eul_wid: ece-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On the Powers of Herbs by Thessalus of Cos

On the Virtues of Herbs is a pharmacological treatise attributed to Thessalus of Cos, a pseudepigraphic first-century CE Greek medical author. The work is a prominent example of astrological medicine, or iatromathematics, a discipline that systematically links the potency of plants in treatment to specific celestial influences. It catalogues various medicinal herbs, asserting that their full efficacy is contingent upon being gathered during precise astrological configurations, such as under a particular zodiac sign or planetary hour. The text presents itself as a revelation from the divine Hermes Trismegistus to his disciple Asclepius, framing its instructions within a cosmology where earthly outcomes are governed by stellar forces.

The original treatise is not fully extant and is known primarily through later summaries and references. It is often read as part of an intellectual movement in the early Roman Empire that sought to synthesize Hellenistic medical knowledge with astrology and ritual practice. Thessalus positioned himself as a reformer of traditional medicine, openly critiquing Hippocratic methods and claiming the superior authority of his divinely inspired system. The work appears to have been composed for practical use by practitioners seeking a structured, ostensibly scientific framework for herbal therapeutics. Based on later epitomes, the treatise is believed to have been organised into 47 distinct sections detailing the virtues and astrological correspondences of various botanicals.

Βίβλος ἰατρικὴ σύντομος τοῦ Τρισμεγίστου Ἑρμοῦ κατὰ μαθηματικῆς ἐπιστήμης καὶ φυσικῆς ἀπορροίας τῶν ἄστρων ἐκδοθεῖσα πρὸς τὸν μαθητὴν αὐτοῦ Ἀσκληπιόν.

Κριοῦ ἐλελίσφακος, Ταύρου περιστερεὼν ὀρθός, Διδύμων περιστερεὼν ὕπτιος, Καρκίνου σύμφυτον, Λέοντος κυκλάμινον, Παρθένου καλαμίνθη, Ζυγοῦ σκορπίουρος, Σκορπίου ἀρτεμισία, Τοξότου ἀναγαλλὶς πυρρὰ καὶ κυανή, Αἰγοκέρωτος λάπαθον, Ὑδροχόου δρακόντιον, Ἰχθύων βοτάνη ἀριστολοχία. ταύτας τὰς βοτάνας δεῖ συλλέγειν καὶ χυλοποιεῖν, ὅταν ὑπάρχῃ ὁ Ἥλιος εἰς τὸν Κριόν, ἀλλὰ δὴ καὶ ὅταν ὑπάρχῃ εἰς ἓν ἕκαστον ζῴδιον τοῦ καθʼ ἑνὸς βοτάνου, ὑπάρχῃ δὲ καὶ ἡ Σελήνη εἰς τρίγωνον τοῦ Ἡλίου ἢ εἰς τὸν ὡροσκόπον· ἔστω δὲ καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα τοῦ οἰκοδεσπότου τοῦ ζῳδίου· καὶ οὕτως εὐδοκιμήσεις, καθῶς ὁ διδάσκαλος λέγει κατὰ κοσμικὴν καὶ φυσικὴν ἀποτέλεσιν.

Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ ἱερῶν βοτανῶν καὶ χυλώσεως

Μακαρίας παρὰ θεῶν τιμῆς Ἑρμῆς τετυχηκώς, προβαίνοντος τοῦ χρόνου καὶ γνωσθέντων τῶν σῶν ἐπιτευγμάτων πλέον ἄνθρωποι θρησκεύσουσί σε· ἐπερώτα τοίνυν περὶ ὧν θέλεις· ἀσμένως γὰρ πάντα παρέξω σοι.

ταῦτα γὰρ πρὸς αὐτὸν ἔφη ὁ θεός.

ἐγὼ δὲ μόλις μὲν ἤκουσα· κατεπεπλήγμην γὰρ καὶ ἐπεπληρώμην τὸν νοῦν εἰς τὴν τοῦ θεοῦ βλέπων μορφήν· ὅμως γοῦν ἐπυθόμην, διʼ ἣν ἐπανιέντες ταῖς τοῦ Νεχεψὼ δυνάμεσιν ἠστόχησα. πρὸς ἃ εἶπεν ὁ θεός· βασιλεὺς δʼ ἦν ὁ Νεχεψώ, ἀνὴρ σωφρονέστατος καὶ πάσῃ κεκοσμημένος ἀρετῇ· καὶ παρὰ μὲν θείας φωνῆς ἅπαντα μαθεῖν ἠστόχησε, φύσει δὲ χρησάμενος ἀγαθῇ συμπαθείας λίθων καὶ βοτανῶν ἐπενόησε, τοὺς καιροὺς καὶ τοὺς τόπους, ἐν οἷς τὰς βοτάνας ἐπέγνω ἀναλαμβάνειν. ὁρᾷς γὰρ ὡς πάντα τῇ τῶν ἀστέρων ἀπορροίᾳ αὔξεται καὶ μειοῦται. τὸ δὲ οἰκεῖον ἐκείνων πνεῦμα λεπτομερέστατον ὑπάρχον διὰ πάσης οὐσίας διήκει καὶ μάλιστα κατʼ ἐκείνους τοὺς τόπους, καθʼ οὓς τὸ τῶν ἀστέρων ἐπὶ τῆς κοσμικῆς καταβολῆς ἔγγειον περιέτυχε μέρος. τεκμήριον δὲ τοῦτο πρὸς πίστιν τῶν λοιπῶν παραστήσω σοι.

