eul_wid: tem-aa

Scholia-Hermogenes's Book-Issues
Σχόλια εἰς τὸ Ἑρμογένους περὶ στάσεων

Syrianus, Sopater, and Marcellinus Scholia Hermogenes's Book Issues PDF

The Scholia on Hermogenes's On Issues is a Byzantine compilation of explanatory notes on the influential 2nd-century CE rhetorical treatise On Issues by Hermogenes of Tarsus. Assembled under the names of the Neoplatonist philosopher Syrianus and the rhetoricians Sopater and Marcellinus, this collection of 655 passages constitutes a comprehensive, lemma-by-lemma commentary designed for pedagogical use. The scholia provide detailed exegesis of Hermogenes's stasis theory, a systematic method for classifying the central point of contention in judicial disputes. They clarify technical rhetorical terminology, offer textual criticism discussing variant readings, and, particularly in the portions attributed to Syrianus, integrate rhetorical theory with Neoplatonic philosophical principles. The work is preserved in numerous Byzantine manuscripts, originally transmitted as marginal and interlinear notes alongside Hermogenes's text that were later copied independently, attesting to their standard use in rhetorical education. This compilation was instrumental in cementing the authority of Hermogenes in Byzantine rhetoric, serving as the primary vehicle for teaching his theories for centuries. Its influence on later scholars ensured the survival and transmission of classical rhetorical theory into the Renaissance.

4.39.(1t) ΣΥΡΙΑΝΟΥ ΚΑΙ ΣΩΠΑΤΡΟΥ ΚΑΙ ΜΑΡΚΕΛΛΙΝΟΥ ΕΙΣ ΣΤΑΣΕΙΣ ΤΟΥ ΕΡΜΟΓΕΝΟΥΣ Πολλῶν ὄντων καὶ μεγάλων, ἃ τὴν ῥητορικὴν συνίστησι καὶ τέχνην ποιεῖ, καταληφθέντα τε ἐξ ἀρχῆς δηλαδὴ καὶ συγγυμνασθέντα τῷ χρόνῳ σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ κἀν ταῖς βουλαῖς, κἀν τοῖς δικαστηρίοις, καὶ πανταχοῦ, μέγιστον εἶναί μοι δοκεῖ τὸ περὶ τῆς διαιρέσεως αὐτῶν καὶ ἀποδείξεως. Συριανο ῦ. Τὴν περὶ τῶν στάσεων πραγματείαν, οἱ μὲν οὐδ’ ὅλως ἠξίωσαν τέχνην, ὥσπερ τινὲς καὶ τὴν ὅλην ῥητορικὴν τέχνην οὐ βούλονται, ἀλλ’ ἐμπειρίαν ἀπὸ τῆς τῶν μεταχειρισαμένων ἀπαιδευσίας ὡρμημένοι· οἷον Δημάδου τοῦ ἀπὸ τῆς κώπης ἀνίπτοις τὸ τοῦ λόγου χερσὶν ἐπὶ τὸ βῆμα πηδήσαντος, καὶ Ἡγήμονος καὶ Πυθέου καὶ Ἀριστογείτονος καὶ ἔτι τοῦ ἐπὶ τῶν χρόνων Εὐαγόρου τοῦ σοφιστοῦ Ἀθήνησιν ἐπεισφθαρέντος ἀλόγου σοφιστοῦ, ὃς καί τινα ὅμιλον μαθητῶν ἐπήγετο φλυαρίαν μὲν τὰς στάσεις ἀποκαλοῦντος, ἀξιοῦντος δὲ κατὰ τὴν συρφετὴν παροιμίαν τὸ λέγειν ἐκ τοῦ λέγειν πορίζεσθαι· καί τοι Πλάτωνος διαῤῥήδην βοῶντος ἐν μὲν Σωκράτους ἀπολογίᾳ, ῥήτορος μὲν γὰρ ἔργον τὸ τἀληθῆ λέγειν, δικαστῶν δέ γε σωφρόνων τὰ δίκαια κρίνειν, ἐν δὲ Γοργίᾳ, τὸν γὰρ μέλλοντα ὀρθῶς ῥητορικῶς ἔσεσθαι δίκαιον ἄρα δεῖ εἶναι, ἐπιστήμονα τῶν δικαίων· ἐν δὲ Φαίδρῳ, εἰ γάρ σοι ὑπάρχοι φύσει ῥητορικῷ εἶναι, ἔσῃ ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην καὶ μελέτην· ὅτου δ’ ἂν τούτων ἐλλίπῃς, ταύτῃ ἀτελὴς ἔσῃ· ἀλλὰ δὴ καὶ Διονυσίου τοῦ Ἁλικαρνασσέως τρία ταῦτα διατεινομένου τὴν ἀρίστην ἕξιν ἐν πολιτικοῖς λόγοις ἐμποιεῖν καὶ πάσῃ τέχνῃ τε καὶ ἐπιστήμῃ μάθησιν ἀκριβῆ, φύσιν δεξιὰν, ἄσκησιν ἐπίπονον· διὸ καὶ Δημοσθένης ἐν μὲν δικανικῷ καὶ συμβουλευτικῷ εὐδοκίμει, ἧττον δὲ τῷ πανηγυρικῷ, διὰ τὸ ἀτρεκὲς καὶ ἀμελέτητον· τοσούτων οὖν καὶ τοιούτων τέχνην ῥητορικὴν βεβαιούντων αὐτὸς οὗτος ὁ προειρημένος σοφιστὴς ἀλόγῳ τριβῇ ταύτην κατορθοῦν διετείνετο· ἓν γοῦν τοῦτο καλῶς ποιῶν, ὅτι τοῦ μηδενὸς ἄξιον ἑαυτὸν ἀπέφαινεν, εἴγε μηδὲ μίαν ἕξιν τὴν ἀπὸ τῆς τέχνης τοῖς ὁμιληταῖς ἱκανῶς ἦν ἐμποιῆσαι· τούτων οὖν οὐκ εἶναι τὸ παρὰ πάντας στάσεις τέχνην ἀποφαινομένων, ἑτέρων δὲ πάλιν ἐκ διαμέτρου τούτοις χωρούντων, καὶ τὴν πᾶσαν ῥητορικὴν ἐν ταῖς στάσεσι διϊσχυριζομένων σοφῶς καὶ ἐντέχνως ἑκατέραν ἀμετρίαν εὐθὺς ἀφ’ ἑστίας ἐπιῤῥαπίζων· τεχνικῆς τε θεωρίας ἔχεσθαι τὰς στάσεις ἀποδεικνύει καὶ πρὸς τὴν ῥητορικὴν τέχνην οὐ μόνας ἐξαρκεῖν· ὅτι μὲν γὰρ τεχνικῆς ἔχονται θεωρίας, δηλοῖ λέγων ὡς πολλῶν ὄντων καὶ μεγάλων, ἐξ ὧν ἡ ῥητορικὴ συνέστηκε τέχνη, μέγιστόν ἐστι τὸ κατὰ τὴν διαίρεσιν τῶν πολιτικῶν ζητημάτων· ὅτι δὲ οὐ πᾶσα ἐν τούτοις ἡ ῥητορικὴ, πρόδηλον ἐκ τοῦ πολλὰ εἶναι ἕτερα τὰ συνιστῶντα αὐτήν· ταύτῃ τοι καὶ ὡς τέχνην αὐτὴν οὐκ ἐμπειρίαν ὑποδεικνὺς τὸν τῆς τέχνης ὁρισμὸν συνῆψεν αὐτῆς τοῖς μέρεσιν· ὁρισμὸς γὰρ τέχνης οὗτος· σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ· διὰ μὲν τοῦ συνίστησι τὸ σύστημα δηλῶν, εἶτα ἐπειδὴ ἐνδέχεται καὶ σύστημα εἶναι καὶ ἐμπειρικόν· οὕτως γ’ οὖν παρ’ Αἰγυπτίοις ἰατρικὴν τὴν ἀρχὴν εὑρῆσθαί φασιν ἐκ τῶν κατὰ μέρος νοσούντων τε καὶ τὰς τῶν νόσων ἰάσεις ἀπογραφομένων· προστίθησι τὸ τέχνην ποιεῖ· τὸ γὰρ μετὰ λόγου καὶ αἰτίας σύστημα περὶ θεωρημάτων ἰατρικῶν ἢ ῥητορικῶν ἢ μουσικῶν τέχνης ἂν εἴη, ὡς καὶ Πλάτων ἐν Γοργίᾳ μαρτυρεῖ λέγων· ἐγὼ γὰρ τέχνην οὐ καλῶ ὃ ἂν εἴη ἄλογον πρᾶγμα· διὰ δὲ τοῦ καταληφθέντα τὴν κατάληψιν ἐναργῶς μηνύει· κατάληψις δὲ λόγος γνῶσιν ἀτρεκῆ μετ’ αἰτίας τῶν ὑποκειμένων περιέχων· ὥστε καὶ τοῦτο κατὰ Πλάτωνα τεχνικόν· εἰ γὰρ τὸ ἄλογον οὐ τέχνη, τὸ μετ’ αἰτίας τέχνη· τέχνη δὲ ἡ ῥητορικὴ τῷ τὰς αἰτίας εἰδέναι, καθ’ ἃς οἱ τοιοίδε λόγοι τοὺς τοιούσδε πείθουσιν ἀκροατάς· ἄλλως μὲν τοὺς πρὸς δόξαν ὁρῶντας, ἑτέρους τοὺς πρὸς κέρδος ἀποβλέποντας.
4.42 ἄλλως τοὺς ἀληθείᾳ καὶ δικαίῳ προσέχοντας εἰλικρινῶς· ἐμπειρία δέ ἐστι λόγος ἐκ πλειόνων ὁμοίων καταλήψεων τὴν γνῶσιν ποιούμενος· ἐξ ἀρχῆς δὲ, ἀφ’ οὗπερ τῶν ἀνθρώπων φύσις ὑπέστη, σύνδρομος γὰρ ἡ ῥητορικὴ τῷ λόγῳ τῶν ψυχῶν· καὶ πρὸ Νέστορός τε καὶ Παλαμήδους καὶ Φοίνικος καὶ Ὀδυσσέως καὶ πρὸ τῶν ἐν Ἰλίῳ ἤσκητο παρ’ ἀνθρώποις· ἡ γοῦν κατὰ Κάδμον καὶ Δαναὸν γραμματικὴ ἐπί τε τῶν Τρωϊκῶν ἠσκεῖτο, ὡς Δίκτυς ἐν ταῖς ἐφημερίσι φησὶ καὶ μέχρι τῶν Εὐκλείδου τοῦ ἄρξαντος μετὰ ταῦτα διέμεινε χρόνων, τοὺς δὲ ἀνωτέρω τούτων σὺν ἀρετῇ τὸ πρᾶγμα μεταδιώξαντας ἡ τοῦ κατακλυσμοῦ σὺν τοῖς ἄλλοις ἠφάνισε λήθη· εἰ γὰρ αἰώνιος ἐν ψυχῇ λόγος, πρόδηλον, ὅτι καὶ ἡ τοῦτον διευκρινοῦσα τέχνη καὶ τὴν ἀχλὺν αὐτοῦ καὶ τὴν ἀπαιδευσίαν κατὰ τὴν Ὁμηρικὴν Ἀθηνᾶν διακαθαίρουσα οὐ χθές τε καὶ πρώην, ὥς φασι, παρέδυ, οὐδὲ οἱ πρότεροι τοῦ θειοτάτου τῶν ἐν ἡμῖν κατημέλουν, φημὶ δὴ τοῦ λόγου, οὐχ οἱ ἐπὶ τοῦ Κρόνου ζῶντες καὶ τοῦ χρυσοῦ γένους ἐπάξιοι· εὔδηλον γὰρ, ὡς κἀκεῖνοι τά τε θεῖα διαφερόντως ἐτίμων, καὶ τούς γε ἀγαθοὺς δι’ ἐπαίνων ἦγον· καὶ τοὺς προπετείᾳ φύσεως πρὸς τὸ χεῖρον ὁρμῶντας ἐλοιδόρουν, ἅπερ ἴδια τοῦ πανηγυρικοῦ· ἔτι τοῖς ἀγνοοῦσι τὸ προσῆκον καὶ ὑπὸ νεότητος φλεγομένοις τὰ βέλτιστα συνεβούλευον τῶν μὲν ἀτόπων ἐξείργοντες, τῶν δὲ χρηστῶν ἔχεσθαι παρακαλοῦντες, δι’ ὧν τὸ συμβουλευτικὸν ἤσκητο παρ’ αὐτοῖς, ἀλλ’ οὐδὲ τοῦ δικανικοῦ κατημέλουν, ἀλλ’ ὡς θεῶν ἐρασταὶ δίκην τε καὶ τὸ δίκαιον ἐτίμων· καὶ τοῖς ὑπερβαίνειν ἐπιχειροῦσι τὰς τιμωρίας ἐπῆγον· τὸ δὲ δηλαδὴ σημαίνει, ὅτι ὥσπερ ἐπὶ τῶν ἄλλων πασῶν τεχνῶν ἀνάγκη πρότερον γίνεσθαι τὴν κατάληψιν, εἶθ’ οὕτως συνίστασθαι τὰς τέχνας, οὕτω κἀνταῦθα· τὸ δὲ συγγυμνασθέντα τῷ χρόνῳ δηλοῖ μὲν τῷ ὅρῳ τῆς τέχνης συγγεγυμνασμένον· πρόσκειται τοῖς καταληφθεῖσι διὰ τὸ ἀδύνατον εἶναι τέλειον ἐνεργείᾳ ῥήτορα γενέσθαι καὶ τὴν κατάληψιν ἀκριβῆ τῶν εἰς τὴν τέχνην συντελούντων θεωρημάτων ποιήσασθαι, μὴ καὶ γυμνασίαν ἐν χρόνῳ μακρῷ τούτων ἀσκήσαντα· ὅθεν καὶ Πῶλος ὁ Γοργίου μαθητὴς ἐν τῇ τέχνῃ φησίν· πολλαὶ τέχναι ἐν ἀνθρώποις εἰσὶν ἐκ τῶν ἐμπειριῶν ἐμπείρως εὑρημέναι, καὶ παράδειγμα τῶν λεγομένων Δημοσθένης, ἐν οἷς οὐκ ἐγυμνάσατο τοῦ πρὸς ἀκρίβειαν ἀστοχῶν, τὸ δὲ σαφῆ τε τὴν ἀλήθειαν παρεχόμενα τῷ βίῳ τὸ ἐν τῷ ὅρῳ πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ παρῴδησεν· ἐν ταὐτῷ δὲ καὶ περὶ ἃ χρήσιμος ἡ ῥητορικὴ δεικνύει, ὅτι ἐν βουλαῖς καὶ δικαστηρίοις καὶ πανταχοῦ· τὸ πανταχοῦ διχῶς νοητέον· ἢ γὰρ ὡς ἓν ἀνθ’ ἑνὸς τὸ πανηγυρικόν· διὸ ποικίλη τις ἡ τούτου χρῆσις, ἐν ὕμνοις θεῶν, ἐν ἐπαίνοις ἀνθρώπων, ζώντων, τετελευτηκότων, ἐν ἑορταῖς, ἐν θρήνοις, διαβολαῖς κακίας, ἀρετῆς εὐφημίαις· ἢ τὸ μὲν πανηγυρικὸν παρῆκεν ὡς τῷ δικανικῷ τε καὶ συμβουλευτικῷ συμπλεκόμενον, ὡς δῆλον ἀπό τε τοῦ περὶ στεφάνου Δημοσθένους δικανικοῦ, καὶ ἀπὸ τοῦ πανηγυρικοῦ Ἰσοκράτους συμβουλευτικοῦ· ἢ τὸ πανταχοῦ κατὰ τῶν τριῶν ἔφησε τῆς ῥητορικῆς εἰδῶν· ὡς οὐ μόνον ἐν βουλευτηρίοις τὸ λυσιτελοῦν ἐξευρίσκει καὶ ἐν δικαστηρίοις διελέγχει τοὺς ἀδικοῦντας, ἢ ἐν θεάτροις τοὺς παντοδαποὺς τῆς πανηγυρικῆς ἰδέας διαπλέκει λόγους, ἀλλὰ καὶ ἰδίᾳ· πατέρων πρὸς υἱεῖς καὶ διδασκάλων πρὸς μαθητὰς, καὶ φίλων πρὸς ἑταίρους, τὸ δέον ἀποφαινομένων, ἐπαινούντων τε τὰ χρηστὰ, καὶ τὸ δίκαιον ἄριστα διακρινόντων· ὥστε διὰ τοῦ προοιμίου ταῦτα Ἑρμογένης διῳκήσατο· καὶ τέχνην ἀπέδειξεν ῥητορικὴν, πολλοὺς διὰ βραχέων ἐπιστομίσας, καὶ ὡς ἐξαρκεῖ πρὸς ὅλης ῥητορικῆς εἴδησιν ἡ περὶ τῶν στάσεων τεχνικὴ διαίρεσις· ἔνθεν καὶ πρός τι τὸ προοίμιον, ἀλλ’ οὐ καθ’ αὑτὸ πεποίηκε· διὸ δὴ ἐπάγει μέγιστον εἶναί μοι δοκεῖ, ἀφ’ οὗ καὶ δῆλον, ὡς οὐ πᾶσα ἡ ῥητορικὴ, ὡς εἴρηται, ἐν ταῖς στάσεσι περιείληπται, ἀλλὰ πολλὰ μὲν καὶ μεγάλα τὰ συνιστῶντα ταύτην, μέγιστον δὲ τὸ κατὰ τὰς στάσεις.
4.46 Σωπάτρου εἰς τὸ αὐτ ό. Σφόδρα τοῦ Πλάτωνος διασύραντος ῥητορικὴν, ὡς πειθοῦς δημιουργὸν, ὡς πολιτικῆς μορίου εἴδωλον καὶ ἁπλῶς λέγοντος ὡς τὴν ῥητορικὴν ἐπιτήδευμα μὲν οὐ καλῶ τεχνικὸν, φύσεως δὲ δεξιᾶς καὶ λέγειν δυναμένης ἔργον, ἀλλὰ δὴ καί τινων ἄλλων περὶ αὐτῆς τῶν μὲν πρὸς τὸ κρεῖττον ἀποκλινάντων, τῶν δὲ πρὸς τὸ χεῖρον, ὁ Ἑρμογένης ἐνταῦθα σοφῶς τὸ προοίμιον ἔγραψε· τέχνην γὰρ βουλόμενος ἀποδεῖξαι αὐτὴν φανερῶς τοῦτο κατασκευάσαι ἀπέφυγεν αἰδοῖ Πλάτωνος, καὶ ἵνα μὴ αὐτὸ τοῦτο διαβάλλῃ, πᾶν γὰρ κατασκευαζόμενον ἀμφιβάλλεται· οὐκ ἠβουλήθη οὖν ὅλως ἀμφίβολον ποιῆσαι ῥητορικὴν τέχνην εἶναι· ἀλλ’ οὐδὲ ἀκατασκεύαστον εἴασεν, ἵνα μὴ τὸ τοῦ προσώπου ἀξιόλογον πείσῃ· φανερῶς μὲν οὖν ταῦτα οὐ κατεσκεύασε, λεληθότως δὲ τὸν ὅρον τῆς τέχνης αὐτῇ περιάψας· πᾶν γὰρ πρᾶγμα ἐκεῖνό ἐστιν, ὑφ’ οὗ καὶ ὁρισμὸς περιέχεται.
4.47 Ὁρισμὸς δὲ τέχνης οὗτος· σύστημα ἐκ καταλήψεων καὶ ἑξῆς. Διὰ μὲν τοῦ πολλῶν τὸ σύστημα ἐδήλωσε, διὰ δὲ τοῦ καταληφθέντα τὸ ἐκ καταλήψεων, καὶ διὰ τοῦ συγγυμνασθέντα τὸ συγγεγυμνασμένον· διὰ δὲ τοῦ σαφῆ τε τὴν ὠφέλειαν καὶ ἑξῆς τὸ πρὸς τὸ τέλος καὶ τὰ λοιπά· ὥστε δῆλον ἀπὸ τούτων, ὅτι τέχνη ἂν εἴη· οὕτως μὲν οὖν ἀπὸ τοῦ σκοποῦ τὸ προοίμιον· ἴδωμεν δὲ καὶ κατὰ μέρος τὸν τῆς τέχνης ὁρισμὸν, καὶ ὅπως καὶ τῷ προοιμίῳ τούτῳ ἁρμόττει· σύστημα μὲν οὖν πρόσκειται· πολλῶν γὰρ ὀργάνων καὶ οὐχ ἑνὸς δεῖται τέχνη, ὃ καὶ ῥητορικὴ ἔχει, ἔχει γὰρ προοίμια, ἀγῶνας, ἐπιλόγους, σχήματα, ἰδέας· ἐκ καταλήψεων δὲ καὶ ἑξῆς· ἐπειδὴ ἐξ αἰσθήσεως ἐγνώσθη ταῦτα· τουτέστιν ἐξ ὧν ἐδεήθημεν καὶ ἐδοκιμάσθη χρειώδη ὄντα. τῶν γὰρ τεχνῶν αἱ μὲν περὶ τὸ ἀναγκαῖον ἀσχολοῦνται τοῦ βίου, αἱ δὲ περὶ τὸ χρήσιμον, αἱ δὲ περὶ τὸ ἀναγκαῖον καὶ χρήσιμον, αἱ δὲ οὔτε περὶ τὸ ἀναγκαῖον, οὔτε περὶ τὸ χρήσιμον· ἀναγκαῖαι μὲν οὖν μόνον ὡς ἡ ὁπλοποιΐα, χρήσιμοι μόνον, ὡς ἡ γραμματικὴ, ποικιλτικὴ, ἀναγκαῖαι δὲ καὶ χρήσιμοι, ὡς ἰατρικὴ, ἀρτοποιητικὴ, νομοθετικὴ, καὶ ὅσαι τοιαῦται, ὧν χωρὶς ὁ βίος συστῆναι οὐ δύναται· ὡς καὶ Δημοσθένης φησί· τὰ μὲν γὰρ ἐν τοῖς σώμασι πάθη τοῖς ἰατροῖς θεραπεύεται· τὰς δὲ τῶν ψυχῶν ἀγριότητας αἱ τῶν νομοθετῶν ἐξορίζουσι διάνοιαι· οὔτε δὲ ἀναγκαῖαι οὔτε χρήσιμοι, ὡς ἡ ἡνιοχικὴ, ἀλλὰ δὴ καὶ ῥητορικὴ ὡσαύτως ἔσχε τὴν σύστασιν ἐκ τῆς χρείας ἐπινενοημένων τῶν ταύτης μερῶν· ἄλλος μὲν γὰρ εὗρε προοίμιον, ἄλλος προκατάστασιν, ἄλλος ἀγῶνας, ἄλλος ἐπιλόγους, ἐξεῦρε δὲ διὰ τὴν χρείαν· εἰπόντος γάρ τινος ἀγῶνας, καὶ τοὺς ἀκροατὰς εὑρόντος ἀμβλυτέρους πρὸς πειθὼ, ἐπενόησε προοίμια καὶ κατάστασιν, πάλιν εἰς ὀργὴν οὐχ εὑρὼν προτρεπομένους, τῶν ἐπιλόγων τὴν χρείαν προήγαγεν· ὅτι δὲ ταῦτα χρήσιμα τῷ βίῳ, εἰδεῖεν ἂν οἱ πόλεις κατοικοῦντες καὶ δικαίου τε χρείαν εἰδότες, καὶ πόλεις ἑτέρας προσλαμβάνοντες ὑπηκόους καὶ δι’ ἐπαίνου καὶ ψόγου τοὺς ἀγαθοὺς καὶ μὴ βουλόμενοι ἄγειν.
4.48 Ἰστέον δὲ ὅτι τῷ πολλῶν ὄντων πρόσκειται τὸ μεγάλων, ἐπειδὴ ἐστί τινα πολλὰ μὲν, οὐ μὴν καὶ μεγάλα, ἀλλ’ εὐτελῆ, ἐξ ὧν καὶ τὸ κατασκευαζόμενον εὐτελές· προστίθησιν οὖν τὸ μεγάλων εἰς ἐγκώμιον, ἵνα μὴ μόνον πολλὰ εἴη τὰ ποιοῦντα τέχνην τὴν ῥητορικὴν, ἀλλὰ καὶ μεγάλα, οἷς δὴ μεγάλη καὶ αὐτὴ νομισθείη· ὅτ’ ἂν γὰρ μεγάλα εἴη τὰ ποιοῦντα, μέγα εἰκότως καὶ τὸ πραττόμενον. Ἰστέον ὅτι τρία ταῦτα διὰ τοῦ προοιμίου ὁ τεχνογράφος ἀνύει· τὸ δηλῶσαι τοῦ συγγράμματος τὸν σκοπὸν, τὸ δεῖξαι τέχνην οὖσαν τὴν ῥητορικὴν, καὶ μὴ μόνον τέχνην, ἀλλὰ καὶ τῶν τεχνῶν τὴν μεγίστην, ὅπερ ἐστὶ τῆς τέχνης ἐγκώμιον· ἀμέλει τὴν καθολικὴν τέχνην σύστημα μόνον εἰπόντων, αὐτὸς ἐκ περιουσίας εἰς ἐγκώμιον τῆς τέχνης τὸ μεγάλων προστίθησι.
4.49 πολλὰ δὲ τὰ συνιστῶντα ῥητορικήν· τρόποι προοιμίων, καταστάσεων, ἀγώνων, καὶ ἐπιλόγων· καὶ ἔτι ἀνωτέρω ἡ τῶν εἰδῶν διάκρισις, καὶ ἔτι κατωτέρω ἡ τῶν προγυμνασμάτων μελέτη· τὸ δὲ συνίστησιν ὅσοι τὸ ἀποδείκνυσι βούλονται δηλοῦν, οὐ καλῶς· φεύγει γὰρ ὡς εἴπομεν τὴν ἀπόδειξιν, ἀλλὰ τὸ συνίστησιν ἀντὶ τοῦ εἰς ἓν ἄγει καὶ τέλειον ποιεῖ· ἢ ὅτι ἐπειδὴ Πλάτων πολιτικῆς μορίου εἴδωλον αὐτὴν εἶπεν, τὸ δὲ εἴδωλον, ὡς Ἀριστείδης φησὶν, ὃ μέν ἐστιν οὐ φαίνεται, ὃ δ’ οὐδαμῶς ἐστι, φαίνεται. Ἀναγκαίως τὸ συνίστησι παραλαμβάνει, ἵνα δηλώσῃ αὐτὸ τοῦτο τὸ εἰς ὑπόστασιν ἄγει· τὸ δὲ ποιεῖ τινὲς μὲν ἐμέμψαντο λέγοντες, ὡς οὐκ ἔδει τοῦτο εἰπεῖν, ἀλλὰ δείκνυσιν· εἰ γὰρ ποιεῖ, μὴ οὖσαν αὐτὴν ἐργάζεται· ἀλλὰ φαμὲν, ὡς μᾶλλον οὗτος, ἢ ὡς ἐκεῖνοί φασι, πέφυκε· δείκνυται γὰρ πολλάκις καὶ τὰ μὴ ὄντα φύσει τοιαῦτα, ὥσπερ ὁ ἀνδριὰς ἄνθρωπος καίτοι οὐ φύσει ἄνθρωπος· εἰ γὰρ καὶ βαδίζειν δύναται διὰ μηχανῆς, ἀλλ’ οὖν οὐ καὶ φύσει τοῦτο ποιεῖ· ἄλλως τε οὐδὲν γίγνεται ὃ μὴ φύσει τυγχάνει· ὥσπερ οὖν εἰ λέγοις πολλῶν ὄντων τῶν ποιούντων οὐρανὸν, ἄστρων φορᾶς, σφαιροειδοῦς σχήματος, καὶ τῶν τοιούτων, οὐ τοῦτο λέγεις ποιεῖν οὐρανὸν, ἀλλ’ ἀφ’ ὧν ἐστι δεικνύεις, οὕτω καὶ ὁ τεχνικὸς λέγων πολλῶν ὄντων τῶν ποιούντων, ὧν ἐστιν ἓν καὶ τὸ περὶ διαιρέσεως, οὐχ ὡς μὴ οὖσαν ποιεῖ ἀλλὰ διδάσκει τὸν τρόπον, δι’ ὧν συνέστηκεν· ἢ τὸ ποιεῖ, σημαίνει, ὅτι ἐν γενέσει ἐστὶ καὶ ποιήσει ὡς παρὰ θεοῦ γενομένη· πᾶν γὰρ ἀπὸ θεοῦ ποιηθὲν, ἣν ἔλαβε παρ’ αὐτοῦ ἰδέαν, ταύτην μένει ἔχον παρ’ αὐτῷ· διὰ ταῦτα οὖν εἶπεν τὸ ποιεῖ ἀντὶ τοῦ οὐδέποτε ἐκλείπει ἡ διασκευὴ καὶ ἡ διαγραφὴ τοῦ θείου ὡς ὁ ἄνθρωπος καθόλου· καταληφθέντα δὲ ἀντὶ τοῦ αἰσθήσει γνωσθέντα· διὰ τοῦτο δὲ δῆλον ὅτι τῶν ἀναγκαίων καὶ χρησίμων ῥητορική· ταύτης γὰρ τὸ νομοθετικόν· καὶ ὅτι τοῦτο χρήσιμον καὶ ἀναγκαῖον, δῆλον· πολλῶν γὰρ φέρε ἁρπαζόντων καὶ φόνων ἐκ τούτου γινομένων, ὁ νόμος ὁ τῆς ἀρετῆς τέθειται· καὶ ἐπινενόηνται νόμοι, τῆς χρείας ἐνεγκάσης αὐτούς· ὡς καὶ Αἰσχίνης φησίν· ἐκ γὰρ τοῦ γίνεσθαί τινα ὧν μὴ δεῖ, ἐκ τούτου τοὺς νόμους ἔθεντο οἱ παλαιοί· καὶ Σόλων ἐρωτηθεὶς, διὰ τί νόμον οὐκ ἔγραψε κατὰ πατροκτόνου, μὴ πιστεύειν ἔφη δύνασθαι τοῦτο ποιῆσαι τὴν φύσιν, τὸ δὲ ἐξ ἀρχῆς πρόκειται, ἵνα ἅμα τοῖς ἀνθρώποις αὐτὴν ἀποδείξῃ, ἤτοι ἀφ’ οὗ ἄνθρωποι τέχνας κοσμεῖν ἤρξαντο· δύναται γὰρ καὶ ἀναγκαία καὶ χρήσιμος τελευταῖον ἐφευρῆσθαι· εὐτελὴς δὲ ἐκ τούτου ῥητορικὴ ἐδείκνυτο· διὸ ὥσπερ τῷ πολλῶν προσέθηκε τὸ μεγάλων εἰς ἐγκώμιον, οὕτως τῷ καταληφθέντα πάλιν τὸ ἐξ ἀρχῆς· τὸ δὲ συγγυμνασθέντα, καὶ διὰ τὸ ὁμωνυμῆσαι τῷ τῆς τέχνης ὁρισμῷ· καὶ διὰ τὸ γνωσθῆναι ὡς πεῖραν τῷ χρόνῳ ῥητορικὴ δέδωκεν, ὅτι ἀεὶ χρησίμη ἐστὶν ἅμα καὶ ἡδεῖα· τῶν γὰρ τεχνῶν αἱ μέν εἰσιν ἡδεῖαι ἅμα καὶ χρήσιμοι, ὡς ἡ μουσική· θέλγει γὰρ τὰς ψυχὰς καὶ νόσους θεραπεύει, ὅπερ λέγεται καὶ περὶ Τιμοθέου, ὅτι παροξυνομένου μὲν Ἀλεξάνδρου, ἔπαυεν αὐτὸν τῆς ὀργῆς· ἀναπεπτωκότος δὲ, πάλιν ἐπήγειρεν εἰς τοὺς πολέμους, ἀλλὰ καὶ περὶ Τερπάνδρου, ὅτι κιθαρῳδὸς ὢν εἰς ὁμόνοιαν ἦγε τὴν Λακεδαιμονίων πόλιν τοῖς αὐλοῖς· αἱ δὲ ἡδεῖαι μὲν μόνον, ὡς ἡ τῶν αὐλούντων, χρήσιμοι δὲ μόνον ὡς ἡ ζωγραφία· αἱ δὲ οὔτε ἡδεῖαι, οὔτε χρήσιμοι, ὡς ἡ τῶν μηχανοποιῶν· κἂν γὰρ πολέμοις χρήσιμα ταῦτα, ἀλλ’ οὖν ἕως ἂν ἀνθρώπους ἀδικῇ τοὺς καθ’ ὧν ἂν χρῶνται, χρήσαιντο δ’ ἂν καὶ πολέμιοι καθ’ ἡμῶν, οὐ χρήσιμοι· ἐπεὶ οὕτω γε καὶ κλέπτης καὶ φονεὺς χρήσιμος, τὸ ἑαυτῷ περιποιούμενος ἐπωφελές· αἱ μὲν οὖν ἡδεῖαι καὶ χρήσιμοι διαμένουσιν ἅμα τῷ βίῳ προελθοῦσαι· διὰ τοῦτο εἶπεν τὸ γυμνασθέντα τῷ χρόνῳ, ἵνα δείξῃ μηδένα χρόνον ἐκτὸς ὄντα ῥητορικῆς· εἰ γὰρ καί ποτ’ ἂν ἐξ Ἑλλήνων ἠφανίσθη, ἀλλ’ οὐ καὶ πανταχοῦ.
4.51 Εἰς ἐγκωμίου δὲ προσθήκην τὸ τῷ χρόνῳ πρόσκειται· αἱ δὲ μὴ ἡδεῖαι καὶ χρήσιμοι τῷ χρόνῳ ἀκμάζουσαι κατά τινα πάλιν ἀπογίνονται· τὸ δὲ σαφῆ τε τὴν ὠφέλειαν καὶ τοῦτο ἔπαινός ἐστι τῆς τέχνης τῆς ῥητορικῆς. Ἐξαίρει γὰρ τοῦτο τὴν ῥητορικὴν οὕτως· τῶν γὰρ τεχνῶν πάλιν διαιρουμένων εἰς καλοτεχνίαν, ὡς ἰατρικὴ, εἰς κακοτεχνίαν, ὡς φαρμακεία, εἰς ψευδοτεχνίαν, ὡς ὀρχηστικὴ, τὸ σαφῆ προστέθεικε τῆς καλλίστης αὐτὴν ἀποφαίνων· ὁμολογουμένη γὰρ καὶ οὐκ ἀμφισβητήσιμος ἡ τῆς ῥητορικῆς ὠφέλεια· οὐ γὰρ ὥσπερ ἡ ὀρχηστικὴ ἀτελὴς οὖσα ἅμα τῷ παύσασθαι σβέννυται, οὕτω καὶ ἡ ῥητορική· ἀλλ’ ὥσπερ ἡ ἰατρικὴ τέλος ἔχει τὴν ὑγείαν, καὶ παυσάμενον τὸ ἔργον ἔχει μαρτυροῦσαν τὴν ὠφέλειαν, οὕτω καὶ ἡ ῥητορικὴ τοῖς δεομένοις συναγωνιζομένη ἐν βουλαῖς, ἐν δικαστηρίοις, ἐν θεάτροις τὸ οἰκεῖον τέλος καὶ παυσαμένη κατέλιπε· πῆ μὲν τὸ συμφέρον, πῆ δὲ τὸ δίκαιον, πῆ δὲ τὸ καλὸν, τὸ χρήσιμον αὐτῆς κηρύττοντα· πῆ δὲ καὶ τὴν ὠφέλειαν χρησίμην προστίθησι· φησὶ γὰρ, ὅτι κἀν ταῖς βουλαῖς, κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ· ἐκ τούτων γὰρ ἡ σωτηρία ταῖς πόλεσιν· καὶ τὸ συμβουλευτικὸν δὲ τῶν ἄλλων εἰδῶν προτάττει· φύσει γὰρ πρότερον· καὶ γὰρ οἱ ἄνθρωποι οὔπω πόλεις οἰκοῦντες, ἀλλὰ νομάδα ζῶντες βίον, τούτῳ χρησάμενοι τὰς πόλεις κατῴκησαν· εἶτα νόμους κατεστήσαντο πρὸς τὸ συμφέρον, οἷς τοὺς πονηρευομένους ἐξήλεγχον.
4.52 Διὸ καὶ δεύτερον τὸ δικανικὸν, οὐκ εἶπεν δὲ ὥσπερ κἀν ταῖς βουλαῖς οὕτω κἀν ταῖς δίκαις, διὰ τὸ διαβεβλημένον τοῦ τῆς δίκης ὀνόματος· τὸ δὲ πανταχοῦ οἱ μὲν περὶ τοῦ πανηγυρικοῦ ἠξίωσαν εἰρῆσθαι· ὡς οὐ μόνον ἐν εἰρήνῃ καὶ πολέμῳ χρησιμεῦον, ἀλλὰ κἀν τοῖς ἐναντίοις τόποις· οἷον ἐπὶ θαλάμῳ καὶ τάφῳ καὶ ἄλλοις τισὶ τοιούτοις· καὶ γὰρ τοῦτο καὶ τοῖς ἄλλοις δυσὶ συμπλέκεται· διὸ οὐδὲ ἁπλῶς εἶπεν, κἀν τῷ πανηγυρικῷ, ἀλλὰ πανταχοῦ, διὰ τούτου τὴν πρὸς ἄλλα ἐπιπλοκὴν αὐτοῦ ἐνδεικνὺς, ἔσθ’ ὅτε γὰρ καὶ αὐτὸς συμβουλὴν ἔχει, ὡς ἀπὸ τοῦ ἐπιταφίου Θουκυδίδου δῆλον, παραίνεσιν ἔχοντος· καὶ τοῦ εἰς Εὐαγόραν Ἰσοκράτους· καὶ ὅτι τὸ μὲν πανηγυρικὸν καὶ καθ’ αὑτὸ δύναται ἐκτὸς συμβουλευτικοῦ εἶναι· τὸ δὲ συμβουλευτικὸν καὶ δικανικὸν ἐκτὸς πανηγυρικοῦ οὐδαμῶς· ἐπεὶ καὶ συμβουλεύοντες καὶ δικαζόμενοι χρώμεθα τῷ πανηγυρικῷ, ἢ προτρέποντες ἢ ἀποτρέποντες, ἢ ἐπαινοῦντες, ἢ κακίζοντες· ἄλλοι τὸ πανταχοῦ κατὰ τῶν δύο λαμβάνουσιν εἰδῶν, συμβουλευτικοῦ φημι καὶ δικανικοῦ· οὐ γὰρ μόνον ἐν βουλευτηρίοις ἢ δικαστηρίοις δύναται τὸ ἑαυτῶν ἐνδεικνύναι, ἀλλὰ καὶ πανταχοῦ. ἐξὸν γὰρ καὶ ἐν πλοίῳ συμβουλεῦσαι ὡς Τευτίαπλος ὁ Ἠλεῖος παρὰ Θουκυδίδῃ τοῖς Πελοποννησίοις· καὶ ἡ Θηβαίων καὶ Πλαταιέων δημηγορία δικανικὴ, κἂν μὴ ἐν δικαστηρίῳ.
4.53 Τὸ τέλος γὰρ δείκνυσιν· οὐ γὰρ οἱ τόποι τὰ εἴδη χαρακτηρίζουσιν, ἀλλὰ τὰ τέλη. ἡ δὲ ἀπόδοσις ἐν τῷ μέγιστον εἶναί μοι δοκεῖ, ἵν’ ᾖ, πολλῶν ὄντων καὶ μεγάλων μέγιστον εἶναί μοι δοκεῖ· τὰ δὲ λοιπὰ πάντα μεταξύ· ἐξᾶραι δὲ βουλόμενος τὸ οἰκεῖον σύγγραμμα κατὰ παράθεσιν προηνέγκατο τὸ προοίμιον. καὶ ἐπειδὴ ἄρισται παραθέσεων, ἐν αἷς τῶν μειζόνων εἶναι δοκούντων κρείττω τὰ παρ’ ἡμῶν ἐπιφερόμενα, τοῦτο κἀνταῦθα ποιεῖ φάσκων· πολλῶν ὄντων καὶ μεγάλων μέγιστόν ἐστιν, ὡς καὶ Ὅμηρος· πρόσθε μὲν ἐσθλὸς ἔφευγε καὶ ἑξῆς. (Il. X. 158) Μαρκελλίνου εἰς τὸ αὐτ ό. Ἐπειδή τισιν ἔργον ἦν τὸ διαβάλλειν τὴν ῥητορικὴν, καὶ ἔλεγον αὐτὴν μὴ εἶναι τέχνην, ἀλλὰ διοίκησίν τινα καὶ πραγματείαν, καὶ δύναμιν καὶ ἐμπειρίαν, ἕτεροι δὲ ἐπιστήμην, ὁ δὲ Πλάτων κολακείαν, ἔστι δ’ οὐχ οὕτως, ἀλλ’ ἕπεται μὲν δύναμις καὶ ἐμπειρία τῇ ῥητορικῇ, οὐ μέντοι ἐμπειρία ἡ ῥητορικὴ, ἀλλὰ τέχνη, διὰ ταῦτα ὁ τεχνογράφος κινδυνευούσῃ γέγονε βοηθὸς τῇ τέχνῃ, μὴ συγχωρήσας αὐτὴν φθαρῆναι ταῖς τῶν πολεμίων ἐπιβουλαῖς· τοῦτο δὲ βουλόμενος ποιῆσαι, ἄντικρυς μὲν καὶ διαῤῥήδην οὐκ εἰσάγει τὸν ὅρον αὐτῆς, δριμέως δὲ καὶ πλαγίως καὶ ἐσχηματισμένως ἀποφαίνει τέχνην τὴν ῥητορικήν· τὰ γὰρ προσόντα τῇ ῥητορικῇ τέχνῃ παραβαλὼν, τῆς κοινῆς τέχνης αὐτὰ δείκνυσι, δύο ταῦτα πραγματευόμενος, καὶ τὸ σπουδαζόμενον ἀνύσαι καὶ φεύγειν τὸ δοκεῖν φιλονεικεῖν πρὸς τοὺς διαβάλλοντας τὴν τέχνην. Δεῖ τοίνυν πρῶτον ἐξετάσαι καὶ μαθεῖν ποῖον ὅρον ἀποδιδόασι τῆς κοινῆς τέχνης οἱ διαλεκτικοὶ φιλόσοφοι· ἐστὶ γὰρ οὗτος· τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων καθολικῶν καὶ ἐμπειρίᾳ γεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ· πρὸς τοῦτον οὖν τὸν ὅρον ἀποτεινόμενος παρεμβάλλει τὸν τῆς ῥητορικῆς ὅρον, καὶ εἰκότως.
4.54 ὥσπερ γὰρ τὸ ὑποκείμενον τῷ ὅρῳ τοῦ ἀνθρώπου τοῦτό ἐστιν ἄνθρωπος, οὕτω καὶ τὸ ὑποκείμενον τῷ ὅρῳ τῆς ὅλης τέχνης τοῦτό ἐστι τέχνη· τί οὖν φησιν ὁ ὅρος τῆς ὅλης τέχνης σύστημα. Σύστημά ἐστιν ἡ ἐκ πολλῶν ὀργάνων συνδρομή· οὐ γὰρ ἐξ ἑνὸς πράγματος συνίσταται τέχνη, οἷον ἡ τεκτονικὴ οὐκ ἐκ πρίονος μόνου, ἀλλὰ δεῖται καὶ τῶν ἄλλων ὀργάνων· ἐκ καταλήψεω ν. Κατάληψίς ἐστιν ἡ ἐξ αἰσθήσεως πίστις καὶ τοῦ ὑποκειμένου μάθησις· αἰσθηθέντες γάρ τινες τόδε τι ὀφειλόμενον τῇ τέχνῃ καὶ χρήσιμον ὂν, ἐχρήσαντο. Καθολικῶ ν, ὅτι περὶ πάσης τέχνης ὁ ὅρος. ἐμπειρίᾳ συγγεγυμνασμένω ν. ἐπειδὴ δεῖ καὶ χρόνῳ βεβαιωθῆναι τὰ καταληφθέντα παρὰ τῆς αἰσθήσεως· ἡ γὰρ μελέτη προστεθεῖσα εὑρέσει τὸ τέλειον ἀπεργάζεται. Πρός τι τέλο ς· ἐπειδὴ πάντως χρήσιμος ἡ τέχνη τῷ βίῳ· αἱ μὲν γὰρ τῶν τεχνῶν ἀναγκαῖαι καὶ χρήσιμοι· αἱ δὲ ψυχαγωγικαί· αἱ δὲ ἄμφω· ἀναγκαῖαι μὲν καὶ χρήσιμοι, ὡς οἰκοδομικὴ καὶ χαλκευτικὴ, καὶ γεωργία καὶ ῥητορική· ψυχαγωγικαὶ δ’ ὡς ζωγραφία καὶ γλυπτική· κατ’ ἄμφω δ’ ὡς μουσική· αὕτη μὲν οὖν τοῦ ὅρου τῆς ὅλης τέχνης ἑρμηνεία. Ἴδωμεν δὲ καὶ τὸν Ἑρμογένην τί φησιν. Πολλῶν ὄντω ν. διὰ τοῦ πολλῶν τὸ σύστημα δηλοῖ, πολλὰ γάρ εἰσι τὰ συντρέχοντα εἰς τὴν ῥητορικήν· οἷον προοίμια, προκατάστασις, κατάστασις, ἀγὼν, παρέκβασις, ἐπίλογος· ἡ εἰς τὰ εἴδη διαίρεσις, δικανικὸν, συμβουλευτικὸν, πανηγυρικόν· καὶ πάλιν ἡ ἀπὸ τούτων τομή· τοῦ μὲν δικανικοῦ εἰς κατηγορίαν καὶ ἀπολογίαν, τοῦ δὲ συμβουλευτικοῦ, εἰς προτροπὴν καὶ ἀποτροπὴν, τοῦ δὲ πανηγυρικοῦ, εἰς ἐγκώμιον καὶ ψόγον. Καὶ μεγάλω ν· τὸ μεγάλων προσέθηκεν, ἔστι γὰρ καὶ ἐκ πολλῶν μὲν συγκειμένη τέχνη, οὐ μεγάλων δέ· ἵν’ οὖν ἐξ ἀμφοτέρων βραβεύσῃ τὸν ἔπαινον τῇ ῥητορικῇ προσέθηκε τὸ μεγάλων, διὰ τὸ ποιότητος καὶ ποσότητος κοσμῶν αὐτήν.
4.55 Συνίστησ ι· τὴν ἐκ πολλῶν ἐδήλωσε σύστασιν, τὴν φύσιν αὐτῆς πιστούμενος. καὶ τέχνην ποιε ῖ· τῇ τῶν πραγμάτων ἐχρήσατο τάξει. Πρῶτον γὰρ εἰπὼν τὸ συνίστησι καὶ δηλώσας τὴν φύσιν αὐτῆς ἐπήνεγκε καὶ τέχνην ποιεῖ· οὐ γὰρ ζητοῦμεν πρότερον τὸ ὑποκείμενον, πρὶν τὴν οὐσίαν μάθωμεν, εἰ ἔστιν· οἷον εἰ θεωρήσαιμεν, τί ζῶον, οὐ λέγομεν, ὁποῖος ἵππος, πρὶν γνῶναι ὅτι ὅλως ἵππος ἐστί. Τινὲς δ’ ἐμέμψαντο τὸν τεχνικὸν, ἐπειδὴ εἶπεν ποιεῖ καὶ οὐ δείκνυσιν· εἰ γὰρ ποιεῖ φησιν, οὐκ ἔστιν. Ποιεῖν γάρ ἐστι τὸ πλάττειν τὸ μὴ ὄν· ἀλλὰ λέγομεν, ὅτι τὸ φύσιν ἔχον γενέσθαι καὶ γενέσθαι δύναται, τὸ δὲ μὴ φύσει ὂν οὐδὲ τὴν τοῦ γενέσθαι ἀρχὴν ἔσχεν. οἷον οὐκ ἔχει φύσει γενέσθαι θεός· οὐκοῦν οὐδ’ ἐγένετο, ἀλλ’ ἀεί ἐστι· καλῶς οὖν εἶπεν τὸ ποιεῖ· τὸ γὰρ δείκνυσιν οὐ πάντως ἀλήθειαν ἔχει. οἷον εἰ ἀνδριάντα ὁρῶντες εἴπωμεν, ὅτι ἄνθρωπον δείκνυσιν, ὃν καὶ βαδίζειν ὑπὸ μηχανῆς ἐγχωρεῖ· καίτοι εἰπόντες ἄνθρωπον δείκνυσιν, τὴν φύσιν οὐκ ἀνθρωπίνην ἐδείξαμεν. Χαλκὸς γάρ ἐστιν, καλῶς οὖν τὸ τέχνην ποιεῖ προσέθηκεν. οὐ γὰρ πάντως τὰ πολλὰ καὶ μεγάλα τέχνην ποιεῖ, ἐπεὶ καὶ κακοτεχνία ἐκ πολλῶν μὲν ἔστιν ὅτε καὶ μεγάλων συνέστηκεν· οὐ μέντοι τέχνη ἐστὶν, οὐ γὰρ ἔχει τὸ χρήσιμον. Καταληφθέντα τ ε· κατελάβοντο γὰρ καὶ ἐνταῦθα σοφοί τινες, ὅτι δεῖ τὸν δεόμενον τοῦ κολακικὸν εἶναι καὶ προθεραπεύειν τὰς τῶν ἀκροατῶν ἀκοάς· καὶ χρησάμενοι προοιμίοις θεραπευτικοῖς ὠφελήθησαν· ἄλλοι δὲ μὴ χρησάμενοι ἐβλάβησαν καὶ ἐντεῦθεν ἔμαθον πάντες κεχρῆσθαι προοιμίοις· καὶ πάλιν ἑωρακότες ὅτι συμβάλλεται διήγησις, ἐχρήσαντο καὶ ὠφελήθησαν.
4.56 Ἐξ ἀρχῆ ς. Οἱ μὲν λέγουσιν, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ὡς καὶ ὁ Πλάτων φησὶν, ὅτι τὸ λογικὸν συνεφύη τοῖς ἀνθρώποις· οἱ δὲ, ὅτι ἄτεχνος ἦν ἡ δύναμις αὐτῆς, καὶ λοιπὸν ἐξηγοῦνται τὸ ἐξ ἀρχῆς, ἀφ’ οὗ οἱ τεχνικοὶ καὶ σοφοὶ ἄνθρωποι κατελάβοντο τὴν ἐξ αὐτῆς ὠφέλειαν. Δηλαδ ή· βεβαιωσεώς ἐστιν ὁ λόγος, καὶ συγγυμνασθέντα τῷ χρόνῳ· μετὰ τὴν γνῶσιν καὶ κατάληψιν χρεία καὶ τῆς ἐν τῷ γυμνάζεσθαι διατριβῆς. Ἐντεῦθεν αἰτιῶνταί τινες τὸν Δημοσθένην, ὡς ἐν τῷ ἐπιταφίῳ ἔλαττον ἢ κατὰ τοὺς ἄλλους ἐνεχθέντα λόγους, καίτοι τὸ τέλειον αὐτῷ προσμαρτυροῦντες· ἀδύνατον δὲ τὸν αὐτὸν τέλειον τε καὶ ἀτελῆ κατὰ ταὐτὰ φαίνεσθαι· ἔστιν οὖν οὐ περὶ τὴν τέχνην τὸ ἁμάρτημα, ὡμολόγηται γὰρ τὸ τέλειον ἔχειν, ἀλλὰ περὶ τὴν γυμνασίαν, ἐν οἷς γὰρ μᾶλλον ἠσκήθη τε καὶ γεγύμνασται, ἐν τούτοις διὰ πάντων ἔδειξε τὸ τέλειον, ἐν οἷς δὲ ἔλαττον, τὴν αἰτίαν ἔσχεν. Σαφῆ τε τὴν ὠφέλειαν παρεχόμεν α. Τὸ χρήσιμον αὐτῆς ὁριζόμενος τὸ σαφὲς προσέθηκε· τοῦτο δ’ εἶπεν, αἰνιττόμενος εἰς τὸν Πλάτωνα· οὗτος γὰρ ὁ καὶ μάλιστα τῆς ῥητορικῆς καθαψάμενος ὡμολόγησεν Ἀριστείδην ῥήτορα δίκαιον γενέσθαι, ὡς τῆς τέχνης φύσιν ἐχούσης ὠφελεῖν· οὐ γὰρ ἂν Ἀριστείδης ῥήτωρ ἦν ἀγαθὸς, εἰ μὴ φύσιν εἶχεν ὠφελεῖν ἡ ῥητορική· ὥσπερ γὰρ ἐπὶ τῆς κακοτεχνίας οὐκ ἔστιν εὑρεῖν τῶν μετιόντων τινὰ χρηστὸν, οὐ γὰρ ἔχει φύσιν ὠφελεῖν, οὕτω καὶ ἐπὶ τῆς ῥητορικῆς οὐκ ἂν ἀγαθὸς ἦν, εἰ μὴ τοιαύτην εἶχεν ἡ τέχνη τὴν φύσιν· εἰ δέ ποτε καὶ κακοὶ γεγόνασι ῥήτορες τοῦτο οὐ τῆς τέχνης ἔλεγχος, ἀλλὰ τῆς τῶν μετιόντων κακίας· καὶ ὥσπερ ἐπὶ τῆς ἰατρικῆς αὐτὴ μὲν ὑγίειαν ἐπαγγέλλεται, τῶν δὲ ἰατρῶν τινες οὐ μόνον οὐχ ὑγιαίνειν ποιοῦσιν, ἀλλὰ καὶ διαφθείρουσι, καὶ ὅμως οὐδεὶς ἔγκλημα τοῦτο κατὰ τῆς τέχνης ὁρίζεται, οὕτω καὶ ἐπὶ τῆς ῥητορικῆς· οὐ διὰ τό τινας εἶναι κακοὺς ἐκβάλλεται τοῦ εἶναι τέχνη, ἀλλὰ διὰ τὸ χρήσιμον αὐτῆς τέχνη μάλιστα δείκνυται.
4.57 Κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστηρίοι ς, καὶ πανταχο ῦ. Οὐ μόνον τελείαν ὡρίσατο τὴν ἐξ αὐτῆς ὠφέλειαν, ἀλλὰ καὶ ἐν παντοδαποῖς εἴδεσί τε καὶ τόποις γιγνομένην· ὠφελεῖ γὰρ ἐν μὲν δικαστηρίοις, τὰ δίκαια ζητοῦσα· ἐν δὲ ἐκκλησίαις καὶ βουλευτηρίῳ τὰ συμφέροντα, ἐν ταῖς πανηγύρεσιν ἐγκωμιάζουσα τοὺς ἀγαθούς· τινὲς μὲν οὖν φασιν ὅτι πρὸς τὰ τρία εἴδη τῆς ῥητορικῆς ἀπαντῶν οὕτως εἶπεν. Τριῶν γὰρ ὄντων, δικανικοῦ, συμβουλευτικοῦ, πανηγυρικοῦ, τόποι τοῦ μὲν δικανικοῦ δικαστήρια, τοῦ δὲ συμβουλευτικοῦ ἐκκλησίαι καὶ δικαστήρια, τοῦ δὲ πανηγυρικοῦ πολλοὶ, λέγεται γὰρ καὶ ἐν παστάδι, καὶ ἐν τάφοις καὶ ἐν θεάτροις· ἄλλοι δέ φασιν, ὅτι τὸ πανταχοῦ νῦν οὐ σημαίνει τὸ πανηγυρικόν· τὸ γὰρ πανηγυρικὸν ἀστασίαστόν ἐστιν· αὐτὸς δὲ περὶ στάσεως διαλαμβάνει καὶ λοιπόν φασιν, ὅτι πανταχοῦ διὰ τὸ πανηγυρικὸν εἴρηται· ἀλλ’ εἰς ἐγκώμιον τῶν δύο εἰδῶν. ὁ γὰρ εἰδὼς ἐν δικαστηρίῳ δικάσασθαι, οἶδε καὶ ἐν οἴκῳ καὶ πανταχοῦ. Ἀμέλει γοῦν οἱ Πλαταιεῖς ἔξω τοῦ τείχους εὐθὺς ἐδικάζοντο· καὶ πάλιν ὁ εἰδὼς ἐν ἐκκλησίαις συμβουλεῦσαι οἶδε καὶ πανταχοῦ· διὸ καὶ τὸν Τευτίαπλον ἔχομεν ἐν τῇ τρίτῃ ἱστορίᾳ τοῦ Θουκυδίδου εὐθὺς ἀποβεβηκότι τῶν νηῶν συμβουλεύοντα τῷ Ἀλκίδᾳ· ἡμεῖς δὲ λέγομεν, ὅτι οὐδὲν ἄτοπόν ἐστι καὶ τὸ πανταχοῦ σημαίνειν τὸ πανηγυρικόν· καὶ μὴ ὁμολογεῖν ὅτι περὶ τῶν τριῶν εἰδῶν διαλαμβάνει· ἐνδέχεται γὰρ οὕτως εἰπεῖν, ὅτι ἡ μὲν ῥητορικὴ πᾶσα χρήσιμός ἐστιν, ἐν τῷδε καὶ τῷδε καὶ τῷδε· ἐγὼ δὲ οὐ περὶ τῶν τριῶν, ἀλλὰ περὶ φόνων τῶν δύο ποιοῦμαι τὸν λόγον· τὶ οὖν ἐσίγησε καὶ μὴ τὸ ὄνομα προσέθηκε; φαμὲν, ὅτι εἰ μὲν τὸ πανηγυρικὸν εἶπεν, αὐτὸ μόνον ἐδήλου τοὔνομα· εἰπὼν δὲ τὸ πανταχοῦ, τὴν ποιότητα ἔδειξεν αὐτοῦ· πανταχοῦ γὰρ καλεῖται τὸ πανηγυρικὸν, οὐ μόνον ὅτι αὐτὸ καθ’ ἑαυτὸ ἐν διαφόροις λέγεται τόποις, ἀλλ’ ὅτι καὶ αὐτὸ τὸ δικανικὸν καὶ συμβουλευτικὸν διὰ τοῦ πανηγυρικοῦ γίνεται· ἀνάγκη γὰρ ἐν αὐτοῖς καὶ τοὺς κατηγοροῦντας διαβάλλειν, καὶ τοὺς συμβουλεύοντας ὁμοίως ἢ ἐγκωμιάζειν ἢ ψέγειν· εἰ δέ τις εἴποι, ὅτι καὶ ἐν πανηγυρικῷ εὑρίσκεται συμβουλευτικὸν, ὥσπερ ἐν τῷ ἐπιταφίῳ Θουκυδίδου· καὶ ἐν τῷ Εὐαγόρᾳ Ἰσοκράτους, οὐκοῦν εἰ διὰ τοῦτό φησι τὸ πανταχοῦ σημαίνει τὸ πανηγυρικὸν, ὅτι συμπλέκεται τοῖς ἄλλοις εἴδεσιν, ἐπεὶ καὶ τὸ συμβουλευτικὸν ἐπιπλέκεται τῷ πανηγυρικῷ, ὤφειλε καλεῖσθαι πανταχοῦ.
4.58 φαμὲν οὖν ὅτι τοῦ πανηγυρικοῦ ἐὰν ἐκβάλῃς τὸ συμβουλευτικὸν, μένει τὸ πανηγυρικόν· τοῦ δὲ συμβουλευτικοῦ καὶ δικανικοῦ ἐὰν ἐκβάλωμεν τὸ πανηγυρικὸν, οὐ δυνάμεθα τοῖς δύο εἴδεσι χρήσασθαι. Μέγιστον εἶναί μοι δοκε ῖ. Ἐνταῦθα δηλοῖ τὸν σκοπὸν τοῦ βιβλίου· καὶ ὅτι οὐ περὶ πάσης ῥητορικῆς διαλαμβάνει, ἀλλὰ περὶ μόνης τῆς διαιρέσεως τοῦ πολιτικοῦ ζητήματος, ὃ ἐν τοῖς δύο μόνοις εἴδεσι περιέχεται· καλῶς δὲ εἶπεν μέγιστον τοῦτο, ἵνα κἀκεῖνα δείξῃ μεγάλα· μέγιστόν δ’ ἐστιν τοῦτο τῶν ἄλλων.
4.59 ὅτι ἐκ μὲν τῶν ἄλλων λόγῳ μόνον ἦν μαθεῖν τὴν ῥητορικὴν, ἐκ δὲ τῆς διαιρέσεως πείρᾳ· οἷον ἐπὶ τῆς ἰατρικῆς εἴ τις λέγοι, ὅτι μεγάλη ἐστὶν ἡ ἰατρικὴ, ὑγείαν γὰρ περιποιεῖ, λόγῳ μόνον ἀποδείκνυσιν· εἰ δὲ διαιρῶν λέγοι· ὅτι τὸ θερμὸν πλεονάζον, τόδε τι ἀποτελεῖ ἢ τὸ ψυχρόν, ἢ ξηρὸν, ἀποδείξει κέχρηται μεγάλῃ· εἰ δέ τις εἴποι, διὰ τί δὲ συγκριτικὸν μόνον εἶπεν, λέγομεν, ὅτι πρῶτον μὲν Ἀττικὸν τὸ τοῖς ὑπερθετικοῖς ἀντὶ τῶν συγκριτικῶν κεχρῆσθαι, ὥσπερ καὶ Θουκυδίδης ἐποίησεν ἀξιολογώτατον εἰπών· ἔπειτα οὐ τοσοῦτον ἐκόσμει τὴν νῦν πραγματείαν. Λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη· καὶ ἀπὸ τῶν ὅλων εἰς μέρη· μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο ῥητορικῆς μέρος, ἀλλ’ οὐ περὶ τούτων νυνί· περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος γενέσθω. Συριανο ῦ. Ἐπειδὴ τὸ τῆς διαιρέσεως ὄνομα πολλαῖς τέχναις ἁρμόττει ταῖς περὶ τῶν εἰδῶν τῆς ῥητορικῆς διαλαμβανούσαις καὶ ταῖς περὶ τῶν μερῶν τοῦ πολιτικοῦ λόγου, διαστέλλει τὴν ὁμωνυμίαν φάσκων, λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς τὰ εἴδη· οἱ γάρ τοι περὶ τῆς διαιρέσεως πραγματευόμενοι τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη τῆς ῥητορικῆς γένος μὲν εἶναί φασιν τὴν ῥητορικὴν, εἴδη δὲ αὐτῆς οἱ μὲν δύο, πραγματικὸν καὶ ἐπιδεικτικὸν, οἱ δὲ τρία, δικανικὸν, συμβουλευτικὸν, πανηγυρικόν· εἰσὶ δὲ οἳ καὶ τέταρτον προστιθέασιν, ἱστορικόν.
4.60 Ἀριστοτέλης δὲ δύο γένη τῶν πολιτικῶν λόγων, δικανικὸν καὶ δημηγορικόν· εἴδη δὲ ἑπτὰ, προτρεπτικὸν, ἀποτρεπτικὸν, ἐγκωμιαστικὸν, ψεκτικὸν, κατηγορικὸν, ἀπολογητικὸν, ἐξεταστικόν· ὃ μόνον, τὸ ἐξεταστικόν φημι, ἐν τοῖς ἀκροωμένοις ἐστίν· οἵπερ τῶν λεγομένων ἕκαστον ἐξετάζουσι· τὰ δὲ ἄλλα ἓξ ἐν τῷ λέγοντι· καὶ αὕτη μὲν ἡ ἀπὸ τῶν γενῶν, ἡ δὲ ἀπὸ τῶν ὅλων εἰς μέρη τοιαύτη· τοῦ πολιτικοῦ λόγου ὅλου ὄντος, οἱ μὲν ἔφασαν εἶναι μέρη, προοίμιον, διήγησιν, ἀντίθεσιν, λύσιν, ἐπίλογον· οἱ δὲ καὶ πλείω τούτων· πλὴν εἰς τὰ πέντε καταντῶσιν οἱ πάντες, κἂν τοῖς ὀνόμασι διαφέρωνται.
4.61 Διαίρεσις δέ ἐστι λόγος τομὴν ἀκριβῆ τῶν ὑποκειμένων μετ’ εὐκρινείας ἀπεργαζόμενος· ταύτῃ καὶ διαφέρει συγκοπῆς· ὅτι εἰ καὶ ἀμφότεραι τέμνουσι τὸ ὑποκείμενον, ἀλλ’ ἡ μὲν ἕκαστα τὰ μέρη κατ’ ἰδίαν τέμνει περιγραφὴν, ζῶον μὲν κατ’ ἄρθρα, λόγον δὲ κατὰ κεφάλαια· ἡ δὲ συγκοπὴ συγκεχυμένας καὶ ἀδιαρθρώτους ποιεῖται τὰς τομάς· τὴν αὐτὴν δὲ ἔννοιαν τὴν ἀρχὴν ἐκ τοῦ ἐναντίου ἐπιχειρήσας ἔφη· περὶ ὧν γὰρ εἶπεν ἀνωτέρω πολλῶν ὄντων καὶ μεγάλων, περὶ τῶν αὐτῶν νῦν λέγει· μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο ῥητορικῆς μέρος· οἶδε γὰρ ὡς ἐπιστήμων καὶ τὰς περὶ αὐτῶν τεχνολογίας πολλῆς ἐξετάσεως δεομένας. Περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημάτω ν· Πολιτικὰ ζητήματα λέγει πάντα τὰ ὑπὸ τὰς δεκατρεῖς ἀναγόμενα στάσεις, περὶ ὧν καὶ διδάξει. Λεγόμενα δέ φησιν ἐπειδή τινες μὲν ζητούμενα ταῦτά φασι πρὸ τοῦ κατασκευασθῆναι· ἄλλοι δὲ συμπεράσματα μετὰ τὰς ἀποδείξεις· ἕτεροι δὲ περιεχόμενα, ὡς ὑπὸ τῶν στάσεων ἢ τῶν ὅλων λόγων περιειλημμένα, κεφάλαια δὲ ὡς μεγάλα καὶ κυριώτατα τμήματα τῶν λόγων ὄντα.
4.62 Κεφάλαιον δέ ἐστι μέρος λόγου ἀπόδειξιν ἔχον τοῦ προκειμένου πράγματος, ἐκ νοημάτων τε καὶ ἐπιχειρημάτων συγκείμενον· ἡ δέ γε τῶν πολιτικῶν ζητημάτων διαίρεσις προηγουμένην μὲν ποιεῖται τὴν εἰς τὰ κεφάλαια τομήν· οἷον τὸ μὲν στοχαστικὸν εἰς τὰ στοχαστικὰ, τὸ ὁρικὸν δὲ εἰς τὰ ὁρικὰ καὶ ἑξῆς, παρεπομένην δὲ τὴν εἰς τὰ μέρη τοῦ πολιτικοῦ λόγου. Σωπάτρο υ. Ἡ διαίρεσις πολλαχῶς ἢ ὡς γένος εἰς εἴδη· οἷον τὸ ζῶον εἰς ἄνθρωπον καὶ ἵππον· ἢ ὡς ὅλον εἰς μέρη. οἷον ὁ ἀνδριὰς εἰς χεῖρας, καὶ κεφαλὴν καὶ τὰ λοιπά· ἢ ὡς οὐσία εἰς συμβεβηκός· ὡς ἵνα εἴπω τῶν ἀνθρώπων οἱ μὲν λευκοὶ, οἱ δὲ μέλανες· ἢ ὡς συμβεβηκὸς εἰς οὐσίαν, οἷον τὸ λευκὸν εἰς κύκνον, ψιμύθιον· ἢ ὡς εἶδος εἰς ἄτομα· οἷον ἄνθρωπος εἰς Σωκράτην καὶ Ἀλκιβιάδην, ἢ ὡς φωνὴ εἰς διάφορα σημαινόμενα· οἷον ὁ Αἴας εἰς τὸν Λοκρὸν καὶ τὸν Ὀϊλέως. Ἐπεὶ οὖν ἡ διαίρεσις πολλαχῶς διὰ τοῦτο προσέθηκεν· οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη καὶ ἑξῆς. Ψυχαγωγεῖ δὲ τὸν ἀκροατὴν ὡς καὶ περὶ διαιρέσεως μέλλων ἐρεῖν· οὐ μέντοι καὶ φέρεταί τι τοιοῦτον Ἑρμογένους· λέγω δὴ περὶ διαιρέσεως ῥητορικῆς· πολιτικῶν δὲ εἴπομεν ζητημάτων, ἐπειδή ἐστι καὶ φιλόσοφα, λεγόμενα δὲ κεφάλαια, ὅτι ὥσπερ ἡ κεφαλὴ τὸ κῦρος τοῦ σώματος ἔχει παντὸς, οὕτω καὶ ταῦτα τὸ κῦρος τοῦ σύμπαντος λόγου ἔχοντα εἰκότως κεφάλαια λέγονται ἢ ἀντὶ τοῦ βοώμενα καὶ θρυλούμενα κεφάλαια· ἄλλοι δὲ διὰ τό τινας τῇ ἐτυμολογίᾳ τούτων ἀπασχολεῖσθαι, οὐδὲν δέον.
4.63 γραμματικῆς γὰρ ἔργον τοῦτο· ἀντὶ τοῦ οἵῳ δή ποτε τρόπῳ προσαγορευόμενα κεφάλαια. Τὸ πολύϋλον τῆς ῥητορικῆς ἐνταῦθα σημαίνει. ἐξ ὧν διάφορον τὴν διαίρεσιν αὐτῆς ὑποτίθεται· ἐπήγαγε δὲ ποίας διαιρέσεως· πλειόνων μὲν οὐσῶν, οὐκ ἀναγκαίου δ’ ὄντος περὶ πασῶν εἰπεῖν· ὁ μὲν γὰρ Ἑρμαγόρας οὕτω διαιρεῖ· ἔστι τι γένος, λογικὴ ἐπιστήμη, εἶδος δ’ αὐτῆς ἡ ῥητορική· ὅλον δὲ τῆς ῥητορικῆς τὸ δικανικὸν καὶ συμβουλευτικὸν καὶ πανηγυρικόν· μέρη δὲ τοῦ δικανικοῦ κατηγορία (δὲ) καὶ ἀπολογία. Λολλιανὸς δ’ ἀκριβέστερον ὁρίζεται λέγων· λέγομεν τὴν ῥητορικὴν γένος, εἶδος δὲ τὸ δικανικὸν, ὅλα δὲ κατηγορίαν καὶ ἀπολογίαν· μέρη δὲ τὰ κεφάλαια· ταῦτα γὰρ οὐκέτι τέμνεται, ἐπειδὴ τὰ μέρη ἄτμητα μένουσιν, οὐκ εἰσὶ δ’ ἄτμητα τοῦ Ἑρμαγόρου τὰ μέρη. Μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο ῥητορικῆ ς. Ἵνα μὴ δοκῇ διὰ τὸ ἄχρηστον τοῦ πράγματος τὴν περὶ τούτων καταλελοιπέναι ζήτησιν, διὰ τοῦτο κἀκεῖνα ἐγκωμιάζει. Ἀλ λ ’ οὐ περὶ τούτων νῦ ν· τῷ εἰπεῖν οὐ περὶ τούτων νῦν ἐδήλωσεν, ὅτι μέλλει καὶ τοιαύτην τινὰ πραγματείαν εἰπεῖν.
4.64 Περὶ δὲ τῆς τῶν πολιτικῶν. Πολιτικὸν ζήτημα καλεῖ τὸ ῥητορικὸν πρὸς ἀντιδιαστολὴν τῶν τε ἰατρικῶν καὶ τῶν φιλοσόφων· ταῦτα γὰρ μόνα περὶ τὰ τῆς πόλεως γίγνεται πράγματα· καὶ διὰ τί ἡ ῥητορικὴ μόνη καλεῖται πολιτικὴ τέχνη, καὶ οὔτε ἡ τεκτονικὴ, οὔτε ἡ χαλκευτικὴ, οὔτε ἡ οἰκοδομική; ὅτι οἱ ἄνθρωποι καὶ τούτων μὲν ἐκτὸς δύνανται ζῇν, ῥητορικῆς δὲ ἐκτὸς οὐδεὶς δύναται εἶναι· εἰ γὰρ μήτε πρὸς τὰ καλὰ προτρεψόμεθα τοὺς ἀνθρώπους, μή ποτε ἀποστρέψομεν τῶν φαύλων· καὶ εἰ μήτε τῶν ἀδικούντων κατηγορήσομεν μήτε τοὺς συκοφάντας ἐξελέγξομεν· καὶ εἰ μήτε τοὺς ἀγαθοὺς ἐγκωμιάσομεν, μήτε τοὺς φαύλους ψέξομεν, οὐδὲν τῶν ἀλόγων διοίσομεν ζώων· λεγόμενα δὲ κεφάλαι α· τὰ θαυμαζόμενα καὶ θρυλούμενα. Ἔστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ περὶ εὑρέσεως· πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως· καὶ πρῶτόν γε ὅτι εἰς τὸ πολιτικὸν ζήτημα ῥητέον. Συριανο ῦ. Ὁ τῆς διαιρέσεώς φησι λόγος παραπλήσιός ἐστι τῷ περὶ εὑρέσεως· ἡ μὲν οὖν διαίρεσις τὴν ἀπαρίθμησιν καὶ τὴν τάξιν διδάσκει τῶν κεφαλαίων ἑκάστης στάσεως· ἡ δὲ εὕρεσις πλατύτητα καὶ τὴν ἐργασίαν χορηγεῖ τῶν κεφαλαίων· οἷον ὡς ἐπὶ ὑποδείγματος· τὸ ἐγκώμιον ἢ ἡ τοῦ νόμου εἰσφορὰ τέμνεται τοιοῖσδε ἢ τοιοῖσδε τοῖς κεφαλαίοις· ἡ δὲ εὕρεσις τὰ προσήκοντα εἰς ἕκαστον κεφάλαιον διερευνᾶται ἐνθυμήματα· καὶ ἡ μὲν διαίρεσις ὡρισμένως καὶ ἀεὶ ὡσαύτως ἔχει, ἡ δὲ εὕρεσις ἀόριστος καὶ ἄλλοτε ἄλλη, πρὸς τὰς τῶν ῥητορευόντων φύσεις μεταβαλλομένη, εὐπορωτέρα καὶ ἀσθενεστέρα γίνεται· διὸ καὶ, ὡς Πορφύριός φησι, τοῦ λόγου ψυχὴν ἔχειν δοκοῦντος καὶ σῶμα ἡ μὲν εὕρεσις τῶν νοημάτων ψυχὴ ἂν εἰκότως τοῦ λόγου λογίζοιτο· ἡ δὲ ἑρμηνεία σῶμα.
4.65 Πλή ν· τὸ πλὴν τοῦ σχεδόν ἐστι διασάφησις, ὡς καὶ παρὰ Θουκυδίδῃ· Πελοποννήσου τε τὰ πολλὰ, πλὴν Ἀρκαδίας· ἡ διαίρεσίς φησιν παρέοικε τῇ εὑρέσει· πηγὴ γάρ τίς ἐστι τῶν ἐν τοῖς λόγοις εὑρισκομένων ἐπιχειρημάτων· οὐ πάντα δὲ τὰ ἐν αὐτῇ ἐπιδέχεται· πολὺ γὰρ τὸ πλάτος τῆς εὑρέσεως ἀορίστου οὔσης.
4.66 Σωπάτρο υ· ἀντιπίπτον ἐνταῦθα λέγει· καὶ γὰρ διαιρῶν εἰς κεφάλαια τὰς στάσεις, οἷον τὸν στοχασμὸν τυχὸν εἰς παραγραφικὸν, εἰς ἐλέγχων ἀπαίτησιν, εἶτα μὴ δυνάμενος δι’ ὁρισμῶν τι τούτων ἕκαστον ἀποδοῦναι, ἐπειδὴ οὔτε τῶν γενικωτάτων οὔτε τῶν μερικῶν ἔνι ἀποδοῦναι ὁρισμὸν, ἐφρόντισε σαφηνείας. διὰ τοῦτο εἰς παράστασιν ἐναργῆ τῶν κεφαλαίων ἀνάγκην ἔχει δι’ ἐργασίας αὐτὰ δεικνύναι καὶ ἐπιχειρημάτων. οἷον ὅτι τὸ παραγραφικὸν τέσσαρας ἔχει τρόπους. ὅτι ἡ βούλησις καὶ ἡ δύναμις διὰ τῶν ἐγκωμιαστικῶν τόπων πρόεισι καὶ ἑξῆς· καὶ ἐπειδὴ τῆς εὑρέσεώς ἐστιν οὐ τῆς διαιρέσεως ἡ ἐργασία καὶ τὰ ἐνθυμήματα, ἀναγκαίως ὥς τινος ἐγκαλοῦντος, ὡς παρὰ τὸ ἐπάγγελμα πράττει, λέγει τὸ ἀντιπίπτον, φάσκων· ἔστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ περὶ εὑρέσεω ς· κοινωνεῖ φησιν ἡ εὕρεσις τῇ διαιρέσει ταύτῃ· διαίρεσις μὲν γάρ ἐστι λόγος ἐκ διαφόρων νοημάτων πρὸς ἕν τι τεινόντων τὸ κατασκευαζόμενον, εὕρεσις δὲ λόγος νοήματα διάφορα περιέχων. Πρόσκειται δὲ τὸ σχεδόν· οὐ γὰρ πᾶσαν ἐργασίαν ἐξέθετο τῆς εὑρέσεως, ἀλλ’ ὅσον τὸ ὑποθέσθαι καὶ διδάξαι, διὸ καὶ ἐπάγει, πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως· οὐ γὰρ ὅσα ἄν τις εἴποι μελετῶν, ταῦτα εἰς τὸν χαρακτηρισμὸν τῶν κεφαλαίων εἶπεν ὁ τεχνικός· οἷον ὡς ἐπὶ τοῦ παρίστατό τις νεοσφαγεῖ σώματι ἐπ’ ἐρημίας καὶ κρίνεται φόνου· ἐνταῦθα γὰρ βραχέα ἐνθυμήματα· οἷον παρίστασο, οὐκοῦν ἐφόνευσας· καὶ πρῶτόν γε ὅτι ἐστὶ πολιτικόν· εἰς Μινουκιανὸν αἰνίττεται, οὐχ ὡρίσατο γὰρ ἐκεῖνος ἀρχόμενος, τί ἐστι πολιτικὸν ζήτημα, αὐτὸς δὲ κατὰ τάξιν πρόεισι τὸν ὁρισμὸν τοῦ πολιτικοῦ ζητήματος προσφέρων.
4.67 Μαρκελλίνο υ. Ἐζήτησάν τινες, τί δήποτε περὶ διαιρέσεως ἐπαγγειλάμενος κεφαλαίων εἰπεῖν, ἐμνήσθη νῦν τῆς εὑρέσεως, καὶ λέγομεν, ὅτι ἀντέπιπτεν αὐτῷ· ἀλλ’ οὐ μόνα τὰ κεφάλαια λέγεις ἐκτὸς τῶν νοημάτων· ἔστι δὲ ταῦτα τῆς εὑρέσεως· διὰ τοῦτο ἠναγκάσθη εἰπεῖν· ἔστι δ ’ ὁ αὐτό ς· εἰπὼν γὰρ τοῦτο τὴν πρὸς τὰ κεφάλαια κοινωνίαν τῆς εὑρέσεως ἐδήλωσεν. Εἰ δέ τις εἴποι καὶ διὰ τί ὅλως ἐχρήσατο ἐνθυμήμασι, λέγομεν, ὅτι οὐκ ἠδύνατο ὅρον ἑκάστου κεφαλαίου δοῦναι· οἱ γὰρ ὅροι οὔτε τῶν ἀνωτάτω γενῶν εἰσιν οὔτε τῶν κατωτάτω μερῶν· οἷον τῆς οὐσίας οὐ δυνάμεθα γένος εἰπεῖν, ὅθεν οὐδ’ ὅρον αὐτῆς κυρίως λέγομεν· ἀλλ’ ὑπογραφῇ ταύτην δηλοῦμεν· οὐδὲ πάλιν τῶν κατωτάτω μερῶν ἐστιν εὑρεῖν διαφορὰς καὶ ἰδιότητας· οἷον τῆς κεφαλῆς τοῦ ἀνθρώπου ἢ χειρῶν ἢ ποδῶν· διὸ οὐδὲ ὅρον πάλιν κυρίως αὐτῶν ὑποδιδόαμεν, ἀλλ’ ὑπογραφήν· φησὶν οὖν αὐτός· ὅτι οὐ περὶ εὑρέσεως λέγω, ἀλλὰ περὶ κεφαλαίων· οὐ δυνάμενος δ’ ὅρον ἑκάστου δοῦναι ἐνθυμηματικῶς αὐτὰ παραδιδοὺς δείκνυμι μετὰ τῶν κεφαλαίων τὴν εὕρεσιν· ἄξιον δὲ ζητῆσαι τί ἐστι κεφάλαιον, καὶ τί εὕρεσις· καὶ τίς ἡ διαφορὰ κεφαλαίου καὶ εὑρέσεως. Κεφάλαιόν ἐστι μέρος λόγου ἐκ πολλῶν ἐπιχειρημάτων συγκείμενον· εὕρεσις δὲ νοημάτων εὐπορία· ἀμφοτέρων οὖν περὶ τὰ αὐτὰ ὄντων εἰκότως ἡ κοινωνία δείκνυται· οὐ μόνον δὲ κατὰ τοῦτό ἐστιν ἡ κοινωνία, ἀλλ’ ὅτι καὶ τὰ κεφάλαια καὶ τὰ ἐνθυμήματα ἁρμόζειν δεῖ τῇ παρούσῃ ὑποθέσει· οἷόν ἐστιν ἡμῖν Μηδείας ἠθοποιΐα, Γλαύκην γαμοῦντος Ἰάσονος· οὔτ’ ἀντὶ τῶν τῆς ἠθοποιΐας χρόνων δυνάμεθα τὰ τῆς ἀνασκευῆς θεῖναι κεφάλαια, οὔτ’ ἀντὶ τῶν τῇ Μηδείᾳ πρεπόντων λόγων ὀφείλομεν τοὺς Πασιφάῃ πρέποντας λέγειν, ἀλλὰ μόνους τοὺς τῇ Μηδεία· διαφορὰ δ’ αὐτῶν ἐστιν αὕτη· ὅτι ἡ μὲν εὕρεσις ἐπ’ ἄπειρόν τί ἐστι καὶ πρὸς τὴν ἑκάστου δύναμιν καὶ φύσιν εὑρίσκεται· τὰ δὲ κεφάλαια ὡρισμένην ἔχει ποσότητα· ἀμέλει γ’ οὖν τὴν αὐτὴν ὑπόθεσίν τινες ὁριζόμενοι καὶ τοῖς αὐτοῖς χρώμενοι κεφαλαίοις, οὐ τοῖς ἴσοις χρῶνται νοήμασιν, ἀλλ’ οἱ μὲν πολλοῖς, οἱ δὲ ἐλάττοσι, καὶ ὅτι τὰ μὲν κεφάλαια ἀπὸ τῶν ἀγώνων ἀρξάμενα εἰς τοὺς ἀγῶνας λήγει καὶ ἐν μόνῳ τούτῳ τῷ μέρει τοῦ λόγου εὑρίσκονται· ἡ μέντοι εὕρεσις ἐν παντὶ μέρει λόγου· καὶ γὰρ ἐν τοῖς προοιμίοις ἐστί· καὶ τὴν διήγησιν δι’ αὐτῆς ἐργαζόμεθα, καὶ τοῖς ἀγῶσιν αὕτη περιέχει τὰ σπέρματα· κἀν τοῖς ἐπιλόγοις φανεῖσα τὸ πᾶν συμπεραιοῖ τοῦ λόγου· τοῦτο οὖν εἰδὼς ὁ τεχνικὸς ἵνα μὴ νομίσωμεν τοῦτον ἀγνοεῖν καὶ μηδὲ μίαν ἡγεῖσθαι τούτων διαφορὰν, προσέθηκε τὸ σχεδόν· ἵνα δι’ ἑνὸς ἐνθυμήματος καὶ τὴν κοινωνίαν καὶ τὴν διαφορὰν ὁρίσηται.
4.68 Πλή ν. Τινές φασιν ὅτι ταὐτόν ἐστι τὸ πλὴν τῷ σχεδόν· ἡμεῖς δὲ λέγομεν, ὅτι σαφηνείας ἕνεκα μείζονος τοῦτο πεποίηκεν· ἐν μὲν γὰρ τῷ εἰπεῖν σχεδὸν, ἐγινώσκομεν ὅτι ἔστι τις αὐτῶν διαφορὰ, οὐ μέντοι τὸν τρόπον τῆς διαφορᾶς· ἐν δὲ τῷ εἰπεῖν πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεως, ἐδήλωσεν, ὅτι ἐν τῷ ποσῷ ἐστιν ἡ διαφορά· ἔχομεν δὲ αὐτὸ καὶ παρὰ Θουκυδίδῃ εἰρηκότι.
4.69 Πελοποννήσου τε τὰ πολλὰ πλὴν Ἀρκαδίας· καίτοι γε εἰρηκὼς, Πελοποννήσου τε τὰ πολλὰ ἐσήμανεν, ὅτι οὐ πᾶσα ἡ Πελοπόννησος· διὰ μὲν τοῦ τὰ πολλὰ εἰπεῖν σημαίνων τὴν ποσότητα, ὅτι οὐ πᾶσα· διὰ δὲ τοῦ πλὴν δηλῶν τὴν ποιότητα, ποῖα ἦν χωρία τὰ μὴ συνᾴδοντα τῇ Πελοποννήσῳ. Καὶ πρῶτον μὲν ὅτι ἐστὶ πολιτικό ν. Τοῦτο εἰς Μινουκιανὸν ἀποτείνεται· ἐκεῖνος γὰρ οὐκ ἐπήνεγκεν ὅρον τοῦ πολιτικοῦ ζητήματος, ἄτοπον δὲ περὶ τῶν μερῶν τοῦ ζητήματος τῶν κεφαλαίων εἰπεῖν, πρὶν ἂν περὶ αὐτοῦ διδάξαι τοῦ ζητήματος, τί ποτε ἄρα ἐστίν· ζήτημα δέ ἐστι πρᾶγμα δύο ἢ καὶ πλείονας λόγους ἐπιδεχόμενον ἐναντίους ἀλλήλοις. Πολιτικὸν δὲ λέγουσι τὸ μὴ περὶ τὰς μεθόδους τὰς φυσικὰς ὑφιστάμενον, ἀλλὰ τῆς κοινῆς ἐννοίας ἔχον τὴν κρίσιν. Ἔστι τοίνυν ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους, ἐκ τῶν παρ’ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν περὶ τοῦ νομισθέντος δικαίου ἢ τοῦ καλοῦ ἢ τοῦ συμφέροντος ἢ καὶ πάντων ἅμα ἢ τινῶν. τὸ γὰρ ὡς ἀληθῶς τε καὶ καθόλου καλὸν ἢ τὰ τοιαῦτα σκοπεῖν, οὐ ῥητορικῆς. Συριακο ῦ. Λογικὴ πρόκειται διὰ τοὺς ἀθλητὰς καὶ παγκρατιαστὰς, οἱ στεφάνων ἀμφισβητοῦσι διὰ χειρῶν καὶ πάλης· ὥσπερ καὶ στρατιῶται λαφύρων δι’ ὅπλων.
4.70 Ἐπὶ μέρους δὲ διὰ τὰ φιλόσοφα καθόλον ὄντα ζητήματα.
4.71 Οὐ γὰρ ζητοῦσιν οὗτοι, τί τὸ Λακεδαιμονίοις συμφέρον ἢ δίκαιον, ἀλλὰ τὸ πᾶσιν ἀνθρώποις. Εἶτα ἐπεὶ καὶ ἰατρῶν ἐστιν ἐπὶ μέρους ζητήματα· οἷον τί μὲν τοῖς ἐν Ἰνδίᾳ συντελεῖ πρὸς ὑγείαν, τί δὲ τοῖς ἐν Σκυθία, προσέθηκε τὸ ἐκ τῶν παρ’ ἑκάστοις κειμένων· οὐ γὰρ ἐκ τούτων ἀμφισβητεῖ ὁ ἰατρὸς, ἀλλ’ ὁ ῥήτωρ· εἰ δὲ πολλάκις καὶ ῥήτορες καθολικὰ μεταχειρίζονται, ὡς ὁ Δημοσθένης· οἷον οὐκ ἔστιν ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν, κτήσασθαι· καὶ πάλιν πέρας γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου ὁ θάνατος· καὶ παρ’ Αἰσχίνῃ· οὐδεὶς γὰρ πώποτε πλοῦτος πονηροῦ τρόπου περιεγένετο· εἰδέναι δὲ χρὴ, ὅτι αἱ καθόλου ἐργασίαι τοῦ ἐπὶ μέρους ἐγένοντο. ὁ γὰρ ἀγὼν ὑπὲρ τοῦ δεῖξαι, ὅτι ἀσθενὴς Φίλιππος, οὐχὶ δὲ, εἰ οἱ ἐπιορκοῦντες κινδυνεύουσιν ἢ οὔ· καὶ πάλιν ὅτι καλῶς συνεβούλευσεν ἐν Χαιρωνείᾳ ὑπὲρ ἀρετῆς ἀποθανεῖν· οὐχὶ δὲ εἰ θνητὸς ὁ ἄνθρωπος· ὁμοίως καὶ Αἰσχίνης ζητῶν δεῖξαι, ὅτι πονηρὸς Δημοσθένης, προσέθηκεν, ὅτι καὶ πλουτήσας, οὐχὶ δὲ πότερον φυσικὴ ἡ πονηρία ἡ καὶ μεταβάλλεσθαι δυναμένη· τὸ δὲ ἐκ τῶν παρ’ ἑκάστοις κειμένων νόμων τοιοῦτον· οἷον Ἀθήνησι τὰ τῶν Ἀθηναίων, ἐν Λακεδαίμονι τὰ τῶν Λακεδαιμονίων ἁρμόττει γενέσθαι· οὔτε γὰρ ἐν Ἀθήναις ἐπαινεσόμεθα τὴν ξενηλασίαν, οὔτε ἐν Λακεδαίμονι τὸ τοῖς ξένοις ἐν τῇ πόλει διδόναι μετοίκιον· οὔτε Σθενελαΐδας φεύξεται μετοικίου γραφήν· οὔτε Ἀλκιβιάδης μὴ περιμείνας τὴν πανσέληνον· ἐκεῖνο μὲν γὰρ Ἀττικὸν, τοῦτο δὲ Λακωνικόν· εἰ δέ τις χρήσηται κακόπλαστον ποιήσει τὸ ζήτημα· φυλάττεσθαι δὲ καὶ τοῦτο χρή· οἷον Λακεδαιμόνιον ζήτημα μελετῶντας, μὴ φάσει καὶ εἰσαγγελίᾳ καὶ εἰσαγωγῇ καὶ ἐνδείξει χρήσασθαι, Ἀττικὰ γὰρ ταῦτα· εἰ δὲ καὶ Δημοσθένης τοῦ Λοκρῶν μέμνηται λόγου ἐν τῷ κατὰ Τιμοκράτους· νόμον εἰσάγοντος Τιμοκράτους, καὶ ἐν τῷ πρὸς Λεπτίνην, ὅτι καὶ Λακεδαιμόνιοι καὶ Θηβαῖοι οὐδενὶ τῶν παρ’ ἑαυτοῖς διδόασι τοιαύτας δωρεὰς, καίτοι ταῦτα οὐκ ἐξ Ἀττικῶν νομίμων εἰσὶ, κἀνταῦθα ἐροῦμεν· ὡς καὶ ταῦτα ἐργασία τῶν Ἀττικῶν ἐστι νόμων· εἰ μὲν γὰρ προὔκειτο ζητεῖν αὐτῷ, ὅτι Τιμοκράτης μόνον οὐκ ἐν βρόχῳ τὸν τράχηλον ἔχων νομοθετεῖ, ἐκ τοῦ Λοκρῶν νόμου ἦν ἂν ἡ ἀμφισβήτησις, καὶ πάλιν εἰ τοῦτο ἦν ἐν τῷ πρὸς Λεπτίνην· ὡς τὸ τῶν ἐφόρων καὶ τὸ τῶν γερόντων τάγμα οὐ γίνεται παρ’ αὐτοῖς, ἐκ τῶν Λακωνικῶν νόμων ἡ ἀμφισβήτησις.
4.73 νῦν δὲ τούτων μὲν οὐδέν ἐστιν, εἰς πίστιν δὲ καὶ ἀπόδειξιν ὡσπερεὶ μεμφόμενος Ἀθηναίων τὴν ἑτοιμότητα τὴν πρὸς τὸ νομοθετεῖν καὶ τὴν εὐκολίαν ἐμνημόνευσε τοῦ Λοκρῶν λόγου· ὅτι φανερόν ἐστι παρ’ αὐτοῖς τὸ νομοθετεῖν, διὸ καὶ χρηστοῖς ἀεὶ νόμοις χρῶνται καὶ τοῖς αὐτοῖς· καὶ πάλιν Λεπτίνην μεμφόμενος, ὡς ἀφελόμενον τὰς δωρεὰς τῶν εὐεργετῶν, εἶπεν ὅτι οἱ ἀλλαχοῦ πολῖται καὶ μείζους παρέχουσι τῆς ἀτελείας δωρεὰς, καὶ τοὺς εὐεργέτας τῶν ἰδιωτῶν δεσπότας καθιστᾶσιν, ἐθῶν δὲ πρόσκειται, ἢ ἵνα ἀρχαίαν ἀποδείξῃ ῥητορικήν· οἱ γὰρ νόμοι ἀπὸ ἔθους εἰσίν· οἷον Κέκρωψ πρῶτον συνήγαγεν ἄνδρα καὶ γυναῖκα, ὃς καὶ διὰ τοῦτο διφυὴς ἐκλήθη· καὶ τὸ ἀπὸ τούτου ἐκράτησεν· οὕτως καὶ ὁ περὶ μοιχείας νόμος ἐτέθη· ἢ ὅτι βουλόμενος αὐτὴν κοινὴν ὥσπερ καὶ τὴν ἰατρικὴν ἀποδεῖξαι, εἶπεν ἐθῶν· οὐδὲ γὰρ πάντες ἄνθρωποι νόμους ἔχουσιν ἐγγράφους, ἢ πάλιν ἐπειδὴ πολλάκις οἱ ῥήτορες τὸ ἔθος ἀντὶ νομίμου παραλαμβάνουσιν, ὡς καὶ Δημοσθένης ἐν τῷ περὶ στεφάνου· καὶ ὅτι ἐν τῇ πραγματικῇ τὸ ἔθος ὡς νόμιμον ἐξετάζεται· ἀλλὰ καὶ ἐν ἀντιλήψει Ἀλκιβιάδης εἰσάγεται τὰ περὶ Σικελίαν γράψας ἐν ἐκπώμασι, καὶ κρινόμενος ὑπὸ ἔθους διϊσχυρίζεται λέγων, ὅτι εἰ νόμος ἐκώλυσεν ἀλλὰ ἔθος ἐπιτρέπει ποιεῖν, ὃ ἄν τις βούλοιτο.
4.74 Περὶ τοῦ νομισθέντος δικαίου ἢ τοῦ καλο ῦ· ἡ σύνταξις οὕτως· ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους· περὶ τοῦ νομισθέντος δικαίου ἢ τοῦ καλοῦ καὶ ἑξῆς· τὰ δὲ ἄλλα μεταξύ· νομισθέντος δὲ ἀντὶ τοῦ νόμῳ τεθέντος· τὸ γὰρ φύσει καλὸν καὶ δίκαιον καὶ συμφέρον φιλοσόφοις ἀνεῖται ζητεῖν· τὸ δὲ καλοῦ ἢ δικαίου ἢ συμφέροντος οὕτως ἐξηγοῦνται· τρία φασὶν εἶναι τὰ ποιοῦντα τὴν στάσιν, ὕπαρξιν, ἰδιότητα, ποιότητα· ἡ μὲν οὖν ὕπαρξις τὸν στοχασμὸν ποιεῖ· ζητοῦμεν γὰρ, εἰ γέγονε τὸ πρᾶγμα ἢ οὔ· ἡ δὲ ποιότης τὰς ἄλλας ἕνδεκα ποιεῖ στάσεις· ἐπειδὰν γὰρ τὸ πραχθὲν δηλωθῇ καὶ τί τὸ ζητούμενον, ζητοῦμεν πάλιν, καὶ εἰ καλὸν, ἢ συμφέρον, ἢ δίκαιον· ὅπερ ἐστὶν οἰκεῖον ποιότητος· παραλέλειπται τοιγαροῦν ταῦτα τῷ τεχνικῷ, ἥ τε ὕπαρξις καὶ ἰδιότης· ἅ ἐστιν ὁ ὅρος καὶ ὁ στοχασμός· διὸ καὶ ἐλλιπῶς ἔχει ὁ ὁρισμός· οὕτως δ’ ἂν προαγάγοι τις ἀπταίστως αὐτόν· ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους περὶ ὑπάρξεως καὶ ἰδιότητος καὶ τοῦ νομισθέντος δικαίου ἢ καλοῦ καὶ ἑξῆς. Οἱ γὰρ λέγοντες ὅτι οὐ παρέλιπέ τι τῶν στάσεων, ἀλλὰ καὶ περὶ τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς διέλαβε διὰ τοῦ καλοῦ καὶ δικαίου καὶ συμφέροντος οὐ καλῶς φασιν· τὸ γὰρ πανηγυρικὸν οὐ στασιάζεται, ὃ διὰ τοῦ καλοῦ βούλονται τὸν ὁρισμὸν περιλαμβάνειν.
4.75 ἄλλως τε καὶ οὐδὲ περὶ ῥητορικῆς ὁ λόγος, ἀλλὰ περὶ πολιτικοῦ ζητήματος· οἱ δὲ πάλιν λέγοντες ὡς τὰ τρία γένη τῶν στάσεων δηλῶσαι βούλονται, διὰ μὲν τοῦ καλοῦ τὰς δικαιολογικὰς, διὰ δὲ τοῦ συμφέροντος τὴν πραγματικὴν πλανῶνται· ἡ γὰρ μετάληψις ἐκβολὴ τοῦ ἀγῶνος καὶ διαβολὴ οὖσα, οὐδενὸς τούτων μετέχει· ἄλλοι δέ φασιν ὅτι δύο χρόνων ὄντων τῶν ποιούντων τὰς στάσεις, παρεληλυθότος καὶ μέλλοντος, περὶ μὲν τὸν παρεληλυθότα αἱ δεκαδύο στάσεις ὁρῶνται· τὸν μέλλοντα δὲ ἡ πραγματικὴ ἐκληρώσατο· ὡς οὖν ἰσόῤῥοπος ταῖς λοιπαῖς στάσεσιν, ἐνταῦθα ἐμνημονεύθη· ὡς ἀπὸ μέρους τοῦ ὅλου εἰσαγομένου· αὐτῆς γάρ ἐστι ταῦτα κεφάλαια· καλῶς δὲ οὗτοι ἔλεγον, εἰ μόνον ἦν πολιτικὸν ζήτημα ἡ πραγματική· εἰ δὲ ὥς φασιν ἀπὸ μέρους τὸ ὅλον εἶπεν, ἐχρῆν οὕτω προενέγκασθαι· ὡσανεὶ περὶ τοῦ δικαίου ἢ τοῦ συμφέροντος· οὕτω γὰρ ἂν ἐδόκει μέρους μεμνῆσθαι πρὸς διδασκαλίαν τοῦ παρόντος· νῦν δὲ ὡς περὶ τούτων οὔσης μόνον τῆς ἀμφισβητήσεως ἀπεφήνατο· ἄλλως τε οὐδὲ τοῦ μεγίστου κεφαλαίου τῆς πραγματικῆς, καὶ δι’ οὗ πᾶσα αὐτῆς ἐστιν ἡ σύστασις, τοῦ δικαίου λέγω, ἐμνήσθη· τὸ γὰρ καλὸν οὐ κεφάλαιον τῆς πραγματικῆς, ἀλλ’ ἐπεισαγόμενον τοῖς κεφαλαίοις, ὅπερ οὐδὲ καλὸν ἀλλ’ ἔνδοξον καλεῖται· ἀλλ’ οὐδὲ οἱ λέγοντες τὰ τελικὰ κεφάλαια τὰ τρία ταῦτα εἶναι, ἃ ἐν πάσαις ταῖς στάσεσιν εὑρεθήσονται· καὶ διὰ τούτων δηλοῦσθαι τὰς στάσεις πάσας καλῶς ἀπεφήναντο· ἠγνόησαν γὰρ τί ποτέ ἐστι τελικά· ταῦτα γὰρ οὐκ ἐν τοῖς ἀγῶσιν, ἀλλ’ ἐν τοῖς ἐπιλόγοις ἐστίν· τὰ δὲ ζητήματα τῶν ἀγώνων εἰσίν. Πῶς οὖν ἐπαγγειλάμενος διαίρεσιν ζητημάτων εἰπεῖν τοὺς ἀγῶνας ἀφεὶς τῶν ἐπιλόγων ποιεῖται μνήμην· οἱ δὲ λέγοντες, ὅτι φυσικῶς ταῦτα τὰ κεφάλαια ἐμπίπτει ἐν πάσαις ταῖς στάσεσι, λελήθασιν ὡς οὐχ αἱ κοιναὶ ἔννοιαι τὰ ζητήματα, ἢ τὰς στάσεις ποιοῦσιν, ἀλλ’ αἱ ἰδικαὶ κατασκευαί· οὐ γὰρ εἰ κοιναί τινες ἐμπίπτουσιν, οἷον ὅτι καλὸν τὸ κολασθῆναι τόνδε ἢ ἀφεθῆναι ἤ τι τῶν τοιούτων, ταῦτα ζητήματά ἐστιν, ἀλλ’ ἔξωθεν ἐπεισαγόμενα· τὰ γὰρ ζητούμενα ἀνάγκη ἢ περὶ ὑπάρξεως ἢ ἰδιότητος, ἢ ποιότητος εἶναι· ὥστε καλῶς ἔχει ἡ προσθήκη τοῦ ὁρισμοῦ, ἢ καὶ πάντων ἅμα ἢ τινῶ ν.
4.76 αἰτιῶνται τοῦτο· οὐδὲ γὰρ δυνατὸν πασῶν ἅμα εἶναι ζήτησιν τῶν στάσεων ἢ γὰρ ἂν πᾶσαι μία εἶεν στάσεις· ἀλλ’ οὐδὲ τινῶν ἐν ἑνὶ ζητήματι, πλείους γὰρ ἑκάστη εὑρεθήσεται· τί οὖν τὸ λεγόμενον· τινὲς μὲν περὶ τῆς πραγματικῆς ἀπελογήσαντο τὸν λόγον εἶναι, ὅτι αὕτη ἐνίοτε καὶ δι’ ἑνὸς καὶ διὰ πλειόνων μελετᾶται κεφαλαίων· οἳ τοῖς ἀνωτέρω περιπίπτουσιν ἁμαρτήμασιν· ἄλλοι διὰ τὴν ἔγγραφον μετάληψιν εἰρῆσθαι βούλονται τοῦτο, ἥτις οὐδέποτε μόνη μελετᾶται, ἀλλ’ ἕτερον ἐπαναφυόμενον ἔχει ζήτημα τῇ παραγραφῇ, τὸ τῆς εὐθυδικίας· τινὲς δὲ ὅτι διὰ τὰ τελικὰ κεφάλαια εἶπεν τοῦτο· ἃ δὴ ἐν πάσῃ εὑρίσκεται στάσει, ἐν ἐπιλόγοις· ἔνιοι πάλιν ὅτι τὴν ἐπιπλοκὴν αἰνιττόμενος τῶν στάσεων λέγει ταῦτα, ὅτι πολλάκις πραγματικὴ κατὰ στοχασμὸν εὑρίσκεται καὶ ἀντινομίαν· κατὰ μὲν ἀντινομίαν, οἷον πατὴρ τὸν υἱὸν ἀνελὼν τυραννοῦντα ἀξιοῖ μὴ γράφεσθαι, μετὰ τοῦ σχήματος νόμου τοῦτο κελεύοντος· κατὰ δὲ στοχασμὸν οἱ βουλόμενοι τὰς πύλας τῶν πολιορκουμένων ἐξαίφνης ἀνοῖξαι· καὶ ἕτεραι δέ εἰσι στάσεων ἐπιπλοκαί· καὶ Δημοσθένης τὸν παραπρεσβείας μελετῶν, ἀντιθέσεις μεταστατικὰς καὶ ἀντεγκληματικὰς τίθησι· καὶ ὅτι γίνονται ἔσθ’ ὅτε αἱ στάσεις ἀλλήλων κεφάλαια· οὕτως ὅτ’ ἂν ἀτελεῖς ἀπὸ πραγμάτων πᾶσαι αἵ τε λογικαὶ καὶ νομικαὶ ἐμπίπτωσιν· ὅταν δὲ ἀπὸ ῥητοῦ ἦ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντιθετικαὶ μὲν οὐχ εὑρεθήσονται, νομικαὶ δὲ, ὅτ’ ἂν δὲ ἀπὸ πραγμάτων, τὸ ἐναντίον· ἢ πάλιν ὅτι μετὰ τὸν στοχασμὸν, πᾶσαι αἱ λοιπαὶ στάσεις τοῖς ἀλλήλων κεφαλαίοις μελετῶνται κατὰ τὴν τάξιν μόνον ἐναλλαγῆς τινος γενομένης· τοῦτο οὖν ἐστι τὸ ἢ πάντων ἅμα ἢ τινῶν, τὸ ἐνίοτε ἄλλα ἄλλοις ἐμπίπτειν κεφάλαια· ἢ καὶ ὅτι αἱ ἀντιθετικαὶ τέσσαρες στάσεις δι’ ἀλλήλων μελετῶνται, ἢ ὅτι αἱ κατασκευαὶ τῶν στάσεων κοιναὶ καὶ εἰ μὴ κεφάλαια εὑρίσκεται, ἀλλ’ οὖν ἔννοιαι ἐχόμεναι ἀλλήλων ἐμπίπτουσιν· ἢ ὅτι ἡ πραγματικὴ τὸ μὲν δίκαιον ἔχει διὰ τῶν ἀντιθετικῶν· τὸ δὲ νόμιμον διὰ τῶν νομίμων· τὸ δὲ συμφέρον στοχαστικῶς μελετῶμεν· ὡς καὶ Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος, καὶ ἀντιληπτικὸν τεθεικὼς κεφάλαιον τὸ, φήσει τοίνυν τοῦτον τὸν τρόπον ἁπάσας εἰληφέναι τὰς βουλάς· καὶ λύσας μεταληπτικῶς, οὐ γὰρ εἴ τι πώποτε καὶ ἑξῆς· καὶ πάλιν τὴν πρὸ αὐτοῦ ἀντίθεσιν κατὰ ἀντινομίαν ἐργασάμενος· ὁ νόμος φησὶ τῇ βουλῇ μὴ ἐξεῖναι καὶ μὴ ποιησαμένῃ τὰς τριήρεις αἰτεῖν τὴν δωρεὰν, καὶ λύσας αὐτὸν κατὰ ῥητὸν καὶ διάνοιαν· ἐγὼ δὲ τοὐναντίον ἡγοῦμαι καὶ ἑξῆς· καὶ συλλογισμὸν τέλειον εἰργάσατο, ἀποδεικνὺς ὅτι ταὐτόν ἐστι τὸ ἐρωτῆσαι τῷ αἰτῆσαι· δι’ ὧν φησι· καίτοι τοὺς μὴ αἰτοῦντας, μὴ δὲ λαβεῖν ἀξιοῦντας οὐδὲ ἐπερωτᾷν προσήκει τὴν ἀρχήν· ὅτι δὲ τὸ συμφέρον στοχαστικῶς ἐξετάζεται, δῆλον ἀπὸ Δημοσθένους καὶ τοῦτο· πρῶτον μὲν ὅτ’ ἂν λέγῃ, ἀλλ’ ὦ τὰν, οὐχὶ βούλεται· καὶ ὅτ’ ἂν παρ’ ἄλληλα τιθεὶς λέγῃ, ὅτι σωζομένων μὲν Ὀλυνθίων, ἐν Λακεδαιμονίᾳ ἔσται ὁ πόλεμος καὶ ἑξῆς· καὶ ὅτ’ ἂν πάλιν ἐν τῷ κατὰ Ἀριστοκράτους λέγῃ· ὡς ἄδεια δοθήσεται τοῦ παρανομεῖν· τοῦτο γὰρ βούλεται διὰ τοῦ, εἰ μὲν γὰρ μηδεὶς ἦν, ὃς ἤμελλεν ὁμοίως τῶν ἡμετέρων νόμων καὶ ἑξῆς· στοχαστικὸν γὰρ καὶ τοῦτο· ὥστε ἀρίστη αὕτη ἡ ἐξήγησις· ἢ καὶ ὅτι ἐνταῦθα οὐ περὶ στάσεων ὁμολογουμένως διαλαμβάνει, ἀλλὰ περὶ τοῦ γένους, ὅ ἐστι τὸ πολιτικὸν ζήτημα, ὑφ’ ὃ καὶ κατὰ συμπλοκήν εἰσι στάσεις, καὶ ἁπλαῖ, ὡς ἤδη εἴρηται· ὃ διὰ τοῦ πάντων ἢ τινῶν παραστῆσαι ἠβουλήθη Ἑρμογένης.
4.78 Σωπάτρο υ. Γένος τοῦ ὁρισμοῦ ἡ ἀμφισβήτησις· διαφορὰ τὰ λοιπὰ πρόσκειται λογική· ἐπειδὴ καὶ δι’ ὅπλων καὶ ἔργων ἐστὶν ἀμφισβητεῖν, ὡς ἀθληταὶ καὶ στρατιῶται· περὶ μέρους δὲ διὰ τὰς φιλοσόφους, αἵ εἰσι καθόλου· οἷον νοῦ, ψυχῆς, εἰ σφαιροειδὴς ὁ κόσμος. Ἐκ τῶν πα ρ ’ ἑκάστοις κειμένω ν. Ὁ γὰρ ῥήτωρ τὰ πολιτικὰ διαπλέκει ζητήματα, τὰς πίστεις ἐκ τῶν παρ’ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν ποιούμενος παρ’ οἷς ἂν καὶ δημηγοροῖντο· ταύτῃ ἐν Λακεδαίμονι μὲν βραχυλογίᾳ χρήσαιτο, τούτῳ γὰρ χαίρουσιν οὗτοι. Ἀθήνησι δὲ μακρολογίᾳ, τοῦτο γὰρ ἥδιον αὐτοῖς· καὶ οἱ μὲν τῶν δικαστῶν πρὸς κέρδος, οἱ δὲ πρὸς ἀλήθειαν ἀποβλέπουσιν· πρὸς ἃ μεταβάλλεσθαι τὸν ῥήτορα χρή. Νόμος δέ ἐστι λόγος κοσμητικὸς καὶ μετρητικὸς τῶν ἐν τῇ πολιτείᾳ πραγμάτων, πᾶσι τὸ κατ’ ἀξίαν ἀπονέμων. Ἔθος δὲ νόμιμον ἔγγραφον ἐκ συλλογῆς συνιστάμενον παραδειγμάτων, ὡς τὸ τεττιγοφορεῖν Ἀθηναίοις.
4.79 Περὶ τοῦ νομισθέντος δικαίο υ· τὰ τελικὰ τῶν τριῶν τῆς ῥητορικῆς περιεῖλε τῷ ὁρισμῷ· διὰ τοῦ καλοῦ τὸ πανηγυρικὸν, διὰ τοῦ δικαίου τὸ δικανικόν· διὰ τοῦ συμφέροντος τὸ συμβουλευτικόν· τοῦ νομισθέντος δὲ, διὰ τὸ ἕτερον εἶναι τὸ ἀληθὲς τοῦ δοκοῦντος· οἷον ἀληθὲς μὲν καὶ δίκαιον καὶ συμφέρον, τοὺς ἀρίστους ἐν ἑκάστῃ πόλει ἄρχειν· ἀλλ’ ἐν Λακεδαίμονι μὲν οἱ βασιλεῖς Ἡρακλεῖδαι, ὁποῖοι ἄν ποτε εἶεν· Ἀθήνησι δ’ οἱ ἄρχοντες ἐξ εὐπατριδῶν, κἂν Ἴρου μὲν πενέστεροι, Φαλάριδος δὲ ἀδικώτεροι καὶ ὠμότεροι. Ἢ καὶ πάντων ἅμα ἢ τινῶ ν· ἢ γὰρ περὶ καλοῦ καὶ δικαίου καὶ συμφέροντος ἅμα τὴν ἐξέτασιν ποιεῖται τὸ πολιτικὸν ζήτημα, ἢ περὶ μόνων τῶν δύο ἢ τοῦ ἑνός. Τὸ γὰρ ὡς ἀληθῶ ς. Ἀξιωματικῶς προάγει τὴν ἐκ τοῦ ἐναντίου ἀπόφασιν, ἥκιστα ῥητορικῇ προσήκειν ἀποφαινόμενος τὴν περὶ τῶν ἀληθῶν καὶ καθόλου ζήτησιν, φιλοσοφίας γὰρ ταῦτα, ἣ πηγὴ τεχνῶν καὶ ἐπιστημῶν ὑπάρχουσα οὐ δοκεῖν δικαία ἀλλ’ εἶναι θέλει. ἕκαστος ὅρος σύγκειται ἐκ γένους καὶ διαφορῶν· καὶ γένος μέν ἐστι τὸ ἐπαναβεβηκὸς, οἷον τὸ ζῶν· διαφοραὶ δὲ αἱ διακρίνουσαι τὸ ὁριστὸν ἀπὸ τῶν ὑποπιπτόντων τῷ αὐτῷ γένει, ἀμφισβήτησις οὖν τὸ γένος· εἶτα ἐπειδὴ ἀμφισβήτησίς ἐστι καὶ διὰ χειρῶν, ἐπήνεγκε τὴν διαφορὰν ἀποδιακρίνουσαν εἰπὼν λογικήν· καὶ πάλιν ἐπειδὴ καὶ φιλόσοφοι διὰ λόγων ἀμφισβητοῦσι, καὶ ἰατροὶ καὶ γεωμέτραι, καὶ οἱ λοιποὶ πάντες, ὅσοι τὰς λογικὰς ἐπιστήμας μετέρχονται, καὶ ἑτέραν προσέθηκεν διαφορὰν εἰπών· Ἐπὶ μέρου ς.
4.80 Οἱ γὰρ φιλόσοφοι, οὐ περὶ τὰ μερικὰ, ἀλλ’ ἐπὶ τὰ καθολικὰ τὸν λόγον ἔχουσι· διὰ δὲ τοῦ· ἐκ τῶν πα ρ ’ ἑκάστοις κειμένων νόμω ν , ἢ ἐθῶ ν, διδάσκει ὁ τεχνικὸς, ὅτι προσήκει τὸν ῥήτορα τοῖς ἐν ἑκάστῃ πόλει δικαίοις ἁρμόζεσθαι· οἷον εἰπεῖν, τὸν Ἀθηναῖον ῥήτορα οὐ χρὴ τοῖς ἐγχωρίοις νόμοις μόνον ἁρμόζεσθαι, ἀλλὰ καὶ τοῖς ἐν Λακεδαιμονίᾳ, καὶ ἐν Κορίνθῳ, καὶ τοῖς ἑκασταχοῦ· ἵνα οὗ ἂν ἀφίκηται ἐν ἑτέρα χώρᾳ μεθαρμόττῃ ἑαυτὸν, καὶ στοχαζόμενος τῶν παρ’ ἐκείνοις νομίμων τοὺς λόγους ποιῆται, καὶ καταβάλλῃ τῷ τόπῳ τὴν τέχνην. εἰ δὲ μὴ, λήσει ἂν ἁμαρτάνων, εἰ τοῖς αὐτοῖς ἐπὶ πᾶσι χρήσεται. ἢ ἐθῶ ν. ἐπειδή τινες τὰ ἔθη ἀναγραψάμενοι νόμους ἐποίησαν, τινὲς δὲ καὶ ἔθεσι μόνοις καὶ οὐ νόμοις ἐγγράφοις χρῶνται ὥσπερ οἱ βάρβαροι. Νομισθέντο ς. Νόμῳ κρατήσαντος· νόμῳ γὰρ κρατεῖ τὰ ἐν πόλει δίκαια. Οἱ μὲν γὰρ ῥήτορες οὐχ ἕπονται τῷ φύσει δικαίῳ, ἀλλὰ τῷ νομισθέντι· οἱ δὲ φιλόσοφοι τοῖς φυσικοῖς· οὐ πάντως δὲ τὸ νόμῳ κρατῆσαν φύσει δίκαιον. Δικαίο υ , ἢ καλοῦ ἢ συμφέροντο ς. Φασὶν ὅτι λείπει τῷ ὅρῳ· ταῦτα γὰρ πάντα ἐκτός ἐστι τοῦ στοχασμοῦ καὶ τοῦ ὅρου. οὐ γὰρ ζητοῦμεν ἐν στοχασμῷ περὶ δικαίου ἢ συμφέροντος ἢ καλοῦ ἀλλ’ αὐτὸ τοῦτο, εἰ ὅλως γέγονεν. οἷον εἰ προδέδωκεν Αἰσχίνης Φωκέας· καὶ πάλιν ἐν ὅρῳ οὐ ζητοῦμεν περὶ τῶν προειρημένων κεφαλαίων· ἀλλὰ τὴν ἐξέτασιν ποιούμεθα· οἷον ὅτι τέλειον τὸ πεπραγμένον ἢ οὔ· καὶ πότερον κλέπτης οὗτος ἢ ἱερόσυλος ὁ ὑφελόμενος τὰ ἰδιωτικὰ κτήματα ἐκ τοῦ ἱεροῦ.
4.81 Ἄξιον δὲ εἰπεῖν τὸν τέλειον τοῦ πολιτικοῦ ζητήματος ὅρον, πολιτικὸν ζήτημά ἐστιν ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ τῶν παρ’ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν περὶ οὐσίας, ἢ ὀνόματος, ἢ τοῦ δικαίου ἢ καλοῦ ἢ συμφέροντος· τινὲς δὲ λέγουσιν ὅτι τὰ τρία εἴδη τῆς ῥητορικῆς περιέλαβεν ὁ ὅρος· ἄλλοι δ’ ὡς ταῦτα πραγματικὴν μόνη περιλαμβάνει στάσιν· ἢ πάντων ἅμα ἢ τι νῶν· ἐπειδή εἰσιν ὑποθέσεις καὶ μικταὶ ὡς αἱ τῶν ψηφισμάτων εἰσφοραὶ, συμβουλευτικαὶ ἅμα καὶ δικανικαί· καὶ αἱ τῶν νόμων εἰσφοραὶ, συμβουλευτικαὶ καὶ ἐγκωμιαστικαί. Τὴν δὲ ἀμφισβήτησιν ταύτην ἀνάγκη περί τε πρόσωπα καὶ πράγματα εἶναι· ὧν πλείστη δήπου διαφορὰ, ἣν τοῖς ἐπιγνοῦσι ῥᾴδιον ἤδη τὰς διαιρέσεις συνιδεῖν τὰς εἰς τὰ κεφάλαια τῶν ζητημάτων, καὶ ὅσα ὅλως διαιρεῖσθαι δύναται. Συριανο ῦ. Τοῦ πολιτικοῦ ζητήματος γένος τὴν ἀμφισβήτησιν ἀποδιδοὺς εὐτάκτως πάνυ διδάσκει ἡμᾶς πρόσωπα καὶ πράγματα, περὶ ἃ συνίσταται αὕτη· πάνυ δὲ καλῶς τὸ ἀνάγκη πρόσκειται· οὐ γὰρ οἷόν τε πολιτικὸν συστῆναι ζήτημα, προσώπου τε ὑφεστῶτος, τοῦ διαπραττομένου, καὶ πράγματός τινος, περὶ οὗ ἡ ἀμφισβήτησις ἄνευ γὰρ θατέρου ἀσύστατον· πλείστην δὲ διαφορὰν εἶπεν προσώπων πρὸς πρόσωπα καὶ πραγμάτων πρὸς πράγματα· αὕτη γὰρ ἀρίστη ἐξήγησις καὶ τῆς τοῦ τεχνογράφου βαθυτάτης ἐπάξιος διανοίας· ἡ γὰρ τῶν προσώπων τε καὶ πραγμάτων ἀκριβὴς κατανόησις εὐχερεστέραν ἡμῖν, ὡς καὶ αὐτός φησι, τὴν τῶν πολιτικῶν ζητημάτων ἀπεργάζεται διαίρεσιν, τά τε ἀδιαίρετα καὶ διαιρούμενα σαφῶς παραστήσει· μαρτυρεῖ δὲ καὶ αὐτὸς ταύτῃ τῇ ἐξηγήσει, ἀνὰ μέρος ἑκάστην διαφορὰν παραδοὺς προσώπων καὶ πραγμάτων ἀλλὰ καὶ μὴ ἀναμίξ.
4.82 Σωπάτρο υ. Μετὰ τὸν ὅρον τοῦ πολιτικοῦ ζητήματος ἀκολούθως καὶ περὶ τῆς ὕλης τούτου διαλαμβάνει. ὡς γὰρ ὕλη γραμματικῆς τοῦ λόγου μέρη, οὕτως τῶν ζητημάτων τὰ πρόσωπα καὶ τὰ πράγματα· τὸ δὲ ἀνάγκη πρὸς Μινουκιανὸν ἀποτεινόμενος τέθεικεν, αὐτὸς γὰρ βούλεται ζήτημα γίνεσθαι ἐλλιπὲς πῆ μὲν προσώπου, πῆ δὲ πράγματος· προσώπου μὲν, ὡς τὸ τίς· δοκεῖ γὰρ ἐλλείπειν, διὰ τὸ ἀορισταίνειν· πράγματος δὲ ὡς ἐπὶ τοῦ συνεχῶς κεχρημένου τοῖς ἀνδροφόνων καθαρσίοις, καὶ κρινομένου φόνου· ἐνταυθοῖ γὰρ ἐξ ὑπονοίας λέγουσι τὸ πρόσωπον κρίνεσθαι, ἄνευ πράγματος, οὐκ ἀκριβῶς δὲ οὗτοι· αὐτὸ γὰρ τὸ κεχρῆσθαι τοῖς καθαρσίοις πρᾶγμά ἐστι τὸ γεγονὸς ἐν καιρῷ παρὰ τοῦ κρινομένου προσώπου καὶ παρέχον ὑπόνοιαν προαγόμενον εἰς ἀπόδειξιν ἀφανοῦς τινος· δοκεῖ μέντοι καὶ αὐτὸς ὁ τεχνικὸς ὑποκατιὼν ἑαυτῷ ἐναντιοῦσθαι διὰ τοῦ τόπον δὲ ἄλλως ἐπέχει προσώπου· ἐλλιπὲς γὰρ ἐκ προσώπων οὕτως ἂν γένοιτο ζήτημα, ἀλλ’ οὐκ ἔστι τοῦτο· οὐ γὰρ ἄνευ προσώπου ἐστὶ τὸ ζήτημα, ἀλλ’ ἔχει μὲν τὸ πρόσωπον, ἀόριστον δὲ καὶ μὴ ἐπιδεχόμενον ἐξέτασιν, διὸ καὶ δοκεῖ ἐλλείπειν.
4.83 ὧν πλείστη δήπου διαφορ ά· προσώπων πρὸς πρόσωπα καὶ πραγμάτων πρὸς πράγματα· τῶν γὰρ πάνυ κοινωνούντων καὶ ἡ διαφορὰ, ὡς κυνὸς καὶ λύκου, οὐ τῶν ἑτερογενῶν· προσώπων δὲ διαφορὰ, καθὸ τὰ μέν ἐστι κύρια, τὰ δὲ προσηγορικὰ, τὰ δὲ πρός τι καὶ ἑξῆς· καὶ πάλιν τὰ μὲν ἔνδοξα καὶ διὰ τοῦτο ἐξεταζόμενα, τὰ δὲ ἄδοξα καὶ ἀσύστατον διὰ τοῦτο ποιοῦντα τὸ ζήτημα· οἱ γοῦν κωμάσαντες δέκα καὶ ἐν τῷ ὀρύγματι καταβληθέντες, ὑπὸ μὲν πορνοβοσκοῦ τοῦτο παθόντες, ἀξύστατον ἔχουσι τὸ ζήτημα, ὑπὸ δὲ στρατηγοῦ ἢ φιλοσόφου συνιστάμενον. Τὰ μὲν γὰρ διὰ τὸ ἔνδοξον ἐξετάζονται, τὸ δὲ ἀνεξέταστον διὰ τὸ ἄδοξον· ἔσται δὲ ἀπὸ τῶν ἐνδόξων ἀντέγκλημα τὸ ζήτημα, τὸ γὰρ εὐδόκιμον τοῦ προσώπου δύναται ἀντεγκαλεῖν τῷ δικαίως ἐφ’ οἷς ἠσέλγαινον ἀνῃρῆσθαι, οὐκ ἔτι δὲ καὶ ὁ πορνοβοσκὸς, ἀλλὰ καὶ πραγμάτων ἐστὶ διαφορά· ὁ γὰρ τὸν πεποιθότα αἰτιώμενος ἀντέγκλημα ποιήσει, οὐδὲ ἕτερον αἰτιώμενος μετάστασιν, καὶ πάλιν ὁ ἐπ’ ἐξουσίας ἓν τοῦτο πρᾶγμα ποιούμενος, ἀντίληψιν, καὶ ὁ περὶ μέλλοντος ζητῶν πραγματικὴν, καὶ ἁπλῶς ἕκαστόν τι τῶν χρωμάτων τοῦ πράγματος ἀμειβομένου, ἑτέραν οἶδε γενομένην τὴν στάσιν· διὸ καὶ πρόσκειται τὸ ὅσα ὅλως διαιρεῖσθαι δύναται· ἕκαστον γὰρ τούτων ἀμειβόμενον καὶ συνεστηκὸς ποιεῖ καὶ ἀσύστατον· καὶ ἐπειδὰν συνεστηκὸς δειχθῇ, τότε καὶ διαιρεθήσεται· καὶ γὰρ ἀντιστρέφει ταῦτα· εἰ γὰρ διαιρεῖται, συνίσταται· καὶ εἰ συνίσταται, διαιρεῖται. Μαρκελλίνο υ.
4.84 Ἀναγκαίως προσέθηκε τοῦτο· ἐπειδὴ ἐκ τῶν προσώπων καὶ τῶν πραγμάτων ἡ σύστασις τοῦ πολιτικοῦ ζητήματος· ἐξ ἀμφοτέρων γὰρ τούτων πληροῦνται τὰ προβλήματα· ὧν καὶ ἡ ἀμφισβήτησις συνέχει τὴν μάχην· ἀνάγκη γὰρ τὸν μὲν πράττειν τὸν δὲ ὑπό τινος πράττεσθαι· εἰ δὲ μὴ οὕτως ἔχοι, πῶς δυνατὸν εἴη συνίστασθαι ζήτησιν; οἷον ὁ δεῖνα τόδε τι ποιήσας κρίνεται· ἢ ὁ δεῖνα τόδε τι κατορθώσας ἢ ὁπωσοῦν εὐεργετήσας αἰτεῖ δωρεάν· ἢ πάλιν ὁ δεῖνα τόδε τι συμβουλεύει. Τῶν δὲ προσώπων καὶ τῶν πραγμάτων διττὴ ἡ ἀνωτέρω διαφορά· τὰ μὲν γὰρ αὐτῶν ἀφορμὴν πρὸς ἀπόδειξιν δίδωσι, τὰ δὲ συστάσεως ἕνεκα παραλαμβάνεται· διαιρεῖται δὲ τὰ πρόσωπα καὶ τὰ πράγματα τὰ ἐξέτασιν ἐπιδεχόμενα καὶ ὅσα οὐκ ἐπιδέχεται· ὕλη γὰρ τοῦ πολιτικοῦ ζητήματος τὰ πρόσωπα καὶ τὰ πράγματα, ὥσπερ τῆς γραμματικῆς τὰ μέρη τοῦ λόγου. Ὧν πλείστη δήπου διαφορ ά. Τινὲς εἰρήκασι διαφορὰν τὴν ὑπὸ τῶν προσώπων εἰς τὰ πράγματα, ἔστι δὲ οὐχ οὕτως, ὧν γὰρ κοινωνία πρόσεστιν ἀλλήλοις, τούτων καὶ διαφορὰν εὑρίσκομεν. οἷς δὲ οὐχ ὑπάρχει κοινωνία, τούτων οὐδὲ διαφορὰν εἶναι λέγειν καλόν· οἷον οὐκ ἔστι λίθου κοινωνία πρὸς ἄνθρωπον, οὐκοῦν οὐδὲ διαφορά· ἔστι δ’ ἀνθρώπου κοινωνία πρὸς ἕτερα ζῶα, οὐκοῦν καὶ διαφορά· διαφορὰ οὖν λέγει πραγμάτων πρὸς πράγματα, καὶ προσώπων πρὸς πρόσωπα· εἰ γὰρ πρόσωπον ἓν αὐτὸ καθ’ αὑτὸ πρὸς τοὺς χρόνους ἔχει διαφορὰν, ὥσπερ ἐπὶ τοῦ Μιλτιάδου· ἄλλος γὰρ εὐδοκιμῶν ὥσπερ ἐν τοῖς Περσικοῖς λαμπρότητα μεγίστην ἔχων καὶ δύναμιν ἐξετάσεως καὶ ποιότητος μέγεθος καὶ κρίσιν προσώπου, ἄλλος δὲ ἐν τῷ δεσμωτηρίῳ ἐξ ἐλέου τὴν σωτηρίαν θηρώμενος, ἤπου γε προσώπου πρὸς ἕτερα πρόσωπα πόση ὑπάρχει διαφορά.
4.85 ἣν τοῖς ἐπιγνοῦσι ν· ἐκ γὰρ τῆς τῶν προσώπων καὶ πραγμάτων διαφορᾶς τὴν διαίρεσιν σαφῶς διακρίνομεν· ἐκ δὲ τῆς διαιρέσεως τὴν στάσιν· οἷον μελετῶν λέγεις κρινόμενος φόνου· οὐκ ἐφόνευσα· καὶ γνωρίζεις ὅτι στοχασμός ἐστιν· ἢ πάλιν λέγεις ἄξιον τὸν παθόντα ἀμύνασθαι, καὶ ποιεῖς ἀντέγκλημα τὴν στάσιν. Καὶ ὅλως εἰ διαιρεῖσθαι δύνατα ι. Τὸ γὰρ κρινόμενον πρᾶγμα ἢ πρόσωπον ἔχει ἢ ἐξέτασιν· κρινόμενον δὲ λέγω, τὸ ἔχον τινὰ ποιότητα· κρίνεται δὲ τῶν πραγμάτων τὰ μὴ ὡμολογημένα καὶ ἔχοντα ἀντίῤῥησιν, τὰ δὲ ὡμολογημένα καὶ μὴ ἔχοντα ἀντίῤῥησιν οὐ κρίνεται· οἷον ἐφωράθη τις φονεύων τινά· τὸ πρᾶγμα οὐκ ἔχει ποιότητα, οὔτε πρόσωπον, ὁμολογεῖται γὰρ ὁ φόνος· καὶ οὐκ ἔχει κρίσιν, οὐδὲ ἐξέτασιν, ἀλλὰ κοινῶς γίνεται τόπος· πάλιν ἐάν τις ἐπὶ τῇ ἑαυτοῦ πολλάκις δή τινα καταλαβὼν γυναικὶ ἀποκτείνῃ, κατὰ τὸν παρὰ Δημοσθένει κείμενον νόμον οὐ κρίνεται· ἐπειδὴ ἔξεστιν ἐπὶ τούτοις ἀνελεῖν, ἐπὶ δὲ τῶν προσώπων τὸ ἐναντίον ἐξέτασιν ἔχει, καὶ ἰσχὺν καὶ κρίσιν, ὅσα ὡμολόγηται· τὰ γὰρ μὴ ὡμολογημένα οὐ κρίνεται, ὥσπερ τὸ τίς.
4.86 Πᾶν δὲ ζήτημα, ὡμολογημένον ἔχον τὸ πρᾶγμα καὶ μὴ ἔχον τὸ πρόσωπον ὡμολογημένον, ἀσύστατον· διὰ τί δὲ τὰ πρόσωπα τῶν πραγμάτων προέταξε καί τοι τῶν πραγμάτων πολυϋλοτέρων ὄντων. καὶ λέγομεν· ὅτι οὐκ ἐβουλήθη τὸ ποιοῦν τοῦ ποιουμένου δεύτερον ποιῆσαι· πρῶτος γὰρ ὁ δράσας ὑφέστηκεν· εἶτα τὸ πραχθὲν πρᾶγμα, ἢ ὅτι πρόσωπα εὑρίσκομεν ἄνευ πραγμάτων συνεστηκὸς ποιοῦντα τὸ ζήτημα· οἷον ὡς ἐπὶ τούτου τοῦ παραδείγματος, ἐτελεύτησέ τις ἐπὶ σημείοις φαρμάκων· καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις αἰχμάλωτος καὶ μητρυιά· ἰδοὺ γὰρ ἐνταῦθα οὐδὲν ἔχομεν πεπραγμένον παρ’ αὑτῶν, ἀλλὰ τὰ πρόσωπά ἐστι τὰ ποιοῦντα τὸ ζήτημα. Τῶν οὖν προσώπων τὰ μέν ἐστιν οἷα καὶ δύναται ἐξετάζεσθαι, τὰ δὲ οὔ· τόπον δὲ ἄλλως ἐπέχει προσώπου. Συριανο ῦ. Καθ’ ὅλου πρόσωπα καλεῖ ἐξεταζόμενα τὰ ἔχοντά τινα ποιότητα· ἑξῆς ἡ περὶ τὸ πρόσωπον ὕλη γνωρίζεται· οἷον Περικλῆς, Ἀλκιβιάδης, πένης, πλούσιος, ῥήτωρ, στρατηγός· τὰ δὲ ἀνεξέταστα ποιότητα μὲν οὐδὲ μίαν ἔχει, δι’ ἧς ἄν τις εὐπορίαν τινὰ ἐν τῇ ὑποθέσει σχοίη, ὥσπερ τὰ ἀόριστα, εἰκόνα δὲ μόνην προσώπου ἔχει.
4.87 ὅταν οὖν ἐν ὑποθέσει παραληφθῇ ἀνεξέταστον, καθολικὸν ἡ τέχνη παραδίδωσι θεώρημα· ὡς χρὴ τῇ τοῦ πράγματος ἀκολουθεῖν ποιότητι, κἀκεῖθεν περιτιθέναι τῷ προσώπῳ τὸν χαρακτῆρα· ὁποῖον γὰρ ἂν ᾖ τὸ πρᾶγμα, χρηστὸν ἢ φαῦλον, τοιοῦτον καὶ τὸ πρόσωπον, ὡς καὶ Σωκράτης βοᾷ· οἷος ὁ βίος, τοιοῦτος καὶ ὁ λόγος, καὶ οἷος ὁ λόγος, τοιαῦται καὶ αἱ πράξεις. Σωπάτρο υ. Πρώτη διαίρεσις αὕτη τῶν προσώπων εἰς ἐξεταζόμενα καὶ ἀνεξέταστα· ἐξετάζεσθαι οὐχ ὡς ἔνιοι τὸ ἀμφιβάλλεσθαι λέγει· οὐ γὰρ ἀμφιβάλλομεν, εἰ Αἰσχίνης ἐν τῷ παραπρεσβείας ἐστὶν ὁ κρινόμενος· οὐδὲ εἰ Λεπτίνης ἐν τῷ πρὸς Λεπτίνην, ἢ Τίμαρχος ἐν τῷ κατὰ Τιμάρχου· ἀλλὰ τὸ ἐξετάζεσθαι, ὡς καὶ διὰ τῶν ἑπομένων γίνεται φανερόν, τὸ ὕλην καὶ ἀφορμὴν παρέχειν τῷ λόγῳ σημαίνει· τουτέστιν ὅτι πρὸς ἀπόδειξιν τοῦ κρινομένου συντελεῖ· τὸ δὲ ἄλλως ἀντὶ τοῦ εἰκῆ. Ἐζήτησαν δὲ, διὰ τί τὰ μὴ ἐξεταζόμενα τόπον δὲ ἔχοντα προσώπου ὅλως ἐν ζητήματι τάττεται· καὶ φαμέν· ἐπειδὴ οὐκ ἦν δοκεῖν αὐτὸ πεπρᾶχθαι μὴ ὄντος τοῦ δοκοῦντος πεποιηκέναι, τοῦτο δὲ εἰ καὶ μὴ ὕλην παρέχει πρὸς τὸν λόγον, ἀλλ’ οὖν σχῆμα πρὸς τὸ δοκεῖν γεγενῆσθαι· εἰκότως οὖν ἐν τάξει προσώπου λαμβάνεται.
4.88 Τὸ γὰρ παρίστατό τις ἐπ’ ἐρημίας νεοσφαγεῖ σώματι, ἀπόδειξιν μὲν οὐδ’ ἥντινα ἔχει τοῦ γεγενῆσθαι τὸν φόνον, ὥσπερ εἰ Δημοσθένης παρίστατο· καὶ γὰρ ἐπὶ τούτου δυνατὸν λέγειν ὡς εἰκὸς αὐτὸν τοῦτο πεποιηκέναι, θαῤῥοῦντα τῇ ῥητορικῇ καὶ τῇ δυνάμει τοῦ λέγειν, καὶ ὡς Νικόδημον ἀνελόντα πρότερον, καὶ ὡς Ἀρίσταρχον πεπεικότα τῶν ὁμοίων ἐπιθυμητὴν γενέσθαι· καὶ πάλιν ὅτι ἀδύνατον τοῦτο διαπράξασθαι Δημοσθένη τὸν τοὺς αἰχμαλώτους λυσάμενον, τὸν τῆς πόλεως κηδόμενον, τὸν δημαγωγίας ἐρῶντα, τὸν σώφρονος βίου φροντίζοντα· ἐνταῦθα γὰρ τὸ ἐξεταζόμενον ὕλην παρέσχε πολλὴν τοῖς βουλομένοις κατηγορεῖν καὶ συνηγορεῖν· τὸ μέντοι ἀόριστον ὕλην μὲν οὐ χορηγεῖ, τοῦ δὲ συστῆναι τὸ πρᾶγμα ἀφορμὴ καὶ γένεσίς ἐστιν. Μαρκελλίνο υ. Ἐξεταζόμενα λέγει, τὰ ἔχοντα ποιότητα καὶ χορηγίαν νοημάτων καὶ ἐπιχειρημάτων τῷ λέγοντι· τὸ δέ τίς ἀόριστον ὂν νοημάτων εὐπορίαν οὐκ ἔχει· οὔτε γὰρ γένος οὔτε ἀγωγὴ, οὔτε παίδευσις· διὰ τοῦτο οὐδὲ μία χορηγία ἀπὸ τοῦ προσώπου προσγίνεται· ἰστέον δὲ ὡς ἀπὸ τοῦ ὑποκειμένου πράγματος δυνάμεθα πολλάκις ἐπινοῆσαί τινα τῷ προσώπῳ βοήθειαν καὶ ἀφορμήν· ἔχεις παρὰ τῷ Δημοσθένει τὸ παράδειγμα· ἤκουον δ’ ἔγωγέ τινος οὐδαμῶς οἵου τε ψεύσασθαι, ὡς οὐδὲ τοὺς λιμένας καὶ τὰς ἀγορὰς ἔτι δώσοιεν αὐτῷ καρποῦσθαι· ἐπειδὴ γὰρ ἄδηλος ἦν ἡ ποιότης τοῦ εἰρηκότος, εἴτε ψευδὲς, εἴτε ἀληθὲς, τῇ γνώμῃ συνέστησε τὴν τοῦ προσώπου μαρτυρίαν εἰπών· τὰ γὰρ κοινὰ Θετταλῶν ἀπὸ τούτων δέοι διοικεῖν, οὐ Φίλιππον λαμβάνειν.
4.89 Τόπον δὲ ἄλλως ἐπέχει προσώπο υ· τὸ γάρ τίς μάταιον ἔχει τόπον προσώπου· κεῖται μὲν γὰρ διὰ τὴν χρείαν· ἐπειδὴ πάντως δεῖ τὸ πρόβλημα πρόσωπον ἔχειν, ἀργὸν δέ ἐστι πρὸς ἐξέτασιν· ἐπειδὴ γὰρ ἐκ τῶν ἐγκωμιαστικῶν ἔχει τὴν ποιότητα τὰ πρόσωπα, οἷον γένους, ἀγωγῆς, ἐπιτηδευμάτων, ἐξ ὧν γινώσκομεν, ὁποῖος ἕκαστός ἐστιν, ἀφ’ ὧν γέγονεν ἢ ἐτράφη, ἢ ἐπετήδευσεν ἢ ἔπραξεν, τὸ δὲ τίς πάντων ἀπεστέρηται τούτων, διὰ τοῦτό φαμεν, ἐξέτασιν οὐκ ἔχειν τὸ τοιοῦτον· οὐ μὴν αὐτὸ μόνον ἐξέπεσε τῆς ἐξετάσεως, ἀλλὰ καὶ τὰ ἐξισάζοντα διόλου τῶν προβλημάτων· οἷον δύο νέοι πλούσιοι εἶδον ἀλλήλους ἀπὸ τῶν ἀλλήλων οἰκιῶν ἐξιόντας καὶ κρίνουσιν ἀλλήλους μοιχείας· δι’ ὅλου δ’ εἶπον, ἐπειδὴ μικρά τις εἰ γένοιτο διαφορὰ, σύστασιν λαμβάνει, πάντων δὲ ὄντων ἴσων ἡ ἐξέτασις ἐπιλέλοιπεν· ὃ γὰρ ἂν ὁ ἕτερος ἐπενέγκοι τῶν προσώπων, τούτω καὶ αὐτὸς ἑάλωκε, καὶ λανθάνει μᾶλλον ἑαυτοῦ κατηγορῶν, οἷς μηδὲν ἔχει λέγειν κατὰ τοῦ ἑτέρου, ὃ μὴ καὶ αὐτὸς φαίνεται πράξας. Τῶν δ’ αὖ ἐξεταζομένων ἰσχυροτάτην μὲν ἔχει δύναμιν τὰ ὡρισμένα, καὶ κύρια· οἷον ὁ Περικλῆς ὁ Δημοσθένης καὶ τὰ τοιαῦτα. Συριανο ῦ. Ἑπτὰ μὲν τὰς ὅλας τῶν προσώπων διαφορὰς παραδίδωσι· τὴν δὲ πρωτίστην τοῖς ὡρισμένοις ἀποδίδωσι καὶ κυρίοις τάξιν, διὰ δύο αἰτίας· ὅτι δὲ πᾶσα ἡ περὶ αὐτῶν ὕλη πρόδηλος ἐκ τῆς ἱστορίας, οἷον γένος, ἀγωγὴ, καὶ τὰ ἑξῆς, καὶ ὅτι καὶ πολλοὺς ἐπιδέχεται τρόπους· ὁ γὰρ Περικλῆς εἰ τύχοι παραληφθεὶς, ὡρισμένον τέ ἐστι πρόσωπον, καὶ πρός τι· πατὴρ γὰρ καὶ δεσπότης, καὶ ἠθικὸν, φιλόπολις γὰρ καὶ ῥήτωρ· ὁ γοῦν Θουκυδίδης παραλαβὼν αὐτὸν εὐθὺς ἐκ τῆς τοῦ προσώπου ποιότητος, τὸ ἀξιόπιστον αὐτῷ περιτίθησι λέγων, καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥττων εἰμὶ, γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων.
