eul_wid: tds-aa

Ὅτι ὁ Μονογενὴς Υἱὸς ἡμῶν Κύριος Ἰησοῦς Χριστός
That Our Only Son is Our Lord Jesus Christ from Letter 151

Theodoret of Cyrus That Our Only Son is Our Lord Jesus Christ from Letter 151 PDF

[45] Ὅτι καὶ μετὰ τὴν ἐνανθρώπησιν εἷς Υἱὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Οἱ τὰς καθ’ ἡμῶν συκοφαντίας συντεθεικότες εἰς δύο μερίζειν ἡμᾶς φασιν υἱοὺς τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἡμεῖς δὲ τοσοῦτον ἀπέχομεν τοῦ ταῦτα φρονεῖν, ὅτι καὶ τοὺς ταῦτα λέγειν τολμῶντας δυσσεβείας γραφόμεθα. Ἕνα γὰρ Υἱὸν παρὰ τῆς θείας Γραφῆς προσκυνεῖν ἐδιδάχθημεν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον· τὸν γὰρ αὐτὸν ὁμολογοῦμεν, καὶ Θεὸν προαιώνιον, καὶ ἄνθρωπον διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν γενόμενον· γενόμενον δὲ ἄνθρωπον οὐ τῇ τροπῇ τῆς θεότητος, ἀλλὰ τῇ προσλήψει τῆς ἀνθρωπότητος. Ἄτρεπτον γὰρ ἔχει τὴν τῆς θεότητος φύσιν καὶ ἀναλλοίωτον, καθάπερ ὁ πρὸ τῶν αἰώνων γεννήσας αὐτὸν Πατὴρ, καὶ ὅπερ ἄν τις ἐπὶ τῆς τοῦ Πατρὸς οὐσίας νοήσειε, καὶ ἐπὶ τῆς τοῦ Μονογενοῦς τοῦτο πάντως εὑρήσει. Ἐξ ἐκείνης γὰρ τῆς οὐσίας γεγέννηται. Καὶ τοῦτο διδάσκων ὁ Κύριος ἔφη τῷ Φιλίππῳ· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.» Καὶ πάλιν ἑτέρωθι· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.» Καὶ ἀλλαχοῦ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ ἕτερα δὲ μυρία ἔστιν εὑρεῖν τὸ ταυτὸν τῆς οὐσίας σημαίνοντα Θεὸς μὲν οὖν οὐκ ἐγένετο, ἀλλ’ ἦν· «Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Ἄνθρωπος δὲ οὐκ ἦν, ἀλλ’ ἐγένετο, ἐγένετο δὲ προσλαβὼν τὸ ἡμέτερον· τοῦτο γὰρ ὁ μακάριος ἔφη Παῦλος· «Ὃς ἐν μορφῆ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών.» Καὶ πάλιν· «Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.» Καὶ αὖθις· «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν.» Οὕτω καὶ παθητὸς ἦν καὶ ἀπαθὴς, καὶ θνητὸς καὶ ἀθάνατος· παθητὸς μὲν καὶ θνητὸς ὡς ἄνθρωπος, ἀπαθὴς δὲ καὶ ἀθάνατος ὡς Θεός. Ὡς γὰρ Θεὸς τὴν σάρκα τὴν οἰκείαν τεθνηκυῖαν ἀνέστησεν· αὐτοῦ γάρ ἐστι φωνή· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» καὶ ὡς ἄνθρωπος δὲ μέχρι τοῦ πάθους ἦν παθητὸς καὶ θνητός· μετὰ γὰρ τὴν ἀνάστασιν, καὶ ὡς ἄνθρωπος ἔχει τὴν ἀπάθειαν καὶ τὴν ἀθανασίαν καὶ τὴν ἀφθαρσίαν· καὶ τὰς θεοπρεπεῖς ἀφίησιν ἀστραπάς· οὐκ εἰς θεότητος φύσιν κατὰ τὴν σάρκα μεταβληθεὶς, ἀλλὰ τῆς ἀνθρωπότητος φυλάττων τοὺς χαρακτῆρας, οὐδὲ ἀπερίγραφον ἔχων τὸ σῶμα (τοῦτο γὰρ μόνης τῆς θείας φύσεως ἴδιον), ἀλλ’ ἐν τῇ προτέρᾳ μένων περιγραφῇ.