Βοτάνη ἔστιν τὸ λεγόμενον κώνειον. αὕτη ἐκ τῆς τοῦ Ἄρεος ἀπορροίας δοκεῖ γεγενῆσθαι· ἔτυχε δὲ ἐπὶ τῆς κοσμικῆς καταβολῆς ἐν Σκορπίῳ βάλλων ἀκτῖνα ὁ Ἄρης· ἔβαλε γοῦν τὸ κώνειον ἐν τοῖς τῆς Ἰταλίας μέρεσιν· Σκορπίῳ γὰρ ὑποκεῖσθαι τὸ τῆς Ἰταλίας ἔτυχε κλίμα. αὕτη οὖν ἡ βοτάνη περισσότερόν τι τῆς θείας ἀπορροίας ἔχει· ἑλκυσθεῖσα γὰρ ἐάντε ὑπὸ τετραπόδου ἐάντε ὑπʼ ἀνθρώπου βρωθῇ, παραχρῆμα θανατοῖ. τινὲς δὲ καὶ κατὰ τὴν πνοὴν τῆς βοτάνης ἐν ταῖς ἐρημίαις παρʼ αὐτὴν κλιθέντες καὶ κοιμηθέντες ἐν τῷ ῥινουλκεῖν ἐν ταῖς ἀναπνοαῖς τὴν ἀπʼ αὐτῆς ἐνέργειαν ἐτελεύτησαν. καὶ ἡ Κρήτη δὲ ὑπὸ τὸ τοῦ Τοξότου κεῖται κλίμα. παρέτυχε δὲ ἐκεῖ ὁ Ζεὺς ἐπὶ τῆς κοσμικῆς καταβολῆς εἰς Κρήτην τὴν ἀκτῖνα βάλλων. ταύτην οὖν τὴν βοτάνην τὸ κώνειον ἐσθίουσιν οἱ ἄνθρωποι ὑπάρχουσαν παντὸς ἡδίω λαχάνου. οὕτως αἱ τῶν θεῶν ἀπόρροιαι παρὰ τοὺς τόπους καὶ τοὺς καιροὺς βλάπτειν καὶ ὠφελεῖν δύνανται.

Πρόδηλον οὖν ὅτι πάντων τῶν ἀστέρων βασιλεύς ἐστιν ὁ Ἥλιος· οὗτος δὲ ἐν τῷ Κριῷ γενόμενος ὑψοῦται καὶ τὴν μεγίστην δύναμιν ἐν τούτῳ λαμβάνει τῷ ζῳδίῳ τῷ Κριῷ. αἱ οὖν βοτάναι τότε δυναμικώταται, οὐ μόνον διὰ τὸν Ἥλιον, ἀλλʼ ὅτι καὶ τὸ ζῴδιον πᾶσι τοῖς θεοῖς ἐν πλείοσιν ἐπικοινωνεῖ. Ἡλίου μὲν γάρ, ὡς προεῖπον, Κριός ἐστιν ὕψωμα, Κρόνου δὲ ταπείνωμα, Ἄρεως δὲ οἶκος, Διὸς δὲ τρίγωνον. τοσαύτας γοῦν ἔχει δυνάμεις τὸ προειρημένον ζῴδιον. ἐν τούτῳ οὖν ὄντος τοῦ Ἡλίου τὰς ῥηθησομένας λαμβάνων βοτάνας χύλιζε, μὴ ἑψῶν δέ· ὑπὸ γὰρ τοῦ πυρὸς ἀλλοιοῦνται. Κόπτε δὲ καὶ τὸν χυλὸν ἔκθλιβε καὶ εἰς ἕκαστον χυλοῦ ξέστην βάλλε μέλιτος κύαθον ἐναγγʼ ἥν· παρέχει γὰρ εὔχροιάν τε τοῖς χυλοῖς καὶ διαμονὴν αὐτοῖς, ἐφʼ ὅσους ἐνιαυτοὺς βούλει φυλάττειν. τοῦτο δὲ ποιήσας βάλε εἰς ἀγγεῖον ὑέλινον καὶ θὲς ἐπὶ ἡμέρας ξʹ. καὶ οὕτως εἰς τὴν ὀφειλομένην χρείαν ἔρχου πρὸ αὐτῆς. μετὰ δὲ ταῦτα σκευάζεται ἑκάστη δύναμις οὕτως.