4.90 εἰ μὲν οὖν ἔνδοξα εἴη τὰ κύρια πρόσωπα, συστατικῶς χρησόμεθα τῇ περὶ αὐτῶν ὕλῃ· εἰ δὲ ἄδοξα, οἷον Φιλοκράτης ἢ Φρύνων ἢ Ἀριστογείτων, ἐκ τῶν ἐναντίων διαβαλοῦμεν ἐπιχειρημάτων. Σωπάτρο υ. Καλῶς τῷ ὡρισμένα πρόσκειται τὸ κύρια· τοῦτο γάρ φησιν, ὅτι τοῖς κυρίοις δεῖ προσκεῖσθαι καὶ τὴν ἀπὸ τῆς ἱστορίας διάγνωσιν.
4.91 εἰ γὰρ μὴ τοῦτο οὐδέ τινα ὕλην παρέξει τὸ κύριον ἄγνωστον ὂν, εἰ μήπου κατὰ τὸν παρευθὺς καιρὸν ὁ περὶ αὐτοῦ γίγνοιτο λόγος ἐν εἰδόσι· πλὴν καὶ οὕτως ἱστορίας χρεία τῶν ἤδη πεπραγμένων αὐτῷ· ἃ καὶ ἀμετακίνητα δεῖ φυλάττειν, ἵνα τυχὸν μὴ Σωκράτην ῥήτορα εἰσαγάγωμεν, ἢ Δημοσθένην φιλόσοφον ἢ φιλόπολιν Φρύνωνα. Περικλῆν δὲ καὶ Δημοσθένην εἰς ὑπόδειγμα παρέλαβεν, ὡς ἐπαμφοτερίζοντα πρός τε ἔπαινον καὶ ψόγον, καὶ περὶ μὲν Δημοσθένους μικρὸν ἔμπροσθεν εἴρηται. Περικλῆν δὲ δυνατὸν καὶ ἐπαινεῖν ἀπό τε τῆς μεγαλοφυΐας καὶ ὅτι φιλόπολις· καὶ πάλιν ψέξαι ὡς τὰ σπέρματα τοῦ Πελοποννησιακοῦ παρεχόμενον πολέμου· τὰ κύρια δὲ προέταξε τῶν ἄλλων ὡς πολυϋλότερα· καὶ ὅτι τὸ ἀπ’ αὐτοῦ πολλάκις τοῦ πράγματος ὕλην χορηγεῖ· ὡς ἐπὶ Ἀλεξάνδρου καὶ Δημοσθένους· οἷον ἔγραψεν Ἀλέξανδρος μετὰ τὴν Δαρείου νίκην, ὡς εὕροιεν ἐν τοῖς λογισμοῖς Δαρείου πεντήκοντα τάλαντα εἰληφότα Δημοσθένην, καὶ κρίνεται παρ’ Ἀθηναίοις προδοσίας Δημοσθένης· τοῦτο γὰρ καὶ ἀπὸ τῆς ἱστορίας καὶ ἀπ’ αὐτοῦ πράγματος ὕλην χορηγεῖ· ἐχθρὸς γὰρ Ἀλέξανδρος, οἷα πρότερον καὶ Φίλιππος Ἀθηναίοις· καὶ διὰ ταῦτα Δημοσθένης — — — Μαρκελλίνο υ. Αἱ ἀνωτάτω τῶν προσώπων διαφοραὶ δύο· ὧν ἡ μὲν ἔχει ποιότητα, ἡ δὲ οὐκ ἔχει· καὶ ἡ μὲν οὐκ ἔχουσα κεχώρισται καθ’ ἑαυτὴν, ἡ δὲ ἔχουσα διαιρεῖται εἰς ἰδίαν καὶ κοινήν· καὶ ἡ μὲν ἰδία ποιεῖ τὰ κύρια· καλεῖ δὲ αὐτὴν ἰδίαν· ἴδιος γὰρ ἑκάστου κυρίου ὁ βίος· ἕτερος γὰρ Περικλέους βίος, ἄλλος Θεμιστοκλέους, ἄλλος Μιλτιάδου· ἡ δὲ κοινὴ τὰ πλείονα, ἃ καὶ καλοῦσι προσηγορικά· κοινὴ δὲ πολλῶν εἴρηται, ἐπειδὴ ταὐτὰ ἁρμόζει ἐνθυμήματα ἐπὶ πάντων τῶν ὁμοίων προσώπων· ὁ περὶ πατρὸς λόγος περὶ πάντων, ὁ περὶ δεσπότου ὁμοίως καὶ δούλου· οὐ γὰρ μόνον ἓν πρόσωπον ἔχει καθάπερ ἡ ἰδία ποιότης τὸ κύριον· ποιεῖ γὰρ τὰ πρός τι, τὰ διαβεβλημένα, τὰ ἠθικὰ, τὰ κατὰ συμπλοκὴν προσώπου καὶ πράγματος, τὰ ἁπλᾶ προσηγορικά· ταῦτα πάντα, ὅσα ἡ κοινὴ ποιότης ποιεῖ πρόσωπα, διαφέρει ἀλλήλων· τὰ πρός τι τῶν διαβεβλημένων· τὰ διαβεβλημένα τῶν ἠθικῶν καὶ ἑξῆς· δεούσῃ δὲ τάξει προήγαγε τὰ πρόσωπα· ἀρξάμενος γὰρ ἀπὸ τῶν πλείστην χορηγίαν τῷ λέγοντι παρέχειν δυναμένων, διέξεισι μέχρι τῶν τελευταίων.
4.92 Ἰσχυροτάτην μὲν ἔχει, φησὶ, δύναμιν τὰ ὡρισμένα καὶ κύρια· ἰσχυρὰ δὲ καλεῖ οὐχ ἁπλῶς, ἀλλὰ τὰ πλείονα τὴν εὐπορίαν παρεχόμενα· δῆλον δὲ, ὡς τὰ κύρια βασιλεύει τῶν πάντων ἐν εὐπορίᾳ· πᾶσαν γὰρ σχεδὸν ἐν αὐτοῖς ποιότητα περιείληφεν καὶ ὕλην· λέγω δὲ ὕλην τὴν περὶ τὰ γένη καὶ πράξεις καὶ περὶ τὰ ἐπιτηδεύματα ἐξέτασιν· ὡρισμένα δέ ἐστιν, ὧν ἡ ποιότης ἐν ταῖς ἱστορίαις καὶ ἐν τοῖς ποιήμασιν εὑρίσκεται. Καὶ παρειλήφαμεν αὐτῶν γένος, ἀγωγὴν, πατρίδα, ἐπιτηδεύματα, πράξεις καὶ πλείστην εὐπορίαν ἐνθυμημάτων ἐν ταῖς ἱστορίαις ἐκεῖθεν λαμβάνομεν· εἰκότως οὖν προτάττοιτο τῶν ὅλων, ὅτι τε πλῆθος ἐνθυμημάτων δίδωσιν ἀπὸ τῶν εἰρημένων τοῖς ποιήμασιν ἢ ἱστορίαις, ἐξ ὧν τοῦ λόγου τὰ σπέρματα, καὶ ὅτι πολλῶν προσώπων ἐπέχει τάξιν τὸ κύριον· εἰ γὰρ λάβωμεν Δημοσθένην ἐν προβλήματι, ἴσμεν καὶ πολιτευόμενον ὄντα, καὶ πατέρα, πολλάκις δὲ καὶ παιδευτὴν, τυχὸν δὲ καὶ στρατιώτην, καὶ πολλὰ ἕτερα· ἃ καὶ πάντα ἐν τοῖς ζητήμασι καὶ καθ’ ἓν ἐμπίπτοντα κρίσιν ἐπιδέχεται· εἰ τοίνυν ποιήσειας τὸν Περικλέα συμβουλεύοντα Πελοποννησίοις ἐπιέναι, ἢ γραφόμενόν τινα ἢ ἀπολογούμενον, πλείστην ἐργασίαν σοι πίστεων ἡ ποιότης τοῦ προσώπου παρέχεται· ἀφ’ ὧν εἴρηται γὰρ τῷ Θουκυδίδῃ περὶ αὐτοῦ, ὥσπερ γὰρ ἀπὸ θησαυροῦ λέγειν ἕξομεν ἱκανὰ, πολλῆς οὔσης τῆς μαρτυρίας· καὶ πάλιν εἰ τὸν Θεμιστοκλέα ὑποθώμεθα, κἀνταῦθα πολὺς ἡμῖν ὁ Θουκυδίδης μαρτυρῶν, ὃς περὶ ἐκείνου φησίν· ἦν γὰρ δὴ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας.
4.93 Ἰστέον δὲ ὡς οὐ μόνον ἐπὶ τῶν ἐνδόξων καὶ ἀγαθῶν ἀνδρῶν τὰ ὡρισμένα πλείονα τὴν ἰσχὺν ἔχει καὶ τὴν εὐπορίαν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀδόξων καὶ τὴν ἐναντίαν ἐχόντων προαίρεσιν· εἰ γοῦν κατηγοροίης Φιλοκράτους ἢ Φρύνωνος ἤ τινος ἄλλου τῶν ἐν ταῖς ἱστορίαις κεκωμῳδημένων, πολλῶν ἀφορμῶν εἰς κατηγορίαν εὐπορίαν εὑρήσεις. Δευτέραν δὲ τὰ πρός τι· οἷον πατὴρ, υἱὸς, δοῦλος, δεσπότης. Συριανο ῦ. Ταῦτα εἰ καὶ προσηγορικά ἐστι καὶ ταύτῃ τὴν τῶν κυρίων ὑποβέβηκε δύναμιν, ἀλλ’ οὖν διὰ τῆς πρὸς ἄλλο σχέσεως, διπλῆν ποιοτήτων χορηγίαν παρέχει τῷ λόγῳ· ὁ γὰρ πατὴρ ἐν προβλήματι παραληφθείς, ἢ φιλότεκνός ἐστι, καὶ σύστασιν ἱκανὴν ἐκ τούτου παρέξει, ἢ καὶ ὡς μισόπαις ὢν, καταδρομῆς ἀφθονίαν τοῖς αἰτιᾶσθαι βουλομένοις χορηγήσει· ὃ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος πεποίηκε, σκληρότητος κατηγορῶν Δημοσθένους ἤθους, ἐν οἷς φησιν· ἑβδόμην δὲ ἡμέραν τῆς θυγατρὸς αὐτῷ τετελευτηκυίας, καὶ ἑξῆς· ὁ γὰρ πατὴρ καὶ ἡ ἀπὸ τούτου σχέσις πολλὴν ἀφορμὴν αὐτῷ διαβολῆς κεχορήγηκεν· πάλιν υἱὸς μελετώμενος ἐκ τῆς πρὸς τοὺς πατέρας ὁσιότητος ἢ ῥᾳθυμίας βελτίστου δόξαν ἢ πατραλοίου λήψεται· ὅ τε δεσπότης ἐκ τῆς πρὸς τοὺς οἰκέτας ἰταμότητος ἢ φιλανθρωπίας εὐπρόσιτος, ἢ φιλαπεχθήμων τοῖς ἐντυγχάνουσιν δόξειεν· τόν τε οἰκέτην ἡ πρὸς τὸν δεσπότην πίστις ἢ κακόνοια διελέγχει.
4.94 Σωπάτρο υ. Δευτέραν ἔχει τὰ πρός τι τάξιν· διότι καὶ αὐτὰ διπλῆν ἔχει ποιότητα καὶ ἥττονα τῆς προτέρας· μίαν μὲν τὴν ἀπὸ τοῦ κειμένου πράγματος, ἑτέραν δὲ τὴν ἀπὸ τῆς φύσεως, ὅ ἐστιν ἀναντίῤῥητον πρὸς ἀπόδειξιν· γνωμικὰ καὶ καθολικὰ καὶ ἀναντίῤῥητα καὶ πᾶσι δοκοῦντα λέγειν· οἷον ὅτι φύσει πολέμιον τὸ δοῦλον τοῖς δεσπόταις· καὶ ὅτι πατὴρ οὐκ ἂν εἴη δύσνους υἱῷ· καὶ ὅτι ἀδελφοὶ ἀεὶ ζῆλον ἔχουσιν ἀλλήλοις ἑπόμενον, ταῦτα ὕλην τινὰ καὶ ἀφορμὴν ἐκ τῶν πᾶσι δοκούντων δίδωσιν· ἥττονα δὲ τῶν πρώτων, ὅσῳ τὰ ἐκ τῶν κοινῶν πίστεων τῶν ἐκ τῶν παραδειγμάτων· τὰ μὲν γὰρ παραδείγματα ἐκ τῆς ἱστορίας, ὧν ἡ πεῖρα τὴν πίστιν ἔχει· ἡ δὲ κοινὴ πίστις, ἀφ’ ὧν ἔννοιάν τινα παρελάβομεν, τοῦτο δὴ οὕτως ἔχειν· ὥστε εἰκότως μετὰ τὰ κύρια τὰ πρός τι· ἄλλως τε καὶ ὅτι διττῆς οὔσης τῆς πίστεως τῆς μὲν ἐντέχνου, τῆς δὲ ἀτέχνου· καὶ ἐντέχνου τῆς ἀπὸ τοῦ προκειμένου πράγματος· ἀτέχνου, τῆς ἀπὸ τῶν μαρτύρων, ἤγουν τῆς ἱστορίας· τὰ κύρια ἔσθ’ ὅτε καὶ τὴν ἔντεχνον ἔχει πίστιν πρὸς τῇ ἀτέχνῳ· τὰ πρός τι δ’ οὐδέποτε, ἀλλ’ ἢ ἄρα ὡς ὡρισμένα καὶ κύρια.
4.95 Μαρκελλίνο υ. Πάντα τὰ μετὰ τὰ κύρια προσηγορικὰ καλοῦσιν οἱ τεχνικοὶ, μέχρι τῆς ὑστέρας τάξεως· ὧν ἡ ποιότης καὶ κοινὴ καὶ διάφορος· κοινὴ μὲν, ὅτι τὰ αὐτὰ ἔχει ἐπιχειρήματα, καὶ κατὰ τοῦ αὐτοῦ προσώπου· οἷον ἐὰν ἔχωμεν πατέρα, κατὰ παντὸς ὁμοίως πατρὸς ἢ φιλαργύρου ἢ δυσκόλου ἢ στρατηγοῦ ἢ δειλοῦ· ἡ γὰρ κοινὴ ποιότης ἐπὶ πάντων τῶν προσηγορικῶν θεωρεῖται· διάφορος δὲ ὅτι διάφορος ἡ ποιότης ἠθικοῦ, καὶ διαβεβλημένου καὶ πρός τι καὶ πάντων ὁμοίως. Ἔστι δὲ πρός τι ἃ συνάγει θεωρίαν καὶ ἑτέρου προσώπου· εἰ γὰρ πατέρα τις εἴποι, υἱὸν ἐννοήσομεν· καὶ ὁ δοῦλος τινός ἐστι δοῦλος· σχέσιν γὰρ ἔχει πάντα πρὸς ἕτερον· καὶ λείπεται μὲν τῶν ὡρισμένων, ὅτι τὰ μὲν ὡρισμένα πεπηγυῖαν ἔχει καὶ βέβαιον τὴν ποιότητα· τὰ δὲ πρός τι οὐ πάντως, εἰ γὰρ καὶ χρηστῶν τῶν πατέρων τὸ πρόσρημα, ἀλλ’ εὑρίσκομέν τινας καὶ πονηροὺς καὶ φροντίσαντας ἔλαττον τῆς φύσεως· ὡς ἐπὶ Φρύνωνος, ὃς κατέλιπε τὸν υἱὸν ἐπ’ αἰσχρότητι Φιλίππῳ, ὅμως δὲ μετὰ τὰ ὡρισμένα τῶν ἄλλων ἐστὶν εὐπορώτερα πρὸς ἐξέτασιν· εἰ γὰρ καὶ μὴ ἔχομεν ἐν ταῖς ἱστορίαις αὐτῶν τὴν ποιότητα, πάντες γὰρ περὶ αὐτῶν τοιαύτην ἔχομεν ὑπόληψιν καὶ δόξαν· περὶ τῶν πατέρων, ὅτι χρηστοὶ, φιλότεκνοι, φιλόστοργοι, σωφρονέστεροι ταῖς ἡλικίαις καθεστῶτες· ὡσαύτως δὲ καὶ περὶ τῶν ὑπολοίπων, υἱῶν φημι καὶ φίλων καὶ τῶν ὁμοίων, κοινὴν ὑπόνοιαν εἰλήφαμεν, δι’ ἣν οὐκ ἀπορήσομεν λόγων.
4.96 ὥσπερ ὅτ’ ἂν ὁρίσω· πατὴρ πορνεύοντα τὸν υἱὸν ἀποκηρύττει. ἐνταῦθα γὰρ καὶ ἀπὸ τῆς ποιότητος κατὰ φύσιν πολλὴν ἔχομεν ἐνθυμημάτων χορηγίαν, ὅτι φιλόστοργος ὁ πατὴρ, καὶ οὐ μάτην εἰς τὸν παῖδα λυπεῖται· ποῖος γὰρ πατὴρ ὃν ἔτεκεν, ὃν ἔθρεψε, μισεῖ, φιλεῖν ἀναγκαζούσης τῆς φύσεως, εἰ μή τι προσγέγονε παρὰ τοῦ παιδὸς ἁμάρτημα, διὸ πάλιν εὐνοίας τεκμήριον ἐκφέρεται μισῶν· καὶ γὰρ τὸ μῖσος τῶν πατέρων πόθου πάλιν σύμβολον· μισεῖ γὰρ ὅτι μὴ καλῶς πράττοντα θεωρεῖ. καὶ τὸ μῖσος ἐνταῦθα συμβαίνει δι’ ἔρωτα. Ὁ δὲ λέγων ὑπὲρ τοῦ παιδὸς φήσει· ὅτι οὐκ ἀποκηρύττειν προσήκει· τοῦτο γὰρ προφασίς ἐστιν ἄδειαν ἁμαρτάνουσι μείζονα δοῦναι· καὶ τὴν ἀσέλγειαν ἐπαυξῆσαι σπανίζοντος τῶν ἀναγκαίων καὶ προτρέψαι μᾶλλον ἁμαρτάνειν· δεῖ δὲ νουθετεῖν, διδάσκειν, παραφυλάττειν, ἀπειλεῖν, φύλακας καθιστάναι, ἀσχολίαν αὐτῷ τινα ἐπιθεῖναι, πρὸς ἣν ἔχων τὸν νοῦν ὀλιγωροίη τῶν παρόντων· ἔχει δὲ καὶ τὴν ἀπὸ τοῦ πράγματος ἐξέτασιν ὁ πατὴρ τὸ πορνεύοντα ἐκβαλεῖν· ὥστε οὐ τῆς φύσεως δοκεῖν ἀλλότρια πράττειν, ἀλλὰ σύμφωνα καὶ ἐπιτήδεια τῷ τῆς εὐνοίας ὀνόματι.
4.97 Τρίτην δὲ τὰ διαβεβλημένα· οἷον, ἄσωτοι, μοιχοὶ, κόλακες. Συριανο ῦ. Ἀσθενέστερα ταῦτα τῶν πρός τι, ὡς μίαν μόνην ποιότητα παρέχοντα· προτερεύει δὲ τῶν ἠθικῶν· ὡς τούτων μὲν ἐναγωνίων ὄντων, τῶν δὲ ἠθικῶν οὐδέποτε τοιούτων εὑρισκομένων· εἰ μή τι ἄρα ὑποκρινομένοις ἡμῖν κατὰ μίμησιν ὧν μέτιμεν προσώπων, δυσκόλων φημὶ τραχύτητας καὶ κατηφῶν καὶ τὸ πᾶν ὁτιοῦν μέμφεσθαι τῶν γιγνομένων εἰωθότων, οἷς ἡ κωμῳδία τὰ πολλὰ χαίρει. Διαβεβλημένα δὲ καλεῖ τὰ διὰ τὴν φαυλότητα τοῦ τρόπου μισούμενα, ὧν αἱ πράξεις αὐταὶ κατηγοροῦσιν. Ἀποροῦσι δέ τινες, πῶς καὶ τοὺς μοιχοὺς, καθ’ ὧν αἱ παρὰ τῶν νόμων τιμωρίαι, τοῖς κόλαξι συνέταξαν, οὓς λοιδορεῖσθαι μὲν εἰώθαμεν διὰ τὸ τῶν τρόπων ἀπατηλὸν, οὐ μέντοι κολάζουσιν οἱ νόμοι· ἔνιοι μὲν οὖν μοιχοὺς τοὺς μοιχικοὺς τὸν τρόπον ἐδέξαντο, οὐ πρὸς ἐνέργειαν δὲ τὸ πάθος καὶ τὴν ἕξιν ἐξενεγκόντας· οἱ δὲ ἄμεινόν φασιν, ὅτι διττὸν τὸ τῆς διαβολῆς ὄνομα, ἐπί τε γὰρ τῆς διαβολῆς αὐτῆς τάττεται· ὡς παρὰ Μενάνδρῳ· οὐκ ἔστιν οὔτε διάβολος γραῦς ἔνδον· καὶ ἐπὶ τῆς κατηγορίας, ὡς Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου φησίν· ὁρῶ γὰρ ὅτι τὰς αἰτίας καὶ τὰς διαβολὰς, αἷς ἐκ τοῦ πρότερον λέγειν ὁ διώκων ἰσχύει καὶ ἑξῆς· οἱ μὲν οὖν μοιχοὶ ὑπὸ κατηγορίαν ὡς παρανομοῦντες ἀνάγονται· οἱ δὲ ἄσωτοι καὶ κόλακες ὑπὸ διαβολὴν καὶ ψόγον.
4.98 Σωπάτρο υ. Καλῶς μετὰ τοῦ πρός τι τὰ διαβεβλημένα, οὐ μόνον ὅτι ὑποβέβηκε ταῦτα, καθὸ διπλῆν ἔχει καὶ αὐτὰ ποιότητα, ἀλλ’ ὅτι καὶ προτέρα τῶν τρόπων ἡ φύσις· δεῖ δὲ τὸν μελετῶντα τὰ πρός τι ἢ διαβεβλημένα καθολικοῖς κεχρῆσθαι ἐπιχειρήμασιν, ὡς καὶ Δημοσθένης· πονηρὸν, ὦ Ἀθηναῖοι, πονηρὸν ὁ συκοφάντης καὶ ἑξῆς. Ἰστέον δὲ ὡς ταῦτα οὐ πρὸς ἀπόδειξιν συντελεῖ, ἀλλὰ πρὸς καταδρομήν· καὶ ἔστιν ἐπιλογικά· ὅθεν οὐδὲ ἡ κατηγορία τούτων λυπεῖ τὸν ἀκροατὴν, προλήψει γάρ τινι καὶ ὑπονοίᾳ πονηρίας εἰσάγεται, ἀλλὰ ἡδέως πρὸς τὴν προγεγενημένην κατηγορίαν διατίθησι, τῆς ὑποψίας ἐκ τῆς τοῦ προσώπου διαβολῆς εὐπροσδέκτου γεγενημένης, μετὰ τῶν διαβεβλημένων δὲ ἔταξε τοὺς μοιχούς, καίτοι ἐπὶ τῶν τοιούτων ἀσυστάτων εἰωθότων τῶν προβλημάτων γίνεσθαι· οὐδεὶς γὰρ ἀμφιβάλλοι, εἰ μοιχόν τις εὕροι ἐπὶ γυναικὶ, οὐδὲ ζήτημα ἐκ τούτου συστήσεται· διὰ ταῦτα ἔνιοι μὲν τοὺς μοιχικοὺς καὶ ἐν ὑπονοίᾳ τοιαύτῃ ἐξεδέξαντο, μὴ μέντοι καὶ ὡμολογημένους· περὶ ὧν καὶ ζήτησις ἔσται, καὶ ἀμφισβήτησις· ἄλλοι μοιχοὺς μὲν τοὺς ὁμολογουμένους ὑπέλαβον, οὐ μὴν καὶ ἀξιοῦσι περὶ μοιχείας εἰσάγεσθαι, ἀλλὰ περὶ ἑτέρου, ὡς ἐπὶ τούτου.
4.99 Νόμος τὸν ἀριστέα εἰς ἱερὰ τὰ ὅπλα ἀνατιθέναι, καὶ νόμος τὸν μοιχὸν εἰς ἱερὸν μὴ εἰσιέναι· μοιχὸς ἀριστεύσας ἀνέθηκε καὶ κρίνεται ἀσεβείας ὡς εἰσελθὼν εἰς ἱερόν· ἐνταῦθα γὰρ οὐχ ἡ μοιχεία, ἀλλ’ ἡ ἀσέβεια κρίνεται. Μαρκελλίνο υ. Τὰ πρός τι προτέταχε τῶν διαβεβλημένων, ὡς ἐγχειρήμασι πλείοσι καὶ λόγοις εὐποροῦντα· ἡ γὰρ φύσις τῶν πρός τι χορηγὸς λόγων ἀφθόνων, ὡσανεὶ πηγή τις ὕδωρ ἀναβλύζουσα καὶ πληροῦσα ποταμούς· ἡ γὰρ ἀπὸ τῆς φύσεως κυριωτέρα τῶν ἀπὸ μιᾶς τινος ἑτέρας προσηγορίας γνωριζομένων· προσηγορία μὲν γὰρ καὶ ὁ πατήρ· προσηγορία δὲ καὶ ὁ ἄσωτος, εὐπορώτερον δὲ ὁ πατὴρ πρόσωπον ἔχων ἐκ τῆς φύσεως χορηγούμενον. Εἰ δὲ τὸν μοιχὸν ἐνταῦθα προενέγκῃ τις ἡμῖν ὡς μέγιστον εἰς κατηγορίαν, λεκτέον, ὅτι μοιχὸν ἐνταῦθα καλεῖ οὐ τὸν φωραθέντα, οὐδὲ ὁμολογούμενον, ἦ γὰρ ἂν οὐδὲ ζήτησις ἦν οὐδὲ κρίσις, ἀλλὰ τιμωρία καὶ τόπος κοινὸς, οὐ πρόβλημα, ἀλλὰ τὸν δοξαζόμενον καὶ ὑπειλημμένον τοιοῦτον, ὥστε ἐξ ὑπονοίας οἱ λόγοι. Ἄλλοι δὲ λέγουσιν ὅπερ καὶ βέλτιον· ὅτι ἐνδέχεται καὶ μοιχὸν κρίνεσθαι ἐπὶ ἀλλοτρίῳ πράγματι, ἐν ᾧ ἐνδέχεται τὴν ποιότητα τοῦ μοιχοῦ κρίνεσθαι· τὸν μέν τοι πατέρα ἢ υἱὸν ἐκ τῆς ἐμφύτου ποιότητος γνωρίζομεν· καὶ τὸν μὲν ἄσωτον οὐδὲν κωλύει καὶ μεταβάλλεσθαι, τὸν δὲ πατέρα ἢ υἱὸν μιᾶς διὰ βίου ἔχεσθαι προαιρέσεως· οὕτω γὰρ αἱ προσηγορίαι λαμβάνονται· τὰ δὲ ὡς ἑτέρως παράδοξα· οἷον εἰ εὑρεθείη πατὴρ ἄστοργος ἢ κακὸς πρὸς υἱὸν ἢ υἱὸς πρὸς πατέρα· καὶ ὅτι ἐν μὲν τῷ πρός τι δύο προσώπων ποιότης ἐμπίπτει, ἐνταῦθα δὲ ἑνός· μοιχὸν οὖν καλεῖ οὐ τὸν ὁμολογούμενον, ἀλλὰ τὸν μοιχικὸν τὴν ἕξιν καὶ πάθος ἔχοντα τοιοῦτον· ὥσπερ καὶ κόλαξ πάθος κἂν ἀδικῇ, καὶ ἄσωτος ἐκ πάθους· διὸ καὶ τέτακται ἐν τούτοις ὁ μοιχὸς, ὡς πάθος ὢν καὶ αὐτός· ὥσπερ γὰρ ὁ ἄσωτος μέτρον οὐκ ἔχει τρυφῆς, οὐδὲ ὁ μοιχὸς μέτρον ἡδονῆς· καὶ ὁ κόλαξ δὲ μοιχεύεται ὥσπερ τὴν ἀλήθειαν· διατί δὲ ταῦτα ἐκάλεσε διαβεβλημένα· τὰ γὰρ ἠθικὰ μᾶλλόν ἐστι τὰ διαβαλλόμενα μόνον, ὁ δειλὸς, ὁ φιλάργυρος, ὁ δύσκολος· ἀλλὰ λέγομεν, ὅτι διαβεβλημένα ἐνταῦθα λέγει τὰ μισούμενα· οὐ γὰρ ἐν ψιλῇ μόνον διαβολῇ ὑπάρχει τὰ τοιαῦτα, ἀλλὰ καὶ μεμίσηται.
4.100 Τετάρτην δὲ τὰ ἠθικά· οἷον γεωργοὶ, λίχνοι καὶ τὰ ὅμοια. Συριανο ῦ. Ἠθικά φησιν ὅσα ἐκ μόνου τοῦ ἤθους τὴν εὐπορίαν τῆς συστάσεως ἢ διαβολῆς παρέχει τῷ λέγοντι· οἵ τε γὰρ γεωργοὶ ὡς ἐπίπαν αὐτουργοὶ καὶ ἐπίπονοί εἰσι καὶ τῷ ἀμίκτῳ χαίρουσι βίῳ· οἵ τε φιλάργυροι ὡς μικρολόγοι τινὲς καὶ πρὸς μόνον ἀεὶ τὸ κερδαίνειν ὁρῶντες· οἵ τε αὖ λίχνοι τοῦ ἡδέος ἕνεκα πᾶν ὁτιοῦν ἕτοιμοι ποιεῖν· ὅθεν καὶ Μενάνδρῳ τῷ κάλλιστα τὸν βίον μιμησαμένῳ ἀπὸ τῶν τοιούτων αἱ ὑποθέσεις πᾶσαι συμπληροῦνται· εἰς ὃν καὶ Ἀριστοφάνης ὁ γραμματικὸς εὐστοχώτατα εἶπεν ἐκεῖνο· ὦ Μένανδρε καὶ βίε, πότερος ἆρ’ ὑμῶν πότερον ἀπεμιμήσατο· ὑπὸ διαβολὴν μὲν οὖν καὶ ταῦτα ὥσπερ καὶ τὰ πρὸ τούτων· ἀλλὰ τὰ μὲν μισούμενα διὰ τὰς πράξεις καὶ τὸ ἐπιτηδευόμενον τοῦ τρόπου· τὰ δὲ ἠθικὰ ἐκ μόνου τοῦ ἤθους, κἂν μηδὲν αὐτοῦ ᾖ κατειργασμένον γνώρισμα, καὶ διὰ τὸ τοῦ ἤθους ἀπαίδευτον μᾶλλον ἐλεεῖται.
4.101 Σωπάτρο υ . Ἀπὸ τῶν εὐπορωτέρων ἐπὶ τὰ ἀπορώτερα χωρεῖ· οὐ γὰρ ἀγωνιστικὰ τὰ ἠθικὰ, ἀλλ’ ὑποκρίσεως· διὸ καὶ ἠθικὰ προσαγορεύεται, ὡς ἤθους ἔχοντα μίμησιν ἀλλ’ οὐ κατηγορίας καὶ ἀποδείξεως ποιότητα· ἔνθ’ εἴ τις τεχνικῶς τὰ πολλὰ τῶν ἠθικῶν μετέλθοι πρὸς ἀπόδειξιν κατασκευάζων, ἀσύστατον ποιήσει, οἷον, εἰ ἐροῦμεν, ὅτι γεωργὸς συνεχῶς τὴν γυναῖκα εἰς ἄστυ κατιοῦσαν ἀποπέμπεται, ἀσύστατον ἔσται, εἰ πειρώμεθα δεικνύναι ἔγκλημα τὸ εἰς ἄστυ κατιέναι, ἀπερίστατον γὰρ τοῦτο, ὃ πάντες οἱ ἀγρὸν οἰκοῦντες πράττουσιν· ὁμοίως καὶ ἐπὶ τοῦ γελάσαντος παιδὸς τῷ τοῦ πατρὸς ὀλισθήματι, καὶ τοῦ γείτονα ἔχοντος πλουτήσαντα· οὔτε γὰρ τὸ γελᾷν, οὔτε τὸ πλουτεῖν ἔγκλημα· ὑποκρινομένων δὲ ἡμῶν τὰ ἤθη τῶν ὑποκειμένων συστήσεται· τὰ δὲ ἐσχηματισμένα ζητήματα τοῖς παροῦσιν εἴδεσι τῶν ζητημάτων οὐ συνετάγη· οὐ γὰρ τῶν προσώπων ἔστιν ἡ διαφορὰ τοῦτο, ἀλλὰ τῶν πραγμάτων· τὰ γὰρ πρόσωπα ἢ κύρια, ὡς Δημοσθένης ἀξιῶν ἐκδοθῆναι Φιλίππῳ κατὰ τὴν αἴτησιν αὐτοῦ, καὶ Ἀγαμέμνων εἰς Ἄργος ἐπανάγεσθαι, ἢ πρός τι, ὡς οἱ Θεμιστοκλέους παῖδες ἀξιοῦντες τὰ τείχη καθαιρεθῆναι, ἃ ὁ πατὴρ ἔκτισεν, ὡς ἂν μηδὲ μνημεῖον τοῦ προδότου ὑπολίποιτο· προδότης γὰρ διεβλήθη· ἐσχηματισμένα δὲ λέγεται, ἐπεὶ μὴ κατευθὺ ἐκφέρεται· οὐ γὰρ ὃ βούλονται τοῦτο ἀξιοῦσιν, ἀλλὰ τὸ ἐναντίον διὰ τοῦ λέγειν κατασκευάζουσιν.
4.102 Δημοσθένης μὲν, μεμφόμενος ὡς ὅλως Ἀθηναίων τοιαύτας παρὰ Φιλίππου ἀγγελίας καταδεχομένων, Ἀγαμέμνων δὲ, ὡς αἰσχρὸν τοὺς τοσοῦτον χρόνον καρτερήσαντας ἀπελθεῖν ἀπράκτους· οἱ δὲ Θεμιστοκλέους παῖδες, ὡς οὐ προδότης ὁ τείχεσι τὴν πόλιν περιβαλών. Μαρκελλίνο υ. Οὐχ ὡς τῶν ἄλλων προσώπων ἀμοιρούντων ἤθους, ταῦτα μόνον προσηγόρευσεν ἠθικὰ, καὶ ὁ πατὴρ γὰρ ἦθος ἔχει· καὶ τὰ κύρια καὶ ὁμοίως· ὥσπερ ὁ Θουκυδίδης τὸ Περικλέους πρόσωπον καὶ ἦθος ἐμφαίνει καὶ μεμίσηται· καὶ οὐδὲ ἓν πρόσωπον ἤθους ἀμοιρεῖ, οὐ δοῦλος, οὐ δεσπότης, οὐ πατὴρ, οὐχ υἱός· καὶ δεῖ τὸν ῥήτορα κατὰ τὸ ὑποκείμενον πρόσωπον τὸ ἦθος μιμεῖσθαι· λέγομεν οὖν, ὅτι κατ’ ἐξοχὴν ταῦτα μόνα κέκληται ἠθικά· ἅμα γὰρ τῷ ὀνόματι καὶ τὸ ἦθος συνυπακούεται τῶν τρόπων, ἅμα γὰρ τῇ προσηγορίᾳ ἐγνωσμένον καὶ ἀπὸ ἤθους ἔχον μόνου τὴν μίμησιν, ἐν οἷς καὶ ὁ Μένανδρος εὐπορεῖ, διὰ τῆς προσηγορίας μόνης δεχόμενος τῶν λόγων τὰ σπέρματα· ἴσμεν οὖν ἅπαντες μικρολόγους καὶ ἐπιπόνους ὄντας τοὺς γεωργοὺς καὶ μᾶλλον ὁμοίους τῷ δυσκόλῳ· ἡ γὰρ γεωργία τοιοῦτον ἀπεργάζεται τρόπον, ἐν ἐρημίᾳ τὴν δίαιταν ἔχουσα καὶ φεύγουσα συνέδρια καὶ ὁμιλίας καὶ τὰς συνδιατριβὰς τῶν πλειόνων, ἐξ ὧν ἀνήμερον εἰκὸς γενέσθαι τὸν τρόπον.
4.103 Λίχνοι δέ εἰσιν οἱ φιλήδονοι, ὥσπερ καὶ παράσιτοι. Διὰ τί δὲ μὴ καὶ ταῦτα ἐν τοῖς διαβεβλημένοις ἔταξε, λέγω δὴ τοὺς λίχνους καὶ τοὺς παρασίτους; ὅτι τὰ μὲν διαβεβλημένα ἐστὶ τὰ μεμισημένα· ταῦτα δὲ ἐλεεῖται μᾶλλον διὰ τὸ ἦθος, ἢ μισεῖται· εἰκότως δὲ καὶ τετάρτην ἔλαβε τάξιν· τὰ μὲν γὰρ ἀγῶνα ἐπιδέχεται, τὰ διαβεβλημένα, τὰ δὲ ἤθους ἔχει μόνου τὴν μίμησιν καὶ γέλωτα καὶ πλάσμασίν ἐστιν ἐπιτήδεια· δέον δὲ ἐν τοῖς ἠθικοῖς τάξαι τὰ ἐσχηματισμένα παρέλιπε· τῶν γὰρ ἠθικῶν τὰ μὲν ἦθος μόνον ἔχει καὶ διὰ ἦθος πλάττεται, τὰ δὲ καὶ ἦθος καὶ σχηματισμόν· οἷον γεωργὸς συνεχῶς τὴν γυναῖκα ἀνιοῦσαν εἰς ἄστυ κρίνει πορνείας· τοῦτο ἠθικόν· καὶ ἤθους ἕνεκα πλάττεται μόνου ἵνα γεωργοῦ δείξωμεν ἦθος. Λεκτέον δέ τι καὶ τῶν ἐσχηματισμένων· φήμη ἦν τὸν πατέρα συνεῖναι τῇ γυναικὶ τοῦ υἱοῦ, ἀποπέμπεται τὴν γυναῖκα ὁ υἱός· τοῦ πατρὸς ἀπαιτοῦντος τὴν αἰτίαν, δι’ ἣν ἐξωθήσατο τὴν γυναῖκα, οὐ λέγει ὁ υἱὸς, καὶ ἀποκηρύττει αὐτὸν ὁ πατήρ· ἐνταῦθα γὰρ καὶ τὸ ἦθος ἐμφαίνεται τοῦ υἱοῦ· ὅτι λελύπηται, καὶ σχηματισμὸς ὑπόκειται, δι’ ἣν αἰτίαν οὐκ εἶπεν· αἰνίττεται γὰρ καθαπτόμενος τὴν συνουσίαν τοῦ πατρὸς πρὸς τὸ γύναιον. ἐρεῖ γάρ· αἰσχύνομαι τὸν πατέρα· καὶ διὰ τοῦτο λέγειν ὀκνῶ· ἀποκλείει μου τὴν παῤῥησίαν ὁ πατήρ· εἴθε μοι πρὸς ἄλλον ἦσαν οἱ λόγοι, οὗ μηδὲν ἔμελεν ἐμοὶ, καὶ ὀδύρεσθαι νῦν ἕτοιμοι τὸ πρᾶγμα, καὶ ἀνάγκη σιωπᾷν· οὐδὲ πάσχοντί μοι κακῶς τὴν αἰτίαν εἰπεῖν δυνατὸν, λυπήσω γὰρ οὓς οὐ δίκαιον· ἔα με σιγῶντα σωφρόνως, ὦ πάτερ, τῶν ἐμαυτοῦ κακῶν ἀνέχεσθαι· μὴ βούλῃ μαθεῖν, ἃ κρύπτεσθαι βέλτιον, μὴ ζήτει λόγους, ἐξ ὧν ἀλγήσεις· λόγισαι τὴν ἐμὴν σιωπήν· ἀποδέχου σώφρονα λύπην ἐγκαρτεροῦντι τῷ παιδὶ θεωρῶν.
4.104 Πέμπτην τὰ κατὰ συμπλοκὴν δύο προσηγοριῶν· οἷον νέος πλούσιος τούτων γὰρ ἑκάτερον ἰδίᾳ μὲν μικρὸν ἢ οὐδὲν ἰσχύει· συμπλακέντα δὲ εἰς ἓν ἄμφω δύναται κρίσιν ἀναδέξασθαι. Συριανο ῦ. Οἶδεν ἑκάτερον τῶν προσηγοριῶν ἀσθενὲς σφόδρα πρὸς εὐπορίαν ὑπάρχον, καὶ διὰ τοῦτο δύο πρὸς ταὐτὸ συνήγαγεν, ἥ τε γὰρ νεότης ὡς ἐπίπαν ἀφρονέστατον καὶ φίλαρχον· ἀεὶ γὰρ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται· σπανίως δὲ καὶ τῷ φρονεῖν ἄριστα διαφέρουσιν· ἐπὶ γ’ οὖν τοῦ Διομήδους Καὶ βουλῆ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος· ὅ τε πλοῦτος ὅτε μὲν κακίας μᾶλλον ἢ καλοκἀγαθίας ἐστὶν ὑπηρέτης κατ’ Ἰσοκράτην, ὅτε δὲ κατὰ Πλάτωνα οὐ τυφλὸς, ἀλλ’ ὀξὺ βλέπων, ἄν περ ἅμ’ ἕπηται φρονήσει. διεζευγμένα οὖν ἀσθενεῖ πρὸς τὰς ἐπιχειρήσεις, συμπλακέντα δὲ μέγα τι καὶ σφόδρα πολὺ συντελεῖ πρὸς ἀρετὴν ἢ κακίαν ῥέψαντα. Μαρκελλίνο υ. Οὐκ ἄδηλον τῷ προσέχοντι, διὰ τί ταῦτα μετὰ τὰ ἠθικὰ τέτακται· αὐτίκα γὰρ ἐκ τοῦ λόγου γνώριμον· ἐκ δύο γάρ φησι προσηγοριῶν, ὡς ἑκάστης προσηγορίας αὐτῆς καθ’ αὑτὴν ἀσθενούσης· καὶ ὥσπερ χειραγωγοῦ τῆς ἑτέρας δεομένης πρὸς τὸ στῆναι, καὶ δύναμίν τινα καὶ εὐπορίαν λαβεῖν· πῶς οὖν οὐκ εὐπορώτερα ἐκεῖνα τῶν ὡσπερεὶ κατὰ συμμαχίαν ἐπιβοηθούντων ἀλλήλοις, καὶ μόνον στῆναι μὴ δυνηθέντων· εἰ γὰρ ὑπόθοιο καθ’ αὑτὸν μόνον τὸν πλούσιον τὸν τρέφοντα τοὺς ἀκηρύκτους, ἀφέλοιο δὲ ὅτι νέος ἦν, περιῄρηκας ἑκάστου προσώπου τὴν ποιότητα· καὶ εἰς στενὸν τόπον κατακέκλειται· καὶ πάλιν τὸ νέον χωρὶς τοῦ πλουσίου ἀσθενές· διὸ καὶ εἰκότως συνήγαγεν αὐτὰ ὁ τεχνικὸς εἰς ταὐτόν· ἐπειδὴ καὶ ὁ πλοῦτος τῶν μέσων, οὐ τῶν κακῶν ὁμολογουμένως· καὶ ἡ νεότης ὁμοίως· καὶ νέοι γὰρ σώφρονές εἰσιν· συντιθέμενα δὲ ἄμφω πλείω τὴν χορηγίαν δέχεται, τῇ ἐπιθυμίᾳ τῆς νεότητος διδόντος τὴν ἐξουσίαν τοῦ πλούτου· ὁ γὰρ νέος οὐ δύναται τυραννεῖν πλούτου χωρὶς, οὔτε πλούσιος ἄνευ νεότητος· εἰ δέ τις λέγοι, ὅτι πραγμάτων ἐστὶ μᾶλλον ταῦτα ὀνόματα, ὁ πλούσιος καὶ ὁ νέος, ἡ γὰρ νεότης πρᾶγμα καὶ ὁ πλούσιος, λεκτέον, ὅτι πρόσωπά ἐστι, κἂν πραγμάτων ἔχῃ τὴν πρόφασιν· ἐκ δὲ τῶν πραγμάτων τοῖς προσώποις τούτοις ἡ δύναμις, τῷ νέῳ καὶ τῷ πλουσίῳ· ὁμοίως εἰ καὶ ἐκ πραγμάτων ἐστὶν ὁ νέος καὶ ὁ πλούσιος, γέγονε πρόσωπα· σημειωτέον δὲ, ὅτι ἐν μὲν στοχασμῷ ἑκατέρας χρεία εἶναι τῆς συμπλοκῆς, ἐπὶ δὲ τῶν ἄλλων στάσεων δύναται ὁ πλούσιος καὶ καθ’ αὑτὸν κρίσιν καὶ ἐξέτασιν ἐπιδέχεσθαι.
4.106.(1n) Ἕκτην τὰ κατὰ συμπλοκὴν προσώπου καὶ πράγματος, οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας. Συριανο ῦ. Ἐπὶ τὸ ἀσθενέστατον ἤδη χωρούσης τῆς τῶν προσώπων δυνάμεως καὶ πρᾶγμα συνέζευξε προσώπῳ προσηγορικῷ· οὐκ ἀδίκημα ὁμολογουμένως ὑπάρχον οὐδὲ πρὸς καιρὸν γεγονὸς, ὡς τὸ παρεστάναι τῷ νεοσφαγεῖ σώματι, ἀλλὰ τῇ συνεχείᾳ τοῦ καλλωπίζεσθαι τῆς πορνείας τὴν ὑπόνοιαν βεβαιῶν. Σωπάτρο υ. Ἐμέμψαντό τινες ὡς παρὰ τὴν ἐπαγγελίαν προενεχθὲν τοῦ τεχνογράφου, πρόσωπον γὰρ συνῆψε πράγματι, ὧν ἀνὰ μέρος ἐρεῖν ὑπέσχετο τὴν διαφοράν· ὥστε οὐ μέρος ἀλλὰ τέλειον ἂν εἴη ζήτημα, ἀλλὰ καὶ μονῆρες· οὐ γὰρ ἐπὶ ἑτέρων ὡς τὰ λοιπὰ λαμβάνεται, ἀλλὰ μόνον ἐπὶ τοῦ καλλωπιζομένου μειρακίου. Μαρκελλίνο υ. Τὸ μὲν μειράκιον πρόσωπον, τὸ δὲ καλλωπίζεσθαι πρᾶγμα· ἀλλ’ ἐρεῖ τις, ὅτι οὐδὲν διαφέρει τοῦ ἐκ δύο προσηγοριῶν· καὶ γὰρ καὶ ἡλικία πρᾶγμά ἐστι. Λέγομεν οὖν ὅτι ἐν προσώπῳ ἐστὶ, καὶ μεταπέπλασται εἰς πρόσωπον· ἐκτὸς γὰρ προσώπου οὐ δύναται εἶναι ἡλικία ὥστε πρόσωπόν ἐστι· τὸ μέντοι καλλωπίζεσθαι δύναται καὶ ἐκτὸς εἶναι προσώπου· ἄλλως τε ὅτι τὸ καλλωπίζεσθαι πεποιηκέναι τί ἐστιν· ἡ μέντοι ἡλικία φυσικῶς ἐν προσώπῳ θεωρεῖται, οὐκ ἀπό τινος πεποιημένου· οὐ πεπηγυῖα δὲ κατὰ τοῦ παιδὸς ἡ διαβολὴ, οὐδὲ ὡμολογημένον ἐκ τοῦ καλλωπίζεσθαι τὸ ἔγκλημα· εἰκὸς γὰρ καὶ δι’ ἄλλο τι καλλωπίζεσθαι, ὥστε μὴ φαίνεσθαι τοῖς ἐντυγχάνουσιν ἀηδής· διὸ καὶ σημεῖον γίνεται ἐγκλήματος, οὐκ αὐτὸ τὸ ἔγκλημα· ἦ γὰρ ἂν οὐδὲ στάσις ἦν, ἀλλὰ τόπος κοινός· εἴπερ τὸ καλλωπίζεσθαι καθ’ ἑαυτὸ δίχα τινὸς ἐγκλήματος ἐπαγομένου ἔγκλημα ἐποίουν οἱ νόμοι.
4.107 Διὰ τί δὲ εἰς διαφορὰν ποιότητος προσώπου τὸ πρᾶγμα παρείληφεν· ἰδία γὰρ ἡ τῶν πραγμάτων καὶ τῶν προσώπων ἐξέτασις· τὸ τῶν προσώπων γὰρ ἂν ἀπέραντον εἴη· εἴπερ τὰ πράγματα καὶ τὰ σημεῖα τῶν ἐγκλημάτων προσώπων ποιοῦμεν διαφοράς· οἷον πένης πλούσιον κατορύττων, ἢ πλούσιος ἀφορῶν εἰς τὴν ἀκρόπολιν· ἀλλὰ λέγομεν ὅτι πολὺ διαφέρει τὸ καλλωπιζόμενον τοῦ κατορύττοντος. τὸ μὲν γὰρ εἰς πρόσωπον λαμβάνεται, τὸ δὲ εἰς πρᾶγμα· ἐπὶ μὲν γὰρ τοῦ κατορύττοντος πρόσκαιρός ἐστιν ἡ πρᾶξις· ἐπὶ δὲ τοῦ καλλωπιζομένου οὐκ ἔτι πρόσκαιρος ἡ πρᾶξις τῷ μειρακίῳ, ἀλλὰ τὸ συνεχῶς καλλωπιζόμενον ὁρίζει, καὶ ὥσπερ βίον τὸ τοιοῦτο ποιησάμενον· διὸ καὶ ἐν τάξει προσώπου λαμβάνεται· δεῖ δὲ προσκεῖσθαι τὸ συνεχῶς· τὸ μὲν γὰρ ἁπλῶς καλλωπίζεσθαι οὔπω σημεῖον πορνείας· ἡ δὲ συνέχεια ποιεῖ τὴν ὑποψίαν· ἔστι δὲ καὶ τοῦτο εἰπεῖν· ὅτι τὸ μὲν καλλωπίζεσθαι καὶ ἐν αὐτῷ ἐστι τῷ τοῦ ποιοῦντος σώματι· τὸ δὲ κατορύττειν ἢ ἀφορᾷν ἔξωθεν καὶ ἐν ἄλλῳ καὶ τῶν ἐκτός· Ἰστέον δὲ, ὅτι οὐδὲ τὸ μειράκιον αὐτὸ καθ’ αὑτὸ ποιεῖ πρόσωπον ἐξεταζόμενον καὶ εὐπορίαν ἔχον, τὸ δὲ πρᾶγμα συναπτόμενον τὸ συνεχῶς καλλωπίζεσθαι δύναμιν καὶ εὐπορίαν τῷ προσώπῳ παρέχεται. Ἑβδόμην τὰ ἁπλᾶ προσηγορικά. οἷον στρατηγός, ῥήτωρ. Συριανο ῦ. Ὅπερ ἐπὶ τῆς τῶν προσώπων πέμπτης τάξεως ὡς ἀσθενὲς παρητήσατο σμικρὸν ἢ οὐδὲν ἰσχύειν ἀποφηνάμενος, τοῦτο τελευταῖον ἀπεφήνατο, ἀμυδροτάτην ὡς πρὸς τὰ πρόσωπα τὴν ἰσχὺν ἔχον.
4.108 ἐν ταῖς ἐπιστημονικαῖς γὰρ διαιρέσεσιν αἱ ἐπὶ πλέον διαιρέσεις πρὸς τὰ μερικώτερα καὶ ἀπορώτερα χωροῦσιν· χρὴ δὲ τὰ ἁπλᾶ προσηγορικὰ ἀξιώματι περιέχειν· ὅπως ἂν εὐπορώτερα τὰ τῆς ὕλης ὑπάρχῃ. Σωπάτρο υ. Προσηγορικὰ ἐκλήθη ταῦτα διὰ τὸ κοινὴν ὕλην καὶ ἀφορμὴν λόγων ἐκ τῆς περὶ ἕκαστον ὑποκειμένης ἐννοίας ποιεῖν. οἷον· εἰ λέγοιμεν, στρατηγοὶ, ῥήτορες, οὐ περὶ τοῦδε τοῦ ῥήτορος, ἢ τοῦδε, ἀλλὰ κοινῇ περὶ ῥητόρων ἃς ἔχομεν ὑπολήψεις εἰς ὕλην λόγων προφέροντες· κατηγοροῦντες μὲν οὖν ῥητόρων οὕτως ἐροῦμεν, ὡς ἀεὶ συκοφάνται καὶ φιλοπράγμονες, ἅτε δικαστηρίοις σχολάζοντες· συνηγοροῦντες δὲ ὡς δημαγωγοί εἰσι ῥήτορες, καὶ τὰ πολλὰ τῆς πόλεως κήδονται, καὶ σύμβουλοι ἀγαθοί· ὡσαύτως δὲ καὶ περὶ στρατηγῶν καὶ τῶν λοιπῶν, λήψῃ δὲ ὕλην καὶ ἀπὸ τῶν συμβάντων, νίκης φημὶ ἢ ἥττης καὶ τῶν τοιούτων· ταῦτα γάρ, φημι, δὴ τὰ ἁπλᾶ προσηγορικὰ ἐκ τῶν ἐπιτηδευμάτων φαίνεται λαμβανόμενα· καὶ ἔστι κατὰ τὸ ἐπαμφοτερίζον· ἰσάζει γὰρ ἐπί τε κατηγορίας καὶ ἀπολογίας· μέσα γὰρ ὄντα καὶ τῶν ἐναντίων εἰσὶ δεκτικά· ὅπου μὲν γὰρ νίκη τῇ στρατηγίᾳ παρέπεται, τότε καὶ τοῖς ἐπαίνοις χρησόμεθα ἀπὸ τῆς νίκης λαβόντες ἀφορμήν· ὅπου δὲ τοὐναντίον ἧττα συμβαίνει, τότε χώραν ἔχει ἡ κατηγορία.
4.109 Μαρκελλίνο υ. Προσηγορικὰ αὐτὰ ἐκάλεσεν, ὡς ἐν μόνῃ προσηγορίᾳ ψιλὴν τὴν δύναμιν ἔχοντα, οὐδὲν δὲ διὰ τῆς κλήσεως δηλοῦντα πρὸς ὑποψίαν καλοῦ ἢ κακοῦ· αὐτὸ γὰρ καθ’ αὑτὸ τὸ πρόσωπον τοῦ κατηγορήματος ἔμφασιν οὐδὲ μίαν ἢ δύναμιν ἔχει, πότερον ἀγαθὸς ἢ φαῦλος, καὶ πότερον ἐπὶ συμφέροντι τῆς πόλεως ἡγούμενος, ἢ τοῖς πολεμίοις τὰ κοινὰ προπίνειν προαιρούμενος· ἐπὶ πάντων οὖν τῶν τοιούτων ποιήσομεν ἀπὸ τῶν ὑποκειμένων πραγμάτων τὰς ποιότητας ἀναπλάσαντες, καὶ προσλαβόντες τῆς τιμῆς καὶ ἀρχῆς τὸ σχῆμα τῶν πίστεων εὐπορήσομεν· εἰ μὲν εἴη συμβᾶσα νίκη, φιλόπολιν ἀποκαλοῦντες, εἰ δ’ αὖ τοὐναντίον ἧττα καὶ φυγὴ, ἐκ τῶν ἐφ’ ἑκάτερα, ὡς συμβαίνει, λέξει· πρὸς τὴν ποιότητα δὲ καὶ τοὺς λόγους ἁρμοστέον· καὶ εἰ μὲν ἄδοξον εἴη τὸ πρόσωπον, καταφορικώτερος ὁ λόγος ἔσται, εἰ δὲ ἐνδοξότερον εἴη, ἐπιεικέστερος· οὐκοῦν οὐ πολὺ διαφέρει ταῦτα τοῦ τίς, πλὴν ὅτι τὸ τίς οὐκ ἐξετάζεται παντελῶς· ὁ δὲ στρατηγὸς προσκειμένου τοῦ πράγματος ὑπόνοιάν τινα καὶ ἐξέτασιν ἐκ τῆς τιμῆς ἐπιδέχεται. Ταυτὶ δὲ δῆλον μὲν, ὡς καὶ καθ’ ἓν ἐμπίπτει τοῖς ζητήμασι καὶ κατὰ πλείονα· αὐτίκα ὁ Δημοσθένης καὶ πατὴρ ἦν δήπου, καὶ ῥήτωρ καὶ πρεσβευτὴς, ἤδη δὲ καὶ στρατιώτης· ὅθεν καὶ μείζονα ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια. Συριανοῦ καὶ Σωπάτρο υ. Διελὼν τὴν τῶν προσώπων ποιότητα, ἐδίδαξεν ὡς οὐκ ἀναγκαῖον ἰδίᾳ ἑκάστην ἐξετάζεσθαι· ἀλλ’ ἔστιν ὅτε καὶ πλείονες ποιότητες εὑρίσκονται κατὰ ταὐτὸν καὶ ἀφορμαί· καὶ τοῦτο διὰ τοῦ παραδείγματος ἐσήμανεν· ἀφ’ οὗ καὶ δῆλον, ὡς ἕκαστον τῶν κυρίων πλείονας ἔχει ποιότητας, διὸ καὶ προτέτακται τῶν λοιπῶν· ἔστι μέντοι καὶ ἐκτὸς τῶν κυρίων εὑρεῖν ἐν ἑνὶ τῶν προσώπων πλείονας ποιότητας, ὡς ἐπὶ τούτου, τρισαριστεὺς ἑταιροῦντα τὸν υἱὸν ἀπέκτεινε, καὶ κρίνεται φόνου· ἁπλοῦν μὲν γὰρ ὁ τρισαριστεὺς, καὶ πρός τι δὲ ὡς πατήρ· ὥστε οὐ μόνον κατὰ μίαν ἑκάστην, ἀλλὰ καὶ κατὰ πλείονας ἀνάγκη ἐμπίπτειν τὰς ποιότητας τῶν προσώπων· χρὴ μέντοι εἰδέναι, ὡς ἐν μὲν τοῖς ἀορίστοις τῷ ὅρῳ τοῦ ζητήματος ἤτοι τῇ ὑποκειμένῃ ὕλῃ προσέχειν δεῖ· ἐν δὲ τοῖς ὡρισμένοις τοῖς ἀπὸ τῆς ἱστορίας, μετὰ τῶν ἀπὸ τοῦ ζητήματος· ἐν μὲν οὖν τοῖς κυρίοις πολλαὶ ἐμπίπτουσι ποιότητες αἱ ἀπὸ τῆς ἱστορίας, ἐν δὲ τοῖς ἀορίστοις ὀλίγαι, αἱ ἀπὸ τοῦ ὅρου, διὸ καὶ μείζονα ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια.
4.110 Ἀλλὰ δεῖ περὶ ἑκάστου τῆς δυνάμεως ἰδίᾳ γνόντα χρῆσθαι αὐτοῖς ὡς ἂν ὁ καιρὸς διδῷ. Συριανο ῦ. Τὸ ὡς ἂν ὁ καιρὸς διδῷ οὕτω. τουτέστιν ὕλη καὶ περίστασις καὶ μέθοδος· οἷον ποῖον πρὸς ποῖον ποιεῖται τὴν κατηγορίαν ἢ ἀπολογίαν. πότερον ἔνδοξον πρὸς διαβεβλημένον, ἢ τὸ ἀνάπαλιν· ἢ τοῦτο λέγει· ὅτι τὰς ἑπτά σοι ποιότητας εἶπον, ἵνα ἐξῇ σοι γινώσκειν τὴν ἑκάστου δύναμιν· οἷον τὸ κύριον ἰδίως καὶ τὰ λοιπὰ, ἃ κατὰ μέρος ἐδίδαξεν, οὐ μέντοι καὶ περὶ τῆς ἑκάστου δυνάμεως ἐδίδαξεν. Σωπάτρο υ.
4.111 Τὸ ὡς ἂν ὁ καιρὸς διδῷ, περὶ τῶν κυρίων μόνον εἴρηται, ἐν μὲν γὰρ τοῖς ἄλλοις αἱ αὐταὶ καθόλου ποιότητές εἰσιν· ἐπὶ δὲ τῶν κυρίων, ἄλλοτε ἄλλως· διὸ καὶ δεῖ τοὺς καιροὺς φυλάττεσθαι· καθ’ οὓς τὸ ζήτημα μελετῶμεν, ἵνα ταῖς προϋπαρξάσαις πράξεσι χρησώμεθα μόναις, ἀλλὰ μὴ καὶ ταῖς μετὰ ταῦτα· οἷον εἰ κρίνοιτο Δημοσθένης ὡς συμβουλεύσας βοηθεῖν Ὀλυνθίοις, οὐκ ἂν ἔχοις εἰπεῖν, ὅτι καὶ πρὸς Φίλιππον ἀπελθὼν ἐσιώπησεν· οὕτω γὰρ γέγονεν· οὐδ’ ὅτι συνεβούλευσεν ἐν Χαιρωνείᾳ μάχεσθαι· ἀλλὰ δεῖ τὰ πρὸ τούτων μόνα θεῖναι· καὶ πάλιν εἰ κρίνοιτο ὡς συμβουλεύσας βοηθεῖν Βυζαντίοις, καὶ Χεῤῥονησίοις μνήμην μὲν ἂν ἔχοις τῶν Ὀλυνθίων, οὐ μέντοι καὶ τῶν ἐν Χαιρωνείᾳ, ὕστερον γὰρ τοῦτο· τοῦτο οὖν κελεύει φυλάττεσθαι, ἵνα τὰ προϋπηργμένα μόνα τιθῶμεν, μελετῶντες τὸ τοιοῦτο ζήτημα, μὴ μὴν καὶ τὰ μετὰ ταῦτα· ὥστε περὶ τῶν κυρίων τὸ ὡς ἂν ὁ καιρὸς διδῷ, εἴρηται μόνων· ἀλλ’ οὐχὶ καὶ περὶ τῶν λοιπῶν· τούτων γὰρ μόνων ἡ διάγνωσις τὸν καιρὸν ἐπιτρέπει φυλάττειν. Μαρκελλίνο υ. Εἰ περιέχει τὰ κύρια καὶ τὰ ἕτερα πρόσωπα, ἀναγκαῖον περὶ ἑκάστου προσώπου πρῶτον διαγνῶναι τὴν δύναμιν καὶ τὴν ποιότητα· εἰ γὰρ εὑρίσκεται ἐν ἑνὶ καὶ ἄλλο πρόσωπον ἀλλ’ οὐκ ἐπὶ πάντων τοῦτο συμβαίνει, ὡς ἂν ὁ καιρός, φησι, διδῷ χρηστέον· τουτέστιν ἡ ὕλη, καὶ περίστασις καὶ μέθοδος, πρὸς τὴν τῶν βιβλίων ἐξέτασιν τῶν παρὰ ποιηταῖς τε καὶ ῥήτορσιν· ἡ γὰρ τῶν προσώπων μετὰ ἀκριβείας ποιότης ἐξετασθεῖσα παρά τε τῶν ῥητόρων καὶ ποιητῶν τὰς διαφοράς τε καὶ μεθόδους αἷς χρηστέον παρίστησι καὶ παρασκευὴν πρὸς τὴν εὕρεσιν· δεῖ δὲ καὶ τὰ εἴδη τῶν λόγων ὁποῖα ἐφ’ ἑκάστου τῶν προσώπων παρείληπται σκοπεῖν· διάφορα γὰρ εὑρεθήσεται.
4.112 αὐτίκα ὁ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου πρὸς τὸ πρόσωπον καταφορικῷ κέχρηται λόγῳ· ἐν δὲ τῷ πρὸς Λεπτίνην ὑπὲρ διαβεβλημένου προσώπου Κτησίππου πρὸς ἔνδοξον, ἑτέρου ἐδεήθη λόγου· τὸ οὖν ὡς ἂν ὁ καιρὸς διδῷ, τουτέστιν ἡ χρεία καὶ ἡ τῶν ὑποκειμένων περίστασις· οὐ γὰρ ἀεὶ τὰ εἰρημένα συμπίπτει τῷ κυρίῳ· τεχνικώτατον δὲ τὸ τῶν καιρῶν στοχαζόμενον μὴ ἐκπίπτειν τοῦ προσήκοντος. Τὰ μὲν οὖν ἐξεταζόμενα τῶν προσώπων ταῦτα· καὶ δεῖ τοῖς ἐγκωμιαστικοῖς ἀκολουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν. Συριανο ῦ. Ἐγκωμιαστικοὺς λέγει τόπους γένος, ἀνατροφὴν, ἐπιτήδευμα, πράξεις· τὰ δὲ τοῖς ἐμπίπτουσιν, οὐ τοῖς εὑρισκομένοις φησίν· οὐδὲ γὰρ πάντως ἐξετάζειν ἕκαστα συμφέρει τῶν εὑρισκομένων, ἀλλὰ τοῖς κατὰ τεχνικὴν θεωρίαν τῷ λέγοντι συντελοῦσι· κἂν γὰρ ὦσιν ἐπί τινων πατέρες ἄδοξοι, ἢ πατρὶς, παραλείψομεν· τὰ δὲ πρὸς σύστασιν ἐροῦμεν, τὰ βλάπτοντα σιωπῶντες· οὕτω καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου πεποίηκε, Γύλωνα μὲν τὸν πρὸς μητρὸς αὐτοῦ πάππον, ὡς φυγάδα καὶ πρὸς τοῦ δήμου θανάτῳ καταγνωσθέντα, διὰ τὴν προδοσίαν Νυμφαίου τοῦ ἐν τῷ Πόντῳ, καὶ τὴν μητέρα, ὡς Σκυθίδα τὸ γένος, ἃ δὴ πάντα ἐν τῷ κατὰ Κτησιφῶντος Αἰσχίνης παρέθηκε, σιωπήσας, ἐπὶ δὲ τὴν ἑαυτοῦ ἀνατροφὴν ὡς χρηστὴν οὖσαν ἐχώρησεν· ἐν μέντοι τοῖς κατ’ Αἰσχίνου πρὸ παντὸς ἄλλου ἐπὶ τοὺς προγόνους ἐχώρησεν ὡς ἀδόξους, φάσκων· οὐκ ἀπορῶν δ’ ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ τοῦ πρῶτον μνησθῶ, πότερον ὡς ὁ πατήρ σου Τρόμης ἐδούλευσεν· εἴ τι δὲ χρηστὸν ἐκ τῆς ἀγωγῆς εἶχε καὶ τῆς περὶ λόγους ἀσκήσεως, παραλέλοιπεν· καὶ ἐν τῷ πρὸς Λεπτίνην ὑπὲρ διαβεβλημένου προσώπου Κτησίππου τοῦ Χαβρίου παιδὸς ἀσωτίαν νοσοῦντος πρὸς ἔνδοξον τὸν Λεπτίνην ποιούμενος τὸν λόγον, ἠθικωτέρᾳ κέχρηται τῇ ἰδέᾳ καὶ ἐπιεικεστέρᾳ, λέγων· οὐδὲν γὰρ φαῦλον ἐρῶ σε· ἐν δὲ τῷ κατὰ Μειδίου καταφορικωτέρᾳ καὶ τραχυτέρᾳ, καὶ ἐν τῷ περὶ τοῦ στεφάνου, ἀπὸ τῶν ἐνδόξων πράξεων τὸν ὅλον λόγον διαπλέκων, πομπικωτέρᾳ καὶ λαμπροτέρᾳ· δεῖ γὰρ μὴ μόνον τὰς τῶν προσώπων ἐξετάζειν ποιότητας ἐν τοῖς τοιούτοις, ἀλλὰ καὶ τὰς ἰδέας κατ’ ἀλλήλους τοῖς ὑποκειμένοις ἐπιτιθέναι προσώποις· ἔστι τις καὶ ἑτέρα παρὰ Θουκυδίδῃ καὶ Δημοσθένει μέθοδος βιαιοτέρα· ἥτις καὶ τὰ πρὸς ἐπαίνου τῶν ἐναντίων ἀπὸ τῆς γνώμης διαβάλλει· καὶ τὰ κινοῦντα λοιδορίαν ἀπὸ τῆς διανοίας βέλτιστα δείκνυσιν.
4.114 Δημοσθένης μὲν ἐν τῷ κατὰ Μειδίου τὴν διὰ τὴν ἐπίδοσιν τῆς τριήρους μεγαλοφροσύνην αὐτοῦ καταβάλλων· μέγα γὰρ ἦν Ἀθήνησι καὶ τὸ μόνον τριηραρχῆσαι, μήτι γε δὴ καὶ τὸ τριήρη ἐπιδοῦναι, ὁ δὲ διαβάλλων ἀπὸ τῆς διανοίας φησίν· ὡς στρατείας εἰς Εὔβοιαν γινομένης, δέον σὺν τοῖς ἱππεῦσιν αὐτὸν ἐξελθεῖν, ἐπιδέδωκε τριήρη, διαφυγεῖν τὸ στρατεύεσθαι σπεύδων· καὶ πάλιν αἰσθόμενος, ὅτι ξύλα διὰ τῆς τριήρους ἤνεγκεν ἐξ Εὐβοίας, φησὶ διαβάλλων, καὶ χρηματισμὸς, οὐ λειτουργία γέγονεν ἡ τριηραρχία τῷ καταπτύστῳ τούτῳ· ἐν δὲ τῷ περὶ τοῦ στεφάνου φεύγων τὸ μέγεθος τῆς διαβολῆς, τὸ περὶ Χαιρώνειαν γεγονὸς πάθος, ἀπὸ τῆς γνώμης αὐτὸ συνέστησεν εἰπὼν, ὡς καλὰ καὶ τῶν προγόνων ἄξια τὰ συμβουλευθέντα καὶ ἑξῆς.
4.116 Ἔτι δὲ πλέον τὴν αὐτοῦ γνώμην βεβαιῶν μεταστατικῶς ἐπὶ τοὺς στρατηγοὺς μετάγει τὴν αἰτίαν οὕτως· εἰ δὲ ἢ δαίμονός τινος, ἢ τύχης ἰσχὺς, ἢ στρατηγῶν φαυλότης, ἢ πάντα ἐλυμήνατο καὶ ἑξῆς. Ὁ δὲ Θουκυδίδης πάλιν ζητουμένου, διὰ τί οἱ Κερκυραῖοι οὐδενὶ συνεμάχησαν, ἀπὸ τῆς γνώμης ἐπιχειρήσας τὸ αὐτὸ συνέστησέ τε καὶ διέβαλλεν· ὁ μὲν γὰρ Κερκυραῖος συνιστῶν τοῦτό φησιν· σύμμαχοί τε γὰρ οὐδενός πω ἑκούσιοι γεγόνασι καὶ ἑξῆς· καί φησιν, ὅτι δι’ ἀπραγμοσύνην, ὁ δὲ Κορίνθιος διαβάλλων, ὅτι ἐπὶ κακουργίᾳ καὶ οὐκ ἀρετῇ, φησιν, ἐπετήδευσαν, βουλόμενοι πρὸς τἀδικήματα οὐδὲ μάρτυρα ἔχειν. Σωπάτρο υ. Τοῖς ἐμπίπτουσιν ἀντὶ τοῖς χρησιμεύουσιν· οἷον περὶ Δημοσθένους λέγοντος, μὴ βιάζεσθαι τὸ δειλὸν αὐτοῦ περιτρέψαι εἰς ἔπαινον· τοῦ πανηγυρικοῦ γὰρ τοῦτο· τινὲς γὰρ λέγουσιν, οἳ καὶ ἄμεινον, τοῖς κατὰ καιρὸν εὑρισκομένοις, ἵνα ἡ ἐξήγησις ὁμοία ᾖ τῷ, ὡς ἂν ὁ καιρὸς διδῷ· οἷον εἰ κρίνεις Δημοσθένη διὰ τὴν συμβουλὴν τῆς συμμαχίας Ὀλυνθίων, μὴ ὡς λειποτάκτην αὐτὸν διαβάλῃς ἢ μισότεκνον, ὅτι ἐλευχειμόνησεν ἐπὶ τῷ θανάτῳ τῆς θυγατρός· οὔπω γὰρ γεγόνει ταῦτα. Μαρκελλίνο υ.
4.117 Σφόδρα διδασκαλικὸν τοῦ λόγου τὸ σχῆμα· ἀνακεφαλαίωσιν γὰρ πάντων τῶν εἰρημένων ἔχει· τὸ δὲ τοιοῦτον σαφῆ καὶ εὐκρινῆ τὸν λόγον ἀπεργάζεται· ἐξέτασιν δὲ ἐπιδέχεται διὰ τὸ ἔχειν ποιότητα, ὅπερ οὐχ ὑπάρχει τοῖς ἀορίστοις· δεῖ δὲ εἰδέναι, ὅτι ἀκολουθεῖ τῷ προσώπῳ τὰ ἐγκωμιαστικά· ἀλλ’ οὐ πάντα εἰς πάντα, ἐπεὶ διάφορα τὰ πρόσωπα· καὶ τῷ μὲν κυρίῳ διὰ τὸ ὡρίσθαι τὸ πρόσωπον πάντα ἀκολουθεῖ, γένος, πατρὶς, καὶ ἑξῆς· οἷς χρηστέον, ὡς ἂν δοκιμάσωμεν συμφέρειν, πολλάκις γὰρ καὶ σιωπῆσαί τινα προσήκει διὰ τὴν χρείαν· τῷ δὲ προσηγορικῷ οὐκ ἔτι πάντα ἐμπίπτει· ἔχει δὲ πάντως τι τῶν ἐγκωμιαστικῶν· καὶ ἐπὶ τῶν κυρίων δὲ τοῖς ἐμπίπτουσι καὶ συμφέρουσι χρησόμεθα· ὅ γ’ οὖν Δημοσθένης ἐγκωμιάζων οὐ πᾶσιν ἐχρήσατο, ἀλλὰ τὸ μὲν γένος ἐσιώπησεν ὡς ἀδοξότερον· ἀπὸ δὲ τῶν ἄλλων ποιεῖται τὸν λόγον καὶ τὸν ἔπαινον· ἐμοὶ μὲν παιδὶ ὄντι, φησὶν, ὑπῆρξε φοιτᾷν εἰς τὰ προσήκοντα διδασκαλεῖα. Αἰσχίνην δὲ συγκρίνων πρὸς ἑαυτὸν καὶ ἀπὸ τοῦ γένους καὶ ἀπὸ τῶν ἄλλων πεποίηται ψόγον· μελετῶντες οὖν τὰ μὲν πρὸς ἡμῶν διεξελευσόμεθα· τὰ διαβεβλημένα δὲ παρήσομεν· ἐπὶ δὲ τοῦ ἀντιδίκου τὸ ἐναντίον. Οὐκ ἐπιδέχεται δὲ ἐξέτασιν τά τε ἀόριστα οἷον τὸ τίς, καὶ τὰ ἰσάζοντα δι’ ὅλου, οἷον δύο νέοι πλούσιοι εἰ ἐπί τῳ κρίνοιεν ἀλλήλους· ὃ γὰρ ἄν τις εἴποι κατὰ τοῦ ἑτέρου, τοῦτο καὶ κατὰ τοῦ ἑτέρου ἔσται. Συριανοῦ καὶ Σωπάτρο υ. Μετὰ τὰ ἐξεταζόμενα ἐπὶ τὰ ἀνεξέταστα χωρεῖ· ταῦτα δὲ ἐπὶ μὲν πεπλασμένων ὑποθέσεων δύναται κρίσιν ἐπιδέξασθαι, ἐπὶ δὲ ἀληθείας οὐδαμῶς ἂν συσταίη· οὔτε γὰρ ἀορίστου προσώπου κατηγορία τις ἔννομος γενήσεται, οὔτε δύο πρόσωπα ἐξισάζοντα δι’ ὅλου ῥᾴδιον εὑρεῖν· κἂν γὰρ ἐπί τινων κοινωνία τις αὐτοῖς συμβαίνῃ, οἷον νεότητος, πλούτου, ἀλλ’ οὖν ἐν τῇ ἀγωγῇ καὶ ταῖς πράξεσιν οὐκ ἐνδέχεται τοῦτο ἢ ἔμπαλιν· οὐ μὴν οὐδὲ τὰ ἀνεξέταστα παντελῶς ἀκατασκεύαστα καταλέλοιπεν ἡ τέχνη, ἀλλὰ τῆς μὲν τῶν ἀορίστων ἐξετάσεως τρεῖς παραδέδωκε μεθόδους· ἢ γὰρ κατασκευαστικοὺς αὐτοῖς λογισμοὺς προσθήσομεν, ὡς Δημοσθένης ἐν Φιλιππικοῖς· ἤκουον δ’ ἔγωγέ τινων, ὡς τὰς ἀγορὰς καὶ τοὺς λιμένας οὐκ ἐπιδοῖεν αὐτῷ καρποῦσθαι· ὃ καὶ κατασκευάζων διὰ τῆς τοῦ ἀορίστου σαθρότητος λογισμὸν ἐπάγει· τὰ γὰρ κοινὰ τὰ Θετταλῶν ἀπὸ τούτων δέοι διοικεῖν οὐ Φίλιππον λαμβάνειν· ἢ καὶ ἐπὶ κρίσει οἰκείᾳ τὸ ἀόριστον συνίστησιν· ἣν ῥήτωρ μὲν μεθ’ ὅρκου πιστώσεται· οἷον καὶ μὰ τὸν Δία οὐδὲν ἄπιστον ἴσως, ὁ δὲ Πλάτων τῷ οἰκείῳ ἀξιώματι, οἷον καὶ ἐγὼ πείθομαι· ἢ ἐπαίνῳ τοῦ εἰρηκότος, ὡς ὁ Δημοσθένης· ὡς δὲ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι· οὐδένων εἰσὶ βελτίους· ἵνα δείξῃ, ὅτι οὐ τῶν ἀκηκοότων ἀλλὰ τῶν αὐτοῖς τοῖς ἔργοις πεπιστευκότων ὁ ἀπαγγείλας ἐστίν.
4.119 Ἐπὶ δὲ τῶν ἐξισαζόντων προσκείμενον τὸ δι’ ὅλου, πάνυ ἀκριβῶς διδάσκει ἡμᾶς ὡς καὶ τῆς βραχυτάτης εὑρισκομένης διαφορᾶς ἐν τοῖς ἐξισάζουσιν ἐξέτασιν ἐπιδέχεται· οὕτως καὶ Δημοσθένης ἐξισάζοντος αὐτῷ πρὸς Αἰσχίνην τοῦ ὅτι ἀμφότεροι πολιτεύονταί, φησι, σὺ μὲν γὰρ ὑπὲρ τῶν ἐχθρῶν, ἐγὼ δὲ ὑπὲρ τῆς πατρίδος ἅπαντα πεπολίτευμαι, καὶ πάλιν, ὅτι συμπρεσβευτὴς ἦν αὐτῷ Αἰσχίνης, καὶ κατὰ τοῦτο ἐξισάζειν δοκῶν φησιν· ἐγὼ δὲ οὐ συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινὰ, ἐμαυτὸν δὲ ὑπὲρ τούτων τὰ βέλτιστα· Ὑπερίδης δὲ ἐν τῷ ὑπὲρ Φρύνης τῆς ἑταίρας ἐξισάζοντος αὐτῷ τοῦ, ὅτι καὶ Εὐθίας ὁ κατήγορος αὐτῆς ἔγνω αὐτὴν, ὥσπερ καὶ ὁ συνηγορῶν Ὑπερίδης, εὗρε μικρὰν διαφοράν· τὸν μὲν ὅπως σωθήσεται ἐκ παντὸς τρόπου ζητεῖν, τὸν δὲ ὅπως ἀπολέσειεν.
4.120 Μαρκελλίνο υ. Παρατηρητέον ὅτι καὶ τὰ ἀόριστα πρόσωπα καλεῖ· φύσει γάρ ἐστι πρόσωπα, οὐ μὴν ἐξετάζεται· οὐ γὰρ ἔχει τὴν τῆς ποιότητος κατασκευὴν ἢ ἀπὸ γένους ἢ ἀπὸ ἐπιτηδευμάτων, ἢ ἀπὸ πράξεων ἢ ἁπλῶς εἰπεῖν τῶν παρακολουθούντων τῷ προσώπῳ, ὧν γὰρ ἡ γνῶσις ἀφανὴς, ἄδηλα ὁμοίως καὶ τὰ παρεπόμενα· ὅπερ δὲ ἄνω παραλέλοιπεν ὁ τεχνικὸς, πληρώσας τὴν διαίρεσιν ἀναλαμβάνει· τί δὲ τοῦτο ἦν; τὸ ποῖα μὲν πρόσωπα ἐξέτασιν ἐπιδέχεται· τίνα δὲ ἄλλως χρείας ἕνεκα μόνης καὶ σχήματος παραλαμβάνεται· περὶ δὲ τῶν ἀορίστων φησὶν ὁ Πολέμων, ὅτι ἐπὶ μὲν τῶν πλασμάτων ποσῶς ἔχει χώραν δορυφορήματι ἐοικότα μόνον· ἐπὶ δὲ τῆς ἀληθείας οὐκ ἔτι· πῶς γὰρ οἷόν τε, ποιότητος μὴ ὑποκειμένης ἐξετάζειν πρόσωπα· ὅμως οὐ πάντη ἄχρηστα· αὐτὰ μὲν γὰρ καθ’ ἑαυτὰ σύστασιν οὐκ ἐπιδέχεται ἐξετάσεως, εἰς ἀπόδειξιν δὲ ἑτέρων παραλαμβάνεται· καὶ περὶ τούτου τρεῖς ἡμῖν παραδέδωκε μεθόδους ἡ τέχνη, ἃς καὶ παρεθέμεθα· τὰ δὲ ἰσάζοντα δι’ ὅλου οὐχ ὅτι πρόσωπα οὐκ ἔχει ἐξεταζόμενα, ἀλλὰ διὰ τὸ ἰσάζον τῶν προσώπων οὐ δέχεται ἐξέτασιν· δύναται δέ τις ἐπὶ τούτων καὶ μικρὰ διαφορὰ σύστασιν δοῦναι τῷ προβλήματι. Ὥσπερ δὲ τῶν προσώπων, οὕτω καὶ τῶν πραγμάτων ἐστὶ διαφορά.
4.121.(1n) Συριανοῦ καὶ Σωπάτρο υ. Οὐχὶ κατὰ τὴν ποσότητα φαμέν· τὰ μὲν γὰρ ἄχρις ἑπτὰ πρόεισι, τὰ δὲ τρία ἔχει μόνον, ἀλλὰ κατὰ τὴν ποιότητα· πολλὴ γὰρ καὶ τούτων ἡ πρὸς ἄλληλα διαφορά. Φασί τινες ἐνδεῶς κἀνταῦθα τὸν τεχνογράφον εἰπεῖν· ὥσπερ γὰρ ἀνωτέρω τὴν τῶν προσώπων ὕλην παρέλιπεν, μίαν μόνην εἰπὼν ἐπὶ τῶν ἑπτὰ διαφορὰν τὴν τῶν ἐγκωμιαστικῶν τόπων, ἣ μόνον τοῖς ὡρισμένοις ἁρμόττει καὶ κυρίοις, οὕτω κἀνταῦθα παντελῶς τὴν τῶν πραγμάτων ἠγνόησε διαφοράν· αὗται γὰρ, ἃς τίθησιν, οὐ παντός εἰσι πράγματος διαφοραὶ, ἀλλὰ στοχασμοῦ μόνου· εἴπωμεν δὲ ἡμεῖς ἄνωθεν ἀρχόμενοι τὴν τῶν πραγμάτων διαίρεσιν· τῶν πραγμάτων τὰ μέν ἐστι κατ’ εὐθύ, τὰ δὲ κατὰ τὸ ἐσχηματισμένον· ἢ γὰρ λέγει τις ὀνειδιζόμενος αὐτὸ τὸ πρᾶγμα ποιῆσαι, ὅπερ καὶ διδάσκει· διὸ καὶ καλεῖται κατὰ τὸ εὐθύ· ἢ ἄλλο μὲν λέγει, ἄλλο δὲ βούλεται δεῖξαι· καὶ καλεῖται τοῦτο ἐσχηματισμένον· καὶ τοῦ μὲν κατ’ εὐθὺ τρεῖς αἱ ἀνωτάτω διαφοραί· τὸ κατὰ κρίσιν, τὸ κατὰ συμβουλὴν, τὸ κατὰ φυγὴν καὶ δίωξιν· τούτων δὲ τὸ μὲν κατὰ συμβουλὴν ἄτμητον· τὸ δὲ κατὰ κρίσιν τέμνεται, εἴς τε τὸ κατὰ ἀμφισβήτησιν· ἐν ἀμφοτέροις γὰρ κρίσις ἐστί· καὶ οὔτε κατηγορία, οὔτε ἀπολογία, ἀλλὰ κρίσις τοῦ εἰ δεῖ δοῦναι ἢ τοῦ ποῖον δοῦναι· ἢ τὸ τί δεῖ δοῦναι· τὸ δὲ κατὰ φυγὴν καὶ δίωξιν τέμνεται εἰς ὀκτὼ διαφοράς· πρῶτον ἐφ’ οἷς δέον ποιῆσαι οὐκ ἐποίησεν· ὡς ὁ στρατηγὸς ὁ μὴ ἀνοίξας τὰς πύλας νύκτωρ τῶν αἰχμαλώτων ἐλθόντων, καὶ κρινόμενος· καὶ ἐφ’ οἷς δέον μὴ ποιῆσαι ἐποίησεν· ὡς ὁ ἐπακολουθῶν ἄχειρι ἀριστεῖ καὶ γελῶν καὶ κρινόμενος ὕβρεως· καὶ ἀπὸ τῶν τῆς ψυχῆς παθῶν· ὡς γυνὴ νύκτωρ δακρύουσα καὶ κρινομένη μοιχείας· ἢ ἀφ’ ὧν εἶπέν τις, ὡς ὁ πλούσιος ὁμώσας ἐν συμποσίῳ τυραννήσειν, καὶ κρινόμενος, ἢ ἀφ’ ὧν ἕτεροι εἶπον κρινόμενοι περὶ αὐτοῦ, ὡς ὁ Θεμιστοκλῆς κρινόμενος, ἐπειδὴ Παυσανίας ἔφη κρινόμενος, κοινωνὸν αὐτὸν εἶναι τῆς προδοσίας· καὶ αἱ τρεῖς αὗται, ἃς ὁ τεχνικὸς προσεκόμισεν· καὶ τοῦ μὲν κατὰ τὸ εὐθὺ αὕτη ἡ διαίρεσις, τοῦ δὲ κατὰ τὸ ἐσχηματισμένον τρεῖς αὗται διαφοραί· καὶ ἐκ τοῦ μείζονος· οἷον Δημοσθένης ἥλω ἐπὶ τοῖς Ἁρπαλείοις χρήμασι· καὶ ὁ μὲν κατήγορος φυγῇ αὐτὸν ζημιοῖ, ὁ δὲ τεθνάναι ἀξιοῖ· τοῦτο γὰρ ἐσχημάτισται· οὐ γὰρ ἀποθανεῖν βούλεται, ἀλλ’ εὔνουν διὰ τούτου ἑαυτὸν δεῖξαι βούλεται τῇ πόλει· ἐκ τοῦ μείζονος δὲ λέγεται, διὰ τὸ προτεῖναι μεῖζον τοῦ κατηγόρου τὸ οἰκεῖον ἐπιτίμιον· ἕτερον δὲ πάλιν κατὰ τὸ πλάγιον· οἷον φήμη συνεῖναι τὸν πατέρα τῇ τοῦ υἱοῦ γυναικὶ, καὶ νόμος τὸν τρισαριστέα αἰτεῖν ὃ βούλεται γέρας· ἠρίστευσεν ὁ πατὴρ, ἐλειποτάκτησε δὲ ὁ παῖς· καὶ ὁ μὲν πατὴρ ἀξιοῖ εἰς τὸ γέρας μένειν τὸν υἱόν· ὁ δὲ παῖς φεύγειν αἰτεῖ.
4.122 πλαγίως γὰρ τὴν μοιχείαν εἰσφέρει, καὶ οὐ φανερῶς, φάσκων αὐτὸν ἄξιον μὲν εἶναι φεύγειν, τὴν δὲ γυναῖκα ἱκανὴν τὸν πατέρα θεραπεύειν· καὶ ὅτι οὐ δεήσει ἑτέρας γυναικὸς τῆς μητρὸς θανούσης τῷ πατρί· τρίτον εἶδος τὸ ἐκ τοῦ ἐναντίου· οἷον νόμος τοῦ προδότου μηδὲν εἶναι μνημεῖον· καὶ οἱ Θεμιστοκλέους παῖδες ἀξιοῦσι καθαιρεθῆναι τὰ τείχη, οὐ γὰρ τοῦτο βούλονται, ἀλλὰ διὰ τῆς τῶν τειχῶν ἀναμνήσεως εὔνουν ἀποδεῖξαι Θεμιστοκλέα τῇ πόλει, καὶ εὐεργέτην, ἀλλ’ οὐ προδότην· διὸ καὶ ἀπὸ τοῦ ἐναντίου εἴρηται· ἐναντίον γὰρ εὔνους τῷ προδότῃ.
4.123 Μαρκελλίνο υ. Καθάπερ τῶν προσώπων λέγων τὴν ποιότητα, τὰ ἰσχυρότερα καὶ πλείονα τὴν ἐξέτασιν ἐπιδεχόμενα προέταξε, τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν πραγμάτων ποιεῖ, τὰ ἰσχυρότερα προτάττων τῶν ἀσθενεστέρων. Ἰστέον δὲ ὅτι ἐν μὲν τῷ στοχασμῷ τὰ πράγματά ἐστι τὰ σημεῖα· ἐν δὲ ταῖς ἄλλαις στάσεσι τὰ ἐγκλήματα, ἐν μὲν γὰρ τῷ στοχασμῷ ἐπειδὴ περὶ τῆς οὐσίας ἔστιν ἡ ζήτησις, εἰ ἔστι τὸ ἐγκαλούμενον καὶ εἰ γέγονεν οὕτως, ὡς ὁ κατήγορός φησι, τὰ σημεῖά ἐστι τὰ ἐξεταζόμενα· δι’ ὧν σπουδάζομεν ἀποδεῖξαι, καὶ συστῆναι τὸ ἔγκλημα, ἐν δὲ ταῖς ἄλλαις ἐπειδὴ οὐκ ἔτι περὶ τῆς οὐσίας ἐστὶν ἡ ζήτησις, αὐτὸ τὸ ἐγκαλούμενόν ἐστιν τὸ ἐξεταζόμενον. Καὶ ἰσχυροτάτην μὲν ἐξέτασιν ἐπιδέχεται ταῦτα, ἐφ’ οἷς τις αὐτὸς ὡς ποιήσας κρίνεται, ὡς ὁ θάπτων τὸ νεοσφαγὲς σῶμα ἐπ’ ἐρημίας, καὶ φωραθεὶς καὶ φόνου φεύγων. Συριανο ῦ. Εἰκότως, τοὺς γὰρ λογισμοὺς, ὧν ἂν βουλοίμεθα πράττειν, ἀεὶ προχείρους ἔχομεν, καὶ τὰς αἰτίας προηυτρεπικότες· ἀπολογίας τε καὶ προφάσεις πιθανὰς οἱ τολμῶντες τόδε τι ποιεῖν, οὕτως πρὸς τὰ πράγματα χωροῦσιν. Σωπάτρο υ. Ἰσχυρότερα γὰρ πρὸς ἐξέτασιν ταῦτα, ἐφ’ οἷς τις ποιήσας κρίνεται, ἢ ἐφ’ οἷς ἕτεροι. Ἰστέον δὲ ὅτι ἐφ’ οἷς εἶπεν οὐχὶ ἐξ ὧν· καίτοι τὸ παράδειγμα στοχαστικὸν ἐπήνεγκεν· ἐν δὲ τοῖς στοχασμοῖς οὐκ ἐφ’ οἷς ἐποίησέ τις κρίνεται, ἀλλ’ ἐξ ὧν· κρίνεται γὰρ ἐκ τοῦ παρεστάναι· τὸ γὰρ ἐφ’ οἷς ἐν ταῖς ἄλλαις ὁρᾶται στάσεσι· πρὸς ὅ φαμεν, ὅτι οὐ πρόκειται αὐτῷ νῦν ἰδιαζόντως περὶ τῶν ἐμπιπτόντων ἑκάστῃ στάσει διαλαβεῖν, ἀλλ’ ἁπλῶς περὶ πραγμάτων ἐξέτασιν ἐπιδεχομένων, καὶ κατεχρήσατο τῷ πράγματι σαφηνείας ἕνεκεν.
4.124 Μαρκελλίνο υ. Πλείστην εὐπορίαν, καὶ ἐξέτασιν ἐπιδέχεται, ὅτ’ ἂν ἐφ’ οἷς τις αὐτὸς ποιήσας κρίνεται· τοῖς γὰρ ἐξ αὐτοῦ πεπραγμένοις τοῦ φεύγοντος μαρτυρεῖ χρώμενος ὁ κατήγορος· καὶ πολλὴν ἕξει τὴν ὕλην καὶ εὐλογωτέραν ἔχει τὴν κατηγορίαν· τοῦτο δὲ δῆλον ἐκ τοῦ παραδείγματος· ἀπὸ γὰρ τοῦ θάπτειν ἡ ὕλη καὶ ἡ εὐπορία καὶ τὰ ἐνθυμήματα τῷ κατηγόρῳ ἀφ’ οὗ πέπραχεν ὁ φεύγων· εὐδιαιρέτως καὶ σαφῶς τὴν σύγχυσιν φυλαττόμενος, περὶ τῆς τῶν πραγμάτων δυνάμεως λέγων στοχασμὸν ὡρίσατο μὴ ἔχοντα προσώπου ἐξέτασιν, ἀλλὰ πρόσωπον ἀόριστον τὸ τίς, ἵνα φανερῶς ἡμᾶς τοῦ πράγματος τὴν ἰσχὺν καὶ τὴν εὐπορίαν αὐτὴν καθ’ αὑτὴν διδάξῃ· καὶ μὴ ταραχθῶμεν τῇ συγχύσει· μηδὲ ἀναμεμιγμένου προσώπου ἀμφιβάλωμεν, εἰ τὸ πρᾶγμά ἐστι τὸ τὴν εὐπορίαν παρεχόμενον, ἀλλ’ ἰδίᾳ καὶ τῶν πραγμάτων καὶ τῶν προσώπων γινώσκωμεν τὴν ἰσχὺν, διά τί δὲ μὴ εἶπεν ἐξ ὧν, ἀλλ’ ἐφ’ οἷς, καὶ στοχαστικὸν ἤνεγκε παράδειγμα; περίεργον ἡγεῖτο περὶ τούτων διδάσκειν, πάντα γὰρ πράγματά εἰσι καὶ τὰ σημεῖα καὶ τὰ ἐγκλήματα. Δευτέραν δὲ, ὅτ’ ἂν ἑτέρου πράξαντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρηται τὸ κρινόμενον· οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ φεύγει προδοσίας. Συριανοῦ καὶ Σωπάτρο υ. Δευτέραν ἔχει τάξιν ταῦτα· διότι πεπλανημένους ἐπιδέχεται τοὺς λογισμούς· ὧν γὰρ ἄλλοι πεπράχασι, πῶς ἂν ὡρισμένας ἀποδοίημεν αἰτίας· εἴ γε μὴ συνῄδει μὲν αὐτοῖς· τὸ δὲ συνειδέναι τῷ κακῷ πάντως ὑπεύθυνον.
4.125 Μαρκελλίνο υ. Ἐνταῦθα γὰρ ἄλλου μὲν ἡ πρᾶξις, λέγω δὴ τὸ στῆσαι τὴν εἰκόνα, φανερῶς δὲ εἰς αὐτὸν ἔχει τὴν ἀναφορὰν τὸ κρινόμενον· αὐτὸς γάρ ἐστιν ὁ γεγραμμένος, ὅθεν καὶ κρίνεται· πῶς γὰρ ἠδύνατο κρίνεσθαι, εἴ γε ἄδηλον ἦν, τίνος ἡ εἰκών· καλῶς οὖν ἡ προσθήκη τοῦ ἄντικρυς εἰς αὐτὸν ἀναφέρεται.
4.126 Τρίτην ἃ μεταξὺ τούτων ἐστίν· οἷον ἔγραψεν ὁ Περικλῆς εἰς δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα, καὶ Ἀρχίδαμος δώρων φεύγει· τὸ γὰρ τῶν πεντήκοντα ταλάντων ἀναφέρεται μὲν ἄντικρυς εἰς αὐτὸν οὐδαμῶς· διὰ δὲ τἄλλα ἐνδέχεται ἐξετασθῆναι ὡς ἀναφερόμενον. Συριανο ῦ. Τρίτην εἰκότως ἐπιδέχεται τάξιν τὰ ἐξ ὑπονοίας, ὡς ἀσθενέστερα· σφόδρα γὰρ καὶ παντάπασιν ἀβέβαια τὰ τῶν ὑπονοιῶν, ἀληθείας καὶ ψεύδους ἐπίσης μετέχοντα· τὸ δὲ μεταξὺ πρόδηλον, ὡς μεσότητά τινα δηλοῖ· τρίτην μὲν οὖν ἔλαχε τάξιν, ὅτι τὴν εὐπορίαν ἐλάττονα χορηγεῖ· μεταξὺ δὲ αὐτὰ καλεῖ· ἐπειδήπερ ἀμφοτέρων μετέχει τῶν ἀνωτέρω τάξεων· οἷον ἐπὶ Ἀρχιδάμου· κοινωνεῖ γὰρ τοῦτο τῇ μὲν πρώτῃ τάξει, διότι αὐτὸς Ἀρχίδαμος τὰ σπέρματα παρέσχε τῆς ὑπονοίας τοῦ δωροδοκῆσαι ἐμβραδύνας τῷ Ἰσθμῷ, τῶν Περικλέους ἀγρῶν φεισάμενος· τῇ δευτέρᾳ δὲ, διότι τὸ ὑπὸ Περικλέους πεπραγμένον, οὐ μάτην εἰς Ἀρχίδαμον ἀναφέρεται, ἀλλὰ διὰ τὰ πρότερον ὑπ’ αὐτοῦ Ἀρχιδάμου χάριν Ἀθηναίων γεγονότα· ἐπὶ μὲν τῶν κυρίων ἀληθεῖς αἱ ὑποθέσεις· καὶ δεῖ τοῖς ἐγκωμιαστικοῖς χρήσασθαι τόποις· ἐπὶ δὲ τῶν λοιπῶν, τῇ ἀπ’ αὐτοῦ τοῦ πράγματος ποιότητι· αὕτη γὰρ ἔπαινον ἢ ψόγον χορηγήσει, καὶ ἀπὸ τῶν παρόντων στοχαστικῶς καὶ τὰ φθάσαντα ἐξετασθήσεται.
4.127 Σωπάτρο υ. Ἡ τρίτη τάξις τῶν πραγμάτων αὕτη ἐστὶν, ἣν καὶ ἐξ ὑποψίας καλεῖ, καὶ μέσην ἀμφοτέρων τῆς πρώτης φημὶ καὶ τῆς δευτέρας· ἔστι δὲ τοῦτο οὐκ ἀληθὲς, τὰ γὰρ μεταξὺ ἢ ἀμφοτέρων ἢ οὐδετέρων μετέχει· ὅπερ ἐπὶ τούτου οὐκ ἔστιν εὑρεῖν· ἀλλ’ ἢ ἆρα τὸ ἀφ’ ὧν ἕτερον ἐποίησε μόνον· ἀφ’ ὧν γὰρ ὁ Περικλῆς εἶπεν, ἡ κρίσις γίνεται τῷ Ἀρχιδάμῳ· ἔνθεν δεῖ μηδὲ μεταξὺ καλεῖν αὐτό· ἀλλ’ εἰ ἄρα συνίσταται ἐξ ὑποψίας ἐστίν· ἡ γὰρ ὑποψία τῆς τοῦ προσώπου ποιότητος τὴν κρίσιν αὐτῷ δίδωσιν· εἰ δέ τις ἐρεῖ, ὅτι ἔστι καὶ ἐνταῦθά τινα πεπραγμένα αὐτῷ τῷ βραδῦναι περὶ τὸν Ἰσθμὸν καὶ περὶ τὴν Οἰνόην, ἐροῦμεν, ὡς ταῦτα τῆς τοῦ προσώπου ποιότητός ἐστιν, οὐ τῆς τοῦ πράγματος· ἐφ’ ἑτέρου γὰρ προσώπου ταῦτα οὐκ ἂν εὑρεθείη· καὶ γὰρ εἰ ἀμειφθείη Ἀρχίδαμος ἀπὸ τοῦδε τοῦ ζητήματος, τεθείη δὲ Σθενελαΐδας ἢ Βρασίδας, οὐ συνίσταται· τὰ δὲ εἴδη ἐφ’ οἵου δή ποτε προσώπου συνίσταται· εἰ γοῦν τῷ θάπτοντι τὸ νεοσφαγὲς σῶμα ἢ οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι ὁπότερον δὴ προσέλθοι πρόσωπον ὡρισμένον ἢ προσηγορικὸν, σώζουσι τὴν ἑαυτῶν δύναμιν· καὶ γὰρ ἐξὸν καὶ μετὰ Βρασίδου, καὶ Δημοσθένους καὶ στρατηγοῦ καὶ ῥήτορος τὰ προειρημένα μελετῆσαι ζητήματα, καὶ μηδὲν λυμήνασθαι τὴν τῶν προσώπων ἐναλλαγὴν τοῖς ζητήμασιν· εἰ οὖν ἑνὶ μόνῳ ἁρμόττει τὸ παρὸν, οὐκ ἂν εἴη ζητήματος εἶδος· ἄλλως τε δὲ οὐδέποτε στοχασμὸς ἄνευ φανεροῦ σημείου συνίσταται· πᾶν δὲ φανερὸν σημεῖον καὶ ἀνεύθυνον, πλὴν τῶν συγκατασκευαζομένων· ἀφ’ ὧν δὲ Περικλῆς εἶπεν, οὐδὲν φανερὸν σημεῖον· παντὸς δὲ στοχασμοῦ τοῦ σημείου ἀφαιρουμένου ἀσυστάτου γενομένου· καὶ γὰρ εἰ ἀφέλωμεν τὸ παρεστάναι τοῦ νεοσφαγοῦς τινα σώματος καὶ τοῦ ἀφορᾷν καὶ δακρύειν τῆς ἀκροπόλεως ἀσύστατον εὑρίσκεται, τοῦ προκειμένου ζητήματος, καὶ ἀφαιρουμένου τοῦ τῶν πεντήκοντα ταλάντων ὑπὸ Περικλέους εἰρημένων, οὐδὲν ἧττον συνισταμένου, δῆλον ὅτι οὐκ ἂν εἴη σημεῖον· καὶ γὰρ εἰ ὁρίσω οὕτως τὸ παρὸν ζήτημα, καὶ εἴπω· Ἀρχίδαμος ἐπανελθὼν ἐκ τῆς Ἀττικῆς κρίνεται δώρων, συνίσταται· τὴν γὰρ κατηγορίαν καὶ τὸ σημεῖον ἀπὸ τῆς ἱστορίας ἔχει· φημὶ τοῦ βραδῦναι καὶ τῶν λοιπῶν καὶ οὐδὲν δεῖται τῶν Περικλέους λόγων εἰς ἀφορμὴν σημείου· ἄλλως τε οὐδέποτε ἄδηλον ἀδήλῳ κατασκευάζεται, ἀλλὰ τῷ δήλῳ τὸ ἄδηλον, ὡς ἐπὶ τοῦ ἀφορῶντος νέου εἰς τὴν ἀκρόπολιν καὶ δακρύοντος, ἐκ γὰρ τοῦ δακρύειν δήλου, τὸ ἄδηλον ἡ τυραννὶς βεβαιοῦται· ἐνταῦθα δὲ καὶ Ἑρμογένης μαρτυρεῖ, ἄδηλον εἶναι τὸ σημεῖον· φησὶ γὰρ ὅτι τῶν πεντήκοντα ταλάντων ἄντικρυς οὐδαμῶς εἰς Ἀρχίδαμον ἀναφέρεται· ὥστε τοῦτο οὐκ ἔστιν εἶδος ζητήματος, τὸ ἐξ ὑποψίας λέγω· ὅλως δὲ τοῦτο τέθεικεν Ἑρμογένης πρὸς Μινουκιανὸν ἐνιστάμενος· ἐπειδὴ ἐκεῖνος εἴρηκε στοχασμὸν καὶ ἀπὸ πράγματος ἐλλιπῆ, οὗ καὶ παράδειγμα τὸ τοῦ ἀσώτου, ὃς φόνου κρίνεται, ἀφανοῦς γενομένου τοῦ πατρός· φυσικώτερον δὲ τοῦτο ἀποδέδωκε κἂν Ἑρμογένης βούληται πρᾶγμα τὴν ἀσωτίαν καὶ σημεῖον εἶναι· οὐ γάρ ἐστιν ἡ ἀσωτία πρᾶγμα, ἀλλὰ ποιότης, τὸ πρόσωπον συνιστῶσα· ὡς καὶ Ἀρχίδαμον τὸ περὶ τὸν Ἰσθμὸν βραδῦναι· ὅθεν οὐδὲ ἀμειβομένου τοῦ προσώπου ἐπὶ τῶν ζητημάτων τούτων συνίσταται· Ἑρμογένης μέντοι φεύγων τὸν ἀπὸ πράγματος ἐλλιπῆ στοχασμὸν, τὸ μεταξὺ τοῦτο ἐφεῦρεν εἶδος.
4.128 Μαρκελλίνο υ. Κακῶς εἶπεν ἃ μεταξὺ τούτων ἐστίν· τὸ γὰρ μεταξὺ τούτων μετέχειν θέλει ἑκατέρων· τοῦτο δὲ τοῦ μὲν πρώτου οὐδὲν μετέχει, τὸ ἀφ’ ὧν αὐτὸς ἐποίησεν, τοῦ δὲ δευτέρου ὀλίγον τι, τὸ ἀφ’ ὧν ἕτερος ἐποίησε μόνον· τινὲς δὲ φιλονείκως λέγουσιν, ὅτι καὶ τοῦ πρώτου μετέχει τὸ ἀφ’ ὧν αὐτὸς ἐποίησεν· ὁ γὰρ ἄσωτος ἀφ’ ὧν πράττει αὐτὸς, ἄσωτος κρίνεται καὶ γνωρίζεται, ἀλλὰ λέγομεν, ὅτι οὐκ ἐπὶ τῆς ἀφανείας τοῦ πατρὸς ἄσωτος ἐγένετο· ἀλλὰ πρὸ δέκα, εἰ τύχοι, ἢ καὶ εἴκοσιν ἐτῶν· διὸ οὐκ ἂν εἴη σημεῖον ἡ ἀσωτία τῆς ἀφανείας· δεῖται γὰρ τὰ σημεῖα τὰ εἰκότα ἢ τὰ τεκμήρια ἀπὸ τῶν χρόνων ἀποδεικνύναι γεγονότα, ἐν οἷς καὶ τὰ ἐγκλήματα γεγονέναι φάσκομεν· ἀποδέδεικται οὖν ἡμῖν ἐκ τούτων, ὡς οὐ μετέχει τῆς πρώτης· τινὲς δὲ ἐξηγήσαντο τὸ μεταξὺ, τὸ μηδενὸς τῶν δύο μετέχον· τρίτην δ’ ἔχει τάξιν, ἐπειδὴ πολὺ ἀπορώτερόν ἐστιν εἰς κατασκευὴν τῷ κατηγόρῳ, μήτε ἀφ’ ὧν ἐποίησεν ὁ κρινόμενος οὔσης τῆς κρίσεως, μήτε ἄντικρυς εἰς αὐτὸν ἀναφερομένου τοῦ πραχθέντος τὸν κρινόμενον· καλῶς δὲ προσέθηκε τὸ ἐξ ὑπονοίας· οὐ γὰρ ἔχομεν εἰπόντα τι Περικλέα ἐν τῷ προβλήματι περὶ Ἀρχιδάμου, ἀλλ’ ἐξ ὑπονοίας ὁ Ἀρχίδαμος ὡς στρατηγὸς ὢν κρίνεται, εἰπόντος Περικλέους, εἰς δέον ἀνηλωκέναι τὰ χρήματα, δῆλον γὰρ, φήσει ὁ κατηγορῶν, ὅτι οὐδενὶ παρεῖχεν ἂν εἰ μὴ τῷ στρατηγῷ, τῷ καὶ προδοῦναι καὶ καθυφεῖναι δυναμένῳ· τὸ γὰρ ἄλλο πλῆθος ἕπεται τῷ στρατηγῷ.
4.129 Ἀπέοικε δ’ οὐδὲν τοῦ ζητήματος τούτου καὶ ὁ ἄσωτος ἐπὶ τῷ πατρὶ ἀφανεῖ γενομένῳ φόνου φεύγων. Καὶ οὐκ ἀγνοῶ γε, ὡς ᾠήθησάν τινες μὴ εἶναι πρᾶγμα ἐνταυθοῖ τὸ κρινόμενον. Συριανο ῦ. Ἐπὶ τοῦ ζητήματος τούτου τὸ πρᾶγμα τὸ εὐθυνόμενον τῆς τρίτης ὑπάρχον τάξεως ἐξ ὑπονοίας εἰς τὸν ἄσωτον ἀναφέρεται· ὁ γὰρ πᾶσαν τὴν οὐσίαν οὕτως ἀκόσμως εἰς τὰ μὴ δέοντα καταναλίσκων ἴσως καὶ τῷ παρανομωτάτῳ τῶν ἔργων ἐπεχείρησε, μηδένα τὸν σωφρονίζοντα βουλόμενος ἔχειν.
4.130 καὶ οὐκ ἀγνοῶ γ ε. Τοῦτο εἰς ἐνίους ἀποτείνεται τῶν τεχνογράφων· οἳ τὰ ἐξ ὑπονοίας πράγματα ὡς ἀνεξέταστα παραλαμβάνουσιν ἐν τοῖς ζητήμασι καὶ μελετῶντες αὐτά· ἐκ μὲν τοῦ πράγματος οὐδὲ ἓν κινοῦσι κεφάλαιον, τὰ δὲ ἐκ τοῦ προσώπου μόνον ἐξετάζουσι· τῶν γὰρ στοχαστικῶν κεφαλαίων τὰ μὲν ἐκ τοῦ προσώπου μόνου κινεῖται, ὡς βούλησις καὶ δύναμις· τὰ δὲ ἐκ τοῦ πράγματος, ὡς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντίληψις, χρῶμα, ὃ καὶ μετάθεσις αἰτίας καλεῖται, πιθανὴ ἀπολογία· ἰστέον δὲ ὡς τὸ πρᾶγμα διχῶς λέγεται ἐν τοῖς στοχαστικοῖς ζητήμασι, τό τε σημεῖον καὶ τὸ πρᾶγμα αὐτό· τὸ μὲν οὖν πρᾶγμα ἀδύνατον ἐκλιπεῖν ποτε· πῶς γὰρ ἂν ἡ κρίσις συσταίη, μὴ ὄντος τοῦ εὐθυνομένου πράγματος· τὸ δὲ σημεῖον ἐκλείπει πολλάκις, ὡς ἐν τοῖς ἐξ ὑπονοίας στοχασμοῖς· διὸ τοὺς τοιούτους ἀτελεῖς ἐκ πραγμάτων καλοῦσι στοχασμούς· τοῦ τοίνυν χρώματος ἀεὶ τὸ σημεῖόν ἐστιν, ᾧπερ μάλιστα ὁ κατήγορος ἰσχυρίζεται, διὸ καὶ τοῦ σημείου ἐκλείποντος, περιττή τις ἂν εἴη καὶ ἡ διὰ τοῦ χρώματος ἀπολογία.
4.131 Σωπάτρο υ. Ἐνταῦθα ἐφανέρωσεν ὁ τεχνικὸς τὸν ἑαυτοῦ σκοπὸν, ὅτι πρὸς Μινουκιανὸν φιλονείκως ἵσταται· καὶ γὰρ Μινουκιανὸς ἐν τῇ αὐτοῦ τέχνῃ ἀτελοῦς ἐκ πραγμάτων στοχασμοῦ ὑπόδειγμα τὸ τοῦ ἀσώτου τέθεικεν· διὰ ταῦτα οὖν λέγει, ἀπέοικε δ’ οὐδὲν, ἀντὶ τοῦ ὅμοιόν ἐστιν· ὥστε εἰ τοῦτο ἔχει πρᾶγμα, κἀκεῖνο ἔχει. Μαρκελλίνο υ. Καίτοι οὐδὲν ἔοικεν, οὐδὲ γὰρ ἀφ’ ὧν ἔπραξέ τίς ἐστιν, οὔτε φανερὸν ὅλως εἰ ἀπέθανεν ὁ πατήρ· τοῦ Μινουκιανοῦ δὲ εἰρηκότος ὅτι ἔστιν ἁπλοῦς τέλειος στοχασμὸς, ὅταν καὶ τὰ πρόσωπα κρίνηται καὶ τὰ πράγματα, ἔστι δὲ καὶ ἁπλοῦς ἀτελὴς ἐκ μόνων πραγμάτων, ἔστι καὶ ἁπλοῦς ἀτελὴς ἐκ μόνων προσώπων, οὗτος φιλονείκως λέγει μὴ εἶναι ἐκ μόνων προσώπων στοχασμὸν κρινόμενον, ἐπιλειπούσης ἐξετάσεως τῶν πραγμάτων, καὶ παρατίθεται τὸ τοῦ ἀσώτου ζήτημα· βούλεται οὖν συλλογίσασθαι, ὅτι ἡ ἀφάνεια πρᾶγμά ἐστιν ἐξεταζόμενον, τοῦ Μινουκιανοῦ λέγοντος, ὅτι ἐν τοῖς τοιούτοις ζητήμασιν ὅπου τὸ σημεῖον οὐκ ἔστι φανερὸν, τὸ δὲ πρόσωπον ἐξεταζόμενον, ἀπὸ τοῦ προσώπου ἐστὶν ἡ κατασκευὴ καὶ ἡ πᾶσα ἐξέτασις καὶ εὐπορία, οὐκ ἀπὸ τοῦ πράγματος· λεκτέον δὲ, ὅτι ἐπειδὴ τὸ πρᾶγμά ἐστιν ἐν στοχασμῷ τὸ σημεῖον, τὸ δὲ ἐγκαλούμενον ἀφανές ἐστι καὶ ἄδηλον, δεῖ φανερὸν εἶναι τὸ σημεῖον καὶ ὁμολογούμενον, ἵνα τὸ ἀφανὲς ἐκ τοῦ φανεροῦ κατασκευάσωμεν, νῦν δὲ ἡ ἀφάνεια οὐκ ἔστι φανερὸν σημεῖον τοῦ ὅτι ἀπέθανεν ὁ πατήρ· οὐδὲ γὰρ εἰ ἀφανὴς γέγονε πάντως ὅτι καὶ τέθνηκεν· ὥστε πῶς δύναται τοῦ πεφονεῦσθαι ὑπὸ τοῦ παιδὸς τὸν πατέρα σημεῖον εἶναι ἡ ἀφάνεια, ὅπου καὶ τοῦτο ἀμφίβολον, εἰ ὅλως ἀπέθανεν· ἀπὸ μὲν οὖν τῆς ἀφανείας οὐδὲν δυνατὸν κατασκευάσαι, ἀλλὰ τὸ πρόσωπον μόνον, λέγω δὲ τὸ εἶναι ἄσωτον, ποιεῖ τὴν ὑποψίαν καὶ τὴν σύστασιν τοῦ ζητήματος, καὶ τὴν ἀφάνειαν διαβεβλημένον τὸ πρόσωπον φόνου τεκμήριον ποιεῖ· ὅτι δὲ ἡ ποιότης τοῦ προσώπου καὶ τὸ ἄδοξον ποιεῖ τὴν ὑποψίαν καὶ οὐ τὸ σημεῖον, ἀμέλει ἐὰν πλάσῃς ἔνδοξον πρόσωπον, ἢ τὸ τίς ἀντὶ τοῦ ἀσώτου λάβῃς, ἀσύστατον γίνεται· οἷον ἐὰν ὁρίσωμεν, πατήρ τινος ἀφανὴς γίνεται καὶ κρίνεται.
4.132 Σημειωτέον δὲ, ὅτι καὶ Δημοσθένης ἀπὸ τῆς ἐπιεικείας τὸ ἐναντίον ἀπωθεῖται φόνου διαβολὴν λέγοντα πεποιηκὼς τὸν Διόδωρον· τὸν πατέρα ὡς ἀπέκτονα ἐγὼ τὸν ἐμαυτοῦ· τὸ γὰρ ἐγὼ ἐπιεικείας ἔμφασιν ἔχει. Θαυμάζω δὲ εἰ μὴ κρινομένου τοῦ πράγματος, αἰτίαν τις ἀποδώσει καὶ τὸ λεγόμενον χρῶμα· ἀπολογήσεται δ’ οἶμαι ὁ ἄσωτος καὶ ἐρεῖ τι.
4.133.(1n) Συριανο ῦ. Ἐνδοιαστικῶς τὸν λόγον προφέρει· οἶδε γὰρ μὴ σφόδρα θαῤῥῶν τῇ δόξῃ ταύτῃ· οἱ μὲν οὖν ὡς ἀτελὲς ἐκ πραγμάτων τὸ παρὸν ζήτημα διελόντες οὐδὲ χρώματι ὅλως ἐχρήσαντο· εἰ δέ τις καθ’ Ἑρμογένην ἐπὶ τούτου χρῶμα κινοίη, τῶν πεπλανημένων τινὰ ἐρεῖ· ὡς εἰκὸς ὑπ’ ἐχθρῶν ἐμῶν ἀνῃρῆσθαι τὸν πατέρα ἢ ὅτι λαθραίαν ἀποδημίαν ἐστείλατο· καὶ ἐρεῖ τ ι· οἱ μὲν ἄλλοι φασὶν, ὡς ἐκ βουλήσεώς τε καὶ δυνάμεως παραγραφικοῦ τε τοῦ ἀπὸ τῶν λειπόντων καὶ ἐλέγχων ἀπαιτήσεως πλατυνεῖ τὴν ἀπολογίαν ὁ ἄσωτος· ὁ δὲ Ἑρμογένης καὶ τοῖς ἐκ τοῦ πράγματος κεφαλαίοις φησὶ δεῖν αὐτὸν κεχρῆσθαι. Σωπάτρο υ. Βουλόμενος πιστώσασθαι τὰ παρ’ αὐτοῦ κακῶς ῥηθέντα συλλογισμῷ κέχρηται τοιούτῳ· πᾶς στοχασμὸς ἀπολογίαν ἔχει· ἡ ἀπολογία ἐκ τῆς μεταθέσεώς ἐστι τῆς αἰτίας· αὕτη λύσις ἐστὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· ταῦτα τὰ πράγματά ἐστι· πᾶς ἄρα στοχασμὸς πρᾶγμα ἔχει τὸ κρινόμενον, διὸ καὶ ὁ παρὼν, ἀπὸ τοῦ ἐν ὅλῳ ὁ συλλογισμὸς, ἀπὸ γὰρ τῶν μερικῶν ἐπὶ τὰ καθόλου ἀνατρέχει, παραλιμπάνων τὸ συμπέρασμα διὰ τὸ πρόδηλον, καὶ οὕτω μὲν οὗτος· ἔοικε δὲ τοὺς ἀνοήτους παρακρουόμενος· ἀλλ’ ἡμεῖς οὕτως φήσομεν· ὅτι ἀπολογήσεται ὁ κρινόμενος καὶ ἄνευ μεταθέσεως αἰτίας ἀπὸ βουλήσεως καὶ δυνάμεως, ἀπὸ ἐλέγχων ἀπαιτήσεως, ἀπὸ τοῦ παραγραφικοῦ, οὐ γὰρ εἰ πάντως ἀπολογίαν ἔχει, ἤδη καὶ ἀπὸ μόνης τῆς μεταθέσεως, ἐπεὶ μηδὲ οἱ ἀτελεῖς ἐκ πραγμάτων στοχασμοὶ, οὓς μετ’ ὀλίγον ἐρεῖ, τῇ τῆς ἀπολογίας εἰσηγήσει καὶ τὴν μετάθεσιν εἰσάγουσι τῆς αἰτίας· ὅτι μηδὲ ἡ κατηγορία ἀπὸ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶν, ὡς καὶ αὐτὸς ἐν τοῖς ἐφεξῆς δείξει λέγων· ὅτι τὸ ἐξισάζον πρᾶγμα οὐ κρίνεται· εἰ οὖν ἐστί τι πρᾶγμα μὴ κρινόμενον καθὸ ζήτημα, ἐκ τῆς τοῦ προσώπου μόνης ποιότητος τὴν ἀπολογίαν κινοῦμεν, οἷον βουλήσεως, δυνάμεως καὶ τῶν ἑξῆς· ἢ καὶ ἐπὶ τούτου ἀπολογία μέν ἐστιν, οὐ μέντοι καὶ ἀπὸ τοῦ χρώματος· ὥσπερ γὰρ ἐν τοῖς ἀτελέσιν ἐκ προσώπων στοχασμοῖς ἡ βούλησις μὲν καὶ ἡ δύναμις ἐκλείπει, καὶ ὅσα ἀπὸ τοῦ προσώπου· ἐκ δὲ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τῶν λοιπῶν ἡ κρίσις γίνεται, οὕτω δήπου κἀνταῦθα καὶ ἐπὶ πάντων τῶν ἐκ πραγμάτων ἀτελῶν στοχασμῶν, οὐδὲν ἄτοπον, καὶ εἶναι ἀπολογίαν καὶ μὴ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους διὰ τὸ ἐκλείπειν αὐτὰ τῇ τοῦ πράγματος ἐκλείψει· πλὴν καὶ αὐτὸς τὸ μὲν ὅτι ἀπολογήσεται εἴρηκε, τί δὲ οὐ προσέθηκεν· εἰ γὰρ ἰσχυρὸν τὸ παρ’ αὐτοῦ νῦν κομιζόμενον εἰς ἀπόδειξιν, ἔδει καὶ τὸ ἀπολογήσεται προσθεῖναι· τὸ γὰρ τί οὐκ ἀφωρισμένως ἐπὶ τοῦ χρώματος, ἀλλὰ δύναται καὶ ἐπὶ τῆς ἀπὸ τοῦ παραγραφικοῦ κινουμένης ἀπολογίας καὶ τῶν λοιπῶν μεταλαμβάνεσθαι· Ἰστέον δὲ, ὅτι χρῶμα ἡ μετάθεσις λέγεται τῆς αἰτίας διὰ τὸ πρόφασιν παρέχειν τῆς ἀπολογίας καὶ οἱονεὶ χρωννύναι τὸν λόγον· ὡς γὰρ τὸ χρῶμα τυποῖ τὸ τοιόνδε τι εἶδος, οὕτω καὶ ἡ μετάθεσις τῆς αἰτίας τὸν ὅλον λόγον· οὐκ ἄλλο δὲ αἰτία καὶ χρῶμα· ἀλλὰ ταὐτὸν μὲν, ἐκ παραλλήλου δὲ κεῖται.
4.134 Μαρκελλίνο υ. Τεχνικῶς καὶ ἀκριβῶς συλλογίζεται· εἰ καὶ κακῶς φιλονεικεῖ· εἰ γὰρ πᾶν ζήτημά φησιν ἀπολογίαν ἔχει, τὸ δὲ χρῶμα ἡ αἰτία τοῦ πράγματός ἐστιν, ὅ ἐστι τοῦ σημείου, πᾶν ἄρα ζήτημα πρᾶγμα ἔχει· ἀλλὰ λεκτέον, ὅτι πᾶν μὲν ζήτημα ἀπολογίαν ἔχει, ἀλλ’ οὐ μόνον τὸ χρῶμα ἀπολογία ἐστὶν, ἀλλὰ ἐκ τῆς τοῦ προσώπου ποιότητος γίνεται ἀπολογία· λέγω δὲ ἀπὸ βουλήσεως καὶ δυνάμεως, γίνεται δὲ καὶ ἀπὸ τοῦ παραγραφικοῦ, ὥσπερ ἐνταῦθα.
4.135 ἐρεῖ γάρ· δεῖξον εἰ ὅλως πεφόνευται ὁ πατήρ· ὥστε οὐ χρῶμα τὸ τοιοῦτον· δυοῖν γὰρ ὄντοιν περὶ τὸ ζήτημα, προσώπου καὶ πράγματος, ὅτε μὲν ἄμφω ἐστὶν ἐξεταζόμενα καὶ τέλειος ὁ στοχασμὸς ἑκατέρων, τοῦ τε προσώπου καὶ τοῦ πράγματος, ἐμπίπτει τὰ κεφάλαια, ὅτε δὲ τὸ πρόσωπον μόνον, τὰ τοῦ προσώπου μόνου ἐμπίπτει κεφάλαια· ὅτε δὲ τὰ πράγματα, τὰ τοῦ πράγματος· ἔστι δὲ τὰ μὲν τοῦ προσώπου βούλησις καὶ δύναμις· τὰ δὲ τοῦ πράγματος ἀπ’ ἀρχῆς ἄχρι τέλους, μετάθεσις αἰτίας, ὃ καὶ χρῶμα καλεῖται, ἀντίληψις, μετάληψις, πιθανὴ ἀπολογία· τὸ δὲ παραγραφικὸν καὶ ἐλέγχων ἀπαίτησις ἔξωθέν ἐστιν· ἐκλείποντος οὖν τοῦ πράγματος ἐκλείπει καὶ τὰ τούτου κεφάλαια· καὶ πάλιν ἐκλείποντος τοῦ προσώπου ἐκλείπει καὶ τὰ τοῦ προσώπου κεφάλαια. Ἐπιλείποντος οὖν ὧδε τοῦ σημείου, συνεπιλείπει καὶ τὸ λεγόμενον χρῶμα, τουτέστιν ἡ μετάθεσις τῆς αἰτίας, ἡ τὸ ὑπεύθυνον εἰς τὸ ἀνεύθυνον μεταθεῖσα· οἷον συνεχῶς γυνὴ νύκτωρ δακρύει καὶ κρίνει αὐτὴν ὁ ἀνὴρ μοιχείας· τοῦ γὰρ κατηγόρου ἐνταῦθα τὸ σημεῖον εἰς τὸ ὑπεύθυνον ἄγοντος, ὅτι ἐδάκρυες ζητοῦσα τὸν μοιχὸν μετατίθησιν αὕτη τὸ σημεῖον πρὸς τὸ ἀνεύθυνον· φήσει γὰρ διὰ τοῦτο δακρύειν, ὡς λογιζομένη τὰ ἐπὶ τῇ χηρείᾳ κακὰ, μήποτε καὶ αὕτη τοῖς αὐτοῖς περιπέσῃ· ἆρ’ οὖν οὐκ ἐμπίπτει ἐν τῷ ἀσώτῳ μετάθεσις τῆς αἰτίας; ναί· οὐκ ἀναγκαίως δέ· δύναται γὰρ καὶ μὴ λύσας τὸ τῆς ἀφανείας χρήσασθαι τῷ παραγραφικῷ, καὶ τῇ τῶν ἐλέγχων ἀπαιτήσει, καὶ συνέστηκεν, ἐν δὲ τοῖς ἄλλοις ζητήμασιν, ἐὰν μὴ χρήσηται τῇ μεταθέσει τῆς αἰτίας, οὐ συνέστηκεν· οἷον ὁ παριστάμενος τῷ νεοσφαγεῖ σώματι, ἐὰν μὴ εἴπῃ διὰ τί παρίστατο, ὑπεύθυνός ἐστιν· ἐν δὲ τῷ ἀσωμάτῳ κἂν μὴ λύσῃ τὸ τῆς ἀφανείας, οὔπω δῆλον ὅτι αὐτὸς αὐτὸν ἐφόνευσεν.
4.136 Πρᾶγμα δὲ οὐ κρίνεται, κατά γε ἐμέ, τὸ ἐξισάζον μόνον· οἷον πένης καὶ πλούσιος, ἑκάτεροι ὡραίας ἔχοντες γυναῖκας, πεφωράκασιν ἀλλήλους ἐξιόντας ἀπὸ τῶν ἀλλήλων οἰκιῶν, καὶ μοιχείας ἀλλήλοις ἀντεγκαλοῦσιν· ἐνταῦθα γὰρ αὖ πάλιν τὰ μὲν πρόσωπα διαλλάττοντα ἐπιδέχεται ἐξέτασιν, τὰ πράγματα δὲ οὔ, διὰ τὸ ἰσάζειν. Συριανο ῦ. Τὴν οἰκείαν δόξαν ἐκφαίνει ἐνταῦθα φανερῶς, ὡς μόνα τὰ δι’ ὅλου ἰσάζοντα τῶν πραγμάτων οὐκ ἐπιδέχεται ἐξέτασιν ἐν τοῖς ζητήμασιν· τὰ δ’ ἄλλα πάντα κρίνεσθαι διαγορεύει· ἐπιστῆσαι δὲ ἄξιον, ὥσπερ ἐν τοῖς προσώποις δύο τινά εἰσιν ἀνεξέταστα, τά τε ἀόριστα καὶ τὰ ἰσάζοντα δι’ ὅλου, οὕτω καὶ ἐν τοῖς πράγμασι τά τε ἐξ ὑπονοίας καὶ τὰ ἰσάζοντα· καὶ ἀναλογεῖ τοῖς ἀορίστοις τὰ ἐξ ὑπονοίας· ὡς γὰρ ἐκεῖ οὐδὲ μία ποιότης ὡρισμένη τοῦ ἀορίστου κατηγορεῖται, οὕτω καὶ τῷ ἐξ ὑπονοίας πράγματι οὐδέν τι βέβαιον τεκμήριον χορηγεῖ τὴν σύστασιν. Σωπάτρο υ. Ἄνω μὲν ἐν τῇ τῶν προσώπων διδασκαλίᾳ, ἐπειδὴ προὔκειτο αὐτῷ περὶ προσώπων ἀνεξετάστων εἰπεῖν, παρέλαβεν ἐξισάζοντα τὸ δύο νέοι πλούσιοι εἰ ἐπὶ τῷ κρίνοιεν ἀλλήλους, τὸ τῶν πραγμάτων ἀόριστον καταλιπών.
4.137 Ἐνταῦθα δὲ ἐπειδὴ βούλεται περὶ πραγμάτων ἀνεξετάστων εἰπεῖν, ἀναπλάττει τὸ πρόβλημα, καὶ λαμβάνει διαφορὰν μὲν προσώπων, ἅτινα δύναται ἐξετάζεσθαι· πρᾶγμα δὲ ἐξισάζον, τὸ ἐξιέναι ἀπὸ τῆς οἰκίας, ὅθεν εἰ ὁ ἕτερος χρήσεται αὐτῷ ὡς τεκμηρίῳ τῆς μοιχείας, τοῦτο καὶ ὁ ἕτερος κατὰ τὴν τῶν προτέρων κατασκευήν· ἐρεῖ γὰρ ὁ πένης, ὅτι τὴν ἐμὴν ἐμοίχευσας γυναῖκα, πλούσιος γὰρ εἶ· τὰ δὲ γύναια μᾶλλον πλούτῳ χαίρουσιν, ἀλλὰ καὶ ὁ πλούσιος τῷ πένητι, ὅτι εἰ καὶ πένης εἶ, ἀλλ’ οὖν θωπείᾳ καὶ κολακείᾳ χρησάμενος, οἷς ὑπάγονται μάλιστα γυναῖκες, ἴσχυσας μοιχεῦσαι τοὐμὸν γύναιον. Μαρκελλίνο υ. Ἰσάζοντα καλεῖ τὰ ἔχοντα τὰς προτάσεις ἴσας καὶ πίστεις τὰς αὐτὰς τοῖς ἀντιδίκοις, ὃ γὰρ ἂν εἴπῃ τις κατηγορῶν τοῦ ἑτέρου, τοῦτο καὶ ἑαυτοῦ φαίνεται κατηγορῶν κατὰ τὸ ποιητικόν· Ὁπποῖόν κ’ εἴπῃσθα ἔπος, τοῖόν κ’ ἐπακούσαις. ἐὰν δ’ ὀλίγον δῷς διαφορὰν, συνίσταται τὸ ζήτημα, οἷον ἐβιάσατό τις δύο κόρας κατὰ ταὐτόν· νόμου ὄντος ἢ γάμον ἢ θάνατον αἱρεῖσθαι τοῦ βιασαμένου, ἡ μὲν αἱρεῖται τὸν γάμον, ἡ δὲ τὸν θάνατον· ἐνταῦθα γὰρ ἡ μὲν βία ἴση καὶ τὰ πρόσωπα τῶν ἠδικημένων· οὐκ ἔστι μέντοι ἡ αἵρεσις ἴση, καὶ τοῦτό ἐστι τὸ ποιοῦν συστῆναι τὸ πρόβλημα· καὶ μέντοι τὰ πρόσωπα διαλλάττοντα συνίσταται, ὡς ἐπὶ τοῦ πένητος καὶ τοῦ πλουσίου· δύναται γὰρ λέγειν ὁ πένης· σὺ μὲν χρήματα ἔχων ῥᾳδίως ἔπειθες· ἐγὼ δὲ ἠπόρουν καὶ οὐκ ἠδυνάμην πεῖσαι· ὁ δὲ πλούσιος ἔχει ταῦτα εἰπεῖν· ὅτι κολακείαις μᾶλλον ἢ χρήμασι χαίρει τὰ γύναια· ἐξάγει δὲ πρὸς ἡδονὰς ἡ θρύψις, καὶ ἡ φύσις· καὶ οὐ χρημάτων ἕνεκα συνεῖναι βούλονται. Μετὰ ταῦτα τοίνυν ἔστιν ἐξ αὐτῶν ἐπιγνῶναι τά τε συνεστῶτα καὶ τὰ διαιρεῖσθαι δυνάμενα τῶν ζητημάτων καὶ ὅσα μὴ συνέστηκεν.
4.138.(1n) Μαρκελλίνο υ. Ἐκθέμενος ἡμῖν τῶν τε προσώπων καὶ τῶν πραγμάτων διαφορὰν βούλεται καὶ τὸ χρήσιμον τῆς τούτων διαφορᾶς εἰπεῖν, καὶ πρὸς τί συμβάλλεται τούτων ἡ γνῶσις· ὅτι, φησὶν, ἐξ αὐτῶν γινώσκομεν τὰ συνεστῶτα τῶν προβλημάτων καὶ διαιρεῖσθαι δυνάμενα· ἀπὸ γὰρ τῆς ποιότητος τῶν προσώπων καὶ τῶν πραγμάτων ἢ καὶ ἀμφοτέρων συνίσταται τὸ ζήτημα, ὅταν δὲ μήτε τὸ πρόσωπον μήτε τὸ πρᾶγμα ἔχῃ ἐξέτασιν ποιότητος, ἀσύστατον καθάπαξ καὶ ἀδιαίρετον τὸ ζήτημα, πρὸς ἀμφότερα οὖν συμβάλλεται τῶν τε προσώπων καὶ τῶν πραγμάτων ἡ φύσις εἰς τὸ γνῶναι τό τε ἀσύστατον καὶ τὸ σύστασιν ἐπιδεχόμενον. Καλῶς δὲ ἡ προσθήκη τοῦ καὶ διαιρεῖσθαι δυνάμενα τῶν ζητημάτων· τὰ γὰρ συνεστῶτα καὶ διαιρεῖται· εἰ δὲ μὴ συνεστήκοι, οὐδὲ διαίρεσιν ἐπιδέχεται· τινὲς δὲ μέμφονται τὸν τεχνικὸν λέγοντα καὶ ὅσα μὴ συνέστηκε τῶν ζητημάτων· εἰ γὰρ ζήτημά φησι, καὶ συνίσταται· προβλήματα μὲν γὰρ πολλὰ καὶ ἀσύστατά ἐστι, ζήτημα δὲ οὐδαμῶς ἂν κληθείη, εἰ μὴ τὸ συνεστηκός. Λεκτέον δὲ ὅτι καταχρηστικῶς εἶπεν ζητημάτων, δέον εἰπεῖν προβλημάτων. Τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενον ἢ τὸ ἕτερόν γε πάντως καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους σὺν τῷ πιθανῷ διαφόρους τε καὶ ταῖς πίστεσιν ἰσχυρούς· ἔτι τε ὅπερ ἐστὶ παρὰ τοῖς δικασταῖς τὸ τῆς κρίσεως ἀφανὲς, καὶ μὴ προειλημμένον τῇ κρίσει, δυνάμενόν τε πέρας λαβεῖν συνέστηκεν.
4.139.(1n) Συριανο ῦ. Τέσσαρας τούτους κανόνας ἡμῖν παραδίδωσι τῆς τῶν συνεστηκότων ἐπιγνώσεως· πρῶτον μὲν, ἵνα πρόςωπόν τε καὶ πρᾶγμα ἔχῃ κρινόμενον, ἤτοι ἐξετάζεσθαι δυνάμενον· ἢ τὸ ἕτερον πάντως· δεύτερον, ὥστε τὰς ἐξ ἑκατέρου μέρους δικαιολογίας πιθανάς τε καὶ διαφόρους εἶναι καὶ ταῖς πίστεσιν ἐῤῥωμένας. Τρίτον, ὥστε τὸν δικαστὴν μὴ προειληφότα τὴν κρίσιν οἴκοθεν ἐπὶ τὸ δικαστήριον ἰέναι, ἀλλ’ ἐκ τῶν φαινομένων ἐν τῇ δίκῃ, τὴν φαινομένην αὐτῷ δικαίαν τε καὶ ἀδωροδόκητον ἐπάγειν ψῆφον. Τέταρτον, ὥστε μετὰ τὰς προσηκούσας δικαιολογίας δύνασθαι τὸ ζητούμενον ἐπιδέξασθαι πέρας· εἰ γὰρ ἀπέρατα τὰ τῆς ὑποθέσεως ὑπάρχοι, λίθον ἕψειν δόξομεν δικαζόμενοι περὶ πράγματος, ᾧ πέρας ἀδύνατον ἐπιθεῖναι. Σωπάτρο υ. Διδάξας τί τὸ πολιτικὸν ζήτημα, καὶ τίς ἡ ὕλη τοῦ πολιτικοῦ ζητήματος καὶ ἔτι προθεὶς τὴν διαφορὰν τῆς ὕλης, τουτέστι προσώπων τε καὶ πραγμάτων, ἀναγκαίως ἐπὶ τὸν λόγον τῶν συνεστώτων τε καὶ ἀσυστάτων ἔρχεται. Ὅρον οὖν τοῦ συνεστῶτος ζητήματος λέγων πάντα τὰ ἀσύστατα περιλαμβάνει κατὰ τὸ ἐναντίον· εἰ γὰρ τὰ καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενον συνίσταται, πάντως τὰ μηδὲν ἔχοντα τούτων ἀσύστατα γίνεται συνεστῶτας ζητήματα, ὡς καὶ Μινουκιανῷ δοκεῖ, ἐκ τριῶν τούτων· αἰτίου, συνέχοντος, κρινομένου· καὶ αἴτιον μὲν ἡ τοῦ κατηγόρου φωνὴ, ὃ καὶ οὕτω λέγεται διὰ τὸ τὴν αἰτίαν τῆς κρίσεως μηνύειν· συνέχον δὲ ἡ ἀπολογία, παρὰ τὸ εἰς αὐτὴν συνάγεσθαι τὸν λόγον· κρινόμενον δὲ, περὶ οὗ οἱ δικασταὶ ζητοῦσι· τοῖς οὖν συνεστηκόσι τῶν ζητημάτων ἀνάγκη πάντως τὰ τρία συντρέχειν· εἰ γὰρ ἕν τι τούτων ἀπολίποι, ἀσύστατον· εἴτε γὰρ μὴ ἔχει αἴτιον, ἀσύστατον ὡς τὰ ἀπίθανα· εἴτε συνέχον μὴ ᾖ, ὁμοίως ὡς τὰ μονομερῆ· εἴτε κρινόμενον πάλιν ἐνδεῖ, ὡςαύτως ἀσύστατον, ὡς τὰ ἰσάζοντα καὶ τὰ ἄπορα.
