eul_wid: qpo-aa

Χρησμοί
Oracles

Chaldean Oracular Poet Anonymous Oracles PDF

1 〈ΧΑΛΔΑΙΚΑ ΛΟΓΙΑ〉 Ἔστιν γάρ τι νοητόν, ὃ χρή σε νοεῖν νόου ἄνθει· ἢν γὰρ ἐπεγκλίνῃς σὸν νοῦν κἀκεῖνο νοήσῃς ὥς τι νοῶν, οὐ κεῖνο νοήσεις· ἔστι γὰρ ἀλκῆς ἀμφιφαοῦς δύναμις νοεραῖς στράπτουσα τομαῖσιν.
1 Οὐ δὴ χρὴ σφοδρότητι νοεῖν τὸ νοητὸν ἐκεῖνο ἀλλὰ νόου ταναοῦ ταναῇ φλογὶ πάντα μετρούσῃ πλὴν τὸ νοητὸν ἐκεῖνο· χρεὼ δὴ τοῦτο νοῆσαι οὐκ ἀτενῶς, ἀλλ’ ἁγνὸν ἀπόστροφον ὄμμα φέροντα σῆς ψυχῆς τεῖναι κενεὸν νόον εἰς τὸ νοητόν, ὄφρα μάθῃς τὸ νοητόν, ἐπεὶ νόου ἔξω ὑπάρχει.
2 Ἑσσάμενον πάντευχον ἀκμὴν φωτὸς κελάδοντος, ἀλκῇ τριγλώχινι νόον ψυχήν θ’ ὁπλίσαντα, πᾶν τριάδος σύνθημα βαλεῖν φρενὶ μηδ’ ἐπιφοιτᾶν ἐμπυρίοις σποράδην ὀχετοῖς, ἀλλὰ στιβαρηδόν.
3 ... ὁ πατὴρ ἥρπασσεν ἑαυτόν, οὐδ’ ἐν ἑῇ δυνάμει νοερᾷ κλείσας ἴδιον πῦρ.
4 ἡ μὲν γὰρ δύναμις σὺν ἐκείνῳ, νοῦς δ’ ἀπ’ ἐκείνου.
5 ... οὐ γὰρ ἐς ὕλην πῦρ ἐπέκεινα τὸ πρῶτον ἑὴν δύναμιν κατακλείει ἔργοις ἀλλὰ νόῳ· νοῦ γὰρ νόος ἐστὶν ὁ κόσμου τεχνίτης πυρίου.
6 ὡς γὰρ ὑπεζωκώς τις ὑμὴν νοερὸς διακρίνει, πῦρ πρῶτον καὶ πῦρ ἕτερον σπεύδοντα μιγῆναι.
7 Πάντα γὰρ ἐξετέλεσσε πατὴρ καὶ νῷ παρέδωκε δευτέρῳ, ὃν πρῶτον κληΐζετε πᾶν γένος ἀνδρῶν.
8 ... δυὰς παρὰ τῷδε κάθηται· ἀμφότερον γὰρ ἔχει, νῷ μὲν κατέχειν τὰ νοητά, αἴσθησιν δ’ ἐπάγειν κόσμοις.
9 ... μηδ’ ἐν σῷ νῷ καταΐσχειν.
10 ... εἰσὶν πάντα ἑνὸς πυρὸς ἐκγεγαῶτα.
11 Τἀγαθὸν αὐτὸ νοοῦσα ὅπου πατρικὴ μονάς ἐστι.
12 ... ταναὴ μονάς ἐστιν καὶ δύο γεννᾷ.
13 Οὐ γὰρ ἀπαὶ πατρικῆς ἀρχῆς ἀτελές τι τροχάζει.
14 Πατὴρ οὐ φόβον ἐνθρῴσκει, πειθὼ δ’ ἐπιχεύει.
15 Οὐδ’ ὅτι πᾶς ἀγαθὸς θεὸς εἰδότες· ἆ, ταλαεργοί, νήψατε ...
16 ... τῇ θεοθρέμμονι σιγῇ τῶν πατέρων ...
17 ... τῷ δὲ νοοῦντι τροφὴ τὸ νοητόν.
18 οἳ τὸν ὑπέρκοσμον πατρικὸν βυθὸν ἴστε νοοῦντες.
19 τόνδε νοεῖ πᾶς νοῦς θεόν ...
20 Οὐ γὰρ ἄνευ νοός ἐστι νοητοῦ, καὶ τὸ νοητὸν οὐ νοῦ χωρὶς ὑπάρχει ...
20bis ... νοητόν, ἔχων τὸ νοοῦν ἐν ἑαυτῷ.
21 ... πάντ’ ἐστὶ γάρ, ἀλλὰ νοητῶς.
22 Εἰς τρία γὰρ νοῦς εἶπε πατρὸς τέμνεσθαι ἅπαντα, 〈πρωτίστου πατρὸσ〉 ἀϊδίου νῷ πάντα κυβερνῶν· οὐ τὸ θέλειν κατένευσε καὶ ἤδη πάντ’ ἐτέτμητο.