Σκορπίου βοτάνη ἀρτεμισία

Ταύτης ὁ χυλὸς λαμβανόμενος ἐν πανσελήνῳ ὄντος ἐν Κριῷ τοῦ ἡλίου μεγίστας ἐνεργείας ἔχει· τριταίζοντας γὰρ καὶ τεταρταίζοντας ἀπολύει, ἐὰν ἴσον ἴσῳ μετὰ ῥοδίνου ἀλείψῃς· σκευάζεται δὲ καὶ διʼ αὐτοῦ πρὸς τοὺς σεληνιαζομένους τοιόνδε· ὑοσκυάμου δρ. ϛʹ, ἴρεως Ἰλλυρικῆς δρ. ιδʹ, κολοφωνίας δρ. θʹ, λαθυρίδων δρ. βʹ. ταῦτα λεῖα ποιήσας ἀναλάμβανε τῷ χυλῷ καὶ πλάσας τροχίσκους ἀνὰ δρ. αʹ ἀπόθου· ὅταν δὲ θέλῃς δοῦναι διεὶς ἕνα ἐν κυάθῳ γάλακτος ὀνείου σύγχριε καθάπερ καὶ τοὺς τεταρταίζοντας. γίνεται δὲ καὶ ἄκοπον πρὸς νευρικὰς καὶ ὑστερικὰς διαθέσεις ἐνεργέστατον τὸν τρόπον τοῦτον· κηροῦ δρ. βʹ, στέατος χηνείου δρ. ιβʹ, μυελοῦ ἐλαφείου δρ. κʹ, χαλβάνης δρ. ιϛʹ, κροκομάγματος δρ. ιβʹ, ἴρεως Ἰλλυρικῆς δρ. ιϛʹ, ἰρίνου δρ. κʹ, ἐλαίου παλαιοῦ δρ. κδʹ, τοῦ χυλοῦ κυάθους ϛʹ. ταῦτα λεῖα ποιήσας καὶ συμμίξας ἕψε, ἕως γένηται γλοιοῦ πάχος καὶ χρῶ. ποιεῖ δὲ καλῶς καὶ πρὸς τὰ ἀναισθητοῦντα μέρη τοῦ σώματος. σκευάζεται δὲ καὶ μάλαγμα ἐκ τῆς ῥίζης πρός τε τὰς συνδρομὰς καὶ ἀναισθησίας τῶν νεύρων καὶ τῶν ἄρθρων καὶ τὰς παραλύσεις οὕτως· κηροῦ δρ. ρκʹ, ῥητίνης τερεβινθίνης δρ. κʹ, ξυλοβαλσάμου δρ. ιβʹ, Ἀμμωνιακοῦ θυμιάματος δρ. ιϛʹ, χαλβάνης δρ. ιδʹ, τῆς βοτάνης τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. βʹ, κεδρίας δρ. λβʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. καὶ ὅταν ἑψηθῇ ἡ βοτάνη καὶ συγκαθίσῃ γυνὴ πνιγμοὺς ἔχουσα τῆς ὑστέρας ἢ καρκινώματα θεραπευθήσεται.