4.140 Ἑρμογένης δὲ πολλῷ ἐκείνου σαφέστερον διδάσκει· τέσσαρας γὰρ τρόπους συνεστώτων ἐκτίθεται, δι’ αὐτῶν καὶ τὰ μὴ συνεστῶτα μηνύσας· τριῶν γὰρ ὄντων ὡς ἤδη εἴρηται, ἀφ’ ὧν πᾶν ζήτημα συνίσταται, αἰτίου, συνέχοντος, κρινομένου, οἱ τέσσαρες οὗτοι ἐκ τούτων τρόποι ἀποτελοῦνται, συνεστῶτος ζητήματος, οὓς καὶ παραδίδωσιν ἐνταῦθα Ἑρμογένης, δι’ ὧν φησιν· ἤτοι γὰρ ἄμφω καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενο ν. Τουτέστιν ὅτι τὰ συνεστῶτα ζητήματα ἢ καὶ πρόσωπον ἔχει καὶ πρᾶγμα κρινόμενον καὶ ἔστι τοῦτο πρῶτος τρόπος· ἢ πάντως τὸ ἕτερο ν· ἀφ’ οὗ καὶ ἐπελάβοντό τινες τοῦ τεχνικοῦ, ὡς Μινουκιανῷ συντρέχοντος διὰ τοῦ ῥησειδίου τούτου, ἑαυτῷ καὶ ἐναντιουμένου· ἄνω μὲν γὰρ οὐκ ἐβούλετο ἐλλιπὲς ἐκ πράγματος εἶναι ζήτημα· ἐνταῦθα δὲ φάσκων ἢ τὸ ἕτερόν γε πάντως, δῆλός ἐστι τὸ ἐναντίον κατασκευάζων· ἀνάγκη γὰρ τὸ ζήτημα ἢ πρόσωπον ἔχειν, ἢ πρᾶγμα· ἀλλ’ ἀπολογοῦνταί τινες περὶ τούτου, ὡς περὶ τοῦ ἐξισάζοντος εἶπεν, ἢ τὸ ἕτερόν γε πάντως· ὅπερ μόνον ἀνεξέταστον τῶν πραγμάτων· δεύτερος δὲ τρόπος ἵνα ἑκάτερος αὐτῶν πιθανοὺς ἔχῃ λόγους καὶ ἰσχυρούς. Τρίτος, ἵνα μὴ ᾖ προειλημμένον τοῖς δικάζουσι· τέταρτος, ἵνα μὴ τὸ πέρας ἀδύνατον ᾖ· καὶ οὐκ ἐπειδὴ ταῦτα πάντα συνεστηκὸς ποιεῖ ζήτημα ὑφ’ ἓν ταττόμενον, ἤδη καὶ ὅσα ἐλλείποντα ἀσύστατον ποιεῖ· ἄλλ’ ἐξαρκεῖ καὶ μόνον ἓν ἐλλεῖπον τῷ ὅλῳ λυμήνασθαι· ὥσπερ γὰρ ἡ μὲν τῶν χορδῶν πασῶν συμφωνία ἁρμονίαν ποιεῖ, ἀρκεῖ δὲ πρὸς ἀναρμοστίαν καὶ ἡ μιᾶς χορδῆς ἔλλειψις· εἰ βούλει δὲ κἀν τοῖς ὁρισμοῖς· οἱ πάντες γὰρ προσόντες προσδιορισμοὶ τελείους αὐτοὺς ἀποφαίνουσιν ἑκάστους· ἀρκεῖ δὲ πρὸς τὸ ἀτελὲς καὶ ἡ ἑνὸς προσδιορισμοῦ ἔνδεια, οὕτως κἀνταῦθα· τὸ γ’ οὖν ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητὸν, ἱκανὸν ἤτοι τὸ ζῶον ἢ τὸ θνητὸν ἢ ὁτιοῦν τούτων ἀφαιρεθὲν ἀτελῆ καταστῆσαι.
4.141 Ἰστέον δὲ ὅτι ταῦτα λέγω· οἷον· τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενον διὰ τὸ ἀπερίστατον εἶπεν· ἀπερίστατον δέ ἐστι τὸ μήτε ἐκ προσώπου μήτε ἐκ πράγματος ὕλην ἔχον· οἷον φόνος ἐγένετο ἔν τινι πόλει καὶ κρίνεταί τις· τό τε γὰρ τίς ἀόριστον καὶ κρίσιν οὐκ ἐπιδέχεται· τό τε πρᾶγμα, ὁ φόνος λέγω, χρόνῳ οὐκ ἐπισημαινόμενον, ἀνεξέταστον· ὁμοίως καὶ τὸ ἀποκηρύσσει τις τὸν υἱὸν ἐπ’ οὐδεμιᾷ αἰτίᾳ· εἰ γὰρ καὶ τὸ τοῦ υἱοῦ πρόσωπον δοκεῖ τῶν ἐξεταζομένων εἶναι· ἀλλ’ ὕλην οὐ παρέχει· ἐπ’ αἰτίας γὰρ υἱοὶ ἀποκηρύσσονται· ὅθεν εἰ προσθείης τῷ μὲν ἄνω τὸν χρόνον μετὰ τοῦ σημείου· οἷον ὅτι φόνος ἐγένετο ἔν τινι πόλει καὶ κατὰ ταὐτὸν εὕρηταί τις ᾑμαγμένον ἔχων χιτῶνα, συνίσταται· κἂν γὰρ τὸ πρόσωπον ἀόριστον, ἀλλά γε τὸ ἕτερον, τὸ πρᾶγμα λέγω, μετὰ περιστάσεως, χρόνου φημὶ καὶ αἰτίας· χρόνου μὲν, τοῦ κατὰ ταὐτὸν, αἰτίας δὲ τοῦ ᾑμάχθαι· πάλιν συνεχῶς τις κρινόμενος φόνου ἀπέφυγεν· ἐγένετο φόνος καὶ ὑπάγεται· ἡ περίστασις πάλιν ἐνταῦθα ἀπὸ τῆς τοῦ προσώπου ποιότητος, οὐκ ἐκ τοῦ πράγματος· οὐδὲ γὰρ ἔχει σημεῖον, δι’ οὗ δύναται κρίσις γενέσθαι· διὸ καὶ συνίσταται· τὸ δὲ καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους διὰ τὸ μονομερές· τὸ γὰρ μονομερὲς τοὺς ἐξ ἑκατέρου μέρους λόγους οὐκ ἔχει· ἀλλ’ ἢ κατηγορίαν ἰσχυρὰν ἀπολογίας ὑπούσης, ὡς ἐπὶ τοῦ πορνοβοσκοῦ τοῦ τοὺς δέκα νέους κωμάζοντας ἐνηδρευκότος· ἐνταῦθα γὰρ ἐκλείπει ἡ ἀπολογία· τό τε γὰρ τοῦ προσώπου ἄδοξον, τό τε πλῆθος τῶν νέων, ᾧ ἤρκεσαν καὶ δύο ἢ τρεῖς πρὸς ἀναίρεσιν.
4.142 Τό τε πρᾶγμα, ὅτι οὐδὲν ἐπαχθὲς ἦν τὸ κωμάζειν· οὐδὲ γὰρ ἐπεβούλευον ἢ ἔκλεπτον, ἤ τι τοιοῦτον ἄλλο ἐποίουν, ἵν’ ἔχῃ πρὸς τοῦτο καταφεύγειν· τό τε δόλῳ ἀνῃρῆσθαι αὐτοὺς πᾶσαν περιαιρεῖ ἀπολογίαν· κατηγορίαν μὲν οὖν ἰσχυρὰν ἀπολογίας ἀπούσης οὕτως· ἢ ἀπολογίαν μὲν ἰσχυρὰν, κατηγορίαν δὲ οὐδ’ ὅλως· ὡς ἐπὶ τοῦ μειρακίου τοῦ ὡραίου καὶ σώφρονος, ὃ ἐρώμενον ὑπὸ πολλῶν καὶ μὴ ἐνδιδὸν, εἶτα ἐκείνων μὴ τυγχανόντων, καὶ ἑαυτοὺς βροχιζόντων, αὐτὸ ὑπεξελθὸν διὰ τοῦτο τῆς πόλεως μέχρι τοῦ εἰς ἄνδρας ἀφικέσθαι ὕστερον μετὰ τὴν ἐπάνοδον κρίνεται φόνου· καὶ γὰρ ἐνταῦθα ἐκ τοῦ ἐναντίου τὸ σωφρονεῖν τὸ μειράκιον καὶ τοῖς μὲν χαρίζεσθαι, τοῖς δ’ οὔ. τό τε ἀγνοεῖν ἐξ ἀρχῆς τὸ γιγνόμενον· εἶτα μετὰ τὸ γνῶναι ὑπεξελθεῖν ἄχρις ἀνδρωθῆναι· καὶ αὖθις κατελθεῖν· καὶ τὸ τοῦ πράγματος ἀνεύθυνον ἀπολογίαν μὲν ἰσχυρὰν δίδωσι, κατηγορίαν δὲ οὐδαμῶς. Τὸ δὲ σὺν τῷ πιθανῷ διὰ τὸ ἀπίθανον· ἀπίθανον δέ ἐστι τὸ τὴν κατηγορίαν παντελῶς ἐναντίαν τῆς τοῦ προσώπου ποιότητος γίνεσθαι· οἷον εἰ Σωκράτης ἐγκαλοῖτο πορνείας ἢ Ἀριστείδης κλοπῆς· διαφόρους δὲ διὰ τὸ ἰσάζον· τοῦτο γὰρ ἔχει λόγους μὲν, τοὺς αὐτοὺς δέ. Ἰσχυροὺς δὲ διὰ τὸ ἀντιστρέφον· ἀντιστρέφον δέ ἐστιν, ὅτ’ ἂν ὧν τις λέγει πρότερον τοὐναντία ὕστερον λέγῃ, καὶ τὰ μὲν αὐτοῦ καταβάλῃ, τοῖς δὲ τοῦ ἐναντίου πρὸς ἀπόδειξιν χρῆται. Τὸ δὲ ἔτι ὅπερ ἐστὶ παρὰ τοῖς δικασταῖ ς, καὶ ἑξῆς· διὰ δύο φησὶ τὸ ἄπορον καὶ τὸ ἀδύνατον· ἐν ἀμφοτέροις γὰρ τούτοις τὸ πέρας καὶ ἡ τῶν δικαστῶν κρίσις ἐκλέλοιπεν· τό τε γὰρ ἄπορον αὐτὸ ἑαυτῷ ἔχει τὴν κατασκευὴν ἐναντίαν· τό τε ἀδύνατον τὸ μάχεσθαι τῇ φύσει.
4.143 Μαρκελλίνο υ. Χαρακτῆρα ἡμῖν καὶ εἰκόνα ὑπογράφει τῶν ζητημάτων Μινουκιανὸς φάσκων, ὅτι πᾶν πρόβλημα ἐκ τριῶν συνίσταται τούτων, αἰτίου, συνέχοντος, κρινομένου· τὸ μὲν οὖν αἴτιόν ἐστιν ἡ τοῦ κατηγόρου φύσις, οἷον ἀπέκτεινας ἢ ἱεροσύλησας, ἢ ὅ τι δή ποτε ὑπάρχει τὸ ἔγκλημα· τὸ δὲ συνέχον ἡ τοῦ φεύγοντος ἀπόφασις· οἷον οὐκ ἐφόνευσα· τὸ δὲ κρινόμενον ἐν τοῖς δικασταῖς καταλείπεται, τὸ κρῖναι εἰ ἀπέκτεινεν· ὁ μὲν οὖν Μινουκιανὸς οὕτως· ὁ δὲ Ἑρμογένης εὐδιαιρετώτερόν πως καὶ ἀκριβέστερον τὸν περὶ τούτων ἡμῖν ἀποφαίνεται λόγον· δηλῶν συντόμως καὶ ὡς ἐν κεφαλαίῳ καὶ γενικῶς τὰ ἀσύστατα καὶ ἀποκλείων ἔξω τῆς μορφῆς τῶν συνισταμένων, καὶ μέθοδον ἡμῖν διδοὺς τοῦ μηδὲ τὰ ἀσύστατα ἀγνοεῖν· δῆλον γὰρ, ὅτι τὰ μὴ ἐμπίπτοντα τῷ κανόνι τῶν συνισταμένων ἀσύστατά ἐστιν· λοιπὸν λέγει τρόπους, οἷς γινώσκομεν ὅτι συνέστηκε, καὶ τὸν κανόνα ἡμῖν τῶν συνισταμένων καθολικῶς ὁρίζεται. Τέσσαρα ταῦτά, φησι, προσεῖναι δεῖ τοῖς ζητήμασι· πρῶτον μὲν πρόσωπον καὶ πρᾶγμα ἐξεταζόμενον· ἢ τὸ ἕτερον· καλῶς δὲ ἐπηνωρθώσατο· ἐπειδὴ ἔστιν ὅτε λείπει μὲν ἐξέτασις προσώπου, τὸ δὲ πρᾶγμα κρινόμενον συνίστησι τὸ ζήτημα· δεύτερον δὲ τὸ τοὺς ἀντιδίκους ἀμφοτέρους λόγων εὐπορεῖν διαφόρων τε καὶ πιθανῶν· καλῶς δὲ τὸ ἀμφοτέρους· οὐ γὰρ τὸ κρινόμενον ἐν τῷ συνεστηκότι ζητεῖται μόνον, ἀλλὰ καὶ τὸ τοῦ κατηγόρου· τρίτον δὲ τὸ τοῖς δικασταῖς ἄδηλον εἶναι τὸ κρινόμενον καὶ μὴ προειλῆφθαι τὴν κρίσιν· τέταρτον δὲ, τὸ δύνασθαι πέρας λαβεῖν τὸ κρινόμενον· οἱ τέσσαρες δὲ οὗτοι τρόποι ὑπαινίττονται ἀσυστάτων τρόπους ἑπτὰ, ὡς ἐπιδείξομεν· διὰ μὲν γὰρ τοῦ εἰπεῖν τὰ ἔχοντα ἄμφω καὶ πρόσωπον καὶ πρᾶγμα κρινόμενον ἢ τὸ ἕτερον δηλοῖ, ὅτι τὰ μετέχοντα μήτε πρόσωπον μήτε πρᾶγμα κρινόμενον ἀσύστατα κατὰ τὸ ἀπερίστατον· ἀπερίστατον δέ ἐστι τὸ μὴ ἔχον μηδὲ μίαν περίστασιν, μηδὲ ἐξέτασιν, μήτε εὐπορίαν, μήτε ὕλην.
4.144 Διὰ δὲ τοῦ εἰπεῖν καὶ τοὺς ἐξ ἑκατέρου λόγους μέρους ἰσχυροὺ ς, ἐδήλωσεν, ὅτι μὴ ἔχων ἐξ ἑκατέρου μέρους ἰσχυροὺς λόγους ἀσύστατον κατὰ τὸ μονομερές· μονομερὲς γάρ ἐστιν, ἐν ᾧ τὸ μὲν ἕτερον τῶν προσώπων ἰσχύει τοῖς λόγοις, τὸ δὲ ἕτερον παντελῶς ἀσθενεῖ. Ἰστέον δὲ, ὅτι τούτῳ περιέχεται καὶ τὸ ἑτεροῤῥεπές· διὰ δὲ τοῦ εἰπεῖν σὺν τῷ πιθανῷ ἐδήλωσεν, ὅτι τὸ μὴ ἔχον λόγους πιθανοὺς ἀσύστατον κατὰ τὸ ἀπίθανον· ἀπίθανον γάρ ἐστι τὸ μὴ ἔχον πιθανοὺς λόγους· ὡς εἴ τις πλάσσοι πορνοβοσκοῦντα Σωκράτην, ὅπερ καθάπαξ ἀπίθανον· ἐν τούτῳ δὲ εὑρίσκεται καὶ τὸ ἀδύνατον· πολλῶν γὰρ ἀπιθάνων σύνοδος ποιεῖ τὸ ἀδύνατον, ὡς μετ’ ὀλίγον δηλώσομεν· διὰ δὲ τὸ εἰπεῖν διαφόρους διὰ τὸ ἰσάζον· ἐν αὐτῷ γὰρ οὐ διαφόρους προτείνουσι λόγους, ἀλλὰ τοὺς αὐτούς· διὰ δὲ τοῦ εἰπεῖν ἰσχυροὺς τὸ ἀντιστρέφον· ἀντιστρέφον γάρ ἐστιν, ὅτ’ ἂν τοῖς ἀλλήλων οἱ ἀντίδικοι περιπέσωσι λόγοις, οὗτος τοῖς ἐκείνου, κἀκεῖνος τούτου, ὅ ἐστι περιπεσεῖν τοῖς ἀλλήλων· ἀντηλλάξατο γὰρ οὗτος τὰ ἐκείνου καὶ ἐκεῖνος τὰ τούτου· διὸ καὶ ἀντιστρέφον ἐκλήθη· εἰς πίστιν οὖν ἀσθενὲς τὸ τοιοῦτον, οὐδεὶς γὰρ αὐτῶν ἔτι πιστεύεται· ἐν τούτῳ εὑρίσκεται καὶ τὸ ἄδοξον· καὶ ἐν αὐτῷ γὰρ ὁ δικαστὴς οὐ καταδέχεται τὴν κρίσιν· διὰ δὲ τοῦ εἰπεῖν τὸ τῆς κρίσεως ἀφανὲ ς, δηλοῖ ὅτι τὸ μὴ ἔχον ἀφανῆ κρίσιν, οὐ συνίσταται κατὰ τὸ προειλημμένον, ἐν ᾧ προκατελήφθησαν οἱ δικασταί· διὰ δὲ τοῦ εἰπεῖν δυνάμενον πέρας λαβεῖ ν, ἀσύστατον κατὰ τὸ ἄπορον· ἄπορον γάρ ἐστι τὸ μὴ δυνάμενον πέρας λαβεῖν· δι’ ὧν γὰρ προτρέπεις ἐν τῷ ἀπόρῳ, ἀποτρέπεις, καὶ δι’ ὧν ἀποτρέπεις, προτρέπεις· οἷον Ἀλέξανδρος ὄναρ εἶδεν ὀνείρῳ μὴ πιστεύειν, καὶ βουλεύεται· ἐν δὲ τῷ λέγειν αὐτὸν καὶ τοὺς ἐξ ἑκατέρου μέρους λόγους ἰσχυροὺς μηδεὶς φιλονεικείτω λέγειν, ἀνάγκην εἶναι καθάπερ ἐπὶ τρυτάνης ἐξ ἴσου τοῖς μέρεσιν εἶναι δικαιώματα· γελοῖον γὰρ τοῦτό γε· ἐπεὶ κἀν ταῖς ἀληθιναῖς ὑποθέσεσιν οὐ πάντα ἐξ ἴσου τὰ δικαιώματα· καὶ οὐ διὰ τοῦτο τὰ τῆς ὑποθέσεως ἀνῄρηται· ἀλλ’ ἀγωνιστικώτερον μὲν τὸ εἶναι τὴν δύναμιν ἴσην, οὐ μὴν ἀσύστατον, εἰ μικρὸν τὸ ἕτερον ἰσχύει πλεῖον θατέρου· ἀλλ’ ἐὰν μὲν καθάπαξ τὸ ἕτερον ἀπορῇ, τὸ δὲ ἄλλο πᾶσαν ἔχῃ τὴν εὐπορίαν, τότε ἀσύστατον κατὰ τὸ μονομερές· ἐὰν δὲ ἀμφότερα μὲν ἰσχύῃ τὰ μέρη, πλέον δὲ θάτερον ἰσχύῃ θατέρου, συνέστηκε μὲν, ἔλαττον δὲ ἰσχύει τὸ ἓν μέρος· καλῶς δὲ εἶπεν σὺν τῷ πιθανῷ καὶ οὐ τῷ ἀληθεῖ· ἀμήχανον γὰρ ἑκατέρους τοῖς ἀληθέσι κεχρῆσθαι τοὺς ἀντιδίκους· εἰ γὰρ ἐναντία ἑαυτοῖς λέγουσι, πῶς δύναται καὶ οὗτος κἀκεῖνος ἀληθῆ λέγειν.
4.145 Τὸ τῆς κρίσεως ἀφανέ ς. Ἀφανὲς λέγει τῇ ἐκβάσει· οὗ ἀφανὴς ἡ ἔκβασις, τοῦτο καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος ἐπισημαίνεται· πρὸς ἅπαντα ἔρχονται τὰ δικαστήρια· οἱ μὲν δικασταὶ ἀγνοοῦντες, ὅτῳ ψηφίσονται καὶ τὰ ἑξῆς· οἱ δὲ φεύγοντες μεθ’ ἑαυτοῦ δείξων ἑκάτερος τὰ τῶν νόμων δίκαια ἰσχυρά· εἰ γὰρ δὴ πρὸ τῆς κρίσεως εἰδείη ὁ δικαστὴς, τίνι θήσεται, πῶς οὐ τηνάλλως πως συναχθήσεται δικαστήριον· σημειωτέον οὖν καὶ τοῦτο, ὅτι δεῖ συνεστηκέναι τῷ ἀγνοεῖν τὸ πέρας τὸν δικάζοντα, καὶ τίνι τὴν ψῆφον προσθήσεται· δυνάμενον δὲ πέρας λαβεῖ ν.
4.146 ἀκολούθως καὶ τοῦτο· τί γὰρ ὄφελος ἀγῶνος τὸ πέρας ἄπορον ἔχοντος. Τὰ δ’ οὖν τινος τούτων ἐνδεᾶ ταῦτα ἀσύστατά ἐστιν· εἰρήσεται δὲ καὶ κατ’ εἶδος. Συριανοῦ καὶ Σωπάτρο υ. Τὰ καὶ ἑνὸς μόνου τῶν τεσσάρων ἀποδέοντα κανόνων ἐν τοῖς ἀσυστάτοις τετάχθαι δίκαιον· διδάξας δὲ τὰ συνεστῶτα πάντα διὰ τῆς ἀναιρέσεως τῶν συνεστώτων εἰσήνεγκε τὰ ἀσύστατα· φησὶ γάρ· τὰ δ’ οὖν τινος τούτων ἐνδεᾶ, ταῦτα ἀσύστατά ἐστι· καὶ γὰρ ἐπὶ τῶν ἀμέσων ἐναντίων ἡ θατέρου ἀναίρεσις θάτερον εἰσάγει· ὡς σκότος μὲν φῶς· ἢ τὸ ἔμπαλιν· τοῦτο δὲ ποιεῖ, διὰ τὸ τὰ μὲν συνεστῶτα θέσιν εἰσάγειν, ἄρσιν δὲ τὰ ἀσύστατα· φυσικῶς δὲ τὴν θέσιν τῆς ἄρσεως προηγεῖσθαι.
4.147 Ἐζήτησαν δέ τινες, τί δήποτε περὶ διαιρέσεως συνεστώτων ἐπαγγειλάμενος ζητημάτων ποιεῖσθαι τὸν λόγον, νῦν ὥσπερ ἐπιλαθόμενος, τὸ μὲν ἐπάγγελμα ἀνεβάλετο, περὶ τῶν ἀσυστάτων δὲ οὐδὲν δέον ποιεῖται τὴν διδασκαλίαν· καίτοι ἀχρήσιμα ταῦτα καὶ ἀνωφελῆ· τὰ δὲ συνεστῶτα χρειώδη καὶ ἐπωφελῆ· λέγομεν οὖν πᾶν τὸ μὴ ὂν φύσει πρῶτόν ἐστι τοῦ πραττομένου, ἐκ γὰρ τοῦ μὴ εἶναι τὸ πραττόμενον συνίσταται· ἐκ τῶν οὖν ἀσυστάτων πρὸς τὰ συνεστηκότα φερόμεθα· ἀναλογεῖ μὲν γὰρ τοῖς μὲν μὴ οὖσι τὰ ἀσύστατα, τοῖς δὲ πραττομένοις τὰ συνεστηκότα· ἄλλως τε δὲ καὶ ὅτι ἔδει ἀπὸ τῶν ἁπλουστέρων χωρῆσαι καὶ ἐπὶ τὰ πολυϋλότερα· πολυϋλότερα δὲ τὰ συνεστηκότα τῶν ἀσυστάτων· τὰ μὲν γὰρ πολυειδῆ καὶ διάφορα· τὰ δὲ ἀσύστατα μονοειδῆ. ἑνὸς γὰρ ἐλλελειμμένον τῶν τριῶν, αἰτίου φημὶ ἢ συνέχοντος ἢ κρινομένου, ἀσύστατον γίνεται· ἀκολούθως οὖν τὰ μονοειδῆ καὶ ἑνὶ γνωριζόμενα κανόνι καὶ σαφῆ πρὸς ἐξέτασιν τῶν πολυϋλοτέρων προτέτακται, ὡς ἂν σαφής τε ὁ λόγος αὐτῷ ἐκ τούτου εἴη· καὶ τῇ τῶν ἐναντίων ἐπιγνώσει τὰ ἐναντία διαδηλότερα γίγνοιτο· τῇ γὰρ τῶν ἐναντίων παραθέσει τὰ πράγματα κρίνεται καὶ πρὸ τῶν συνεστώτων τὴν τούτων εἰσάγει διδασκαλίαν· πῆ μὲν δι’ ὁρισμοῦ, πῆ δὲ καὶ διὰ τῆς τῶν καθ’ ἕκαστα προαγωγῆς, ἣν καὶ κατ’ εἶδος καλεῖ, σοφοῦ τι ποιῶν καὶ προμήθους διδασκάλου· οὔτε γὰρ τὸ ὄνομα ἀκριβῆ γνῶσιν τοῦ ὑποκειμένου ποιεῖ, οὔτε ὁ λόγος, κἂν εἰς τὰ μέρη διέξεισιν· ἔστ’ ἂν καὶ ἡ πεῖρα αὐτὴ μαρτυρήσῃ οἷς μὲν αἰσθήσει, οἷς δὲ καὶ παραδείγματι, ὃ δηλοῦν βούλεται τὸ εἰρήσεται δὲ καὶ κατ’ εἶδος. Μαρκελλίνο υ.
4.148 Ἐπειδὴ ὥσπερ φησὶ τὰ χολοβαφῆ χαλκώματα περιέχει χρυσοῦ χρῶμα καὶ ποιεῖ ἄγνοιαν, οὕτω φησὶ καὶ τῇ ὁμοιότητι ἐγγίνεται πλάνη, καὶ νομίζει τὶς ἀπὸ τῆς ὁμοιότητος συνίστασθαι τὰ ἀσύστατα· διὰ τοῦτο λέγει καὶ κατὰ εἶδος τῶν ἀσυστάτων πρὸς κρίσιν ἀκριβῆ, καὶ λέγει ἑκάστου τὸ ὄνομα, τὸν ὅρον, τὸ παράδειγμα, ἵνα ἐκ πάντων βεβαιώσῃ τῶν ἀσυστάτων τὴν γνῶσιν. Καὶ πρῶτον μὲν ἀσυστάτων εἶδος τὸ μονομερὲς, ᾧ καὶ τὰ τῶν λόγων μὴ ἑκατέρωθεν ἰσχυρά· οἷον πορνοβοσκὸς δέκα νέους κωμάζοντας ἐπὶ τὴν οἰκίαν αὐτοῦ, ὄρυγμα ποιήσας, ὑποδεξάμενος, ἀπέκτεινε καὶ φόνου φεύγει. Συριανο ῦ. Παρὰ τὸν δεύτερόν ἐστι τοῦτο κανόνα· οὐ γὰρ ἔχει τὰς ἐξ ἑκατέρου μέρους δικαιολογίας ἐῤῥωμένας, ὅπερ ἐκεῖ παρήγγειλεν, ἀλλὰ θατέρῳ τοῖν μεροῖν τὴν πᾶσαν ἰσχὺν προσνέμει τῶν λόγων· ἰστέον δὲ, ὡς ὁ Ἀκύλας τὸ παρὸν κατὰ τὸν πορνοβοσκὸν παράδειγμα τοῦ κατὰ πρόσωπον ἀδόξου τρόπου φησὶν εἶναι. Σωπάτρο υ. Ὥσπερ ἐπὶ τῶν πραγμάτων καὶ τῶν προσώπων τῆς διαιρέσεως ἀπὸ τῶν ἰσχυροτέρων ἤρξατο, οὕτως κἀνταῦθα ἀπὸ τῶν ἀπορωτέρων· τὰ γὰρ μονομερῆ ἀπορώτερα καὶ τῶν ἀπεριστάτων· ὁ γὰρ μὴ παντάπασι φθέγγεσθαι δυνάμενος, ὡς ὁ πορνοβοσκὸς ἀπορώτερος τοῦ ὡς πατρὸς ποσῶς φθεγγομένου· κἂν γὰρ αἰτίαν μὴ ἔχῃ τῆς τοῦ υἱοῦ ἀποκηρύξεως· ἀλλ’ οὖν ὡς πατὴρ ἐξουσίας ἐπείληπτο. Ἰστέον μέντοι, ὡς οὐ μόνον ἀπὸ τοῦ φεύγοντος τὸ μονομερὲς ὡς ἐπὶ τοῦ προκειμένου, ἀλλὰ καὶ ἀπὸ τοῦ κατηγόρου εὑρίσκεται· ὡς ἐπὶ τοῦ σώφρονος μειρακίου, ὡς ἔφθημεν εἰπόντες· ἔστι δὲ ἀσύστατον τοῦτο· τὸ μὲν ἀπὸ τοῦ φεύγοντος, τοῦ συνέχοντος ἐκλείποντος· τὸ δὲ ἀπὸ τοῦ κατηγόρου, τοῦ αἰτίου· ὥστε τὸ μονομερὲς γίνεται ἢ τοῦ συνέχοντος ἢ τοῦ αἰτίου ἐλλείποντος· οὐκ ἠγνόησε δὲ ὁ Ἑρμογένης, τὸ ἀπὸ τοῦ κατηγόρου μονομερὲς, ὥς τινες φιλονεικοῦσιν, ἀλλ’ ἠρκέσθη ἑνὶ παραδείγματι ὁποίῳ οὖν χαρακτηρίσαι τὸν λόγον· ἐπεὶ ὅτι οἶδε τοῦτο, δῆλον ἀφ’ ὧν φησιν· ᾧ τὰ τῶν λόγων μὴ ἑκατέρωθεν ἰσχυρά· τὸ γὰρ ἑκατέρωθεν πάντως ἐπ’ ἀμφοῖν, τοῦ τε διώκοντος τοῦ τε φεύγοντος, λαμβάνεται· ἀλλ’ οὐχὶ ἐπὶ τοῦ ἑνὸς ἀφωρισμένως.
4.149 Ἰστέον δὲ, ὡς ταῦτα τὰ μονομερῆ δύναται καὶ συνεστῶτα γενέσθαι, εἰ τὸ μὲν ἀπὸ τοῦ φεύγοντος τὴν τοῦ προσώπου ποιότητα ἐναλλάξει, οἷον ἀντὶ τοῦ πορνοβοσκοῦ στρατηγόν· τὸ γὰρ τοῦ προσώπου ἔνδοξον οὐχ ἑτοίμην τὴν διαβολὴν ποιήσει· ἔχει γὰρ τὴν ἀγανάκτησιν διὰ τὴν ὕβριν· καὶ ἡ τῶν διωκόντων ποιότης παρέχει τὴν ἐξέτασιν διὰ τὸ πλῆθος τῶν φόνων· τὸ δὲ ἀπὸ τοῦ διώκοντος εἰ ἀπὸ τοῦ ἐνδόξου εἰς ἄδοξον ἀμειφθείη τὸ πρόσωπον· εἰ γὰρ τὸ σῶφρον μειράκιον τοῖς μὲν τῶν ἐραστῶν λεχθείη χαρίζεσθαι, τοῖς δ’ οὒ, ἔνοχον ἔσται ὡς ἄδοξον τῆς τῶν βροχισάντων αὐτοὺς ἀναιρέσεως· ἔχει γὰρ κατηγορίαν τὸ προδιαβεβλῆσθαι τὸ πρόσωπον· καὶ πρὸς ἀσέλγειαν ἐνίους αὐτὸ ἐκδεδωκέναι. Μαρκελλίνο υ. Ἔστι τὰ γενικώτατα εἴδη τῶν ἀσυστάτων δύο· ἢ γὰρ τὰ ἐναργῆ καὶ αὐτόθεν δῆλα οὐ ζητεῖται· οἷον ὥσπερ ἐν ἡμέρᾳ οὐ ζητῶμεν, εἰ ἡμέρα ἐστίν. ἢ τὰ ἀδύνατα εὑρεθῆναι, οἷον εἰ ἄρτιοι οἱ ἀστέρες· λείπεται λοιπὸν εἶναι ζητήματα ἐκεῖνα, ἃ καθ’ ἑαυτὰ μὲν ἄγνωστά ἐστιν, ἀπὸ δὲ ζητήσεως εὑρεθῆναι δύναται· προτέτακται δὲ τὸ μονομερὲς τῶν ἄλλων, ὅτι ἑκάτερον πρόσωπον οὐκ ἔχει τὴν ἴσην χορηγίαν. ἀλλὰ τὸ μὲν ἓν πάντων κύριόν ἐστι τῶν λόγων· τὸ δὲ ἄλλο παντελῶς οὐδὲν ἔχει εἰπεῖν· ἐν τοῖς ἄλλοις ἀσυστάτοις ἔχει τι λέγειν ἑκάτερον πρόσωπον, ἀλλὰ καθ’ ἕτερόν τι ἀσύστατον διὰ τὸ μὴ πιθανὸν εἶναι τὸν λόγον, ἢ δι’ ἄλλο τι.
4.150 πάνυ δὲ ἀσύστατον, ὅταν μὴ ἔχῃ τι λέγειν καθάπαξ θάτερον πρόσωπον· οἷον ὁ πορνοβοσκός· ἔχει μὲν γάρ τι λέγειν, τὸ κωμάζειν τοὺς νέους· ἀλλὰ διὰ τὴν ποιότητα τοῦ προσώπου ἀσύστατόν ἐστιν· καὶ γὰρ ἔπραττον οἱ νέοι τοῦτο, ἐφ’ ᾧπερ ἥδεται ὁ πορνοβοσκός· εἰ δὲ ἦν στρατηγὸς ὁ ποιήσας τὸ ὄρυγμα εἶχε λόγον, ἐνδόξου τοῦ προσώπου ὄντος· ἔστι δ’ ὅτε πάλιν ὁ μὲν κατήγορος ἀποκέκλεισται λόγων, ὁ δὲ φεύγων πᾶσαν ἔχει τὴν ἐξέτασιν ὡς ἐπὶ τούτου· νόμος τὸν ἡταιρηκότα μὴ πολιτεύεσθαι· μειράκιον ἡταιρηκὼς κωλύει ὁ στρατηγὸς πολιτεύεσθαι· καὶ κρίνει αὐτὸν ὕβρεως τὸ μειράκιον, οὐκ ἔχει οὐδὲν λέγειν· ὁ δὲ στρατηγὸς πολλὴν εὐπορίαν ἔχει κατὰ τούτου τὴν ἐκ τῆς ἑταιρήσεως. Δεύτερον τὸ ἰσάζον δι’ ὅλου· οἷον δύο νέοι πλούσιοι, ἑκάτεροι ὡραίας ἔχοντες γυναῖκας, κατὰ ταὐτὸν πεφωράκασιν ἐξιόντας ἀλλήλους ἐκ τῶν ἀλλήλων οἰκιῶν καὶ μοιχείας ἀλλήλοις ἀντεγκαλοῦσιν. Συριανο ῦ. Τοῦτο παρὰ τὸν πρῶτον κανόνα ἐστίν· οὔτε γὰρ πρόσωπα οὔτε πράγματα ἔχει κρινόμενα· ἀλλὰ τῷ ἰσάζειν ἀσύστατον ποιοῦσι τὴν κρίσιν. Σωπάτρο υ. Καλῶς τὸ δι’ ὅλου· ἓξ γὰρ ὄντων τῶν περιστατικῶν, προσώπου, πράγματος, αἰτίας, χρόνου, τόπου, τρόπου· εἰ μικρά τις τούτων ἐμπέσοι διαφορὰ, συνεστὼς ποιήσει τὸ ζήτημα, ἐπὶ προσώπου μὲν, εἰ ὁ μὲν πλούσιος, ὁ δὲ πένης, ἢ νέος ἢ πρεσβύτης· ἐπὶ χρόνου δὲ, εἰ τὸν μὲν ἐν νυκτὶ, τὸν δὲ ἐν ἡμέρᾳ εἴπομεν πεφωρακέναι ἀλλήλους· ἐπὶ τόπου δὲ, οἷον ὁ μὲν ἐν βαλανείῳ, ὁ δὲ ἐν οἰκίᾳ, ἐπὶ τρόπου δὲ, οἷον ὁ μὲν ταῖς θεραπαινίσι διαλεγόμενος, ὁ δὲ αὐτοπροσώπως· αἰτίας δὲ, οἷον κάλλους, πράγματος δὲ, εἰ ὁ μὲν ἐξιὼν, ὁ δὲ φιλῶν· καλῶς οὖν τὸ δι’ ὅλου πρόσκειται· ὅτι ὀλίγη τις ἐμπεσοῦσα τούτων διαφορὰ συνεστὼς ποιήσει τὸ ζήτημα, εἰκότως δὲ ταῦτα δευτέραν ἔχει τάξιν· κοινωνεῖ γὰρ τῷ μονομερεῖ τούτῳ· καὶ λόγους οὐκ ἔχει· καὶ ὅτι ὥσπερ διπλοῦν μονομερὲς ἂν εἴη· παρ’ οὐδετέρου γὰρ μέρους λόγοι εὑρίσκονται· τούτῳ δὲ διαφέρει τῷ ἐν μὲν τῷ μονομερεῖ ἐκ τοῦ ἑνὸς μέρους πάντη μὴ εἶναι λόγον· ἐνταῦθα δὲ εἶναι μὲν, ἀχρήστους δὲ, τῷ τοὺς αὐτοὺς εἶναι· ἐλλείποντος τοῦ κρινομένου· ὁ γὰρ δικαστὴς ταῦτα λεγόντων ἀμφοτέρων ἀπορεῖ πρὸς τὴν κρίσιν.
4.151 Μαρκελλίνο υ. Καλῶς τὸ δι’ ὅλου, τουτέστι κατὰ τὰ πρόσωπα καὶ τὰ πράγματα· καὶ τὸ κατ’ αὐτὸν δὲ οὐχ ἁπλῶς· ἀλλ’ ἵνα μηδὲ παρὰ τὸν καιρὸν διαφορά τις γένηται· οἷον ὁ μὲν νύκτωρ, ὁ δὲ μεθ’ ἡμέραν· δύναται γὰρ ὁ ἕτερος λέγειν· οὐκ ἂν μεθ’ ἡμέραν ταῦτα ἐποίουν· ἡ δὲ νὺξ μᾶλλον πρὸς μοιχείαν ἁρμόττει· ἄλλο παράδειγμα τοῦ ἰσάζοντος· δύο κατὰ ταὐτὸν ἐπὶ ἕνα βάλλοντες σκοπὸν, ἥμαρτον μὲν ἀμφότεροι τοῦ σκοποῦ· βάλλουσιν ἀλλήλους καὶ κρίνουσιν ἀλλήλους· ἔστι δὲ εὑρεῖν καὶ κατὰ αἴτησιν δωρεᾶς ἰσάζον· οἷον δύο κατὰ ταὐτὸν ἀριστεύσαντες αἰτοῦσι τὸν ἀλλήλων θάνατον. Τρίτον κατὰ τὸ ἀντιστρέφον· οἷον ἀπῄτει τις δάνειον καὶ τόκους ὁ δὲ παρακαταθήκην φάσκων ἔχειν, οὐκ ὀφείλειν ἔλεγε τόκους· μεταξὺ πεποίηται χρεῶν ἀποκοπὰς ὁ δῆμος· καὶ ὁ μὲν ὡς παρακαταθήκην ἀπῄτει, ὁ δὲ ὡς χρέως οὐκ ὀφείλειν ἔλεγεν· ἐνταῦθα γὰρ οὔτε διάφορα οὔτε ἰσχυρὰ τὰ τῶν πίστεων αὐτοῖς· περιπετεῖς γὰρ τοῖς ἑαυτῶν ἄμφω γεγόνασι λόγοις.
4.152.(1n) Συριανο ῦ. Καὶ τοῦτο παρὰ τὸν δεύτερον κανόνα ἐστὶν, οὐ γὰρ ἰσχυρὰ τὰ τῶν πίστεων αὐτοῖς, ἀλλὰ σαθρότατα, διαφέρει δὲ τοῦ ἰσάζοντος· ὅτι ἐκεῖ μὲν τοῖς ἀλλήλων, ἐνταῦθα δὲ τοῖς ἑαυτῶν οἱ δικαζόμενοι περιπίπτουσι λόγοις, ἀντιστρέφουσι γὰρ καὶ ἐναλλάττουσι τοὺς λόγους, ὃ γὰρ ἔλεγεν ὁ κατήγορος πρότερον, πάλιν λέγει, καὶ διὰ τοῦτο ἀντιστρέφον καλεῖται· ἔστι δὲ ἀσύστατον, κατὰ τὸ κρινόμενον· καὶ γὰρ ὑφίσταται μὲν τὸ συνέχον καὶ αἴτιον, ἀπορεῖ δὲ πρὸς τὴν κρίσιν ὁ δικαστής· συσταίη δ’ ἂν τῷ προσδιορισμῷ τῆς ποιότητος· οἷον ἵν’ οὕτως ὁρίσωμεν, ἀπῄτει τις δάνειον καὶ τόκους· ὁ δὲ ἀργύριον μὲν ἔχειν ὡμολόγει, τόκους δὲ οὒ, ἀλλ’ οὐδὲ δάνειον· προσδιορισμὸς γὰρ τοῦτό ἐστι τῆς ποιότητος· τρίτην δὲ τάξιν εἴληφε τοῦτο· ἐπεὶ δοκεῖ πως ἔχειν λόγους· καὶ τοῦτο τοῦ ἰσάζοντος διενήνοχε· κοινωνεῖ μὲν γὰρ καὶ τῷ μονομερεῖ καὶ τῷ ἰσάζοντι, τῷ μὲν μονομερεῖ κατὰ τὸ μὴ ἐξεταζομένους ἔχειν τοὺς λόγους, διαφέρει δὲ ἀμφοτέρων· τοῦ μὲν πρώτου, ὅτι εἰ καὶ ἀχρήστους, ἀλλ’ οὖν παρ’ ἑκατέρου μέρους ἔχει λόγους· τοῦ δὲ δευτέρου, ὅτι οὐ τοὺς αὐτοὺς, ἀλλὰ διαφόρους ἔχει λόγους· καὶ ὅτι τὸ μὲν δεύτερον ἅμα καὶ ἐν τῷ αὐτῷ χρόνῳ τοὺς λόγους ἔχει γινομένους· ἐν δὲ τούτῳ, ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ· καὶ ὅτι ἐν μὲν τοῖς ἐξισάζουσι τοῖς ἀλλήλων χρῶνται λόγοις πρὸς μὲν ἀλλήλων ἀνατροπὴν, οὐ μέντοι καὶ ἑαυτῶν· ἐν δὲ τοῖς ἀναστρέφουσι πρὸς ἀνατροπὴν αὐτῶν ὁρᾷ τὰ παρ’ ἑκατέρου λεγόμενα· ἐζήτηται δὲ, εἰ διαφέρειν ἀπεδείχθη τὸ ἀντιστρέφον τοῦ ἰσάζοντος, πῶς ἐνταῦθα αὐτός φησιν, ὅτι οὐ διάφορα, οὐδὲ ἰσχυρὰ τὰ τῶν πίστεων· φαμὲν οὖν ὡς διὰ τοῦτό φησιν οὐ διάφορα, ἐπειδὴ οἷς ὁ διώκων ἰσχυρίζεται πρότερον, τοῖς αὐτοῖς πάλιν ὁ φεύγων· τοῖς αὐτοῖς μετὰ ταῦτα ὁ διώκων· καὶ τοῖς ἀλλήλων ἐκ τούτων ἁλίσκονται πτεροῖς· διὸ καίτοι διάφορα κατὰ ταὐτὸν ὄντα, οὐ διάφορα μετὰ βραχὺ εὑρίσκεται· ἀμείβουσι γὰρ τῇ τάξει τοῦ χρόνου καὶ τὰς ἐπιχειρήσεις· διάφορα δὲ μὴ ὄντα οὐδὲ ἰσχυρά ἐστιν· οὐδὲ γὰρ ἐπάγονται τὸν ἀκροατὴν, τὰ οἰκεῖα ἀρνούμενος ἕκαστος καὶ ἐπὶ τὰ τοῦ ἀντιδίκου καταφεύγων· ἄλλοι δέ φασιν ὡς οὐ διάφορα εἶπεν, ἀλλ’ οὐχὶ οὐ πολλὰ, ὅτι γὰρ οὐ πολλὰ, ἐνταῦθα γνωστέον· ὁ μὲν γὰρ παρακαταθήκην ἀπαιτεῖ, καὶ μιᾷ ἀποδείξει χρῆται τῷ λέγειν, ὅτι, σὺ εἶπας· ὁ δὲ δάνειον ὁμολογεῖ καὶ ἰσχυρίζεται τὸ, σὺ εἶπας, καὶ αὐτός.
4.153 Τέταρτον κατὰ τὸ ἄπορον· οὗ μὴ ἔστι λύσιν εὑρεῖν μηδὲ πέρας· οἷον Ἀλέξανδρος ὁ βασιλεὺς ὄναρ εἶδεν ὀνείροις μὴ πιστεύειν, καὶ βουλεύεται· ὅ τι γὰρ ἂν συμβουλεύῃ τις ἐνταῦθα, τὸ ἐναντίον αὐτῷ περανεῖ. Σωπάτρο υ. Ἀδιαφόρως χρῆται τῇ τάξει τῶν ἀσυστάτων· καὶ λαμβάνει τέταρτον εἶδος κατὰ τὸ ἄπορον, ὅπερ ἐν τῷ ὁρισμῷ τελευταῖον ἔθηκε· γίνεται δὲ τὸ ἄπορον, ἡνίκα τις τοῖς ἰδίοις ἐναντιοῦται λογισμοῖς, καὶ ἄλλο παρ’ ὃ βούλεται κατασκευάζει· οἷον ἵν’ ᾖ τὸ κατασκευαζόμενον τῇ κατασκευῇ ἐναντίον· ὅτ’ ἂν γὰρ συμβουλεύῃς, ὅτι τοῖς ὀνείροις δεῖ πείθεσθαι, αὐτῷ τῷ νῦν ὀνείρῳ ἠπίστησας, ὅτ’ ἂν δὲ μὴ πείθεσθαι αὐτῷ, ἐπίστευσας τῷ συμβουλεύοντι μὴ πείθεσθαι· κοινωνεῖ δὲ καὶ τοῦτο τοῖς προλαβοῦσι, τῷ ἀχρήστους ἔχειν τοὺς λόγους, διαφέρει δὲ τοῦ τε ἰσάζοντος καὶ τοῦ ἀντιστρέφοντος· τοῦ μὲν ἰσάζοντος, ὅτι οὐ τοὺς αὐτοὺς ἔχει λόγους, οὐδὲ τοὺς ἴσους· τοῦ δὲ ἀντιστρέφοντος, καθὸ ἐν μὲν τῷ ἀντιστρέφοντι τοῖς ἰδίοις λόγοις ἐναντιοῦνται· καὶ γὰρ τὰ προειρημένα ἀρνούμενος ἐπὶ τὰ τοῦ ἐναντίου καταφεύγει· ἐν δὲ τῷ ἀπόρῳ ὁ διώκων διάφορόν τι ἔχει τὴν ἐξέτασιν, καὶ ἐκ διαφόρων γινομένην ἀποδείξεων κατασκευάζεσθαι· ὅ τε γὰρ συμβουλεύων πείθεσθαι πολλὰ καὶ ἱκανὰ πρὸς ἀπόδειξιν ἔχει τοῦ πεῖσαι· ὅ τε μὴ πείθεσθαι ὁμοίως· τὸ δὲ πέρας τῆς συμβουλῆς ἑαυτῷ ἐναντιούμενον οὐκ ἔχει τὴν κατασκευὴν, οὐ γὰρ οἱ λόγοι πίστιν οὐκ ἔχουσιν ἐνταῦθα, ἀλλὰ τὸ κατασκευαζόμενον ἐναντίον ὂν τοῖς κατασκευάζουσι τὴν ἀπορίαν δίδωσι τῷ ἀκροατῇ· ἐν δὲ τῷ ἀντιστρέφοντι ἐν ἑτέρῳ καὶ ἑτέρῳ καιρῷ συμβαίνει τὸ ἐναντίωμα· ὅμοιον τούτῳ καὶ τὸ κατὰ Κόρακα καὶ Τισίαν, καὶ ὁ Κροκοδειλίτης, ἀλλὰ καὶ τὸ τοιοῦτο πλάσμα· μάντεως θυγάτηρ ὑπὸ λῃσταῖς ἐγένετο· ἦλθεν ὁ μάντις αἰτῶν τὴν παῖδα, οἱ δὲ ὤμοσαν αὐτῷ δώσειν εἰ τἀληθῆ μαντεύσαιτο περὶ τοῦ πότερον λήψεται ἢ οὔ· ὁ δὲ, οὐ λήψομαι, ἔφη· καὶ βουλεύονται οἱ λῃσταί· εἰ γὰρ δοῖεν αὐτῷ τὴν κόρην, ψευδομένῳ δώσουσιν· ἔφη γὰρ, οὐ λήψομαι· εἰ δὲ μὴ δοῖεν, οὐκ εὐορκήσουσιν, ἀληθεύοντι μὴ πληροῦντες τὰς ὑποσχέσεις· συσταίη δ’ ἂν ταῦτα πάντα τὸν ἐκ τοῦ χρόνου λαβόντα διορισμόν· οἷον τὸν μὲν κατὰ Ἀλέξανδρον ὄνειρον οὕτως· ὄνειρον Ἀλέξανδρος εἶδεν τοῖς μετὰ ταῦτα ὀνείροις ἢ τοῖς μεθ’ ἡμέραν μὴ πιστεύειν.
4.155 τὸ δὲ κατὰ Τισίαν καὶ Κόρακα, εἰ λέγοι, εἰ εἴσω τῶν δύο ἐτῶν νικήσω τὴν πρώτην δίκην· τὸ δὲ ἐπὶ τοῦ μάντεως, εἰ εἴποι, σήμερον δὲ οὐκ ἀποδοίητε, αὔριον δέ. Μαρκελλίνο υ. Τοῦτο ἀκριβῶς παρὰ τὸν τέταρτόν ἐστι κανόνα· οὐ γὰρ δύναται πέρας λαβεῖν. Αὐτόθεν ἀπὸ τῆς προσηγορίας πρόδηλον τὸ λεγόμενον· δεῖ γὰρ τὸ σύμβολον τοιοῦτον εἶναι, ὥστε καὶ συμβουλεύειν περὶ τῶν δυναμένων πέρας λαβεῖν, οἷον βοηθῆσαι Ὀλυνθίοις, ἢ σπείσασθαι πολεμίοις ἢ ἄλλο τι, περὶ οὗ πρόκειται συμβουλή. εἰ γὰρ μὴ οὕτως ἔχει, μάταιος ἡ συμβουλὴ τέλος μὴ ἔχουσα· ἐνταῦθα δὲ ἑκάτερος τῶν συμβούλων εἰς ἐναντίον τῷ σκοπῷ πέρας τελευτήσει· εἰ μὲν γὰρ τῷ φανέντι ὀνείρῳ πείθεσθαι συμβουλεύσει, ἐναντιώματι μεγάλῳ περιπεσεῖται· οἷς γὰρ κελεύει πεισθέντας τῷ φανέντι ἀπιστεῖν τοῖς ὀνείροις, πέπεισται πάλιν, ὀνείρῳ μὴ πιστεύειν συμβουλεύων· εἰ δὲ πάλιν λέγει, ὅτι δεῖ πιστεύειν ὀνείροις, τί ἠπίστησε τῷ φανέντι· καὶ ἄλλως εἰ μὲν λέγει ὁ σύμβουλος, ὅτι δεῖ πείθεσθαι τῷ φανέντι· καλὸν γὰρ τὸ πείθεσθαι τῷ ὀνείρῳ, διὰ γὰρ τούτου σημαίνουσιν ἡμῖν οἱ θεοὶ, περὶ ὧν βούλονται· τὸ αὐτὸ καὶ ἐπὶ πάντων ὀνείρων ἰσχύει· οἰκοῦν πᾶσιν πείθεσθαι δεῖ τούτων τῷ λόγῳ. Εἰκότως οὖν ἄπορον ἐκλήθ η· ἄπορον γάρ ἐστιν, ἐν ᾧ τὸ ἐναντίον οὗ βούλεταί τις κατασκευάζει· καὶ ἐξ ὧν τις προτρέπεται ἀποτρέπει· καλεῖται δὲ καὶ μαχόμενον· διαφέρει δὲ τοῦ ἀντιστρέφοντος, ὅτι ἐν μὲν τῷ ἀντιστρέφοντι τοῖς ἑαυτῶν μόνον λόγοις ἐναντιούμεθα, οὐ τῷ βουλεύματι τῷ ἑαυτῶν ἀντιπίπτομεν· καὶ θάτερον θατέρου ἀναιρετικὸν γίνεται· τῷ μὲν γὰρ ἀπαιτοῦντι τὸ δάνειον σκοπὸς ἦν τὸ ἀποβαλεῖν τὰ χρήματα, καὶ οὐ μάχεται τῇ γνώμῃ τῇ ἑαυτοῦ, εἴτε παρακαταθήκην εἴτε δάνειον λέγει· ἐν δὲ τῷ ἀπόρῳ ἐὰν εἴπῃς μὴ πιστεύειν, πιστεύεις τῷ φανέντι, καὶ ἐν τούτῳ τὰ ἐναντία τῇ βουλήσει περανοῦμεν, οὐ τῷ λόγῳ· ὅρα δὲ πῶς φησι πρῶτον μὲν τὸ ὄνομα ἄπορον, οὗ μὴ ἔστι πέρας εὑρεῖν· καὶ μετὰ ταῦτα τὸ παράδειγμα· εἴπομεν δὲ καὶ ἄλλο παράδειγμα παρὰ τὸ κείμενον· ἔγραψέ τις ψήφισμα· μὴ κυρωθέντος αὐτοῦ γράφει ἕτερον, ὥστε μὴ πιστεύειν ψηφίσματι, εἰ γὰρ πεισθείημεν αὐτῷ λέγοντι, εὑρισκόμεθα τῷ αὐτοῦ πιστεύσαντες· εἰ δὲ βεβαιώσομεν τὸ μὴ πιστεύειν, τὸ παρ’ αὐτοῦ γραφὲν ἀνατρέπομεν.
4.156 Πέμπτον κατὰ τὸ ἀπίθανον, οἷον εἰ Σωκράτην τις πλάττει πορνοβοσκοῦντα, ἢ Ἀριστείδην ἀδικοῦντα. Συριανο ῦ. Καὶ τοῦτο παρὰ τὸν δεύτερόν ἐστι κανόνα· οὐ γὰρ ἐκ πιθανῶν σύγκειται λόγων, ἀλλὰ ταῖς πάντων ἀκριβῶς ἐναντίων δόξαις οὐ συνᾴδοντα λέγειν ἐπιχειρεῖ· τριῶν δὲ ὄντων περὶ ἕκαστον τῶν πραγμάτων, χρήσεως καὶ φύσεως καὶ δόξης, τὰ μὲν δύο τῷ ῥήτορι ἀπονενέμηται, χρῆσις καὶ δόξα, φύσις δὲ τοῖς φιλοσόφοις· αὐτῶν δὲ τῶν δύο τῶν παρὰ τοῖς ῥήτορσι, κυριώτερον τὸ τῆς χρήσεως, ἀπὸ γὰρ αὐτῆς καὶ ἡ δόξα ἀναφαίνεται· εἰ γὰρ καὶ τὰς φύσεις οὐκ ἐπιζητοῦσι τῶν πραγμάτων, ἀλλ’ οὖν ἐκ τῆς χρήσεως οἶμαι τόδε τι περὶ τοῦδε τοῦ πράγματος νομίζουσιν, ἢ οὐ νομίζουσιν, διόπερ τὸ ἄπορον πρῶτον ἔταξε τοῦ ἀπιθάνου· ὡς τὸ μὲν ἀπὸ τῆς χρήσεως ἔχον τὴν βλάβην, τὸ δὲ ἀπὸ τῆς δόξης.
4.157 Σωπάτρο υ. Ἀσθενησάντων τῶν ἀσυστάτων ἐπὶ τὰ μᾶλλον ἔχοντα λόγον χωρεῖ· σκόπει γὰρ, ὅτι τὸ μὲν μονομερὲς ἐκ τοῦ ἑνός ἐστι πάντη ἐλλελειμμένον· τὸ δὲ ἐξισάζον ἔχει μὲν ἐξ ἑκατέρου λόγους, τοὺς αὐτοὺς δέ· τὸ δὲ ἀντιστρέφον ἔχει μὲν διαφόρους λόγους καὶ τοὺς αὐτοὺς, πίστιν δὲ οὐκ ἔχοντας· τὸ δὲ ἄπορον καὶ λόγους ἔχει, καὶ οὐ τοὺς αὐτοὺς καὶ πίστιν δεχομένους· ἐκ δὲ τοῦ κατασκευαζομένου τὸ ἀσύστατον· τὸ δὲ ἀπίθανον ὕλην ἔχει πάντων πλείονα, διὸ καὶ σχεδὸν συνέστηκεν· ὥστε καλῶς ἤδη εἴρηται· ὥσπερ ἐπὶ τῶν ἐξεταζομένων προσώπων καὶ πραγμάτων ἀπὸ τῶν πολυϋλοτέρων διεχώρησεν ἐπὶ τὰ ἀπορώτερα καὶ ἀσθενέστερα, οὕτω πάλιν ἐνταῦθα ἀπὸ τῶν ἀπορωτέρων ἐπὶ τὰ εὐπορώτερα· ὡς γὰρ ἐκεῖ τῷ συνιστάναι χαρακτηριζόμενα ἐπεζήτει τὰ πλείονα σύστασιν χορηγοῦντα προτάττειν, οὕτω κἀνταῦθα τὰ τῷ ἀσυστάτῳ τὸ ἑαυτῶν εἰληχότα γνώριμον τὰ ἀπορώτερα τῶν εὐπορωτέρων προτιθέναι φιλεῖ· ταύτῃ τοι καὶ τοὺς τοῦ κανόνος τέσσαρας προςδιορισμοὺς, οὐ κατὰ τάξιν ἐπὶ τῶν ὑποδειγμάτων φυλάττειν ἀλλὰ φύρδην καὶ ἀναμὶξ, ὡς ἂν ἡ χρεία τῶν ἀσυστάτων τὴν τάξιν παρέχηται· ἐζήτησαν δέ τινες, πῶς τὸ παρὸν ἀσύστατόν ἐστι· καίτοι καὶ Σωκράτης καὶ Ἀριστείδης γραφὰς ὑπέμειναν· καὶ ὁ μὲν ἐξωστρακίσθη, Σωκράτης δὲ θανάτῳ ἐζημιώθη· εἰ δὲ μὴ ἦν κατὰ τούτων κατηγορία, πῶς ἔργῳ ἐκβᾶσα φαίνεται· φαμὲν οὖν ὡς τοῦτο ἀπίθανόν ἐστι καὶ τὰ τούτῳ ὅμοια, ἡνίκα κατ’ αὐτὸ τοῦτο καθ’ ὃ ἔνδοξόν ἐστι τὸ πρόσωπον πειρῷτό τις διαβάλλειν.
4.158 Σωκράτης τε γὰρ ἐπὶ σωφροσύνῃ βοώμενος καὶ Ἀριστείδης ἐπὶ δικαιοσύνῃ ἀπίθανον ποιήσουσι τὸν ἐπιχειροῦντα, ἐπὶ τούτοις αὐτοῖς γράφεσθαι· οἷον Σωκράτη μὲν ἐπὶ ἀσελγείᾳ, Ἀριστείδην δὲ ἐπὶ ἀδικίᾳ· ἡνίκα δὲ οὐ κατὰ τοῦτο, καθ’ ἕτερον δὲ, πρόσωπον γὰρ οὐδὲν ἀναμάρτητον, συνίσταται· οἷον εἰ Ἀριστείδην λειποταξίου τις γράψεται ἢ ὑπερηφανίας, Σωκράτην δὲ ἀσεβείας· ἃ καὶ κατ’ αὐτῶν γεγενημένα, τὸν μὲν ἀποκτανθῆναι, Ἀριστείδην δὲ ἐξοστρακισθῆναι πεποίηκεν, οὕτως καὶ Ἀχιλλέα μὲν δειλίας τις γραφόμενος ἢ λειποταξίου ἀπίθανος· προδότην δὲ καὶ χρημάτων ἥττονα ἢ ὑπερήφανον, πιθανός· ὥστε τὰ ἀπίθανα κατὰ ἐναλλαγὴν τοῦ πράγματος συνίσταται. Μαρκελλίνο υ. Οὐκ ἀγνοοῦμεν ἀπὸ τῆς ἱστορίας τὴν τούτων ποιότητα, διαβεβοημένοι γὰρ οἱ ἄνδρες ἐπὶ τοῖς βελτίοσιν ἦσαν· ὁ μὲν Ἀριστείδης ἐπὶ δικαιοσύνῃ, ὁ δὲ Σωκράτης ἐπὶ σωφροσύνῃ· εἰ τοίνυν ἐπιχειροίη τις τὰ ἐναντία περιτιθέναι τῆς δόξης, καὶ λέγοι τὸν σώφρονα πορνοβοσκὸν, ἢ τὸν δίκαιον ἀδικοῦντα, τίς ἀνέξεται παντάπασιν ἀπίθανα διαβάλλοντος· ἀλλ’ εἴποι τις, ὅτι μεταβέβληται πολλάκις καὶ φύσιν· ἀλλά φαμεν, ὅτι κἂν ἀληθὲς τοῦτο δῶμεν μεταβάλλεσθαι, ἀλλὰ διὰ τὴν δόξαν τῶν ἀνδρῶν τὴν ἤδη κρατήσασαν ὡς νόμον ἀπίθανόν ἐστι τὸ πλάσμα· μάχεται γὰρ αὕτη καὶ τῇ ἀληθείᾳ, δέεται δὲ καὶ ἡ ἀλήθεια τοῦ πιθανοῦ· καὶ γὰρ αὐτὸ τὸ ἀληθὲς, ἐὰν μὴ ἔχῃ τὸ πιθανὸν, μάταιον εἰς τὸ πείθειν· δεῖ δὲ νοεῖσθαι ἀπίθανον, καὶ ἅμα προκεῖσθαι τῷ λόγῳ τὸ καθ’ ὑπερβολήν· τὰ γὰρ πρὸς ὑπερβολὴν ἄδοξα ἀσύστατα· τὰ δὲ μὴ πρὸς ὑπερβολὴν συνίσταται.
4.159 Παράδειγμα ἄλλο τοῦ ἀπιθάνου. Περικλῆς τῇ Ἀσπασίᾳ συνόντα Σωκράτη κρίνει μοιχείας. Ἕκτον κατὰ τὸ ἀδύνατον· οἷον εἰ Σιφνίους τις ἢ Μαρωνείτας περὶ ἀρχῆς τῶν Ἑλλήνων εἴποι βουλεύεσθαι, ἢ τὸν Πύθιον ψεύδεσθαι. Συριανο ῦ. Καὶ τοῦτο παραπλησίως τῷ πέμπτῳ, παρὰ τὸν δεύτερόν ἐστι κανόνα· οὔτε γὰρ πιθανοὶ, οὔτε ταῖς πίστεσιν ἰσχυροὶ οἱ ἐν αὐτῷ λόγοι· διαφέρει δὲ τοῦ ἀπιθάνου· ὅτι τὸ μὲν ἀδύνατον οὐδὲ μίαν ἔχει τοῦ γενέσθαι φύσιν, ὃ δὲ ἀδύνατον πραχθῆναι, πῶς οὐκ ἄτοπον πράττειν, τὸ δὲ ἀπίθανον τῶν ἐνδεχομένων ἐστίν· ἐνδέχεται γὰρ Σωκράτη τε διὰ φιλανθρωπίαν ἑταίρᾳ χορηγῆσαι τροφὴν, καὶ Ἀριστείδην ἀπατηθέντα πρᾶξαί τι ἄδικον. Σωπάτρο υ. Τοῦτο οὐκ ἠδύνατο πρὸ τοῦ ἀπιθάνου τάττεσθαι· εἰ γὰρ καὶ ἀπὸ τῶν σφόδρα ἀσυστάτων ἐπὶ τὰ ἥττω καταβαίνειν ἐπάγεται, ἀλλ’ οὖν ὡς βουλόμενος ὁ τεχνικὸς ἀεὶ τὰ πρόσωπα τῶν πραγμάτων προτάττειν καὶ ἐπὶ τῶν παρόντων τὴν ἰδίαν ἐφύλαξε πρόθεσιν· καὶ τὸ ἀπίθανον τοῦ ἀδυνάτου προέταξε· καὶ γὰρ τὸ μὲν ἀπίθανον, διὰ τὴν τοῦ προσώπου ποιότητα γίνεται, τὸ δὲ ἀδύνατον διὰ τὴν τοῦ πράγματος· ἄλλως τε δὲ τὸ ἀδύνατον ἐπιτεταμένον ἐστὶν ἀπίθανον, καὶ πᾶν μὲν ἀδύνατον ἀπίθανον, οὐ μέντοι καὶ ἔμπαλιν· καὶ τὸ μὲν ἀπίθανον ἐκ τῆς προαιρέσεως, ἠδύνατο γὰρ Σωκράτης πορνοβοσκεῖν, ἀλλ’ οὐκ ἠβούλετο· τὸ δὲ ἀδύνατον οὐκ ἐνδεχόμενον γενέσθαι, ὅπερ ἐκ φύσεως γίνεται, ἔτι καὶ τὸ ἀπίθανον ἀδυνάτου τάξιν ἐπέχει· εἰ γὰρ ἀπίθανόν ἐστιν οὐκ ἂν ἐγένετο· οὐδὲ δυνατὴν ἔχει τὴν κατηγορίαν ὡς ἐπαναβεβηκός· τὸ δὲ ἀδύνατον δύναται μὲν πιθανοὺς ἔχειν λόγους, τὸ δὲ πέρας ἀδύνατον· ὅπερ, ὡς ἔφαμεν, οἰκεῖόν ἐστι τοῦ πράγματος· κοινωνεῖ δὲ τοῦτο σφόδρα τῷ ἀπόρῳ· ὥσπερ γὰρ ἐκείνου τὸ πέρας ἀδύνατον, οὕτω καὶ τούτου· διαφέρει δὲ, ὅτι ἐνταῦθα μὲν κατὰ τὴν φύσιν τῶν πραγμάτων τὴν κοινὴν ἁπάντων ἐστὶν ἀδύνατον· ἐκεῖ δὲ μόνῃ τῇ αὐτοῦ τοῦ κατασκευαζομένου φύσει, καὶ τῷ τοῦ Ἀλεξάνδρου ὀνείρῳ καὶ τῇ τοῦ μάντεως προτάσει μόναις ταῖς κατασκευαῖς ἐναντία τὰ κατασκευαζόμενα· ἐπὶ μέντοι τοῦ τὸν Πύθιον ψεύδεσθαι, καὶ τῇ κοινῇ φύσει τῶν πραγμάτων εὑρίσκεται τοῦτο ἐναντίον· οὐδέποτε γὰρ θεὸς ψεύδεται· πάλιν ἐὰν εἴπω, ὅτι Θεσσαλοὶ τὴν Ὄσσαν ἐπὶ τὸ Πήλιον καὶ τὸν Ὄλυμπον βούλονται θέντες ἀναβατὸν ποιῆσαι τὸν οὐρανὸν, τῇ φύσει τῶν πραγμάτων καὶ τοῦτό ἐστιν ἐναντίον.
4.160 Σιφνίους δὲ καὶ Μαρωνείτας ὑπόδειγμα τίθησι, καίτοι οὐ τῶν ἀδυνάτων τοῦτο, εἴγε οἱ ἐκ Πέλλης περὶ ἀρχῆς τῶν Ἑλλήνων ἐβουλεύσαντο, ἀλλὰ καὶ καθ’ Ἡρόδοτον καὶ Θουκυδίδην πολλαὶ πόλεις τὰς τύχας αἱ μὲν ἐπὶ τὸ μεῖζον, αἱ δὲ ἐπὶ τὸ ἔλαττον ἤμειψαν· οὐδὲν οὖν ἄτοπον καὶ Σιφνίους ἢ Μαρωνείτας τῷ χρόνῳ αὐξηθέντας πρὸς τοῦτο ἰδεῖν. Ἔοικεν οὖν ὁ τεχνογράφος τέχνην συνιστὰς, τῶν μὲν Ἑλληνικῶν πραγμάτων ἤδη ἐκλελοιπότων, καὶ τῆς Ῥωμαίων ἀρχῆς γενομένης, ἐν ᾗ δι’ ὅλου Σιφνίους καὶ Μαρωνείτας ἀσθενεῖς παρειλήφαμεν· φησὶ γὰρ ἐκεῖνος ἐν συμβουλευτικοῖς, εἰ μὲν Σίφνιοι ἢ Μαρωνεῖται περὶ ἀρχῆς συνεβούλευον, συσταίη δ’ ἂν καὶ τοῦτο ἐναλλαγῇ προσώπου· εἰ λέγοιμεν, περὶ μὲν Ὄσσης βουλεύονται οἱ θεοί· ἐπὶ δὲ τῆς ἀρχῆς βουλεύονται Λακεδαιμόνιοι· ἐπὶ δὲ τῆς Πυθίας, εἰ τὸν πρόμαντιν εἴπω ψεύδεσθαι, ὡς καὶ Δημοσθένης πολλάκις τὴν Πυθίαν φιλιππίζειν ἔλεγεν.
4.161 Μαρκελλίνο υ. Ἴσμεν ὅτι καθάπαξ ἀσθενῆ ταῦτα τὰ γένη καὶ εὐτελῆ· πόθεν οὖν τούτοις ἡ ῥώμη; πόθεν βουλεύσασθαι δυνατὸν περὶ ἡγεμονίας καὶ μάλιστα τῆς Ἑλλάδος ἁπάσης; μεῖζον γὰρ τῆς δυνάμεως αὐτῶν καθ’ ὅλον τὸ ἐγχείρημα· παραπλήσιον δὲ καὶ ἐπὶ τοῦ Πυθίου· πῶς γὰρ θεὸν ψεύσασθαι δυνατὸν, ὡς τὸν ἐπιχειροῦντα τὰ τοιαῦτα πλάττειν ζητήματα εὐήθη κρινοῦμεν καὶ ἀνόητον· ὅμοιον δὲ κἀκεῖνο, Ἀλέξανδρος βουλεύεται μεταθεῖναι τὰς νήσους εἰς ἤπειρον· φασὶ δέ τινες, ὅτι οὐ τάξει λέγει τὰ ἀσύστατα, ἔδει γὰρ ὕστερον ταχθῆναι τὸ ἀπίθανον τοῦ ἀδυνάτου, καθ’ ὃ τὸ ἀδύνατον πλέον ἀσύστατόν ἐστιν· οἱ δὲ βουλόμενοι τάξιν ἔχειν φασὶν, ὅτι τὸ ἀδύνατον ἐκ τοῦ ἀπιθάνου σύγκειται· συναγωγὴ γὰρ ἀπιθάνων ἀποτελεῖ τὸ ἀδύνατον· ἄτοπον δὲ ἡμᾶς τὸ γενόμενον καὶ δεύτερον ζητεῖν, πρὶν τὸ ἀποτελοῦν καὶ ποιοῦν εἰδέναι· πρότερα γὰρ τῇ φύσει τὰ ποιοῦντα τῶν γινομένων, ὥσπερ πατὴρ καὶ μήτηρ υἱοῦ. οὐκ ἀγνοήσας δὲ, ὡς ἀσθενὲς καὶ σαθρὸν τὸ κατὰ Σιφνίους καὶ Μαρωνείτας τοῦ ἀδυνάτου παράδειγμα, προσεδεήθη τῆς τοῦ ψεύδεσθαι τὸν Πύθιον προσθήκης· οὐκ ἀδύνατον γὰρ ἦν ἐκείνους περὶ ἀρχῆς τῶν Ἑλλήνων ἀμφισβητεῖν· καὶ γὰρ αἱ Μυκῆναι μικρὸν πόλισμα, ὡς μέμνηται Θουκυδίδης, ὅμως ἦρξεν.
4.162 Ἕβδομον κατὰ τὸ ἄδοξον. οἷον ἐκμισθώσας τις τὴν ἑαυτοῦ γυναῖκα, τὸν μισθὸν οὐκ ἀπολαμβάνων, δικάζεται τῷ μισθωσαμένῳ. Συριανο ῦ. Ἄδοξόν φησιν ἐνταῦθα οὐ τὸ εὐτελὲς, πολλὰ γὰρ καὶ τῶν εὐτελεστάτων πραγμάτων ἐξέτασιν ἐν ζητήμασιν ἐπιδέχεται, ἀλλὰ τὸ κακόδοξον καὶ αἰσχρόν. Ἰστέον δὲ, ὡς Ἀκύλας ἄδοξον κατὰ τὸ πρᾶγμα τὸν τρόπον τοῦτον καλεῖ· ἡμάρτηται δὲ καὶ οὗτος ὁ τρόπος, παρά τε τὸν δεύτερον κανόνα καὶ παρὰ τὸν τρίτον, ποίαν γὰρ ἰσχυρὰν προβαλεῖται πίστιν ἀνὴρ προαγωγὸς τῆς αὐτοῦ γαμετῆς ὑπὲρ οὕτω διαβεβλημένης πράξεως κατηγορεῖν ἐπιχειρῶν· ποῖος δὲ δικαστὴς σωφρονῶν οὐ πρὸ τῆς κρίσεως καταλεύσει τὸν μηδὲ τῶν οἰκειοτάτων δι’ αἰσχροκέρδειαν φεισάμενον· ὥστε καὶ διὰ τὸ προειλῆφθαι τῇ κρίσει ἡμάρτηται. Σωπάτρο υ. Τοῦτο τὸ εἶδος παρ’ Αἰσχίνου ἐπινενόηται; ὃ σαφῶς ἐν τῷ κατὰ Τιμάρχου δείκνυσιν· ἐν οἷς γὰρ διαλαμβάνει περὶ τοῦ κατὰ γραμματεῖον ἡταιρηκέναι καὶ κατασκευάζει ὡς ἄχρηστον· καὶ παρὰ τοῦ πεποιηκότος, καὶ παρὰ τοῦ πεπονθότος μὴ δυνάμενον ἐμφανισθῆναι, ἀλλὰ διὰ τὴν τῶν ἀκροωμένων αἰσχύνην κραυγῆς τε καὶ θορύβου λέγων τὸν λέγοντα ἀπολαύειν, ἐδίδαξε τοῦτο, ὅτι συστῆναι οὐ δύναται· ἐν οἷς ὁ ἀκροατὴς αἰσχυνόμενος, ὡς ἂν μὴ τοιαύτη τῇ πόλει ὕβρις προστριβῇ τὸν λέγοντα οὐ προσίεται· τοῦ αἰτίου δὲ συνισταμένου, ἂν καὶ νόμος ἢ ἔθος προστεθείη τοῦ δύνασθαι τοῦτο πράττεσθαι, ἐν τοῖς ἐξεταζομένοις ἔσται τὸ παρὸν ζήτημα· ἰστέον δὲ, ὅτι ἐπὶ τῶν τοιούτων τῶν μέσων δεῖ εἶναι τὸ πρόσωπον, τὸ δὲ πρᾶγμα καθ’ ὑπερβολὴν ἄδοξον· ἐπὶ γὰρ τῶν διαβεβλημένων προσώπων συνίσταται· ἐὰν γὰρ λέγω, πορνοβοσκὸν γυναῖκα μισθωσάμενον, καὶ μὴ ἀπολαβόντα τὸν μισθὸν δικάζεσθαι τῷ μισθωσαμένῳ, δύναται διὰ τὴν τοῦ προσώπου ποιότητα σύστασιν ἔχειν· τὰ γὰρ τῆς ἀδοξίας ἐπὶ τούτου οὐκ ἔσται· διαφέρει δὲ τοῦτο τῶν διαβεβλημένων, καθὸ ἐκεῖ μὲν οὐδείς ἐστι λόγος ἀπὸ τούτων· ἐνταῦθα δὲ λόγοι μέν εἰσιν, ἀπὸ δὲ τῶν δικαστῶν ἀποδοκιμάζεται· ἀσύστατον δέ ἐστι παρὰ τὸ κρινόμενον.
4.163 Μαρκελλίνο υ. Εἰκότως παρῃτήσαντο τὸ ἄδοξον οἱ τεχνικοὶ ὡς ἀσύστατον, εἰ καὶ τοῖς πράγμασιν ἰσχύει, ἐπειδὴ τὰ οὕτως ἄδοξα καὶ μεμισημένα οὐκ ἂν ἐπ’ αὐτῆς τῆς ἀληθείας εὑρεθείη· εἰ δὲ καὶ εὑρίσκεται, οὐδεὶς ἂν αὐτὰ προσδέχοιτο· τίς γὰρ πεισθείη περὶ τῶν τοιούτων ἀκούειν· περιφανὴς γὰρ τῆς ἀδοξίας ἡ ὑπερβολὴ, τὸ ἐκμισθῶσαι τὴν οἰκείαν γυναῖκα· οὐκ ἂν οὖν οὕτως ἐπ’ ἀληθείας οὔτε ἐν πλάσματι περὶ τῶν τοιούτων δικάζεσθαί τις τολμήσειεν· εἰ μέντοι τὸ πρόσωπον ἄδοξον εἴη, καὶ τὸ πρᾶγμα συνίσταται· τῷ γὰρ ἀδόξῳ καὶ χαμαὶ κειμένῳ προσώπῳ καὶ τὸ ἄδοξον πρέπει τῶν ἔργων. ὅτ’ ἂν δὲ διαφέρῃ τό τε πρᾶγμα καὶ τὸ πρόσωπον, οὐ συγχωρήσειεν ἡ ἀνωμαλία συνεστάναι τὸ πρόβλημα· ἄδοξον δὲ λέγει νῦν οὐ τὸ παράδοξον, ἀλλὰ τὸ κακόδοξον καὶ αἰσχρὸν καὶ ἀσελγὲς καὶ παρὰ τὴν τοῦ προσώπου ποιότητα· πῶς γὰρ οὐκ ἄδοξον ἀνὴρ προαγωγὸς καὶ μισθὸν τῆς πράξεως εἰςπραττόμενος καὶ καθίζων ἐπὶ πορνείᾳ δικαστήριον· παράδειγμα ἄλλο.
4.164 Φιλοκράτης ἐκμισθώσας τὰς Ὀλυνθίας γυναῖκας καὶ ἀναγκάζων φέρειν ἑαυτῷ τὸν μισθὸν, δημοσίων ἀδικημάτων φεύγει· εἰ δέ τις εἴποι, ὅτι ἔοικε τῷ μονομερεῖ, κἀκεῖ γὰρ τὸ πρόσωπον ἀπὸ ψιλῆς μόνης ἐννοίας γινώσκεται, λέγομεν· ἀλλ’ ἐκεῖ ἐν τῷ μονομερεῖ τὸ πρᾶγμα οὐκ ἔστιν ἄδοξον καθ’ ὑπερβολὴν, ὥσπερ ἐνταῦθα. Ὄγδοον κατὰ τὸ ἀπερίστατον· οἷον ἀποκηρύττει τις τὸν ἑαυτοῦ υἱὸν ἐπ’ οὐδεμιᾷ αἰτίᾳ, ταῦτα γὰρ οὐκ ἂν εἴη ζητήματα. Συριανο ῦ. Ἔγνωσται πολλάκις καὶ ἐν προγυμνάσμασιν, ὅτι ἕξ εἰσι τὰ περιστατικὰ μόρια, καὶ τούτων μετά γε τὸ πρόσωπον καὶ τὸ πρᾶγμα συνεκτικώτατον ἡ αἰτία· ἀπερίστατον οὖν διὰ τοῦτο καλεῖ τὸ μηδεμίαν προφανῆ αἰτίαν τῆς κατηγορίας ἔχον· ἐνταῦθα οὖν τελείως ἐκλείπει τό τε πρᾶγμα καὶ τὸ τεκμήριον· ὅπερ οὐδὲ ἐπὶ τῶν ἀτελῶν ἐστιν ἐκ πραγμάτων στοχασμῶν εὑρεῖν ποτε· καὶ οὗτος οὖν ὁ τρόπος παρὰ τὸν δεύτερόν ἐστι κανόνα· μηδὲ μίαν ἰσχυρὰν πίστιν ἐφ’ οἷς ἐγκαλεῖ παρεχομένου τοῦ πατρός. Σωπάτρο υ. Τοῦτο πρὸ πάντων τάξας ἐν τῷ ὁρισμῷ τῶν συνεστώτων καὶ καλῶς τάξας ἐνταῦθα οἰκείως τελευταῖον αὐτὸ τάττει· καὶ γὰρ πάντων πλέον τὸ ἀσύστατον ἔχει, διὰ τὸ ἐκείνοις μὲν ποσῶς προσεῖναι λόγους, τούτῳ δ’ οὐδενός· ἀσύστατον δὲ περὶ τὸ αἴτιον γίνεται· ὅθεν εἰ τοῦτο λάβοι, συνίσταται· ἐξαιρέτως δὲ τὴν αἰτίαν καλεῖ περίστασιν, διὰ τὸ μὴ δύνασθαι ἄνευ ταύτης κἂν πρόσωπον εἴη καὶ πράγματα τὸ ζήτημα σύστασιν ἐπιδέχεσθαι· ὥσπερ καὶ πραγμάτων πάλιν καὶ προσώπων ἐκλελοιπότων, κἂν ἡ αἰτία εἴη· ἀλλ’ ἐπ’ ἐκείνων μὲν τῶν δύο ἐκλελοιπότων τὸ ἀσύστατον· ἐνταῦθα δὲ τῆς αἰτίας μόνης διὸ καὶ κατ’ ἐξαίρετον ἀπερίστατον κέκληται· ὅτι ὃ ἐκεῖνα ἄμφω ἐκλείποντα ποιεῖ, τοῦτο δύναται μόνον ἐκλεῖπον· οὔτε γὰρ πρόσωπον ἐκλεῖπον μόνον ἀσύστατον ποιήσει· εἴγε ἔστι μετὰ ἀορίστου ζήτημα μελετῆσαι προσώπου, οὔτε πράγματος μόνου· εἴπερ τὸ κατὰ τὸν ἄσωτον ἀπὸ τῆς τοῦ προσώπου ποιότητος μόνης τὴν σύστασιν ἐπιδέχεται, αἰτίας δὲ ἐπιλελοιπυίας ὡς ἐνταῦθα ἀσύστατον πάντη· ὅθεν εἰκότως, ὡς τοῖς δύο ἰσοδυναμοῦν, ἀπερίστατος κατ’ ἐξαίρετον ἐκλήθη.
4.165 Μαρκελλίνο υ. Περίστασίς ἐστιν ὕλη τοῦ πλάσματος, οἷον αὐτὰ τὰ ὑποκείμενα κατὰ τὸ πρόβλημα· πλεῖστα μὲν οὖν ἐστι τὰ περιστατικὰ καὶ πρόσωπον καὶ πρᾶγμα, καὶ αἰτία καὶ τρόπος καὶ χρόνος, τὸ δὲ κυριώτατον καὶ μεῖζον ἡ αἰτία, καὶ ἀπὸ ταύτης αἱ ἀφορμαὶ τοῖς λόγοις γίνονται καὶ φύονται· τούτου δὲ ἐλλείποντος ἀνυπόστατοι γίνοιντ’ ἂν αἱ ὑποθέσεις· καὶ χρεία μέν ἐστι τῆς αἰτίας ἐν πᾶσι πράγμασι, μάλιστα δὲ ἐν τοῖς μεγάλοις· ὥσπερ οὖν καὶ τὸ προκείμενον· εἴ γε πατὴρ παῖδα ἀποκηρύττει· καὶ διΐσταταί πως τὰ ἡνωμένα τῇ φύσει, πῶς οὐκ ἀνάγκη τῶν τηλικούτων ἀξιόχρεων φαίνεσθαι τὴν αἰτίαν, ὅταν δὲ μηδ’ ἡ τυχοῦσα ὑπάρχῃ, τίνα λόγον ἔχοι ἂν τὸ ὑποκείμενον, ὁρῶμεν δὲ καὶ τοὺς τεχνογράφους παραγγέλλοντας, ὅτ’ ἂν μὴ πάνυ πιστευόμενον ὑπάρχῃ πρᾶγμα τὰς αἰτίας πιστωτικὰς παραπλέκειν αὐτῷ, καὶ μὴ πάντη γυμνὰ τιθέναι τὰ ἀπιστούμενα· οὕτως ἰσχυρὸν ἡ αἰτία· ἀμέλει ἐν τῷ κατὰ Μειδίου ὁ Δημοσθένης μὴ δυνάμενος διαβαλεῖν τὴν ἐπίδοσιν τῆς τριήρους, εὐεργεσίας γὰρ ἦν, αὐτὴν μὲν οὐ διέβαλε, τὴν δὲ αἰτίαν τῆς ἐπιδόσεως αἰτιᾶται· πάλιν ἐν τῷ ὑπὲρ τοῦ στεφάνου· ἐπειδὴ τὰ τῆς τύχης ἐν φαύλῳ ἦν ἀποβεβηκότα τὴν αἰτίαν παρέχεται, δι’ ἣν ταῦτα συνεβούλευσεν· σκόπει γάρ, φησι, μὴ τὰ ἐκβάντα διὰ τὴν τύχην, ἀλλ’ εἰ τῆς πόλεως ἄξια πράγματα εἱλόμεθα· εὕροι δ’ ἄν τις κἀν τοῖς ψηφίσμασι κἀν τοῖς νόμοις πολλαχοῦ προσκειμένας τὰς αἰτίας, δι’ ἃς ἐγένοντο οἱ στέφανοι· οἷον δεδόχθω τῷ δήμῳ στεφανῶσαι Δημοσθένη χρυσῷ στεφάνῳ· εἶτα ἡ αἰτία, ἀρετῆς ἕνεκα καὶ εὐνοίας· εἰκότως οὖν, εἰ καὶ τὰ ἄλλα περιστατικὰ ἔχει τὸ πρόβλημα, τοῦτο δὲ λείπει τὸ τῆς αἰτίας, ἀσύστατον· ὥσπερ ἐπὶ τοῦ προκειμένου· ἔστι γὰρ πρόσωπον ὁ πατήρ· ἔστι δὲ καὶ πρᾶγμα τὸ ἀποκηρύξαι· ἀλλ’ ἐπειδὴ τὸ κυριώτερον ἡ αἰτία λείπει, ἀσύστατον· πῶς γὰρ οὐκ ἄτοπον τὴν φύσιν ἑαυτῇ πολεμεῖν, καὶ ἀλλοτριοῦν τοὺς παῖδας μὴ ὑποκειμένης αἰτίας· τὸ γὰρ συνέχον τὰ τοιαῦτα μάλιστα ἡ αἰτία ἐστίν· εἰ δὲ λέγοι τις, ἀλλ’ ἔχει τὴν τοῦ πατρὸς ἐξουσίαν, ἐροῦμεν, ἀλλ’ οὐκ ἀρκοῦσαν πρὸς δικαστάς· ζητοῦσι γὰρ αἰτίαν.
4.166 Τινὲς δέ φασι καὶ ἄλλους ἀσυστάτων τρόπους· λεκτέον δὲ, ὅτι καὶ οὗτοι ἀνάγονται εἰς τοὺς προειρημένους· ποικιλίας δὲ ἕνεκα καὶ γνώσεως οὐδὲν ἄκαιρον κατὰ τούτους λέγειν· εἰσὶ δὲ οὗτοι, κατὰ τὸ ἀπρεπὲς, οἷον ἠράσθη τις τῆς ἑαυτοῦ μητρὸς, ᾔτησε τὸν πατέρα δοῦναι αὐτῷ εἰς συνουσίαν, δίδωσιν ὁ πατὴρ, καὶ κρίνονται οἱ τρεῖς κακοῦ βίου· ἄλλο τοῦ αὐτοῦ παράδειγμα.
4.167 Σωκράτης ἀριστεύσας ᾔτησε πολίτου οὐσίαν εἰς τὸ γέρας· κατὰ τὸ πάντη ἄδηλον· δύο τινων ἐκ πολέμου σωθέντων, καὶ ἀναχωρησάντων ἅμα, ὁ ἕτερος ἐπανελθὼν κρίνεται φόνου· ἄδηλον γὰρ πάντη, εἰ ὅλως τέθνηκεν· ἀλλὰ μὴν οὐδὲ ἀπὸ τῆς περὶ τὸ πρόσωπον ὑποψίας συστῆναι δύναται· ὥσπερ ὁ ἄσωτος, οὔτε γὰρ ἐχθρὸν πρόσωπον οὔτε ἀντιπολιτευόμενον, οὔτε ἄλλο τι τῶν τοιούτων ὡρισάμεθα· ἄλλο τοῦ αὐτοῦ παράδειγμα· δύο τις ἔχων παῖδας, ἐπὶ τελευτῇ προσκαλεσάμενος τὸν ἕνα διείλεκταί τι αὐτῷ· μετὰ τὸν τοῦ πατρὸς θάνατον ἀξιοῖ αὐτὸν ὁ ἀδελφὸς εἰσενεγκόντα ὃν ἤκουσε παρὰ τοῦ πατρὸς θησαυρὸν οὕτω μερίζεσθαι τὴν οὐσίαν ἢ μὴ κληρονομεῖν· ἀπ’ οὐδενὸς γὰρ δύναται τεκμηρίου δεῖξαι, ὅτι περὶ θησαυροῦ εἶπεν ὁ πατήρ· κατὰ τὸ πάντη φανερόν· ἀποκτείνας τις τὸν ἑαυτοῦ ἐχθρὸν κρίνεται φόνου· φανερὸν γὰρ ἐπὶ τούτου, ὅτι οὐδὲ μία ἐστὶν αἰτία τῷ κρινομένῳ, ἀλλὰ κοινὸς τόπος, κατὰ τὸ αὐτὸ πέρας ἀσύστατον· νόμος τοὺς παῖδας ἐξ ἴσου κληρονομεῖν· δύο τις ἔχων παῖδας ἀπεκήρυξε τὸν ἕτερον· ὑπὸ λῃσταῖς γενόμενος ὁ πατὴρ μεταπέμπεται τὸν ἀποκήρυκτον· ἐκεῖνος ἐλθὼν ἐλύσατο· ἐπανελθὼν ὁ πατὴρ παρατίθεται ἐξ ἴσου τοὺς παῖδας κληρονομεῖν, ἀναλαβὼν τὸν ἀποκήρυκτον, καὶ κρίνει αὐτὸν παρανοίας ὁ παῖς ὁ ἐπὶ τῆς οἰκίας· ἀμφότεροι γὰρ ἐξ ἴσου κληρονομοῦσιν οἱ παῖδες· καὶ τὸ αὐτὸ κατ’ ἀμφοτέρους πέρας ἔσται· εἰ μὲν γὰρ δῶμεν, ὅτι παράνους ὁ πατὴρ, οὐκοῦν καὶ τότε παράνους ἦν, ἡνίκα ἀπεκήρυττεν· εἰ δὲ οὐ παράνους, ἡ διασκευὴ τοῦ πατρὸς ἔσται κυρία· κατὰ τὸ ἀνακόλουθον· ἐγέλασεν Ἀλκιβιάδης ἐπαγγειλαμένου τὰ περὶ Πύλον Κλέωνος, καὶ ἐπανελθὼν ὁ Κλέων κρίνει αὐτὸν βλάβης, ἀνακόλουθον γὰρ τὸ κρῖναι βλάβης· ἐὰν δὲ ὁρίσῃς, ὕβρεως, συνίσταται· ἐκλήθη δὲ οὕτω παρὰ τὸ μὴ συμφωνοῦσαν ἔχειν τῷ ἀδικήματι τὴν κρίσιν· κατὰ τὸ ἀπίθανον ὁμοῦ καὶ ἀδύνατον καὶ ἀνακόλουθον, ἑκατόν τις εὑρὼν μοιχοὺς ἐπὶ τῇ γυναικὶ πάντας ἀπέκτεινε καὶ κρίνεται βλάβης· ἀπίθανον μὲν γὰρ τὸ ἑκατὸν εἶναι μοιχούς· ἀδύνατον δὲ τὸ τοσούτους ἕνα φονεῦσαι, ἀνακόλουθον δὲ τὸ βλάβης καὶ μὴ φόνου κρίνεσθαι· κατὰ τὸ κακοσύστατον· ἐρασθείς τις τῆς μητρυιᾶς, ᾔτησε τὸν πατέρα φάσκων ἀπολεῖσθαι, εἰ μὴ λάβοι, δίδωσιν ὁ πατήρ.
4.168 μετὰ τριήμερον ἀποδίδωσιν αὐτὴν τῷ πατρὶ πάλιν, ὡς πληρωθέντος τοῦ ἔρωτος· ὕστερον ἑάλω συνὼν αὐτῇ, καὶ ὁ μὲν πατὴρ τεθνάναι αὐτὸν ἀξιοῖ κατὰ τὸν νόμον τὸν λέγοντα, τὸν συνόντα τῇ μητρυιᾷ τεθνάναι· ὁ δὲ παῖς ἀξιοῖ χρήματα ἐκτίνειν κατὰ τὸν κελεύοντα νόμον, εἴ τις ἀποπεμψάμενος τὴν γυναῖκα καὶ αὖθις ἁλῷ συνὼν αὐτῇ, χρήμασι ζημιοῦσθαι· κακοσύστατον οὖν. ἐπειδὴ ἀμφότεροι εὐποροῦσι λόγων· διὰ δὲ τὸ ἄδοξον γίνεται ἀσύστατον, ἐπεὶ ἀντινομία ἂν εἴη· κατὰ τὴν ἀναντίῤῥητον ἀπολογίαν, ἐπέμφθη Δημοσθένης πρεσβευτὴς εἰς Φώκαιαν, Αἰσχίνου ἐν τῇ πόλει ὄντος· ἐπανιὼν εὕρηται νεκρὸς ἀσκύλευτος, καὶ κρίνεται Αἰσχίνης φόνου· ἐνταῦθα γὰρ ἀναντίῤῥητος ἡ ἀπολογία· φήσει γὰρ ὡς οὐ δίκαιον κατηγορεῖσθαι τὸν ἅμα ἡμῖν ἐνταῦθα τυγχάνοντα· ἔστι δὲ τὸ αὐτὸ κατά τινας τῷ μονομερεῖ· διαφέρει δὲ ὅμως αὐτοῦ, ὅτι ἐν ἐκείνῳ μὲν λόγοι εἰσὶ τοῦ φεύγοντος εἰ καὶ ἄδεκτοι· ἐνταῦθα δὲ νίκη πάντως· ἀσύστατον δὲ τοῦτο κατὰ τὸ αἴτιον· κατὰ τὸ ἀναπολόγητον· τὴν ἱέρειαν νόμος παρθένον εἶναι· εὕρηται ἱέρεια ἀτόκιον φοροῦσα καὶ κρίνεται πορνείας· οὐδὲ γὰρ ὁτιοῦν ἐρεῖ πρὸς ἀπολογίαν· ἔοικε δὲ τῷ μονομερεῖ· διενήνοχε δὲ αὐτοῦ, ὅτι ἐν ἐκείνῳ μὲν ὁ φεύγων λόγους ἔχει, εἰ καὶ ἀδέκτους· ἐνταῦθα δὲ οὐδαμῶς· ἀσύστατον δὲ τοῦτο, κατὰ τὸ συνέχον· κατὰ τὸ ἰσοτέλευτον, ὅ τινες καὶ κατὰ τὸ ἄχρηστον ἐκάλεσαν πέρας· νόμος τὸν γνήσιον καὶ τὸν νόθον ἰσοκληρονόμους εἶναι, ἐὰν τὸν νόθον ὁ πατὴρ εἰς τὴν οἰκίαν εἰσαγάγῃ, ἔχων τις, εἰσήγαγεν ἔτι περιὼν, καὶ διέθετο ἐξ ἴσου κληρονόμους εἶναι· ἀπεβίω, καὶ γράφεται ὁ γνήσιος τὰς διαθήκας παρανοίας· καὶ νικᾷ, ἀλλ’ οὐδὲ πλέον ἔχει· κατὰ γὰρ τὸν νόμον κληρονομεῖ τὸ ἴσον ὁ νόθος· διὸ καὶ ἰσοτέλευτον ἐκλήθη· διὰ τὸ μηδὲν πλέον τῆς ἥττης τὴν νίκην ποιεῖν· ἔοικε δὲ τῷ ἰσάζοντι· διαφέρει δὲ ὅτι ἐκεῖ μὲν ἰσάζοντες οἱ λόγοι δι’ ὅλου· ἐνταῦθα δὲ ἰσάζουσι μὲν κατὰ τὸ τέλος, διαφέρουσι δὲ τῇ κατασκευῇ· ἀσύστατον δέ ἐστι τὸ κατακρινόμενον· κατὰ τὸ κακόηθες· γνήσιον καὶ νόθον υἱοὺς ἔχων τις ἔγραψε κληρονόμους, διανεῖμαι δὲ τὴν οὐσίαν τὸν γνήσιον, ὃς ἔθηκε τὴν μητέρα τοῦ νόθου εἰς μέρος· καὶ τὴν λοιπὴν ἅπασαν οὐσίαν εἰς τὸ λοιπὸν μέρος· παραπλήσιον δὲ καὶ τοῦτο τῷ προειλημμένῳ· διαφέρει δὲ, ὅτι ἐκεῖ μὲν κατ’ εὔνοιαν τοῦ κρινομένου οἱ δικασταὶ ποιοῦσι τὴν κρίσιν, ἐνταῦθα δὲ κατὰ τὸ ὁμολογούμενον· δυνάμεθα δὲ καὶ ἄλλα ἀσύστατα ἐπινοεῖν, ἀναγόμενα δ’ ὅμως ἐπὶ τὰ προειρημένα τῷ τεχνικῷ· ἐπειδὰν γὰρ ἐκπέσωμεν τῶν συνεστηκότων, τότε ἡ διάνοια τέμνεται εἰς διάφορα πλανωμένη.
4.169 Κατὰ τὸ τεκμήριον δῆλον· οἷον Αἰσχίνης κρινόμενος ἐπὶ τῷ προδεδωκέναι Κερσοβλέπτην ἐπέδειξεν ἐπιστολὴν δηλοῦσαν, ὡς πρὶν αὐτὸν ἐπὶ τὴν πρεσβείαν ἐξελθεῖν Κερσοβλέπτης ἦν ἁλοὺς ὑπὸ Φιλίππου· καὶ οὐδὲν ἧττον κρίνεται· κατὰ τὸ ἄπορον ἐν κατηγορίᾳ· ὃν καὶ κροκοδειλίτην φασὶν οἱ Στωϊκοὶ, ὃς διαφέρει τοῦ ἑτέρου ἀπόρου· ὅτι ἐκεῖ μὲν ἐν τῷ βουλεύεσθαί ἐστιν ἀπορία, ἐνταῦθα δὲ ἐν κατηγορίᾳ καὶ ἀπολογίᾳ.
4.170 Παρὰ δὲ ταῦτα εἴδη τῶν ἀσυστάτων εἰσὶν ἕτερα, ἐγγὺς μὲν ἀσυστάτων, μελετώμενα δὲ ὅμως. Συριανο ῦ. Διεξελθὼν τὰ πάντη ἀσύστατα οὐκ ἀθρόως ἐπὶ τὰ συνεστῶτα χωρεῖ, ἀλλ’ ἐπὶ τὰ μέσα τῶν τε συνεστώτων καὶ τῶν ἀσυστάτων· οἱ γὰρ τρεῖς τρόποι, οὓς ἐκτίθεται, μετέχουσι τῶν μὲν συνεστώτων ἐπὶ πλέον, τῶν ἀσυστάτων ἐπ’ ἐλάχιστον. Σωπάτρο υ. Τέως μὲν τὰ πάντη συνεστῶτα ἀνεβάλετο, ἵνα ἀπὸ τῶν ἀτελεστέρων ἐπὶ τὰ τέλεια προϊὼν κατάλληλον τέχνῃ τὴν διδασκαλίαν ποιήσῃ· τελειότερα δὲ τὰ νῦν τῶν προειρημένων, ἅτε τινὰς ἀφορμὰς ἔχοντα λόγων, κἂν μὴ συνέστηκεν. Μαρκελλίνο υ. Ταῦτα ἧττον ἀσύστατα ὄντα εὐπορίαν τινὰ ἔχει βραχεῖαν πρὸς μελέτην· διαφέρει δὲ τῶν ἀσυστάτων, ὅτι τὰ μὲν ἀσύστατα μελετᾶσθαι οὐ δύναται οὔτε πλάσιν ἔχει· ταῦτα δὲ μετέχει καὶ τῆς τῶν ἀσυστάτων φύσεως καὶ τῆς τῶν συνεστώτων μελέτης· ὃν δὲ τρόπον ἡμῖν τὰ ἀσύστατα ἐξέθετο ἐξαίρων αὐτὰ τῶν συνισταμένων, οὕτω καὶ τὰ ἐγγὺς ἀσυστάτων προαναιρεῖ, ἵνα καθαρὰν ἡμῖν τὴν τῶν ἀσυστάτων παράδοσιν ποιήσηται εἰκότως δὲ προτάττει τούτων τὰ ἀσύστατα· πῶς γὰρ ἡμᾶς δυνατὸν ἦν τὰ ἐγγὺς ἀσυστάτων γνῶναι, μὴ εἰδότας ὅλως τί ἐστιν ἀσύστατον; καλῶς δὲ τὸ ἐγγὺς οὐκ αὐτὸ τί ἐστιν οὗ ἐγγύς ἐστιν, ἀλλὰ παρόμοιον.
4.171 Πρῶτον μὲν τὸ ἑτεροῤῥεπές· οἷον καταφυγόντος Κριτίου ἐπὶ τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας βουλεύονται οἱ Ἀθηναῖοι, εἰ χρὴ αὐτὸν ἀποσπᾷν, τουτὶ γὰρ μονομερὲς μὲν οὐκ ἔστιν, ἑτεροῤῥεπὲς δέ. Συριανο ῦ. Τοῦτο πλησιάζει μὲν τῷ μονομερεῖ. καθότι θατέρῳ τοῖν μεροῖν πολλὴν σφόδρα χορηγεῖ τὴν δικαιολογίαν, ὥσπερ ἐκείνῳ τὴν ὅλην· διενήνοχε δὲ τῷ ἐν ἐκείνῳ μὲν τὸ ἕτερον μέρος μηδὲ μιᾶς εὐπορεῖν ἀπολογίας, ἐνταῦθα δὲ βραχεῖς ἔχειν τοὺς συναγωνιζομένους τῶν λόγων. Σωπάτρο υ. Ἐγγὺς ἀσυστάτων ταῦτα· ἐπειδὴ ἐπ’ ἀμφοῖν τοῖν μεροῖν ἔχουσι ταῦτα λόγους, ἀλλ’ οὖν ἀσύστατα· καὶ γὰρ ἐπὶ τοῦ παρόντος λόγοι μὲν ἀφ’ ἑκατέρων προσώπων εἰσὶν, οὐ μὴν ἰσχυροί· ἀλλ’ οὐδὲ πάντη ἐλλελειμμένοι, ἀλλ’ ἑνὶ μὲν μέρει ἐλλελειμμένοι καὶ πλείονες, τῷ δὲ ἑτέρῳ εὐτελέστεροι μὲν, ἔχοντες δὲ πρὸς τὴν ἀπολογίαν ἰσχύν· διὸ καὶ ἑτεροῤῥεπὲς λέγεται· ἐπειδὴ κατὰ τὸ ἓν μέρος πλεονεκτεῖ, ἀπὸ μεταφορᾶς τῆς πλάστιγγος· καὶ γὰρ ἐν τῷ ζητήματι ᾧ παρέθετο ὁ κατήγορος ἔχει τὸ πλεῖον· δύναται γὰρ εἰπεῖν, ὅτι διὰ τοῦτο τοὺς περὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα τετιμήκαμεν, ἐπειδὴ τυράννων ἦσαν σφαγεῖς· οὐκοῦν καὶ τὸν ἐπ’ ἐκείνους καταφυγόντα τύραννον ἀποδρᾶναι τὴν τιμωρίαν οὐ χρὴ, ἐνταῦθα γὰρ ἡ μὲν κατηγορία καὶ ἡ ποιότης τοῦ προσώπου τοῦ Κριτίου τὴν μεγίστην ἰσχὺν ἔχει καὶ καταδρομήν· ἡ δὲ ἀπολογία βραχεῖά τίς ἐστι καὶ γλίσχρα· οὔτε γὰρ ἐπαινέσαι δύναται τοῦτον, ὑπὲρ οὗ τοὺς λόγους ποιεῖται· ὅπερ ἐστὶν ἀεὶ ἐν ταῖς ἀπολογίαις· οὔτε ἐλλελειμμένης τῆς τοῦ προσώπου ποιότητος ἐπὶ τὰ πράγματα καταφεύξεται ὡς οὐ δυνατὰ πεποιημένα, ἀλλ’ ἀμφοτέροις τούτοις ἁλισκόμενος, ἐπὶ τὸν τῶν εἰκόνων νόμον καταφεύξεται, ὡς χρὴ τούτῳ τὴν δημοκρατίαν κυρῶσαι τῷ μὴ τὸν κρατοῦντα νόμον λυθῆναι· καὶ αὐτὸς δέ πως ἀσθενὴς διὰ τὸ τυραννοκτόνων εἰκόνας τὸ καταφύγιον εἶναι.
4.172 Μαρκελλίνο υ. Ἑτεροῤῥεπὲς καλεῖται τὸ μηδὲ ἴσην τὴν χορηγίαν ἑκατέρωθεν ἔχον, ὡς ἐπὶ τρυτάνης γὰρ ἑτεροῤῥεπὲς τὸ ῥέπον ἐπὶ ἓν μέρος, οὐδὲ τοῦ ἄλλου παντελῶς ὄντος γυμνοῦ· ἔχει δέ τινα συγγένειαν πρὸς τὸ μονομερὲς, ἀλλ’ ἐν μὲν τῷ ἑτεροῤῥεπεῖ, εἰ καὶ μὴ ἴσα ἑκατέροις τὰ τῆς ἐξετάσεως, ὅμως εὐπορήσει λόγων ἑκάτερος· ἐπὶ δὲ τοῦ μονομεροῦς οὐδὲν ἄλλο, ἢ σιωπᾷν λείπεται τῷ ἑτέρῳ· ὥσπερ ἐπὶ τρυτάνης εἰρήκαμεν, ἡ μὲν μία τῶν πλαστίγγων μεστὴ, ἡ δὲ ἑτέρα παντάπασι γυμνή· καὶ γὰρ ἐνταῦθα οἱ μὲν περὶ Ἀριστογείτονα τυραννοφόνοι, ὁ δὲ Κριτίας ὠμότατος καὶ τύραννος· οὐκοῦν εὐπορώτερος εἰς λόγους ὁ συμβουλεύων ἀποσπᾷν· ὡς οὐ βούλονται σώζεσθαι τύραννον οἱ τυράννους ἀνῃρηκότες. Οἶμαι δ’ ἂν αὐτοὺς, εἴ τίς ἐστιν αἴσθησις τοῖς τετελευτηκόσιν, αὐτοχειρίᾳ τοῦτον ἀνελεῖν, ὅμως δὲ καὶ ὁ ἕτερος βραχέως εὐπορήσει λόγου, ὅτι νόμῳ δεδώκατε τοῖς τυραννοφόνοις ἀσυλίαν· τινὲς δὲ παντελῶς φανερῶς ἀσύστατον εἶναι βούλονται τοῦτο· ἐπειδὴ βουλῆς, φησιν, οὐ προσέδει, τῶν μὲν νόμων ἀνῃρημένων ὑπὸ Κριτίου, πάσης δὲ τῆς πόλεως ἀναστάτου γενομένης· διὸ καὶ Ἀριστείδης λέγων τὸν λόγον τοῦτον διὰ βραχέων ἐπλήρωσεν, ὡς ὁμολογουμένου τοῦ δεῖν ἀνελέσθαι τὸν τύραννον· καὶ σχεδὸν οὐχ ὡς ζήτημα, ἀλλ’ ὡς κοινὸν τόπον διεξῆλθεν· ὁ αὐτὸς δὲ Ἀριστείδης ἐν ἄλλῳ λόγῳ ἐμήκυνε, καὶ μὴ θαυμάσῃς, ἐν μὲν γὰρ τῷ πρώτῳ, κατὰ τὴν βαθύτητα καὶ τὴν τέχνην ἐμελέτησεν· ἐν δὲ τῷ δευτέρῳ τὴν ἑαυτοῦ τῶν λόγων περιουσίαν ἠθέλησε δεῖξαι· τινὲς δὲ πιθανῶς ἐζήτησαν· εἰ τὸ μονομερὲς καὶ τὸ ἰσάζον δι’ ὅλου ἀσύστατα, τὸ δὲ ἑτεροῤῥεπὲς ἐγγὺς ἀσυστάτων, ποῖα λοιπὸν τὰ συνιστάμενα; ἕκαστον γὰρ τῶν πραγμάτων ἕν τι τούτων ἐστίν· καὶ λέγομεν, ὅτι τὰ ἰσάζοντα λέγειν, οὐ τοῖς δικαιώμασιν, ἀλλὰ τοῖς ἐγχειρήμασιν· ὅτ’ ἂν ἴσα τινὲς πράξαντες περὶ τῶν αὐτῶν ἐγκαλῶσιν ἀλλήλοις· τὰ γοῦν κατὰ τὸ δίκαιον ἐξισάζοντα, ταῦτα ἐξετάζεται, τὰ δὲ κατὰ τοὺς λόγους ἀσύστατά ἐστιν.
4.173 Εἶτα τὸ κακόπλαστον, οἷον μετὰ τὴν Νικίου ἐπιστολὴν γράφει τις, πέμπειν Κλέωνα στρατηγεῖν, ἢ πάλιν πρόκειται Μαρδονίῳ ἀναχωρήσαντι μετὰ τὴν ἧτταν ἀπολογία παρὰ βασιλεῖ· ἡ πλάσις γὰρ ἡμάρτηται παραπλησίως ἐπ’ ἀμφοῖν· ἐπεὶ τεθνᾶσι γὰρ δήπου Κλέων τε καὶ Μαρδόνιος· ὁ μὲν πρὸ τῶν Σικελικῶν, καὶ Μαρδόνιος πρὶν ἢ ἐπανελθεῖν τοὺς φυγόντας τῶν Περσῶν. Συριανο ῦ. Τοῦτο πανταχόθεν μὲν συνέστηκε, μόνην δὲ τὴν πρὸς τὰ πρόσωπα παρεξέτασιν χωλεύουσαν ἔχει, διότι τοὺς τεθνεῶτας ὡς ζῶντας ὑποτίθεται· εἰ γοῦν ἀντὶ τοῦ Κλέωνος γράψειέ τις Θηραμένην πέμπειν στρατηγὸν, τελέως ἔῤῥωται τὸ ζήτημα· ὥστε καὶ ἐν τούτοις ἡμαρτημένον παρὰ τὸν πρότερόν ἐστι κανόνα· τὰ γάρ τοι μὴ ὑποπίπτοντα πρόσωπα πῶς ἂν κρίσιν ἐπιδέχοιτο.
4.174 Σωπάτρο υ. Παρὰ τὴν ἱστορίαν τοῦτο· καὶ ἔοικε τῷ ἀδυνάτῳ· λόγους μὲν γὰρ ἔχει καὶ ἱκανοὺς καὶ πιθανοὺς, ἀδύνατον δὲ τὴν ἔκβασιν· μελετηθείη δ’ ἂν κατὰ ἔκβασιν, μελετηθείη δ’ ἂν κατὰ αἴτησιν· ὡς ἐν ὑποθέσει· ὥσπερ καὶ κατὰ μέρος ἔν τισι λόγοις ὁ Δημοσθένης φησὶ τῷ καθ’ ὑπόθεσιν σχήματι χρώμενος· εἰ ἐκρινόμην μὲν ἐγώ, κατηγόρει δ’ Αἰσχίνης, Φίλιππος δ’ ἦν ὁ κρίνων· ταῦτα γὰρ οὐκ ἐγένετο, ἀλλὰ καθ’ ὑπόθεσιν ἐξήνεκται· διαφέρει δὲ τοῦ ἀδυνάτου τὰ κακόπλαστα τῷ χρόνῳ μόνῳ· οὐ γὰρ ὡς ἀδύνατα τῇ φύσει πλάττεται, ὅπερ ἴδιον τῶν ἀδυνάτων· ἀλλ’ ὡς μὴ συμβαίνοντα τῷ χρόνῳ ταῦτα πραττόμενα κακόπλαστα λέγεται. Μαρκελλίνο υ. Ἰστέον, ὅτι τὰ τοιαῦτα ἀγῶνος ἕνεκα καὶ ἀποδείξεως συνέστηκε διὰ τὸ συνεστάναι, καὶ ἰσχύειν τοῖς πράγμασιν· ἀσύστατα δὲ αὐτὰ καθίστησιν ἡ ἱστορία καὶ ἡ παρ’ ἱστορίαν πλάσις· ὁ γὰρ συμβουλεύων πέμψαι Κλέωνα στρατηγὸν εἰς Σικελίαν, καὶ πάλιν ὁ ἀποκρινόμενος παρὰ βασιλεῖ Μαρδόνιος, εὐπορήσουσι μὲν ὡς ἐπὶ τῶν συνεστηκότων ἀκριβῶς καὶ ἐνθυμημάτων καὶ παραδειγμάτων· μόνος δὲ αὐτοῖς ἐμποδὼν ὁ τῆς ἱστορίας χρόνος, διὰ τὸ ἀδύνατον καὶ μὴ ἐνδεχόμενον· ἔοικε γὰρ οὗτος ὁ τρόπος τῷ ἀδυνάτῳ· τὸν γὰρ ἀποθανόντα πῶς δυνατὸν πέμπειν; διαφέροι δὲ, ὅτι τὸ μὲν ἀδύνατον παντελῶς καὶ ἐν παντὶ καιρῷ ἀδύνατον ὁμολογεῖται, τὸ δὲ γενέσθαι μὲν δυνατόν· διὰ δὲ τὴν ἱστορίαν μόνην ἀδύνατον· καὶ τὸ μὲν φύσει ἀδύνατον, τὸ δὲ οὐ φύσει, ἀλλὰ τῷ χρόνῳ τῆς ἱστορίας· οὐ γὰρ συνήκμασαν Νικίας καὶ Κλέων.
4.175 Διατί δὲ μὴ μετὰ τῶν ἀσυστάτων τοῦτο ἔταξεν, εἴ γε κακόπλαστόν ἐστι, τὰ δὲ κακόπλαστα ἀσύστατα; εἰ δὲ καὶ ἔστιν ἀσύστατον, διὰ τί μὴ εἰδικῷ αὐτὸ ὀνόματι ἐκάλεσεν ὡς τὸ μονομερὲς, καὶ τὰ ἄλλα, ἀλλὰ τῷ κοινῷ; πᾶν γὰρ ἀσύστατον κακόπλαστον· λεκτέον δὲ, ὅτι δεῖ προσκεῖσθαι τὸ παρ’ ἱστορίαν· τοῦτο γὰρ ἴδιον τούτῳ. Ἔστιν ἐν τούτοις καὶ τὸ προειλημμένον τῇ κρίσει· οἷον μηδενὸς ἐπιγνῶναι δυναμένου τὴν ἄνοδον τὴν ἐπὶ τὸν τύραννον, ἔδειξε γυνή τις τῷ ἑαυτῆς ἀνδρὶ, ὁ δὲ ἀνελθὼν ἀπέκτεινεν ἐκεῖνον καὶ μοιχείας αὐτῇ ἐγκαλεῖ. Συριανο ῦ. Καὶ τὸ προειλημμένον τῇ κρίσει τοῦτο φανερώτατα παρὰ τὸν τρίτον ἐστὶ κανόνα· καὶ ἡ μὲν πλάσις αὐτοῦ πᾶσα συνέστηκεν· οἱ δὲ κριταὶ πρὸς τῆς γυναικὸς εὖ πεπονθότες οὐδὲ μίαν κατ’ αὐτῆς ἐξοίσουσι ψῆφον· κἂν περιφανῶς ἐλέγχοιτο μεμοιχευμένη. Σωπάτρο υ.
4.176 Προειλημμένον γὰρ, ἔνθα πρόδηλος ἡ τῶν δικαστῶν κρίσις διὰ τὴν ποιότητα τοῦ κρινομένου ἀσώτου, ἢ ἀναντίῤῥητον ἔχουσα ἀρετὴν, καὶ διὰ τοῦτο προδήλως σωζομένη· καὶ ὁ μὲν τεχνικὸς δι’ ἀρετὴν μόνην λέγει τὸ προειλημμένον· γίνεται δὲ καὶ διὰ κακίαν· ὡς ἂν εἰ Πολυτίων κρίνοιτο προαγωγείας· προείληπται γὰρ ἡ κρίσις· ὅτι καταψηφιοῦνται αὐτοῦ τῷ εἶναι προαγωγόν· ἢ ὅτ’ ἂν ὁμολογουμένως ἡταιρηκὼς κρίνηται· ὅπερ Αἰσχίνης κατασκευάζει ἐν τῷ κατὰ Τιμάρχου. Λέξει γὰρ τοὺς Τιμάρχου συνηγόρους ἢ ἐκ τῶν ἡταιρηκότων, ἢ τῶν συγγινομένων τοῖς παισὶν, ἢ τῶν ἀσώτων εἶναι· τοῦτο γὰρ οὐχ ἁπλῶς λέγει· ἀλλὰ προκαταλαμβάνων τὸν δικαστὴν εἰς τὸ πάντως καταψηφίσασθαι, δεδιότα μὴ ἐκ τοῦ ἀφεῖναι τὴν ἰδίαν ὑπόνοιαν λάβῃ Τιμάρχῳ· ἐζήτηται δὲ, διὰ τί ἄνω μὲν ἐν τῷ κανόνι τῶν συνεστώτων καὶ ἀσυστάτων εἶπεν τὸ μὴ προειλημμένον τῇ κρίσει, δυνάμενόν τε πέρας λαβεῖν συνίστασθαι· μὴ συνίστασθαι δὲ τὰ μὴ οὕτως ἔχοντα· ἐνταῦθα δὲ ἐγγὺς τῶν συνεστώτων τὸ προειλημμένον ἔταξε τῇ κρίσει· καὶ λέγουσιν, ὅτι πρὸς ἄλλο καὶ ἄλλο τοῦτό φησιν· εἰ μὲν γὰρ ἔνθα γέγονε κρίνοιτο, οὐ συστήσεται διὰ τὴν εὐεργεσίαν· οὐ γάρ τις ἀνέξεται τὴν εὐεργεσίαν κρινομένην ἰδεῖν· εἰ δ’ ἀλλαχῆ που ἡ κρίσις συσταίη· τῶν μὴ προειλημμένων γάρ ἐστι καὶ δυναμένων κρίνεσθαι· τῆς γὰρ εὐεργεσίας ἐκτός εἰσιν οἱ κρίνοντες· φείσονται δ’ ὅμως τῆς γυναικὸς ἀκηκοότες τὴν ἐλευθερίαν δι’ αὐτῆς τῆς πατρίδος γεγενημένην. Μαρκελλίνο υ. Προειλημμένον ἐστὶν, ἐν ᾧ ἡ ψῆφος ἡ παρὰ τῶν κρινόντων ἀλογωτέρα πως φαίνεται· τουτέστι τὸ τῇ γνώμῃ τοῦ δικάζοντος προδεδηλωμένον καὶ φανερὸν ἔχον τέλος· διὰ τί δὲ νῦν ἐν τοῖς ἐγγὺς ἀσυστάτων ἔθηκεν αὐτό· καί τινες μέν φασιν, ὅτι ὡς ἐν παραδρομῇ αὐτὸ λέγει καὶ αἰνίττεται ἐν τῷ ὅρῳ τῶν συνισταμένων ὡς περὶ ἀσυστάτου· κατανοήσας δὲ, ὅτι εἰ καὶ σφόδρα εὐεργέτησεν ἡ γυνὴ, ἀλλὰ καθὸ δικασταὶ πρὸς τὸ δίκαιον κρίνουσιν, οὐ πρὸς τὴν εὐεργεσίαν ἀφορῶνται καθάπαξ, οὐδὲν τοῦ δικαίου προυργιαίτερον δικασταῖς, ἐξ οὗ καὶ τὴν προσηγορίαν ἔχουσι, διὰ τοῦτο οὐκ ἔταξεν αὐτὸ τὸ εἶδος ἐν τοῖς ἀσυστάτοις, ἀλλὰ καὶ τοῖς ἐγγὺς ἀσυστάτων, ἀκριβέστερον ἡμῖν τὸ εἶδος αὐτοῦ παραδιδοὺς καὶ τὴν φύσιν· τινὲς δέ φασιν ὅτι ἀκριβέστερον ἐν τῷ ὅρῳ συμπεριλαβὼν αὐτὸς ἐδήλωσεν ἡμῖν ὅτι ἀσύστατον· ἔταξε δὲ αὐτὸ καὶ ἐγγὺς τῶν ἀσυστάτων, ἵνα ἀσύστατον μὲν ᾖ παρὰ τοῖς εὐεργετουμένοις δικασταῖς· ἐγγὺς ἀσυστάτων δὲ παρ’ ἄλλοις δικασταῖς.
4.177 Πάλιν οὐ τελείως συνιστάμενον· εἰ γὰρ καὶ ξένοι οἱ δικασταὶ, ἀλλ’ ὅμως καὶ αὐτοὶ θαυμάζουσι καὶ κατοκνοῦσι καταψηφίζεσθαι γυναικὸς, τὴν οἰκείαν ἐλευθερωσάσης πόλιν, ἢ ὅτι πρὸς μὲν τὴν εὔνοιαν τῶν δικαστῶν ἀσύστατον εἴρηκεν αὐτὸ, πρὸς δὲ τὴν ἐξέτασιν τοῦ πράγματος μελετώμενον· ἔχει μὲν γὰρ εὐπορίαν λόγων καὶ μελέτην ὅ τε κατήγορος καὶ ὁ φεύγων, ἀλλ’ ἡ τῶν δικαζόντων εὔνοια καὶ τὸ προδεδηλῶσθαι τὴν κρίσιν ἀσύστατον αὐτὸ ποιεῖ· ἢ ὅπερ καὶ ἄμεινον, ὅτι τὸν κανόνα τοῦ συνεστῶτος ζητήματος λέγων, ὡρίσατο· ὅτι τὸ ἔχον τόδε καὶ τόδε συνέστηκε· τὰ δ’ οὖν τινος τούτων ἐνδεᾶ οὐ συνέστηκεν· εἶτα ἐπιδιαιρεῖ τὰ ἀσύστατα καὶ λέγει, ὅτι τῶν μὴ συνεστώτων τὰ μέν εἰσι καθάπαξ ἀσύστατα, τὰ δὲ ἐγγύς· ὥστε τὸ προειλημμένον εἰ καὶ εἶπεν μὴ συνεστάναι ἀλλ’ οὐχ ὁμολογουμένως ἀσύστατον εἶπεν. Θαυμάζω γὰρ εἴ τις καταψηφιεῖται ταύτης, κἂν ἐλεγχθῇ μεμοιχευμένη, δι’ ἣν ὁ τύραννος ἀνῄρηται.
4.178.(1n) Συριανοῦ καὶ Σωπάτρο υ. Ἠπόρησαν ἐνταῦθά τινες, εἰ τὸ ὑπάρχειν τὶ εὐεργέτημα παρὰ τῶν δικαστῶν γνωριζόμενον, τοῦτο ἀσύστατον ποιεῖ, οὐκοῦν καὶ αἱ ἀντιστατικαὶ ζητήσεις καὶ αἱ κατὰ ῥητὸν καὶ διάνοιαν οὐκ ἂν εἴησαν συνεστηκυῖαι· καὶ γὰρ ἐν τούτοις ἐστί τις εὐεργεσία· ἐν μὲν ἀντιστατικαῖς ὡς ἐπὶ τούτου, στρατηγὸς συνεχῶς τῶν στρατιωτῶν φευγόντων ἐπὶ τοῦ τείχους, τὸ τεῖχος καθελὼν ἠγωνίσατο, καὶ ἐνίκησε τοὺς πολεμίους· καὶ μετὰ τοῦτο κρίνεται δημοσίων ἀδικημάτων· σαφὴς γὰρ ἐνταῦθα ἡ εὐεργεσία καὶ ὅμως κρίνεται· ἐν δὲ ταῖς κατὰ ῥητὸν καὶ διάνοιαν, ὡς ἐν πολέμου καιρῷ ξένος ἀνελθὼν εἰς τὸ τεῖχος τοῦ νόμου κωλύοντος τοῦτο, ἠρίστευσε, καὶ κρίνεται δημοσίων ἀδικημάτων· δῆλα γὰρ καὶ ἐνταῦθα τὰ τῆς εὐεργεσίας διὰ τῆς νίκης, ἀλλ’ ὅμως οὐκ ἀσύστατον. φαμὲν οὖν, ὡς οὐχ ὅμοια ταῦτα κἀκεῖνα· ἐν ἐκείνοις μὲν γὰρ, τῇ ἀντιστάσει φημὶ, καὶ τῷ ῥητῷ καὶ διανοίᾳ, ἤτοι ἄμφω, τὰ ἀδικήματά φημι καὶ εὐεργεσίαι, δημόσια, ἢ ἄμφω ἰδιωτικά· δημόσια μὲν ὡς ἐπὶ τοῦ στρατηγοῦ καὶ τοῦ ξένου· ἰδιωτικὰ δὲ οἷον· στρατιώτην ἵππος ἀπέφερεν εἰς τοὺς πολεμίους· ἠκόντισται ὁ ἵππος παρὰ τοῦ στρατιώτου καὶ κρίνεται ὁ ἀκοντιστὴς βλάβης· ταῦτα οὖν εἰκότως ἐξετάζεται· ἐπειδὴ ἓν ἕκαστον τῶν προβλημάτων ἴσον ἐστίν· ἐὰν δὲ τὸ μὲν ὑπάρχῃ δημόσιον, τὸ εὐεργέτημα, τὸ δὲ ἰδιωτικὸν, τὸ ἀδίκημα, τότε τῶν οὐ συνεστώτων ἐστὶν, μεῖζον γὰρ κοινῇ πᾶσαν ὠφεληθῆναι τὴν πόλιν, ἢ ἕνα τινὰ περὶ τὴν εὐνὴν εἰ τύχοι ὑπομεῖναι καὶ τὴν ἀδικίαν. Μαρκελλίνο υ. Ἐπειδὴ πολλὴν κοινωνίαν ἔχει. Τοῦτο πρὸς τὸ ῥητὸν καὶ διάνοιαν καὶ πρὸς ἀντίστασιν, ζητητέον τίνι διαφέρει τούτων· διαφέρει τοίνυν ῥητοῦ καὶ διανοίας, ὅτι ἐκεῖ μὲν κοινὰ ἀμφότερα καὶ τὸ ἀδίκημα καὶ τὸ εὐεργέτημα, ἢ πάλιν ἀμφότερα ἰδιωτικά· ἐν δὲ τούτῳ κοινὴ μὲν ἡ εὐεργεσία, ἰδιωτικὸν δὲ τὸ ἀδίκημα· τῆς δ’ ἀντιστάσεως διαφέρει· ὅτι ἐκεῖ μὲν ἀντίῤῥοπον τὸ ἀδίκημα τῷ εὐεργετήματι, ἐν δὲ τῷ προειλημμένῳ ἄδηλον τὸ ἀδίκημα, καὶ ἰδιωτικὸν, κοινοῦ ὄντος τοῦ εὐεργετήματος καὶ φανεροῦ, τοῦ δὲ ἑτεροῤῥεποῦς, ὅτι ἐκεῖ μὲν κατὰ τὸ πρᾶγμα αὐτὸ ῥέπει πρὸς τὸ ἕτερον τῶν προσώπων ὁ λόγος· ἐνταῦθα δὲ τὸ μὲν πρᾶγμα ἴσον· ὁμοίως γὰρ εὐπορήσουσιν ὅ τε μοιχείαν τῆς γυναικὸς κατηγορῶν, καὶ ὁ λέγων ὑπὲρ τῆς γυναικός· ἑτεροῤῥεπεῖ δὲ μόνον τῇ εὐνοία τῶν δικαστῶν.
4.179 Τάχα δ’ ἂν καὶ παρὰ ταῦτα εἴδη τινὰ εὑρεθείη ἄλλα τοιαῦτα· ἀλλά γε περὶ τῆς τῶν συνεστώτων διαιρέσεως ἤδη λεκτέον. Μαρκελλίνο υ. Ἀσφαλίζεται καὶ προευλαβεῖται, μήποτε καὶ ἄλλα εὑρεθείη· ἀσύστατα δὲ καὶ ὡς οὐδὲ ἀναγκαίαν παραλείπει τῶν τοιούτων τὴν μνήμην· ὥσπερ ἀπέραντον οὖσαν τῶν ἀσυστάτων τὴν φύσιν, καὶ τὴν κακίαν· φύσει γὰρ ἡ κακία πρᾶγμα ποικίλον καὶ ἀμήχανον· οἶδε δὲ ὅτι ἂν εὑρεθείη τοιοῦτον, εἰς τὰ προειρημένα ἀναφέρεται· μέσος οὖν χωρεῖ· οὔτε ἀνερῶν τὸ εἶναι ἄλλα ἀσύστατα· οἶδε γὰρ ὅτι ἔσται καὶ ἕτερα, οὔτε μὴν ἐκτιθέμενος ἐκεῖνα βούλεται μακρολογεῖν, εἰδὼς ὡς εἴ τι ἄλλο εὑρεθείη ἐν τούτοις ἐστίν.
4.180 Σωπάτρο υ. Οἶδε καὶ αὐτὸς παρείς τινα, ὧν πρῶτόν ἐστι τὸ κατὰ ἦθος καὶ μάχην· οὐ γὰρ παράδειγμα τόδε· νόμος τοὺς πρεσβευτὰς μὴ συμπλεῖν· πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικὰ, ἐπρέσβευον ἀμφότεροι· ἐναυάγησεν ὁ πένης καὶ προσῆλθε περινηξάμενος τῇ τοῦ πλουσίου νηΐ· ὁ δὲ οὐκ ἀνέλαβεν αὐτόν· ἀπέθανε, καὶ κρίνεται ὁ πλούσιος· ἐνταῦθα κατὰ μὲν τὸ ἦθος ἀσύστατόν ἐστιν· ὡμολόγηται γὰρ ὅτι ὡς ἐχθρὸν αὐτὸν οὐκ ἀνέλαβεν· κατὰ δὲ τὴν μάχην συνίσταται· ἡ γὰρ τοῦ νόμου ἰσχὺς δίδωσι λόγους αὐτῷ· τοῦτό τινες μετάστασίν φασι, διὰ τὸν νόμον· ἐπὶ τοῦτον γάρ φησι τὴν αἰτίαν ἀναθήσει ὁ πένης, οὐκ ἔστι δέ· ἀλλὰ τοῦ ἑτεροῤῥεποῦς· διὰ τὴν προϋπάρχουσαν ἔχθραν· ὅπερ οὐκ ἔστιν ἐν μεταστάσει. Ἰστέον ὅτι Μινουκιανὸς μετὰ τῶν συνεστώτων τάττει τὰ ἄδοξα· ἡμεῖς δὲ μετὰ τῶν ἀσυστάτων· οὐ μάτην δὲ τοῦτο ὁ Μινουκιανὸς ἐποίησεν, ἀλλ’ ὡς ἤδη ἔφαμεν, ὅτι αἱ ἄδοξοι πράξεις μετὰ μὲν ἐνδόξων προσώπων ἀσύστατοι· μετὰ δὲ ἀδόξων ἐξετάζονται· ἡ γὰρ τοῦ προσώπου ποιότης πρόσφορος οὖσα τῇ πράξει, ἐξετάζειν ἐνάγει τοὺς ἀκροατάς.
4.181 Εἴδους γὰρ ἕνεκα προβλημάτων καὶ τρόπων περίεργον ἂν εἴη λέγειν ἐν τῷ παρόντι. Συριανο ῦ. Ἔσφαλται ἐνταῦθα, εἰ μὴ κατεχρήσατο εἰπὼν προβλημάτων· τὰ γὰρ προβλήματα οὐ τῶν μελετωμένων ἐστίν· εἰ δὲ οὐ μελετᾶται, οὐδὲ εἶδος οὐδὲ τρόπον ἔχει· διὸ ἔδει ζητημάτων, ἀλλὰ μὴ προβλημάτων εἰπεῖν· ὥσπερ δὲ ὁ ἄνθρωπος ἔχει χαρακτῆρα καὶ ἰδέαν τινὰ, ὅπερ εἶδος λέγομεν ἑκάστου· λέγομεν δὲ τὸν τύπον τοῦ σώματος ἑκάστου ἰδέαν, οὕτω δὴ καὶ τὰ ζητήματα ἔχει χαρακτῆρα καὶ ἰδέαν τινά· καὶ καθάπερ ἡμεῖς πρὸς τῷ εἴδει καὶ τρόπον ἔχομεν καλὸν ἢ κακὸν, ὁμοίως καὶ τὰ πράγματα περὶ τούτων ἀμφοτέρων, τῶν εἰδῶν φημι καὶ τρόπων· Μινουκιανὸς εἶπεν, εἴδη προβλημάτων εἶναι τέσσαρα, ἠθικὸν, παθητικὸν, δικανικὸν, μικτόν· ἠθικὰ μὲν οὖν εἰσίν· ἐν οἷς οἰκειότης τίς ἐστιν.
4.183 ὡς υἱῷ πρὸς πατέρα ἢ ἀδελφοῦ πρὸς ἀδελφόν· λέγεται δὲ καὶ ἄλλως ἠθικά· ἐν οἷς διάθεσίς τισιν ὑπάρχει πρὸς ἀλλήλους, οἷον ἐρῶντος πρὸς ἐρώμενον· ἔστι δὲ καὶ τρίτος τρόπος· οἷον φιλαργύρων, λίχνων, δυσκόλων, μισανθρώπων, διὸ καὶ ἠθικὰ καλεῖται διὰ τὸ ἤθους τινὸς εἶναι ἐξαγγελτικά· παθητικὰ δέ εἰσιν, ἐν οἷς ἔνεστι φόβος, ὀργὴ, λύπη, καὶ τὰ τοιαῦτα· ἂν γάρ τι τούτων ἔχῃ πρόβλημα παθητικόν ἐστι· δικανικὰ δὲ, ἐν οἷς ψιλὴ μάχη ὑπάρχει, περὶ διαθήκης ἢ ψηφισμάτων ἢ νόμων· ἐν γὰρ τοῖς τοιούτοις οὔτε ἐγκωμιάζομεν, οὔτε ψέγομεν, ἀλλ’ ἀποδείξεως μόνης χρῄζομεν· περὶ γὰρ τοῦ δικαίου ὁ ἀγὼν μόνον· μικτὰ δὲ τὰ συμπεπλεγμένα ἔκ τινος τῶν ἠθικῶν καὶ δικανικῶν καὶ παθητικῶν· τρόποι δὲ τέσσαρες καὶ αὐτοί· ἔνδοξος, ἄδοξος, παράδοξος, ἀμφίδοξος· καὶ ἔνδοξος μέν ἐστιν, ἐν ᾧ ἄμφω ἐπαινεῖται καὶ πρόσωπον καὶ πρᾶγμα· οἷον ἀριστεὺς αἰτεῖ ἱερωσύνην· ἄδοξος δὲ ὁ κατὰ τὸ ἐναντίον τοιούτῳ· οἷον Ἀριστογείτων ἐν σπάνει χρημάτων γράφει νόμον παρ’ Ἀθηναίοις μισθοῦ μυεῖσθαι· ἀμφίδοξος δὲ, ὁ πῆ μὲν ἐπαινετὸς, πῆ δὲ ψεκτός· οἷον ἀριστεύσας τις αἰτεῖ πολίτου σφαγήν· παράδοξος δὲ, ὅτ’ ἂν παρὰ τὴν δόξαν τῶν ἀκουόντων τι πράττηται· οἷον πορνοβοσκὸς ἐκήρυξε τοὺς ἀπάτορας προῖκα δέχεσθαι· παρὰ γὰρ τὴν δόξαν τῶν ἀνθρώπων τοῦτο, πλὴν οἱ πορνοβοσκοὶ πρὸς ἀργύριον πάντα πράττουσι· περὶ τούτων οὖν φησι τρόπων καὶ εἰδῶν περίεργον ἂν εἴη λέγειν ἐν τῷ παρόντι· κατὰ δὲ τὴν ὁμωνυμίαν ἐπιλαμβάνεται Μινουκιανοῦ· τοῦ γὰρ εἴδους τριχῶς λεγομένου· πρῶτον μὲν ἐπὶ τοῦ τῆς ῥητορικῆς μέρους· ὥσπερ ἐλέγομεν εἶδος εἶναι ῥητορικῆς τὸ δικανικὸν φέρε ἢ συμβουλευτικὸν ἢ πανηγυρικόν· δευτέρου δὲ τοῦ ἐν τῷ προβλήματι καὶ ζητήματι καὶ τρίτου τοῦ ἐξαγγελτικοῦ τῆς φράσεως, ὁ μὲν Μινουκιανὸς περὶ εἰδῶν διαλαμβάνων καὶ τρόπων οὐ περὶ τῶν τῆς ῥητορικῆς, οὐ περὶ τῆς ποιᾶς φράσεως τῶν εἰδῶν προυτίθετο λέγειν, περὶ δὲ τῶν εἰδῶν τῶν ἐν τοῖς προβλήμασιν· ὁ δὲ Ἑρμογένης ἐπιλαμβάνεται τοῦ λόγου· τῇ τοῦ εἴδους ὁμωνυμίᾳ λέγων περίεργον εἶναι περὶ εἴδους καὶ τρόπου λέγειν πρὸ τῆς τῶν στάσεων καὶ τῆς τῶν ῥητορικῶν εἰδῶν γνώσεως· οὐ μέντοι καὶ περίεργον ἐποίησε Μινουκιανός· ἀλλὰ καὶ πάνυ ἁπλοῦν, τῇ παρούσῃ ὑποθέσει συμβαῖνον· λέγων γὰρ περὶ πολιτικῶν ζητημάτων καὶ χαρακτῆρος καὶ εἴδους αὐτῶν, οἰκείως ἐμνήσθη καὶ διεῖλε ταῦτα εἰς τὰ προκείμενα τέσσαρα εἴδη· ἔστι δὲ ἕτερον εἶδος ζητήματος, καὶ ἕτερον ἡ ἐξαγγελία τῆς φράσεως· ἡ μὲν γὰρ φράσις ἐκ τοῦ ῥήματος γίνεται· τὸ δὲ εἶδος τοῦ προβλήματος ἐκ τῶν ἐν τῷ ζητήματι εὑρισκομένων προσώπων καὶ πραγμάτων, ἅπερ ὕλη ἐστὶ τοῦ προβλήματος, ἣν λαβὼν ὁ ῥήτωρ μελετᾷ· καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, φανερὸν ἐξ ὧν ἐπιφέρει· τὰ μὲν γὰρ εἴδη καὶ τοὺς τρόπους διὰ τοῦτο μανθάνομεν δήπου, ἵνα ταῖς οἰκείαις ἰδέαις τὰ προβλήματα μελετῶμεν· ὥστε καὶ αὐτὸς οἶδεν ὡς οὐ ταὐτὸν εἶδος προβλήματος καὶ φράσεως· ἀλλὰ μάτην ἐρεσχελεῖ πρὸς Μινουκιανὸν ἐνιστάμενος.
