληρωθῇ. ὡς γὰρ ἐν σκότῳ βαθεῖ ἀλώμενοι τῷ βίῳ ἀπταίστου καὶ ἀκριβοῦς καθοδηγοῦ δεόμεθα. ὁδηγὸς δὲ ἄριστος οὐχὶ τυφλός, καθά φησιν ἡ γραφή, τυφλοὺς εἰς τὸ βάραθρον χειραγωγῶν, ὀξὺ δὲ [ὁ] βλέπων καὶ διορῶν τὰ ἐγκάρδια λόγος. καθάπερ οὖν οὐκ ἔστι φῶς ὃ μὴ φωτίζει οὐδὲ κινοῦν ὃ μὴ κινεῖ οὐδὲ φιλοῦν ὃ μὴ φιλεῖ, οὐδὲ ἀγαθόν ἐστιν ὃ μὴ ὠφελεῖ καὶ εἰς σωτηρίαν καθοδηγεῖ. ἀγαπῶμεν οὖν τὰς ἐντολὰς δι᾿ ἔργων τοῦ κυρίου (καὶ γὰρ ὁ λόγος αὐτὸς ἐναργῶς σὰρξ γενόμενος τὴν αὐτὴν ἀρετὴν πρακτικὴν ἅμα καὶ θεωρητικὴν ἐπιδεικνύς) καὶ δὴ νόμον ὑπολαμβάνοντες τὸν λόγον, τὰς ἐντολὰς καὶ τὰς ὑποθημοσύνας αὐτοῦ ὡς συντόμους ὁδοὺς καὶ συντόνους εἰς ἀιδιότητα γνωρίσωμεν· πειθοῦς γὰρ ἀνάπλεω, οὐ φόβου, τὰ προστάγματα. |
| 1.4 | Τάυτην τοίνυν πλέον τὴν ἀγαθὴν ἀσπασάμενοι πειθαρχίαν σφᾶς αὐτοὺς ἐπιδῶμεν κυρίῳ, τὸν βεβαιότατον τῆς πίστεως αὐτοῦ ἐξαψάμενοι κάλων, τὴν αὐτὴν ἀρετὴν ἀνδρὸς καὶ γυναικὸς εἶναι νενοηκότες. εἰ γὰρ ἀμφοῖν ὁ θεὸς εἷς, εἷς δὲ καὶ ὁ παιδαγωγὸς ἀμφοῖν. μία ἐκκλησία, μία σωφροσύνη, αἰδὼς μία, ἡ τροφὴ κοινή, γάμος συζύγιος, ἀναπνοή, ὄψις, ἀκοή, γνῶσις, ἐλπίς, ὑπακοή, ἀγάπη, ὅμοια πάντα· ὧν δὲ κοινὸς μὲν ὁ βίος, κοινὴ δὲ ἡ χάρις, κοινὴ δὲ καὶ ἡ σωτηρία, κοινὴ τούτων καὶ ἡ ἀρετὴ καὶ ἡ ἀγωγή. »ἐν γὰρ τῷ αἰῶνι τούτῳ«, φησίν, »γαμοῦσι καὶ γαμίσκονται,« ἐν ᾧ δὴ μόνῳ τὸ θῆλυ τοῦ ἄρρενος διακρίνεται, »ἐν ἐκείνῳ δὲ οὐκέτι,« ἔνθα τοῦ κοινωνικοῦ καὶ ἁγίου τούτου βίου τοῦ ἐκ συζυγίας τὰ ἔπαθλα οὐκ ἄρρενι καὶ θηλείᾳ, ἀνθρώπῳ δὲ ἀπόκειται, ἐπιθυμίας διχαζούσης αὐτὸν κεχωρισμένῳ. κοινὸν οὖν καὶ τοὔνομα ἀνδράσιν καὶ γυναιξὶν ὁ ἄνθρωπος. ταύτῃ μοι δοκοῦσιν οἱ Ἀττικοὶ παιδάριον ἐπικοίνως οὐ μόνον τὸ ἄρρεν, ἀλλὰ καὶ τὸ θῆλυ κεκληκέναι, εἴ τῳ πιστὸς κατα φαίνεται ὁ κωμικὸς ἐν Ῥαπιζομένῃ Μένανδρος ὧδέ πως λέγων τοὐμὸν θυγάτριον, . . . πάνυ γάρ ἐστι τῇ φύσει φιλάνθρωπον τὸ παιδάριον σφόδρα. ἄρνες δὲ δὴ ἐπίκοινόν ἐστιν ἀφελείας ὄνομα ἄρρενός τε καὶ θήλεος ζῴου· αὐτὸς δὲ ἡμᾶς ὁ »κύριος ποιμαίνει« εἰς τοὺς αἰῶνας, ἀμήν. »ἄνευ δὲ ποιμένος οὔτε πρόβατα οὔτε ἄλλο οὐδέν πω βιωτέον, οὐδὲ δὴ παῖδας ἄνευ τοῦ παιδαγωγοῦ, οὐδὲ μὴν οἰκέτας ἄνευ τοῦ δεσπότου.« |
| 1.5 | Ὅτι μὲν οὖν ἡ παιδαγωγία παίδων ἐστὶν ἀγωγή, σαφὲς ἐκ τοῦ ὀνόματος· λοιπὸν δέ ἐστι τοὺς παῖδας ἐπιθεωρῆσαι, οὓς αἰνίττεται ἡ γραφή, εἶτα τὸν παιδαγωγὸν αὐτοῖς ἐπιστῆσαι. οἱ παῖδες ἡμεῖς· πολλαχῶς δὲ ἡμᾶς ἐξυμνεῖ πολυτρόπως τε ἀλληγορεῖ ὀνόμασι ποικίλοις τὸ ἀφελὲς τῆς πίστεως ἐξαλλάττουσα ἡ γραφή. ἐν γοῦν τῷ εὐαγγελίῳ· »σταθείς«, φησίν, »ὁ κύριος ἐπὶ τῷ αἰγιαλῷ πρὸς τοὺς μαθητάς (ἁλιεύοντες δὲ ἔτυχον) ἐνεφώνησέν [τε], παιδία, μή τι ὄψον ἔχετε;« τοὺς ἤδη ἐν ἕξει τῶν γνωρίμων παῖδας προσειπών. »προσήνεγκάν τε αὐτῷ«, φησί, »παιδία« εἰς χειροθεσίαν εὐλογίας, κωλυόντων δὲ τῶν γνωρίμων, εἶπεν ὁ Ἰησοῦς »ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.« τί βούλεται τὸ λεχθέν, αὐτὸς διασαφήσει ὁ κύριος λέγων »ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν,« οὐ τὴν ἀναγέννησιν ἐνταῦθα ἀλληγορῶν, ἀλλὰ τὴν ἐν παισὶν ἁπλότητα εἰς ἐξομοίωσιν παρακατατιθέμενος ἡμῖν. τοὺς παῖδας [ἡμᾶς] καὶ τὸ προφητικὸν ἐκλέγεται πνεῦμα· »δρεψάμενοι«, φησί, »κλάδους ἐλαίας ἢ φοινίκων οἱ παῖδες ἐξῆλθον εἰς ὑπάντησιν κυρίῳ καὶ ἐκέκραγον λέγοντες, ὡσαννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,« φῶς καὶ δόξα καὶ αἶνος μεθ᾿ ἱκετηρίας τῷ κυρίῳ· τουτὶ γὰρ ἐμφαίνει ἑρμη νευόμενον Ἑλλάδι φωνῇ τὸ ὡσαννά. καί μοι δοκεῖ ἡ γραφὴ ταύτην αἰνιττομένη τὴν προφητείαν τὴν προειρημένην ἐν ὀνείδους μέρει τοῖς ῥᾳθύμοις ἐγκαλεῖν· »οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;« τοῦτό τοι καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ μυωπίζει τοὺς γνωρίμους, προσέχειν αὐτῷ παρορμῶν ὡς ἤδη σπεύδων πρὸς τὸν πατέρα, ὀρεκτικωτέρους παρασκευάζων τοὺς ἀκροατὰς μετ᾿ ὀλίγον ἀπεῖναι προμηνύων, ὡς δέον αὐτοῖς ἀποκαρπίζεσθαι τῆς ἀληθείας ἀφειδέστερον δηλῶν ὅσον οὐδέπω ἀπαίροντος εἰς οὐρανὸν τοῦ λόγου. πάλιν οὖν αὐτοὺς παιδία καλεῖ· φησὶ γὰρ »παιδία, ἔτι μικρὸν μεθ᾿ ὑμῶν εἰμι.« αὖθίς τε παιδίοις ὁμοιοῖ τὴν βασιλείαν τῶν οὐρανῶν »ἐν ἀγοραῖς καθημένοις καὶ λέγουσιν, ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε,« καὶ ὅσα ἄλλα τούτοις οἰκείως ἐπήγαγεν. καὶ οὔτι γε μόνον τὸ εὐαγγέλιον ταύτῃ φρονεῖ, ὁμοδοξεῖ δὲ αὐτῷ καὶ ἡ προφητεία. λέγει γοῦν Δαβὶδ »αἰνεῖτε, παῖδες, κύριον, αἰνεῖτε τὸ ὄνομα κυρίου.« λέγει δὲ καὶ διὰ Ἡσαΐου »ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός.« |
| 1.6 | Ἔξεστι δὲ ἡμῖν ἐκ περιουσίας πρὸς τοὺς φιλεγκλήμονας ἐπαποδύσασθαι· οὐ γὰρ παῖδες ἡμεῖς καὶ νήπιοι πρὸς τὸ παιδαριῶδες καὶ εὐκαταφρόνητον τῆς μαθήσεως προσηγορεύμεθα, καθὼς οἱ εἰς γνῶσιν πεφυσιωμένοι διαβεβλήκασιν· ἀναγεννηθέντες γοῦν εὐθέως τὸ τέλειον ἀπειλήφαμεν, οὗ ἕνεκεν ἐσπεύ δομεν. ἐφωτίσθημεν γάρ· τὸ δὲ ἔστιν ἐπιγνῶναι τὸν θεόν. οὔκουν ἀτελὴς ὁ ἐγνωκὼς τὸ τέλειον. καί μου μὴ λάβησθε ὁμολογοῦντος ἐγνωκέναι τὸν θεόν. ὧδέ πως γὰρ ἔδοξεν εἰπεῖν τῷ λόγῳ· ὃ δὲ ἐλεύθερος. αὐτίκα γοῦν βαπτιζομένῳ τῷ κυρίῳ ἀπ᾿ οὐρανῶν ἐπήχησε φωνὴ μάρτυς ἠγαπημένου »υἱός μου εἶ σὺ ἀγαπητός, ἐγὼ σήμερον γεγέννηκά σε.« πυθώμεθα οὖν τῶν σοφῶν· σήμερον ἀναγεννηθεὶς ὁ Χριστὸς ἤδη τέλειός ἐστιν ἤ, ὅπερ ἀτοπώτατον, ἐλλιπής. εἰ δὲ τοῦτο, προσμαθεῖν τι αὐτῷ δεῖ. ἀλλὰ προσμαθεῖν μὲν αὐτὸν εἰκὸς οὐδὲ ἓν θεὸν ὄντα. οὐ γὰρ ἂν μείζων τις εἴη τοῦ λόγου οὐδὲ μὴν διδάσκαλος τοῦ μόνου διδασκάλου. μή τι οὖν ὁμολογήσουσιν ἄκοντες τὸν λόγον, τέλειον ἐκ τελείου φύντα τοῦ πατρός, κατὰ τὴν οἰκονομικὴν προδιατύπωσιν ἀναγεννηθῆναι τελείως; καὶ εἰ τέλειος ἦν, τί ἐβαπτίζετο ὁ τέλειος; ἔδει, φασί, πληρῶσαι τὸ ἐπάγγελμα τὸ ἀνθρώπινον. παγκάλως. φημὶ γάρ· ἅμα τοίνυν τῷ βαπτίζεσθαι αὐτὸν ὑπὸ Ἰωάννου γίνεται τέλειος; δῆλον ὅτι. οὐδὲν οὖν πρὸς αὐτοῦ προσέμαθεν; οὐ γάρ. τελειοῦται δὲ τῷ λουτρῷ μόνῳ καὶ τοῦ πνεύματος τῇ καθόδῳ ἁγιάζεται; οὕτως ἔχει. |
| 1.7 | Ἐπεὶ τοίνυν ἀπεδείξαμεν παῖδας ἡμᾶς τοὺς πάντας ὑπὸ τῆς γραφῆς καλουμένους οὐ μόνον, ἀλλὰ καὶ τοὺς Χριστῷ κατηκολουθηκότας ἡμᾶς νηπίους ἀλληγορουμένους, μόνον δὲ εἶναι τέλειον τὸν πατέρα τῶν ὅλων (ἐν αὐτῷ γὰρ ὁ υἱὸς καὶ ἐν τῷ υἱῷ ὁ πατήρ), ὥρα ἡμῖν ἑπομένοις τῇ τάξει καὶ τὸν παιδαγωγὸν ἡμῶν εἰπεῖν ὅστις ἐστί. καλεῖται δὲ Ἰησοῦς. ἔσθ᾿ ὅτε οὖν ποιμένα ἑαυτὸν καλεῖ καὶ λέγει »ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός«, κατὰ μεταφορὰν ἀπὸ τῶν ποιμένων τῶν καθηγουμένων τοῖς προβάτοις ὁ καθηγούμενος τῶν παιδίων παιδαγωγὸς νοούμενος, ὁ τῶν νηπίων κηδεμονικὸς ποιμήν· ἁπλοῖ γὰρ οἱ νήπιοι ὡς πρόβατα ἀλληγορούμενοι· »καὶ γενήσονται«, φησίν, »οἱ πάντες μία ποίμνη καὶ εἷς ποιμήν.« παιδαγωγὸς οὖν εἰκότως ὁ λόγος ὁ τοὺς παῖδας ἡμᾶς εἰς σωτηρίαν ἄγων. ἐναργέστατα γοῦν ὁ λόγος περὶ ἑαυτοῦ διὰ Ὠσηὲ εἴρηκεν »ἐγὼ δὲ παιδευτὴς ὑμῶν εἰμι«. παιδαγωγία δὲ ἡ θεοσέβεια, μάθησις οὖσα θεοῦ θεραπείας καὶ παίδευσις εἰς ἐπίγνωσιν ἀληθείας ἀγωγή τε ὀρθὴ ἀνάγουσα εἰς οὐρανόν. |
| 1.8 | Ἐνταῦθα ἐπιφύονταί τινες οὐκ ἀγαθὸν εἶναι φάμενοι τὸν κύριον διὰ τὴν ῥάβδον καὶ τὴν ἀπειλὴν καὶ τὸν φόβον καὶ παρακούσαντες μέν, ὡς ἔοικε, τῆς γραφῆς ὧδέ που λεγούσης »καὶ ὁ φοβούμενος κύριον ἐπιστρέφει ἐπὶ καρδίαν αὐτοῦ«, ἐκλαθόμενοι δὲ τὸ μέγιστον αὐτοῦ τῆς φιλανθρω πίας, ὅτι δἰ ἡμᾶς ἄνθρωπος ἐγένετο. καὶ δὴ οἰκειότερον αὐτῷ ὁ προφήτης προσεύχεται διὰ τούτων »μνήσθητι ἡμῶν, ὅτι χοῦς ἐσμεν«, τουτέστι συμπάθησον ἡμῖν, ὅτι τὴν ἀσθένειαν τῆς σαρκὸς αὐτοπαθῶς ἐπείρασας. ταύτῃ γοῦν ἄριστος καὶ ἀνεπίληπτός ἐστιν ὁ παιδαγωγὸς ὁ κύριος, τῇ ἑκάστου τῶν ἀνθρώπων δι᾿ ὑπερβολὴν φιλανθρωπίας συμπαθήσας φύσει. »ἦν γὰρ οὐδὲν ὃ μισεῖ ὁ κύριος·« οὐ γὰρ δήπου μισεῖ μέν τι, βούλεται δὲ αὐτὸ εἶναι, ὃ μισεῖ, οὐδὲ βούλεται μέν τι μὴ εἶναι, αἴτιος δὲ γίνεται τοῦ εἶναι αὐτό, ὃ βούλεται μὴ εἶναι, οὐδὲ μὴν οὐ βούλεται μέν τι [μὴ] εἶναι, τὸ δὲ ἔστιν. εἴ τι ἄρα μισεῖ ὁ λόγος, βούλεται αὐτὸ μὴ εἶναι· οὐδὲν δὲ ἔστιν, ᾧ μὴ τὴν αἰτίαν τοῦ εἶναι ὁ θεὸς παρέχεται· οὐδὲν ἄρα μισεῖται ὑπὸ τοῦ θεοῦ. ἀλλ᾿ οὐδὲ ὑπὸ τοῦ λόγου· ἓν γὰρ ἄμφω, ὁ θεός, ὅτι εἶπεν »ἐν ἀρχῇ ὁ λόγος ἦν ἐν τῷ θεῷ, καὶ θεὸς ἦν ὁ λόγος.« εἰ δὲ οὐ μισεῖ τῶν ὑπ᾿ αὐτοῦ γενομένων οὐδέν, λείπεται φιλεῖν αὐτό. πολὺ δὴ πλέον τῶν ἄλλων ἀγαπήσει τὸν ἄνθρωπον, εἰκότως, τὸ κάλλιστον τῶν ὑπ᾿ αὐτοῦ δημιουργηθέντων καὶ φιλόθεον ζῷον. φιλάνθρωπος ἄρα ὁ θεός, φιλάνθρωπος ἄρα ὁ λόγος. ὁ δὲ φιλῶν τι ὠφελεῖν αὐτὸ βούλεται, τὸ δὲ ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος πάντως ἄν που κρεῖττον εἴη, τοῦ δὲ ἀγαθοῦ κρεῖττον οὐδὲ ἕν, ὠφελεῖ ἄρα τὸ ἀγαθόν· ἀγαθὸς δὲ ὁ θεὸς ὁμολογεῖται, ὠφελεῖ ἄρα ὁ θεός. τὸ δὲ ἀγαθόν, ᾗ ἀγαθόν ἐστιν, οὐδὲν ἄλλο ποιεῖ ἢ ὅτι ὠφελεῖ· πάντα ἄρα ὠφελεῖ ὁ θεός. καὶ οὐ δήπου ὠφελεῖ μέν τι τὸν ἄνθρωπον, οὐχὶ δὲ καὶ κήδεται αὐτοῦ, οὐδὲ κήδεται μέν, οὐχὶ δὲ καὶ ἐπιμελεῖται αὐτοῦ. κρεῖττον μὲν γὰρ τὸ κατὰ γνώμην ὠφελοῦν τοῦ μὴ ὠφελοῦντος κατὰ γνώμην, τοῦ δὲ θεοῦ κρεῖττον οὐδέν. καὶ οὐκ ἄλλο τί ἐστι τὸ κατὰ γνώμην ὠφελεῖν, ὅτι μὴ ἐπιμελεῖσθαι [τοῦ ἀνθρώπου]· κήδεται ἄρα καὶ ἐπιμελεῖται τοῦ ἀνθρώπου ὁ θεός. τοῦτο δὲ ἐνδείκνυται ἔργῳ παιδαγωγῶν αὐτὸν λόγῳ, ὅς ἐστι τῆς τοῦ θεοῦ φιλανθρωπίας συναγωνιστὴς γνήσιος. τὸ δὲ ἀγαθὸν εἶναι οὐ τῷ τὴν ἀρετὴν ἔχειν ἀγαθὸν εἶναι λέγεται, καθὸ καὶ ἡ δικαιοσύνη ἀγαθὸν εἶναι λέγεται οὐ τῷ ἀρετὴν ἔχειν (ἀρετὴ γάρ ἐστιν αὐτή), ἀλλὰ τῷ αὐτὴν καθ᾿ αὑτὴν καὶ δι᾿ αὑτὴν ἀγαθὴν εἶναι. λέγεται δὲ καὶ κατ᾿ ἄλλον τρόπον ἀγαθὸν τὸ συμφέρον, οὐ τῷ τέρπειν, ἀλλὰ τῷ ὠφελεῖν. ἃ δὴ πάντα ἡ δικαιοσύνη, καὶ ὡς ἀρετὴ καὶ ὡς δι᾿ αὐτὴν αἱρετὴ ἀγαθὸν καὶ ὡς οὐ τέρπουσα· οὐ γὰρ πρὸς χάριν κρίνει, ἀλλὰ τοῦ κατ᾿ ἀξίαν ἑκάστῳ ἐστὶν ἀπονεμητική, ἕπεται δὲ τῷ συμφέροντι τὸ ὠφέλιμον. κατὰ πάντα ἄρα τὰ μέρη, καθ᾿ ἃ τὸ ἀγαθὸν ἐξετάζεται, καὶ ἡ δικαιοσύνη χαρακτηρίζεται, τῶν ἴσων ἐπ᾿ ἴσης ἀμφοῖν μετεχόντων· τὰ δὲ τοῖς ἴσοις χαρακτηριζόμενα ἴσα τε ἀλλήλοις καὶ ὅμοια· ἀγαθὸν ἄρα ἡ δικαιοσύνη. πῶς οὖν, φασίν, εἰ φιλάνθρωπός ἐστι καὶ ἀγαθὸς ὁ κύριος, ὀργίζεται καὶ κολάζει; ἀναγκαῖον οὖν καὶ περὶ τούτου ὡς οἷόν τε διὰ βραχυτάτων ἐπεξελθεῖν· ἐπεὶ λυσιτελής πως ἡ τοιάδε οἰκονομία πρὸς τὴν ὀρθὴν τῶν παίδων ἀγωγήν, ἀναγκαίου βοηθήματος ἔχουσα τάξιν. θεραπεύεται δὲ πολλὰ τῶν παθῶν τιμωρίᾳ καὶ προστάξει αὐστηροτέρων παραγγελμάτων καὶ δὴ καὶ διὰ τῆς ἐνίων θεωρημάτων διδασκαλίας. ἔστι δὲ οἱονεὶ χειρουργία τῶν τῆς ψυχῆς παθῶν ὁ ἔλεγχος, ἀπόστασις δὲ τὰ πάθη τῆς ἀληθείας, ἃ χρὴ διελέγχειν διαιροῦντα τῇ τομῇ. φαρμακείᾳ δὲ ἔοικεν ὁ ὀνειδισμὸς τὰ τετυλωμένα ἀναλύων τῶν παθῶν καὶ τὰ ῥυπαρὰ τοῦ βίου, τὰς λαγνείας, ἀνακαθαίρων, πρὸς δὲ καὶ τὰς ὑπερσαρκώσεις τοῦ τύφου ἐξομαλίζων, εἰς τὸν ὑγιῆ καὶ ἀληθινὸν ἀνασκευάζων τὸν ἄνθρωπον. ἡ νουθέτησις οὖν οἱονεὶ δίαιτά ἐστι νοσούσης ψυχῆς, ὧν χρὴ μεταλαμβάνειν συμβουλευτικὴ καὶ ὧν οὐ χρὴ ἀπαγορευτική· τὰ δὲ πάντα εἰς σωτηρίαν καὶ ἀίδιον ὑγείαν διατείνει. ἀλλὰ καὶ ὁ στρατηγὸς χρημάτων ζημίας καὶ τὰς εἰς αὐτὰ τὰ σώματα διηκούσας αἰκίας μετὰ δεσμῶν καὶ τῆς ἐσχάτης ἀτιμίας προσφέρων τοῖς ἠδικηκόσιν, ἔσθ᾿ ὅτε δὲ καὶ θανάτῳ κολάζων τινάς, τέλος ἔχει τὸ ἀγαθόν, ὑπὲρ νουθεσίας τῶν ὑπηκόων στρατηγῶν. ὡσαύτως καὶ ὁ μέγας ἡμῶν ἐκεῖνος στρατηγός, ὁ τῶν ὅλων ἡγεμὼν λόγος, τοὺς παρὰ τὸν νόμον ἀφηνιάζοντας τὸν αὑτοῦ, ὑπὲρ ἀπαλλαγῆς δουλείας καὶ πλάνης καὶ τῆς τοῦ ἀντικειμένου αἰχμαλωσίας εἰς καταστολὴν τῶν τῆς ψυχῆς παθῶν νουθετῶν, ἐπὶ τὴν ἱερὰν τῆς πολιτείας ὁμόνοιαν εἰρηναγωγεῖ. |
| 1.9 | Παντὶ τοίνυν σθένει ὁ τῆς ἀνθρωπότητος παιδαγωγός, ὁ θεῖος ἡμῶν λόγος, πάσῃ καταχρώμενος σοφίας μηχανῇ, σῴζειν ἐπιβέβληται τοὺς νηπίους, νουθετῶν, ἐπιτιμῶν, ἐπιπλήττων, ἐλέγχων, ἀπειλούμενος, ἰώμενος, ἐπαγγελλόμενος, χαριζόμενος, »πολλοῖς τισιν οἱονεὶ χαλινοῖς« τὰς ἀλόγους τῆς ἀνθρωπότητος »δεσμεύων« ὁρμάς. συνελόντι γοῦν εἰπεῖν, οὕτως ὁ κύριος πρὸς ἡμᾶς, ὡς καὶ ἡμεῖς πρὸς τὰ τέκνα ἡμῶν. »τέκνα σοί ἐστιν; παίδευσον αὐτά«, ἡ σοφία παραινεῖ, »καὶ κάμψον αὐτὰ ἐκ νεότητος αὐτῶν. θυγατέρες σοί εἰσι; πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου.« καίτοι τὰ τέκνα ἡμῶν, υἱούς τε καὶ θυγατέρας, σφόδρα καὶ ὑπὲρ πᾶν ὁτιοῦν ἀγαπῶμεν. ἐπεὶ δ᾿ οἱ μὲν πρὸς χάριν ὁμιλοῦντες ὀλίγον ἀγαπῶσιν ὃ μὴ λυποῦσιν, οἱ δὲ πρὸς ὠφέλειαν ἐπιστύφοντες, εἰ καὶ παραυτίκα λυπηροί, ἀλλὰ εἰς τὸν ἔπειτα εὐεργετοῦσιν αἰῶνα, οὐ τὴν παραυτίκα ἡδονὴν ὁ κύριος, ἀλλὰ τὴν μέλλουσαν ἐσκόπησε τρυφήν. ἐπίωμεν δὲ ἤδη καὶ τὸν τρόπον αὐτοῦ τῆς φιλανθρώπου παιδαγωγίας μετὰ μαρτυρίας προφητικῆς. |
| 1.10 | Εἰ τοίνυν τὴν περὶ τὸ ἐπιστύφειν τὴν ἀνθρωπότητα οἰκονομίαν, ἀγαθὴν οὖσαν καὶ σωτήριον, ἀναγκαίως ὑπὸ τοῦ λόγου παραλαμβανομένην ἐπεδείξαμεν πρός τε μετάνοιαν καὶ πρὸς τῶν ἁμαρτιῶν τὴν κώλυσιν εὔθετον γενομένην, ἑξῆς ἂν εἴη σκοπεῖν τὸ ἤπιον τοῦ λόγου· δίκαιος γὰρ οὗτος ἀποδέδεικται καὶ τὰς ἰδίας παρατίθεται γνώμας τὰς πρὸς σωτηρίαν παρακλητικάς, δι᾿ ὧν καὶ τὸ καλὸν καὶ τὸ συμφέρον πατρικῷ θελήματι γνωρίζειν ἡμῖν βούλεται. σκόπει δὲ ταῦτα· τὸ μὲν καλὸν τοῦ ἐγκωμιαστικοῦ, τὸ δὲ συμφέρον τοῦ συμβουλευτικοῦ· καὶ γὰρ οὖν τοῦ μὲν συμβουλευτικοῦ σχέσις τὸ προτρεπτικὸν καὶ ἀποτρεπτικόν, τοῦ δὲ ἐγκωμιαστικοῦ τὸ ἐπαινετικόν τε καὶ ψεκτικὸν γίνεται. πῶς γὰρ ἔχουσα ἡ διάνοια ἡ συμβουλευτικὴ προτρεπτικὴ γίνεται καὶ πῶς ἔχουσα ἀποτρεπτική. ὡσαύτως δὲ καὶ τὸ ἐγκωμιαστικὸν πῶς μὲν ἔχον ψεκτικὸν γίνεται, πῶς δὲ ἔχον ἐπαινετικόν· περὶ ἃ καταγίνεται μάλιστα ὁ παιδαγωγὸς ὁ δίκαιος ὁ τοῦ ἡμετέρου συμφέροντος ἐστοχασμένος. ἀλλὰ γὰρ τὸ μὲν ψεκτικὸν καὶ ἀποτρεπτικὸν εἶδος ὑποδέδεικται ἡμῖν ἤδη πρότερον, νῦν δὲ αὖ τὸ προτρεπτικὸν καὶ ἐπαινετικὸν μεταχειριστέον καὶ καθάπερ ἐπὶ ζυγοῦ τὰς ἰσοστασίους ἀντισηκώσωμεν τοῦ δικαίου πλάστιγγας. |
| 1.11 | Ὁ μὲν δὴ τρόπος τῆς φιλανθρωπίας αὐτοῦ καὶ παιδαγωγίας ὡς ἐνῆν ἡμῖν ὑποδέδεικται. διόπερ παγκάλως αὐτὸς αὑτὸν ἐξηγούμενος »κόκκῳ νάπυος« εἴκασεν, καὶ τοῦ σπειρομένου λόγου τὸ πνευματικὸν καὶ τὸ πολύχουν τῆς φύσεως καὶ τὸ μεγαλοπρεπὲς ἅμα καὶ εὐαυξὲς τῆς δυνάμεως τῆς λογικῆς, πρὸς δὲ καὶ τῆς ἐπιτιμήσεως τὸ δηκτικὸν καὶ τὸ ἀνακαθαρτικὸν ὀνησιφόρον εἶναι ὑπὸ δριμύτητος αἰνιττόμενος. δι᾿ ὀλίγου γοῦν τοῦ κόκκου τοῦ ἀλληγορουμένου πάμπολυ, τὴν σωτηρίαν, ἁπάσῃ χαρίζεται τῇ ἀνθρωπότητι. τὸ μὲν οὖν μέλι γλυκύτατον ὂν χολῆς ἐστι γεννητικόν, ὡς τὸ ἀγαθὸν καταφρονήσεως, ὃ δὴ αἴτιον τοῦ ἐξαμαρτάνειν, τὸ δὲ νᾶπυ καὶ τῆς χολῆς μειωτικόν, τουτέστι τοῦ θυμοῦ, καὶ τοῦ φλέγματος διακοπτικόν, τουτέστι τοῦ τύφου· ἐξ οὗ λόγου ἡ ἀληθὴς τῆς ψυχῆς ὑγεία καὶ ἡ ἀίδιος εὐκρασία περιγίνεται. πάλαι μὲν οὖν διὰ Μωσέως ὁ λόγος ἐπαιδαγώγει, ἔπειτα καὶ διὰ προφητῶν· προφήτης δὲ καὶ ὁ Μωσῆς· ὁ γὰρ νόμος παιδαγωγία παίδων ἐστὶ δυσηνίων. »χορτασθέντες γοῦν«, φησίν, »ἀνέστησαν παίζειν«, τὸ ἄλογον τῆς τροφῆς πλήρωμα χόρτασμα, οὐ βρῶμα εἰπών. ἐπεὶ δὲ ἀλόγως κορεσθέντες ἀλόγως ἔπαιζον, διὰ τοῦτο αὐτοῖς καὶ ὁ νόμος καὶ ὁ φόβος εἵπετο εἰς ἀνακοπὴν ἁμαρτημάτων καὶ προτροπὴν κατορθωμάτων, καταρτίζων εὐηκοΐαν αὐτοῖς τοῦ ἀληθοῦς παιδαγωγοῦ, τὴν εὐπείθειαν, εἷς καὶ ὁ αὐτὸς ὢν λόγος πρὸς τὸ κατεπεῖγον ἁρμοττόμενος· »τὸν νόμον δοθῆναι« γάρ φησιν ὁ Παῦλος »παιδαγωγὸν εἰς Χριστόν«, ὡς ἐκ τούτου συμφανὲς εἶναι ἕνα μόνον ἀληθινόν, ἀγαθόν, δίκαιον, κατ᾿ εἰκόνα καὶ ὁμοίωσιν τοῦ πατρὸς υἱὸν Ἰησοῦν, τὸν λόγον τοῦ θεοῦ, παιδαγωγὸν ἡμῶν εἶναι, ᾧ παρέδωκεν ἡμᾶς ὁ θεός, ὡς πατὴρ φιλόστοργος γνησίῳ παιδαγωγῷ παρακατατιθέμενος τὰ παιδία, διαρρήδην παραγγείλας ἡμῖν· »οὗτός ἐστί μου ὁ υἱός ὁ ἀγαπητός, αὐτοῦ ἀκούετε.« ἀξιόπιστος ὁ θεῖος παιδαγωγὸς τρισὶ τοῖς καλλίστοις κεκοσμημένος, ἐπιστήμῃ, εὐνοίᾳ, παρρησίᾳ· ἐπιστήμῃ μὲν ὅτι σοφία ἐστὶ πατρική, »πᾶσα σοφία παρὰ κυρίου καὶ μετ᾿ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα«· παρρησίᾳ δὲ ὅτι θεὸς καὶ δημιουργός, »πάντα γὰρ δι᾿ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«· εὐνοίᾳ δὲ ὅτι μόνος ὑπὲρ ἡμῶν ἱερεῖον ἑαυτὸν ἐπιδέδωκεν, »ὁ γὰρ ἀγαθὸς ποιμὴν τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων« καὶ δὴ ἔθηκεν. εὔνοια δὲ οὐδὲν ἀλλ᾿ ἢ βούλησίς ἐστιν ἀγαθοῦ τῷ πλησίον, αὐτοῦ χάριν ἐκείνου. |