Ἰχθύων βοτάνη ἀριστολοχία

Ταύτης δὲ διττὸν τὸ εἶδος· ἡ μὲν γάρ ἐστι θήλεια, ἡ δὲ ἄρρην, δυνάμεσι δὲ κεκόσμηνται διαφόροις. ἀρξόμεθα δὲ πρῶτον ἀπὸ τῆς θηλείας. αὕτη φέρει καρπὸν ἐμφερῆ μήλοις· ἧς ὁ χυλὸς λαμβάνεται καὶ σκευάζεται ὑγρὰ πρός τε τοὺς ὑποκεχυμένους καὶ γεγλαυκωμένους ὀφθαλμούς· καδμείας βοτρυίτιδος κεκαυμένης καὶ πεπλυμένης οἴνῳ φαλερικῷ δρ. ηʹ, χαλκοῦ κεκαυμένου δρ. δʹ, στίμμεως δρ. ϛʹ, πεπέρεως λευκοῦ δρ. βʹ, μέλιτος Ἀττικοῦ δρ. δʹ, λυκίου Ἰνδικοῦ δρ. αʹ. ταῦτα λεαίνων ἔγχει τῷ χυλῷ, ὥστε γενέσθαι γλοιοῦ πάχος καὶ χρῶ. αὕτη γὰρ ἡ δύναμις λίαν ἀπεγνωσμένα πάθη ἰᾶται· γίνεται δὲ περίχριστος ἐκ τοῦ αὐτοῦ χυλοῦ, ἥτις ἰᾶται ἀλωπεκίας λευκάς, ἀλφοὺς λευκούς, λέπραν, ψώραν ἄλλα τε πάντα τὰ δοκοῦντα εἶναι ἀθεράπευτα. σκευάζεται δὲ οὕτως· θείου ἀπύρου δρ. μʹ, ἀφρονίτρου δρ. κʹ, σανδαράχης δρ. ιβʹ, λυκίου Ἰνδικοῦ δρ. ιβʹ, ἀρσενικίου δρ. ιβʹ. ταῦτα λεαίνων παρέγχει τῷ χυλῷ, ὡς γενέσθαι γλοιοῦ πάχος· ὅταν δὲ θεραπεύῃς, προνιτρώσας χρῶ ἤτοι κατάχριε. ἐκ δὲ τοῦ χυλοῦ τῶν φύλλων σκευάζεται περίχρισμα τοῦ προσώπου λαμπρότητα καὶ λειότητα ποιοῦν· φακοὺς ἀναιρεῖ καὶ ἀλφοὺς μέλανας. σκευάζεται δὲ οὕτως· ἐλλεβόρου λευκοῦ δρ. αʹ ϛʹʹ, τῆς Χίας δρ. κδʹ, ἴρεως Ἰλλυρικῆς κεκομμένης καὶ σεσημένης δρ. ζʹ. εἶτα παρέγχει τῷ χυλῷ, ὥστε γενέσθαι γλοιοῦ πάχος καὶ χρῶ. διὰ δὲ τῆς ῥίζης σκευάζεται κολλούρια πρὸς πυρώματα καὶ βόθρια καὶ τὰ ῥυπαρὰ ἐν τοῖς ὀφθαλμοῖς· αὕτη δὲ αὐτὰ ἀνακαθαίρει καὶ κατουλοῖ καὶ ἀναπληροῖ· καδμείας βοτρυίτιδος δρ. ηʹ, μάννης Λιβάνου δρ. ηʹ, κρόκου δρ. εʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. κδʹ, κόμμεως δρ. ιβʹ· ἀντὶ ὕδατος οἴνῳ Ἀμιναίῳ ἀναλαμβάνων χρῶ. σκευάζεται δὲ ἔμπλαστρος πρὸς τὰ ῥυπαρὰ καὶ παλαιὰ ἕλκη καὶ δυσκατούλωτα καὶ ὅσα κατʼ ἐπιρρευματισμὸν ἰχώρων δριμέων, ὅταν κατουλωθῇ, καὶ πάλιν ἀναξύεται· κηροῦ δρ. ρκʹ, ῥητίνης τερεβινθίνης δρ. βʹ, μάννης Λιβάνου δρ. μʹ, ἰοῦ ξυστοῦ δρ. ζʹ, τῆς ῥίζης δρ. πʹ, ἐλαίου παλαιοῦ δρ. ξʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. αὕτη ἡ ἔμπλαστρος ἐνιεμένη μετὰ ῥοδίνου καὶ μέλιτος τὰ ἐν ῥώθωσιν ἕλκη καὶ ἐν στόματι θεραπεύει καὶ ἐν ὠτίοις. ποιεῖ δὲ καὶ πρὸς τὰς ἐν αἰδοίοις καὶ δακτυλίοις διαθέσεις. τοῖς δὲ ἀστραγαλωτοῖς ἐκ μὲν τοῦ χυλοῦ πρὸς τὰς ἐν θώρακι γινομένας διαθέσεις, οἷς ἔμπυον καὶ φλέγμα δυσῶδες φέρεται· ἀνακαθαίρει γὰρ αὐτὰ καὶ κατουλοῖ. κρόκου δρ. ιδʹ, κασσίας σύριγγος δρ. κʹ, βδελλίου δρ. δʹ, παρʼ ἐνίοις βʹ, ὀρόβων πεφρυγμένων καὶ σεσημένων δρ. ηʹ, ἀμυγδάλων πικρῶν κεκαθαρμένων δρ. ηʹ. ταῦτα λεῖα ποιήσας παρέγχει τοῦ χυλοῦ τὰ ἐνδεχόμενα καὶ ποίει τροχίσκους ἄγοντας ἀνὰ δρ. αʹ· δίδου δὲ ἕνα πρωὶ καὶ ἕνα εἰς κοίτην. διὰ δὲ τοῦ χυλοῦ τῶν μήλων τῆς βοτάνης σκευάζεται τροχίσκος πρὸς λιθιῶντας καὶ πρὸς φλεγμονὴν κύστεως καὶ ψωρίασιν· καὶ ὅσοις ἡ οὐρήθρα ἥλκωται, ὥστε μετὰ πόνου καὶ κατʼ ὀλίγον οὐρεῖν, καλῶς ποιεῖ· καὶ τρυγώδη ἢ πυώδη φέρεται τὰ οὖρα· πετροσελίνου πηγάνου, δαύκου σπέρμα ἀνὰ δρ. δʹ, κόστου δρ. ηʹ, πεπέρεως μακροῦ δρ. βʹ. λεῖα ποιήσας βάλλε μέλιτος Ἀττικοῦ καὶ τοῦ χυλοῦ τὸ αὔταρκες καὶ πλάσας τροχίσκους ἄγοντας ἀνὰ δρ. βʹ· δίδου ἕνα ἐν οἴνου λευκοῦ κυάθοις γʹ. τοῦτο τοὺς λίθους διαλύει καὶ ἐξωθεῖ καὶ τὰς σαρκώσεις ἀνακαθαίρει καὶ κατουλοῖ, ὅσα δυσούλωτα, ἐν ἡμέραις τρισίν, παρʼ ἐνίοις δὲ ἐννέα. ἐκ δὲ τῆς ῥίζης σκευάζεται μάλαγμα πρὸς χοιράδας καὶ ἀθερώματα καὶ στεατώματα καὶ εἰς ἀποστήματα καὶ πρὸς πάντα τὰ δυσδιάλυτα. κηροῦ δρ. ρʹ, ῥητίνης τερεβινθίνης δρ. μʹ, Ἀμμωνιακοῦ θυμιάματος δρ. ιβʹ, κεδρίας δρ. ξʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. πʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. αὕτη ἡ δύναμις τὰ σκληρὰ διαχέει, τὰ δὲ συνεστραμμένα ῥήσσει· ὅταν δὲ συρρήξῃ, χρῶ τῇ ἐκ τῆς κληματίτιδος ἀνιεμένῃ· καθαίρει γὰρ καὶ οὐλοῖ.