83 1436 [45] Τοῦτο γὰρ διδάσκων καὶ μετὰ τὴν ἀνάστασιν ἔφη τοῖς μαθηταῖς· «Βλέπετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.» Οὕτως ὁρώμενος εἰς οὐρανοὺς ἀνελήλυθεν· οὕτως ἥξειν αὖθις ὑπέσχετο· οὕτως αὐτὸν ὄψονται καὶ οἱ πιστεύσαντες καὶ οἱ σταυρώσαντες· «Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν.» Ἕνα τοιγαροῦν προσκυνοῦμεν Υἱὸν, ἑκατέραν δὲ φύσιν τελείαν ἐν αὐτῷ θεωροῦμεν, καὶ τὴν λαβοῦσαν, καὶ τὴν ληφθεῖσαν· καὶ τὴν ἐκ τοῦ Θεοῦ, καὶ τὴν ἐκ Δαβίδ. Τούτου γὰρ χάριν καὶ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος καὶ υἱὸς τοῦ Δαβὶδ ὀνομάζεται, ἑκατέρας φύσεως τὴν ἁρμόττουσαν ἑλκούσης προσηγορίαν· διά τοι τοῦτο καὶ Θεὸν αὐτὸν καὶ ἄνθρωπον ἡ θεία ὀνομάζει Γραφὴ, καὶ ὁ μακάριος Παῦλος βοᾷ· «Εἷς Θεὸς, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων.» Ἀλλ’ ἐνταῦθα αὐτὸν ἄνθρωπον ὀνομάσας, ἑτέρωθι προσαγορεύει Θεόν. «Προσδεχόμενοι γὰρ, φησὶ, τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἀλλαχοῦ δὲ ἀμφότερα κατὰ ταυτὸν τίθησιν· «Ἐξ ὧν γὰρ, φησὶν, ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» Καὶ τὸν αὐτὸν καὶ ἐξ Ἰουδαίων κέκληκε, κατὰ σάρκα, καὶ ἐπὶ πάντων Θεὸν, ὡς Θεόν. Οὕτως ὁ προφήτης Ἡσαΐας εἰρηκώς· «Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· οὗτος τὰς ἀνομίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται·» ἐπήγαγε μετ’ ὀλίγα· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Τοῦτο δὲ οὐκ ἀνθρώπινον, ἀλλὰ θεῖον. Οὕτω διὰ τοῦ Μιχαίου φησὶν ὁ Θεός· «Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἀφ’ ἡμερῶν αἰῶνος.» Καὶ τῷ μὲν εἰπεῖν, «Ἐκ σοῦ γὰρ ἐξελεύσεταί μοι ἡγούμενος,» τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν ὑπέδειξε· τῷ δὲ προσθεῖναι, «Αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἀφ’ ἡμερῶν αἰῶνος,» παρεδήλωσε πρὸ τῶν αἰώνων τὴν ἐκ τοῦ Πατρὸς γεννηθεῖσαν θεότητα. Ταῦτα παρὰ τῆς θείας διδαχθέντες Γραφῆς, καὶ τοὺς ἐν διαφόροις διαλάμψαντας τῆς Ἐκκλησίας διδασκάλους ταῦτα φρονοῦντας εὑρόντες, ἄσυλον φυλάττειν, ὃν παρελάβομεν, σπουδάζομεν κλῆρον· καὶ ἕνα μὲν προσκυνοῦμεν Υἱὸν τοῦ Θεοῦ, ὡς ἕνα Θεὸν Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα· σαρκὸς μέντοι καὶ θεότητος τὸ διάφορον ἐπιστάμεθα.
83 1436 (50) Καὶ ὥσπερ τοὺς εἰς δύο υἱοὺς μερίζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἔξω βαίνειν φαμὲν τῆς ὑπὸ τῶν ἁγίων ἀποστόλων τετριμμένης ὁδοῦ, οὕτω καὶ τοὺς μίαν λέγοντας γεγενῆσθαι φύσιν τὴν θεότητα τοῦ Μονογενοῦς καὶ τὴν ἀνθρωπότητα, εἰς τὸν ἕτερον κρημνὸν ἀποκλίνειν φαμέν.