| 1.12 | Τούτων ἤδη προδιηνυσμένων ἑπόμενον ἂν εἴη τὸν παιδαγωγὸν ἡμῶν Ἰησοῦν τὸν βίον ἡμῖν τὸν ἀληθινὸν ὑποτυπώσασθαι καὶ τὸν ἐν Χριστῷ παιδαγωγῆσαι ἄνθρωπον. ἔστι δὲ ὁ χαρακτηρισμὸς οὐ φοβερὸς ἄγαν αὐτοῦ οὐδὲ ἔκλυτος κομιδῇ ὑπὸ χρηστότητος. ἐντέλλεται δὲ ἅμα καὶ χαρακτηρίζει τὰς ἐντολὰς ὡς ἡμᾶς αὐτὰς ἐκτελεῖν δύνασθαι. καί μοι δοκεῖ αὐτὸς οὗτος πλάσαι μὲν τὸν ἄνθρωπον ἐκ χοός, ἀναγεννῆσαι δὲ ὕδατι, αὐξῆσαι δὲ πνεύματι, παιδαγωγῆσαι δὲ ῥήματι, εἰς υἱοθεσίαν καὶ σωτηρίαν ἁγίαις ἐντολαῖς κατευθύνων, ἵνα δὴ τὸν γηγενῆ εἰς ἅγιον καὶ ἐπουράνιον μεταπλάσας ἐκ προσβάσεως ἄνθρωπον, ἐκείνην τὴν θεϊκὴν μάλιστα πληρώσῃ φωνήν· »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν ἡμῶν.« καὶ δὴ γέγονεν ὁ Χριστὸς τοῦτο πλῆρες, ὅπερ εἴρηκεν ὁ θεός, ὁ δὲ ἄλλος ἄνθρωπος κατὰ μόνην νοεῖται τὴν εἰκόνα. ἡμεῖς δέ, ὦ παῖδες ἀγαθοῦ πατρός, ἀγαθοῦ παιδαγωγοῦ θρέμματα, πληρώσωμεν τὸ θέλημα τοῦ πατρός, ἀκούωμεν τοῦ λόγου καὶ τὸν σωτήριον ὄντως ἀναμαξώμεθα τοῦ σωτῆρος ἡμῶν βίον· ἐνθένδε ἤδη τὴν ἐπουράνιον μελετῶντες πολιτείαν, καθ᾿ ἣν ἐκθεούμεθα, τὸ ἀειθαλὲς εὐφροσύνης καὶ ἀκήρατον εὐωδίας ἐπαλειφώμεθα χρῖσμα, ἐναργὲς ὑπόδειγμα ἀφθαρσίας τὴν πολιτείαν ἔχοντες τοῦ κυρίου καὶ τὰ ἴχνη τοῦ θεοῦ διώκοντες· ᾧ μόνῳ προσήκει σκοπεῖν καὶ δὴ μέλει πῶς καὶ τίνα τρόπον ὑγιεινότερος ἂν ὁ τῶν ἀνθρώπων βίος γένοιτο. ἀλλὰ καὶ πρὸς αὐτάρκειαν τοῦ βίου καὶ ἀπεριττότητα ἔτι τε εὔζωνόν τε καὶ εὔλυτον ὁδοιπορικὴν ἑτοιμότητα εἰς ἀιδιότητα εὐζωΐας παρασκευάζει, αὐτὸν αὑτοῦ ἕκαστον ἡμῶν ταμιεῖον εἶναι διδάσκων. »μὴ γὰρ μεριμνᾶτε«, φησί, »περὶ τῆς αὔριον«, χρῆναι λέγων τὸν ἀπογεγραμμένον Χριστῷ αὐτάρκη καὶ αὐτοδιάκονον καὶ προσέτι ἐφήμερον ἐπαναιρεῖσθαι βίον. οὐ γὰρ ἐν πολέμῳ, ἀλλ᾿ ἐν εἰρήνῃ παιδαγωγούμεθα. πολέμῳ μὲν οὖν πολλῆς δεῖ τῆς παρασκευῆς δαψιλείας τε χρῄζει ἡ τρυφή· εἰρήνη δὲ καὶ ἀγάπη, ἀφελεῖς καὶ ἀπράγμονες ἀδελφαί, οὐχ ὅπλων δέονται, οὐ παρασκευῆς ἀσώτου· λόγος ἐστὶν αὐταῖς ἡ τροφή, ὁ τὴν ἐνδεικτικὴν καὶ παιδευτικὴν ἡγεμονίαν κεκληρωμένος λόγος, παρ᾿ οὗ τὸ εὐτελές τε καὶ ἄτυφον καὶ τὸ ὅλον φιλελεύθερον καὶ φιλάνθρωπον φιλόκαλόν τε ἐκμανθάνομεν, ἑνὶ λόγῳ μετ᾿ οἰκειότητος ἀρετῆς ἐξομοιούμενοι τῷ θεῷ. ἀλλ᾿ ἐκπόνει καὶ μὴ ἀπόκαμνε· ἔσῃ γὰρ οἷος οὐκ ἐλπίζεις οὐδ᾿ εἰκάσαι δύναιο ἄν. ὡς δὲ ἔστι τις ἄλλη μὲν φιλοσόφων ἀγωγή, ἄλλη δὲ ῥητόρων, παλαιστῶν δὲ ἄλλη, οὕτως ἐστὶν γενναία διάθεσις φιλοκάλῳ προαιρέσει κατάλληλος ἐκ τῆς Χριστοῦ παιδαγωγίας περιγινομένη, καὶ τὰ τῆς ἐνεργείας πεπαιδευμέναι σεμναὶ διαπρέπουσιν πορεία καὶ κατάκλισις καὶ τροφὴ καὶ ὕπνος καὶ κοίτη καὶ δίαιτα καὶ ἡ λοιπὴ παιδεία· οὐ γὰρ ὑπέρτονος ἡ τοιάδε ἀγωγὴ τοῦ λόγου, ἀλλ᾿ εὔτονος. ταύτῃ οὖν καὶ σωτὴρ ὁ λόγος κέκληται, ὁ τὰ λογικὰ ταῦτα ἐξευρὼν ἀνθρώποις εἰς εὐαισθησίαν καὶ σωτηρίαν φάρμακα, ἐπιτηρῶν μὲν τὴν εὐκαιρίαν, ἐλέγχων δὲ τὴν βλάβην καὶ τὰς αἰτίας τῶν παθῶν διηγούμενος καὶ τὰς ῥίζας τῶν ἀλόγων ἐκκόπτων ἐπιθυμιῶν, παραγγέλλων μὲν ὧν ἀπέχεσθαι δεῖ, τὰς ἀντιδότους δὲ ἁπάσας τῆς σωτηρίας τοῖς νοσοῦσι προσφέρων· τοῦτο γὰρ τὸ μέγιστον καὶ βασιλικώτατον ἔργον τοῦ θεοῦ, σῴζειν τὴν ἀνθρωπότητα. τῷ μὲν οὖν ἰατρῷ οὐδὲν πρὸς ὑγείαν συμβουλεύοντι ἄχθονται οἱ κάμνοντες, τῷ δὲ παιδαγωγῷ τῷ θείῳ πῶς οὐκ ἂν ὁμολογήσαιμεν τὴν μεγίστην χάριν μὴ σιωπῶντι μηδὲ παρενθυμουμένῳ τὰς εἰς ἀπώλειαν φερούσας ἀπειθείας, ἀλλὰ καὶ ταύτας διελέγχοντι καὶ τὰς ὁρμὰς τὰς εἰς αὐτὰς διατεινούσας ἀνακόπτοντι καὶ τὰς καθηκούσας πρὸς τὴν ὀρθὴν πολιτείαν ὑποθημοσύνας ἐκδιδάσκοντι; πλείστην ἄρα ὁμολογητέον χάριν αὐτῷ. τὸ γάρ τοι ζῷον τὸ λογικόν, τὸν ἄνθρωπον λέγω, ἄλλο τι φαμὲν ἢ θεάσασθαι τὸ θεῖον δεῖν; θεάσασθαι δὲ καὶ τὴν ἀνθρωπίνην φύσιν φημὶ χρῆναι ζῆν τε ὡς ὑφηγεῖται ἡ ἀλήθεια, ἀγαμένους ὑπερφυῶς τόν τε παιδαγωγὸν αὐτὸν καὶ τὰς ἐντολὰς αὐτοῦ, ὡς πρέποντα ἀλλήλοις ἐστὶ καὶ ἁρμόττοντα· καθ᾿ ἣν εἰκόνα καὶ ἡμᾶς ἁρμοσαμένους χρὴ σφᾶς αὐτοὺς πρὸς τὸν παιδαγωγόν, σύμφωνον τὸν λόγον ποιησαμένους τοῖς ἔργοις, τῷ ὄντι ζῆν. |
| 1.13 | Πᾶν τὸ παρὰ τὸν λόγον τὸν ὀρθὸν τοῦτο ἁμάρτημά ἐστιν. αὐτίκα γοῦν τὰ πάθη τὰ γενικώτατα ὧδέ πως ὁρίζεσθαι ἀξιοῦσιν οἱ φιλόσοφοι, τὴν μὲν ἐπιθυμίαν ὄρεξιν ἀπειθῆ λόγῳ, τὸν δὲ φόβον ἔκκλισιν ἀπειθῆ λόγῳ, ἡδονὴν δὲ ἔπαρσιν ψυχῆς ἀπειθῆ λόγῳ, λύπην δὲ συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ . εἰ τοίνυν ἡ πρὸς τὸν λόγον ἀπείθεια ἁμαρτίας ἐστὶ γεννητική, πῶς οὐχὶ ἐξ ἀνάγκης ἡ τοῦ λόγου ὑπακοή, ἣν δὴ πίστιν φαμέν, τοῦ καλουμένου καθήκοντος ἔσται περιποιητική; καὶ γὰρ ἡ ἀρετὴ αὐτὴ διάθεσίς ἐστι ψυχῆς σύμφωνος τῷ λόγου περὶ ὅλον τὸν βίον. ναὶ μὴν τὸ κορυφαιότατον, αὐτὴν φιλοσοφίαν ἐπιτήδευσιν λόγου ὀρθότητος ἀποδιδόασιν, ὡς ἐξ ἀνάγκης εἶναι τὸ πλημμελούμενον πᾶν διὰ τὴν τοῦ λόγου διαμαρτίαν γινόμενον καὶ εἰκότως καλεῖσθαι ἁμάρτημα. αὐτίκα γοῦν ὅτε ἥμαρτεν ὁ πρῶτος ἄνθρωπος καὶ παρήκουσεν τοῦ θεοῦ, »καὶ παρωμοιώθη«, φησί, »τοῖς κτήνεσιν ὁ ἄνθρωπος«, παρὰ τὸν λόγον ἐξαμαρτών· εἰκότως ἄλογος νομισθεὶς εἰκάζεται κτήνεσιν. ἐντεῦθεν καὶ ἡ σοφία λέγει· »ἵππος εἰς ὀχείαν ὁ φιλήδονος καὶ ὁ μοιχός«, ἀλογίστῳ κτήνει παρομοιωθείς, διὸ καὶ ἐπιφέρει· »παντὸς ὑποκάτω ἐπικαθημένου χρεμετίζει.« οὐκέτι λαλεῖ, φησίν, ὁ ἄνθρωπος· οὐ γάρ ἐστιν λογικὸς ἔτι ὁ παρὰ λόγον ἁμαρτάνων, θηρίον δὲ δὴ ἄλογον, ἔκδοτον ἐπιθυμίαις, ᾧ πᾶσαι ἐπικάθηνται ἡδοναί. τὸ δὲ κατορθούμενον κατὰ τὴν τοῦ λόγου ὑπακοὴν προσῆκον καὶ καθῆκον Στωϊκῶν ὀνομάζουσιν παῖδες· τὸ μὲν οὖν καθῆκον προσῆκόν ἐστιν, ὑπακοὴ δὲ θεμελιοῦται ἐντολαῖς· αὗται δὲ ταῖς ὑποθήκαις αἱ αὐταὶ οὖσαι τὴν ἀλήθειαν ἔχουσαι σκοπόν, ἐπὶ τὸ ἔσχατον ὀρεκτόν, ὃ τέλος νοεῖται, παιδαγωγοῦσιν· τέλος δέ ἐστιν θεοσεβείας ἡ ἀίδιος ἀνάπαυσις ἐν τῷ θεῷ, τοῦ δὲ αἰῶνός ἐστιν ἀρχὴ τὸ ἡμέτερον τέλος. τὸ μέντοι τῆς θεοσεβείας κατόρθωμα δι᾿ ἔργων τὸ καθῆκον ἐκτελεῖ· ὅθεν εἰκότως τὰ καθήκοντα περὶ τὰς πράξεις, οὐ τὰς λέξεις, συνίσταται· καὶ ἔστιν ἡ μὲν πρᾶξις ἡ τοῦ Χριστιανοῦ ψυχῆς ἐνέργεια λογικῆς κατὰ κρίσιν ἀστείαν καὶ ὄρεξιν ἀληθείας διὰ τοῦ συμφυοῦς καὶ συναγωνιστοῦ σώματος ἐκτελουμένη· καθῆκον δὲ ἀκόλουθον ἐν βίῳ θεῷ καὶ Χριστῷ βούλημα ἕν, κατορθούμενον ἀιδίῳ ζωῇ· καὶ γὰρ ὁ βίος ὁ Χριστιανῶν, ὃν παιδαγωγούμεθα νῦν, σύστημά τί ἐστι λογικῶν πράξεων, τουτέστιν τῶν ὑπὸ τοῦ λόγου διδασκομένων ἀδιάπτωτος ἐνέργεια, ἣν δὴ πίστιν κεκλήκαμεν. τὸ δὲ σύστημα ἐντολαὶ κυριακαί, αἳ δὴ δόξαι οὖσαι θεϊκαὶ ὑποθῆκαι πνευματικαὶ ἡμῖν αὐτοῖς ἀναγεγράφαται, πρός τε ἡμᾶς αὐτοὺς καὶ καὶ πρὸς τοὺς πέλας εὔθετοι· καὶ αὗται αὖθις πρὸς ἡμᾶς ἀνταναστρέφουσι, καθάπερ πρὸς τὸν βάλλοντα ἡ σφαῖρα διὰ τὴν ἀντιτυπίαν παλινδρομοῦσα· ὅθεν καὶ ἔστιν ἀναγκαῖα τὰ καθήκοντα εἰς παιδαγωγίαν θεϊκήν, ὡς ὑπὸ θεοῦ παρηγγελμένα καὶ εἰς σωτηρίαν πεπορισμένα. καὶ ἐπεὶ τῶν ἀναγκαίων τὰ μὲν πρὸς τὸ ζῆν ἐστι τὸ ἐνταῦθα μόνον, τὰ δὲ ἔνθεν πρὸς τὸ εὖ ζῆν ἐκεῖσε ἀναπτεροῖ, ἀναλόγως καὶ τῶν καθηκόντων τὰ μὲν πρὸς τὸ ζῆς, τὰ δὲ πρὸς τὸ εὖ ζῆν διατάττεται. ὅσα μὲν οὖν πρὸς τὸ ἐθνικὸν ζῆν παραγγέλλεται, ταῦτα καὶ παρὰ τοῖς πολλοῖς δεδήμευται, ἃ δὲ πρὸς τὸ εὖ ζῆν ἁρμόττει, ἐξ ὧν τὸ ἀίδιον ἐκεῖνο περιγίνεται ζῆν, ταῦτα δὲ ἐν ὑπογραφῆς μέρει ἐξ αὐτῶν ἀναλεγομένοις τῶν γραφῶν ἐξέστω σκοπεῖν. |
| 2.argument | A . Πῶς περὶ τὰς τροφὰς ἀναστρεπτέον. |
| 2.1 | Ἐχομένοις τοίνυν τοῦ σκοποῦ καὶ τὰς γραφὰς πρὸς τὸ βιωφελὲς τῆς παιδαγωγίας ἐκλεγομένοις, ὁποῖόν τινα εἶναι χρὴ παρ᾿ ὅλον τὸν βίον τὸν Χριστιανὸν καλούμενον, κεφαλαιωδῶς ὑπογραπτέον. ἀρκτέον οὖν ἡμῖν ἀφ᾿ ἡμῶν αὐτῶν καὶ ὅπως ἁρμόττειν γε χρή. στοχαζομένοις τοίνυν τῆς συμμετρίας τοῦ συντάγματος, ὁποῖόν τινα τῷ ἑαυτοῦ σώματι ἕκαστον ἡμῶν προσφέρεσθαι, μᾶλλον δὲ ὅπως αὐτὸ κατευθύνειν χρή, λεκτέον· ὁπόταν γάρ τις ἀπὸ τῶν ἐκτὸς καὶ αὐτῆς ἔτι τῆς τοῦ σώματος ἀγωγῆς ἐπὶ τὴν διάνοιαν ἀχθεὶς ὑπὸ τοῦ λόγου τὴν θεωρίαν τῶν κατὰ τὸν ἄνθρωπον συμβαινόντων κατὰ φύσιν ἀκριβῶς ἐκμάθῃ, εἴσεται μὴ σπουδάζειν μὲν περὶ τὰ ἐκτός, τό τε ἴδιον τοῦ ἀνθρώπου, τὸ ὄμμα τῆς ψυχῆς, ἐκκαθαίρειν, ἁγνίζειν δὲ καὶ τὴν σάρκα αὐτήν. ὁ γὰρ ἐκείνων καθαρῶς ἀπολυθείς, δι᾿ ὧν ἔτι χοῦς ἐστιν, τί ἂν ἄλλο προὐργιαίτερον ἑαυτοῦ ἔχοι πρὸς τὸ ὁδῷ ἐλθεῖν ἐπὶ τὴν κατάληψιν τοῦ θεοῦ; οἱ μὲν δὴ ἄλλοι ἄνθρωποι ζῶσιν, ἵνα ἐσθίωσιν, ὥσπερ ἀμέλει καὶ τὰ· ἄλογα ζῷα, οἷς οὐδὲν ἀλλ᾿ ἢ γαστήρ ἐστιν ὁ βίος, ἡμῖν δὲ ὁ παιδαγωγὸς ἐσθίειν παραγγέλλει, ἵνα ζῶμεν. οὔτε γὰρ ἔργον ἡμῖν ἡ τροφὴ οὔτε σκοπὸς ἡδονή, ὑπὲρ δὲ τῆς ἐνταῦθα διαμονῆς, ἣν ὁ λόγος εἰς ἀφθαρσίαν παιδαγωγεῖ, ἐγκρίνεται ἡ τροφή. ἁπλῆ δὲ αὕτη καὶ ἀπερίεργος, ἀληθείᾳ κατάλληλος, ἁπλοῖς καὶ ἀπεριέργοις ἁρμόζουσα παιδίοις, ὡσὰν εἰς τὸ ζῆν, οὐκ εἰς τρυφὴν ἐπιτήδειος· τὸ δὲ ἐκ δυεῖν, τὸ ζῆν τοῦτο, ὑγείας τε καὶ ἰσχύος σύγκειται, οἷς μάλιστα κατάλληλον τῆς τροφῆς τὸ εὔκολον, εἴς τε τὰς ἀναδόσεις καὶ τοῦ σώματος τὴν κουφότητα χρησιμεῦον, ἐξ ὧν αὔξησίς τε καὶ ὑγεία καὶ ἰσχὺς δικαία, οὐχὶ δὲ ἄδικος ἢ σφαλερὰ καὶ ἀθλία ὡς ἡ τῶν ἀθλητῶν ἐξ ἀναγκοφαγίας, περιγίνεται. αἱ μὲν οὖν πολυειδεῖς ποιότητες ἀποπτυστέαι, ποικίλας ἐντίκτουσαι βλάβας, καχεξίας σωμάτων, ἀνατροπὰς στομάχων, ἐκπορνευούσης τῆς γεύσεως διά τινος κακοδαίμονος τέχνης τῆς ὀψαρτυτικῆς καὶ τῆς ἀμφὶ τὰ πέμματα ματαιοτεχνίας. τροφὴν γὰρ τολμῶσιν καλεῖν τὴν ἐν τρυφαῖς ἐπιτήδευσιν εἰς ἡδονὰς ἐπιβλαβεῖς ὀλισθαίνουσαν. Ἀντιφάνης δὲ ὁ Δήλιος ἰατρὸς καὶ μίαν τῶν νόσου αἰτιῶν ταύτην εἴρηκεν τῶν ἐδεσμάτων τὴν πολυειδίαν, τῶν περὶ τὴν ἀλήθειαν δυσαρεστούντων κενοδοξίᾳ ποικίλῃ τὸ σῶφρον τῆς διαίτης ἐξομνυμένων καὶ τὰς διαποντίους πολυπραγμονούντων ἐδωδάς. κἀμοὶ μὲν ἔλεος ὕπεισι τῆς νόσου, οἳ δὲ ἐξυμνεῖν οὐκ αἰσχύνονται τὰς σφετέρας ἡδυπαθείας, τὰς ἐν τῷ πορθμῷ τῷ Σικελικῷ σμυραίνας πολυπραγμονοῦντες καὶ τὰς ἐγχέλεις τὰς Μαιανδρίους καὶ τὰς ἐν Μήλῳ ἐρίφους καὶ τοὺς ἐν Σκιάθῳ κεστρεῖς καὶ τὰς Πελωρίδας κόγχας καὶ τὰ ὄστρεια τὰ Ἀβυδηνά, οὐ παραλείποντες δὲ τὰς ἐν Λιπάρᾳ μαινίδας οὐδὲ τὴν γογγύλην τὴν Μαντινικήν, ἀλλὰ οὐδὲ τὰ παρὰ τοῖς Ἀσκραίοις τεῦτλα, κτένας τε ἐκζητοῦσιν Μηθυμναίους καὶ ψήττας Ἀττικὰς καὶ τὰς δαφνίους κίχλας χελιδονίους τε ἰσχάδας, δι᾿ ἃς εἰς Ἑλλάδα πεντακοσίαις ἅμα μυριάσιν ὁ κακοδαίμων ἐστείλατο Πέρσης. ὄρνεις ἐπὶ τούτοις συνωνοῦνται τοὺς ἀπὸ Φάσιδος, ἀτταγᾶς Αἰγυπτίας, Μῆδον ταῶνα. ταῦτα τοῖς ἡδύσμασιν ἐξαλλάσσοντες οἱ γαστρίμαργοι τοῖς ὄψοις ἐπικεχήνασιν, ὅσα τε χθὼν πόντου τε βένθη καὶ ἀέρος ἀμέτρητον εὖρος ἐκτρέφει, τῇ αὑτῶν ἐκποριζόμενοι λαιμαργίᾳ. σαγηνεύειν ἀτεχνῶς οἱ πλεονέκται καὶ πολυπράγμονες οὗτοι ἐοίκασιν εἰς ἡδυπάθειαν τὸν κόσμον, »ταγήνοις σίζουσιν« περιηχούμενοι, ἀμφὶ τὴν ἴγδιν καὶ τὸν ἀλετρίβανον τὸν πάντα αὐτῶν κατατρίβοντες βίον οἱ παμφάγοι καθάπερ τὸ πῦρ τῆς ὕλης ἐξεχόμενοι. ἀλλὰ καὶ τὴν εὔκολον βρῶσιν τὸν ἄρτον ἐκθηλύνουσιν ἀποσήθοντες τοῦ πυροῦ τὸ τρόφιμον, ὡς τὸ ἀναγκαῖον τῆς τροφῆς ὄνειδος γίνεσθαι ἡδονῆς. οὐκ ἔχει δὲ ὅρον παρὰ τοῖς ἀνθρώποις ἡ λιχνεία. καὶ γὰρ εἰς τὰ πέμματα καὶ τὰ μελίπηκτα, πρὸς δὲ καὶ εἰς τὰ τραγήματα ἐξώκειλεν, ἐπιδορπισμάτων πλῆθος εὑρίσκουσα, παντοδαπὰς θηρωμένη ποιότητας. καί μοι δοκεῖ ὁ τοιοῦτος ἄνθρωπος οὐδὲν ἀλλ᾿ ἢ γνάθος εἶναι. »μηδὲ ἐπιθύμει«, φησὶν ἡ γραφή, »τῶν ἐδεσμάτων τῶν πλουσίων· ταῦτα γὰρ ἔχεται βίου ψευδοῦς τε καὶ αἰσχροῦ.« οἳ μὲν γὰρ ἐξέχονται τῶν ὄψων, ἃ μετ᾿ ὀλίγον ἐκδέχεται κοπρών, ἡμῖν δὲ τοῖς θηρωμένοις τὴν βρῶσιν τὴν ἐπουράνιον ἄρχειν ἀνάγκη τῆς ὑπὸ τὸν οὐρανὸν γαστρὸς ἔτι τε μᾶλλον καὶ τῶν ταύτῃ προσφυῶν, ἃ »ὁ θεὸς καταργήσει«, φησὶν ὁ ἀπόστολος, εἰκότως ἐπικαταρώμενος λαιμάργοις ἐπιθυμίαις. »τὰ γὰρ βρώματα τῇ κοιλίᾳ«, ἐξ ὧν ὁ σαρκικὸς ὄντως οὑτοσὶ καὶ φθοροποιὸς ἀπήρτηται βίος· εἰ δ᾿ ἀγάπην τινὲς τινὲς τολμῶσι καλεῖν ἀθύρῳ γλώττῃ κεχρημένοι δειπνάριά τινα κνίσης καὶ ζωμῶν ἀποπνέοντα, τὸ καλὸν καὶ σωτήριον ἔργον τοῦ λόγου, τὴν ἀγάπην τὴν ἡγιασμένην, κυθριδίοις καὶ ζωμοῦ ῥύσει καθυβρίζοντες ποτῷ τε καὶ τρυφῇ καὶ καπνῷ βλασφημοῦντες τοὔνομα, σφάλλονται τῆς ὑπολήψεως, τὴν ἐπαγγελίαν τοῦ θεοῦ δειπναρίοις ἐξωνεῖσθαι προσδοκήσαντες. ταῖς μὲν γὰρ ἐπὶ τῇ εὐφροσύνῃ συναγωγαῖς ἐγκαταλέγοιμεν ἂν καὶ αὐτοὶ δειπνάριά τε καὶ ἄριστα καὶ δοχὰς εἰκότως ἂν καλοῖμεν τὴν συνήλυσιν ταύτην ἑπόμενοι λόγῳ, τὰς τοιαύτας δὲ ἑστιάσεις ὁ κύριος ἀγάπας οὐ κέκληκεν. λέγει γοῦν πῇ μέν· »ὅταν κληθῇς εἰς γάμους, μὴ κατάκεισο εἰς τὴν πρωτοκλισίαν, ἀλλ᾿ ὅταν κληθῇς, εἰς τὸν ἔσχατον τόπον ἀνάπιπτε«, πῇ δέ· »ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον« καὶ πάλιν· »ἀλλ᾿ ὅταν ποιῇς δοχήν, κάλει τοὺς πτωχούς«, ἐφ᾿ ᾧ μάλιστα δεῖπνον ποιητέον, ἔτι τε· »ἄνθρωπός τις ἐποίησεν δεῖπνον μέγα καὶ ἐκάλεσεν πολλούς.« ἀλλ᾿ αἰσθάνομαι ὅθεν ἡ εὐπρόσωπος ἐρρύη τῶν δείπνων προσηγορία, ἀπὸ τῶν φαρύγων καὶ φοιτητῆς μανίας ἐπὶ δεῖπνον κατὰ τὸν κωμικόν. »ἔστι γὰρ« ὡς ἀληθῶς »τὰ πολλὰ τοῖς πολλοῖς τοῦ δείπνου χάριν.« οὐ γάρ που μεμαθήκασι τὸν θεὸν παρασκευάσαι τῷ δημιουργήματι, τῷ ἀνθρώπῳ λέγω, σῖτα καὶ ποτὰ τοῦ σῴζεσθαι χάριν, οὐχὶ δὲ τοῦ ἥδεσθαι· ἐπεὶ μηδὲ ὠφελεῖσθαι πέφυκεν τὰ σώματα ἐκ τῆς πολυτελείας τῶν βρωμάτων· πᾶν γὰρ τοὐναντίον οἱ ταῖς εὐτελεστάταις χρώμενοι τροφαῖς ἰσχυρότεροί εἰσι καὶ ὑγεινότεροι καὶ γενναιότεροι, ὡς οἰκέται δεσποτῶν καὶ γεωργοὶ κτητόρων· καὶ οὐ μόνον ῥωμαλεώτεροι, ἀλλὰ καὶ φρονιμώτεροι, ὡς φιλόσοφοι πλουσίων· οὐ γὰρ ἐπέχωσαν τὸν νοῦν ταῖς τροφαῖς οὐδὲ ἠπάτησαν αὐτὸν ἡδοναῖς. ἀγάπη δὲ τῷ ὄντι ἐπουράνιός ἐστι τροφή, ἑστίασις λογική· »πάντα στέγει, πάντα ὑπομένει, πάντα ἐλπίζει· ἡ ἀγάπη οὐδέποτε πίπτει.« »μακάριος ὃς φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.« χαλεπώτατον δὲ πάντων πτωμάτων τὴν ἄπτωτον ἀγάπην ἄνωθεν ἐξ οὐρανῶν ἐπὶ τοὺς ζωμοὺς ῥίπτεσθαι χαμαί. κᾷτ᾿ οἴει με δεῖπνον ἡγεῖσθαι τὸ καταργούμενον; »ἐὰν γάρ«, φησί, »διαδῶ τὰ ὑπάρχοντά μου, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι.« |