Βοτάνη Διὸς εὐπατόριον λεγομένη, κατὰ δέ τινας πενταδάκτυλος

Ταύτης ὁ μὲν χυλὸς ποιεῖ ληθαργικοῖς· εἰς καταπότιον σκευάζεται δὲ οὕτως· στάχυος δρ. βʹ, κασσίας συρίγγος δρ. δʹ, ὀποπάνακος δρ. βʹ, λυγιστικοῦ δρ. κʹ, μελανθίου δρ. δʹ. ταῦτα ποιήσας λεῖα ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει καταπότια ἄγοντα ἡμίδραχμον καὶ δίδου μετὰ ὕδατος κυάθου αʹ. καὶ μετὰ ῥοδίνου σμιγνύμενος καὶ ἀλειφόμενος ὠφελεῖ. σκευάζεται δὲ καὶ διὰ τῆς ῥίζης τροχίσκος πρὸς διαρροϊκοὺς καὶ λυεντερικοὺς καὶ εἰς πᾶσαν κοιλιακὴν διάθεσιν οὕτως· μύρτων λευκῶν δρ. ιβʹ, ῥοῦ Συριακοῦ δρ. κδʹ, σιδίων ῥοᾶς κεκομμένων καὶ σεσημένων δρ. κδʹ, τῆς ῥίζης τῆς βοτάνης δρ. κʹ. ταῦτα λεῖα ποιήσας ἀναλάμβανε αὐστηροτάτῳ οἴνῳ καὶ ποίει τροχίσκους ἄγοντας ἀνὰ δρ. μίαν καὶ τοῖς μὲν πυρέσσουσι δίδου αʹ τροχίσκον ἐνιεὶς ὕδατι, τοῖς δὲ ἀπυρέτοις ἐν οἴνῳ· ἵστησι γὰρ τὰ ῥεύματα τῆς κοιλίας παραχρῆμα. πλεῖον δὲ τοῦ ἑνὸς τροχίσκου μὴ δίδου, ἐπεὶ μέλλεις ζητεῖν πάλιν πῶς χαλάσεις τὴν κοιλίαν. γίνεται δὲ καὶ διὰ τῆς ῥίζης κολλούριον πρὸς λευκώματα καὶ πτερύγια καὶ ὀνύχια καὶ τὰ τούτοις παραπλήσια τὸν τρόπον τοῦτον· λίθου αἱματίτου πεπληγμένου δρ. ηʹ, καδμείας κεκαυμένης δρ. δʹ, μολίβδου πεπληγμένου καὶ κεκαυμένου δρ. γʹ, κρόκου δρ. θʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. κδʹ, σμύρνης δραχμὰς δʹ, κόμμεως δρ. ηʹ. ταῦτα σκεύαζε ἐν οἴνῳ αὐστηρῷ καὶ χρῶ. ἐπιχριόμενον δὲ αἴρει ὑπώπια καὶ πᾶν πελιδνὸν καὶ λειχῆνας καὶ τὰς γενομένας οὐλὰς λευκαίνει.