23 ὄφρα τὰ πάντα τριὰς συνέχῃ κατὰ πάντα μετροῦσα.
24 εἰς ἀρχὴν καὶ τέρμα καὶ εἰς μέσα τάξει ἀνάγκης.
25 Ταῦτα πατὴρ ἐνόησε, βροτὸς δέ οἱ ἐψύχωτο.
26 Μουνάδα γάρ σε τριοῦχον ἰδὼν ἐσεβάσσατο κόσμος.
27 Παντὶ γὰρ ἐν κόσμῳ λάμπει τριάς, ἧς μονὰς ἄρχει.
28 Τῆσδε γὰρ ἐκ τριάδος κόλποις ἔσπαρται ἅπαντα.
29 Τῆσδε γὰρ ἐκ τριάδος πᾶν πνεῦμα πατὴρ ἐκέρασσεν.
30 πηγὴ τῶν πηγῶν, μήτρα συνέχουσα τὰ πάντα.
31 Ἐξ ἀμφοῖν δὴ τῶνδε ῥέει τριάδος δέμα πρώτης οὔσης οὐ πρώτης, ἀλλ’ οὗ τὰ νοητὰ μετρεῖται.
32 Ἐργάτις, ἐκδότις ἐστὶ πυρὸς ζωηφόρου 〈αὕτη〉, καὶ τὸν ζῳογόνον πληροῦς’ Ἑκάτης ⏑ ⏑ κόλπον ............... ἐπιρρεῖ τοῖς συνοχεῦσιν ἀλκὴν ζειδώροιο πυρὸς μέγα δυναμένοιο.
33 ... ἐργοτεχνίτης, κόσμου τεχνίτης πυρίου ...
34 Ἔνθεν ἀποθρῴσκει γένεσις πολυποικίλου ὕλης· ἔνθεν συρόμενος πρηστὴρ ἀμυδροῖ πυρὸς ἄνθος κόσμων ἐνθρῴσκων κοιλώμασι· πάντα γὰρ ἔνθεν ἄρχεται εἰς τὸ κάτω τείνειν ἀκτῖνας ἀγητάς.
35 Τοῦδε γὰρ ἐκθρῴσκουσιν ἀμείλικτοί τε κεραυνοὶ καὶ πρηστηροδόχοι κόλποι παραφεγγέος αὐγῆς πατρογενοῦς Ἑκάτης καὶ ὑπεζωκὸς πυρὸς ἄνθος ἠδὲ κραταιὸν πνεῦμα πόλων πυρίων ἐπέκεινα.
36 νοῦς πατρὸς ἀρράτοις ἐποχούμενος ἰθυντῆρσιν, ἄγναμπτον στράπτουσιν ἀμειλίκτου πυρὸς ὁλκοῖς.
37 Νοῦς πατρὸς ἐρροίζησε νοήσας ἀκμάδι βουλῇ παμμόρφους ἰδέας, πηγῆς δὲ μιᾶς ἄπο πᾶσαι ἐξέθορον· πατρόθεν γὰρ ἔην βουλή τε τέλος τε. Ἀλλ’ ἐμερίσθησαν νοερῷ πυρὶ μοιρηθεῖσαι εἰς ἄλλας νοεράς· κόσμῳ γὰρ ἄναξ πολυμόρφῳ προὔθηκεν νοερὸν τύπον ἄφθιτον, οὗ κατ’ ἄκοσμον ἴχνος ἐπειγόμενος μορφῆς μέτα κόσμος ἐφάνθη παντοίαις ἰδέαις κεχαραγμένος· ὧν μία πηγή, ἐξ ἧς ῥοιζοῦνται μεμερισμέναι ἄλλαι ἄπλατοι ῥηγνύμεναι κόσμου περὶ σώμασιν, αἳ περὶ κόλπους σμερδαλέους σμήνεσσιν ἐοικυῖαι φορέονται στράπτουσαι περί τ’ ἀμφὶ παρασχεδὸν ἄλλυδις ἄλλῃ, ἔννοιαι νοεραὶ πηγῆς πατρικῆς ἄπο, πουλὺ δρεπτόμεναι πυρὸς ἄνθος ἀκοιμήτου χρόνου ἀκμῇ.
37 Ἀρχεγόνους ἰδέας πρώτη πατρὸς ἔβλυσε τάσδε αὐτοτελὴς πηγή.
38 Ἔννοιαι πατρὸς αἵδε, μεθ’ ἃς ἐμὸν εἰλυμένον πῦρ.
39 Ἔργα νοήσας γὰρ πατρικὸς νόος αὐτογένεθλος πᾶσιν ἐνέσπειρεν δεσμὸν πυριβριθῆ ἔρωτος, ὄφρα τὰ πάντα μένῃ χρόνον εἰς ἀπέραντον ἐρῶντα, μηδὲ πέσῃ τὰ πατρὸς νοερῷ ὑφασμένα φέγγει· ᾧ σὺν ἔρωτι μένει κόσμου στοιχεῖα θέοντα.
40 ἀρχάς, αἳ πατρὸς ἔργα νοήσασαι τὰ νοητὰ αἰσθητοῖς ἔργοις καὶ σώμασιν ἀμφεκάλυψαν.