| 2.2 | »Οἴνῳ δὲ ὀλίγῳ χρῶ«, τῷ Τιμοθέῳ ὑδροποτοῦντι, »διὰ τὸν στόμαχόν σου«, φησὶν ὁ ἀπόστολος, παγκάλως νοσηλευομένῳ καὶ πλαδῶντι σώματι κατάλληλον τὸ ἐπιστῦφον βοήθημα προσφέρων, ὀλίγον δὲ ἐγκρίνων τοῦτο, μὴ λάθῃ τὸ βοήθημα διὰ πλῆθος ἄλλης θεραπείας δεόμενον. φυσικὸν μὲν οὖν καὶ νηφάλιον ποτὸν ἀναγκαῖον διψῶσίν ἐστιν ὕδωρ. τοῦτο ἐκ τῆς ἀκροτόμου πέτρας κατειβόμενον τοῖς παλαιοῖς τῶν Ἑβραίων μονότροπον σωφροσύνης ὁ κύριος ἐχορήγει ποτόν, νήφειν δὲ μάλιστα ἐχρῆν τοὺς ἔτι πλανωμένους. ἔπειτα ἡ ἄμπελος ἡ ἁγία τὸν βότρυν ἐβλάστησεν τὸν προφητικόν. τοῦτο σημεῖον τοῖς εἰς ἀνάπαυσιν ἐκ τῆς πλάνης πεπαιδαγωγημένοις, ὁ μέγας βότρυς, ὁ λόγος ὁ ὑπὲρ ἡμῶν θλιβείς, τὸ αἷμα τῆς σταφυλῆς ὕδατι κίρνασθαι ἐθελήσαντος τοῦ λόγου, ὡς καὶ τὸ αἷμα αὐτοῦ σωτηρίᾳ κίρναται διττὸν δὲ τὸ αἷμα τοῦ κυρίου· τὸ μέν ἐστιν αὐτοῦ σαρκικόν, ᾧ τῆς φθορᾶς λελυτρώμεθα, τὸ δὲ πνευματικόν, τοῦτ᾿ ἔστιν ᾧ κεχρίσμεθα. καὶ τοῦτ᾿ ἔστι πιεῖν τὸ αἷμα τοῦ Ἰησοῦ, τῆς κυριακῆς μεταλαβεῖν ἀφθαρσίας· ἰσχὺς δὲ τοῦ λόγου τὸ πνεῦμα, ὡς αἷμα σαρκός. ἀναλόγως τοίνυν κίρναται ὁ μὲν οἶνος τῷ ὕδατι, τῷ δὲ ἀνθρώπῳ τὸ πνεῦμα, καὶ τὸ μὲν εἰς πίστιν εὐωχεῖ, τὸ κρᾶμα, τὸ δὲ εἰς ἀφθαρσίαν ὁδηγεῖ, τὸ πνεῦμα, ἡ δὲ ἀμφοῖν αὖθις κρᾶσις ποτοῦ τε καὶ λόγου εὐχαριστία κέκληται, χάρις ἐπαινουμένη καὶ καλή, ἧς οἱ κατὰ πίστιν μεταλαμβάνοντες ἁγιάζονται καὶ σῶμα καὶ ψυχήν, τὸ θεῖον κρᾶμα τὸν ἄνθρωπον τοῦ πατρικοῦ βουλήματος πνεύματι καὶ λόγῳ συγκιρνάντος μυστικῶς· καὶ γὰρ ὡς ἀληθῶς μὲν τὸ πνεῦμα ᾠκείωται τῇ ὑπ᾿ αὐτοῦ φερομένῃ ψυχῇ, ἡ δὲ σὰρξ τῷ λόγῳ, δι᾿ ἣν »ὁ λόγος γέγονεν σάρξ«. ἄγαμαι τοίνυν τοὺς αὐστηρὸν ἐπανῃρημένους βίον καὶ τῆς σωφροσύνης τὸ φάρμακον ἐπιποθοῦντας τὸ ὕδωρ, φεύγοντας δὲ ὅτι μάλιστα πορρωτάτω τὸν οἶνον οἷον πυρὸς ἀπειλήν. |
| 2.3 | Ἐκπωμάτων τοίνυν ἀργυρίου καὶ χρυσίου πεποιημένων λιθοκολλήτων τε ἄλλων ἄθετος ἡ χρῆσις, ὄψεως ἀπάτη μόνον· εἴτε γὰρ αὐτοῖς ἐγχέαι τις θερμοῦ κράματος, διαπυρουμένων τῶν σκευῶν ἐπώδυνος ἡ λῆψις, εἴτε αὖ ψυχρὸν πάλιν ἐγχέαι, μεταδίδωσι τῆς ποιότητος ἡ ὕλη λυμαινομένη τὸ κρᾶμα καὶ ἔστιν ἐπιβλαβὴς ἡ πόσις ἡ πλουσία. ἐρρέτων τοίνυν Θηρίκλειοί τινες κύλικες καὶ Ἀντιγονίδες κάνθαροί τε καὶ λαβρώνιοι καὶ λεπασταὶ καὶ τῶν ἐκπωμάτων εἴδη τὰ μυρία ψυκτῆρές τε ἐπὶ τούτοις καὶ οἰνοχόαι· » χρυσός τε γὰρ ἁπαξαπλῶς καὶ ἄργυρος ἰδίᾳ τε καὶ δημοσίᾳ ἐστὶν ἐπίφθονον κτῆμα« τὴν χρείαν ὑπερβεβηκὸς κτήσασθαί τε σπάνιον καὶ τηρῆσαι δύσκολον καὶ οὐκ ἐπιτήδειον χρήσασθαι. ναὶ μὴν καὶ τορευτῶν περίεργος ἐφ᾿ ὑέλῳ κενοδοξία εἰς θραῦσιν διὰ τέχνης ἑτοιμοτέρᾳ δεδιέναι τε ἅμα καὶ πίνειν διδάσκουσα περιοριστέα τῆς εὐνομίας ἡμῶν· κλιντῆρες δὲ ἀργυροῖ καὶ λεκάναι καὶ ὀξύβαφα καὶ πινακίσκοι καὶ τρύβλια, πρὸς ἐπὶ τούτοις σκεύη ἀργυρᾶ τε καὶ χρυσᾶ, τὰ μὲν εἰς διακονίαν τροφῆς, τὰ δὲ καὶ εἰς ἄλλας τινάς, ἃς αἰσχύνομαι καὶ λέγειν, χρείας, κέδρου τε εὐκεάτοιο καὶ θύου καὶ ἐβένου καὶ ἐλέφαντος τρίποδες ἠσκημένοι κλῖναί τε ἀργυρόποδες καὶ ἐλεφαντοκόλλητοι χρυσόστικτοί τε καὶ χελώνης πεποικιλμέναι κύτει κλισιάδες στρωμναί τε ἁλουργεῖς καὶ ἄλλων χρωμάτων δυσπορίστων, ἀπειροκάλου τρυφῆς τεκμήρια, φθόνου καὶ βλακείας ἐπίβουλα πλεονεκτήματα, παραπεμπτέα ἅπαντα, οὐδ᾿ ἡντινοῦν ἀξιόλογον ἔχοντα σπουδήν. »ὁ γὰρ καιρὸς συνεσταλμένος ἐστίν«, ὥς φησιν ὁ ἀπόστολος. * * τοῦτο ὑπολείπεται μὴ γελοίως σχηματισθῆναι, καθάπερ ἐν ταῖς πομπαῖς ὁρῶνταί τινες ἔξωθεν κεχρισμέναι καταπληκτικῶς εἰς σεμνότητα, τὰ ἔνδον ἄθλιοι. τοῦτο δὴ διασαφῶν ἀκριβέστερον ἐπήγαγεν· »λοιπόν ἐστιν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες.« εἰ δὲ ἐπὶ γάμου ταῦτα, ἐφ᾿ οὗ φησιν ὁ θεὸς »πληθύνεσθε«, πῶς οἴεσθε τὴν ἀπειροκαλίαν ἐξ αὐθεντείας κυριακῆς ἐξοριστέαν; διὰ τοῦτο καὶ »πώλησόν σου τὰ ὑπάρχοντα«, λέγει κύριος, »καὶ πτωχοῖς δός, καὶ δεῦρο ἀκολούθει μοι·« ἕπου τῷ θεῷ γυμνὸς ἀλαζονείας, γυμνὸς ἐπικήρου πομπῆς, τὸ σόν, τὸ ἀγαθὸν τὸ ἀναφαίρετον μόνον,τὴν εἰς τὸν θεὸν πίστιν, τὴν εἰς τὸν παθόντα ὁμολογίαν, τὴν εἰς ἀνθρώπους εὐεργεσίαν κεκτημένος, κτῆμα τιμαλφέστατον. ἐγὼ δὲ καὶ Πλάτωνα ἀποδέχομαι ἄντικρυς νομοθετοῦντα, »ὡς οὔτε ἀργυροῦν δεῖ πλοῦτον οὔτε χρυσοῦν« [ἀσκεῖν] ἔχειν, ἀλλὰ μηδὲ σκεῦος ἀχρεῖον, ὃ μὴ μετὰ τῆς ἀναγκαίας χρήσεως καὶ μέτριόν ἐστιν, ὡς εἰς πολλὰ τὸ αὐτὸ εὔθετον εἴη, καθαιροῖτο δὲ ἡ πολυκτημοσύνη. παγκάλως γοῦν ἡ θεία που λέγει γραφή, πρὸς τοὺς φιλαύτους καὶ ἀλαζόνας ἀποτεινομένη· »ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν καὶ οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, οἱ τὸ ἀργύριον θησαυρίζοντες καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν, οἱ τὸ ἀργύριόν τε καὶ τὸ χρυσίον τεκταίνοντες καὶ μεριμνῶντες; οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν· ἠφανίσθησαν καὶ εἰς Ἅιδου κατέβησαν.« οὗτος τῆς ἀπειροκαλίας ὁ μισθός. εἰ γάρ τοι γεωργοῦσιν ἡμῖν δικέλλης ἐστὶν χρεία καὶ ἀρότρου, μάκελλαν δ᾿ οὐκ ἄν τις ἀργυρᾶν οὐδὲ ἄμην χρυσῆν χαλκεύοι, τῷ δὲ εὐεργῷ τῆς ὕλης, οὐ τῷ πλουσίῳ, εἰς γεηπονίαν συγχρώμεθα, τί κωλύει καὶ περὶ τὰ σκεύη τὰ ἐνοικίδια τὴν αὐτὴν ἔχειν διάνοιαν τοὺς τοῦ ὁμοίου θεωρητικούς; ὧν μέτρον ἡ χρεία, μὴ ἡ πολυτέλεια γινέσθω. τί γάρ; εἰπέ μοι· τὸ μαχαίριον τὸ ἐπιτραπέζιον, ἢν μὴ ἀργυρόηλον ᾖ ἢ ἐξ ἐλέφαντος πεποιημένον τὴν λαβήν, οὐ τέμνει; ἢ ἐπὶ τὴν μοῖραν τοῦ κρέως Ἰνδικὸν σίδηρον χαλκευτέον, καθάπερ συμμαχικόν τι παρακαλοῦντας; τί δέ; εἰ κεραμεοῦν εἴη τὸ χερνίβιον, οὐ δέξεται τὸ ἀπόνιμμα τῆς χειρός; οὐδὲ ὁ ποδονιπτὴρ τὸ ἀπόνιμμα τοῦ ποδός; ἀναξιοπαθήσει δὲ ἄρα καὶ ἡ τράπεζα ἡ ἐξ ἐλέφαντος τοὺς πόδας ἐσκευασμένη ὀβολιαῖον ἄρτον βαστάσασα, οὐδὲ μὴν ὁ λύχνος διακονήσει τὸ φῶς, ὅτι κεραμέως, οὐ χρυσοχόου ἔργον ἐστίν. ἐγὼ δέ φημι καὶ τοῦ σκίμποδος οὐδὲν κακίω παρεχομένου κατάκλισιν τῆς ἐλεφαντίνης κλίνης, τῆς δὲ σισύρας ἱκανωτάτης οὔσης ὑπεστρῶσθαι, ὥστε μὴ δεῖσθαι πορφυρίδων ἢ φοινικίδων, κατεγνῶσθαι ὅμως τῆς εὐτελείας δι᾿ ἀβελτερίαν ἀρχεκάκου τρυφῆς. |
| 2.4 | Ἀπέστω δὲ ἡμῖν τῆς λογικῆς εὐωχίας ὁ κῶμος, ἀλλὰ καὶ αἱ παννυχίδες αἱ μάταιοι ἐπὶ παροινίᾳ κομῶσαι· ὅ μὲν γάρ ἐστι μεθυστικὸς [αὐλός] ἄλυς, ἐρωτικῆς σχεδιαστὴς ἀδημονίας, ὁ κῶμος· ἔρως δὲ καὶ μέθη, τὰ ἀλόγιστα πάθη, μακρὰν ἀπῴκισται τοῦ ἡμεδαποῦ χοροῦ· σύγκωμος δὲ παροινία τίς ἐστιν ἡ παννυχὶς [δὲ] ἐπὶ πότῳ, μέθης ἐκκλητικὴ καὶ συνουσίας ἐρεθιστική, τόλμα αἰσχροποιός. οἱ δὲ ἐν αὐλοῖς καὶ ψαλτηρίοις καὶ χοροῖς καὶ ὀρχήμασιν καὶ κροτάλοις Αἰγυπτίων καὶ τοιαύταις ῥᾳθυμίαις σάλοι ἄτακτοι καὶ ἀπρεπεῖς καὶ ἀπαίδευτοι κομιδῇ γίγνοιντο ἄν κυμβάλοις καὶ τυμπάνοις ἐξηχούμενοι καὶ τοῖς τῆς ἀπάτης ὀργάνοις περιψοφούμενοι· ἀτεχνῶς γὰρ, ὡς ἐμοὶ δοκεῖ, θέατρον μέθης τὸ τοιοῦτον γίνεται συμπόσιον. »ἀποθεμένους γὰρ ἡμᾶς τὰ ἔργα τοῦ σκότους ἐνδύσασθαι τὰ ὅπλα τοῦ φωτὸς« ἀξιοῖ ὁ ἀπόστολος, »ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντας, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις« σχολάζοντας. |
| 2.5 | Μιμηλοὺς δὲ ἀνθρώπους γελοίων, μᾶλλον δὲ καταγελάστων παθῶν τῆς ἡμετέρας ἐξελαστέον πολιτείας. πάντων γὰρ τῶν λόγων ἀπὸ διανοίας καὶ ἤθους ῥεόντων οὐχ οἷόν τέ ἐστι γελοίους τινὰς προέσθαι λόγους, μὴ οὐχὶ ἀπὸ γελοίου ἤθους φερομένους. τὸ γὰρ »οὐκ ἔστι δένδρον καλὸν ποιοῦν καρπὸν σαπρὸν οὐδὲ μὴν δένδρον σαπρὸν ποιοῦν καρπὸν καλὸν« κἀνταῦθ᾿ ἂν ἁρμόσαι· καρπὸς διανοίας ὁ λόγος ἐστίν. εἰ τοίνυν τοὺς γελωτοποιοὺς ἐξοικιστέον τῆς ἡμεδαπῆς πολιτείας, πολλοῦ γε καὶ δεῖ ἡμῖν αὐτοῖς ἐπιτρέπειν γελωτοποιεῖν. ἄτοπον γάρ, ὧν ἀκροατὰς γενέσθαι κεκώλυται, τούτων εὑρίσκεσθαι μιμητάς· πολλῷ δὲ ἔτι ἀτοπώτερον γελοῖον αὐτὸν σπουδάζειν γενέσθαι, τοῦτ᾿ ἔστιν ἐφύβριστον καὶ καταγέλαστον. εἰ γὰρ γελοίως σχηματισθῆναι, καθάπερ ἐν ταῖς πομπαῖς ὁρῶνταί τινες, οὐκ ἂν ὑπομείναιμεν, πῶς ἂν εἰκότως τὸν ἐντὸς ἄνθρωπον ἐπὶ τὸ γελοιότερον σχηματιζόμενον ἀνασχοίμεθα; καὶ εἰ τὸ πρόσωπον οὐκ ἄν ἑκόντες ἐπὶ τὸ γελοιότερον μεταστρέψαιμέν [ἄν] ποτε, [καὶ] πῶς ἂν κατὰ τοὺς λόγους ἐπιτηδεύσαιμεν εἶναί τε καὶ φαίνεσθαι γελοῖοι, τὸ τιμιώτατον πάντων τῶν ἐν ἀνθρώποις κτημάτων καταμωκώμενοι, τὸν λόγον; χλεύη μὲν οὖν ἐπιτηδεύειν ταῦτα, ἐπεὶ μηδὲ ὁ τῶν γελοίων λόγος [τοῖος] ἀκροάσεως ἄξιος, διὰ τῶν ὀνομάτων αὐτῶν ἐπὶ τὰ αἰσχρὰ τῶν ἔργων ἐθίζων, χαριεντιστέον τε, οὐ γελωτοποιητέον. ἀλλὰ καὶ αὐτὸν τὸν γέλωτα ἐπιστομιστέον. καὶ γὰρ αὖ καὶ αὐτὸς ὃν μὲν δεῖ τρόπον ἐξαγόμενος ἐμφαίνει κοσμιότητα, μὴ ταύτῃ δὲ χωρῶν ἀκολασίαν ἐνδείκνυται. ἁπλῶς γὰρ ὁπόσα φυσικὰ τοῖς ἀνθρώποις ἐστίν, ταῦτα οὐκ ἀναιρεῖν ἐξ αὐτῶν δεῖ, μᾶλλον δὲ μέτρον αὐτοῖς καὶ καιρὸν ἐπιτιθέναι πρέποντα. οὐ γὰρ ἐπειδὴ γελαστικὸν ζῷον ὁ ἄνθρωπος, γελαστέον τὰ πάντα, ἐπειδὴ οὐδὲ ὁ ἵππος χρεμετιστικὸς ὢν χρεμετίζει τὰ πάντα· ὡς δὲ ζῷα λογικὰ σφᾶς αὐτοὺς ἁρμοστέον εὐκράτως, τὸ αὐστηρὸν τῆς σπουδῆς ἡμῶν καὶ τὸ ὑπέρτονον χαλῶντας ἐμμελῶς, οὐκ ἐκλύοντας ἐκμελῶς. ἡ μὲν γὰρ καθ᾿ ἁρμονίαν τοῦ προσώπου, καθάπερ ὀργάνου, κόσμιος ἄνεσις μειδίαμα κέκληται (διάχυσις οὕτως ἀνακλᾶται κατὰ πρόσωπον), σωφρονούντων [ὁ] γέλως· ἡ δὲ ἐκμελὴς τοῦ προσώπου ἔκλυσις, εἰ μὲν ἐπὶ γυναικῶν γίνοιτο, κιχλισμὸς προσαγορεύεται, γέλως δέ ἐστι πορνικός, εἰ δὲ ἐπὶ ἀνδρῶν, καγχασμός, γέλως ἐστὶν οὗτος μνηστηριώδης κἀξυβρίζων· »μωρὸς δὲ ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ«, φησὶν ἡ γραφή, »ἀνὴρ δὲ πανοῦργος μόγις ἡσυχῇ μειδιάσει.« φρόνιμον λέγει τὸν πανοῦργον νῦν, τὸν ἐναντίως τῷ μωρῷ διακείμενον. ἀλλ᾿ οὐδ᾿ ἔμπαλιν εἶναι δεῖ σκυθρωπόν, ἀλλὰ σύννουν· ἀποδέχομαι γὰρ εὖ μάλα ἐκεῖνον [προσώποις μειδιῶντα] ὃς ἐφαίνετο μειδιόων βλοσυροῖσι προσώπασι [τὸν τοῖς βλοσυροῖς]· »ἧττον« γὰρ »ἂν καταγέλαστος ὁ γέλως αὐτῷ εἴη«. χρὴ δὲ καὶ τὸ μειδίαμα παιδαγωγεῖσθαι, καὶ εἰ μὲν ἐπ᾿ αἰσχροῖς εἴη, ἐρυθριῶντας μᾶλλον ἢ μειδιῶντας φαίνεσθαι, μὴ συνήδεσθαι διὰ συμπάθειαν δοκῶμεν, εἰ δὲ ἐπὶ λυπηροῖς, κατηφεστέρους ἁρμόζει βλέπεσθαι ἢ ἐφήδεσθαι δοκεῖν· τὸ μὲν γὰρ ἀνθρωπίνου λογισμοῦ τεκμήριον, τὸ δὲ ὠμότητος ὑπόληψιν ἐνδείκνυται. οὔτε γὰρ ἀεὶ γελαστέον (ἄμετρον γὰρ) οὔτε πρεσβυτέρων ἤ τινων ἑτέρων ἐντροπῆς ἀξίων παρόντων, εἰ μὴ ἄρα τι αὐτοὶ εἰς τὸ διαχέαι ἡμᾶς χαριεντίσαιντο, οὐδὲ πρὸς τοὺς τυχόντας γελαστέον οὐδ᾿ ἐν παντὶ τόπῳ οὐδὲ μὴν πᾶσιν οὐδὲ ἐπὶ πᾶσιν. μάλιστα γὰρ μειρακίοις καὶ γυναιξὶν ὄλισθος εἰς διαβολὰς ὁ γέλως ἐστίν. τὸ δὲ καὶ φαίνεσθαι καταπληκτικὸν πόρρωθεν τῶν πειρώντων ἐστὶ φυγαδευτικόν· δυνατὴ γὰρ ἀποκρούσασθαι τῆς ἀσελγείας τὰς προσ βολὰς καὶ ἐκ μόνης τῆς προσόψεως ἡ σεμνότης· πάντας δέ, ὡς ἔπος εἰπεῖν, τοὺς ἀνοήτους ὁ οἶνος καί θ᾿ ἁπαλὸν γελάσαι καὶ ὀρχήσασθαι ἀνώγει, εἰς μαλακίαν ἐκτρέπων τὸ ἀνδρόγυνον ἦθος. καὶ σκοπεῖν δεῖ πῶς ἐντεῦθεν ἡ παρρησία τὴν ἀκοσμίαν εἰς αἰσχρολογίαν αὔξει· καί τι ἔπος προέηκεν, ὅπερ τ᾿ ἄρρητον ἄμεινον. μάλιστα γοῦν ἐν οἴνῳ καθορᾶσθαι τὰ ἤθη τῶν ὑπούλων συμβέβηκεν τῆς ὑποκρίσεως ἀπογυμνούμενα διὰ τὴν ἀνελεύθερον παρρησίαν τῆς παροινίας, δι᾿ ἣν κατακοιμίζεται μὲν ὁ λόγος ἐν αὐτῇ τῇ ψυχῇ καρηβαρήσας τῇ μέθῃ, τὰ δὲ ἐκτράπελα ἐπεγείρεται πάθη καταδυναστεύοντα τῆς ἀσθενείας τοῦ λογισμοῦ. |
| 2.6 | Αἰσχρολογίας δὲ παντελῶς αὐτοῖς τε ἡμῖν ἀφεκτέον καὶ τοὺς χρωμένους αὐτῇ ἐπιστομιστέον καὶ ὄψει δριμυτέρᾳ καὶ προσώπου ἀποστροφῇ καὶ τῷ ἀπομυκτηρισμῷ καλουμένῳ, πολλάκις δὲ καὶ λόγῳ τραχυτέρῳ. »τὰ γὰρ ἐξιόντα«, φησίν, »ἐκ τοῦ στόματος κοινοῖ τὸν ἄνθρωπον«, κοινὸν καὶ ἐθνικὸν καὶ ἀπαίδευτον καὶ ἀσελγῆ δείκνυσιν αὐτόν, οὐχὶ δὲ ἴδιον καὶ κόσμιον καὶ σώφρονα. πρὸς δὲ τὴν ἀκοὴν τῶν αἰσχρῶν καὶ τὴν θέαν τῶν ὁμοίως ἐχόντων ὁ θεῖος παιδαγωγὸς κατὰ τὰ αὐτὰ τοῖς παλαίουσι τῶν παιδίων, ὡς μὴ τὰ ὦτα θραύοιτο αὐτῶν, τοὺς σώφρονας περιτίθησι λόγους καθάπερ ἀντωτίδας, ὡς μὴ δύνασθαι ἐξικνεῖσθαι εἰς θραῦσιν τῆς ψυχῆς τὸ κροῦμα τῆς πορνείας· τοὺς δὲ ὀφθαλμοὺς κατευθύνει ἐπὶ τὴν θέαν τῶν καλῶν, ἄμεινον εἶναι λέγων τοῖς ποσὶν ἢ τοῖς ὀφθαλμοῖς ὀλισθαίνειν. ταύτην ἀποκρουόμενος τὴν αἰσχρολογίαν ὁ ἀπόστολος »πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν« φησὶν »μὴ ἐκπορευέσθω, ἀλλ᾿ εἴ τις ἀγαθός«. πάλιν τε αὖ· »καθὼς πρέπει ἁγίοις, μὴ ὀνομαζέσθω ἐν ὑμῖν αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.« εἰ δὲ ὁ μωρὸν εἰπὼν τὸν ἀδελφὸν ἔνοχος εἰς κρίσιν, τί περὶ τοῦ μωρολογοῦντος ἀποφανούμεθα; ᾗ καὶ περὶ τούτου γέγραπται· »ὃς ἂν λαλήσῃ λόγον ἀργόν, ἀποδώσει λόγον κυρίῳ ἐν ἡμέρᾳ κρίσεως.« αὖθίς τε »ἐκ τοῦ λόγου σου δικαιωθήσῃ« φησίν, »καὶ ἐκ τοῦ λόγου σου καταδικασθήσῃ«. τίνες οὖν αἱ ἀντωτίδες αἱ σωτήριοι; καὶ τίνες αἱ τῶν ὀλισθηρῶν ὀφθαλμῶν παιδαγωγήσεις; αἱ μετὰ τῶν δικαίων συναναστροφαὶ προλαμβάνουσαι καὶ προεμφράττουσαι τὰ ὦτα τοῖς ἀπάγειν τῆς ἀληθείας βουλομένοις. φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί, ἡ ποιητικὴ λέγει. γενναιότερον δὲ ὁ ἀπόστολος »γίνεσθε« φησὶν »ἀποστυγοῦντες τὸ πονηρὸν κολλώμενοι τῷ ἀγαθῷ·« ὁ γὰρ μετὰ τῶν ἁγίων ἀναστρεφόμενος ἁγιασθήσεται. πάντῃ οὖν ἀφεκτέον τῶν αἰσχρῶν ἀκουσμάτων καὶ ῥημάτων καὶ θεαμάτων, πολὺ δὲ μᾶλλον ἔργων αἰσχρῶν καθαρευτέον, τοῦτο μὲν ἐν ἐπιδείξεσι καὶ παραγυμνώσεσι μερῶν τινων τοῦ σώματος, ὧν οὐ χρή, τοῦτο· δὲ ἐν ταῖς ἐπιθεωρήσεσι τῶν ἀπορρητοτέρων μερῶν· οὐδὲ γὰρ ἠνέσχετο τοῦ δικαίου τὴν γύμνωσιν αἰσχρὰν οὖσαν ἐπιδεῖν σώφρων υἱός, ἐσκέπασε δὲ ἡ σωφροσύνη, ὃ ἐγύμνωσεν ἡ μέθη, τὸ περίοπτον τῆς ἀγνοίας παράπτωμα. καθαρευτέον δὲ οὐδὲν ἧττον κἀν ταῖς προφοραῖς τῶν φωνῶν, αἷς ἄβατα εἶναι χρὴ τὰ ὦτα τῶν ἐν Χριστῷ πεπιστευκότων. ταύτῃ μοι δοκεῖ ὁ παιδαγωγὸς μηδὲ φθέγξασθαί τι τῶν τῆς ἀσχημοσύνης ἐφιέναι ἡμῖν, πόρρωθεν διαβάλλων πρὸς τὴν ἀκολασίαν. δεινὸς γὰρ ἀεὶ τὰς ῥίζας τῶν ἁμαρτημάτων ἐκκόπτειν, τὸ »οὐ μοιχεύσεις« διὰ τοῦ »οὐκ ἐπιθυμήσεις«· καρπὸς γὰρ τῆς ἐπιθυμίας ἡ μοιχεία τῆς ῥίζης τῆς κακῆς. ὁμοίως οὖν κἀνταῦθα ὁ παιδαγωγὸς τὴν ἀδεᾶ τῶν ὀνομάτων χρῆσιν διαβέβληκεν, τὴν ἀδεᾶ τῆς ἀκολασίας ἐπιμιξίαν ἐκκόπτων. τὸ γὰρ ἐν τοῖς ὀνόμασιν ἀτακτεῖν μελέτην ἐμποιεῖ τοῦ καὶ εἰς τὰ ἔργα ἀκοσμεῖν, τὸ δὲ περὶ τὴν φωνὴν σωφρονεῖν ἀσκεῖν ἐστι λαγνείας καρτερεῖν. διειλήφαμεν δὲ βαθυτέρῳ λόγῳ ὡς ἄρα οὔτε ἐν τοῖς ὀνόμασιν οὐδὲ μὴν ἐν τοῖς συνουσιαστικοῖς μορίοις καὶ τῇ κατὰ γάμον συμπλοκῇ, καθ᾿ ὧν κεῖται τὰ ὀνόματα τὰ περὶ τὴν συνήθειαν οὐ τετριμμένα, ἡ τοῦ ὄντως αἰσχροῦ προσηγορία τάττεται· οὐδὲ γὰρ γόνυ καὶ κνήμη τὰ μέλη ταῦτα οὐδὲ μὴν τὰ ἐπ᾿ αὐτοῖς ὀνόματα καὶ ἡ δι᾿ αὐτῶν ἐνέργεια αἰσχρά ἐστιν (μέλη δὲ καὶ τὰ αἰδοῖα τοῦ ἀνθρώπου, αἰδοῦς, οὐκ αἰσχύνης κατηξιωμένα)· αἰσχρὸν δὲ ἡ παράνομος αὐτῶν ἐνέργεια, αἴσχους καὶ ὀνείδους διὰ τοῦτο καὶ κολάσεως ἀξία· μόνον γὰρ τῷ ὄντι αἰσχρὸν ἡ κακία καὶ τὰ κατὰ ταύτην ἐνεργούμενα. τούτοις δὲ ἀναλόγως αἰσχρολογία εἰκότως ἂν καλοῖτο ἡ περὶ τῶν τῆς κακίας ἔργων λογοποιία· οἷον τὸ περὶ μοιχείας διαλέγεσθαι ἢ παιδεραστίας καὶ τὰ παραπλήσια. ναὶ μὴν καὶ τὴν φλύαρον ἀδολεσχίαν κατασιγαστέον. »ἐκ γάρ τοι πολυλογίας οὐκ ἐκφεύξῃ«, φησίν, » ἁμαρτίαν·« δίκην ἄρα ὑφέξει ἡ γλωσσαργία· »ἔστι γὰρ σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστι μισητὸς ἀπὸ πολλῆς λαλιᾶς.« ἤδη καὶ αὐτὸς αὑτῷ ὁ ἀδολέσχης προσκορής· »πλεονάζων γὰρ λόγον βδελύττεται τὴν ψυχὴν αὐτοῦ.« |