4.184 Μαρκελλίνο υ. Ποίᾳ ἰδέᾳ δεῖ κεχρῆσθαι ἐπὶ ἑκάστου ζητήματος καὶ ποίῳ τρόπῳ δεῖ φράσαι τὸ ζήτημα· πρὸς γὰρ τὸν τρόπον καὶ ἡ μελέτη· δεῖ γὰρ ἡμᾶς γνῶναι, ὁποῖος ὁ τρόπος τοῦ ζητήματος ἤτοι ἔνδοξος ἢ ἄδοξος, ἢ ἀμφίδοξος, ἢ παράδοξος· ἵνα πρὸς τὸν τρόπον ἁρμόσωμεν τοὺς λόγους· φησὶν οὖν ὁ τεχνικὸς, ἐγὼ οἴομαι περιττὸν τὸ λέγειν περὶ ἰδέας· σῶμα μὲν γὰρ τῆς ὑποθέσεως οἱ λόγοι· ἡ δὲ ἰδέα καὶ ὁ χαρακτὴρ ἐν τῷ λόγῳ θεωρεῖται, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν ἐν σώματι· οὐ τοῦτο δὲ τοῦ παρόντος βιβλίου τὸ ἐπάγγελμα· διαφέρει δὲ τοῦ εἴδους τῆς ῥητορικῆς τὸ ὁμώνυμον εἶδος, ὅ ἐστιν ἡ ἰδέα· καθ’ ὃ τὸ μὲν εἶδός ἐστιν, οὗ προτέτακται τὸ γένος, οἷον ὁ ἄνθρωπος· ἔστι δὲ τὸ γένος τούτου ζῶον, ὃ προτέτακται· ἡ δὲ ἰδέα αὕτη ἡ μορφὴ τοῦ ἀνθρώπου· τινὲς δὲ τὸν λόγον ὥσπερ ἐκ σώματος καὶ ψυχῆς εἶναι βούλονται· καὶ τὰ μὲν διανοήματα καὶ τὰς διασκευὰς ψυχὰς παραλαμβάνουσι, τὴν δὲ ἰδέαν καὶ τὸ κάλλος τῶν ὀνομάτων σώματα· αἰνίττεται δὲ εἰς τὸν Μινουκιανόν· ἐπειδὴ γὰρ ἐκεῖνος ἐμνήσθη περὶ ἰδεῶν καὶ τρόπων, οὗτος εἰς ἐκεῖνον ἀποτεινόμενός φησιν, ὅτι ἐγὼ περὶ ἰδεῶν οὐ λέγω οὐδὲ τρόπων· περιττὸν γὰρ τοῦτο καὶ ἔξωθεν τοῦ παρόντος βιβλίου· εἶδος γὰρ λέγει ἐνταῦθα τὴν ἰδέαν· οὐδὲν δὲ ἄτοπον ἡμᾶς, εἰ καὶ ὁ τεχνικὸς παρῆκεν, ἐπιμνησθῆναι περὶ τούτων, ἅ φησι Μινουκιανός· ὑποτίθεται γὰρ εἶναι ἰδέας, πανηγυρικὴν, δικανικὴν, ἠθικὴν, παθητικὴν, μικτήν· ἰδέα δέ ἐστιν ἡ ἐξαγγελία τοῦ λόγου καὶ τὸ σῶμα αὐτὸ καὶ ὁ χαρακτήρ· παράδειγμα μὲν οὖν ἰδέας πανηγυρικῆς· συμβουλεύει μετὰ τὰ Μηδικὰ Θεμιστοκλῆς ἀνέμοις θύειν· ἐν τούτῳ γὰρ τῷ ζητήματι ἔπαινον διέξεισι τῶν ἀνέμων· καὶ οὐδὲν ἄλλο ἢ ἐγκωμιάζει, δι’ ὧν ἡ νίκη τοῖς Ἕλλησιν ἐμπομπεύει· τοιγαροῦν τοῖς λόγοις πανηγυρίζων διαπεραιοῖ τὸν λόγον· δικανικῆς δὲ παράδειγμα, τὰς ἱερωσύνας τοὺς παῖδας τῶν πατέρων διαδέχεσθαι, ἀριστεύσας τις ᾔτησεν ἱερωσύνην τινὸς ἀφελέσθαι παῖδα ἔχοντος· ἔλαβε, μετὰ ταῦτα ἀπέθανον ἀμφότεροι, ὅ τε ἀριστεὺς καὶ ὁ ἐξ ἀρχῆς ἱερεύς· καὶ ἀμφισβητοῦσι περὶ τῆς ἱερωσύνης οἱ τούτων παῖδες· ἐν τούτῳ ἀναγκαίως ἡ ἰδέα δικανική ἐστιν· οὐδὲ γὰρ πειστέον τοῖς λέγουσιν, ὅτι πανηγυρική ἐστιν, ἐπειδὴ συμπλέκεται αὐτῷ ἡ ἀριστεία, καὶ ἡ ἱερωσύνη, πράγματα ὕλην ἔχοντα πανηγυρικήν· οὐδεμία γὰρ ἀνάγκη κατὰ τὸν παρόντα ἀγῶνα, ἢ τὸ σεμνὸν ἀφηγεῖσθαι τῆς ἱερωσύνης ἢ τὸ ἔνδοξον τῆς ἀριστείας, ἀλλὰ ψιλῆς μάχης περὶ τῶν δικαίων τοῖς παισίν· εἴ τις δικαιότερός ἐστιν ἀπολαύειν τοῦ νόμου τοῦ κελεύοντος τὰς ἱερωσύνας εἶναι τῶν παίδων, ὁ τοῦ ἐξ ἀρχῆς ἱερέως παῖς καὶ ἀφαιρεθέντος· ἢ ὁ τοῦ ὕστερον κατὰ γέρας καὶ ἐντελευτήσαντος τῇ ἱερωσύνῃ· ὥστε δικανικὴ ἡ ἰδέα· ἠθικῆς δὲ παράδειγμα οἱ φιλάργυροι καὶ οἱ δύσκολοι καὶ οἱ γεωργοί· ταῦτα γὰρ ἤθους ἕνεκα μόνου παραλαμβάνεται ὡς καὶ ἀπ’ αὐτῆς τῆς προσηγορίας γνωρίζεται, πᾶν μὲν γὰρ πρόσωπον ἦθος ἔχει καὶ Περικλῆς καὶ Θεμιστοκλῆς· ἀλλ’ ἐξαιρέτως ταῦτα ἠθικά· καὶ τὰ ἐσχηματισμένα· ἐν οἷς δεῖ τὸν μεταχειριζόμενον ἄλλο μὲν λέγειν, ἄλλο δὲ διὰ τοῦ ἤθους ἐμφαίνειν· οἷον τοῦ Περικλέους Ὀλυμπίου κληθέντος, εἰσηγεῖται Ἀριστοφάνης Ἥραν τὴν Ἀσπασίαν καλεῖν, οὐ μόνον δὲ ταῦτα ἠθικὰ προσήκει καλεῖν, ὅσα δυσκόλων ἢ φιλαργύρων ἢ παρασίτων ἔχει πρόσωπα, ἀλλὰ κἀκείνας τὰς ὑποθέσεις, ἐν αἷς οἱ λέγοντες αἰδούμενοί τινας αἰσχύνονται καταφορικῷ χρήσασθαι λόγῳ, καὶ μετὰ ἤθους προάγουσιν αὐτὸν, ὥσπερ τὸν πρὸς Λεπτίνην ὁ ῥήτωρ ἐποίησε· καὶ δεῖ ἐν τούτοις βαθυτέρᾳ τῇ μεταχειρήσει τὸ ἦθος ἐμφαίνειν· ἀμέλει ὁ Δημοσθένης μετὰ ἤθους προαγόμενος τὸν λόγον, καί μοι μηδὲν ὀργισθῇς, ἔφη, Λεπτίνη· οὐδὲν γὰρ φαῦλον ἐρῶ σε· παθητικῆς δὲ παράδειγμα· ἐν μανίᾳ τις ἁπτόμενον αὑτοῦ τὸν υἱὸν ἀπέκτεινε, καὶ κρίνεται φόνου ἀνενεγκών· πανταχοῦ γὰρ πάθος περισώζεται ἐκ τῶν προσώπων καὶ ἐκ τῶν πραγμάτων· τὰ μὲν γὰρ πρόσωπα πατὴρ καὶ υἱός· τὰ δὲ πράγματα μανία καὶ φόνος· ἀκριβέστερον δὲ τὸ πάθος γυμνοῦται καὶ δείκνυται, ὅτ’ ἂν ὁ πατὴρ ὁ κατηγορούμενος λέγῃ· ἔσονται γὰρ καὶ βαρύτητες στένοντος τοῦ πατρὸς καὶ βέλτιον ἑαυτῷ τὸ τεθνάναι λέγοντος· διὰ δὲ τῆς τῶν παθῶν ἀφηγήσεως εἰς οἶκτον τοὺς δικαστὰς ἐκβιβάζοντος· μικτῆς δὲ παράδειγμα· τραυματίας ἀριστεὺς παρεχώρησε τὴν δωρεὰν ἀτρώτῳ ἀριστεῖ· καὶ ὁ μὲν αἰτεῖ εἰς τὸ γέρας τὴν γυναῖκα τοῦ παραχωρήσαντος, ὁ δὲ ἀξιοῖ μονομαχεῖν· ἔστι γὰρ τοῦτο ἐκ πάθους καὶ ζητήσεως· πάθους μὲν διὰ τὰ τραύματα· ζητήσεως δὲ διὰ τὸ ἀμφιβάλλειν περὶ τῆς γυναικός· προάγεται δὲ καὶ τὰ τοιαῦτα ἐν ἤθει· ἐὰν γὰρ ἔλθῃ πρωτοτύπως ἐπὶ τὴν μάχην, ὅτι παρεχώρησά σοι τῆς δωρεᾶς, οὐκ ἐπὶ τῷ ἀφαιρεθῆναι τῆς γυναικὸς, οὐδὲ γὰρ ὁ νόμος ταῦτα βούλεται· οἷς τὸ μονομαχεῖν ἐξ ἀνάγκης περιστρέφεται οὐκ ἔτι σώζει τὸ πάθος, ἀλλὰ δεῖ μᾶλλον πλεονάζειν τὸ πάθος· διὰ μὲν τοῦ λόγου φάσκοντος τοῦ τραυματίου ἐθέλειν μονομαχεῖν, πειρωμένου δὲ διὰ τοῦ πάθους δυσωπεῖν, ὡς μήτε τῆς γυναικὸς ἀφαιρεθῆναι, μήτε εἰς μάχην ἐλθεῖν.
4.187 Σωπάτρο υ. Ἀκύλας δὲ τούτων μὲν ἐπιλαμβάνεται· ὅτι τῷ δικανικῷ περιληπτικῷ ὄντι τοῦ τε ἠθικοῦ καὶ παθητικοῦ ἀντιδιαιρεῖται ταῦτα· ἔπειθ’ ὅτι τὸ πανηγυρικὸν οὐδέποτε καθ’ αὑτὸ ἐμπίπτον ἐν ζητήμασιν, ὡς μόνον παραλαμβάνεται ἐνταῦθα· τά τε συμβουλευτικὰ παρεῖται πολλαχοῦ εὑρισκόμενα, διόπερ αὐτὸς ἑτέρως διαιρῶν φησιν· τῶν ζητημάτων τὰ μὲν εἶναι ἠθικὰ, τὰ δὲ παθητικά· τὰ δὲ πραγματικὰ, τὰ δὲ μικτά· ταῦτα γὰρ ἐν δικανικοῖς τε καὶ συμβουλευτικοῖς εἴδεσι λόγων εὑρίσκονται· ἰστέον δὲ, ὅτι εἶδος καλοῦσιν οἱ τεχνικοὶ ὁμωνύμως καὶ τὴν ἰδέαν καὶ τὸ εἶδος τῆς ῥητορικῆς· τουτέστι τὰ τρία εἴδη αὐτῆς· ἀμέλει ἐν τῷ ὑπὲρ τοῦ στεφάνου τὸ μὲν εἶδος δικανικόν ἐστιν, ἡ δὲ ἰδέα πανηγυρική· ἐπειδὴ περὶ εὐνοίας ὁ ἀγών· τινὲς δὲ καὶ συμβουλευτικὴν ἰδέαν φασί· ψεῦδος δέ· πανηγυρικὴ δὲ ἰδέα, τὰ συμβουλευτικὰ ἐξετάζεται· φρόνημα καὶ σεμνότητα τοῦ προσώπου περιτιθέντος ἑαυτῷ, ἵνα καὶ πείσῃ· ὑποτίθεται δὲ ὁ αὐτὸς Μινουκιανὸς καὶ τρόπους ζητημάτων τέσσαρας· ἔνδοξον, ἄδοξον, παράδοξον, ἀμφίδοξον· τοῦ ἐνδόξου παράδειγμα τόδε· μετὰ τὰ Μηδικὰ Ἀθηναῖοι περὶ τῆς προπομπείας δικάζονται· καὶ εἰκότως εἶπεν ἔνδοξον τοῦτο· ὅπου καὶ τὰ πρόσωπα ἔνδοξα καὶ τὰ πράγματα· οὐ γὰρ ἀρκεῖ τὸ πρᾶγμα καταμόνας ἔνδοξον ποιῆσαι τὴν ὑπόθεσιν· οὐδ’ αὖ τὸ πρόσωπον ἰδέα, ἀλλὰ μέρος τῆς ὑποθέσεως, τί οὖν εἰ μὴ ὡρισμένον εἴη τὸ πρόσωπον, ἀλλ’ ἀόριστον, πῶς γνωσόμεθα εἰ ἐνδόξου προσώπου τὸ ζήτημα· τὰ γὰρ ἀόριστα τὴν ὕλην οὐ δείκνυσι· ῥητέον δὲ, ὅτι ἐπὶ τῶν ἀορίστων ἐκ τῆς τῶν πραγμάτων περιστάσεως καὶ ἡ τοῦ προσώπου δόξα δείκνυται κἂν ἀόριστον ᾖ.
4.188 Ἀδόξου δὲ παράδειγμα τόδε, πορνοβοσκὸς τίθεται ταῖς ἑταίραις τῶν Μουσῶν τὰ ὀνόματα, καὶ κρίνεται ἀσεβείας· ἐνταῦθα γὰρ ἄμφω ἄδοξα· καὶ εἰ τρόπον τίθεται τὸ ἄδοξον, διὰ τί ἐν τοῖς ἀσυστάτοις αὐτὸ ἠρίθμησεν· εἰ γὰρ λυμαίνεται τῇ συστάσει· πῶς παραλαμβάνει αὐτὸ ἐν τοῖς τρόποις τῶν προβλημάτων ὡς συνιστάμενον· λέγομεν ὅτι ἐν τῷ ἀσυστάτῳ δεῖ προσυπακούειν τὸ πάνυ ἄδοξον· ἔπειτα ἐπὶ μὲν τῶν συνεστηκότων δεῖ ἀκολουθεῖν τὴν τοῦ πράγματος ἀδοξίαν τῇ τοῦ προσώπου καὶ ἀμφότερα ἄδοξα· καὶ γὰρ ἡ ἀκολουθία ἡ πρὸς ἄλληλα ποιήσει τὸ συνεστώς· ἐπὶ δὲ τῶν ἀσυστάτων, δεῖ τὸ μὲν πρᾶγμα ἄδοξον εἶναι· τὸ δὲ πρόσωπον ὡμολογημένον ὡς ἄτιμον, ἵνα ἡ πρὸς ἄλληλα διαφορὰ τὸ ἀσύστατον ἐργάσηται· οἷον ἐκμισθώσας τις τὴν ἑαυτοῦ γυναῖκα καὶ τὸν μισθὸν οὐκ ἀπολαβὼν δικάζεται τῷ μισθωσαμένῳ· ἐν μὲν γὰρ τούτῳ τὸ πρόσωπον οὐκ ἔστιν ὡμολογημένον ἄτιμον, τὸ δὲ πρᾶγμα ἄδοξον· διὰ τοῦτο γὰρ οὐ συνίσταται· οὐ γὰρ δόξει λόγον ἔχειν τὸ τὴν ἑαυτοῦ γυναῖκά τινα μισθῶσαι καὶ μισθὸν ὑπὲρ τῆς ἀλόγου πράξεως ἀπαιτεῖν· εἰ μέντοι δοίης ἑκάτερα ἄδοξα συνίσταται· τοῖς γὰρ ἀδόξοις πρέπει τὰ ἄδοξα πράττειν· ἐπεὶ καὶ οἰκεῖον τοῖς ἀδόξοις τὸ ἄδοξον· καὶ ἐν τούτῳ γὰρ, ὅτι αἰσχρὸς ὢν ὁ πορνοβοσκὸς καὶ αἰσχρόν τι διαπράττεται, οὐκ ἔστιν ἀπωθήσασθαι τὸ κατηγορούμενον ὡς ἄπιστον· ἴσως δὲ καὶ συνηγόρους προσήκει διδόναι τῷ πορνοβοσκῷ, ὡς ἀτίμῳ καὶ μὴ ἐξὸν αὐτῷ λέγειν.
4.189 Παραδόξου παράδειγμα· πένης καὶ πλούσιος ἐχθροί· κατεγνώσθη ὁ πένης θανάτῳ· ἐκδίδοται τῷ δημίῳ, πείσας ὁ πλούσιος τὸν δήμιον ταλάντου ἀπέκτεινε καὶ φόνου φεύγει· ταῦτα τοίνυν ἔοικε κοινοῖς τόποις καὶ καταφορᾷ, οὐδὲ γὰρ ἄδοξον τὸ πρόσωπον καὶ ἀπὸ τῆς πράξεως ἄδοξον παρασκευάζεται· διὸ καὶ παράδοξον κέκληται· τὸ μὲν γὰρ πρᾶγμα δυσωπεῖν οὐ δύναται, πρέπει δὲ οὐδαμῶς τῇ περὶ τοῦ προσώπου τύχῃ· πάντα γὰρ παράδοξα· τὸ αἰτῆσαι οὕτω παράδοξα καὶ ἀναιδῆ περὶ αὐτὸν οὐκ ὄντα ἄδοξα· καὶ τὸ τὸν δῆμον ἀπονεῦσαι ἐπὶ τὰ ἄλλα ὁμοίως. Ἀμφιδόξου δὲ παράδειγμα· στρατηγὸς προέστησε τοὺς αἰχμαλώτους τοῦ οἰκήματος καὶ κρίνεται δημοσίων ἀδικημάτων· ἐπὶ τούτων τὴν ἄγαν καταφορὰν ἐμποδίζει τὸ πρόσωπον ἔνδοξον ὄν· καὶ χρὴ πρότερον ἀπὸ τῆς πράξεως διαβεβλημένον αὐτὸν ἐπιδεῖξαι· εἶθ’ οὕτως ἠρέμα ἐπιτείνειν καὶ τὸν κατὰ τοῦ προσώπου λόγον· διὰ τοῦτο γὰρ ἀμφίδοξον· ἐπειδὴ τὸ μὲν πρόσωπον ἔνδοξον, τὸ δὲ πρᾶγμα ἄδοξον· διαφέρει δὲ τοῦ ἀσυστάτου, ἐκεῖ γὰρ τὸ ἄδοξον λέγομεν, ὅτι πάνυ τὸ πρᾶγμα ἄδοξόν ἐστιν, ἐνταῦθα δὲ οὐχ ὁμοίως· πῶς γὰρ ὅμοιον γυναῖκα ἰδίαν μισθοῦν καὶ αἰχμαλώτους προστῆσαι οἰκήματος. Τὰ μὲν γὰρ εἴδη καὶ τοὺς τρόπους διὰ τοῦτο μανθάνομεν δήπου, ἵνα ταῖς οἰκείαις ἰδέαις τῶν λόγων χρώμενοι τὰ προβλήματα μελετῶμεν.
4.190.(1n) Μαρκελλίνο υ. Τὰ εἴδη φησὶ καὶ τοὺς τρόπους· τοῦ μελετᾷν ἕνεκα κατὰ λόγον τὰ ζητήματα, καὶ μὴ ἀνοικείαν τὴν ἰδέαν καὶ τὴν ἐξαγγελίαν ποιεῖσθαι τοῦ λόγου μανθάνωμεν· οὐκοῦν ἀκολούθως χρὴ πρῶτον μανθάνειν τὸ εἶδος τῶν ζητημάτων· καὶ τὰς στάσεις καὶ τὰς διαιρέσεις τοῦ πολιτικοῦ ζητήματος, καὶ οὕτω περὶ ἰδέας ζητεῖν· οὔπω δὲ εἰδότας τὴν στάσιν καὶ τὴν διαίρεσιν, ὅπερ τοῦτο μόνον τὸ βιβλίον ἐπαγγέλλεται, οὐ δυνατὸν τὰ εἴδη μαθεῖν καὶ τοὺς τρόπους· ταῦτα δὲ τὰ εἴδη Διονύσιος χαρακτῆρας καλεῖ· τὰ πανηγυρικὰ, ἠθικὰ, παθητικὰ, συμβουλευτικὰ, μικτά· δεῖ οὖν τὸν μελετῶντα γνῶναι καὶ μαθεῖν, πότερον πανηγυρικῆς ἰδέας τὸ προκείμενον ἢ ἑτέρας· ἵνα πρὸς τὸ ὑποκείμενον τοῖς λόγοις χρήσηται καὶ πρὸς τοὺς τρόπους ὁμοίως, καὶ μὴ διαφθείρῃ τοῦ ζητήματος τὴν ἀληθῆ μορφήν. Οἷον δικανικῶς τὸ δικανικὸν καὶ συμβουλευτικῶς τὸ συμβουλευτικὸν καὶ ἐπιδεικτικῶς τὸ ἐπιδεικτικὸν, καὶ ἕκαστον ὡς προσήκει προσφόρως τοῖς ὑποκειμένοις. Συριανο ῦ. Ἐπισημαίνονταί τινες τῷ χωρίῳ ὡς οὐκ ὀρθῶς ἔχοντι· οὐ γὰρ πάντως τὸ δικανικὸν εἶδος τοῦ λόγου καὶ δικανικῶς ἐξενεχθήσεται· ὁ γοῦν Δημοσθένης ἐν τῷ περὶ στεφάνου, δικανικωτάτῳ τῶν λόγων ὄντι, πανηγυρίζει, τῇ λαμπρότητι τῶν οἰκείων ἐναβρυνόμενος πολιτευμάτων· καὶ Ἰσοκράτης συμβουλευτικὸν εἶδος λόγου διαπλέκων, πανηγυρίζει πανταχοῦ, Ἀττικῶν ἀνδραγαθημάτων μνήμῃ, ἐροῦμεν οὖν ὅτι τοῖς ἀκριβῶς κατανοοῦσιν, οὐδ’ ὁτιοῦν ὁ τεχνογράφος φαίνεται ἡμαρτηκώς· εἰ γὰρ καὶ πανταχοῦ ἡ πανηγυρικὴ ἐγκαταμίγνυται ὕλη τοῖς προειρημένοις λόγοις, ἀλλ’ οὖν τῶν οἰκείων ἰδεῶν τοῖς προκειμένοις εἴδεσιν οὐδαμῶς ἀφίστανται Δημοσθένης καὶ Ἰσοκράτης· ἀλλ’ ὁ μὲν τῇ τε δεινότητι καὶ τραχύτητι, ἤδη δὲ καὶ γοργότητι πολλῇ κεχρημένος, δικανικῶς κομιδῇ τὸ δικανικὸν καὶ πανηγυρίζειν δοκῶν ὁ δαιμόνιος ἀπεργάζεται· ὁ δὲ τοῦ προσήκοντος πανταχῆ τῷ συμβουλεύοντι στοχαζόμενος ἤθους σεμνότητά τε καὶ λαμπρότητα μεταδιώκων, αἳ μάλιστα τοῦ κατὰ συμβουλὴν ἀξιωματικοῦ εἰσιν ἀπεργαστικαὶ, συμβουλευτικῶς τὸ συμβουλευτικὸν διὰ πανηγυρικῆς ἰδέας περαίνει· οὐ γὰρ ἡ τῆς ὅλης ἐπιπλοκὴ ἀλλοιότερον ἀπεργάζεται τὸ εἶδος· ἀλλ’ ὅπερ ἂν ἐξ ἀρχῆς ὁ τεχνίτης ἐπιθεῖναι τῷ λόγῳ πρόσφορον εἶδος βουλεύσεται, τοῦτο καὶ τὴν ὕλην ἐξ ἀνάγκης ἑπομένην δημιουργεῖ, καθάπερ οἵ τε πλάσται καὶ οἱ γραφεῖς.
4.191 Σωπάτρο υ. Οὐκ ἀκριβῶς ἐνταῦθα λέγει· οὐ γὰρ ἀεὶ τὸ δικανικὸν δικανικῶς μελετᾶται, τὸ μὲν γὰρ πρόβλημά ἐστι τοῦ δικανικοῦ εἴδους· πανηγυρικοῦ δὲ ἡ ἰδέα, τουτέστιν ἡ ἐξαγγελία καὶ ἡ ποιὰ φράσις. Διαφέρει δὲ εἴδους ἡ ἰδέα· καθὸ τὸ μὲν εἶδος ἀπὸ γένους τέμνεται, ἡ δὲ ἰδέα ποιότης ἐστὶ τῆς φράσεως· οἷον σφοδρότης, ταπεινότης, τραχύτης, λαμπρότης· πλὴν ἔσθ’ ὅτε καὶ τὸ εἶδος ἀντὶ τῆς ἰδέας λαμβάνεται· δικανικὸς δὲ ὁ περὶ στεφάνου· καὶ γὰρ ζητεῖται καὶ ἀμφισβητεῖται, εἰ ἄξιος στεφάνου ὁ Δημοσθένης, ἢ μὴ, ἀλλὰ καὶ οἱ Φιλιππικοὶ συμβουλευτικοὶ ὄντες, εἰ χρὴ ἀμφικτύονα Φίλιππον ποιῆσαι, πανηγυρικῶς μελετᾶται· καὶ γὰρ πολύς ἐστιν ἐνταῦθα Δημοσθένης κατὰ Φιλίππου δημηγορῶν, ἀλλὰ καὶ ὁ πρὸς Λεπτίνην δικανικὸς ὢν τῷ εἴδει, μικτῶς μελετᾶται· συμβουλευτικῶς φημι καὶ πανηγυρικῶς· γίνεται δὲ τοῦτο καὶ δικανικῶς· μελετᾶται τὸ συμβουλευτικὸν, ὅτε ἐναντιοῦνται ἡμῖν συμβουλεύσουσιν ἢ νόμος, ἢ ψήφισμα ἤ τι τῶν ἐν ῥητοῖς· δεῖ δὲ τὸν μὲν συμβουλεύοντα ἤτοι τὸν συμβουλευτικὸν ἐπιδεικνύμενον λόγον, πανταχοῦ φαίνεσθαι θαῤῥοῦντα· καὶ τοῖς λόγοις τὸ μεῖζον ἐνδεικνύμενον· οὐ γὰρ ἀνέξεται τις συμβούλου ταπεινοῦ γενομένου καὶ μηδὲν κρεῖττον ἐπιδεικνυμένου· τὸν δικαζόμενον δὲ τοὐναντίον ταπεινὸν καὶ μηδὲν φρόνημα ἔχοντα, ἀλλὰ τὰ ζητήματα ταπεινῷ λόγῳ ἤτοι ἰσχνῷ χαρακτῆρι μεταχειρίζεσθαι· τὸν δὲ ἐγκωμιάζοντα ἐμπομπεύειν τοῖς ἔργοις, ἐπιδεικτικῶς τοὺς λόγους μεταχειρίζεσθαι· ἰστέον δὲ ὅτι δικανικὸς χαρακτήρ ἐστιν ὁ ἰσχνὸς, καὶ λεπτὸς καὶ πυκνὸς, καὶ συλλογιστικὸς, ὡς καὶ αὐτός φησιν ἐν τῷ περὶ ἰδεῶν, οὗ καὶ παράδειγμα ὁ κατὰ Ἀριστοκράτους, πανηγυρικὸς δὲ ὁ πομπικὸς καὶ λαμπρὸς πανταχοῦ καὶ ἐπιδεικτικός· ὃς οὕτως εἴρηται ἀπὸ τοῦ ἐπιδεικνύναι καὶ τὰ καλὰ καὶ τὰ φαῦλα ἑκάστου· συμβουλευτικὸς δὲ ὁ μετὰ πεποιθήσεως καὶ θάρσους τὸ μεῖζον ἐνδεικνύμενος.
4.192 Μαρκελλίνο υ. Δικανικὸν λέγει ἐνταῦθα τὴν δικανικὴν ἰδέαν, οὐ τὸ εἶδος· δῆλον δὲ ἀπὸ τοῦ λεγομένου· οὐ γὰρ πρὸς τὸ εἶδος ἡ ἰδέα· ἀμέλει ἐν τῷ ὑπὲρ στεφάνου δικανικοῦ ὄντος εἴδους, οὐκ ἔστιν ἡ ἰδέα δικανικὴ, ἀλλὰ πανηγυρική· αὐτίκα καὶ τῶν συμβουλευόντων τινὰς ὁρῶμεν ἑαυτοὺς ἐγκωμιάζειν ὑπομείναντας καὶ φορτικόν τι ποιοῦντας τῷ σεμνύνειν τὰς ἑαυτῶν γνώμας· ὥσπερ ὁ Περικλῆς πεποίηται τῷ Θουκυδίδῃ λέγων· καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε.
4.193 Ἔστι τοίνυν τὸ μὲν εἶδος συμβουλευτικὸν, ἡ δὲ ἰδέα πανηγυρική· ἡ γὰρ χρεία πεποίηκε τὸν ἔπαινον· δεῖ γὰρ ὡς ἐπίπαν σεμνότητος τῷ συμβούλῳ, ἵνα καὶ δυνηθῇ δυσωπῆσαι· καὶ Ἰσοκράτης ἐν ταῖς παραινέσεσιν ὁμοίως ἑαυτὸν ἐπαινῶν φαίνεται λέγων· ἐγὼ δὲ τοὺς φιλοσοφοῦντας ἐπανορθῶ· ὁμοίως δὲ καὶ ἐν τῷ πανηγυρικῷ εὐθὺς ἀρχόμενος σεμνότητα ἑαυτῷ καὶ ὄγκον καὶ φρόνημα περιτίθησιν· ἐξ ἐπιτιμήσεως γὰρ ἄρχεται ἐνδόξων προσώπων· τῶν γὰρ ἐξ ἀρχῆς τοὺς ἀγῶνας καταστησάντων φησὶ θαυμάζειν, ὅτι τὴν τοῦ σώματος ἄσκησιν ἄθλων ἠξίωσαν, μόνος δὲ ὁ Δημοσθένης ἐξαρκεῖ πρὸς τὸ τοιοῦτον· ἐν γὰρ τῷ ὑπὲρ τοῦ στεφάνου δικανικοῦ ὄντος εἴδους ἐγκωμιάζει ἑαυτὸν καταλέγων τὴν πολιτείαν, καὶ τριηραρχίας ἑαυτοῦ καὶ εἰσφορὰς καὶ λειτουργίας ἑτέρας· ὥστε διὰ τὸ φορτικὸν καὶ προθεραπείᾳ κέχρηται, λέγων· τούτων τοίνυν ὃ μέν ἐστιν πρὸς ἡδονὴν, τούτῳ δέδοται· ὃ δὲ πᾶσιν, ὡς ἔπος εἰπεῖν, ἐνοχλεῖ, λοιπὸν ἐμοί· ὥστε οὐ πρὸς τὰ εἴδη τῆς ῥητορικῆς ἡ ἰδέα, ἀλλὰ πρὸς τὰς ἰδέας μελετῶμεν τὴν δικανικὴν ἰδέαν δικανικῶς· τὴν πανηγυρικὴν πανηγυρικῶς· εἰ δέ τις ἀντιθῇ ἡμῖν· διὰ τί ἐν τῷ κατὰ Μειδίου λαμπροῦ ὄντος τοῦ προσώπου, δέον ἠθικῇ ἰδέᾳ χρήσασθαι, καταφορικῶς εἶπεν, λεκτέον, ὅτι ὀργιζόμενος διὰ τὰς πληγὰς καὶ θαῤῥῶν τῇ τοῦ δήμου χειροτονίᾳ κατέδραμεν· ὥστε δι’ αἰτίαν οὐχ ὡς ἔτυχεν οὐδ’ ἐνταῦθα τοῖς λόγοις καταφορικώτερον ἐχρήσατο· ἡμαρτῆσθαι δὲ νομίζουσι τῷ τεχνικῷ εἰπόντι καὶ συμβουλευτικῶς τὸ συμβουλευτικόν· ὡς γὰρ πρὸς τὰ εἴδη τῆς ῥητορικῆς, οὕτω καὶ τὰς ἰδέας ὁρίσασθαι αὐτόν φασιν· ἀλλὰ λέγομεν, ὅτι τὴν συμβουλευτικήν φησιν ἰδέαν, συμβουλευτικῶς μελετητέον, τουτέστι μετὰ φρονήματος, πρὸς γὰρ τὴν ὕλην δῆλον ὅτι καὶ ἡ ἰδέα.
4.194 Τοὺς δὲ μή πω περὶ ψιλῆς τῆς εἰς τὰ λεγόμενα κεφάλαια διαιρέσεως τῶν ζητημάτων ἐπεσκεμμένους, μηδ’ αὐτὸ τοῦτο τὰς λεγομένας στάσεις τῶν προβλημάτων εἰδότας, ἀμήχανον δήπου τῶν προειρημένων τι καλῶς γινώσκειν· διδάσκει οὖν πρό γε ἐκείνων τὸν περὶ ἰδεῶν λόγον, καὶ πάντη ἀνόητον, ἄλλως τε κἂν ἐπιχειρήσωμέν τι λέγειν περὶ αὐτῶν νῦν, πλείων ἂν ἡμῖν ὁ τοῦ παρέργου λόγος ἢ τοῦ ἔργου γένοιτ’ ἄν. Συριανοῦ καὶ Σωπάτρο υ. Οἶδε τοῦ πολιτικοῦ λόγου τὰ μὲν μέρη ὡς τὰ πέντε ἐκεῖνα, προοίμιον, διήγησιν, ἀντίθεσιν, λύσιν, ἐπίλογον· τὰ δὲ κεφάλαια, ὡς τὰ στοχαστικά· τὰ ἀντιληπτικὰ, ἅπερ τοῖς μέρεσι τοῦ λόγου συμπλέκονται· λεγόμενα δὲ ταῦτα καλεῖ διὰ τὴν πολυωνυμίαν, οἱ μὲν γὰρ συμπεράσματα αὐτὰ καλοῦσιν, οἱ δὲ ἐπιφορὰς, οἱ δὲ ζητήματα, οἱ δὲ περιεχόμενα· τὰ μερικώτερα τοίνυν ἀγνοοῦντας πρὸς τὴν τῶν ὁλικωτέρων τρέπεσθαι ζήτησιν, ἅπερ ἐστὶ τά τε εἴδη καὶ οἱ τρόποι, παντελῶς ἀνόητον. Μαρκελλίνο υ. Τρίτην ἀποδίδωσιν αἰτίαν τοῦ μὴ περὶ ἰδεῶν διαλαβεῖν τανῦν· μίαν μὲν, ὅτι δεῖ πρῶτον τὴν διαίρεσιν ἐπιγνῶναι τῶν κεφαλαίων σαφῶς, καὶ τὴν στάσιν ἥτις καθέστηκε καὶ τὰ πρόσωπα καὶ τὰ πράγματα, πρὸς ἃ ἀνάγκη τοὺς λόγους ἐπενεγκεῖν· ἀμήχανον γὰρ, τὸν μὴ πρότερον ἐγνωκότα ταῦτα, ἐκεῖνα μαθεῖν.
4.195 Δεύτερον δὲ ὅτι οὐ τοῦ παρόντος καιροῦ περὶ τούτων εἰπεῖν· ἢ γὰρ μικρὰ περὶ αὐτῶν εἰπόντες ἀτελῆ, φησι, τὸν λόγον ἐάσωμεν, ταὐτὸν Μινουκιανῷ παθόντες· εἰς αὐτὸν γὰρ τὸ πάντη ἀνόητον αἰνιττόμενος λέγει· ἢ σαφῶς περὶ αὐτῶν εἰπεῖν βουλόμενος περιττόν τι καὶ ἀπειρόκαλον ὑποίσομεν πέρα τοῦ δέοντος τὸν λόγον ἐκτείναντες· ἀμφότερα δὲ τοῦ δέοντος ἁμαρτάνει καὶ τοῦ καλοῦ. Τρίτην δὲ ὅτι τὸ περὶ ἰδεῶν ἐντελέστερόν ἐστι τοῦ περὶ διαιρέσεως· ἄτοπον δὲ τὸ ἐντελέστερον πρὸ τοῦ ἀτελεστέρου διδάξαι· διὸ περὶ τούτων εἰς αὖθις εἰπεῖν ἀναβάλλεται. Ἰστέον δὲ, ὅτι τὰς λεγομένας στάσεις φησὶν, οὐ γὰρ συντίθεται Μινουκιανῷ τὴν στάσιν ἀπὸ τούτου εἰρῆσθαι ἐτυμολογοῦντι, ἀπὸ τῆς γενικωτέρας ἐν ταῖς πόλεσι στάσεως, καὶ διὰ τοῦτο εἶπεν τὰς λεγομένας στάσεις, ἀντὶ τοῦ ὁμωνύμως λεχθείσας· ἄλλοι δὲ λεγομένας ἀντὶ τοῦ οὐκ οἶδα πῶς τὸ ὄνομα τοῦτο ἐχούσας· ὡς δῆλον καὶ ἀπὸ τῶν ἑξῆς ἀφ’ ὧν φησιν· ὅθεν μὲν γὰρ εἴρηται στάσις, ἀντὶ τοῦ οὐ περιεργάζομαι, πόθεν εἴρηται τὸ ὄνομα. Πραγματείας γὰρ ἰδίας, καὶ οὐ σμικρᾶς εἰ μὴ καὶ τῆς μεγίστης καὶ τελεωτάτης ἐστὶν ὁ περί τε τῶν ἰδεῶν τοῦ λόγου καὶ τῆς χρήσεως αὐτῶν ἑκάστης λόγος· νῦν οὖν περὶ ἐκείνης τῆς διαιρέσεως λεκτέον τῆς εἰς τὰ κεφάλαια. Συριανο ῦ. Σφόδρα τὴν περὶ ἰδεῶν ἀνυμνεῖ πραγματείαν, ὡς ἕξεως ἤδη ἐπιστημονικωτέρας τε καὶ τελεωτέρας δεομένην· πρός τε τὴν ἐπίγνωσιν αὐτῶν καὶ μάλιστα πρὸς τὴν εὔκαιρον χρῆσιν ἑκάστης· ἀλλ’ ἵνα μὴ τὸ τοῦ ὀνόματος ξένον ἀγνοοῦντας καταλίπῃ τοὺς ἀκροατὰς, ἀναγκαῖον εἰδέναι, ὡς ἑπτά φησιν εἶναι τὰς γενικωτέρας ἰδέας, σαφήνειαν, μέγεθος, κάλλος, γοργότητα, ἦθος, ἀλήθειαν, δεινότητα, ἑκάστην δὲ τῶν ἰδεῶν τούτων ἐν ὀκτὼ τούτοις θεωρεῖσθαι, ἐννοίᾳ, λέξει, μεθόδῳ, σχήματι, κώλῳ, συνθήκῃ, ῥυθμῷ καὶ ἀναπαύσει.
4.196 Μαρκελλίνο υ. Τὸ διδάξαι ποίᾳ χρηστέον ἰδέᾳ καὶ ποίοις μετασχηματισμοῖς, οἷον τῇ σφοδρότητι, τῇ τραχύτητι, τῇ λαμπρότητι, καὶ ὅσα τοιαῦτα. Ποῖον εἶδος λογοποιεῖ καθαρὰν ἔννοιαν, ἀνάπαυσιν, ἀφέλειαν, καθαρότητα, ἃ τῇ περὶ ἰδεῶν βίβλῳ διεξέρχεται· τὸ οὖν εἰπεῖν, τίς ἑκάστῃ αὐτῶν ἡ χρεία καὶ πότε χρηστέον καὶ πῶς, οὐ τῆς τυχούσης πραγματείας· πολλάκις γὰρ ἀπὸ τοῦ σφοδροῦ μεταφέρομεν πρὸς τὴν χρείαν τοὺς λόγους· ὁ γ’ οὖν Δημοσθένης τὴν βραδυτῆτα καὶ ἄλλα πολλὰ διαβάλλων, ἐπειδὴ εἶδεν τὴν σφοδρότητα μικροῦ δεῖν τὸν καιρὸν καὶ τὸ χρήσιμον ὑπερβαίνουσαν, ἀναγαγὼν ἑαυτὸν ἐπὶ τὰ τῶν προγόνων κατορθώματα, μεταφέρει μὲν ἀπὸ τῆς σφοδρότητος τὸν λόγον· ἀναλαμβάνει δὲ τοὺς ἀκούοντας σὺν ἡδονῇ, τῆς παλαιᾶς ὑπομιμνήσκων εὐδοξίας. Σωπάτρο υ. Ἐπανῆλθεν ἐπὶ τὴν ὑπόθεσιν τοῦ συγγράμματος· ὑπόθεσις δέ ἐστιν αὐτῶν ὡς πολλάκις εἴπομεν περὶ τῶν στάσεων καὶ τῆς εἰς τὰ κεφάλαια διαιρέσεως αὐτῶν. Διαιρήσει τοίνυν ὀρθῶς ὁ τήν τε διαφορὰν καὶ τὴν δύναμιν τῶν τε προσώπων καὶ τῶν πραγμάτων καὶ ἔτι τὴν λεγομένην στάσιν ἐπιγνοὺς τοῦ ζητήματος.
4.197.(1n) Συριανοῦ καὶ Σωπάτρο υ. Τεχνικῶς πάνυ τὰ διὰ πλειόνων εἰρημένα συντόμως ἐπανακεφαλαιοῦται, τὴν γὰρ διαιρετικὴν τῶν ζητημάτων ἐπιστήμην μόνῳ προσεῖναί φησι τῷ τὴν διαφορὰν ἀκριβῶς ἐπεσκεμμένῳ τῶν τε προσώπων πρὸς πρόσωπα καὶ πραγμάτων πρὸς πράγματα, καὶ τὴν ἑκάστου δύναμιν, τουτέστι τὴν εὐπορίαν ἣν παρέχει τοῖς ζητήμασι καὶ τὴν στάσιν· οἷον ἐπὶ μὲν τῶν προσώπων πόσην ὕλην ἔχει τὰ κύρια καὶ τὰ προσηγορικὰ, καὶ τὰ ἄλλα, καὶ τί διενηνόχασιν ἀλλήλων· ἐπὶ δὲ τῶν πραγμάτων σκοπεῖν δεῖ τὸ κρινόμενον, εἰ αὐτοῦ τοῦ φεύγοντος ποιήσαντος ἐγκαλουμένου ἢ ἑτέρου πράξαντος, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· μετὰ δὲ τοῦτο καὶ τὴν στάσιν εἰδέναι χρὴ, οὐ γὰρ πάντα τὰ ζητήματα μιᾶς ἐστι στάσεως. Εἰδότες γὰρ τὰ ἐξεταζόμενα, καὶ μὴ, τῶν τε προσώπων καὶ τῶν πραγμάτων καλῶς τῇ διαιρέσει χρησόμεθα· ἂν γὰρ τὰ πρόσωπα τῶν ἐξεταζομένων ᾖ, τὴν βούλησιν καὶ τὴν δύναμιν ἅπερ ἐστὶ τῶν προσώπων ἐπιζητοῦμεν, ἐὰν δὲ πράγματα, τὰ ἑπόμενα τοῖς πράγμασιν· οἷον τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, μετάθεσιν αἰτίας, ἀντίληψιν, πιθανὴν ἀπολογίαν· ταῦτα γὰρ τῶν πραγμάτων ἴδια· καὶ πάλιν ἐν ᾧ ζητήματι ἀπὸ μόνων τῶν πραγμάτων συνίσταται ἡ ζήτησις, τὰ ἀπὸ τῶν πραγμάτων μόνα κινήσομεν κεφάλαια· ἐν ᾧ δὲ ἀπὸ μόνων τῶν προσώπων, τὰ ἀπὸ τῶν προσώπων μόνα· ἔτι δέ, φησι, δεῖ καὶ τὴν στάσιν εἰδέναι· ἀπὸ γὰρ τῆς στάσεως τῶν κεφαλαίων αἱ ἀποδείξεις τῶν πραγμάτων γίνονται· τινὲς δὲ τοῦτο ἐπανόρθωσιν ἡγήσαντο τῶν προκειμένων, οἷον τὸ εἰπεῖν καὶ ἕκαστον ὡς προσήκει προσφόρως τοῖς ὑποκειμένοις· διὰ γὰρ τούτου ᾐνίξατο, ὡς οὐ τῷ εἴδει ἀκολουθεῖ ἡ ἰδέα πάντη, ἀλλὰ καὶ τῇ περιστάσει τοῦ ζητήματος.
4.198 Μαρκελλίνο υ. Πάλιν ὑπομιμνήσκει τῶν προτέρων θεωρημάτων, τῆς τε τῶν προσώπων καὶ πραγμάτων διαφορᾶς· καὶ τὸ χρήσιμον ἐκ τούτου ἀποφαίνεται, ὡς ἐκ τούτων τῆς στάσεως γνωριζομένης, ἥτις ἐστί, καὶ τῆς διαιρέσεως τῶν κεφαλαίων φανερῶς ἐκ τούτων εὑρισκομένης· εἰ γὰρ τὸ πολιτικὸν ζήτημα περὶ πρόσωπα καὶ πράγματα γίνεται, ὁ τὴν τούτων θεωρίαν ἀκριβῆ παρέχων παρ’ ἑαυτῷ, ῥᾷον καὶ τὴν στάσιν ἐξ αὐτῶν εἴσεται καὶ τῇ διαιρέσει τῶν κεφαλαίων ἐπιβαλεῖν δυνήσεται· ἔνια γὰρ τοῦ πράγματός ἐστι τὰ κεφάλαια· ἔνια δὲ τοῦ προσώπου· ὥστε ὁ τὰ πράγματα εἰδὼς καὶ τὰ πρόσωπα οἶδε καὶ τὰ ἐμπίπτοντα ἑκάστῳ ζητήματι κεφάλαια, καὶ τὴν λεγομένην στάσιν. Ὅθεν μὲν γὰρ εἴρηται στάσις, εἴτε ἀπὸ τοῦ στασιάζειν τοὺς ἀγωνιζομένους, εἴτε ὅθεν οὖν ἑτέροις ἐξετάζειν παρίημι. Συριανο ῦ. Τὴν περὶ τὰς ἐτυμολογίας λεπτολογίαν οἶδε γραμματικοῖς μᾶλλον ἁρμόζουσαν, οὐ μὴν οὐδὲ τῆς τῶν ῥητόρων ἀπᾴδουσαν πολυμαθείας· διὸ τὸ μέν τι περὶ αὐτῆς ἔφη· τὸ δὲ παραλείψειν ἑτέροις φησίν· οἱ μὲν γὰρ ἀπὸ τοῦ στασιάζειν τοὺς ἀγωνιζομένους πρὸς ἀλλήλους φασὶν ὠνομάσθαι τὴν στάσιν· οἱ δὲ ἀπὸ τοῦ ἑκάτερον τῶν ἀντιδίκων ὡς ἐπί τινος ἀσφαλοῦς κρηπῖδος ἑστάναι περὶ τὰ οἰκεῖα δίκαια.
4.199 Σωπάτρο υ. Ταῦτα πρὸς τὸν Μινουκιανὸν αἰνίττεται· αὐτὸς γὰρ εἶπεν, ὅτι εἴρηται στάσις ἀπὸ τοῦ στασιάζειν ἐν αὐτῇ τοὺς ἀγωνιζομένους, ἢ παρὰ τὸ ἵστασθαι εἰς τὸ βῆμα τοῖς δικαίοις αὐτῶν ἕκαστον, ἢ παρὰ τὸ τοὺς δικάζοντας ἐν αὐτοῖς ἀμφιβάλλειν, οὐδέ ποτε γὰρ ἅμα πάντες ὁμογνώμονες γίνονται οἱ δικασταί· ἐπεὶ ἢ προειλημμένον ἔσται τὸ ζήτημα, ἢ ἄλλως ἀσύστατον· τινὲς δέ φασιν εἰρῆσθαι παρὰ τὸ σταθερὰς ἔχειν τὰς ἀποδείξεις, πρὸς ἀντιδιαστολὴν τῶν ἀσυστάτων· καὶ γὰρ ἐκεῖνα οὐκ ἔχουσι σταθεράς. Ὄνομα δὲ ἀφεὶς εἶναι τοῦτο κοινὸν ἢ καὶ συμβεβηκὸς τῶν ζητημάτων ἁπάντων, ὅπως τούτων ἐπιγνωσόμεθα τὴν μέθοδον ἐνταυθοῖ προτάξας, ποιήσομαι τὴν ἀρχὴν τῆς διαιρέσεως τῶν κεφαλαίων ἀπὸ τοῦ στοχασμοῦ, ἀναγκαίως ὡς αὐτὸ δηλώσει· ἐφεξῆς δὲ καὶ περὶ τῶν ἄλλων ἁπάντων λελέξεται· ἡ δ’ οὖν μέθοδός ἐστιν ἥδε. Συριανο ῦ. Τῶν ὀνομάτων τὰ μὲν προσηγορικὰ καὶ μόνως ἐστὶν, ὡς λίθοι καὶ κίονες, τὰ δὲ συμβαίνουσαν ἔχει τὴν προσηγορίαν τῷ ὑποκειμένῳ πράγματι· ὡς ἄνθρωπός τε ἀπὸ τοῦ ἀναθρεῖν ἃ ὄπωπεν· καὶ ἵππος ἀπὸ τοῦ ἵεσθαι τοῖς ποσί· ταχύτατον γὰρ τοῦτο ἐπὶ γῆς· τοιοῦτον οὖν καὶ ἡ στάσις ἐστίν· κοινῶς.
4.200 τε γὰρ κατὰ πασῶν κατηγορεῖται τῶν στάσεων, καὶ συμβέβηκεν αὐτῇ τὸ ὄνομα, διὰ τὰς προειρημένας ἐτυμολογίας. Ἐπειδὴ δὲ τὸν τῆς στάσεως ὅρον παραλέλοιπεν ὁ τεχνογράφος ἀναγκαῖον ἂν εἴη καὶ περὶ τούτου βραχέα διελθεῖν· στάσις τοίνυν ἐστὶ πρότασις ἁπλῆ ῥητορικὴ πρὸς ἀπόδειξιν κομιζομένη μιᾶς φάσεως τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων, καθ’ ἣν ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων, τῶν πρὸς πίστιν κομιζομένων· ἐπειδὴ δὲ τῶν προτάσεων αἱ μέν εἰσιν ἁπλαῖ, αἱ δὲ διπλαῖ, διὰ τοῦ ἁπλῆ πασῶν αὐτὸ τῶν διπλῶν καὶ τριπλῶν ἐχώρισεν· διὰ δὲ τοῦ ῥητορικὴ, τῶν τε ἰατρῶν καὶ τῶν φιλοσόφων· καὶ ἐπειδὴ ἐν αὐτῇ τῇ στάσει πολλαί εἰσιν αἱ ἀποδεικνύμεναι προτάσεις, διακρίνων αὐτὰς ἔφη· πρὸς ἀπόδειξιν κομιζομένη μιᾶς φάσεως, τουτέστιν ἑνὸς αὐτοτελοῦς λόγου τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων, καθ’ ἣν ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων, καὶ ἑξῆς· κατὰ ταύτην γὰρ τὴν μίαν φάσιν τὴν συνεκτικωτάτην τοῦ ζητήματος ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων, τῶν ὁρικῶν φέρε ἢ ἀντιληπτικῶν, ἢ ὧν ἂν ἄλλων τύχῃ· πάλιν ἐπειδὴ πολλὰ κεφάλαιά ἐστιν ἐν τῷ ζητήματι, τὰ μὲν ὡς μέρη τοῦ πολιτικοῦ λόγου, τὰ δὲ τὸ προκείμενον ἀποδεικνύντα, πρόκειται τῶν πρὸς πίστιν κομιζομένων· οἷον ὡς ἐπὶ παραδείγματος· πλούσιος ἀριστεύσας ᾔτησεν εἰς τὸ γέρας ἐχθροῦ πένητος φόνον· ἔλαβεν, ἀπέκτεινε, καὶ μὴ πολιτευομένων τῶν πενήτων ἔτι κρίνεται δημοσίων ἀδικημάτων· ἐνταῦθα γὰρ τὸ μὲν ἀποκρίνασθαι, ὅτι ἀντίληψίς ἐστι τὸ προκείμενον ζήτημα, πρότασίς ἐστιν ἁπλῆ ῥητορική· μία δὲ φάσις ἐν αὐτῷ ἐκείνης συνεκτικὴ αὕτη· ἀλλ’ οὐκ ἀδικῶ τὴν πόλιν τὸν κατὰ δωρεάς μοι δεδωρημένον ἀνῃρηκὼς, καὶ κατὰ ταύτην ἀντιληπτικὴν οὖσαν ἡ πᾶσα διαίρεσις γίνεται τῶν ἀντιληπτικῶν κεφαλαίων ἐν τῷ ζητήματι, ἃ πρὸς πίστιν κομίζεται, τὸ μὴ τὸν πλούσιον ἀδικεῖν· ὡσαύτως καὶ ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ σώματι· τὸ μὲν εἰπεῖν ὅτι στοχασμός ἐστιν ἡ στάσις πρότασίς ἐστιν ἁπλῆ· φάσις δὲ ἐν τούτῳ συνεκτικὴ ἐκείνης αὕτη· ἀλλὰ θάψαι βουλόμενος παριστάμην· ἢ ὡς ἐπὶ Μειδίου, οἷον ἀσεβεῖ καὶ ὑβρίζει Μειδίας· χορηγὸν ὄντα μετασπῶν ἐν ἱερομηνίᾳ· ἡ φάσις μὲν αὕτη· ἡ δὲ πρότασις, ὅτι ὅρος ἐστὶν ἡ στάσις.
4.202 Σωπάτρου καὶ Μαρκελλίνο υ. Κοινὸν τὸ μὴ ἴδιον, φέρεται γὰρ καὶ καθ’ ἑτέρων πλείστων ἡ στάσις τὸ ὄνομα, ἐπί τε τῶν στασιαζόντων καὶ πυκτευόντων ἴδιον, τὸ ἐξ αἰτίας τινὸς καὶ ὑπὸ συμβεβηκότος, ὡς Μεγαπένθης, Νεῖλος· εἴτ’ οὖν φησι κοινὸν τὸ τῆς στάσεως ὄνομα, καὶ ἀναίτιον, εἴτε ἰδιάζον, καὶ ἐξ αἰτίας τινὸς ὠνόμασται, παρήσω τοῦτο ὡς μηδὲν βλάπτον ἢ ὠφελοῦν τὴν τῆς στάσεως δύναμιν· εἴπωμεν δὲ καὶ ὅρον τῆς στάσεως· στάσις ἐστὶ φάσις τουτὶ πεπρᾶχθαι ἢ κληθῆναι, ἢ ποιότητος ἐξέτασις· πρόσκειται φάσις, ἐπειδὴ φάσις ἐστὶν ἀπόφασις καὶ κατάφασις, ὃ σημαίνει τὸ αἴτιον καὶ τὸ συνέχον· ἡ γὰρ φάσις ἐστὶ, τὸ φῆναι τὸν κατήγορον ἐπ’ αὐτό· ἡ δὲ ἀπόφασις τὸ ἀπολύσασθαι τὴν φάσιν τὴν ἐξ αὐτοῦ· οἷον ἐφόνευσας, οὐκ ἐφόνευσα· ἐποίησας· ναί· ἀλλ’ οὐ παράνομον· τὸ δὲ τουτὶ πεπρᾶχθαι, διὰ τὸν στοχασμόν· ἐνταῦθα μετὰ τὸ αἴτιον καὶ τὸ συνέχον, καὶ περὶ τοῦ κρινομένου ὁ ὅρος διαλαμβάνει· ἐν γὰρ τῷ, τίς ὁ πράξας, ἡ στοχαστικὴ ζήτησις· ἐν δὲ τῷ τί κληθῆναι ἡ ὁριστική· ἐν δὲ τῇ ποιότητι αἱ λοιπαὶ στάσεις· τὴν μὲν οὖν αἰτίαν οὐ λέγει, δι’ ἣν ἀπὸ στοχασμοῦ ἤρξατο· Μινουκιανὸς μέντοι λέγει τοιαύτην, ὅτι προτέτακται τῶν ἄλλων στάσεων ὁ στοχασμός· ἐπειδὴ ἄρνησιν ἔχει τοῦ ἐπιφερομένου ἐγκλήματος· κατὰ φύσιν δὲ τοῖς ἀνθρώποις εἶναι καὶ ἀρνεῖσθαι ἐν τῷ ἐγκλήματι· τοῦτο δὲ οὐκ ἰσχυρόν· κατὰ γὰρ τοῦτο καὶ ἀντίληψις καὶ ὅρος ὀφείλει προτάττεσθαι τῶν λοιπῶν, ἔχει γὰρ καὶ ἀντίληψις ἄρνησιν· οἷον, ἐγέλασας, οὐκοῦν ὕβρισας· ἀλλὰ καὶ ὁ ὅρος· ὁ γὰρ τῷ πένητι πλούσιος ἐπανατεινόμενος τὰς χεῖρας καὶ κρινόμενος ὕβρεως ἀρνήσεται, οὐχ ὡς ὑβρίζων τοῦτο ἐποίησεν· Μητροφάνης δὲ διὰ τὸ τὰ στοχαστικὰ κεφάλαια ἐν πάσαις ταῖς στάσεσιν ἐμπίπτειν· καὶ γὰρ τὰ ἀπ’ ἀρχῆς ἐν πάσαις ἔστιν εὑρεῖν ταῖς στάσεσιν, βούλησιν δὲ καὶ δύναμιν ἐν πλείσταις· ἀλλὰ τούτῳ τῷ λόγῳ, ἐπειδὴ καὶ ἀντίληψις καὶ μετάληψις ἐν στοχασμῷ ἐμπίπτουσιν, ὤφειλε θατέρα τῶν στάσεων τούτων προτάσσεσθαι τοῦ στοχασμοῦ· ἡ μέντοι ἀληθεστέρα αἰτία αὕτη· ἐπειδὴ ἀρίστη διδασκαλία ἐστὶν αὕτη, ἀπὸ τῶν παρ’ ἡμῖν πρῶτον ποιεῖσθαι τὴν ἀρχήν· ἐν πολλοῖς δὲ πράγμασι τοῖς ἡμετέροις ζητοῦμεν πρῶτον, εἰ ἔστιν, τί ἔστιν· εἶτα ποῖόν τί ἐστι, διὰ τοῦτο ὁ στοχασμὸς προηγεῖται, ὡς περὶ τοῦ εἰ ἔστιν ἔχων τὴν ζήτησιν· ἔπειτα ὁ ὅρος, ὡς περὶ τοῦ τί ἐστιν· εἶτα αἱ λοιπαὶ στάσεις ὡς τῆς ποιότητος· καὶ ὅτι ἐν στοχασμῷ περὶ οὐσίαν ἐστὶν ἡ ζήτησις· πανταχοῦ δὲ ἡ οὐσία, πρωτεύει ὀνόματος καὶ ποιότητος.
4.203 Διαίρεσις τῶν στάσεων. Παντὸς οὗτινος οὖν προτεθέντος ζητήματος εἰ συνεστήκοι, ἐπισκοπεῖν δεῖ τὸ κρινόμενον, εἰ ἀφανές ἐστιν ἢ φανερόν· κἂν μὲν ἀφανὲς ᾖ, στοχασμὸς ἔσται. Συριανο ῦ. Πᾶν ζήτημα ἐκ τριῶν τούτων συνεστάναι φησὶν ὁ Μινουκιανὸς, αἰτίου, συνέχοντος, κρινομένου, οἷον πλούσιος ἐχθρῷ πένητι συνεχῶς ἐπανατείνεται τὰς χεῖρας, καὶ κρίνεται ὑπ’ αὐτοῦ ὕβρεως, ἐνταῦθα αἴτιον μέν ἐστι τὸ παρὰ τοῦ κατηγόρου ἐγκαλούμενον· οἷον ἀδικεῖς ὑβρίζων καὶ τὰς χεῖρας ὥσπερ οἰκέτῃ προςάγων· συνέχον δὲ ἡ τοῦ φεύγοντος ἀπολογία· οἷον οὐχ ὕβρισα, οὐ γὰρ πληγὰς ἐπήνεγκα· κρινόμενον, τὸ ἐν τῇ τῶν δικαστηρίων κρίσει καταλαμβανόμενον· πότερον ὑβριστὴς ὁ δεῖνα ἢ οὔ· ὁ δὲ Ἀκύλας ἐναλλάξας αἴτιον μέν φησιν ἐν ἑκάστῳ προβλήματι, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· οἷον τὸ παρεστάναι τῷ νεοσφαγεῖ σώματι· τὸ δακρύειν νύκτωρ τὴν γυναῖκα· κρινόμενον δὲ τὴν τοῦ ἀπολογουμένου φάσιν· συνέχον δὲ τὸ ἐν τῇ τῶν δικαστῶν κρίσει καταλαμβανόμενον· παραγγέλλει τοίνυν ὁ τεχνογράφος τὴν πᾶσαν ἀπολογίαν τε καὶ κατηγορίαν περὶ τὴν ἐξέτασιν τοῦ κρινομένου ποιεῖσθαι, καὶ μὴ ταύτης περιφρονήσαντας ἐπὶ τοὺς κοινοὺς κατατρέχειν τόπους, ὅπερ πάσχουσιν οἱ τῆς τεχνικῆς ἐργασίας τῶν λόγων ἄπειροι, τοῦ μὲν ἀποδεῖξαι διὰ τῶν ἐντέχνων καὶ ἀτέχνων πίστεων οὐδὲ μίαν πρόνοιαν ποιούμενοι· τὸ δὲ ζητούμενον ὡς ὁμολογούμενον λαμβάνοντες κατατρέχουσι τῶν ἀδίκως εἰργασμένων φόνους τυχὸν ἢ ὕβριν, ἤ τι τῶν τοιούτων· χρὴ δὲ τοὺς μετὰ τέχνης ἐργάζεσθαι τοὺς λόγους ἐπιχειροῦντας ταῖς ἀποδείξεσι συμπλέκειν τὰς ἐπιφορὰς, ἀλλὰ μὴ ἔξω τοῦ προκειμένου βαδίζειν.
4.205 εἴπερ μὴ μέλλοιμεν τὸ τοῦ Αἰσχίνου παθεῖν· καθ’ ἑαυτῶν φασιν ἀμώμενοι κόνιν· καὶ γὰρ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος οὐκ ἀρκεσθεὶς παράνομον δεῖξαι τὸ γραφὲν κατὰ τοῦ Δημοσθένους ψήφισμα, ἀλλὰ προσθεὶς, ὡς οὐδὲ ἄξιος στεφάνου ὁ Δημοσθένης πρόφασιν τῷ ἀντιδίκῳ τῆς τῶν οἰκείων πολιτευμάτων διεξόδου κεχορήγηκεν ἄφθονον· εἰ δὲ περὶ μόνον ἔστη τὸ κρινόμενον, θᾶττον ἂν εἷλε Δημοσθένην Τιμάρχου· μάλιστα μὲν οὖν δεῖ περὶ τὸ κρινόμενον ἵστασθαι τὴν πᾶσαν δικαιολογίαν· εἰ δ’ ἄρα τι κατεπείγει ἔξωθέν τινα παρεισάγειν, μιᾷ τῶν τριῶν μεθόδων χρησόμεθα τῶν τεχνικῶν, αἷς ὅ τε Θουκυδίδης κέχρηται καὶ Δημοσθένης παρ’ αὐτοῦ μαθών· ἢ γὰρ ἐπὶ τὰ πράγματα ἀνοίσομεν τὴν αἰτίαν· ἢ ἐπὶ τὰ πρόσωπα ἔξωθεν. ἢ τὸ βιαιότερον εἰς αὐτὸν τὸν ἀντίδικον· ἐπὶ μὲν τὰ πράγματα, ὡς ἐν τῷ περὶ τῆς παραπρεσβείας φησὶ Δημοσθένης, ἔστι δὲ ἀναγκαῖον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσῆκον ἴσως ὡς κατ’ ἐκείνους τοὺς χρόνους εἶχε τὰ πράγματα ὑμᾶς ἀναμνῆσαι, ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν ἕκαστα θεωρῆτε, ἐπὶ δὲ τὰ ἔξωθεν πρόσωπα ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους· ἀναγκαῖον δὲ ὑπολαμβάνω καὶ δίκαιον ἅμα περὶ τούτων πρῶτον εἰπεῖν, ἵνα μηδεὶς ὑμῶν τοῖς ἔξωθεν λόγοις ἠγμένος ἀλλοτριώτερον τῶν ὑπὲρ τῆς γραφῆς δικαίων ἀκούῃ μου· ἐπὶ δὲ τὸν ἀντίδικον αὐτόν· ὡς ἐν τῷ περὶ τοῦ στεφάνου· ἀξιῶ δὲ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δέομαι τούτου μεμνῆσθαι παρ’ ὅλον τὸν ἀγῶνα· ὅτι μὴ κατηγορήσαντος Αἰσχίνου μηδὲν ἔξω τῆς γραφῆς οὐδ’ ἂν ἐγὼ λόγον οὐδένα ἐποιούμην ἕτερον· ἁπάσαις δὲ αἰτίαις καὶ βλασφημίαις ἅμα τούτου κεχρημένου, ἀνάγκη κἀμοὶ πρὸς ἕκαστα τῶν κατηγορημένων μικρὰ ἀποκρίνασθαι καὶ ἑξῆς· καὶ πάλιν· εἰ μὲν οὖν περὶ ὧν ἐδίωκε μόνον κατηγόρησεν Αἰσχίνης, κἀγὼ περὶ αὐτοῦ τοῦ προβλήματος εὐθὺς ἂν ἀπελογούμην· ἐπειδὴ δὲ οὐκ ἐλάττω λόγον τἄλλα διεξιὼν ἀνήλωκε καὶ τὰ πλεῖστα κατεψεύσατό μου, ἀναγκαῖον εἶναι νομίζω καὶ δίκαιον ἅμα βραχέα περὶ τούτων διεξελθεῖν· ἐπισημήνασθαι δὲ ἄξιον, ὡς οὐκ ἀρκεῖ μόνον μιᾷ τῶν τριῶν χρήσασθαι μεθόδῳ, βουλομένους τι παρὰ τὸ κρινόμενον εἰπεῖν, ἀλλὰ καὶ ἐνδείκνυσθαι, ὅτι διὰ βραχέων λέξει τὰ περὶ τὸ κρινόμενον, καὶ εὐθὺς ἐπὶ τὸ κρινόμενον ἥξει· πανταχοῦ γοῦν καὶ Δημοσθένης τό γε πρῶτον προστίθησι τὸ μικρὰ ἢ διὰ βραχέων περὶ τῶν ἐξαγωνίων ἐρεῖν· ἀλλὰ καὶ Θουκυδίδης πρὸ Δημοσθένους· κρινομένου γὰρ, πότερον συμφέρει βοηθῆσαι τοῖς Κερκυραίοις ἢ μὴ, ὁ Κορίνθιος οὕτως ἤρξατο τοῦ λόγου, ἐπὶ τὸν ἀντίδικον μετενεγκὼν τὴν αἰτίαν τοῦ παρὰ τὸ κρινόμενον εἰπεῖν· ἀναγκαῖον Κερκυραίων τῶνδε οὐ μόνον περὶ τοῦ δέξασθαι σφᾶς τὸν λόγον ποιησαμένων, ἀλλ’ ὡς καὶ ἡμεῖς τε ἀδικοῦμεν καὶ αὐτοὶ οὐκ εἰκότως πολεμοῦνται, μνησθέντας πρῶτον καὶ ἡμᾶς περὶ ἀμφοτέρων οὕτως καὶ ἐπὶ τὸν ἄλλον λόγον ἰέναι· καὶ γὰρ ἐπὶ τὸν ἀντίδικον μετήνεγκε τὴν αἰτίαν τοῦ παρὰ τὸ κρινόμενον εἰπεῖν· καὶ διὰ τοῦ μνησθέντας ἐνεδείξατο δι’ ἐλαχίστων ἐρεῖν καὶ πρὸς τὸν ἄλλον λόγον οὕτως ἰέναι λέγων, τὸ κρινόμενον ἐξετάσειν ὀρθῶς ἐπηγγείλατο.
4.207 Σωπάτρο υ . Περιττὸν εἰ συνεστήκο ι. εἰ γὰρ ζήτημα πάντως καὶ συνεστώς· καὶ ὅτι τοῦτο ἀληθὲς, μάρτυς αὐτός· ἀνωτέρω γὰρ περὶ τῶν ἀσυστάτων φησίν· ταῦτα γὰρ οὐκ ἂν εἴη ζητήματα, ὡς τῶν ζητημάτων τὸ συνεστὼς ἐχόντων· ἀσαφῶς δὲ δοκεῖ τὸ ἑξῆς εἰρῆσθαι· οἷον τὸ ἐπισκοπεῖν δεῖ τὸ κρινόμενον· λέγεται γὰρ κρινόμενον καὶ τὸ φεῦγον πρόσωπον· ὥσπερ λέγομεν κρίνεταί τις φόνου ἢ ὕβρεως· λέγεται κρινόμενον καὶ ἡ γνῶσις τῶν δικαστῶν· καὶ γάρ φαμεν, τί ἔκριναν οἱ δικασταί· λέγεται κρινόμενον καὶ τὸ πρᾶγμα, περὶ οὗ ἡ δίωξις· ὃ εἰ καί τις ὑπολάβοι μόνον εἰρῆσθαι κρινόμενον ἐνταῦθα, οὐ καλῶς, οὐ γὰρ ἀεὶ πρᾶγμα τὸ κρινόμενον, ἀλλὰ καὶ πρόσωπον· ὥσπερ καὶ ὁ ἄσωτος καὶ γνώμη· ὡς ἡ μητρυιὰ ἡ ἐν δόξῃ μανίας τὸν πρόγονον ἀποκτείνασα· ἐνταῦθα γὰρ τοῦ πράγματος σαφοῦς ὄντος, φόνος γὰρ, ἡ γνώμη ζητεῖται ἐν τῇ ἀληθείᾳ, μαινομένη ἢ ἐν προσποιήσει μανίας τὸν πρόγονον ἀπέκτεινεν· ἀλλά φαμεν, ὡς τὸ κρινόμενον εἰπὼν πάντα ταῦτα περιέλαβεν· εἰ γὰρ κρίνοιτο, πάντως ὅτι καὶ διῶκον ἔχει καὶ φεῦγον καὶ κρινόμενον, ἃ δή τινες αἴτιον ἐκάλεσαν καὶ συνέχον καὶ κρινόμενον· ὥστε οὐκ ἀσαφῶς εἴρηκεν, εἴγε τούτων ἁπάντων ἐστὶ περιληπτικὸν τὸ κρινόμενον· ἐπεὶ γὰρ εἴρηκε ζήτημα τῶν τριῶν συνεκτικὸν, μάτην αὐτῷ τὴν ἀσάφειαν ἐνεκάλεσαν.
4.208 Εἰ ἀφανές ἐστιν ἢ φανερό ν. ἄφυκτος ἡ διαίρεσις· οὐδὲν γὰρ μεταξὺ φανεροῦ καὶ ἀφανοῦς, ἐπὶ παντὸς γὰρ πράγματός ἐστί τι ἀφανές· οἷον ἡ τῶν δικαστῶν κρίσις, καὶ ἐπὶ παντὸς ζητήματος ἔστι τι φανερόν· οἷον ἐν τῇ ἀντιλήψει μὲν τὸ, εἰ ἐπ’ ἐξουσίας τῷ φεύγοντι τὸ ποιεῖν· καὶ ἐν ὅρῳ τὸ, τί ἐστι τὸ πεπραγμένον· τὸ εἰ ὅλως ὑπῆρξε τὸ πρᾶγμα ἢ ὑπάρξει· βούλονται γάρ τινες καὶ ἐνεστῶτος χρόνου τιθέναι στοχασμὸν, περὶ οὗ εἰρήσεται. Μαρκελλίνο υ. Προβληθέντος σοί, φησι, ζητήματος πολιτικοῦ, σκόπησον τὸ κρινόμενον, τουτέστι τὸ ἔγκλημα· πότερον ἀφανές ἐστιν ἢ φανερόν· ἀφανὲς δὲ λέγει κατὰ τὴν οὐσίαν, οὐ κατὰ κρίσιν· κατὰ κρίσιν γὰρ πάντα ὁμοίως ἀφανῆ· ἄδηλον γὰρ ἐπὶ παντὸς πράγματος τὸ μέλλον κριθῆναι παρὰ τῶν δικαστῶν· ἀμέλει τὸ προειλημμένον διὰ τοῦτο δοκεῖ ἀσύστατον εἶναι, ἐπειδὴ προέγνωσται τῶν δικαστῶν ἡ κρίσις, ὅτι οὐ καταψηφιοῦνται τοιαύτης γυναικός· οὐκοῦν προβληθέντος ἡμῖν ζητήματος ζητοῦμεν, εἰ κατὰ τὴν οὐσίαν ἀφανές ἐστιν ἢ φανερὸν ἐγκαλούμενον· καλῶς δὲ προσέθηκε τὸ εἰ συνεστήκοι· τὸ γὰρ ἀσύστατον ἐκβληθήσεται· τινὲς δέ φασιν, ὅτι περιττὸν τὸ εἰ συνεστήκοι· εἰ γὰρ ζήτημα, δῆλον ὅτι καὶ συνέστηκεν· οὐ γὰρ προσαγορεύομεν ζήτημα τὸ ἀσύστατον· ἕτερον γάρ ἐστι ζήτημα, καὶ ἕτερον πρόβλημα· ζήτημα μὲν τὸ συνιστάμενον, πρόβλημα δὲ τὸ ἀσύστατον· καὶ τὸ μὲν ζήτημα καλέσαιμεν ἂν καὶ πρόβλημα, τὸ δὲ πρόβλημα οὐ πάντως καὶ ζήτημα· ἀφανὲς δὲ λέγει οὐ τὸ μέλλον κριθῆναι παρὰ τῶν δικαστῶν, ἄδηλον γὰρ οὐ μόνον ἐπὶ τῶν στοχαστικῶν ζητημάτων, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν παραπλησίων, ὃ μέλλουσι κρίνειν οἱ δικασταί· ἦ γὰρ ἂν οὐδὲ δικαστηρίων ἐγίνετο χρεία, εἰ φανερὸν ἦν τὸ μέλλον κριθῆναι, ἀλλὰ προειλημμένον ἐγίνετο· ἀφανὲς οὖν λέγει κατὰ τὴν οὐσίαν· καὶ φανερὸν ὁμοίως κατὰ τὴν οὐσίαν· ἔστι δὲ σφόδρα θαυμάσαι τὸν Ἑρμογένην, καὶ γὰρ τὴν ἀντίφασιν οἶδε πάντως τι κατορθοῦσαν· οἷον τὸ ναὶ ἢ οὒ, ὅ ἐστι στοχασμοῦ· ἢ τόδε ἔστιν ἢ τόδε, ὅ ἐστιν ὅρου· ἢ μέλαν, ἢ λευκὸν, ὅ ἐστι τῆς ποιότητος, τρεῖς γὰρ αἱ ἀνωτάτω ζητήσεις· εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστιν· οἷον οὐσία, ἰδιότης, ποιότης· οὐσία μὲν ἐν στοχασμῷ, ἰδιότης δὲ ἐν ὅρῳ· ποιότης δὲ ἐν ταῖς ἄλλαις στάσεσι πάσαις· μήτηρ γὰρ ἡ ποιότης τῶν στάσεων πασῶν, ἐν αἷς ὁποῖόν τί ἐστι τὸ κρινόμενον ζητοῦμεν· καλῶς δὲ τῇ τάξει κέχρηται· πρῶτον μὲν γάρ ἐστι τὸ εἰ ἐφόνευσε· δεύτερον δὲ κατὰ ζήτησιν, εἰ νόμιμος ὁ φόνος ἢ δίκαιος, ἢ σύμφορος· ὥσπερ ἐπὶ τῶν τικτομένων πρῶτον ζητοῦμεν, εἰ ἐτέχθη· εἶτα τί ἐστι, πότερον ἄῤῥεν ἢ θῆλυ.
4.209 εἶτα ὁποῖόν τί ἐστι, πότερον μέλας ἢ λευκός· καλὸς ἢ κακός. Εἰ ἀφανές ἐστιν ἢ φανερό ν· καὶ πῶς δυνατὸν ἀφανὲς ἢ φανερὸν πρᾶγμα κρίνεσθαι, τὸ μὲν γὰρ οὐχ ὑφίσταται· τὸ δὲ περιττὸν ὑπάρχει· λέγομεν οὖν, ὅτι ἀφανὲς τῇ οὐσίᾳ, οὐ τῷ δικαστηρίῳ· τὸ δὲ φανερὸν πάλιν, ἐν ᾧ οὐ τὴν οὐσίαν ζητοῦμεν, ἀλλὰ τὴν ποιότητα. Ἔστι γὰρ στοχασμὸς ἀδήλου πράγματος ἔλεγχος οὐσιώδης ἀπό τινος φανεροῦ σημείου, ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον ὑποψίας· οἷον πεφώραταί τις θάπτων νεοσφαγὲς σῶμα ἐπ’ ἐρημίας, καὶ φόνου φεύγει· ἀπὸ γὰρ τοῦ θάπτειν φανεροῦ ὄντος ἀφανές τι πρᾶγμα ζητοῦμεν οὐσιωδῶς, τὸ τίς ὁ φονεύσας. Συριανοῦ καὶ Σωπάτρο υ. Ἄνωθεν ἀναλαβόντες τὸν ὁρισμὸν ἕκαστα αὐτοῦ τὰ μέρη διασαφήσομεν· πρόκειται ἔλεγχος, ἀλλ’ οὐ ζήτησις· ἐπειδὴ καὶ ἐν ταῖς ἄλλαις τέχναις ἔστι ζητήματα ἄδηλα καὶ ταῖς ἐπιστήμαις, ὥσπερ ἐπὶ φιλοσόφων καὶ ἰατρῶν, ἔλεγχος δέ ἐστι μόνων ῥητορικῶν διὰ τὴν παρὰ τῶν δικαστῶν ἐπιφερομένην ψῆφον· ἐφ’ ὧν γὰρ τιμωρία, ἔλεγχος λέγεται.
4.210 τὸ δὲ οὐσιώδης πρὸς ἀντιδιαστολὴν τῶν λοιπῶν στάσεων· ἐν αἷς ἀφανὲς μέντοι ζητεῖται, οὐ μέντοι καὶ οὐσιωδῶς· στοχασμοῦ γὰρ τοῦτο μόνου· καλῶς δὲ καὶ τὸ ἀπό τινος φανεροῦ σημείου· δεῖ γὰρ τὸ σημεῖον φανερὸν εἶναι· ἀφανὲς γὰρ ἀφανεῖ οὐ κατασκευάζεται οὐδὲ δείκνυται· τινὲς μέντοι ἔδοξαν ἑαυτῷ τὸν τεχνικὸν ἐναντιοῦσθαι ἐνταῦθα· εἰ ἄνωθεν μὲν ἐν τῷ περὶ ἀσώτου ζητήματι τὴν ἀφάνειαν τοῦ πατρὸς ὡς σημεῖον τῆς ἀναιρέσεως αὐτοῦ ἐλάμβανεν· πάντως δὲ ἡ ἀφάνεια οὐ φανερὸν τοῦ τεθνάναι σημεῖον, ἐνταῦθα δὲ ἀπὸ τινός φησι φανεροῦ σημείου· ἀλλά φαμεν, ὅτι εἰ καὶ ἐκεῖ ὡς σημεῖον ἡ ἀφάνεια λαμβάνεται, ἀλλ’ οὖν οὐ διαμάχεται ἑαυτῷ νῦν τῶν φανερῶν λόγων τὸ σημεῖον· δεῖ γὰρ εἰδέναι, ὅτι φανερὰ λέγομεν τὰ σημεῖα οὐχ ὡς ὄντα τῶν ἐγκλημάτων δηλωτικὰ, ἦ γὰρ ἂν οὐδὲ ζήτησις κατελίπετο, εἴ γε φανερῶς αὐτόθεν ἐδηλοῦτο τὸ ἔγκλημα· ἀλλά φαμεν τὰ σημεῖα φανερὰ εἶναι, ὡς πράγματα γεγενημένα ὑπὸ τοῦ φεύγοντος ἢ τοῦ διώκοντος· εἰ τοίνυν καὶ ὁ ἄσωτος ὁμολογεῖ τὴν ἀφάνειαν, πάντως ὅτι φανερὸν τοῦτό ἐστι σημεῖον· καὶ οὐκ ἐναντιοῦται ἑαυτῷ ὁ τεχνικός· τισὶ δὲ ἔδοξεν ἀτελῶς ἔχειν ὁ παρὼν ὁρισμὸς, οὐδὲ γὰρ πάντα στοχασμὸν περιλαμβάνει φησίν· ἐν οἷς λέγει ἀπό τινος φανεροῦ σημείου· ἐκπίπτουσι γὰρ τοῦ στοχασμοῦ, ὅ τε παράδοξος καὶ ὁ ἀπὸ γνώμης καὶ οἱ ἀντεγκληματικοὶ, καὶ οἱ ἀτελεῖς ἐκ πραγμάτων, οἳ δὴ καὶ ἐξ ὑποψίας καλοῦνται· ἐν πᾶσι γὰρ τούτοις οὐδὲν φανερὸν σημεῖον· οὔτε γὰρ ἐν τῷ παραδόξῳ, οὗ παράδειγμα τοῦτο· μάγος ὑπέσχετο ἐν τρισὶν ἡμέραις τύραννον καθελεῖν· σκηπτοῦ κατενεχθέντος ἐπὶ τὸν τύραννον καὶ ἀναιρεθέντος αἰτεῖ ὁ μάγος τὴν δωρεάν· οὔτε ἐν τῷ ὑπὸ γνώμης, οὗ παράδειγμα ἡ μητρυιὰ ἡ ἐν δόξῃ μανίας τὸν υἱὸν τρώσασα, τὸν δὲ πρόγονον ἀποκτείνασα· εἰ δέ τις λέγοι ἐπὶ μὲν τοῦ μάγου σημεῖον τὸ τὸν σκηπτὸν κατενεχθῆναι· ἐπὶ δὲ τῆς μητρυιᾶς τρῶσαι, τὸν δὲ ἀνελεῖν, ἴστω ὁ τοιοῦτος, ὅτι ταῦτα ὁμολογεῖται καὶ σημεῖον οὐδέν· ἀλλὰ μᾶλλον εἰς τὴν τοῦ προσώπου ὑποψίαν ταῦτα ἀνατρέχει· τὸ γὰρ τὸν μὲν εἶναι μάγον, τὴν δὲ μητρυιὰν δοκεῖ ταῦτα γεγενῆσθαι· τουτέστι τὸν μὲν τυραννοκτόνον, τὴν δὲ προγονοκτόνον ἐξ ἐπιβουλῆς· πάλιν οἱ ἀντεγκληματικοὶ καὶ οἱ ἀτελεῖς ἐκ πραγμάτων σημεῖον οὐκ ἔχουσιν, εἴπερ μηδὲ πρᾶγμα ἐξεταζόμενον· οὔτε γὰρ ἐπὶ τρισαριστέως τοῦ μητρυιὰν ἔχοντος καὶ αἰχμάλωτον καὶ ἐπὶ σημείοις φαρμάκων ἀποθανόντος, οὔτε ἐπὶ τοῦ ἀσώτου ὕπεστι πρᾶγμα ἐξεταζόμενον· πράγματος δὲ μὴ ὄντος οὐδὲ σημεῖον εὑρίσκεται, ὥστε εἰ μὴ ταῦτα περιλαμβάνει ὁ παρὼν ὁρισμὸς, ἀναγκαίως προστεθήσεται αὐτῷ τὸ ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον ὑποψίας· αὕτη γὰρ ἡ ὑποψία εἰκὸς μέν ἐστιν, ἀλλ’ οὐχὶ σημεῖον· τὰ γὰρ σημεῖα ἐπὶ τῶν πραγμάτων λέγομεν, τὰ δὲ εἰκότα ἐπὶ τῶν προσώπων· τοῦτο δὲ πεποίηκε πρὸς τὸν ἴδιον σκοπὸν τὸν ὁρισμὸν ἀποδούς· καὶ γὰρ αὐτὸς οὐ βούλεται ἀπὸ μόνου προσώπου στοχασμὸν εἶναι· ἀλλά φαμεν, ὅτι οὐκ ἔχει ἐλλιπῶς ὁ ὁρισμός· διὰ γὰρ μιᾶς λέξεως τρόπον τινὰ πάντα τὰ εἴδη τοῦ στοχασμοῦ περιέλαβεν· διὰ γὰρ τοῦ σημείου καὶ τὸ εἰκὸς ἐδήλωσεν· τρόπον γάρ τινα καὶ τὸ πρόσωπον ὕποπτον τυγχάνον σημεῖον καθίσταται· ἰστέον δὲ, ὅτι οὐ πᾶς στοχασμὸς περὶ οὐσίας ἔχει τὴν ζήτησιν, ἀλλὰ καὶ περὶ ποιότητος, ὡς ἐπὶ τῆς μητρυιᾶς· καὶ γὰρ ἐκεῖ οὐ ζητεῖται, τίς ὁ φονεύσας, φανερὸν γὰρ, ἀλλὰ ποίᾳ γνώμῃ πεφόνευκεν· πάλιν καὶ οὗτος τρόπον τινὰ περὶ οὐσίας ἔχει τὴν ζήτησιν· ἐὰν μὲν γὰρ δειχθῇ, ὅτι ἑκοῦσα πεφόνευκεν, ὑπάγεται ὡς φονεὺς τῇ τιμωρίᾳ· ἐὰν δὲ ἄκουσα, ἐλευθεροῦται τοῦ ἐγκλήματος· δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὡς παράδοξος στοχασμὸς διὰ τοῦτο λέγεται· ἐπειδὴ ἐν μὲν τοῖς ἄλλοις στοχασμοῖς ὁ φεύγων ἀρνεῖται τὸ ἔγκλημα· ἐνταῦθα δὲ ὁμολογεῖ· ἀλλ’ οὐδὲ τοῦτο ἴσως χεῖρον γινώσκειν· ὅτι καὶ πᾶν ζήτημα ἢ κατὰ δίωξίν ἐστι καὶ φυγὴν, ἢ κατὰ αἴτησιν, ἢ κατὰ ἀμφισβήτησιν, εἰσὶ δὲ καὶ στοχασμοὶ τοιοῦτοι· κατὰ δίωξιν μὲν καὶ φυγὴν ὡς ἐπὶ τοῦ πεφωραμένου ἐπ’ ἐρημίας νεοσφαγὲς θάπτοντος σῶμα, καὶ κρινομένου φόνου· ἐνταῦθα γὰρ ὁ μὲν διώκων ἐρεῖ πεφόνευκας, παρίστασο γάρ· ὁ δὲ φεύγων, οὐκ ἀνεῖλον, ἀλλὰ παριστάμην ἐλεῶν τὴν φύσιν· κατὰ αἴτησιν δὲ, ὡς ἐπὶ τοῦ μάγου· ἐνταῦθα γὰρ ὅτι μὲν ἀνῄρηται ὁ τύραννος, σαφὲς, εἰ δὲ διὰ τὸν μάγον οὔπω δῆλον· ἐνταῦθα καὶ ὁ ἀντιλέγων μὴ ἐκ τοῦ μάγου τοῦτο γεγενῆσθαι, ὁ δὲ μάγος λέγει ἀνῃρηκέναι καὶ κέχρηται σημείῳ τῇ ὑποσχέσει· διὸ καὶ αἰτεῖ δωρεάν· χρὴ δὲ γινώσκειν, ὅτι ἀντέστραπται ἐνταῦθα πρόσωπα· καὶ γὰρ ὁ φεύγων τὴν τοῦ κατηγόρου τάξιν ἐπέχει· ὁ γὰρ πρῶτος λέγων τὸ τοῦ διώκοντος πρόσωπον κληροῦται· κατ’ ἀμφισβήτησιν δέ· οἷον τύραννος ᾔτησεν ἀλεξιφάρμακον παρὰ ἰατροῦ, φήσας δηλητήριον παρὰ τοῦ ἰδίου ἰατροῦ κεκομικέναι· καὶ λαβὼν ἐτελεύτησε παραυτίκα, καὶ ἀμφισβητοῦσιν οἱ δύο τῆς δωρεᾶς τοῦ τυραννοκτόνου· κέχρηται γὰρ ἑκάτερος σημείοις, ὁ μὲν παρὰ τοῦ τυράννου ὑποπτευθέν· ὁ δὲ τὸ παραυτίκα τεθνάναι τὸν τύραννον τῇ τοῦ φαρμάκου μεταλήψει· δεῖ δὲ τὰ σημεῖα ἐπὶ τοῦ στοχασμοῦ ἀνεύθυνα εἶναι καὶ ὁμολογεῖσθαι περί τε τοῦ φεύγοντος καὶ τοῦ διώκοντος· ἴδιον γὰρ στοχασμοῦ τὸ δύο πράγματα ἔχειν· ὧν τὸ μὲν ἀνεύθυνον καὶ φανερὸν καὶ σημεῖον, τὸ δὲ ὑπεύθυνον, ὃ καὶ ἀφανές· αἰτιῶνται δέ τινες τὸ παράδειγμα τοῦ στοχασμοῦ, ὡς ἀτελὲς ἐκ προσώπου· τὸ γὰρ τίς τῶν ἀνεξετάστων· ἀλλ’ ἴσως τῷ ὁρισμῷ κατακολουθῶν τῷ ἑαυτοῦ Ἑρμογένης, ὃς ἀπὸ μόνου σημείου τὸν στοχασμὸν λέγει γίγνεσθαι, τοῦ προσώπου πάντη καταπεφρόνηκεν· ἐμέμψαντο δὲ καὶ τὸ λέγειν, τίς ὁ φονεύσας· τοῦτο γὰρ ἀντεγκλήματος· ὤφειλε γὰρ εἰπεῖν οὐ τίς, ἀλλ’ εἰ οὗτος ὁ φονεύσας· περὶ γὰρ οὐσίας ἡ ζήτησις· τρεῖς δὲ τρόπους ἡμῖν τῆς τῶν στάσεων ἀκριβοῦς παραδίδωσι διδασκαλίας· μέθοδον, ὁρισμὸν, παράδειγμα· καὶ ἡ μὲν μέθοδός ἐστιν οἵα τις ὑπογραφὴ τῆς στάσεως καὶ κανών· ὁ δὲ ὁρισμὸς τῆς ἰδιότητος διδασκαλία, καὶ τῆς φύσεως τοῦ προκειμένου· τὸ δὲ παράδειγμα τὰ εἰρημένα σαφῆ καθίστησιν· ὥστε διὰ πάντων τούτων ἡ διδασκαλία καθίσταται· ἐχρήσατο δὲ καὶ τῇ τάξει καλῶς τῆς διδασκαλίας· καὶ γὰρ οἱ διαλεκτικοὶ τέσσαράς φασιν εἶναι τάξεις τῆς διαλεκτικῆς διδασκαλίας, διαιρετικὴν, ὁριστικὴν, ἀναλυτικὴν, ὑποδειγματικήν· ᾗ καὶ Ἑρμογένης κατακολουθεῖ· πρῶτον μὲν τῇ μεθόδῳ διαιρεῖ· ἔπειτα διὰ τῶν ὑπογραφῶν ὁρίζεται, καὶ τρίτον διὰ τῶν παραδειγμάτων ἀναλύει καὶ ἀποδεικνύει τὰ εἰρημένα· τὸ γὰρ παράδειγμα διπλῆν αὐτῷ τὴν χρείαν πληροῖ, ἀναλυτικήν φημι καὶ ἀποδεικτικήν· τὸ μὲν γὰρ σπεύδειν τὰ μέρη τῆς ὑπογραφῆς λαβόντα ἐκ τοῦ παραδείγματος πιστοῦσθαι τὸ διὰ τί οὕτως εἴρηται, τρόπον τινὰ ἀναλυτικῆς· οἷον τὸ ἀπό τινος φανεροῦ σημείου τῆς ὑπογραφῆς μέρος ἐστίν· ὃ διὰ τοῦ φάσκειν, ἀπὸ γὰρ τοῦ θάπτειν, φανεροῦ ὄντος, ἀφανές τι πρᾶγμα ζητοῦμεν δηλοῖ, ἀφ’ οὗ δῆλον, ὡς τὸ διὰ τί ἑκάστη λέξις ἐν τῷ ὁρισμῷ πρόκειται, διὰ τῶν ὑποδειγμάτων βούλεται παριστάνειν· τὸ δὲ καὶ πᾶν ζήτημα σαφὲς καθιστᾷν διὰ τοῦ αὐτοῦ παραδείγματος ἀποδεικνύντος ἐστὶ κατὰ τὸν ἐνδεχόμενον τρόπον· καὶ γὰρ αἱ ῥητορικαὶ πίστεις ἢ δι’ ἐνθυμημάτων ἢ διὰ παραδειγμάτων γίνονται.
4.214 Μαρκελλίνο υ. Ὁ μὲν οὖν Μινουκιανὸς ὡρίσατο ἄρνησις παντελὴς τοῦ ἐπιφερομένου ἐγκλήματος, βέλτιον δὲ ὁ Ἑρμογένης, ἀδήλου πράγματος ἔλεγχος· τὸ μὲν γὰρ ζητῆσαι κοινὸν ἦν καὶ τῶν ἄλλων ἐπιτηδευμάτων· καὶ γὰρ ἡ μηχανικὴ περὶ ἀδήλου πράγματος ἔχει τὴν ζήτησιν· καὶ ἄλλα δὲ πλεῖστα· μόνῳ δὲ στοχασμῷ ἀνάκειται τῶν κατ’ οὐσίαν ἀδήλων ὁ ἔλεγχος· ἐλέγχει γὰρ τοῖς ἰδίοις κεφαλαίοις τὸ ἀφανές· οὐκ εἶπεν δὲ ζήτησις ἀλλ’ ἔλεγχος· καὶ ὁ μὲν ἔλεγχος καὶ ζήτησις, ἡ δὲ ζήτησις οὐ πάντως ἔλεγχος· οὐσιώδη ς· ἐπειδὴ περὶ ὑπάρξεως ἡ ζήτησις, καὶ τὴν οὐσίαν ζητοῦμεν, εἰ ὅλως πέπρακται τὸ ἐγκαλούμενον παρὰ τοῦ κρινομένου· οἷον ἐφόνευσεν οὗτος· φανεροῦ σημείο υ· θαυμασίως σφόδρα τοῦτο προσέθηκε· πῶς γὰρ τὸ ἀφανὲς ἐξ ἀφανοῦς ὁμοίου πιστοῦσθαί τις δυνήσεται· πρὸς δὲ τὸν ἑαυτοῦ ὅρον καὶ τὸ παράδειγμα ἐπήνεγκεν ἀπὸ πράγματος μόνου στοχασμόν· ἰστέον δὲ, ὅτι γίνεται ὁ στοχασμὸς κατὰ τοὺς τρεῖς χρόνους, παρεληλυθότα, ἐνεστῶτα, μέλλοντα· καὶ παράδειγμα τοῦ παρεληλυθότος ὁ θάπτων τὸ νεοσφαγὲς σῶμα· ὡς ἐπὶ πεπραγμένῳ γὰρ τῷ φόνῳ κρίνεται· τοῦ δὲ ἐνεστῶτος ὁ ἀσωτευόμενος πένης καὶ λῃστείας κρινόμενος· ἔτι γὰρ νῦν λῃστεύειν ἐγκαλεῖται· τινὲς δ’ οὐ καλῶς φασι τὸ παράδειγμα κεῖσθαι, ἐπὶ γὰρ τῇ ἤδη γενομένῃ λῃστείᾳ κρίνεται ὁ ἄσωτος· καὶ λέγουσιν ἄλλο παράδειγμα· ἀναγομένων Ἀθηναίων ἀπὸ Κερκύρας ἀπαγγέλλει Συρακουσίοις ὁ Ἑρμοκράτης τὴν ἄφιξιν· ἰδοὺ γὰρ ἐνταῦθά φασιν ἔτι γενομένου τοῦ πλοῦ, καὶ ἔστι πιθανὸν μὲν τὸ παράδειγμα, ὡς πρὸς τῷ ἄνω· δοκεῖ δέ μοι τὸν μέλλοντα μηνύειν ἐπίπλουν γενήσεσθαι· τοῦ δὲ μέλλοντος, ὡς ἀφορῶν εἰς τὴν ἀκρόπολιν νέος πλούσιος καὶ δακρύσας καὶ κρινόμενος τυραννίδος ἐπιθέσεως· φαμὲν γὰρ αὐτὸν τυραννήσειν· ἰστέον μέντοι, ὅτι κρίνεταί τις κατασοφισμοῦ ἐν στοχασμῷ· οἷον νόμος μὴ γαμεῖσθαι τὴν ὀρφανὴν μήτε τῷ ἐπιτρόπῳ μήτε τοῦ ἐπιτρόπου παιδί· ἐπίτροπος ἀπεκήρυξε τὸν ἑαυτοῦ παῖδα, ἐκεῖνος ἐβιάσατο τὴν ὀρφανήν· εἵλετο αὐτοῦ γάμον ἡ παῖς· μετὰ ταῦτα ἀνέλαβεν αὐτὸν ὁ πατήρ· καὶ κρίνεται κατασοφισμοῦ.
4.215 Ἐὰν δὲ ᾖ φανερὸν τὸ κρινόμενον, πάλιν ἐπισκεπτέον εἰ τέλειόν ἐστιν ἢ ἀτελές. λέγω δὲ ἀτελὲς, ᾧ προστεθέντος τινὸς ὡς λείποντος ὄνομά τε εὐθὺς γίνεται· καὶ μετὰ ταῦτα οὐκέτι ἔχει ζήτησιν οὐδὲ μίαν τὸ πρᾶγμα. ἂν γὰρ ᾖ τοιοῦτον, ὁρικὴν ποιεῖται τὴν στάσιν. Συριανο ῦ. Ἄφυκτος καὶ αὕτη ἡ διαίρεσις· τελείου γὰρ καὶ ἀτελοῦς οὐδὲν μεταξύ· πάνυ δὲ ἀκριβῶς καὶ τὸ ὡς λείποντος πρόκειται· οὐδὲ γὰρ ἀτελές ποτε πρᾶγμα εἰς δικαστήριον εἰσάγεται· ἀλλὰ φύσει μὲν πᾶν πρᾶγμα κρινόμενον τέλειόν ἐστιν· ἡ δὲ τοῦ ὅρου ἀτέλεια περὶ τὸ σχεῖν ὄνομα· διὸ καὶ ἐπάγει, ὄνομά τε εὐθὺς γίνεται, ὡς εἰδὼς ὅτι φύσει τέλειόν ἐστι, καὶ ἅμα τῷ προστεθῆναι τὸ ὄνομα, περὶ οὗ ἡ ἀμφισβήτησις, τέλειον γίνεται· δεῖ δὲ εἰδέναι, ὅτι κρινόμενον νῦν λέγει τὸ ἐνεργηθὲν, ἤτοι τὸ ἐκ τῆς ἐνεργείας γεγονός· περὶ οὗ ἡ κρίσις· οἷον ἀνῆλθέ τις ἐπὶ τὴν ἀκρόπολιν, ὡς ἀποκτενῶν τὸν τύραννον, καὶ ἐδίωξεν· ἕτερος ἐντυχὼν ἐφόνευσε· νόμου ὄντος τὸν τυραννοκτόνον λαμβάνειν δωρεὰν, ἀμφισβητοῦσιν ἀλλήλοις περὶ τῆς δωρεᾶς· ἐνταῦθα τὸ μὲν πρᾶγμα ἡ τυραννοκτονία φανερόν· ζητεῖται δὲ ἡ ἑκατέρου ἐνέργεια τοῦ τε ἀναβάντος καὶ διώξαντος· καὶ τοῦ πεφονευκότος φεύγοντα· πότερος τούτων ὁ τυραννοκτόνος· ὁ μὲν γὰρ λέγει δεδωκέναι τὸ σπέρμα καὶ τὴν ἀρχήν· ὁ δὲ λέγει τὴν πρᾶξιν ἀνύσαι, καὶ ταῖς χερσὶ διαχρήσασθαι.
4.216 ἀτελέ ς. διττόν ἐστι τὸ ἀτελὲς ἐνταῦθα· ἢ γὰρ τῇ ἐνεργείᾳ καὶ τῇ πράξει τοῦ φεύγοντός ἐστιν ἀτελές· ἢ πρὸς τὴν φωνὴν τοῦ κατηγόρου· τῇ μὲν ἐνεργείᾳ ὡς ἐπὶ τούτου· κενοτάφιόν τις ὀρύξας κρίνεται τυμβωρυχίας· ἐνταῦθα γὰρ τὸ μὲν ὄρυγμα καὶ τὸν τάφον καὶ αὐτὸς ὡμολόγησεν ὁ φεύγων, ἡ δὲ τυμβωρυχία οὐδ’ ὅλως πέπρακται· οὐ γὰρ ὑφείλετο τοῦ νεκροῦ τὴν ἐσθῆτα, ἢ ἄλλο τι τοιοῦτον· κατὰ δὲ τὴν φωνὴν τοῦ κατηγόρου· ὡς ἐφ’ οὗ ζητήματος παρατίθεται Ἑρμογένης· ἡ μὲν γὰρ τοῦ κατηγόρου φωνὴ περὶ μείζονός ἐστιν, ὁ δὲ φεύγων ἀνθαιρεῖται τὸ ἔλαττον· καὶ ἡ μὲν πρᾶξις τελεία, πρὸς δὲ τὴν τοῦ κατηγόρου φωνὴν ἀτελής. εἰ γὰρ προστεθείη ὅτι καὶ ἱερὰ τὰ χρήματα, σαφὴς οὗτος ἱερόσυλος. Μαρκελλίνο υ.
4.217 Φανερὸν λέγει οὐ τὸ τοῖς δικασταῖς ὁμολογούμενον, ἦ γὰρ οὐδὲ κρίσις ἦν, ἀλλὰ προειλημμένον ἐγίνετο, ἀλλὰ φανερὸν τῇ οὐσίᾳ· ἐὰν μὲν οὖν εἴη φανερὸν, καὶ τοῦτο διπλοῦν ὑπάρχει τῇ φύσει· εἰ γὰρ καὶ φανερόν ἐστιν, ἀλλ’ οὐ πάντως τέλειόν ἐστιν· ἀλλὰ τὸ μέν ἐστιν αὐτοῦ ἀτελὲς, τὸ δὲ τέλειον, ἀτελὲς δέ ἐστι τὸ ἔτι προσθήκης δεόμενον εἰς ἀναπλήρωσιν· τὸ οὖν ἀτελὲς ἐνταῦθα ποιεῖ τὴν ζήτησιν· χρὴ δὲ σκοπεῖν τὸ ἐνεργηθὲν, εἰ ἀτελῶς ἐνήργηται· δοκεῖ μὲν γὰρ τὸ πεπραγμένον τέλειον εἶναι· ἀλλὰ τὸ ἐνεργηθὲν ἐν τῷ ἱερῷ ζητοῦμεν· ὅπερ Δημοσθένης φανερὸν ποιεῖ· φησὶ γοῦν τὴν ἱερὰν ἐσθῆτα· εἰ τοίνυν ἀτελὲς καλῶς ἐπήγαγε σαφηνίσαι βουλόμενος· ᾧ προτεθέντος τινὸς ὡς λείποντος ὄνομα γίνετα ι, ὡς μήπω τοῦ πράγματος διὰ τὸ ἀτελὲς τῆς πράξεως ὄνομα δυναμένου λαβεῖν· καθάπερ ἐπὶ τῶν τικτομένων παιδίων, ἕως ἄδηλος ἡ φύσις, πότερον ἄῤῥενος ἢ θήλεος, οὐ δύναται λαβεῖν ὄνομα· ὅταν δὲ γνωσθῇ, τότε λαμβάνει τὴν προσηγορίαν· ὡς λείποντο ς, πρὸς τὴν τοῦ ἀντιδίκου φωνὴν, ἀτελὲς γὰρ ὡς πρὸς ταύτην· ὄνομά τε εὐθὺς γίνετα ι, λαμβάνει ὄνομα τὸ πραχθέν· καὶ οὐκέτι περὶ τοῦ ὀνόματος ἀμφιβάλλεται. Ἔστι γὰρ στάσις ὁρικὴ ὀνόματος ζήτησις περὶ πράγματος, οὗ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει πρὸς αὐτοτέλειαν τοῦ ὀνόματος· οἷον ἐξ ἱεροῦ ἰδιωτικά τις ὑφείλετο χρήματα· νόμου κελεύοντος τὸν μὲν ἱερόσυλον τεθνάναι, τὸν δὲ κλέπτην διπλᾶ διδόναι, ὡς ἱερόσυλος ὑπάγεται· ὁ δὲ κλέπτης εἶναι λέγει· ἐὰν γὰρ προσθῇ τὸ καὶ ἱερὰ εἶναι τὰ χρήματα, σαφής γε οὗτος ἱερόσυλος· καὶ οὐκ ἔτι ἔχει τὸ πρᾶγμα ζήτησιν, οὐδὲ μίαν. Συριανο ῦ. Ὀνόματος εἶπεν ζήτησις· οὐδὲ γὰρ τοῦ πεποιηκότος ζητοῦμεν τὸ ὄνομα· οὐ γὰρ ἀνώνυμος ὁ πεποιηκώς· ἀλλ’ αὐτὸ τὸ πρᾶγμα τί κληθήσεται, αὐτὴν τὴν ἐνέργειαν· ἀκολουθίαν δὲ ἔχει ὁ ὅρος πρὸς τὸν στοχασμόν· διότι ἐν μὲν τῷ στοχασμῷ περὶ ὑπάρξεως ἡ ζήτησις, ἐν δὲ τῷ ὅρῳ περὶ κλήσεως· ἀκολουθεῖ δὲ τῇ γενέσει ἡ κλῆσις· ὥσπερ ἐπὶ τοῦ παιδίου τοῦ ἀρτιγενοῦς ζητοῦμεν, τί χρὴ θεῖναι ὄνομα τῷ τεχθέντι· ἰστέον δὲ, ὅτι καὶ ὅρος ἐστὶ παράδοξος, ὅτε κατὰ τὸ πλεονάζον ἐλλείπει· ὡς ἐπὶ τούτου· νόμος τὸν ὁλόκληρον ἱερᾶσθαι· ἑξαδάκτυλον κωλύει τις ἱερᾶσθαι· ζητεῖται γὰρ εἰ τέλειος ὁ ἑξαδάκτυλος· δοκεῖ γὰρ τῷ πλεονάζειν τοῖς δακτύλοις ἀτελὴς εἶναι· αἱ γὰρ ὑπερβολαὶ καὶ αἱ ἐλλείψεις κακίαι· ὅμοιον καὶ τοῦτο.
4.218 νόμος τὸν καινὸν ὅπλον εὑρηκότα δωρεὰν λαμβάνειν· ἵππον τὶς ἐδίδαξε μάχεσθαι καὶ αἰτεῖ τὸ γέρας· πλεονάζει γὰρ τοῦτο κατὰ τὸ ἔμψυχον· πᾶν γὰρ ὅπλον ἄψυχον· ὥσπερ δὲ ἐν στοχασμῷ γίνεται κατὰ φυγὴν καὶ δίωξιν ζήτημα καὶ κατὰ ἀμφισβήτησιν, οὕτω καὶ ἐν ὅρῳ· κατὰ φυγὴν καὶ δίωξιν ὡς ἐπὶ τοῦ ἱεροσύλου· κατὰ αἴτησιν ὡς ἐπὶ τούτου· φιλόσοφος ἔπεισε τύραννον ἀποθέσθαι τὴν τυραννίδα καὶ αἰτεῖ δωρεάν· καὶ ἀντιλέγει τις· ἐνταῦθα ἑκάτερος τὸν νόμον προβάλλεται· ἀλλ’ ὁ μὲν φεύγων κατὰ τὸ ἁπλῶς ἀπαλλάξαι τυραννίδος τὴν πόλιν· μηδὲν γὰρ διαφέρειν τοῦ τὸν τύραννον ἀνελεῖν, τὸ παῦσαι τὴν τυραννίδα· ὁ δὲ διώκων κατὰ τὸ περίεργον· ζητεῖ γὰρ καὶ τὸν τυράννου φόνον, τοῦτο βουλόμενος εἶναι τυραννοκτονίαν, ἀλλ’ οὐχὶ τὸ ἀπαλλάξαι τυραννίδος τὰς πόλεις· καὶ ἑκάτερος αὐτῶν τὴν τοῦ νομοθέτου γνώμην προβάλλεται· καὶ ὁ μέν φησιν, ὅτι ὁ νομοθέτης τοῦτο μόνον ἐσκόπησεν, ὅπως τυραννίδος ἀπαλλάξῃ τὴν πόλιν· καὶ τοῦ πείσαντα παῦσαι τὴν τυραννίδα, ὁ δ’ ἀντιλέγων φησὶν, ὅτι ὁ νομοθέτης κατανοήσας, ποῖα παρέπεται τῷ τύραννον ἀνελεῖν βουλομένῳ, καθάπερ τι παραμύθιον τὸ γέρας ὡρίσατο· κατὰ ἀμφισβήτησιν δὲ, ὡς ἐπ’ ἐκείνου· ἀνῆλθέ τις ἐπὶ τὴν ἀκρόπολιν, ὡς ἀποκτενῶν τὸν τύραννον καὶ ἑξῆς· καὶ γὰρ ἐπὶ τούτου ζητεῖται, τίς ἄξιος λαμβάνειν τὴν δωρεὰν, ὁ διώξας, ἢ ὁ ὑπαντήσας καὶ ἀνελών· καὶ ὁ μὲν τὴν ἀρχὴν, ὁ δὲ τὸ τέλος προβάλλεται· τῷ μὲν γὰρ ἐλλείπει ἡ ἀρχὴ, τῷ διώξαντι δὲ τὸ τέλος· ἀλλ’ ἐπειδὴ καὶ ὅροι καὶ στοχασμοὶ παράδοξαι εὕρηνται· καὶ κατὰ φυγὴν καὶ δίωξιν καὶ ἔτι κατὰ αἴτησιν καὶ ἀμφισβήτησιν, ἄξιον εἰπεῖν κατὰ τί κοινωνοῦσι καὶ διαφέρουσιν ἀλλήλων· κοινωνεῖ τοίνυν ὁ παράδοξος στοχασμὸς τῷ παραδόξῳ ὅρῳ, καθ’ ὃ ἀμφότεροι ξένα τινὰ εἰσάγουσι· διαφέρει δὲ, ὅτι ὁ μὲν στοχασμὸς ἀμείβει τὴν τάξιν τοῦ φεύγοντος καὶ διώκοντος· ὁ δὲ ὅρος οὐδὲν τοιοῦτον ποιεῖ· ἀλλὰ καὶ οἱ κατὰ αἴτησιν στοχασμοὶ καὶ ὅροι κοινωνοῦσι, καθ’ ὃ ἑκάτεροι εὐεργεσίαν προβάλλονται· διαφέρουσι δὲ, ὅτι ἐν μὲν τῷ στοχασμῷ εἰς ἕτερόν τι τὴν αἰτίαν μεταβιβάζει, ὡς ἐπὶ τοῦ μάγου ἐπί τινα τύχην καὶ δαίμονα τὴν τοῦ τυράννου κεραυνοβολίαν ὁ διώκων ἀνατίθεται.
4.219 καὶ ἐν τῷ στοχασμῷ ἄδηλον, εἴπερ ἐξ αὐτοῦ γέγονε τὸ πραχθέν· ἐπὶ δὲ τοῦ ὅρου δῆλον μὲν, ὅτι αὐτός ἐστιν ὁ πεποιηκὼς, καὶ τὰ τῆς εὐεργεσίας πρόδηλα, τοῦτο δὲ μόνον φησὶν, ὅτι οὐκέτι τυραννοκτονήσας ὡς ὁ νομοθέτης διαγορεύει· ὡσαύτως καὶ οἱ κατὰ ἀμφισβήτησιν ὅροι καὶ στοχασμοὶ κοινωνοῦσι μὲν, καθὸ ἐν ἀμφοτέροις ζήτησίς ἐστι, τίνα δεῖ λαβεῖν καὶ καθ’ ὃ ἐν ἀμφοτέροις πέπρακταί τι παρ’ ἑκατέρου προσώπου, διαφέρουσι δὲ, ὅτι ἐν μὲν τῷ ὅρῳ ὁμολογεῖται τὸ παρ’ ἑκατέρου πεπραγμένον, καὶ ἔστιν ἀτελὲς καὶ δεῖται τῆς ἀπὸ τοῦ ἑτέρου πράξεως· καὶ ὅτι μείζω ἔχει τὴν ζήτησιν τὸ διῶξαι ἢ τὸ ἀνελεῖν· ἐν δὲ τῷ στοχασμῷ οὐχ ὁμολογεῖται τὸ παρ’ ἑκατέρων πεπραγμένον, οὐδὲ περὶ τοῦ μείζονος ἀμφισβητοῦσιν· ἀλλ’ ἑκάτερος τὸ τοῦ ἑτέρου πάντως ἀνελὼν τὸ πᾶν ἑαυτῷ περιτίθησιν· ἀλλὰ καὶ οἱ κατὰ φυγὴν καὶ δίωξιν κοινωνοῦσι μὲν, καθὸ ἀμφότεροι ἀρνοῦνται τὸ πεπραγμένον, διαφέρουσι δὲ, ὅτι ἐν μὲν ὅρῳ ἄρνησίς ἐστιν ἑτέρου ὁμολογουμένου· ἐν δὲ στοχασμῷ οὐδὲν ὁμολογεῖται· καὶ τῷ μὲν στοχασμῷ εἰς ἑτέρου σημεῖον λαμβάνεται τὸ πραχθέν· ἐν δὲ τῷ ὅρῳ τὸ πραχθέν ἐστιν τὸ ἐγκαλούμενον· ἔτι κοινωνοῦσι, καθὸ ἐν ἀμφοτέροις ὁ φεύγων ὁμολογεῖ ἀνεύθυνον εἶναι τὸ πραχθέν· διαφέρουσι δὲ, ὅτι ἐν μὲν στοχασμῷ τὸ ὁμολογούμενον οὐδὲν μέρος τυγχάνει τοῦ ἐγκλήματος.
4.220 Μαρκελλίνο υ. Ὅρα πῶς ἀσφαλῶς ὡρίσατο· οὐ γὰρ εἶπεν ὀνόματος ἁπλῶς, ἀλλὰ περὶ πρᾶγμα· πρᾶγμα δέ φησι τὸ ἔγκλημα, ἢ τὸ κατόρθωμα· οὐ γὰρ προσώπου ἐστὶν ὄνομα τὸ ζητούμενον· ἔχει γὰρ ἴδιον ὄνομα ὁ ἐκ τοῦ ἱεροῦ ὑφελόμενος τὰ χρήματα, ἀλλ’ ἐκ τοῦ πράγματος τοῦ ἐνεργηθέντος ζητοῦμεν τὸ ὄνομα· ἰστέον δὲ, ὅτι μόνον τοῦ κατὰ κρίσιν ὅρου ὁ τεχνικὸς ἐπήνεγκε τὸ παράδειγμα, σιωπήσας τὸν κατὰ ἀμφισβήτησιν· τὸ γὰρ παράδειγμα πρὸς τὸ δεῖξαι νῦν τὸ ἴδιον τῆς στάσεως ἔλαβεν· εἰκότως δὲ καὶ τὸν ὅρον τῶν ἄλλων προέταξεν· ἐπειδὴ ὥσπερ ἐγγύς ἐστι τοῦ στοχασμοῦ, καὶ πνεῖ καὶ αὐτὸς τῆς οὐσίας διὰ τὸ ἄδηλον τοῦ ὀνόματος· καὶ ὅτι περὶ οὐ τελείου ἐστὶν, ἀλλ’ ἀτελοῦς ἀμφισβητεῖται. Ἂν μέντοι φανερὸν ᾖ καὶ τέλειον τὸ κρινόμενον, ἡ ζήτησις περὶ τὴν ποιότητα τοῦ πράγματος ἵσταται· οἷον εἰ δίκαιον, εἰ συμφέρον, εἰ ἔννομον, ἤ τι τῶν τούτοις ἐναντίων, καὶ ὄνομα μὲν γενικὸν τούτῳ ποιότης· ἤτοι δὲ περί τι πρᾶγμα ἔχει τὴν ζήτησιν, ἢ περὶ ῥητόν· κἂν μὲν περὶ ῥητὸν, νομικὴν ποιεῖται τὴν στάσιν· περὶ ὧν ὕστερον ἐροῦμεν· ἐὰν δὲ περὶ πρᾶγμα, λογικήν· διαιρέσεις δὲ καὶ τοῦτο δίχα· ἢ γὰρ περὶ μέλλοντος πράγματος ἔχει τὴν ζήτησιν· ἢ περί τινος ἤδη γεγονότος, κἂν μὲν περὶ μέλλοντος, ἔσται πραγματική. Ἔφαμεν ἤδη, ὅτι τρεῖς εἰσιν αἱ ἀνωτάτω ζητήσεις· ἢ γὰρ περὶ ὑπάρξεως, ἢ περὶ ἰδιότητος, ἢ περὶ ποιότητός ἐστιν ἡ ζήτησις, περὶ ἧς νῦν ἐρεῖ· ἧς καὶ τὴν διαίρεσιν ἀκολούθως τοῖς πράγμασι ποιεῖται, εἰπὼν ἢ περὶ πρᾶγμα ἢ περὶ ῥητὸν εἶναι τὴν ἀμφισβήτησιν· ἢ γὰρ ἀμφισβητεῖται ἡ πρᾶξις, ὁμολογουμένων τῶν νόμων, ἢ τῆς πράξεως ὁμολογουμένης, ἀμφισβητεῖται ὁ νόμος· καὶ οὐδὲν παρὰ ταῦτα· διὰ τί δὲ ἐν τῇ ὁρικῇ στάσει εἰπὼν ὅτι, ἐὰν τὸ λεῖπον προστεθῇ καὶ τέλειον γένηται, οὐκέτι λείπεται ζήτησις, ἐνταῦθά φησιν, ἐὰν μέντοι φανερὸν ᾖ καὶ τέλειον τὸ κρινόμενον· φαμὲν οὖν, ὅτι ἐκεῖ ὁρικὴν στάσιν τοῦτό φησι· δεῖ γὰρ ἐν ἐκείνῃ τὸ μὲν πεπρᾶχθαι, τὸ δὲ λείπειν· λείπειν δὲ κατὰ τὸ ὄνομα μόνον· ἐν μέντοι ταῖς κατὰ ποιότητα στάσεσι τέλειόν ἐστι τὸ πρᾶγμα· αὕτη δὲ τέμνεται εἰς τὰ ῥητὰ καὶ πράγματα· καὶ τὰ μὲν ῥητὰ ποιεῖ τὰς νομικάς· τὰ δὲ πράγματα τὰς λογικάς· λογικαὶ δὲ λέγονται οὐχ ὅτι αὗται μόναι λόγῳ βεβαιοῦνται· πασῶν γὰρ τοῦτο καὶ λογικῶν καὶ νομικῶν, ἀλλ’ ὅτι τῶν μὲν νομικῶν αἱ πίστεις περὶ τὴν τῶν ῥητῶν ἐξέτασίν εἰσι· τῶν δὲ λογικῶν περὶ τὰς τεχνικὰς καλουμένας ἀποδείξεις, αἱ γὰρ τῶν νομικῶν πίστεις ἤτοι ἀποδείξεις ἄτεχνοί εἰσι· τοῦ τὸν μοιχὸν γὰρ μὴ εἰσιέναι εἰς ἱερὸν νομίμου ὄντος, εἰ εἰσέλθοι οὐδὲ μιᾶς τεχνικῆς χρεία πίστεως πρὸς τὸ δεῖξαι παραβεβασμένον τὸν νόμον· αἱ μέντοι τῶν λογικῶν πίστεις ἔντεχνοι· αἵπερ γίνονται προτάσεσί τε καὶ ἐπαγωγαῖς καὶ συλλογισμοῖς καὶ παραδείγμασι καὶ τῆς ἐκ τοῦ ὁμοίου παραθέσεως, ἃς ἡ τοῦ λόγου τέχνη ἐπινενόηκεν· αἱ μὲν οὖν περὶ πραγμάτων τὰς ἀμφισβητήσεις ἔχουσαι λογικαὶ λέγονται· λόγων γὰρ, ὡς ἔφαμεν, δέονται καὶ ῥητορικῆς εἰς κατασκευὴν δεινότητος· αἱ δὲ περὶ ῥητὰ νομικαί· οὐ γὰρ λόγους ἀπαιτοῦσι πολλούς· ἀλλ’ ἔξεστι καὶ τοῖς ἰδιώταις προϊσχομένους τὸν νόμον τῶν δικαίων τυχεῖν· τὸ γὰρ κυριώτατον ἐν ῥητοῖς νόμος· ὅθεν τοῦ ῥητοῦ πολλαχῶς λεγομένου, ἐπί τε γὰρ ψηφίσματος καὶ ἐπιστολῆς καὶ διαθήκης καὶ κηρύγματος καὶ νόμου, ἐκνενίκηκε τὸ κυριώτατον ὁ νόμος ἀφ’ ἑαυτοῦ νομικὰς καλέσαι τὰς περὶ ῥητὸν στάσεις· πᾶν γὰρ ῥητὸν ὑπὸ τὸν νόμον πάντως ἐστίν· χρὴ δὲ εἰδέναι, ὅτι ἐπειδὰν παραλάβωμεν ἐν ταῖς λογικαῖς τῶν στάσεων ῥητὸν, εἰς ἀπόδειξιν αὐτὸ παραλαμβάνομεν τῶν ζητουμένων πραγμάτων· ἀλλ’ οὐκ αὐτὰ ζητοῦντες τὰ ῥητά· προέταξε δὲ τὰς λογικὰς τῶν νομικῶν, τῇ φύσει ἀκολουθῶν· πρῶτον γὰρ ὑπῆρχε τὰ πράγματα, καὶ οὕτως νόμοι ἐτέθησαν· ὡς καὶ Αἰσχίνης φησίν· ἐκ γὰρ τοῦ τινὰς ἁμαρτάνειν τοὺς νόμους ἔθεσθε· ζητοῦσι δέ τινες, ἆρα καὶ ὁ στοχασμὸς καὶ ὅρος λογικαί εἰσι στάσεις, ἢ οὔ· καὶ εἰ λογικαὶ, πῶς μετὰ ταύτας τὴν διαίρεσιν ἐποιήσατο τῶν λογικῶν νομικῶν· ἄλλως τε καὶ πῶς ἂν λογικαὶ κληθεῖεν· τῶν μὲν λογικῶν ὑπὸ τὴν ποιότητα τελουσῶν, αὐτῶν δὲ ἀντιδιαστελλομένων τῆς ποιότητος· περὶ γὰρ ὕπαρξιν καὶ ἰδιότητα θεωροῦνται· φαμὲν οὖν, ὅτι λογικαὶ μὲν καὶ αὗται, οὐ γὰρ περὶ ῥητὰ τὴν ζήτησιν ἔχουσιν, ἀλλὰ περὶ πράγματα· οὐ μέντοι διὰ τοῦτο καὶ ὑπὸ τὴν ποιότητα ἂν τελοῖεν· τὸ γὰρ περὶ τὰς στάσεις λογικὸν καὶ τῆς ποιότητος περιεκτικώτερον· ὡς γὰρ τὸ ἐν οὐσίᾳ λογικὸν καὶ πρὸ τοῦ ἀνθρώπου καὶ πρὸ τοῦ ζώου· φαμὲν δὲ, ὅτι τοῦ ζώου τὸ μὲν λογικὸν, τὸ δὲ ἄλογον· καὶ οὐ δήπου διὰ τοῦτο τὰς ἀσωμάτους οὐσίας ἢ τῆς λογιότητος ἐκβάλλομεν, ἢ ὑπὸ τὰς συνθέτους τελεῖν τὰς ἁπλᾶς ἀναγκάζομεν· ἀλλ’ αὐτὸ τοῦτο τὸ λογικὸν πρὸς ἀντιδιαστολὴν τῶν ἀλόγων κομίζομεν, οὕτω κἀνταῦθα τὰς λογικὰς αὐτὸ τοῦτο μόνον πρὸς ἀντιδιαστολὴν τῶν νομικῶν παραλαμβάνοντες οὔτε τὸν στοχασμὸν καὶ ὅρον τῶν λογικῶν ἀποδιϊστῶμεν, οὔτε μὴν ὑπὸ τὴν ποιότητα τελεῖν αὐτὰς βιαζόμεθα· ἤ τι τῶν τούτοις ἐναντίω ν· τοῦτο περιττῶς κεῖται, κατασκευάζοντες γὰρ τὸν νόμον, εἰ δίκαιον, εἰ συμφέρον καὶ τὰ ἐναντία τούτων ἀνατρέπομεν· καὶ ὄνομα μὲν γενικὸν τούτῳ ποιότη ς· ἐνταῦθα τοὺς περὶ Ἑρμαγόραν ἐλέγχει· ἐκεῖνος μὲν γὰρ στάσιν ἔλεγε κοινὴν τὴν ποιότητα· τὰς δὲ λογικὰς εἴδη τῆς ποιότητος· ὥσπερ ἡμεῖς στοχασμοῦ εἴδη φαμὲν τὸ διπλοῦν καὶ ἁπλοῦν ὡσαύτως καὶ ὅρον· ἀκριβέστερον δὲ Ἑρμογένης κοινὸν ὄνομα τὴν ποιότητα εἶπεν, τῶν κατὰ ποιότητα ἐξεταζομένων· ὡς γὰρ κοινὸν μὲν ὄνομα τὸ ὂν τῶν γενικωτάτων, γένη δὲ αὐτὰ τὰ δέκα· καὶ εἴδη οἷον ἄνθρωπος, δίπηχυ, τρίπηχυ, λευκὸν, δεξιὸν καὶ ἑξῆς· κύριον δὲ οἷον Σωκράτης· οὕτω καὶ ἐπὶ τούτου· κοινὸν μὲν ἡ ποιότης· γένη δὲ ἀντίληψις, ἀντίστασις καὶ ἑξῆς· κύρια δὲ ταῦτα, ὡς ἄτομα· ἄτομα γὰρ αἱ καθ’ ἕκαστα στάσεις· προέταξε δὲ τὸν μέλλοντα τοῦ παρεληλυθότος, οἷον τὰς περὶ τὸν μέλλοντα στάσεις τῶν περὶ τὸν παρεληλυθότα· καὶ γὰρ ἡ πραγματικὴ τοῦ μέλλοντός ἐστιν· ἐπειδὴ ὁ περὶ τοῦ μέλλοντος λόγος βραχὺς, οὐ γὰρ διαφορὰς ἐπιδέχεται· δι’ ὧν οὐδὲ πολλῶν ἐστι στάσεων περιεκτικός· διὰ τοῦτο ὡς ὀλίγον καὶ συντομώτερον τὸν περὶ αὐτοῦ λόγον προὔθηκε τοῦ παρεληλυθότος· πολλῶν γὰρ στάσεων ὁ παρεληλυθὼς περιεκτικὸς, καὶ διὰ τοῦτο πολλοῦ καὶ λόγου δεόμενος παρεχώρησε τῷ βραχυτέρῳ.
4.223 Μαρκελλίνο υ. Εἰς τρία διεῖλεν ὁ τεχνικός· εἰς ἀφανὲς, εἰς φανερὸν ἀτελὲς, εἰς φανερὸν καὶ τέλειον· πληρώσας τοίνυν τὸν περὶ τοῦ ἀφανοῦς λόγον, ᾧ τὸν στοχασμὸν ἀποδέδωκε, καὶ τὸν μετὰ τοῦτον τὸν περὶ τοῦ φανεροῦ ἀτελοῦς διεξελθὼν, ὃ ποιεῖ τὸν ὅρον, βούλεται λοιπὸν εἰπεῖν περὶ τοῦ φανεροῦ καὶ τελείου· ἐν ᾧ οὐκέτι περὶ οὐσίας ζητοῦμεν, οὔτε περὶ ἰδιότητος, ἀλλὰ περὶ ποιότητος· ἡ δὲ ποιότης οὐ μία στάσις, ἀλλὰ γένος, εἰς ὃ πᾶσαι αἱ λοιπαὶ στάσεις ἀνάγονται· ζητῆσαι δὲ ἄξιον, εἰ φανερὸν καὶ τέλειον, πῶς ἔτι συνίσταται· ἀλλὰ φαμὲν, ὅτι φανερὸν λέγει ἐνταῦθα οὐ τῷ ἐγκλήματι, ἀσύστατον γὰρ ἂν ἦν, ἀλλὰ καὶ τῇ οὐσίᾳ καὶ τῇ ὑπάρξει καὶ τῇ φύσει τοῦ πράγματος.
4.224 Εἰ νόμιμο ν , εἰ δίκαιο ν , εἰ συμφέρο ν· ἐνόμισάν τινες ἐνταῦθα μετὰ τὸν στοχασμὸν καὶ τὸν ὅρον περὶ πραγματικῆς αὐτὸν εἰπεῖν· ταῦτα γάρ φησι τὸ δίκαιον, τὸ νόμιμον καὶ τὸ συμφέρον κεφάλαια πραγματικῆς· ἀλλά φαμεν, ὅτι δίκαιον ἐνταῦθα λέγει πάσας τὰς στάσεις, ἔνθα περὶ δικαίων ἡ ἐξέτασις, καὶ οὐκέτι ἀμφίβολος ἡ οὐσία· οὐδὲ ζήτησις περὶ τοῦ ἀτελοῦς, ἀλλὰ σκοποῦμεν τελείου ὄντος καὶ φανεροῦ, εἰ δίκαιον τὸ πεπραγμένον. Καὶ νόμιμον δὲ πάλιν τὰς νομικά ς· διὰ δὲ τοῦ συμφέροντος τὴν πραγματικήν· ἔστι δὲ καὶ κοινῶς νοῆσαι περὶ πασῶν τῶν ὑπὸ τὴν ποιότητα στάσεων· ὅτι ἐν πάσαις ταῦτα κοινῶς ζητοῦμεν· εἰ δίκαιον, εἰ νόμιμον, εἰ συμφέρον. Ἤ τι τῶν τούτοις ἐναντίω ν· ὡς πρὸς τὰ δύο πρόσωπα τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος· ὁ μὲν γὰρ κατασκευάζει, ὅτι νόμιμον, ὁ δὲ ὅτι παράνομον ἐκ τῶν ἐναντίων ὡρμημένος. Καὶ ὄνομα μὲν γενικὸν τούτῳ ποιότη ς· ὡς πολυειδὴς οὖσα οὐκ ἠδυνήθη στάσις εἶναι ἡ ποιότης· μήτηρ δὲ ἐγένετο στάσεων· πλὴν γὰρ στοχασμοῦ καὶ ὅρου αἱ λοιπαὶ πᾶσαι ἐντεῦθεν ὥρμηνται· ἐπειδὴ ἡ ποιότης γενικώτατόν ἐστι· γένος γὰρ γενῶν ἐστιν· ἡ γὰρ δικαιολογία εἰδικὸν οὖσα καὶ γένος τῶν ἐξ αὐτῆς καὶ ὑπ’ αὐτὴν στάσεων· καὶ ἀντιθέσεις ὁμοίως ὑπὸ τὴν ποιότητά εἰσιν, οὖσαι καὶ αὗται γένη μερικώτερα. Κἂν μὲν περὶ ῥητό ν. Τέμνεται ἡ ποιότης εἰς πρᾶγμα καὶ ῥητόν· καὶ τὸ μὲν πρᾶγμα ποιεῖ τὰς λογικάς· διὰ τί δὲ προέταξε τὴν λογικήν; ὅτι πρῶτά ἐστι τῶν ῥητῶν τὰ πράγματα· εἰ δέ τις ἡμῖν τὸ Δημοσθένους ἀντιθῇ, νόμους ἔθεσθε πρὸ τῶν ἀδικημάτων ἐπ’ ἀδήλοις μὲν τοῖς ἀδικοῦσιν, ἀδήλοις δὲ τοῖς ἀδικηθησομένοις, λεκτέον, ὅτι πρὸ τῶν ἀδικημάτων εἶπεν οὐ τῶν πραγμάτων.
4.225 Λογική ν· εἰ δέ τις εἴποι, ἀλλὰ ἐν ταῖς λογικαῖς εὑρίσκεται νόμος, ὡς ἐν τῷ κατὰ Μειδίου, φαμὲν, ὅτι ἡ σύστασις δήπου τοῦ πράγματος τὸ ῥητὸν παραλαμβάνεται· καὶ πάλιν ἐν ταῖς νομικαῖς οὐ περὶ πρᾶγμα ἡ ζήτησις, ἀλλ’ εἰς κατασκευὴν τοῦ ῥητοῦ παραλαμβάνεται· φασὶ δέ τινες, ὅτι ἔδει τὴν μὲν νομικὴν καλεῖσθαι λογικὴν, τὴν δὲ λογικὴν πραγματικὴν, ἐπειδὴ καὶ περὶ πρᾶγμα ἔχει τὴν ζήτησιν· λεκτέον δὲ, ὅτι ἐξ ὧν ἑκάτερα τὴν ἰσχὺν ἔχει, ἐκ τούτου καὶ τὴν προσηγορίαν εἴληφεν· ἡ μὲν γὰρ νομικὴ ἐκ νόμων ἔχει· καὶ τοσοῦτον δεῖται τῶν λόγων, ὁπότε καὶ ἰδιώτης δύναται τῷ νόμῳ διϊσχυριζόμενος ἑαυτῷ βοηθεῖν· καὶ σχεδὸν ἄτεχνός ἐστι πίστις, ἐκ νόμων ἀποδεικνυμένη· ἡ δὲ τῶν πραγμάτων ἐξέτασις πλείονος δεῖται καὶ τεχνικῆς τῆς τῶν λόγων κατασκευῆς· οὐκ ἀλλαχόθεν τῶν πραγμάτων ἐχόντων τινὰ ῥοπήν· καλῶς οὖν νομικὴν ἐκάλεσεν τὴν ἔχουσαν ὅλην τὴν ζήτησιν ἐπὶ τοῦ ῥητοῦ, ἢ νόμου, ἢ ψηφίσματος, ἢ διαθήκης, ἢ ἐπιστολῆς, ἢ κηρύγματος ἤ τινος ἄλλου ἐγγράφου. Νομικὴν ποιε ῖ· ἀσφαλῶς· οὐ γὰρ εἶπεν τέμνεται, ἐπεὶ οὐ στάσις αὕτη· περὶ ὧν ὕστερον ἐροῦμε ν· εἰκότως· ἐπειδὴ τὰ πράγματα πρῶτα τῶν νόμων· ὁ νόμος γὰρ ἐπὶ τοῖς πράγμασιν· ὃ οὖν πέφυκε πρῶτον, καὶ προτάττει τῇ τάξει. Ἢ γὰρ περὶ μέλλοντο ς. Σημειωτέον, ὅτι τριῶν ὄντων χρόνων, ἐνεστῶτος, παρεληλυθότος, μέλλοντος, ὁ ἐνεστὼς εἰς χρόνον οὐ παραλαμβάνεται, ἐπειδὴ ἀκαριαῖός ἐστι, καὶ ἅμα ἔστι τε καὶ παρῆλθεν· ἅμα τίκτεται παιδίον καὶ παρῆλθεν ὁ τῆς γενέσεως χρόνος· διὰ δὲ τοῦ εἰπεῖν, ἢ γὰρ περὶ μέλλοντος ἔχει τὴν ζήτησιν, φανερὸν ἡμῖν κατέστησε, τί διαφέρει τῆς δικαιολογίας· τῷ χρόνῳ γὰρ τὴν διαφορὰν αἰνίττεται· προέταξε δὲ τὴν πραγματικὴν, ἐπειδὴ τῶν χρόνων τῶν δύο, τὸν ἕνα, φημὶ δὴ τὸν μέλλοντα, μόνη ἀπείληφε· καὶ ὅτι δύο ὄντων εἰδῶν τῆς ῥητορικῆς, εἰς ἃ πᾶσαι ἀνάγονται αἱ στάσεις, συμβουλευτικοῦ καὶ δικανικοῦ, τὸ μὲν συμβουλευτικὸν ἔχει μόνη, τοῦ δὲ δικανικοῦ μετέχει· καθάπερ ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, καὶ τῷ πρὸς Λεπτίνην, καὶ τῷ κατὰ Ἀριστοκράτους.
4.226 Πραγματικὴ γάρ ἐστιν ἀμφισβήτησις περὶ πράγματος μέλλοντος, εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθαι· δοῦναι ἢ μὴ δοῦναι· οἷον βουλεύονται Ἀθηναῖοι, εἰ δεῖ θάπτειν τοὺς ἐν Μαραθῶνι πεσόντας τῶν βαρβάρων. Συριανοῦ καὶ Σωπάτρο υ. Ἀτελῶς τὴν πραγματικὴν ὡρίσατο· τεσσάρων γὰρ ὄντων εἰδῶν τῆς πραγματικῆς, τοῦ τε συμβουλευτικοῦ καὶ τοῦ κατὰ ἀμφισβήτησιν καὶ τοῦ κατὰ αἴτησιν καὶ τῆς τῶν παρανόμων γραφῆς, ἐνταῦθα δύο μόνα ὁ ὁρισμὸς περιλαμβάνει· διὰ μὲν τοῦ εἰ δεῖ γενέσθαι, τὸ συμβουλευτικόν· διὰ δὲ τοῦ δοῦναι ἢ μὴ δοῦναι τὸ κατὰ αἴτησιν· ἐκπίπτουσι δὲ τὰ λοιπὰ δύο· οὔτε γὰρ ἐν τῇ τῶν παρανόμων γραφῇ τὸ εἰ δεῖ γενέσθαι ἢ μὴ γενέσθαι, οὔτε τὸ εἰ χρὴ δοῦναι ἢ μή· ἀλλὰ τὸ εἰ δεῖ κυρωθῆναι· ἀλλ’ οὐδὲ ἐν τῷ κατὰ ἀμφισβήτησιν ἡ ζήτησίς ἐστιν, εἰ δεῖ δοῦναι ἢ μὴ, τοῦτο γὰρ ὡμολόγηται· ἀλλὰ τίνι δοῦναι· διὸ, εἰ μέλλοι ὀρθῶς ἔχειν, οὕτω προακτέον· πραγματική ἐστιν ἀμφισβήτησις περὶ μέλλοντος πράγματος, εἰ δεῖ γενέσθαι τόδε τι ἢ μὴ γενέσθαι, ἢ δοῦναι τόδε τι ἢ μὴ δοῦναι τόδε, ἀλλὰ ἕτερόν τι, καὶ τίνι δεῖ δοῦναι, καὶ εἰ δεῖ κυρῶσαι τόδε ἢ μὴ κυρῶσαι· οὗτος γὰρ πᾶσαν περιλαμβάνει τὴν πραγματικήν· διὰ μὲν γὰρ τοῦ εἰ δεῖ γενέσθαι τὸ κατὰ συμβουλήν· διὰ δὲ τοῦ δοῦναι τόδε τι ἢ μὴ, ἀλλ’ ἕτερόν τι, τὸ κατὰ αἴτησιν, οὐ γὰρ τὸ δοῦναι ἢ μὴ, ἐν τοῖς κατ’ αἴτησιν τῆς πραγματικῆς ἀμφισβητεῖται εἴδεσι, τοῦτο γὰρ ὁμολογεῖται, ἀλλὰ τὸ εἶδος τῆς δωρεᾶς· οἷον πότερον στέφανον, ἢ σίτησιν δημοσίαν ἤ τι τοιοῦτον, ἀλλ’ οὐχὶ ὃ αἰτεῖ ὁ μέλλων λήψεσθαι· ὥσπερ ὁ Κλέων αἰτῶν Πύθιος καλεῖσθαι μετὰ τὰ ἐν Πύλῳ· διὰ δὲ τοῦ τίνι δοῦναι τὸ κατὰ ἀμφισβήτησιν, διὰ δὲ τοῦ εἰ δεῖ κυρῶσαι τὴν τῶν παρανόμων γραφήν.
4.227 εἴρηται δὲ πραγματικὴ κατ’ ἐξαίρετον· οὐχ ὅτι καὶ ἐν ταῖς ἄλλαις στάσεσιν οὐκ ἔστι πράγματα, ἀλλ’ ὅτι μόνη τῶν ἄλλων πλεονάζει τοῖς πράγμασι· καὶ ὅτι μόνη τὸν μέλλοντα χρόνον ἐκληρώσατο, αἱ δ’ ἄλλαι τὸν παρεληλυθότα· καὶ ὅτι μόνη περὶ τὸ δικανικόν τε καὶ συμβουλευτικὸν καλεῖται, αἱ δ’ ἄλλαι περὶ τὸ δικανικόν. φασὶ δέ τινες καὶ περὶ τὸν παρῳχημένον τὴν πραγματικὴν καταγίνεσθαι στάσιν· καὶ τούτου δείγματα παρέχουσι τὸ περὶ τὴν παρανόμων γραφὴν εἶδος· οἷον ὡς ἐπὶ τοῦ ψηφίσματος οὗ ἔγραψεν Ἀριστοκράτης· περὶ γὰρ τοῦ ἤδη γεγραμμένου, φασὶν, ἐστὶν ἡ ζήτησις· ἀλλά φαμεν ὡς οὐκ ἔστιν ἡ ζήτησις περὶ τοῦ εἰ γέγραπται ἢ μή· ἀλλὰ περὶ τοῦ εἰ δεῖ κυρωθῆναι ἢ μὴ, ὡσαύτως καὶ ἐν τῷ πρὸς Λεπτίνην, καίτοι ἐκεῖ γραφέντος τοῦ νόμου καὶ δοθέντος. ἀλλὰ καὶ ἐπὶ τούτου περὶ μέλλοντος ἡ ζήτησις, εἰ δεῖ γὰρ ψήφῳ τῶν δικαστῶν κύριον γενέσθαι τὸν νόμον ἢ μή· κατὰ τὸν αὐτὸν λόγον καὶ ἐπὶ τῆς ἐγγράφου πραγματικῆς περὶ μέλλοντος ἡ ζήτησις· οἷον Φιλίππου τὴν Ἐλάτειαν καταλαβόντος γράφει Δημοσθένης, ἐξελθόντας βοηθῆσαι τοὺς Ἀθηναίους· οὐ γὰρ περὶ τοῦ καταλαβεῖν Φίλιππον τὴν Ἐλάτειαν ἡ ζήτησις, ἀλλ’ εἰ χρὴ βοηθεῖν· ὥσπερ δὲ ἐπὶ τῶν προλαβουσῶν στάσεων ἐλέγομεν εἶναι κατὰ φυγὴν καὶ δίωξιν, κατὰ αἴτησιν καὶ κατὰ ἀμφισβήτησιν εἴδη ζητημάτων, οὕτω καὶ ἐπὶ τῆς πραγματικῆς, κατὰ φυγὴν μὲν καὶ δίωξιν, ὡς ἐπὶ τοῦ Ἀριστοκράτους· κατὰ αἴτησιν ὡς ἐπὶ τούτου· νόμος τὸν ἀριστέα αἰτεῖν ἣν βούλεται δωρεὰν, ἀριστεύσας τις αἰτεῖ πολίτου φόνον, καὶ βουλεύονται οἱ πολῖται· τοῦ δὲ κατὰ ἀμφισβήτησιν τοῦτο· νόμος τὸν καλῶς πολιτευσάμενον δωρεὰν παρὰ τῆς πόλεως δέχεσθαι.