Ἄρεως βοτάνη πευδέκανος

Ταύτης ὁ χυλὸς ἐνεργεῖ πρὸς τὰ τῶν ἰοβόλων θηρίων δήγματα σκευαζομένου ἀκόπου τὸν τρόπον τοῦτον· μυελοῦ ἐλαφείου δρ. μʹ, σαμψύχου δρ. ιβʹ, κυπήρεως δρ. μʹ, χαλβάνης δρ. κδʹ, ῥητίνης τερεβινθίνης δρ. μʹ, ἐλαίου παλαιοῦ δρ. ιηʹ, τοῦ χυλοῦ τῆς βοτάνης δρ. ξʹ. ταῦτα λεῖα ποιήσας ἕψε, ὡς λάβῃ γλοιοῦ πάχος, καὶ ἀπόθου. ὁ οὖν προαλειψάμενος οὐ μὴ δηχθήσεταί ποτε. γίνεται δὲ καὶ καταπότιον διὰ τοῦ χυλοῦ πρὸς τοὺς δεδηγμένους ὑπὸ τῶν προγεγραμμένων ἑρπετῶν οὕτως· ἀμώμου δρ. δʹ, σμύρνης δρ. δρ. δʹ, ξυλοκινναμώμου δρ. ϛʹ, καρδάμου σπέρματος δρ. ιϛʹ, μέλιτος Ἀττικοῦ δρ. ιζʹ. ταῦτα ἀναλάμβανε τῷ χυλῷ καὶ λεῖα ποιήσας ἀνάπλασε καταπότια ἄγοντα ἀνὰ δρ. μίαν καὶ δίδου αʹ ἐνιεὶς ἐν κυάθοις τέτρασιν οἴνου μέλανος καὶ ἀνάγκαζε τρέχειν. ἐκ δὲ τῆς ῥίζης σκευάζεται τροχίσκος πρὸς ἰκτερικούς—θεραπεύει δὲ καὶ ὑδρωπικοὺς—οὕτως· λίθου χελωνίτου κεκαυμένου καὶ πεπληγμένου δρ. ηʹ, σιλφίου δρ. ιβʹ, λίθου αἱματίτου δρ. δʹ, μέλιτος πικροῦ δρ. ηʹ, τῆς ῥίζης δρ. ζʹ ἢ βʹ, ὡς ἔνιοι. ταῦτα λεῖα ποιήσας ἀναλάμβανε οἴνῳ τεθαλασσομένῳ καὶ πλάσας τροχίσκους ἄγοντας ἀνὰ δρ. αʹ δίδου αʹ τοῖς μὲν ἀπυρέτοις σὺν οἴνου τεθαλασσωμένου κυάθοις γʹ, τοῖς δὲ πυρέσσουσιν ἐν ὕδατι. κατασκευάζεται δὲ καὶ ἔμπλαστρος πρὸς ταῦτα καὶ διακοπὰς νεύρων καὶ τριήμερον παρακολλᾷ οὕτως· κηροῦ δρ. ηʹ, σαρκοκόλλης δρ. ιϛʹ, ῥητίνης ξηρᾶς δρ. μʹ, λιβάνου ἄρρενος δρ. ιβʹ, στέατος ταυρείου δρ. κδʹ, καστορίου δρ. κʹ, τῆς ῥίζης τῆς βοτάνης δρ. ηʹ, ἐλαίου κικίνου δρ. θʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ.

Ἀφροδίτης βοτάνη πανάκεια ὑπὸ δέ τινων πλοκαμὶς λέγεται, ὑπὸ δὲ ἐνίων καλλίτριχον, λέγεται δὲ καὶ ἡράκλειον.