| 2.7 | Ἀπέστω δέ, ἀπέστω ἡμῶν καὶ τὸ σκώπτειν ὕβρεως προκατάρχον, ἐξ ὧν ἔριδες καὶ μάχαι καὶ ἔχθραι διοιδαίνουσιν. ὕβριν δὲ ἔφαμεν μέθης εἶναι διάκονον. οὐκ ἐκ μόνων δὲ τῶν ἔργων, ἀλλὰ καὶ ἐκ λόγων ἄνθρωπος κρίνεται. »ἐν συμποσίῳ δέ«, φησί, »μὴ ἐλέγξῃς τὸν πλησίον καὶ λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ.« εἰ γὰρ καὶ τὰ μάλιστα παραγγέλλεται ἁγίοις συνεῖναι, σκώπτειν τὸν ἅγιον ἁμαρτία· »ἐκ στόματος γὰρ ἀφρόνων«, φησὶν ἡ γραφή, »βακτηρία ὕβρεως«, ἐπιβάθραν ὕβρεως βακτηρίαν λέγουσα, ᾗ ἐπερείδεται καὶ ἐπαναπαύεται ἡ ὕβρις. ὅθεν ἄγαμαι τὸν ἀπόστολον κἀνταῦθα παραινοῦντα μηδὲ τὰ εὐτράπελα μηδὲ τὰ μὴ ἀνήκοντα προΐεσθαι ἡμᾶς ῥήματα. εἰ γὰρ δι᾿ ἀγάπην αἱ ἐπὶ τὰς ἑστιάσεις συνελεύσεις, συμποσίου δὲ τὸ τέλος ἡ πρὸς τοὺς συνόντας φιλοφροσύνη, παρεπόμενα δὲ τῇ ἀγάπῃ ἡ βρῶσις καὶ ἡ πόσις, πῶς οὐ λογικῶς ἀναστρεπτέον; οὐδὲ διὰ τὴν ἀγάπην ἀπορητέον· εἰ γὰρ ὡς ἐπιτείνοντες τὴν πρὸς ἀλλήλους εὔνοιαν σύνιμεν, πῶς ἔχθρας διὰ τοῦ σκώπτειν σκαλεύομεν; σιωπᾶν δὲ κρεῖττον ἢ ἀντιλέγειν ἁμαρτίαν ἀμαθίᾳ προσφερομένους. »μακάριος« ὡς ἀληθῶς »ἀνήρ, ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας«, ἤτοι μετανοήσας ἐφ᾿ οἷς λαλήσας ἥμαρτεν ἢ ἐν τῷ μηδένα λυπῆσαι λαλήσας. καθόλου μὲν οὖν νέοι μὲν καὶ νεάνιδες ὡς ἐπίπαν τῶν τοιῶνδε ἀπεχέσθων εὐωχιῶν, ὡς μὴ σφάλλοιντο περὶ ἃ μὴ προσῆκεν· καὶ γὰρ ἀκούσματα ἀήθη καὶ θεάματα ἀπρεπῆ κυμαινομένης ἔτι ἐν αὐτοῖς τῆς πίστεως ἐκριπίζει τὴν διάνοιαν, συνεργεῖ δὲ αὐτοῖς τὸ ἄστατον τῆς ἡλικίας πρὸς τὸ εὐκατάφορον τῆς ἐπιθυμίας· ἔσθ᾿ ὅτε δὲ καὶ ἄλλοις παραίτιοι γίνονται σφαλμάτων, τὸ ἐπικίνδυνον τῆς ὥρας ἐπιδεικνύμενοι. εὖ γάρ τοι παραγγέλλειν ἡ σοφία φαίνεται· »μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον καὶ μὴ συμμετακλιθῇς ἐπ᾿ ἀγκῶνα μετ᾿ αὐτῆς.« τοῦτ᾿ ἔστι μὴ συνδείπνει πυκνότερον, μηδὲ ἔσθιε μετ᾿ αὐτῆς. διὸ καὶ ἐπιφέρει· »μηδὲ συμβολὰς ποίει μετ᾿ αὐτῆς ἐν οἴνῳ, μή ποτε ἐκκλίνῃ ἡ καρδία σου ἐπ᾿ αὐτήν, καὶ τῷ αἵματί σου ὀλισθήσῃ εἰς ἀπώλειαν·« σφαλερὰ γὰρ ἡ πάροινος ἐλευθερία παρανθεῖν δυναμένη· ὕπανδρον δὲ ὠνόμασεν, ἐπεὶ μείζων ὁ κίνδυνος τῷ λῦσαι τὴν δέσιν τῆς συμβιώσεως πειρωμένῳ. εἰ δὲ καὶ ἀνάγκη τις περιτύχοι παριέναι κελεύουσα, αἳ μὲν κεκαλύφθων ἄγαν ἀμπεχόνῃ ἔκτοσθεν, ἔνδοθεν δὲ αἰδοῖ· ὅσαι δὲ μὴ ὕπανδροι, ἐσχάτη ταύταις διαβολὴ εἰς ἀνδρῶν παρεῖναι συμπόσιον καὶ ταῦτα οἰνωμένων. οἳ δὲ ἐπὶ τὴν κλισίαν τὰς ὄψεις πήξαντες ἀμετασάλευτοι τοῖς ἀγκῶσιν ἐρηρεισμένοι μόνοις παρέστων τοῖς ὠσίν· εἰ δὲ καὶ καθέζοιντο, μὴ ἐναλλὰξ τὼ πόδε ἐχόντων μηδὲ μὴν θάτερον τοῖν μηροῖν θατέρῳ ἐπιφερόντων ἢ τὴν χεῖρα τῷ γενείῳ ὑπερειδόντων· ἀγεννὲς γὰρ μὴ φέρειν αὑτόν, καὶ τοῦτο κατηγόρημα τοῦ νέου. συνεχὲς δὲ καὶ τὸ μετακινούμενον ἐναλλάττειν τὸ σχῆμα, κουφότητος σύμβολον. σώφρονος δὲ εὐθέως ἐν πόσει καὶ ἐν βρώσει τὸ ἔλαττον αἱρεῖσθαι καὶ τὸ σχολαίτερον, οὐ τὸ προπετέστερον, κἀν τῷ κατάρχεσθαι κἀν τοῖς διαλείμμασι, καὶ τὸ προκαταλήγειν δὲ καὶ τὸ ἀπροσπαθές. »φάγε«, φησίν, »ὡς ἄνθρωπος τὰ παρακείμενα, παῦσαι πρῶτος χάριν παιδείας, καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς χεῖρα.« οὔκουν προεκπηδητέον ὑπὸ λαιμαργίας ἀναπειθομένους ποτὲ οὐδὲ μὴν ἐπιγλιχομένους παρεκτείνειν μέχρι πολλοῦ χρή, τῇ ἐφυστερήσει τὴν ἀκρασίαν ὁμολογοῦντας, ἀλλ᾿ οὐδὲ ἐν τῷ μεταξὺ προσκειμένους φαίνεσθαι καθάπερ τὰ θηρία τῇ βορᾷ οὐδὲ μὴν πλείονος ὄψου προσφέρεσθαι· οὐ γὰρ ὀψοφάγος φύσει, ἀλλὰ σιτοφάγος ἄνθρωπος. προανίστασθαι δὲ τῶν πολλῶν καὶ τοῦ συμποσίου ὑπεξιέναι ἐπιεικῶς ἀνδρὸς σώφρονος· »ἐν ὥρᾳ γάρ«, φησίν, »ἀναστάσεως μὴ οὐράγει καὶ ἀπότρεχε εἰς οἶκόν σου.« ἔλεγον δὲ οἱ δώδεκα προσκαλεσάμενοι τὸ πλῆθος τῶν μαθητῶν· »οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ θεοῦ διακονεῖν τραπέζαις.« εἰ δὴ τοῦτο ἐφυλάξαντο, πολλῷ μᾶλλον γαστριμαργίαν ἔφευγον. οἱ δὲ αὐτοὶ οὗτοι ἀπόστολοι »τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς« ἐπιστέλλοντες »ἔδοξεν« ἔφασαν »τῷ πνεύματι τῷ ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιθέσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτῶν καὶ τῆς πορνείας, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε«. φυλάττεσθαι δὲ τὰς παροινίας ὥσπερ καὶ τὸ κώνειον δεῖ· ἄμφω γὰρ ὑποσύρουσιν εἰς θάνατον. »χρὴ δὲ καὶ γελώτων εἴργεσθαι ἐξαισίων καὶ δακρύων« ὑπερμέτρων· πολλάκις γὰρ οἱ οἰνωμένοι καγχάσαντες ἐπὶ πλεῖστον, εἶτα μέντοι ὑπήχθησαν οὐκ οἶδ᾿ ὅπως παροινίᾳ τινὶ παραπειθόμενοι εἰς δάκρυα· ἀπᾴδει γὰρ τοῦ λόγου καὶ τὸ ἐκθηλύνεσθαι καὶ τὸ ἐξυβρίζειν. πρεσβῦται δὲ ὡς τέκνα ἀφορῶντες τοὺς νέους σπανιαίτατα μέν, ἴσως δ᾿ ἄν που καὶ παίξαιεν πρὸς αὐτούς, εἰς τοῦτο ἐπισκώπτοντες, ὃ παιδαγωγήσει τὸ εὔσχημον αὐτῶν. ἀμέλει πρὸς τὸν αἰσχυντηλὸν καὶ σιωπηλὸν ἔστι χαριεντίσασθαι ὧδέ πως· ὁ δὲ ἐμὸς υἱός, ἐκεῖνον λέγω τὸν σιωπῶντα, οὐ παύεται λαλῶν. ἐπιτείνει γὰρ τοῦ νέου τὴν αἰδῶ ἡ τοιαύτη ἐπίσκωψις ἐμφαίνουσα χαριέντως τὰ προσόντα αὐτῷ χρηστὰ διὰ τῆς τῶν φαύλων, ἃ μὴ πρόσεστιν αὐτῷ, διαβολῆς· ἐπίνοια γὰρ καὶ αὐτὴ διδασκαλικὴ διὰ τοῦ μὴ προσόντος κυροῦσα τὸ προσόν. ἀμέλει τοιοῦτόν τι ἐπικρίνει ὁ τὸν ὑδροπότην καὶ σώφρονα παροινεῖν καὶ μεθύειν λέγων. εἰ δὲ καὶ εἶέν τινες οἱ φιλοσκώμμονες, σιωπητέον ἡμῖν καὶ παραπεμπτέον τοὺς λόγους τοὺς περιττούς, ὥσπερ τὰς κύλικας τὰς πεπλρωμένας· ἐπισφαλὴς γὰρ ἡ τοιαύτη παιδιά· »στόμα δὲ προπετοῦς ἐγγίζει συν τριβῇ·« »οὐ παραδέξῃ δὲ ἀκοὴν ματαίαν οὐδὲ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος« οὔτε εἰς διαβολὰς οὔτε εἰς βλασφημίας, ἀλλ᾿ οὐδ᾿ εἰς κακοηθείας. ἐγὼ δ᾿ ἄν μοι δοκῶ καὶ μέτρον ἐπιθεῖναι φωνῆς τοῖς σώφροσιν, οἷς γε ἐφεῖται λαλεῖν, τὸν ἀντιδιαλεγόμενον. σιγὴ μὲν γὰρ ἀρετὴ γυναικῶν ἐστιν, ἀκίνδυνον δὲ τῶν νέων γέρας, λόγος δὲ ἀγαθὸς ἡλικίας δεδοκιμασμένης. »λάλησον, πρεσβύτερε, ἐν συμποσίῳ· πρέπει γάρ σοι· ἀλλ᾿ ἀπαραποδίστως λάλησον καὶ ἐν ἀκριβείᾳ ἐπιστήμης. νεανίσκε«, καὶ σοὶ ἐπιτρέπει ἡ σοφία, »λάλησον, εἰ χρεία σου, μόλις δὶς ἐπερωτηθεὶς κεφαλαίωσον λόγον ἐν ὀλίγοις.« ἄμφω δὲ οἱ διαλεγόμενοι τὸ φθέγμα τὸ σφῶν τῇ συμμετρίᾳ παραμετρούντων· τό τε γὰρ γεγωνὸς τῆς προφορᾶς μανιωδέστατον, τό τε ἀνήκουστον πρὸς τοὺς πέλας φθέγγεσθαι ἀναισθήτου· οὐ γὰρ ἀκούσονται. καὶ τὸ μὲν ἀγεννείας, τὸ δὲ αὐθαδείας τεκμήριον. ἀπέστω δὲ καὶ ἡ φιλονεικία κενῆς νίκης ἕνεκεν λόγων, ἐπεὶ τέλος ἡμῖν ἡ ἀταραξία, καὶ τοῦτο ἄρα ἐστὶν τὸ »εἰρήνη σοι«· »πρίν τε ἀκοῦσαί σε μὴ ἀποκρίνου ῥῆμα.« ἀλλὰ καὶ τὸ τεθρυμμένον τῆς φωνῆς θηλυδρίου, σώφρονος δὲ καὶ τὸ ἐν τῇ φωνῇ μεμετρημένον, μεγέθους τε ἅμα καὶ μήκους καὶ τάχους καὶ πλήθους εἴργοντος τὸ φθέγμα τὸ αὐτοῦ. οὔτε γὰρ μακρολογητέον ποτὲ οὔτε πολυλογητέον οὔτε ἀδολεσχητέον, ἀλλ᾿ οὐδὲ τροχαλῶς καὶ συνδιωκομένως ὁμιλητέον. καὶ γὰρ αὐτῇ τῇ φωνῇ, ὡς ἔπος εἰπεῖν, δικαιοσύνης μεταδοτέον τούς τε ἀκαιροβόας καὶ τοὺς κεκράκτας ἐπιστομιστέον. ταύτῃ γὰρ αὖ τὸν Θερσίτην πληγαῖς ᾐκίσατο ὁ σώφρων Ὀδυσσεύς, ὅτι μόνος ἀμετροεπὴς ἐκολῴα, ὅς ῥ᾿ ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδει, μάψ, ἀτὰρ οὐ κατὰ κόσμον. »φοβερὸς ἐν ἀπωλείᾳ αὐτοῦ ἀνὴρ γλωσσώδης.« τῶν γοῦν φλυάρων, καθάπερ τῶν παλαιῶν ὑποδημάτων, τὰ μὲν ἄλλα ὑπὸ τῆς κακίας κατατέτριπται, μόνη δὲ ἡ γλῶττα περιλείπεται εἰς βλάβην. ταύτῃ τοι βιωφελέστατα ἡ σοφία παραινεῖ »μὴ ἀδολεσχεῖν ἐν πλήθει πρεσβυτέρων«, ἄνωθεν δὲ ἡμῶν τὴν φλυαρίαν ἐκκόπτουσα, θεόθεν ἄρχουσα, μετριάζειν νομοθετοῦσα ὧδέ πως· »μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου.« ποππυσμοὶ δὲ καὶ συριγμοὶ καὶ οἱ διὰ τῶν δακτύλων ψόφοι τῶν οἰκετῶν οἱ προκλητικοί, ἄλογοι σημασίαι οὖσαι λογικοῖς ἀνθρώποις ἐκκλιτέοι· παραιτητέον δὲ καὶ τὸ συνεχὲς ἀποπτύειν καὶ τὸ χρέμπτεσθαι βιαιότερον. μηδὲ ἀπομύττεσθαι παρὰ πότον· στοχαστέον γὰρ ἁμῇ γέ πῃ τῶν συνευωχουμένων, μὴ ἀποστέρξωσιν ἀπὸ ναυτίας τὴν τοιάνδε ἀκοσμίαν, ἣ κατήγορός ἐστιν ἀκρασίας· οὐ γὰρ κατὰ τὰ αὐτὰ τοῖς βουσὶν καὶ τοῖς ὄνοις ἡ φάτνη ἅμα καὶ ὁ κοπρών· καὶ γὰρ οἱ πολλοὶ ἀπομύττονται καὶ πτύουσιν ἅμα ἐν τῷ αὐτῷ καὶ δειπνοῦσι. πταρμὸς δὲ εἴ τῳ ἐπιγένοιτο, ὥσπερ ἀμέλει καὶ ἡ ἐρυγή, οὐκ ἐξηχεῖν δεήσει τοὺς πλησίον τῷ ψόφῳ τῆς αὐτῶν καταμαρτυροῦντας ἀπαιδευσίας, ἀλλ᾿ ἣ μὲν παραπεμπτέα, ἡ ἐρυγή, ἡσυχῇ σὺν τῷ ἐκπνεομένῳ ἀέρι σχηματιζομένῳ κοσμίως τῷ στόματι, οὐχὶ δὲ τραγικῶν δίκην προσωπείων διελκομένῳ καὶ κεχηνότι. πταρμοῦ δὲ τὸ ταρακτικὸν ἀφαιρετέον ἀπολαβομένοις πράως τὰς ἀναπνοάς· ταύτῃ γὰρ εὐσχημονέστατα τὴν ἀθρόαν τοῦ πνεύματος ἀπειλὴν ἐναποσβεστέον οἰκονομοῦντα τὴν διέξοδον, ὡς καὶ λαθεῖν πειρᾶσθαι, ἤν τι καὶ συνεξάξῃ ἐκβιαζόμενος ὁ ἀὴρ περίττωμα. ἀγερωχίας δὲ καὶ ἀταξίας σύμβολον τὸ προσθεῖναι τοῖς ἤχοις ἐθέλειν, μὴ οὐχὶ ἀφαιρεῖν. οἱ δὲ διαγλύφοντες τοὺς ὀδόντας αἱμάσσοντες τὰ οὖλα σφίσι τε αὐτοῖς εἰσὶν ἀηδεῖς καὶ τοῖς πλησίον ἀπεχθεῖς. ναὶ μὴν καὶ τῶν ὤτων οἱ γαργαλισμοὶ καὶ τῶν πταρμῶν οἱ ἐρεθισμοὶ ὑώδεις εἰσὶ κνησμοί, πορνείας ἀκολάστου μελετητικοί. καὶ τὰς ὑπ᾿ ὄψιν δὲ ἀσχημοσύνας παραιτητέον καὶ τὰς αἰσχρολογίας αὐτῶν. καθεστὼς δὲ καὶ τὸ βλέμμα ἔστω, καὶ ἡ τοῦ τραχήλου ἐπιστροφὴ καὶ ἡ κίνησις εὐσταθὴς καὶ ἡ τῶν χειρῶν κατὰ τὰς ὁμιλίας προφορά. καθόλου γὰρ ὁ Χριστιανὸς ἠρεμίας καὶ ἡσυχίας καὶ γαλήνης καὶ εἰρήνης οἰκεῖός ἐστιν. |
| 2.8 | Στεφάνων δὲ ἡμῖν καὶ μύρων χρῆσις οὐκ ἀναγκαία. ἐξοκέλλει γὰρ εἰς ἡδονὰς καὶ ῥᾳθυμίας, μάλιστα γειτνιώσης τῆς νυκτός. οἶδ᾿ ὅτι »ἀλάβαστρον μύρου« παρὰ τὸ δεῖπνον τὸ ἅγιον κομίσασα ἡ γυνὴ τοὺς πόδας ἤλειφεν τοῦ κυρίου καὶ ἧσεν αὐτόν. οἶδα δὲ καὶ χρυσῷ καὶ λίθῳ τιμίῳ τοὺς παλαιοὺς τῶν Ἑβραίων ἀναδουμένους βασιλεῖς. |
| 2.9 | Ὅπως δὲ ἐντεῦθεν ἐπὶ τὸν ὕπνον ἴωμεν τῶν σωφροσύνης μεμνημένοι παραγγελμάτων, τοῦτο ἤδη λεκτέον. μετὰ γὰρ τὴν εὐωχίαν εὐλογήσαντας τὸν θεὸν ἐπὶ τῇ μεταδόσει τῶν ἀπολαύσεων καὶ τῇ διεκδρομῇ τῆς ἡμέρας ἐπὶ τὸν ὕπνον παρακλητέον τὸν λόγον, τὴν πολυτέλειαν τῶν ὑποστορνυμένων, τὰς χρυσοπάστους τάπιδας, καὶ χρυσοποικίλτους ψιλοτάπιδας ξυστίδας τε ἁλουργὰς καὶ τοὺς γαυνάκας τοὺς πολυτιμήτους τά τε ποιητικὰ ῥήγεα τὰ πορφυρᾶ χλαίνας τε ἐφύπερθεν οὔλας καὶ τὰς »ὕπνου μαλακωτέρας« εὐνὰς παραπεμπομένους. πρὸς γὰρ τῷ ἐπιψόγῳ τῆς ἡδυπαθείας ἐπιβλαβὴς ἡ ἐν τοῖς χνοώδεσι τῶν πτίλων ἐγκοίμησις, καθάπερ εἰς ἀχανὲς καταπιπτόντων τῶν σωμάτων διὰ τὴν μαλακίαν τῶν στρωμάτων. οὐδὲ γὰρ † συνέχει ἐπιστρεφομένοις τοῖς εὐναζομένοις ἐν αὐτοῖς διὰ τὴν παρ᾿ ἑκάτερα τοῦ σώματος ὀχθώδη τῆς εὐνῆς ἐπανάστασιν· ἐπιτρέπει δὲ πέττεσθαι σιτία καὶ συγκαίει μᾶλλον, ὃ δὴ διαφθείρειν τὴν τροφήν. [αἱ δὲ ἐπικυλίσεις ταῖς ὁμαλαῖς εὐναῖς, οἷον ὕπνου γυμνάσιον ὑπάρχουσαι φυσικόν, συνεργοῦσι πρὸς τὴν κατάταξιν τῆς τροφῆς·] οἱ δὲ ἐπικυλίεσθαι δυνάμενοι ὁμαλαῖς εὐναῖς, οἷον ὕπνου γυμνάσιον τοῦτο ἔχοντες φυσικόν, ῥᾷον κατατάττουσι τὰς τροφὰς καὶ σφᾶς ἐπιτηδειοτέρους πρὸς τὰς περιστάσεις παρασκευάζουσιν. ἔτι γε μὴν οἱ ἀργυρόποδες σκίμποδες πολλῆς ἀλαζονείας εἰσὶν κατήγοροι, καὶ ὁ ἐν τοῖς κλινιδίοις »ἐλέφας ἀπολελοιπότος ψυχὴν σώματος οὐκ εὐαγὲς« ἁγίοις ἀνθρώποις ἀναπαύσεως τέχνασμα βλακικόν. |
| 2.10 | Συνουσίας δὲ τὸν καιρὸν μόνοις τοῖς γεγαμηκόσιν ἀπολέλειπται σκοπεῖν, τοῖς δὲ γεγαμηκόσι σκοπὸς ἡ παιδοποιία, τέλος δὲ ἡ εὐτεκνία, καθάπερ καὶ τῷ γεωργῷ τῆς τῶν σπερμάτων καταβολῆς αἰτία μὲν ἡ τῆς τροφῆς προμήθεια, τέλος δὲ αὐτῷ τῆς γεωργίας ἡ τῶν καρπῶν συγκομιδή. μακρῷ δὲ ἀμείνων γεωργὸς ὁ ἔμψυχον σπείρων ἄρουραν· ὃ μὲν γὰρ ἐπικαίρου τροφῆς ὀριγνώμενος, ὃ δὲ τῆς τοῦ παντὸς διαμονῆς προμηθούμενος γεωργεῖ, καὶ ὃ μὲν δι᾿ ἑαυτόν, ὃ δὲ διὰ τὸν θεὸν φυτουργεῖ· »πληθύνεσθε« γὰρ εἴρηκεν, καὶ ὑπακουστέον· καὶ κατὰ τοῦτο εἰκὼν ὁ ἄνθρωπος γίνεται τοῦ θεοῦ, καθὸ εἰς γένεσιν ἀνθρώπου ἄνθρωπος συνεργεῖ. οὐ πᾶσα οὖν γῆ εὔθετος εἰς σπερμάτων ὑποδοχήν, εἰ δὲ καὶ πᾶσα, ἀλλ᾿ οὐχὶ τῷ αὐτῷ γεωργῷ· οὐδὲ μὴν εἰς πέτρας σπαρτέον οὐδὲ καθυβριστέον τὸ σπέρμα, ἀρχηγὸν γενέσεως οὐσίαν, συνεσπαρμένους ἔχουσαν τῆς φύσεως τοὺς λογισμούς· τοὺς δὲ κατὰ φύσιν λογισμοὺς ἀλόγως εἰς τοὺς παρὰ φύσιν καταισχύνειν πόρους ἄθεον κομιδῇ. ὁρᾶτε γοῦν ὁ πάνσοφος Μωσῆς ὅπως ποτὲ συμβολικῶς τὴν ἄκαρπον ἀποκρούεται σποράν, »οὐκ ἔδεσαι« λέγων »τὸν λαγὼν οὐδὲ τὴν ὕαιναν«. οὐ βούλεται τῆς ποιότητος αὐτῶν μεταλαμβάνειν τὸν ἄνθρωπον οὐδὲ μὴν τῆς ἴσης ἀσελγείας ἀπογεύσασθαι· κατακόρως γάρ τοι περὶ τὰς μίξεις τὰ ζῷα ταῦτα ἐπτόηνται· καὶ τὸν μὲν λαγὼ κατ᾿ ἔτος πλεο νεκτεῖν φασι τὴν ἀφόδευσιν, ἰσαρίθμους οἷς βεβίωκεν ἔτεσιν ἴσχοντα τρύπας· ταύτῃ ἄρα τὴν κώλυσιν τῆς ἐδωδῆς τοῦ λαγὼ παιδεραστίας ἐμφαίνειν ἀποτροπήν· τὴν δὲ ὕαιναν ἐναλλὰξ ἀμείβειν τὸ ἄρρεν εἰς τὸ θῆλυ παρ᾿ ἔτος ἕκαστον, αἰνίττεσθαι δὲ μὴ χρῆν ἐπὶ μοιχείας ὁρμᾶν τὸν τῆς ὑαίνης ἀπεχόμενον. ἀλλὰ τὸ μὲν μὴ δεῖν ἐξομοιοῦσθαι τοῖσδε τοῖς ζῴοις διὰ τῆς προκειμένης ἀπαγορεύσεως ὁμολογουμένως τὸν πάνσοφον Μωσέα αἰνίττεσθαι σύμφημι κἀγώ· οὐ μέντοι τῇδε τῇ ἐξηγήσει τῶν συμβολικῶς εἰρημένων συγκατατίθεμαι. οὐ γὰρ ἄν ποτε βιασθείη φύσις εἰς μεταβολήν, τὸ δὲ ἅπαξ πεπλασμένον εἰς αὐτὴν οὐ θέμις ἀντιπλασθῆναι πάθει· τὸ γὰρ πάθος οὐ φύσις· παραχαράττειν δέ, οὐ μετακοσμεῖν τὸ πάθος εἴωθε τὴν πλάσιν· εἰ γὰρ καὶ τῶν ὀρνέων πολλὰ μεταβάλλειν κατὰ τὰς ὥρας λέγεται καὶ τὸ χρῶμα καὶ τὴν φωνήν (οἷον ὁ κόσσυφος ξανθὸς μὲν ἐκ μέλανος, παταγητικὸς δὲ ἐξ ᾠδικοῦ γινόμενος· ὡσαύτως δὲ καὶ ἡ ἀηδὼν καὶ τὸ χρῶμα καὶ τὴν ᾠδὴν συμμεταβάλλει ταῖς τροπαῖς), ἀλλ᾿ οὔτι γε τὴν φύσιν αὐτὴν ἀμείβουσιν, ὡς θῆλυ γίγνεσθαι ἐκ τοῦ ἄρρενος κατὰ μετασχηματισμόν· ἀλλ᾿ ἡ μὲν τῶν πτερῶν νεοφυΐα νεαρᾶς ἐσθῆτος δίκην ἐξανθεῖ βαφήν τινα πτερῶν, ὀλίγῳ δ᾿ ὕστερον διαπνεῖ κατὰ τὴν χειμέριον ἀπειλήν, καθάπερ ἄνθος μαραινομένης τῆς χρόας· ἡ φωνὴ δὲ καὶ αὐτὴ τὸν ὅμοιον τρόπον τῷ κρύει πεπονημένη μαραίνεται· πυκνουμένης γὰρ τῆς ἐπιφανείας ἐκ τοῦ περιέχοντος αἱ περὶ τὸν αὐχένα πιεζόμεναί τε καὶ πυκνούμεναι ἀρτηρίαι προσαναθλίβουσι τὸ πνεῦμα, στενοχωρούμενον δὲ ἄγαν τοῦτο πνιγόμενον ἀποδίδωσι τὸν ἦχον. αὖθις οὖν συνεξομοιούμενον τῷ περιέχοντι καὶ τῶ ἦρι συγχαλώμενον ἐλευθεροῦται μὲν τῆς στενοχωρίας τὸ πνεῦμα φερόμενον δι᾿ εὐρυχώρων τῶν τέως μεμυκότων [ἀρτηριῶν]· οὐ μινυρίζει δὲ ἔτι τὸ μέλος τὸ μεμα ραμμένον, ἀνθεῖ δὲ ἤδη λιγυρὸν καὶ χεῖται πλατύτερον τὸ φθέγμα αὐτῶν, καὶ ἤδη γίνεται τῆς φωνῆς τῶν ὀρνέων ἔαρ ἡ ᾠδή. |
| 2.11 | Παραπλήσιαι δὲ καὶ περὶ τὰς ὑποδέσεις εἰσὶν αἱ ἀλαζόνες τὴν πολλὴν βλακείαν κἀνταῦθα ἐπιδεικνύμεναι. αἰσχρὰ γοῦν ἀληθῶς τὰ σανδάλια ἐκεῖνα, ἐφ᾿ οἷς ἐστι τὰ χρυσᾶ ἄνθεμα, ἀλλὰ καὶ τοὺς ἥλους ἑλικοειδῶς τοῖς καττύμασιν ἐγκατακρούειν ἀξιοῦσιν, πολλαὶ δὲ καὶ ἐρωτικοὺς ἀσπασμοὺς ἐγχαράττουσιν αὐτοῖς, ὡς ἂν ἐκ τῆς ἐπιβάσεως ῥυθμίζουσαι τὴν γῆν, τὸ ἑταιρικὸν τοῦ φρονήματος ἐκ τοῦ βαδίσματος ἐναποσφραγίσωνται. χαίρειν οὖν ἐατέον τὰς ἐπιχρύσους καὶ διαλίθους τῶν σανδαλίων ματαιοτεχνίας καὶ κρηπῖδας Ἀττικὰς καὶ τὰς Σικυωνίας καὶ τοὺς κοθόρνους, Περσικάς τε καὶ Τυρρηνικάς, προθεμένους δὲ καθὼς ἔθος τῇ ἀληθείᾳ ἡμῶν τὸν σκοπὸν τὸν ὀρθὸν τὸ κατὰ φύσιν ἐκλέγειν χρή. ἡ γὰρ χρῆσις τῶν ὑποδημάτων ἣ μὲν αὐτῶν εἰς σκέπην ποδῶν, ἣ δὲ εἰς προφυλακὴν τῶν προσπταισμάτων καὶ τῶν ὀρειβατικῶν τραχυτήτων τὴν πέλμα ποδὸς σῴζουσαν. γυναιξὶ μὲν οὖν τὸ λευκὸν ὑπόδημα συγχωρητέον, πλὴν εἰ μὴ ὁδεύοιεν, τότε δὲ τῷ ἀλειπτῷ χρηστέον. ἡλωμένων δὲ δέονται τῶν καττυμάτων αἱ ὁδεύουσαι. πλὴν τὰ πολλὰ ὑποδήμασι χρηστέον αὐταῖς· οὐ γὰρ ἁρμόζει γυμνὸν ἐπιδείκνυσθαι τὸν πόδα· ἄλλως τε καὶ εὐολίσθητον εἰς βλάβην ἡ γυνή. ἀνδρὶ δὲ εὖ μάλα ἁρμόδιον ἀνυποδησία, πλὴν εἰ μὴ στρατεύοιτο. καὶ γάρ πως ἐγγὺς τὸ ὑποδεδέσθαι τῷ δεδέσθαι. ἀσκητικώτατόν γέ τοι γυμνοῖς χρῆσθαι τοῖς ποσὶν καὶ πρὸς ὑγείαν καὶ εὐκολίαν εὔθετον, ἔνθα μὴ ἀνάγκη τις διακωλύοι. εἰ δὲ μὴ ὁδεύοιμεν, ἀλλὰ μηδὲ φέροιμεν τὴν ἀνυποδησίαν, βλαύταις ἢ φαικασίοις χρη στέον· κονίποδας αὐτὰ ἐκάλουν οἱ Ἀττικοί, διὰ τὸ πελάζειν μοι δοκεῖν τῇ κόνει τὼ πόδε. τῆς λιτῆς ὑποδέσεως ἀπόχρη μάρτυς Ἰωάννης, οὐκ ἄξιος εἶναι ὁμολογῶν τὸν ἱμάντα τῶν ὑποδημάτων λύειν τοῦ κυρίου. οὐ γάρ τι τῶν περιέργων ὑπεδέδετο ὁ τῆς ἀληθοῦς Ἑβραίοις φιλοσοφίας ὑποδεικνύμενος τὸν τύπον. τοῦτο δὲ εἰ καὶ αἰνίττεταί τι, ἐν ἄλλοις δηλωθήσεται. |