4.228 Ἀριστοφῶν καὶ Κέφαλος ἀμφισβητοῦσι τῆς δωρεᾶς· ἰστέον δὲ ὅτι κοινωνεῖ ἡ κατὰ φυγὴν καὶ δίωξιν πραγματικὴ τῷ στοχασμῷ καὶ τῷ ὅρῳ τῷ κατὰ φυγὴν καὶ δίωξιν· ἐπειδὴ ἐν ἑκάστῳ αὐτῶν ἐστι καὶ φεύγων καὶ διώκων καὶ πρᾶγμα κρινόμενον, διαφέρει δὲ ὅτι ἐν μὲν τῷ στοχασμῷ περὶ τῆς ὑπάρξεως ἡ ἀμφισβήτησις, ἐν δὲ τῷ ὅρῳ τῆς ἰδιότητός ἐστιν ἡ ζήτησις· ἐν δὲ τῇ πραγματικῇ οὔτε περὶ ὑπάρξεως, ὁμολογεῖται γάρ· οὔτε περὶ ἰδιότητος, ἔγνωσται γὰρ, τί ἐστι· περὶ δὲ τῆς ποιότητός ἐστιν ἡ ἀμφισβήτησις, ὁποῖον δεῖ νομίζειν τὸν γενησόμενον χρηστὸν ἢ φαῦλον, ἵν’ ἢ κυρωθῇ ἢ μή· ἡ δὲ κατὰ αἴτησιν πραγματικὴ τῷ στοχασμῷ καὶ τῷ ὅρῳ τῷ κατὰ αἴτησιν κοινωνεῖ μὲν, ἐν ἑκάστῳ γὰρ καὶ νόμος ἐστὶν ὁ κελεύων, καὶ εὐεργεσία περὶ τὴν πόλιν γεγένηται· διαφέρει δὲ, ὅτι ἐν μὲν τῷ στοχασμῷ ἀγνοεῖται, εἰ αὐτὸς εἴη ὁ δεδρακώς· ἄδηλον γάρ· ἐν δὲ τῷ ὅρῳ ὁμολογεῖται μὲν ὁ δράσας καὶ τὸ πραχθὲν παρ’ αὐτοῦ· ζητεῖται δὲ εἰ κατὰ τὸν νόμον εἴη πεποιηκὼς, ὡς ὁ παύσας φιλόσοφος τὴν τυραννίδα· ἐν δὲ τῇ πραγματικῇ ὡμολόγηται μὲν τὸ πραχθὲν ὑπὸ τοῦ ἀριστέως, ὡς κατὰ τὸ ἀπὸ τῶν νόμων διωρισμένον ἐστίν· ἐνίσταται δὲ ὁ ἀντιλέγων φάσκων μὴ δεῖν τοιαύτας αἰτεῖν δωρεάς· ἡ δὲ κατὰ ἀμφισβήτησιν πραγματικὴ κοινωνεῖ μὲν, καθὸ ἐν ἑκάστῳ δύο εἰσὶν ἀμφισβητοῦντες, καὶ ἀμφότεροι εὐεργέται καὶ χρηστοὶ περὶ τὴν πόλιν γεγενῆσθαι· διαφέρει δὲ στοχασμοῦ μὲν, ὅτι ἐν ἐκείνῳ παντάπασιν ἕτερος θατέρου τὴν πρᾶξιν ἀναιρεῖν ἐπιχειρεῖ· ἐν δὲ τῇ πραγματικῇ οὐκ ἀναιρεῖ ὁ ἕτερος τοῦ ἑτέρου τὴν πρᾶξιν, τὸ πᾶν ἑαυτῷ ἰδιοποιούμενος, ἀλλὰ κατὰ σύγκρισιν ἀμφότεροι προΐασι καλοῦ καλλίονα ἑκάτερος ἑκατέρου ἀποδεικνύναι ἑαυτὸν πειρώμενος· ὅρου δὲ, καθὸ ἐν μὲν ὅρῳ ὁμολογεῖ μὲν ἑκάτερός τι συμβάλλεσθαι πρὸς τὴν πρᾶξιν τὸν ἕτερον· ἐν μέντοι τῷ παρ’ αὐτοῦ πεπραγμένῳ τὸ πᾶν τίθεται τῆς πράξεως· ἐν δὲ τῇ πραγματικῇ περὶ βίον ὅλον ἡ ζήτησις· καὶ βίος βίῳ ἐνάμιλλος ἑαυτὸν τοῦ ἀντιθέτου ἀποδεῖξαι λαμπρότερον διϊσχυριζόμενος· ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἐν τῇ κατὰ αἴτησιν πραγματικῇ δεῖ καὶ τὸ ὄνομα προστιθέναι τῆς δωρεᾶς, οὐ μέντοι γε καὶ ἐν στοχασμῷ ἢ ὅρῳ· ἔτι καὶ τοῦτο δεῖ εἰδέναι, ὡς οὐ μόνον ἐπὶ πραγματικῆς τῆς κατὰ ἀμφισβήτησιν πλείονα δύο προσώπων ἀμφισβητοῦσιν ἀλλήλοις, ἀλλὰ καὶ ἐν ὅρῳ ἐνίοτε, ὡς ἐπὶ τούτου τοῦ ὅρου· πυνθανομένῳ τινὶ μάντεων τεσσάρων, ὁποῖον ἕξει τοῦ βίου τὸ τέλος.
4.229 ὁ μὲν ὑπὸ λῃστῶν ἀναιρέσεως εἶπεν, ὁ δὲ ἐξ ὕψους πεσόντι, ὁ δὲ ἐξ ὕδατος, ὁ δὲ ὑπὸ θηρίων· διωκόμενος ὑπὸ λῃστῶν ἀνέβη εἰς δένδρον, ἐκεῖθεν κατέπεσεν εἰς ποταμόν· ἐνταῦθα θηρίον παρατυχὸν ὑποδεξάμενον κατέφαγε· καὶ ἀμφισβητοῦσιν οἱ μάντεις, τίς ὁ ἐπιτευκτικὸς τῆς ἀληθείας· ἰστέον ὅτι ἡ πραγματικὴ οὐ μόνον ἕνα μόνον εἰσάγει, ἀλλὰ καὶ δύο· καὶ ἔτι μέρος νόμου καὶ ψηφίσματος· ταὐτὸ καὶ ἐπὶ συνθηκῶν καὶ ἁπλῶς εἰπεῖν ἐγγράφων τε καὶ ἀγράφων. Μαρκελλίνο υ.
4.230 Εἴποι τις ὡς ἔδει προσθεῖναι καὶ ποιότητος πράγματος· ἐπειδὴ καὶ ἐν στοχασμῷ περὶ μέλλοντός ἐστιν ἡ ζήτησις ἐνίοτε, ὅτ’ ἂν ἔχωμεν κρινόμενον πλούσιον τυραννίδος ἐπιθέσεως· ἀλλὰ λέγομεν, ὅτι προσέθηκεν, εἰ δεῖ τόδε γενέσθαι ἢ δοῦναι ἢ μὴ δοῦναι, ὅπερ οὐκ ἔστι στοχασμοῦ· ἐν μὲν γὰρ τῷ στοχασσμῷ εἰ ἔστι ζητοῦμεν, εἰ τυραννήσειεν ὁ νέος· ἐνταῦθα δὲ ὁποῖόν τι ἔσται· τὴν γὰρ ποιότητα μόνην ἐξετάζομεν· πάλιν ἐρεῖ τις, ὅτι κἂν ταῖς ἄλλαις στάσεσι μέλλον τι ζητοῦμεν, τουτέστι τὴν κρίσιν τῶν δικαστῶν, ἀλλὰ λέγομεν, ὅτι κρίσις τῶν δικαστῶν ἐν ἐκείναις μέλλοντός ἐστιν, ἐνταῦθα δὲ τὸ πρᾶγμα αὐτὸ μέλλει, περὶ οὗ συμβουλεύομεν ἢ δοῦναι ἢ μὴ δοῦναι· ἑνὸς δὲ ἐπήγαγε παράδειγμα, ὡς ἀπὸ τούτου εἰδότων ἡμῶν καὶ τὰ ἄλλα χαρακτηρίσαι· βουλεύονται Ἀθηναῖοι, εἰ χρὴ θάψαι τοὺς ἐν Μαραθῶνι πεσόντας τῶν βαρβάρων· ὁρᾷς ἐνταῦθα ὅτι περὶ ποιότητος μέλλοντός ἐστιν ὁ λόγος· εἰ νόμιμον τὸ θάπτειν τοὺς πολεμίους, εἰ δίκαιον, εἰ συμφέρον· ἃ εἰ καὶ ἐν στοχασμῷ καὶ ὅρῳ ζητοῦμεν, ἀλλ’ ἄδηλον ἐκαλεῖτο τὸ πρᾶγμα καὶ ἀτελές. Ἂν μέντοι πεπραγμένον ᾖ, περὶ οὗ ἡ κρίσις ἤδη, κοινὸν μὲν ὄνομα τούτῳ δικαιολογία, ὥσπερ ἐκείνῳ ποιότης. Σωπάτρο υ. Διὰ τοῦ πεπραγμένου τὸν παρεληλυθότα εἰσάγει, ὃς τεμνόμενος τὰς λοιπὰς ποιεῖ στάσεις. Ὥσπερ ἐκείνῳ ποιότη ς· ἐκείνῳ φησὶν ὁ τεχνογράφος, τῷ καθ’ ὅλου, τῷ φερομένῳ κατά τε τῆς περὶ πρᾶγμα ζητήσεως καὶ τῆς περὶ ῥητὸν, ὅπερ ἐστὶν ἡ ποιότης· ὥσπερ δὲ ἡ ποιότης πολλὰς περιέχουσα στάσεις οὐ στάσις ἦν αὐτὴ, ἀλλὰ μήτηρ στάσεων, οὕτω καὶ ἡ δικαιολογία, κοινὸν ὄνομα καὶ μήτηρ στάσεων· περὶ γὰρ τήν τε ἀντίληψιν καὶ τὰς ἀντιθετικὰς στάσεις· ποιότητα δὲ τὴν πραγματικὴν εἴρηκε τῷ γενικῷ ὀνόματι, ὅτι περὶ τὴν ποιότητα ἀφορίζεται· ἔνθεν καὶ ἐζήτησάν τινες, διὰ τί μέρος τῆς ποιότητος καὶ τὴν δικαιολογίαν ἐκάλεσε· καίτοι τῆς πραγματικῆς δικαιολογούμενον ἐχούσης, ὡς ἐν ταῖς τῶν παρανόμων γραφαῖς· φεύγων γὰρ ἐνταῦθα καὶ διώκων· εἰ γάρ τις πρὸς ἀντιδιαστολὴν τῶν νομικῶν τοῦτο ἐρεῖ εἰρῆσθαι ἐκείνων ἐκ ῥητῶν ἐχουσῶν τὴν πᾶσαν ἰσχὺν, ἐροῦμεν, ὡς καὶ ἡ πραγματικὴ τοῦτο ἔχει ἐν τῇ τῶν παρανόμων γραφῇ· νομικὴ γὰρ ἐνταῦθα ἡ ζήτησις· ῥητοῦ γὰρ ζήτησις ὧδε, πότερον παραβέβασται ἢ μή· περὶ ὧν ἐν ταῖς νομικαῖς ἀκριβέστερον διαληψόμεθα· φαμὲν οὖν, ὅτι εἰκότως μέρος τῆς ποιότητος τὸ δικαιολογικόν· οὐ γὰρ ἀεὶ ἡ πραγματικὴ δικαιολογίᾳ χρῆται· εἰ μὴ τὸ κατὰ φυγὴν καὶ δίωξιν τῆς δικαιολογικῆς εἶδος· ἀπὸ τοῦ ἐπιπολάζοντος οὖν καὶ πλεονάζοντος ἡ πραγματικὴ χαρακτηρισθεῖσα μέρος τῆς ποιότητος τὴν δικαιολογίαν ἔσχεν.
4.231 Μαρκελλίνο υ. Καλῶς ἐνταῦθα οὐκ εἶπεν ζήτησις, ἀλλὰ κρίσις· κυρίως γὰρ ἐνταῦθα ἔλαβε τὴν κρίσιν, ἐπειδὴ καθόλου ἐν ταῖς δικαιολογικαῖς ἐγκλήματα ἔχομεν καὶ κατηγορίας· τοῦτο γὰρ ἴδιον τούτων τῶν στάσεων· ἆρ’ οὖν καὶ ἐν ταῖς ἄλλαις λογικαῖς οὐκ ἔστι δικαιολογία· φαμὲν, ὅτι ἐν ἐκείναις μὲν περὶ τῆς τιμωρίας ἡ δικαιολογία· ἐνταῦθα δὲ ἐν ταῖς δικαιολογικαῖς περὶ αὐτοῦ τοῦ ἐγκλήματος δικαιολογούμεθα τὸ πεπραγμένον δίκαιον εἶναι φάσκοντες· ἡ μὲν οὖν δικαιολογία καὶ λογικὴ, ἡ δὲ λογικὴ οὐ πάντως δικαιολογία, ὁ γοῦν στοχασμὸς καὶ ὅρος λογικὸν μὲν, οὐ μὴν καὶ δικαιολογικαί· ἐρεῖ δέ τις, ὅτι καὶ ἐν στοχασμῷ καὶ ὅρῳ οὐ δικαιολογηθήσεται ὁ κρινόμενος· λέγομεν, ὅτι οὐ δικαιολογηθήσεται, ἀλλ’ ἀπολογήσεται· ἕως γὰρ ἔτι ἡ οὐσία τοῦ πράγματος καὶ ἰδιότης ζητεῖται, πῶς δικαιολογήσασθαι δύναται· εἰ δὲ καὶ δικαιολογήσεται, ἀλλ’ ἔτι ἄδηλον τὸ πρᾶγμα καὶ ἀτελὲς, καὶ οὐκ αὐτὸ ζητοῦμεν τὸ πρᾶγμα, εἰ δίκαιον, ἀλλ’ εἰ δίκαιον τὸν τοιοῦτον τιμωρεῖσθαι ὁ δικαστὴς ζητήσει.
4.232 Ὥσπερ ἐκείνῳ ποιότη ς. Ἐκείνω λέγει τῇ λογικῇ· αὕτη γὰρ εἶδος τῆς ποιότητος· εἰς δύο διαιρουμένης τῆς ποιότητος, εἴς τε λογικὴν καὶ νομικήν. Πάλιν δ’ αὖ καὶ τοῦτο διαιρήσεις δίχα· ἢ γὰρ ἐρεῖ τι πεποιηκέναι, ὡς ἀδίκημα ὁ φεύγων καὶ κατά τι κεκωλυμένον ἢ οὔ· κἂν μὲν μηδαμῶς φάσκῃ κεκωλύσθαι τὸ πεπραγμένον, ἀντίληψιν ποιεῖ· Σωπάτρο υ. Ἐπιπλήξειέ τις τῷ Ἑρμογένει, ὅτι τὸν ἠδικηκότα ὁμολογεῖν λέγει ἀδικεῖν· οὐδεὶς γὰρ πώποτε, ὥς φησι Δημοσθένης, ὁμολογῶν ἀδικεῖν ἑάλω· ἀλλὰ ἀναισχυντοῦσιν, ἀρνοῦνται, λόγους πλάττονται, πάντα ποιοῦσιν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην· δῆλον γὰρ ὡς ἐὰν ὁμολογῇ φεύγων ἠδικηκέναι, λύεται ἡ ἀμφισβήτησις, καὶ ἕπεται τῇ ὁμολογίᾳ ἡ τιμωρία· ἐχρῆν οὖν οὕτως μᾶλλον εἰπεῖν· ἢ γὰρ ἐρεῖ τι πεποιηκέναι κεκωλυμένον ὁ φεύγων, ἢ οὔ· οὕτω γὰρ τήν τε προφανῆ διωρθοῦτο ἁμαρτίαν, καὶ τὴν ἀντίληψιν μετὰ τῶν λοιπῶν ἀντιθετικῶν περιελάμβανεν. Μαρκελλίνο υ. Θαυμασίως προσέθηκε τὸ ὡς· οὐ γὰρ ἀληθῶς ἀδίκημα ὁ φεύγων ὁμολογήσει· ἀνόητον γὰρ ἀδίκημα φύσει τυγχάνει ὂν ἐν ταῖς δικαιολογικαῖς τὸ πεπραγμένον· τινὲς δέ φασιν ὅτι περιττὸν τὸ ὡς ἀδίκημα· οὐ γὰρ λέγει ἀδικεῖν· ἢ γὰρ ἂν οὐδὲ δικαιολογίαν ἐποίει· ὡς ἀδίκημα οὖν, ὡς ἀπὸ τοῦ κατηγόρου· ἐκεῖνος μὲν γὰρ ὡς ἀδίκημα προβάλλεται· ὁ δὲ φεύγων οὐχ ὁμολογεῖ ὡς ἀδίκημα, ἀλλὰ προβάλλεταί τι δίκαιον· ἔστι δὲ εἰπεῖν ὅτι πρὸς τὴν περίστασιν ἀφορῶν εἶπεν τὸ, ὡς ἀδίκημα, ὀρθῶς πρός τε τὴν φύσιν τοῦ πράγματος καὶ τὴν περίστασιν ἁρμοζόμενος· ἐπειδὴ δέ φησι πεποιηκέναι τι, εἰκότως καὶ δικαιολογεῖται· καὶ δικαιολογίᾳ κέκτηται τὸ τοιοῦτο· διὰ τί δὲ μὴ καὶ ἡ δικαιολογία στάσις, ἀλλὰ γένος· λέγομεν ὅτι οὐχ ἁπλῶς, ἀλλ’ ὅτι οὐχ εἷς τρόπος ὑπάρχει δικαιολογίας, ἀλλὰ πολλοί· ὅσοι δὲ τρόποι, τοσαῦται καὶ στάσεις.
4.233 Καὶ κατά τ ι. διὰ τί κατά τι καὶ οὐ καθόλου; λέγομεν, ὅτι ἐμφαίνει ὡς ἐν ταῖς ἀντιθετικαῖς φύσει μέν ἐστιν ἀδίκημα τὸ πεπραγμένον, κατὰ δὲ τὴν περίστασιν οὐ κεκώλυται, ἀλλ’ ἔχει ταύτην ἐπικουροῦσαν τῷ ἀδικήματι. Ἔστι γὰρ ἀντίληψις ἀνευθύνου πράγματος εἶναι δοκοῦντος, ὡς ὑπευθύνου κατηγορία· οἷον γεωργὸς φιλοσοφοῦντα τὸν υἱὸν ἀποκηρύττει. Συριανοῦ καὶ Σωπάτρο υ. Ἰστέον ὡς οὐκ εὖ ἔχει ὁ ὁρισμὸς ὁ ἀποδεδομένος τῆς ἀντιλήψεως· δύο μὲν εἰδῶν ὄντων, ὡς καὶ αὐτὸς ἐφεξῆς ἐρεῖ, τῆς τε ἐπ’ αὐτῷ τῷ πεπραγμένῳ τὴν κρίσιν ἐχούσης, ὡς Ἀλκιβιάδης ὁ κρινόμενος ἐν ἐκπώμασι τὰ περὶ Σικελίαν γράψας, καὶ τῆς ἐκ περιστάσεως, ὡς ὁ ζωγράφος ὁ κρινόμενος ἐν τῷ λιμένι γεγραφὼς τὰ ναυάγια τῶν ἐμπόρων μὴ καταιρόντων· δύο οὖν τούτων εἰδῶν ἀντιλήψεως ὄντων, πέντε δὲ τρόπων· τοῦ κατὰ νόμον, ὡς ἐπὶ τοῦ τρισαριστέως, ὃν μοιχεύοντά τις κατὰ τὸν περὶ τοὺς μοιχοὺς νόμον ἀπέκτεινεν· τοῦ κατὰ φύσιν, ὡς ἐπὶ τοῦ Ἀλκιβιάδου, γελάσαντος ταῖς ὑποσχέσεσι Κλέωνος ἐπαγγειλαμένου τὰ περὶ Πύλον· τοῦ κατὰ τέχνην, ὡς ἐπὶ τοῦ γράψαντος ζωγράφου ἐν τῷ λιμένι τὰ ναυάγια· τοῦ κατὰ ἔθος, ὡς ἐπὶ τοῦ Ἀριστοφάνους κρινομένου αἰτίας θανάτου, μετὰ τοὺς ἱππέας τὸ δρᾶμα ὑπεξαγαγόντος ἑαυτὸν Κλέωνος· τοῦ κατὰ τὸ μὴ κεκωλύσθαι, ὡς ἐπὶ τοῦ γεωργοῦ οὗ καὶ αὐτὸς ἐμνήσθη ὁ ἀποδεδομένος ὁρισμός· ἓν μὲν τῶν εἰδῶν περιλαμβάνει μόνον, τὸ ἐπ’ αὐτῷ τῷ πεπραγμένῳ τὴν ζήτησιν ἔχον, ὡς ἐφ’ οὗ παρέθετο παραδείγματος τοῦ γεωργοῦ· τοῦτο γὰρ καὶ μόνον μηνύει τὸ ἀνευθύνου πράγματος εἶναι δοκοῦντος, ὡς ὑπευθύνου κατηγορία· τὸ δὲ ἐκ περιστάσεως εἶδος καταλέλοιπεν· ἀλλὰ δὴ καὶ τῶν τρόπων ἕνα μόνον οἰκειοῦται τὸν κατὰ τὸ μὴ κεκωλύσθαι, ὡς ἐπὶ τοῦ προῤῥηθέντος τοῦ γεωργοῦ παραδείγματος· ἄλλως τε δὲ καὶ οὐδὲ μόνην τὴν ἀντίληψιν ὁ παρὼν ὁρισμὸς ὁρίζεται· ἀλλὰ καὶ τὴν ἀντίστασιν ὑφ’ αὑτὸν ἄγει καὶ τὴν μετάστασιν· κἀκεῖναι γὰρ ἀνεύθυνα πράγματα ἔχουσι· διὸ καλῶς ἔδοξεν ἐπιδιορθουμένους τὸν ὁρισμὸν οὕτω προαγαγεῖν· ἀντίληψίς ἐστιν ἀμφισβήτησις περὶ πρᾶγμα, ὅπερ ὁ μὲν διώκων ὡς ἀδίκημα ἐπάγει, ὁ δὲ φεύγων τὴν ἐξουσίαν προβάλλεται τοῦ πεποιηκέναι κατὰ νόμον ἢ φύσιν ἢ τέχνην ἢ ἔθος ἢ κατὰ τὸ μὴ κεκωλύσθαι· ὡς ὑπευθύνου ἢ ἐκ περιστάσεως κατηγορία· οὗτος τοῦ προαποδεδομένου ἀκριβέστερος· ὡς πάντα τὰ ἐλλιπῶς ἔχοντα διορθωσάμενος· λέγεται δὲ τῶν τῆς ἀντιλήψεως τρόπων ὁ μὲν κατὰ νόμον, διότι τὸν νόμον ὁ φεύγων προβάλλεται τὴν ἄδειαν αὐτῷ τῆς πράξεως παρασχεῖν· ὁ δὲ κατὰ φύσιν· διότι τὸ γελᾷν φυσικὸν, ἀλλ’ οὐχ ὕβρις, καὶ τοῦτο προβάλλεται ὡς ἀνεύθυνον· οὐ γὰρ τὸν φιλόγελων τις κρίνει ἐπ’ αὐτῷ τούτῳ, φύσεως γὰρ ἔργον· ὁ δὲ κατὰ τέχνην, ἐπεὶ καὶ ὁ ζωγράφος τὴν τέχνην προβάλλεται τὰς ἀφορμὰς τῆς γραφῆς παρασχεῖν· μιμητικὴ γὰρ παντὸς οὑτινοσοῦν τῶν αἰσθητῶν ἡ γραφική· ὁ δὲ κατὰ ἔθος· ἐρεῖ γὰρ Ἀριστοφάνης, ὡς ἔθος ἐν τοῖς Διονυσίοις καθεῖναι τὰ δράματα· ὁ δὲ κατὰ τὸ μὴ κεκωλύσθαι· διότι ἐπ’ ἐξουσίας ἐστὶν ἑκάστῳ ὃ βούλεται ἐν ἐκπώματι γράφειν· οἱ μὲν οὖν αἰτιώμενοι τὸν ὁρισμὸν οὕτως· ἐγὼ δ’ εἴποιμ’ ἂν, ὡς εἰ μὲν κατὰ τὴν ἀπόδοσιν τοῦ ὁρισμοῦ τις εὐθύνοι καὶ τὴν ἀκριβολογίαν τῆς ἀποδόσεως οὐκ εὖ ἔχει ὁ Ἑρμογένους ὁρισμὸς, ἅτε δὴ μὴ ἐκ γένους ἀποδεδομένος καὶ διαφορῶν· εἰ δὲ καὶ καθ’ ὑπογραφὴν ἀσφαλὴς καὶ ἀνεύθυνος, καὶ τῷ ἁπλουστέρῳ τῶν φιλαιτίων νικῶν τὰς μέμψεις, πάντα γὰρ περιλαμβάνει καὶ τὰ εἴδη καὶ τοὺς τρόπους, καὶ τοῦτο δῆλον καὶ τοῖς μικρὸν περιστήσασι περὶ τὰ τοιαῦτα· κοινωνεῖ δὲ ἀντίληψις στοχασμῷ, ὡς καὶ ἐπὶ τούτου, συνεχῶς τις ἐν τοῖς θεάτροις συρίττεται καὶ κρίνεται κακοῦ βίου· στοχασμὸς τοῦτο καὶ πάλιν τοὺς φυγάδας ἐξεῖναι ἀποκτιννύναι· πολλούς τις καταστείχοντας ἀναιρεῖ φυγάδας καὶ κρίνεται κακοῦ βίου· ἀντίληψις τοῦτο.
4.235 ἀμφότερα δὲ κοινωνεῖ· καθὸ βίου ἐξέτασίς ἐστιν ἐν ἀμφοῖν καὶ κατηγορία ἡ αὐτή· διαφέρει δὲ κατὰ μὲν Μινουκιανὸν, καθὸ ἐν μὲν τῷ στοχασμῷ, ἀφ’ ὧν ἕτεροι πεποιήκασιν, ἡ κρίσις, ἐν ἀντιλήψει δὲ ἀφ’ ὧν αὐτὸς πεποίηκεν· ἡ δὲ ἀληθὴς διαφορὰ παντὸς στοχασμοῦ πρὸς ἀντίληψιν αὕτη· ὅτι ἐν μὲν στοχασμῷ ἄλλο τὸ πραχθὲν, ἄλλο τὸ κρινόμενον· ἐν δὲ ἀντιλήψει αὐτὸ τὸ πραχθέν· οὕτω γὰρ καὶ οἱ στοχασμοὶ, οἱ ἀφ’ ὧν αὐτός τις πεποίηκε τὴν κρίσιν ἔχοντες, μάλιστα κοινωνοῦσιν ἀντιλήψεσιν· διὸ καὶ ἀντιληπτικὸν ἔχουσι κεφάλαιον· ἔστι δὲ στοχασμοῦ μὲν ἡ νύκτωρ δακρύουσα γυνὴ καὶ κρινομένη μοιχείας ὑπόδειγμα· ἀντιλήψεως δὲ ὁ τοῦ δολοφονηθέντος πένητος υἱὸς τῷ πλουσίῳ κατακολουθῶν καὶ συκοφαντίας κρινόμενος· ἀμφότεροι γὰρ τὴν τοῦ δακρύειν ἐξουσίαν προτενοῦνται· διαφέρουσι δὲ, ὅτι ἐν μὲν τῷ στοχασμῷ σημεῖόν ἐστι τὰ δάκρυα τῆς μοιχείας· ἐν ἀντιλήψει δὲ αὐτὰ τὰ δάκρυα τὸ ἀδίκημα· ἔτι κοινωνοῦσιν ἀντιλήψεις στοχασμοῖς ἐν τοῖς κατασοφισμοῖς· ὑπόδειγμα δὲ στοχασμοῦ μὲν τοῦ ἐκ κατασοφισμοῦ τοῦτο· νόμος τὸν ἄπαιδα μὴ στρατηγεῖν· θέμενός τις υἱὸν ἐστρατήγησε· μετὰ τὴν στρατηγίαν ἀπεκήρυξε τὸν υἱόν· καὶ κρίνεται κατασοφισμοῦ· ἀρνεῖται γὰρ ἐνταῦθα πάντη τὸν κατασοφισμόν· οἷον ὡς οὐ διὰ τὸ στρατηγῆσαι ἔθετο· εἰ γὰρ ὁμολογήσει, ἀσύστατον· ἔχει δὲ μετάθεσιν αἰτίας, ἢ τὴν ἀταξίαν τοῦ παιδὸς ἢ τὸ μὴ στέργεσθαι ἴσως παρ’ αὐτοῦ· ἀντιλήψεως δὲ, οἷον ἐξεῖναι τοῖς πατράσιν ἰσοκληρονόμους τάττειν τοὺς νόθους τοῖς γνησίοις· ἔχων τὶς νόθον ἐκ δούλης καὶ γνήσιον, ἔταξεν ἀμφοτέρους ἰσοκληρονόμους· ὁ νόμος δέδωκε τῷ γνησίῳ τῆς διανομῆς τὴν ἐξουσίαν· ὃς τὴν παροῦσαν οὐσίαν μερίδα θεὶς ἀντέθηκε τῇ ἑτέρᾳ μερίδι τὴν τοῦ νόθου μητέρα· καὶ ἐπέτρεψεν ἐκλέγεσθαι· εἵλετο μὲν οὖν τὴν μητέρα· δικάζεται δὲ κατασοφισμοῦ τῷ γνησίῳ· ἀντιληπτικὸν δὲ τοῦτο· τὴν γὰρ ἐξουσίαν προκαλεῖται τοῦ ὡς ἂν ἐθέλοι διανέμειν· διαφέρει ὅτι ἐν μὲν τῷ στοχασμῷ ἐπὶ συμβάντι τὸ τοῦ κατασοφισμοῦ ἔγκλημα ποιεῖται· τὸ γὰρ ἀποκηρύξαι τὸν παῖδα τὴν ὑπόνοιαν τοῦ κατασοφισμοῦ πεποίηκεν· ἐν ἀντιλήψει δὲ οὐκ ἐπισυμβέβηκεν· ἀλλ’ αὐτὸ καθ’ αὑτὸ τὸ πεπραγμένον ὑπεύθυνον εἶναι δοκεῖ· κοινωνοῦσι δὲ καὶ ὅροις αἱ ἀντιλήψεις· ἐν ἀμφοτέροις γὰρ ἔσθ’ ὅτε εὑρίσκεται ἐξουσία καὶ ζήτησις τοῦ εἰ τοῦτό ἐστι τὸ ἀδίκημα· ὡς ἐπὶ τοῦ εὐνούχου, ὃν ἐπὶ τῇ γυναικὶ ὡς μοιχόν τις εὑρὼν ἀπέκτεινε· κατὰ ἀντίληψιν γὰρ οὗτος ὁ ὅρος προάγεται· ἀντιληπτικὸν γὰρ τὸ εἶναι ὡς μοιχὸν ἀποκτεῖναι· τὸ δέ γε εἰ μοιχὸς ὁ εὐνοῦχος ζητεῖν ὁρικόν· καὶ ὅρου μὲν τοῦτο παράδειγμα· ἀντιλήψεως δὲ τῆς κατὰ ὅρον ἐξεταζομένης τοῦτο· ἔγραψέ τις τὰ περὶ Σικελίαν· προὔθηκε δημοσίᾳ· καὶ κρίνεται δημοσίων ἀδικημάτων· ὁρικῶς γὰρ ἐξετάζεται· περὶ γὰρ ὄνομα ἔχει τὴν ζήτησιν· οἷον εἰ δημόσιον τοῦτο ἀδίκημα· διαφέρει δὲ, ὅτι ἐν μὲν ὅρῳ περὶ ὁμολογουμένου ἀδικήματος ἐλλιπῶς ἔχοντος ἡ ζήτησις· ἐν δὲ ἀντιλήψει αὐτὸ τοῦτο ζητοῦμεν, εἰ ἀδίκημα τὸ ἐπ’ ἐξουσίας τοῦ δεδρακότος πραχθέν.
4.237 Μαρκελλίνο υ. Ζητητέον πῶς εἰ ἀνεύθυνον τὸ πεπραγμένον συνίσταται· καὶ λέγομεν, ὅτι τῇ περιστάσει ὑπεύθυνον γίνεται· θαυμασίως δὲ ἔχει καὶ ἡ προσθήκη ἀνευθύνου δοκοῦντος· οὐ γὰρ πάντως ἀνεύθυνον· οὐδὲ γὰρ εἶπεν ὄντος· ἦ γὰρ ἂν ἀσύστατον ἦν· διὸ δοκοῦντος εἴρηκεν, οὐκ ὄντος· καὶ πάλιν ἀσφαλῶς προσέθηκεν ὑπευθύνου· οὐκ εἶπεν ἄντικρυς ὑπευθύνου, ἦ γὰρ ἂν οὐκ ἀντίληψις, ἀλλὰ μία τῶν ἀντιθετικῶν ἐγίνετο· δοκοῦντος διὰ τὴν φύσιν εἶναι ἀνευθύνου, γινομένου δὲ ὑπευθύνου διὰ τὴν περίστασιν· τινὲς δέ φασιν ὅτι κακῶς ὡρίσατο· ἁρμόζει γὰρ καὶ κατὰ πασῶν τῶν ἀντιθετικῶν· οὐδὲ ἐν ἐκείναις γὰρ ὁμολογεῖ τις ὑπεύθυνος εἶναι, ἐπειδὴ ἥλωκεν· ἁμαρτάνουσι δέ· τοὐναντίον γὰρ ἐν ἐκείναις μὲν ὑπευθύνου πράγματος εἶναι δοκοῦντος ὡς ἀνευθύνου ἀπολογία· τούτῳ διαφέρουσι τῆς ἀντιλήψεως, ὅτι ἐν ἐκείναις μὲν ἀπὸ φύσεώς ἐστιν ὑπεύθυνον τὸ πραχθέν· διὰ δὲ τὴν περίστασιν, λέγω δὲ τὸ ἀναζεῦξαι τοὺς πολεμίους, ἀντιτάττεται ὁ φεύγων λέγων ἀνεύθυνον τὸ πραχθὲν διὰ τὴν εὐεργεσίαν· τὸ δὲ ἐναντίον ἐπὶ τῆς ἀντιλήψεως· ἀνεύθυνον μὲν τὸ φιλοσοφεῖν· διὰ δὲ τὴν τοῦ γεωργοῦ περίστασιν ὡς ὑπεύθυνον κρίνεται· ἔστι δὲ καὶ ἄλλο εἶδος ἀντιλήψεως ἀπὸ τοῦ συμβεβηκότος· οἷον ἐπρέσβευσε Φρύνων περὶ εἰρήνης πρὸς Φίλιππον· ἐσπείσατο τὸν παῖδα ὡραῖον ἐκεῖ καταλιπών· ἐγράψατο αὐτὸν προαγωγείας ἐπανελθόντα Δημοσθένης· εἷλεν, ἔλυσε τὴν εἰρήνην Φίλιππος, καὶ κρίνεται Δημοσθένης δημοσίᾳ· ἐνταῦθα καὶ παραγραφικὰ διάφορα ἐμπεσεῖται· οὐ δεῖ με κρίνεσθαι περὶ ὧν ἐποίησε Φίλιππος ἐχθρὸς ὤν· ἔδει τότε ἀντιλέγειν· τρίτον ὅτι οὐ δίκαιον ἐφ’ οἷς ὁ δῆμος ἔγνωκε κρίνεσθαί με.
4.238 Ἐὰν δὲ ὁμολογῇ τι πεποιηκέναι, ὡς ἀδίκημα, ὄνομα μὲν πάλιν γενικὸν τούτῳ ἀντίθεσις· διαιρήσομεν δὲ οὕτως καὶ τοῦτο, ἤτοι γὰρ εἰς ἑαυτὸν ἀναδέχεται πᾶν ὁ φεύγων τὸ γεγονὸς, ἢ εἴς τι τῶν ἔξωθεν αὐτὸ μεθίστησι· κἂν μὲν εἰς ἑαυτὸν ἀναδέχηται, ποιεῖ ἀντίστασιν. Σωπάτρο υ. Καλῶς προσέθηκε τὸ γενικὸν, οἱ γὰρ πρὸ τούτου τεχνικοὶ πλὴν Μινουκιανοῦ ἀντίθεσιν μίαν ἴσασι στάσιν, διά τοι τοῦτο, ἵνα μὴ πλάνη τις ἐμπέσῃ, προσέθηκε τὸ γενικὸν, ἵνα μηνύσῃ, ὅτι οὐ στάσις ἐστὶν, ἀλλὰ γένος στάσεων· ἕκαστον γὰρ γένος τέμνεται εἰς εἴδη· ἔσθ’ ὅτε καὶ εἰς ὑπάλληλα γένη· οὕτως ἡ μὲν ποιότης τέμνεται εἰς λογικὴν καὶ νομικήν· ἡ δὲ λογικὴ εἴς τε πραγματικὴν καὶ δικαιολογίαν· ἥτις δικαιολογία ὑπάλληλον γένος οὖσα τέμνεται εἰς ἀντίληψιν καὶ ἀντίθεσιν· ὑπάλληλον δὲ καὶ αὕτη γένος· καὶ γὰρ τέμνεται εἰς τὰς τέσσαρας ἀντιθετικὰς, ἀντίστασιν, ἀντέγκλημα, μετάστασιν, συγγνώμην· ἀντιθετικαὶ δὲ λέγονται, ἐν ταύταις γὰρ μόναις ταῖς στάσεσι, προδήλου τινὸς ὄντος ἀδικήματος ὁ φεύγων ἀντιτίθησί τι, ὥσπερ κωλύων τὴν ὅλην ἀτραπὸν τοῦ λόγου καὶ σπανίζων τὸ ἔγκλημα· ὅπερ οὔτε ἐν ὅρῳ οὔτε ἐν στοχασμῷ, οὔτε ἐν ταῖς προλαβούσαις ἐστὶν εὑρεῖν· οὐ γὰρ πρόδηλον ἐν ἐκείναις, ὥσπερ ἐπὶ τούτων τὸ ἀδίκημα, ἀλλὰ ἄδηλον παρὰ τῷ δικαστῇ, διὸ καὶ ζητεῖται· ἐπὶ δὲ τῶν ἀντιθετικῶν οὐχ οὕτως· ἀλλ’ ὁ μὲν δικαστὴς οἶδε τὸ ἀδίκημα, πρὸς τοῦτο δὲ ἀντιτίθησί τι ὁ φεύγων λυτικόν· τό τε γὰρ κατασκάψαι τὸ τεῖχος ἀδίκημα παρὰ τῷ δικαστῇ κρίνεται, πρὸς ὃ ὁ φεύγων τὴν νίκην ἀντιτίθησιν· τό τε τὸν τρισαριστέα τὸν υἱὸν ἀνελεῖν, ἀδίκημα οἶδεν ὁ δικαστής· ἀντιτίθησι δὲ τούτῳ τὸ ἡταιρηκέναι· ὡσαύτως καὶ τὸ μὴ ἐν τῷ ὡρισμένῳ πρεσβεῦσαι καιρῷ ἀδίκημα προφανὲς ἀντιτίθησί τι ὥσπερ λυτικὸν ὁ φεύγων.
4.239 Μαρκελλίνο υ. Ἡ δικαιολογία, ὡς ἤδη προειρήκαμεν, τέμνεται εἰς δύο, τό τε κεκωλυμένον καὶ μή· τὸ μὲν οὖν μὴ κεκωλυμένον καὶ δοκοῦν εἶναι ἀνεύθυνον, ποιεῖ στάσιν μίαν· τὸ δὲ ἕτερον ποιεῖ τὴν ἀντίθεσιν, οὐ στάσιν μίαν, ἀλλὰ γένος, ὃ τέμνεται εἰς τέσσαρας στάσεις· τὴν ἀντίστασιν, τὴν μετάστασιν, τὸ ἀντέγκλημα, τὴν συγγνώμην· εἴρηται δὲ ἀντίθεσις, ὅτι ἀντιτίθησιν ὁ φεύγων ὥσπερ ἔρυμά τι δίκην ῥεύματος φερομένου τοῦ διώκοντος· ἐπειδὴ καὶ ὁ φεύγων ὁμολογεῖ ἐνταῦθα τὸ ἀδίκημα, καὶ δέεται τρόπον τινὰ εὑρεῖν ἀπολογίαν ἀντιστῆσαι τῇ ῥύμῃ τοῦ διώκοντος· τινὲς δὲ ἀντίθεσιν διὰ τοῦτο εἰρήκασι καλεῖσθαι, ἐπειδὴ ἑαυτῷ ἀντιτίθησιν ὁ φεύγων διὰ τοῦ ὁμολογεῖν τὸ ἀδίκημα ὅπερ ἄτοπον. Κἂν μὲν εἰς ἑαυτὸν ἀναδέχετα ι· τοῦτο λέγει ἀντιδιαστέλλων πρὸς τὸ ἔγκλημα τὴν ἀντίστασιν· ἐν μὲν γὰρ μεταστάσει καὶ συγγνώμῃ ἀκούσιον τὸ πραχθέν· ἐν δὲ ἀντιστάσει καὶ ἀντεγκλήματι ἑκούσιον. ἐν μὲν οὖν τῇ ἀντιστάσει τὸ πᾶν ἑαυτοῦ τίθεται εἶναι ὁ φεύγων, τῷ συμφέροντι φιλοτιμούμενος, καὶ θαῤῥῶν ὡς διὰ τῆς εὐεργεσίας λύσει τὰς αἰτίας· ἐν δὲ τῷ ἀντεγκλήματι οὐ τὸ πᾶν ἑαυτοῦ τίθεται· ἀλλὰ τὸ μὲν ἑαυτοῦ, τὸ δὲ τοῦ πεπονθότος, ἄξιον αὐτὸν φάσκων ὧν πέπονθεν εἶναι· ὥσπερ ὁ τρισαριστεὺς τὸν υἱὸν ἀποκτείνας πορνεύοντα καὶ κρινόμενος φόνου.
4.240 Ἀντίστασιν ποιε ῖ. Μία τῶν ἀντιθετικῶν ἐστιν· ἴδιον δὲ αὐτῆς τὸ τὸν κρινόμενον ὁμολογεῖν μὲν πεπραχέναι ὃ ἐγκαλεῖται καὶ λέγειν ἠδικηκέναι, ἀντιθεῖναι δέ τι μεῖζον εὐεργέτημα ἐξ αὐτοῦ γινόμενον τοῦ ἀδικήματος· ὃ πειρᾶται ὁ κατήγορος ἀναγκαίως ἀποδεικνύναι ἧττον τῆς βλάβης· εἰκότως δὲ ὁμολογεῖ ὁ φεύγων τὸ ἀδίκημα· οὐδὲ γὰρ δύναται ἔξαρνος γενέσθαι· οὕτως ὁμολογούμενόν ἐστι· διὸ καὶ ἀνθίστησι τῷ ἀδικήματι τρόπον ἀπολογίας εὔλογον· ὅθεν καὶ ἀντίστασις κέκληται παρὰ τὸ ἀντιστῆσαι τὸ εὐεργέτημα τῷ ἀδικήματι. Γίνεται γὰρ ἀντίστασις, ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα ἀνθιστᾷ ἕτερόν τι εὐεργέτημα μεῖζον δι’ αὐτοῦ τοῦ ἀδικήματος πεπραγμένον. Συριανο ῦ. Καλῶς εἶπεν δι’ αὐτοῦ τοῦ ἀδικήματος πεπραγμένον· χρὴ γὰρ ἀντιτιθέναι τῷ δοκοῦντι ἀδικήματι γεγονέναι εὐεργεσίαν μείζονα δι’ αὐτοῦ τοῦ ἀδικήματος πεπραγμένην τῷ φεύγοντι, ἵν’ ᾖ δικαιολογίας ἀφορμὴ πρὸς τὸ ἐπαγόμενον ἔγκλημα· ἄλλ’ ἐπειδὴ λέγεται οὐκ ὀρθῶς τὸν φεύγοντα ὁμολογεῖν ἠδικηκέναι δέον οὕτω θεραπεύοντας τὸν ὁρισμὸν ἀποδιδόναι· ἀντίστασίς ἐστιν ὅτ’ ἂν ὁ μὲν κατήγορος ἐπάγῃ τὶ ὡς ἀδίκημα, ὁ δὲ φεύγων αὐτὸ τοῦτο ἀρχὴν εὐεργεσίας λέγῃ· καὶ δι’ αὐτοῦ τοῦ ἀδικήματος μεῖζον τὸ πραχθὲν εὐεργέτημα. Σωπάτρου καὶ Μαρκελλίνο υ. Θαυμασίως ἡ προσθήκη τοῦ ἐξ αὐτοῦ τοῦ ἀδικήματος· οὔτε γὰρ ἐπεισάξει ἄλλο ἔξωθεν εὐεργέτημα· καὶ ἅμα ἐδήλωσε διὰ τούτου τὴν διαφορὰν τῆς ἀντιστάσεως πρὸς τὸ ἀντιστατικὸν κεφάλαιον· ἡ μὲν γὰρ ἐξ αὐτοῦ τοῦ ἀδικήματος ἔχει τὸ εὐεργέτημα, τὸ δὲ ἔξωθεν καὶ οὐχὶ ἐκ τοῦ ἀδικήματος.
4.241 παράδειγμα τοῦ ἀντιστατικοῦ ἐν τῷ κατ’ Αἰσχίνου, ἐν οἷς ὁ ῥήτωρ φησίν· ἂν τοίνυν ἀντὶ Φωκέων καὶ Πυλῶν Χεῤῥόνησος ὡς περίεστι τῇ πόλει λέγῃ· εἰ δέ τις εἴποι, ὅτι καὶ ἐν μεταστάσει εὑρίσκομεν εὐεργέτημα ἐξ αὐτοῦ τοῦ ἀδικήματος ὡς ἐπὶ τοῦ ἀναζεύξαντος Ἀρχιδάμου ἐν τῇ νόσῳ, ἀπὸ γὰρ τῆς ἀναχωρήσεως τὴν εὐεργεσίαν προβάλλεται τὸ μὴ νοσῆσαι αὐτοὺς, ἐροῦμεν, ὅτι πρῶτον μὲν τοῦτο ἀναίρεσίν τινος ἔχει κακοῦ ἢ φυλακήν τινος μέλλοντος κακοῦ, οὐ γενομένην τινὰ κατόρθωσιν· ἔπειτα ἄδηλόν ἐστιν ἐν τούτῳ τὸ εὐεργέτημα καὶ κατὰ στοχαστικὴν ζήτησιν, ζητοῦμεν γὰρ, πότερον διὰ τὴν νόσον ἢ προδοσίαν ἀνεχώρησεν· ἐν δὲ τῇ ἀντιστάσει δεῖ ὁμολογεῖσθαι τὴν εὐεργεσίαν, συγκρίνεσθαι δὲ πρὸς τὸ ἀδίκημα· συνέζευκται δὲ καὶ ἄλλαις στάσεσιν ἡ ἀντίστασις, ἔστι γὰρ εὑρεῖν ἐν τῷ αὐτῷ καὶ μετάστασιν καὶ ἀντίστασιν· ὡς ἐν τῷ ζητήματι ᾧ προειρήκαμεν τῷ ἀναζεύξαντι Ἀρχιδάμῳ καὶ κρινομένῳ δημοσίων· μεθίστησι μὲν γὰρ τὸν ἐπὶ τὴν αἰτίαν καιρόν· ἐρεῖ δὲ καὶ λυσιτελέστερον εἶναι τὸ ἀπελθεῖν τοῦ μεῖναι. Ἂν δὲ εἴς τι τῶν ἔξωθεν· ἤτοι εἰς αὐτὸν τὸν παθόντα ἢ εἰς ἄλλο τι· κἂν μὲν εἰς τὸν παθόντα, ποιεῖ ἀντέγκλημα· γίνεται γὰρ ἀντέγκλημα, ὅταν ὁμολογῶν ὁ φεύγων πεποιηκέναι τι ὡς ἀδίκημα ἀντεγκαλῇ τῷ πεπονθότι ὡς ἀξίῳ παθεῖν ἃ πέπονθεν. Συριανοῦ καὶ Σωπάτρο υ. Ἐπιστῆσαι ἄξιον, τίνος ἕνεκεν πανταχοῦ μετὰ τὴν ὑπογραφὴν τῆς στάσεως τὸ παράδειγμα πρὸς ἀκριβεστέραν τιθεὶς εὐθὺς διάγνωσιν τοῦ προκειμένου, ἐπὶ ἀντιστάσεως καὶ ἀντεγκλήματος οὐχὶ τοῦτο ἐποίησεν· ὑπέγραψε γὰρ μόνον οὐδὲν προθεὶς παράδειγμα· φαμὲν οὖν ὡς εἰκὸς τοῦτο ποιῆσαι, διὰ τὸ πάντη δήλην ἔχειν τὴν ἔννοιαν, καὶ ἀπ’ αὐτῆς τῆς ὑπογραφῆς εὐεπίστατον εἶναι τὴν τούτων γνῶσιν, ὅθεν καὶ οὐδὲ τί ἐστιν ἀποδέδωκεν, ἀλλὰ πῶς γίνεται, σαφεστάτην διὰ τούτων ποιούμενος τὴν διδασκαλίαν καὶ οἷον μετὰ ὑποδείγματος· παράδειγμα δὲ ἀντιστάσεως μὲν τοῦτο· ἐν πολιορκίᾳ τῶν στρατιωτῶν καταφευγόντων ἐπὶ τὸ τεῖχος καὶ μὴ βουλομένων πολεμεῖν κατέσκαψεν ὁ στρατηγὸς τὸ τεῖχος· ἐξελθόντες οἱ στρατιῶται νενικήκασι τοὺς πολεμίους· καὶ μετὰ τὴν νίκην κρίνεται ὁ στρατηγὸς ἐπὶ τῇ τοῦ τείχους κατασκαφῇ δημοσίων ἀδικημάτων· ἀντεγκλήματος δὲ τοῦτο· τρισαριστεὺς ἑταιροῦντα τὸν υἱὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· χρὴ δὲ καὶ τούτῳ ἐπιστῆσαι, πῶς φησιν ὁ τεχνικὸς τοῦτο· ἐπὶ μὲν τῆς ἀντιστάσεως παρ’ ἑαυτῷ τὸν φεύγοντα τὸ ἔγκλημα τίθεσθαι, ἐπὶ δὲ ἀντεγκλήματος τὰ ἔξωθεν αἰτιᾶσθαι· ἐρεῖ γάρ τις τοῦτο καὶ ἐπὶ ἀντιστάσεως, ὡς καὶ αὐτὸ ἔξωθεν ἔχει τὸ αἴτιον, ἀλλ’ οὐ παρὰ τῷ πεποιηκότι ἐστίν· ὡς γὰρ ἐπὶ τοῦ τρισαριστέως ἔξωθεν τὸ καταναγκάσαν αὐτὸν τὸν παῖδα, οἷον ὁ τοῦ παιδὸς διεφθαρμένος βίος, οὕτω κἀνταῦθα εἴποιμ’ ἂν ἔξωθεν εἶναι ἐπὶ τῆς ἀντιστάσεως τὸ καταναγκάσαν τὸν στρατηγὸν διελεῖν τὸ τεῖχος, τὴν τῶν στρατιωτῶν ῥᾳθυμίαν· εἴποι γὰρ ἂν, ὅτι ἡ κακία καὶ ἡ φυγὴ τούτων ἠνάγκασέ με τοῦτο ποιῆσαι· πῶς οὖν ὁ τεχνικὸς τὸ παρ’ ἑαυτῷ καὶ τὸ ἔξωθεν ἀντίστασιν καὶ ἀντέγκλημα ἐχαρακτήρισεν· ἀλλ’ ἴσως ἐπὶ μὲν τῆς ἀντιστάσεως οὐδὲν τῶν ἔξωθεν αἰτιᾶται, ἀλλ’ ἐπὶ τῷ πεποιηκότι τὸ πᾶν ἀνατίθεται· ὡς μήτε προφανοῦς ὄντος, ὡς δειλίᾳ καταπεφεύγασι τῷ τείχει οἱ στρατιῶται· εἰκὸς γὰρ καὶ φυλακῆς ἕνεκα τοῦτο ποιῆσαι· μήτε ὡς ἁλώσονται ὑπὸ τῶν πολεμίων· τοῦτο γὰρ ἀμφίβολον· ἀμφιβόλου δὲ ὄντος τὸ πᾶν τοῦ γεγονότος τὴν τοῦ στρατηγοῦ αἰτιᾶται γνώμην· ἄλλως τε καὶ τὸ πεπονθὸς οὐδὲν ἐπὶ τούτῳ παρώξυνε τὸν πεποιηκότα· τεῖχος γὰρ μηδὲν μήτε δρᾷν μήτε πάσχειν δυνάμενον· καὶ τὸ πραχθὲν εὐεργεσία, εἰ καὶ μὴ τοῦ πεπονθότος· ἐπὶ δὲ ἀντεγκλήματος τὸ πᾶν τῆς αἰτίας, τῶν ἔξωθεν λέγει, διά τε τὸ πρόδηλον εἶναι ὡς εἰς βάθος ὠλίσθησε κακοῦ τῇ ἑταιρίᾳ ὁ τοῦ τρισαριστέως υἱός· καὶ τὸ ἑκοντὶ εἰς τοῦτο γεγονότα τὸν πατέρα πρὸς τὸν αὐτοῦ φόνον κινῆσαι· καὶ τὸ πᾶν τοῦ πάθους οὐχ ἑτέρους ἀλλ’ αὐτὸν παρασχεῖν τὸν πεπονθότα, καὶ τὸ τὴν πρᾶξιν οὐχ ἑτέραν εὐεργεσίαν γενέσθαι, οὐδ’ ἐφ’ ἑτέρους διαβῆναι· ἀλλ’ αὐτοῦ τοῦ ἐπὶ τοῦτο παρωρμηκότος εἴτε εὐεργεσίαν εἴτε τιμωρίαν γενέσθαι.
4.243 Μαρκελλίνο υ. Σχεδὸν τοῦτο λέγων καὶ τὰς ἄλλας τρεῖς τῶν ἀντιθετικῶν στάσεις ποιεῖ· ἕκαστος γὰρ ἐν ταύταις δύναται ἐπὶ τῶν ἔξωθεν μεταφέρειν· φαμὲν οὖν, ὅτι ἴδιόν τι παρὰ τὰς ἄλλας ἀντιθετικὰς ἡ μετάστασις ἔχει· ἐν γὰρ ταύτῃ τὴν αἰτίαν μεταφέρει ὁ φεύγων ἐπ’ ἄλλον τοῦ ἀδικήματος, αὐτὸς οὐδὲν διαπραξάμενος, ὅπερ οὔτε ἐν τῷ ἀντεγκλήματι οὔτε ἐν τῇ συγγνώμῃ εὑρίσκεται· οὐ γὰρ δύναται ἑαυτὸν ἀλλοτριοῦν τῆς πράξεως αὐτὸς πράξας· γνωστέον δὲ, ὅτι ἐν τῇ ἀντιστάσει καὶ τῷ ἀντεγκλήματι ἑκούσιόν ἐστι τὸ πραχθέν· ἐν δὲ μεταστάσει καὶ συγγνώμῃ ἀκούσιον· πρὸς τί οὖν ἀποβλέπων τὰς τρεῖς οὕτως ὡρίσατο; καὶ λέγομεν, ὅτι πρὸς σύγκρισιν τῆς ἀντιστάσεως, οὕτως ὡρίσατο καὶ τὸ ἀντέγκλημα ἐπὶ τῶν ἔξωθεν γίνεσθαι, ἐπειδὴ ἐκεῖ, λέγω δὴ ἐν τῇ ἀντιστάσει, ἅπαν ἑαυτοῦ ποιεῖται τὸ ἔργον ὁ κρινόμενος, τῷ συμφέροντι φιλοτιμούμενος· καὶ γὰρ ἐν τῇ εὐεργεσίᾳ θαῤῥῶν καὶ σεμνυνόμενος τὸ πᾶν οἰκειοῦται τῆς πράξεως, εἰ δέ τις εἴποι, ὅτι καὶ ἐν ἀντεγκλήματί ἐστιν εὐεργεσία, ὥσπερ ἐπὶ τοῦ στρατηγοῦ τοῦ ἀποκτείναντος τὸν ἀναβοήσαντα στρατιώτην, λέγομεν, ὅτι ἀντεγκληματικόν ἐστιν ὧδε καὶ οὐκ ἀντέγκλημα· ἀντεγκαλεῖται γὰρ τῷ παθόντι· καλῶς δὲ προσέθηκεν ὡς ἀξίῳ παθεῖν ἃ πέπονθεν· τούτῳ γὰρ διαφέρει ἀντέγκλημα ἀντεγκληματικοῦ· καθὸ τὸ μὲν ἀντέγκλημα ἄξιόν φησι τὸν πεπονθότα τοῦ προηγησαμένου πάθους ὃ ἤδη πέπονθεν, τὸ δὲ ἀντεγκληματικὸν κεφάλαιον οὐκ ἐπὶ ἤδη προγεγενημένῳ πάθει, ἀλλ’ ἐπὶ μέλλοντι κατασκευάζομεν, ὅτι ἀξίως πείσεται· ἰστέον δὲ ὅτι ἐπὶ τοῦ ἀντεγκλήματος ὁ κρινόμενος ἀντεγκαλεῖ ἢ ὅλῃ πόλει ἢ ἑνὶ ἀνδρί· ὅτ’ ἂν οὖν κατηγορῇ τοῦ παθόντος ὁ φεύγων, ἀπολογεῖσθαι δεῖ τὸν κατήγορον ὑπὲρ αὐτοῦ· ἢ οὐκ ἀπολογήσεται μὲν ὁμολογουμένου τοῦ ἀδικήματος, μὴ τηλικαύτης δὲ ἄξια τὰ πεπραγμένα τιμωρίας λέξει· θεασώμεθα τοίνυν ἐπὶ παραδειγμάτων· ἀνεβόησεν ἐν παρατάξει στρατιώτης· στρατηγὲ, ἡττώμεθα, ἀπέκτεινεν αὐτὸν ὁ στρατηγὸς, νίκη γέγονε, καὶ φόνου κρίνεται· ὁ κρίνων τὸν στρατηγὸν οὐδὲν ἡμαρτηκέναι λέγει τὸν στρατιώτην· καὶ πάλιν πορνεύοντα τὸν υἱὸν ὁ πατὴρ ἀπέκτεινε, καὶ κρίνεται φόνου· ἐνταῦθα μὲν ἐξελέσθαι αἰτίας οὐχ οἷόν τε τὸν πόρνον, ὡμολόγηται γὰρ τὸ ἀδίκημα· φήσει δὲ ὁ κατήγορος ἐλάττονος αὐτῷ δίκης ἄξια πλημμελεῖσθαι· συνενηνοχέναι οὖν τὴν τιμωρίαν λέξομεν, τῷ μὲν παθόντι, ὥσπερ τῷ παιδὶ τοῦ ἀριστέως· ἀπηλλάχθαι γὰρ αὐτὸν αἰσχύνης μεγίστης ὁ πατὴρ ἐρεῖ, τῇ δὲ πόλει ὡς ἐπὶ τοῦ βοήσαντος, στρατηγὲ ἡττώμεθα, συνήνεγκε γὰρ τῇ πόλει τὸ ἀναιρεθῆναι· εὑρίσκεται δὲ καὶ στοχασμὸς ἐν ἀντεγκλήματι, ὡς ἐπὶ τούτου· ζητοῦμεν γὰρ, πότερον ἐπιβουλεύων τῇ πόλει, καὶ τὰ πράγματα διαφθείρειν βουλόμενος εἶπεν, ἢ τὸν στρατηγὸν ὁρῶν τοῦ πολέμου κακῶς προεστηκότα.
4.245 Ἐὰν δὲ εἰς ἕτερόν τι μεθιστᾷ πάλιν διαιρετέον· ἢ γὰρ εἰς ὑπεύθυνόν τι δυνάμενον γενέσθαι πρᾶγμα ἢ πρόσωπον μεθίστησι τὸ ἔγκλημα, ὁμολογῶν τι πεποιηκέναι ὡς ἀδίκημα, καὶ ποιεῖ μετάστασιν, ἢ ὡς οὐ δυνάμενον ὑπεύθυνον γενέσθαι ἀνεύθυνον δὲ πάντη, καὶ πεποίηκε συγγνώμην· μεταστάσεως μὲν παράδειγμα ὁ πρεσβευτὴς, ὃν εἴσω τριάκοντα ἡμερῶν δέον ἐξιέναι λαβόντα παρὰ τοῦ ταμίου χιλίας δραχμὰς εἰς ἐφόδιον, μὴ λαβὼν δὲ καὶ διὰ τοῦτο μὴ ἐξελθὼν εἶτα κρινόμενος· συγγνώμης δὲ παράδειγμα οἱ δέκα στρατηγοὶ οἱ διὰ τὸν χειμῶνα μὴ ἀνελόμενοι τὰ σώματα, καὶ κρινόμενοι· εἰ δέ τις ἡμῖν περὶ τούτων ἀμφισβητεῖ, συγγνώμης λέγω καὶ μεταστάσεως, ἀκριβέστερον ἐν τῷ περὶ ἀντιθέσεως λελέξεται. Συριανοῦ καὶ Σωπάτρο υ. Ἔσφαλται ἐνταῦθα ὁ τεχνικὸς, καὶ αὐτὸς ὁμολογεῖ τοῦτο· διὸ καὶ ἀκριβέστερον ἐρεῖν ὑπισχνεῖται περὶ τούτων· ἠλίθιον γάρ, πρᾶγμα ὑπεύθυνον γάρ ἐστι τὸ εἰς εὐθύνας καὶ δικαστήριον καὶ δίκην ἀγόμενον· εἰς ταῦτα δὲ οὔτε χειμὼν οὔτε βρονταὶ οὔτε τι τῶν τοιούτων ἄγεται· διὸ ἤρκει εἰπεῖν τὸ, ἤτοι εἰς πρόσωπον ἢ εἰς πρᾶγμα μεθίστησι καὶ ποιεῖ μετάστασιν· οὕτω γὰρ σαφὴς ἦν ἡ διαφορὰ καὶ ἐσώζετο τὸ ἴδιον τῆς στάσεως· ἡ γὰρ μετάστασις γίνεται, ὅτ’ ἂν εἰς καιρὸν ἢ εἰς πρόσωπον ἤ τι τοιοῦτον τῶν ἔξωθεν μεταφέρῃ τὸ ἔγκλημα ὁ φεύγων· εἰς καιρὸν μὲν, ὡς ἐφ’ οὗ παρέθετο παραδείγματος αὐτὸς ἐπὶ συγγνώμης, καὶ γὰρ ἀντιστατικὸν καὶ αὐτό· εἰς πρόσωπον δὲ, ὡς ἐφ’ οὗ παρατίθεται καὶ παραδείγματος ἐπὶ μεταστάσεως. τοῦ μὴ λαβόντος τὰς χιλίας δραχμὰς πρεσβευτοῦ· ἡ δὲ συγγνώμη, ὅτ’ ἂν εἰς τὰ τῆς ψυχῆς πάθη, οἷον φόβον, ἔρωτα, λύπην, ἤ τι τοιοῦτον· ἔστι καὶ ἄλλη διαφορὰ συγγνώμης καὶ μεταστάσεως· ἡ μὲν γὰρ μετάστασις, ἐφ’ οἷς τις οὐκ ἐποίησε δέον ποιῆσαι, ἔχει τὴν κρίσιν· ἡ δὲ συγγνώμη, ἐφ’ οἷς ἐποίησε δέον μὴ ποιῆσαι· κοινωνεῖ δὲ μετάστασις καὶ συγγνώμη σφόδρα· ἐν ἀμφοτέραις γὰρ ἡ ἀνάγκη τοῦ βιασαμένου· διαφέρει δὲ τοῖς τε εἰρημένοις καὶ οἷς εἰρήσεται· κοινωνεῖ δὲ ἡ μετάστασις τῷ στοχασμῷ τῷ ἀφ’ ὧν αὐτός τις ποιήσας κρίνεται, ὡς ἐπὶ τούτου· νόμος μὴ ἀνοίγειν νύκτωρ τὰς πύλας τῆς πόλεως· Κλέωνος ἐπανάγοντος ἐκ Σφακτηρίας, Νικίας οὐκ ἤνοιξε καὶ κρίνει αὐτὸν βλάβης· ἐνταῦθα γὰρ προβαλλομένου τοῦ Νικίου τὸν νόμον ἀναφαίνεται στοχαστικὴ ζήτησις, πότερον φθόνῳ τοῦ κατορθώματος ἢ τῇ ἀληθείᾳ δέει τοῦ νόμου οὐκ ἤνοιξε τὰς πύλας· ἔστι δὲ μετάστασις ἡ στάσις· διαφέρει δὲ, ὅτι ἐν μὲν στοχασμῷ παντὶ δύο εἰσὶ τὰ πράγματα· ἐνταῦθα δὲ ἕν ἐστι τὸ πρᾶγμα αὐτὸ τὸ μὴ ἀνοῖξαι τὰς πύλας· δύο δὲ τοῦ στοχασμοῦ πράγματα, τό τε ὑπεύθυνον καὶ τὸ ἀνεύθυνον· ἔτι κοινωνεῖ ἡ μετάστασις σφόδρα αὐτῇ τῇ ἀντιλήψει τῇ κατὰ νόμον· οἷον, νόμος τὸν μοιχὸν τεθνάναι· ἀριστέα τὶς μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· μετάστασις δὲ κατὰ νόμον, ἥτις καὶ ἀντιληπτικὴ λέγεται τὸ προειρημένον ὑπόδειγμα τοῦ μὴ ἀνοίξαντος τὰς πύλας· κοινωνοῦσι γὰρ αὗται καθὸ ἀμφοῖν ὁ νόμος προβάλλεται εἰς ἀντίληψιν· διαφέρουσι δὲ, ὅτι ἐν μὲν ἀντιλήψει οὐ φαῦλον τὸ γεγονὸς, ἀλλ’ ἐκ περιστάσεως διὰ τὸ ἀριστέα εἶναι τὸν μοιχὸν, ἐν μεταστάσει δὲ ὁμολογουμένως καὶ πάντως ἐστὶ φαῦλον τὸ γεγενημένον· οἷον τὸ μὴ ἀνοῖξαι τὰς πύλας· ἔτι διαφέρουσι, καθὸ ἐν μὲν ἀντιλήψει συγκεχώρηκέ τι ὁ νόμος· ἐν δὲ μεταστάσει κεκώλυκε· καὶ ὁ ποιῶν ἐν μὲν τῇ ἀντιλήψει ἀκόλουθα νόμῳ ποιεῖ.
4.247 Κοινωνεῖ ἡ συγγνώμη τῇ ἀντιλήψει· οἷον νόμος τοὺς κατιόντας φυγάδας ἐξεῖναι ἀποκτιννύναι· καταστείχοντάς τις φυγάδας ἀπέκτεινε καὶ κρίνεται· ἀντίληψις τοῦτο· συγγνώμη δὲ, ἐρασθέντι τῷ υἱῷ τῆς μητρυιᾶς ὁ πατὴρ παρεχώρησε, καὶ κρίνονται οἱ τρεῖς κακοῦ βίου· κοινωνοῦσι γὰρ τῷ ἐν ἀμφοτέροις ἐν τῷ πεπραγμένῳ τὸ ἔγκλημα εἶναι καὶ κακοῦ βίου τὴν γραφήν· διαφέρουσι δὲ, τῷ τὰ μὲν τῆς ἀντιλήψεως ὁμολογουμένως εἶναι ἑκούσια, τὰ δὲ τῆς συγγνώμης ἀκούσια· οὐ γὰρ ἑκὼν ὁ νεανίσκος ἐρᾷ, οὐδ’ ὁ πατὴρ παραχωρεῖ, ἀλλὰ δι’ ἔλεον τοῦ παιδός· ἀλλ’ οὐδὲ ἡ μητρυιὰ, εἰ μὴ τῷ τὰ πάντα πείθεσθαι τῷ ἀνδρί· κατὰ γὰρ τοὺς Ἀττικοὺς νόμους ἐξῆν τοῖς ἀνδράσι τὰς ἑαυτῶν γυναῖκας ἑτέροις ἐκγαμίζειν· εἰ γὰρ μὴ τοῦτο, ἀσύστατον ἔσται τὸ ζήτημα κατὰ τὸ ἀπίθανον. Κοινωνεῖ μετάστασις συγγνώμῃ· ἐν ἀμφοτέροις γὰρ πρόκειται βία· ἢ ἀπὸ καιροῦ, ἢ τύχης, ἢ ἀπὸ προσώπου, ἢ ἀπὸ πράγματος· διαφέρει δὲ, καθὸ συγγνώμη μὲν ἐπὶ τὰ τῆς ψυχῆς φέρει παθήματα· μετάστασις δὲ ἐπὶ τὰ ἔξω· ἰστέον δὲ, ὅτι οὐχ ὥς τινες ᾠήθησαν ἡ μετάστασις ἐπὶ πρόσωπον μόνον φέρει· ἡ δὲ συγγνώμη ἐπὶ πρᾶγμα, ὡς ἐπὶ τοῦ Ἀρχιδάμου τοῦ διὰ τὸν χειμῶνα καὶ τοὺς σκηπτοὺς ἀναζεύξαντος ἐκ Πλαταιῶν· φέρει γὰρ συγγνώμη ἐπὶ πρόσωπον, ὡς ἐπὶ τῆς ληφθείσης παρὰ τῶν πολεμίων χοηφορούσης, καὶ βασάνοις τὰ ἀπόῤῥητα ἐξειπούσης. Μαρκελλίνο υ. Καλῶς ἠσφαλίσατο εἰπὼν δυνάμενον κριθῆναι· τοῦτο γὰρ καλεῖ ὑπεύθυνον καὶ οὐ τὸ ἤδη ὑπεύθυνον γενόμενον· πρόδηλον γὰρ καὶ ἀσύστατον ἐγίνετο· διὰ τί δὲ εἶπεν ἢ πρόσωπον ἢ πρᾶγμα ὑπεύθυνον γενέσθαι δυνάμενον· ἔστω γάρ φησι πρόσωπον· μὴ καὶ πρᾶγμα δύναται ὑπεύθυνον γενέσθαι· οὐ γὰρ τὰ ἄψυχα ἄξομεν εἰς δικαστήρια· λέγομεν οὖν, ὅτι ἔστι καὶ πρᾶγμα ὑπεύθυνον, οἷον νόμος· πρᾶγμα γὰρ ὁ νόμος, ὃς ὑπεύθυνον δύναται εἶναι κατὰ δύο τρόπους· ὅτι τοῦτο μὲν τὸν νομοθέτην εὐθυνοῦμεν διὰ τῶν πραγμάτων καὶ τῶν ἡμαρτημένων αὐτὸν αἰτιώμενοι· καὶ τὸν τὸ ψήφισμα γράψαντα ὁμοίως, ἤ τι τοιοῦτον· ἐὰν γὰρ εἰς τὰ γεγραμμένα ἀναφέρωμεν τοὺς γράψαντας αἰτιώμεθα· τοῦτο δὲ ὅτι καὶ λῦσαι τὸν νόμον, ἐὰν ἀσύμφορος ᾖ, δυνατόν· τιμωρία δ’ ὥσπερ τοῦ νόμου ἡ λύσις τοῦ νόμου, δείξαντες γὰρ αὐτὸν ἀσύμφορον ἐκβαλεῖν δυνησόμεθα· ἰστέον δὲ ὅτι ἐπὶ τοῦ προβλήματος τούτου Ἀθηναῖοι μετὰ τὴν Φωκίδος κατασκαφὴν οὐκ ἔπεμψαν τὴν θεωρίαν εἰς Δελφοὺς καὶ κρίνονται ἀσεβείας· καὶ γὰρ ἐνταῦθα μεταφέρει ἐπὶ πρᾶγμα τὴν αἰτίαν ἐπὶ τὴν κατασκαφὴν, καίτοι οὐ δυνάμενον εὐθύνεσθαι, ὅτι πρῶτον μὲν, ὥσπερ νόμος ὑπεύθυνος, καὶ ἐπιδέχεται κρίσιν καὶ αὐτὸς ὁ νόμος καὶ ὁ τούτου νομοθέτης, οὕτω ἐνταῦθα διὰ τοῦ πράγματος ὁ πράξας δύναται κρίνεσθαι· ἔπειτα γνωστέον, ὅτι καὶ τὰ ἀνεύθυνα καὶ ὑπεύθυνα τῇ μεταστάσει ἀποδοτέον· καὶ γὰρ ἄμφω, τό τε ἀνεύθυνον καὶ τὸ ὑπεύθυνον τὴν μετάστασιν ποιεῖ, μόνα δὲ τὰ πάθη τῆς ψυχῆς τὴν συγγνώμην.
4.248 Φιλονείκως δὲ ὁ Ἑρμογένης τῷ ὑπευθύνῳ καὶ ἀνευθύνῳ διορίζει τὴν συγγνώμην καὶ τὴν μετάστασιν· διαφορὰ δὲ ἀληθὴς μεταστάσεως καὶ συγγνώμης μία μὲν, ἣν εἴπομεν, ὅτι ἡ μὲν καὶ τὸ ἀνεύθυνον ἔχει καὶ τὸ ὑπεύθυνον· ἡ δὲ μόνα τῆς ψυχῆς τὰ πάθη, ἑτέρα δὲ ὅτι ἐν τῇ μεταστάσει οὐ μεγάλη ἀνάγκη τυγχάνει, ἀλλ’ ἐπιδέχεται καὶ ἄλλον τρόπον πραχθῆναι, ὡς ἐπὶ τοῦ πρεσβευτοῦ· ἐδύνατο γὰρ καὶ ἄλλοθεν εὐπορῆσαι χρημάτων καὶ δανείσασθαι πρὸς τὴν κατεπείγουσαν χρείαν· ἐν δὲ τῇ συγγνώμῃ ἀνάγκη ἀφόρητος καὶ τὸ ἀδύνατον ἔχουσα τῷ πάθει τῆς συγγνώμης· ἀλλ’ αὕτη ἡ διαφορὰ τῆς προτέρας διαφορᾶς ἀσθενεστέρα· εὑρίσκομεν γὰρ καὶ ἐν μεταστάσει ἀπαραίτητον ἀνάγκην, ὡς ἐπ’ ἐκείνου τοῦ παραδείγματος· οὐκ ἀνείλοντο τὰ σώματα τῶν ἐν Ἀργινούσαις πεσόντων οἱ στρατηγοὶ, καὶ κρίνονται· ἀπαραίτητος γὰρ ὁ χειμών· οὐκοῦν τῇ πρώτῃ χρηστέον ὡς ἀναγκαιοτέρᾳ· ὁ μέντοι τεχνικὸς εἰδὼς, ὅτι φιλονείκως πρὸς Μινουκιανὸν ἀποτείνεται περὶ τούτου, λέγει γὰρ ὡς οὐκ ἀγνοῶ, ὅτι τινὲς οὐ τῷ ἀνευθύνῳ καὶ ὑπευθύνῳ χωρίζουσι τὴν συγγνώμην καὶ τὴν μετάστασιν, ἀναβάλλεται τὸν περὶ τούτου λόγον εἰς ὕστερον εἰπὼν, ὅτι ἀκριβέστερον ἐν τῷ περὶ ἀντιθέσεων λελέξεται· τινὲς γὰρ τὸ τῶν δέκα στρατηγῶν ἀποδιδόασι τῇ μεταστάσει λέγοντες πρᾶγμα εἶναι, οὐ φόβον, ἄλλοι δὲ λέγουσι συγγνώμης εἶναι, πάθος λέγοντες καὶ τὸν φόβον τὸν ἀπὸ χειμῶνος· ὁ μέντοι Ἑρμογένης οὐ διὰ φόβον λέγει αὐτὸ τῆς συγγνώμης, ἀλλ’ ἐπειδὴ τῷ ἀνευθύνῳ καὶ ὑπευθύνῳ χωρίζει τὴν συγγνώμην καὶ τὴν μετάστασιν ὡς πρᾶγμα ἀνεύθυνον ὄντα τὸν χειμῶνα ἀποδίδωσι τῇ συγγνώμῃ· ἀλλ’ οὖν τὰ τῆς ψυχῆς πάθη τῆς συγγνώμης· πάθη δὲ ψυχῆς οἷον φόβος, ἔρως, ἄνοια, ἔλεος, ἤ τι τοιοῦτον· φόβου μὲν, Μεσσηνίους ἔκριναν ἀχαριστίας Θηβαῖοι μὴ ὑποδεξαμένους αὐτῶν τὴν φυγήν· ἐροῦσι γὰρ φόβῳ Ἀλεξάνδρου· ἔρωτος δὲ, μητρυιᾶς ἠράσθη ὁ πρόγονος, ἔγνω τοῦτο ὁ τύραννος, ὑπέσχετο συμπράξειν τῷ ἔρωτι, εἰ τὸν πατέρα ἀτιμάσοι, ἠτίμασεν, ἔτυχε τῆς ἐπαγγελίας, μετὰ τὴν τοῦ τυράννου καθαίρεσιν κρίνεται ὡς πατραλοίας· ἐπὶ γὰρ τὸ τοῦ ἔρωτος καταφεύξεται· ἀνοίας, ἐν νυκτομαχίᾳ τὶς ἀγνοήσας ἀνεῖλεν ὁμόφυλον καὶ κρίνεται φόνου· ἐλέου, τὸν ἁλόντα παρανοίας δεδέσθαι παρὰ τοῦ παιδός· ἐδέδετό τις, ἔλυσεν αὐτὸν ὁ τοῦ παιδὸς παῖς, καὶ ἀποκηρύσσεται· μέθης, ὡς παρὰ Δημοσθένει, ἔπειτα ὁ τὸν θεσμοθέτην πατάξας τρεῖς εἶχε προφάσεις, μέθην, ἔρωτα, ἄνοιαν· ὀργῆς, καὶ παρὰ τῷ αὐτῷ Δημοσθένει, ὀργῇ καὶ τρόπου προπετείᾳ φθάσας τὸν λογισμὸν ἔπαισεν· ὁ δὲ Μινουκιανὸς βούλεται καὶ ἀπὸ τῆς ἡλικίας γενέσθαι συγγνώμην· ὅτι ἡ νεότης συγγνώμης ἀξία πταίουσα· βούλεται δὲ ὁ αὐτὸς συγγνώμην εἶναι καὶ ὅταν μηδὲν ἔχων τὶς εἰπεῖν ὑπὲρ τῶν πεπραγμένων ἐπαγγελίᾳ τοῦ μέλλοντος συγγνώμην αἰτῇ· ὡς ὁ Ἄγις παρὰ Λακεδαιμονίοις κρινόμενος ὑπὲρ τῆς ἐξ Ἄργους ἀναχωρήσεως· ἔφη γὰρ ἔργῳ καλῷ ἀπολύσασθαι τὴν διαβολήν· τινὲς δέ φασι καὶ ἐφ’ οἷς τις οὐκ ἔπραξε συγγνώμην εἶναι· οἷον ἀριστεὺς ἔχει μοιχὸν καταλαβὼν, προσέταξε τῷ παιδὶ ἀποκτεῖναι, τοῦ δὲ μὴ βουλομένου διέφυγεν ὁ μοιχὸς καὶ ἀποκηρύσσει αὐτὸν ὁ πατήρ· ὥσπερ δὲ εἰρήκαμεν ἐπὶ τῶν ἄλλων ἀντιθετικῶν καὶ δημοσίας εἶναι καὶ ἰδίας, οὕτω καὶ συγγνώμην καὶ ἑνὶ προσώπῳ καὶ ὅλῃ τῇ πόλει· ἑνὶ μὲν, ἐτύπτησέ τις τὸν πατέρα ὑπὸ τοῦ τυράννου κελευόμενος· κινδυνεύει μετὰ τὴν τυραννίδα περὶ τῶν χειρῶν, νόμου κελεύοντος· ὅλῃ δὲ πόλει· ὡς οἱ κρινόμενοι Μεσσήνιοι παρὰ Θηβαίων ἀχαριστίας.
4.250 Τὰς μὲν οὖν λογικὰς τῶν στάσεων ἐκ τούτων ἐπιγνωσόμεθα· τὰς δ’ αὖ νομικὰς οὕτω· πρῶτον μὲν περὶ ῥητὰ ἀνάγκη τὴν ζήτησιν ἐνταῦθα γίνεσθαι· ῥητὰ δὲ λέγω, οἷον νόμους, διαθήκας, ψηφίσματα, ἐπιστολὰς, κηρύγματα ὡρισμένα, πάντα ἁπλῶς τὰ ἐν ῥητοῖς. Συριανοῦ καὶ Σωπάτρο υ. Πληρώσας τὸν περὶ τῶν λογικῶν στάσεων ἐξετασμὸν νῦν εἰκότως ἐπὶ τὰς νομικὰς μεταβέβηκεν· εἰρήκαμεν γὰρ, ὅτι διαιρεῖ τὸ φανερὸν καὶ τέλειον εἰς πρᾶγμα καὶ ῥητόν· καὶ τὸ μὲν πρᾶγμα εἴς τε τὴν πραγματικὴν καὶ τὰς λογικὰς, τὸ δὲ ῥητὸν εἰς τὰς τέσσαρας νομικάς· δι’ ἣν δὲ αἰτίαν προετάγησαν αἱ λογικαὶ, εἴρηται· ἰστέον δὲ, ὅτι τὸ κατὰ ῥητὸν ζήτημα γίνεται, ὅτ’ ἂν ὁμολογουμένων τῶν πραγμάτων ἐκ τῶν νόμων ἡ ζήτησις ἀνακύπτῃ· ἐζήτηται δὲ δι’ ἣν αἰτίαν εἰ καὶ ἐν ταῖς λογικαῖς εὑρίσκονται νόμοι, ὥσπερ ἐν τῇ μεταστάσει τῇ ἐπὶ ῥητὸν φερομένῃ καὶ ἐν ἀντιλήψει καὶ ὅρῳ καὶ ἄλλοις τισὶ, τί διοίσουσιν αἱ νομικαὶ τῶν λογικῶν· καὶ ἤδη μὲν ἀποχρώντως εἴρηται· εἰρήσεται δὲ καὶ νῦν, ὅτι εἰ καὶ ἐν ἐκείναις καὶ ταύταις ῥητά ἐστιν, ἀλλ’ οὖν ἐν μὲν ταῖς λογικαῖς ἀπὸ ῥητῶν μὲν ἡ ζήτησις οὐ μὴν καὶ περὶ ῥητά· ἐν δὲ ταῖς νομικαῖς καὶ ἀπὸ ῥητοῦ καὶ περὶ ῥητόν· καὶ τοῦτο καὶ ὁ τεχνικὸς ἐδήλωσεν οὕτως εἰπών· πρῶτον μὲν περὶ ῥητὰ ἀνάγκη τὴν ζήτησιν γίνεσθαι, οἷον ὡς ἐπὶ παραδείγματος ἐν ἀντιλήψει τῇ κατὰ νόμον, ὡς ἐπὶ τοῦ τὸν τρισαριστέα μοιχεύοντα ἀνελόντος διὰ τὸν νόμον τὸν τοὺς μοιχοὺς κελεύοντα ἀποκτιννύναι οὐδὲ μία πρὸς τὸ ῥητόν ἐστι ζήτησις· οὐδέ φαμεν, ὅτι οὐ τοῦτο, ἀλλὰ τόδε σημαίνει τὸ ῥητόν· οὐδ’ ὅτι ἕτερον αὐτῷ ἐστι ῥητὸν ἐναντίον· τοῦτο γὰρ οἰκεῖον τῶν νομικῶν, ἀλλ’ ὁμολογεῖται μὲν τὸ ῥητὸν, περὶ δὲ τὴν τοῦ πράγματος περίστασιν ἡ ζήτησις γίνεται, οἷον τὸ εἶναι τρισαριστέα.
4.251 ὡσαύτως καὶ ἐν τῇ μεταστάσει τῇ ἀπὸ ῥητοῦ· τὸ γὰρ τὰς πύλας νύκτωρ μὴ ἀνοῖξαι κατὰ τὸν νόμον, τοὺς αἰχμαλώτους δὲ διὰ τοῦτο ὑπὸ τῶν πολεμίων καταληφθῆναι καὶ ἀποκτανθῆναι οὐδὲ μίαν ἔχει ζήτησιν, ὥσπερ ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ· οὐ γὰρ ζητεῖται ὅ τι ποτὲ ἔχει ὁ νόμος, ἀλλ’ ὁμολογεῖται μὲν οὕτως ἔχων ὁ νόμος καὶ ἐπὶ τούτοις κείμενος· ἡ δὲ τοῦ πράγματος περίστασις τὸ εἶναι τοὺς φεύγοντας αἰχμαλώτους ποιεῖ τὴν ζήτησιν· ἐν δὲ ταῖς νομικαῖς αὐτό ἐστι τὸ ῥητὸν τὸ ζητούμενον ἢ κατὰ τὴν διάνοιαν εἰ τοῦτο σημαίνει, ἢ καθ’ ἕτερον ῥητὸν ἐναντίον, ἢ κατ’ ἄλλο τι περὶ ὧν ἑξῆς ἐροῦμεν.
4.252 ῥητὰ δὲ λέγ ω· ἐπισημαντέον ὅτι ῥητὰ οὐ νόμους λέγει μόνον, ἀλλὰ πάντα ἁπλῶς τὰ γεγραμμένα· καίτοι οὐ πάντων νομίμων. Ὅμως νομικαὶ καλοῦνται τῷ τὸν νόμον κυριώτατον καὶ τιμιώτατον ἐν τοῖς ῥητοῖς ἁπάντων εἶναι· ἐκ τῶν οἰκείων οὖν τὰς στάσεις χαρακτηρίσας, πάνυ τεχνικῶς τῇ συνήθει χρώμενος ἀκολουθίᾳ, πρῶτον κοινῶς πάσας τεχνολογεῖ λέγων τότε γίνεσθαι νομικὰς, ὅταν τι ῥητὸν παρέχῃ τὴν ἀμφισβήτησιν· ὥσπερ καὶ ἐν ταῖς κατὰ ποιότητα ἐποίησε, γένος μὲν αὐτῶν πρῶτον τὴν ποιότητα εἶπεν, εἶτα καθ’ ἑκάστην ἀκριβῶς διείλετο, οὕτω κἀνταῦθα ἁπάσας περιλαβὼν τὰς νομικὰς διαίρεσιν αὐτῶν ἐποιήσατο· ἔστι δὲ ἐκ μὲν νόμου· νόμος τὸν ἀνελθόντα ξένον ἐπὶ τὸ τεῖχος τεθνάναι πολέμου ὄντος· ἀνελθὼν ἠρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ· ἐκ δὲ διαθήκης· οἷον ἔγραψέ τις ἐν ταῖς διαθήκαις τελευτῶν ἀριστεὺς, ἐκ τῶν ὑπαρχόντων αὐτῷ γενέσθαι Ἄρεα χρυσοῦν ἔχοντα δόρυ· ἐκ δὲ ψηφισμάτων, οἷον μετὰ τὴν τῶν τυράννων κατάλυσιν Μεγαρεῖς διέσωσαν τῶν Ἀθηναίων τὰ ἔκθετα βρέφη· καὶ ἀποδιδόντων γράφει τὶς τὸ κατὰ Μεγαρέων ἀναιρεῖν πινάκιον· ἐκ δὲ κηρυγμάτων, οἷον ἐκήρυξεν ὁ νόμος, τὸν θεραπεύσαντα νοσοῦντα Περικλέα λαμβάνειν δωρεὰν ἣν ἂν βούληται· Μεγαρεὺς θεραπεύσας ἀξιοῖ λυθῆναι τὸ κατὰ Μεγαρέων ψήφισμα· ἐξ ἐπιστολῶν δέ· οἷον ἔγραψεν ὁ πατὴρ τῷ διδασκάλῳ μὴ ἐκμανθάνοντα τὸν υἱὸν ἀποκτεῖναι· ἀπέκτεινε δὲ ὁ διδάσκαλος μὴ ἐκμανθάνοντα καὶ κρίνεται· πρόσκειται δὲ τοῖς κηρύγμασι τὰ ὡρισμένα ἀντὶ τοῦ τῷ δήμῳ ἀρέσοντα, κεκυρωμένα, οἷον ἐκ προστάγματος καὶ ψήφῳ τοῦ δήμου κεκηρυγμένα· ἰστέον δὲ ὡς τῶν ῥητῶν τούτων τὰ μὲν ἔγγραφα, τὰ δὲ ἄγραφα καλεῖται· ἔγγραφα μὲν οὖν νόμοι, διαθῆκαι, ψηφίσματα, στῆλαι· ἄγραφα δὲ, οἷον κηρύγματα, χρησμοὶ, ἔθη.
4.253 Κοινωνεῖ σφόδρα ῥητὸν καὶ διάνοια τῷ κατὰ νόμον ὅρῳ, τῷ ἀμφότερα εἰς τὴν τοῦ ῥητοῦ ἐξέτασιν καταφεύγειν· καὶ παράδειγμα μὲν ῥητοῦ καὶ διανοίας ὁ ῥίψας τὴν ἀσπίδα καὶ ἀποκτείνας τὸν τῶν πολεμίων στρατηγὸν καὶ κρινόμενος ῥιψασπίας· ὅρου δὲ τοῦτο· νόμος τὴν τρὶς γαμηθεῖσαν ἄτιμον εἶναι· ἀπολιποῦσά τις τὸν πρότερον ἄνδρα ἐγαμήθη δευτέρῳ· πάλιν διαλυσαμένη αὐτῷ πρὸς τὸν πρῶτον ὑπέστρεψε καὶ κρίνεται· ἐνταῦθα γὰρ αὐτὸ τοῦτό ἐστι τὸ ζητούμενον, εἰ τρὶς τοῦτό ἐστι γαμηθῆναι· ὥσπερ οὖν ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ λέγομεν μὴ τοῦτο σημαίνειν τὴν ῥιψασπίαν, ἣν λέγει ὁ νόμος, ἀλλ’ ἕτερον, οὕτω καὶ ἐν τῷ ὅρῳ λέγομεν, μὴ εἶναι τοῦτο τρὶς γαμηθῆναι· λέγοντες δὲ τοῦτο οὐ τὴν διάνοιαν ἐξηγούμεθα τοῦ νόμου· ἀλλ’ ὁμολογοῦντες τὴν διάνοιαν πρὸς ἅπαν ἐναντιούμεθα. διαφέρουσι δὲ, καθὸ ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ὁμολογούμενόν ἐστι τὸ ῥητὸν καὶ ἰσχυρόν· καὶ ζητοῦμεν τὸν σκοπὸν αὐτοῦ, διότι τῇ διανοίᾳ χρώμεθα· ἐν δὲ τῷ ὅρῳ πρὸς αὐτὸ τὸ ῥητόν ἐστιν ἡ μάχη, εἰ ὅλως παραβέβασται· ἔτι κοινωνεῖ ῥητὸν καὶ διάνοια πραγματικῇ τῇ κατὰ ῥητὸν καὶ διάνοιαν, ὅτι ἐν ἀμφοτέραις ταῖς στάσεσιν ἡ τοῦ ῥητοῦ διάνοια ἐξετάζεται· καὶ πραγματικῆς μὲν παράδειγμα τοῦτο, νόμος τὸν ἀστράτευτον μὴ στρατηγεῖν· ἀστράτευτος ἀποκτείνας τύραννον ἀξιοῖ στρατηγεῖν· ῥητοῦ δὲ καὶ διανοίας τὸ προειρημένον τοῦ ῥιψάσπιδος· ἐν ἀμφοτέροις γὰρ ἡ διάνοια ἐκζητεῖται, ἀλλ’ οὐχ ἡ ἐπιπόλαιος τοῦ ῥητοῦ προαγωγή· διαφέρει δὲ, ὅτι ἐν μὲν τῇ πραγματικῇ ὑπὲρ τοῦ τί πραχθῆναι δεῖ εἰς τιμήν ἐστιν ἐξέτασις· ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ὑπὲρ τοῦ τιμωρηθῆναι ἢ μὴ τιμωρηθῆναι, καὶ ὅτι ἐν μὲν τῇ πραγματικῇ ἰσχυρὰ σφόδρα ἐστὶν ἡ τοῦ ῥητοῦ καὶ τῆς διανοίας ζήτησις· λέγει γὰρ ὡς οὐκ ἀστράτευτος, εἰ ὅπλα ἐφόρησεν, εἰ μάχῃ ἐμαχέσατο, εἰ πολεμίου πολλῷ χαλεπώτερον ἀπέκτεινε τύραννον· ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ἀσθενής ἐστιν· οὐ γὰρ δύναται ἰσχυρῶς ἀγωνίσασθαι, ὅτι οὐ τοῦτό ἐστι τὴν ἀσπίδα ῥῖψαι· ἀλλ’ ἐγχειρήματι μὲν χρῆται ὡς οὐ τοῦτό ἐστι ῥῖψαι τὴν ἀσπίδα, ἀλλ’ ἀριστεῦσαι, οὐκ ἰσχυρῶς δέ· ἀναισχυντεῖ γὰρ, ὁμολογεῖν μὲν ῥίψασπις εἶναι· ἐπειδὴ δὲ καὶ οἱ νόμοι ῥητὰ καλοῦνται, εἰκότως νομικὰς τὰς περὶ ῥητὰ ἐκάλεσε στάσεις.
4.254 Μαρκελλίνο υ. Σκόπει τοῦ τεχνικοῦ τὴν ἀκρίβειαν· πρὶν γὰρ εἰπεῖν περὶ ἑκάστης τῶν νομικῶν στάσεων, πρῶτον τίς ἡ νομικὴ ζήτησις διδάσκει· ὁ γὰρ ἀγνοῶν, τίς ἡ νομικὴ ζήτησις, πρὶν ἂν μάθῃ τί ἴδιον νομικῆς στάσεως· σφόδρα δὲ ἀκριβῶς ὡρίσατο εἰπὼν περὶ τὸ ῥητόν· οὐ γὰρ ἁπλῶς, ὅπου δ’ ἂν ἐμπίπτῃ ῥητὸν, νομικὴν ποιήσει τὴν στάσιν· ἀλλ’ ὅταν περὶ τὸ ῥητὸν ἡ ζήτησις ᾖ. Ῥητὰ δὲ λέγ ω. Τὸ ῥητὸν ὡς γένος εἶπεν, οὐ γὰρ εἴ τι τὸ ῥητὸν τυγχάνει, ἀλλ’ ὅσα ἔγγραφα, μᾶλλον δέ ἐστιν ἃ καὶ ἄγραφα, ἐν λόγοις ἀγράφοις, μαντεῖαι, κηρύγματα, καὶ ὅλως φωνή τις· ἀλλ’ εἴποι τις, ὅτι καὶ ἐν ἄλλαις στάσεσίν ἐστιν ῥητά· ἀλλ’ οὐ περὶ ταῦτα ἡ ζήτησις, ἀλλὰ περὶ τὸ πρᾶγμα· ἐνταῦθα δὲ πᾶσα ἡ ἐξέτασις περὶ αὐτὸ τὸ ῥητὸν γίνεται, ζητούντων ἡμῶν εἰ τοῦτο ὁ νόμος βούλεται· εἰ δὲ καὶ ἐν πραγματικῇ εὑρίσκομεν νόμον καὶ ψηφισμάτων εἰσφορὰς, ἀλλ’ ἐκεῖ μὲν περὶ τοῦ μέλλοντος ἡ σκέψις, πότερον δεῖ κυρῶσαι τὸ ἔγγραφον ἢ οὔ· ἐνταῦθα δὲ τὸ ῥητὸν κεκυρωμένον ἔχομεν καὶ κείμενόν ἐστι· καλῶς δὲ τὸ ἰσχυρότερον τῶν ἄλλων ῥητῶν προέταξε, λέγω δὴ τὸν νόμον· ὅθεν καὶ τὴν προσηγορίαν ἔλαβον αἱ νομικαὶ κατ’ ἐξοχὴν ἀπὸ τοῦ προὔχοντος.
4.255 Ὡρισμέν α. ὅταν ἐπὶ συμφέροντι τῆς πόλεως κηρύττηται, ταῦτα καλεῖ ὡρισμένα· καὶ τὰ δημόσια, οἷον ὁ ἀγωνιζόμενος ὑπὲρ τῆς ἐλευθερίας τῆς πόλεως στεφανούσθω, ἢ ὡρισμένα λέγει τὰ ὡρισμένον ἔχοντα χρόνον, ὡς ὁ Βρασίδας ἐκήρυξεν ἄχρι πέντε ἡμερῶν· τινὲς δὲ ὡρισμένα καλοῦσι τὰ ἐπὶ ὡρισμένῳ προσώπῳ· οἷον Δημοσθένη Δημοσθένους Παιανιέα στεφανῶσαι χρυσῷ στεφάνῳ. Πάντα ἁπλῶς τὰ ἐν ῥητοῖ ς· Καλῶς σφόδρα· οὐ γὰρ μόνον τὰ ἔγγραφα ῥητά· ἀλλὰ καθόλου καὶ λόγος καὶ φωνὴ καὶ μαντεύματα καὶ χρησμοί. Ταύτην δὲ τὴν ζήτησιν ἤτοι περὶ ἓν ἢ καὶ πλείονα συμβαίνει γίνεσθαι ῥητά· λέγω δὲ πλείονα, κἂν ἕν τι ῥητὸν εἰς δύο μέρη διαιρῆται· καὶ μέρει μὲν ὁ ἕτερος, μέρει δὲ ὁ ἕτερος τῶν δικαζομένων χρώμενοι φαίνωνται. Σωπάτρο υ. Ἐπὰν γὰρ ἕτερον τῶν προσώπων τῷ ῥητῷ χρῆται, τὸ δὲ ἕτερον ταῖς διανοίαις ἀπαντᾷ πρὸς λύσιν καὶ ἀνατροπὴν τοῦ ῥητοῦ, ποιεῖ ῥητὸν καὶ διάνοιαν· μέρη δὲ ταῦτα καλεῖ τοῦ ῥητοῦ, τῷ τὸν λόγον ἐξ ὕλης καὶ εἴδους συνεστάναι· ὕλης τῆς λέξεως, εἴδους τῆς διανοίας· ἃ καὶ μέρη κυριώτατα αὐτοῦ ἐστιν· ἐπεὶ τοίνυν ὁ μὲν σχεδὸν τῇ λέξει χρῆται ἁπλῶς μηδὲν τὴν διάνοιαν περιεργαζόμενος, ἀλλὰ κατὰ τὸ πρόχειρον προφέρων τὸ ῥητὸν, ὁ δὲ τῆς μὲν προχείρου περιφρονεῖ προαγωγῆς καὶ τῆς λέξεως, ἐπὶ δὲ τὴν διάνοιαν καταφεύγει τοῦ ῥητοῦ καὶ τὴν τοῦ γεγραφότος διάθεσιν, εἰκότως ὁ τεχνογράφος εἴρηκε τοῖς τοῦ ῥητοῦ χρῆσθαι μέρεσι τοὺς κατὰ ῥητὸν καὶ διάνοιαν ἀμφισβητοῦντας.
4.256 Ἢ περὶ πλείον α· ἐμφαίνει τὴν ἀντινομίαν· ἀνάγκη γὰρ ἐνταῦθα πλείονα εἶναι τὰ ῥητά· πῶς γὰρ δύναται εἶναι ἀντινομία χωρὶς πλήθους διαφόρων νόμων; Ἂν μὲν οὖν ᾖ περὶ ἓν ῥητὸν ἡ ζήτησις, ἤτοι περὶ τὰς τούτου διανοίας μόνας ἢ καθ’ αὑτὸ θάτερον τῶν μερῶν, ῥητὸν καὶ διάνοια γίνεται· γίνεται γὰρ ῥητὸν καὶ διάνοια, ὅταν τοῦ ἑτέρου τὸ ῥητὸν προβαλλομένου καὶ ὡς ἐπὶ τὸ πλεῖστόν γε τοῦ διώκοντος, θάτερον μέρος χρῆται ταῖς διανοίαις· οἷον ξένος ἐπὶ τὸ τεῖχος εἰ ἀνέλθοι, τεθνάτω· πολιορκίας οὔσης ἀνελθών τις ἠρίστευσε, καὶ ὑπάγεται τῷ νόμῳ. Συριανοῦ καὶ Σωπάτρο υ. Καλῶς πάνυ τὸ θάτερον ἀορίστως ἀλλ’ οὐχὶ ὡρισμένως· τινὲς γὰρ ᾠήθησαν πάντως δεῖν τὸν φεύγοντα ἔχειν τὴν διάνοιαν, τὸν διώκοντα δὲ τὸ ῥητόν· ἔχει δὲ οὐχ οὕτως ἀλλὰ καὶ ἀντεστραμμένως· καθόλου δὲ εἰπεῖν ἐν μὲν τοῖς κατὰ φυγὴν καὶ δίωξιν ῥητοῖς καὶ διανοίαις ὁ διώκων τὸ ῥητὸν ἔχει· ὁ δὲ φεύγων τὴν διάνοιαν· εἰ μὴ ἴσως ἐν ἑνί ποτε τοὐναντίον εὑρεθῇ· ἐν δὲ τοῖς κατὰ ἀξίωσιν πάντως ὁ φεύγων ἔχει τὸ ῥητὸν καὶ ὁ ἐναντιούμενος τὴν διάνοιαν καὶ τοῦ μὲν κατὰ φυγὴν καὶ δίωξιν παράδειγμα ὁ ῥίψας τὴν ἀσπίδα καὶ ἀνελὼν τὸν πολέμιον, καὶ κρινόμενος· τοῦ δὲ κατὰ ἀξίωσιν ὁ Ἀριστογείτων ὁ ἡττηθεὶς τὴν τῶν παρανόμων γραφὴν καὶ ἀξιῶν ἐπίτιμος εἶναι· ἢ ὁ ἄσωτος ὁ ἑαυτὸν πηρώσας καὶ ἀξιῶν δημοσίας τυγχάνειν σιτήσεως, τοῦ νόμου κελεύοντος τοὺς πηροὺς τρέφεσθαι ἐκ τοῦ ταμείου· γίνεται δὲ καὶ κατὰ αἴτησιν ῥητὸν καὶ διάνοια· οἷον νόμος τὸν ῥήξαντα τὴν φάλαγγα τῶν πολεμίων αἰτεῖν ἣν βούλεται δωρεάν· στρατιώτης ἐν αὐτομόλου σχήματι ἐπανελθὼν διέῤῥηξε τὴν τῶν πολεμίων φάλαγγα καὶ αἰτεῖ τὴν δωρεάν· ἐνταῦθα γὰρ ὅπερ ἐκ τοῦ νόμου διώρισται γέγονε· ζητεῖται δὲ ὁ τρόπος εἴπερ τὸν δι’ ἀριστείας μόνον ῥήξαντα τὴν φάλαγγα τῶν πολεμίων ἢ τὸν ὅπως δήποτε ὁ νόμος κελεύει τιμᾶσθαι.
4.257 Ἰστέον δὲ, ὅτι τοῦ ῥητοῦ καὶ τῆς διανοίας οὐκ ἀπέδωκεν ὁρισμὸν, ἀλλὰ μόνον τύπον τοῦ πῶς γίνεται· διὸ δεῖ καὶ ὁρισμὸν ἡμᾶς τούτου ἀποδοῦναι· ῥητὸν καὶ διάνοιά ἐστι ζήτησις περὶ τοῦ ὅ τί ποτε βούλεται τὸ ῥητὸν μηνύειν, εἰ τὸ φανερῶς πεπραγμένον ἢ τὸ κατηγορούμενον ἢ ἕτερόν τι· ἐζήτηται δὲ, τίνος χάριν ταύτην τὴν στάσιν πασῶν προέταξε τῶν νομικῶν, καί τοι γε ἀτελεστέραν οὖσαν πασῶν· οὐ γὰρ δὴ ἀγνοοῦμεν, ὡς ἡ ἀντινομία δύο νόμους ἔχουσα τελεωτέρα τῆς μιᾶς ἐστι· καὶ ὁ συλλογισμὸς τέλειον τελείῳ συνάπτων ἐπαναβαίνει· ἐροῦμεν οὖν, ὅτι αὐτὸ τοῦτο τὸ ἀτελῆ εἶναι προτίθησιν αὐτὴν τῶν λοιπῶν τελείων οὐσῶν· τὰ γὰρ ἀτελῆ πρὸ τῶν τελείων ὡς εἰσαγωγικώτερα· ἄλλως τε δὲ καὶ ἡ ἀντινομία δύο ἔχουσα νόμους καὶ οἷον διπλοῦν ὑπάρχουσα ῥητὸν καὶ διάνοια παρεχώρησε τῇ ἑνὶ κρατυνομένῃ νόμῳ στάσει καὶ τῶν ἁπλῶς· ὡς γὰρ τὸ ἁπλοῦν πρὸ τοῦ διπλοῦ, καὶ τὸ ἓν πρὸ τῶν δύο, καὶ ὃν τρόπον ὁ στοχασμὸς πασῶν τῶν λογικῶν προτέτακται, τῷ ἐν πάσαις ἐμπίπτειν, οὕτως καὶ τὸ ῥητὸν καὶ ἡ διάνοια προτέτακται, ἐπειδὴ ἐν πάσαις ἐμπίπτει· ἥ τε γὰρ ἀντινομία, ὡς καὶ ὁ τεχνικός φησι, διπλοῦν ἐστι ῥητὸν καὶ διάνοια· ὅ τε συλλογισμὸς ζητουμένην ἔχει τὴν διάνοιαν τοῦ νόμου· ἔδει οὖν ὅ τι ποτέ ἐστι πρῶτον ῥητὸν καὶ διάνοια εἰπεῖν, ἵν’ ἐν τούτῳ εἰδῶμεν αὐτοῦ τὴν φύσιν. Μαρκελλίνο υ. Προκείσθω τοῦτο, ὅτι ἐν ῥητῷ καὶ διανοίᾳ πάντως δεῖ παραβεβάσθαι ῥητὸν, καὶ οὕτως συνεστάναι τὴν ζήτησιν καὶ τὴν μάχην εἶναι περὶ τὸ ῥητόν· ἐὰν δὲ τὴν διάνοιαν ἀφεὶς ἄγραφόν τι παραθῇ τῷ ἐγγράφῳ, μηδὲν ταῦτα ἀλλήλων διαφέρειν ἰσχυριζόμενος, ποιεῖ συλλογισμόν.
4.258 Ὡς ἐπὶ τὸ πλεῖστο ν. Ἴσως, ἐπειδὴ τὸ ῥητὸν συμβαίνει ποτὲ καὶ τοῦ φεύγοντος εἶναι, ἀλλὰ σπανίως· εἰ γὰρ ἀνάγκη ἐν ῥητῷ καὶ διανοίᾳ παράβασιν εἶναι ῥητοῦ, καὶ κρίνεταί τις ὡς παραβὰς τὸ ῥητὸν, πῶς ὁ φεύγων δύναται ῥητὸν προτείνεσθαι ἐφ’ ᾧ κρίνεται; τότε ἴσως ὁ φεύγων προβάλλεται τὸ ῥητὸν, ἡνίκα τις ἀξίωσις ἦν· τότε γὰρ οὐκέτι κατήγορός ἐστιν· ἀλλ’ ὅμως καὶ ἐν ἀξιώσει τάξιν ἔχει κατηγόρου ὁ αἰτῶν, καὶ γὰρ πρῶτος λέγει, καὶ φεύγοντος ὁ ἀντιλέγων· οἷον· νόμος τὸν πρῶτον διαῤῥήξαντα τὴν φάλαγγα τῶν πολεμίων ἀξιοῦσθαι δωρεᾶς· ἐν αὐτομόλου τις σχήματι ῥήξας τὴν φάλαγγα αἰτεῖ δωρεάν· τινὲς δέ φασιν, ὅτι ὁ ἀντιλέγων ἐστὶν ἐν τούτους ὁ τὴν τοῦ κατηγόρου τάξιν ἐπέχων· ὥστε ὁ φεύγων τὸ ῥητὸν προβάλλεται· δεῖ δὲ εἰδέναι, ὅτι ἐπὶ τοῦ ῥητοῦ καὶ τῆς διανοίας ὁ νόμος ποιεῖ τὸ ἔγκλημα καὶ νόμου παράβασις εὑρίσκεται· ἀναιρεθέντος δὲ τοῦ νόμου οὐδαμῶς ἔσται ἀδίκημα τὸ πραχθέν· ποῖον γὰρ ἀδίκημα τὸ ἀνελθεῖν ξένον εἰς τὸ τεῖχος, εἰ μὴ νόμος ἐκώλυεν· ἐνίοτε μὲν οὖν ὁ παραβὰς τὸ ῥητὸν ἑκὼν λέγει παραβεβηκέναι διὰ τὸ συμφέρον· ἐνίοτε δὲ ἄκων τὴν αἰτίαν τοῦ πραχθέντος ἐπὶ τὸ δυνατώτερον ἄγων ἢ ἐπὶ θεόν· παράδειγμα τούτων τοῦ μὲν πρώτου τὸ παρὰ τοῦ τεχνικοῦ τεθέν· φήσει γὰρ ἑκὼν παραβεβηκέναι τῆς κοινῆς ὠφελείας ἕνεκα· τοῦ δ’ ἄλλου, νόμος τὸν φύλακα μὴ καθεύδειν ἢ θανάτῳ ζημιοῦσθαι· φύλαξ κοιμηθεὶς ἔφη πρὸς τὸν στρατηγὸν ἐνύπνιον ἑωρακέναι προστάττον ἐν τῷδε τῷ τόπῳ συμβαλεῖν ὡς νίκης γενησομένης· συμβαλὼν ἐνίκησεν· ὑπάγεται ὡς καθευδήσας ὁ φύλαξ καὶ συναγορεύει αὐτῷ ὁ στρατηγός· οὐχ ἑκόντα γὰρ φήσει καθευδήσειν τοῦτον, ἀλλ’ ὑπὸ τοῦ θεοῦ κατενεχθέντα, ἵνα προείπῃ τὸν τῆς νίκης τρόπον· ὡς ἐπίπαν δὲ τὸ ἀκούσιον ἐν ῥητῷ καὶ διανοίᾳ σπάνιόν ἐστιν· ἀποφαινώμεθα δὲ περὶ καθολικῶν θεωρημάτων κατὰ τὸ πλεονάζον.
4.259 Ἢ τοῦτο μὲν οὐχί· τῷ ῥητῷ δὲ παρατίθησί τι πρᾶγμα εἰς ταὐτὸν συνάγον τὸ ἄγραφον τῷ ἐγγράφῳ καὶ ποιεῖ συλλογισμόν· ἔστι γὰρ συλλογισμὸς ἀγράφου πράγματος πρὸς ἔγγραφον παράθεσις εἰς ταὐτὸν συνάγοντός τινος τὸ ἄγραφον τῷ ἐγγράφῳ· οἷον τὸν ἐξ ἑταίρας μὴ λέγειν· ἐκ πόρνου τινὰ γεγονότα λέγειν κωλύει τίς. Συριανοῦ καὶ Σωπάτρο υ. Τριττῇ χρῆται περὶ συλλογισμοῦ τῇ διδασκαλίᾳ· τῇ διατυπώσει, οἷον πῶς γίνεται· τῷ ὁρισμῷ, οἷον τί ἐστι, καὶ τῷ ὑποδείγματι, ὃ σαφέστερον καὶ ἐκτυπώτερον τῶν λοιπῶν, ὡς ἐξ αἰσθήσεως τὴν γνῶσιν ἐμποιοῦν· τοῦτο δὲ οὐ μάτην· ἀλλ’ ἐπειδὴ πλεῖστον αὕτη κοινωνεῖ ἡ στάσις ὅρῳ καὶ τῷ ῥητῷ καὶ διανοίᾳ· ὅρῳ μὲν ὡς εἰς ταὐτὸν ἄγον τὸ ἄγραφον τῷ ἐγγράφῳ, ἐπεὶ κἀκεῖ, ἐν ὅρῳ φημὶ, τοῦτο πειρώμεθα δεικνύναι, ὡς οὐδὲν διαφέρει τοῦτο ἐκείνου· ῥητῷ δὲ καὶ διανοίᾳ, ἐπειδὴ καὶ ἡ διάνοια ἄγραφόν τί ἐστιν, ἔγγραφον δὲ τὸ ῥητόν· διὰ τοῦτο πολυειδῆ τὴν διδασκαλίαν αὐτοῦ ποιεῖται, ἵνα τῷ σαφεστέρῳ ἀποδιαστήσῃ αὐτὸν τῶν ἐπικοινωνούντων· μετὰ δὲ τὸ ῥητὸν εὐθὺς καὶ τὴν διάνοιαν τέτακται, ἀλλ’ οὐ μετὰ ταύτην, καίτοι τῆς ἀντινομίας κατὰ πολλὰ κοινωνούσης ῥητῷ καὶ διανοίᾳ, ἐπειδὴ ὥσπερ ἐλέγομεν τὸ ῥητὸν καὶ τὴν διάνοιαν τῷ ἐν πάσαις ἐμπίπτειν ταῖς νομικαῖς προηγεῖσθαι πασῶν, οὕτω κἀνταῦθα, ἐπεὶ δεῖται ἡ ἀντινομία συλλογισμοῦ, ἐν οἷς τὸ περιεχόμενον καὶ περιέχον ζητοῦμεν συλλογισμῷ δηλῶσαι· ἔστι δὲ καὶ ἄλλως ὁ συλλογισμὸς φύσιν ἔχων ῥητοῦ καὶ διανοίας· δοκεῖ γὰρ καὶ αὐτὸς καθ’ ἓν μέρος ἔχειν τὸ ῥητὸν, καθ’ ἓν δὲ τὴν διάνοιαν· τούτου χάριν εὐθὺς μετὰ τὸ ῥητὸν ὡς συνεγγίζων καὶ πρὸ τῆς ἀντινομίας, ὡς συμβαλλόμενος αὐτῇ πρὸς τὴν ἀπόδειξιν· τὰ γάρ τινι συντελοῦντα πρὸς ἀπόδειξιν προηγεῖται κατὰ τὴν μάθησιν, ὡς ἁπλούστερα τῶν ἀποδεικνυμένων.
4.260 Εἴδη δὲ συλλογισμῶν τέσσαρα· ἐκ τοῦ ἴσου καὶ τοῦ ὁμοίου, ὡς ἐπὶ τοῦ πόρνου, ὃς κωλύει λέγειν, τῷ νόμον εἶναι τὸν ἐξ ἑταίρας μὴ λέγειν, ἴσον γὰρ τοῦτο· ὁ γὰρ κατήγορος προστίθησι τῷ νόμῳ καὶ τὸ πρᾶγμα, λέγων ταὐτὸν εἶναι ἐκ πόρνου καὶ ἐξ ἑταίρας, ὁ γὰρ βίος ἐπ’ ἀμφοῖν ὅμοιος· ἐκ τοῦ ἀκολούθου τοῦ καὶ ἀποβαίνοντος, ὡς ἐπὶ τοῦ ἀποκτείναντος ἐκ τοῦ στίζειν, νόμου ὄντος τὸν μοιχὸν στίζειν· ἐνταῦθα γὰρ συλλογίζεται λέγων, ὅτι ὁ τὸ στίζειν δεδωκὼς νόμος ἀνεύθυνον εἶναι δίδωσι, κἄν τι συμβῇ δυσχερὲς ἀπὸ τῶν στιγμάτων· ἐκ τοῦ μείζονος ἐπὶ τὸ ἔλαττον, οὐ μὴν ἀπὸ τοῦ ἐλάττονος ἐπὶ τὸ μεῖζον· οὐ γὰρ ἂν δύναιτο εἰπεῖν, ὡς ὁ τὸ ἔλαττον δοὺς καὶ τὸ μεῖζον δέδωκεν· οἷον, νόμου ὄντος τοὺς μοιχοὺς ἀναιρεῖν, μὴ ἀνελών τις ἀλλὰ στίξας κρίνεται· ἐνταῦθα γὰρ συλλογίζεται, ὅτι εἰ τὸ μεῖζον δέδωκεν τὸ ἀναιρεῖν, πολλῷ πλέον τὸ εὐτελέστερον τὸ στίζειν· ἐκ τοῦ ἐναντίου· νόμος τῷ ἀριστεῖ γέρας εἶναι· ἀριστέα λιπόντα τὴν τάξιν ἀπέκτεινεν ὁ στρατηγὸς καὶ φεύγει φόνου· ἐνταῦθα γὰρ συλλογίζεται, ὅτι ὁ λιπὼν τὴν τάξιν οὐκ ἀριστεύς. Οἱ συλλογισμοὶ τοῖς ὅροις κοινωνοῦσιν, ὡς καὶ αὐτὴ ἡ φύσις τοῦ πράγματος ἐδίδαξεν, κεφάλαιον τοῦ ὅρου τὸν συλλογισμὸν ποιήσασα, ὁ γὰρ ὁριζόμενος ἀνάγκην ἔχει καὶ συλλογίζεσθαι, ὅτι τοῦτο τούτου οὐδὲν διαφέρει· διαφέρουσι δὲ, ὅτι ἐν μὲν τοῖς ὅροις πρὸς τὸ ῥητὸν μαχόμεθα μὴ εἶναι· καὶ τοῦτο λέγοντες οἷον ὅτι οὐκ ἦν τοῦτο τυραννοκτονία· ἐν δὲ τοῖς συλλογισμοῖς τοὐναντίον τὸ ῥητὸν ἀπὸ ὁμοιότητος τῶν πεπραγμένων συνιστῶμεν, καὶ ὅτι ἐν συλλογισμῷ τὸ ῥητὸν ἐξ ἀνθυποφορᾶς λαμβάνει· ἔπειτα ἀφεὶς τὸ ὁρίζεσθαι ἐπὶ τὸ ὅμοιον αὐτὸ δεικνύναι μεταβαίνει· ἔτι κοινωνεῖ συλλογισμὸς ῥητῷ καὶ διανοίᾳ σφόδρα, ὡς καί τινα ζητήματα κατὰ ῥητὸν καὶ διάνοιαν δοκεῖν συλλογισμοὺς εἶναι, οἷον ὡς ἐπὶ τοῦ ζητήματος τούτου· νόμος τὸν ἄπαιδα μὴ στρατηγεῖν· τῷ πατρὶ στρατηγοῦντι συνεστρατεύσαντο παῖδες· πεπτώκασι καὶ κωλύεται στρατηγεῖν· δοκεῖ γὰρ τοῦτο συλλογισμὸς εἶναι, ὅτι ταὐτόν ἐστι τῷ μηδὲ ὅλως ἔχειν τὸ ἔχοντα ἀποβαλεῖν καὶ οὐδὲν διαφέρει· οὐ μέντοι ἡ στάσις συλλογισμὸς, ἀλλὰ ῥητὸν καὶ διάνοια· τοῦ γὰρ φεύγοντος ἐπὶ τὴν διάνοιαν καταφεύγοντος καὶ ταύτην ἐξηγουμένου, ὅτι ἄπαιδα λέγει τὸν μὴ ἔχοντα παῖδα οὐ τὸν ἔχοντα καὶ ἀποβαλόντα δι’ ἀριστείας ἢ ἐκ τύχης, ὁ κατήγορος τὸ ῥητὸν προβάλλεται μόνον.
4.261 Τίνι οὖν διαφέρει; φαμὲν ὅτι ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ τῇ κατὰ φυγὴν καὶ δίωξιν ὁ κατήγορος ἔχει τὸ ῥητὸν, καὶ ὁ φεύγων τὴν διάνοιαν· ἐν δὲ τῷ συλλογισμῷ τοὐναντίον ὁ φεύγων τῷ ῥητῷ χρῆται, καὶ ὁ κατήγορος τῇ διανοίᾳ, οἷον ἐπὶ τοῦ παραδείγματος οὗ παρέθετο· ἐνταῦθα γὰρ οὐχὶ ὁ φεύγων χρῆται τῇ διανοίᾳ, φάσκων ὅτι τὸν ἐκ πόρνης ὁ νόμος ἐτιμωρήσατο, οὐ τὸν ἐκ πόρνου· τοῦτο γὰρ πρόχειρον τῷ ῥητῷ συναναφαινόμενον· ἀλλ’ ὁ διώκων χρῆται ταῖς διανοίαις ταὐτὸν εἶναι ἀξιῶν πόρνον καὶ πόρνην, καὶ μηδὲν διαφέρειν, ἀλλὰ τὴν δυσγένειαν εἶναι τὴν μεμισημένην· οὐ γὰρ δύναται τῷ ῥητῷ ὁ κατήγορος χρῆσθαι, ὡς ἐξ αὐτῆς βαλβῖδός φασι τὴν στάσιν διαλύοντι. Μαρκελλίνο υ.
4.262 Ζητήσειεν ἄν τις, ὅτου χάριν τὸν συλλογισμὸν ἐτεχνολόγησε μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν καὶ οὐ τὴν ἀντινομίαν· καὶ φαμὲν, ὅτι οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε τὸν συλλογισμὸν προέταξε τῆς ἀντινομίας, δέον προτέραν τὴν ἀντινομίαν· ἀλλ’ ἐπειδὴ περὶ ἑνὸς ῥητοῦ ἐν ἀμφοτέραις ὁ λόγος, διὰ τοῦτο συνῆψε τὸ ῥητὸν καὶ τὴν διάνοιαν τῷ συλλογισμῷ, ἵνα μὴ διακόψῃ τὴν τεχνολογίαν· τῇ γὰρ φύσει δευτέρα ἡ ἀντινομία, διπλοῦν ὥσπερ ῥητὸν καὶ διάνοια τυγχάνουσα· ἔγγραφον δὲ καλεῖ τὸ τοῦ νόμου πρόσταγμα, ἄγραφον δὲ τὸ μὴ κείμενον ἐν τῷ ῥητῷ· ὅπερ εἰς ἴσον πειρᾶται ὁ κατήγορος· αὐτὸς γάρ ἐστιν ὁ ποιῶν τὸν συλλογισμόν· ὅρα δὲ ἐκ τοῦ παραδείγματος, πῶς τῷ ἐγγράφῳ τῷ ἐξ ἑταίρας, τὸ ἄγραφον τὸ ἐκ πόρνου παραλαβεῖν πειρᾶται καὶ ὅμοια ἀποφαίνειν τὰ δύο· γινώσκεται μὲν οὖν ὁ συλλογισμὸς ἀπὸ τοῦ κατηγόρου ὡς ἐπὶ προτεθέντος παραδείγματος· ἔστι δ’ ὅτε καὶ ἀπὸ τοῦ φεύγοντος· οἷον νόμος τὸν μοιχὸν στίζειν· στίζων τις μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· ὁ φεύγων ἐνταῦθα συλλογίζεται καὶ πάλιν· ἴδιον συλλογισμοῦ τὸ πειρᾶσθαι δεικνύναι τὸ συλλογιζόμενον· ἴσον τῷ προτεταγμένῳ ἢ τῷ ἀπειρημένῳ ὑπὸ τοῦ νόμου τὸ πεπραγμένον καὶ τοὔνομα προκείμενον, περὶ οὗ τὴν κρίσιν εἶναι συμβέβηκεν. Εἰ μέντοι περὶ δύο ῥητὰ ἢ καὶ περὶ πλείονα, ἢ καὶ ἓν εἰς δύο διαιρούμενον ἡ ζήτησις εἴη, ἀντινομία γίνεται. Συριανοῦ καὶ Σωπάτρο υ. Τρίτη ἡ ἀντινομία τῶν νομικῶν ἐστι στάσεων· παρεχώρησε γὰρ τῷ συλλογισμῷ δι’ ἃς εἴπομεν αἰτίας· ἐπεί τοι ὤφειλε μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν τετάχθαι· οὕτω γὰρ συγγενὴς ταύτῃ ἡ ἀντινομία, ὡς καί τισι δόξαι τὴν αὐτὴν εἶναι τῷ ῥητῷ καὶ τῇ διανοίᾳ· διπλοῦν μέντοι ῥητοῦ καὶ διανοίας εἶδος, ὥσπερ καὶ στοχασμοῦ εὑρίσκεται διπλᾶ εἴδη καὶ ὅρου· οὓς ἐλέγξει τις οὕτως, ὅτι τὰ εἴδη τῶν στάσεων τρία ταῦτα ποιεῖν εἴωθε, πλεονασμὸς, ἔλλειψις, ἐναλλαγή· ποιεῖ δὲ οὐχ ἅμα συνδραμόντα, ἀλλ’ ἓν μόνον εὑρεθέν· εἰς γὰρ δύο οὐκ ἔτι εἴδους διαφορὰν ποιήσει ἀλλὰ γένος· ὥσπερ ἐπὶ τοῦ ὅρου καὶ τοῦ συλλογισμοῦ· οὐ γὰρ μόνον ἐναλλαγὴ τῶν κεφαλαίων ἐνταῦθα τοῦ συλλογισμοῦ πρὸς τὸν ὅρον, ἀλλὰ καὶ πλεονασμὸς τοῦ ῥητοῦ καὶ τοῦ βιαίου ὅρου· ἐν οἷς οὖν καὶ ἐνταῦθα ἀντινομίας οὐ μόνον ἐναλλαγὴ τῶν κεφαλαίων, ἀλλὰ καὶ πλεονασμὸς παρακολουθεῖ πρὸς τὸ ῥητὸν καὶ τὴν διάνοιαν, ἀναγκαίως ἕτερον γένος στάσεως τοῦ ῥητοῦ καὶ τῆς διανοίας ἡ ἀντινομία εἴη, ἀλλ’ οὐκ εἶδος ταύτης τῆς στάσεως διπλοῦν.
4.263 Ἰστέον δὲ ὡς οὐ μόνου ἐκ δύο νόμων, ἀλλὰ καὶ κατὰ πλείονας νόμους ἀντινομία γίνεται· κατὰ μὲν δύο, ὡς ἐφ’ οὗ παρέθετο παραδείγματος ὁ τεχνικός· κατὰ πλείονας δὲ οὕτω· νόμος τὴν ἐπίκληρον συγγενεῖ γαμεῖσθαι· καὶ νόμος τὰς μνηστείας βεβαίας εἶναι· καὶ νόμος τὰς τοῦ δήμου δωρεὰς κυρίας εἶναι· καταλειφθείσης ἐπικλήρου κόρης ἀριστεὺς ᾔτησε γαμηθῆναι αὐτῇ, ἄλλος μνηστευσάμενος ἦν, καὶ συγγενὴς ἀξιοῖ λαβεῖν αὐτήν· καὶ ἀμφισβητοῦσι πρὸς ἀλλήλους. Ἔστι γὰρ ἀντινομία δύο ἢ καὶ πλειόνων ῥητῶν, ἢ καὶ ἑνὸς διαιρουμένου μὴ φύσει ἐναντίων, κατὰ περίστασιν δὲ μάχη· καὶ ὅλως διπλῆ τίς ἐστι ζήτησις ῥητοῦ καὶ διανοίας· οἷον ἀποκήρυκτος μὴ μετεχέτω τῶν πατρῴων, καὶ ὁ ἐπιμείνας χειμαζομένῃ νηῒ δεσπότης ἔστω τῆς νεώς· ἀποκήρυκτος ἐπέμεινε χειμαζομένῃ νηῒ, καὶ εἴργεται αὐτῆς ὡς πατρῴας· τοῦ δὲ κατὰ διαίρεσιν ῥητοῦ ποιοῦντος ἀντινομίαν παράδειγμα τόδε· ἡ βιασθεῖσα ἢ γάμον ἢ θάνατον αἱρείσθω τοῦ βιασαμένου· δύο τις κατὰ ταὐτὸν ἐβιάσατο κόρας· καὶ ἡ μὲν γάμον αὐτοῦ, ἡ δὲ θάνατον αἱρεῖται. Συριανοῦ καὶ Σωπάτρο υ. Ὅπως πλειόνων εἴρηται· ὅπως δὲ καὶ ἑνὸς εἰρήσεται· καλῶς δὲ πρόσκειται τὸ μὴ φύσει ἐναντίων· αὐτοὶ μὲν γὰρ καθ’ ἑαυτοὺς οἱ νόμοι οὐδὲν ἐναντίον λέγουσιν ἀλλήλοις· οὐδὲ γὰρ ἐναντίος ὁ νόμος ὁ λέγων τὸν ἀποκήρυκτον μὴ μετέχειν πατρῴων τῷ λέγοντι τὸν ἐναπομείναντα χειμαζομένῃ νηῒ δεσπότην εἶναι τῆς νηός· ἡ δὲ μετὰ τὴν τύχην ἐκ τῶν πραγμάτων πλοκὴ καὶ περίστασις καὶ ἡ ὕλη τὴν μάχην τῶν νόμων ποιεῖ· πρὸ δὲ τούτων οὐδὲν εἶχον τοιοῦτον· εἰ γὰρ δύο ἦσαν κατὰ φύσιν νόμοι, ὁ μὲν κελεύων δεδόσθαι, ὁ δὲ μὴ, σύγχυσις ἦν, καὶ οὐ πολιτείας θεσμὸς οὐδὲ σύστασις· ὡμολόγηται γὰρ, ὡς οὐκ ἂν συσταίη πολιτεία, ἐν ᾗ φύσει ἐναντίοι ἀλλήλοις εἰσὶν οἱ νόμοι· πῶς γὰρ κατὰ τὸν Δημοσθένη τὰ αὐτὰ κύρια καὶ μὴ κύρια ἐστὶν εὑρεῖν· εἰ γὰρ ἑκάτερος τῶν ἀγωνιζομένων τὸν ἐναντίον προΐσχηται νόμον, οὐχ οἷόν τε τοὺς δικαστὰς εὔορκον θέσθαι τὴν ψῆφον· ἡ γὰρ τοῦ ἑνὸς νόμου κύρωσις θατέρου ποιεῖ τὴν ἀναίρεσιν· ὡς οὖν εἴρηται, δεῖ μὲν τοὺς νόμους αὐτοὺς ὡς ἔνι μάλιστα μὴ ἐναντίους εἶναι, καὶ κυρίους ἀμφοτέρους.
4.264 Τὸ δὲ συμβὰν τὴν ἐναντιότητα ἐργάζεται, οἷον εἰ νόμος τὸν μοιχὸν εἰς ἱερὸν μὴ εἰσιέναι, καὶ νόμος πάλιν τὸν ἀριστέα εἰς ἱερὸν τὴν πανοπλίαν ἀνατιθέναι· μοιχὸς δέ τις ἀριστεύσας ἀνέθετο τὴν πανοπλίαν· μάχην εὐθὺς τοῖς τέως μηδὲν ἔχουσιν μαχόμενον νόμοις εἰργάσατο· εἰργάσατο δὲ τὸ συμβὰν τὴν ἐναντίωσιν· οἷον τὸ τὸν μοιχὸν ἀριστεῦσαι· φασὶ δὲ, ὅτι καὶ διπλῆ τίς ἐστι ζήτησις ῥητοῦ καὶ διανοίας ἡ ἀντινομία· εἰ γὰρ πᾶν ῥητὸν ἢ ἑτέρῳ ῥητῷ ἢ διανοίᾳ λύεται, ἕκαστον δὲ τῶν ῥητῶν παρὰ τοῦ ἐναντίου τῇ διανοίᾳ λύεται, διπλοῦν ἂν εἴη ῥητὸν καὶ διάνοια· δεῖ δὲ καὶ τοῦτο προσθεῖναι· ὅτι ἐν τοῖς τοιούτοις δεῖ τὸν ἕτερον νόμον παραβεβάσθαι, καὶ τοῦτο ὁμολογούμενον εἶναι· ἐπὶ δὲ τούτου σαφέστερον διὰ τοῦ προβλήματος τὸ λεγόμενον· οἷον νόμος τὸν ἀποδόντα τὴν σκευὴν θανάτῳ ζημιοῦσθαι· καὶ νόμος τὸν τὸν πατέρα ἄταφον περιορῶντα θανατοῦσθαι· πένης στρατιώτης τοῦ πατρὸς ἀποθανόντος ἀπέδοτο τὴν πανοπλίαν καὶ ἔθαψε τὸν πατέρα, καὶ ὑπάγεται τῷ νόμῳ· ἰδοὺ γὰρ ἐνταῦθα σαφῶς θάτερος τῶν νόμων παραβέβασται· ἐν τοῖς οὖν τοιούτοις ὁμολογῶν παραβεβάσθαι τὸν νόμον, κυριώτερον δείξει τοῦ παραβεβασμένου τὸν σεσωσμένον· εἴτε ὑπὸ τοῦ παλαιότερον εἶναι, ὡς ἂν ὁ καιρὸς ὑπουργῇ, εἴτε ὑπὸ τοῦ νομοθέτου· οἷον Σόλων μέν ἐστιν ὁ τοῦτον τεθεικώς· τὸν δ’ ἄλλον ἕτερος· τότε γὰρ ὁ δικαστὴς κρινεῖ, οὐκ εἰ παραβέβηκεν, ὡμολόγηται γὰρ, ἀλλ’ ὁπότερον παραβάς ἐστιν ἀνεύθυνος· δεῖ δὲ προσέχειν, εἰ κύριοι ἄμφω οἱ νόμοι, καὶ τὰ δύο ῥητὰ ἐν ἀντινομίᾳ κεκυρωμένα εἶναι· τοῦτο δ’ εἶπον, ἐπειδὴ συμβαίνει τὸ μὲν ἓν πάλαι κεκυρῶσθαι, τὸ δὲ ἓν νῦν εἰσάγεσθαι· τοῦτο δὲ οὐ ποιεῖ ἀντινομίαν, ἀλλὰ πραγματικήν· οἷον νόμος ἐν τρισὶν ἡμέραις περὶ πολέμου βουλεύεσθαι.
4.265 Ἐλάτειαν Φιλίππου καταλαβόντος γράφει Δημοσθένης αὐθημερὸν προελθεῖν, καὶ κρίνεται· ἐνταῦθα γὰρ ἐπειδὴ οὔπω τὸ ψήφισμα κεκύρωτο, ὁ νόμος μὲν ὁ πρότερος οὐ παραβέβαστο· καὶ τούτου χάριν ἀντινομία μὲν οὐκ ἔστι, πραγματικὴ δὲ κατὰ ῥητὸν καὶ διάνοιαν· βουλεύονται γὰρ, εἰ δεῖ τὸ ψήφισμα κύριον εἶναι ἢ μή· καὶ εἰ συμφέρει τῇ πόλει ἢ οὔ· κατὰ δὲ ῥητὸν ἔφαμεν καὶ διάνοιαν τὴν τοιαύτην πραγματικήν· ἐπειδὴ ὁ φεύγων φησὶν, ὅτι διὰ τὸ συμφέρον τὴν τῶν τριῶν ἡμερῶν προθεσμίαν ὁ νομοθέτης εἰς βουλὴν παρέχει· τὸ συμφέρον δὲ, τὸ ὡς τάχιστα τὸν πολέμιον ἀμύνασθαι· ἄλλως τε καὶ ὁ νόμος ἔῤῥωται· ὅτε καθ’ ἑτέρων αὐτοὶ χωρεῖν προαιρούμεθα, οὐχ ὅτε ἡμῖν ἐπιόντες ἄλλοι φαίνονται· οὐ χεῖρον δὲ ἴσως οὐδὲ τοῦτο ἀγνοεῖν, ὡς ἔστι τι ὁρικὸν ζήτημα, δοκοῦν εἶναι ῥητὸν καὶ ἀντινομία· οἷον νόμος τὰ εὑρισκόμενα λάφυρα τοῦ στρατηγοῦ εἶναι· καὶ νόμος τὰ ναυάγια τῶν τελωνῶν εἶναι· λάφυρα χειμῶνος γενομένου ἐπὶ τοὺς λιμένας ἠνέχθη καὶ ἀμφισβητοῦσι περὶ αὐτῶν οἱ τελῶναι καὶ ὁ στρατηγός· ἐνταῦθα οὐ δεῖ τῇ τῶν νόμων ἀναγνώσει προσέχοντας πλανηθῆναι, ἀλλὰ τὴν φύσιν πραγμάτων σκοπεῖν· ὡς γὰρ εἴρηται καὶ ἐν ταῖς νομικαῖς πραγμάτων ὁρῶμεν ἐξέτασιν, καὶ ἐν ταῖς δικαιολογικαῖς νόμων ἀνάγνωσιν, καὶ οὐ δή που παρὰ τοῦτο ἢ τὰς λογικὰς νομικὰς φήσομεν ἢ τὰς νομικὰς λογικάς.
4.266 οὕτως οὖν καὶ ἐν τῷ παρόντι προβλήματι, εἰ καὶ νόμοι εἰσὶν οἱ ἐγκείμενοι, οὐ παρὰ τοῦτο νομικὴν ἀποφαινόμεθα ζήτησιν. οὐδὲ γάρ ἐστιν ἡ κρίσις, εἰ κύριός ἐστιν ὁ νόμος ἢ μή· οὐδὲ γὰρ ὁ εἷς παραβέβασται νόμος, ἅτερος δὲ σέσωσται· ἀλλ’ ἔστι περὶ τὴν ἰδιότητα τοῦ ὀνόματος, εἰ δεῖ λάφυρα ταῦτα καλεῖν ἢ ναυάγια· ὅπερ τῷ χρόνῳ μᾶλλον προσήκει· ὁ μὲν γὰρ ἀπὸ τοῦ πρώτου χρόνου λάφυρά φησι ταῦτα εἶναι, ὁ δὲ ἀπὸ τοῦ συμβάντος ναυάγια. ἐμέμψαντο δέ τινες Ἑρμογένει, ἀφ’ ὧν εἶπεν, ἢ καὶ ἑνὸς διαιρουμένου· φασὶ γὰρ ὡς οὐ δύναται ὁ εἷς διαιρεῖσθαι εἰς δύο νόμους· ὁ δὲ αὐτὸς ἑαυτῷ ἐναντίος εἶναι, ἀλλ’ οὐδὲ τὸ παράδειγμα τῶν συνεστώτων, πῶς γὰρ οἷόν τε κατὰ ταὐτὸν τὰς δύο βιάσασθαι. ἔστιν οὖν ἀσύστατον κατὰ τὸ ἀπίθανον καὶ διάνοιαν· ἄλλως τε δὲ καὶ ἐξισάζει, ἐπ’ ἀμφοῖν γὰρ ὁ νόμος τὴν ἐξουσίαν δίδωσι τὴν αὐτὴν, εἰ καὶ διαφόροις αἰτήσεσιν· καὶ οὐδὲ τὸ μὲν τοῦ νόμου πέπρακται, τὸ δὲ παραβέβασται, ὅπερ ἀντινομίας ἴδιον· ἀλλ’ οὐδὲ ὅμοιόν τι ἄλλο τούτου τοῦ εἴδους εὑρήσεις, ἐπ’ οὐδενὸς γὰρ ἄλλου ζητήματος εὑρεθείη τοιοῦτο παράδειγμα· ἔστι γὰρ καὶ περὶ ἓν ῥητὸν ἀντινομία, μὴ διαιρουμένου μὲν τοῦ ῥητοῦ, ἐξ ἴσου δὲ παρ’ ἑκατέρου μέρους προφερομένου τοῦ ῥητοῦ· οἷον νόμος τὸν μὴ ἐπαμύνοντα δεομένοις τοῖς γονεῦσιν ἄτιμον εἶναι· ῥήτορος γονεῖς ἔθεντο διαζύγιον· ἐκάλεσαν ἀμφότεροι εἰς τὸ δικαστήριον εἰς συνηγορίαν, συνηγόρησε τῇ μητρὶ, νενίκηκεν, ὁ πατὴρ ἡττηθεὶς ὑπάγει αὐτὸν τῇ ἀτιμίᾳ καὶ ἡ μήτηρ ἀντιλέγει· ἐνταῦθα γὰρ τὸ ῥητὸν οὐ διαιρεῖται· ἐξίσου δὲ παρ’ ἑκατέρου προφέρονται· τοῦ γὰρ πατρὸς τὸ μὴ βεβοηθηκέναι προβαλλομένου, τῆς δὲ μητρὸς πάλιν τὸ βεβοηθηκέναι, ἐξίσου οἱ δύο τὸ ῥητὸν ἀναγινώσκουσιν· ἔστι καὶ ἕτερον παράδειγμα περὶ τούτου τοῦ ζητήματος· νόμου γὰρ τοῦ αὐτοῦ κειμένου ληφθείς τις ὑπὸ λῃσταῖς ἔγραψε τῇ γυναικὶ περὶ λύτρων· ἡ γυνὴ δακρύουσα ἐτυφλώθη· ὁ παῖς ἐξελθὼν δέδωκεν ἑαυτὸν ἀντὶ τοῦ πατρὸς τοῖς δεσμοῖς· ἔῤῥιψαν αὐτὸν οἱ λῃσταὶ εἰς τὴν θάλασσαν, προσηνέχθη τῇ πόλει, βούλεται θάψαι αὐτὸν ὁ πατὴρ καὶ ἡ μήτηρ ἀντιλέγει ὡς ἀμελήσαντος αὐτοῦ ἐν τῇ πηρώσει τῆς μητρός· καὶ ταῦτα μὲν οἱ μεμφόμενοι Ἑρμογένει· ἔστι δὲ εἰπεῖν ὡς οὐδὲν ἄξιον μέμψεως ἔχει διὰ τούτου Ἑρμογένης, ἀλλὰ κἀκεῖνο συνίσταται.
4.267 ὡς γὰρ τοὺς μὴ φύσει ἐναντίους νόμους ἡ περίστασις ποιεῖ ἐναντίους, οὕτω καὶ τὸν ἕνα νόμον ἡ περίστασις ἀντιφάσκειν ἑαυτῷ ποιεῖ· ἄλλως τε καὶ εἴ τις ἀκριβῶς σκοπήσοι, οὐδὲ ἓν τὸ τοῦ νόμου ῥητὸν, ἀλλ’ ἓν μὲν τῇ προφορᾷ, διττὸν δὲ τῇ ἐννοίᾳ· ἄλλο γὰρ ἡ τοῦ γάμου αἵρεσις, καὶ ἄλλο ἡ τοῦ θανάτου· εἴ τις μὲν οὖν μέμψιν διὰ τοῦτο κινοίη τῷ τεχνικῷ, ὡς περὶ ἓν ῥητὸν βουλομένῳ δεῖξαι ἀντινομίαν, ὁ δὲ διπλοῦν τέθεικεν, ἴσως οὐκ ἄτοπος· ἐπεὶ κατά γε τὰ ἄλλα ἄτοπος καὶ συκοφάντης· οὔτε γὰρ τὸ περὶ τοῦ ὑποδείγματος εἰρημένον ἀδύνατον· εἰ γὰρ καὶ κατὰ ταὐτὸν εἴρηκεν ὁ τεχνογράφος, οὐ δήπου καὶ τὸ ἀκαριαῖον· εἰκὸς γὰρ καὶ πρότερον θατέραν ἐγνωκέναι καὶ μηδὲν ταύτην κατ’ αὐτοῦ κινῆσαι, τῇ ἐλπίδι τοῦ γάμου τέως ἡσυχάζουσαν· μετὰ μικρὸν δὲ αὖθις ἀκούσασαν, ὡς ἑτέραν διέφθειρε, τότε τὴν τοῦ θανάτου κατ’ αὐτοῦ κινῆσαι αἵρεσιν· ὡς εἶναι τὴν περίστασιν διττὴν, ἀπό τε τοῦ χρόνου καὶ τοῦ προσώπου, τὸ δὲ καὶ τὸ ἐξισάζειν αἰτιᾶσθαι, ὡς ἀσύστατον ποιοῦντος τὸ πρόβλημα, σκαιοῦ καὶ ἑαυτῷ περιπίπτοντος· εἴγε καὶ ἐφ’ οὗ παρέθεντο αὐτοὶ ὑποδείγματος τοῦτο εὑρίσκεται· φημὶ τὸ ἐξίσου ἑκάτερα τὰ μέρη τὸ ῥητὸν προφέρειν· τὸ δὲ λέγειν ὡς οὐκ ἔστι τι παραβεβασμένον τοῦ ῥητοῦ, ἀνοήτου· καὶ γὰρ παραβέβασταί τι τοῦ ῥητοῦ, τῇ τῆς ἑτέρας γὰρ παραβέβασται ἡ τῆς προγενεστέρας ἐλπὶς τοῦ γάμου· οὐδὲ γὰρ ἐνῆν τὰς δύο εἰς ὑμέναιον ἀγαγέσθαι· τὸ δὲ μονῆρες τοῦ ζητήματος αἰτιᾶσθαι πάντη ἄλογον· πολλὰ γὰρ τοιαῦτά ἐστιν εὑρεῖν ζητήματα ἐν ταῖς στάσεσι, μονήρη φημί.