41 ... ταἰσθητὰ νοούσης / ὡς ἐπαφητά.
42 δεσμῷ Ἔρωτος ἀγητοῦ, ὃς ἐκ νόου ἔκθορε πρῶτος ἑσσάμενος πυρὶ πῦρ συνδέσμιον, ὄφρα κεράσσῃ πηγαίους κρατῆρας ἑοῦ πυρὸς ἄνθος ἐπισχών.
43 ... ἔρωτι βαθεῖ ...
44 ... ψυχαῖον σπινθῆρα δυσὶν κράσας ὁμονοίαις, νῷ καὶ νεύματι θείῳ, ἐφ’ οἷς τρίτον ἁγνὸν Ἔρωτα, συνδετικὸν πάντων ἐπιβήτορα σεμνόν, ἔθηκεν.
45 ... πνιγμὸν ἔρωτος ἀληθοῦς.
46 ... πίστιν κἀλήθειαν καὶ ἔρωτα.
47 Ἐλπὶς δὲ τρεφέτω σε πυρήοχος ...
48 Πάντα γὰρ ἐν τρισὶ τοῖσδε κυβερνᾶταί τε καὶ ἔστι.
49 πατρογενὲς φάος· πολὺ γὰρ μόνος ἐκ πατρὸς ἀλκῆς δρεψάμενος νόου ἄνθος ἔχει τὸ νοεῖν πατρικὸν νοῦν 〈καὶ νόον〉 ἐνδιδόναι πάσαις πηγαῖς τε καὶ ἀρχαῖς καὶ δινεῖν αἰεί τε μένειν ἀόκνῳ στροφάλιγγι.
50 μέσσον τῶν πατέρων Ἑκάτης κέντρον πεφορῆσθαι.
51 Δεξιτερῆς μὲν γὰρ λαγόνος περὶ χήραμα χόνδρων πολλὴ ἅδην βλύζει ψυχῆς λιβὰς ἀρχιγενέθλου ἄρδην ἐμψυχοῦσα φάος πῦρ αἰθέρα κόσμους.
52 Λαιῇς ἐν λαγόσιν Ἑκάτης ἀρετῆς πέλε πηγή, ἔνδον ὅλη μίμνουσα τὸ παρθένον οὐ προϊεῖσα.
53 ... μετὰ δὴ πατρικὰς διανοίας ψυχὴ ἐγὼ ναίω θέρμῃ ψυχοῦσα τὰ πάντα.
54 Νώτοις δ’ ἀμφὶ θεᾶς φύσις ἄπλετος ᾐώρηται.
55 Χαῖται μὲν γὰρ ἐς ὀξὺ πεφρικότι φωτὶ βλέπονται.
56 Ῥείη τοι νοερῶν μακάρων πηγή τε ῥοή τε· πάντων γὰρ πρώτη δυνάμει κόλποισιν ἀφράστοις δεξαμένη γενεὴν ἐπὶ πᾶν προχέει τροχάουσαν.
57 Ἑπτὰ γὰρ ἐξώγκωσε πατὴρ στερεώματα κόσμων.
58 (τὸ ἡλιακὸν πῦρ) ... κραδίῃς τόπῳ ἐστήριξεν ...
59 (ὁ) ἡλιακὸς κόσμος (καὶ τὸ) ὅλον φῶς ...
60 πῦρ πυρὸς ἐξοχέτευμα ... καὶ ταμίαν πυρός ...
61a αἰθεριός τε δρόμος καὶ μήνης ἄπλετος ὁρμή ἠέριοί τε ῥοαί ...
61b αἰθήρ, ἥλιε, πνεῦμα σελήνης, ἠέρος ἀγοί.
61c ἡλιακῶν τε κύκλων καὶ μηναίων καναχισμῶν κόλπων τ’ ἠερίων ...
61d ... αἴθρης μέρος ἠελίου τε καὶ μήνης ὀχετῶν ἠδ’ ἠέρος ...
61e αἴθρης [μέρος] ἠελίου τε σεληναίης τε καὶ ὅσ〈σ〉α ἠέρι συννήχονται ...
61f ... καὶ πλατὺς ἀὴρ μηναῖός τε δρόμος καὶ ἀείπολος ἠελίοιο.
62 (οἱ) τῶν στοιχείων αἰθέρες ...
63 κυρτῷ σχήματι συρομένην ...
64 μηναῖόν τε δρόμημα καὶ ἀστέριον προπόρευμα.
65 καὶ πέμπτον μέσον ἄλλο πυρήοχον, ἔνθα κάτεισι μέχρι 〈καὶ〉 ὑλαίων ὀχετῶν ζωηφόριον πῦρ.
66 μιγνυμένων δ’ ὀχετῶν πυρὸς ἀφθίτου ἔργα τελοῦσα.
67 ἐκ πυρός, ἐξ ὕδατος καὶ γῆς καὶ παντρόφου αἴθρης.