| 2.12 | Λίθους δὲ πελίους ἢ χλωροὺς καὶ τῆς ἀπεξενωμένης θαλάττης τὰ ἐκβράσματα καὶ τῆς γῆς τὰ ἐκψήγματα μειρακιῶδές ἐστι τεθηπέναι. ἐπὶ γὰρ τὰ διαυγῆ τῶν λιθιδίων καὶ τὰς ἰδιαζούσας χρόας ὑέλους τε ἵεσθαι ποικίλας οὐδὲν ἀλλ᾿ ἢ ἀνοήτων ἐστὶν ἀνθρώπων ὑπὸ τῶν πληκτικὴν ἐχόντων φαντασίαν ἑλκομένων. ταύτῃ καὶ τὸ πῦρ τὰ παιδία θεασάμενα φέρεται ἐπ᾿ αὐτὸ τῇ λαμπρότητι ἀγόμενα, τῆς δὲ ἐπαφήσεως τὸ ἐπισφαλὲς διὰ τὴν ἄνοιαν οὐ κατανενοηκότα. τοιοῦτο ταῖς ἠλιθίαις οἱ λίθοι γυναιξὶν περιδούμενοι τοῖς ὅρμοις καὶ τοῖς περιδεραίοις ἐγκατακλειόμενοι ἀμέθυστοι καὶ κεραυνῖται καὶ ἰάσπιδες καὶ τοπάζιον ἥ τε Μιλησία σμάραγδος ἐμπόλημα τιμηέστατον. ὁ δὲ πολυτίμητος μαργαρίτης ὑπερφυῶς τῇ γυναικωνίτιδι εἰσεκώμασεν· γίνεται δὲ οὗτος ἐν ὀστρείῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, μέγεθος δὲ ἡλίκος ἰχθύος ὀφθαλμὸς εὐμεγέθης. καὶ οὐκ αἰσχύνονται αἱ κακοδαίμονες περὶ ὄστρειον ὀλίγον τοῦτο τὴν πᾶσαν σπουδὴν πεποιημέναι, ἐξὸν ἁγίῳ κοσμεῖσθαι λίθῳ, τῷ λόγῳ τοῦ θεοῦ, ὃν μαργαρίτην ἡ γραφὴ κέκληκέν που, τὸν διαυγῆ καὶ καθαρὸν Ἰησοῦν, τὸν ἐν σαρκὶ ἐπόπτην ὀφθαλμόν, τὸν λόγον τὸν διαφανῆ, δι᾿ ὃν ἡ σὰρξ τιμία ὕδατι ἀναγεννωμένη. καὶ γὰρ τὸ ὄστρειον ἐκεῖνο ἐν ὕδατι γιγνόμενον περιστέγει τὴν σάρκα, ἐκ δὲ ταύτης ὁ μαργαρίτης κυΐσκεται. λίθοις δὲ ἁγίοις τὴν ἄνω Ἱερουσαλὴμ τετειχίσθαι παρειλήφαμεν, καὶ τὰς δώδεκα τῆς οὐρανοπόλεως πύλας τιμίοις ἀπεικασμένας λίθοις τὸ περίοπτον τῆς ἀποστολικῆς [φωνῆς] αἰνίττεσθαι χάριτος ἐκδεχόμεθα. ἐπὶ γὰρ τῶν λίθων τῶν πολυτελῶν αἱ χρόαι τετάχαται, τίμιαι δὲ αὗται, τὰ δ᾿ ἄλλα ὕλη γεώδης καταλείπονται. συμβολικῶς τούτοις εἰκότως τειχίζεται τῶν ἁγίων ἡ πόλις πνευματικῶς οἰκοδομουμένη. πρὸς τὸ ἄνθος τῶν λίθων τὸ ἀμίμητον τὸ ἄνθος τοῦ πνεύματος τὸ ἀκήρατον καὶ ἅγιον τῆς οὐσίας νενοήκασιν· αἳ δέ, μὴ συνιεῖσαι τὸ συμβολικὸν τῶν γραφῶν, ὅλαι περικεχήνασι τοῖς λίθοις, τὸν θαυμάσιον ἐκεῖνον ἀπολογισμὸν προφερόμεναι· ὅ τι κατέδειξεν ὁ θεός, διὰ τί μὴ χρησώμεθα; καὶ πάρεστί μοι, διὰ τί μὴ τρυφήσω; καὶ τίσιν οὖν ταῦτα γέγονεν, εἰ μὴ ἡμῖν; τελέως δὲ ἠγνοηκότων τὸ θέλημα τοῦ θεοῦ αἱ τοιαῦται φωναί. πρῶτον μὲν γὰρ τὰ ἀναγκαῖα καθάπερ τὸ ὕδωρ καὶ τὸν ἀέρα προφανῆ πᾶσι χορηγεῖ, τὰ δὲ ὅσα μὴ ἀναγκαῖα γῇ τε καὶ ὕδατι ἔκρυψεν. διὰ τοῦτό τοι μύρμηκες χρυσωρυχοῦσι, καὶ γρῦπες χρυσοφυλακοῦσι, καὶ ἡ θάλασσα τὸν μαργαρίτην ἔκρυψεν λίθον· ὑμεῖς δὲ περίεργοι εἰς ἃ μὴ δεῖ. ἰδοὺ ὅλος ἀναπέπταται οὐρανός, καὶ οὐ ζητεῖτε τὸν θεόν· τὸ δὲ κεκρυμμένον χρυσίον καὶ τοὺς λίθους οἱ τὴν ἐπὶ θανάτῳ κεκριμένοι γεωρυχοῦσι παρ᾿ ἡμῖν. ἀλλὰ καὶ τῇ γραφῇ ἀντᾴδετε, βοώσης ἐκείνης διαρρήδην· »ζητεῖτε πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.« εἰ δὲ καὶ πάντα ὑμῖν δεδώρηται καὶ εἰ πάντα ὑμῖν συγκεχώρηται καὶ εἰ »πάντα ἡμῖν ἔξεστι«, φησὶν ὁ ἀπόστολος, »ἀλλ᾿ οὐ πάντα συμφέρει«. παρή γαγεν δὲ τὸ γένος ἡμῶν ἐπὶ κοινωνίᾳ ὁ θεὸς αὐτὸς τῶν ἑαυτοῦ πρότερος μεταδοὺς καὶ κοινὸν πᾶσιν ἀνθρώποις τὸν ἑαυτοῦ ἐπικουρήσας λόγον, πάντα ποιήσας ὑπὲρ πάντων. κοινὰ οὖν τὰ πάντα καὶ μὴ πλεονεκτούντων οἱ πλούσιοι. τὸ οὖν πάρεστί μοι καὶ πλεονάζει μοι, διὰ τί μὴ τρυφήσω; οὐκ ἀνθρώπινον οὐδὲ κοινωνικόν, ἐκεῖνο δὲ μᾶλλον ἀγαπητικόν· πάρεστί μοι, διὰ τί μὴ μεταδῶ τοῖς δεομένοις; ὁ γὰρ τοιοῦτος τέλειος ὁ τὸ »ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτὸν« πληρώσας. αὕτη γὰρ ἡ ἀληθὴς τρυφή, ἡ θησαυριζομένη πολυτέλεια, ἣ δὲ εἰς τὰς ματαίους ἐπιθυμίας ἀνάλωσις ἀπωλείας, οὐ δαπάνης, ἐπέχει λόγον. δέδωκεν γὰρ ὁ θεὸς οἶδ᾿ ὅτι τῆς χρήσεως ἡμῖν τὴν ἐξουσίαν, ἀλλὰ μέχρι τοῦ ἀναγκαίου, καὶ τὴν χρῆσιν κοινὴν εἶναι βεβούληται. ἄτοπον δὲ ἕνα τρυφᾶν πενομένων πλειόνων. πόσῳ μὲν γὰρ εὐκλεέστερον τοῦ πολυτελῶς οἰκεῖν τὸ πολλοὺς εὐεργετεῖν; πόσῳ δὲ συνετώτερον τοῦ εἰς λίθους καὶ χρυσίον τὸ εἰς ἀνθρώπους ἀναλίσκειν; πόσῳ δὲ ὠφελιμώτερον τῶν ἀψύχων κοσμίων τὸ φίλους κεκτῆσθαι κοσμίους; τίνα δὲ ἂν ἀγροὶ τοσοῦτον ὅσον τὸ χαρίζεσθαι ὠφελήσειαν; |
| 3.argument | Α . Περὶ τοῦ κάλλους τοῦ ἀληθινοῦ. |
| 3.1 | Ην ἄρα, ὡς ἔοικεν, πάντων μέγιστον μαθημάτων τὸ γνῶναι αὑτόν· ἑαυτὸν γάρ τις ἐὰν γνῷ, θεὸν εἴσεται, θεὸν δὲ εἰδὼς ἐξομοιωθήσεται θεῷ, οὐ χρυσοφορῶν οὐδὲ ποδηροφορῶν, ἀλλὰ ἀγαθοεργῶν καὶ ὅτι μάλιστα ὀλιγίστων δεόμενος· ἀνενδεὴς δὲ μόνος ὁ θεὸς καὶ χαίρει μάλιστα μὲν καθαρεύοντας ἡμᾶς ὁρῶν τῷ τῆς διανοίας κόσμῳ, ἔπειτα δὲ καὶ τῷ τοῦ σώματος, ἁγνὴν στολήν, σωφροσύνην, περιβεβλημένους. τριγενοῦς οὖν ὑπαρχούσης τῆς ψυχῆς τὸ νοερόν, ὅ δὴ λογιστικὸν καλεῖται, ὁ ἄνθρωπός ἐστιν ὁ ἔνδον, ὁ τοῦ φαινομένου τοῦδε ἄρχων ἀνθρώπου, αὐτὸν δὲ ἐκεῖνον ἄλλος ἄγει, θεός· τὸ δὲ θυμικόν, θηριῶδες ὄν, πλησίον μανίας οἰκεῖ· πολύμορφον δὲ τὸ ἐπιθυμητικὸν καὶ τρίτον, ὑπὲρ τὸν Πρωτέα τὸν θαλάττιον δαίμονα ποικίλον, ἄλλοτε ἄλλως μετασχηματιζόμενον, εἰς μοιχείας καὶ λαγνείας καὶ εἰς φθορὰς ἐξαρεσκευόμενον· ἤτοι μὲν πρώτιστα λέων γένετ᾿ ἠυγένειος, ἔτι φέρων τὸν καλλωπισμόν· ἄνδρα δείκνυσιν ἡ τοῦ γενείου κόμη· αὐτὰρ ἔπειτα δράκων ἢ πάρδαλις ἠδὲ μέγας σῦς· κατώλισθεν εἰς τὴν ἀσέλγειαν ἡ φιλοκοσμία. οὐκέτι καρτερῷ θηρίῳ † ἄνθρωπος φαίνεται, γίνετο δ᾿ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον. ἐκχεῖται τὰ πάθη, ἐκβλύζονται αἱ ἡδοναί, μαραίνεται τὸ κάλλος, καὶ θᾶττον ἀποπίπτει τοῦ πετάλου χαμαί, ὅταν αὐτοῦ καταπνεύσωσιν αἱ ἐρωτικαὶ τῆς ὕβρεως λαίλαπες, καὶ πρὶν ἢ τὸ μετόπωρον ἐλθεῖν μαραίνεται τῇ φθορᾷ· πάντα γὰρ ἡ ἐπιθυμία γίνεταί τε καὶ πλάττεται καὶ φενακίζειν βούλεται, ἵνα κατακρύψῃ τὸν ἄνθρωπον. ὁ δὲ ἄνθρωπος ἐκεῖνος, ᾧ σύνοικος ὁ λόγος, οὐ ποικίλλεται, οὐ πλάττεται, μορφὴν ἔχει τὴν τοῦ λόγου, ἐξομοιοῦται τῷ θεῷ, καλός ἐστιν, οὐ καλλωπίζεται· κάλλος ἐστὶ τὸ ἀληθινόν, καὶ γὰρ ὁ θεός ἐστιν· θεὸς δὲ ἐκεῖνος ὁ ἄνθρωπος γίνεται, ὅτι βούλεται ὃ θεός. ὀρθῶς ἄρα εἶπεν Ἡράκλειτος· »ἄνθρωποι θεοί, θεοὶ ἄνθρωποι. λόγος γὰρ ωὐτός·« μυστήριον ἐμφανές· θεὸς ἐν ἀνθρώπῳ, καὶ ὁ ἄνθρωπος θεός, καὶ τὸ θέλημα τοῦ πατρὸς ὁ μεσίτης ἐκτελεῖ· μεσίτης γὰρ ὁ λόγος ὁ κοινὸς ἀμφοῖν, θεοῦ μὲν υἱός, σωτὴρ δὲ ἀνθρώπων, καὶ τοῦ μὲν διάκονος, ἡμῶν δὲ παιδαγωγός. δούλης δὲ οὔσης τῆς σαρκός, καθὼς καὶ ὁ Παῦλος μαρτυρεῖ, πῶς ἄν τις εἰκότως τὴν θεράπαιναν κοσμοίη προαγωγοῦ δίκην; ὅτι γὰρ δούλου μορφὴ τὸ σαρκικόν, ἐπὶ τοῦ κυρίου φησὶν ὁ ἀπόστολος· »ὅτι ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών«, τὸν ἐκτὸς ἄνθρωπον δοῦλον προσειπὼν πρὶν ἢ δουλεῦσαι καὶ σαρκοφορῆσαι τὸν κύριον. ὁ δὲ συμπαθὴς θεὸς αὐτὸς ἠλευθέρωσεν τὴν σάρκα τῆς φθορᾶς καὶ δουλείας τῆς θανατηφόρου καὶ πικρᾶς ἀπαλλάξας τὴν ἀφθαρσίαν περιέθηκεν αὐτῇ, ἅγιον τοῦτο τῇ σαρκὶ [καὶ] ἀιδιότητος καλλώπισμα περιθείς, τὴν ἀθανασίαν. ἔστι δὲ καὶ ἄλλο κάλλος ἀνθρώπων ἀγάπη· »ἀγάπη δέ«, κατὰ τὸν ἀπόστολον, »μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται.« περπερεία γὰρ ὁ καλλωπισμὸς περιττότητος καὶ ἀχρειότητος ἔχων ἔμφασιν. διὸ καὶ ἐπι φέρει· »οὐκ ἀσχημονεῖ.« ἄσχημον γὰρ τὸ ἀλλότριον καὶ μὴ κατὰ φύσιν σχῆμα· τὸ δ᾿ ἐπίπλαστον ἀλλότριον, ὅπερ ἐξηγεῖται σαφῶς, »οὐ ζητεῖ« φήσας »τὸ μὴ ἑαυτῆς«· τὸ γὰρ ἴδιον ἡ ἀλήθεια τὸ οἰκεῖον καλεῖ, τὸ δ᾿ ἀλλότριον ἡ φιλοκοσμία ζητεῖ, ἐκτὸς οὖσα καὶ τοῦ θεοῦ καὶ τοῦ λόγου καὶ τῆς ἀγάπης. τὸν δὲ κύριον αὐτὸν τὴν ὄψιν αἰσχρὸν γεγονέναι διὰ Ἡσαΐου τὸ πνεῦμα μαρτυρεῖ· »καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς ἀνθρώπους.« καὶ τίς ἀμείνων κυρίου; ἀλλ᾿ οὐ τὸ κάλλος τῆς σαρκὸς τὸ φαντασιαστικόν, τὸ δὲ ἀληθινὸν καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἐνεδείξατο κάλλος, τῆς μὲν τὸ εὐεργετικόν, τὸ δὲ ἀθάνατον τῆς σαρκός. |
| 3.2 | Οὐκ ἄρα ἡ πρόσοψις τοῦ ἐκτὸς ἀνθρώπου, ἀλλὰ ἡ ψυχὴ καλλωπιστέα τῷ τῆς καλοκἀγαθίας κοσμήματι· εἴη δ᾿ ἂν καὶ τὴν σάρκα εἰπεῖν τῷ τῆς ἐγκρατείας κόσμῳ. αἳ δέ, τὴν ἐπιφάνειαν καλλωπιζόμεναι καὶ τὰ βάθη χερσούμεναι, λελήθασι σφᾶς αὐτὰς κατὰ τοὺς Αἰγυπτίων κοσμοῦσαι ναούς· προπύλαια παρ᾿ αὐτοῖς καὶ προτεμενίσματα ἐξήσκηται, ἄλση τε καὶ ὀργάδες, κίοσίν τε παμπόλλοις ἐστεφάνωνται αἱ αὐλαί· τοῖχοι δὲ ἀποστίλβουσι ξενικοῖς λίθοις καὶ γραφῆς ἐν τέχνου [οἷς] ἐνδεῖ οὐδὲ ἕν· χρυσῷ δὲ καὶ ἀργύρῳ καὶ ἠλέκτρῳ παραστίλβουσιν οἱ ναοί, καὶ τοῖς ἀπὸ Ἰνδίας καὶ Αἰθιοπίας πεποικιλμένοι μαρμαίρουσι λιθιδίοις, τὰ δὲ ἄδυτα χρυσοπάστοις ἐπισκιάζεται πέπλοις· ἀλλ᾿ ἢν παρεισέλθῃς εἰς τὸ βάθος τοῦ περιβόλου σπεύδων ἐπὶ τὴν θέαν τοῦ κρείττονος, ζητήσεις τὸ ἄγαλμα τὸ ἔνοικον τοῦ νεώ, παστοφόρος δὲ ἤ τις ἄλλος τῶν ἱεροποιούντων περὶ τὸ τέμενος σεμνὸν δεδορκώς, παιᾶνα τῇ Αἰγυπτίων ᾄδων γλώττῃ, ὀλίγον ἐπαναστείλας τοῦ καταπετάσματος, ὡς δείξων τὸν θεόν, πλατὺν ἡμῖν ἐνδίδωσι γέλωτα τοῦ σεβάσματος. οὐ γὰρ θεὸς ὁ ζητούμενος ἔνδον εὑρεθήσεται, ἐφ᾿ ὃν ἐσπεύσαμεν, αἴλουρος δὲ ἢ κροκόδειλος ἢ αὐτόχθων ὄφις ἤ τι τοιοῦτον θηρίον ἀνάξιον μὲν τοῦ νεώ, χηραμοῦ δὲ ἢ φωλεοῦ ἢ βορβόρου ἀντάξιον· ὁ θεὸς Αἰγυπτίων ἐπὶ στρωμνῆς ἁλουργῆς καταφαίνεται κυλιόμενον θηρίον. ταύτῃ μοι δοκοῦσιν αἱ χρυσοφοροῦσαι γυναῖκες, τῶν πλοκάμων τοὺς ἐνουλισμοὺς ἀσκοῦσαι χρίσματά τε παρειῶν καὶ ὑπογραφὰς ὀφθαλμῶν καὶ βαφὰς μετιοῦσαι τριχῶν καὶ τὴν ἄλλην βλακείαν κακομηχανώμεναι, κοσμοῦσαι τὸν περίβολον τὸν σαρκικόν, αἰγυπτιάζουσαι ὡς ἀληθῶς, ἐπισπᾶσθαι τοὺς δεισιδαίμονας ἐραστάς. ἀλλ᾿ ἢν ἀποκαλύψῃ τις τὸ καταπέτασμα τοῦ νεώ, τὸν κεκρύφαλον λέγω, τὴν βαφήν, τὴν ἐσθῆτα, τὸ χρυσίον, τὸ φῦκος, τὰ ἐντρίμματα, τουτέστι τὸ ἐκ τούτων συγκείμενον ὕφος, [τὸ καταπέτασμα,] ὡς ἔνδον εὑρήσων τὸ κάλλος τὸ ἀληθινόν, μυσάξεται, εὖ οἶδ᾿ ἐγώ. οὐ γὰρ τὴν εἰκόνα τοῦ θεοῦ κατοικοῦσαν ἔνδον εὑρήσει τὴν ἀξιόλογον, πόρνη δὲ ἀντ᾿ αὐτῆς καὶ μοιχαλὶς τῆς ψυχῆς κατείληφε τὸ ἄδυτον, τό τε ἀληθινὸν θηρίον ἐλεγχθήσεται ψιμυθίῳ πίθηκος ἐντετριμμμένος, καὶ ὁ παλίμβολος ὄφις ἐκεῖνος διαβιβρώσκων τὸ νοερὸν τῆς ἀνθρώπου διὰ τῆς φιλοδοξίας χηραμὸν ἔχει τὴν ψυχήν· πάντα φαρμάκων ὀλεθρίων ἐμπλήσας καὶ τὸν ἑαυτοῦ τῆς πλάνης ἐνερευξάμενος ἰὸν μετεσκεύασεν τὰς γυναῖκας εἰς πόρνας ὁ προαγωγὸς οὗτος δράκων (οὐ γὰρ γυναικός, ἀλλ᾿ ἑταίρας τὸ φιλόκοσμον)· αἳ τῆς παρὰ μὲν τοῖς ἀνδράσιν οἰκουρίας ὀλίγα φροντίζουσιν, λύσασαι δὲ τἀνδρὸς τὸ βαλλάντιον ἐκτρέπουσι τὰς χορηγίας εἰς ἐπιθυμίας, ὡς πολλοὺς ἔχοιεν τοῦ καλαὶ δοκεῖν εἶναι μάρτυρας, καὶ τὴν πᾶσαν ἡμέραν κομμωτικῇ προσκαθεζόμεναι ἀργυρωνήτοις σχολάζουσιν ἀνδραπόδοις. καθάπερ οὖν ὄψον πονηρὸν ἡδύνουσι τὴν σάρκα καὶ τὴν μὲν ἡμέραν κομμωτικῇ προστετήκασι θαλαμευόμεναι, μὴ ἐλεγχθῶσιν ξανθιζόμεναι, ἑσπέρας δὲ καθάπερ ἐκ φωλεοῦ πρὸς τὸν λύχνον τὸ νόθον τοῦτο προσέρπει κάλλος· συνεργεῖ γὰρ καὶ ἡ μέθη καὶ τὸ ἀμυδρὸν τοῦ φωτὸς πρὸς τὴν ἐπίθεσιν αὐτῶν. καὶ τὴν μὲν ξανθίζουσαν τοὺς πλοκάμους ὁ κωμικὸς Μένανδρος εἴργει τῆς οἰκίας· νῦν δ᾿ ἕρπε ἀπ᾿ οἴκων τῶνδε· τὴν γυναῖκα γὰρ τὴν σώφρονα οὐ δεῖ τὰς τρίχας ξανθὰς ποιεῖν, ἀλλ᾿ οὐδὲ τὰς παρειὰς φυκοῦν οὐδὲ τοὺς ὀφθαλμοὺς ὑπογράφεσθαι. λελήθασι δὲ σφᾶς αἱ κακοδαίμονες τὸ οἰκεῖον ἀπολλύουσαι κάλλος τοῦ ὀθνείου τῇ ἐπεισαγωγῇ· ἅμα γοῦν ἡμέρᾳ σπαρασσόμεναι καὶ ἀποτριβόμεναι καὶ φυράμασί τισι καταπλαττόμεναι ψήχουσι μὲν τὸν χρῶτα, θρύπτουσι δὲ τὴν σάρκα τοῖς φαρμάκοις καὶ τῇ περιεργίᾳ τῶν ῥυμμάτων τὸ οἰκεῖον μαραίνουσιν ἄνθος. διὰ τοῦτό τοι ὠχραὶ μὲν ἐκ καταπλασμάτων καταφαίνονται, εὐάλωτοι δὲ ὑπὸ νόσων γίνονται τακερὰν ἤδη τὴν σάρκα φαρμάκοις τὴν ἐσκιαγραφημένην ἔχουσαι, τῶν ἀνθρώπων τὸν δημιουργὸν ἀτιμάζουσαι, ὡς οὐ κατ᾿ ἀξίαν δεδωρημένον τὸ κάλλος. εἰκότως ἀργαὶ πρὸς οἰκουρίας γίνονται, καθάπερ ἐζωγραφημέναι, καθεζόμεναι εἰς θέαν, οὐκ εἰς οἰκουρίαν γεγενημέναι. διὰ τοῦτό τοι ἡ παρὰ τῷ κωμικῷ ἐπιλογιστικὴ γυνὴ λέγει· τί δ᾿ ἂν γυναῖκες φρόνιμον ἐργασαίμεθα ἢ λαμπρόν, αἳ καθήμεθ᾿ ἐξανθισμέναι, τῶν ἐλευθέρων γυναικῶν λυμαινόμεναι τὸν χαρακτῆρα, οἴκων ἀνατροπὰς καὶ γάμων ἐκτροπὰς καὶ παίδων ὑποβολὰς περιποιούμεναι. τοῦτο αὐτὸ γάρ τοι καὶ Ἀντιφάνης ὁ κωμικὸς ἐν Μαλθακῇ τὸ ἑταιρικὸν τῶν γυναικῶν ἐπισκώπτει τὰ κοινὰ πάσαις ῥήματα εἰς τὴν κατατριβὴν ἐξηυρημένα λέγων ἔρχεται, μετέρχεται αὖ, προσέρχεται αὖ, μετέρχεται, ἥκει, πάρεστι, ῥύπτεται, προσέρχεται, σμῆται, κτενίζεται, ἐμβέβηκε, τρίβεται, λοῦται, σκοπεῖται, στέλλεται, μυρίζεται, κοσμεῖται, ἀλείφεται· † ἂν δ᾿ ἔχοι τι, ἀπάγχεται. τρὶς γάρ, οὐχ ἅπαξ ἀπολωλέναι δίκαιαι κροκοδείλων ἀποπάτοις χρώμεναι καὶ σηπεδόνων ἀφροῖς ἐγχριόμεναι, καὶ ταῖς ὀφρύσι τὴν ἀσβόλην ἀναματτόμεναι καὶ ψιμυθίῳ τὰς παρειὰς ἐντριβόμεναι. αἱ τοίνυν καὶ τοῖς ἐθνικοῖς προσκορεῖς ποιηταῖς διὰ τὸν τρόπον πῶς οὐκ ἂν ἀπόβλητοι τῇ ἀληθείᾳ γένοιντο; ἕτερος γοῦν κωμικὸς ἐλέγχων αὐτὰς Ἄλεξις· καὶ γὰρ καὶ τούτου παραθήσομαι τὴν λέξιν δυσωποῦσαν τῷ περιέργῳ τῆς ἑρμηνείας τὸ ἀδιάτρεπτον τῆς ἀναισχυντίας· οὐ γὰρ εἰς τοσοῦτον περίεργος ἦν· ἐγὼ δὲ αἰσχύνομαι κωμῳδουμένης ἐς τοσοῦτον τῆς γυναικωνίτιδος, ἣ »βοηθὸς« γενομένη εἶτα μέντοι προσαπολλύει καὶ τὸν ἄνδρα. πρῶτα μὲν γὰρ ἐς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας πάντα τὰ ἄλλα [ἔργα] αὐταῖς πάρεργα γίγνεται. τυγχάνει μικρά τις οὖσα· φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται. μακρά τις· διάβαθρον λεπτὸν φορεῖ τὴν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσα ἐξέρχεται· τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία· ὑπενέδυσ᾿ ἐρραμμένα αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει· τιτθί᾿ ἔστ᾿ αὐταῖσι τούτων ὧν ἔχουσ(ιν) οἱ κωμικοί· ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὐνδυτὸν τῆς κοιλίας ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ(εν) ἀπήγαγον. τὰς ὀφρῦς πυρρὰς ἔχει τις· ζωγραφοῦσιν ἀσβόλῳ. συμβέβηκ(εν) εἶναι μέλαιναν· κατέπλασε ψιμυθίῳ· λευκόχρως λίαν τις ἐστίν· παιδέρωτ᾿ ἐντρίβεται. καλὸν ἔχει τοῦ σώματός τι· τοῦτο γυμνὸν δεικνύει. εὐφυεῖς ὀδόντας ἔσχεν· ἐξ ἀνάγκης δεῖ γελᾶν, ἵνα θεωρῶσ(ιν) οἱ παρόντες τὸ στόμα ὡς κομψὸν φορεῖ. ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν ξυλήφιον μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν, ὥστε τῷ χρόνῳ σεσηρέν᾿, ἄν τε βούλητ᾿ ἄν τε μή. |