4.268 Μαρκελλίνο υ. Δεῖ τὰ δύο ῥητὰ ἐν ἀντινομίᾳ κεκυρωμένα εἶναι· τοῦτο δὲ εἶπον, ἐπειδὴ συμβαίνει τὸ μὲν ἓν πάλαι κεκυρῶσθαι, τὸ δὲ ἓν νῦν εἰσάγεσθαι· τοῦτο δὲ οὐ ποιεῖ ἀντινομίαν, ἀλλὰ πραγματικὴν, ὥς φησιν ὁ Πορφύριος· οἷον νόμος ἐκέλευε ἐν τρισὶν ἡμέραις περὶ πολέμου βουλεύεσθαι, Ἐλάτειαν κατειληφότος Φιλίππου γράφει Δημοσθένης αὐθημερὸν ἐξιέναι, Αἰσχίνης ἀντιλέγει· ἐν τούτῳ γὰρ ὁ μὲν νόμος κεκύρωται· τὸ δὲ εἰςφερόμενον ψήφισμα δοκιμασθῆναι δεῖ· ἔοικε δὲ μᾶλλον ὁ Πορφύριος ἀγνοεῖν τὴν διαφορὰν πραγματικῆς τῆς κατὰ ἀντινομίαν καὶ ἀντινομίας αὐτῆς· ἔστι γὰρ ὅτε καὶ ἡ πραγματικὴ κεκυρωμένους ἔχει τοὺς δύο νόμους· ἀλλ’ ἐν μὲν τῇ ἀντινομίᾳ ἐπὶ ἤδη παραβεβασμένῳ νόμῳ ἡ κρίσις· ἐν δὲ τῇ πραγματικῇ βουλή ἐστι καὶ σκέψις, τίνα μὲν δεῖ παραβῆναι τῶν νόμων, ποῖον δὲ ἐᾶσαι κεκυρωμένον· τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ ἀποδομένου τὴν πανοπλίαν στρατιώτου καὶ θάψαντος τὸν πατέρα· ἰδοὺ γὰρ ἐνταῦθα παρέβη τὸν νόμον ὁ στρατιώτης· ἐν δὲ τῇ πραγματικῇ ζητεῖται εἰ δεῖ παραβῆναι, οἷον νόμος τὸν τύραννον ὑπερόριον ῥίπτεσθαι· καὶ τὸν σκηπτῷ βληθέντα αὐτοῦ θάπτεσθαι οὗ ἔπεσεν, ἠνέχθη σκηπτὸς ἐπὶ τὸν τύραννον, καὶ βουλεύονται· ἐν τούτῳ νόμος οὐ παραβέβασται· οὐδὲ ἐπὶ ἤδη γενομένῃ παρανομίᾳ ἡ κρίσις, ἀλλὰ βουλὴ πρόκειται, ποῖον τῶν νόμων δεῖ παραβῆναι· ἴδιον δὲ καὶ τοῦτο ἀντινομίας, τὸ τὸν κρινόμενον παραβεβηκέναι μὲν νόμον, νόμῳ δὲ κεχρῆσθαι.
4.269 Ἢ καὶ πλειόνω ν· τοῦτο προσέθηκεν, ἐπειδὴ ἔστι καὶ ἐκ τριῶν νόμων ἀντινομία· οἷον νόμος τῷ προδότῃ συμφεύγειν τοὺς παῖδας· καὶ τὸν καταστείχοντα φυγάδα θανάτῳ ζημιοῦσθαι· καὶ τῷ ἀνδρὶ τυφλῷ ὄντι ὀρεγέτω χεῖρα ἡ γυνή· προδότῃ οὐ συνῆλθεν ἡ θυγάτηρ, ὀρέγουσα τῷ ἀνδρὶ τυφλῷ ὄντι χεῖρα, ἀπέκτεινεν αὐτὴν ὁ στρατηγὸς ὡς καταστείχουσαν καὶ κρίνεται φόνου· διαφέρει δὲ τῆς ἐκ δύο νόμων ἀντινομίας, ὅτι ἐκεῖ μὲν ὁμολογεῖ παραβῆναι νόμον, καὶ ἀπὸ τῆς ἀντιλήψεως ἄρχεται, ὡς ἐπὶ τῆς ὀρεγούσης τῷ ἀνδρὶ τυφλῷ ὄντι χεῖρα· ἢ καὶ ἑνό ς. τὸ γὰρ ἓν διαιρούμενον ἀναπληροῖ δύο νόμων τάξιν· καὶ γίνεται νόμος ἕκαστον μέρος ἑκάστῳ τῶν προσώπων ἀντὶ νόμου ἐντελοῦς· τέλειον γὰρ ἔστιν ἕκαστον τῶν μερῶν καὶ οὐδὲ ἐναντίον ἕκαστον αὐτῶν τῷ ἄλλῳ κατὰ φύσιν· ἢ γὰρ τόδε ὁρίζεται ἢ τόδε· ἀλλὰ πάλιν κἀνταῦθα ἡ περίστασις καὶ ἡ πλοκὴ τὴν μάχην ἐποίησεν. Καὶ ὅλως διπλῆ τίς ἐστι ζήτησι ς. Ζητητέον εἰ διπλῆ ἐστιν ἐξέτασις ῥητοῦ καὶ διανοίας· διατὶ μὴ διπλοῦν ῥητὸν καὶ διάνοια καλεῖται ἡ ἀντινομία, ὥσπερ διπλοῖ εἰσι στοχασμοὶ καὶ ὅροι· λέγομεν, ὅτι ἐν ῥητῷ καὶ διανοίᾳ παράβασις εὑρίσκεται νόμου, ἐν δὲ τῇ ἀντινομίᾳ τῶν νόμων ὁ ἕτερος εὑρίσκεται φυλαττόμενος· τὸ οὖν διάφορον ἐποίησε στάσιν ἑτέραν· ὀλίγη γὰρ ἐναλλαγὴ στάσιν ἑτέραν ἐργάζεται· ἐν δὲ τῷ στοχασμῷ ἐπὶ πάντων τῶν εἰδῶν τὸ ὅμοιον σώζεται· διπλῆ δὲ διὰ τοῦτο, ἐπειδὴ ἀμφότερα διπλᾶ δείκνυται οὐχ ὥσπερ ἐν ῥητῷ καὶ διανοίᾳ, ὁ μὲν τὸ ῥητὸν, ὁ δὲ τὴν διάνοιαν, ἀμφότερα ἀμφότεροι κέκτηνται· ἑκάτερος γὰρ λύσας τῇ διανοίᾳ τὸ τοῦ ἐναντίου ῥητὸν οὕτως ἐπεισάξει τὸ ἴδιον· καθολικὸν γὰρ τοῦτο τὸ τοῖς βλάπτουσι ῥητοῖς ἀντιτάττειν τὰς διανοίας· εἰκότως δὲ διπλᾶ τέθεικε τὰ παραδείγματα· ἐπειδὴ γὰρ προείρηκε τὴν ἀντινομίαν γίνεσθαι ἢ περὶ δύο ῥητὰ ἢ περὶ ἓν διαιρούμενον τὴν ζήτησιν εἶναι, πιστοῦται τοῖς παραδείγμασιν· ἔδοξε δὲ τοῦτο ἰσάζειν· ἥ τε γὰρ βία ἴση καὶ τὰ πρόσωπα ἴσα, καὶ ὁ καιρὸς δὲ ἄδηλος, ποτέρα προτέρα· ὥστε μηδὲ ταύτῃ διαφέρειν· καὶ ὁ μὲν Μινουκιανὸς οὐκ ἰσάζειν φησὶ διὰ τὸ ἀνόμοιον τῆς αἰτήσεως· ἡ μὲν γάμον αἰτεῖ, ἡ δὲ θάνατον· ἔοικε δὲ οὐκ εἶναι αὕτη ἰσχυρὰ διαφορὰ πρὸς τὸ μὴ ἐξισάζειν τὸ πρόβλημα· εἰ γὰρ καὶ διάφορα τὰ τῆς αἰτήσεως, ἀλλ’ οὖν ἰσάζει τῷ ἀμφοτέρας αἰτεῖν τι· λεπτὴ δέ τις ὑπάρχει διαφορά· δύναται γὰρ ἡ αἰτοῦσα θάνατον λέγειν, ὡς εἰ τεθνήξεται, ἀμφότεραι λήψονται δίκην τῆς βίας· καὶ οὐδὲν μᾶλλον ὑπὲρ αὐτῆς ἢ καὶ ὑπὲρ ἐκείνης αἰτεῖ· ἡ δ’ αὖ γάμον αἰτοῦσα δύναται χρήματα αὐτὴ δώσειν ἐπαγγείλασθαι ὑπὲρ τῆς βίας· αὕτη μὲν τῆς ἀντινομίας ἡ φύσις· ὁ δὲ Μινουκιανός φησι καὶ τοιαύτην ἑτέραν ἀντινομίαν γίνεσθαι, ἐν ᾗ εἷς μὲν ἔστιν ὁ νόμος οὐδὲ οὗτος διμερὴς, δύο δὲ πρόσωπα τῷ αὐτῷ κεχρημένα νόμῳ· οἷον ἠρίστευσαν δύο ἀδελφοὶ καὶ ὁ μὲν αὐτῶν αἰτεῖ ἀναιρεθῆναι τὴν κατὰ τῆς μητρυιᾶς γραφήν· ἀπέκειτο γὰρ κατ’ αὐτῆς κατηγορία· ὁ δὲ εἰσελθεῖν ἀξιοῖ· ἐνταῦθα γὰρ ὁ μὲν νόμος εἷς καὶ ταῦτα οὐδὲ μεμερισμένος· ἰσχυρίζονται δὲ τῷ αὐτῷ ἀμφότεροι· διαιρήσεις δέ φησι τὴν ἀντινομίαν ταύτην ἀπὸ συγκρίσεως ἀρξάμενος, τίς νομιμωτέρα αἴτησις, τίς δικαιοτέρα.
4.271 Ἡ μέντοι ἀμφιβολία καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματός ἐστι φανερά· ἔστι γὰρ ἀμφιβολία ἀμφισβήτησις περὶ ῥητὸν ἐκ προσῳδίας ἢ διαστάσεως συλλαβῶν γενομένη. ἐκ μὲν προσῳδίας· οἷον ἑταίρα χρυσία εἰ φοροίη, δημοσία ἔστω· πεφώραταί τις φοροῦσα, καὶ ἡ μὲν τὰ χρυσία φησὶν εἶναι δημόσια προπαροξυτόνως ἀναγιγνώσκουσα τὸν νόμον, οἱ δὲ οὐ τὰ χρυσία, ἀλλ’ αὐτὴν δημοσίαν εἶναι παροξυτόνως ἀναγινώσκοντες· περὶ δὲ διάστασιν συλλαβῶν· οἷον δύο ἦσάν τῳ παῖδες, Λέων καὶ Πανταλέων· καὶ τελευτῶν ὁ πατὴρ διέθετο οὕτως· ἐχέτω τὰ ἐμὰ Πανταλέων καὶ ἑκάτερος ἀντιποιεῖται πάντων· ὁ μὲν ὑφ’ ἓν ἀναγινώσκων Πανταλέων· ὁ δὲ διϊστὰς πάντα, εἶτα Λέων· ταύτας μὲν οὕτως ἐπιγνωσόμεθα. Συριανοῦ καὶ Σωπάτρο υ. Τελευταία τῶν νομικῶν ἡ ἀμφιβολία· ἀμφίβολος γὰρ καὶ ὑπ’ αὐτοῦ τοῦ ὀνόματός ἐστιν· ἔνθεν καί τινες οὐδὲ στάσιν αὐτὴν ἀξιοῦσιν εἶναι, λέγοντες μὴ συνίστασθαι τοιαῦτα ζητήματα· ἐμπίπτει γὰρ εἰς τὸ ἐξισάζον, τοῦ μὲν λέγοντος ἄνευ διαστολῆς, τοῦ δὲ μετὰ διαστολῆς ἀναγιγνώσκοντος· καὶ δοκεῖ μὲν ἀδιάκριτον εἶναι, ὅσον ἐκ τῶν ἐγκειμένων· ἄδηλος γὰρ ἐν τούτοις ἡ διάνοια· διὰ τοῦτο οὖν, ὡς ἔφαμεν, οὐδὲ στάσις εἶναι πρὸς ἐνίων ἠξίωται· ἡμεῖς δέ φαμεν εἶναι, ἄπορον δέ· ὅθεν καὶ οἱ ῥήτορες τὰς τοιαύτας ἐκφεύγουσι ζητήσεις· καὶ ἔστι μὲν ἄπορος καθ’ ἑαυτὴν παραλαμβανομένη, ὡς μέρος μέντοι ἐν τοῖς ἄλλοις ζητήμασι παραλαμβανομένη μείζονα τὴν εὐπορίαν λαμβάνει, ἔστι τοίνυν στάσις· ἡ γὰρ τέχνη μιμουμένη τὴν ἀλήθειαν, περὶ πάντων ἡμῖν παραδίδωσιν, εἰκὸς γὰρ καὶ τοιαῦτα συμβαίνειν· αἱ μὲν οὖν ἄλλαι στάσεις τῶν νομικῶν περὶ τὸ πρᾶγμα τὴν ζήτησιν ἔχουσαι σαφεῖς τυγχάνουσι καὶ πρόδηλοι τί βούλονται λέγειν ὅσον ἀπὸ τῶν ἐγκειμένων ῥητῶν· αὕτη δὲ τὴν ἀρχὴν ἀμφίβολός ἐστιν· οἷον πῶς δεῖ τὸ ῥητὸν ἀναγινώσκειν ἢ νοεῖν· διὰ ταῦτα μὲν οὖν αὕτη τελευταία τῶν νομικῶν· γίνεται δὲ ἀμφιβολία κατὰ δύο τρόπους, παρὰ τὴν διαστολὴν, ὃ καὶ κατὰ σύνθεσίν τινες· οἷον τελευτῶν τις ἔγραψεν ἐν διαθήκαις Ἡρακλέα στῆσαι χρυσοῦν ῥόπαλον ἔχοντα· τοῦτο γὰρ πρὸς διάφορόν τι στιγμὴν διάφορον καὶ διάνοιαν ποιεῖ· παρὰ τὴν ὁμωνυμίαν· Ξέρξου ἐπιόντος ἔχρησεν ὁ θεός· Τεῖχος τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς.
4.272 καὶ οἱ μὲν συμβουλεύουσιν, ἔχεσθαι τῆς ἀκροπόλεως ῥάχῳ γὰρ ἐπέφρακτο, οἱ δὲ ἐμβαίνειν εἰς τὰς ναῦς· καὶ πάλιν· Ὦ θεία Σαλαμὶς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν. ἀμφίβολον γὰρ ποῖα τέκνα λέγει τῶν βαρβάρων ἢ τῶν Ἑλλήνων, καὶ πάλιν δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι· φόνου κριθείς τις ἀπέφυγεν· ὕστερον χρωμένῳ αὐτῷ ἀνεῖλεν ὁ θεὸς, ἀνδροφόνοις οὐ χρῶ· καὶ κρίνεται πάλιν φόνου· καὶ τὸν νόμον προβάλλεται ὁ φεύγων, δίκην τὸ δικάσασθαι καλῶν· ὁ δ’ οὖν διώκων δίκην τὴν τιμωρίαν ἀξιῶν εἶναι ἕλκει πάλιν ὡς εἰς δικαστήριον τῷ μὴ δοῦναι τοῦ φόνου ποινὴν, καὶ πάλιν· παῖς μὴ μαρτυρείτω· δύναται τοῦτο μεταληφθῆναι ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ δούλου καὶ τοῦ ἀνήβου· τούτοις δὲ παραπλήσιον καὶ τὸ παρὰ τῷ Δημοσθένει ἐν τῷ παραπρεσβείας, ἐν οἷς τοῦ θεοῦ χρήσαντος τοὺς ἡγεμόνας φυλάττεσθαι κατασκευάζει ὁ ῥήτωρ ἀπὸ τοῦ καιροῦ, ὅτι τοὺς ῥήτορας λέγει· ἐν εἰρήνῃ γὰρ ἔχρησεν οὐκ ἐν καιρῷ πολέμου· δύνῃ δὲ καὶ πλᾶσαι αὐτὸ ὡς ζήτημα οὕτω· τοῦ θεοῦ χρήσαντος ἡγεμόνας φυλάττεσθαι ἀντιπροβάλλονται ἀλλήλους οἱ ῥήτορες καὶ οἱ στρατηγοί· δεῖ δὲ εἰδέναι, ὅτι χρὴ τὸν ῥήτορα ἐπινοῆσαι ὀξυτάτην διαφοράν· ἔστι δὲ παρ’ ὁμωνυμίαν, ὅτ’ ἂν τὸ ἓν ὄνομα μὴ ἓν ἀλλὰ πλείονα σημαίνῃ, ἔστι καὶ παρὰ προσῳδίαν ἀμφιβολία, ὡς ἐφ’ οὗ παρέθετο τῆς ἑταίρας ὑποδείγματος ὁ τεχνικός· τῆς δὲ κατὰ πνεῦμα ἀμφιβολίας παράδειγμα τόδε, κατέλιπέ τις φίλῳ τὴν οὐσίαν προστάξας τὸν αὐτοῦ παράσιτον τρέφειν ἕνδεκα ἔτεσι· καὶ ὁ μὲν ἀξιοῖ ἕνδεκα δασύνων· ὁ δὲ ψιλῶς ἐν δέκα ἔτεσιν· τὸ ἓν τοίνυν πρὸς μὲν τὸν παράσιτον ἀριθμὸς ἂν εἴη, πρὸς δὲ τὸν κληρονόμον πρόθεσις· τὸ δὲ περὶ διάστασιν συλλαβῶν τινὲς διαβάλλουσι φάσκοντες ἀσύστατον εἶναι τοῦτο κατὰ τὸ ἰσάζον· οὔτε γὰρ τέχνης οὔτ’ ἄλλου τινὸς διαφορὰ παρέχει ὕλης λόγον· ἀλλὰ φαμὲν ὡς εἰ καὶ τὸ παράδειγμα ἡμάρτηται ἴσως, ἀλλ’ οὐχὶ καὶ τὸ εἶδος, ὅμως δύναται καὶ τὸ παράδειγμα ἐναλλαγῇ ποιότητος διορθωθῆναι, οἷον εἰ οὕτως εἴπωμεν· δύο ἦσάν τῳ παῖδες Λέων καὶ Πανταλέων· τοῦ μὲν Λέοντος ῥήτορος ὄντος, τοῦ Πανταλέοντος δὲ ἰατροῦ· ἡ γὰρ τῶν προσώπων ποιότης ὑγιὲς τὸ ζήτημα ἀποφανεῖ ἐκ περιστάσεως χρόνου ἢ αἰτίας τὸ ἄρτιον αὐτοῦ περιποιοῦσα· χρόνου μὲν, εἰ Πανταλέων λέγοι ὡς ἰατρῷ χαρίζεσθαι τὸν πατέρα αὐτῷ τὴν οὐσίαν, διὰ τὸ πολλῆς αὐτὸν ἠξιῶσθαι παρὰ τὸν τῆς νόσου καιρὸν θεραπείας· αἰτίας δὲ, εἰ Λέων πάλιν λέγοι ὡς ῥήτορι χαρίζεσθαι αὐτῷ τὸν πατέρα τὴν οὐσίαν πᾶσαν τῷ περίβλεπτον δι’ αὐτὸν γενέσθαι καὶ πᾶσι περιβόητον καὶ θαυμάσιον· ἔνθεν καὶ πλέον ἀγαπᾶσθαι αὐτὸν ὑπὸ τοῦ πατρὸς Πανταλέοντος· οἶδε δὲ ταύτην καὶ Δημοσθένης τὴν ζήτησιν· ὡς ἐν τῷ παραπρεσβείας· εἰ μὲν οὖν ἀνεῖλεν ὁ θεὸς τοὺς ἡγεμόνας φυλάττεσθαι· καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους, ἐν οἷς φησιν· ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμος ἔστω· ὁ μὲν γὰρ τὸ ἀγώγιμον ἐπὶ θανάτῳ λέγει εἶναι, ὁ δὲ ἐπὶ κρίσει.
4.274 Ἰστέον δὲ ὡς λύονται αἱ ἀμφιβολίαι δοκοῦσαι ἐξισάζειν ἀπὸ τῶν εἰκότων καὶ τῶν ἄλλων τεκμηρίων, οἷον τὸ μὲν τοῦ Λέοντος καὶ τοῦ Πανταλέοντος ἀπὸ τοῦ τίνι μᾶλλον ὁ πατὴρ προσετίθετο τῶν παίδων· τούτῳ γὰρ ἐροῦμεν παραχωρεῖν τῆς οὐσίας, ὃν πλέον ἔστεργεν· τὸ δὲ τῆς ἑταίρας παραδείγμασι τοῖς προγεγενημένοις, οἷον εἴ τι τοιοῦτον ἐπράχθη καὶ πρῴην κατὰ τοῦτο καὶ νῦν· τὸ δὲ τοῦ τελευτῶντος καὶ διαθεμένου περὶ τοῦ Ἄρεος, ἀπὸ τῆς περιουσίας· αὕτη γὰρ ὡς ἔχει εὐπορίας ἀποφανεῖ τὴν γνώμην τοῦ διατιθεμένου, εἴ τε πάντα τὸν Ἄρεα εἴτε δόρυ μόνον διαγορεύει γενέσθαι χρυσοῦν· δῆλον γὰρ, ὡς ἡ μὲν ἐξικνεῖται ἡ περιουσία τοῖς τε κληρονόμοις περιποιῆσαι τὸ ἱκανὸν, τῇ τε τοῦ ἀνδριάντος ὕλῃ ὑπουργῆσαι ἔχει τινὰ λόγον ἡ τῶν ἀντιποιουμένων τοῦ χρυσοῦ ἀνδριάντος ἀξίωσις· εἰ δ’ ἀπόρως ἔχοι οὐδὲν ὠφελήσει, κἂν εἰ προβάλλοιντο οἱ ἀντιλέγοντες, μὴ δεῖν ἐν μέρει μὲν τιμᾷν Ἄρεα τῷ χρυσῷ δόρατι, ἐν μέρει δ’ ἀτιμοῦν τῷ χαλκοῦν ὅλον ποιεῖν· οὐδὲ γὰρ ἐπὶ βλάβῃ τῶν κληρονόμων εἴποιεν ἂν αὐτοὶ διαθέσθαι τὸν πατέρα. Μαρκελλίνο υ. Ζητητέον διὰ τί μὴ εἴη ἀντεγκληματικὸς ὁ τοῦ χρησμοῦ τοῦ κελεύοντος τοὺς ἡγεμόνας φυλάττεσθαι· ἀντεγκαλοῦσι γὰρ ἑαυτοῖς οἱ ῥήτορες καὶ οἱ στρατηγοί· σημεῖον δὲ ἔχουσι τὸν χρησμόν· ἀλλὰ φαμὲν, ὅτι δεῖ τὸ σημεῖον φανερὸν εἶναι ἐν στοχασμῷ· ἐνταῦθα δὲ αὐτὸ τὸ ῥητὸν ἀμφιβάλλεται, ὥστε οὐκ ἂν εἴη σημεῖον· τοῦτο δὲ ἴδιον ἀμφιβολίας τὸ ἑκάτερον ἀντέχεσθαι τοῦ ῥητοῦ· οἱ μὲν οὖν συνδίοικοι τῆς πόλεως, ὡς μεγάλης τῆς οὐσίας οὔσης, ὁ δὲ κληρονόμος ὡς μικρᾶς καὶ τὸ μὴ διῃρῆσθαί τι τούτων ἐν τῷ ζητήματι, ἰσάζειν ποιεῖ τὸν λόγον· ἰστέον δὲ ὅτι ἐπὶ μὲν τῶν ἀληθινῶν ἀγώνων ἔχει τινὰ χώραν καὶ στάσιν ἡ ἀμφιβολία, διὰ τὸ ἐκ μαρτύρων ἢ γραμματίου ἢ τεκμηρίου ἢ ἄλλοθέν ποθεν ἔχειν διαφορὰν τοὺς παρ’ ἀμφοῖν λόγους· οἷον ὡς ἐπὶ τοῦ Λέοντος καὶ Πανταλέοντος· ἐὰν ἐπ’ ἀληθεῖ ἀγῶνι τοιαύτη τις ἀμφισβήτησις ἐμπέσῃ, δύναται πολλάκις ὁ ἕτερος παρασχόμενος μαρτυρίαν, ὡς περὶ αὐτὸν εὐνούστερος ἦν ὁ πατὴρ, διαφοράν τινα ἐμποιεῖν· ὁ δὲ ἕτερος, ὅτι αὐτὸς εὔνους τῷ πατρὶ, ὅτι σώφρων, ὅτι οὐκ ἀσελγὴς, ὅθεν ἤρεσε τῷ πατρί· ἐν δὲ πλάσμασι πάντων ἰσαζόντων, πολλὴν ἀπορίαν ἔχει· πῶς γὰρ ἔσται ἐνθυμημάτων εὐπορία, ἔνθα μηδὲ μία φορά· τινὲς δὲ παράδοξόν τι λέγειν ἐπιχειροῦσιν, ὅτι τοῦ στοχασμοῦ τὸ μέν ἐστι περὶ ῥητὸν, τὸ δὲ περὶ πρᾶγμα· καὶ τὸ μὲν περὶ πρᾶγμα ποιεῖ αὐτὸν τὸν στοχασμὸν, ὃν δὴ κυρίως οὕτως ὀνομάζομεν, τὸ δὲ περὶ ῥητὸν ποιεῖ τὴν ἀμφιβολίαν· στοχαζόμεθα δὲ πότερον τόδε ἢ τόδε δηλοῖ τὸ ῥητόν.
4.275 Τὴν δὲ μετάληψιν οὐκ ἔθ’ ὁμοίως, ἀλλ’ ὅτ’ ἂν ἡ ζήτησις ᾖ περὶ τοῦ εἰ δεῖ τὸν ἀγῶνα εἰσελθεῖν· ἐν γὰρ τῇ μεταλήψει οὔτε εἰ ἔσται τι προηγουμένως ζητήσεις, καθάπερ ἐν στοχασμῷ, οὔτε τί ἐστι καθάπερ ἐν ὅρῳ· οὔτε ὁποῖόν τί ἐστιν, ὡς ἐν ταῖς λοιπαῖς, ἀλλ’ αὐτὸ τοῦτο εἰ δεῖ ζητῆσαί τι τούτων, παραγραφὴ γάρ ἐστι, δύο δὲ αὐτῆς εἴδη. ἡ μὲν γάρ ἐστιν ἔγγραφος, ἀπὸ ῥητοῦ τινος λαμβάνουσα τὴν ζήτησιν, ἡ δὲ ἄγραφος. Συριανοῦ καὶ Σωπάτρο υ. Τὴν μετάληψιν τελευταίαν ἔταξεν Ἑρμογένης καὶ δι’ ἕτερα μὲν, μάλιστα δὲ διὰ ταῦτα· αἱ μὲν γὰρ ἄλλαι στάσεις περὶ τὸ πρᾶγμα καταγινόμεναι, ἤτοι ἄρνησιν ἔχουσι τοῦ κρινομένου πράγματος, ἢ τὸ ἰμὲν ὁμολογοῦσι, τὸ δ’ οὒ, ἤ τι τῶν τοιούτων· ἡ μετάληψις δὲ οὐδὲ ἀπολογίας ἀξιοῖ τὸν κατήγορον· ἀλλ’ ὅμως ἐκβολὴν ποιεῖται τοῦ πράγματος· αὕτη δ’ ἡ στάσις λαμβάνει τὴν σύστασιν ἀπὸ τῶν ἀνωτάτω δύο στάσεων· εἰρήκαμεν γὰρ, ὅτι τὸ φανερὸν καὶ τέλειον πρᾶγμα διαιρεῖται εἴς τε τὰς λογικὰς καὶ τὰς νομικάς· ἔχει οὖν ἡ μετάληψις τὴν σύστασιν ἀπ’ ἀμφοτέρων τούτων, ἀπό τε τῶν λογικῶν καὶ τῶν νομικῶν· διὸ καὶ αὐτὴν τὴν ποιότητα διάφορον ἔσχεν· ἡ μὲν γὰρ ἔγγραφός ἐστιν, ἥτις καὶ μετάληψις καὶ παραγραφὴ λέγεται· ἣ δ’ ἄγραφος, ἥτις καὶ κυρίως μετάληψις· ὥσπερ δὲ τὴν παραγραφὴν ὁμωνύμως μετάληψιν ἔφαμεν, οὕτω δύναιτ’ ἄν τις καὶ τὴν μετάληψιν καλέσαι παραγραφήν· ἔχει δὲ αὕτη ὡς ἔφαμεν τὴν μὲν ἔγγραφον ἀπὸ τῶν νομικῶν, τὴν δὲ ἄγραφον ἀπὸ τῶν λογικῶν· ὥστε εἰκότως μετὰ τὰ ἀποτελοῦντα τὸ ἀποτέλεσμα.
4.276 τριῶν δὲ οὐσῶν τῶν ποιουσῶν τὴν στάσιν, ὑπάρξεως, ἰδιότητος, ποιότητος, οὐδενὸς τούτων μετέχει ἡ μετάληψις, ἀλλὰ τὴν ζήτησιν ἔχει περὶ τοῦ εἰ δεῖ τὸν ἀγῶνα εἰσελθεῖν, ὡς καὶ αὐτός φησιν ὁ τεχνικός· μέμφονται δὲ αὐτόν τινες ὡς πᾶσαν τὴν μετάληψιν περὶ τοῦ εἰ δεῖ τὸν ἀγῶνα εἰσελθεῖν ἀποφηνάμενον εἶναι· μόνης γάρ φασι τῆς ἐγγράφου εἶναι τοῦτο· ἡ γὰρ ἄγραφος οὐ περὶ εἰσαγωγῆς ἔχει τὴν ζήτησιν, ἀλλὰ περὶ τῆς τοῦ πράγματος περιστάσεως· ἐὰν γὰρ ᾖ νόμος τὸν μοιχὸν ἐξεῖναι ἀποκτιννύναι καὶ τὴν μοιχευομένην, καταλάβοι δέ τις τὴν μητέρα μοιχευομένην, καὶ ἀποκτείνοι, εἶτα διὰ τοῦτο κρίνοιτο, οὐ περὶ εἰσόδου, ἐστὶν ἡ ζήτησις ἐνταῦθα, ἀλλὰ περὶ αὐτῆς τῆς εὐθυδικίας, μεταλαμβάνεται γὰρ ἀπὸ τοῦ προσώπου, ὅτι παῖδα ὄντα οὐκ ἐχρῆν φονεῦσαι· ἐχρῆν οὖν διὰ ταῦτα οὕτως ὁρίσασθαι καὶ εἰπεῖν· τὴν δὲ μετάληψιν οὐκ ἔτι ὁμοίως ἐπιγνωσόμεθα· ἔστι γὰρ ἡ ζήτησις ἢ περὶ τοῦ τὸν ἀγῶνα εἰσελθεῖν, ἢ περί τινων τῶν περιστατικῶν· οὕτω γὰρ ἂν καὶ τὴν ἄγραφον περιελάμβανε τὴν περὶ τὴν εὐθυδικίαν τὴν ζήτησιν ἔχουσαν, μεταλαμβανομένην δὲ ἀπό τινος τῶν περιστατικῶν, καὶ τὴν ἔγγραφον τελείαν οὖσαν ἀπαγωγὴν τῆς εὐθυδικίας· πῶς δὲ αὕτη τῆς εὐθυδικίας ἐπάγει καὶ τί ἐστιν εὐθυδικία λεκτέον· εὐθυδικία τοίνυν ἐστὶ τὸ κατευθὺ τῆς δίκης ἰέναι, καὶ μὴ μόνον ἀπὸ τοῦ νόμου προβάλλεσθαι ἄδειαν, ἀλλὰ καὶ τὴν ἀπὸ τῶν πραγμάτων ἀπολογίαν ποιεῖσθαι, ὡς ἔστι παρὰ πᾶσι τοῖς ἀρχαίοις εὑρεῖν ῥήτορσιν· οἷον ὡς ἐφ’ οὗ λέγει ὁ τεχνικὸς ὑποδείγματος· ἑλκόμενος εἰς ἀπολογίαν τοῦ μὴ πεποιηκέναι τὸν φόνον προβαλεῖται μὲν νόμον τὸν μὴ ἐξεῖναι δὶς περὶ τῶν αὐτῶν διαγορεύοντα ἀγωνίζεσθαι· προσθήσει δὲ καὶ τὴν εὐθυδικίαν λέγων οὕτως, ὅτι εἰ καὶ μὴ νόμος ἐξαιρεῖταί με τοῦ κινδύνου, οὐδ’ οὕτως ὑπεύθυνός εἰμι τιμωρίᾳ· οὐ γὰρ ἔδρασα φόνον, καὶ ταύτῃ καὶ τὴν πρὶν ἀπέφυγον δίκην· ἀλλὰ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον.
4.277 Ἰστέον δὲ, ὡς τελευταίαν πασῶν ἔταξε τὴν μετάληψιν, καίτοι δοκῶν τοῖς οἰκείοις μάχεσθαι κανόσι· λέγει γὰρ, ὅτι ὅπου δ’ ἂν εὑρεθείη τὸ παραγραφικὸν, πρῶτον ἐκεῖνο εἶναι δεῖ· πλὴν εἰ μή τι κωλύοι· ἐνίοτε γὰρ ἐξ ἀνάγκης καὶ ἡ τάξις αὐτοῦ διαλλάττεται· οὐκοῦν χρὴ καὶ τὴν παραγραφὴν πρώτην γενέσθαι τῶν στάσεων· πρὸς οὓς φαμὲν, ὅτι καλῶς ἄγαν ὁ τεχνογράφος ταύτην τὴν τάξιν ἐτήρησεν, οὐ γὰρ ἐνῆν μαθεῖν τὴν μετάληψιν, εἰ μὴ πρῶτον ἔγνωμεν δι’ ὧν γίνεται μετάληψις, πῶς γὰρ ἐδυνάμεθα γνῶναι, ὅτι οὐ δύναται πρᾶγμα μελετηθῆναι καθ’ οἵαν δή ποτε στάσιν μὴ πρότερον τὰς στάσεις μεμαθηκότες· ἄλλως τε καὶ ὅτι οὐδέποτε ἐκτὸς στάσεως μελετᾶται· ἀλλὰ ἀνάγκη τὴν παραγραφὴν τὴν εὐθυδικίαν ἔχειν, παραγραφὴν δὲ ἡ μετάληψις· οἷον ἐγράψατο Τίμαρχος Αἰσχίνην παραπρεσβείας· καὶ παραγράφεται αὐτὸν κατὰ τὸν νόμον τὸν κελεύοντα τὸν ἑταιροῦντα μὴ λέγειν· καὶ γὰρ ἐνταῦθα ἡ πρώτη ζήτησίς ἐστιν, εἰ δεῖ εἰσιέναι τὸν ἀγῶνα.
4.278 Μαρκελλίνο υ. Καλῶς ὁ τεχνικὸς τελευταίαν ἔθηκε τὴν μετάληψιν, ἐπειδὴ καὶ ἐσχάτη τῶν ἄλλων τῇ δυνάμει τυγχάνει· οὐ γὰρ περὶ τοῦ πράγματος ἔχει τὴν ζήτησιν, ἀλλὰ περὶ μόνην τὴν περίστασιν στρέφεται, ὡμολογημένου τοῦ πράγματος· χαρακτηρίζει δὲ αὐτὴν δι’ ὧν καὶ νομίζει ἐν ᾗ φησιν οὐ ζητοῦμεν οὐδὲν τῶν προειρημένων· τριῶν γὰρ οὐσῶν, ὡς ἐμνήσαμεν, τῶν ἄνω ζητήσεων, εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστιν, ἐν τῇ μεταλήψει τούτων οὐδὲν ζητεῖται, οὐδὲ ἐξετάζεται· ἀλλ’ εἰ δεῖ τούτων τῶν ἐν τούτοις ζητουμένων ἢ τῇ κατ’ οὐσίαν ἐξετάσει ἢ τῇ κατὰ ἰδιότητα ἢ τῇ κατὰ ποιότητα εἰσενεχθῆναί τι· ὅθεν τινὲς λέγουσιν ὡς πρώτην αὐτὴν ἔδει ταχθῆναι, ἐπειδὴ παραγράφει τὸν ἀγῶνα· πεφύκασι δὲ πάντες οἱ ἄνθρωποι ἐν ταῖς προτεθείσαις δίκαις αὐτὸ τοῦτο σπουδάζειν, τὸ μηδὲ εἰσελθεῖν, ἀλλὰ παραγράφεσθαι τὸν ἀγῶνα· ἀλλὰ λέγομεν, ὅτι τῶν λεγόντων πρώτην δεῖν τάττεσθαι τὴν μετάληψιν, ὥσπερ ὑποτεμνόμενος τοὺς λόγους ὁ τεχνικὸς ὅρα πῶς ἀσφαλῶς ὡρίσατο, εἰ δεῖ τι τούτων εἰσενεχθῆναι φήσας· ἀδύνατον δὲ τούτων ἦν τι παραγράφεσθαι μήπω μαθόντας ὅλως, τί ταῦτά ἐστι, τῆς οὐσίας, ἢ τῆς ἰδιότητος, ἢ τῆς ποιότητος· ὥστε δεῖ πρῶτον μαθεῖν ἃ παραγράφεται ἡ μετάληψις· πρὶν γὰρ εἰδέναι ἀγνοοῦμεν ὅ τι παραγραψόμεθα, οὔτε εἰ ἔστι τι προηγούμενον. τινὲς ἐκ τούτου κινηθέντες φασὶν, ὅτι εἰ καθόλου τρία ἐστὶ τὰ ζητούμενα, ὡς φθάσαντες εἰρήκαμεν, τούτων δὲ οὐδέν ἐστιν ἡ μετάληψις, οὐκ ἂν εἴη στάσις, ἀλλὰ φαμὲν ὡς καθόλου οὐκ ἀνεῖλεν αὐτήν· ἀλλὰ προηγουμένως φησὶ περὶ τούτων, οὐκ ἔχει τὴν ζήτησιν· ἔπειτα εἰ καὶ μὴ περὶ τούτων ἔχει τὴν ζήτησιν, λέγομεν δὲ τὴν περίστασιν αὐτῆς εἶναι ἰδίαν· οὐκ ἄρα ἔξω ζητήσεώς ἐστιν, οὐδὲ ἀσύστατον· ἀλλὰ μέρος καὶ ἡ μετάληψις τῆς ποιότητος· ζητοῦμεν γὰρ καὶ ἐν αὐτῇ, εἰ τοῦτο δίκαιον τὸ παραγράφεσθαι τὴν δίκην· ἢ καὶ τὸ εἰσελθεῖν εἰς δίκην, μικρὸν δὲ ὅμως μέρος ποιότητός ἐστι· διὸ καὶ τρύγα αὐτὴν καλοῦσι ποιότητος· καλῶς δὲ προσέθηκε τὸ προηγουμένως· ἐν γὰρ τῇ ἐγγράφῳ μεταλήψει ἣν καὶ καλοῦμεν παραγραφὴν ἐμπίπτει πάντως καὶ δεύτερον ζήτημα παρὰ τὸ τῆς γραφῆς κατὰ μίαν τῶν ἄλλων στάσεων· οὐ μὴν προηγουμένως, ἀλλ’ ἐν δευτέρῳ λόγῳ· δύο γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἐν παραγραφῇ τὰ ζητούμενα, ὧν τὸ μὲν πρότερον ἔχει τὴν παραγραφὴν, ἀπαγωγὴν οὖσαν τῆς εὐθυδικίας, τὸ δὲ δεύτερον κατὰ μίαν τῶν προειρημένων στάσεων· ζητητέον δὲ, πῶς μετάληψις καὶ ἡ ἔγγραφος καὶ ποίαν αἵρεσιν ἔχουσα τῆς κατηγορίας· λέγομεν ὅτι ἐκ τῶν αὐτῶν περιστατικῶν ὁμοίως γίνονται ἡ ἔγγραφος καὶ ἡ ἄγραφος· διαφέρει δὲ, ὅτι ἡ μὲν παντελῶς ἐκβάλλει τὸν ἀγῶνα δι’ ἑνὸς τῶν περιστατικῶν ἐν τῷ νόμῳ κειμένου· ἡ δὲ δεχομένη τὴν ἐξουσίαν τοῖς περιστατικοῖς πάλιν κέχρηται· ἀμφότερα δὲ τὰ εἴδη μεταλήψεις εἰσίν· μεταλαμβάνει γὰρ ἑκάστη τὴν περίστασιν· καὶ γὰρ ὁ νόμος ἀπὸ περιστατικοῦ τινος· ἀλλὰ μὴν καὶ ἀμφότεραι πάλιν παραγραφαί· παραγράφεται γὰρ ἡ μὲν φανερῶς, ἡ δὲ τὴν ἐξουσίαν τῆς πράξεως καθάπερ τὴν κατηγορίαν ἐκβάλλουσα· ἀλλ’ ἡ μὲν παραγραφὴ περὶ τὸ ῥητὸν ἔχει τὴν ζήτησιν, ἡ δὲ οὔ· οὐ γὰρ ἰσχύει τῷ ῥητῷ· διὰ τοῦτο καὶ μετάληψις γίνεται, παραχωροῦσα μὲν τοῦ ῥητοῦ, ἰσχυριζομένη δὲ τῇ περιστάσει· ὅθεν καὶ τὴν προσηγορίαν ἰδίαν κέκτηται· ἰστέον δὲ, ὅτι ἡ μὲν ἔγγραφος τελείως ἐκβάλλει τὸν ἀγῶνα ἐν πρώτοις καὶ προηγουμένως· ἡ δὲ ἄγραφος ἡ ἀπὸ τοῦ κατηγόρου γνωριζομένη δέχεται μὲν τὴν εὐθυδικίαν, ἐκβάλλει δὲ τοῖς περιστατικοῖς· φασὶ δὲ γίνεσθαί ποτε τὴν ἄγραφον καὶ ἀπὸ τοῦ φεύγοντος· ὡς ἐπὶ τὸ πλεῖστον δὲ ἀπὸ τοῦ κατηγόρου ἐστίν· καὶ αὐτὴ ἡ ἀπὸ τοῦ φεύγοντος δέχεται τὴν εὐθυδικίαν.
4.280 Παραγραφὴ γάρ ἐστ ι. παραδόξως ὁ τεχνικὸς τὴν μετάληψιν ὅλην παραγραφὴν ἐκάλεσε, καὶ τὸ ἴδιον τῆς ἐγγράφου κοινὸν ἀμφοτέρων πεποίηται τῶν εἰδῶν· ζητητέον δὲ, διατί ἡ παραγραφὴ ὄνομα ἄλλο ἔσχε παρὰ τὸ γένος, ἄλλως καλουμένου τοῦ γένους, ἡ γὰρ πραγματικὴ οὐχ οὕτως· ὁμοίως γὰρ καὶ ἡ ἔγγραφος καὶ ἄγραφος πραγματική· ἀλλὰ ῥητέον, ὅτι ἀμφότεραι μὲν ἀπὸ τοῦ ῥητοῦ ὥρμηνται καὶ ἡ ἄγραφος καὶ ἡ ἔγγραφος· ἀλλ’ ἐπειδὴ ἡ μὲν ἰσχύει τῷ ῥητῷ πλέονα, καθάπαξ ἀναίρεσιν ἔχουσα τοῦ ἀγῶνος· γνωστέον οὖν, ὡς καὶ ἀμφότεραι παραγραφαί εἰσι καὶ ἀμφότεραι πάλιν μεταλήψεις· ἐν μὲν τῇ ἐγγράφῳ μεταλαμβάνει ὁ φεύγων τὸν νόμον, οὐ μόνον ὡς περιστατικὸν, ἀλλ’ ὅτι καὶ αὐτὸς ὁ νόμος ἀπὸ παραστατικοῦ τὴν σύστασιν εἴληφεν· ἐν δὲ τῇ ἀγράφῳ δῆλον, ὡς αὐτὴν τὴν περίστασιν ἔχει τὴν ἰσχύν· ὅθεν κυρίως καὶ τὸ ὄνομα τοῦ γένους αὕτη ἐκληρώσατο· ἀλλ’ ὅμως ἐκεῖ μὲν ὁ φεύγων, ἐνταῦθα δὲ ὁ κατήγορος μεταλαμβάνων παραγράφεται· εἰκότως οὖν ἑκάτεροι τὴν προσηγορίαν ἐσχήκασιν· ἡ μὲν μετάληψις ὁμωνύμως τῷ γένει καλουμένη· εἰ δὲ ἄγραφος, ἀπὸ τοῦ πράγματος οὗ ποιεῖ, ἰδίαν δεξαμένη προσηγορίαν παρὰ τὸ γένος· ὅλον γὰρ παραγράφεται τὸν ἀγῶνα· ἔχει δὲ καὶ τὸ τοῦ γένους ἀπὸ περιστατικοῦ τινος παραγραφομένη τὴν κρίσιν· ἔστι μὲν οὖν ἑκατέρων ἴδιον τὸ περιστατικόν· εἰ δὲ διαφέρειν δοκεῖ ἀλλήλων τὰ εἴδη, τουτέστι τὰ μέρη, οὐδὲν θαυμαστόν· τοῦτο γὰρ καὶ ἐν ταῖς ἄλλαις στάσεσιν εὑρίσκομεν· καὶ ὄνομα ἰδίᾳ δέχονται· διὸ καὶ στοχασμὸς προκατασκευαζόμενος, καὶ ἀπὸ γνώμης, καὶ ἐν ὅρῳ δὲ ἀντονομάζων καὶ κατὰ σύλληψιν.
4.281 ἴδιον δὲ ὡς εἰρήκαμεν παραγραφῆς τὸ κατασκευάζειν, ὡς οὐ δεῖ ἐπὶ τούτοις καθίσαι δικαστήριον· εἰ δέ τις λέγοι ὅτι οὐ μεταλήψεως τοῦτο ἀλλὰ μόνης παραγραφῆς, λέγομεν, ὅτι κοινόν· ἐπειδὴ καὶ αὕτη ἀπὸ ῥητοῦ τινος ἄρχεται, οὐ μὴν ἔτι τὸν αὐτὸν τρόπον, Καὶ ἡ μὲν ἔγγραφός ἐστιν ἀπαγωγὴ τῆς εὐθυδικίας κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ τινος, περὶ οὗ ἡ ζήτησις, οἷον δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι· φόνου κρινόμενός τις ἀπέφυγεν· ὕστερον αὐτῷ χρωμένῳ ἀνεῖλεν ὁ θεός· ἀνδροφόνοις οὐ χρῶ· καὶ πάλιν φεύγει· κατὰ ῥητὸν καὶ διάνοιαν ἡ πρώτη ἐξέτασις· εἶθ’ ἕπεται τὸ στοχαστικόν. Συριανοῦ καὶ Σωπάτρο υ. Τεχνολογητέον πρῶτον τὴν παραγραφὴν κατὰ μέρος· γίνεται τοίνυν παραγραφὴ, ὅτ’ ἂν εἰς ἀπολογίαν ἑλκόμενος νόμον προβάληται, καθ’ ὅν φησι δεῖν μὴ ὑποκεῖσθαι κατηγορίᾳ. ὡς ἐφ’ οὗ παρατίθεται ὑποδείγματος· καὶ οὕτω μὲν γίνεται πᾶσα παραγραφή· ἐπειδὴ δὲ πᾶς χρώμενος τούτῳ τῷ τρόπῳ τῆς ἀπολογίας ὕποπτος πρὸς τοὺς δικαστὰς γίνεται, ὡς οὐ τοῖς δικαίοις θαῤῥῶν· εἰ γὰρ ἔῤῥωτο προσήκουσι λογισμοῖς, τί ἔδει τὸν κατήγορον ἢ τὴν κατηγορίαν ἐκβάλλειν· διὰ τοῦτο ἡ τέχνη τοῦτο παραμυθουμένη ἐφεῦρε τὴν εὐθυδικίαν· τίς δὲ αὕτη καὶ ὅπως χρηστέον αὐτῇ προείρηται· ἰστέον δὲ ὡς οὐκ ἀνάγκη πανταχοῦ ταῖς εὐθυδικίας χρῆσθαι, ἀλλὰ δίδωσι μὲν ἡ τέχνη, ὅπη μέντοι ἐμπίπτει καὶ ὁ καιρὸς ἐπιτρέπει χρηστέον· ὥσπερ ἐν τῷ κατὰ Τιμάρχου Αἰσχίνης ἐχρήσατο· παραλέλοιπε γὰρ τὴν εὐθυδικίαν, καὶ τὸ αἴτιον· ἐπειδὴ δύο πρὸς τὴν κατηγορίαν ἐνέστησαν Τίμαρχος καὶ Δημοσθένης· τῷ μὲν τὴν παραγραφὴν ἀντέθηκε, Δημοσθένης δὲ τὴν εὐθυδικίαν ἐφύλαξεν· εἰ γὰρ ἐν τῷ κατὰ Τιμάρχου ἐχρήσατο τῇ εὐθυδικίᾳ, προηγουμένως ταύτην ποιούμενος ἤμβλυνε τὴν πρὸς Δημοσθένην ἀπολογίαν· ἐπειράθησαν δέ τινες τὸν κατὰ Τιμάρχου μηδ’ ὅλως παραγραφὴν εἰπεῖν, ἀλλὰ στοχασμόν· οὓς ἐπειδὰν ἐλέγξωμεν ἀπὸ τῆς τῶν νόμων ἀναγνώσεως, ὡς οὐκέτι στοχασμὸς, φασὶν ὅτι προκατασκευῆς ἕνεκεν τοὺς νόμους ἀναγινώσκει· ἀλλὰ καὶ τούτῳ ἀντιτίθεμεν, ὅτι οὐδεὶς κατηγορούμενος ἀντικατηγορεῖν δύναται, μὴ πρότερον ἀπολογησάμενος· καὶ ὅτι μὲν ὁ Τίμαρχος κατηγόρησε, παντί τῳ δῆλον· ἔκ τε τῶν ἱστορικῶν καὶ ἐξ ὧν ὁ Δημοσθένης φησίν· τὸν μὲν ἀνῄρηκε τῶν ἐπὶ τὰς εὐθύνας ἐλθόντων.
4.282 Εἰ τοίνυν κατηγόρησεν ὁ Τίμαρχος, οὐδαμοῦ δὲ πρὸς τὴν κατηγορίαν Αἰσχίνης ἀπήντησε, δῆλον ὡς παραγραφὴ ἂν εἴη· παραγραφὴ μέντοι κατὰ στοχασμὸν, στοχαστικῶς γὰρ ζητεῖται τὰ περὶ τῆς ἑταιρήσεως. Ἰστέον δὲ καὶ τοῦτο, ὡς ἡ ἔγγραφος αὕτη μετάληψις, ἥτις καὶ παραγραφὴ κυρίως καλεῖται, παρώθησίς τις οὖσα τῆς γραφῆς κατὰ δύο στάσεις ἀεὶ μελετᾶται, καὶ γὰρ ἡ μὲν πρώτη ζήτησις, ἡ περὶ τῆς παραγραφῆς, κατὰ μίαν τῶν νομικῶν ἔχει τὴν ζήτησιν· ἀπὸ νόμου γὰρ ἀεὶ ἡ παραγραφή· ἡ δὲ ἑτέρα, ἡ τῆς εὐθυδικίας, ἐκ τῆς φύσεως τοῦ πράγματος ἀναφυομένη, καθ’ ἣν ἂν ἐμπέσῃ στάσιν μελετᾶται· κατὰ γὰρ πάσας τὰς στάσεις ἡ εὐθυδικία στοχασμόν φημι καὶ ὅρον καὶ ἑξῆς· διά τοι τοῦτο χρὴ διαιροῦντα ζητεῖν μετὰ τὴν παραγραφὴν, ὑπὸ τίνα τῶν στάσεων ἀνάγεται ἡ εὐθυδικία· καὶ κατὰ τὰ ταύτης κεφάλαια διαιρεῖν τὸ ζήτημα, περὶ οὗ ἡ παραγραφή· ὡς γὰρ ἔφαμεν, κατὰ πάσας τὰς στάσεις ἡ εὐθυδικία εὑρίσκεται πλὴν τῆς μεταλήψεως τῆς ἐγγράφου τε καὶ ἀγράφου· πῶς γὰρ οἷόν τε στάσιν εὑρεθῆναι ἐν τῇ αὐτῇ στάσει· ὑποδείγματος δὲ χάριν· οἷον ἐπὶ τῆς παραγραφῆς τῆς ὑπὲρ Φορμίωνος στοχαστικὴ ἀνεφύη εὐθυδικία· ζητεῖ γὰρ πότερον χρεωστεῖ τὴν ἐνθήκην τῆς τραπέζης Φορμίων ἢ οὔ· ἐπὶ δὲ τῆς πρὸς Παταίνετον, μεταστατική· περὶ Εὔεργον τὸν Μνησιβούλου μεταγενομένης τῆς αἰτίας· τῆς τε κατὰ διπλοῦν τῆς γραφῆς καὶ τῆς τοῦ Μετέλλου ἐπηρείας· στοχαστικὴ δὲ εὐθυδικία καὶ ὡς ἐν τῷ κατὰ Τιμάρχου· ζητεῖται γὰρ ἐκεῖ εἰ ἡταίρηκε Τίμαρχος· κατὰ δὲ ὅρον ἐνώπιόν τις τῆς μητρὸς ἀπέκτεινε τοὺς υἱεῖς ἐκ καταδίκης νόμου· ἐξέθανεν ἡ μήτηρ καὶ κρίνεται ὁ ἀποκτείνας αἰτίας θανάτου· ζητεῖται γὰρ μετὰ τὴν παραγραφὴν εἰ τοῦτό ἐστιν αἰτία θανάτου· κατὰ δὲ πραγματικὴν, οἷον πλούσιος καὶ πένης ἐχθροὶ τὰ πολιτικά· πρεσβεύοντος τοῦ πένητος ἔγραψεν ὁ πλούσιος τὸν ἧττον πέντε ταλάντων κεκτημένον οὐσίαν μὴ πολιτεύεσθαι· νόμου ὄντος μέχρι ἐνιαυτοῦ ἄκρα εἶναι τὰ ψηφίσματα, ἐμβραδύναντος τοῦ πένητος τῇ πρεσβείᾳ κεκύρωται ὁ νόμος· μετὰ ταῦτα ἐπανελθὼν κρίνει τὸν πλούσιον παρανόμων καὶ παραγράφεται ὁ πλούσιος τὴν ὑπὸ τοῦ νόμου προβαλλόμενος προθεσμίαν, καὶ ὡς ἐκπέπτωκε ταύτης· καὶ λοιπὸν ἡ εὐθυδικία κατὰ πραγματικὴν, οἷον εἰ δίκαιος, εἰ συμφέρων ὁ νόμος.
4.283 Εἰσὶ καὶ κατὰ τὰς λοιπὰς στάσεις εὐθυδικίαι· χρὴ δὲ γινώσκειν, ὡς τῆς παραγραφῆς ἡ μὲν τελεία ἐστὶν, ἡ δ’ ἀτελὴς, τελεία μὲν ὅτε τοῦ πράγματός ἐστι παραγραφὴ, ὡς ἐπὶ τοῦ φεύγοντος φόνου καὶ λέγοντος ὅτι ἐκρίθη· ἐν τούτῳ γὰρ οὔτε τὸν κατηγοροῦντα οὔτ’ ἄλλον τινὰ δέχεται· λέγει γὰρ ὅτι οὔτε σοὶ οὔτ’ ἄλλῳ τινὶ δικάζομαι περὶ τούτου· ἀτελὴς δὲ γίνεται, ὅτε προσώπου μόνου γίνεται παραγραφή· λέγει γὰρ ὅτι σοὶ μὲν οὐ δικάζομαι, ἑτέρῳ δὲ τῷ βουλομένῳ· ὥσπερ Αἰσχίνης τὸν Τίμαρχον παραγραψάμενος πρὸς Δημοσθένην ἠγωνίσατο περὶ τῶν κατηγορουμένων.
4.284 Δέον δὲ καὶ τοῦτο προσθεῖναι ὡς ἐν ταῖς παραγραφαῖς· ἐὰν μὲν ἔχωμεν ἰσχυροτέρας τὰς ἀποδείξεις τῆς εὐθυδικίας, ὀλίγα χρὴ εἰπόντας ἡμᾶς περὶ τῆς παραγραφῆς εὐθὺς χωρεῖν ἐπὶ τὸν λόγον τῆς εὐθυδικίας· ὅπερ καὶ Δημοσθένης ποιεῖ ἐν ταῖς παραγραφαῖς· ἵνα μὴ δοκῶμεν φεύγοντες τὴν εὐθυδικίαν τῇ παραγραφῇ κεχρῆσθαι· ἐὰν δὲ ἀσθενῶμεν κατὰ τὴν εὐθυδικίαν, μένειν δεῖ τῷ τῆς παραγραφῆς κατασκευάζοντας τὸ μὴ δεῖν εἰσαγώγιμον εἶναι τὴν δίκην, καὶ τὴν εὐθυδικίαν· ἀλλὰ καὶ τοῦτο μὴ ἀγνοεῖν προσῆκεν, ὡς πᾶσα παραγραφὴ, ἥτις ἐστὶ καὶ ἔγγραφος μετάληψις; μεταλαμβάνεται γὰρ, εἴδη ἔχει δύο· ὥσπερ καὶ πραγματικῆς ἡ μὲν ἔγγραφος, ἡ δὲ ἄγραφος· καὶ ἡ μὲν ἔγγραφος παραγραφὴ καλεῖται, παρ’ ἐνίων δὲ ἔγγραφος μετάληψις· ἡ δὲ ἄγραφος ὁμωνύμως τῷ γένει μετάληψις, διὸ καὶ ζητεῖται, πῶς ὥσπερ ἐνταῦθα τὴν μετάληψιν διεῖλεν εἰς ἔγγραφον καὶ ἄγραφον, καὶ ἑκατέραν ἐτεχνολόγησε διελθὼν πρότερον· καὶ γὰρ καὶ αὕτη καὶ ἔγγραφός ἐστι καὶ ἄγραφος· φαμὲν οὖν ὡς ἐν τῇ πραγματικῇ οὐδὲ μία τῆς διαιρέσεως ἀνάγκη ἢ τῆς τεχνολογίας· ἀμφότερα γὰρ τὰ τῆς πραγματικῆς εἴδη μίαν καὶ τὴν αὐτὴν ἔχει τεχνολογίαν· οἷς γὰρ ἡ ἔγγραφος διαιρεῖται κεφαλαίοις, τούτοις καὶ ἡ ἄγραφος· ἐνταῦθα δὲ οὐχ οὕτως, ἑκάτερον δὲ εἶδος ἰδίοις διαιρεῖται κεφαλαίοις, καὶ διενήνοχεν ἀλλήλων. Οἷον δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶνα ι· τὸ μὲν παράδειγμα τοῦ τεχνικοῦ εὖ ἔχει· τὸ δὲ εἰπεῖν, κατὰ ῥητὸν καὶ διάνοιαν ἔστιν ἡ πρώτη ἐξέτασις, ἔσφαλται· τοῦτο δὲ ἔπταισεν ἀγνοήσας τὴν καθ’ ὁμωνυμίαν ἀμφιβολίαν· τοῦ μὲν λέγοντος δίκας εἶναι τὰς κρίσεις, τοῦ δὲ τὰς τιμωρίας· ἔστι γὰρ ἡ πρώτη ζήτησις κατὰ ἀμφιβολίαν· οἷον πότερον δίκας λέγει τὰς τιμωρίας ἢ αὐτὸ τὸ δικάζεσθαι· οὐδὲ γὰρ ἡ τοῦ ῥητοῦ διάνοια ζητεῖται, ἀλλ’ αὐτὸ τὸ ὄνομα τί σημαίνει· ἐπλανήθησαν δέ τινες ἀφ’ ὧν εἶπεν ὁ τεχνικὸς, εἶτα ἕπεται τὸ στοχαστικὸν, ὅτι κατὰ μόνον στοχασμὸν ἡ εὐθυδικία μελετᾶται· οὐκ ἔστι δέ· ἀλλ’ ὡς προαποδέδεικται κατὰ τὰς ἄλλας στάσεις· ἐνταῦθα δὲ ἡ μὲν παραγραφὴ ἐξ ἀμφιβολίας, ἡ δὲ εὐθυδικία κατὰ στοχασμόν· ἄλλοι δὲ καλῶς εἰρηκέναι φασὶ τὸν τεχνικὸν κατὰ ῥητὸν καὶ διάνοιαν· λέγοντος γὰρ τοῦ φεύγοντος, φησὶ, νόμον εἶναι δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι, ὁ κατήγορος λέγει· ὅτι τοῦτο εἴρηκεν ὁ νόμος περὶ τῶν εὐτελῶν πραγμάτων καὶ τῶν ἐν χρήμασιν ἀγώνων, οὐ περὶ τῆς κοινῆς σωτηρίας, οὐ περὶ μεγάλων πραγμάτων· στοχαστικὴ δὲ ἡ εὐθυδικία· ἀπὸ γὰρ τῆς τοῦ θεοῦ φωνῆς καὶ μαρτυρίας ἐξετάζομεν, ὡς οὗτος ἀνδροφόνος.
4.285 Μαρκελλίνο υ . Ἀπαγωγήν φησι τὴν ἐκβολὴν τῆς τοῦ πράγματος κρίσεως, ὅπερ ἴδιον τῆς ἐγγράφου μεταλήψεως τὸ φάσκειν, μηδὲ τὴν ἀρχὴν δεῖν κρίνεσθαι περὶ οὗ ἡ ζήτησις· χαρακτηριστικώτατον δὲ τοῦτο τῆς παραγραφῆς τὸ εἶναι τὴν ἰσχὺν ἀπό τινος ὡρμημένην ῥητοῦ, καὶ περὶ αὐτὸ γίνεσθαι τὴν ζήτησιν. Νόμος περὶ τῶν αὐτῶν δίκα ς. Ὁρᾷς ὅτι ἐνταῦθα ὁ φεύγων οὐκ εὐθὺς ἀπολογήσεται περὶ τοῦ ἐγκλήματος· ἀλλὰ καθάπαξ ἀνελεῖν τὴν κρίσιν ἐξ ἀρχῆς πειράσεται· παρατηρητέον δὲ ὡς διπλῆ τις ἡ τοιαύτη στάσις, τουτέστιν ἡ ζήτησις· δύο γὰρ ἐν ταύτῃ τὰ ζητήματα· καὶ τὸ μὲν πρῶτον, εἰ μὴ δεῖ κρίνεσθαι τὴν ἀρχὴν ἐπὶ τούτοις· ἔστι δὲ κατὰ ῥητὸν καὶ διάνοιαν ἡ πρώτη ζήτησις· τοῦ μὲν φεύγοντος ἐνταῦθα προτεινομένου τὸ ῥητὸν, τοῦ δὲ κατηγόρου τὴν διάνοιαν· λέξει γὰρ ἔχειν μὲν οὕτω τὸν νόμον, οὐ μὴν ἐπὶ τούτοις· οἷον οὐκ ἐπὶ τῶν οὕτω μεγάλων καὶ δεινῶν, ἀλλ’ ἐπὶ τῶν εὐτελῶν ἅπαξ κρίνεσθαι προστάττει· ἐπὶ μὲν γὰρ τούτων καὶ τὴν μίαν ἐξέτασιν ἀρκεῖν ἡγήσατο, ἐπὶ δὲ τῶν μειζόνων καὶ πλείονας· ἄλλοι δὲ κατὰ ἀμφιβολίαν τὴν πρώτην εἰρήκασι γίνεσθαι· ὁμωνύμως γὰρ τὰς δίκας νοεῖσθαι καὶ τὰς τιμωρίας· οἷον τιμωρεῖσθαι μὲν δεύτερον κωλύει, κρίνεσθαι δὲ δεύτερον οὐ κωλύει.
4.286 Εἶτα ἕπεται τὸ στοχαστικό ν· τὸ ἕτερόν φησι ζήτημα τὸ τῆς εὐθυδικίας, ὅ ἐστι τοῦ πράγματος ἡ ἐξέτασις, ὅπερ ἐξ ἀρχῆς παρεγράψατο· οὐ πάντως δὲ ἐπὶ πάσης παραγραφῆς στοχαστικόν· ἀλλ’ ἐνταῦθα μὲν στοχαστικόν· ἑκάστοτε δὲ πρὸς τὸ προκείμενον· στοχαστικὸν δὲ λέγει οὐ κεφάλαιον, ἀλλὰ ζήτημα· τινὲς δὲ τὸ προσὸν χρῶμα τῷ φεύγοντι ἀγνοοῦντες, ὅτι λοξίας ὁ θεὸς διὰ τὸ καὶ λοξὰ καὶ σαφῆ εἶναι τὰ μαντεύματα, λογιζόμενοι δὲ μόνον ὅτι βαρεῖ αὐτὸν ἡ φωνὴ τοῦ θεοῦ, οὐ γὰρ ἄνθρωπός φησιν ὁ κατήγορος, ἀσύστατον εἶναι τὸ ζήτημα ᾠήθησαν· οὐ γὰρ ψεύδεταί φησιν ὁ θεός· ἔπειτα δὲ χρώματος κατηγορήσει· λέξει γὰρ ὅτι αὐτὸ τοῦτο τὸν θεὸν ἠρώτησα, εἰ μέτεστι τοῖς ἀνδροφόνοις τοῦ μαντείου καὶ ἔχρησέ μοι· καὶ ἄλλως, ὅτι οὐ περὶ ἐμοῦ εἶπεν, ἀλλὰ φοβῆσαι τοὺς ἄλλους βουλόμενος, ὥστε φυλάττεσθαι φονεύειν μὲν πάλιν, ὅτι οὐκ ἀνδροφόνος ἐγώ· ἦ γὰρ ἂν οὐδὲ αὐτὸ τοῦτο ἔχρησέ μοι· ἀλλ’ ἐρεῖ ὁ ἕτερος· διατί δὲ μὴ ἄλλῳ, ἀλλὰ σοὶ τοῦτο ἔχρησεν, εὐπορήσει δὲ καὶ πρὸς τοῦτο ὁ φεύγων· ἐρεῖ γὰρ, ᾔδει με ὑπονοηθέντα, καὶ ἐζήτει με τῆς τοιαύτης αἰτίας ἀπολύσασθαι· ζητητέον δὲ, πῶς ἀεὶ τοῦ πρώτου ζητήματος χαρακτηρίζοντος τὴν στάσιν, ἐνταῦθα ἡ πρώτη ἐξέτασις κατὰ ῥητὸν καὶ διάνοιαν· καίτοι μὴ οὔσης τῆς στάσεως ῥητοῦ καὶ διανοίας, ἀλλὰ παραγραφῆς· καὶ λέγομεν ὡς ὁμολογουμένου ὅτι παραγραφή ἐστιν, οὐκ εἴρηκεν· καθὸ δὲ ἡ παραγραφὴ τὴν ἐξέτασιν ἔχει, ἀναγκαίως δὲ καὶ διάνοιαν· ἐπειδὴ τὸ ῥητὸν διάνοια λέγεται, ὅτ’ ἂν περὶ αὐτὸ ἡ ζήτησις ᾖ· πρῶτον δὲ εἴρηκεν, ὡς πρὸς τὸ στοχαστικόν· ζητητέον δὲ καὶ τοῦτο, πῶς δύο ζητημάτων ὄντων ἐν τῇ παραγραφῇ, ἐξ ἑνὸς τῇ στάσει τὴν ἐπωνυμίαν δέδωκεν· πρόδηλος δὲ ἡ λύσις· τὸ γὰρ προκείμενον χαρακτηρίζει τὴν στάσιν· ἀμέλει καὶ ἐν στοχασμῷ ἐμπίπτει ἀντίληψις· καὶ ἐν ταῖς ἀντιθετικαῖς βίαιος ὅρος, καὶ ἐν τῷ ὅρῳ συλλογισμός· ἀλλ’ οὔτε τὸν στοχασμὸν διὰ τοῦτο εἴποις ἀντίληψιν, οὔτε τὸν ὅρον συλλογισμόν, οὔτε τὰς ἀντιθετικὰς ὅρον.
4.287 Ἡ δὲ ἄγραφος ἔστι μὲν ἀπαγωγὴ τῆς εὐθυδικίας καὶ αὐτὴ κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ· τὴν δὲ ζήτησιν οὐ περὶ τὸ ῥητὸν ἔχει, ἀλλὰ περί τι τῶν περὶ τὸ πρᾶγμα, τόπον, ἢ χρόνον, ἢ πρόσωπον, ἢ αἰτίαν ἢ τρόπον· ὅταν τὸ μὲν πρᾶγμα συγχωρῶμεν, ἓν δέ τι τούτων αἰτιώμεθα δήπου μεταλαμβάνοντες· οἷον ἐξῆν ἀποκτιννύναι καὶ τὸν μοιχὸν καὶ τὴν μοιχευομένην· τὸν μοιχὸν ἀποκτείνας τις μόνον, χρόνῳ ὕστερον ἐπὶ τῷ τάφῳ τοῦ μοιχοῦ δακρύουσαν εὑρὼν ἀπέκτεινε τὴν γυναῖκα καὶ φόνου φεύγει· τὸν γὰρ τόπον ἐνταῦθα καὶ τὸν χρόνον αἰτιώμεθα δήπουθεν. Συριανοῦ καὶ Σωπάτρο υ. Ἐν ταύτῃ τῇ μεταλήψει ἥτις ὁμώνυμός ἐστι τῷ οἰκείῳ γένει περὶ τοῦ ποῖόν τί ἐστι ζητοῦμεν· λέγομεν γὰρ μεταλαμβάνοντες, ὡς οὐ δικαίως γέγονεν ὁ φόνος ἐνταῦθα· ἢ ἀπὸ τοῦδε τοῦ προσώπου, ὡς ἐπὶ τοῦ τὴν μητέρα μοιχευομένην ἀνελόντος· ἢ ἐν τῷ νῦν χρόνῳ, ἢ ἀπό τινος τῶν περιστατικῶν· παρωθεῖται μὲν γὰρ καὶ αὕτη τὴν γραφὴν, οὐκ ἀπὸ τοῦ νόμου δὲ, ἀλλ’ ἀπὸ τῶν περιστατικῶν· γίνεται δὲ ἡ μετάληψις ἀπὸ τοῦ κατηγόρου· ἡ δὲ παραγραφὴ ἀπὸ τοῦ φεύγοντος· ὁ γὰρ φεύγων ἐστὶν ὁ νόμῳ ἐκβάλλων τὸν ἀγῶνα καὶ τὴν εὐθυδικίαν· διὸ καὶ ταύτῃ διαφέρει τῆς παραγραφῆς ἡ μετάληψις· ἡ μὲν γάρ ἐστιν ἀπὸ τοῦ φεύγοντος ἡ παραγραφὴ, ἡ δὲ ἀπὸ τοῦ διώκοντος, ἡ μετάληψις· πλὴν ἀκριβέστερον τεχνολογητέον καὶ αὐτήν· ἡ γὰρ μετάληψις γίνεται μὲν ἀπὸ ῥητοῦ· οὐ μέντοι περὶ ῥητοῦ τὴν ζήτησιν ἔχει, ὡς ἡ ἔγγραφος, ἀλλὰ μόνου τοῦ νόμου γίνεται προβολή· οἷον νόμος τὸν μοιχὸν ἀναιρεῖσθαι· ἐνέπρησέ τις μετὰ μοιχοῦ τὴν οἰκίαν καὶ κρίνεται· ἐνταῦθα γὰρ τὸν νόμον προβάλλεται καθ’ ὃν ἔδει κολάζειν τὸν μοιχόν· ἀλλ’ οὔτι γε περὶ τὸν νόμον ἡ ζήτησις· ὁμολογεῖ γὰρ καὶ ὁ κατήγορος μέμφεται δὲ μόνον τὸν τρόπον, ὅτι οὐχ οὕτως ἔδει κολάζειν· καὶ ἁπλῶς εἰπεῖν γίνεται ἡ μετάληψις ἐκ τῶν περιστατικῶν, ὅτ’ ἂν ἢ πρόσωπον, ἢ πρᾶγμα, ἢ τρόπον, ἢ χρόνον, ἢ τόπον, ἢ αἰτίαν μεταλαμβάνοντες ἐγκαλοῦμεν.
4.288 πρόσωπον μὲν ὡς ἐπὶ τοῦ τὴν μοιχευομένην ἀνελόντος μητέρα· πρᾶγμα δὲ ὡς ἐπὶ τῆς ἱερείας τῆς μυούσης τὸν τύραννον καὶ ἀποκτεινάσης· οὐ γὰρ ἐχρῆν ἀποκτεῖναι, τὸ πρᾶγμα γὰρ μεταλαμβάνοντες ἐγκαλοῦμεν· ἐν τούτῳ δὲ τῷ ζητήματι καὶ ἀπὸ τοῦ προσώπου γίνεται μετάληψις· οὐ γὰρ ἐξῆν ἱέρειαν οὖσαν ἀποκτεῖναι, καὶ ἀπὸ τοῦ χρόνου· παρὰ γὰρ τὸν καιρὸν τῆς μυήσεως· καὶ ἀπὸ τόπου· ἐν ἱερῷ γὰρ ἀθέμιτον φόνος· τρόπον δὲ, ὡς ἐπὶ τοῦ καταφλέξαντος σὺν τῷ μοιχῷ τὴν οἰκίαν· ὁ τρόπος γὰρ ἐνταῦθα μέμφεται τῆς τιμωρίας· τόπον δὲ καὶ χρόνον, ὡς ἐφ’ οὗ ὁ τεχνικὸς παρατίθεται ὑποδείγματος· καὶ ἐν ταύτῃ γὰρ τῇ μεταλήψει φημὶ ὁ κατήγορος προβάλλεταί τι τῶν τοιούτων, καθ’ ἣν ἡ στάσις γίνεται· αἰτίαν δὲ ὡς ἐπὶ τούτου· νόμος τὸν μοιχὸν ἢ χρήμασιν ἢ θανάτῳ ζημιοῦσθαι· εὑρών τις μοιχὸν χρήμασιν αὐτὸν ἐζημίωσεν· εἰλήφει παρ’ ἐχθροῦ αὐτοῦ διπλάσια, καὶ ὑπαντήσας αὐτῷ ἐν ὁδῷ ἀπέῤῥιψε τὰ χρήματα καὶ ἀπέκτεινε καὶ κρίνεται· ἐνταῦθα γὰρ ἡ αἰτία μεταλαμβάνεται, ὅτι οὐκ ἔδει ἐπὶ χρήμασιν αὐτὸν ἀποκτεῖναι, δύναται δὲ καὶ ἀπὸ τοῦ χρόνου μεταληφθῆναι.
4.289 Ἰστέον δὲ, ὡς ἔπταισε καὶ ἐνταῦθα ὁ τεχνικὸς ἐπειπὼν, ἐπὶ τῆς μεταλήψεως λέγω, ἀπαγωγὴν αὐτὴν εἰπὼν τῆς εὐθυδικίας· παντελὴς γὰρ οὐκ ἔστιν ἀπαγωγὴ τῆς εὐθυδικίας ἡ ἔγγραφος· ἀλλ’ ἡ εὐθυδικία ταύτης εἰσαγώγιμος, εἰ μὲν γὰρ ἐρεῖ, ὅτι διαβολὴ γίνεται ἀπ’ ἀρχῆς τῆς εὐθυδικίας, εὐθὺς γὰρ ἐν ἀρχῇ ὁ φεύγων ἐπὶ τὴν ἐξουσίαν καταφεύγει, τοῦτο ἐροῦμεν καὶ ἡμεῖς, ὅτι καὶ ἐν ἀντιλήψει συμβαίνει, καὶ ἐν στοχασμῷ· ἐρεῖ γὰρ κἀκεῖ ὁ φεύγων, ἐπ’ ἐξουσίας αὐτῷ εἶναι τὸ παρεστάναι· καὶ καθ’ ὅλου ἐν οἷς τί ἐστι τῶν περιστατικῶν, διαβολή ἐστι τοῦ ἀγῶνος· οὐ μὴν διὰ τοῦτο ἀπαγωγή ἐστι τῆς εὐθυδικίας τελεία· ἀμέλει αὐτὸς ὁ τεχνικὸς ἐν τῇ διαιρέσει τῆς ἀντιλήψεως πρῶτον κεφάλαιον θήσει τὰ μόρια τοῦ δικαίου καὶ τὸ πρόσωπον, ἅπερ ἄμφω παραγραφικοῦ τάξιν ἐπέχει, ἀλλ’ οὐκ ἤδη καὶ ἀπαγωγή ἐστι τῆς εὐθυδικίας· ἀλλ’ οὐδὲ τὸ ἐν στοχασμῷ παραγραφικὸν οὕτως, ἀλλὰ μόνον διαβολὴ τοῦ ἀγῶνος. Τί οὖν ἴσως ἐρεῖ τις μετάληψις ἀντιλήψεως διαφέρει, εἴγε καὶ ἐν ἀντιλήψει ὁ φεύγων τῆς ἐξουσίας ἀντιλαμβάνεται καὶ ἐν μεταλήψει; φαμὲν οὖν, ὅτι ἐν μὲν ἀντιλήψει οὐ πάντη ὡμολόγηται ἡ ἐξουσία, ἀλλ’ ἀμφισβητεῖται, ταύτῃ καὶ ὁ κατήγορος πολὺς ἄνω καὶ κάτω ἐκβάλλειν ταύτην πειρώμενος· ἐν δὲ τῇ μεταλήψει ὁ κατήγορος τῷ φεύγοντι παραχωρῶν τῆς ἐξουσίας, ἀπό τινος τῶν περιστατικῶν ἐνίσταται καὶ τούτῳ πρὸς αὐτὸν διαμάχεται· ἔτι κἀκεῖνο ἄν τις εἴποι διάφορον, ὅτι ἐν μὲν τῇ ἀντιλήψει ἀπὸ τοῦ παθόντος πειρᾶται ποιεῖν τὴν ἀντίῤῥησιν, λέγων μὴ ἐξεῖναι τρισαριστέα φονεύειν· ἐν δὲ μεταλήψει πρὸς τὸν δράσαντα μόνον ἀγωνίζεται, λέγων οὐ κατὰ τὸ δέον πεποιηκέναι, τοὐναντίον ὁμολογῶν ἀξίως τὸν παθόντα ὑπομεμενηκέναι τὴν κόλασιν· ὡς ἐπὶ τοῦ ζητήματος τοῦ κατὰ τὴν ἱέρειαν, ἣ μυοῦσα τὸν τύραννον ἀπέκτεινε καὶ κρίνεται φόνου· ἐνταῦθα γὰρ ὁ κατήγορος, ὅτι μὲν αὐτῇ οὐ δίδωσι τὴν ἐξουσίαν ὁ νόμος, ἐναντιοῦται, οὐδ’ ὅτι οὐκ ἦν ἄξιος ἀναιρεθῆναι ὁ τύραννος· τοῦτο δὲ μόνον μάχεται λέγων, οὐκ ἔδει ἱέρειαν οὖσαν, οὐκ ἔδει μυοῦσαν τὸν φόνον ἐργάσασθαι.
4.290 ἔτι καὶ τοῦτο διαφέρουσιν, ὅτι ἐν μὲν ἀντιλήψει ἀκόλουθόν ἐστι τὸ ὄνομα τῆς γραφῆς τῷ πεπραγμένῳ, ἐν δὲ τῇ μεταλήψει ἕτερον τὸ ὄνομα τοῦ ἐγκλήματος· ἐν γὰρ τῷ ἀριστεῖ φόνου γεγονότος φόνος κρίνεται· ἐν δὲ τῇ μεταλήψει φόνου γεγονότος ἕτερον τὸ κρινόμενον· οὐ γὰρ ὁ φόνος τῆς ἱερείας κατηγορεῖται, ἀλλὰ τὸ ἀπαίσιον. ἔτι κοινωνεῖ μετάληψις συλλογισμῷ, ὡς ἐπὶ τούτου· μοιχόν τις λαβὼν ἀπέκτεινεν οὔπω τοῦ τιμήματος τοῦ κατὰ τὸν μοιχὸν κειμένου, καὶ εἰσενεγκὼν νόμον ἐκύρωσεν ἐξεῖναι τὸν μοιχὸν ἀποκτιννύναι· πεφώραται προαποκτείνας καὶ κρίνεται· δοκεῖ μὲν εἶναι συλλογισμὸς τῷ συλλογίζεσθαι τὸν φεύγοντα· καὶ λέγειν μηδὲν διαφέρειν, εἴτε νῦν εἴτε ἄλλοτε ἀνῄρηται, ὅτε ὁ νόμος δίδωσί μοι τὸ ἀναιρεῖν· οὐκ ἔστι δὲ, ἀλλὰ πολὺ διαφέρει, καὶ γὰρ ἐν μὲν τῷ συλλογισμῷ ὁ μὲν φεύγων τὸ ῥητὸν προβάλλεται· μετάληψις οὖν ἐστιν ἀπὸ καιροῦ μεταλαμβανομένη· ἐντεῦθεν δῆλον, ὡς ἡ μὲν παραγραφὴ τελεία ἐστὶν ἐκβολὴ τοῦ ἀγῶνος, ἡ μέντοι μετάληψις οὐκ ἔστι τελεία ἐκβολὴ τῆς εὐθυδικίας· καὶ τοῦτο ἀπὸ τοῦ Δημοσθένους παραγραφῶν φανερὸν, οὐ γὰρ συγχωροῦσι τὸ πρᾶγμα, ἀλλὰ τὴν ζήτησιν ἔχουσι περὶ τοῦ εἰ δεῖ εἰσελθεῖν· διὸ καὶ ἀντιστρέφουσι τὸν ἀγῶνα· τὸν γὰρ φεύγοντα πρῶτον ποιοῦσι λέγοντα καὶ κατηγόρου τάξιν ἐπέχοντα· ὡς ἐν τῷ κατὰ τοῦ Στεφάνου Δημοσθένης φησί· προλαβὼν δέ μου διὰ τὸ πρότερος λέγειν παραγραφὴν ἀγωνίζεσθαι· ὡσαύτως καὶ Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου παραγραφικῷ ὄντι οὐ συγχωροῦσι τὸ πρᾶγμα· εἰ δὲ ἡ μετάληψις συγχωρεῖ, οὐ τελεία ἐστὶν ἀπαγωγὴ τῆς εὐθυδικίας, ἀλλ’ ὁ κατήγορος μεταλαμβάνων τι τῶν περιστατικῶν πειρᾶται τὸ ἐκ τοῦ νόμου συγχωρούμενον διαβάλλειν· διὸ καὶ μετάληψις ἐκλήθη καὶ τῇ παραγραφῆ συνήφθη· ὡς γὰρ ἐκείνη ἐκβάλλει τὴν εὐθυδικίαν ἐκ τοῦ νόμου, οὕτω καὶ ἡ μετάληψις ἀπὸ τῶν περιστατικῶν διαβάλλει τὸ ἐκ τοῦ νόμου συγχωρηθέν.
4.291 Μαρκελλίνο υ. Ὅτι παραγραφὴ καὶ ἡ ἄγραφος, σαφῶς ἐνταῦθα ἐδήλωσεν, εἰπὼν κατὰ παραγραφὴν ἀπὸ ῥητοῦ· οὐκέτι δὲ περὶ ῥητὸν, ἐπειδὴ μὴ ἰσχύει, δηλονότι τῷ ῥητῷ· ἦ γὰρ ἂν φανερῶς ἦν ἔγγραφος· ἐδήλωσε καὶ τὴν διαφορὰν αὐτοῦ πρὸς τὴν ἔγγραφον εἰπὼν, οὐκ ἔτι δὲ τὴν ζήτησιν περὶ τὸ ῥητὸν ἔχει, ἀλλὰ τρόπον τινὰ παραγράφεται ἐκβάλλουσα τὴν ἐξουσίαν τῆς πράξεως· κέχρηται μὲν γὰρ κἀνταῦθα ὁ φεύγων τῷ ῥητῷ· ἀποστὰς δὲ ταχέως τοῦ ῥητοῦ ἐπὶ τὸ πρᾶγμα μετέρχεται· τοιγάρτοι καὶ ὁ κατήγορος τὸ γεγενημένον κατὰ νόμον ὁμολογῶν γενέσθαι, ἕν τι τῶν περιστατικῶν αἰτιάσεται· ὥστε τὴν χρείαν μόνον ἐνταῦθα παρεχόμενοι οὐκ ἐμμένομεν αὐτῷ· ἐν δὲ τῇ ἐγγράφῳ ἐνδιατρίβομεν αὐτῷ τῷ ῥητῷ· τὸ δ’ αἴτιον, ὅτι ἐν μὲν τῇ ἐγγράφῳ τὸ ῥητὸν ἄντικρυς εἰς τὴν ἀπαγωγὴν τῆς εὐθυδικίας τείνει· διὸ καὶ τὴν πλείστην χορηγίαν ἔχοντες ἐξ αὐτοῦ εἰκότως ἐνδιατρίβομεν αὐτῷ ἀγωνιζόμενοι· ἐν δὲ τῇ ἀγράφῳ τοιοῦτον μὲν οὐδὲν ἔχομεν τοῦ πεπραγμένου παρὰ τοῦ νόμου· ἐκ δὲ τῶν παραδειγμάτων ἔσται φανερὸν τὸ εἰρημένον· δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι· ὁρᾷς ὅτι φανερῶς ὁ νόμος ἀναιρεῖ τὴν κρίσιν· τῆς ἀγράφου παράδειγμα· ἱέρεια μυούμενον ἀπέκτεινε τύραννον, καὶ φεύγει ἀσεβείας· μὴ ἄντικρυς ὁ νόμος ἐνταῦθα πρὸς τὴν κρίσιν ἐναντιούμενος φαίνεται; τοῦ μὲν γὰρ ἀνελεῖν τὸν τύραννον τὴν ἐξουσίαν προβάλλεται· οὐ μὴν μὴ κρίνεσθαι τὸν ἐν ἱερῷ φονεύσαντα κεκώλυκεν· καὶ ἄλλως· ἡ μὲν ἔγγραφος τοῦ ἑνὸς ἔχοντος τὸ ῥητὸν τὴν διάνοιαν παρέχει τῷ ἐναντίῳ, ὥστε μερίζονται ὁ μὲν τὸ ῥητὸν, ὁ δὲ τὴν διάνοιαν.
4.292 ἐν δὲ μεταλήψει μόνον ἐστὶ τὸ ῥητὸν, τοῦ ἅπαξ χρωμένου εἴτε τοῦ φεύγοντος εἴτε τοῦ κατηγόρου· οὐκ ἔτι δὲ ἔχει τούτου τὴν διάνοιαν τὸ ἐναντίον, ἀλλὰ καὶ συνομολογεῖ ὅτι ἔξεστιν, αἰτιᾶται δὲ ἀπό τινος τῶν περιστατικῶν· εἴ τις δὲ ζητοίη, τί διαφέρει τῶν νομικῶν ἡ ἔγγραφος, λεκτέον, ὅτι ἐκεῖ μέν ἐστιν ἡ ζήτησις, εἰ κατὰ νόμον τὸ πραχθέν· ἐνταῦθα δὲ εἰ δεῖ ὅλως εἰσελθεῖν τὸν ἀγῶνα· ζητητέον δὲ ἐπειδὴ καὶ τελείαν εἶπεν εἶναι παραγραφὴν ἐν τοῖς ἑξῆς, ποία μὲν τελεία, ποία δὲ ἀτελής· οἱ μὲν οὖν τὴν ἄγραφον εἰρήκασιν ἀτελῆ, ἐπειδὴ ἄρχεται ἀπὸ ῥητοῦ, οὐκ ἐκβάλλει δὲ κρίσιν· τελείαν δὲ τὴν ἔγγραφον· ἀλλὰ λέγομεν, οὐ περὶ τοῦ ἀγράφου νῦν ὁ λόγος· ἔτι τοίνυν παραγραφὴ τελεία ἡ παντελῶς ἐκβάλλουσα τὴν εὐθυδικίαν ὡς οὐκ εἰσαγώγιμον, ὡς ὁ πλούσιος· ἀτελὴς δὲ ἡ μὴ ἐκβάλλουσα μὲν, αἰτιωμένη δὲ πρόσωπον ὡς ἐν τῷ κατὰ Τιμάρχου· οὐ γὰρ ἐκβάλλει καθόλου τὴν κρίσιν· ἀλλὰ τὸ πρόσωπον αἰτιᾶται, ὅτι σοι οὐ προσήκει κατηγορεῖν μου, ἀμέλει πρὸς Δημοσθένην ἀπελογήσατο· τινὲς δὲ παράδειγμα εἰρήκασι τῆς ἀγράφου μεταλήψεως ἀπὸ τοῦ φεύγοντος, ἐπειδὴ εἰρήκαμεν, ὅτι γίνεται σπανίως μετάληψις ἀπὸ τοῦ φεύγοντος, τοιοῦτο· νόμος, τὸν βιασάμενον κόρην Ἀθήνησι χιλίας διδόναι· καὶ νόμος ἐν Λακεδαίμονι τὸν βιασάμενον θανάτῳ ζημιοῦσθαι· βιασάμενός τις Ἀθήνησι κατέβαλε τὰς χιλίας· ἐπανελθὼν εἰς Λακεδαίμονα κρίνεται κατὰ τὸν ἐκεῖ νόμον· καὶ παραγράφεται ἀπὸ τόπου ὁ φεύγων.
4.293 Τὰς μὲν οὖν λεγομένας στάσεις οὕτως ἐπιγνωσόμεθα· περὶ δὲ τῆς καθ’ ἑκάστην διαιρέσεως ἤδη λεκτέον· εἰδέναι μέντοι χρὴ ὡς τὰ περὶ στοχασμοῦ λεχθησόμενα, περὶ οὗ δὴ πρῶτον ἀναγκαίως λελέξεται, σχεδὸν εἰς ἅπαντα συντελεῖ τὰ μετὰ ταῦτα, διὸ καὶ εἰκότως μακρότερα ἔσται. Συριανοῦ καὶ Σωπάτρο υ. Ἔφαμεν ἤδη ὅτι τὰς στάσεις λεγομένας φησὶν ἤτοι διὰ τὸ πολυώνυμον· οἱ μὲν γὰρ στάσεις αὐτὰς καλοῦσιν· οἱ δὲ γενικὰ προβλήματα· οἱ δὲ περιέχοντα, ὡς περιεκτικὰ τῶν οἰκείων κεφαλαίων· εἴγε καὶ περιεχόμενα, ὡς ἔφαμεν τὰ κεφάλαια, ἢ ἀντὶ τὰς πολυθρυλήτους, δοὺς δὲ μέθοδον πρὸς ἐπίγνωσιν τῶν στάσεων ἐπισφραγίζεται βεβαιῶν αὐτοῦ τὴν διδασκαλίαν, ὡς πάντως οὕτως ἔνι καὶ, οὐκ ἄλλως ἐπιγνῶναι αὐτάς· ἐπισημαίνεται δὲ καὶ, ὡς διὰ τοῦτο πρῶτον περὶ στοχασμοῦ διαλήψεται, διότι οὐ μόνον αὐτὸς σχεδὸν εἰς πάσας ἐμπίπτει τὰς στάσεις, ἀλλ’ ὅτι καὶ τὰ κεφάλαια τοῦ στοχασμοῦ σχεδὸν εἰς ἁπάσας τὰς ἄλλας συντελεῖ στάσεις· ὥσπερ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντίληψις, μετάληψις, ποιότης. Μαρκελλίνο υ. Καλῶς προσέθηκε τὸ ἀναγκαίως· σημειωτέον δὲ, ὅτι αὐτὸς μὲν προστίθησι τὴν αἰτίαν τοῦ προτάξαι τὸν στοχασμὸν διὰ τὸ ἐμπίπτειν φησὶ πανταχοῦ καὶ ἐν ταῖς ἄλλαις στάσεσιν· οὐκ ἀκριβὴς δὲ ἡ αἰτία, εἰ καὶ πιθανή· οὐ γὰρ μόνος στοχασμὸς ἐμπίπτει ἐν ταῖς ἄλλαις στάσεσιν, ἀλλὰ καὶ ὁρικὸν καὶ ἀντιστατικὸν πολλάκις ἐν ταῖς ἄλλαις εὑρίσκεται· ἄμεινον οὖν διὰ τὸ τὴν οὐσίαν φύσει προτέραν εἶναι τῇ τάξει, περὶ ἧς ἐν στοχασμῷ ἡ ζήτησις· ταύτης γὰρ μὴ γενομένης φανερᾶς οὐκ ἔχει τὰ ἄλλα χώραν, οὔτε ἡ ἰδιότης, οὔτε ἡ ποιότης.
4.294 Περὶ στοχασμοῦ. Συριανοῦ καὶ Σωπάτρο υ. Ἐπειδὴ περὶ τῆς μεθόδου τῶν στάσεων ἀρκούντως διελέχθημεν, ἀναγκαῖον καὶ περὶ τῶν ἑξῆς εἰπεῖν· εἰδέναι τοίνυν χρὴ, ὡς δύο ταῦτα συνελθόντα ἓν τέλειον ἀπεργάζεται, τό τε ἀποδεικνύον καὶ τὸ ἀποδεικνύμενον· ἀλλὰ τὸ μὲν ἀποδεικνύον αἱ στάσεις εἰσὶν, ἤτοι ἡ τέχνη· τὸ δὲ ἀποδεικνύμενον τὸ πρᾶγμα περὶ οὗ ἡ στάσις, τουτέστι τὸ ζήτημα· λέγεται, δὲ καὶ τοῦτο πλεοναχῶς· οὐ μόνον γὰρ ζήτημα λέγεται, ἀλλὰ καὶ πρόβλημα καὶ ὅρος καὶ ὑπόθεσις καὶ μελέτη καὶ πλάσμα καὶ γύμνασμα.
4.296 ζήτημα μὲν διὰ τὴν ἐν αὐτῷ τοῦ δικαίου ζήτησιν· πρόβλημα δὲ ἀπὸ τοῦ προβάλλεσθαι πρὸς διάγνωσιν τῆς ἐν αὐτῷ στάσεως· ὅρος δὲ ἀπὸ τοῦ περιγράφειν καὶ προορίζειν τινὰ ὑπόθεσιν· ὑπόθεσις δὲ ἀπὸ τοῦ ὑποτίθεσθαι πρᾶγμά τι γεγονὸς ἐκ προσώπου· μελέτη δὲ διότι οὐκ ἄνευ τινὸς συνεχοῦς ἀσκήσεως ἡ περὶ τοὺς ῥητορικοὺς λόγους ἐπιστήμη προσγίνεται ἀνθρώπῳ ὡς καὶ τῶν ἄλλων ἕκαστον· πλάσμα δὲ καὶ γύμνασμα, ἀπὸ τοῦ καὶ πράγματος ἀληθοῦς μὴ ὑποκειμένου, γυμνασίας δὲ ἕνεκα μόνης διαπλάττειν τινὰς ὑποθέσεις· ἄξιον δὲ καὶ τὸ χρήσιμον τῆς περὶ τῶν στάσεων μεθόδου κατανοήσαντας, οὕτως ἐπὶ τὴν ἑκάστης χωρῆσαι διαίρεσιν· τὸ γάρ τοι τὰς ἀπείρους παρὰ τοῖς ῥήτορσιν ἀποδείξεις εἰς δέκα τέσσαρας μόνας ἀγαγεῖν προτάσεις, φημὶ δὴ τὰς στάσεις, οὐ πόῤῥω τινὸς διαιρετικῆς ἐστι φιλοσοφίας· ὥσπερ γὰρ Ἀρχύτας ὁ Πυθαγόρειος καὶ μετ’ αὐτὸν ὁ δαιμόνιος Ἀριστοτέλης θαύματος ἄξιοι ὑπὸ τὰς δέκα κατηγορίας τὰς ἀπείρους λέξεις ἀνενεγκόντες, οὕτως ἐπαίνου ἀξίους ἡγητέον, ὡς μικρὰ μεγάλοις εἰκάσαι, τοὺς πᾶσαν ῥητορικὴν δικαιολογίαν ἀριθμῷ δεκατεσσάρων ὁρίσαντας στάσεων· χρήσιμον δὲ καὶ τοῦτο· διὰ γὰρ τῆς τούτων ἐπιγνώσεως τοῖς τε προσήκουσι κεφαλαίοις ἐν ἑκάστῃ χρησόμεθα· καὶ τῶν οἰκείων ἑκάστης εὐπορήσομεν νοημάτων καὶ σύγχυσιν οὐδεμίαν ἐργασόμεθα, τοῖς στοχαστικοῖς ἐν ὅρῳ κεχρημένοι, ἢ τοῖς ὁρικοῖς ἐν πραγματικῇ, ἀλλὰ τὰ προσεχῆ νοήματα ζητήσομεν ἐν ἑκάστῃ, τὰ δὲ παντελῶς ἀπᾴδοντα διαγράψομεν· καὶ γὰρ Ἀριστοτέλης ἐν ταῖς ῥητορικαῖς τέχναις πρὸς τέσσαρα ταῦτα χρήσιμον εἶναί φησι τὴν ῥητορικὴν καὶ τὰς δι’ αὐτῆς ἀποδείξεις· πρῶτον μὲν πρὸς τὴν τῶν ἀληθῶν καὶ δικαίων ἐν τοῖς πολιτικοῖς πράγμασιν ἐπίγνωσιν· ὡς καὶ Πλάτων φησὶν ἐν Φαίδρῳ· ῥήτορος μὲν γὰρ ἔργον τὸ τἀληθῆ λέγειν, δικαστῶν δέ γε σωφρόνων τὸ τὰ δίκαια λέγειν· δεύτερον δὲ τὸ διὰ τῶν κοινῶν καὶ πιθανῶν λόγων πείθειν τοὺς πολλοὺς, ἀλλὰ μὴ διὰ τῶν ἐπιστημονικῶν, ὡς ἐπαΐειν παντελῶς ἀδυνατοῦσιν· τρίτον τὸ πρὸς τὰ ἀντικείμενα δύνασθαι διὰ λόγων βοηθεῖν ἑαυτοῖς· τέταρτον τὸ πᾶσαν ἐν λόγοις εὔροιαν, ἥτις πρὸς ἅπασαν ἐπιστήμην χρήσιμος, ἐκ ταύτης ἡμῖν περιγίνεσθαι· ὅθεν καὶ Ἀριστοτέλης ἐν ταῖς δειλιναῖς προόδοις τῶν ἑταίρων ῥητορικὰ προβλήματα μελετᾷν αὐτοὺς κατηνάγκαζε, δύο τέχνας φάσκων εἶναι τοῦ πείθειν ἐν λόγοις, ῥητορικὴν καὶ διαλεκτικὴν, τὴν μὲν ἐν τῷ λέγειν ἀποτάδην, διαλεκτικὴν δὲ ἐν τῷ διαλέγεσθαι· καὶ συνεχῶς ἐπεβόα· αἰσχρὸν σιωπᾷν, Ἰσοκράτην δ’ ἐᾷν λέγειν· οἱ μὲν οὖν τῶν δειλινῶν ἀκροώμενοι συνόδων, αἳ πρὸς τοὺς λοιποὺς ἐγύμναζον λόγους, ἐξωτερικοὶ ἐκαλοῦντο· οἱ δὲ τῶν ἑωθινῶν περὶ φιλοσοφίαν λόγων ἀκροαματικοί· ὠνόμασται δὲ στοχασμὸς, ἀπὸ μεταφορᾶς τῶν ἐπί τινα σκοπὸν εὐστόχως ἱέντων τὰ βέλη, καὶ γὰρ ἐνταῦθα στοχαστικοῖς τοῦ προκειμένου καὶ τοῖς ἐξ εἰκότων λόγοις ὅ τε κατήγορος κατασκευάζει τὸ ἐπαγόμενον ἔγκλημα, καὶ ὁ φεύγων διωθεῖσθαι σπεύδει τὰς αἰτίας· ὁρίζεται δὲ αὐτὸν Μινουκιανὸς μὲν οὕτως· στοχασμός ἐστιν ἄρνησις παντελὴς τοῦ ἐπιφερομένου ἐγκλήματος, οὐκ εὖ δὲ ἔχει ὁ ὁρισμός· οὔτε γὰρ ἐκ γένους ἐστὶ καὶ συστατικῶν διαφορῶν· καὶ πρὸς τούτῳ τὸ ἀρνεῖσθαι τὸ ἐπιφερόμενον ἔγκλημα κοινόν ἐστι καὶ τῶν ἄλλων στάσεων· ἔτι δὲ οὐ παντὶ στοχασμῷ ἁρμόττει· ἐν γὰρ τοῖς συνεζευγμένοις στοχασμοῖς οὐχ ἓν τὸ ἐπιφερόμενον ἔγκλημα, ἀλλὰ δύο, καὶ ὅτι τοῦ στοχασμοῦ ἐξ ἑκατέρου γνωριζομένου τῶν μερῶν, ἐκ μόνου τοῦ φεύγοντος αὐτὸν ὡρίσατο, ἡ γὰρ ἄρνησις οἰκεία δῆλον ὅτι τοῖς φεύγουσιν.
4.299 Ἑρμογένης δὲ καὶ Μητροφάνης οὕτως ὁρίζονται· στοχασμός ἐστιν ἀδήλου πράγματος ἔλεγχος οὐσιώδης ἀπό τινος φανεροῦ σημείου· ἔχει δὲ καὶ οὗτος ἀτελῶς ὁ ὁρισμός· ὡς μήτε ἐκ γένους καὶ συστάσεως ὑπάρχων διαφορῶν· μήτε τῶν ἀγωνιζομένων ἑκάτερα τὰ μέρη περιλαμβάνων, ἀλλ’ ἐναντίως μὲν τῷ Μινουκιανῷ ἐπιχειρῶν καὶ ἀπὸ τοῦ διώκοντος τὸν στοχασμὸν ὁριζόμενος· ὁ γὰρ ἔλεγχος τῷ κατηγόρῳ πρεπώδης· τοῖς αὐτοῖς δὲ ἐκείνῳ περιπίπτων ἁμαρτήμασιν, οὐδὲ γὰρ πάντα στοχασμὸν περιλαμβάνει· εἰσὶ γάρ τινες οἳ τεκμήρια οὐκ ἔχουσι στοχασμοί· οὓς καὶ ἀτελεῖς ἐκ πραγμάτων καλοῦμεν, ὡς ἐπὶ τοῦ ἀσώτου· ἰστέον δὲ, ὅτι διαφέρει τεκμήριον τοῦ κρινομένου· τὸ μὲν γὰρ ἀποδείκνυσι, τὸ τεκμήριον τοῦ κρινομένου· τὸ μὲν γὰρ ἀποδείκνυσι, τὸ τεκμήριον· ἀποδείκνυται δὲ τὸ κρινόμενον· καὶ ὅτι τὸ μὲν στοχασμοῦ μόνου· τὸ κρινόμενον δὲ καὶ ἐν ταῖς ἄλλαις ἐμπίπτει στάσεσιν· τὸ δὲ ἀνεύθυνον μὲν εἶναι τὸ τεκμήριον, ἕτερον δέ τι δι’ αὐτοῦ κρίνεσθαι ἴδιον μὲν στοχασμοῦ· οὐ παντὸς δέ· ἔνια γὰρ τῶν τεκμηρίων ἐστὶν ὑπεύθυνα, ὡς ἐπὶ τοῦ νέου πλουσίου τοῦ γήμαντος ἐξ ἀστυγείτονος πόλεως θυγατέρα τυράννου, καὶ κρινομένου τυραννίδος ἐπιθέσεως· ὁρισμὸς δὲ αὐτοῦ τέλειος ἔχει οὕτω, στοχασμός ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους περὶ τοῦ τί ἐστι τὸ κρινόμενον ἤτοι περὶ οὐσίας τὴν ζήτησιν ἔχων· γένος γὰρ τοῦ ὅρου ἐστὶν ἡ στάσις· ὑπὸ γὰρ τὴν στάσιν καὶ αἱ ἄλλαι πᾶσαι ἀνάγονται ζητήσεις· τὰ δὲ λοιπὰ διαφοραί· ἐπεὶ γὰρ τῶν στάσεων αἱ μέν εἰσι μουσικαὶ, αἱ δὲ ἀριθμητικαί, αἱ δὲ πολιτικαὶ, προσθεὶς τὸ πολιτικοῦ πράγματος τῶν ἄλλων αὐτὴν ἐχώρισε στάσεων· πάλιν ἐπειδὴ τῶν πολιτικῶν ζητήσεων αἱ μέν εἰσι καθ’ ὄλου, αἱ δὲ μερικαὶ, προσθεὶς τὸ ἐπὶ μέρους ἐχώρισεν αὐτὰς τῶν καθόλου ἤτοι τῶν φιλοσόφων· διὰ δὲ τοῦ περὶ οὐσίας ἔχων τὴν ζήτησιν, τὴν ἰδιότητα τοῦ στοχασμοῦ παρέστησεν, ἥτις καὶ χωρίζει αὐτὴν τῶν ἄλλων στάσεων· εἰσὶ δὲ κεφάλαια τοῦ στοχασμοῦ, ὡς καὶ αὐτὸς ἐπισημαίνεται Ἑρμογένης, ἐννέα· ἡ γὰρ ποιότης κοινή· τούτων δὲ τὰ μὲν ἀπὸ τοῦ προσώπου κρίνεται, τὰ δὲ ἀπὸ τῆς τῶν πραγμάτων ποιότητος, τὰ δὲ ἔξωθεν ἔχει τὴν σύστασιν· ἀπὸ μὲν οὖν τοῦ προσώπου· βούλησις καὶ δύναμις· διόπερ ἐν τοῖς ἐκ προσώπων ἀτελέσι στοχασμοῖς καὶ ταῦτα ἐκλείπει· ἀπὸ δὲ τοῦ πράγματος ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἔξωθεν δὲ ἐμπίπτουσι δύο, παραγραφικὸν καὶ ἐλέγχων ἀπαίτησις, ἅπερ κοινά ἐστιν ἀμφοῖν τοῦ τε προσώπου καὶ τοῦ πράγματος· πάλιν τούτων τῶν κεφαλαίων τὰ μὲν τοῦ κατηγόρου ἐστὶ, τὰ δὲ τοῦ φεύγοντος, τὰ δὲ κοινὰ ἀμφοῖν· τοῦ μὲν κατηγόρου δύο, ἀπ’ ἀρχῆς ἄχρι τέλους, μετάληψις, τοῦ δὲ φεύγοντος, πέντε· ὥσπερ ὑπ’ αὐτῆς βοηθουμένου τῆς τέχνης καὶ τὸ φοβερὸν τῆς κατηγορίας τῷ πολυτρόπῳ τῆς ἀπολογίας ἐκκρούοντος, ἔστι δὲ τάδε· παραγραφικὸν, ἐλέγχων ἀπαίτησις, ἀντίληψις, χρῶμα, πιθανὴ ἀπολογία· κοινὰ δὲ ἀμφοῖν κεφάλαια, βούλησις καὶ δύναμις· προτέτακται δὲ ὁ στοχασμὸς, ἤτοι ὅτι φυσικῶς ἐν πάσαις ἐμπίπτει ταῖς στάσεσι ταῖς τε νομικαῖς καὶ λογικαῖς· ἢ ὅτι ἡ στοχαστικὴ ζήτησις καὶ ἐξ αὐτοῦ τοῦ ὀνόματος τὴν πίστιν ἔχει πρὸ πάντων οὖσα, τὰ γὰρ ἄδηλα πρὸ τῶν δήλων ἀναγκαῖον κατασκευάζεσθαι· τριῶν δὲ ὄντων τῶν ποιούντων τὰς στάσεις, αἰτίου, συνέχοντος, κρινομένου, ἔδει μὲν τὰ τοῦ αἰτίου ὡς πρώτου προτετάχθαι κεφάλαια, ἤτοι τὰ τοῦ κατηγόρου· οὐδὲ γὰρ ἄνευ κατηγορίας ἐστὶν ἀπολογία· ἀλλ’ ἐπειδὴ ἐν μὲν ταῖς ἄλλαις στάσεσι τὸ ἔγκλημα πεπραγμένον ἐστὶ καὶ σαφές, ὁ δὲ στοχασμὸς περὶ ἀδήλου ἐστὶ καὶ ἀφανοῦς πράγματος, τὰ δὲ τοῦ κατηγόρου κεφάλαια κατασκευαστικὰ, οὐκ ἀποδείξεις, οὐκ ἠδυνήθη ταῦτα προταγῆναι εἰς ἀπόδειξιν τοῦ ἀδήλου πρὸ τῆς κατασκευῆς.
4.305 Ὁ στοχασμὸς τοίνυν διαιρεῖται ὅτε καὶ πρόσωπα ἔχει καὶ πράγματα κρινόμενα. Συριανοῦ καὶ Σωπάτρο υ. Ὅτι μὲν ὁ στοχασμὸς περὶ τῆς οὐσίας ἔχει τὴν ζήτησιν, καὶ ὅτι ἄρνησιν ἔχει παντελῆ τοῦ ἐπιφερομένου ἐγκλήματος, καὶ ὅτι πάντα τὰ κεφάλαια αὐτοῦ σχεδὸν στοχαστικά εἰσιν, ἔτι τε καὶ ὅτι τὸ σημεῖον ἔχει ὁμολογούμενον καὶ ἀνεύθυνον, καὶ ὅτι περὶ τὸν παρεληλυθότα γίνεται χρόνον, δῆλον ἀφ’ ὧν ἤδη εἰρήκαμεν· νῦν δεῖ λοιπὸν περὶ τῆς τάξεως αὐτοῦ ζητεῖν· πρῶτος τοίνυν τέτακται, ὡς καὶ αὐτός φησιν ὁ τεχνικὸς, ὅτι τὰ πλεῖστα τῶν κεφαλαίων ἐμπίπτει τῇ στάσει ταύτῃ· αὕτη δὲ οὐχ ἱκανὴ ἀπολογία, ἐπεὶ καὶ ἐν τῇ πραγματικῇ πολλὰ ἐμπίπτει ἐκ τῶν ἄλλων κεφάλαια· ὥσπερ τὰ τῶν νομικῶν πασῶν καὶ τῶν δικαιολογικῶν τὰ πλεῖστα· ἀλλ’ ὅμως οὐ διὰ τοῦτο προτέτακται· τὸ δὲ ἀληθέστερον, ὅτι περὶ τῆς ὑπάρξεως ἔχει τὴν ζήτησιν· τὸ δὲ περὶ τῆς ὑπάρξεως τοῦ πράγματος ζητούμενον πρῶτόν ἐστι τῇ φύσει τῶν περὶ τὸ πρᾶγμα αὐτὸ συμβαινόντων· ἐπεὶ δὲ τῶν στοχασμῶν οἱ μέν εἰσι τέλειοι, οἱ ἀπὸ προσώπων ἅμα καὶ πραγμάτων συνεστηκότες, οἱ δὲ ἀτελεῖς οἱ θατέρου τούτων ἐλλιπεῖς, διὰ τοῦτο Ἑρμογένης ἀρχόμενος τῆς διαιρέσεως τοῦ στοχασμοῦ φησιν, ὅτε καὶ πρόσωπα ἔχει καὶ πράγματα κρινόμενα, ὡς τὴν ἀκριβεστάτην καὶ ἐπιστημονικωτέραν τῶν τελείων στοχασμῶν ποιούμενος διαίρεσιν καὶ διδασκαλίαν· ἡ γὰρ τῶν τελείων γνῶσις καὶ τὴν τῶν ἀτελῶν συμπεριλαμβάνει· οἱ μὲν οὖν τέλειοι τούτοις πᾶσι σχεδὸν τέμνονται τοῖς κεφαλαίοις· οἱ δὲ ἀτελεῖς συνεκλιμπάνοντα ἔχουσι τὰ ᾧ ἑκάτερον τῶν μερῶν ᾠκείωται κεφάλαια· ἔφαμεν γὰρ ἤδη, ὡς τὰ μὲν τῶν κεφαλαίων ἀπὸ τοῦ προσώπου, τὰ δὲ ἀπὸ τοῦ πράγματος κινεῖται· τινὰ δὲ καὶ κοινὰ ἀμφοῖν· ἰστέον μέντοι, ὡς ἔσθ’ ὅτε ἐκλείπει τὸ παραγραφικὸν, καθ’ αὑτὸ μέντοι· οὐδὲ γὰρ τῇ θατέρᾳ τῶν μερῶν ἐκλείψει, ὡς ἤδη εἰρήκαμεν· καὶ τοῦτο ἐδήλωσε καὶ Ἑρμογένης, δι’ ὧν φησι· παραγραφικῷ ἔστιν ὅτε· ἐκλείπει δὲ ἐν τοῖς κατὰ ἀμφισβήτησιν στοχασμοῖς· ἰσάζειν γάρ πως δοκεῖ τότε· ἐμπεσεῖται δὲ ἐν τοῖς τοιούτοις, εἰ διάφορος ἡ τῶν ἐγκαλούντων ποιότης, ὡς ἐπὶ τούτου· δύο τις ἔχων παῖδας θάτερον ἀπεκήρυξεν· τελευτῶν ἐπὶ τοῖς σημείοις φαρμάκων ἔφη, παῖς με ἀναιρεῖ, καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις οἱ παῖδες· παρεγράψατο γὰρ ὁ ἀποκήρυκτος καὶ ἐρεῖ, μὴ δεῖ κρίνεσθαι ὡς μηδὲ τὴν ἀρχὴν ὢν παῖς· ὁ γὰρ ἀποκήρυκτος οὐκ ἔτι παῖς· συνεκλείπει δὲ τῷ παραγραφικῷ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις· πλὴν ἐμπίπτει καὶ αὕτη ἐν τοῖς κατὰ ἀμφισβήτησιν στοχασμοῖς, ἐπὰν διάφορος ἡ τῶν ἀντεγκαλούντων τύχη· ὡς ἐπὶ τῶν ἰατρῶν τῶν ἀμφισβητούντων τῆς τυράννου ἀναιρέσεως· ὁ μὲν γὰρ ἀπὸ τῆς κάτω πόλεως ἀνελθὼν ἐλέγχων ἕξει ἀπαίτησιν, οἷον τίνι προεῖπες τῶν πολιτῶν, τίνι ἀνεκοινώσω τὴν τοῦ τυράννου ἀναίρεσιν· ὁ μέντοι τῷ τυράννῳ συνὼν οὐκ ἀπαιτηθήσεται· ἐπισφαλὲς γὰρ τὸν συνόντα τυράννῳ τινὶ ἐξειπεῖν τὸ ἐγχείρημα.
4.307 χρὴ δὲ γινώσκειν, ὡς δύο εἰσὶ διαιρέσεις, ἡ μὲν φυσικὴ, ἡ δὲ τεχνική· τὴν μὲν οὖν φυσικὴν ὁ τεχνικὸς εἶπεν αἰτίαν ἔχουσαν, δι’ ἣν ἕκαστον κεφάλαιον τοῦ ἑτέρου προτέτακται· τὴν δὲ τέχνην οἱ ῥήτορες ἐπινοοῦσι διὰ πάθος καὶ αἰτίαν τινά· ἔσθ’ ὅτε τὴν τάξιν αὐτῶν ἀμείβοντες, τινὰ δὲ καὶ ἐλλείποντες. Μαρκελλίνο υ. Θαυμασίως ἀπὸ τοῦ τελείου στοχασμοῦ πρῶτον ᾐνίξατο, ἔνθα καὶ τελεία τῶν κεφαλαίων ἡ διαίρεσις· ταύτης ἐγνωσμένης, φημὶ δὴ τῆς τοῦ τελείου διαιρέσεως, καὶ ἡ τοῦ ἀτελοῦς ἔγνωσται· εἰ γὰρ ἀμφοτέρων ἔχει τὰ κεφάλαια ὁ τέλειος, τοῦ τε προσώπου καὶ τοῦ πράγματος, δῆλον ὅτι ταῦτα ἐγνωκὼς καὶ τὰ τοῦ ἑνὸς ἐπίσταται, ἤτοι τοῦ προσώπου ἢ τοῦ πράγματος· ἀμφοῖν γὰρ τὴν διδασκαλίαν περιλαμβάνει ὁ τέλειος· τὸ δὲ κρινόμενον νῦν δηλοῖ τὸ ἐξέτασιν ἐπιδεχόμενα· οὐκοῦν ἔστι καὶ πρᾶγμά ποτε οὐ κρινόμενον· εἶπεν γὰρ ὅτε ὡς μὴ ἀεὶ ὄντος· ἑάλω τοίνυν τὸ θεώρημα τοῦ τεχνικοῦ τὸ ὅτι δὴ ὁ στοχασμὸς ὁ συνιστάμενος ἔχει πρᾶγμα κρινόμενον· οὐ γάρ ἐστιν ἀπὸ προσώπου μόνου συνιστάμενος ὁ στοχασμός· ἔοικε δὲ καὶ αὐτὸς ὡς πρὸς τὸ ἐξισάζον τοῦτο εἰρηκέναι τὸ ὅτε ἔχει καὶ πρᾶγμα καὶ ἑξῆς· πλὴν γὰρ τούτου πανταχοῦ βούλεται πρᾶγμα ἐμπίπτειν. Ἰστέον δὲ, ὅτι τὸν κατὰ φύσιν ὁ Ἑρμογένης διαιρεῖ στοχασμόν· τοῦ γὰρ δὴ κατὰ διαίρεσιν καὶ τέχνην ἑτέρα διαίρεσις ὡς πρὸς τὴν ὕλην τὴν ἐμπίπτουσαν· ἡ γὰρ τέχνη διδάσκαλος ὡς πρὸς τὴν ὕλην· τί μὲν λεκτέον, τί δὲ σιωπητέον· καὶ τί μὲν ἐμπίπτει, τί δὲ οὐκ ἐμπίπτει, δηλοῦσι δὲ τὸν στοχασμὸν ὡς ἐπὶ τὸ πλεῖστον οἱ τοιοῦτοι τῶν ὁρισμῶν· κρίνεταί τις προδοσίας, συνειδότος, καθυφέσεως, λῃστείας, τυραννίδος ἐπιθέσεως, μοιχείας, μηδισμοῦ, φαρμάκων· γίνεται δὲ καὶ περὶ γῆς ὅρων στοχασμὸς ὅτ’ ἂν ἀμφισβητῶσί τινες· γίνεται δὲ καὶ περὶ χρημάτων, ὡς ἐν τοῖς ἐπιτροπικοῖς· ἔλαθε δὲ, φασί τινες, ἑαυτὸν ὁ τεχνικὸς ἐλέγξας δι’ ὧν φησιν ἐνταῦθα, ὅτε καὶ πρόσωπον ἔχει καὶ πρᾶγμα κρινόμενον· πρῴην γὰρ οὐκ ἐβούλετο ἀτελῆ ἐκ πραγμάτων εἶναι στοχασμὸν, ὅτε περὶ τοῦ ἀσώτου ἔλεγεν· ἀλλ’ ὡς ἔφαμεν διὰ τὸν ἰσάζοντα στοχασμὸν τοῦτο προσέθηκεν· ἐζήτησαν δέ τινες, διατί μὴ καὶ ἐν ταῖς ἄλλαις στάσεσι τοῦτο λέγει· καί φαμεν, ὅτι ἐπειδὴ πρῶτος ὁ στοχασμὸς, ἐκ τούτου βούλεται ὑπόδειγμα ἡμῖν τῶν ἄλλων στάσεων παρασχέσθαι, ὅπερ καὶ ἄμεινον· ὅτι ἐν στοχασμῷ, ἐὰν ἐκλείπῃ τὸ πρόσωπον, ἐκλείπει καὶ τὰ τοῦ νόμου κεφάλαια· καὶ ἐπὶ τοῦ πράγματος ὁμοίως· ἐν δὲ ταῖς ἄλλαις οὐκ ἔτι· αἴτιον δὲ τούτου, ὅτι ἐν μὲν ταῖς ἄλλαις πρόδηλόν ἐστι τὸ πρᾶγμα καὶ οὐκ ἔτι περὶ τούτου ζητοῦμεν εἰ ἔστι, καὶ διὰ τοῦτο οὐκ ἔτι βουλήσεως οὐδὲ δυνάμεως δεόμεθα πρὸς ὑποψίαν τοῦ προκειμένου συντελούντων τῶν κεφαλαίων, ἐν δὲ τῷ στοχασμῷ ἀδήλου ὄντος τοῦ πράγματος ἐκ τῆς περὶ τὸ πρόσωπον ὑποψίας ἢ ἀπὸ τῶν τοῦ πράγματος σημείων συνίσταται ἡ ζήτησις· οὐκοῦν εἰκότως ἐν τούτῳ ἀφώρισται τὰ κεφάλαια, ἐν δὲ ταῖς ἄλλαις μέμικται.
4.308 Διατί δὲ μὴ ἀπὸ τῶν κεφαλαίων ἤρξατο ἐνταῦθα ὥσπερ ἐν ταῖς ἄλλαις στάσεσιν, ἀλλ’ ἀπὸ τοῦ εἴδους τῆς στάσεως ἤρξατο εἰπὼν, ὅτε καὶ πρόσωπον ἔχει καὶ πρᾶγμα; ἐπειδὴ τῶν κεφαλαίων οὐκ ἀεὶ τούτων ἡ χρῆσις ἐμπίπτει, ἀλλὰ πρὸς τὰ εἴδη τοῦ στοχασμοῦ· καὶ ὅτι τῶν κεφαλαίων τὰ μέν ἐστιν ἴδια τοῦ προσώπου, τὰ δὲ ἴδια τοῦ πράγματος, διὰ τοῦτο παραστῆσαι τὴν ἑκάστου κεφαλαίου δύναμιν βουλόμενος ἀπὸ τοῦ τελείου στοχασμοῦ ἤρξατο τῆς διαιρέσεως, ἐξ οὗ τῶν ἄλλων ἴσμεν τὴν διαίρεσιν· ἐκλείποντος γὰρ τοῦ προσώπου συνεκλείπει καὶ τὰ τοῦ προσώπου κεφάλαια· καὶ ἐπὶ τοῦ πράγματος ὁμοίως.
4.309 Παραγραφικῷ ἔστιν ὅτ ε . Ἐζήτηται, διὰ τί πασῶν τῶν λογικῶν στάσεων ὁμώνυμον ἑαυταῖς κεφάλαιον ἐχουσῶν, μόνος ὁ στοχασμὸς καὶ ἡ πραγματικὴ οὐκ ἔχει· καὶ περὶ μὲν τῆς πραγματικῆς κατὰ καιρὸν ἐροῦμεν· περὶ δὲ τοῦ στοχασμοῦ τοῦτό φαμεν, ὡς ἐν μὲν ταῖς ἄλλαις στάσεσιν ἡ πρότασις ὡμολόγηται· οἷον ἐν ὅρῳ τὸ τετυπτηκέναι Δημοσθένη· ἐν τῇ ἀντιλήψει τὸ γεγραφηκέναι τὰ ναυάγια· ἐν μόνῳ δὲ στοχασμῷ ἄδηλός ἐστιν ἡ πρότασις· οὐκ ἠδύνατο οὖν ἄδηλον ἀδήλου κατασκευὴ γενέσθαι· ἐν δὲ ταῖς ἄλλαις λογικαῖς τὸ δῆλον εἰς κατασκευὴν προβάλλεται τοῦ ἀμφισβητουμένου· διὰ τοῦτο τοίνυν οὐκ ἔχει ὁμώνυμον ἑαυτῷ κεφάλαιον ὁ στοχασμός· ἡ αὐτὴ αἰτία καὶ τοῦ μηδὲ τὴν καλουμένην προβολὴν ἔχειν τὸν στοχασμὸν, ὡς αἱ ἄλλαι στάσεις· μηδὲ τὰ ἀπὸ τοῦ κατηγόρου πρῶτα κεφάλαια, τῆς τέχνης τοῦτο ἀπαιτούσης, ἀλλὰ τὸ παραγραφικὸν ὃ τοῦ φεύγοντός ἐστι κεφάλαιον· καὶ γὰρ, ὡς ἤδη εἴρηται, ὁ στοχασμὸς ἀδήλου πράγματός ἐστι ζήτησις· τί οὖν ἔχει προβάλλεσθαι εἰς πρότασιν, οὐ γὰρ αὐτὸ τὸ κατασκευαζόμενον προκαλεῖται· ἐν μὲν γὰρ τῷ ὅρῳ ἡ προβολή· οἷον τὰ μὲν εἰς ἐμὲ καὶ τοὺς φυλέτας ἡμαρτημένα καὶ τὰ περὶ τὴν ἑορτὴν ἀδικήματα ἐφ’ οἷς αὐτὸν προὐβαλόμην, ταῦτ’ ἐστιν· ἐπὶ δὲ τῆς ἀντιλήψεως ἡ προβολή· οἷον τὰ ναυάγια γράψας τὴν πόλιν ἠδίκησας· καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτης· ἐν μόνῳ δὲ τῷ στοχασμῷ τὸ πεπραγμένον σημεῖον ἐν ἐγκλήματι ὂν, ἀλλ’ οὐχὶ ἔγκλημα, οὐκ ἔχει προβολήν· ἀλλὰ τὸ παραγραφικὸν πρῶτον, διότι φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει τὸν ἀγῶνα μέμφεσθαι· καὶ πάντες οἱ κατηγορούμενοι πρῶτον αἰτιῶνται, ὅτι κατηγοροῦνται· συμβάλλεται δὲ εἰς τὸ μέμφεσθαι τὸ παραγραφικόν· ἢ καὶ ὅτι εὔηθές ἐστι τὸν ἅπαξ ἀπολογησάμενον καὶ καταδεξάμενον τὴν κρίσιν αὖθις παραγράφεσθαι· ἢ καὶ ὅτι ἂν τὸ παραγραφικὸν ἰσχύσῃ σχολάζει τῶν λοιπῶν κεφαλαίων ἡ ἐξέτασις· ἢ ὅτι ἡ παραγραφὴ τῆς εὐθυδικίας οὖσα ἀντιστρέφει τὸν ἀγῶνα καὶ τὸν φεύγοντα κατήγορον ποιεῖ, καὶ φύσει πρώτη γίνεται τοῦ πράγματος· εἰκότως οὖν καὶ τὸ παραγραφικὸν, εἰ καὶ μὴ τελεία ἐκβολὴ τοῦ ἀγῶνος, ἀλλ’ οὖν γε τὴν φύσιν τῆς παραγραφῆς σῶζον πρὸ τῶν ἄλλων τέτακται.
4.310 Ἠκολούθησε τῇ φύσει τῶν πραγμάτων ἡ τέχνη· πρῶτον γάρ ἐστι κατὰ φύσιν τὸ τὴν γραφὴν μέμφεσθαι καὶ παραγράφεσθαι· παραγραφικὸν δέ ἐστι λόγος τὴν δίκην ὡς οὐ δεόντως εἰσαγομένην καταμεμφόμενος· ἔχει δὲ κοινωνίαν πρὸς τὴν παραγραφὴν τὴν στάσιν· διαφορὰν δὲ, ὅτι ἡ μέν ἐστι τελεία ἐκβολὴ τῆς εὐθυδικίας, τὸ δὲ ἔνδειξις μόνον ἐκβολῆς· καὶ τοσοῦτον δύναται, ὅσον διαβαλεῖν τὴν κρίσιν· μεταλήψεως δὲ διαφέρει πάλιν· ὅτι ἡ μὲν μετάληψις ἀπὸ τοῦ κατηγόρου, τὸ δὲ παραγραφικὸν ἀπὸ τοῦ φεύγοντος· ἔστι δὲ κοινοτέρα τοῦ παραγραφικοῦ διαφορὰ πρὸς ἀμφοτέρας, τήν τε παραγραφὴν καὶ τὴν μετάληψιν, ὅτι ἐκεῖναι μὲν ἀπὸ ῥητοῦ, τὸ δὲ παραγραφικὸν οὐχ οὕτω· λαμβάνεται δὲ ἀπὸ τῶν περιστατικῶν, χρόνου, ὅτι παρ’ αὐτὰ τὰ συμβάντα ἔδει με κρίνειν, οὐ χρόνοις ὕστερον· τρόπου, ὡς Δημοσθένης· εἰ μὲν εἰσαγγελίας ἄξιά με πράττοντα ἑώρα εἰσαγέλλοντα καὶ τοῦτον τὸν τρόπον εἰς κρίσιν καθιστάντα παρ’ ὑμῖν· εἰ δὲ γράφοντα παράνομα, παρανόμων γραφόμενον· ἐὰν δὲ νόμος προστεθῇ τῷ παραγραφικῷ καὶ πρὸς τοῖς ἀγράφοις δικαίοις λάβῃ τοῦτο, γίνεται παραγραφή· ἔχει δὲ διττὴν χώραν τὸ παραγραφικόν· ὁτὲ μὲν γὰρ ἐν ἀρχῇ τάττεται· ὁτὲ δὲ μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐν ἀρχῇ μὲν, ὅτι οὐ δεῖ εἶναι τὸν ἀγῶνα, εἰ μὴ τόδε τι ὑπάρχοι, ὡς ἐπὶ τοῦ ἀσώτου· ἐρεῖ γὰρ, ὅτι τόδε τι δεῖ κρίνειν με, ὅτ’ ἂν δείξῃς τεθνηκότα τὸν πατέρα· καὶ ἐπὶ τῆς γυναικὸς τῆς νύκτωρ δακρυούσης καὶ κρινομένης μοιχείας· δεῖ γὰρ πρῶτον φανῆναι τὸν μοιχόν· μετὰ δὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους εὑρίσκομεν τὸ παραγραφικὸν, ὅτ’ ἂν ἡ ὕλη εὐλογωτέραν τῷ κεφαλαίῳ παρέχῃ τὴν τοιαύτην τάξιν, ὡς ἐπὶ τοῦ τρισαριστέως, οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ φεύγει προδοσίας, πρὸς τοῦτο εἰσάγει τὸ παραγραφικὸν ὁ φεύγων· ὅτι οὐ δεῖ με κρίνεσθαι ἐφ’ οἷς ἄλλοι πεποιήκασιν.
4.311 Ἔστιν ὅτ ε· ἀσφαλῶς ὥρισεν, οὐ γὰρ ἀεὶ εὑρίσκεται, ἀλλ’ ὅτε ἔστιν ἀπὸ τῶν περιστατικῶν διαβαλεῖν· ἐκ τούτων γὰρ ἔχει τὴν σύστασιν τὸ κεφάλαιον· κεφαλαιωδῶς δὲ τότε ἐμπίπτει, ὅτ’ ἂν δέον τι πραχθῆναι, μὴ πραχθῇ· ἢ ὅτε πεπραγμένον, ὑπαιτίως πραχθῇ. Ἐλέγχων ἀπαιτήσε ι . Σωπάτρο υ. Ἐφεξῆς δύο κεφάλαια τοῦ φεύγοντος τέτακται, μὴ διακοπτόμενα τοῖς ἀπὸ τοῦ κατηγόρου κεφαλαίοις, ἐπειδὴ ταῦτα, ὡς ἤδη εἴρηται, ἀλλήλοις ἀκολουθεῖ συνεκλιμπάνοντα· ἀλλ’ οὔτε τῇ τοῦ προσώπου ἐκλείψει οὐδὲ τῇ τοῦ πράγματος· ἀπ’ οὐδετέρου γὰρ τούτων ἐμπίπτει, ἑτέρα δὲ αἰτία, ἥτις εἴρηται, ἤδη δευτέρα δὲ ἡ τῶν ἐλέγχων ἀπαίτησις· διότι ὁ στοχασμὸς ἄρνησίς ἐστι τοῦ ἐπαγομένου ἐγκλήματος· ἀναγκαίως οὖν ἀπαιτήσει τὸν ἔλεγχον ὁ φεύγων τῷ ἐπιφερομένῳ ἐγκλήματι.
4.312 Μαρκελλίνο υ. Τοῦτο δεύτερον μὲν τῇ τάξει· ἰσχυρὸν γὰρ τὸ κεφάλαιον ἐκ τῶν ἀτέχνων πίστεων γινόμενον, οἷον μαρτύρων, διαθηκῶν, νόμων, ψηφισμάτων, ἐπιστολῶν, βασάνων. Βουλήσε ι , δυνάμε ι . Σωπάτρο υ. Ἀναγκαίως ταῦτα τὴν ἐφεξῆς ἔχει τάξιν μετὰ τὰ κοινά· καὶ γὰρ τοῦ προσώπου ἐστὶν ἡ βούλησις καὶ ἡ δύναμις, ἀλλ’ οὐ τοῦ πράγματος· ταύτῃ δὲ καὶ προτέτακται τῶν ἀπὸ τοῦ πράγματος κεφαλαίων· φύσει γὰρ τὸ πρόσωπον τοῦ πράγματος πρῶτον, ὡς ποιοῦν ποιουμένου· ἀλλὰ καὶ ἡ βούλησις τῆς δυνάμεως φυσικῶς προηγεῖται, πρῶτον γάρ τις βουλεύεται, εἶτα πράττει· ὅ ἐστι τῇ δυνάμει κεχρῆσθαι, καὶ ὅτι βούλησις μὲν ἄνευ δυνάμεως κρίνεται, δύναμις δὲ ἄνευ βουλήσεως οὔ· κοινὰ δὲ καὶ ταῦτα, ἀλλ’ οὐχὶ τοῦ προσώπου ἢ τοῦ πράγματος ὡς τὸ παραγραφικὸν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις, ἀλλὰ κοινὰ τοῦ κατηγόρου καὶ τοῦ ἀπολογουμένου· διὸ καὶ πρὸ τῶν ἰδικῶν ἑκάστου τέτακται. Μαρκελλίνο υ. Ταῦτα τοῦ προσώπου κεφάλαια, πρῶτον δέ ἐστι τὸ πρᾶττον τοῦ πραττομένου, τουτέστιν τὸ πρόσωπον τοῦ πράγματος· διὸ προτέτακται ἡ βούλησις καὶ ἡ δύναμις· τὰ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους τὰ πράγματά ἐστιν· εἰκότως δὲ τὰ δύο κεφάλαια ὁμοῦ ἔταξεν· ἀκολουθεῖ γὰρ τῇ βουλήσει ἡ δύναμις καὶ ἀχώριστός ἐστι· μάταιον γὰρ ἡ βούλησις ἀπούσης δυνάμεως, καὶ ἡ δύναμις ἀπούσης βουλήσεως. Τοῖς ἀ π ’ ἀρχῆς ἄχρι τέλου ς .
4.313.(1n) Σωπάτρο υ. Τοῦτο πρῶτόν ἐστι κεφάλαιον ἴδιον τοῦ κατηγόρου· πλὴν ὅτι ἐν σπανίοις κοινόν τε καὶ ἴδιον εὑρίσκεται τοῦ κατηγόρου, ὡς ἐφεξῆς ἐροῦμεν· εἰκότως οὖν, ἐπειδὴ μετὰ τὸ πρόσωπόν ἐστι τὸ πρᾶγμα, τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐτὰ τὰ πράγματά ἐστι, μετὰ τὴν βούλησιν καὶ τὴν δύναμιν τεταγμένα ἐστίν· ἡ γὰρ ὁδὸς ταύτην ἔχει τὴν τάξιν βουλομένη πρᾶξαι· πρᾶξαι δὲ τόδε τι, ὅπερ ἐστὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἵνα πρὸς αὐτὰ ἡ ἀπολογία γένηται. Μαρκελλίνο υ. Οὕτω κέκληται τουτὶ τὸ κεφάλαιον, ἐπειδὴ πανταχοῦ εὑρίσκεται καὶ ἐν προοιμίοις καὶ ἐν ἐπιλόγοις· ἰστέον δὲ, ὅτι τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους ὡς ἐπὶ τὸ πλεῖστον ὁ κατήγορος κέχρηται· καλεῖται δὲ καὶ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ πράγματα καὶ σημεῖα· τὰ δ’ αὐτὰ ἐν στοχασμῷ· καὶ μέγιστον ἐν τούτοις ὁ κατήγορος ἰσχύει· διὸ καὶ πανταχοῦ αὐτοῖς κέχρηται ἐν προοιμίοις, ἐν ἐπιλόγοις. Ἀντιλήψε ι , μεταλήψε ι . Σωπάτρο υ. Ἔδει μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, φύσιν ἐχόντων αὔξειν τὸ πρᾶγμα καὶ μέγεθος περιτιθέναι τῷ ἀδικήματι, τὴν μετάθεσιν τῆς αἰτίας τάττειν· ἥτις ἀπολογία τέ ἐστι καὶ τῆς ἀρνήσεως κατασκευὴ, ἀλλ’ οὐχὶ τὴν ἀντίληψιν, ὃ τολμηρότερόν ἐστι καὶ θρασύτερον, εὐθὺς ἐπὶ τὴν ἐξουσίαν καταφεύγειν, καὶ πρὸς τὴν ὀργὴν ἄγει τὸν δικαστὴν καὶ μηδὲ ἀποδεικνύναι πρῶτον, ὅτι οὐ πεποίηκεν· ἄλλως τε καὶ ὅτι ἡ μὲν μετάθεσις τῆς αἰτίας ἀεὶ τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀκολουθεῖ· τὸ δὲ ἀντιληπτικὸν οὐκ ἀεὶ ἐμπίπτει, εἰ μὴ ὅτ’ ἄν τις ἀφ’ ὧν αὐτὸς ποιήσας κρίνηται· ἔδει οὖν καὶ κατὰ τοῦτο τὸ χρῶμα τῆς ἀντιλήψεως προταγῆναι, τὰ γὰρ ἀεὶ τῶν ποτε τιμιώτερα, καὶ κατὰ τοῦτο ὁ μὲν Μινουκιανὸς καὶ οἱ ἄλλοι τεχνικοὶ μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τὸ χρῶμα τάττουσιν, Ἑρμογένης δὲ τὴν ἀντίληψιν· καλῶς δὲ καὶ οὗτος· κἀκεῖνοι οὐκ ἔξω σκοποῦ· κατηγοροῦντας μὲν γὰρ δεῖ Ἑρμογένει κατακολουθεῖν.
4.314 προτάττοντας τοῦ χρώματος τὴν ἀντίληψιν, πρὸς βάρος τοῦ φεύγοντος, ἀπολογουμένους δὲ Μινουκιανῷ τὴν μετάθεσιν τῆς αἰτίας, τὴν ἀντίθεσιν τὴν ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους γινομένην· εἰκότως δὲ ἀντίληψιν προτάξας, ἐπήγαγε τὴν μετάληψιν λυτικὴν οὖσαν ἀεὶ τῆς ἀντιλήψεως. Μαρκελλίνο υ. Μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἡ ἀντίληψις· φύσει γὰρ πάντες τὴν ἐξουσίαν πρὸ τῶν ἄλλων προβαλλόμεθα· καὶ μετὰ τὴν ἐξουσίαν, τότε τὴν αἰτίαν ἐπιφέρομεν τῆς πράξεως, ὅ ἐστι τὴν μετάθεσιν τῆς αἰτίας· οὐδεὶς δὲ τῇ ἐξουσίᾳ θαῤῥῶν ταύτην παρεὶς πρῶτον τὴν αἰτίαν τῆς πράξεως προτάττει τῆς ἐξουσίας. Μεταθέσει τῆς αἰτία ς , πιθανῇ ἀπολογί ᾳ . Σωπάτρο υ. Περὶ μὲν τοῦ χρώματος εἴρηται. ἡ δὲ πιθανὴ ἀπολογία τελευταία τέτακται· εἰ καὶ τὰ μάλιστα δοκεῖ ἀντιστρέφειν τὸν ἀγῶνα· ἀλλ’ ὅμως γλισχρότερόν τέ ἐστι καὶ ἀσθενές· τοῦτο δὲ καὶ τὸ ὄνομα κατηγορεῖ· οὐ γὰρ ὡμολόγηται, ἀλλὰ πιθανή τίς ἐστιν.