68 καὶ γὰρ 〈ὅ〉τις πυρὸς ὄγκος ἔην ἕτερος, τὰ δὲ πάντα αὐτουργῶν, ἵνα σῶμα τὸ κοσμικὸν ἐκτολυπευθῇ, κόσμος ἵν’ ἔκδηλος καὶ μὴ φαίνηθ’ ὑμενώδης.
69 Νοῦ μὲν γὰρ μίμημα πέλει, τὸ δὲ τευχθὲν ἔχει τι σώματος.
70 Ἄρχει γὰρ φύσις ἀκαμάτη κόσμων τε καὶ ἔργων, οὐρανὸς ὄφρα θέῃ δρόμον ἀΐδιον κατασύρων, καὶ ταχὺς ἠέλιος περὶ κέντρον ὅπως ἐθὰς ἔλθῃ.
71 ἁρμονίᾳ φωτὸς γαυρούμενος ...
72 Καὶ γὰρ δὴ πάντευχος ἐνόπλιος ἧκα θεείη.
73 Ἐν τούτοις ἱερὸς πρῶτος δρόμος, ἐν δ’ ἄρα μέσσῳ ἠέριος, τρίτος ἄλλος ὃς ἐν πυρὶ τὴν χθόνα θάλπει. Ἀρχαῖς γὰρ τρισὶ ταῖσδε λάβροις δουλεύει ἅπαντα.
74 ... κρηνήϊος ἀρχή.
75 ... ὑποκέκλιται αὐταῖς ἀρχικὸς αὐλών.
76 Πολλαὶ μὲν δὴ αἵδε ἐπεμβαίνουσι φαεινοῖς κόσμοις ἐνθρῴσκουσαι· ἐν αἷς ἀκρότητες ἔασιν τρεῖς· 〈πυρίη γ’ ἠδ’ αἰθερίη καὶ ὑλώδησ〉.
77 αἵ γε νοούμεναι 〈ἐκ〉 πατρόθεν νοέουσι καὶ αὐταί, βουλαῖς ἀφθέγκτοις κινούμεναι ὥστε νοῆσαι.
78 ... διαπόρθμιοι ἑστῶτες ...
79 Πᾶς ἴσχει κόσμος νοεροὺς ἀνοχῆας ἀκαμπεῖς.
80 ἀλλὰ καὶ ὑλαίοις ὅσα δουλεύει συνοχεῦσιν.
81 Τοῖς δὲ πυρὸς νοεροῦ νοεροῖς πρηστῆρσιν ἅπαντα εἴκαθε δουλεύοντα πατρὸς πειθηνίδι βουλῇ.
82 Φρουρεῖν αὖ πρηστῆρσιν ἑοῖς ἀκρότητας ἔδωκεν ἐγκεράσας ἀλκῆς ἴδιον μένος ἐν συνοχεῦσιν.
83 ... ὁλοποιοί.
84 ... αὐτὸς πᾶς ἔξω ὑπάρχει.
85 ... ταρσὸν τοῦ πυρός ...
86 ... ψυχοκράτωρ τελετάρχης.
87 ἀλλ’ ὄνομα σεμνὸν καὶ ἀκοιμήτῳ στροφάλιγγι κόσμοις ἐνθρῷσκον κραιπνὴν διὰ πατρὸς ἐνιπήν.
88 [ἡ φύσις] πείθει πιστεύειν εἶναι τοὺς δαίμονας ἁγνούς, καὶ τὰ κακῆς ὕλης βλαστήματα χρηστὰ καὶ ἐσθλά.
89 ... θηροπόλον καὶ ἀναιδές.
90 ... ἐκ δ’ ἄρα κόλπων γαίης θρῴσκουσιν χθόνιοι κύνες οὔποτ’ ἀληθὲς σῆμα βροτῷ δεικνύντες.
91 ἠερίων ἐλάτειρα κυνῶν χθονίων τε καὶ ὑγρῶν.
92 ... ὑδροβατῆρας.
93 ... πολυχεύμονα φῦλα.
94 ... νοῦν μὲν ψυχῇ, 〈ψυχὴν δ’〉 ἐνὶ σώματι ἀργῷ ἡμέας ἐγκατέθηκε πατὴρ ἀνδρῶν τε θεῶν τε.
95 ... ἐγκάρδιον ἐνθείς.
96 Ὅττι ψυχή, πῦρ δυνάμει πατρὸς οὖσα φαεινόν, ἀθάνατός τε μένει καὶ ζωῆς δεσπότις ἐστὶν καὶ ἴσχει 〈κόσμου〉 πολλῶν πληρώματα κόλπων.
97 〈Ἀμπταμένη〉 ψυχὴ μερόπων θεὸν ἄγξει ἐς αὑτήν, 〈κ’〉 οὐδὲν θνητὸν ἔχουσα ὅλη 〈θεόθεν〉 μεμέθυσται· ἁρμονίαν αὔχει γάρ, ὑφ’ ᾗ πέλε σῶμα βρότειον.
98 Ἀνδρὸς δὴ ἱεροῦ δέμας αἰθέρες οἰκοδόμησαν.
99 ... θητεύειν, ἀλλ’ ἀδαμάστῳ τωὐχένι θητευούσας ...