| 3.3 | Εἰς τοσοῦτον δὲ ἄρα ἐλήλακεν ἡ χλιδὴ ὡς μὴ τὸ θῆλυ μόνον νοσεῖν περὶ τὴν κενοσπουδίαν ταύτην, ἀλλὰ καὶ τοὺς ἄνδρας ζηλοῦν τὴν νόσον. μὴ γὰρ καθαρεύοντες καλλωπισμοῦ οὐχ ὑγιαίνουσιν, πρὸς δὲ τὸ μαλθακώτερον ἀποκλίναντες γυναικίζονται, κουρὰς μὲν ἀγεννεῖς καὶ πορνικὰς ἀποκειρόμενοι, χλανίσι δὲ δὴ φαναῖσι περιπεπεμμένοι καὶ μαστίχην τρώγοντες, ὄζοντες μύρου. τί ἄν τις φαίη τούτους ἰδών; ἀτεχνῶς καθάπερ μετωποσκόπος ἐκ τοῦ σχήματος αὐτοὺς καταμαντεύεται μοιχούς τε καὶ ἀνδρογύνους, ἀμφοτέραν ἀφροδίτην θηρωμένους, μισότριχας, ἄτριχας, τὸ ἄνθος τὸ ἀνδρικὸν μυσαττομένους, τὰς κόμας δέ, ὥσπερ αἱ γυναῖκες, κοσμουμένους. »ἐπ᾿ οὐχ ὁσίοις δὲ τόλμαις ζῶντες« οἱ παλίμβολοι ῥέζουσιν ἀτάσθαλα καὶ κακὰ ἔργα, φησὶν ἡ Σίβυλλα. διὰ τούτους γοῦν πλήρεις αἱ πόλεις πιττούντων, ξυρούντων, παρατιλλόντων τοὺς θηλυδρίας τούτους· ἐργαστήρια δὲ κατεσκεύασται καὶ ἀνέῳκται πάντῃ καὶ τεχνῖται τῆς ἑταιρικῆς ταύτης πορνείας συχνὸν ἐμπολῶσιν ἀργύριον ἐμφανῶς· οἷς σφᾶς καταπιττοῦσι καὶ τὰς τρίχας ἀνασπῶσι πάντα τρόπον παρέχουσιν, οὐδὲν αἰσχυνόμενοι τοὺς ὁρῶντας οὐδὲ τοὺς παριόντας, ἀλλ᾿ οὐδὲ ἑαυτοὺς ἄνδρας ὄντας· τοιοῦτοι γὰρ οἱ τῶν ἀγεννεστέρων ζηλωταὶ παθῶν, ἅπαν τὸ σῶμα τοῖς βιαίοις τῆς πίττης ὁλκοῖς λελειουργημένοι. μέλει δὲ οὐδ᾿ ὁπωστιοῦν περαιτέρω τῆς τοιαύτης προβαίνειν ἀναισχυντίας. εἰ γὰρ μηδὲν ἄπρακτον αὐτοῖς ὑπολείπεται, οὐδὲ ἐμοὶ ἄρρητον. ἕνα τινὰ τούτων τῶν ἀγεννῶν παιδαγωγικῶς ἐπιπλήττων ὁ Διογένης ὁπηνίκα ἐπιπράσκετο, ἀνδρείως σφόδρα »ἧκε« εἶπεν, »μειράκιον, ἄνδρα ὤνησαι σαυτῷ«, ἀμφιβόλῳ λόγῳ τὸ πορνικὸν ἐκείνου σωφρονίζων. τὸ γὰρ ἄνδρας ὄντας ξύρεσθαι καὶ λεαίνεσθαι πῶς οὐκ ἀγεννές; βαφὰς δέ τινας τριχῶν καὶ χρίσματα πολιῶν καὶ ξανθίσματα, ἀνδρογύνων ἐξωλῶν ἐπιτηδεύματα, καὶ τοὺς διακτενισμοὺς αὐτῶν τοὺς θηλυδριώδεις μεθετέον. ἡγοῦνται γὰρ καθάπερ ὄφις τῆς κεφαλῆς ἀπεκδύσασθαι τὸ γῆρας μεταγράφοντες ἑαυτοὺς καὶ νεοποιοῦντες· εἰ καὶ σοφίσονται τὰς τρίχας, ἀλλ᾿ οὐ τὰς ῥυτίδας διαφεύξονται, ἀλλ᾿ οὐ λήσονται τὸν θάνατον σοφιζόμενοι τὸν χρόνον. οὐ γὰρ δεινόν, οὐ δεινὸν γέροντα δοκεῖν τὸ εἶναι λαθεῖν μὴ δυνάμενον. ὅσῳ γοῦν ὁ ἄνθρωπος σπεύδει πρὸς τέλος, τοσούτῳ τιμιώτερος πρὸς ἀλήθειαν, μόνον ἔχων αὑτοῦ πρεσβύτερον τὸν θεόν, ἐπεὶ κἀκεῖνος ἀίδιος γέρων ὁ τῶν ὄντων πρεσβύτερος· »παλαιὸν ἡμερῶν« κέκληκεν αὐτὸν ἡ προφητεία, »καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν«, ὁ προφήτης λέγει. οὐδεὶς δὲ ἄλλος, φησὶν ὁ κύριος, »δύναται ποιῆσαι τρίχα λευκὴν ἢ μέλαιναν«. πῶς οὖν ἀντιδημιουργοῦσι τῷ θεῷ, μᾶλλον δὲ ἀντικεῖσθαι βιάζονται οἱ ἄθεοι τὴν ὑπ᾿ αὐτοῦ πεπολιωμένην παραχαράττοντες τρίχα; »στέφανος δὲ γερόντων πολυπειρία«, φησὶν ἡ γραφή, καὶ τοῦ προσώπου αὐτῶν ἡ πολιὰ ἄνθος πολυπειρίας· οἵ δὲ τὸ πρεσβεῖον τῆς ἡλικίας, τὸν πολιέα, καταισχύνουσιν. οὐκ ἔστιν δέ, οὐκ ἔστιν ἀληθινὴν ἐνδεικνύναι τὴν ψυχὴν τὸν κίβδηλον ἔχοντα κεφαλήν. »ὑμεῖς δὲ οὐχ οὕτως«, φησίν, »ἐμάθετε τὸν Χριστόν, εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον«, οὐ τὸν πολιόν, ἀλλὰ »τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης· ἀνανεοῦσθαι δέ«, μὴ βαφαῖς καὶ καλλωπίσμασιν, ἀλλὰ »τῷ πνεύματι τοῦ νοὸς ὑμῶν καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.« ἄνδρα δὲ ὄντα κτενίζεσθαι καὶ ἀποκείρεσθαι ξυρῷ πρὸς εὐπρέπειαν καὶ πρὸς τὸ ἔσοπτρον διατιθέμενον τὰς τρίχας ξύρεσθαί τε καὶ ἀποτίλλεσθαι καὶ λεαίνεσθαι τὰς γένυς πῶς οὐ γυναικεῖον; καὶ εἰ μή τις αὐτοὺς γυμνοὺς ἴδοι, κἂν γυναῖκας ὑπολάβοι. εἰ γὰρ μὴ χρυσοφορεῖν καὶ αὐτοῖς ἐφεῖται, ἀλλ᾿ οὖν γε διὰ τὴν θηλυδριώδη ἐπιθυμίαν ἱμάντας καὶ λώματα χρυσίου περιπτύξαντες πετάλοις ἤ· τινα σφαιρικὰ τῆς αὐτῆς ὕλης ποιησάμενοι σχήματα σφυρῶν ἀπαρτῶνται καὶ τραχήλων ἀπαιωροῦσι. σόφισμα τοῦτο κατεαγότων ἀνθρώπων εἰς τὴν γυναικωνῖτιν κατασυρομένων, ἀμφιβίων καὶ λάγνων θηρίων· πορνικὸς τῆς ἐνέδρας ὁ τρόπος καὶ ἄθεος οὗτος. ὁ γὰρ θεὸς τὴν μὲν γυναῖκα λείαν ἠθέλησεν εἶναι, αὐτοφυεῖ τῇ κόμῃ μόνῃ ὥσπερ ἵππον τῇ χαίτῃ γαυρουμένην, τὸν δὲ ἄνδρα καθάπερ τοὺς λέοντας γενείοις κοσμήσας καὶ τοῖς λασίοις ἤνδρωσε στήθεσι· δεῖγμα τοῦτο ἀλκῆς καὶ ἀρχῆς. ταύτῃ καὶ τοὺς ἀλεκτρυόνας τοὺς ὑπερμαχοῦντας τῶν ὀρνίθων καθάπερ κόρυσι τοῖς κόλλεσιν ἐκαλλώπισεν. καὶ οὕτως περὶ πολλοῦ τὰς τρίχας ταύτας ὁ θεὸς ἡγεῖται ὥστε ἅμα φρονήσει κελεύειν παραγίνεσθαι αὐτὰς τοῖς ἀνδράσι, καὶ δὴ ἀγασθεὶς τῇ σεμνότητι τὸ βλοσυρὸν τοῦ θεάματος γεραρᾷ τετίμηκεν πολιᾷ. φρόνησις δὲ καὶ ἀκριβεῖς λογισμοὶ πολιοὶ συνέσει συνακμάζουσι τῷ χρόνῳ, καὶ τὸ γῆρας ἐνισχύουσι τῷ τόνῳ τῆς πολυπειρίας, ἄνθος ἀξιέραστον φρονήσεως σεμνῆς εἰς πίστιν εὔλογον προτείνοντες τὴν πολιάν. τοῦτο οὖν τοῦ ἀνδρὸς τὸ σύνθημα, τὸ γένειον, δἰ οὗ καταφαίνεται [ὁ] ἀνήρ, πρεσβύτερόν ἐστι τῆς Εὔας καὶ σύμβολον τῆς κρείττονος φύσεως· τούτῳ πρέπειν ἐδικαίωσε τὸ λάσιον ὁ θεός, καὶ διέσπειρεν παρὰ πᾶν τὸ σῶμα τοῦ ἀνδρὸς τὰς τρίχας, τὸ δὲ ὅσον λεῖον αὐτοῦ καὶ μαλθακὸν ἀφείλετο τῆς πλευρᾶς εἰς ὑποδοχὴν σπέρματος εὐαφῆ τὴν Εὔαν δημιουργήσας γυναῖκα βοηθὸν οὖσαν γενέσεως καὶ οἰκουρίας. ὃ δὲ (προήκατο γὰρ τὸ λεῖον) ἔμεινέν τε ἀνὴρ καὶ τὸν ἄνδρα δεικνύει· καὶ τὸ δρᾶν αὐτῷ συγκεχώρηται, ὡς ἐκείνῃ τὸ πάσχειν. ξηρότερα γὰρ φύσει καὶ θερμότερα τὰ δασέα τῶν ψιλῶν ἐστιν. διὸ καὶ τὰ ἄρρενα τῶν θηλειῶν καὶ τὰ ἔνορχα τῶν ἐκτομιῶν καὶ τὰ τέλεια τῶν ἀτελῶν δασύτερά τέ ἐστι καὶ θερμότερα. τὸ οὖν τῆς ἀνδρώδους φύσεως σύμβολον, τὸ λάσιον, παρανομεῖν ἀνόσιον· τὸ δὲ καλλώπισμα τῆς λειάνσεως, θερμαίνομαι γὰρ ὑπὸ τοῦ λόγου, εἰ μὲν ἐπὶ τοὺς ἄνδρας, θηλυδρίου, εἰ δὲ ἐπὶ τὰς γυναῖκας, μοιχοῦ· ἄμφω δὲ ὅτι μάλιστα πορρωτάτω τῆς ἡμετέρας ἐκτοπιστέον πολιτείας. »ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠριθμημέναι«, φησὶν ὁ κύριος· ἠρίθμηνται δὲ καὶ αἱ ἐπὶ τῷ γενείῳ καὶ μὴν καὶ αἱ παρ᾿ ὅλον τὸ σῶμα. οὐδ᾿ ὁπωστιοῦν ἐκτιλτέον παρὰ τὴν προαίρεσιν τοῦ θεοῦ τὴν ἐγκατηριθμημένην τῷ αὐτοῦ θελήματι· »εἰ μή τι οὐκ ἐπιγιγνώσκετε ἑαυτούς«, φησὶν ὁ ἀπόστολος, »ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν«, ὃν εἰ ἐνοικοῦντα ᾔδειμεν, οὐκ οἶδ᾿ ὅπως ἂν αὐτὸν λωβᾶσθαι τετολμήκειμεν. τὸ δὲ καὶ πιττοῦσθαι (ὀκνῶ καὶ λέγειν τὴν περὶ τοὔργον ἀσχημοσύνην) ἀπεστραμμένους καὶ κεκυφότας καὶ τῆς φύσεως τὰ ἀπόρρητα εἰς τὸ συμφανὲς ἀπογυμνοῦντας, ἐξορχουμένους καὶ λορδουμένους, ἀπερυθριῶσι σχήμασιν οὐκ ἀπερυθριῶντας αὑτούς, ἐν αὐτῇ νεολαίᾳ καὶ γυμνασίῳ μέσῳ, ἔνθα ἀρετὴ ἀνδρῶν ἐξετάζεται, ἀσχημονοῦντας, τὸ παρὰ φύσιν τοῦτο διώκοντας ἐπιτήδευμα, πῶς οὐχὶ τῆς ἐσχάτης ἀσελγείας ἐστίν; οἱ γὰρ ἐν τῷ φανερῷ τοιαῦτα διαπραττόμενοι σχολῇ γ᾿ ἂν αἰδεσθεῖεν οἴκοι τινάς. καταμαρτυρεῖ δὲ αὐτῶν ἡ ἐν τῷ δημοσίῳ ἀναισχυντία τὴν τῷ ἀφανεῖ ἐπ᾿ ἐξουσίας ἀκολασίαν· ὁ γὰρ ὑπὸ τὰς αὐγὰς τὸν ἄνδρα ἀρνούμενος πρόδηλός ἐστι νύκτωρ ἐλεγχόμενος γυνή. »οὐκ ἔσται δέ«, εἶπεν ὁ λόγος διὰ Μωυσέως, »ἀπὸ θυγατέρων Ἰσραὴλ πόρνη, καὶ οὐκ ἔσται ὁ πορνεύων ἀπὸ υἱῶν Ἰσραήλ.« ἀλλ᾿ ὠφελεῖ, φησίν, ἡ πίττα. ἀλλὰ διαβάλλει, φημί· οὐκ ἂν δὲ ἠθέλησέ τις εὖ φρονῶν πόρνος εἶναι δοκεῖν, μὴ νοσῶν, καὶ διαβάλλειν ἐπιτηδεύειν τὴν καλὴν εἰκόνα οὐκ ἂν ἑκὼν βουληθείη τις. εἰ γὰρ »τοὺς κατὰ πρόθεσιν κλητούς, οὓς προέγνω ὁ θεός, συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ« [δι᾿ οὕς] κατὰ τὸν μακάριον ἀπόστολον »ὥρισεν εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς«, πῶς οὐκ ἄθεοι τὸ σύμμορφον τοῦ κυρίου λωβώμενοι σῶμα; ἀνδρὶ δὲ βουλομένῳ εἶναι καλῷ τὸ κάλλιστον ἐν ἀνθρώπῳ τὴν διάνοιαν κοσμητέον, ἣν καθ᾿ ἑκάστην ἡμέραν εὐπρεπεστέραν ἐπιδεικτέον· παρατιλτέον δὲ οὐ τὰς τρίχας, ἀλλὰ τὰς ἐπιθυμίας. ἐγὼ καὶ τῶν ἀνδραποδοκαπήλων τὰ παιδάρια ἐλεῶ εἰς ὕβριν κοσμούμενα, ἀλλ᾿ οὐχ ὑφ᾿ ἑαυτῶν λελώβηται, κελευόμενα δὲ εἰς αἰσχροκέρδειαν τὰ δύστηνα καλλωπίζεται. οἱ δὲ ἑκόντες ταῦτα αἱρούμενοι δρᾶν, ἃ κελευόμενοι θανάτου ἂν ἐτιμήσαντο, εἰ ἄνδρες ἦσαν, πῶς οὐ κατάπτυστοι; |
| 3.4 | Ἀλλὰ γὰρ ἐλελήθειν παραπλεύσας τῷ πνεύματι τὴν ἀκολουθίαν, ἐφ᾿ ἣν αὖθις παλινδρομητέον καὶ τῶν οἰκετῶν τὴν πολυκτημοσύνην ὀνειδιστέον. φεύγοντες γὰρ αὐτουργίαν καὶ αὐτοδιακονίαν ἐπὶ τοὺς θεράποντας καταφεύγουσιν, ὀψοποιῶν καὶ τραπεζοποιῶν καὶ τῶν ἐντέχνως εἰς μοίρας κατατεμνόντων τὰ κρέα τὸν πολὺν συνωνούμενοι ὄχλον. μεμέρισται δὲ αὐτοῖς ἡ θητεία πολυσχιδῶς· καὶ οἳ μὲν περὶ τὴν γαστριμαργίαν αὐτῶν πονοῦσι δαιτροί τε καὶ καρυκευταὶ καὶ οἱ τῶν πεμμάτων καὶ οἱ τῶν μελιπήκτων καὶ οἱ τῶν ῥοφημάτων συσκευασταί τε καὶ δημιουργοί, οἳ δὲ περὶ τὰς ἐσθῆτας ἀσχολοῦνται τὰς περιττάς, οἳ δὲ χρυσοφυλακοῦσιν ὡς γρῦπες, οἳ δὲ τὸν ἄργυρον φυλάττουσι καὶ σμήχουσιν τὰ ἐκπώματα καὶ τὰς περὶ τὰς ἑστιάσεις παρασκευὰς εὐτρεπίζουσιν, ἄλλοι καταψήχουσι τὰ ὑποζύγια, οἰνοχόων τε ὅμιλος ἀσκεῖται παρ᾿ αὐτοῖς καὶ μειρακίων ὡραίων ἀγέλαι καθάπερ θρεμμάτων, παρ᾿ ὧν ἀμέλγονται τὸ κάλλος. κομμωταὶ δὲ καὶ κομμώτριαι περὶ τὰς γυναῖκας ἀμφιπολεύουσιν αἳ μὲν τὰ κάτοπτρα, αἳ δὲ τοὺς κεκρυφάλους, ἄλλαι τοὺς κτένας * *, εὐνοῦχοι πολλοὶ καὶ οὗτοι μαστροποί, τῷ ἀξιοπίστῳ τοῦ μὴ δύνασθαι φιληδεῖν τοῖς εἰς ἡδονὰς ἐθέλουσιν ῥᾳθυμεῖν ἀνυπόπτως διακονούμενοι. εὐνοῦχος δὲ ἀληθὴς οὐχ ὁ μὴ δυνάμενος, ἀλλ᾿ ὁ μὴ βουλόμενος φιληδεῖν. διαμαρτυρόμενος γοῦν ὁ λόγος διὰ τοῦ προφήτου Σαμουὴλ πρὸς τοὺς παραβεβηκότας τῶν Ἰουδαίων αἰτοῦντι τῷ λαῷ βασιλέα οὐ τὸν φιλάνθρωπον ὑπισχνεῖται κύριον, ἀλλά τινα αὐτοῖς αὐθάδη τύραννον ἀπειλεῖ τρυφητικόν, »ὃς λήψεται«, φησί, »τὰς θυγατέρας ὑμῶν εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας«, νόμῳ πολέμου κρατήσας, οὐκ εἰρηνικὴν οἰκονομίαν ζηλώσας. οἳ δὲ τὰ φορεῖα εἰς ὕψος αἴροντες τῶν γυναικῶν καὶ φοράδην βαστάζοντες Κελτοὶ πολλοί· ἔριθοι δὲ καὶ ταλασίαι καὶ ἱστοπονίαι καὶ ἡ γυναικωνῖτις ἐργάνη καὶ ἡ οἰκουρία οὐδαμοῦ, ἀλλ᾿ οἱ ψευδοποιοῦντες τὰς γυναῖκας διημερεύουσι μετ᾿ αὐτῶν μύθους ἐρωτικοὺς ἀδολεσχοῦντες καὶ τὸ σῶμα καὶ τὰς ψυχὰς αὐτῶν διακναίοντες ψευδεργίᾳ καὶ ψευδολογίᾳ. »οὐκ ἔσῃ δὲ μετὰ πολλῶν«, φησίν, »ἐπὶ κακίᾳ, οὐδὲ προσθήσῃ μετὰ πλήθους«, ὅτι ἡ σοφία ἐν ὀλίγοις, ἀταξία δὲ ἐν πλήθει καταφαίνεται. αἳ δὲ οὐ διὰ σεμνότητα τοῦ κατασκοπεῖσθαι μὴ βούλεσθαι συνωνοῦνται τοὺς φορεῖς (ἀγαπητὸν γὰρ ἦν ἄν, εἰ τῇ διαθέσει ταύτῃ προσεβάλλοντο τὴν σκέπην), ἀλλὰ θρυπτόμεναι ἐποχοῦνται τοῖς οἰκέταις ἐμπομπεύειν γλιχόμεναι. ἀναπεπταμένης γοῦν τῆς αὐλαίας περιβλέπουσαι δριμύτερον τοὺς εἰς αὐτὰς ἀφορῶντας διελέγχονται τὸν τρόπον, πολλάκις δὲ καὶ προκύπτουσιν ἔνδοθεν τὴν ἐπιπόλαιον σεμνότητα καταισχύνουσαι τῇ ὀλισθαινούσῃ περιεργίᾳ. »μὴ περιβλέπου δέ«, φησί, »ἐν ῥύμαις πόλεως, μηδὲ πλανῶ ἐν ταῖς ἐρημίαις αὐτῆς«, ἐρημία γὰρ ὡς ἀληθῶς, κἂν ὄχλος ἀκολάστων ᾖ, ἔνθα μὴ πάρεστιν ἄνθρωπος σωφρονῶν. περιφέρονται δὲ αὗται ἀνὰ τὰ ἱερὰ ἐκθυόμεναι καὶ μαντευόμεναι, ἀγύρταις καὶ μητραγύρταις καὶ γραίαις βωμολόχοις οἰκοφθορούσαις ὁσημέραι συμπομπεύουσαι καὶ τοὺς παρὰ ταῖς κύλιξι ψιθυρισμοὺς γραϊκοὺς ἀνεχόμεναι, φίλτρα ἄττα καὶ ἐπῳδὰς παρὰ τῶν γοήτων ἐπ᾿ ὀλέθρῳ γάμων ἐκμανθάνουσαι. καὶ τοὺς μὲν ἔχουσι τῶν ἀνδρῶν, τοὺς δὲ εὔχονται, ἄλλους δὲ αὐταῖς οἱ μάντεις ὑπισχνοῦνται. οὐκ ἴσασι δὲ ἀπατώμεναι καὶ αὑτὰς μὲν ὡς σκεῦος ἐκδιδοῦσαι ἡδονῆς τοῖς λαγνεύειν ἐθέλουσι, τὴν δὲ ἁγνείαν τὴν σφῶν τῆς αἰσχίστης ἀντικαταλλαττόμεναι ὕβρεως ἔργον ἡγοῦνται χρηματισμοῦ τὴν ἐπονείδιστον φθοράν. πολλοὶ δὲ οἱ τῆς ἑταιρικῆς διάκονοι ἀκολασίας ἄλλος ἄλλοθεν παρεισδύοντες· εὐεπίφοροι γὰρ οἱ ἀκόλαστοι πρὸς τὴν ἀσέλγειαν καθάπερ οἱ χοῖροι πρὸς τὸ καταδυόμενον τοῦ σκάφους ἐπιφερόμενοι. ὅθεν ἐρρωμενέστατα ἡ γραφὴ παραινεῖ· »μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου, πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου·« ἀλλαχοῦ δὲ »ἄνδρες δίκαιοι« φησὶν »ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ κυρίου τὸ καύχημά σου διαμενεῖ.« ἐς κόρακας ἡ πορνεία· »εὖ γὰρ τοῦτο ἴστε«, φησὶν ὁ ἀπόστολος, »ὅτι πᾶς πόρνος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.« αἳ δὲ ἀνδρογύνων συνουσίαις ἥδονται, παρεισρέουσι δὲ ἔνδον κιναίδων ὄχλοι ἀθυρόγλωσσοι, μιαροὶ μὲν τὰ σώματα, μιαροὶ δὲ τὰ φθέγματα, εἰς ὑπουργίας ἀκολάστους ἠνδρωμένοι, μοιχείας διάκονοι, κιχλίζοντες καὶ ψιθυρίζοντες καὶ τὸ πορνικὸν ἀνέδην εἰς ἀσέλγειαν διὰ ῥινῶν ἐπιψοφοῦντες ἐπικιναίδισμα, ἀκολάστοις ῥήμασι καὶ σχήμασι τέρπειν πειρώμενοι καὶ εἰς γέλωτα ἐκκαλούμενοι πορνείας πρόδρομον· ἔστι δ᾿ ὅτε καὶ ὑπεκκαιόμενοι διὰ τὴν τυχοῦσαν ὀργήν, ἤτοι πόρνοι αὐτοὶ ἢ καὶ κιναίδων ὄχλον εἰς ὄλεθρον ἐζηλωκότες, ἐπικροτοῦσι τῇ ῥινὶ βατράχων δίκην, καθάπερ ἔνοικον τοῖς μυκτῆρσι τὴν χολὴν κεκτημένοι. ἀλλ᾿ αἵ γε ἀστειότεραι τούτων ὄρνεις Ἰνδικοὺς καὶ ταῶνας Μηδικοὺς ἐκτρέφουσιν καὶ συνανακλίνονται τοῖς φοξοῖς παίζουσαι, σικίννοις τέρασι γανύμεναι· καὶ τὸν μὲν Θερσίτην ἀκούουσαι γελῶσιν, αὐταὶ δὲ πολυτιμήτους ὠνούμεναι Θερσίτας οὐκ ἐπ᾿ ἀνδράσιν ὁμοζύγοις, ἀλλ᾿ ἐπ᾿ ἐκείνοις αὐχοῦσιν, ἃ δὴ ἄχθος ἐστὶ γῆς· καὶ χήραν μὲν παρορῶσι σωφρονοῦσαν Μελιταίου πολλῷ διαφέρουσαν κυνιδίου, καὶ πρεσβύτην παραβλέπουσι δίκαιον, εὐπρεπέστερον, οἶμαι, τέρατος ἀργυρωνήτου· παιδίον δὲ οὐδὲ προσίενται ὀρφανὸν αἱ τοὺς ψιττακοὺς καὶ τοὺς χαραδριοὺς ἐκτρέφουσαι, ἀλλὰ τὰ μὲν οἴκοι κυϊσκόμενα ἐκτιθέασι παιδία, τοὺς δὲ τῶν ὀρνίθων ὑπολαμβάνουσι νεοττούς· καὶ τὰ ἄλογα τῶν λογικῶν προκεκρίκασιν, δέον ὑποτρέφειν τοὺς σωφροσύνην ἐπαγγελλομένους γέροντας, καὶ πιθήκων, οἶμαι, εὐπροσωποτέρους καὶ ἀηδόνων φθέγξασθαί τι βέλτιον δυναμένους. »ἐφ᾿ ὅσον δέ«, φησίν, »ἑνὶ τούτων ἐποιήσατε τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.« αἳ δὲ ἔμπαλιν ἀπαιδευσίαν προτετιμήκασι σωφροσύνης, τὰς ἑαυτῶν οὐσίας ἀπολιθοῦσαι εἰς τοὺς μαργαρίτας καὶ τὰς σμαράγδους τὰς Ἰνδικάς· ναὶ μὴν καὶ εἰς τὰς ἐξιτήλους βαφὰς καὶ εἰς τὰ ἀργυρώνητα ἀνδράποδα σπαθῶσι καὶ διαρρίπτουσι τὰ χρήματα, δίκην ὀρνίθων κεκορεσμένων τὰ τοῦ βίου σκαλεύουσαι κόπρια. »πενία δέ«, φησίν, »ἄνδρα ταπεινοῖ·« τὴν φειδωλίαν πενίαν λέγει, καθ᾿ ἣν οἱ πλούσιοι πένονται μεταδόσεως, ὡς οὐκ ἔχοντες. |
| 3.5 | Οἷα δὲ καὶ τὰ λουτρὰ αὐταῖς· οἶκοι τεχνητοί, συμπαγεῖς καὶ περιφορητοί, διαφανεῖ σινδόνι καλυπτόμενοι, καθέδραι τε ἐπίχρυσοι, ἀργυροῖ * * καὶ σκεύη μυρία χρυσοῦ τε καὶ ἀργύρου, τὰ μὲν εἰς προπόσεις, τὰ δὲ εἰς τροφάς, τὰ δὲ εἰς τὸ λούσασθαι περιφερόμενα· ναὶ μὴν καὶ ἐσχαρίδες ἀνθράκων· εἰς τοσοῦτον γὰρ ἀκρασίας ἥκουσιν ὡς δειπνεῖν καὶ μεθύειν ἔτι λουομένας· τά τε ἀργυρώματα, μεθ᾿ ὧν ἐμπομπεύουσιν, ἀπειροκάλως ἐν τοῖς βαλανείοις προτιθέασι· τάχα μέν που καὶ τὸν πλοῦτον δι᾿ ἀλαζονείαν περιττήν, μάλιστα δὲ τὴν αὐτεξούσιον ἀπαιδευσίαν, καθ᾿ ἣν κατηγοροῦσιν ἀνάνδρων ἀνδρῶν πρὸς γυναικῶν κεκρατημένων, ἐπιδεικνύμεναι ἐλέγχουσαί τε ἁμῇ γέ πῃ σφᾶς αὐτὰς μὴ οἵας τε εἶναι [συνεῖναι] καὶ δίχα τῶν σκευῶν τῶν πολλῶν ἱδροῦν [δύνασθαι]· καὶ γὰρ αἱ πενόμεναι τῆς πομπῆς μὴ μεταλαμβάνουσαι τῶν ἴσων κοινωνοῦσι λουτρῶν. ἔχει δὲ ἄρα ὁ ῥύπος τῆς περιουσίας βλασφημίας περιβολὴν πολλήν. τούτῳ καθάπερ δελέατι ἀγκιστρεύουσιν τοὺς ἀθλίους κεχηνότας ἐπὶ τὰς μαρμαρυγὰς τοῦ χρυσίου· καὶ γὰρ ἐκπλήττουσαι τούτῳ τοὺς ἀπειροκάλους θαυμάζειν σφᾶς τεχνῶνται τοὺς ἐραστάς, οἳ μετ᾿ ὀλίγον αὐταῖς ἐνυβρίζουσι γυμναῖς. καὶ δὴ τοῖς μὲν ἀνδράσι τοῖς σφῶν οὐκ ἂν ἀποδύσαιντο προσποίητον αἰσχύνης ἀξιοπιστίαν μνώμεναι, ἔξεστι δὲ τοῖς βουλομένοις τῶν ἄλλων τὰς οἴκοι κατακλείστους γυμνὰς ἐν τοῖς βαλανείοις θεάσασθαι· ἐνταῦθα γὰρ ἀποδύσασθαι τοῖς θεαταῖς ὥσπερ καπήλοις σωμάτων οὐκ αἰσχύνονται. ἀλλ᾿ ὁ μὲν Ἡσίοδος μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι παραινεῖ. κοινὰ δὲ ἀνέῳκται ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ τὰ βαλανεῖα, κἀντεῦθεν ἐπὶ τὴν ἀκρα σίαν ἀποδύονται· »ἐκ τοῦ γὰρ εἰσορᾶν γίνεται ἀνθρώποις ἐρᾶν«, ὥσπερ ἀποκλυζομένης τῆς αἰδοῦς αὐτοῖς κατὰ τὰ λουτρά. αἳ δὲ μὴ εἰς τοσοῦτον ἀπερυθριῶσαι τοὺς μὲν ὀθνείους ἀποκλείουσιν, ἰδίοις δὲ οἰκέταις συλλούονται καὶ δούλοις ἀποδύονται γυμναὶ καὶ ἀνατρίβονται ὑπ᾿ αὐτῶν, ἐξουσίαν δοῦσαι τῷ κατεπτηχότι τῆς ἐπιθυμίας τὸ ἀδεὲς τῆς ψηλαφήσεως· οἱ γὰρ παρεισαγόμενοι παρὰ τὰ λουτρὰ ταῖς δεσποίναις γυμναῖς μελέτην ἴσχουσιν ἀποδύσασθαι πρὸς τόλμαν ἐπιθυμίας ἔθει πονηρῷ περιγράφοντες τὸν φόβον. καὶ οἱ μὲν παλαιοὶ τῶν ἀθλητῶν γυμνὸν δεικνύναι τὸν ἄνδρα αἰδούμενοι ἐν διαζώσμασι τὴν ἀγωνίαν ἐκτελοῦντες τὸ αἰδῆμον ἐφύλαττον· αἳ δὲ ἀποδυσάμεναι ἅμα τῷ χιτῶνι καὶ τὴν αἰδῶ φαίνεσθαι μὲν βούλονται καλαί, ἄκουσαι δ᾿ ὁμοίως ἐλέγχονται κακαί· καὶ γὰρ δι᾿ αὐτοῦ καταφαίνεται μάλιστα τοῦ σώματος τὸ μάχλον τῆς ἐπιθυμίας, καθάπερ τοῖς ὑδεριῶσιν τὸ περιστεγόμενον τῆς ἐπιφανείας ὑγρόν· τὸ νοσοῦν δὲ ἀμφοῖν ἐκ τῆς ὄψεως γνωρίζεται. χρὴ τοίνυν τοὺς ἄνδρας γενναῖον ἀληθείας ὑπόδειγμα ταῖς γυναιξὶ γινομένους αἰσχύνεσθαι τὰς μετ᾿ αὐτῶν ἀποδύσεις καὶ φυλάττεσθαι τὰς ὄψεις τὰς ὀλισθηράς »ὁ γὰρ ἐμβλέψας«, φησί, »περιεργότερον ἤδη ἥμαρτεν.« οἴκοι μὲν οὖν τοὺς γονεῖς καὶ τοὺς οἰκέτας αἰδεῖσθαι χρή, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ τοῖς λουτροῖς τὰς γυναῖκας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς, πανταχοῦ δὲ τὸν λόγον, ὅς ἐστι πανταχοῦ, καὶ »ἐγένετο ἄνευ αὐτοῦ οὐδὲ ἕν«. οὕτως γὰρ μόνως ἀπτώς τις διαμενεῖ, εἰ πάντοτε αὐτῷ συμπαρεῖναι νομίζοι τὸν θεόν. |