4.315 Ποιότητι κοιν ῇ . Μαρκελλίνο υ. Ἡ ποιότης καὶ ἡ γνώμη κοινά ἐστι πασῶν τῶν στάσεων· ταῦτα γὰρ τῶν ἐπιλόγων ἐστίν· αὕτη ἡ αἰτία τῆς προτάξεως τῶν κεφαλαίων. Τὸ παραγραφικὸν γίνεται κατὰ τρόπους τέσσαρας, ἤτοι ἀπὸ τοῦ λείποντος· οἷον ἀσώτου πατὴρ ἀφανὴς γέγονε καὶ φόνου φεύγει· ἀξιώσει γὰρ δεικνύναι πρῶτον εἰ ἀνῄρηται· ἢ ἀπὸ τοῦ ὑπερβάλλοντος· οἷον, δέκα νέοι συνώμωσαν μὴ γῆμαι καὶ φεύγουσι κακοῦ βίου· ἕκαστος γὰρ αὐτῶν ἀξιώσει κρίνεσθαι ἰδίᾳ. ἢ ὅτι ἀφ’ ὧν ἕτεροι πεποιήκασιν, οὐ δεῖ κρίνεσθαι· ὡς ὁ τρισαριστεὺς οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ προδοσίας φεύγων· ἢ κατὰ χρόνον· οἷον δειλοῦ παῖς ἠρίστευσε, καὶ μοιχείας κρίνει τὴν γυναῖκα· τοσούτοις γάρ φησιν ὕστερον χρόνοις μὴ δεῖν κρίνεσθαι· τοῦτο δὲ ἀπὸ μὲν ῥητοῦ τινος εἰ γίγνοιτο, ἰσχυρότερόν ἐστι καὶ τελεία γίνεται παραγραφή· ἄλλως δὲ ἀσθενὲς μέν ἐστι, συλλαμβάνει δὲ οὖν σμικρὸν τῷ χρωμένῳ· τοῦ δὲ ἀπὸ ῥητοῦ παράδειγμα, ὃ δή φαμεν τελείαν εἶναι μετάληψιν καὶ παραγραφήν· οἷον κριθείς τις φόνου ἀπέφυγεν· ὕστερον δὲ χρωμένῳ αὐτῷ ἀνεῖλεν ὁ θεός· ἀνδροφόνοις οὐ χρῶ· καὶ πάλιν φεύγει· δὶς γὰρ περὶ αὐτῶν οἱ νόμοι κωλύουσι κρίνεσθαι· παραγράφεται οὖν καὶ γίνεται πρῶτον ζήτημα νομικὸν ἐκ παραγραφῆς. Σωπάτρο υ. Τέσσαρας μὲν ἀπαριθμεῖται τοὺς τοῦ παραγραφικοῦ τρόπους ὁ τεχνικός· τρεῖς δέ εἰσι τῇ ἀληθείᾳ· τοῦ γὰρ παραγραφικοῦ ἀεὶ ἀφ’ ἑνὸς καὶ περιστατικοῦ κινουμένου, οἷον προσώπου, πράγματος, αἰτίας, χρόνου, τρόπου, ὕλης, τὰ παρόντα ἀπὸ τριῶν εἰσι· τό τε γὰρ τοῦ ἀσώτου ἀπὸ τοῦ πράγματός ἐστι· ζητεῖται γὰρ εἰ ἀνῄρηται ὁ πατήρ· τὸ δέ γε τοῦ τρισαριστέως καὶ τῶν δέκα νέων ἀπὸ τοῦ προσώπου ἐστί· καὶ τὸ τοῦ δειλοῦ ἀπὸ χρόνου· ὅτι δέ εἰσιν ἀπὸ πάντων τῶν περιστατικῶν παραγραφικὰ κινούμενα, δῆλον ἐντεῦθεν· ἀπὸ μὲν οὖν προσώπου καὶ πράγματος ἔχομεν τοῦ τεχνικοῦ παραδείγματα· ὡσαύτως καὶ ἀπὸ χρόνου· τῶν δὲ λοιπῶν ἡμεῖς ἐροῦμεν· ἀπὸ μὲν γὰρ τόπου, ὡς τοῦτο· κρίνεται Δημοσθένης ἐπὶ τοῖς ἁρπαγεῖσι χρήμασιν ἐν Ἀρείῳ πάγῳ καὶ παραγράφεται ἀξιῶν ἐν τῇ ἡλιαίᾳ κρίνεσθαι· ἀπὸ τρόπου δέ· Εὐξίθεος καὶ Ἡρώδης ἔπλεον ἅμα· εὕρηται ὁ Εὐξίθεος καθεύδων ἔχων αἷμα ἐγγὺς καὶ κρίνεται κακουργίας· παραγράφεται γὰρ τὸν τρόπον ὡς οὐκ ὀφείλει τοῦτον τὸν τρόπον κρίνεσθαι, ἀλλὰ δειχθέντος τοῦ φόνου· ἀπὸ αἰτίας δὲ, οἷον ἔγραψεν Ἀλέξανδρος ἐν τοῖς Δαρείου λογισμοῖς εὑρηκέναι, Δημοσθένη εἰληφέναι πεντήκοντα τάλαντα, καὶ κρίνεται Δημοσθένης· παραγράψεται γὰρ ὡς οὐκ ὀφείλω ἐπὶ τούτοις κρίνεσθαι, τῷ ἐχθρόν μου εἶναι τὸν γεγραφότα· δεῖ δὲ εἰδέναι, ὅτι τὸ ἀπὸ τοῦ ὑπερβάλλοντος καὶ ἐκ τοῦ ἐναντίου λαμβάνεται· ὃ παρέλιπεν ὁ τεχνικός· τούτῳ δὲ κέχρηται ὁ Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου ψευδομαρτυριῶν· καὶ γὰρ Ἄφοβος ἐγράψατο ψευδομαρτυρίας Στέφανον καὶ Δημοσθένης παραγράφεται· καὶ λέγει ὡς δέον αὐτὸν μετὰ τῶν ἄλλων μαρτύρων κρίνεσθαι· ἰστέον δὲ ὡς ἀεὶ τοῦ φεύγοντός ἐστι τὸ κεφάλαιον· ἐφεδρεύων γὰρ τοῖς εἰρημένοις τρόποις, ἤτοι αὐτὸς ὁ φεύγων ἢ ὁ ὑπὲρ τοῦ φεύγοντος λέγων, καὶ κατανοήσας, εἴ πη χώραν ἔχει κατά τινα τῶν τρόπων τὸ παραγραφικὸν εἰσάγειν, χρήσεται μετὰ ἀδείας αὐτῷ· διαφέρει δὲ τὸ παραγραφικὸν τῆς παραγραφῆς, ὡς καὶ αὐτὸς ἐρεῖ, τῷδε, τῷ τὴν μὲν παραγραφὴν ἀπὸ νόμου τὴν ἰσχὺν ἔχουσαν τὴν εὐθυδικίαν ἐκβάλλειν· τὸ μέντοι παραγραφικὸν ἐκ τῶν περιστατικῶν λαμβάνεται· εἰ δὲ καὶ ἡ μετάληψις ἐκ τούτων, ἀλλ’ αὕτη μὲν ἐκ τοῦ κατηγόρου· τὸ μέντοι παραγραφικὸν ἀεὶ τῷ φεύγοντι συγκεκλήρωται· καὶ ἡ μὲν παραγραφὴ ὅλον ἐκβάλλει τὸν ἀγῶνα· τὸ δὲ παραγραφικὸν μέρος τι τῶν περὶ τὸ πρᾶγμα αἰτιᾶται· συμβαλλόμενον ἡμῖν ἐπὶ πάσης δίκης· οὐ χεῖρον δὲ καὶ τοῦτο εἰδέναι ὡς ἐπὶ τοῦ ἀπὸ τοῦ ὑπερβάλλοντός τινες ἐνέστησαν, ὡς οὐκ ἔχει τὸ παραγραφικὸν χώραν, καίτοι ζητήματος συνισταμένου· εἰ γὰρ καὶ τὰ μάλιστα οἱ δέκα νέοι πλῆθός εἰσιν, ἀλλ’ οὖν γε μίαν ἔχουσι ποιότητα, τοῦ ἀόριστον εἶναι· ἐπὶ μὲν οὖν τούτων διὰ τὸ ἀόριστον εἶναι τὴν ποιότητα οὐ συνίσταται τὸ παραγραφικόν· ἐπὶ δὲ τοῦ ζητήματος τούτου χώραν ἕξει· οἷον Αἰσχίνης καὶ Δημοσθένης ἐκ τῆς παρὰ Φιλίππου ἐπανήκοντες παραπρεσβείας, εὕρηται ὁ μὲν χρυσίον κατορύττων, ὁ δὲ παραπρεσβείας ἀπολογίαν γράφων, καὶ Ὑπερίδης ἀμφοτέρων κατηγορεῖ· ἐνταῦθα γὰρ διάφορος οὖσα τῶν προσώπων ἡ ποιότης χώραν ἔχει λέγειν, ὅτι ἰδίᾳ θέλω κρίνεσθαι καὶ μὴ μετέχειν τῆς ἐκείνου ποιότητος· πλὴν καὶ ὑπὲρ τῶν νέων ἀπολελόγηται Συριανός· τὸ μέντοι ὅλον παραγραφικὸν οὐχ ὡς ἔτυχε δεῖ μεταχειρίζεσθαι, ἀλλὰ πρὸς τὸ χρήσιμον ἀεί· εἰδέναι γὰρ δεῖ, ὅτι τοῦτο τὸ κεφάλαιον, καθὸ μὲν τὴν κατηγορίαν διαβάλλει καὶ τὴν ἰσχὺν αὐτῆς διαλύει, κατὰ τοῦτό ἐστιν ἰσχυρὸν καὶ ὠφέλιμον· καθὸ δὲ ὅλως δοκεῖ παραγράφεσθαι καθαιρετικόν ἐστι τῶν ἀξιωμάτων· ὁ γὰρ κρινόμενος εἰ τύχοι προδοσίας ἢ ἀσεβείας, εἶτα λέγων, ὅτι ἔδει με πρὸ χρόνου κριθῆναι ἢ τῷδε τῷ τρόπῳ τὰς εὐθύνας ὑπέχειν, ἢ τοιόνδε τι λέγων δῆλός ἐστι μὴ λίαν παῤῥησιαζόμενος· καὶ συνειδώς τι τῶν ἐγκαλουμένων ἑαυτῷ· καὶ κατὰ τοῦτο καθαιρήσει τὸ ἀξίωμα κατὰ δύο τρόπους· ἕνα μὲν, ὅτ’ ἂν ἔστι τὰ πρόσωπα ἔνδοξα οἷον Περικλῆς ἢ Δημοσθένης· δεύτερον δὲ, ὅταν τὸ πρᾶγμα μέγιστον εἴη, οἷον προδοσία ἢ ἀσέβεια· τίς γὰρ ἂν μὴ πιστεύσῃ τοῖς ἐγκλήμασι τούτοις ὑπεύθυνον εἶναι· ἐπειδὴ μὴ πρότερον ὑπέστη τὴν κατηγορίαν· διὰ ταῦτα μὲν οὖν ἐμμεθόδως χρηστέον αὐτῷ, ἀλλ’ οὐχ ἁπλῶς, ἐπεὶ καθαιρετικὸν οὕτω τοῦ ἀξιώματος, οὐ δήπου παρασιωπήσομεν αὐτὸ, εἰ βλάπτει δυνάμενον ἐν τῷ λέγεσθαι ὅλον διασεῖσαι τὸν ἀγῶνα· ἀλλ’ ὡς προείρηται ἐμμεθόδως καὶ ὥσπερ οἱ παλαιοί· ἐχρήσαντο μὲν γὰρ οὗτοι αὐτῷ διὰ τὸ ἐξ αὐτοῦ ὠφέλιμον, ὥσπερ δὲ φεύγοντες αὐτὸ, οἷον Περικλῆς αἰτίαν ἔχων ὡς τοῦ πολέμου αἴτιος γέγονε καὶ διὰ τοῦτο μέλλων ἀπολογεῖσθαι, οὔτε πάντη παρῆκεν αὐτὸ διὰ τὸ ἐξ αὐτοῦ ὠφέλιμον, οὔτε ἐνέμεινεν αὐτῷ διὰ τὸ λυμαινόμενον αὐτοῦ τὸ ἀξίωμα· ἀλλ’ ὅσον μνημονεύσας ἀπεπήδησεν εὐθέως εἰς τὸ κατασκευαστικὸν τοῦ ἀξιώματος· λέγων γὰρ τὸ παραγραφικὸν ἀπὸ χρόνου· οἷον καὶ ἐμὲ τὸν παραινέσαντα πολεμεῖν καὶ ὑμᾶς αὐτοὺς, οἷον ἐπείσθητε, δι’ αἰτίας ἔχετε, τρόπον γάρ τινα λέγει ὅτι μὴ τότε ἐλέγετε ἀλλὰ μεταβάλλεσθε ἐπὶ τοῖς ἅπαξ δόξασιν, εὐθέως ἐπὶ τὴν κατασκευὴν ἐχώρησεν εἰπών· καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥττων εἰμὶ γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα· φιλόπολίς τε καὶ χρημάτων κρείσσων· ἐδεδίει γὰρ ἐπεξελθεῖν τῷ παραγραφικῷ, μὴ δόξῃ τὸν ὀρθὸν ἠγνοηκέναι· ὁμοίως καὶ Πλάτων ἐν τῇ Σωκράτους ἀπολογίᾳ τὸ καθαιρετικὸν τούτου δεδιὼς, οὕτως ἐχρήσατο· νῦν ἐγὼ πρῶτον ἐπὶ δικαστήριον ἀναβέβηκα ἔτη γεγονὼς ἑβδομήκοντα, ἀτέχνως οὖν ἔχω τῆς ἐνθάδε διαλέξεως· ἐνταῦθα γάρ ἐστι τὸ παραγραφικὸν, ὅτι τοσούτων ἐτῶν γεγονὼς, εἴ πη ἦν ἀληθὴς ἡ κατηγορία, πῶς οὐκ ἐκρίθη παρ’ ὑμῖν· ἀλλ’ οὐκ ἐπεξειργάσατο διὰ τὸ καθαιρετικὸν τοῦ ἀξιώματος· ὁ δὲ Δημοσθένης θείᾳ τινὶ μεθόδῳ κεχρημένος τούτῳ καὶ τὸ ἀξίωμα φυλάττει λαμπρὸν, καὶ ὅσον βούλεται ἀπαγωνίζεται· καὶ τὸ δὴ μέγιστον ὅτι καὶ χρώμενος αὐτῷ ἐξαίρει τὸ φρόνημα, ὥσπερ ἐν τῷ περὶ στεφάνου, τοὺς μὲν παραγραφικοὺς λόγους τῷ ἀντιδίκῳ συνέπλεξε, πρὸς αὐτὸν ἀποτεινόμενος, ὡς διὰ τοῦτο ἐφ’ ὅσον βούλεται χώραν παρέχων τῷ παραγραφικῷ· τοὺς δὲ τῆς ἀπολογίας τοῖς παροῦσι τὴν ἑαυτοῦ παῤῥησίαν οὐδὲν ἧττον ἐξαίρων· προὔταξε δὲ τὴν ἀπολογίαν τοῦ παραγραφικοῦ πάνυ τεχνικῶς τῷ μὴ δόξαι ἀσθενῶς ἔχειν περὶ τὴν ἀπολογίαν· ἔπειτα ἐπάγειν τὸ παραγραφικὸν οὕτω πως λέγων· ἔστι δὲ ταυτί μοι πάντα πρὸς ὑμᾶς ἅμα καὶ τοὺς περιεστηκότας ἔξωθεν καὶ ἀκροωμένους, ἐπεὶ πρός γε τοῦτον αὐτὸν τὸν κατάπτυστον βραχὺς καὶ σαφὴς ἐξήρκει μοι λόγος· εἰ μὲν γὰρ ἦν σοι πρόδηλα τὰ μέλλοντα καὶ ἑξῆς· καὶ ἡ μὲν τῆς μεταχειρήσεως τοῦ παραγραφικοῦ μέθοδος τοιαύτη· περὶ δὲ τῆς τάξεως φαμὲν, ὅτι Δημοσθένης συνιδὼν τὴν τοῦ κεφαλαίου δύναμιν καὶ πρώτην αὐτῷ καὶ μέσην χώραν ἀπένειμε καὶ τελευταίαν· καὶ πάντα ταῦτα ἐν τῷ περὶ στεφάνου εὑρήσεις, κατὰ μὲν ἀρχὴν μετὰ τὰς προοιμικὰς ἐννοίας οὕτω· τὰ μὲν οὖν κατηγορημένα πολλάκις περὶ ὧν ἔνιοι τὰς ἐσχάτας τάττουσι τιμωρίας καὶ ἑξῆς· κατὰ δὲ μέσον, οἷον· ἔστιν οὖν ὅπου οὐ παρὼν τοιαύτην πρᾶξιν ἢ συμμαχίαν ἡλίκην νῦν διεξῄεις ὁρῶν ἀφαιρούμενον τῆς πόλεως καὶ ἑξῆς· κατὰ δὲ τὸ τέλος οὕτως, ἦν μέντοι τοῦ δικαίου πολίτου τότε λέγειν, μὴ νῦν ἐπιτιμᾷν· ὁ γὰρ συμβουλεύων καὶ ἑξῆς· ἐν ἀρχῇ μὲν οὖν ἐτάγη, ἐπειδὴ ὡς εἴπομεν διαβολὴ τῆς κατηγορίας ἐστὶ καὶ τοῦ κατηγόρου, τοῦτο δὲ πρέπει μάλιστα ἐν ἀρχῇ ποιεῖσθαι, ἀλλ’ εἰ καὶ διαβολὴν ἔχει τῆς κατηγορίας, ἀλλ’ εἴπομεν ὅτι καὶ τοῦ ἀξιώματός ἐστι καθαιρετικόν· διὰ τοῦτο καὶ πρέπει πρὸς τῷ τέλει τετάχθαι τῆς ἀπολογίας, ἵνα δοκῇ ἐκ περιουσίας εἰρῆσθαι· καὶ πολλὴν ἔχει τὴν ἰσχὺν, ἐν δὲ τῷ μέσῳ, ἐπειδὴ ἰσχυρόν ἐστιν, ὤφειλε δι’ ὅλου ἐσπάρθαι· μιγνύμενον γὰρ πανταχοῦ τῆς ἀπολογίας, οὐκ ἀφαιρεῖται τὴν παῤῥησίαν τοῦ λέγοντος, καὶ μάλιστ’ ἂν ἐπιστημόνως λεχθείη· ἔτι δὲ καὶ διὰ τοῦτο ἐπειδὴ πολλὰς τῶν ἀντιθέσεων διὰ τούτου λύομεν, ὅτ’ ἂν ἀπὸ χρόνου λαμβάνωνται, ὡς καὶ Δημοσθένης, ἐγκαλούμενος γὰρ, ὅτι οὐκ ἀφίκου μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων ποιῆσαι τὴν εἰρήνην, λύει τῷ παραγραφικῷ εἰπών· ἔστιν οὖν ὅπου σὺ παρὼν τηλικαύτην πρᾶξιν καὶ ἑξῆς· τί τε γὰρ ἐποίησεν εἴρηκεν· ὡς ὅτι σιγᾷ· καὶ τί ἔδει ποιῆσαι.
4.320 ὅτι βοᾷν καὶ διαμαρτύρασθαι· καὶ τί οὐκ ἐποίησεν, ὅτι οὐκ ἐφθέγξατο· διὰ γὰρ τούτων τὴν ἀντίθεσιν ἔλυσεν· καὶ πάλιν ἑτέρωθι λέγοντος Αἰσχίνου, ὅτι ἄνισον τὴν συμμαχίαν ἐποίησας, ἐκ τοῦ παραγραφικοῦ λύει· οἷον, εἰ δὲ λέγεις τὰ πρὸς τοὺς Θηβαίους δίκαια Αἰσχίνη καὶ ἑξῆς· οὕτω μὲν δὴ καὶ ἡ τάξις· περὶ δὲ τῆς ἐργασίας τοῦτό φαμεν· δύο τινα περὶ αὐτὸ θεωρεῖται· ῥᾳστώνη μὲν ἐκ τοῦ παρόντος χρόνου· δυσχέρεια δὲ ἐκ τοῦ παρελθόντος· οἷον εἰ παρ’ αὐτὰ τὰ ἀδικήματα ἠλέγχθη, ῥᾳστώνην εἶχεν ἡ κατηγορία· χαλεπότης δέ ἐστιν ἐκ τῶν μετὰ χρόνον ῥηθῆναι, ὥσπερ ὁ Δημοσθένης, καὶ ὁπηνίκα ἐφαίνετο ταῦτα ποιῶν καὶ τοῦτον τὸν τρόπον κεχρημένος τοῖς πρὸς ἐμὲ, ὡμολογεῖτο ἂν ἡ κατηγορία τοῖς ἔργοις αὐτοῦ· νῦν ἐκστὰς τῆς ὀρθῆς καὶ δικαίας ὁδοῦ καὶ τὰ λοιπά· δεῖ δὲ ἐν τούτοις καὶ τὰ ἀντιπίπτοντα λύειν, ὥσπερ ὁ αὐτός· ἵνα γὰρ μή τις λέγῃ, ὅτι ἢ δι’ ἐπιείκειαν οὐ κατηγόρησεν, ἢ δι’ ἀπραγμοσύνην, ἢ ὅτι οὐκ ἔτυχε παρὼν, ἢ ὅτι περὶ μικρῶν, ἢ ὅτι οὐκ ἐνόησε, λύει ταῦτα πάντα Δημοσθένης, οὕτως εἰπών· τὴν μὲν ἐπιείκειαν οὕτως· οὐ γὰρ δὴ Κτησιφῶντα δύναται μὲν διώκειν δι’ ἐμὲ, ἐμὲ δὲ εἴπερ ἠδύνατο, οὐκ ἂν ἐγράψατο, πῶς γὰρ ἀπράγμων δόξειεν εἶναι ὁ καὶ δι’ ἐμὲ πράγματα παρέχων ἑτέροις· τὰ δὲ λοιπὰ πάντα δι’ ἑνὸς οὕτως· ἔστιν ὅπου καὶ σὺ παρὼν τηλικαύτην τάξιν ἡλίκην νῦν ἐτραγῴδεις· διὰ μὲν γὰρ τοῦ παρὼν λύει τὸ οὐ παρῆν· διὰ δὲ τοῦ τηλικαύτην, ὅτι οὐ μικρὰ ἢ φαύλη· διὰ δὲ τοῦ νῦν ἐτραγῴδεις τὸ ὅτι οὐκ ἐνόησας ὃ πεποίηκας· οὐ δεῖ δὲ οὐδὲ ἔρημον καταλείπειν τὸ παραγραφικὸν ἐν ταῖς ἐργασίαις, βλαψόμεθα γὰρ ἂν μᾶλλον, ἀλλὰ συμπλέκοντα αὐτῷ τὰς ἀποδείξεις οὕτω ποιεῖσθαι τὸν λόγον, ὡς Δημοσθένης· χωρὶς δὲ τούτου καὶ διαβάλλει τὴν πόλιν ἐν οἷς λέγει· καθόλου δὲ συμπληροῦν δεῖ τὸ παραγραφικὸν, ἐπανάγοντα ἐπὶ τὴν διαβολὴν τῆς κατηγορίας· οἷον πάντα μὲν οὖν τὰ κατηγορημένα ἐκ τούτων ἄν τις ἴδοι, καὶ ἀποστρέφοντα τὸν λόγον ἐπὶ τὸν ἀντίδικον ὡς ἐπὶ τούτου· ἐπεὶ πρός γε τοῦτον τὸν κατάπτυστον βραχὺς καὶ σαφὴς καὶ ἑξῆς· ἀλλὰ κἀνταῦθα, ὦ τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι· οὐ γὰρ δὴ ἡμῶν οἱ δικάζοντες ἀνάσχοιντο εἰ λέγοιμεν, ὅτι ἐπειδὴ μὴ πρότερον ἐκρίθημεν οὐκ ἔξεστιν οὐδὲ νῦν κριθῆναι, χαλεπώτερος γὰρ ὁ λόγος οὗτος φανήσεται καὶ τὸ ἰσχυρὸν ἡμῖν περιτρέπεται· συμπληροῦντες δὲ τῇ πρὸς τὸν ἀντίδικον ἀποστροφῇ τὸ παραγραφικὸν, εἶτα μεταβαίνοντες ἐπὶ τοὺς δικαστὰς χρησόμεθα τῇ ἀπολογίᾳ, ὡς ἐπὶ τούτου, χωρὶς δὲ τούτου, διαβάλλει τὴν πόλιν καὶ ἐπὶ τούτου· εἰ γὰρ ὑμεῖς ἅμα τοὺς Ἕλληνας εἰς πόλεμον παρεκαλεῖτε καὶ ἑξῆς.
4.322 Συριανο ῦ. Πλατύνεται τὸ παραγραφικὸν δι’ ἀποστροφῶν, διὰ παραδειγμάτων, δι’ ἐνθυμημάτων· δι’ ἀποστροφῶν μὲν, οἷον ὡς ἐπὶ Περικλέους· φέρε γὰρ εἰ σὺ στρατιώτας ἐκ τῶν προσόντων ἔτρεφες ἑκατὸν, ὅπως ἐν τῷ δέοντι προθύμως ἐπαμύνοις τῇ πατρίδι· εἶτα τῶν συκοφαντῶν τις τυραννίδος ἐπάγοι κατὰ σοῦ γραφήν· οὐκ ἂν ἠγανάκτεις εὐθυνόμενος ἐφ’ οἷς εὐεργέτεις; ἐγὼ μὲν ἡγοῦμαι· διὰ παραδειγμάτων, ὡς ἐπὶ τοῦ αὐτοῦ, καὶ γὰρ πρότερον ἀκούω Κλεινίαν ἐν καιρῷ τῇ πόλει πορίσασθαι τὴν ἐπικουρίαν, διότι πολλοῖς καὶ πρότερον ἐκ τῶν προσόντων ἐπαρκῶν, ἐν τῇ κατὰ Μήδων ἐπ’ Ἀρτεμισίῳ ναυμαχίᾳ τριήρη σὺν διακοσίοις ἀνδράσιν ἐπιδέδωκε τῇ πατρίδι· καὶ τῆς κατὰ βαρβάρων ἀριστείας αἰτιώτατος ὑπῆρξεν· ἀλλ’ οὐδεὶς ἐκεῖνον ὁρῶν ἀνδρῶν τοσούτων ἰδιώτην ὄντα δύναμιν περιβαλλόμενον ἠγανάκτησεν, ἢ πρὸς δικαστήριον εἵλκυσεν, ἢ τυραννίδος ἐγράψατο· διὰ δὲ ἐνθυμημάτων, ὅτ’ ἂν οἰκείαις τῷ προκειμένῳ χρώμενος ἐννοίαις κατασκευάζει τὸ παραγραφικὸν λέγων· ποῦ γὰρ δίκαιον τηλικούτους ἀγῶνας ὑπομένειν, ὑπὲρ ὧν εὖ ποιεῖν ἐσπουδάκασιν ἄνθρωποι; ποῦ τὸν προλαβόντα παρασκευῇ τοὺς κινδύνους εὐθύνειν ἄξιον; ποῦ τὴν θρεψαμένην προαναρπάζειν τῶν δεινῶν οὐκ εὔλογον; εἰ γὰρ περιμενοῦμεν τοὺς καιροὺς καὶ τῶν πολεμίων ἤδη τὴν χώραν λεηλατούντων τότε πρὸς τὴν ἐπιμέλειαν τρεψόμεθα τῶν δεόντων, ὀκνῶ λέγειν μὴ τοῖς ἐναντίοις ἅπαντα πρὸς ἡδονὴν πολιτευσώμεθα· ὁ μὲν οὖν φεύγων τούτοις τοῖς τόποις παρασκευάζει τὸ παραγραφικόν· ὁ δὲ διώκων ἀνατρέψει αὐτὸ καθολικοῖς λογισμοῖς· οἷον τῶν συνειδότων ἑαυτοῖς ἐστι τὸ παραγράφεσθαι· τῶν δὲ θαῤῥούντων τὸ δέχεσθαι τὸν ἀγῶνα· δυοῖν γὰρ θάτερον, ὦ χρηστὲ, ἢ κατὰ τῆς πόλεως ἅπαντα κακουργεῖς, ἢ κηδόμενος ἡμῶν, ὡς ἄνω καὶ κάτω θρυλεῖς παρασκευάσαι τὰ πρὸς τυραννίδα· εἰ μὲν οὖν εὖ ποιῶν φανῇς, πρόδηλον ὡς καὶ δωρεὰς λήψῃ παρὰ τῶν πολιτῶν· εἰ δ’ ὥσπερ ἐπιδείξειν ἐγὼ πεπίστευκα, καθ’ ἡμῶν ἅπαντα ταυτὶ πεφωράσῃ σκευωρούμενος· αὐτός τε ἐπιβουλεύων εὖ οἶδα παύσῃ, καὶ τοὺς ἄλλους σωφρονεστέρους ὁ κατὰ σοῦ σήμερον ἀγὼν παρασκευάσει· κατ’ ἀμφότερα τοίνυν ἥκιστα παραγραπτέον σοι τὴν δίκην· διαφέρει δὲ τῆς παραγραφῆς τὸ παραγραφικὸν, ὅτι ἡ μὲν στάσις, τὸ δὲ κεφάλαιον· καὶ ἡ μὲν νόμον ἔχει πάντως προκείμενον, τὸ δὲ οὔ· καὶ ἡ μὲν ἐκβάλλει τὸν ἀγῶνα, τὸ δὲ διαβάλλει· καὶ τὸ μὲν κατὰ τοὺς εἰρημένους γίνεται τρόπους, ἡ δὲ διαφόρων γίνεται θεωρημάτων.
4.323 Μαρκελλίνο υ. Δοκεῖ μὲν διδάσκειν τοῦ κεφαλαίου τὴν δύναμιν καὶ τὴν φύσιν ὁ τεχνικὸς, οὐ μὴν πάντα τὰ παραγραφικὰ περιέλαβεν· οὐ γὰρ ἐκ μόνων τούτων συνίσταται· ἀλλ’ ἔδει καθόλου εἰπεῖν, ὅτι τοσαῦτά εἰσιν τὰ παραγραφικὰ, ὅσα καὶ τὰ περιστατικὰ τυγχάνει· ἀλλ’ ἴσως ἐπειδήπερ ἐκ τούτων τὰ πολλὰ συμβαίνει παραγραφικὰ γίγνεσθαι, ἐκ τούτων εἶπεν καὶ γίνεσθαι· εἰ γὰρ τὸ παραγραφικὸν ἐκ τῆς παραγραφῆς ἔσχε τὴν γένεσιν, τουτέστι τῆς μεταλήψεως, εἰκότως ἐξ ὧν ἡ μετάληψις γίνεται, ἐκ τῶν αὐτῶν καὶ τὸ παραγραφικὸν γίνεται· ἔπειτα γνωστέον οὓς αὐτὸς εἶπεν τέσσαρας τρόπους· ἀπὸ τοῦ λείποντος, ἀπὸ τοῦ ὑπερβάλλοντος, ἀφ’ ὧν ἕτεροι πεποιήκασιν, ἀπὸ χρόνου, οὗτοι πάντες δύο εἰσὶ, τὸ γὰρ ἀπὸ τοῦ προσώπου εἰς τρία ἐμέρισε, καὶ οὕτως ἐποίησε τέσσαρας, εἰ δὲ μὴ, δύο τυγχάνει τὸ ἀπὸ χρόνου καὶ προσώπου· ἰστέον δὲ καὶ τοῦτο, ὅτι καὶ εἰς ἀτελῆ καὶ εἰς τέλειον ἐμπίπτει στοχασμόν· καὶ ὅπου ἂν ἐμπίπτῃ, διὰ τῶν περιστατικῶν κατασκευάζεται· ὅτε τοίνυν ἔχομεν ἐκ τούτων διαβαλεῖν τὴν κατηγορίαν, ἐμπίπτει· εἰ δὲ μὴ, ἐκλείπει· διὸ καὶ προσέθηκεν ὁ τεχνικὸς, τὸ ἔστιν ὅτε· ὁ δὲ Μαΐωρ διαιρῶν πλατύτερον τὰ πράγματα ἔθηκεν, ἐν οἷς εὑρίσκεται καὶ ταῦθ’ ἃ παραθησόμεθα· τότε, φησὶν, εὑρίσκεται παραγραφικὸν, ὅτ’ ἂν δύο προσώπων ὑπευθύνων ὄντων, θάτερον μὲν ἐμφανὲς ᾖ, θάτερον δὲ ἀγνοῆται.
4.324 οἷον γυνὴ συνεχῶς νύκτωρ δακρύει, καὶ κρίνει αὐτὴν ὁ ἀνὴρ μοιχείας, ἄδηλον ὂν εἰ ἔστι μοιχὸς, ἢ τίς ὁ μοιχός· ἐρεῖ τοίνυν ἡ γυνὴ, ἢ ὁ ὑπὲρ ταύτης. λέγων· φανῆναι δεῖ πρῶτον, τίς ὁ μεμοιχευμένος, ἢ ὅτ’ ἂν κρίνηταί τις φόνου μή που δῆλον ὂν εἰ ἀνῄρηταί τις ὡς ἐπὶ τοῦ ἀσώτου· ἐρεῖ γὰρ δεῖξαι πρῶτον εἰ τέθνηκεν, καὶ πάλιν ὡς ἐπὶ τοῦ κρινομένου φόνου, ἐπειδὴ συχνοῖς κέχρηται καθαρσίοις· ἢ ὅτ’ ἂν φεύγῃ τις συνειδότος μηδέπως ἑαλωκότος, ᾧ φησιν ὁ κατήγορος αὐτὸν συνειδέναι· οἷον Ἀρίσταρχος ἐπὶ Νικοδήμῳ φόνου λαβὼν αἰτίαν, ἔτι μετεώρου τῆς δίκης οὔσης ὑπεξῆλθε καὶ κρίνεται Δημοσθένης συνειδότος· λέξει γὰρ μηδέποτε τοῦ Ἀριστάρχου ἁλόντος οὐχ οἷόν τε συνειδότος ἐμὲ κρίνεσθαι· ἰστέον δὲ, ὡς τὸ παραγραφικὸν τὸ ἀπὸ τοῦ ὑπερβάλλοντος τότε μόνον θέλει ἐμπίπτειν ὁ Μαΐωρ ὅτ’ ἂν διάφοροι τῶν στρατηγῶν αἱ πράξεις, ὅτ’ ἂν δὲ μία ἡ ποιότης ᾖ ῥητόρων ἢ νέων, οὐκ ἔχει χώραν τὸ κεφάλαιον· ἀμέλει φησὶν ὁ Λυσίας ἐν τῷ ὑπὲρ Νικομάχης διώκων Ἐκφαντίδην καὶ Διοφάνην, οὐκ ἦλθεν ἐπὶ τὸ κεφάλαιον τοῦτο, διὰ τὸ μίαν εἶναι ἀμφοτέρων τὴν ποιότητα.
4.325 Ἡ τῶν ἐλέγχων ἀπαίτησις διπλῆ ἐστιν· ἢ γάρ εἰσιν οἱ μάρτυρες ἢ οὔ. οἷον μνωμένῳ τινὶ κόρην ἡ μήτηρ ἔφη τῆς κόρης, θᾶττον τεθνήξεσθαι αὐτὴν ἢ ἐκείνῳ δοθήσεσθαι· ἀπέθανεν ἐπὶ σημείοις φαρμάκων ἡ παῖς· εἶτα βασανίζων ὁ πατὴρ τὰς θεραπαινίδας, περὶ μὲν τῆς φαρμακείας ἀκήκοε πλέον οὐδὲν, μοιχείαν δὲ τῆς γυναικὸς πρὸς τὸν μνηστῆρα καὶ φαρμακείας κρίνει τὴν γυναῖκα· ἐνταῦθα γάρ εἰσιν οἱ μάρτυρες αἱ θεραπαινίδες δηλονότι· οὔκουν ἀπαιτήσει τοὺς μάρτυρας, ἀλλὰ διαβαλεῖ, ὅτι μὴ δεῖ πιστεύειν· φύσει γὰρ ἐχθρὸν τὸ δοῦλον τοῖς δεσπόταις· καὶ ὅτι οὐδὲ τοὺς ἐλευθέρους πάντας ἀξιοπίστους ὑπολαμβάνοντες σχολῇ γ’ ἂν τοῖς δούλοις πιστεύσαιμεν· καὶ πλεῖον δ’ ἂν εὕροις· δεῖ δὲ ἀντιτιθέναι τοῖς μάρτυσι τοὺς μάρτυρας, πότεροι ἀξιοπιστότεροι, καὶ ἀντεξετάζειν, ὡς ἐν τῷ κατὰ Κόνωνος ὁ Δημοσθένης· τουτὶ γάρ σοι καθόλου περὶ μαρτύρων ἔστω τεχνικόν τι θεώρημα· ἢ διαβάλλειν αὐτοὺς ὅτι πρὸς χάριν ἢ δι’ ἔχθραν ἢ διά τινα οἰκειότητα αὐτοῦ μαρτυροῦσιν, ἢ διὰ κέρδος τι οἰκεῖον, ἢ διὰ τὸ μὴ εἶναι δι’ ἡλικίαν ἀξιοπίστους· εἰ δὲ μὴ εἶεν μάρτυρες, ὁ μὲν φεύγων χρήσεται ἀπαιτῶν αὐτοὺς τοῖςδε· προσώπῳ, οἷον τίς ὁ δούς· πράγματι, οἷον τί δούς· τόπῳ, οἷον ποῦ· τρόπῳ, οἷον πῶς· χρόνῳ, οἷον πότε. αἰτίᾳ, οἷον διὰ τί· καὶ τούτοις χρήσεται πᾶσιν ἢ τοῖς ἐμπίπτουσιν· ὁ δὲ κατηγορῶν ἀποφανεῖ τὸν διὰ τῶν πραγμάτων ἔλεγχον ἀξιοπιστότερον τοῦ διὰ τῶν μαρτύρων· οὔτε γὰρ πεπεισμένα τὰ πράγματα οὔτε χαριζόμενά τῳ λέξει, ὥσπερ οἱ μάρτυρες πολλάκις· ἀλλ’ οἷά ἐστι φύσει, τοιαῦτα καὶ ἐξεταζόμενα φαίνεται. Συριανο ῦ. Ἐλέγχων ἀπαίτησις ὠνόμασται ἀπὸ τοῦ τὸν φεύγοντα μάρτυρας ἀπαιτεῖν τῶν κατηγορουμένων, καὶ τῷ διώκοντι μὴ συγχωρεῖν ἀμαρτύρους ποιεῖσθαι τὰς κατηγορίας· πλατύνεται δὲ ὑπὸ τοῦ φεύγοντος τετράσι τούτοις τόποις· πηλικότητι, συγκρίσει, τοῖς πρός τι, τοῖς περιστατικοῖς μυρίοις· ἔοικε δὲ ἡ πηλικότης καὶ ἡ σύγκρισις καὶ τὰ πρός τι τῇ ἐν κοινῷ τόπῳ τριπλῇ συγκρίσει· ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ ἴσου, ἀπὸ τοῦ ἐλάττονος, καὶ πηλικότητι μὲν οὕτω· μέγα ἐστὶν ὁμολογουμένως τὸ ἔγκλημα, οἷον εἰ τυραννὶς, εἰ προδοσία τὸ κρινόμενον· οὐκοῦν χρὴ μαρτύρων ἀπόντων, περὶ τηλικούτων πραγμάτων ποιεῖσθαι τὴν κρίσιν· συγκρίσει δὲ, ὅτι καὶ ἐπὶ πάντων ὁμοίως ἔχει τῶν παραπλησίων· οἷον φόνου, δωροδοκίας, παραπρεσβείας· ἅπερ ἅπασαν ἀνατρέπει διὰ τῆς παρανομίας τὴν πόλιν· ἀλλ’ ὅμως οὐδὲ ἐκείνων οὐδεὶς πώποτε τῶν ἐλεγξόντων ἀπόντων ὑπέσχε τὴν κρίσιν· τοῖς δὲ πρός τι· ὅτι ἄτοπον ἐπὶ μὲν ὕβρεως καὶ κλοπῆς μηδένα ἐξ ὑποψίας κρίνεσθαι· ἐπὶ δὲ τῶν τηλικούτων ἀμαρτύρους ποιεῖσθαι τὰς κατηγορίας· τοῖς δὲ περιστατικοῖς· προσώπῳ μὲν, οἷον τίς οἶδεν· χρόνῳ δὲ, οἷον πότε· τόπῳ, οἷον ποῦ· καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως κατὰ τὴν χρείαν· διαφέρει δὲ ἡ σύγκρισις τῶν πρός τι· ὅτι ἡ μὲν ἀπὸ τῶν ἴσων λαμβάνεται, τὰ δὲ ἀπὸ τῶν ἐλαττόνων· διὸ καὶ ἄμφω συγκριτικὰ ὠνόμασται παρὰ τῶν τεχνογράφων· ἀνατρέπεται δὲ ὑπὸ τοῦ κατηγόρου ἡ τῶν ἐλέγχων ἀπαίτησις τοῖς αὐτοῖς τόποις· πηλικότητι μὲν, ὅτι μέγα ὁμολογουμένως τὸ ἔγκλημα, τὰ δὲ μεγάλα λαθεῖν ἀδύνατον, οὔκουν ἔδει μάρτυρας ἐπὶ τοῦτο καλεῖν, ἀλλὰ πράγμασι προσέχειν, ἅπερ πιστότερά ἐστι μαρτύρων ἁπάντων· καὶ τοιούτοις πολλοῖς ἑτέροις χρησάμενος λογισμοῖς, τὰ πρός τι συνάψει λέγων, ὅτι ἐπὶ μὲν ὕβρεως καὶ κλοπῆς καὶ τῶν μικροτέρων ἀδικημάτων εἰκότως χρεία μαρτύρων, ὅπου καὶ λανθάνειν ἡ τῶν ἀδικημάτων παρασκευάζει βραχύτης, ἐπὶ δὲ τῶν μειζόνων οὐ μαρτυρίαις πεπλασμέναις, ἀλλὰ τῶν δρωμένων ταῖς ὑπερβολαῖς προσέχειν ἄξιον· τοῖς δὲ περιστατικοῖς οὕτω· τίνας δὲ καὶ βούλει καλέω μάρτυρας, φίλους σούς; ἀλλ’ οὗτοι σοὶ συνεργοῦσιν· οὔκουν καθ’ ἑαυτῶν ἐροῦσιν· ἀλλὰ τοὺς ἀπεχθῶς πρὸς σὲ διακειμένους; ἀλλ’ εὔδηλον ὡς τῆς ψευδομαρτυρίας αἰτιάσῃ τὴν ἀπέχθειαν· ἀλλὰ τοὺς οἰκέτας βασάνῳ τἀληθῆ λέγειν καταναγκάσομεν; καὶ τίς οὐκ οἶδεν ὡς ἐπίορκος ἀεὶ καὶ ἄπιστος ἡ τῶν ἀνδραπόδων φύσις· καὶ τῶν αἰκισμῶν ἐθάδες ὑπάρχοντες διακαρτεροῦσι πρὸς τὰς πληγάς· ὅλως δὲ εἰ καὶ μάρτυρας παρείχομεν τοὺς ἐπ’ αὐτοφώρῳ κατειληφότας, οὐδεὶς ἔτι κρίσεως ὑπελείπετο καιρός· ἀπὸ δὲ χρόνου, νύκτα γὰρ ἐπετήρεις· ἀπὸ δὲ τόπου, οἴκοι γὰρ ταῦτα κατέκρυπτες, ἐπιβουλεύειν ἡνίκα ἂν δοκῇ σοι τοῖς πολίταις ἐσπουδακώς· καὶ ὡς ἐρημίαν, ὦ φονεῦ, ἐπετήρεις τὴν παράνομον ἐμπλῆσαι προαίρεσιν ἐπειγόμενος.
4.327 ὁ μὲν οὖν φεύγων ἐν ἀρχῇ τῆς ἀπολογίας κέχρηται τῇ τῶν ἐλέγχων ἀπαιτήσει· ὁ δὲ διώκων ἀνατρέπει αὐτὴν μετὰ βούλησιν καὶ δύναμιν καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ ἔστι τῶν ἀεὶ ἐμπιπτόντων ἐν τῷ τελείῳ στοχασμῷ τὸ κεφάλαιον· ἐν μόνῳ δὲ τῷ ἀπὸ γνώμης ὄντι ἁπλῷ οὐκ ἐμπίπτει ἡ τῶν ἐλέγχων ἀπαίτησις· οἷον ὡς ἐπὶ τούτου· νόμος τὴν ἐπιτροπευομένην γυναῖκα μήτε τὸν ἐπίτροπον μήτε τὸν παῖδα αὐτοῦ γαμεῖν· ἐπίτροπος ἀπεκήρυξε τὸν υἱόν· ἐβιάσατο τὴν κόρην ὁ παῖς· ἐκείνη γαμηθῆναι εἵλετο τῷ βιασαμένῳ· ἀναλαμβάνει τὸν παῖδα μετὰ τοῦτο ὁ πατὴρ, καὶ κρίνεται κατασοφισμοῦ.
4.328 Σωπάτρο υ. Ταῦτα τὰ δύο κεφάλαια, τὸ παραγραφικόν φημι καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν, εὐθέως ἐξ ἀρχῆς ἡ τέχνη παρέσχε τῷ φεύγοντι· ἐπειδὴ γὰρ ἐκ τῆς τοῦ κατηγόρου καταφορᾶς ἐξασθενεῖσθαι δοκεῖ ὁ φεύγων, ἡ τέχνη ἐπιῤῥωννῦσα αὐτὸν καὶ τὴν ἀπολογίαν ἐνάμιλλον καθιστᾶσα, ταῦτα τὰ κεφάλαια πρῶτον αὐτῷ παραδίδωσιν. Ἐλέγχων ἀπαίτησις εἴρηται διὰ τὸ τὸν φεύγοντα ἐλέγχους ἀπαιτεῖν τοῦ πράγματος, περὶ οὗ ἡ κρίσις· ἀπαιτεῖ δὲ ἐκ τῶν ἀτέχνων πίστεων ἀξιῶν γίγνεσθαι τὴν κρίσιν, καὶ τὰς ἀποδείξεις τοῦ ἐπαγομένου ἐγκλήματος, οἷον ἐκ βασάνων, μαρτύρων· ἄτεχνοι δὲ εἴρηνται, ἐπειδὴ ἡ ὕλη τοῦ προβλήματος ἔχει αὐτὰς καὶ τοῦ πράγματος, καὶ οὐ γίνονται ἔξωθεν ἀπὸ τῆς τοῦ ῥήτορος τέχνης· δύναται δὲ τὸ κεφάλαιον ὥσπερ καὶ τὸ παραγραφικὸν διαβάλλειν τὴν κρίσιν ὡς οὐ δεόντως γινομένην· ὥσπερ δὲ τὸ παραγραφικὸν ῥυπαίνει τὸν χρώμενον, ὑποψίαν ποιοῦν μὴ ἔχειν ἀπολογίαν, οὕτω καὶ τοῦτο ῥυπαίνει μὲν αὐτὸν ὡς ζητοῦντα ἀπὸ ἑτέρου προσώπου τὸν ἔλεγχον καὶ μὴ ἑαυτῷ δυνάμενον συνίστασθαι ἐν τῇ κρίσει· δείκνυσι δὲ οὐκ ἰσχυρὰν τὴν κατηγορίαν· ὁ δὲ κατήγορος μόνον ἐκβάλλει χρώμενος τῷ ἀπὸ τῶν εἰκότων καὶ τεκμηρίων ἐλέγχῳ· ἐζήτηται δὲ ἐνταῦθα πῶς ἄρνησιν οὐσιώδη ἔχοντος τοῦ στοχασμοῦ, ἐλέγχων ἀπαίτησις γίνεται· τοῦ γὰρ ἀφανοῦς εὔηθές ἐστι μάρτυρας ἀπαιτεῖν· καί τινες μὲν οὕτως ἀπολογοῦνται, ὅτι τοῦ σημείου τοὺς μάρτυρας ἀπαιτοῦσι· τοῦτο δὲ κακῶς· οὐδὲ γὰρ περὶ αὐτοῦ ἐστιν ἡ κρίσις, ἢ ἡ κατηγορία, ἄλλως τε οὐδὲ μαρτύρων δεῖται τὸ φανερόν· ἄλλοι δὲ ἄμεινον ἀπολογούμενοί φασιν, ὡς φύσει ἐστὶν τοῖς φεύγουσιν ἀπαιτεῖν μάρτυρας ἐν οἷς ἴσασι μὴ ὑφεστῶτας· εἰ γὰρ ᾔδεισαν ὄντας, οὐκ ἂν ἀπῄτουν· τοσοῦτον δὲ εἰδέναι χρὴ, ὅτι ἐν μὲν τοῖς ἀληθέσι τῶν ἀγώνων μάρτυρες προφέρονται, ὡς ἐν τοῖς ἐπιτροπικοῖς Δημοσθένους· οἱ γὰρ δικασταὶ οὐκ ἀνέχονται ἄνευ μαρτύρων κρῖναι· εὕρηνται δὲ καὶ λόγοι ἀμάρτυροι ὡς ἐν τῷ κατὰ Τιμάρχου· ἐν δὲ τοῖς πλασματικοῖς οὒ, διὸ ἀδιορίστως εἰπὼν ἔπταισεν ὁ τεχνικὸς, εἰσὶ μάρτυρες ἢ οὔ· ἀδύνατον γὰρ ἐν τοῖς πλασματικοῖς μάρτυρας παρενεχθῆναι· ἄλλως τε καὶ ἀσύστατα γίνεται διὰ τῶν μαρτύρων γινόμενα· ἔνθεν δῆλον ὅτι περὶ μόνων τῶν ἀληθῶν ζητημάτων διαλαμβάνει· ἔθει δὲ κεκρατηκότι καὶ ἐν τοῖς ζητήμασι καὶ ἐν τοῖς πλάσμασιν ἀπαιτεῖ μὲν ὁ φεύγων μάρτυρας, παρενεγκεῖν δὲ ὁ κατήγορος οὐ δύναται· τούτου χάριν καὶ ὁ τεχνογράφος τελείαν αὐτοῦ τὴν ἐργασίαν ποιούμενος φησὶν εἶναι διττὸν τὸ κεφάλαιον· ἢ γάρ εἰσι μάρτυρες ἢ οὐκ εἰσίν· ὅτε μὲν οὖν εἰσὶν, ἢ δοῦλοι τυγχάνουσιν ἢ ἐλεύθεροι· καὶ δοῦλοι ἢ τῶν ἔξωθεν, ἢ αὐτοῦ τοῦ καταμαρτυρουμένου· ἐνίοτε γὰρ καὶ οἰκέτας κατὰ τῶν οἰκείων δεσποτῶν εἰς μαρτυρίαν παράγουσιν· τῶν μὲν γὰρ ἔξωθεν ἐκβαλοῦμεν ἐκ τῆς τύχης τὴν μαρτυρίαν, εἰ μὲν γὰρ μετὰ βασάνων μαρτυροῦσι, φήσομεν, ὡς οὐδὲν φροντίζουσι τῶν βασάνων· κατεπήγγελται γὰρ αὐτοῖς ἐλευθερία ἀντὶ τῶν ἐνταῦθα πληγῶν ἢ ἄλλο τι τοιοῦτον.
4.330 εἰ δὲ ἐκτὸς βασάνων, ἐροῦμεν, ὅτι οὐδὲ μετὰ βασάνων ἀληθὴς ἡ μαρτυρία· πολλοὶ γὰρ ἑάλωσαν τὰ ψευδῆ μαρτυροῦντες, μή τι γε βασάνων ἐκτός· τῶν δὲ οἰκείων· ὥσπερ εἶπεν ὁ τεχνικὸς, ὅτι φύσει πολέμιον τὸ δοῦλον τοῖς δεσπόταις, οἱ δὲ ἐλεύθεροι, ἢ ξένοι, ἢ πολῖται· τοὺς μὲν οὖν ξένους αὐτὸ τοῦτο διαβαλοῦμεν, ὅτι ἔξωθεν τῇ πόλει παρεισενεχθέντες καὶ μὴ γνήσιον ἔχοντες τὸ γένος, ὡς οὐδὲν θαυμαστὸν, εἰ φόνῳ πολιτῶν ἐφήδονται· ἐθέλουσι γὰρ κατὰ βραχὺ δαπανωμένων τῶν πολιτῶν ἔχειν ἐντεῦθεν τὴν ἄδειαν· τοὺς δὲ πολίτας πάλιν ἐξεταστέον· ἢ γὰρ πένητές εἰσι ἢ πλούσιοι· τοὺς μὲν οὖν πένητας ἐκβαλοῦμεν φάσκοντες ὡς ῥᾳδίως ἐπὶ τῷ λήμματι μαρτυροῦσιν ὥσπερ καὶ Δημοσθένης· τοῦ γὰρ Αἰσχίνου παρενεγκόντος μάρτυρας τοὺς Φωκεῖς, ὡς οὐκ αὐτὸς εἴη ὁ τὴν πόλιν αὐτῶν ἀπολωλεκὼς, φησίν· ὅτι εἰσί τινες ἐν αὐτοῖς ἐπὶ χρήμασι πάντα ῥᾳδίως ποιοῦντες· εἰ δὲ πλούσιοι, πάλιν οὗτοι ἢ πονηροὶ ἢ ἐπιεικεῖς· πονηρῶν μὲν οὖν ὄντων ἐκβαλοῦμεν τὴν μαρτυρίαν ἐκ τούτων· καὶ μάλιστα εἰ ὡς φιλόδικοι διαβάλλοιντο· εἰ δὲ ἐπιεικεῖς δοκοῖεν, ἐκ τῶν ἐνόντων πρὸς τὴν ὑπόθεσιν ἐκβαλοῦμεν τὴν μαρτυρίαν, ἢ φιλίαν τοῦ συνηγόρου αἰτιώμενοι ἢ οἶκτον ἢ καὶ αὐτὸ τοῦτο τὸν πλοῦτον αἰτιασόμεθα, ὅτι θαῤῥοῦντες διὰ τὸν πλοῦτον ὡς οὐδὲν πείσονται, ἐπὶ τὴν μαρτυρίαν ἀπήντησαν· ἂν δέ γε μὴ ὦσιν, αἰτεῖν χρὴ τὸν φεύγοντα καὶ διαβάλλειν τὴν πίστιν, ὡς ἀσθενῆ τὴν μὴ ἐκ μαρτύρων ἀλλ’ ἐξ εἰκότων γιγνομένην· οὐ δεῖ δὲ τοῦτο ποιεῖν ὡς ἔτυχεν· ἀλλὰ πρῶτον ἐφορᾷν, εἰ ἐνδέχεται διὰ μαρτύρων συστῆναι τὴν ὑπόθεσιν ἢ μή· καὶ ὅτ’ ἂν εὕρωμεν πανταχόθεν μαρτύρων ἀπορίαν, τότ’ ἐπιθησόμεθα ἀπαιτοῦντες τοὺς ἐλέγχους· εἰ γὰρ εἴησαν, εἶτα ἡμεῖς ἀπαιτήσομεν αὐτούς· ἐκείνων παρεχομένων οὐ χαλεπῶς ἁλισκόμεθα· δεῖ τοίνυν μὴ ὄντων ἀπαιτεῖν· ἀπαιτεῖν δὲ οὐ μόνον πηλικότητι καὶ συγκρίσει καὶ τοῖς πρός τι, ὡς ἤδη ἔφαμεν, ἀλλὰ καὶ ἔθει καὶ νόμοις καὶ δικαστηρίοις· ἔθει μὲν οὕτω λέγοντας, ἔθος γὰρ ὑμῖν ποιεῖν τὰ τοιαῦτα· νόμῳ δὲ οὕτω· καὶ οἱ νόμοι δὲ οὕτω κελεύουσι τὰς ἀποδείξεις ἐκ τῶν φανερῶν ἐλέγχων καὶ ἀναμφισβητήτων· δικαστηρίοις δὲ οἷον· καὶ γὰρ τούτου χάριν καὶ τὰ δικαστήρια συγκροτεῖται· ἰστέον δὲ, ὅτι τοῦτο διαφέρει σύγκρισις τῶν πρός τι· ἄμφω μὲν γὰρ συγκριτικά· ἀλλ’ ἐπὰν μὲν ἀορίστως εἰσάγηται· οἷον ὅτ’ ἂν λέγωμεν, ὅτι καὶ ἐπ’ ἄλλων οὕτως εἰώθατε καὶ μικροτέρων ποιεῖσθαι τὰς κρίσεις, τοῖς πρός τι χρώμεθα· ὅτ’ ἂν δὲ ὡρισμένως οἷον καί τινων ἀδικημάτων, κλοπῆς ἢ μοιχείας ἤ τινος τῶν τοιούτων, τότε συγκρίνομεν, καὶ τούτοις μὲν τοῖς τρόποις, ὅτ’ ἂν ἀπαιτῆσαι βουληθείης ἐλέγχους, χρήσῃ· χρήσῃ δὲ καὶ ἑτέρᾳ μεθόδῳ· ὡς καὶ αὐτός φησιν ὁ τεχνικὸς ἀπὸ τῶν περιστατικῶν ἀπαιτῶν τοὺς ἐλέγχους· περιστατικὰ δὲ εἴρηται πολλάκις ὡς ἔστι ταῦτα, πρόσωπον, πρᾶγμα, χρόνος, τόπος, τρόπος, αἰτία, ὕλη, ἐξετάζεται δὲ τὸ πρόσωπον ἀπὸ τῶν ἐγκωμιαστικῶν, γένους, ἀγωγῆς, πράξεως, ἐπιτηδευμάτων, καὶ τῶν ἄλλων τῶν παρεπομένων τοῖς ἐγκωμιαστικοῖς προσώποις· οἷον πρόσωπα μὲν, τίς μου καταμαρτυρεῖ ταῦτα πεποιηκέναι, δοῦλος, ἐλεύθερος, ξένος, πολίτης.
4.331 Χρόνῳ δὲ, οἷον πότε ἑωρακέναι, νύκτωρ ἢ μεθ’ ἡμέραν· ἐν πολέμῳ ἢ ἐν εἰρήνῃ· τόπῳ δὲ, οἷον· ποῦ, ἐν ἀγορᾷ, ἐν πόλει, ἐν ἐρημίᾳ· πραγματικῇ δὲ, οἷον τί ποιοῦντα· ἐφ’ ἅπασι δὲ καὶ τὴν αἰτίαν ἐπιζητήσει· οἷον κέρδους ἕνεκεν ἢ δι’ ἔχθραν· καὶ τούτοις ἅπασιν ἐπεξέρχεται κατὰ διαίρεσιν προϊὼν καὶ τὴν αἰτίαν ἀκριβέστερον ἐξετάζων, τοῦτο γάρ ἐστι τὸ κυριώτερον ἐν ταῖς δίκαις· εἰ μὲν γὰρ εἴη ὁ τὴν αἰτίαν τοῦ φόνου φεύγων πλούσιος, ὁ δὲ ἀνῃρημένος πένης, ἐρεῖ ὁ τὴν αἰτίαν ἔχων· τίνος ἕνεκα τὸν φόνον εἴργασμαι; χρημάτων ἐρῶν; καὶ μὴν εὐπορώτερος μὲν ἐγὼ, ὁ δὲ πένης ἐτύγχανεν, εἰ δὲ τοὐναντίον, ἐρεῖ, ὅτι τὸν φόνον τί βουλόμενος εἴργασμαι; ἆρα χρημάτων ἐρῶ; καὶ μὴν παῖδας εἶχεν ὁ τεθνεὼς ἂν οὕτω τύχοι ἢ συγγενεῖς· καὶ πάλιν εἰ τοῦ Ἀλκιβιάδου λάβωμεν πρόσωπον, καὶ ἐπὶ τυραννίδι κρίνοιμεν, ἐροῦμεν· ὅτι ὑβριστὴς ἀεὶ καὶ ἐναγής· διὸ καὶ τυραννεῖν ἐπεχείρησεν ἢ πάλιν τὸ τῶν Ἀθηναίων, ὅτι νεωτεροποιοί· ὥσπερ καὶ Θουκυδίδης φησίν· οὕτω μὲν οὖν ἡ αἰτία καὶ ἀπὸ τοῦ φεύγοντος καὶ ἀπὸ τοῦ διώκοντος· χρὴ δὲ εἰδέναι, ὡς τὸ τῆς αἰτίας ἀεὶ τηρεῖν δεῖ εἰς τὴν βούλησιν καὶ τὸ τῆς ἡλικίας· τὸ δὲ τῆς ὕλης εἰς τὴν δύναμιν τῶν παρεπομένων τοῖς ἐγκωμαστικοῖς προσώποις· καὶ οὕτω μὲν ὁ φεύγων χρήσεται τῷ κεφαλαίῳ· ὁ μέντοι κατήγορος, εἰ μὲν ἔχει μάρτυρας, ἀπὸ τούτου συνίστησιν, ὅτι κρείττων ἡ μαρτυρία καὶ τεκμηρίων καὶ τῶν εἰκότων, παράθεσιν τούτων ποιούμενος· εἰ δὲ ἐκ βασάνων παρέχοι τὸν ἔλεγχον, ὅτι ὁ τῶν βασάνων ἔλεγχος ἀληθέστερός ἐστι πάλιν ἐρεῖ· ἀνατρέψει δὲ καὶ τὴν τοῦ αἰτοῦντος τοὺς ἐλέγχους πηλικότητα καὶ σύγκρισιν καὶ τὰ λοιπὰ ἀπὸ τῶν αὐτῶν τόπων· ἐρεῖ γὰρ, ὅτι εἰ ἐπίστευσεν οὗτος ὡς ἀποτρίψασθαι δύναται τὸ ἔγκλημα τὸ ἐπαγόμενον παρ’ ὑμῶν οὐκ ἂν ὑμᾶς ἠξίου παρέχεσθαι, ἀλλ’ εὐθὺς ἐπὶ τὸ πρᾶγμα ἐπορεύετο· καὶ τὴν ἀπολογίαν τοῦ ἐγκλήματος ἐποιεῖτο δι’ αὐτοῦ· εἶθ’ ὡς λέγει μάρτυρας εἰ εἴχομεν, οὐκ ἂν αὐτὸν ἔδει κρίνεσθαι ἀλλὰ τιμωρεῖσθαι· ἐπὶ γὰρ τῶν ἀφανῶν εἰσι κρίσεις, ἐπὶ δὲ τῶν ὁμολογουμένων αἱ τιμωρίαι· τρίτον οὐχ οἷόν τέ ἐστι πάντα διὰ μαρτύρων ἐλέγχεσθαι, αὐτὸ γὰρ τοῦτο δεδιότες οἱ ἀδικοῦντες πειρῶνται, ἵνα μὴ κατάφωροι γένωνται.
4.333 τέταρτον ὅτι αὐτὰ τὰ πράγματα ἐλέγχει αὐτόν· μετὰ ταῦτα ἀπὸ τῆς πηλικότητος· οὐδὲ γὰρ ἐπὶ τῶν μεγάλων ἀδικημάτων χρὴ μάρτυσι πιστεύειν· οἱ γὰρ μαρτυροῦντες ἢ δι’ ἔχθραν ἢ χάριτι μαρτυρήσαντες ἑάλωσαν πολλάκις. συγκρίσει· εἰ καὶ ἐπὶ τῶν μικροτέραν πολλάκις ἐπιχειροῦσι τὰ ψευδῆ λέγειν καὶ μαρτυρεῖν, οὐ χρή σε ἐπὶ τηλικούτων καὶ μεγάλων πιστεύειν ταῖς ἐκ μαρτύρων στάσεσιν· εἶτα ἐκ νόμων καὶ ἐθῶν καὶ δικαστηρίων καὶ ἁπλῶς τοῖς τοιούτοις τόποις ἀνασκευάσεις, οἷς καὶ κατεσκεύασας. Οἷον μνωμένῳ τινὶ κόρην· ἔπταισε κἀνταῦθα ὁ τεχνικός· οὐδὲ γὰρ τοῦ σημείου οἱ μάρτυρες, εἴ γε τὸ σημεῖον φανερὸν ἐν στοχασμῷ, ἐλέγχους δὲ τοῦ φανεροῦ κομίζειν ἀνόητον· ὅτι δὲ σημεῖον ἡ μοιχεία δῆλον· οὐδὲ γὰρ τῆς μοιχείας τὸ ἔγκλημα, ἀλλὰ τῆς φαρμακείας· καὶ ταῦτα μὲν οἱ μεμφόμενοι Ἑρμογένει, πλὴν ἔστιν εἰπεῖν, ὅτι οὐδὲν ἄτοπον καὶ τοῦ σημείου κομίζεσθαι μάρτυρας· ἐπὰν καὶ αὐτὸ ἀναμφιβόλως ἐπὶ τὸ ζητούμενον χειραγωγῇ, μηδεμίαν πρόφασιν τῷ χρώματι ἐνδιδόν· ἄλλως τε καὶ οὐδὲ ἀνεύθυνον τὸ σημεῖον ἐνταῦθα, ὡς καὶ ἐπὶ τῶν ἄλλων στοχασμῶν· ὅτι δὲ τοῦ σημείου δεικνυμένου οὐδεμία περιλείπεται ἀπολογία, τὸ μὴ οὐχὶ τὴν μητέρα εἶναι τὴν φαρμακίδα, δῆλον ἀφ’ ὧν σύμφωνον τῷ τῆς μητρὸς λόγῳ τὸ σημεῖον· τί γὰρ τὸ κατεπεῖγον μὴ συναινέσαι τὸν γάμον τοῦ νεανίσκου τὴν μητέρα τῇ θυγατρὶ ἑαυτῆς, εἰ μὴ ἡ τῆς μοιχείας πρόφασις· ἐπεὶ δὲ καὶ ἡ μοιχεία ἐλέγχεται, ἀναμφιβόλως ἐστὶν ἡ μήτηρ ἡ τὴν θυγατέρα φαρμάξασα· ἁρμόσει δ’ ἂν ἐπὶ τούτου τοῦ ζητήματος τὸ περὶ τῶν θεραπαινίδων ἐνθύμημα τῷ παραγραφικῷ· ἵνα εἴπῃ ὅτι οὐ δεῖ ἐφ’ οἷς αἱ θεράπαιναι ἐχθραί μου οὖσαι κατεῖπον κρίνεσθαι.
4.334 Δεῖ δὲ καὶ ἀντιτιθέναι τοῖς μάρτυσ ι. θαυμάσειε μὲν ἄν τις πῶς στοχασμοῦ ὄντος εἰσὶν οἱ μάρτυρες εἰς αὐτὸ τὸ ἔγκλημα, οὐδὲ γὰρ δύναται ὡς ἤδη ἔφαμεν τὸ ἄδηλον μάρτυρας ἔχειν· ἀλλά φαμεν, ὅτι ἐν τῷ κατὰ Κόνωνος ἡ ἀλήθεια τοῦ πράγματος ἐβιάζετο τὴν τέχνην, ὥσπερ καὶ ἐν ἄλλοις ἡ ἀλήθεια τῶν ἀγώνων βιάζεται πολλάκις· καὶ εἰσηγεῖταί τινα ἀναγκαῖα μὴ ὄντα ἐν τῇ τέχνῃ· ἀμέλει ἐν αὐτῷ τούτῳ τῷ κατὰ Κόνωνος αἰκίας τὸ ὁμολογῆσαι τὸν φεύγοντα τυπτῆσαι τὸν κατήγορον, ἀδύνατόν ἐστιν ἐν στοχασμῷ· ἄλλως τε ἀμφοτέρων τῶν μερῶν ἐχόντων μάρτυρας καὶ τὰ ἀλλήλων ἀναιρούντων, εἶτα ἐξισαζόντων, οὐκ ἔτι προσάγονται μάρτυρες· ἀλλ’ ἀναιρεθείσης τῆς ἀπὸ τούτων ὠφελείας ἐσώθη ἡ τοῦ στοχασμοῦ φύσις, τῷ εἶναι ἄδηλος καὶ ἐξ ἄλλων ἀποδείκνυσθαι. Μαρκελλίνο υ. Εἰ δοῦλοι ὦσιν οἱ μάρτυρες δεῖ καθόλου διαβάλλειν, πολλὰ μὲν καὶ ἄλλα, ὅτι πονηροὶ τὸν τρόπον ὡς ἐπὶ τὸ πλεῖστον, ὅτι ἀκόλαστοι, οὐχ ἥκιστα ὅτι τοῖς δεσπόταις ἀεὶ ἐχθρὸν καὶ πολέμιον κἂν χρηστοῖς δεσπόταις δουλεύωσιν· ἐὰν δὲ ἐλεύθεροι, δεῖ ζητεῖν πότερον ἔνδοξοι ἢ ἄδοξοι· καὶ πρὸς τοῦτο ποιεῖσθαι τὰς διαβολάς· χρὴ γὰρ σκοπεῖν εἰ πρότερον μαρτυροῦντες ψευδομαρτυριῶν ἑάλωσαν, ἢ ἄλλως ἐπείσθησαν ἢ χρήμασι διεφθάρησαν· ἐὰν μέντοι ἔνδοξον τὸ πρόσωπον ᾖ, ταῦτα μὲν οὐχ ἕξει χώραν· ῥηθήσεται δὲ, ὡς ἢ δι’ ἔχθραν μαρτυρεῖ, ἢ πρὸς χάριν τῶν ἀντιδίκων· κἀκεῖνο δὲ παραφυλακτέον, ὅτι ὅτ’ ἂν μέν τις διὰ προσώπων μαρτυρίαν παρέχηται, μόνως τὴν διὰ προσώπων μαρτυρίαν ἐπαινεῖν δεῖ ὡς ἀκριβεστέραν· ἐὰν δὲ διὰ πραγμάτων, τὸν διὰ τῶν πραγμάτων ἔλεγχον ἐπαινεῖν χρή· εἰ μέντοι παρέχονται μάρτυρας ἐξ ἀμφοῖν τοῖν μεροῖν, ὁ μὲν καθόλου περὶ μαρτύρων ἔπαινος οὐκ ἔχει χώραν· λήσει γὰρ ἕκαστος ἐγκωμιάζων τὰ τοῦ ἀντιδίκου.
4.335 ζητητέον δὲ τηνικαῦτα τὰς τῶν προσώπων διαφοράς· καὶ γὰρ προαιρέσεις ἑκατέρων ἐξεταστέον καὶ τύχην, δεικνύντας ὡς οὗτοι μᾶλλον ἐκείνων ἄξιοι πιστεύεσθαι· μέγιστον γὰρ ἡ ἀντεξέτασις ἐν τοῖς τοιούτοις δύναται· ἐναργὲς ἡμῖν παράδειγμα τούτου Δημοσθένης καταλείπει ἐν τῷ κατὰ Κόνωνος αἰκίας, ἀντεξετάσας ἐκεῖ τοὺς μάρτυρας καὶ διαφορὰς ἐξευρὼν γενναιοτάτας· ὁ μὲν γάρ φησι τοὺς ἑταίρους καὶ ἡλικιώτας σύμπαντας μάρτυρας παρέχεται πρὸς χάριν μαρτυροῦντας· ἐγὼ δὲ ξένους οὐδὲν ἐμοὶ προσήκοντας οὐδὲ δι’ ἄλλο τι μαρτυροῦντας πλὴν τὴν ἀλήθειαν, ἑωρακότας με φοράδην ἐκ τοῦ παρατυχόντος φερόμενον οἴκαδε· ἐὰν δὲ μὴ ὦσι μάρτυρες τῷ κατηγόρῳ, ὁ φεύγων φησὶ χρήσεται ἀπαιτῶν τοῖςδε· λέγει δὲ τοῖς περιστατικοῖς· ἐκ τούτων γὰρ ἔχει τὴν εὐπορίαν· προσώπῳ, οἷον τις ὁ δούς, ὁ τίς συνειδὼς, ὁ τίς παρὼν φαρματτούσῃ τῇ γυναικί· καὶ ὑποδιαιρέσει ἐνταῦθα χρήσεται· συγκλείων τὸν κατήγορον, οἷον πολίτης ἢ ξένος, οἰκεῖος ἢ ἀλλότριος, δοῦλος ἢ ἐλεύθερος, ἔπειτα ἁρπάσει τὸ πρᾶγμα· τί δούς; τί ποιήσας; τίνι πλήξας; ξίφει ἢ λίθῳ ἢ ξύλῳ ἢ φαρμάκῳ χρησάμενος; τρόπῳ· τίνα τρόπον, λαθὼν ἢ ἐκ τοῦ προφανοῦς βιασάμενος ἢ ἀπατήσας; τόπῳ, ἐν ἄστει· ἔξω τείχους· ἐν ἐρημίᾳ, ἐπ’ οἰκίας· προσθήσει δὲ καὶ τὸν χρόνον εὐθύς· ἐν εἰρήνῃ, ἐν πολέμῳ· εἶτα τῷ καιρῷ χρήσεται· ἀντὶ τοῦ χρόνου· οἷον νύκτωρ, ἢ μεθ’ ἡμέραν· ἐφ’ ἅπασι τούτοις ἐρεῖ καὶ τὴν αἰτίαν· διατί ἄρα, ἵνα κληρονομήσω, ἵνα τῶν αὐτοῦ γένωμαι κύριος, ἵνα ἐχθροῦ ἀπαλλαγῶ· ἢ διὰ φιλίαν, ἢ ἔχθραν, ἢ ἡδονήν· καὶ ἐὰν μὲν ἅπασι τούτοις ἐξῇ, χρηστέον πᾶσι· δυσχερὲς δὲ πάντα εὑρεθῆναι ἐν προβλήματι· αὐτίκα ὁ τὸ νεοσφαγὲς σῶμα θάπτων ἐν ἐρημίᾳ καὶ φόνου κρινόμενος, οὔτε τῷ πράγματι, οὔτε τῷ τόπῳ, οὔτε χρόνῳ χρήσεται, οὔτε μὴν τρόπῳ· ὡμολόγηται γὰρ ἐκ τοῦ νεοσφαγοῦς, καὶ ἐν ἐρημίᾳ εἶναι· ἐν δὲ τῷ ἀσώτῳ εὑρίσκεται πάντα· ὁ δὲ κατήγορος ἀποδείξει τὸν διὰ τῶν πραγμάτων ἔλεγχον ἀκριβέστερον τοῦ διὰ τῶν προσώπων· ὃ καὶ Δημοσθένης ἐποίησεν ἐν τῷ κατ’ Αἰσχίνου.
4.336 ἀπορίᾳ γὰρ μαρτύρων τεχνικῶς ἐπὶ τὰ πράγματα κατέφυγεν· καὶ ἄλλο δὲ τεχνικῶς ὁ ῥήτωρ πεποίηκε· μετὰ γὰρ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τὴν τῶν ἐλέγχων ἀπαίτησιν εἰσήγαγεν, ὡς ἤδη λύσας διὰ τῶν πραγμάτων καὶ τῶν τεκμηρίων· ἐπεὶ πῶς ἂν ἀντέθηκε τοῖς ἐλέγχοις τὰ πράγματα μὴ κατασκευάσας πρῶτον αὐτά· καθόλου δὲ γνωστέον ὡς ἡ τῶν ἐλέγχων ἀπαίτησις ἐκ τῶν ἀτέχνων πίστεων λαμβάνεται, μαρτύρων, διαθηκῶν, νόμων, ψηφισμάτων, ἐπιστολῶν, βασάνων· ὁ δὲ Δημοσθένης καὶ τὴν ἀπὸ τῶν πεπονθότων μαρτυρίαν ποιεῖ ζητοῦντα, τὸν Αἰσχίνην, διατί μὴ καταμαρτυροῦσιν οἱ τῶν ἐκπεπτωκότων οἱ μὲν οἶμαι βέλτιστοι καὶ δικαιότατοι καὶ ἑξῆς· πρὸ πάντων δὲ μετὰ τὸ παραγραφικὸν ἡ τῶν ἐλέγχων ἀπαίτησις τέτακται, ἵνα μὴ προανέλῃ τὸ ἰσχυρὸν τοῦ κατηγόρου, λόγῳ δὴ τὸν ἀπὸ τῶν σημείων ἔλεγχον· ζητητέον δὲ, πῶς ἐκβαλοῦμεν καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν· λέγομεν, ὅτι ἐρεῖ ὁ κατήγορος ὁ μὴ ἔχων μάρτυρας, μείζονα εἶναι τὸν διὰ τῶν πραγμάτων ἔλεγχον, ὁ δὲ αἰτῶν τοὺς μάρτυρας οὕτως ἀπαιτοίη δεινώσας τὸ ἔγκλημα· ὅτι περὶ μεγάλων ὁ κίνδυνος καὶ οὐ δίκαιον ἐξ ὑπονοίας κρίνεσθαι ψιλῆς· εἰ γὰρ καὶ περὶ χρημάτων ἦν, οὐδ’ οὕτως ἐχρῆν ἐξ εἰκότων με κρίνεσθαι· τούτου γὰρ χάριν τὰ δικαστήρια γίνεται, ἵνα τἀληθῆ ζητῶσιν· καλῶς οὖν ὁ νόμος ἐποίησεν οὐχ ἁπλῶς κατηγορεῖν, ἀλλὰ μάρτυρας ἀξιῶν παρέχεσθαι τὸν κατήγορον. Ἡ βούλησις καὶ ἡ δύναμις ἀπὸ τῶν παρακολουθούντων τῷ προσώπῳ γίνεται, δηλονότι τῶν ἐγκωμιαστικῶν· καὶ ὅτε μὴ εἴη πρόσωπον ὡρισμένον, πάντα σχεδὸν ἐμπεσεῖται· εἰ δέ τι τῶν ἄλλων, κατὰ τὰ εὑρισκόμενα χρησόμεθα· οἷον νέος πλούσιος· ἔχει γὰρ ἐνταῦθα ἡλικίαν καὶ τύχην ἐξετάσαι καὶ τὰ παρακολουθοῦντα τούτοις· τὰ δὲ ἐγκωμιαστικὰ δηλονότι ἔστι τάδε· γένος, ἀγωγὴ, παίδευσις, ἡλικία, φύσις ψυχῆς καὶ σώματος, ἐπιτηδεύματα, πράξεις, ὃ καὶ ἰσχυρότατον κεφάλαιον, τύχη, οἷον πένης ἢ πλούσιος, καὶ τὰ τοιαῦτα· ταῦτα δὲ ἐπ’ ἀμφοῖν μὲν ἰσχύει ἀφ’ ἑκατέρου μέρους ἐξεταζόμενα, καὶ ἐπὶ τῆς βουλήσεως καὶ ἐπὶ τῆς δυνάμεως· μᾶλλον δέ τινα ἐν τῷ ἑτέρῳ, ὥσπερ τὰ τῆς τύχης, οἰκειότερά ἐστι τῆς δυνάμεως· οὕτω καὶ τὰ τῆς ἡλικίας, τῆς βουλήσεως· ὁρῶντα οὖν ταῦτα δεῖ πλεονάζειν, ἔνθα ἂν μᾶλλον οἰκειούμενόν τι αὐτῷ φαίνηται.
4.337.(1n) βούλησιν δὲ καὶ δύναμιν ἐξετάζειν οὐχὶ τῶν κρινομένων μόνον προσώπων δεῖ, ἀλλ’ ὅσα περ ἂν ἔχοι τὸ πρόβλημα· αὐτίκα τὸν τοὺς ἀποκηρύκτους τρέφοντα νέον πλούσιον καὶ φεύγοντα τυραννίδος ἐπιθέσεως· ὁ κρίνων μάλιστα ἰσχύει τῆς ποιότητος τῶν ἀποκηρύκτων ἐταζομένης· διὸ δεῖ σκοπεῖν ἐν ἅπασιν. Συριανοῦ καὶ Σωπάτρο υ. Ἐζήτηται τί δήποτε μὴ προτέτακται ἡ βούλησις καὶ ἡ δύναμις τῆς ἐλέγχων ἀπαιτήσεως, καὶ ταῦτα τῆς βουλήσεως καὶ τῆς δυνάμεως λυτικῆς οὔσης ὡς ἐπὶ τὸ πολὺ τοῦ παντὸς ἐγκλήματος· ὅτ’ ἂν γὰρ ἀποδείξῃς τὴν ποιότητα τοῦ προσώπου ἀνοίκειον οὖσαν τοῦ ποιῆσαι, ἢ ὁ κατήγορος πάλιν, οἰκεῖον ἅπαν τὸ πρᾶγμα ἀπέδειξας· λέγομεν οὖν, ὅτι αἱ ἄτεχνοι πίστεις πανταχοῦ τῶν ἐντέχνων εἰσὶν ἰσχυρότεραι· ἄτεχνοι μὲν οὖν εἰσι μαρτυρίαι, νόμοι, καὶ τὰ τοιαῦτα· οὐ γὰρ δεῖ τέχνης· ἔντεχνοι δὲ αἱ διὰ τῶν ἀποδείξεων καὶ τῆς τοῦ λόγου δυνάμεως· ἐπειδὴ οὖν ἡ τῶν ἐλέγχων ἀπαίτησις τῶν ἀτέχνων ἐστὶ, προτέτακται· ὠνόμασται δὲ ἀπὸ τοῦ τήν τε διάνοιαν καὶ τὴν δύναμιν τοῦ δεδρακότος πανταχόθεν ἐπισκοποῦντας, τὸ βουλεύεσθαί τε καὶ τὸ δύνασθαι διὰ τῶν προσηκόντων ἐπιχειρημάτων κατασκευάζειν· ἔστι δὲ κοινὰ κεφάλαια ἀμφοτέρων, πολλὴν δὲ ἔχει πρὸς ἄλληλα τὴν συγγένειαν· καὶ τῇ φύσει μέν ἐστιν ἀχώριστα· ἄνευ γὰρ θατέρου θάτερον οὐδὲν ἰσχύει, οὐδὲ εἰς δικαστήριον εἰσάγεται, τῷ δὲ λόγῳ χωρίζεται· ὅτ’ ἂν γὰρ τὸ μὲν αὐτῶν πάνυ γνώριμον ᾖ καὶ δῆλον, τὸ δὲ ἄδηλον, τὸ μὲν ἄδηλον κατασκευάζεται, τὸ δὲ δῆλον παραλιμπάνεται· ἔστι δ’ ὅτε καὶ ἡ δύναμις ἐκλείπει ὡς ἐπ’ ἐκείνου· τύραννος ἐκήρυξεν, ὁ τὸν πατέρα ἀποκτείνας δορυφορείτω με· νεανίσκος κεφαλὴν πρεσβύτου δείξας ὡς τοῦ πατρὸς, ἐδορυφόρει τὸν τύραννον· δορυφορῶν ἀνεῖλε τὸν τύραννον· καὶ κρίνεται πατροκτονίας· οὐδαμῶς οὖν ἐνταῦθα τὴν δύναμιν κατασκευάσομεν, διὰ τὸ πάνυ δῆλον· δυνατὸν γὰρ νεανίσκῳ πατέρα πρεσβύτην ἀνελεῖν.
4.338 πλατύνεται δὲ τὰ κεφάλαια ταῦτα τοῖς ἐγκωμιαστικοῖς τόποις· γένει, πατρίδι, ἀγωγῇ, φύσει, ἐπιτηδεύμασι, πράξεσιν, τὰς δὲ πράξεις τριχῶς ἐξετάσομεν· ἀπὸ τοῦ ἴσου· ἀπὸ τοῦ μείζονος· ἀπὸ τοῦ ἐλάττονος· οἷον ἐρεῖ ὁ φεύγων· ἀπὸ μὲν τοῦ ἴσου· ὅτι τοῖς ἄλλοις δημαγωγοῖς καὶ τοῖς εὐνοοῦσι τῇ πόλει παραπλησίας ἑκάστοτε τιμῆς ἀπολαύων οὐδαμῶς ἂν εἱλόμην τήν τε πρὸς ὑμᾶς ὑπερθεῖναι πίστιν, καὶ τῶν ὁμοτίμων καταδεέστερος ἐπιδειχθῆναι· ἀπὸ δὲ τοῦ μείζονος οἷον εἰ κρίνοιτο ἐπὶ κλοπῇ ἐρεῖ· ὡς εἴπερ ἥττων ὑπῆρχον τῶν αἰσχρῶν λημμάτων, οὐκ ἂν τοιούτοις ἐπεχείρουν, ἃ καὶ τὴν εὐπορίαν ἐλαχίστην καὶ τὴν ἀτιμίαν ἐφάμιλλον τοῖς μείζοσι χορηγεῖ τῶν ἀδικημάτων· ἀλλ’ ἐπὶ προδοσίαν ἔτρεπον τὴν γνώμην· καὶ κατὰ τῶν ἐν ἱεροῖς χρημάτων ὥπλιζον τὼ χεῖρε· τούτων γὰρ ἑκάτερον ἰδίᾳ πλουσιώτατον ἀνέδειξε τὸν ὑπὲρ τῆς αἰσχροκερδείας μηδ’ ὁτιοῦν ὀκνοῦντα τῶν δεινῶν· τούτων δὲ πρὸς ἔννοιαν οὐδὲ πώποτε ἐλθὼν πρόδηλον ὡς καὶ τὰ σμικρὰ ταυτὶ περιεφρόνουν· ἀπὸ δὲ τοῦ ἐλάσσονος οὕτως ἐπιχειρήσει· οἷον εἰ περὶ ἱεροσυλίας κρίνοιτό τις, λέξει, μὴ γὰρ ὑβριστὴς γέγονα πώποτε; μὴ κλέπτων ἑάλων; μὴ θρασυνόμενος πρὸς οὓς ἥκιστα ἐχρῆν; μὴ κύβους καὶ παροινίας ἀγαπῶν; ἀλλ’ οὐδεὶς ἂν εἰπεῖν ἔχοι· ὁ τοίνυν ἐλευθέραν τῶν τοιούτων τὴν διάνοιαν κεκτημένος εὔδηλον ὡς καὶ τὰ μείζω παντελῶς ἂν ἔδεισε, τήν τε τοῦ δαιμονίου μῆνιν εὐλαβούμενος, καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας τοῖς τοιούτοις ἐπηρτημένας καταπεπληγμένος· ἀνατρέψει δὲ ὁ κατήγορος τὴν τριπλῆν ταύτην τῶν πράξεων ἐξέτασιν ἀπὸ τῶν αὐτῶν τόπων· ἀπὸ μὲν τοῦ ἴσου, εἰ πρότερον εἴη κεκλοφὼς ὁ φεύγων καὶ νῦν κρίνοιτο περὶ κλοπῆς· ὅ τε γὰρ πρότερον ὑφελέσθαι τὸ ἀλλότριον ἐσπουδακὼς εἰκότως καὶ νῦν ἐπὶ τὴν παραπλησίαν κεχώρηκε τῶν κακῶν παλαίστραν· ἀπὸ δὲ τοῦ μείζονος εἰ πρότερον ἱεροσυλήσας ὕστερον φεύγει περὶ κλοπῆς· ὁ γὰρ πρὸς ἱερὰ σὺν ἀνοσίᾳ τῇ χειρὶ παρελθὼν οὗτος οὐδὲ τὴν κλοπὴν ἡγήσεταί τι τῶν χαλεπωτάτων, ἀπὸ δὲ τοῦ ἥττονος εἰ πρότερον κλέψας νῦν ἱεροσυλίας φεύγει γραφήν· ὁ γὰρ τοῖς μικροτέροις τῶν ἀδικημάτων παιδοτριβήσας τὴν ἑαυτοῦ γνώμην ὁδῷ βαδίζων ἐπὶ τὰ μείζω κεχώρηκε τῶν πονηρευμάτων· καὶ παιδιὰν ἡγησάμενος τὴν κλοπὴν ἐπὶ τὴν ἱεροσυλίαν ὡς τι τῶν σπουδαιοτάτων κεχώρηκεν· διαιρήσεις δὲ τὴν αἰτίαν εἰς δύο, εἴς τε τὴν προκαταρκτικὴν καὶ εἰς τὴν τελικήν· οἷον εἰ ὕβρεώς τις κρίνοιτο, ἐρεῖ· ὕβρισας, ἔχθρα γὰρ ἐκίνει σου πρὸς ὕβριν τὸν λογισμόν· αὕτη προκαταρκτικὴ αἰτία καλεῖται· ἄρχει γὰρ ἡ ἔχθρα τῆς ὕβρεως· τελικὴ δὲ, ὡς ἐπὶ τοῦ ἀσώτου εἰ κρίνοιτο τὸν πατέρα ἀνελών· ἀπέκτεινας τὸν πατέρα· κληρονομήσειν γὰρ ἤλπιζες· καὶ ἐπὶ Περικλέους· πανοπλίας κατεσκευάσω τοσαύτας· τυραννίδα γὰρ κατὰ τοῦ δήμου περιεσκόπεις· ἰστέον δὲ ὅτι ποτὲ μὲν τὸ ἕτερον λέγοντες συνυπακουόμενον ἔχομεν καὶ θάτερον· ποτὲ δὲ ἄμφω τάττομεν πλατέως κατὰ τὴν τοῦ λόγου χρείαν· ἢ τὴν βούλησιν προτάττοντες ἢ τὴν δύναμιν· ἐπειδὴ δὲ ὁ Μητροφάνης ἔφη τὴν δύναμεν ἐν τῷ στοχασμῷ τοὺς φεύγοντας παραλιμπάνειν, ὅτ’ ἂν ὑπάρχοντες δυνατοὶ κρίνωνται τυραννίδος ἐπιθέσεως, χρὴ γινώσκειν, ὡς οὐδὲ ἐκεῖνοι παραδραμοῦνται τὴν δύναμιν ἀνεξέταστον· ἢ σιωπῶντες ἑαυτοῖς συνειδέναι δόξουσιν· ἀλλὰ τὸ κρινόμενον ἐπὶ πλέον αὐξήσουσιν· οἷον ἐπὶ τυραννίδος· ἀναριθμήτων χρεία χρημάτων τοῖς τοιούτοις, στρατιωτῶν, συμμάχων· ταῦτα δὲ παρασκευάζειν τοὺς μὴ πλούτῳ ὑπερβάλλοντας ἀδύνατον· ἐμοὶ δὲ χρήματα μὲν ἐκ πατέρων ἐστὶν, ὅσα μὴ πένητα δείκνυσι· καὶ πρὸς τὰς ὑπὲρ τῆς πατρίδος κατὰ τὸ δέον εἰσφορὰς ἕτοιμον ἀπεργάζεται· τυραννίδα δὲ καὶ τὴν κατὰ τῶν πολιτῶν ἐπανάστασιν οὐδὲ ὄναρ περισκοπεῖν ἐπιτρέπει· Ἰστέον ὡς ἐπὶ μὲν τῶν ὡρισμένων ἀεὶ τῷ προκαταρκτικῷ καὶ συμπερασματικῷ αἰτίῳ χρησόμεθα· καὶ πρὸς κατασκευὴν τούτων τοῖς ἐγκωμιαστικοῖς ἰσχυροτέροις οὖσιν· ἐπὶ δὲ τῶν ἀορίστων μόνῳ τῷ ἀπὸ τῆς αἰτίας, οἷον νέος πλούσιος· παρακολουθεῖ γὰρ τῷ μὲν πλούτῳ τὸ πλεονεκτικὸν, τὸ βίαιον, τὸ ἀκόρεστον· τῇ νεότητι δὲ τὸ θρασὺ, τὸ εὔτολμον, τὸ ὀξύθυμον, τὸ ὀξύῤῥοπον· ταῦτα δ’ ἐπ’ ἀμφοῖν ἰσχύει· ἐπειδὴ ταῦτα ἃ κατέλεξεν ἀναμίξ ἐστι πρέποντα τῇ δυνάμει, πρέποντα τῇ βουλήσει, διὰ τοῦτο φησι ταῦτα ἐπ’ ἀμφοῖν μὲν ἁρμόττει· τὸ δὲ ἀφ’ ἑκατέρου, δηλονότι καὶ τοῦ φεύγοντος καὶ τοῦ διώκοντος, ἀμφοτέρων γὰρ τὸ κεφάλαιον.
4.341 Ἰστέον ὡς ἐναντιώτατα ταῦτα ἀλλήλοις ἐστὶ τὰ κεφάλαια· ὅτι μὲν γὰρ ἡ βούλησις ἔῤῥωται, ἡ δύναμις ἀσθενεῖ· καὶ ἔμπαλιν· οἷον Περικλέα εἰ κρίνοιμεν, προδοσίας ἐνταῦθα τὴν δύναμιν ἐῤῥωμένην ἔχομεν, τὴν δὲ βούλησιν ἀσθενῆ· οὐ γὰρ εἰκὸς, τὸν ἐν τιμῇ καὶ δόξῃ τοιαύτῃ προδοῦναι ἐθελῆσαι καὶ μάλιστα τὸν πείσαντα αὐτοὺς τὸν πρὸς Πελοποννησίους ἄρασθαι πόλεμον· ἐπὶ μὲν οὖν τῶν ἐνδόξων ἡ βούλησις ἀσθενεστέρα· ἐπὶ δὲ τῶν ἀδόξων τὸ ἐναντίον ἡ μὲν βούλησις ἔῤῥωται, ἡ δὲ δύναμις ἀσθενής· οἷον εἰ κρίνοιτο Φρύνων ἢ Αἰσχίνης προδοσίας ἤ τι τῶν τοιούτων προσώπων· ταύτῃ καὶ Λημοσθένης τὴν δύναμιν ἐξετάζων ἐν τῷ κατ’ Αἰσχίνου, ἐπειδὴ ἀδόξου ὄντος τοι προσώπου οὐκ ἦν πιθανὴ ἡ δύναμις, ἀνέμιξεν αὐτῷ τὸ τῆς πόλεως ἀξίωμα εἰπών· οὐ γὰρ εἰ φαύλοις χρῆσθε πρὸς τὰ κοινὰ ὑμεῖς, καὶ τὰ πράγματά ἐστι φαῦλα, ὧν ἡ πόλις ἀξιοῦται καὶ ἑξῆς· δεῖ τοίνυν ταῦτα μεθοδεύειν, καὶ ἀσθενοῦς μὲν οὔσης τῆς δυνάμεως εἰ τὸν κατήγορον μελετῶμεν, τὴν μὲν βούλησιν κατὰ εἰσαγωγὴν εἰσάγειν, τὴν δὲ δύναμιν κατὰ ἀντίθεσιν, ἀπολογούμενον δὲ τὸ ἐναντίον τὴν μὲν βούλησιν κατὰ ἀντίθεσιν, τὴν δὲ δύναμιν κατὰ εἰσαγωγήν· καὶ τὸ ἐναντίον πάλιν ἰσχυρᾶς οὔσης τῆς βουλήσεως ὁμοίως ἀντιστρέφειν· ἔστι δὲ τὸ μὲν κατὰ εἰσαγωγὴν, ὅτε αὐτὸς ὁ διώκων εἰσφέρει τὸν λόγον· οἷον εἰκὸς γὰρ αὐτὸν καὶ βουληθῆναι ὡς ὑπερήφανον καὶ μὴ ἀνεχόμενον ταὐτὰ τοῖς πολλοῖς ἔχειν· τὸ δὲ κατὰ ἀντίθεσιν, ὅτε ὡς ἀπὸ τοῦ φεύγοντος ποιεῖ τὸν λόγον· οἷον ἀλλ’ οὐκ ἐδυνάμεθά φησι προδοῦναι· τοῦτο δὲ γίνεται διὰ τὸ ἐν τῷ μὲν μὴ ἰσχύειν σαφῶς τὸν ἔλεγχον καταστῆσαι· ἐν δὲ τῷ κατὰ ἀντίθεσιν εὔπορον εἶναι σφόδρα καὶ σαφῆ τὴν λύσιν· εἰ γὰρ Αἰσχίνης κρίνοιτο, τὴν μὲν βούλησιν ὡς ἐν ἀντιθέσει εἰσάξομεν· οἷον ἀλλ’ οὐκ ἠβουλόμην φήσει· τὴν δὲ δύναμιν κατὰ εἰσαγωγὴν, ὡς Δημοσθένης· ὅτι εἰκὸς αὐτὸν δυνηθῆναι πρεσβευτὴν ὄντα· εὑρίσκεται δὲ καὶ ἡ βούλησις καὶ ἡ δύναμις, ἐπὰν τὸ πρόβλημα πρόσωπα ἔχει κρινόμενα· ἐπὶ γὰρ τῶν ἀορίστων οὐκέτι· ἡ δὲ ἐργασία τῆς βουλήσεως γίνεται ἀπὸ τῆς αἰτίας· ἡ δὲ αἰτία, ἡ μέν ἐστι προκαταρκτικὴ, ἡ δὲ τελικὴ, προκαταρκτικὴ μὲν ἀπὸ τῶν παρελθόντων· οἷον δι’ ἣν καὶ διότι ἠβούλετο τοῦτο πρᾶξαι· τελικὴ δὲ ἀπὸ τῶν μελλόντων· οἷον οὗ ἕνεκεν ἠβούλετο· καὶ προκαταρκτικὴ μὲν οὕτως· ἐγράφη ψήφισμα καθόδου Δημοσθένει, Δημάδης ἀντειπὼν οὐκ ἔπεισεν· εὕρηται κατιὼν ἐπὶ τοῖς ὁρίοις τῆς χώρας νεκρὸς ἀσκύλευτος Δημοσθένης, καὶ κρίνεται Δημάδης· ἐνταῦθα ἡ βούλησις ἐκ προκαταρκτικοῦ αἰτίου οὕτως· ὅτι διὰ τὴν φθάσασαν ἔχθραν διὰ τὸ ἀντειπεῖν καὶ μὴ πεῖσαι· διὰ τὸ πολλάκις ὑπ’ αὐτοῦ κριθῆναι· διὰ τὰς γεγενημένας ὑπὸ σοῦ κλοπάς· διὰ τὸ δέος τῆς προδοσίας εἰκὸς αὐτὸν ἀνελεῖν· τελικὴ δὲ οὕτως· ἵνα κατὰ τὸ λοιπὸν μηδένα ἔχῃς τὸν ἐναντιούμενον· ἵνα τῷ δέει ὧν ἔπαθε Δημοσθένης καὶ οἱ ἄλλοι ἡσυχάζοιεν καὶ μή τί σου τὸ λοιπὸν κατηγορήσῃ· ἔτι κατασκευάζεται ἀπὸ τῶν παρεπομένων τῷ προσώπῳ, γένους, ἀγωγῆς, πράξεως, ἡλικίας· τὰ γὰρ ἐπιτηδεύματα καὶ ἡ τύχη τῆς δυνάμεώς εἰσιν· τέμνεται δὲ τὸ γένος εἴς τε πατρίδα καὶ προγόνους· οἷον φέρε εἰ κρίνοιτο Ἀλκιβιάδης τυραννίδος ἐπιθέσεως, ἔλεγεν ἄν.
4.343 Ὅτι οὐκ ἂν Ἀθηναῖος ὢν καὶ ἐν δημοκρατουμένῃ πόλει ἀνατραφεὶς ἠβουλόμην τυραννεῖν· καὶ τοῦτο μὲν ἀπὸ πόλεως καὶ πατρίδος· ἀπὸ δὲ τῶν προγόνων, ὅτι Ἀλκμαιωνίδης ὑπάρχων, οἳ ὑπὲρ τῆς δημοκρατίας ἔφυγον στασιάσαντες πρὸς τοὺς τυράννους καὶ ἀνεκτήσαντο αὐτὴν τοῖς ἰδίοις κινδύνοις· ὥστε καὶ ἐκ τοιούτων γεγονὼς καὶ ἐκ τοιαύτης πόλεως πεφυκὼς ἐν ἔθει οὔσης δημοκρατεῖσθαι ἐβουλόμην ἥκιστα τυραννεῖν· ἐκ τῆς ἀγωγῆς δὲ, οἷον οὐχὶ τοιούτοις ὡμίλησα, Σωκράτει καὶ Περικλεῖ τοῖς δημοτικωτάτοις τῶν πολιτῶν· ἀπὸ δὲ τῶν πράξεων· οἷον Μαντινέας ἐποίησα συμμάχους· τῇ πόλει τὰ κράτιστα Πελοποννήσου συνέστησα, οὔκουν δύναμιν περιεποίουν καὶ συμμαχίαν τοιαύτην τῇ πόλει, εἰ τυραννίδι ἐπιθέσθαι ἠβουλόμην· οὕτω καὶ Δημοσθένης, ζητουμένου εἰ εὔνους ἐστὶ τῇ πόλει, ἀπὸ τῶν πράξεων συνέστησε τὴν ἑαυτοῦ εὔνοιαν οὕτως εἰπὼν, ὅπου Βυζαντίους, Περινθίους, Εὐβοέας, Ἀχαιοὺς συμμάχους ἐποίησα τῇ πόλει· ἀλλὰ καὶ κατ’ Αἰσχίνου λέγοντες οὕτως ἂν εἴποιμεν ἀπὸ τοιούτων συνιστῶντες τὸ βούλεσθαι αὐτὸν τὴν προδοσίαν· ὅπου καὶ ὁ πατὴρ αὐτοῦ παιδεύων ξύλου καὶ πεδῶν ἠνείχετο· καὶ ἡ μήτηρ αὐτοῦ Ἔμπουσα ἐκαλεῖτο καὶ τυμπανίστρια ἦν· ὥστε τῶν παρεπομένων τῷ προσώπῳ ταῦτα μὲν τῆς βουλήσεως ἐστὶ τὰ τρία· γένος, ἀγωγὴ, καὶ πρᾶξις· πρὸς τούτοις δὲ καὶ τὸ τῆς ἡλικίας· ἡ δὲ τύχη καὶ τὰ ἐπιτηδεύματα τῆς δυνάμεώς εἰσιν· διὰ γὰρ τούτων κατασκευάζεται ἡ δύναμις, οἷον πλούσιος ἦς, ἀφορμῶν εὐπόρεις· ἐπιτηδεύματα δὲ, οἷον ἰατρὸς ἦς, ἠδύνω φαρμάξαι· ῥήτωρ, πεῖσαι καὶ προδοῦναι· εἰδέναι δὲ χρὴ, ὡς παρῆκεν ὁ τεχνικὸς τὰ τῆς αἰτίας τῆς τε προκαταρκτικῆς καὶ τελικῆς, δι’ ὧν μάλιστα κατασκευάζεται ἡ βούλησις· πρῶτον δὲ τὸ ἔθνος ὅθεν ἐστὶν ὁ φεύγων παραλήψεται ὁ κατήγορος· πολλὰ γὰρ τῶν ἐθνῶν ἐλαττώμασιν οἰκείοις γνωρίζεται· οἷον Θρᾷκες ἀνδροφόνοι γνωρίζονται· καὶ λῃσταὶ Αἰτωλοί· οὕτω καὶ Δημοσθένης τοὺς Φασηλίτας διαβάλλει· καὶ οὐκ ὤκνησε τοῦτο ἐν προοιμίῳ ποιῆσαι εἰπὼν, οὐδὲν καινὸν διαπράττονται οἱ Φασηλῖται, ὦ δικασταί· καὶ οὕτω μὲν ἀπὸ τοῦ ἔθνους διαβαλοῦμεν· δεύτερον ἀπὸ τῆς πατρίδος· ὅτι τὸ μὲν ἔθνος ἅπαν ἐπὶ τούτοις γνωρίζεται· μάλιστα δ’ οἱ τήνδε τὴν πόλιν οἰκοῦντες, ὅθεν ἐστὶν ὁ κατηγορούμενος· ἑξῆς λοιπὸν ἐπὶ τὸ γένος ἐρχόμεθα· καὶ τοῦτο διαιρήσομεν εἴς τε προγόνους καὶ πάππους καὶ πατέρας· καὶ ἁπλῶς εἰπεῖν ὅθεν δυνάμεθα διαβολῆς εὐπορίαν λαβεῖν· τοὺς μὲν φαύλως βεβιωκότας παραλαμβάνοντες· εἰ δέ τι σεμνὸν εἶναι ἐν τῷ γένει δοκεῖ τοῦτο ἑκουσίως παραλιμπάνοντες, παραλαμβάνοντες δὲ τὸ γένος, ἐροῦμεν εἴ τι παραπλήσιον ἔπραξαν οἱ πρόγονοι φάσκοντες, ὅτι ξένον οὐδὲν, τὸν ἐκ τοιούτων ἀγόμενον τὰς ἐκείνων πράξεις ἐζηλωκέναι καὶ τὰ ὅμοια, ὡς ἂν ὁ καιρὸς καὶ ἡ τῶν προσώπων ποιότης χορηγῇ· μετὰ τοῦτο τὴν γραφὴν ἐξετάσομεν· οἷον εἰ μοιχείας τινὰ κρίνοιμεν, ἐροῦμεν, ὅτι ἐν τρυφῇ καὶ κώμοις καὶ τοῖς τοιούτοις πολλοῖς ἐκ παιδὸς ἀναγόμενος ἐπὶ τὴν μοιχείαν ἦλθεν, ἐπὶ τούτοις ἐκ τῆς ἡλικίας ἐπιχειρήσομεν, λέγοντες, ὅτι εἰκὸς ἐκ τοιούτων προελθόντα καὶ κακῶς τεθραμμένον καὶ ἔτι ἀκμάζοντα ἐπὶ τοῦτο ἐλθεῖν· ἡ γὰρ νεότης καὶ νεωτέρων πραγμάτων ἐρᾷ· οἷον εἰ τύχοιμεν ἐπὶ τυραννίδος κρίνοντες· ἔνθα καὶ ἐκ τοῦ ἐναντίου τὸν λόγον κατασκευάσομεν, ὅτι ὥσπερ οἱ γεγηρακότες διὰ τὸ τὴν ἀκμὴν ἀποβεβληκέναι νεωτέρων οὐκ ἐρῶσι πραγμάτων, οὕτως οἱ τὴν ἡλικίαν ἀκμάζοντες διὰ τὸ τῆς νεότητος εὔτολμον νεωτερίζειν ἐφίενται· εἰ δὲ πρεσβύτης εἴη ὁ τὴν κατηγορίαν ὑφιστάμενος, ἐροῦμεν πάλιν, ὅτι μικρὸν τὸν ἐν τῷ βίῳ χρόνον εἶναι λογιζόμενος εἵλετο ἢ κατορθώσας κατὰ γνώμην ζῇν, ἢ διαμαρτὼν τὸν αὐτίκα προσδοκώμενον αὐτῷ ὑποδέξασθαι θάνατον, ἔνθα καὶ παράθεσιν τὴν πρὸς τοὺς ἐν τῇ ἡλικίᾳ ποιούμεθα· ὅτι ὥσπερ οἱ ἀκμάζοντες ὡς ἐπὶ τοῦ ζῇν ἔχοντες τὰς ἐλπίδας ὀκνηρότεροι πρὸς τοὺς κινδύνους τυγχάνουσιν, οὕτως οἱ γεγηρακότης διὰ τὸ εἰδέναι αὐτοῖς τὸ πλεῖστον δαπανήσασι τοῦ χρόνου, ἑτοιμότερον ἐπὶ τοὺς κινδύνους πορεύονται· ἐξετάσομεν δὲ καὶ φύσιν ψυχῆς καὶ σώματος· ψυχῆς μὲν, ὅτ’ ἂν εἴπωμεν ὀξὺν εἶναι τὸν κατηγορούμενον ἢ δεινόν· ἢ ἄλλο τι τοιούτων τῶν εὐχερῶς αὐτῷ τὴν τόλμαν ποιῆσαι δυναμένων· σώματος δὲ, οἷον, εἰ τύχοι μέγεθος σώματος ἔχειν καὶ διὰ τοῦτο ἐῤῥωμενέστερος, ἐροῦμεν, ὡς οὐκ ἀδύνατος πρὸς τὴν πρᾶξιν, καὶ μάλιστα εἰ κρίνοιμέν τινα αἰκίας ἢ τραύματος ἤ τινος ἄλλου τοιούτου· πρὸς τούτοις διαβαλοῦμεν καὶ ἐκ τοῦ ἐπιτηδεύματος, ὡς ἀνωτέρω εἴρηται· ἐφ’ οἷς ἅπασιν αἱ πράξεις, αἵτινες εἰκότως ἰσχυρότεραι διὰ ταῦτα λέγονται· τὸ μὲν γὰρ γένος τύχης ἔργον ἐστίν· οὐ γάρ τις ὁπόθεν βούλεται τίκτεται· ὁμοίως καὶ ὁ πλοῦτος τύχης ἐστὶ δώρημα καὶ κακίας μᾶλλον, κατ’ Ἰσοκράτην, ἢ καλοκἀγαθίας ἐστὶν ὑπηρέτης· ὁμοίως καὶ ἡ ἀγωγὴ εἰ τύχοι χρηστὴ οὐ τοῦ ἀχθέντος ἀλλὰ τοῦ ἀγαγόντος ἐστὶν ἐγκώμιον· τὸ δ’ ἐπιτήδευμα χρηστὸν μὲν καὶ μᾶλλον τῶν ἄλλων ἔπαινον φέρον· τοῦ γὰρ ἐπιτηδεύοντος ἴδιον· ὁ μέντοι ἔπαινος μέχρι τούτου ἕστηκεν· οἷον ὅτι χρηστὸν εἵλετο βίον· ἐν μόναις δὲ ταῖς πράξεσι τὸ τέλειον ἐπιγίνεται καὶ οἱονεὶ βεβαίωσις τοῦ ἐπιτηδεύματος· συντρέχουσι δὲ ταῦτα ὡς ἐπὶ τὸ πλεῖστον· καὶ τὸ αὐτὸ ἐπιτήδευμα καὶ πρᾶξις καθίσταται, ὡς ἐπὶ τῶν μετιόντων τοὺς λόγους· ἐν ὅσῳ μὲν γὰρ φιλοσοφοῦσι καὶ διδάσκονται, ἐπιτήδευμα ἔχουσι τοῦτο, ἐπειδὰν δὲ καὶ τοῖς ἔργοις χρήσονται, τότε καὶ πρᾶξις γίνεται τὸ πρὶν ἐπιτήδευμα.
4.346 Εἰδέναι δὲ καὶ τοῦτο χρὴ, ὡς οὔτε ἡλικία οὔτε πλοῦτος ἐγκωμιαστικά ἐστι, καὶ μάτην ταῦτα Ἑρμογένης ἐν τοῖς ἐγκωμιαστικοῖς ἔταξεν· κοιναὶ γὰρ ποιότητές εἰσι· διὸ οὐκ ἰσχυραὶ καθ’ ἑνὸς ἐκφερόμεναι πρὸς ἀπόδειξιν· ὅταν γὰρ εἴπω, νέος πλούσιος, κοινὴ ποιότης ἐστὶ, καὶ οὐκ ἀρκεῖ πρὸς ἀπόδειξιν ὁ πλοῦτος ἢ ἡ τύχη ἢ ἡ ἐπιθυμία· διὸ δεῖ ἀναμιγνύναι τούτοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἵνα ἐκ τοῦ νῦν πεπραγμένου τὴν βούλησιν αὐτῷ καὶ τὴν δύναμιν κατασκευάσωμεν, οὐκ ἀκριβῶς οὖν ἐν τοῖς ἐγκωμιαστικοῖς αὐτὰ ἔταξεν ὁ τεχνικὸς εἰπών· ὅτι εἴτι τῶν ἀορίστων ᾖ, ἀπὸ τούτων τῶν ἐγκωμιαστικῶν δεῖ ποιότητα ποιεῖν· ὡς γὰρ εἴρηται κοιναὶ ποιότητές εἰσιν· ὅθεν ἀπὸ τῶν πράξεων, οἷον ἀπὸ τῆς προκειμένης ὑποθέσεως ἐπὶ τῶν ἀορίστων, ἐπιχειρητέον κοινῶς καὶ καθολικῶς λέγοντας· ὡς οἱ πλούσιοι ἀλαζόνες ἀεὶ καὶ βίαιοι καὶ ὑβρισταί· οἱ δὲ νέοι πρὸς πᾶν τολμηροί· ἄνω δὲ εἰπὼν, ὅτι δεῖ τὴν βούλησιν καὶ τὴν δύναμιν ἐξετάζειν τοῦ φεύγοντος, καὶ νῦν τοῦτο θεώρημα καθολικὸν τίθησιν, ὅτι καὶ τῶν ἔξωθεν προσώπων ἐξετάσομεν τὴν βούλησιν καὶ τὴν δύναμιν, ὡς ἐπὶ τῶν ἀποκηρύκτων· παραληψόμεθα γὰρ τὴν τούτων ποιότητα λέγοντες· ὅτι ποίους δεῖ νομίζειν τοὺς τοιούτους περὶ τὴν πόλιν, οὓς οὐδὲ ἡ φύσις φέρειν ἠδύνατο· ἀλλ’ οἱ τεκόντες διὰ τὴν πονηρίαν ἠρνήσαντο· τοῦτο γὰρ ποιούντων ἡμῶν ἐπὶ πλέον ἡ τοῦ φεύγοντος κακία φαίνεται· καλῶς οὖν εἶπεν τοῦτο· εὑρίσκονται γὰρ ἐν τῷ στοχασμῷ ἐκ τοῦ φεύγοντος, καὶ ἐπιδέξασθαι κρίσιν δυνάμενα καὶ μή.
4.347 Μαρκελλίνο υ. Ἀμφότεροι μὲν χρῶνται τῇ δυνάμει, πλέον δὲ ὁ κατήγορος, λέγει γὰρ ὡς ἐπὶ τοῦ νέου πλουσίου, ὅτι ἠδύνω διὰ τοῦτο καὶ ἤθελες· γίνεται δὲ ταῦτα, ἥ τε βούλησις καὶ ἡ δύναμις, ἐκ τῶν παρακολουθούντων τῷ προσώπῳ, τουτέστι τῶν ἐγκωμιαστικῶν· οὐκοῦν προσώπου ὄντος καὶ κρινομένου, ἀναγκαίως ταῦτα εὑρίσκεται· δεῖ δὲ ἀεὶ σκοπεῖν μὴ μεῖζον ἔστι τοῦ προσώπου τὸ ἐπιφερόμενον ἔγκλημα, ἵνα μὴ ἀπίθανος ὁ λόγος γένηται· διὰ τοῦτο καὶ ὁ Δημοσθένης συνεωρακὼς, ὅτι τὸ κατὰ Φωκέας ἔγκλημα μεῖζον ἦν Αἰσχίνου προσέθηκεν· οὐχ ὡς ὅδε Φωκέας ἀπώλεσεν ἂν καθ’ ἑαυτόν· φοβηθεὶς γὰρ τὸ ἔγκλημα καὶ τὸ ἀπίθανον συνέζευξε τὸ ἀξίωμα τῆς πόλεως. Καὶ ὅτε μὲν εἴη πρόσωπον ὡρισμένο ν. Καλῶς ἀπὸ τῆς ἱστορίας τὴν περὶ αὐτοῦ δόξαν ἔχομεν, ἀκριβῶς δὲ καὶ τὸ σχεδὸν προσέθηκεν· οὐ γὰρ ἐν ἅπασιν ἁπλῶς τοῖς ὡρισμένοις πάντα ἐμπίπτει· ἀλλ’ ἐνίοτε καὶ ἐκλείπει, διὰ τὸ ἄδοξον εἶναι τὸ πρόσωπον πολλάκις, ἢ καὶ ἀμφίβολον ἔχειν τὸ γένος· ἢ καὶ διὰ τοῦτο, ὅτι οὐ πᾶσιν ἀεὶ τοῖς ἐμπίπτουσι χρησόμεθα, ἀλλὰ τοῖς ὠφελεῖν ἡμᾶς δυναμένοις· ἵνα μὴ λάθωμεν δι’ ὧν ἰσχυριζόμεθα καθ’ ἑαυτῶν διδόντες λαβεῖν· εἰς παράδειγμα δὲ τῶν λεγομένων Ἀλκιβιάδης ὑποκείσθω ἐπιθέσεως τυραννίδος κρινόμενος· ἐνταῦθα τοίνυν τοῖς μὲν περὶ τὸ γένος φιλοτιμήμασι χρήσεται λέγων, ἀπεικὸς εἶναι τὸν Ἀλκμαιωνίδην, τὸν ἀπὸ γένους πολίτην, τὸν τῶν τυραννοκτόνων ἔγγονον, τυραννίδος ἐπιθυμῆσαι, τὴν δὲ νεότητα καὶ τὸ ἄσωτον αὐτοῦ, ἅπερ ἐστὶ τῆς ἀγωγῆς, ὑπερβήσεται ὁ ῥήτωρ λέγων ὑπὲρ αὐτοῦ· φαῦλος γὰρ ἐν τούτοις Ἀλκιβιάδης, ὥς φησιν ὁ Θουκυδίδης· καὶ τοῦτο Δημοσθένης πεποίηκε περὶ Ἀλκιβιάδου· καὶ περὶ ἑαυτοῦ δὲ ταὐτὸν πεποίηκεν· ἐν γὰρ τῷ περὶ στεφάνου ἀναγκαζόμενος ἐπαινεῖν ἑαυτὸν, τὸ μὲν γένος ἀπεκρύψατο ὡς ἄδοξον, ἀπὸ δὲ τῆς ἀνατροφῆς τῶν ἐπαίνων ἤρξατο· ἐμοὶ γὰρ ὑπῆρξέ φησι παιδὶ μὲν ὄντι φοιτᾷν εἰς τὰ προσήκοντα διδασκαλεῖα· πολλάκις δὲ καὶ ἀπὸ ἔθνους ἐστὶν ἐγκωμιάσαι, ὡς Δημοσθένης· οὐδὲν κοινὸν διαπράττονται οἱ Φασηλῖται, ὡς τῶν Φασηλιτῶν πάντων ὁμοίως συκοφαντῶν ὄντων· ὥσπερ δὲ ἐγκωμιάζομεν ἀπὸ γένους, οὕτω καὶ διαβαλοῦμεν· ὡς Δημοσθένης, πότερα ὡς ὁ πατήρ σου Τρόμης ἐδούλευσε παρ’ Ἐλπίᾳ, τῷ πρὸς τῷ Θησείῳ διδάσκοντι γράμματα, κατασκευάζων, ὅτι εἰκὸς τὸν ἐκ τοιούτων γενόμενον προδοῦναι· καὶ ἀπὸ ἀγωγῆς δὲ διέβαλε, τὸ μέλαν τρίβων καὶ τὰ βάθρα σπογγίζων· καὶ τὸ παιδαγωγεῖον κορῶν.
4.348 Εἰ δέ τι τῶν ἄλλων εἴ η. Ἴσμεν ὅσα περὶ τῆς τῶν προσώπων διαφορᾶς εἴρηκεν· οὐκοῦν πρὸς τὸ κρινόμενον τοῖς ἐμπίπτουσι χρησόμεθα· διὰ τοῦτο γὰρ καὶ τὸν νέον πλούσιον εὐθὺς παρέθετο· ἔχεις γάρ φησιν ἐνταῦθα ἡλικίαν καὶ τύχην· καὶ γὰρ εἰ μὴ γένος μηδ’ ἀνατροφὴν ἐνταῦθα ἐξετάζειν δυνάμεθα, ἀλλ’ ἱκανὰ ταῦτα ἡ νεότης καὶ ὁ πλοῦτος χορηγίαν καὶ περιουσίαν λέγων ἐμποιῆσαι τῷ κατηγόρῳ· καὶ τὰ παρακολουθοῦντα τούτοις τῇ νεότητι, σώματος ἰσχὺς, κάλλος, ἀφροσύνη· τὸ κοῦφον καὶ εὐχερὲς τῆς γνώμης, τὸ φιλότιμον, τὸ ἔνδοξον· ἔτι δὲ τὸ καινῶν ἐπιθυμεῖν πραγμάτων· τῇ δὲ τύχῃ, πλοῦτος, δύναμις, ὑπερηφανία, ἑταιρία, κολάκων συστήματα καὶ τὰ ὅμοια· τὰ δὲ ἐγκωμιαστικὰ δηλονότι ἐστὶ τάδε· τίνες οἱ ἐγκωμιαστικοὶ τόποι διεξέρχεται.
4.349 Ὃ καὶ ἰσχυρότατο ν. Καλῶς τὰς πράξεις ἰσχυρὸν εἶπε κεφάλαιον· τὰ μὲν γὰρ ἄλλα πάντα τῶν ἐγκωμιαστικῶν εἰς ἑτέρους ἀνῆκεν· αἱ δὲ πράξεις καὶ τὰ ἐπιτηδεύματα τοῦ πράξαντος καὶ τοῦ ποιήσαντος ἴδια· καὶ διατὶ μὴ καὶ ἐπιτηδεύματα μέγιστον ἐκάλεσε κεφάλαιον; λέγομεν, ὅτι τῇ μὲν πράξει καὶ τὸ ἐπιτηδεῦσαι τὸν πράξαντα περιέχεται· τῷ γὰρ κατωρθωκέναι καὶ τοῦτο πρόσεστι. Καὶ τί διαφέρει ἐπιτήδευμα πράξεως; ἐπιτήδευμα μέν ἐστιν, ὡς ἂν εἴποι τις, βίου αἵρεσις· οἷον ῥητορεύειν, χαλκεύειν, φιλοσοφεῖν, ἰατρεύειν, πολιτεύεσθαι· πράξεις δὲ αὐτὰ τὰ ἔργα, τὸ κατορθοῦν, τὸ ἀριστεῦσαι, τὸ ὑγιάσαι, καὶ ὅλως ἐπιτήδευμα μέν ἐστιν ἀφορμὴ πράξεως· πρᾶξις δὲ αὐτὸ τὸ κατόρθωμα· καὶ τί διαφέρει ἀγωγὴ ἐπιτηδεύματος; ὅτι ἡ μὲν τῆς ἀνάγκης ἐστίν· ἀπὸ γὰρ τοῦ ἀναγκάζοντος καὶ ἄγοντος πεποίηται, τὸ δὲ ἐπιτήδευμα ἀπὸ τῆς προαιρέσεως. Παίδευσι ς· δοκεῖ πάλιν τὸ αὐτὸ τῇ ἀγωγῇ εἶναι ἡ παίδευσις· ἀλλὰ λέγομεν, ὅτι οὐκ εἶπεν παιδεία, ἀλλὰ παίδευσις, οἷον λόγοι· ὅτ’ ἂν ῥήτορα ἔχωμεν κρινόμενον, τὴν παίδευσιν ἐξετάζομεν· ἡλικία, οἷον γῆρας, νεότης, φύσις σώματος, κάλλος, ἀμορφία, ἰσχὺς, εὐεξία, ψυχῆς θερμότης· ὀξύτης, οἷος Ἀλκιβιάδης· βραδυτὴς, οἷος Ἀρχίδαμος ἢ Νικίας· τύχη, ἀξίωμα, πλοῦτος, δύναμις. Ἰστέον μὲν οὖν, ὅτι ὁ κατήγορος πλέον ἐνδιατρίψει τῇ δυνάμει, οὐχ ἁπλῶς ἀλλ’ ὅτ’ ἂν ἔνδοξον ᾖ τὸ πρόσωπον, ὁ δὲ φεύγων περὶ τὴν βούλησιν, προανελὼν διὰ ταύτης τὴν δύναμιν· τὸ γὰρ πλεῖστον τῆς διαβολῆς περὶ τὴν προαίρεσιν ἵσταται· παρατηρητέον δὲ, ὡς τὸ μὲν ἔνδοξον ἰσχύει βουλήσει πρὸς ἀπολογίαν, ἀσθενεῖ δὲ τῇ δυνάμει· οὐ γὰρ δύναται λέγειν, ὅτι οὐκ ἠδυνάμην ἔνδοξος ὤν· καὶ τοὐναντίον τὸ ἄδοξον ἀσθενεῖ μὲν τῇ βουλήσει, διαβέβληται γὰρ ἡ ποιότης, ἰσχύει δὲ τῇ δυνάμει πρὸς ἀπολογίαν ἄδοξος ὤν· οὐ γὰρ ἀξιόπιστον τὸ πρόσωπον· ὡς δὲ ἰσχυρὸν εἰς ἐξέτασιν τῆς βουλήσεως ἡ αἰτία, οὕτω καὶ τῆς δυνάμεως ὁ καιρὸς καὶ ὁ τόπος· καὶ ἔστιν ἰδεῖν ὅσον ὁ καιρὸς ἰσχύει πρὸς κατασκευὴν τῆς δυνάμεως ἐν τῷ κατὰ Κόνωνος· ἐκεῖ γὰρ ἀπὸ τοῦ καιροῦ μόνου κατεσκεύασε λέγων, ὅτι περὶ ἑσπέραν λαβόντες συνέσκαψαν, καὶ πάλιν ἀπὸ τοῦ τόπου, εἰ ἐρημία εἴη, καθάπερ ἐπὶ τοῦ θάπτοντος τὸ νεοσφαγὲς σῶμά ἐστιν εἰπεῖν, ὅτι ἠδύνω, ἐπ’ ἐρημίας γὰρ ἡ πρᾶξις· καὶ πάλιν ἐπὶ τοῦ τυραννεῖν βουλομένου τὸ καταβαλεῖν ἀκρόπολιν· ὅτι ἠδύνω τὴν ἀκρόπολιν ἔχων· ἱκανὸν γὰρ ἡ ἀκρόπολις ὁρμητήριον πρὸς τυραννίδα.
4.350 Ταῦτα δὲ ἐ π ’ ἀμφοῖν μὲν ἰσχύε ι· τὰ ἐγκωμιαστικὰ λέγει τοῦ τε διώκοντος καὶ τοῦ φεύγοντος· ἀμφοτέροις γὰρ ἐξὸν κατὰ τὸ συμφέρον ἑκάστῳ χρήσασθαι τούτοις τοῖς κεφαλαίοις. Μᾶλλον δέ τινα ἐν τῷ ἑτέρ ῳ· ἅπερ μᾶλλον ἐπὶ τοῦ ἑτέρου ἰσχύει θεωρητέον· αὐτίκα τὸ μὲν τῆς τύχης, οἰκειότερον τῆς δυνάμεως· τὸ δὲ τῆς ἡλικίας, τῆς βουλήσεως· ἰσχυρότερον μὲν γὰρ ὁ πλοῦτος, ἀφρονέστερον δὲ ἡ νεότης· δεῖ οὖν φησιν ἀκριβῶς τοὺς τόπους τούτους ἐπισκοπεῖν· καὶ ἔνθα ἂν οἰκειότεροι τυγχάνωσι καὶ πλείω τὴν χορηγίαν παρέχοντες, πλεονάζειν ἐν τούτοις· μέγιστον δὲ πρὸς τὴν τῶν κεφαλαίων χρῆσιν καὶ κατασκευὴν ὁ καιρὸς καὶ ἡ ὑπόθεσις· ταύτῃ οὖν ἀκολουθεῖν ἀναγκαῖον· νῦν μὲν γὰρ ἴσως ἀπὸ τοῦ νέου πλουσίου τὸ τοιοῦτον ἁρμόσει, ἄλλοτε δὲ ἄλλο πρόσωπον ὑπόκειται· δεῖ οὖν πρὸς τὸν καιρὸν καὶ τὴν ὑπόθεσιν καὶ τὴν περίστασιν ἁρμόζεσθαι.
4.351 Μᾶλλον δέ τινα ἐν τῷ ἑτέρ ῳ· ἐπιζητεῖ, ποῖον οἰκειότερόν ἐστι τῶν ἐγκωμιαστικῶν τῆς βουλήσεως καὶ πρῖον οἰκειότερον τῆς δυνάμεως· ἅπαντα γὰρ τὰ ἐγκωμιαστικὰ κοινὰ ἀμφοτέρων, καὶ ἴδιον οὐδέν· οἰκειότερον δὲ μᾶλλον τόδε τοῦδε· εἰκότως δὲ κοινά ἐστι βουλήσεως καὶ δυνάμεως τὰ ἐγκωμιαστικὰ, ἐπειδὴ καὶ ἀμφότερά ἐστι τοῦ προσώπου τὰ κεφάλαια. Μᾶλλον δέ τινα ἐν τῷ ἑτέρ ῳ· ὥσπερ ἀπορῶν καὶ οὐ δυνάμενος διακρῖναι ποῖόν τινος μᾶλλον οἰκεῖον· ἰστέον δὲ, ὡς ἡ αἰτία ἴδιον τῆς βουλήσεως, ἵνα τὸ εἰκὸς ἐκ τῆς αἰτίας κατασκευάσωμεν· γνωστέον δὲ καὶ τοῦτο καθόλου, ὅτι ἀεὶ τὰ στοχαστικὰ, ὅπου ἂν ᾖ, κἀν ἐνστάσει ἑτέρᾳ διὰ τῆς βουλήσεως καὶ τῆς δυνάμεως κατασκευασθήσεται· ὥσπερ καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς κατεσκεύασεν, ὅτι ἥξει Φίλιππος ἀπὸ τῆς βουλήσεως· λεληθότως δὲ καὶ τὰ τῆς πλεονεξίας καὶ τῆς δυνάμεώς ἐστι Φιλίππου κατασκευαστικὰ, ἐν οἷς φησιν, ὅτι δύναται, Ποτίδαιαν εἷλε, Πύδναν· περὶ δὲ τάξεως τούτων τῶν κεφαλαίων οὐκ ἀμφίβολον μὲν, ὅτι πρώτη ἐστὶν ἡ βούλησις· ὅμως δὲ ὁ καιρὸς πολλάκις ἐναλλάττει· παρὰ Δημοσθένει καὶ τοῦτο εὑρίσκομεν, ἐν τῷ δευτέρῳ τῶν Φιλιππικῶν· προτάττει γὰρ ἐκεῖ τὸ δυνατόν. Οὐχὶ τῶν κρινομένων μόνο ν· ἐντελῆ σοι τῶν κεφαλαίων ποιεῖται τὴν παράδοσιν· διὸ καὶ τοῦτο προστίθησιν ὡς ἀναγκαῖον καὶ χρήσιμον· κρινομένων δὲ νῦν λέγει, τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος, πρόσφορον καὶ τὸ παράδειγμα ἐπήγαγε τῷ εἰρημένῳ· λέγω δὴ τὸν τοὺς ἀποκηρύκτους τρέφοντα· ἔνθα πολλὰ πρόσωπα τῶν κρινομένων· ἐκ τοσούτων πάντων ἐξετάζεται ἡ βούλησις καὶ ἡ δύναμις· ἰστέον δὲ ὡς οὐ ποιεῖ τοῦτο διπλοῦν στοχασμόν· οὐδὲ συνεζευγμένον ἢ ἐμπίπτοντα· οὐ γὰρ ζήτημα ἕτερον ποιεῖ ὥσπερ ἐκεῖ, ἀλλ’ ὡς σημεῖόν ἐστιν ἐνταῦθα ὑποκείμενον τὸ τρέφειν τοὺς ἀποκηρύκτους.
4.352 Σημειωτέον ὡς ἐξετάζοντας τὸν πλοῦτον καὶ τὰ ἄλλα, δεῖ τὰς κατασκευὰς αὐτῶν καθολικὰς εἶναι καὶ τρόπον τινὰ θετικάς· εἰσὶ γὰρ οἱ τοιοῦτοι τόποι γεγυμνασμένοι τῷ Λυσίᾳ ἐν ταῖς παρασκευαῖς. λέγει γὰρ οἵους ἀπεργάζεται ἡ πενία καὶ οἵους τὸ πλουτεῖν· καὶ ἡ νεότης καὶ τὸ γῆρας· τὰ δὲ ἐπιτηδεύματα ἐξεταζόμενα ἐν ταῖς βουλήσεσιν· οἷον φιλοσοφοῦντες οὐκ ἂν ἐλῃστεύσαμεν· ῥήτωρ ὢν οὐκ ἂν ἐμισθάρνησα κατὰ τῆς δημοκρατίας· τὰ δὲ ἀντικείμενα παρὰ τῶν κατηγόρων μεθοδεύεσθαι δεῖ ἐπιστημόνως· ἐπειδὴ γὰρ ἔνδοξόν ἐστι τὸ φιλοσοφεῖν καὶ τὸ ῥητορεύειν, καὶ τὸ πιστευθῆναι στρατηγίαν, διορισμῷ χρήσεται, δεικνὺς ὅτι χρηστὸς μὲν ἄνθρωπος καὶ δημοτικὸς, λυσιτελέστερον ἂν ὑπολάβοι τὸ ζῇν ἐν δημοκρατίᾳ καὶ ἐλευθερίᾳ τοῦ μισθαρνῆσαι παρὰ τῶν πολεμίων τυράννου· πονηρίας δὲ ἡγουμένης, οὐδέν ἐστι θαυμαστὸν βουληθῆναι δωροδοκεῖν, ἢ προδότην γενέσθαι· ἔστι καὶ βιαίως ἀπαντᾷν πρὸς τὰς τοιαύτας βουλήσεις· ναί φησιν ἀλλὰ στρατηγός εἰμι· τοῦτο δὲ καὶ τὸ δεινόν ἐστιν, ὅτι καὶ τῆς παρὰ τοῦ δήμου τιμῆς ἀναισθήτως ἔσχες καὶ τῶν κοινῶν ἐλπίδων χείρων γέγονας· ἔστι δὲ καὶ ἄλλως εἰσάγειν τὸ κεφάλαιον, ἂν ἔνδοξον ᾖ τὸ τοῦ κρινομένου πρόσωπον· καὶ ἀπαντῆσαι τεχνικῶς καὶ ἐπιστημονικῶς· οἷον διέξεισι Περικλῆς, τίνων μὲν ἀπόγονος ὢν τυγχάνει, τίνα δὲ πεπολίτευται· καὶ ὅπως Εὔβοιαν εἷλε καὶ Σάμον· λύσεις τοίνυν ὅπερ ἔφη· ἢ βιαίως, ὅτι ἀγανακτεῖν ἄξιόν ἐστιν, εἴ γε ἀντ’ ἀγαθοῦ κακῶς γέγονεν· ἢ διαβάλλων, ὅτι ταῦτα πεποίηκεν οὐκ εὐνοίᾳ τῇ πρὸς ὑμᾶς, ἀλλ’ ἕνεκα τοῦ πιστευθῆναι· καὶ ἐπὶ τὸ καθόλου τὸν λόγον ἀνοίσεις· ἐν ἔθει τοῖς πονηροῖς ἐστι τὴν ἀρχὴν δείξασιν ἀρετὴν μεταβαλέσθαι· καὶ ἐκ παραδειγμάτων συστήσεις Πεισίστρατον λέγων· καὶ εἴ τις ἄλλος εὐηργετηκέναι δόξας ἀδικῶν ὕστερον ἐφωράθη· ἔφαμεν δὲ καὶ τὰς αἰτίας ἄξιον εἶναι ζητεῖν ἐν ταῖς βουλήσεσιν· οὐκοῦν ἐὰν μὲν κρίνηται μητρυιὰ, τὸ κοινὸν ἐροῦμεν, ὅτι φύσει πόλεμος ἀεὶ ταῖς μητρυιαῖς πρὸς τοὺς προγόνους, καὶ τὸ ἴδιον περιποιῆσαι τοῖς ἑαυτοῦ παισὶν ἐβουλήθη, τὸν κλῆρον· καὶ ἄλλο δὲ ἰδιώτερον ἐροῦμεν· ἐὰν ἄριστος ὁ τεθνεὼς ᾖ, ὅτι εὐδοκιμοῦντι διὰ τὴν ἀριστείαν ἐφθόνησεν· τούτων δὲ λύσις· οὐκ ἐκ τοῦ ὀνόματος καταψηφίσασθαι δεῖ τῆς μητρυιᾶς· ἐπεὶ καὶ πολλὰς ἴδοι τις ἂν ἀγαθὰς οὔσας φύσει καὶ μητέρων χρηστότητος οὐκ ἀπολειπομένας· πάλιν ἐξετάσαι δεῖ τὴν αἰτίαν, δι’ ἣν ἐβουλήθη Περικλῆς φρονῆσαι τὰ Λακεδαιμονίων· οὐκοῦν ἐροῦμεν, ὅτι πολλὰ τῶν τῆς θεοῦ χρημάτων ὑφελόμενος ἐδεδίει τὰς εὐθύνας· ἐδεδίει δὲ καὶ τὸ λόγον δοῦναι τῶν διῳκημένων τῇ στρατηγίᾳ φαύλως ἐχόντων.
4.353 Ἐὰν μὲν ἄσωτος ἐπὶ τῷ πατρὶ φόνου κρίνηται, λήψῃ τὴν αἰτίαν ἀπὸ τοῦ βίου καὶ τοῦ προϊδέσθαι τὸ μέλλον· ὡς δεινόν τι πάθοι καὶ ἀποκηρυχθείη· ἐὰν τῷ πλουσίῳ κατηγορῇς ἐπὶ τῷ πένητι πεφονευμένῳ, τὴν ἔχθραν ἐρεῖς, καὶ τὸ μνησικακεῖν, ἐφ’ οἷς ἐπολιτεύσατο· καὶ τὸ δεδιέναι μήποτε γραφῆς ἁλῷ, καὶ τιμωρίαν ἐπὶ πολλοῖς ἀδικήμασιν ὑπόσχῃ· ταῦτα μὲν ἤδη καὶ ὅσα τοιαῦτα περὶ βουλήσεως· ἡ δὲ δύναμις ἐκ τῶν παρακολουθούντων γίνεται· εἰ μὲν φεύγει τυραννίδος, ὅτι χρημάτων εὐπορεῖ καὶ οἰκετῶν καὶ μισθοφόρων καὶ ὅπλων διὰ τὸν πλοῦτον· εἰ δὲ φόνου, ὅτι ῥᾴδιον ἦν αὐτῷ κτεῖναι τὸν πένητα μόνον ὄντα καὶ βοηθείας ἔρημον· εἰ δὲ καθυφέσεως, ὅτι οὐ χαλεπὸν ῥήτορι καθυφεῖναι τὰ τοῦ ἀγῶνος δίκαια· εἰ δὲ κρίνοιτο φαρμάκων ἰατρὸς ἢ μητρυιὰ, τὸν μὲν εὐπορῆσαι διὰ τὴν τέχνην ἐρεῖς, τὴν δὲ χρημάτων ἐωνῆσθαι· προδοσίας εἰ κρίνοιτό τις στρατηγὸς, ἔστιν εἰπεῖν, ὅτι δύναιντ’ ἂν οἱ στρατηγοὶ πράττειν ὅπου βούλονται καὶ διαφθείρειν τὰ πράγματα· εἰ δὲ φιλιππισμοῦ ἢ λακωνισμοῦ κρίνοιτο, δύναμιν οὐ δεῖ ζητεῖν· ἐγχωρεῖ γὰρ καὶ ἰδιώτην ὄντα καὶ μηδὲ μιᾶς ἐξουσίας ὑπειλημμένον τὰ Μήδων φρονεῖν ἢ Λακεδαιμονίου ἢ Φιλίππου.
4.354 Τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶ μὲν ὡς ἐπὶ τὸ πλεῖστον τοῦ κατηγόρου· γίνεται δὲ καὶ αὔξεται ἀφ’ ὧνπερ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις· ἔστι δὲ τάδε, τίς, τί, ποῦ, πῶς, πότε, διατί· κἂν μὲν ᾖ τοῦ κατηγόρου μόνον ταῦτα, τὰ ἑξῆς ἔσται κεφάλαια πάντα πλὴν τῆς μεταλήψεως τοῦ φεύγοντος, εἰ ἐγχωροίη πᾶσι χρήσασθαι· ἐὰν δὲ κοινὰ ᾖ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, εὑρίσκεται γάρ ποτε καὶ οὕτως ἔχων ὁ στοχασμὸς, ἔσται καὶ τὰ λοιπὰ κεφάλαια ἀμφοῖν· παράδειγμα τοῦ κοινὰ ἔχοντος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀπέκειτο κατά τινος γραφὴ τυραννίδος ἐπιθέσεως· μετεώρου τῆς δίκης οὔσης ὁ ἀδελφὸς αὐτοῦ ἀριστεύσας ᾔτησεν εἰς τὸ γέρας ἀναίρεσιν τῆς γραφῆς καὶ ἔλαβεν· ἐτυράννησεν ἐκεῖνος καὶ καθελὼν αὐτὸν οὗτος συνειδότος φεύγει· τῇ μὲν γὰρ ἀναιρέσει τῆς γραφῆς καὶ τοῖς περὶ ταῦτα ὁ κατήγορος χρήσεται· τῷ δὲ ἀπεκτονέναι καὶ τοῖς περὶ τοῦτο ὁ φεύγων· καὶ δεῖ ἀμφοτέρους λῦσαι τὰ ἀλλήλων· μόνου δὲ τοῦ φεύγοντος γενέσθαι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀδύνατον. Συριανοῦ καὶ Σωπάτρο υ. Ὠνόμασται μὲν οὕτως, ἐπειδὴ ἀπὸ τῆς ἀρχῆς τοῦ ζητήματος μέχρι τέλους ταῦτά ἐστι τὰ ἐξεταζόμενα· καλεῖται δὲ καὶ εἰκότα, διότι περὶ τὴν τοῦ ἐνδεχομένου φύσιν ἐξετάζεται· ἐνδέχεται γὰρ τὸν παρεστῶτα τῷ νεοσφαγεῖ σώματι καὶ πεφονευκέναι τὸν κείμενον· καὶ δι’ οἶκτον παρεστάναι γῇ κρύπτειν ἐπειγόμενον.
4.355 Γίνεται δὲ καὶ αὔξεται ἀ φ ’ ὧνπερ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησι ς· ἀπὸ τῶν περιστατικῶν λέγει· ταῦτα δὲ τὰ περιστατικὰ καὶ συνεδρεύοντα καλεῖται, διὰ τὸ παντὶ παρεῖναι πράγματι· πᾶν γὰρ τὸ πραχθὲν καὶ ὑπό τινος πέπρακται καὶ κατὰ τρόπον τινὰ καὶ χρόνῳ τινὶ καὶ τόπῳ καὶ δι’ αἰτίαν τινά· καὶ εἰ ἐκ τῶν αὐτῶν περιστατικῶν γίνεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐξ ὧν καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις, τί διαφέρει; λέγομεν οὖν, ὅτι δεῖ τῇ προσθήκῃ προσέχειν· αὔξεται γὰρ εἶπεν· ἐκεῖ μὲν γὰρ κατασκευάζομεν ἐκ τῶν περιστατικῶν, ἐνταῦθα δὲ αὔξομεν ὡς ἐπὶ τοῦ τρισαριστέως, οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι· ἐρεῖ γὰρ ὁ κατήγορος αὔξων τὸ ἔγκλημα, πολέμιοι τὸν ἀριστέα τετιμήκασι καὶ ταῦτα εἰκόνι, τῇ μεγίστῃ τιμῇ· εἶτα ἐρεῖ καὶ τὸν τόπον αὔξων ὁμοίως· παρ’ ἑαυτοῖς τὴν εἰκόνα στήσαντες· τρόπον, φιλοτίμως τοῖς χρώμασιν· οὕτω καὶ Δημοσθένης ἐχρήσατο ἐν τῷ παραπρεσβείας· τίς ἀδικήσας; Αἰσχίνης πρεσβευτὴς ὢν τὰ πράγματα προδέδωκεν· εἶτα ὁ τόπος, ποῦ; ἐν Μακεδονίᾳ, ὁ τρόπος, ὅπως; ἀπαγγείλας τὰ ψευδῆ.