100 αὐχμηράν.
101 ... μὴ φύσεως καλέσῃς αὔτοπτον ἄγαλμα.
102 Μὴ φύσιν ἐμβλέψῃς· εἱμαρμένον οὔνομα τῆσδε.
103 μηδὲ συναυξήσῃς θεἰμαρμένον ...
104 ... μὴ πνεῦμα μολύνῃς μηδὲ βαθύνῃς τοὐπίπεδον.
105 ... φρενὶ μὴ σβέσαι ...
106 ... τολμηρᾶς φύσεως, ἄνθρωπε, τέχνασμα.
107 Μὴ τὰ πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου· οὐ γὰρ ἀληθείης φυτὸν ἐν χθονί 〈ἐστιν〉.
107 Μηδὲ μέτρει μέτρον ἠελίου κανόνας συναθροίσας· ἀϊδίῳ βουλῇ φέρεται πατρός, οὐχ ἕνεκεν σοῦ.
107 Μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης. Ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. Αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ’ ἀληθής, οὐ θυσιῶν σπλάγχνων τε τομαί· τάδ’ ἀθύρματα πάντα, ἐμπορικῆς ἀπάτης στηρίγματα. Φεῦγε σὺ ταῦτα, μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν, ἔνθ’ ἀρετὴ σοφία τε καὶ εὐνομία συνάγονται.
108 Σύμβολα γὰρ πατρικὸς νόος ἔσπειρεν κατὰ κόσμον, ὃς τὰ νοητὰ νοεῖ· καὶ κάλλη ἄφραστα καλεῖται.
109 Ἀλλ’ οὐκ εἰσδέχεται κείνης τὸ θέλειν πατρικὸς νοῦς, μέχρις ἂν ἐξέλθῃ λήθης καὶ ῥῆμα λαλήσῃ μνήμην ἐνθεμένη πατρικοῦ συνθήματος ἁγνοῦ.
110 Δίζεο 〈καὶ〉 ψυχῆς ὀχετόν, ὅθεν ἔν τινι τάξει σώματι θητεύσας’ 〈ὑπέβη καὶ πῶσ〉 ἐπὶ τάξιν αὖθις ἀναστήσεις, ἱερῷ λόγῳ ἔργον ἑνώσας.
111 κέντρῳ ἐπισπέρχων σαυτὸν φωτὸς κελάδοντος.
112 Οἰγνύσθω ψυχῆς βάθος ἄμβροτον· ὄμματα πάντα ἄρδην ἐκπέτασον ἄνω.
113 χρὴ δὲ χαλινῶσαι ψυχὴν βροτὸν ὄντα νοητόν, ὄφρα μὴ ἐγκύρσῃ χθονὶ δυσμόρῳ, ἀλλὰ σαωθῇ.
114 ... βαπτισθεῖσα χθονὸς οἴστροις.
115 Χρή σε σπεύδειν πρὸς τὸ φάος καὶ πρὸς Πατρὸς αὐγάς, ἔνθεν ἐπέμφθη σοι ψυχὴ πολὺν ἑσσαμένη νοῦν.
116 οὐ γὰρ ἐφικτὰ τὰ θεῖα βροτοῖς τοῖς σῶμα νοοῦσιν, ἀλλ’ ὅσσοι γυμνῆτες ἄνω σπεύδουσι πρὸς ὕψος.
117 σωζόμεναι δι’ ἑῆς ἀλκῆς ...
118 τοῖς δὲ διδακτὸν ἔδωκε φάους γνώρισμα λαβέσθαι· τοὺς δὲ καὶ ὑπνώοντας ἑῆς ἐνεκάρπισεν ἀλκῆς.
119 ... θεοσυνδέτου ἀλκῆς.
120 ... ψυχῆς λεπτὸν ὄχημα.
121 τῷ πυρὶ γὰρ βρότος ἐμπελάσας φάος ἕξει.
122 τὴν ψυχὴν φέγγουσα πυρί ...
123 ... πνεύματι θερμῷ κουφίζουσα ...
124 ψυχῆς ἐξωστῆρες ἀνάπνοοι εὔλυτοί εἰσιν.
125 ... εὔλυτα φέγγη.
126 πυρσὸν ἀνάψας’ ...
127 πάντοθεν ἀπλάστῳ ψυχῇ πυρὸς ἡνία τεῖνον.
128 ... ἐκτείνας πύριον νοῦν ἔργον ἐπ’ εὐσεβίης ῥευστὸν καὶ σῶμα σαώσεις.
129 Σώζετε καὶ τὸ πικρᾶς ὕλης περίβλημα βρότειον.
130 Μοίρης εἱμαρτῆς τὸ πτερὸν φεύγουσιν ἀναιδές, ἐν δὲ θεῷ κεῖνται πυρσοὺς ἕλκουσαι ἀκμαίους ἐκ πατρόθεν κατιόντας, ἀφ’ ὧν ψυχὴ κατιόντων ἐμπυρίων δρέπεται καρπῶν ψυχοτρόφον ἄνθος.