| 3.6 | Πλούτου τοίνυν μεταληπτέον ἀξιολόγως καὶ μεταδοτέον φιλανθρώπως, οὐ βαναύσως οὐδὲ ἀλαζονικῶς, οὐδὲ ἐκτρεπτέον τὸ φιλόκαλον εἰς φιλαυτίαν καὶ ἀπειροκαλίαν, μή πῃ ἄρα καὶ πρὸς ἡμᾶς φήσῃ τις· ὁ ἵππος αὐτοῦ πεντεκαίδεκα ταλάντων ἐστὶν ἄξιος ἢ τὸ χωρίον ἢ ὁ οἰκέτης ἢ τὸ χρυσίον, αὐτὸς δὲ χαλκῶν ἐστι τίμιος τριῶν. αὐτίκα γοῦν περίελε τὸν κόσμον τῶν γυναικῶν καὶ τοὺς οἰκέτας τῶν δεσποτῶν, οὐδὲν διαφέροντας τῶν ἀργυρωνήτων εὑρήσεις. τοὺς δεσπότας, οὐκ ἐν βαδίσματι, οὐκ ἐν βλέμματι, οὐκ ἐν φθέγματι· οὕτως τοίνυν τοῖς ἀνδραπόδοις ἐοίκασιν. ἀλλὰ καὶ τῷ ἀσθενέστεροι εἶναι τῶν οἰκετῶν διακρίνονται καὶ τῷ νοσηλότερον ἀνατεθράφθαι. ἄριστον γοῦν δογμάτων τοῦτο ᾄδειν παρ᾿ ἕκαστα χρή, ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος ἐν οὐρανῷ θησαυρίζει τὰ χρήματα· οὗτος [ὁ] τὰ ἐπίγεια καταπωλήσας καὶ πτωχοῖς ἐπιδοὺς τὸν ἀνώλεθρον ἐξευρίσκει θησαυρόν, ἔνθα οὐ σής, οὐ λῃστής· μακάριος οὗτος ὄντως, ἐάν τε σμικρὸς καὶ ἀσθενὴς καὶ ἄδοξος ᾖ, καὶ πλοῦτον ὄντως πλουτεῖ τὸν μέγιστον· ἐὰν δὲ ἄρα πλουτῇ μὲν Κινύρα τε καὶ Μίδα μᾶλλον, ᾖ δὲ ἄδικος καὶ ὑφερήφανος, καθάπερ ὁ ἐν τῇ πορφύρᾳ καὶ βύσσῳ τρυφῶν καὶ τὸν Λάζαρον ὑπερηφανῶν, ἄθλιός τέ ἐστι καὶ ἀνιαρῶς ζῇ καὶ οὐ ζήσεται. ἐοικέναι γοῦν μοι δοκεῖ ὁ πλοῦτος ἑρπετῷ, οὗ εἰ μή τις ἐπίσταιτο λαβέσθαι ἀβλαβῶς, πόρρωθεν ἀκινδύνως ἄκρας οὐρᾶς ἀνακρημνὰς τὸ θηρίον, περιπλέξεται τῇ χειρὶ καὶ δήξεται· δεινὸς δὲ καὶ ὁ πλοῦτος ἰλυσπώμενος παρὰ τὴν ἔμπειρον ἢ ἄπειρον αὐτοῦ λαβὴν προσφῦναι καὶ δάκνειν, εἰ μή τις αὐτῷ καταμεγαλοφρονῶν ἐπιστημόνως χρῷτο, ἵνα σὺν τῇ ἐπῳδῇ τοῦ λόγου καταξέσηται μὲν τὸ θηρίον, αὐτὸς δὲ ἀπαθὴς μείνῃ. ἀλλ᾿, ὡς ἔοικεν, τὰ πλείονος ἄξια κεκτημένος πλούσιος ὢν μόνος ἐλελήθει· πολλοῦ δὲ ἄξια οὐ λίθος, οὐκ ἄργυρος, οὐκ ἐσθής, οὐ κάλλος σώματος, ἀλλ᾿ ἡ ἀρετή, ὅς ἐστι λόγος διὰ τοῦ παιδαγωγοῦ παραδιδόμενος εἰς ἄσκησιν· λόγος οὗτος ὁ τὴν τρυφὴν ἐξομνύμενος, τὴν δὲ αὐτουργίαν διάκονον παρακαλῶν καὶ τὴν εὐτέλειαν ἐξυμνῶν τῆς σωφροσύνης τὴν ἔγγονον, »λάβετε παιδείαν«, φησί, »καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυ τελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι.« καὶ πάλιν· »ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον καὶ ἄργυρον· τὰ γὰρ ἐμὰ γενήματα κρείττω ἀργυρίου ἐκλεκτοῦ.« εἰ δὲ καὶ διελεῖν χρή, πλούσιος μὲν ὁ πολυκτήμων ἔστω, χρυσίῳ σεσαγμένος καθάπερ φασκώλιον ἐρρυπωμένον, εὐσχήμων δὲ ὁ δίκαιος, ἐπεὶ εὐσχημοσύνη τάξις ἐστὶν ἐν τῷ δέοντι σχηματισμῷ περὶ τὰς διοικήσεις καὶ τὰς ἐπιδόσεις μεμετρημένη· »εἰσὶ γὰρ οἱ σπείροντες καὶ πλείονα συνάγοντες«, περὶ ὧν γέγραπται· »ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.« ὥστε οὐχ ὁ ἔχων καὶ φυλάττων, ἀλλ᾿ ὁ μεταδιδοὺς πλούσιος, καὶ ἡ μετάδοσις τὸν μακάριον, οὐχ ἡ κτῆσις δείκνυσι· καρπὸς δὲ ψυχῆς τὸ εὐμετάδοτον· ἐν ψυχῇ ἄρα τὸ πλούσιον. καὶ μὴν τὰ μὲν ἀγαθὰ ἔστω μόνοις κτητὰ τοῖς ἀγαθοῖς, ἀγαθοὶ δὲ οἱ Χριστιανοί· ἄφρων δὲ ἢ ἀκόλαστος ἄνθρωπος οὔτ᾿ ἂν αἴσθησιν ἀγαθοῦ σχοίη οὔτ᾿ ἄν κτήσεως τύχοι· μόνοις ἄρα τοῖς Χριστιανοῖς κτητὰ τὰ ἀγαθά. τούτων δὲ τῶν ἀγαθῶν πλουσιώτερον οὐθέν· πλούσιοι ἄρα οὗτοι μόνοι. πλοῦτος γὰρ ἀληθινὸς ἡ δικαιοσύνη καὶ ὁ παντὸς θησαυροῦ πολυτιμότερος λόγος οὐκ ἀπὸ θρεμμάτων καὶ χωρίων αὐξανόμενος, ἀλλ᾿ ὑπὸ τοῦ θεοῦ δωρούμενος, πλοῦτος ἀναφαίρετος (ἡ ψυχὴ μόνη θησαυρὸς αὐτοῦ), κτῆμα τῷ κεκτημένῳ ἄριστον, μακάριον τῇ ἀληθείᾳ παρεχόμενον τὸν ἄνθρωπον. ᾧ γὰρ ἂν ὑπάρχῃ μηδενὸς μὲν ὀρέγεσθαι τῶν οὐκ ἐφ᾿ ἡμῖν, ὧν δὲ ὀρέγεται, τούτων τυγχάνειν, ἀλλὰ καὶ ὧν ὁσίως ἐφίεται, ταῦτα αἰτούμενον λαμβάνειν παρὰ θεοῦ, πῶς οὗτος οὐ πολυκτήμων καὶ παγκτήμων, θησαυρὸν ἔχων αἰώνιον τὸν θεόν; »τῷ αἰτοῦντι«, φησί, »δοθήσεται καὶ τῷ κρούοντι ἀνοιγήσεται.« εἰ μηδὲν ἀρνεῖται ὁ θεός, τὰ πάντα τοῦ θεοσεβοῦς γίνεται. |
| 3.7 | Τρυφὴ δὲ εἰς ἡδονὰς ἀλωμένη χαλεπὸν ἀνθρώποις ναυάγιον γίνεται· ἀλλότριον γὰρ τῆς ἀληθοῦς φιλοκαλίας καὶ τῶν ἀστείων ἡδονῶν ὁ ἡδὺς οὗτος καὶ ἀκλεὴς τῶν πολλῶν βίος. φύσει γὰρ ὁ ἄνθρωπος ὑψηλόν ἐστι ζῷον καὶ γαῦρον καὶ τοῦ καλοῦ ζητητικόν, ἄτε τοῦ μόνου καλοῦ δημιούργημα, ὁ δὲ ἐπὶ γαστέρα αὐτῷ βίος ἄσεμνός τε καὶ ἐπονείδιστος καὶ εἰδεχθὴς καὶ καταγέλαστος. ἀλλοτριώτατον δὲ τῆς θείας φύσεως ἡ φιληδονία, ὁμοίως μὲν σιτεῖσθαι τοῖς στρουθοῖς, ὁμοίως δὲ τοῖς ὑσὶν καὶ τοῖς τράγοις ὀχεύειν· τὸ γὰρ τὴν ἡδονὴν νομίζειν ἀγαθὸν ἀπειροκαλίας ἐστὶ τελείας, φιλοπλουτία δὲ ἐξίστησι τῆς ὀρθῆς διαίτης τὸν ἄνθρωπον ἀπερυθριᾶν πρὸς τὰ αἰσχρὰ ἀναπείθουσα, »ἐὰν μόνον ἔχῃ δύναμιν καθάπερ θηρίον τοῦ φαγεῖν παντοδαπὰ καὶ πιεῖν ὡσαύτως καὶ ἀφροδισίων πᾶσαν πάντως παρέχειν πλησμονήν«. διὰ τοῦτο σπανιαίτατα τὴν βασιλείαν τοῦ θεοῦ κληρονομεῖ. ποῦ τοίνυν τὰ τοσαῦτα παρασκευάζονται ὄψα ἢ ἵνα μίαν πλήρωσωσι γαστέρα; τὸ ἀκάθαρτον τῆς γαστριμαργίας οἱ κοπρῶνες ἐλέγχουσιν, εἰς οὓς ἀποπτύουσιν ἡμῶν αἱ γαστέρες τῆς δαιτὸς τὰ λείψανα. ποῦ δὲ τοὺς οἰνοχόους τοὺς τοσούτους συναγείρουσι μιᾷ κύλικι πλησθῆναι δυνάμενοι; ποῦ δὲ τῶν ἐσθήτων τὰς κιβωτούς; τὰ χρυσία δὲ ποῦ; καὶ τὰ κόσμια ποῦ; λωπολδύταις δὲ αὐτὰ καὶ κακούργοις παρασκευάζονται καὶ τοῖς λίχνοις ὀφθαλμοῖς. »ἐλεημοσύναι δὲ καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε«, φησὶν ἡ γραφή. ἰδοὺ γοῦν καὶ τὸν Θεσβίτην Ἠλίαν καλὸν ὑπόδειγμα τῆς εὐτελείας ἔχομεν, ὅτε »ἐκάθισεν ὑπὸ τὴν ῥάμνον« καὶ ὁ ἄγγελος αὐτῷ κομίζει τροφάς· »ἐγκρυφίας κρίθινος ἦν καὶ καψάκης ὕδατος.« τοιοῦτον ἄριστον αὐτῷ κύριος ἔπεμψεν. ἡμῖν ἄρα ἀνάγκη πρὸς ἀλήθειαν ὁδοιποροῦσιν εὐζώνοις γενέσθαι· »μὴ βαστάζετε γάρ«, εἶπεν ὁ κύριος, »βαλλάντιον, μὴ πήραν μηδὲ ὑπόδημα«, τουτέστι, μὴ πλοῦτον κτήσησθε τὸν ἐν βαλλαντίῳ μονον θησαυριζόμενον, μὴ τὰς ἀποθήκας πληρώσητε τὰς ἰδίας ὡς ἐν πήρᾳ παρατιθέμενοι τὸν σπόρον, ἀλλὰ καὶ τοῖς δεομένοις κοινωνήσατε, μὴ ὑποζύγια καὶ οἰκέτας πολυπραγμονεῖτε, οἵτινες ὑποδήματα τῆς πορείας τῶν πλουσίων ἀχθοφοροῦντες ἀλληγορικῶς εἴρηνται. ἀπορριπτέον οὖν τῶν σκευῶν τὸ πλῆθος καὶ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ ἐκπώματα καὶ τὸν ὄχλον τῶν οἰκετῶν, καλὰς καὶ σεμνὰς παρὰ τοῦ παιδαγωγοῦ συνοπαδοὺς αὐτουργίαν καὶ εὐτέλειαν παραλαβόντας· καὶ δὴ βαδιστέον εὐαρμόστως τῷ λόγῳ, κἂν γυνή τῳ παρῇ καὶ τέκνα· οὐκ ἄχθος ἐστὶν ὁ οἶκος συνεπισπέσθαι μαθὼν ὁδοιπόρῳ σώφρονι. σταλτέον δὲ καὶ τὴν φίλανδρον γυναῖκα τἀνδρὶ παραπλησίως, ὁδοιπορικῶς καλὸν ἐφόδιον τῆς εἰς οὐρανοὺς πορείας εὐτέλειαν ἐπιφερομένους μιᾷ σεμνότητι σώφρονι· μέτρον δὲ καθάπερ ὁ ποὺς τοῦ ὑποδήματος, οὕτως καὶ τῆς κτήσεως ἑκάστου τὸ σῶμα· τὸ δὲ περιττόν, ἃ δή φασι κόσμια, καὶ τὰ ἔπιπλα τῶν πλουσίων ἄχθος ἐστίν, οὐ κόσμος τοῦ σώματος. χρὴ δὲ τὸν ἀναβαίνειν βιαζόμενον εἰς τοὺς οὐρανοὺς καλὴν βακτηρίαν τὴν εὐεργεσίαν περιφέρειν καὶ τοῖς θλιβομένοις μεταδεδωκότα τῆς ἀληθοῦς ἀναπαύσεως μεταλαμβάνειν· ὁμολογεῖ γὰρ ἡ γραφή, ὡς ἄρα »λύτρον ἐστὶν ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος«, τουτέστιν, ἐὰν πλουτῇ, μεταδόσει σωθήσεται. καθάπερ γὰρ τῶν φρεάτων ὅσα πέφυκεν βρύειν ἀπαντλούμενα εἰς τὸ ἀρχαῖον ἀναπιδύει μέτρον, οὕτως ἡ μετάδοσις ἀγαθὴ φιλανθρωπίας ὑπάρχουσα πηγή, κοινωνοῦσα τοῖς διψῶσι τοῦ ποτοῦ αὔξεται πάλιν καὶ πίμπλαται, ὃν τρόπον ἐπὶ τοὺς θηλαζομένους ἢ καὶ βδαλλομένους μαστοὺς ἐπιρρεῖν εἴωθε τὸ γάλα. ἀνενδεὴς γὰρ ὁ τὸν παντοκράτορα θεὸν λόγον ἔχων καὶ οὐδενὸς ὧν χρῄζει ἀπορεῖ ποτε· κτῆσις γὰρ ὁ λόγος ἀνενδεὴς καὶ εὐπορίας ἁπάσης αἴτιος. εἰ δέ τις φαίη ἑωρακέναι πολλάκις ἄρτου πενόμενον δίκαιον, σπάνιον μὲν τοῦτο, καὶ ἔνθα οὐκ ἄλλος δίκαιος, ἀναγνώτω δὲ ὅμως κἀκεῖνο· »οὐ γὰρ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ὁ δίκαιος, ἀλλ᾿ ἐν τῷ ῥήματι κυρίου«, ὅς ἐστιν ἄρτος ἀληθινός, ἄρτος οὐρανῶν. οὐκ ἄρα ποτὲ ὁ ἀγαθὸς ἀνὴρ ἄπορος, ἕως ἂν ἔχῃ σῴαν τὴν πρὸς θεὸν ὁμολογίαν· πάρεστι μὲν γὰρ αὐτῷ αἰτεῖσθαι καὶ λαμβάνειν ὧν ἂν δέηται παρὰ τοῦ πατρὸς τῶν ὅλων καὶ τῶν ἰδίων ἀπολαύειν, εἰ φυλάττοι τὸν υἱόν· πάρεστι᾿ δὲ καὶ τοῦτο, μηδεμιᾶς ἐνδείας αἰσθάνεσθαι. ὁ παιδαγωγικὸς ἡμῶν οὗτος λόγος τὸν πλοῦτον ἡμῖν δίδωσι, καὶ πλουτεῖν οὐ φθόνος τὸ ἀνενδεὲς κτωμένοις δι᾿ αὐτοῦ· ὁ τοῦτον ἔχων τὸν πλοῦτον βασιλείαν κληρονομήσει θεοῦ. |
| 3.8 | Εἰ δέ τις ὑμῶν φεύξεται διὰ τέλους τρυφὴν εὐτελείᾳ τιθηνούμενος, μελετήσει ῥᾷον τοὺς ἀκουσίους ὑπομένειν πόνους, τὰς ἑκουσίους θλίψεις γυμνάσματα συνεχῶς ποιούμενος διωγμῶν, ὁπόταν εἰς ἀναγκαίους ἔλθῃ πόνους καὶ φόβους καὶ λύπας, οὐκ ἀμελέτητος ὢν καρτερεῖν. διὰ τοῦτό τοι πατρίδα ἐπὶ γῆς οὐκ ἔχομεν, ὡς ἂν καταφρονοῖμεν τῶν ἐπιγείων κτημάτων. πλουσιωτάτη δὲ ἡ εὐτέλεια ἕξις οὖσα ἀνελλιπὴς ἐν δαπάναις ταῖς εἰς ἃ χρὴ καὶ ἐφ᾿ ὅσον χρὴ τελεῖσθαι προσηκούσαις· τέλη γὰρ τὰ δαπανήματα. ὅπως μὲν οὖν συμβιωτέον ἀνδρὶ τὴν γυναῖκα καὶ περὶ αὐτουργίας καὶ οἰκουρίας καὶ οἰκετῶν χρήσεως, πρὸς δὲ καὶ τῆς ὥρας τοῦ γάμου καὶ τῶν ὅσα γυναιξὶν ἁρμόζει, ἐν τῷ γαμικῷ διέξιμεν λόγῳ· ἃ δὲ ἁρμόδια πρὸς παιδαγωγίαν, ταῦτα ἡμῖν νῦν παραθετέα μόνα ἐν ὑπογραφῆς μέρει παρασημειουμένοις Χριστιανῶν τὸν βίον. καὶ δὴ τὰ μὲν πλεῖστα ἤδη λέλεκται καὶ πεπαιδαγώγηται, ὅ δὲ ἔτι λοιπόν, ὑποθησόμεθα· οὐ γὰρ μικρὰ ῥοπὴ εἰς σωτηρίαν τὰ ὑποδείγματα. ὅρα· φησὶν ἡ τραγῳδία, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν, μένει δὲ ἐν οἴκοις ὑγιὲς εὐναστήριον. ὀνειδίζων τις μοιχείαν ἀσελγῆ καλὴν εἰκόνα σωφροσύνης ἐδείκνυεν φιλανδρίαν· τοὺς δὲ Εἵλωτας [οἰκέτας] (οἰκετῶν ὄνομά εἰσιν οἱ Εἵλωτες) οἱ Λακεδαιμόνιοι μεθύειν ἀναγκάζοντες ἐδείκνυον σφίσιν αὐτοῖς τῆς μέθης τὰ ἔργα σωφρονοῦσιν ἐν θεραπείας καὶ διορθώσεως μέρει. παραφυλάττοντες δ᾿ οὖν τὴν ἐκείνων ἀσχημοσύνην, ὡς μὴ περιπέσοιεν αὐτοὶ ταῖς ὁμοίαις καταγνώσεσιν, ἐπαιδεύοντο τῷ ἐπονειδίστῳ τῶν μεθυόντων εἰς τὸ ἑαυτῶν ἀναμάρτητον ὠφελούμενοι. τῶν γὰρ ἀνθρώπων οἳ μὲν διδαχθέντες ἐσώθησαν, οἳ δὲ αὐτοδιδάκτως· ἢ ἐζήλωσαν ἢ ἐζήτησαν ἀρετήν. κεῖνος μὲν πανάριστος, ὃς αὑτῷ πάντα νοήσῃ· οὗτός ἐστιν Ἀβραὰμ ὁ ζητήσας τὸν θεόν· ἐσθλὸς δ᾿ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται· οὗτοί εἰσιν οἱ μαθηταὶ οἱ πεισθέντες τῷ λόγῳ· διὰ τοῦτο ὃ μὲν ἤκουσεν φίλος, οἳ δὲ ἀπόστολοι, ἕνα καὶ τὸν αὐτὸν θεὸν ὃ μὲν πολυπραγμονῶν, οἳ δὲ κηρύσσοντες, ἐσθλοὶ δὲ ἄμφω· ἀμφοῖν δὲ τούτοιν οἱ ἀκροαταί, ὃ μὲν ὠφελούμενος διὰ τὴν ζήτησιν, ὃ δὲ σῳζόμενος διὰ τὴν εὕρεσιν. ὃς δέ κε μήτ᾿ αὐτὸς νοέῃ μήτ᾿ ἄλλου ἀκούων ἐν θυμῷ βάλληται, ὃ δ᾿ αὖτ᾿ ἀχρήιος ἀνήρ. [λαὸς ἄλλος ἐστὶν ἐθνικός, ἀχρεῖος·] οὗτος ὁ λαὸς ὁ μὴ Χριστῷ ἑπόμενος· πολυτρόπως δὲ ὅμως ὠφελῶν ὁ παιδαγωγὸς ὁ φιλάνθρωπος τὰ μὲν παρῄνεσεν, τὰ δὲ καὶ ὠνείδισεν, τὸ δὲ καὶ ἄλλων ἁμαρτανόντων τὸ αἶσχος αὐτῶν ὑπέδειξεν ἡμῖν καὶ τὴν ἐπὶ τούτῳ τιμωρίαν ψυχαγωγῶν τε ἅμα καὶ νουθετῶν ἐφανέρωσε, φιλάνθρωπον ἀποτροπὴν τῆς κακίας μηχανώμενος διὰ τῆς τῶν προπεπονθότων ἐνδείξεως· δι᾿ ὧν εἰκόνων σαφέστατα τοὺς μὲν ἔπαυσεν κακῶς διατεθέντας, τοὺς δὲ τὰ ἴσα τολμῶντας ἐκώλυσεν, ἄλλους εἰς ὑπομονὴν ἐθεμελίωσεν, ἑτέρους ἔπαυσε κακίας, τοὺς δὲ καὶ ἰάσατο τῇ τοῦ ὁμοίου θεωρίᾳ μεταθεμένους ἐπὶ τὸ βέλτιον. τίς γὰρ οὐκ ἄν [τι] παραφυλάξαιτο, ἑπόμενός τῳ καθ᾿ ὁδόν, εἶτα μέντοι τοῦ προτέρου εἰς βόθρον ἐμπεσόντος, μὴ οὐχὶ ἀποκλῖναι τὸν ἴσον κίνδυνον, τὴν ἀκολουθίαν τῆς ἁμαρτίας φυλαξάμενος; τίς δὲ αὖθις ἀσκητὴς ὤν, καταμαθὼν τῆς φιλοδοξίας τὴν ὁδὸν καὶ τὸ ἔπαθλον ἰδὼν τὸν πρὸ αὑτοῦ ἀγωνιστὴν εἰληφότα, οὐκ ἐπὶ τὸν στέφανον ἵεται καὶ αὐτός, μιμούμενος τὸν πρεσβύτερον; πολλαὶ τοιαῦται τῆς θεϊκῆς σοφίας αἱ εἰκόνες· ἑνὸς δὲ ὑποδείγματος μνησθήσομαι καὶ διὰ βραχέων παραθήσομαι· τὸ Σοδομιτῶν πάθος κρίσις μὲν ἀδικήσασι, παιδαγωγία δὲ ἀκούσασιν. οἱ Σοδομῖται ὑπὸ πολλῆς τρυφῆς ἐξοκείλαντες εἰς ἀσέλγειαν, μοιχεύοντες μὲν ἀδεῶς, περὶ τὰ παιδικὰ ἐκμανῶς ἐπτοημένοι, ἐπεῖδεν αὐτοὺς ὁ παντεπόπτης λόγος, ὃν οὐκ ἔστι λαθεῖν ἀνόσια δρῶντας, οὐδὲ ἐπηρέμησεν τῇ ἀσελγείᾳ αὐτῶν ὁ ἄγρυπνος τῆς ἀνθρωπότητος φύλαξ· ἀποτρέπων δὲ ἡμᾶς τῆς μιμήσεως τῆς ἐκείνων, πρὸς σωφροσύνην τὴν αὑτοῦ παιδαγωγῶν, τίσιν τοῖς ἁμαρτωλοῖς ἐπιβαλών, ὡς μὴ τὸ ἀτιμώρητον τῆς ἀκολασίας ἀδείας ἐπιρροὴν προσλάβῃ, καταφλεχθῆναι προσέταξε τὰ Σόδομα, ὀλίγον τι τοῦ φρονίμου πυρὸς ἐκείνου ἐπὶ τὴν ἀκολασίαν ἐκχέων, ὡς μὴ ἀκόλαστον αὐτῶν τὸ λάγνον γενόμενον πλατείας ἀναπετάσῃ κλισιάδας τοῖς εἰς ἡδυπάθειαν φερομένοις. γέγονεν τοίνυν ἡ Σοδομιτῶν δικαία τιμωρία τῆς εὐλογίστου τοῖς ἀνθρώποις σωτηρίας εἰκών· οἱ γὰρ μὴ τὰ ὅμοια τοῖς κεκολασμένοις ἁμαρτήσαντες οὐ τὴν ὁμοίαν ποτὲ τοῖς ἁμαρτωλοῖς ὑπόσχοιεν ἂν δίκην τῷ μὴ ἁμαρτεῖν τὸ μὴ παθεῖν πεφυλαγμένοι. »εἰδέναι γὰρ ὑμᾶς«, φησὶν ὁ Ἰούδας, »βούλομαι, ὅτι ὁ θεὸς ἅπαξ ἐκ γῆς Αἰγύπτου λαὸν σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀιδίοις ὑπὸ ζόφον ἀγρίων ἀγγέλων τετήρηκεν.« καὶ κατὰ μικρὸν διδασκαλικώτατα ἐκτίθεται τὰς εἰκόνας τῶν κρινομένων· »οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάιν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.« τοὺς γὰρ μὴ δυναμένους ἐξουσίαν υἱοθεσίας φέρειν ὁ φόβος μὴ ἐξυβρίζειν διατηρεῖ. διὰ τοῦτο γὰρ αἱ κολάσεις καὶ αἱ ἀπειλαί, ἵνα δείσαντες τὰς δίκας τοῦ ἁμαρτάνειν ἀποσχώμεθα. ἔχω σοι φιλοκοσμίας κολάσεις διηγήσασθαι καὶ φιλοδοξίας τιμωρίας, οὐκ ἀκρασίας μόνον, πρὸς δὲ καὶ τὰς ἐπὶ πλούτῳ κακόφρονας παραθέσθαι βλασφημίας, ἐν αἷς διὰ τοῦ φοβεῖν ὁ λόγος ἀνείργει τῶν ἀδικημάτων. ἀλλὰ γὰρ φειδόμενος τοῦ μήκους τοῦ συντάγματος τὰς ἑξῆς τοῦ παιδαγωγοῦ προσάγω σοι ἐντολάς, ἵνα δὴ φυλάξῃ τὰς ἀπειλάς. |