Ταύτης ὁ χυλὸς ἱκανὰς καὶ μεγίστας ἔχει δυνάμεις, οὐκ ἐλάττονας δὲ καὶ ἡ ῥίζα· τῷ γὰρ χυλῷ αὐτῆς μετὰ ῥοδίνου ὃς ἂν χρίσῃ τὴν ὄψιν, ἐπικαλεσάμενος τὴν θφϡλϛϙψ τοῦ δοῦναι αὐτῷ χάριν, ἡδέως θεωρηθήσεται ὑπὸ πάντων ἀνθρώπων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, μάλιστα δὲ ὑπʼ ἐκείνων, οὓς ἂν ἐπιχριόμενος ὀνόματι εἴπῃ· εἰ δέ τις ἀλείψεται τὰς κόμας μετὰ μύρου τοῦ λεγομένου νάρδου, μέλαιναι λίαν διαμενοῦσι αἱ τρίχες αὐτοῦ εἰς πάντα χρόνον· οὐ μὴν ἀλλὰ καὶ πυκνότεραι καὶ αὐξητικώτεραι γίνονται. σκευάζεται δὲ καὶ ἔμπλαστρος τὰ ὑγρὰ ἢ τὰ λευκώματα ἐπὶ τῶν ὀφθαλμῶν μελαίνουσα, ὁμοίως δὲ καὶ τοὺς γλαυκοφθάλμους ποιοῦσα μελανοφθάλμους οὕτως· ἀκακίας μελαίνης δρ. βʹ, μίσεως δρ. δʹ, χαλκάνθου δρ. αʹ, χάλκου κεκαυμένου δρ. αʹ, κρόκου δρ. αʹ. ταῦτα λεῖα ποιήσας ἔμβαλε τῷ χυλῷ, ὥστε γενέσθαι μέλιτος πάχος, καὶ χρῶ. τοῦτο ἐν τῇ ὑστέρᾳ τὰς διαθέσεις πάσας θεραπεύει. αὕτη μὲν ἡ διὰ τοῦ χυλοῦ χρῆσις. σκευάζεται δὲ διὰ τῆς ῥίζης τροχίσκος, ὃν ἐάν τις προπιὼν πότιμον δηλητήριον ἢ φάρμακον ᾖ εἰληφώς, οὐ μὴ κακὸν πάθῃ· ἀλλὰ καὶ μετὰ τὸ φαρμακευθῆναι ἐάν τις εὐθέως πίῃ τὸν τροχίσκον, ἀπαλλαγήσεται. σμύρνης δρ. ηʹ, ἀλόης δρ. δʹ, κορίου σπέρματος δρ. ιβʹ, κρόκου δρ. ηʹ, ἀνίσου σπέρματος δρ. ιβʹ, ὀποπάνακος δρ. ηʹ, μέλιτος Ἀττικοῦ δρ. κʹ, τῆς ῥίζης τῆς βοτάνης λεπτοποιηθείσης δρ. ηʹ. ταῦτα λεάνας ἐπιμελῶς ἀναλάμβανε οἴνῳ τεθαλασσωμένῳ καὶ ποίει τροχίσκους ἄγοντας ἀνὰ δρ. αʹ καὶ τοῖς μὲν μήπω πεφαρμακευμένοις δίδου ἕνα σὺν οἴνου κυάθοις βʹ, τοῖς δὲ πεφαρμακευμένοις δύο ἐν οἴνου κυάθοις τέτταρσιν. σκευάζεται δὲ καὶ ἔμπλαστρος πρὸς τὰ ἐν τῇ κεφαλῇ γινόμενα τραύματα, ὥστε τριχοφυεῖν· καδμίας κεκαυμένης καὶ πεπληγμένης δρ. ιβʹ, λιθαργύρου δρ. κʹ, μάννης Λιβάνου δρ. ιβʹ, στέατος ταυρείου δρ. κʹ, κηροῦ δρ. ξʹ, ῥητίνης ξηρᾶς καὶ ὑγρᾶς δρ. ξʹ, ἰοῦ χαλκοῦ δρ. ηʹ, ἐλαίου παλαιοῦ δρ. οʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. ρʹ. τὰ ξηρὰ μὲν τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. γίνεται καὶ ἐπίχρισμα ταῖς γυναιξὶ τοῦ προσώπου, ὥστε ῥυτίδας μὴ εἶναι, λευκὸν δὲ καὶ τετανὸν τὸ πρόσωπον· αἴρει δὲ καὶ ἐξανθήματα πάντα. λυκίου Ἰνδικοῦ δρ. κʹ, τινὲς δὲ μέλι οὐκ ἔχουσιν, μέλιτος πικροῦ δρ. κʹ, ἐλλεβόρου λευκοῦ δρ. μʹ, μελιλώτου ποντικοῦ δρ. μʹ, τῆς ῥίζης τῆς βοτάνης κεκομμένης καὶ σεσημένης δρ. ξʹ, ὄξους δριμυτάτου ξέστην ἕνα. ταῦτα λεῖα ποιήσας ἕψε, ἕως γένηται γλοιοῦ πάχος· εἶτα χρῶ.