131 ... τὸν παιᾶνα ἀείδειν.
132 ... σῖγ’ ἔχε, μύστα.
133 Αὐτὸς δ’ ἐν πρώτοις ἱερεὺς πυρὸς ἔργα κυβερνῶν κύματι ῥαινέσθω παγερῷ βαρυηχέος ἅλμης.
134.(N) (Inscriptio: λόγιον) Μηδ’ ἐπὶ μισοφαῆ κόσμον σπεύδειν λάβρον ὕλης, ἔνθα φόνος στάσιές τε καὶ ἀργαλέων φύσις ἀτμῶν αὐχμηραί τε νόσοι καὶ σήψιες ἔργα τε ῥευστά· ταῦτα χρεὼ φεύγειν τὸν ἐρᾶν μέλλοντα πατρὸς νοῦ.
135 Οὐ γὰρ χρὴ κείνους σε βλέπειν πρὶν σῶμα τελεσθῇς· ὄντες γὰρ χθόνιοι χαλεποὶ κύνες εἰσὶν ἀναιδεῖς καὶ ψυχὰς θέλγοντες ἀεὶ τελετῶν ἀπάγουσιν.
136 Οὐδενὸς εἵνεκεν ἄλλου ἀποστρέφεται θεὸς ἄνδρα καὶ ζώσῃ δυνάμει κενεὰς ἐπὶ πέμπει ἀταρπούς.
137 ... θέει ἄγγελος ἐν δυνάμει ζῶν.
138 ... ἀγγελικῷ ἐνὶ χώρῳ.
139 ... τὴν περιθαλπῆ ἔννοιαν ...
140 Δηθύνοντι βροτῷ κραιπνοὶ μάκαρες τελέθουσιν.
141 Ἔκλυσις ἐστι θεοῦ νωθρὸς βροτὸς ἐς τάδε νεύων.
142 ... σώματα τοῖς αὐτόπτοις φάσμασιν ὑμῶν εἵνεκεν ἐνδέδεται ...
143 (διὰ τὴν) σωματικὴν εἰς ἣν ἐνεκεντρίσθητε φύσιν ...
144 ... τὰ ἀτύπωτα τυποῦσθαι.
145 ... νοεῖν μορφὴν φωτὸς προταθεῖσαν.
146 ... ταῦτ’ ἐπιφωνήσας ἢ παιδὶ κατόψῃ πῦρ ἵκελον σκιρτηδὸν ἐπ’ ἠέρος οἶδμα τιταῖνον· ἢ καὶ πῦρ ἀτύπωτον, ὅθεν φωνὴν προθέουσαν· ἢ φῶς πλούσιον ἀμφὶ γύην ῥοιζαῖον ἑλιχθέν· ἀλλὰ καὶ ἵππον ἰδεῖν φωτὸς πλέον ἀστράπτοντα ἢ καὶ παῖδα θοοῖς νώτοις ἐποχούμενον ἵππου, ἔμπυρον ἢ χρυσῷ πεπυκασμένον ἢ πάλι γυμνόν, ἢ καὶ τοξεύοντα καὶ ἑστηῶτ’ ἐπὶ νώτοις.
147 Πολλάκις ἢν λέξῃς μοι, ἀθρήσεις πάντα λέοντα. Οὔτε γὰρ οὐράνιος κυρτὸς τότε φαίνεται ὄγκος, ἀστέρες οὐ λάμπουσι, τὸ μήνης φῶς κεκάλυπται, χθὼν οὐχ ἕστηκεν· βλέπεται δέ 〈τε〉 πάντα κεραυνοῖς.
148 Ἡνίκα 〈δὲ〉 βλέψῃς μορφῆς ἄτερ εὐίερον πῦρ λαμπόμενον σκιρτηδὸν ὅλου κατὰ βένθεα κόσμου, κλῦθι πυρὸς φωνήν.
149 Ἡνίκα δαίμονα δ’ ἐρχόμενον πρόσγειον ἀθρήσεις, θῦε λίθον μνίζουριν ἐπαυδῶν ...
150 ὀνόματα βάρβαρα μήποτ’ ἀλλάξῃς.
151 ... συνοχηΐδας ...
152 ... ἀμιστύλλευτος ...
153 οὐ γὰρ ὑφ’ εἱμαρτὴν ἀγέλην πίπτουσι θεουργοί.
154 ... ἀγεληδὸν ἰόντων.
155 δύσκαμπτος καὶ ὀπισθοβαρὴς καὶ φωτὸς ἄμοιρος.
156 Οἵδε γὰρ οὐκ ἀπέχουσι κυνῶν ἀλόγων πολὺ μέτρον.
157 Σὸν 〈δὲ γὰρ〉 ἀγγεῖον θῆρες χθονὸς οἰκήσουσιν.
158 Οὐδὲ τὸ τῆς ὕλης σκύβαλον κρημνῷ καταλείψεις, ἀλλὰ καὶ εἰδώλῳ μερὶς εἰς τόπον ἀμφιφάοντα.
159 ... βίῃ ὅτι σῶμα λιπόντων ψυχαὶ ἀρηΐφατοι καθαρώτεραι ἢ ἐπὶ νούσοις.