83 1437 [45] Ταῦτα φρονοῦμεν, ταῦτα κηρύττομεν ὑπὲρ τούτων ἀγωνιζόμεθα τῶν δογμάτων. Ὅτι δὲ συκοφαντοῦσιν οἱ δύο λέγοντες πρεσβεύειν ἡμᾶς υἱοὺς, βοᾷ τῶν πραγμάτων ἡ μαρτυρία· τοὺς γὰρ τῷ παναγίῳ προσιόντας βαπτίσματι τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν διδάσκομεν· καὶ τὸ τῆς παλιγγενεσίας ἐπιτελοῦντες μυστήριον, βαπτίζομεν τοὺς πιστεύοντας εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ἑνικῶς ἑκάστην προσηγορίαν προσφέροντες, καὶ μέντοι καὶ ταῖς ἐκκλησίαις διηνεκῶς λειτουργοῦντες, δοξάζειν εἰώθαμεν τὸν Πατέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα· οὐχ υἱοὺς, ἀλλ’ Υἱόν. Εἰ τοίνυν δύο φαμὲν υἱοὺς, τίς ὁ παρ’ ἡμῶν δοξαζόμενος, καὶ τίς ὁ μένων ἀγέραστος; Οὐ γὰρ εἰς τοσοῦτον μανίας ἐληλάκαμεν, ὥστε δύο μὲν λέγειν υἱοὺς, μηδεμιᾶς δὲ τιμῆς τὸν ἕτερον ἀξιοῦν. Δήλη τοιγαροῦν κἀντεῦθεν ἡ συκοφαντία γεγένηται· ἡμεῖς γὰρ ἕνα προσκυνοῦμεν Υἱὸν μονογενῆ τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον· τὴν ἁγίαν δὲ Παρθένον Θεοτόκον ἀποκαλοῦμεν, ἐπειδὴ τὸν Ἐμμανουὴλ γεγέννηκεν, ὃς ἑρμηνεύεται, Μεθ’ ἡμῶν ὁ Θεός. Ὁ δὲ περὶ τοῦ Ἐμμανουὴλ προαγορεύσας προφήτης μετ’ ὀλίγα πάλιν τοιαῦτα περὶ αὐτοῦ γέγραφεν, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.» Εἰ δὲ Θεὸς ἰσχυρὸς τὸ τεχθὲν ὑπὸ τῆς Παρθένου προσηγόρευται βρέφος, εἰκότως ἄρα ἡ τεκοῦσα Θεοτόκος ὠνόμασται· μετέλαχε γὰρ ἡ τεκοῦσα τῆς τοῦ τεχθέντος τιμῆς, καὶ ἔστιν ἡ Παρθένος καὶ μήτηρ, ὡς ἀνθρώπου, τοῦ Δεσπότου Χριστοῦ, καὶ δούλη πάλιν, ὡς Δεσπότου καὶ Ποιητοῦ καὶ Θεοῦ. Διὰ ταύτην τῶν φωνῶν τὴν διαφορὰν καὶ ἀπάτωρ ὑπὸ τοῦ θεσπεσίου Παύλου καὶ ἀμήτωρ καλεῖται καὶ ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων. Ἀπάτωρ μὲν γάρ ἐστι κατὰ τὸ ἀνθρώπινον· ἐκ μόνης γὰρ, ὡς ἄνθρωπος, ἐτέχθη μητρός· ἀμήτωρ δέ ἐστιν, ὡς Θεός· ἐκ μόνου γὰρ ἐκ τῶν αἰώνων ἐγεννήθη Πατρός· καὶ ἀγενεαλόγητος πάλιν ὡς Θεὸς, ἀλλὰ καὶ γενεαλογεῖται ὡς ἄνθρωπος. «Βίβλος γὰρ, φησὶ, γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ.» Γενεαλογεῖ δὲ αὐτὸν καὶ Λουκᾶς ὁ θεσπέσιος. Οὕτω πάλιν, ὡς Θεὸς, ἀρχὴν ἡμερῶν οὐκ ἔσχε, πρὸ γὰρ τῶν αἰώνων γεγέννηται· οὔτε μὴν ζωῆς τέλος ἔχει, ἀθάνατον γὰρ ἔχει καὶ ἀπαθῆ τὴν φύσιν.
83 1437 (50) [55] Ὡς δὲ ἄνθρωπος καὶ ἀρχὴν ἔσχεν ἡμερῶν· ἐπὶ γὰρ Αὐγούστου Καίσαρος ἐγεννήθη· καὶ ζωῆς τέλος ἔσχεν· ἐπὶ γὰρ Τιβερίου Καίσαρος ἐσταυρώθη. Ἀλλὰ νῦν, ὡς ἔφην, καὶ τὴν ἀνθρωπείαν φύσιν ἀθάνατον ἔχει, καὶ ὡς ἀνελήφθη πάλιν ἥξει κατὰ τὴν τῶν ἀγγέλων φωνήν.