Ἑρμοῦ βοτάνη φλόμος

Ἡ αὐτὴ λέγεται καὶ Ἑρμοῦ ῥάβδος ἀγαθή. σκευάζεται δὲ διὰ τοῦ χυλοῦ αὐτῆς ἄκοπον, ᾧ ἐάν τις ἀλείψηται εἰς ὁδηπορίαν πορευόμενος ἢ ἄλλην ἐργασίαν κοπηρὰν μετερχόμενος οὐ κοπωθήσεται. ποιεῖ δὲ καὶ τοῖς δρομεῦσι καὶ πᾶσι τοῖς ἀγωνιζομένοις εὐκίνητα καὶ ἰσχυρὰ τὰ μέλη τοῦ σώματος. ἐὰν δὲ καὶ κεκοπωμένος ἀλείψηταί τις, πέπαυται τοῦ κόπου. Σαμψύχου δρ. ιβʹ, μυελοῦ ἐλαφείου δρ. μʹ, ῥητίνης τερεβινθίνης δρ. μʹ, ἐλαίου παλαιοῦ δρ. ξʹ, τοῦ χυλοῦ τῆς βοτάνης ξέστην ἕνα, χαλβάνης δρ. ηʹ, κηροῦ δρ. ξʹ. ἕψε, ἕως ἂν γένηται γλοιοῦ πάχος, καὶ χρῶ. τούτου τοῦ χυλοῦ ἐὰν νῆστις ῥοφήσῃ τις καὶ τὸν αελˈν ἐπικαλέσηται τὸν εϡξβˈν ἑτοιμότατος γίνεται ἐν τῷ λαλεῖν καὶ πιστικώτατος. διὰ δὲ τῆς ῥίζης ἔμπλαστρος σκευάζεται, ἥτις βέλη καὶ σκολόπας καὶ τὰ δυσκόμιστα τῶν ὀστέων ἐπισπᾶται· γίνεται δὲ τὸν τρόπον τοῦτον· κηροῦ δρ. πʹ, ῥητίνης τερεβινθίνης δρ. μʹ, χαλβάνης δρ. κʹ, ἐλαίου ὀμφακίνου δρ. μʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. πʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ.

Ἔχεις ἐν βραχεῖ συντάγματι παραδεδομένην σοι πᾶσαν θεραπείαν παντὸς πάθους. ἐν σοὶ οὖν τὸ λειπόμενόν ἐστιν κατασκευάζειν τε τὰ προγεγραμμένα καὶ τὸν ἐξ ἐμοῦ λόγον φυλάξασθαι, ὥστε ἀνθρώπῳ μηδενὶ ἀμαθεῖ παραδιδόναι τὴν γραφὴν ταύτην. ἐλθοῦσα γὰρ εἰς πλειόνων χεῖρας αὕτη ἡ βίβλος τὸ φιλόλογον καὶ θαυμαστὸν τῆς καθόλου ἰατρικῆς ἐπιστήμης ἐπίτευγμα περικόψει. οὐκέτι γὰρ οὔτε διαφόρους αἱρέσεις ἰατρικῆς ἀσκήσουσιν ἄνθρωποι οὔτε μὴν τὰ τῶν ἀρχαίων ἰατρῶν συντάγματα ποθήσουσιν μετιέναι, ἀλλʼ ἀμεληθήσεται τῶν τοσούτων ἀνδρῶν καὶ τηλικούτων ὁ κόπος διὰ τὸ πολὺ τῆς ἀπὸ τοῦ παρόντος συντάγματος εὐχερείας ὡς εἴρηται παντὸς σωματικοῦ πάθους θεραπευθήσεσθαι δυναμένου. παραινῶ δέ σοι ἐν ἀπορρήτοις ἔχειν τὴν γραφὴν ταύτην· ἔπειτα σύνταγμα ὡς πλεῖστα καὶ κάλλιστα πάσης αἱρέσεως καταβάλλεσθαι, ἴνα τὸ φιλόλογον τῆς σεπτῆς ἐπιστήμης πλεονάσῃ μᾶλλον. βοτάναι δὲ εἰς τὰς προγεγραμμένας χρείας χρήσιμοι αἱ ἀπὸ Αἰγύπτου καὶ Ἀραβίας καὶ Συρίας καὶ Ἀσίας, ἔτι δὲ καὶ Ἰταλίας· τὰ κλίματα γὰρ ταῦτα θερμότατα τῶν λοιπῶν ἔοικεν εἶναι. οὐδὲν γὰρ τῶν ἐπὶ τῆς γῆς δίχα παρεισδύσεως πνεύματος δυνατόν ἐστιν αὔξεσθαι. ἐν μὲν οὖν τοῖς ψυχροτέροις τῶν κλιμάτων πυκνουμένων τῶν ἐν ταῖς βοτάναις πόρων καὶ τούτων διὰ τὴν παχύτητα παρείσδυσιν ἔχειν ἱκανὴν μὴ δυναμένων ἐλαττοῦσθαι αἱ βοτάναι ταῖς δυνάμεσι καθίστανται, ἐν δὲ τοῖς προειρημένοις κλίμασι διὰ τὴν ἀραιότητα περισσότερον εἰς ἑαυτὰς ἕλκουσι τὸν ζωτικὸν ἀέρα, ὥστε τὴν δύναμιν ἔχειν δραστικωτέραν. οἴομαι δέ σου τὴν ψυχὴν τεθηπέναι δοκοῦντα ἀτελῆ μὴ παρεμφαίνειν τὰ τῆς ἐπιστήμης ἐνεργήματα.