160 Θεσμὸν ἀπαὶ μακάρων ... ἄλυτον ... αὖτις ἐπ’ ἀνθρώπων περάαν βίον, οὐκ ἐπὶ θηρῶν.
161 ... ποιναὶ μερόπων ἄγκτειραι ...
162 Ἆ ἆ τούσδε κατωρύεται χθὼν ἐς τέκνα μέχρις.
163 Μηδὲ κάτω νεύσῃς εἰς τὸν μελαναυγέα κόσμον, ᾧ βυθὸς αἰὲν ἄμορφος ὑπέστρωται καὶ ἀειδής, ἀμφικνεφὴς ῥυπόων εἰδωλοχαρὴς ἀνόητος κρημνώδης σκολιὸς πηρὸν βάθος αἰὲν ἑλίσσων, αἰεὶ νυμφεύων ἀφανὲς δέμας ἀργὸν ἄπνευμον.
164 Μηδὲ κάτω νεύσῃς· κρημνὸς κατὰ γῆς ὑπόκειται, ἑπταπόρου σύρων κατὰ βαθμίδος ...
165 Ζήτησον παράδεισον ...
166 ... μὴ ’ξάξῃς, ἵνα μή τι ἔχουσα ἐξίῃ ...
167 κέντρον, ἀφ’ οὗ πᾶσαι μέχρις ἄντυγος ἶσαι ἔασιν.
168 ... κατέχων τὴν τρίπτερον ἀρχήν.
169 ... ἅπαξ ἐπέκεινα (δὶς ἐπέκεινα).
170 αὐτάνδρους πόλεάς γ’ ἀπολέσθαι ...
171 Μηδέ ποτ’ ἐκ λήθης ῥεύσωμεν χεῦμα ταπεινόν.
172 (ὕλης,) ἧς κατασύρονται πολλοὶ σκολιοῖσι ῥεέθροις.
173 ... τὴν πρωτογενῆ ὕλην ...
174 ἡ δ’ ἑτέροις παρέχει τὸ ζῆν, πολὺ μᾶλλον ἑαυτῇ.
175 καὶ δύναμιν πρώτην ἱεροῦ λόγου ...
176 ... ὑπερβάθμιον πόδα ῥιπτῶν.
177 ... οἱ μὲν τελετάρχαι τοῖς συνοχεῦσι συνείληνται ...
178 ... ἀβάτοις σηκοῖς διανοίας.
179 ... πάσης τμήσιος ἄρχειν.
180 τῆς ὕλης τὸ λάβρον ...
181 ... ὁ μισοφαὴς κόσμος ...
182 ... ἡ πολύφρων ἀτρέκεια.
183 ... τὸ δ’ ἀτρεκὲς ἐν βαθεῖ ἐστι.
184 δουλεύων βάθει αἰθερίῳ ...
185 ... χρόνου χρόνος ...
186 ... ῥόθιον κύτος ἡμῶν.
186bis ... ψυχῆς πάμμορφον ἄγαλμα.
187 ἀγήραος.
188 ἄζωνος.
189 ἀμφιπρόσωπος.
190 ἀναγωγός.
191 ἄφθεγκτος.
192 ἔνυλος.
193 ἐποχεῖσθαι.
194 ἑπτάκτις.
195 ζωναῖος.
196 κηλίς.
197 κλείς.
198 (ὁ) κρύφιος (διάκοσμος).
199 κυκλοέλικτος.
200 μεσεμβολεῖν.
201 ὄχημα.
202 πανδεκτικὴ αὐλή.
203 σειρά.
204 σκίδνασθαι.
205 στερεώματα.
206 στρόφαλος.
207 συνοχεύς.
208 σύστασις.
209 ὑπερκόσμιος.
210 χαλκίς ... κύμινδις.
211 οὐ φέρει με τοῦ δοχῆος ἡ τάλαινα καρδία.
212 ἃ δὴ λέγει νοῦς, τῷ νοεῖν δήπου λέγει.
213 Φεῦγε τάχος χθονίων παθέων ἄπο, τηλόσε φεῦγε, ψυχῆς ὄμμα φέριστον ἔχων καὶ ἀκλινέας αὐγάς, σώματος ὡς ἀνέχοιτο μέγα βρίθοντα χαλινὰ ἐκ καθαρῆς ψυχῆς τε καὶ αἰθερίης πατρὸς αἴγλης.
214 Πάντα γὰρ ἀνθρώποισι Θεοῦ πέλει ἀγλαὰ δῶρα· εἴτ’ ἀγαθόν τι πέφυκε καὶ ὄλβιον, εἴ τι φέριστον, εἴ τι ἐραστόν, πᾶσι Θεοῦ καλὰ δῶρα τέτυκται ... Κάρτος ἀμετρήτοιο θεοῦ καὶ ἀπείριτος ἀλκὴ πάντων μὲν κρατέει, πάντεσσι δὲ μοῦνος ἀνάσσει.