| 3.9 | Βαλανείου τοίνυν (ἐντεῦθεν γὰρ ἀπετράπην λέγων) τέσσαρές εἰσιν αἰτίαι, καθ᾿ ἃς ἐπ᾿ αὐτὸ παραγινόμεθα· ἢ γὰρ καθαριότητος ἕνεκα ἢ ἀλέας ἢ ὑγιείας ἢ τελευταῖον ἡδονῆς. ἡδονῆς μὲν οὖν ἕνεκα λοῦσθαι παραπεμπτέον· ἄρδην γὰρ τὴν ἀναίσχυντον ἡδονὴν ἐκκοπτέον. παραληπτέον δὲ τὸ λουτρὸν ταῖς μὲν γυναιξὶ καθαριότητος ἕνεκεν καὶ ὑγιείας, ὑγείας δὲ μόνης ἀνδράσι. περιττὸν δὲ τὸ τῆς ἀλέας ἐξὸν [δὲ] καὶ ἄλλως παραμυθεῖσθαι τὸ κατεσκληκὸς ὑπὸ κρύους. αἱ δὲ τοῦ βαλανείου συνεχεῖς χρήσεις καθαιροῦσι τὰς δυνάμεις καὶ τοὺς φυσικοὺς χαλῶσι τόνους, πολλάκις δὲ ἐκλύσεις ἄγουσι καὶ λειποθυμίας. τρόπον γάρ τινα πίνει τὰ σώματα, ὥσπερ τὰ δένδρα, οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τῇ δι᾿ ὅλου τοῦ σώματος κατὰ τὸ λουτρόν, ὥς φασι, ποροποιίᾳ. τεκμήριον τούτου· διψήσαντες πολλάκις ἔπειτα ἐμβάντες εἰς τὰ ὕδατα τὴν δίψαν ἠκέσαντο. οὔκουν εἰ πρός τι ὠφελεῖ τὸ λουτρόν, ἤδη σφᾶς ἐκλυτέον αὐτῷ· ἀνθρωπογναφεῖα ἐκάλουν αὐτὰ οἱ παλαιοί, ἐπεὶ θᾶττον ἢ προσῆκεν ῥακοῖ τὰ σώματα καὶ προγηράσκειν ἀναγκάζει καθέψοντα κατὰ τὰ αὐτὰ τῷ σιδήρῳ μαλασσομένης τῇ θερμότητι τῆς σαρκός· ἐντεῦθεν οἱονεὶ τῆς βαφῆς καὶ τῆς στομώσεως τοῦ ψυχροῦ δεόμεθα. οὐδὲ μὴν ἑκάστοτε λουτέον, ἀλλ᾿ εἴτε λίαν τις εἴη κενὸς ἢ αὖ πλήρης ἄγαν, παραιτητέον τὸ βαλανεῖον· ναὶ μὴν κατὰ τὴν τοῦ σώματος ἡλικίαν καὶ τοῦ ἔτους τὴν ὥραν· οὐ γὰρ πάντας [ἀεὶ] οὐδὲ ἀεὶ ὀνίνησιν, ὡς οἱ περὶ ταῦτα σοφοὶ ὁμολογοῦσιν. ἡμῖν δὲ ἀπόχρη ἡ συμμετρία, ἣν πανταχοῦ βοηθὸν ἐπικαλούμεθα τῷ βίῳ· οὐδὲ γὰρ τοσοῦτον ἐνδιατριπτέον τῷ βαλανείῳ ὡς δεῖσθαι χειραγωγοῦ, οὐδὲ συνεχῶς καὶ πολλάκις τῆς ἡμέρας λούεσθαι καθάπερ εἰς ἀγορὰν θαμίζοντας. ἀλλὰ καὶ τὸ ὑπὸ πλειόνων οἰκετῶν καταιονεῖσθαι ἐξυβρίζειν ἐστὶν εἰς τοὺς πλησίον, πλεονεκτούντων τῇ τρυφῇ καὶ συνιέναι μὴ ἐθελόντων, ὡς κοινὸν ἐπ᾿ ἴσης εἶναι τῶν λουομένων τὸ βαλανεῖον δεῖν. λούειν δὲ δεῖ μάλιστα μὲν τὴν ψυχὴν καθαρσίῳ λόγῳ, καὶ τὸ σῶμα δὲ ἔσθ᾿ ὅτε διὰ τὴν ἄσιν τὴν ἐπιφυομένην αὐτῷ, οὐ μὴν ἀλλ᾿ ἔσθ᾿ ὅτε καὶ ὑπεκλύειν τοὺς καμάτους. »οὐαὶ γὰρ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί,« φησὶν ὁ κύριος, »ὅτι ὅμοιοί ἐστε τάφοις κεκονιαμένοις· ἔξωθεν ὁ τάφος φαίνεται ὡραῖος, ἔνδον δὲ γέμει ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.« καὶ πάλιν τοῖς αὐτοῖς φησιν· »οὐαὶ ὑμῖν, ὅτι καθαρίζετε τὸ ἔξω τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔνδοθεν δὲ γέμουσιν ἀκαθαρσίας. καθάρισον πρῶτον τὸ ἔνδον τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἔξωθεν καθαρόν.« τὸ μὲν οὖν ἄριστον λουτρὸν τῆς ψυχῆς ἀποσμήχει τὸν ῥύπον καί ἐστι πνευματικόν, ἐφ᾿ οὗ διαρρήδην ἡ προφητεία λέγει· »ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Ἰσραήλ, καὶ καθαριεῖ τὸ αἷμα ἐκ μέσου αὐτῶν«, τὸ αἷμα τῆς ἀνομίας καὶ τῶν προφητῶν τοὺς φόνους. καὶ τὸν τρόπον τῆς καθάρσεως ἐπήγαγεν ὁ λόγος εἰπών· »ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως.« τὸ δὲ τοῦ σώματος τὸ σαρκικὸν καὶ διὰ μόνου ὕδατος ἀποπληροῦται, καθάπερ ἐν ἀγροῖς γίνεται πολλάκις, ὅπου βαλανεῖον οὐκ ἔστιν. |
| 3.10 | Μειρακίοις δὲ γυμνάσιον ἀπόχρη, κἂν βαλανεῖον παρῇ· καὶ γὰρ καὶ ταῦτα τοῖς ἀνδράσι παντὸς μᾶλλον πρὸ τῶν λουτρῶν ἐγκρῖναι οὐ φαῦλον ἴσως, ἔχοντά τι χρήσιμον τοῖς νέοις πρὸς ὑγίειαν, σπουδήν τε καὶ φιλοτιμίαν ἐντιθέντα οὐχὶ εὐεξίας μόνον, ἀλλὰ καὶ εὐψυχίας ἐπιμελεῖσθαι· ὃ δὴ γινόμενον ἄνευ τοῦ τῶν κρειττόνων ἔργων ἀποσπᾶσθαι χαρίεν καὶ οὐκ ἀλυσιτελές. οὐδὲ ἐνταῦθα ὑπεξαιρετέον τῆς κατὰ τὸ σῶμα διαπονήσεως τὰς γυναῖκας, ἀλλ᾿ οὐκ ἐπὶ πάλην καὶ δρόμους παρακλητέον αὐτάς, ταλασιουργίᾳ δὲ γυμναστέον καὶ ἱστουργίᾳ καὶ τῷ παραστῆναι τῇ πεττούσῃ, εἰ δέοι. ἔτι δὲ αὐτουργικῶς προκομίζειν χρὴ ἐκ τοῦ ταμιείου τὰς γυναῖκας ὧν δεοίμεθα, καὶ τῷ μύλῳ προσελθεῖν οὐκ αἰσχρὸν αὐταῖς· οὐδὲ μὴν περὶ τοὔψον ἀσχολεῖσθαι, ὅπως θυμῆρες ᾖ τἀνδρί, ὄνειδος οἰκουρῷ γαμετῇ καὶ βοηθῷ. εἰ δὲ καὶ στρωμνὴν ἀνατινάξαι δι᾿ αὑτῆς καὶ ποτὸν ὀρέξαι διψῶντι τῷ γεγαμηκότι καὶ ὄψον παραθείη, εὐσχημονέστατα μεντἂν καὶ εἰς σώφρονα ὑγίειαν γυμνασθείη· τὴν τοιαύτην γυναῖκα ὁ παιδαγωγὸς ἀποδέχεται, ἣ »τοὺς πήχεις ἐκτενεῖ εἰς τὰ χρήσιμα, τὰς χεῖρας δὲ αὐτῆς ἐρείδεται εἰς ἄτρακτον· χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι, καρπὸν δὲ ἐξέτεινεν πτωχῷ«, τὴν καλλίστην διακονίαν οὐκ ἐπῃσχύνθη ζηλώσασα Σάρραν, ὑπουργῆσαι τοῖς ὁδοιπόροις. εἶπεν γὰρ αὐτῇ Ἀβραάμ· »σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας.« »Ῥαχὴλ δὲ ἡ θυγάτηρ Λάβαν ἤρχετο«, φησί, »μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς.« καὶ οὐκ ἤρκει ταῦτα, ἀλλὰ τὴν ἀτυφίαν ἐκδιδάσκων προσεπήγαγεν· »αὕτη γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς.« καὶ μυρία ὅσα αἱ γραφαὶ ὀρέγουσιν εὐτελείας ἅμα καὶ αὐτουργίας, πρὸς δὲ καὶ γυμνασίων ὑποδείγματα. ἀνδρῶν δὲ οἳ μὲν γυμνοὶ καὶ πάλης μετεχόντων, οἳ δὲ καὶ σφαίρῃ τῇ μικρᾷ παιζόντων τὴν φαινίνδα παιδιὰν ἐν ἡλίῳ μάλιστα· ἄλλοις ὁ περίπατος αὐτάρκης ἀγρόνδε βαδίζουσιν ἢ εἰς ἄστυ κατιοῦσιν. εἰ δὲ καὶ σκαπάνης ἅψαιντο, οὐκ ἀγεννὲς τοῦτο παρεμπόρευμα οἰκονομικὸν γυμνασίου γεωργικοῦ. ἀλλὰ γὰρ μικροῦ δεῖν ἔλαθέν με [εἰπεῖν] ὁ Πιττακὸς ἐκεῖνος, ὅτι ἤληθεν ὁ Μιτυληναίων βασιλεὺς ἐνεργῷ γυμνασίῳ χρώμενος. καλὸν δὲ καὶ ὕδωρ ἀνιμῆσαι δι᾿ αὑτοῦ καὶ ξύλα διατεμεῖν, οἷς αὐτὸς χρήσεται. »Ἰακὼβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα«, σημεῖον ἔχων βασιλικὸν »ῥάβδον στυρακίνην«, ἐναλλάττειν μελετῶν διὰ τοῦ ξύλου ἐπὶ τὸ βέλτιον τὴν φύσιν. πολλοῖς δὲ ἔσθ᾿ ὅτε καὶ τὸ γεγωνὸς τῆς ἀναγνώσεως γυμνάσιόν ἐστιν. καὶ δὴ τά γε [καὶ] κατὰ πάλην, ἣν ἐνεκρίναμεν, μὴ φιλονεικίας ἀχρήστου παραλαμβανέσθω χάριν, εἰς δὲ ἱδρώτων ἀνδρωδῶν ἐκκρίσεις· καὶ οὔτι γε τὸ ἔντεχνον διαπονητέον, τὸ ἐπιδεικτικὸν αὐτῆς, τὰ δὲ ἀπὸ ὀρθῆς πάλης, ἀπ᾿ αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσεως· κοσμιωδεστέρα γὰρ καὶ ἀνδρωδεστέρα μετ᾿ εὐσχήμονος ῥώμης ἡ τοιαύτη διαπόνησις ὑγείας ἕνεκεν εὐχρήστου καὶ ὀνησιφόρου παραλαμβανομένη, οἱ δὲ ἄλλοι πόνοι γυμναστικῆς οὐκ ἐλευθέρων στάσεων μελέτην καταγγέλλοντες. πανταχοῦ δὲ τοῦ μέτρου στοχαστέον. ὡς γὰρ πόνους σιτίων ἡγεῖσθαι ἄριστον, οὕτως τὸ ὑπὲρ τὸ μέτρον πονεῖν καὶ κάκιστον καὶ κοπῶδες καὶ νοσοποιόν. οὔτ᾿ οὖν παντάπασιν ἀργὸν εἶναι χρὴ οὐδὲ μὴν παντελῶς ἐπίπονον. καθάπερ γὰρ ἐπὶ τῆς τροφῆς διεξεληλύθαμεν, παραπλησίως ἐν πᾶσι καὶ πανταχοῦ οὐ πρὸς ἡδυπάθειαν τετράφθαι καὶ ἀκόλαστον χρὴ δίαιταν οὐδ᾿ αὖ πρὸς τὴν ἐναντίαν τὴν ἄκρατον, ἀλλὰ τὴν μεταξὺ τούτων τὴν ἐμμελῆ τε καὶ σώφρονα καὶ καθαρὰν ἑκατέρας κακίας, τρυφῆς τε καὶ φειδωλίας. ἤδη δέ, ὡς καὶ πρόσθεν εἰρήκαμεν, ἄτυφον ἡ αὐτουργία γυμνάσιον καὶ τὸ ὑποδήσασθαί τινα αὐτὸν αὑτῷ καὶ τὸ ἀπονίψασθαι τὼ πόδε, πρὸς δὲ καὶ τὸ ἀληλιμμένον λίπα ἀνατρῖψαι αὑτόν· τὸ δὲ καὶ τὴν ἀμοιβὴν τὴν ἴσην ἀνταποδοῦναι τῷ τρίψαντι ἐναλλὰξ καὶ τοῦτο δικαιοσύνης ἐστὶ κοινωνικῆς τὸ γυμνάσιον καὶ παραδαρθεῖν φίλῳ νοσοῦντι καὶ ὑπουργῆσαι μὴ δυναμένῳ καὶ παραθεῖναι δεομένῳ. »καὶ παρέθηκεν αὐτοῖς«, φησίν, »Ἀβραὰμ τοῖς τρισὶν ἄριστον ὑπὸ τὸ δένδρον καὶ παρέστη ἐσθίουσιν αὐτοῖς.« καὶ ἡ ἁλεία, ὡς τῷ Πέτρῳ, εἰ σχολὴν ἀπὸ τῶν ἀναγκαίων τῶν ἐν λόγῳ μαθημάτων ἄγοιμεν. αὕτη δὲ βελτίων ἡ ἄγρα, ἣν ἐχαρίσατο ὁ κύριος τῷ μαθητῇ, καθάπερ ἰχθῦς δι᾿ ὕδατος ἀνθρώπους ἁλιεύειν διδάξας. |
| 3.11 | Διὰ τοῦτο καὶ τὸ χρυσοφορεῖν καὶ τὸ ἐσθῆτι μαλακωτέρᾳ χρῆσθαι οὐ τέλεον περικοπτέον, χαλινωτέον δὲ τὰς ἀλόγους τῶν ὁρμῶν, μὴ εἰς τὸ ἁβροδίαιτον ἡμᾶς ἐνσείσωσιν φέρουσαι ὑπὸ πολλῆς τῆς ἀνέσεως ἐξαρπάσασαι· δεινὴ γὰρ ἡ τρυφὴ εἰς κόρον ἐξοκείλασα σκιρτῆσαι καὶ ἀναχαιτίσαι καὶ τὸν ἡνίοχον, [καὶ] τὸν παιδαγωγόν, ἀποσείσασθαι, ὃς πόρρωθεν ἀνακόπτων τὰς ἡνίας ἄγει καὶ φέρει πρὸς σωτηρίαν τὸν ἵππον τὸν ἀνθρώπειον, τὸ ἄλογον μέρος τῆς ψυχῆς τὸ περὶ ἡδονὰς καὶ ὀρέξεις ἐπιψόγους καὶ λίθους καὶ χρυσίον καὶ ἐσθῆτα ποικίλην καὶ τὴν ἄλλην χλιδὴν ἐκθηριούμενον· ἐκεῖνο μάλιστα ἐν νῷ ἔχοντες τὸ εἰρημένον ἁγίως »τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσι τὸν θεόν.« δίδωσιν οὖν ἡμῖν ὁ παιδαγωγὸς ἐσθῆτι χρῆσθαι τῇ λιτῇ, χρόᾳ δὲ τῇ λευκῇ, ὡς προειρήκαμεν, ἵνα μὴ τέχνῃ ποικιλλομένῃ, φύσει δὲ γεννωμένῃ οἰκειούμενοι, πᾶν ὅσον ἀπατηλὸν καὶ τῆς ἀληθείας καταψευδόμενον παρωσάμενοι τὸ μονότροπον καὶ μονοπρόσωπον τῆς ἀληθείας ἀσπασώμεθα. ἁβρο δίαιτον ὀνειδίζων νεανίαν ὁ Σοφοκλῆς λέγει· γυναικομίμοις ἐμπρέπεις ἐσθήμασιν. ὡς γὰρ στρατιώτου καὶ ναύτου καὶ ἄρχοντος, οὕτως δὲ καὶ σώφρονός ἐστιν οἰκεία στολὴ ἡ ἀπερίεργος καὶ εὐσχήμων καὶ καθάριος. παρ᾿ ὃ καὶ ὁ ἐν τῷ νόμῳ περὶ τῆς λέπρας διὰ Μωυσέως τεθεὶς νόμος τὸ ποικίλον καὶ πολύστικτον ὡς οὐχ ὅσιον ἀπωθεῖται ταῖς ποικίλαις τοῦ ὄφεως φολίσιν ἐοικός. τὸν γοῦν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων, ὅλον δὲ λευκωθέντα δι᾿ ὅλων ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν ἐσχάτων καθαρὸν εἶναι ἐθέλει, ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλτον καὶ ἀνενδοίαστον τῆς ἀληθείας ἁπλοῦν ἀγαπήσωμεν χρῶμα. ὁ δὲ καὶ ἐν τούτῳ ἄρα ζηλωτὴν Μωυσέως, ὁ πάντα ἄριστος Πλάτων, ὑφὴν ἐκείνην ἀποδέχεται, ᾗ μὴ πλέον ἔργον πρόσεστι γυναικὸς σώφρονος· »χρώματα δὲ λευκὰ πρέποντα ἂν εἴη σεμνότητι καὶ ἄλλοθι« λέγει »καὶ ἐν ὑφῇ· βάμματα δὲ μὴ προσφέρειν ἀλλ᾿ ἢ πρὸς τὰ πολέμου κοσμήματα.« εἰρηνικοῖς ἄρα ἀνθρώποις καὶ φωτεινοῖς κατάλληλον τὸ λευκόν. ὡς οὖν τὰ σημεῖα τὰ ἐγγυτάτω ὄντα τῶν αἰτίων παρόντα σημαίνει, μᾶλλον δὲ δείκνυσι τὴν τοῦ ἀποτελέσαντος ὕπαρξιν, οἷον καπνὸς μὲν πῦρ, εὔχροια δὲ καὶ εὐσφυξία ὑγίειαν, οὕτως καὶ παρ᾿ ἡμῖν ἡ τοιάδε στολὴ τοῦ ἤθους τὴν κατάστασιν ἐνδείκνυται. καθάριος δὲ καὶ ἀφελὴς ἡ σωφροσύνη, ἐπεὶ ἡ μὲν καθαριότης ἕξις ἐστὶν παρασκευαστικὴ διαίτης καθαρᾶς καὶ ἀμιγοῦς αἰσχροῖς, ἡ δὲ ἀφέλεια ἕξις ἀφαιρετικὴ τῶν περιττῶν. ἡ δὲ στερεὰ ἐσθὴς καὶ μάλιστα ἡ ἄγναφος ἀποστέγει τὸ θερμὸν τὸ ἐν τῷ σώματι, οὐχ ὅτι ἐν αὑτῇ ἔχει τὴν θερμότητα ἡ ἐσθής, ἀλλ᾿ ὅτι τὴν ἐν τῷ σώματι ἐξιοῦσαν ἀναστρέφει καὶ πάροδον αὐτῇ οὐ παρέχει, εἰ δὲ καὶ ἐμπέσοι τις, συλλαβοῦσα αὐτὴν ἐν αὑτῇ ἔχει καὶ ὑπ᾿ αὐτῆς θερμανθεῖσα ἀντιθερμαίνει τὸ σῶμα, δι᾿ ὃ καὶ χειμῶνος μάλιστα ταύτῃ χρηστέον· εὔκολος δὲ αὕτη· εὐκολία δέ ἐστιν ἕξις ἀπέριττος προσδεκτικὴ τῶν πρὸς τὸ ἀνελλιπὲς ἐξαρκούντων εἰς τὸν κατὰ λόγον, τὸν ὑγιῆ καὶ μακάριον, βίον. κεχρήσθω δὲ καὶ ἡ γυνὴ τῇ λιτῇ στολῇ καὶ τῇ σεμνῇ, μαλακωτέρᾳ δὲ μᾶλλον ἢ προσῆκεν ἀνδρί, πλὴν οὐ τέλεον ἀπηρυθριακυίᾳ, οὐ διαρρεούσῃ τῇ μαλακότητι. ἔστων δὲ αἱ ἐσθῆτες ἁρμόζουσαι ἡλικίᾳ, προσώπῳ, τόποις, φύσει, ἐπιτηδεύμασιν. »ἐνδύσασθαι« γὰρ παγκάλως ἡμῖν ὁ θεῖος ἀπόστολος συμβουλεύει »τὸν Χριστὸν Ἰησοῦν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι εἰς ἐπιθυμίας«. κωλύει δὲ βιαζομένους τὴν φύσιν ὁ λόγος τοὺς λοβοὺς τῶν ὠτίων τιτρᾶναι. διὰ τί γὰρ οὐχὶ καὶ τὴν ῥῖνα; ἵνα δὴ κἀκεῖνο πληρωθῇ τὸ εἰρημένον· »ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος.« καθόλου γὰρ εἴ τις ἡγεῖται κοσμεῖσθαι χρυσίῳ, ἐλάττων ἐστὶν χρυσίου, ὁ δὲ ἐλάττων χρυσίου οὐκ ἔστι κύριος αὐτοῦ. ἀκοσμότερον δὲ ὁμολογεῖν ἑαυτὸν καὶ ἥττονα τοῦ Λυδίου ψήγματος πῶς οὐκ ἀτοπώτατον; καθάπερ οὖν καὶ τὸ χρυσίον μιαίνεται τῆς συὸς τῇ ἀκαθαρσίᾳ τῷ ῥύγχει τὸν φορυτὸν ἐκταρασσούσης, οὕτως ἀσελγαίνειν αἱ τρυφητικώτεραι ὑπὸ τῆς περιουσίας ἐπαιρόμεναι τὸ κάλλος τὸ ἀληθινὸν καθυβρίζουσιν ἀφροδισίων μολυσμοῖς. δίδωσιν οὖν αὐταῖς δακτύλιον ἐκ χρυσίου, οὐδὲ τοῦτον εἰς κόσμον, ἀλλ᾿ εἰς τὸ ἀποσημαίνεσθαι τὰ οἴκοι φυλακῆς ἄξια διὰ τὴν ἐπιμέλειαν τῆς οἰκουρίας. εἰ γὰρ οἱ πάντες ἦσαν παιδαγωγούμενοι, οὐδὲν τῶν σφραγίδων ἔδει ἐπ᾿ ἴσης ὄντων δικαίων καὶ οἰκετῶν καὶ δεσποτῶν· ἐπεὶ δὲ ἡ ἀπαιδευσία πολλὴν ἐνδίδωσι ῥοπὴν εἰς ἀδικίαν, σφραγίδων ἐδεήθημεν. ἀλλ᾿ ἔστιν οὗ καθυφεῖναι τοῦ τόνου καιρός. καὶ γὰρ ἔσθ᾿ ὅτε συγγνωστέον ταῖς οὐκ εὐτυχούσαις περὶ γάμον σώφρονα καὶ τἀνδρὸς διὰ τὴν ἀρέσκειαν κοσμουμέναις. ὅρος δὲ αὐ ταῖς ἐπικείσθω ἡ πρὸς μόνους τοὺς ἑαυτῶν ἄνδρας φιλοτιμία. ἐγὼ μὲν οὐκ ἐβουλόμην τὴν σωματικὴν εὐπρέπειαν ἀσκεῖν αὐτάς, ἐπάγεσθαι δὲ τοὺς γήμαντας φιλανδρίᾳ σώφρονι, βιαστικῷ καὶ δικαίῳ φαρμάκῳ· πλὴν ἀλλ᾿ ἐπεὶ δυστυχεῖν βούλονται τὴν ψυχήν, προκείσθω αὐταῖς, εἴ γε σωφρονεῖν ἐθέλοιεν, τὰς ἀλόγους ὁρμὰς καὶ ἐπιθυμίας τῶν ἀνδρῶν καταπραΰνειν ἠρέμα· ἡσυχῇ δὲ αὐτοὺς ἐπὶ τὴν λιτότητα ὑπακτέον τῷ πρὸς ὀλίγον πρὸς τὸ σωφρονέστερον ἐθισμῷ. τὸ γὰρ σεμνὸν κατάστημα οὐ προσθήκῃ τοῦ φορτικοῦ, ἀλλὰ ἀφαιρέσει τοῦ περιττοῦ περιγίγνεται. καθάπερ οὖν ὠκύπτερα περικοπτέον τῶν γυναικῶν τὰ χρήματα τὰ τρυφητικά, χαυνότητας ἀβεβαίους καὶ κενὰς ἐμποιοῦντα ἡδονάς, ὑφ᾿ ὧν ἐπαιρόμεναι καὶ πτερούμεναι πολλάκις ἀποπέτονται τῶν γάμων. διὸ καὶ συστέλλειν χρὴ τὰς γυναῖκας κοσμίως καὶ περισφίγγειν αἰδοῖ σώφρονι, μὴ παραρρυῶσι τῆς ἀληθείας διὰ χαυνότητα. καλὸν μὲν οὖν ταῖς γα μεταῖς πεπιστευκότας ταῖς σφῶν τοὺς ἄνδρας τὴν οἰκουρίαν αὐταῖς ἐπιτρέπειν βοηθοῖς εἰς τοῦτο δεδομέναις. εἰ δὲ ἄρα δέοι καὶ ἡμᾶς ἐμπολιτευομένους καὶ ἄλλας τινὰς τῶν κατ᾿ ἀγρὸν διοικουμένους πράξεις, πολλάκις δὲ καὶ ἄνευ γυναικῶν γενομένους ὑπὲρ ἀσφαλείας ἀποσφραγίζεσθαί τινα, δίδωσιν καὶ ἡμῖν εἰς τοῦτο μόνον σημαντῆρα, τοὺς δὲ ἄλλους ἀπορριπτέον δακτυλίους, ἐπεὶ »κόσμος« κατὰ τὴν γραφὴν »χρυσοῦς φρονίμῳ παιδεία«. αἱ δὲ χρυσοφοροῦσαι τῶν γυναικῶν δεδιέναι μοι δοκοῦσιν, μή, ἢν ἀφέληταί τις αὐτῶν τὰ χρυσία, δοῦλαι νομισθῶσιν οὐ κοσμούμεναι. τὸ δὲ εὐγενὲς τῆς ἀληθείας, ἐν τῷ φύσει καλῷ κατὰ ψυχὴν ἐξεταζόμενον, οὐ πράσει καὶ ὠνῇ τὸν δοῦλον, ἀλλὰ τῇ γνώμῃ τῇ ἀνελευθέρῳ διακέκρικεν, ἡμῖν δὲ οὐ φαίνεσθαι ἐλευθέροις, ἀλλὰ εἶναι ἁρμόζει, τοῖς θεῷ μὲν παιδαγωγουμένοις, θεῷ δὲ εἰσπεποιημένοις. διὸ καὶ στάσιν καὶ κίνησιν καὶ βάδισμα καὶ ἐσθῆτα καὶ ἁπαξαπλῶς τὸν πάντα βίον ὅτι μάλιστα ἐλευθεριώτατον ἐπαναιρετέον. ἀλλὰ καὶ τὸν δακτύλιον οὐκ ἐπ᾿ ἄρθρῳ φορητέον τοῖς ἀνδράσι (γυναικεῖον γὰρ τοῦτο), εἰς δὲ τὸν μικρὸν δάκτυλον, καὶ τούτου εἰς τοὔσχατον καθιέναι· ἔσται γὰρ οὕτως εὐεργὴς ἡ χείρ, ἐν οἷς αὐτῆς δεόμεθα· καὶ οὐ ῥᾷστα ὁ σημαντὴρ ἀποπεσεῖται τῇ μείζονι τοῦ ἄρθρου συνδέσει φυλαττόμενος. αἱ δὲ σφραγῖδες ἡμῖν ἔστων πελειὰς ἢ ἰχθὺς ἢ ναῦς οὐριοδρομοῦσα ἢ λύρα μουσική, ᾗ κέχρηται Πολυκράτης, ἢ ἄγκυρα ναυτική, ἣν Σέλευκος ἐνεχαράττετο τῇ γλυφῇ, κἂν ἁλιεύων τις ᾖ, ἀποστόλου μεμνήσεται καὶ τῶν ἐξ ὕδατος ἀνασπωμένων παιδίων· οὐ γὰρ εἰδώλων πρόσωπα ἐναποτυπωτέον, οἷς καὶ τὸ προσέχειν ἀπείρηται, οὐδὲ μὴν ξίφος ἢ τόξον τοῖς εἰρήνην διώκουσιν ἢ κύπελλα τοῖς σωφρονοῦσιν. πολλοὶ δὲ τῶν ἀκολάστων ἐγγεγλυμμένους ἔχουσι τοὺς ἐρωμένους ἢ τὰς ἑταίρας, ὡς μηδὲ ἐθελήσασιν αὐτοῖς λήθην ποτὲ ἐγγενέσθαι δυνηθῆναι τῶν ἐρωτικῶν παθημάτων διὰ τὴν ἐνδελεχῆ τῆς ἀκολασίας ὑπόμνησιν. |
| 3.12 | Ἐγὼ δὲ καὶ τοῖς γεγαμηκόσι παραινέσαιμι ἂν οἴκοι τὰς γυναῖκας τὰς σφῶν μήποτε κατὰ πρόσωπον οἰκετῶν φιλεῖν. οὐδὲ γὰρ προσγελᾶν δούλοις Ἀριστοτέλης εἴα ποτέ, πολλοῦ γε καὶ δεῖ κατ᾿ ὄψιν αὐτῶν φιλοφρονούμενον φαίνεσθαι τὴν γυναῖκα. ἄμεινον δὲ οἴκοθεν ἀρξαμένους ἀπὸ τοῦ γάμου τὴν σεμνότητα ἐπιδείκνυσθαι. μεγίστη γὰρ ἡ σωφροσύνης συζυγία καθαρᾶς ἡδονῆς ἀποπνέουσα. πάνυ γοῦν θαυμασίως ἡ τραγῳδία. φεῦ φεῦ, γυναῖκες, (φησίν) ὡς ἐν ἀνθρώποις ἄρα οὐ χρυσός, οὐ τυραννίς, οὐ πλούτου χλιδὴ τοσοῦτον εἶχε διαφόρους τὰς ἡδονὰς ὡς ἀνδρὸς ἐσθλοῦ καὶ γυναικὸς εὐσεβοῦς γνώμη δικαία καὶ φρονοῦσα τἄνδικα. ταῦτα τῆς δικαιοσύνης τὰ παραγγέλματα καὶ παρὰ τοῖς τὴν κοσμικὴν μετιοῦσι σοφίαν ἐκφωνηθέντα οὐ παραιτητέον. ἐγνωκότες οὖν »τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.« »ἀρκετὸς οὖν ὁ παρεληλυθὼς χρόνος,« ὁ Πέτρος φησί, »τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρείαις.« ὅρον ἔχωμεν τὸν σταυρὸν τοῦ κυρίου, ᾧ περισταυρούμεθα καὶ περιθριγκούμεθα τῶν προτέρων ἁμαρτιῶν. ἀναγεννηθέντες τοίνυν προσηλωθῶμεν [ἐν] τῇ ἀληθείᾳ καὶ ἀνανήψωμέν τε καὶ ἁγιασθῶμεν, »ὅτι οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά. καὶ τίς ὁ κακώσων ἡμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γενώμεθα;« ἡ δὲ ἀρίστη ἀγωγὴ εὐταξία ἐστίν, παντελὴς οὖσα εὐσχημοσύνη καὶ δύναμις τεταγμένη βεβαία, τῶν ἑξῆς ἀλλήλοις κειμένων ἐν ἔργῳ καλῶς ἀποδοτική, κατ᾿ ἀρετὴν ἀνυπέρβλητος. |