83 1440 [45] «Οὗτος γὰρ, ἔφησαν, ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.» Ταύτην ἡμῖν τὴν διδασκαλίαν οἱ θεῖοι προφῆται προσήνεγκαν, ταύτην ὁ τῶν ἁγίων ἀποστόλων χορός· ταύτην οἱ κατὰ τὴν ἑῴαν καὶ τὴν Ἑσπέραν διαπρέψαντες ἅγιοι· Ἰγνάτιος ἐκεῖνος ὁ πολυθρύλλητος, ὁ διὰ τῆς τοῦ μεγάλου Πέτρου δεξιᾶς τὴν ἀρχιερωσύνην δεξάμενος, καὶ ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας θηρῶν γενόμενος ἀγρίων βορά· Εὐστάθιος ὁ μέγας, ὁ τῆς συναθροισθείσης συνόδου πρωτεύσας καὶ διὰ τὸν θερμὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον τὴν ὑπερορίαν οἰκήσας. Ταύτην Μελέτιος ὁ πάνυ μετὰ τῶν ἴσων παθημάτων ἐκήρυξε· τρὶς γὰρ καὶ αὐτὸς ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἐξηλάθη τῆς ποίμνης· ταύτην Φλαβιανὸς ὁ τὸν ἐκεῖ θρόνον διακοσμήσας· ταύτην Ἐφραῒμ ὁ θαυμάσιος τὸ τῆς θείας χάριτος ὄργανον, τῇ Σύρων γλώττῃ χρησάμενος, ἀνάγραπτον ἡμῖν τὴν ὠφέλειαν κατέλιπε. Ταῦτα Κυπριανὸς ὁ πανεύφημος ὁ τὴν Καρχηδόνα καὶ τὴν Λιβύην ἅπασαν κυβερνήσας, καὶ τὸν διὰ πυρὸς ὑπὲρ Χριστοῦ καταδεξάμενος θάνατον· καὶ Δάμασος ὁ τὴν μεγάλην Ῥώμην ἰθύνας, καὶ Ἀμβρόσιος ὁ Μεδιολάνου τὸν θρόνον κοσμήσας, τῇ Ῥωμαίων γλώττῃ καὶ κηρύττοντες καὶ συγγράφοντες διετέλεσαν. Ταῦτα τῆς Ἀλεξανδρέων οἱ μεγάλοι φωστῆρες, Ἀλέξανδρος καὶ Ἀθανάσιος, καὶ ὁμοφρονοῦντες, τοὺς παρὰ πάντων ᾀδομένους κινδύνους ὑπέμειναν. Ταύτην καὶ οἱ τῆς βασιλευούσης πόλεως μεγάλοι διδάσκαλοι τὴν πόαν τοῖς ποιμνίοις προσήνεγκαν, Γρηγόριος ὁ λαμπρὸς τῆς εὐσεβείας συνήγορος, Ἰωάννης ὁ τῆς οἰκουμένης διδάσκαλος, Ἀττικὸς ὁ τὴν ἐκείνων προεδρίαν καὶ διδασκαλίαν δεξάμενος. Τούτοις Βασίλειος ὁ φανότατος τῆς εὐσεβείας λαμπτὴρ, καὶ Γρηγόριος ὁ τοὺς αὐτοὺς ἐκείνῳ γεννήτορας αὐχήσας, καὶ Ἀμφιλόχιος ὁ δι’ ἐκείνου τῆς ἀρχιερωσύνης τὸ δῶρον λαβὼν, οὐ μόνον τοῖς ἐπ’ αὐτῶν ἀνθρώποις τὴν διδασκαλίαν προσήνεγκαν, ἀλλὰ καὶ ἡμῖν διὰ τῶν συγγραμμάτων τὴν ὠφέλειαν κατέλιπον. Ἀλλὰ γὰρ ἐπιλείψει με ἡ ἡμέρα Πολύκαρπον καὶ Εἰρηναῖον, καὶ Μεθόδιον, καὶ Ἱππόλυτον, καὶ τοὺς ἄλλους τῆς Ἐκκλησίας διδασκάλους ἀπαριθμούμενον. Συντόμως τοίνυν φαμὲν, ὡς ἡμεῖς τοῖς θείοις λογίοις ἀκολουθοῦμεν καὶ τούτοις ἅπασι τοῖς ἁγίοις. Διὰ γὰρ τῆς τοῦ Πνεύματος χάριτος εἰς τὸ τῆς θεοπνεύστου Γραφῆς καταδύντες βάθος, αὐτοὶ δὲ τὴν αὐτῆς διάνοιαν ἔγνωσαν, καὶ τοῖς μαθεῖν βουλομένοις δήλην ταύτην ἀπέφηναν. Οὐδὲ γὰρ ἡ διαφορὰ τῶν γλωττῶν διαφορὰν δογμάτων εἰργάσατο· κρουνοὶ γὰρ ἦσαν τῆς τοῦ θείου Πνεύματος χάριτος, ἐκ μιᾶς πηγῆς τὸ νᾶμα δεχόμενοι.