215 Δοιοὶ δαίμονές εἰσι κατ’ ἀνέρα· δοιὰ δὲ τούτων ἔθνεα· οἳ κατὰ γαῖαν ἀεὶ τεθαλυῖαν ἀλῶνται, παρμίμνειν μερόπεσσι 〈τεταγμένοι〉 ἐκ Διὸς ἀρχῆς. Ζεὺς γάρ τοι δωτὴρ πάντων ἀγαθῶν τε κακῶν τε, ὃς καὶ τικτομένοισι χρόνον ζωῆς ἀφορίζει, καμμίξας φαύλοισι καλοῖσί τε σῶμα βρότειον. Κείνους δαίμονας ὅστις ἑῇ σοφίῃ προσέλοιτο, γνώμην τε σχοίη, ποίοις χαίρουσιν ἐν ἔργοις, πάντων ἂν προφέροιτο νόῳ καὶ πράξεσιν ἐσλαῖς, ἐσθλὰ παρ’ ἐσθλοῦ δῶρα φέρων καὶ φαῦλα προφεύγων.
216 Νύμφαι πηγαῖαι καὶ ἐνύδρια πνεύματα πάντα καὶ χθόνιοι κόλποι 〈τε〉 καὶ ἠέριοι καὶ ὕπαυγοι μηναῖοι πάσης ἐπιβήτορες ἠδ’ ἐπιβῆται ὕλης οὐρανίας τε καὶ ἀστερίας καὶ ἀβύσσου.
217 Πάσας μὲν γὰρ ἔχει γλυκερὸς πόθος, ὥς κεν Ὄλυμπον ἀθανάτοισι θεοῖσι συνέμποροι αἰὲν ἔχωσιν· οὐ πάσαις δὲ θεμίστ’ ἐπιβῆναι τῶνδε μελάθρων ... Οὐχ ὅστις σπλάγχνοισιν ἐπίφρονα θήκατο βουλὴν ἤδη καὶ πρὸς Ὄλυμπον ἀποσκεδάσας τόδε σῶμα ᾖξεν ἀειρόμενος ψυχῆς κούφαις πτερύγεσσιν, ἀλλ’ ὅστις σο[φ]...
218 Ἦ μάλα δὴ κεῖναί γε μακάρταται ἔξοχα πασῶν ψυχάων ποτὶ γαῖαν ἀπ’ οὐρανόθεν προχέονται· κεῖναι δ’ ὄλβισταί τε καὶ οὐ φατὰ νήματ’ ἔχουσαι, ὅσσαι ἀπ’ αἰγλήεντος, ἄναξ, σέθεν, ἠδὲ καὶ αὐτοῦ ἐκ Διὸς ἐξεγένοντο, μίτου κρατερῆς ὑπ’ ἀνάγκης.
219 Ἠέριον μετὰ φέγγος ἀπείριτον ἀστεροπληθὲς ἄχραντον πολὺ δῶμα θεοῦ λίπον, ἠδ’ ἐπιβαίνω γαίης ζωοτρόφοιο τεῇς ὑποθημοσύνῃσι πειθοῖ τ’ ἀρρήτων ἐπέων, οἷς δὴ φρένα τέρπειν ἀθανάτων ἕαδε θνητὸς βροτός ...
220 Κλῦθί μευ οὐκ ἐθέλοντος, ἐπεί μ’ ἐπέδησας ἀνάγκῃ.
222 Τίπτε μ’ ἀεὶ θείοντος ἀπ’ αἰθέρος ὧδε χατίζων θειοδάμοις Ἑκάτην με θεὴν ἐκάλεσσας ἀνάγκαις; Ἤλυθον εἰσαΐουσα τεῆς πολυφράδμονος εὐχῆς, ἣν θνητῶν φύσις εὗρε θεῶν ὑποθημοσύνῃσι.
223 Τοὺς μὲν ἀπορρήτοις ἐρύων ἴυγξιν ἀπ’ αἴθρης ῥηϊδίως ἀέκοντας ἐπὶ χθόνα τήνδε κατῆγες, τοὺς δὲ μέσους μεσάτοισιν ἐπεμβεβαῶτας ἀήταις νόσφι πυρὸς θείοιο πανομφέας ὥσπερ ὀνείρους εἰσκρίνεις μερόπεσσιν, ἀεικέα δαίμονας ἔρδων.
224 Ἀλλὰ τέλει ξόανον, κεκαθαρμένον ὥς σε διδάξω· πηγάνου ἐξ ἀγρίοιο δέμας ποίει, ἠδ’ ἐπικόσμει ζῴοισιν λεπτοῖσι, κατοικιδίοις σκαλαβώταις, σμύρνης καὶ στύρακος λιβάνοιό τε μίγματα τρίψας σὺν κείνοις ζώοισι, καὶ αἰθριάσας ὑπὸ μήνην αὔξουσαν, τέλει αὐτὸς ἐπευχόμενος τήνδ’ εὐχήν.
225 Λύετε λοιπὸν ἄνακτα· βροτὸς θεὸν οὐκέτι χωρεῖ.
226 Ἠελίοιο πάρεδρος ἐπισκοπέων πόλον ἁγνόν.