4.356 εἶτα ὁ χρόνος, πότε; ὅτε ἐστράτευσεν ἐπὶ Φωκέας· ὥστε ἅμα ἀκούειν ἐκεῖνον πλησίον εἶναι Πυλῶν, καὶ μηδ’ ἔχειν ἡμᾶς τί δεῖ πρᾶξαι· καὶ πάλιν ἀπὸ χρόνου τὸ εἱστιᾶτο ἐλθών· οὐ γὰρ ἄτοπον πρεσβευτὴν ὄντα ἑστιᾶσθαι παρ’ ᾧ πρεσβεύει· ἀλλ’ ἡ προσθήκη πεποίηκεν ἔγκλημα, ὅτι μετὰ Φωκέων ἅλωοιν συνειστιᾶτο τῷ ταῦτα ποιήσαντι· ἔχει δὲ καὶ τὸν τρόπον, ὅτι καὶ συνεύχετο καὶ συνεπαιώνιζε Φιλίππῳ· ἰστέον δὲ ὅτι ἐκ τῶν αὐτῶν τὴν διήγησιν λαμβάνομεν, ἐξ ὧν καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· τί οὖν διαφέρει τούτων ἡ διήγησις; ὅτι ἐν μὲν τῇ διηγήσει ἄνευ κατασκευῆς καὶ αὐξήσεως τὰ πράγματα παρεχόμεθα, πρὸς τὸ συμφέρον διηγούμενοι· διήγησις γάρ ἐστι ψιλή τις τῶν γεγενημένων ἔκθεσις· τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους μετὰ τὰ κατασκευῆς καὶ αὐξήσεως· καὶ ὅτι ἡ μὲν διήγησις δείκνυσιν ὅπως τόδε τι ἐγένετο· τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὅτι καὶ ὄντως ἐγένετο κατασκευάζει, καὶ κατὰ μίαν πρότασιν δι’ ἐπιχειρημάτων πιστοῦται τὸ δοκοῦν· κἀκεῖνο δὲ λεκτέον, ὡς ταμεῖόν τινές φασι πάντων τῶν κεφαλαίων τὴν διήγησιν· ἐξ αὐτῆς γὰρ πάντα τίκτεται καὶ ἀναφαίνεται τὰ κεφάλαια· καὶ μήτηρ εἰκότως ἂν προσαγορευθείη τῶν κεφαλαίων. διαφέρει πάλιν ἡ ἐξέτασις τῶν περιστατικῶν ἐν τῇ τῶν ἐλέγχων ἀπαιτήσει, τῆς ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους τῶν αὐτῶν περιστατικῶν ἐξετάσεως· ὅτι ἐκεῖ μὲν ἐξετάζεται τὰ περιστατικὰ πρὸς τὸ ἐπιφερόμενον ἔγκλημα· τίς μου καταμαρτυρεῖ φησι τὸν στέφανον, τίς ὁ τόπος· ποῦ πεφόνευκα; ὁ τρόπος, πῶς; καὶ τὰ ἄλλα ὁμοίως· ἐν δὲ τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, πρὸς τὸ σημεῖον, οἷον τί ποιῶν ἑάλω; θάπτων· ὁ τόπος· ἐπ’ ἐρημίας, ἔνθα παρῆν οὐδεὶς ὁ θεώμενος, ὁ καταμαρτυρήσων, ὁ κρίνων· ὅθεν ἐπὶ πολλῆς ἐξουσίας ἔπραττεν· πότε· νύκτωρ, εἰ τύχοι, ὅτι μάλιστα λήσειν ἤλπιζεν· αἰτία· διατί νύκτωρ ἢ καὶ ἐπ’ ἐρημίας· ἀφανίσαι σπουδάζων τὸν τοῦ τολμήματος ἔλεγχον· καὶ ἄλλη διαφορά· ὅτι ἡ μὲν τῶν ἐλέγχων ἀπαίτησις ἐκεῖ καὶ τὰ περιστατικὰ πρὸς τοὺς μάρτυρας μόνους λαμβάνεται, τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους εἰς τὴν ὅλην συντείνει ζήτησιν· οἷον εἰ πεφόνευκεν, εἰ μεμοίχευκεν· καὶ ὅτι τῶν μὲν μαρτύρων πολλάκις ἀπορεῖ ὁ κατήγορος, τὰ δ’ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐν τῇ ὑποθέσει εὑρίσκεται, κἂν εὐπορῇ δὲ μαρτύρων ὁ κατήγορος, μένει καὶ οὕτω τὸ ζητούμενον· οὐ γὰρ εὐθὺς ὁ φεύγων ἁλώσεται· ἐξέσται γὰρ αὐτῷ διαβαλεῖν τοὺς μάρτυρας· γίνεται δὲ καὶ ἀπὸ τῶν παρειμένων ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὥσπερ ὁ Δημοσθένης βίᾳ τῆς οἰκείας δεινότητος χρώμενος· καὶ τὸ ἱερόν φησι προδέδωκας, γράψας τοῖς ἀμφισβητοῦσι παραδοῦναι· οὐκ εἰπὼν δὲ πᾶσιν, οὐδὲ προσθεὶς τὸ ἀναμεῖναι καὶ ἕως ἂν πάντες συλλεγῶσιν, ἀλλ’ ὀνόματι τῶν ἀμφικτυόνων Θηβαίοις καὶ Θετταλοῖς τοῖς Φιλίππου συμμάχοις καὶ παροῦσι τότε γέγραφας ἀποδοῦναι τὸ ἱερόν· ἔξεστι δὲ οὐ μόνων ἐπὶ ἀληθινῶν ἀγώνων, ἀλλὰ καὶ ἐπὶ πλασμάτων ὁμοίως κατασκευάσαι καὶ ἐκ τῶν παρειμένων τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὥσπερ ἐπὶ τῆς μητρυιᾶς τῆς ἐν δόξῃ μανίας τὸν μὲν υἱὸν τρωσάσης, τὸν δὲ πρόγονον ἀποκτεινάσης, δύναται ὁ κατήγορος, ἐξ ὧν οὐκ ἐποίησεν ἡ γυνὴ εὐλόγως κατηγορεῖν, λέγων ὅτι σημεῖον τοῦ ὅτι οὐκ ἐμαίνετο τὸ οὐδένα τῶν ἑαυτῇ προσηκόντων ἀποσφάξαι· ὅρα πῶς φανερῶς τὸ μὴ πραχθὲν σημεῖον ὁ κατήγορος ποιήσεται τοῦ φόνου· τοσοῦτον δὲ δύναται τουτὶ τὸ κεφάλαιον, ὥστε εἰ πείσειας τὸν δικάζοντα οὐδὲν ἔτι λείπεται τῷ ζητουμένῳ, ἀλλὰ πᾶσαν λύει τὴν ζήτησιν· διὸ καὶ πολλὰ ἐφεξῆς κεφάλαια δέδωκεν ἡ τέχνη τῷ ἀντιδίκῳ πρὸς λύσιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, διὰ τὸ εἶναι ἰσχυρὸν τοῦτο τὸ κεφάλαιον.
4.358 Πλὴν τῆς μεταλήψεω ς. Ἀσφαλῶς ὁ τεχνικὸς ἐσημειώσατο· ἀεὶ γὰρ ἡ μετάληψις τοῦ διώκοντός ἐστιν. Εἰ ἐγχωροίη πᾶσι χρῆσθα ι. πάλιν κἀνταῦθα ἡ προσθήκη χρήσιμος· οὔτε γάρ ποτε ἀπὸ τοῦ φεύγοντος γίνεται ἡ μετάληψις, τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ὄντων τοῦ κατηγόρου· οὔτε ἀντίληψις εὑρίσκεται, ἔστι γὰρ ὅτε ἐκλείπει τὸ ἀντιληπτικόν· ἰστέον δὲ, ὅτι τότε ἐκλείπει ὅτ’ ἂν ἐφ’ οἷς ἄλλος πεποίηκε κρίνηταί τις καὶ μὴ ἑφ’ οἷς αὐτὸς ὁ κρινόμενος· οὐδὲ γὰρ δύναται λέγειν, ἔξεστί μοι, ὁ μηδὲ πράξας, ὡς ἐπ’ ἐκείνου οὗ οἱ πολέμιοι εἰκόνα ἔστησαν· ἀλλ’ οὔτε ἔξεστιν ἐκείνοις, ἐπεὶ ἑαυτοῦ γίνεται κατήγορος, τῷ δοῦναι ὑπόνοιαν, ὅτι τὴν ἐκείνων οἶδε πολιτείαν· τὸ γοῦν εἰ συγχωροίη οὐ μόνον διὰ τὴν ἀντίληψιν, ὅτι οὐκ ἀεὶ ἐμπίπτει, ἀλλὰ καὶ διὰ τὴν πιθανὴν ἀπολογίαν· καὶ γὰρ καὶ αὕτη ἐκλείπει, ὅτ’ ἂν τὰ σημεῖα σύμφωνα ᾖ καὶ ἀναγκαῖα τῷ ἐγκλήματι· εἰ καὶ ἐπεισέρχεται ἀντ’ αὐτῆς τὸ μὴ ἀντιστρέφον· καλούμενον νόημα, ὡς ἐπὶ τοῦ Περικλέους τοῦ κρινομένου ἐπὶ τυραννίδι διὰ τὰς πανοπλίας· οὐ γὰρ ἀντιστρέφει, ὅτι ὁ ἔχων ὅπλα πάντως καὶ τύραννος. Πλὴν τῆς μεταλήψεω ς· τῆς ἐγγράφου λέγει, αὕτη γὰρ μεταλαμβάνει τοῦ κατηγόρου οὖσα, διὰ τὸ μὴ ἰσχύειν τῷ πράγματι καὶ τῷ ἐγκλήματι· ἡ δὲ αἰτία πρόδηλος· ἀεὶ γὰρ αὕτη τοῦ κατηγόρου καὶ ἀπὸ τούτου γίνεται. Εὑρίσκεται γάρ ποτε καὶ οὕτω ς. Ἔδειξεν ὅτι σπανίως εὑρίσκεται τοιοῦτος στοχασμὸς ἀπὸ τῆς προσθήκης τοῦ ποτέ· καὶ εἰκότως δυσχερῶς εὑρίσκεται· εἰ γὰρ τὸ ἰσχυρὸν τοῦ διώκοντος κεφάλαιόν ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐὰν καὶ τοῦ φεύγοντος εὑρεθῇ τὸ τοιοῦτον, ἀσθενέστερος ὁ κατήγορος ἔσται· διὰ τοῦτο οὐδὲ εὑρίσκεται μόνου τοῦ φεύγοντός ποτε τὸ κεφάλαιον τοῦτο· ὅτι εἰ καὶ συμβῇ τοῦτο, πᾶσα τοῦ διώκοντος ἡ ἰσχὺς ἀνηρπάζετο.
4.359 Ἔσται καὶ τὰ λοιπὰ κεφάλαι α. Λοιπὰ κεφάλαια τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· εἰσὶ δὲ ταῦτα μετάθεσις αἰτίας, ἀντίληψις, πιθανὴ ἀπολογία· ὁ Ἀθανάσιος δέ φησιν, ὅτι δεῖ παρατηρεῖσθαι ὡς οὐ πάντα δυνατὸν, ἀλλὰ μόνον τὸ χρῶμα· τοῦτο γὰρ αἰτίαν ἔχει τοῦ πραχθέντος· τὸ γοῦν ἀντιληπτικὸν οὐδέποτε, οὔτε μὴν ἡ πιθανὴ ἀπολογία, διὸ καὶ ἀπολογία καλεῖται· ἀλλότριον δὲ ἀπολογία κατηγόρου καθέστηκεν· γίνεται μὲν οὖν μόνου τοῦ κατηγόρου· ὡς ἐπὶ Περικλέους· οἷον, ὅπου γὰρ πανοπλίας τοσαύτας οἴκοι κατακρύψας ἔχεις, πρόδηλος εἶ τυραννῆσαι σπεύδων· κοινὰ δὲ ἀμφοῖν ὡς ἐπ’ ἐκείνου· συνεχῶς τις καθαιρόμενος τοῖς τῶν ἀνδροφόνων καθαρσίοις κρίνεται φόνου· ὅ τε γὰρ κατήγορος ἐρεῖ, ὅτι συνεχῶς τοῖς ἐπὶ φόνῳ καθαρμοῖς καθαιρόμενος συνειδέναι μοί τι δοκεῖς σαυτῷ κακόν· ὅ τε φεύγων ἀπολογούμενος λέξει, ὡς τοσοῦτον ἀπέχω τῆς ἀνδροφονίας, ὥστε καὶ συνεχῶς καθαρσίοις προσιέναι θεῶν, παλαιῶν ἀσεβημάτων ἐμαυτὸν ἐξάντη καθιστάς· φόνων δὲ συνεχείᾳ καὶ καθαρμοῖς μυρίοις κοινὸν οὐδέν. Ἀπέκειτο κατά τινος γραφ ή· τὸ παράδειγμα ἐπάγει παράδοξον, ὅπερ εἶπεν πιστούμενος τὸ τοῦ ἀριστέως τοῦ ἀποκτείναντος τὸν ἀδελφὸν τυραννοῦντα· δῆλον γὰρ ἐνταῦθα ὡς ἑκάτερος τοῖς συμφέρουσιν ἑαυτῷ κέχρηται· τῷ μὲν οὖν κατηγόρῳ συμφέρει κατὰ τοῦ κατηγορημένου ἡ τῆς γραφῆς ἀναίρεσις· ἀπὸ γὰρ ταύτης τὴν κοινωνίαν τῆς τυραννίδος ἐλέγχειν δυνήσεται· τῷ δὲ φεύγοντι ὁ φόνος καὶ ἡ τοῦ τυράννου ἀναίρεσις· ὁ γὰρ ἀποκτείνας φησὶ τὸν τύραννον, πῶς ἂν εἴη τυράννου κοινωνός· δεῖ δὲ ἐν τοῖς τοιούτοις στοχασμοῖς ἀναγκαίως ἀμφοτέροις λῦσαι τὰ ἀλλήλων· λυθήσεται δὲ δῆλον ὅτι τῇ μεταθέσει τῆς αἰτίας, ὃ δὴ καὶ χρῶμα καλεῖται· ὡς ἀνεῖλες τὴν γραφήν· καὶ τιμωρίας ἄξιος εἶ οὐκ ἐάσας ἐπὶ τυραννίδι κριθῆναι τὸν ἀδελφόν· οὐδὲ ἐλεγχθῆναι οὐδὲ ἐλεγχόμενον εἰπεῖν τι περὶ τῶν κοινωνούντων, οὐδὲ παύσασθαι τὴν τυραννίδα· εὐθὺς ἐξ ἀρχῆς πρὸς τοῦτο ὁ φεύγων τῷ χρώματι πρότερον χρησάμενος, ὅτι ᾔτησα τὴν δωρεὰν ὡς ἀδελφῷ βοηθῶν, οὐ τὴν ἀδικίαν συνειδὼς, οὐδὲ κοινωνὸν τοῦ πλημμελήματος· συνάψει τῷ χρώματι τὰ ἑαυτοῦ ἀπ’ ἀρχῆς ἄχρι τέλους, λέγων· ἀμέλει παραχρῆμα τυραννήσαντα πεφόνευκα· καὶ δηλοῖ μου τὴν προαίρεσιν ὁ φόνος, ὡς πολέμιός εἰμι τυράννοις οὐ κοινωνός· πρὸς ἃ πάλιν ὁ κατήγορος τῇ μεταθέσει τῆς αἰτίας χρήσεται· λύων τῶν τοῦ φεύγοντος σημείων τὴν ἰσχὺν ἐρεῖ· ᾔσθου σαθρῶς ἔχουσαν τὴν τυραννίδα καὶ μέλλουσαν καταλυθῆναι· καὶ τὸ μέλλον ἐδεδοίκεις· μένειν γὰρ οὐ πέφυκε τυραννίς· μέλλων οὖν συγκινδυνεύειν, προέφθασας τῷ θανάτῳ τὴν ὑπόνοιαν, καὶ προανεῖλες ἀναιρέσει τὴν ὑποψίαν· διὰ τοῦτο δὲ ἐγγὺς ἀλλήλων τάττεται ταῦτα, λέγω δὴ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἑκατέρων καὶ ἡ λύσις, ἐπειδὴ παράλληλα κείμενα ἰσχυρὰ γίνεται.
4.361 Τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶ τοῦ κατηγόρου· ἐλέχθη δὲ οὕτως, ὅτι πανταχοῦ τοῦ λόγου εὑρίσκεται, καὶ ἐν προοιμίοις καὶ ἐν ἐπιλόγοις, καὶ πανταχοῦ· εἰκότως δὲ μετὰ τὴν βούλησιν καὶ τὴν δύναμιν ἔταξεν αὐτά· δεῖ γὰρ τὸ βούλεσθαι πρῶτον κατασκευάσαι καὶ τὸ δύνασθαι καὶ οὕτως ἐπενεγκεῖν τὸ πρᾶγμα εἰ μὴ γὰρ τὸ πρᾶττον ὑπάρχει πρόσωπον, τὸ πεπραγμένον οὐχ ὑπάρχει ὡς ἐπὶ τὸ πλεῖστον. Γίνεται δὲ καὶ αὔξετα ι· ὅρα πῶς καὶ τὴν κοινωνίαν ἔδειξεν τῆς τῶν ἐλέγχων ἀπαιτήσεως πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τὴν διαφορὰν ὑπέφηνε· τῷ μὲν γὰρ εἰπεῖν γίνεται τὴν κοινωνίαν ἐδήλωσεν· ἀμφότερα γὰρ ἐκ τῶν περιστατικῶν γίνεται· τῷ δὲ προσθεῖναι τὸ αὔξεται τὴν διαφορὰν ἐσήμανεν· ἐκεῖ μὲν γὰρ ψιλῶς τὰ περιστατικὰ ἐξετάζεται· ἐν δὲ τοῖς σημείοις μετὰ αὐξήσεως· ἢ ὅτι τὰ μὲν ἀ π ’ ἀρχῆς ἄχρι τέλους ἐκ πάντων ὡς ἐπὶ τὸ πλεῖστον τῶν περιστατικῶν γίνεται· ἡ δὲ τῶν ἐλέγχων ἀπαίτησις πολλάκις καὶ περὶ ἕν· διατὶ δὲ μὴ καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις κατὰ αὔξησιν προέρχεται, ἰσχυρὸν γὰρ καὶ αὐτὸ δοκεῖ κεφάλαιον τῷ κατηγόρῳ· ἀλλ’ ἐκεῖ μὲν ἅμα τῷ παρασχέσθαι τοὺς ἐλέγχους, οἴεται ἀπόδειξιν ὁ κατήγορος τὸ ἔγκλημα· ἄτεχνος γὰρ πίστις ἐστί· καὶ ἐπειδὴ κατὰ φύσιν ἰσχύει, οὐ δεῖ τῆς αὐξήσεως· τὰ δὲ πράγματα εἰ μὴ κατασκευασθείη καὶ αὐξηθείη οὐκ ἀποδείκνυται, τί, ποῦ, πῶς, πότε· ὡς ὁ Δημοσθένης· τίς ὢν Αἰσχίνης ἠδίκησε τὴν πόλιν; ὅτι πρεσβευτὴς ὤν· τί ἔπραξεν; ὅτι τὰ πράγματα προέδωκεν· ποῦ; ἐν Μακεδονίᾳ γενόμενος.
4.362 πῶς; οὐ μόνον εἰπὼν ἀλλ’ ἐπαγγειλάμενος ἐν τῇ ἐκκλησίᾳ. πότε; ὅτε Φίλιππος ἐπὶ Φωκέας ἐστράτευσεν. Τὰ ἑξῆς κεφάλαια. Ὅρα πῶς ἐδήλωσεν ἡμῖν τῶν κεφαλαίων τὴν μάχην. μάχεται γὰρ ἀεὶ πρὸς τὰ σημεῖα ταῦτα τὰ κεφάλαια, ἡ ἀντίληψις, ἡ μετάθεσις τῆς αἰτίας, ἡ πιθανὴ ἀπολογία· ἐχόντων οὖν ἀμφοτέρων τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους δηλονότι ἑκάτερος λύσει τὰ τοῦ ἀντιδίκου σημεῖα τοῖς προειρημένοις κεφαλαίοις· ἰστέον δὲ, ὅτι οὔτε ἡ ἀντίληψις οὔτε ἡ μετάληψις κοινὴ ἔσται. Εἰ ἐγχωροίη πᾶσι χρῆσθα ι. πᾶσι λέγει τοῖς ἐφεξῆς κεφαλαίοις· καλῶς δὲ τὸ εἰ ἐγχωρεῖ, ἐπειδὴ οὐκ ἐμπίπτει ἡ ἀντίληψις. Ἀπέκειτο κατά τινος γραφ ή. Ἐνταῦθα ἔχουσιν ἀμφότεροι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὁ μὲν γὰρ κατήγορος ἔχει εἰπεῖν ὅτι διὰ τοῦτο ἀναίρεσιν ᾔτησας τῆς γραφῆς, εἰδὼς ὅτι τυραννήσει· ὁ δὲ φεύγων λέξει σημεῖον τοῦ μὴ συνειδέναι τὸ ἀνελεῖν αὐτὸν τυραννήσαντα· καὶ ὁ μὲν ἀριστεὺς ἐρεῖ μετάθεσιν αἰτίας· ὅτι ᾔτησα ἀναίρεσιν τῆς γραφῆς ἑλκύσας τὸν ἀδελφόν· ὁ δὲ κατήγορος πάλιν λέξει· ὅτι διὰ τοῦτο αὐτὸν ἀνεῖλες τυραννήσαντα, ἐπειδὴ σαθρὰν ἑώρας τὴν τυραννίδα· καὶ ἐδεδίεις, ἵνα μὴ συγκινδυνεύσῃς αὐτῷ κοινωνὸς τῆς τυραννίδος ὀφθείς.
4.363 Μόνον δὲ τοῦ φεύγοντο ς· ἔδειξεν ὡς μᾶλλον τῷ κατηγόρῳ πρόσκειται τὸ κεφάλαιον· ποτὲ δὲ καὶ τοῦ φεύγοντος εὑρίσκεται, ὅτ’ ἂν εἴη κοινά· μόνου δὲ τοῦ φεύγοντος οὐδέποτε· τινές φασιν, ὅτι ἐνδέχεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ μόνον εἶναι τοῦ φεύγοντος, ὡς ἐπὶ τούτου τοῦ παραδείγματος· τρεῖς τις εἶχε παῖδας· τελευτησάντων αὐτῷ τῶν δύο ἀπάγξασθαι ἐζήτησε· καταλαβὼν ὁ τρίτος ἔλυσε τὸν βρόχον καὶ διέσωσε τὸν πατέρα· μετὰ ταῦτα ἱεροσυλίας ἐν τῇ πόλει γενομένης ὁ μὲν πατὴρ ἱερόσυλος ὡμολόγησεν εἶναι καὶ ἀξιοῖ τεθνάναι, ὁ δὲ υἱὸς ἀντιλέγει· ἐνταῦθα φεύγοντος ἔχει πρόσωπον ὁ ἀντιλέγων καὶ πᾶσι μόνος κέχρηται τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, οἷον τῇ τελευτῇ τῶν ἀδελφῶν, τῇ ἀγχόνῃ τοῦ πατρός· οἷς ὁ πατὴρ ἐὰν χρήσηται, ὁμολογεῖ μὴ εἶναι ἱερόσυλος, μηδὲ διὰ τοῦτο ἄξιος εἶναι θανάτου· καὶ οὐ μόνον ἐπὶ τούτου τοῦ παραδείγματος, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν κατὰ ἀξίωσιν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τὰ αἴτιά ἐστι τῆς κρίσεως, ἃ καὶ μόρια τῆς ὑποθέσεως καλοῦσί τινες, δι’ ὧν ἡ κρίσις καὶ τὰ σημεῖα, ἐφ’ οἷς κρίνηταί τις, ἃ δὴ διασπείρεται μὲν διὰ πάσης τῆς ὑποθέσεως, ἀθρόως δὲ ἐνταῦθα τίθεται· καὶ ἔστιν αὐτὰ τὰ πεπραγμένα καὶ ὅσαι πράξεις τῷ προβλήματι ἐμπεριέχονται, ἀναφερόντων ἡμῶν ἕκαστον τῶν πεπραγμένων πρὸς τὸ ἔγκλημα· κέκληται δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους διὰ τὸ δεῖν ἐν αὐτοῖς μὴ μόνον μερικῶς ποιεῖσθαι τῶν πραγμάτων τὴν ἐξέτασιν, ἀλλ’ ἄνωθεν πάντων τῶν ἐξ ἀρχῆς μέχρι τοῦ τελευταίου, τουτέστιν αὐτῆς τῆς κρίσεως· γίνεται δὲ ταῦτα ἢ ἐν ἔργοις ἢ ἐν λόγοις ἢ ἐν πάθεσιν· κατὰ δὲ ἐμὲ ἐν πλείοσιν· καὶ ἐν ἔργοις μὲν, ὡς ὁ θάπτων τὸ νεοσφαγὲς σῶμα ἐπ’ ἐρημίας· ἐν λόγοις δὲ, ὡς ὁ νέος πλούσιος ὁ παριὼν τὸ δεσμωτήριον καὶ ἀναβοήσας, θαρσεῖτε, ὦ δεσμῶται, αὖθις λυθήσεσθε, καὶ κρινόμενος τυραννίδος· καὶ ὡς ἐπὶ τούτου· πλούσιον εἷλεν ὁ πένης ὕβρεως· ξένου ῥήτορος συναγορεύοντος ἔφη πρὸς τὸν ῥήτορα πένητα ὁ πλούσιος, ὄψομαί σε· εὑρέθη νεκρὸς ὁ ῥήτωρ καὶ κρίνεται ὁ πλούσιος φόνου· ἐν πάθεσι δὲ, ὡς ἡ δακρύουσα νύκτωρ γυνή· εὑρίσκεται δὲ καὶ ἐν συμβεβηκόσιν· οἷον κρίνει τις τὴν γυναῖκα μοιχείας, ἐπειδὴ ὁ ἀδελφὸς αὐτοῦ ἐμάνη ὀμώσας μὴ μεμοιχευκέναι αὐτήν· συμβεβηκὸς γάρ τί ἐστι τὸ ἐκεῖνον μανῆναι· γίνεται καὶ ἀπὸ τῶν μὴ γεγενημένων δέον γενέσθαι· τὸν ἀδελφόν τις καλέσας φυγάδα ἐντὸς ὅρων, ἔπειτα ἔστη καὶ τοῦ παρασίτου διενεχθέντος πρὸς αὐτὸν καὶ ὃ μετὰ χεῖρας ἔκπωμα εἶχε βαλόντος καὶ ἀποκτείναντος, κρίνεται ὡς συνειδώς· ἔδει γὰρ κεκωλυκέναι· τὰ μὲν οὖν ἐν λόγοις κατὰ ῥητὸν καὶ διάνοιαν βούλεται· τὰ δὲ ἐν πάθεσιν ἢ ἐν ἔργοις κατὰ τὰς ἀντιθετικάς· ὁ μέντοι Δημοσθένης καὶ τὰ ἐν λόγοις κατὰ τὰς ἀντιθετικὰς ἔλυσεν, ὡς ἐν τῷ κατ’ Αἰσχίνου λέγων, ὅτι Φωκεῖς αἴτιοι τοῦ ἀπολέσθαι, ὅπερ ἐστὶν ἀντεγκληματικόν· καὶ Λακεδαιμόνιοι, ὅπερ ἐστὶ μεταστατικόν· καὶ Χεῤῥόνησος σώζεται, ὅπερ ἐστὶν ἀντιστατικόν· καὶ ἐξηπατήθην, ὅπερ ἐστὶ συγγνωμονικόν· γίνεται δὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀπὸ τοῦ σημείου· καὶ αὔξεται ἀπὸ τῶν περιστατικῶν· πόθεν δὲ τὸν τόπον αὐτῶν ἐπιγνωσόμεθα, τὸν οἰκεῖον φαμέν; ἔνθα μετὰ αὐξήσεως καὶ ἐκφράσεως εἴρηνται, οἷον ὡς ἐν τῷ παραπρεσβείας· ἐν πᾶσι τοῖς κεφαλαίοις προφέρει τὴν ἀπώλειαν Φωκέων· ἐν δὲ τῷ οἰκείῳ τόπῳ αὔξει, ἐν οἷς φησι, θέαμα δεινὸν καὶ τὰ ἑξῆς· ἀπὸ μὲν οὖν τῶν περιστατικῶν κατασκευάζεται οὕτω, προσώπου μὲν, ὡς τὸ τίς ὢν προδέδωκας Φωκέας· ἐν ᾧ καὶ τὸ ἀντιπίπτον ἔλυσεν, τὸ ὅτι οὐκ ἠδυνάμην ὅλον ἔθνος, ὁ δὲ εἶπεν ὅτι πρεσβευτὴς ὢν ἠδύνω· τρόπου δὲ, οἷον πῶς, τὰ ψευδῆ ἀπαγγείλας· χρόνου δὲ, ὅτε Φίλιππος ἐπὶ Φωκέας παρῄει· καὶ πάλιν ὡς ἐπὶ τοῦ τρισαριστέως· οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι, καὶ γὰρ ἐνταῦθα αὐξήσεως ἕνεκα, ἵνα τὸ σημεῖον γένηται πιθανώτερον, κατασκευάζομεν αὐτὸ ἐκ τῶν περιστατικῶν· φαμὲν γὰρ ἐνταῦθα, ὅτι τοῦτο τεκμήριον μέγα προδοσίας ἐστίν· εἰ γὰρ μὴ ᾔδεσαν ἑαυτοῖς μᾶλλον ἢ τοῖς πολίταις λυσιτελέστερον, οὐκ ἂν αὐτοὶ πολέμιοι ὄντες εἰκόνα ἔστησαν· φήσαις δ’ ἂν καὶ ἀπὸ τοῦ τόπου, εἰ κατὰ μέσην πόλιν τυχὸν καθίδρυσαν τὴν εἰκόνα, ἔτι δὲ καὶ ἀπὸ τοῦ πράγματος, ὅτι εἰκόνα ἔστησαν, πρᾶγμα πολὺν χρόνον διαμεῖναι δυνάμενον· ἵνα καὶ τὰ τῆς εὐεργεσίας τοῖς ἐσομένοις φανήσεται πρόδηλα· ἔστι δὲ καὶ ἀπὸ τῆς ὕλης κατασκευάσαι· εἰ χρυσοῦ τυχὸν τὴν εἰκόνα πεποίηνται· γίνεται δὲ καὶ ἀπὸ τῶν παρειμένων, οὕτως· εἰ γάρ τοι τοῦ σώματος ἠνώχλει σοι πάθος καὶ πρὸς δάκρυον εἷλκεν ὀδύνη, τὴν ἰασομένην ἐχρῆν μεταπέμπεσθαι καὶ τῶν δακρύων ἡ συνέχεια συγγνώμης ἐτύγχανεν· καὶ ἐν ἄλλῳ Δημοσθένης· ὅτι πάντες κατηγοροῦσι τοῦ Φιλίππου μᾶλλον, σὺ δὲ οὐδαμῶς· ἐγὼ δέ φησι τούτους τοὺς λόγους ἐζήτουν παρ’ αὐτοῦ ἄνδρες Ἀθηναῖοι· ἐμοὶ μὲν χρήσασθ’, ὅ τι βούλεσθε· ἐπίστευσα, ἐξηπατήθην· ἥμαρτον, ὁμολογῶ, καὶ τὰ λοιπά.
4.365 εἶτα προσέθηκε, τούτων οὐδένα ἀκούω τῶν λόγων· ἔστι δὲ αὐξῆσαι καὶ ἀπὸ τῆς τῶν αἰτίων ὑπεξαιρέσεως, ὡς ἐπὶ τῆς δακρυούσης γυναικός· οἷον οὐ πατήρ σοι τέθνηκεν· οὐ θυγάτριον πρόωρον ἀποβέβληκας· οὐ παίδων τεθέασαι συμφοράς· τίνα οὖν τῶν δακρύων ἐρεῖς τὴν αἰτίαν· ἰστέον δὲ ὡς τοῦτο κεφάλαιον διαφόρως οἱ τεχνικοὶ ἐκάλεσαν· οἱ μὲν γὰρ σημεῖον· οἱ δὲ, εἰκός· οἱ δὲ, τεκμήριον· οἱ δὲ ἀπ’ ἀρχῆς· πάντα δὲ εἰς ἓν συντρέχει· ἀπὸ γὰρ τῶν πεπραγμένων ὡς εἴρηται λαμβάνεται· τοῦτο δὲ τὸ κεφάλαιον, ὥς φησιν αὐτὸς, τοῦ κατηγόρου ἐστὶν ὡς ἐπιτοπλεῖστον καὶ ἰσχυρότατον κατὰ τοῦ ἀντιδίκου, ἐπεὶ γὰρ ὁ φεύγων ἔχει μὲν τὸ παραγραφικὸν ἐξ ἀρχῆς, ἔχει δὲ καὶ τὴν τῶν ἐλέγχων ἀπαίτησιν, καὶ πρὸς τούτοις κοινὰ πρὸς τὸν κατήγορον τήν τε βούλησιν καὶ τὴν δύναμιν· καὶ τοσούτοις ἔῤῥωται κεφαλαίοις ἡ τέχνη καὶ τῷ κατηγόρῳ βοηθοῦσα, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐτῷ προδέδωκεν ἰσχυρότατον ὡς ἔφην κεφάλαιον δυνάμενον διαλῦσαι τὰ τοῦ φεύγοντος ἰσχυρά· φήσει γὰρ, τί μοι χρόνους προβάλλῃ καὶ διὰ τοῦτο ἀξιοῖς ἀποφεύγειν· ἐξ ὧν ἔπραξας ἑάλως· τί μοι μαρτύρων καὶ τεκμηρίων· αὐτὸς σεαυτοῦ διὰ τῶν ἔργων προῆλθες κατήγορος· χρήσεται μὲν γὰρ τῇ τε βουλήσει καὶ τῇ δυνάμει, ἥξει δ’ ἐπὶ τοῦτο τὸ κεφάλαιον ὡς ἄγαν ἰσχυρόν· ἔστι μὲν οὖν τοῦ κατηγόρου τὸ κεφάλαιον ὡς καὶ ὁ τεχνικός· εὑρίσκεται δὲ σπανίως καὶ ἀπὸ τοῦ φεύγοντος, εἰ καὶ μὴ Ἑρμογένει δοκεῖ· ἔστι δὲ κοινὰ ἀμφοῖν, ὅτ’ ἂν ᾖ καὶ ἐν τῇ ὑποθέσει διάφορα· οὐχ ὥσπερ Ἑρμογένης φησὶ μέρει μὲν τοῦ κατηγορουμένου, μέρει δὲ τοῦ ἀπολογουμένου χρωμένων, οὗ τὸ παράδειγμα τίθησι τὸν ἀριστέα τὸν τὴν γραφὴν ἀνελόντα τῆς τυραννίδος, ἀλλὰ πάντα ἀμφοτέροις ἁρμόζοντα ὡς ἐπὶ τούτου· κατέλιπέ τις τὸν φίλον κληρονόμον, γράψας γράψασθαι τὴν γυναῖκα μοιχείας, ἐγράψατο, οὐχ εἷλεν· μετὰ ταῦτα συνῴκησεν αὐτῇ καὶ κρίνεται μοιχείας· ἐνταῦθα γὰρ ὅλα ὅλοις ἁρμόσει· καὶ γὰρ τὸ εἶναι φίλον, καὶ πιστευθῆναι παρὰ τοῦ ἀνδρὸς καὶ κληρονομῆσαι καὶ γαμῆσαι, καὶ κατηγορῆσαι πάντα ταῦτα ἀμφοτέροις ἁρμόσει· εἰ γὰρ συνῄδει μεμοιχευμένην οὐκ ἐγάμει.
4.367 οὕτω μὲν τῷ φεύγοντι, καὶ πάλιν τῷ κατηγόρῳ ἁρμόζει τὸ ὑποπτεῦσαι τὸν ἄνδρα τὴν μοιχείαν· τὸ γραψάμενον αὐτὸν γαμῆσαι, τὸ καθυφεῖναι τὴν γραφὴν καὶ τὰ τοιαῦτα· ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι καὶ ταῦτα ἅ φασιν ὅλα ὅλοις ἁρμόττειν, οἱ τῷ τεχνικῷ μεμψάμενοι οὐκ ἔστιν ἐπ’ ἀμφοῖν τῶν μερῶν τὰ αὐτά· εἰ γὰρ καὶ μὴ πάντα, ἀλλ’ οὖν μικρόν τι διαλλάττει· πλὴν εἰ μή τις ἐκεῖνο λέγοι, ὡς ἀμφοτέροις τοῖς μέρεσιν ἡ γραφὴ προφέρεται ὁ γάμος, καὶ γὰρ καὶ διώκων ἐρεῖ, ὅτι ἣν ἐγράψω, οὐκ ὤφειλες γαμῆσαι, ἀλλ’ ἐπεὶ προεμοιχεύου αὐτὴν, τὴν γραφὴν καθυφεῖκας· καὶ πάλιν ὁ φεύγων ὡσαύτως τῇ γραφῇ χρώμενος καὶ τῷ γάμῳ ἐρεῖ· ὅτι διὰ τοῦτ’ ἔγημα, ἐπειδὴ πολὺς ἐν τῇ γραφῇ γενόμενος οὐχ εἷλον· γνοὺς οὖν ἐκ τῆς κρίσεως τὴν σωφροσύνην ἔλαβον· καὶ ἁπλῶς εἰπεῖν· ἄμφω μὲν προφέρουσι τὴν γραφὴν καὶ τὸν γάμον· διαφόρως δὲ ἐξετάζουσιν· ἐνίοτε δὲ εὑρίσκεται μόριά τινα τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἃ οὐ τοῦ ζητήματός ἐστιν οὔτε τοῦ φεύγοντος οὔτε τοῦ κατηγόρου, ἀλλ’ ἔξωθεν ἐκ συμβεβηκότος εἰσάγεται τῷ ζητήματι ὡς ἐπὶ τούτου· πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικά· ἁλούς τις ὑπερημερίας ἐδέδετο· καὶ διαῤῥήξας τὰ δεσμὰ, περιτυχὼν τῷ πένητι ἀπέκτεινεν αὐτόν· ὁ δῆμος κατέλευσε τὸν ὑπερήμερον· ἀπέθανεν, εὕρηται ἐν κόλποις τὸ τῆς ὑπερημερίας γραμμάτιον, καὶ κρίνεται ὁ πλούσιος· ἐνταῦθα γὰρ τὸ καταλεῦσαι τὸν δῆμον τὸν ὑπερήμερον ἐκ τύχης συμβὰν καὶ ἔξωθεν ὂν τοῦ ζητήματος σύστασιν πᾶσαν δέδωκε τῷ ζητήματι· εἰ γὰρ ἔζη ὁ ὑπερήμερος, εἶπεν ἂν βασανιζόμενος τὴν ἀλήθειαν· τοῦτο οὖν ἔξωθεν ἐπισυμβεβηκὸς καὶ σύστασιν ἔχει, καὶ διαφέρει τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, τῶν ἀφ’ ὧν ἕτεροι πεποιήκασι τὴν κρίσιν ἐχόντων· ὅτι καὶ ἐνταῦθα, εἰ καὶ ἕτερος ὁ ποιήσας, ἀλλ’ οὖν οὐκ ἄντικρυς εἰς τὸν πλούσιον ἀναφέρεται· ὡς ἐφ’ οὗ τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι· οὐδὲ ἐκ τούτων ἔχει τὴν ἀπόδειξιν τοῦ πεποιηκέναι ἐξ ὧν ὁ δῆμος ἐποίησεν, ἀλλ’ ἡ ἀμφισβήτησις ἐπὶ τούτων γέγονεν, ἐκ τοῦ τὸν δῆμον καταλεῦσαι τὸν ὑπερήμερον οὐχὶ τὸν πλούσιον εἶναι τὸν πεφονευκότα τὸν πένητα· ἣν ἀμφισβήτησιν εἰ ἔζη ὁ ὑπερήμερος ἔλυσεν ἂν, οὐχ ἁπλῶς δὲ εἰσακτέον τοῦτο τὸ κεφάλαιον· ἀλλ’ ἐὰν μόνου τοῦ κατηγόρου ᾖ τὸ κεφάλαιον, αὐτὸς μὲν αὐξήσει ὁ κατήγορος, ὁ δὲ ἕτερος καθαιρήσει· ἐπιχειρήσει δὲ τῇ αὐξήσει ὁ κατήγορος ἀπὸ τῶνδε· ἀπὸ τοῦ ὁμοίου, ὅτι καὶ ἄλλοι ἀπὸ τῶν τοιούτων σημείων ἑάλωσαν· ἀπὸ τοῦ ἥττονος, ὅτι καὶ ἀπὸ ἐλαττόνων· ἀπὸ τοῦ ἐναντίου, εἰ γὰρ τὸ φανερὸν παρέχειν ἑαυτὸν δεῖγμα τοῦ καθαρεύειν πονηρᾶς ὑπονοίας, τὸ ἀποδιδράσκειν, καὶ ἀποκρύπτεσθαι, μέγιστα πρὸς τὴν ὑποψίαν συμβάλλεται· ἀπὸ τῆς ἀντιφάσεως, ὡς Αἰσχίνης· εἰ γὰρ ὁ μὴ παρὼν ἀδικεῖ, ὁ παρὼν καὶ παρασχὼν ἑαυτὸν ὑπεύθυνον τοῖς νόμοις, οὐκ ἀδικεῖ· ὁ δέ γε ἀπολογούμενος καθαιρῶν τὰ τοῦ διώκοντος σημεῖα, τὰ ἐπιχειρήματα ἐνταῦθα λήψεται· ἀπὸ τοῦ μηδένα ἄλλον ἐκ τούτων τῶν σημείων ἑαλωκέναι· ἀπὸ τοῦ μείζονος, ὅτι οὐδὲ ἀπὸ μειζόνων ἢ κατὰ ταύτας ἑάλωσαν ἄλλοι· ἀπὸ τοῦ ἐναντίου· οἷον, εἰ οὐ πάντως τὸ παραμεῖναι τεκμήριον τοῦ καθαρεύειν, οὐκοῦν ὁμοίως οὐδὲ τὸ ἀποστῆναι τοῦ δοκεῖν· ἰστέον, ὡς ἐν μὲν τοῖς κατὰ ἀξίωσιν στοχασμοῖς ἔστιν εὑρεῖν ἀπὸ τοῦ φεύγοντος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐν δὲ τοῖς κατὰ φυγὴν καὶ δίωξιν ἀδύνατον.
4.368 Τῇ μὲν γὰρ ἀναιρέσε ι · ὁ μὲν κατήγορος τὴν ἀρχὴν προκαλεῖται φάσκων· ὅτι οὕτως ᾔδεις τὸν ἀδελφὸν τυραννήσαντα, ὅτι λύσιν αὐτοῦ εἰς τὴν σὴν ᾔτησας δωρεάν· ὁ δὲ φεύγων ἀπὸ τοῦ τέλους τὴν ἀπολογίαν πορίζεται λέγων· ὅτι εἰ συνῄδειν αὐτῷ μέλλοντι τυραννήσειν, οὐκ ἂν αὐτὸν ἀπέκτεινα, ὅτε πρὸς ἔργον ἦλθεν ἡ βούλησις· καὶ ταῦτα μέν ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· μεμέρισται δὲ καὶ πρὸς τοῦτο ἡ τῆς αἰτίας μετάθεσις· ὁ μὲν γὰρ φήσει, ὅτι τὴν λύσιν ᾐτησάμην τοῦ ἀδελφοῦ τῆς συγγενείας καὶ τῆς φύσεως εἰς τοῦτο προκαλουμένης, ὁ δὲ κατήγορος λύσει τὰ τοῦ φεύγοντος ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὅτι διὰ τοῦτο ἀπέκτεινας τὸν ἀδελφὸν, γνοὺς ὅτι ἀσθενές τι πέφυκεν ἡ τυραννὶς, καὶ δέος τοῦ μὴ παθεῖν τὰ παραπλήσια λαβὼν ἀνῄρηκας ἐκεῖνον τὴν ὑποψίαν τοῦ πράγματος ἀποτριβόμενος· καὶ οὕτως εὑρίσκεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· διὸ καί τινες ἀσύστατον τὸ τοιοῦτον ἀπεφήναντο λέγοντες αὐτὸ ἐξισάζειν, καθὸ ἀμφότεροι τῷ κεφαλαίῳ χρῶνται· ἀλλ’ οὐκ ἀληθὲς τὸ τοιοῦτον· οὔτε γὰρ ἐκ τῶν αὐτῶν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐν ἑκατέρῳ προέρχεται, οὔτε τοῖς ἀλλήλων περιπίπτουσι λόγοις.
4.369 Ἡ ἀντίληψις οὐκ ἀεὶ ἐμπίπτει· ἀλλ’ ἐὰν μὲν ἀφ’ ὧν αὐτὸς πεποίηκε κρίνηταί τις, πάντως ἐμπεσεῖται καὶ ἡ ἀντίληψις· ἐὰν δὲ ἀφ’ ὧν ἄλλοι, οὐκ ἔτι· ἔστι δὲ τοιοῦτον· οἷον ὅτι ἔξεστι καὶ οὐ κεκώλυται· παράδειγμα αὐτοῦ, νέος πλούσιος πάντας τοὺς ἀποκηρύκτους τρέφει, καὶ τυραννίδος ἐπιθέσεως φεύγει· ἐρεῖ γὰρ ὅτι ἔξεστι τρέφειν οὓς βούλεταί τις. Συριανο ῦ. Ἡ ἀντίληψις ὠνόμασται μὲν ἀπὸ μεταφορᾶς τῶν ὑπὸ ῥεύματος μὲν παραφερομένων, ξύλου δὲ ἢ λίθου ἀντιλαμβανομένων, καὶ τὴν σωτηρίαν διὰ τούτου ποριζομένων· καὶ γὰρ ὁ φεύγων ὥσπερ ἐν κλύδωνι τῷ δικαστηρίῳ κινδυνεύων λαμβάνεται τῆς ἀντιλήψεως· ἔστι δὲ οὐ τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφάλαιον· τῶν γὰρ πραγμάτων ὄντων, ἢ ἃ αὐτοὶ ἐποιήσαμεν, ἢ ἃ ἄλλοι ἐποίησαν, καὶ τούτων διχῶς ἐξεταζομένων, καὶ ἢ ἄντικρυς εἰς ἡμᾶς ἀναφερομένων ἢ ἐξ ὑποψίας, ὅταν ᾖ τὰ πράγματα ἅπερ αὐτοὶ ἐποιήσαμεν, ἢ κατὰ φύσιν, ἢ κατὰ νόμον, ἢ κατὰ τέχνην, ἢ κατὰ ἔθος, τότε μόνον ἐμπίπτει.
4.370 κατὰ νόμον μὲν, ὡς ὁ θάπτων τὸ νεοσφαγὲς σῶμα· ἐρεῖ γὰρ, ὅτι νόμῳ κελεύοντι μὴ περιορᾷν ἀτάφους τοὺς οἰχομένους ἐπειθόμην· κατὰ φύσιν δὲ, ὡς ὁ νέος πλούσιος ὁ δακρύων εἰς τὴν ἀκρόπολιν ἀφορῶν. ἐρεῖ γὰρ φύσιν ἀνθρώποις δάκρυα χορηγεῖν· κατὰ τέχνην δὲ, ὡς ὁ γράφων Δημοσθένης ὑπὲρ ἱεροσυλίας λόγον, ἐρεῖ γὰρ, ὡς ἐξουσίαν αὐτῷ δέδωκεν ἡ τέχνη μελετᾷν, ἃ δὴ καὶ βούλοιτο, κατ’ ἔθος δὲ, ὡς ὁ τρέφων τοὺς ἀποκηρύκτους πλούσιος· ἐρεῖ γὰρ ἔθος εἶναι τοῖς εὐποροῦσι πολλοὺς ἀεὶ τῶν πενομένων διατρέφειν· ὅτ’ ἂν δὲ τὸ ὑφ’ ἡμῶν πεπραγμένον μὴ καθ’ ἕνα τῶν τεσσάρων ἐμπίπτῃ τρόπων, οὐ παραληψόμεθα τὴν ἀντίληψιν ἐν ἐκείνῳ τῷ ζητήματι· πολλὰ γὰρ καὶ τῶν ὑφ’ ἡμῶν πραττομένων ὑπεύθυνά ἐστιν, ὡς ὑπ’ ἐκείνου· νέος πλούσιος ἐξ ἀστυγείτονος πόλεως ἔγημε τυράννου θυγατέρα καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· οὐ γὰρ ἀνεύθυνον τὸ γῆμαι τυράννου θυγατέρα τὸν ἐν δημοκρατείᾳ πολιτευόμενον· δῆλον οὖν, ὅτι καὶ τὰ τεκμήρια ἐν πολλοῖς τῶν στοχαστικῶν προβλημάτων ἐστὶν ὑπεύθυνα, οὐ μέντοι ἐκεῖνα τὰ κρινόμενά ἐστιν, ἀλλ’ ἕτερον δι’ αὐτῶν· γνωσόμεθα δὲ εἰ ἐμπίπτει τῷ ζητήματι ἀντίληψις καὶ οὕτως· ὅταν μὲν γὰρ ἕπηται τὸ κρινόμενον τῷ τεκμηρίῳ, ἐκλείπει ἡ ἀντίληψις· ὡς ἐπὶ Περικλέους τοῦ κρινομένου διὰ τὰς πανοπλίας· ἕπεται γὰρ τῷ βουλομένῳ τυραννεῖν ἡ τῶν τοσούτων παρασκευὴ πανοπλιῶν· ὅταν δὲ τῷ κρινομένῳ τὸ τεκμήριον μὴ ἀκολουθῇ, ἐμπεσεῖται πάντως ἀντίληψις, ὡς ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ· οὐ γὰρ παρέπεται τῷ φονεύσαντι τὸ παρεστάναι τῷ τεθνηκότι· διαφέρει δὲ τὸ κεφάλαιον ἡ ἀντίληψις τῆς στάσεως, κοινὴν ἔχον τὴν ὀνομασίαν, ὅτι ἡ μὲν στάσις ἐστὶ, τὸ δὲ κεφάλαιον, ὅνπερ τρόπον καὶ τὸ μέρος τοῦ ὅλου διενήνοχεν· καὶ ὅτι ἡ μὲν νόμον ἔχει τῷ πεπραγμένῳ συναγορεύοντα, τὸ δὲ νόμον ἔχει τῷ τεκμηρίῳ, ὅνπερ ὁ φεύγων προβάλλεται συναγωνιζόμενον· καὶ ὅτι ἡ μὲν στάσις ἡ ἀντίληψις τὴν ἐξουσίαν ἔχει πρὸς αὐτὸ τὸ ἔγκλημα· τὸ δὲ κεφάλαιον πρὸς τὸ σημεῖον· ἔξεστί μοι θάπτειν, διὸ καὶ ἐμπίπτει ἐν στοχασμῷ· ἔτι ἡ μὲν τέλεον τὸν ἀγῶνα διὰ τοῦ νόμου σαλεύει, τὸ δὲ παρατρέπειν μόνον πειρᾶται τὴν κατηγορίαν· θήσει δὲ τὴν ἀντίληψιν ὁ φεύγων οὐκ αὐθάδως οὐδὲ ἀναιδῶς, φορτικὸν γὰρ τὸ λέγειν, ὡς ἔξεστί μοι τόδε ἢ τόδε ποιεῖν, ἀλλ’ ἐμμεθόδως καὶ μετά τινος ἐπιεικείας διασκευάσει τὸ ἐξεῖναι· πλατύνεται δὲ ἡ ἀντίληψις ἐκ παραδειγμάτων τῶν κατὰ τοὺς τέσσαρας τρόπους τῆς ἀντιλήψεως κινουμένων· οἷον ὁ ἐπὶ τοῖς δακρύοις εὐθυνόμενος ἐρεῖ πλείονα κατὰ φύσιν παραδείγματα· ὡς οὐδὲ τὸν γελῶντα ἕλκει τις εἰς δικαστήριον, οὐδὲ τὸν τροφῇ χρώμενον ἐν τῷ δέοντι καταδαρθάνοντα· τούτων γὰρ ἕκαστα φύσις ἀνθρώποις ἐπέτρεψε ποιεῖν, ὅπως ἂν ἐῤῥωμένων αὐτοῖς τῶν σωμάτων καὶ τοὺς ἀναγκαίους ὑπομένειν δύναιντο πόνους· κινήσει δὲ καὶ ἀπὸ ἄλλων τρόπων τῆς ἀντιλήψεως εἰ βούλοιτο παραδείγματα ὁ τὸ κατὰ φύσιν κατασκευάζων νόμου, τέχνης, ἔθους.
4.372 Σωπάτρο υ. Καλῶς σφόδρα προσέθηκεν, ὅτι ἡ ἀντίληψις οὐ γίνεται εἰ μὴ ἀφ’ ὧν αὐτός τις ποιήσας κρίνεται· οὐδεὶς γὰρ ἑτέρῳ ἐξουσίαν κατασκευάζει, ἀλλ’ ἑαυτῷ· οὐδὲ ἔξεστιν εἰπεῖν ὅτι ἔξεστιν ἐκείνῳ· ὅτ’ ἂν οὖν τὸ ζήτημα ἑτέρου ποιήσαντος ᾖ, οὐ δύναται ἀντίληψις ἐμπεσεῖσθαι, ἀντιλήψεως δὲ μὴ ἐμπεσούσης, οὐδ’ ἂν μετάληψις γίνεται, ἡ γὰρ μετάληψις λύσις ἐστὶ τῆς ἀντιλήψεως· εἴρηται δὲ ἀντίληψις ἀπὸ τοῦ τὸν φεύγοντα τῆς ἐξουσίας ἀντιλαμβάνεσθαι· ἰστέον δὲ ὡς οὐδὲ ἐν οἷς ἀφ’ ὧν τις πεποίηκε κρίνεται ἀεὶ ἐμπίπτει καὶ πάντως ἡ ἀντίληψις, ἀλλ’ ὅτ’ ἂν ἢ μεμισημένον ᾖ τὸ πραχθὲν ὑπ’ αὐτοῦ ἢ ἀκόλουθον τῷ ἐγκλήματι οὐδαμῶς· μεμισημένον μὲν, οἷον ὥσπερ ὁ Κύλων ὁ γαμήσας τὴν Θεαγένους θυγατέρα τοῦ Μεγαρέων τυράννου, καὶ διὰ τοῦτο κρινόμενος παρ’ Ἀθηναίοις τυραννίδος ἐπιθέσεως· οὐ δύναται γὰρ εἰπεῖν ἐξῆν μοι· μεμίσηται γὰρ τὸ τυράννου θυγατέρα γαμεῖν ἐν δημοκρατείᾳ· ἀκόλουθον δὲ τῷ ἐγκλήματι, ὡς ἐπὶ Περικλέους οὗ τῆς οἰκίας κεραυνωθείσης εὕρηνται χίλιαι πανοπλίαι· οὐ δύναται γὰρ εἰπεῖν ἐξῆν μοι ἔχειν ὅπλα· εἰκότως δὲ τοῦτο τὸ κεφάλαιον μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους παραλαμβάνεται, καὶ ἔστιν ἀεὶ τοῦ φεύγοντος· τοῦ γὰρ κατηγόρου χρωμένου τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, κἀκεῖθεν πειρωμένου δεικνύναι τῇ κατηγορίᾳ ὑπεύθυνον τὸν φεύγοντα, ὁ φεύγων πρὸς τοῦτο ἀπολογούμενος τῇ ἀντιλήψει χρῆται λέγων ἐξεῖναι αὐτῷ τοῦτο ποιεῖν ἢ ἐκ νόμου, ἢ ἐκ φύσεως, ἢ ἐκ τέχνης, ἢ ἐκ τοῦ μὴ κεκωλύσθαι, ὅ τινες ἔθος ὠνόμασαν· σχεδὸν γὰρ ἀπὸ τῶν αὐτῶν, ἀφ’ ὧν καὶ ἡ ἀντίληψις ἡ στάσις λαμβάνεται· διαφέρει γε μὴν ἀλλήλων ἡ στάσις, φημὶ ἡ ἀντίληψις καὶ τὸ κεφάλαιον, καθὸ ἡ μὲν στάσις πρὸς τὸ ἐπιφερόμενον ἔγκλημα γίνεται· τὸ μέν τοι κεφάλαιον τὸ ἐν στοχασμῷ πρὸς τὸ σημεῖον λαμβάνεται· ὅθεν ἐλέγομεν τὸν στοχασμὸν ἔλεγχον ἀδήλου πράγματος οὐσιωδῶς ἀπό τινος φανεροῦ σημείου κατασκευαζόμενον καὶ προσετίθεμεν ὅτι ἀνεύθυνον· δεῖ μέντοι εἰδέναι, ὡς ἡ ἀντίληψις ἀεὶ μεταλήψει λύεται· καὶ ἀνάπαλιν ἡ μετάληψις ἀντιλήψει, ὥσπερ ἐπὶ τοῦ στρατηγοῦ τοῦ καθελόντος τὸ τεῖχος· λέγοντος γὰρ τοῦ κατηγόρου, ὅτι οὐκ ἔδει τοιούτῳ τρόπῳ τὴν πόλιν εὐεργετῆσαι, ὁ στρατηγὸς ἀντιλήψει χρησάμενός φησιν· ἀλλ’ ἐξῆν μοι στρατηγῷ ὄντι οἵῳ ἐνόμιζον τρόπῳ δύνασθαι τὴν πόλιν εὐεργετῆσαι· γίνεται δὲ ἀντιλήψεως ἀνασκευὴ κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν, ὡς ὁ τεχνικός φησιν, ἡ τάξις τούτων τοῖς πράγμασιν ἀκολουθεῖ· εἰ μὲν γὰρ δόξειεν ἀναιδὲς εἶναι τῇ ἐνστάσει χρήσασθαι, τὴν ἀντιπαράστασιν πρώτην εἰσακτέον· εἰ δὲ μὴ οὕτως ἔχει, χρησόμεθα πρώτῃ μὲν τῇ ἐνστάσει, δευτέρᾳ δὲ τῇ ἀντιλήψει.
4.373 Μαρκελλίνο υ. Μινουκιανὸς τὴν μετάθεσιν τῆς αἰτίας προέταξε τῆς ἀντιλήψεως πιθανὸν λόγον ὑπὲρ τούτου διδούς· λέγει γὰρ ὅτι τὸ πρῶτον ἀντιλήψει χρήσασθαι τὸν κρινόμενον ἀναίσχυντόν ἐστιν, ἀλλὰ δεῖ κατ’ ὀλίγον ἐθίσαι τὸν δικαστὴν πρὸς τὸ τῆς ἀντιλήψεως φρόνημα· ἰστέον δὲ, ὅτι χρώμεθα πρώτῃ τῇ μεταθέσει τῆς αἰτίας, ὅτ’ ἂν τὸν φεύγοντα μελετῶμεν τῆς οἰκονομίας ἕνεκεν· βαρὺ γὰρ τὸ τῆς ἐξουσίας καὶ τυραννικὸν, εἰ καὶ πρῶτον τῇ τάξει κατὰ τὸν Ἑρμογένη, μετριώτερον δὲ τὸ τῆς μεταθέσεως· ὅτ’ ἂν μέντοι τὸν κατήγορον μελετῶμεν, πρώτην τάττομεν τὴν ἀντίληψιν, ἵνα βαρήσωμεν τὸν φεύγοντα ὡς τυραννικῶς αὐτὴν προβαλλόμενον· ἔστι δὲ ἡ ἀντίληψις πρὸς τὸ σημεῖον καὶ τὸ πεπραγμένον αὐτὸ οὐ πρὸς τὸ ἔγκλημα· εἰ γὰρ ἐξῆν ὅλως τὸ ἐγκαλούμενον, οὐδὲ ζήτησις ἦν· εἰ δέ τις λέγοι, πῶς οὖν εἴπερ ἔξεστι κρίνοις, λέγομεν ὅτι πρὸς τὸ ἀνεύθυνόν ἐστιν ἡ ἀντίληψις οὐ πρὸς τὸ ἔγκλημα· μόνον δὲ τότε εὑρίσκεται τὸ ἀντιληπτικὸν, ὅτ’ ἂν ἀφ’ ὧν αὐτός τις πεποίηκε κρίνηται· γελοῖον γὰρ εἰ ὑπὲρ ὧν ἄλλοι ἔπραξαν ἀπολογεῖσθαι σπουδάσομεν· μόνον γὰρ ἑαυτοὺς ἐξαιρεῖσθαι τῆς αἰτίας ἀγωνιζόμεθα· ἐνταῦθα δὲ ζητοῦσί τινες, εἰ ὁ φεύγων πρὸς τὸ ἀνεύθυνον καὶ τὸ σημεῖον κέχρηται τῇ ἀντιλήψει, λέγων ὃ πέπραχεν ἀνεύθυνον εἶναι καὶ ἐξεῖναι, πῶς ἐν τῷ κατασκευαζομένῳ τὸ αὐτὸ σημεῖον εὑρίσκεται καὶ ἔγκλημα; πρὸς ὅ φαμεν, ὅτι τούτου μόνου τοῦ εἴδους ἴδιον τοῦτο, οὐ μὴν πάντα, οὐδὲ ὁ τοιοῦτος στοχασμὸς τὰ σημεῖα τὰ αὐτὰ καὶ ἐγκλήματα ἔχει, ἀλλὰ μόνον τὸ προσεχέστερον ἔχει ὑπεύθυνον, τὰ δὲ ἄλλα ἀνεύθυνα.
4.374 Οἷον ὅτι ἔξεστ ι· τοῦ ἀντιληπτικοῦ τὸ ἴδιον ἡμᾶς ἐδίδαξεν· ἔστι γὰρ ἡ ἐξουσία· τριχῶς δὲ τὸ ἔξεστι κατασκευάζομεν, ἢ ἀπὸ νόμου, ἢ ἀπὸ φύσεως, ἢ ἀπὸ ἔθους· ἢ ὅτ’ ἂν ἐπιλίπῃ νόμος. ἐκ τῆς τοῦ ἐναντίου ἀντιφάσεως, τοῦτον γὰρ ἡμᾶς τὸν ἐκ τῆς ἀντιφάσεως τρόπον διδάσκει, δηλῶν ὡς ἐὰν μὴ ἔχωμεν νόμον ἢ τὰ ἄλλα, τὴν φύσιν φαμὲν καὶ τὸ ἔθος, ἐκ τοῦ μὴ κεκωλύσθαι νόμῳ τὴν ἐξουσίαν προβαλούμεθα· ἥξομεν οὖν, ὅτε ῥητὸν οὐ πρόσεστιν, ἐπὶ ἑτέραν ὡς εἴπωμεν μέθοδον, ἥ ἐστιν ἐκ τῆς τοῦ ἐναντίου ἀντιφάσεως, ἥτις τὸ μὴ κεκωλύσθαι ποιεῖν τὸ ἐγκαλούμενον συνίστησιν, ἐφ’ ἧς καὶ νόμον ἡμεῖς παρασχέσθαι τὸν ἀντίδικον ἀξιώσομεν λέγοντες, ὅτι ἐξῆν τρέφειν τοὺς ἀποκηρύκτους καὶ οὐδεὶς κωλύει νόμος· ἐπειδὴ γὰρ οὐκ ἔχει νόμον τὸν ἐπιτρέποντα τρέφειν τοὺς ἀποκηρύκτους, τὸ μὴ κεκωλύσθαι νόμον ποιεῖται ὁ φεύγων ἐκ τῆς τοῦ ἐναντίου ἀντιφάσεως· καὶ ἀπαιτήσομεν τὸν κατήγορον δεῖξαι νόμον κωλύοντα· βίαιον δέ πως δοκεῖ τὸ τοιοῦτον, ὃ καὶ Θουκυδίδης ἐκ τοῦ ἐναντίου πεποίηκεν ἐπὶ τῶν Κερκυραίων· οὐκ ἔχων γὰρ δεῖξαι τὸ τῆς φιλίας εὔλογον εἰς συμμαχίαν, τῷ ἐκ τοῦ ἐναντίου ἐχρήσατο· ἡμᾶς μὲν γὰρ οὐκ ἐχθροὺς ὄντας ἀπώσεσθε, καὶ οὐκ εἶπεν φίλους· καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος· λέγοντος γὰρ τοῦ Ἀνδροτίωνος δοῦναι δέ γε οὐδαμοῦ κωλύει τὸν νόμον, τῷ μεταληπτικῷ ἔλυσεν ὅτι οὐκ ἔξεστιν· ἐκ δὲ τῆς ἀντιφάσεως ὁμοίως συνελογίσατο· ὅπου δὲ αἰτεῖν οὐκ ἐῶ, πῶς οὐ σφόδρα δοῦναί γε κωλύει· ὅταν δέ τις φαίνηται δι’ ἀνάγκην ποιήσας, τηνικαῦτα εἰώθαμεν ἐπὶ τὴν μετάστασιν χωρεῖν· ἔφυγε Θεμιστοκλῆς καλούμενος ὑπ’ Ἀθηναίων εἰς κρίσιν, καὶ κατηγορεῖται ἐπὶ τούτοις· ἐρεῖ γὰρ τοὺς Λακεδαιμονίους αἰτίους, τῆς κατηγορίας οὔσης διὰ τί ἔφυγεν· ἔστι δ’ ὅτε καὶ εἰς ἀντέγκλημα καταφεύγομεν, ὡς ἐπὶ τούτου· στρατηγὸς ἐδέδετο παρὰ τῷ συστρατήγῳ ἐπὶ προδοσίᾳ· ἀνεῖλεν αὐτὸν ὡς ἐπὶ τῇ γυναικὶ καταλαβὼν καὶ κρίνεται συνειδότος· ἐρεῖ γὰρ ἄξιον εἶναι, ὧν πέπονθε μοιχὸν ὄντα· ἐρεῖ δέ τις· οὐκοῦν ἀντέγκλημα ἢ ἄλλο τι ἡ στάσις εὑρίσκεται, οὐκέτι στοχασμός· ἀλλὰ λέγομεν, ὅτι οὐχ αἱ ζητήσεις αἱ ἐμπίπτουσαι μερικαὶ τὴν στάσιν χαρακτηρίζουσιν, ἀλλ’ αὐτὸ τὸ κυριώτατον, περὶ ὃ συνίσταται ἡ ζήτησις χαρακτηρίζει τὴν στάσιν, λέγω δὴ ἐν στοχασμῷ ἡ περὶ τῆς οὐσίας ζήτησις· τὰ δὲ ἐμπίπτοντα πάντα εἰς ἀπόδειξιν ἐκείνου παραλαμβάνεται· χρὴ τοίνυν χαρακτηρίζειν καὶ κεφάλαιον καὶ στάσιν, οὐκ ἀπὸ τῶν πρός τι μέρος κατασκευάζων, ἀλλ’ ἐκ τῆς ὅλης συγκεφαλαιώσεως· ἐπεὶ καὶ ποιότητα ἐξετάζομεν ἐν βουλήσει καὶ δυνάμει, ἀλλ’ οὐ ταῦτά ἐστι τὸ ζήτημα· οὐ γὰρ εἰ ἐδύνατο προηγουμένως ζητοῦμεν, ἀλλ’ εἰ ἔσται ἡ τυραννὶς, καὶ εἰ τὸν φόνον ὁ δεῖνα ἔδρασεν· ὅτ’ ἂν δὲ ἐφ’ οἷς ἄλλος πεποίηκε κρίνηταί τις, οὐκ ἐμπίπτει τὸ ἀντιληπτικόν· ἀλλ’ ὅτ’ ἂν μόνον ἐφ’ οἷς αὐτός τις ἔπραξε, καὶ οὐδ’ ἐν τούτοις ἀεί· ἀλλ’ ὅτ’ ἂν τὰ πεπραγμένα μὴ μόνον ὡς σημεῖα τυγχάνῃ· ἀλλὰ καὶ ἐπ’ αὐτοῖς δυνατὸν εἴη συστῆναι τὴν κρίσιν, ἤν τις βούληται κατηγορεῖν· ἐπειδὴ γὰρ δεῖ μήτε τὰ πάνυ ἐναντία κατασκευάζειν, ὡς εἴ τις λέγοι ἐν ἡμέρᾳ ὅτι νύξ ἐστιν, μήτε τὰ ὡμολογημένα πάντη, ὡς εἴ τις κατασκευάζοι ἐν ἡμέρᾳ, ὅτι ὁ ἥλιος φαίνει, διὰ ταύτην τὴν αἰτίαν οὐδὲ ἐπειδὰν ἀνεύθυνον ᾖ πάντη τὸ σημεῖον κατασκευάσομεν τὴν ἀντίληψιν, ὡμολόγηται γὰρ ὅτι ἔξεστιν· οὐδὲ ἐπειδὰν φανερῶς ἔγκλημα ᾖ τὸ πεπραγμένον, οἷον φόνος ἤ τι τοιοῦτον· ἐναντίον γὰρ πάλιν τοῦτο· ἀλλ’ ὅτ’ ἂν μήτε ὡμολογημένον ἔγκλημα ᾖ, μήτε πάντη ἀνεύθυνον, ἀλλὰ καὶ ἐπ’ αὐτὸ δύναται συστῆναι κρίσις, ζητούντων ἡμῶν πότερον ἔγκλημα τοῦτο ἢ οὔ· τηνικαῦτα δὲ διατεινόμεθα τῇ ἐξουσίᾳ τὸ ἐπιφερόμενον ἐκβάλλοντες· ὡς ἐπὶ τοῦ τρέφοντος τοὺς ἀποκηρύκτους, ὅταν μὴ ὁμολογούμενον ᾖ, μήτε πάντη ἀνεύθυνον, ὡς εἰρήκαμεν· δύνῃ γὰρ καὶ αὐτὸ τοῦτο κατηγορεῖν, ὅτι ἀδικεῖς, εἰς τὴν οἰκίαν ἀναλαμβάνων ἀνθρώπους πονηροὺς, περιέργους, ἀνοσίους περὶ τοὺς φύσαντας, ἀχαρίστους, μεμισημένους ὑπὸ τῶν νόμων· καταλύσεις ἐπὶ τοῦτο τοὺς νόμους, ἀντιψηφίσῃ τοῖς δικάζουσιν, κἄν τις ἀμείψας τὴν κρίσιν ἄλλως ὁρίζηται, λέγω δὴ δημοσίων ἀδικημάτων, αὐτὸ καθ’ αὑτὸ στάσιν ἑτέραν ποιεῖ· ἐπειδὴ δὲ αἱ πρὸς τὰς ἀντιλήψεις ἀπαντήσεις μεταληπτικαί εἰσιν, ὁ μὲν ἀπολογήσηται λέγων ἐξεῖναι τρέφειν οὓς βούλεταί τις· ὁ δὲ τῇ μεταλήψει, οὐχ ἁπλῶς φησιν ἕκαστον κύριον εἶναι τῆς ἑαυτοῦ οὐσίας, οὐδὲ οὓς βούλεται τρέφειν· οὐ γὰρ τοὺς προσκατεγνωσμένους οὐδὲ τοὺς ὑπευθύνους.
4.377 Ἡ μετάληψις ἀεὶ ἐναντία ἐστὶ τῇ ἀντιλήψει, οὐκ ἐν στοχασμῷ μόνον, ἀλλ’ ὅλως ἔνθα ἂν εὑρίσκηται· καὶ ἐὰν τὸ ἕτερον μέρος τῶν ἀντιδίκων ὁποτέρῳ οὖν τούτων χρήσηται, τῇ ἀντιλήψει λέγω ἢ τῇ μεταλήψει, τῷ ἑτέρῳ πάντως τὸ ἕτερον χρήσεται· γίνεται δὲ ἡ μετάληψις κατά τε ἔνστασιν καὶ ἀντιπαράστασιν· καὶ ἡ μὲν ἔνστασις βίαιόν τί ἐστι· φήσει γὰρ μηδὲ ἐξεῖναι, ἡ δὲ ἀντιπαράστασις κατασκευάζει, ὅτι εἰ καὶ ἔξεστιν, ἀλλ’ οὐχ οὕτως, οὐδὲ ἐπὶ τούτοις· οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείας· καὶ βιάσεται ὁ διώκων μὴ ἐξεῖναι καλλωπίζεσθαι ἀνδράσιν· εἶτα ὅτι εἰ καὶ ἔξεστιν οὐχ οὕτως οὐδ’ ἐπὶ τοιούτοις, ποτέρῳ δὲ πρότερον χρηστέον, τῇ ἐνστάσει ἢ τῇ ἀντιπαραστάσει, οὐ ῥᾴδιον εἰπεῖν· ἄλλοτε γὰρ ἄλλην διὰ τὰς φύσεις τῶν πραγμάτων λαμβάνει τάξιν· δεῖ δὲ ὁρᾷν μὴ σφόδρα ἀναιδὲς ἔν τισιν ᾖ τὸ ἐξ ἀρχῆς φάσκειν μὴ ἐξεῖναι· δεύτερον δὲ τιθέμενον μᾶλλον ἰσχύειν δύναται· καὶ ὡς ἂν ἡ χρεία μᾶλλον ἀπαιτῇ μεθοδεύειν. Σωπάτρο υ. Ἀκολουθεῖ ἐξ ἀνάγκης τῇ ἀντιλήψει ἡ μετάληψις· ἥτις ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ τὸν κατήγορον συγχωροῦντα κατά τι τῇ παρὰ τοῦ φεύγοντος προβαλλομένῃ ἐξουσίᾳ, μεταλαμβάνειν ἕν τι τῶν περιστατικῶν μορίων, τόπον, ἢ χρόνον, ἢ πρόσωπον, ἤ τι τῶν λοιπῶν· διαιρεῖται δὲ ἡ μετάληψις εἰς ἔνστασιν καὶ ἀντιπαράστασιν· ἔνστασιν μὲν, οἷον ὅτι οὐδ’ ὅλως ἐξῆν σοι τόδε ποιεῖν· ἀντιπαράστασιν δὲ, οἷον ὅτι, εἰ καὶ ἐξῆν, ἀλλ’ οὐχὶ τόνδε τὸν τρόπον· οἷον ὡς ἐπὶ τοῦ πλουσίου τοῦ τρέφοντος τοὺς ἀποκηρύκτους· ὅτι μάλιστα μὲν οὐ δίκαιον τοὺς ἀπὸ τῶν πατέρων διὰ μοχθηρίαν ἀποκηρυχθέντας, ὥσπερ τοὺς ἀγαθόν τι δρῶντας ὑποδεχόμενον τρέφειν· εἰ δ’ ἄρα καὶ περὶ ἕνα τῶν ἀτόπων νεανίσκων ἢ δύο τοῦτο ἔπραττεν, ἴσως ἐρεῖν, ἀλλ’ οὐχὶ στρατόπεδον ἀποκηρύκτων εἰς ταὐτὸν ἄγειν, καὶ τοσούτους ἀναλαμβάνειν, ὧν τὴν καθ’ ἡμέραν ἀκρασίαν τοῦ βίου οὐδ’ ἡ σύμπασα χώρα φέρειν δυνατή· ἰστέον μέντοι, ὡς οὐκ ἀεὶ προτέρᾳ χρησόμεθα τῇ ἐνστάσει, ἀλλ’ ὅτ’ ἂν δοκῇ βιαιοτέρα εἶναι ἡ ἔνστασις, προτέραν τὴν ἀντιπαράστασιν τάξομεν, δευτέραν δὲ τὴν ἔνστασιν· οἷον ὡς ἐπὶ τοῦ δακρύοντος νέου πλουσίου καὶ πρὸς τὴν ἀκρόπολιν ἀφορῶντος· ἐπειδὴ γὰρ τὸ λέγειν, οὐκ ἔξεστί σοι δακρύειν, ἀναιδές πως εἶναι δοκεῖ· παρὰ φύσιν γὰρ, τῇ ἀντιπαραστάσει πρῶτον αὐτὸ μεθοδεύσομεν λέγοντες, ὅτι οὐκ ἐπὶ τυραννίδι σοι τὴν ἐξουσίαν τῶν δακρύων δέδωκεν ἡ φύσις, οὐκ ἐπ’ ὀλέθρῳ τῶν πολιτῶν, οὐκ ἐπὶ δουλείᾳ τῆς πατρίδος καὶ τὰ τοιαῦτα· ἄλλως τε δὲ οὐδὲ δακρύειν ἐξῆν, ὦ χρηστὲ, μάτην· οἱ γὰρ ὁρῶντες ἀπάνθρωπον περὶ τοὺς εὐποροῦντας εἶναι τοῦ δήμου ὑπελάμβανον· καὶ σκαιότητος αὑτῷ προσετρίβου δόξαν· καὶ δακρύων πλῆθος εἰκῆ καταῤῥέον ἠδίκει πολίτας οὐδ’ ὁτιοῦν εἰς πλῆθος παρανομοῦντας.
4.379 Καὶ ἐὰν τὸ ἕτερον μέρος τῶν ἀντιδίκω ν· Ἔπταισεν ὁ τεχνικὸς τοῦτο εἰπών· οὐδέ ποτε γὰρ οὔτε ὁ κατήγορος ἀντιλήψει οὔτε ὁ φεύγων χρήσεται μεταλήψει· ἀλλ’ ἴσως ἐρεῖ τις, ὡς οὐκ ἐν στοχασμῷ τοῦτό φησιν, ἀλλ’ ἐν ταῖς ἄλλαις οἰκονομίαις καὶ ἐργασίαις τῶν λόγων ἀναμεμέρισται ταῦτα τῷ φεύγοντι καὶ τῷ κατηγόρῳ· καὶ τοῦτο δῆλον ἀφ’ ὧν εἴρηκεν, ἀλλ’ ὅμως ἔνθα ἂν εὑρίσκηται. Μαρκελλίνο υ. Ἡ ἐνστασίς ἐστι κατὰ ἀνατροπὴν, ἡ ἀντιπαράστασις κατὰ μέθοδον· κατὰ μὲν ἀνατροπὴν, ὅτ’ ἂν ἄντικρυς αὐτὰ τίθεμεν ἃ ἀνατρέπομεν, κατὰ μέθοδον δὲ, ὅτ’ ἂν μὴ ἔχοντες προηγουμένως θεῖναι, πόῤῥωθεν αὐτὴν ἐπιστήμῃ τινὶ μεθοδεύσωμεν· εἰ μὲν οὖν τῇ ἐνστάσει πρῶτον ἔχοιμεν χρῆσθαι, ὅτι οὐκ ἔξεστι, τὴν ἀντιπαράστασιν κατὰ περιουσίαν εἰσάγομεν· ὅτι πρὸς τὸ μὴ ἐξεῖναι, οὐ δὲ οὕτως ἔδει, ἵνα καὶ ἡ εἰσαγωγὴ εὔλογον ἔχῃ χώραν· ἐὰν δὲ τῇ ἀντιπαραστάσει πρῶτον ἔχοιμεν χρήσασθαι κατὰ αὔξησιν ποιησόμεθα τὴν εἰσαγωγὴν τῆς ἐνστάσεως, ὅτι οὐδὲ ἔξεστιν ἀπὸ τῶν μικροτέρων χωροῦντες ἐπὶ τὰ μείζονα. Μειράκιον καλλωπιζόμενο ν· Ἡ μὲν ἔνστασις ἐνταῦθα βίαιος· βιάζεται γὰρ οὐδὲ ἐξεῖναι λέγων καλλωπίζεσθαι· γυναικῶν γὰρ οὐκ ἀνδρῶν τὸ τοιοῦτον· εἶτα ἡ ἀντιπαράστασις· ὅτι εἰ καὶ ἔξεστιν, οὐκ ἐπὶ τοιούτοις οὐδὲ οὕτως ἀναισχύντως οὐδὲ ἐπὶ τῷ διαφθείρεσθαι· σημειωτέον δὲ, ὅτι ἐν τῷ Πλαταϊκῷ ὁ Ἰσοκράτης πρώτῃ κέχρηται τῇ ἀντιπαραστάσει. Καὶ βιάσεται ὁ διώκω ν· Καλῶς εἶπεν ἐπὶ τῆς ἐνστάσεως τὸ βιάσεται· προφανοῦς γὰρ οὔσης τῆς ἐξουσίας ἀνατρέπειν διὰ τῆς ἐνστάσεως ἐπιχειροῦμεν.
4.380 Οὐ δ ’ ἐπὶ τοιούτοι ς· Οὐκ ἐπὶ πορνείᾳ, οὐκ ἐπὶ τῷ πλείους ἐπαγαγέσθαι τῷ κόσμῳ τοὺς καταισχυνεῖν μέλλοντας· τεχνικὸν δὲ τὸ συμπλέκειν καὶ συνεισάγειν τὸ ἔγκλημα τῇ μεταλήψει· ὡς καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας πεποίηκεν· τοῦ γὰρ Αἰσχίνου λέγοντος, ἔξεστι λέγειν ἃ βούλεταί τις, καὶ ὡς οὐ δεῖ λόγων εὐθύνας ὑπέχειν, ἐπάγει τὴν μετάληψιν ὁ ῥήτωρ· ἐγὼ δὲ ὅτι πάντες ἂν εἰκότως ὧν λέγουσιν ἐνθύνας ὑπέχοιεν εἴπερ ἐπ’ ἀργυρίῳ τι λέγοιεν, ἐάσω· ἔγκλημα γὰρ τὸ εἴπερ ἐπ’ ἀργυρίῳ τι λέγοιεν· ἰστέον δὲ, ὡς οὐ μόνον μετάληψις ἀλλὰ καὶ πᾶσα λύσις κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν γίνεται· ἢ γὰρ ἐξ εὐθείας ἐνιστάμεθα τοῖς παρὰ τῶν ἀντιδίκων ἀναιροῦντες αὐτὰ φανερῶς· ἢ συγχωροῦντες εὔλογον εἶναι τὸ λεγόμενον, ἐκ τῶν παρεπομένων, τουτέστι τῶν περιστατικῶν, ἀνατρέπειν αὐτὸ πειρώμεθα· παράδειγμα τῆς ἐνστάσεως παρὰ τῷ ῥήτορι· ἀλλὰ νὴ δία αἰσχρὸν ἴσως Ἀνδροτίωνα δεθῆναι ἢ Γλαυκέτην ἢ Μελάνωπον· διὰ δὲ τοῦτο καὶ τὰ ὀνόματα παρέθηκεν ἐκ τῆς τῶν προσώπων ποιότητος, τὴν ἄδειαν τῆς ἐνστάσεως δεχόμενος· διαβεβλημένα γὰρ τὰ πρόσωπα· ἀντιπαραστάσεως δὲ παραδείγματα παρὰ τῷ αὐτῷ νὴ Δία, κακοδαιμονοῦσι γὰρ ἄνθρωποι καὶ ὑπερβάλλουσιν ἀνοίᾳ· ἀλλὰ δεῖ σῶς αὐτοὺς εἶναι, συμφέρει γὰρ τῇ πόλει· ὅρα γὰρ ὅτι συνδραμὼν τῇ κατὰ Βυζαντίων διαβολῇ τὸ συμφέρον τῆς πόλεως μεταλαβὼν, ἀνατρέπει δι’ αὐτοῦ τὸ εἰρημένον. Ποτέρῳ δὲ πρότερον χρηστέο ν. Δυσχερῆ τούτων ἀποφαίνεται τὴν αἰτίαν, ἐπειδὴ διάφορος τῶν πραγμάτων ἡ φύσις· καὶ δεῖ τὸν μελετῶντα ῥήτορα ἀκολουθοῦντα ταύτῃ πρὸς αὐτὴν ποιεῖσθαι τὴν τάξιν· πρὸς γὰρ τὴν ὕλην καὶ τὴν φύσιν τῶν πραγμάτων ἡ τάξις· ὥσπερ οὐκ ἀεὶ τὴν ἔνστασιν δυνατὸν εἶναι πρώτην, οὔτε μὴν τὴν ἀντιπαράστασιν· ὁ Ἰσοκράτης φανερὸν τοῦτο πεποίηκεν ἐν τῷ Πλαταϊκῷ πρώτῃ τῇ ἀντιπαραστάσει χρησάμενος, πρῶτον μὲν γάρ φησιν, εἰ καὶ ἡμαρτάνομεν, πείθειν οὐ κατασκάπτειν ἐχρῆν· εἶτα τῇ ἐνστάσει, ὅτι οὐδὲ ἐξῆν ἐπιτάττειν· κατὰ γὰρ τὸ δίκαιον καὶ ὑμᾶς Ὀρχομενίοις συντελεῖν ἔδει· δεῖ οὖν εἰδέναι, ὅτι πρὸς τὴν ὕλην ἡ τάξις· οὐ γὰρ ἡ τέχνη τῶν πραγμάτων τὴν ὕλην ποιεῖ· ἀλλ’ ὡς ἂν ἔχοι φύσεως τὰ πράγματα, οὕτω καὶ ἡ τέχνη μεθοδεύειν καὶ ἀκολουθεῖν ἀναγκάζεται, κυβερνήτου δίκην πρὸς τὰ πνεύματα τὴν ναῦν ἰθύνοντος· ὃ δὲ φυλακτέον περὶ τούτων θεώρημα μετὰ τὸ εἰρημένον ὑπὸ τοῦ τεχνικοῦ, τοῦτο ἐρῶ· δεῖ φυλάττειν, εἰ ὑπαίτιόν ἐστι τὸ σημεῖον καὶ διαβεβλημένον· τότε γὰρ ἔχει χώραν προταχθῆναι ἡ ἔνστασις, ὡς ἐπὶ τοῦ καλλωπιζομένου μειρακίου· εἰ γὰρ καὶ ὑπεύθυνον τὸ καλλωπίζεσθαι, ἀλλ’ ὅμως αἰσχρὸν καὶ ὑπαίτιον καὶ διαβεβλημένον· ἰστέον δὲ, ὡς ἡ μετάληψις ἀεὶ ἐναντίον κεφάλαιόν ἐστι τῇ ἀντιλήψει· οὐκ ἐν στοχασμῷ μόνον, ἀλλ’ ἔνθα ἂν εὑρίσκηται· ἔστι δὲ ἡ μὲν ἀντίληψις τοῦ φεύγοντος, ἡ δὲ μετάληψις τοῦ κατηγόρου· ἐρεῖ δέ τις, εἰ ἡ μετάληψις τοῦ κατηγόρου, πῶς ὁ τεχνικὸς ἀποφαίνεται, ὡς ὁποτέρᾳ αὐτῶν ὁ ἕτερος χρήσεται, τῷ ἄλλῳ πάντως ὁ ἕτερος· ἀλλὰ λέγομεν, ὅτι οὐχ ὡς γινομένης ποτὲ τῆς μεταλήψεως τοῦ φεύγοντος τοῦτο εἶπεν, ἀλλὰ βουλόμενος δεῖξαι τῶν κεφαλαίων τὸν πόλεμον· τοῦτο οὖν λέγει, ὅτι ἔνθα ἂν ὁ ἕτερος τῶν ἀντιδίκων τῷ οἰκείῳ πρότερος χρήσηται κεφαλαίῳ, ἐνταῦθα ἀνάγκη καὶ τὸν ἕτερον τῷ ἐναντίῳ χρήσασθαι· ἐμφαίνει τοίνυν, ὡς ἐὰν πρότερον ὁ κατήγορος τῇ μεταλήψει χρήσηται, ἀντιθήσει τὴν ἀντίληψιν ὁ φεύγων· καὶ πάλιν τὸ ἐναντίον· ἐὰν πρῶτος χρήσηται τῇ ἀντιλήψει ὁ φεύγων, ἀντιτάξει τὴν μετάληψιν ὁ κατήγορος· ἔξεστι δὲ καὶ εἰς τὴν φύσιν τῶν κεφαλαίων ἀπιδόντας μαθεῖν, ὡς ἀπὸ τῶν ἐναντίων ἀλλήλαις ὥρμηνται· τίς οὖν αὐτῶν ἡ φύσις; ἡ ἀντίληψις ἀεὶ τῆς ἐξουσίας ἀντιλαμβάνεται, ἡ δὲ μετάληψις ἕν τι τῶν περιστατικῶν μεταλαμβάνουσα μάχεται· ὅτι εἰ καὶ ἔξεστι, ἀλλ’ οὐχ οὕτως, οὐδὲ ἐπὶ τοιούτοις· οὐκοῦν ἀλλήλοις ἀντιτέτακται· ἰστέον δὲ καὶ τοῦτο, ὅτι μετάληψιν καλεῖ τὸ μεταληπτικὸν κεφάλαιον· καὶ δῆλον ἐκεῖθεν· ἡ γὰρ μετάληψις αὐτὴ κατὰ ἔνστασιν οὐ γίνεται· ἀλλότριον γὰρ τοῦτο μεταλήψεως· καὶ ἀντίληψιν τὸ ἀντιληπτικὸν κεφάλαιον, ἔοικε γοῦν ἡ μὲν ἔνστασις τῇ παραγραφῇ· ὥσπερ γὰρ ἐκείνη φανερῶς παντελῶς ἀναιρεῖ τὸν ἀγῶνα, τὸν αὐτὸν τρόπον καὶ ἡ ἔνστασις ἀναιρετική ἐστιν, ἡ δὲ ἀντιπαράστασις ἔοικε τῇ ἀγράφῳ μεταλήψει· μεταλαμβάνει γὰρ καὶ αὕτη ἕν τι τῶν περιστατικῶν ὥσπερ κἀκείνη.
4.382 Ἡ μετάθεσις τῆς αἰτίας πρὸς τὸ ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνεται· ἐκεῖνα δὲ ἤτοι ἐν λόγοις ἐστὶν, ἢ ἐν ἔργοις, ἢ ἐν πάθεσι· κἂν μὲν ἐν λόγοις ᾖ, κατὰ ῥητὸν καὶ διάνοιαν ἡ μετάθεσις τῆς αἰτίας εἰσάγεται· οἷον νέος πλούσιος νύκτωρ κωμάσας εἰς τὸ δεσμωτήριον ἐβόησε· θαρσεῖτε ὦ δεσμῶται, οὐκ εἰς μακρὰν λυθήσεσθε, καὶ φεύγει τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γὰρ ὁμολογῶν εἰρηκέναι, τίνι διανοίᾳ εἶπε σκοπεῖν ἀξιοῖ· ἐὰν δὲ ἐν ἔργοις ᾖ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἡ μετάθεσις τῆς αἰτίας θετικῶς ἐξετάζεται, οἷον πεφώραταί τις ἐπ’ ἐρημίας θάπτων νεοσφαγὲς σῶμα καὶ φεύγει φόνου· θέσιν γὰρ περανεῖ, ἐρεῖ γὰρ ὅτι καλὸν τὸ τοὺς ἀτάφους θάπτειν· ἐὰν δὲ ἐν πάθεσι, συγγνωμονικῶς ἡ μετάθεσις τῆς αἰτίας γίνεται· οἷον συνεχῶς εἰς τὴν ἀκρόπολιν νέος πλούσιος ἀφορῶν δακρύει καὶ φεύγει τυραννίδος ἐπιθέσεως· ἐλεήσας γάρ φησι τυραννουμένους οὕτω διετέθην· εἰδέναι δὲ δεῖ, ὅτι ταῦτα πάντα ἐν πᾶσι στοχασμοῖς εὑρίσκεται· πλεονάζει δὲ ἕκαστον ἐν τῷ οἰκείω· ἔτι ἡ μετάθεσις τῆς αἰτίας, ἂν μὲν ἀφ’ ὧν ἕτεροι πεποιήκασιν, ἡ κρίσις γενήσεται, ἔσται καὶ πεπλανημένη καὶ ἐναντία πως ἐν αὐτῇ· οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι καὶ φεύγει προδοσίας· ἐρεῖ γὰρ θαυμάζοντας αὐτὸν ἐκείνους στῆσαι, ἢ προτρέποντας τοὺς παρ’ αὐτοῖς, ἢ ἐξιλεουμένους αὐτὸν, ἢ ἄλλως φθόνον κινῆσαι βουλομένους, ταῦτα γὰρ πάντα εἶναι ἀληθῆ οὐ δύναται· διὸ φαμὲν καὶ πεπλανημένα χρώματα δεῖν ἐν τῷ τοιούτῳ στοχασμῷ εὑρίσκεσθαι· ἐὰν δὲ ἀφ’ ὧν αὐτὸς πεποίηκε κρίνηταί τις, ἢ ἕν τι ἐρεῖ, ἢ καὶ πλείονα, ἀλλ’ ἀκόλουθά γε ἀλλήλοις· οἷον νύκτωρ τὶς μεταιτῶν λῃστείας φεύγει· ἐρεῖ γὰρ διὰ τοῦτο νύκτωρ, ὅτι αἰσχύνεται, καὶ ὅτι οὐ βούλεται δυσοιώνιστος εἶναι, μεθ’ ἡμέραν προσαιτῶν τοῖς ἐντυγχάνουσι καὶ ὅτι μᾶλλον τηνικαῦτα διδόασιν ἄνθρωποι, ἀνειμένοι ἤδη τῇ γνώμῃ, καὶ εἴ τι τοιοῦτο· ταῦτα γὰρ πολλὰ ὄντα οὐκ ἐναντιοῦνται ἀλλήλοις.
4.383.(1n) Συριανο ῦ. Τοῦτο καὶ χρῶμα τῶν τεχνικῶν ἔνιοι καλοῦσιν· ὠνόμασται δὲ οὕτως ἀπὸ μεταφορᾶς τῶν ἐν τοῖς σώμασι χρωμάτων· ὥσπερ γὰρ ἐκεῖνα διήκει τῶν ὑποκειμένων, διὰ μὲν τῆς χιόνος λευκότης, διὰ δὲ τοῦ κόρακος ἡ μελανία, οὕτω καὶ τοῦτο τὴν πᾶσαν τοῦ φεύγοντος χρώννυσιν ἀπολογίαν· καὶ ἀτεχνῶς ὥσπερ αἱ κομμώτριαι τὰ δύσμορφα πρόσωπα κόσμοις ἐπιθέτοις καλύπτουσιν, οὕτως ὁ φεύγων τὸ δυσειδὲς τῶν ὑπὸ τῆς κακίας τετολμημένων ἐπιπλάστῳ καλύπτει χρώματι, καθαρόν τε καὶ ἀκηλίδωτον τὸ ἀκάθαρτον καὶ μεμολυσμένον ἐπιδεικνύναι σπουδάζει· τοῦτο δὲ διὰ πάσης μὲν τιθέναι προσήκει τῆς ἀπολογίας ἰσχυρότατον ὂν, κεφαλαιωδῶς μέντοι· τὴν δὲ πλατυτέραν αὐτοῦ κατασκευὴν ἐν τούτῳ χρὴ φυλάττειν τῷ τόπῳ· μετάθεσις δὲ αἰτίας καλεῖται, διότι τὸ ἐπιφερόμενον ἔγκλημα ἐπί τι ἀνεύθυνον ἢ ἐπαίνου ἄξιον μετάγειν πειρᾶται ὁ φεύγων διὰ τοῦ κεφαλαίου τούτου· τὸ δὲ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους εἰπεῖν γίνεσθαι τὴν μετάθεσιν τῆς αἰτίας ἀντὶ ὡς ἔχει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους εἴρηται· ὡς γὰρ ἂν ἐκεῖνα ἔχῃ, οὕτω καὶ ταῦτα πρόεισιν· αὐτὰ γὰρ τὴν πλάσιν καὶ διατύπωσιν τῇ μεταθέσει τῆς αἰτίας δίδωσιν, ἐν λόγοις ὄντα ἢ ἐν ἔργοις, ἢ ἐν πάθεσιν· λαμβάνεται δὲ τὰ χρώματα ἢ ἀπὸ τοῦ ὁμοίου ἢ ἀπὸ τοῦ ἐναντίου· ἀπὸ μὲν τοῦ ὁμοίου ὡς ἐπ’ ἐκείνου, πεφώραταί τις ἐν ἐρημίᾳ ξίφος ᾑμαγμένον κατέχων καὶ κρίνεται φόνου· ἐρεῖ γὰρ ὡς θηρίον ἀνελὼν ᾕμαξα τὸ ξίφος· ἡ οὖν τοῦ αἵματος ὁμοιότης ἐργάζεται τὸ πιθανόν· ἀπὸ δὲ τοῦ ἐναντίου, ὅταν τις ἐπὶ προδοσίᾳ κρινόμενος ἢ τυραννίδι φιλόπολίν τε καὶ τοῖς κοινοῖς εὔνουν ἑαυτὸν ἀποδεικνύναι πειρῷτο διὰ τοῦ χρώματος· ὡς ὁ Περικλῆς ὁ τῆς πατρίδος ἕνεκεν παρεσκευακέναι τὰς πανοπλίας ὁμολογῶν· ἔστι δὲ καὶ ἄλλη τεχνικωτέρα τῶν χρωμάτων εὕρεσις τοιάδε· τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἢ ἐν λόγοις ὄντων ἢ ἐν ἔργοις ἢ ἐν πάθεσι, γνωστέον ὅτι ἐὰν μὲν ἐν λόγοις ᾖ, τὸ χρῶμα κατὰ ῥητὸν καὶ διάνοιαν ἐξετάζεται, ὡς ἐπὶ Ἀλκιβιάδου τοῦ παρελθόντος νύκτωρ εἰς τὸ δεσμωτήριον καὶ βοήσαντος· τὸ γὰρ εἰρημένον οὐχ οἷός τε ὢν ἀρνεῖσθαι ἐπί τινα εὔλογον χωρεῖ διάνοιαν, ἀφ’ ἧς προηνέγκατο τὸν λόγον· ὡς τὸν δῆμον αἰτεῖν ὑπὲρ τῆς λύσεως τῶν δεσμωτῶν ἐβουλόμην· ὅτ’ ἂν δὲ ἐν ἔργοις ᾖ, τὸ χρῶμα κατὰ θέσιν ἔσται, ὡς ἐπὶ τοῦ θάπτοντος ἐν ἐρημίᾳ τὸ νεοσφαγὲς σῶμα· ἐρεῖ γὰρ ὡς ὅσιον ἡγούμην θάπτειν τὸν οἰχόμενον, καὶ διὰ τῶν θετικῶν τόπων κατασκευάσει τὴν περὶ τοὺς τεθνεῶτας ὁσίαν ὡς ἀναγκαίαν· καὶ φυλαττομένη μὲν ἀγαθῶν αἰτία ταῖς πόλεσι, περιορωμένη δὲ πανωλεθρίαν ἐπάγει τοῖς ῥᾳθυμοῦσι καὶ τὰ τοιαῦτα, ὅταν δὲ ἐν πάθεσιν ᾖ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους συγγνωμονικὸν ὑπάρξει τὸ χρῶμα, ὡς ἐπὶ τῆς δακρυούσης νύκτωρ γυναικός· ἐρεῖ γὰρ ὡς οἰκτείρουσα τὴν ἀνθρωπίνην ἀτυχίαν ἐδάκρυον, καὶ τῶν ἐν τῷ βίῳ κακῶν οἱ κλύδωνες ἐπὶ σχολῆς εἰς μνήμην ἰόντες κινοῦσι πρὸς θρῆνον· πλατύνεται δὲ τὰ μὲν κατὰ ῥητὸν καὶ διάνοιαν χρώματα ἐκφράσει, ἐκφραζόντων ἡμῶν, ἡλίκα καὶ πόσα διὰ τὰς ἀμέτρους κατὰ τῶν ἡμαρτηκότων αἰκίας περιέστηκε κακὰ τὰς πόλεις· τὰ δὲ κατὰ θέσιν χρώματα διὰ τῶν τελικῶν κατασκευάζονται κεφαλαίων, καλοῦ, δικαίου, συμφέροντος· τὰ δὲ συγγνωμονικὰ ἐκφράσει τε καὶ κοινῷ τόπῳ, ἐκφραζόντων τὰ κατὰ ἀνθρώπους ἀτυχήματα πηλίκα, καὶ κοινοὺς τόπους κατὰ τῶν ἀεὶ δεῦρο παριουσῶν ψυχῶν καὶ τῇ λήθῃ βαπτιζομένων διαπλεκόντων· ἀνατρέπει δὲ τὰ χρώματα διὰ τῶν αὐτῶν τόπων ἐκ τοῦ ἐναντίου, δι’ ὧνπερ καὶ κατασκευάζεται, ὥσπερ καὶ τῶν ἐλέγχων ἀπαίτησις· ζητοῦσι δέ τινες, πότερον ἓν ἢ πλείω χρώματα ἐν τοῖς ζητήμασιν ἐμπίπτει· ἰστέον οὖν, ὅτ’ ἂν μὲν ᾖ τὰ ἐν τοῖς ζητήμασι πράγματα, ἅπερ αὐτοὶ πεπράχαμεν, ἓν ἐμπίπτει χρῶμα ἑνὸς ὄντος τοῦ τεκμηρίου, ὡς ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ σώματι· ἐνίοτε δὲ πλείω, ἀκόλουθα μέντοι, ὡς ἐπὶ τοῦ νύκτωρ προσαιτοῦντος καὶ κρινομένου λῃστείας· ἐρεῖ γὰρ ὡς ᾐδούμην προσαιτεῖν, καὶ ὅτι νύκτωρ μᾶλλον οἰκτείρουσιν ἄνθρωποι· καὶ ὅτι συνελάμβανέ μοι πρὸς τὸ λανθάνειν τὸ σκότος· ἐνίοτε δὲ καὶ πλείω εὑρίσκεται χρώματα πολλῶν ὄντων τεκμηρίων· καὶ ἐν τοῖς συνεζευγμένοις δὲ στοχασμοῖς πολλὰ ἐμπίπτει χρώματα τῶν πραγμάτων ὄντων, ἅπερ αὐτοὶ πεποιήκαμεν, ἀκόλουθα μέντοι ὡς εἴρηται· ὅτ’ ἂν δὲ ἄλλων πραξάντων ἄντικρυς εἰς ἡμᾶς ἀναφέρηται, πλείω τὰ χρώματα ἐμπίπτει καὶ ἀνακόλουθα, ἅπερ καὶ πεπλανημένα καλοῦσιν οἱ τεχνικοὶ εἰκότως· εἰ γὰρ ἀκόλουθα λέγοιμεν, συνειδέναι τοῖς πεποιηκάσι δόξομεν· οἷον ὡς ἐπὶ τοῦ τρισαριστέως, οὗ εἰκόνα ἔστησαν οἱ πολέμιοι, ἐρεῖ γὰρ ὡς θαυμάζοντες τῆς ἀνδρείας τὸ μέγεθος ἔστησαν· καὶ πάλιν, ἀλλὰ πρᾷον αὐτοῖς ἔσεσθαί με διὰ ταύτης ὑπώπτευσαν· καὶ πάλιν, ἀλλ’ ἴσως ἐπ’ ἀρετὴν προτρέψαι τοὺς παρ’ αὐτοῖς σπεύδοντες τὸν πλεῖστα χαλεπὰ δράσαντα τετιμήκασιν εἰκόνι· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἐξ ὑπονοίας πραγμάτων πολλὰ καὶ ἀνακόλουθα ἐμπίπτει χρώματα, διὰ τὴν προειρημένην αἰτίαν· οἷον ὡς ἐπὶ Ἀρχιδάμου τοῦ κρινομένου προδοσίας διὰ Περικλέους· ἐρεῖ γὰρ, ἀλλὰ πολεμίοις ἑτέροις ἐπιέναι μέλλουσι δέδωκε τὰ πεντήκοντα τάλαντα· ἀλλὰ τοῖς πενομένοις τῶν πολιτῶν ἴσως αὐτὰ διένειμεν· ἀλλὰ τὰ προσόντα βουλόμενος αὔξειν τῆς τῶν χρημάτων δαπάνης ἀπεκρύψατο τὴν αἰτίαν· εἰδέναι δὲ χρὴ, ὅτι πλείους μὲν ὁ φεύγων ἕξει ἀντιθέσεις, ἐὰν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὄντα κατὰ μέρος ἀντιθῇ ἑαυτῷ, καὶ ὁ κατήγορος ὁμοίως πολλὰς ἑαυτῷ κινήσει ἀντιθέσεις, τὰ τοῦ φεύγοντος χρώματα διαιρῶν, καὶ μὴ ἅμα πάντα ἐν μιᾷ συνάγων ἀντιθέσει.
4.387 Σωπάτρο υ . Ἡ πρὸς πρόθεσις ἀντὶ τῆς ἐξ κεῖται· ἵν’ ᾖ ἀντὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὡς λυτικὴ τούτων οὖσα, ἢ ἀντὶ τῆς ἀπό· οἷον ἀντὶ τοῦ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔχουσι τὴν γένεσιν· αὐτὰ γὰρ δίδωσι τὸν τόπον τῇ μεταθέσει τῆς αἰτίας· ἢ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀντὶ λύσιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔχουσιν· αὕτη δὲ οὐκ εὖ ἔχει ἡ ἐξήγησις, πάντα γὰρ τὰ τοῦ φεύγοντος κεφάλαια λύσις τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀντὶ διὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τὴν γένεσιν τῆς ποιότητος δεχόμενος νοεῖν· καθὼς καὶ τὰ ἑξῆς λεγόμενα δείκνυσιν· ἐπειδὴ δὲ καὶ ἐν τῇ βουλήσει ἐξετάζομεν τοῦ κατηγόρου τὴν διάνοιαν, καὶ ἐν τῷ χρώματι ὁμοίως, ἐπειδὰν ἐν λόγοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ζητοῦμεν τίνι διαφέρει ἡ βούλησις τὸ κεφάλαιον τοῦ χρώματος τῆς βουλήσεως· βούλησις γὰρ καὶ ἐνταῦθα κἀκεῖ· φαμὲν οὖν, ὅτι ἡ μὲν βούλησις τὸ κεφάλαιον τοῦ ἐγκλήματός ἐστι λυτικὴ ἢ κατασκευαστική· ἡ δὲ τοῦ χρώματος βούλησις τοῦ σημείου ἐστί· δι’ οὗ ἡ κρίσις· καὶ ἡ μὲν βούλησις τὸ κεφάλαιον κοινή ἐστι τῶν ἀντιδικούντων προσώπων· ἡ δὲ τοῦ χρώματος μόνου τοῦ φεύγοντος· εἰδέναι δὲ χρὴ, ὅτι κατὰ πάσας τὰς ἀντιθετικὰς τὸ χρῶμα ἐξετάζεται, ἢ κατὰ ταὐτὸν πλειόνων εὑρισκομένων ἢ μιᾶς· ὁ μέντοι Ἑρμογένης ἀγνοήσας τοῦτό φησιν, τὰ μὲν ἐν πάθεσι συγγνωμονικῶς λύεσθαι, καὶ ἑξῆς, βουλόμενος διὰ τοῦτο δηλοῦν, ὅτι τὴν ποιότητα ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τὰ χρώματα τοῦ ποῖά τις εἶναι ὀφείλει, δέχεται· ἔοικε δὲ, ὡς ἤδη ἔφαμεν, ἀγνοεῖν, ὡς κατὰ πάσας τὰς ἀντιθετικὰς τὸ χρῶμα ἐξετάζεται· καὶ γὰρ ὃ εἴρηκε θετικῶς ἐξετάζεσθαι κατὰ ἀντίστασίν ἐστι· πᾶς γὰρ ἀντίστασιν ἐργαζόμενος ἔπαινον ποιεῖ τοῦ πραχθέντος, ὃ καλεῖ αὐτὸς ἀντιθετικῶς· ἐργασόμεθα οὖν τὴν μετάθεσιν τῆς αἰτίας, μετατιθέντες αὐτὴν εἰς τὸ ὅμοιον· οἷον ἐπ’ ἐρημίας τις εὑρέθη ἔχων ᾑμαγμένον ξίφος καὶ κρίνεται· ἀπὸ θηρίου γάρ φησιν εἶναι τὸ ᾑμαγμένον· εἰς τὸ ἀνεύθυνον, οἷον συνεχῶς τις τοῖς καθαρσίοις τῶν ἀνδροφόνων χρώμενος κρίνεται φόνου· ἐνταῦθα γὰρ ἀνεύθυνον αὐτό φησι τὸ δεισιδαιμονίας ἕνεκεν συνεχῶς καθαίρεσθαι· εἰς τὸ ἐναντίον, ὃ καί τινες κατὰ ταὐτόν φασι διὰ τὸ ἀμφοτέροις τοῖς μέρεσιν ἐξ ἴσου τὸ ῥητὸν προφέρεσθαι· οἷον κατέλιπέ τις ἀλλοτρίᾳ γυναικὶ τὸν κλῆρον, γράψας ἐν ταῖς διαθήκαις, ὅτι πρὸς μοιχείαν αὐτῷ οὐχ ὑπήκουσε, καὶ κρίνεται ἡ γυνὴ μοιχείας· ἐνταῦθα γὰρ ἡ μετάστασις τῆς αἰτίας εἰς τὸ ἐναντίον ἐκφέρεται· διὸ καὶ κατὰ ταὐτὸν, ὡς εἴρηται, λέγεται ὑπό τινων, τῆς μὲν φευγούσης χρωμένης τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ λεγούσης ὡς διὰ σωφροσύνην κατέλιπεν ὃ ἐναντίον πάντως μοιχείας· τοῦ δὲ κατηγόρου πάλιν ὁμοίως τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους προφέροντος, ἀφ’ οὗ καὶ κατὰ ταὐτὸν ὠνόμασται.
4.389 Ἰστέον δὲ, ὡς οὐ μόνον ἐν τοῖς ἀφ’ ὧν ἕτεροι πεποιήκασιν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πεπλανημένα εὑρίσκεται χρώματα καὶ ἀνακόλουθα, ἀλλὰ καὶ ἐν οἷς αὐτός τις ποιήσας κρίνεται, ὡς ἐπὶ τούτου· ἄσωτος καταναλώσας τὴν ἑαυτοῦ οὐσίαν ἠγόρασεν ὀρεινὸν χωρίον καὶ βάρβαρα ἀνδράποδα, ἐν αὐτῷ διαιτωμένου αὐτοῦ φήμη γίνεται λῃστῶν ἐν τῇ χώρᾳ· ἀνελθόντες οἱ στρατηγοὶ ἐν τῷ χωρίῳ τὸν μὲν ἄσωτον οὐχ εὗρον, τὰ δὲ ἀνδράποδα καὶ ὅπλα κυνηγετικὰ κατήγαγον, μεταξὺ τῆς ὁδοῦ ἐπέθεντο καὶ τραυματίσαντες οἱ θεράποντες τοὺς στρατηγοὺς ἔφυγον, καὶ κρίνεται ὁ ἄσωτος λῃστείας· ἐνταῦθα γὰρ πρὸς ἕκαστον τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους διάφορός ἐστιν ἡ μετάθεσις τῆς αἰτίας· τὸ μὲν ὀρεινὸν χωρίον, ὅτι ἐλάττονός ἐστι τιμῆς καὶ ὅτι οὐκ ἠβούλετο ἐν πόλει αἰσχυνόμενος διάγειν· τὰ δὲ ἀνδράποδα βάρβαρα, ὅτι τληπαθῆ εἰσι καὶ πρὸς ἔργον καὶ κάματον ἐπιτηδειότερα, τὰ δὲ κυνηγετικὰ ὅπλα διὰ τὸ ἐν ὄρεσι θηρία εὑρίσκεσθαι· τὸ δὲ τὰ ἀνδράποδα ἐπιτεθῆναι τῷ στρατηγῷ διὰ δέος τὸ μὴ ἐγνωκέναι τὴν αἰτίαν ἅτε βάρβαρα ἐφ’ ᾗ ἄγονται· τὸ δὲ ἐπειχθῆναι τὸν στρατηγὸν κατ’ αὐτοῦ περὶ τοῦ χωρίου, ἐκ διαβολῆς τῶν ἐχθρῶν τοῦτο γενέσθαι φησί· αὕτη πλείους μὲν ἔχει μεταθέσεις τῆς αἰτίας, οὐδὲ μίαν δὲ πρὸς τὴν ἄλλην ἔχουσαν σχέσιν· κατασκευάζομεν δὲ τὸ χρῶμα τὸν κατήγορον μελετῶντες τούτοις, προσώπῳ, τόπῳ, χρόνῳ, αἰτίᾳ, ἢ πᾶσιν ἤ τισι· τοῦ μὲν γὰρ νέου τοῦ κωμάσαντος εἰς τὸ δεσμωτήριον καὶ θαῤῥεῖτε βοήσαντος, ἀπὸ τοῦ προσώπου κατασκευάζεται, ὅτι οὐδέποτε τὸ τῶν πλουσίων καὶ τῶν πενήτων πρόσωπον πρὸς ἔλεον ἕτοιμον, ἀπὸ τοῦ τῶν δεσμωτῶν προσώπου, ὡς οὐ δεῖ τοὺς πονηροὺς καὶ μεμισημένους τῷ δήμῳ καὶ τοῖς νόμοις ἐλεεῖν· ἀπὸ τόπου, ὡς οὐκ ἀπὸ τύχης ἐπὶ τὸ δεσμωτήριον ἐβάδιζες, ἀλλ’ ἐπίτηδες ἐκείνης διήρχου· ἀπὸ δὲ τοῦ χρόνου, ὡς νύκτωρ, ἀλλ’ οὐχὶ μεθ’ ἡμέραν· ἀπὸ δὲ τρόπου, ὡς οὐκ ἐν τῷ ἐπαγγείλασθαι αὐτοῖς, ἀλλ’ ἐν τῷ ἐπικουρίαν τινὰ παρέξειν διὰ χρημάτων ἢ διὰ παρακλήσεως τοῦ δήμου ἢ ἑτέρῳ τινὶ τρόπῳ· ἀπὸ δὲ τῆς αἰτίας, ὡς οὐ τοιαύτῃ αἰτίᾳ, δι’ ἧς καὶ αὐτὸς ἐγκλεισθήσεται· εἴρηται δὲ μετάθεσις αἰτίας διὰ τὸ μετατιθέναι τὸ ἔγκλημα εἰς ἕτερον πρόσωπον ἢ πρᾶγμα· τὸ δ’ αὐτὸ καὶ χρῶμα, διὰ τὸ χρωννύναι τὸν λόγον καὶ οἷον εὐπρόσωπον ποιεῖν, εὐλόγως ἀφορμὰς παρεχόμενον· ὡς γὰρ ἐπὶ τῶν σωμάτων τὸ ἐπανθοῦν καὶ φαινόμενον χρῶμα καλεῖται, οὕτω καὶ ἐπὶ τῆς ἀπολογίας ληπτέον· αὐτὸ γάρ ἐστι τὸ ἰσχυρὸν τοῦ φεύγοντος, καὶ σχεδὸν τὴν στάσιν ποιοῦν· εἰ γὰρ μὴ ἐμπέσῃ, ἀσύστατον τὸ ζήτημα φαίνεται· ἀλλ’ εἰ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ ἀντίληψις γίνεται καὶ μετάληψις, πῶς ὥσπερ ἀντιδιαστελλόμενος πρὸς ταῦτα τὴν μετάθεσιν τῆς αἰτίας φησὶν ἀεὶ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνεσθαι· φησὶν οὖν, οὐ πρὸς ἀντιδιαστολὴν ἐκείνων τοῦτο εἴρηται, ἀλλὰ πρὸς τὴν ποιότητα τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀφ’ ἧς τὴν γένεσιν ἔχει τὰ τῆς μεταθέσεως τῆς αἰτίας, θετικῶς γὰρ ἐξετάζεται ἡ μετάθεσις ἐν ἔργοις ὄντων τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ ἑξῆς ὡς τῷ τεχνικῷ εἴρηται· ἰστέον μέντοι, ὅτι πολλάκις ἀλλήλοις συμφέρεται ταῦτα· καὶ εὕροις ἂν ἐν τῇ τῶν λόγων διανοίᾳ καὶ θετικὸν νόημα παραλαμβανόμενον, ὡς ἐπὶ τοῦ κρινομένου τυραννίδος ἐπιθέσεως· ἐρεῖ γὰρ, ὅτι τὴν φιλίαν αὐτοῖς ἐνηγγυώμην τῆς πόλεως, καὶ ὅτι δεῖ πρὸς τοὺς ἀτυχοῦντας φιλάνθρωπον εἶναι καὶ μεμνῆσθαι τῆς φύσεως· τοῦτο μέντοι φυλακτέον, ἐὰν ἐν τοῖς τοιούτοις πλείους τὰς αἰτίας ἐπιφέρωμεν, ὅπως μὴ ἀλλοκότους μηδ’ ἀλλήλαις μαχομένας εἰσάγωμεν, ἀλλ’ ὅτ’ ἂν τοῦτο ποιῶμεν, λέγω δὲ πλείους τὰς αἰτίας ἐπιφέρωμεν, τὸ πλεῖστον ἐνδιατρίβειν τῷ οἰκείῳ τόπῳ προσήκει· εἰ τῆς διανοίας εἴη, τὴν διάνοιαν ἐπαύξοντας· εἰ τὰ τῆς θέσεως, τὴν θέσιν· καὶ ἐπὶ πάντων ὁμοίως· τοῦτο δὲ καὶ ὁ τεχνικὸς διατάττεται ἐν οἷς φησιν· πλεονάζει δὲ ἕκαστον ἐν τῷ οἰκείῳ· δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι ἐν τοῖς ἀφ’ ὧν ἕτεροι πεποιήκασι στοχασμοῖς, ἐξ ἀναιρέσεως αἰτίας τὴν μετάθεσιν κατὰ πάντας τοὺς τρόπους μεταλαμβάνομεν· εἰ γὰρ ὀφθείημεν σαφῶς αὐτὰς ἐκτιθέμενοι, ὑπόνοιαν τοῦ συνειδέναι ἡμῖν αὐτοῖς ἀληθῆ τὴν κατηγορίαν παρέξομεν.
4.391 διὸ ἀλλοκότους ταύτας καὶ ἀσυναρτήτους ἀλλήλαις προσάγειν χρή· ὡς καὶ αὐτός φησι πεπλανημένας καὶ ἐναντίας ἀλλήλαις. Μαρκελλίνο υ. Μετάθεσις καλεῖται, ἐπειδὴ τὰ ἐπιφερόμενα ὑπὸ τοῦ κατηγόρου ἐφ’ ἕτερον ἄγειν πειρώμεθα ἀνεύθυνον· δεῖ δὲ μάλιστα ἐνταῦθα τοῦ πιθανωτάτου στοχάζεσθαι καὶ ἐπὶ τοῦτο μεταθεῖναι· εἰ γὰρ μὴ ἔχει τὸ πιθανὸν, οὐ μόνον οὐκ ὠφελήσει, ἀλλὰ καὶ βλάψει· ζητητέον δὲ, τίνι διαφέρει ἀντιλήψεως ἡ μετάθεσις· καὶ λέγομεν, ὅτι ἡ μὲν μετάθεσις τὴν αἰτίαν ἔχει τοῦ πραχθέντος, ἡ δὲ ἀντίληψις τὴν ἐξουσίαν προβάλλεται· εἰ καὶ ἀμφότερα τοίνυν λύσιν ἔχει τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, διὰ ταύτην μόνην εἶπε πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνεσθαι· λέγομεν, ὅτι δεινῶς σφόδρα τοῦτο οὕτως ὠνόμασεν· ἐπειδὴ γὰρ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁ κατήγορος αἴτιον ποιεῖται καὶ ὥσπερ μαρτύριον τοῦ ἐγκλήματος, ὃ καὶ αἴτιον ὀνομάζεται, διὰ τοῦτο καὶ τὴν μετάθεσιν τῆς αἰτίας εἶπεν πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνεσθαι, ἐπειδὴ τὸ αἴτιον ὅ ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πρὸς αἰτίαν ἑτέραν ἀνεύθυνον ἄγει· διὸ καὶ μετάθεσις αἰτίας ὠνόμασται, παρὰ τὸ μεταθεῖναι τὴν αἰτίαν τοῦ ἐγκλήματος εἰς αἰτίαν ἑτέραν εὔλογον· ἔοικε δὲ καὶ ἄλλο τι εἰρηκέναι τὴν μετάθεσιν πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνεσθαι· ἐπειδὴ καὶ ἐν τῇ βουλήσει ἔχομεν αἰτίαν, ἥτις τὸ ἰσχυρόν ἐστι τῆς βουλήσεως, πρὸς διαστολὴν ἐκείνης εἶπεν ἐνταῦθα πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἐκείνη γὰρ πρὸς τὸ ἔγκλημά ἐστιν· οἷον ὡς ἐπὶ τοῦ πλουσίου τοῦ τρέφοντος τοὺς ἀποκηρύκτους καὶ κρινομένου τυραννίδος· ἠβούλου τυραννεῖν, ἵνα τοὺς ἐχθροὺς ἀμύνῃ καὶ τοὺς φίλους εὖ ποιῇς.
4.392 Ἐκεῖνα δὲ ἤτοι ἐν λόγοις ἐστί ν. Ἐπανάγει πάλιν τὸν λόγον ἐπὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ διαιρεῖ τριχῇ ταῦτα· πάντως γὰρ κατὰ ταῦτα γίνεται· διὰ τοῦτο δὲ ἐπανάγει, ἵνα ἐξ αὐτῶν χαρακτηρίσῃ τὴν μετάθεσιν· εἰ γὰρ πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἡ μετάθεσις τῆς αἰτίας, εἰκότως καὶ τὴν μέθοδον αὐτῆς ἀπ’ ἐκείνων εἴληφεν· ἃ γὰρ δι’ ἐκείνων κατασκευάζεται, διὰ ταύτης λύεται· οἷον ὡς ἐπὶ τοῦ θάπτοντος τὸ νεοσφαγές· ὁ μὲν διώκων ἐρεῖ, ἔθαπτες ἵνα λάθῃς ἀνελών· ὁ δὲ φεύγων μετατίθησι λέγων, ἔθαπτον ἐλεῶν καὶ ἅμα τῆς πόλεως προνοούμενος, ἵνα μὴ ἀποροῦντες πολλάκις δυσχερές τι ποιεῖν ἐπιχειρήσωσι καὶ ἄταφος ἡ φύσις ὑβρίζοιτο· δηλωτέον δὲ ἐφεξῆς διὰ τί καὶ χρῶμα προσαγορεύεται ἡ μετάθησις· λέγομεν οὖν, ὅτι μεταφορικῶς ἀπὸ τῆς ἐν τοῖς σώμασι χροιᾶς τὸ ὄνομα μετενήνεκται· ὥσπερ γὰρ ἐν τοῖς σώμασι χαρακτηριστικὸν καὶ κυριώτατον ἡ χροιὰ καὶ πρῶτον τοῦ ὁρῶντος τὴν θέαν ὑφαρπάζον καὶ σχεδὸν τὴν γνώμην χαρακτηρίζον, οὕτω καὶ ἐν τῷ λόγῳ κυριώτατον ἡ τῆς αἰτίας μετάθεσις καὶ τὸν δικαστὴν ἐπ’ αὐτὸ προσαγόμενον· οἷς γὰρ μᾶλλον ὁ κατήγορος ἐπαίρεται, λέγω δὴ τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, τούτοις ἀντιτέτακται καὶ ἀνατρέπειν πειρᾶται.
4.393 Κἂν μὲν ἐν λόγοις ᾖ κατὰ ῥητὸν καὶ διάνοια ν. Ἀναγκαίως, ὁ μὲν γὰρ λόγος ἐν τάξει τοῦ ῥητοῦ· πᾶν δὲ ῥητὸν διανοίᾳ λύεται· οὐκοῦν τοῦ εἰπόντος τὴν φωνὴν ὡς ῥητὸν λαβόντες, τούτῳ τὴν διάνοιαν ἀντιτάξομεν· παράδειγμα τοῦ ἐν λόγοις ἔχοντος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁ νέος πλούσιος εἰς τὸ δεσμωτήριον κωμάσας· ὁμολογῶν τοίνυν ὁ φεύγων εἰρηκέναι ἀξιώσει μὴ ψιλὸν τὸν λόγον ἐξετάζεσθαι· ἀλλὰ καὶ τὴν διάνοιαν μεθ’ ἧς εἴρηκεν, ἵνα, φησὶ, μὴ διορύξωσι τὸ δεσμωτήριον, ὅ ἐστι καὶ ἀντιστατικόν· καὶ τὴν φιλανθρωπίαν δὲ τῆς πόλεως εἰδὼς ἐπηγγειλάμην· οὐ γὰρ ἕν τι χρῶμα ἀποδοτέον, ἀλλ’ ὅσα ἂν δυνηθείης ἐπινοῆσαι· τοῦτο γὰρ τῆς φύσεως καὶ τῆς ὕλης· ἰστέον δὲ περὶ τοῦ χρώματος, ὅτι δεῖ κἀν τοῖς προοιμίοις καὶ πανταχοῦ ἐξετάζειν αὐτὸ, καὶ πάντα τὸν λόγον τοιοῦτον ἀπεργάζεσθαι μέχρι τῶν ἐπιλόγων· καθάπερ καὶ ἡ χροιὰ κατὰ παντὸς κατηγορεῖται τοῦ σώματος· ἐν δὲ τῷ προσήκοντι καὶ ἰδίῳ τόπῳ τὴν ἰσχὺν ἀποκαλύπτειν αὐτοῦ, τουτέστιν μετὰ τὴν βούλησιν καὶ τὴν δύναμιν· ἐνταῦθα γὰρ πιστευθησόμεθα μᾶλλον χρώμενοι. Εἰσάγετα ι· καλῶς ἡ προσθήκη τοῦ εἰσάγεται· οὐ γὰρ αὐτὸ χρῶμα ἔσται τὸ ῥητὸν καὶ ἡ διάνοια, ἀνόητον γὰρ, ἀλλὰ καθόλου τοῦτο γνωστέον καὶ θεωρητέον, ὅτι πᾶν χρῶμα κατὰ μίαν πάντων γίνεται τῶν ἀντιθετικῶν· ἡ δὲ αἰτία κατάδηλος· ἐπειδὴ γὰρ τὸ χρῶμα αἴτιον ἔχει τοῦ πραχθέντος σημείου, τοῦτο δὲ καὶ τῶν ἀντιθετικῶν ἴδιον, τὸ εὔλογον αἰτίαν ἀντιτιθέναι τῷ πραχθέντι, εἰκότως πάντα τὰ χρώματα κατὰ μίαν τῶν τεσσάρων εἰκόνων γίνεται· ἐρεῖ δέ τις· πῶς οὖν κατὰ ῥητὸν καὶ διάνοιαν ἐνταῦθα εὑρίσκεται· λέγω δὴ ἐν τῷ εἰρημένῳ παραδείγματι, ὅπου ὁ νέος πλούσιος εἶπεν τοῖς δεσμώταις, θαῤῥεῖτε, λυθήσεσθε· ἀλλὰ παρατηρητέον τὴν λέξιν· οὐ γὰρ εἶπε γίνεται, ἀλλ’ εἰσάγεται, τουτέστιν ἐξετασθήσεται· ὁ γὰρ κατήγορος κέχρηται τῇ φωνῇ τοῦ φεύγοντος ὡς ῥητῷ, ὁ δὲ φεύγων αὐτῆς τῆς αὐτοῦ φωνῆς τὴν διάνοιαν ἀξιοῖ σκοπεῖν, οὐκοῦν καὶ ταύτῃ διενήνοχε τῆς κατὰ ῥητὸν καὶ διάνοιαν στάσεως, ὅτι ἐκεῖ τὸ ῥητὸν καὶ ἡ διάνοια περὶ ἔγγραφόν τί ἐστιν, ἐνταῦθα δὲ περὶ φωνὴν τοῦ φεύγοντος, καὶ τὸ θετικὸν πάλιν ἐξετασθήσεται καὶ τοῦτο συγγνωμονικῶς.
4.394 Ἐὰν δὲ ἐν ἔργοι ς , θετικῶ ς. Ὅρα πάλιν πῶς ἀσφαλῶς· οὐ γὰρ εἶπεν θετικὸν τὸ χρῶμα· ἀλλὰ θετικῶς πάλιν ἐργάζεται· οὐ γὰρ τελεία θέσις ἐστὶν, ἀλλ’ ἐν τάξει θέσεως ἐξετάζεται· σκοπήσωμεν δὲ πάλιν καὶ τοῦτο· ἐκ τοῦ παραδείγματος· ἐν τούτῳ γάρ φησι τῷ θάπτοντι τὸ νεοσφαγὲς σῶμα θέσιν ὅλην ἐργάσῃ ὅ ἐστι καθόλου· διὰ τούτου δὲ δῆλον, ὅτι ἡ θέσις κατασκευάζεται· λέγω δὴ ἀπὸ τοῦ δικαίου καὶ ἀναγκαίου καὶ συμφέροντος. Ἐνταῦθα οὖν φησι θέσιν ὅλην ἐργασόμεθα, ὅτι χρὴ καὶ καλὸν τοὺς ἀτάφους θάπτειν· τὸ γὰρ ἁπλούστερον καὶ ἀκατασκεύως εἰπεῖν, ὅτι ἀτάφους ἰδὼν ἠλέησα, οὐκ ἰσχυρὸν εἶναι δόξει πρὸς τὸ ἔγκλημα· εἰ δὲ θέσιν ὅλην ὁ λέγων ἐργάσεται, ὅτι καθόλου τὸ θάπτειν τοὺς ἀτάφους καλὸν καὶ τῆς ὁσίας ἀξιοῦν· καὶ τοὐναντίον δεινὸν ἀτάφους τοὺς κειμένους καὶ γυμνοὺς ἐῤῥιμμένους περιορᾷν καὶ θηρίων γενομένους βορὰν ἰσχυρότερον ἔσται. Ἐὰν δὲ ἐν πάθεσ ι· πάθος γὰρ προβαλεῖται τῆς ψυχῆς ὁ φεύγων, ὅπερ συγγνώμης οἰκεῖον· τὸ δὲ παράδειγμα φανερόν· ἠλέησά φησι τοὺς τυραννομένους, καὶ διὰ τοῦτο μοι συνέβη τὰ δάκρυα ὑπὲρ τῆς πόλεως· οὐδὲν δὲ χρῶμα θέτικόν ἐστιν, οὔτε ῥητὸν καὶ διάνοια, οὔτε συγγνωμονικόν· ἀλλὰ τὸ μὲν χρῶμα κατὰ μίαν τῶν ἀντιθετικῶν γίνεται· ἡ δὲ κατασκευὴ κατὰ ταῦτα μεθοδευθήσεται· λέγω δὴ, ἢ θετικῶς ἢ κατὰ ῥητὸν καὶ διάνοιαν, ἢ συγγνωμονικῶς, ὅ ἐστι παθητικῶς.
4.395 Εἰδέναι δὲ δε ῖ , ὅτι ταῦτα μὲν πάντα ἐν πᾶσ ι· διδάξας ἡμᾶς ἰδίᾳ τῶν χρωμάτων τὴν φύσιν καὶ τὴν μεταχείρισιν κοινῇ λοιπὸν περὶ αὐτῶν διαλέγεται, κοινὰ πάντων ἀποφερόμενος εἶναι τὰ χρώματα, καὶ πάντα ἐν πᾶσι λέγων εὑρίσκεσθαι τοῖς ζητήμασιν· ὥστε ἐν ἑκάστῳ ζητήματι καὶ θετικῶς ἐξετάζεσθαι καὶ κατὰ ῥητὸν καὶ διάνοιαν, καὶ συγγνωμονικῶς· οὐ γὰρ ἓν χρῶμα πάντως ἐφ’ ἑνὶ πράγματι τέτακται, ἀλλὰ καὶ πλείονα· αὐτίκα ὁ τὸ νεοσφαγὲς σῶμα θάπτων, καὶ φόνου κρινόμενος οὐ μόνον τῷ θετικῷ χρήσεται, ὅ ἐστι χρῶμα οἰκεῖον τῶν ἐν πράγμασι σημείων, ἀλλ’ ἐμπίπτει καὶ τὸ συγγνωμονικόν· ὅτι ἠλέησα σῶμα ἄταφον ἰδὼν ἐῤῥιμμένον, καὶ πάλιν ὁ τοῖς δεσμώταις βοήσας οὐ μόνον τῷ οἰκείῳ κέχρηται χρώματι, λέγω δὴ τῷ κατὰ ῥητὸν καὶ διάνοιαν, ἀλλὰ καὶ τῷ συγγνωμονικῷ, ὅτι ἠλέησα τοὺς δεσμώτας· καὶ νὴ Δία εἰ τύχοι καὶ θετικῶς ἐξετάσει, ὅτι καλὸν καθ’ ὅσον τις δύναται ἐπικουφίζειν τοῖς δυστυχοῦσι τὰς συμφορὰς καὶ παραμυθεῖσθαι· δεῖ δὲ ἐπισκοποῦντας ἀκριβῶς πλεονάζειν ἐν τῷ οἰκείῳ τόπῳ ἕκαστον· οἷον ὅτ’ ἂν ἐν λόγοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τὴν κατὰ ῥητὸν καὶ διάνοιαν χρὴ πλεονάζειν, καὶ ἐὰν ἕτερα εὑρεθῇ πλείονα χρώματα· ἐὰν ἐν πράγμασι, τὸ θετικῶς ἐξεταζόμενον χρῶμα δεῖ πλεονάζειν· ἐὰν δὲ ἐν πάθεσι τὸ συγγνωμονικόν· μᾶλλον γὰρ ἰσχύει καὶ πλέον τῶν ἄλλων χρωμάτων τὸ οἰκεῖον κατὰ καιρὸν εἰσαγόμενον, τοιοῦτον δέ τι καὶ περὶ τῆς βουλήσεως εἶπεν καὶ τῆς δυνάμεως· ὅτι κοινὰ μέν ἐστιν ἀμφοτέρων κεφαλαίων τὰ ἐγκωμιαστικά· ἁρμόζει δέ τινα καὶ οἰκειότερα τῷ ἑτέρῳ καθέστηκεν.
4.396 Ἂν μὲν ἀ φ ’ ὧν ἕτεροι πεποιήκασι ν· θαυμαστέον καὶ παράδοξον εἶναι δόξει τὸ λεγόμενον, τὸ ποτὲ μὲν πολλὰ ἐναντία, ποτὲ δὲ πάλιν πολλὰ καὶ συμφωνοῦντα ἀλλήλοις· ἀλλ’ εἴγε μὴ μόνῳ τῷ παραδόξῳ προσέχεις, ἀλλὰ καὶ τὸ παράγγελμα κρίνοις, δριμέως σφόδρα καὶ ἀκριβῶς εἰρημένον εὑρήσεις. ὅρα γὰρ τὴν διαφοράν· ποτὲ μὲν πολλοῖς καὶ ἐναντίοις, ποτὲ δὲ πολλοῖς καὶ ὁμοίοις· ἐν παντί, φησι, στοχασμῷ τὰ σημεῖα ἢ ἐξ ὧν αὐτός τις πεποίηκεν ἐστὶν ἢ ὑφ’ ἑτέρου τινὸς πεπραγμένα· ἂν μὲν οὖν ἀφ’ ὧν ἕτερος πεποίηκε κρίνηταί τις, ἀνάγκη πολλοῖς καὶ πεπλανημένοις χρήσασθαι τὸν φεύγοντα· οὐκ ἄδηλος ἡ αἰτία, πόθεν πεπλανημένα ἀλλὰ καὶ σφόδρα εὔλογος· ἵνα δόξῃ τοῦ πεποιηκότος τῆς γνώμης στοχάζεσθαι· εἰ γὰρ ἑνὶ φανείη χρώματι ἰσχυριζόμενος, ὑποληφθήσεται εἰδὼς τοῦ πεπραχότος τὴν γνώμην οὐκ εἰκάζων λέγειν, καὶ λαβὴν δώσει καθ’ ἑαυτοῦ. Ἐὰν δὲ ἀ φ ’ ὧν αὐτός τις πεποίηκε ν· ἐνταῦθα γὰρ κἂν διάφορα λέγειν ἔχῃ χρώματα, ἀλλὰ σύμφωνα ἀλλήλοις· εἰκότως καὶ τεχνικῶς· ὥσπερ γὰρ ἄτοπον εἰδέναι δοκεῖν ἀκριβῶς τὰ παρὰ τῶν ἄλλων πραχθέντα, οὕτως ἄλογον ἐφ’ οἷς τις αὐτὸς ἔπραξεν ἄλλοτε ἄλλο λέγειν, καὶ μὴ διὰ μιᾶς καὶ τῆς αὐτῆς φέρεσθαι γνώμης, κἂν εἴη πολλὰ τὰ λεγόμενα, δόξει γὰρ ψεύδεσθαι διάφορα λέγων καὶ μὴ τοῖς αὐτοῖς κεχρημένος, ἀλλ’ αὐτοσχεδιάζων παρὰ τὴν κρίσιν καὶ πεπλανημένος ἀτάκτως· φανερὸν διὰ τοῦ παραδείγματος τὸ λεγόμενον, νύκτωρ τις μεταιτῶν λῃστείας φεύγει· ἐνταῦθα γὰρ εἰ καὶ πολλὰ τὰ χρώματα, οὐ μὴν ἐναντία ἀλλήλοις, ἀλλὰ σύμφωνα καὶ ὁμολογούμενα ἑαυτοῖς· εἰ δὲ καὶ μὴ ὅμοια, ἀλλ’ οὐδὲ ἐναντία· λέξει γὰρ ὡς ἀνειμένοι νυκτὸς τυγχάνουσιν ὄντες οἱ ἄνθρωποι καὶ τὰς γνώμας ἱλαρώτεροι, καὶ ὅτι μεθ’ ἡμέραν αἰτεῖν αἰσχυνόμενος τοῦτο διαπράττομαι, ὅτε τὴν αἰδῶ κρύπτει καιρὸς, ὅτε μὴ καταφανὴς γίνομαι τοῖς αἰτουμένοις, ὅτε λανθάνων κερδαίνω τὴν ἄγνοιαν.
4.397 Πορφυρίο υ. Ἐπειδὴ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους σημεῖα ποιούμενος ὁ κατήγορος δοκεῖ βιάζεσθαι τὸν δικαστὴν καὶ πείθειν ὡς τοῦ ἐγκαλουμένου ἕνεκεν ταῦτα πεποίηκεν ὁ φεύγων, δεῖ πρὸς τοῦτο ἀγωνίζεσθαι τὸν φεύγοντα, καὶ μὴ τοῦ ἐπιφερομένου ἀδικήματος ἕνεκεν φάσκειν πεποιηκέναι ἢ εἰρηκέναι ἢ τὸ πάθος συμβεβηκέναι· τοῦτο γάρ ἐστιν ἡ μετάθεσις τῆς αἰτίας, ὃ χρῶμα προσαγορεύουσιν οἱ Ἑρμαγόρειοι· ὑπάρχει δὲ λύσις τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, λύσις δὲ μετὰ ἀντιθέσεως, καὶ ἔσται ἢ ἀντιστατικὴ, ἢ μεταστατικὴ, ἢ ἀντεγκληματικὴ, ἢ συγγνωμονική· ἀντιστατικὴ μὲν, ἐὰν ὄφελός τι προβαλώμεθα οἷον ἀναλαμβάνω τοὺς ἀποκηρύκτους, ἵνα μὴ ἀποροῦντες ἐπὶ κλοπὴν ἢ ἐπιβουλὴν τράπωνται· κἀκεῖνα δὲ ὁμοίως ἀντιστατικὰ, ὅτ’ ἂν ὅπλα ἔχων κρίνηται τυραννίδος ἐπιθέσεως· ἐρεῖ γὰρ ὅτι φυλάττω τῇ πόλει εἰς ἀναγκαίαν ἐπίδοσιν· συγγνωμονικὰ δὲ, ὅσα λαμβάνεται ὑπ’ ἀγνοίας, ἢ μέθης, οἷον πλούσιος νέος ὤμοσεν ἐν συμποσίῳ τυραννήσειν· λέξει γὰρ, ὅτι ἐν εὐωχίᾳ καὶ μέθῃ οὐδεὶς ἀπὸ τῶν λεγομένων πολυπραγμονεῖ, καὶ ἀπὸ τῆς ἡλικίας, νέων ἐστὶ τὸ καὶ τυραννίδας ἀπειλεῖν καὶ τοιαῦτα ἀλαζονεύεσθαι· καὶ ἀπὸ ἐλέου ἐστὶ μετάθεσις, ὡς ἐπὶ τοῦ θάπτοντος τὸ νεοσφαγὲς σῶμα, ὅτι ἐλεῶν ἔθαπτον· διττὴ δὲ τῶν χρωμάτων ἡ ἀνωτάτω διαφορὰ, τὰ μὲν γὰρ τῇ ὑποθέσει κείμενα εὑρίσκομεν, τὰ δὲ αὐτοὶ ἔξωθεν εὑρίσκομεν καὶ ποριζόμεθα· παρέχει μὲν οὖν αὐτὴ ἡ ὑπόθεσις ὡς ἐπὶ τοῦ ἀλλοτρίᾳ γυναικὶ τάλαντον καταλιπόντος ἐν διαθήκαις καὶ εἰπόντος σωφροσύνης ἕνεκα καταλείπω, εἶτα κρινομένης μοιχείας· ἐνταῦθα γὰρ τὸ χρῶμα κεῖται ἐν τῷ ζητήματι, ὅτι διὰ σωφροσύνην ἡ χάρις· ἔξωθεν δὲ τῆς ὑποθέσεως, ὅτ’ ἂν αὐτοὶ ζητοῦντες τὸ χρῶμα ποριζώμεθα, ὡς ὁ ἀφορῶν εἰς τὴν ἀκρόπολιν πλούσιος· φήσει γὰρ ἐλεεῖν τοὺς τυραννουμένους, περὶ δὲ ποσότητος τῶν χρωμάτων πότερον πλείοσι χρηστέον ἢ ἑνὶ, καὶ πότερον πεπλανημένοις ἢ συμφωνοῦσιν, εἴρηται.
4.398 Ἐκβάλλει δὲ τὸ χρῶμα τοῦ φεύγοντος ὁ κατήγορος ἐκ τῆς τοῦ ἀκολούθου ἀναιρέσεως ἢ ἀπαιτήσεως· οἷον Περικλῆς παρὰ Μεγαρεῦσι κρίνεται διὰ τὸ ψήφισμα ἐκεῖσε κατενεχθεὶς, λέξει γὰρ ὑπὲρ ὑμῶν πεποίηκα· μελλόντων γὰρ Ἀθηναίων στρατεύειν ἐφ’ ὑμᾶς ἔστησα τῷ ψηφίσματι τὴν ὀργήν. ὁ δὲ ἐναντίος ἐκ τῆς τοῦ ἀκολούθου ἀπαιτήσεως ἐκβαλεῖ λέγων, ὅτι χρῆν σε τοιγαροῦν ὕστερον λῦσαι. ἡ συναγωγὴ δὲ τούτου ἐκ τῆς τοῦ ἀκολούθου ἀναιρέσεως, οὐ τοίνυν ἐποίησας τοῦτο· οὐκ ἄρα Μεγαρεῦσι χαριζόμενος ἔγραψας. ἐν γὰρ τῇ τῶν ἐξ ἀκολουθίας ἀπαιτήσει προτάττεται μὲν τὸ κατὰ θέσιν, ἕπεται δὲ τὸ κατὰ ἀναίρεσιν. κατὰ ἀναίρεσιν δὲ πάλιν τὸν τρόπον προτάττοντες διὰ τῆς θέσεως κατασκευάζομεν· οἷον ὑπὲρ ἡμῶν ἔπραττες, οὐκ ἔδει σε ἐπιμεῖναι τῇ τοῦ πινακίου γραφῇ· οὐδὲ Λακεδαιμονίοις ἐκστῆναι ἀξιοῦσι τὸ ψήφισμα ἀνελεῖν· ἐποίησας δὲ ταῦτα καὶ ἐνέστης, οὐκ ἄρα τῇ πρὸς Μεγαρέας εὐνοίᾳ τοῦτο ἔπραξας· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τρέφοντος τοὺς ἀποκηρύκτους· ἐρεῖ μὲν ὁ τρέφων ὑπὲρ τῆς πόλεως πεποίηκα, ἵνα μὴ σπάνει τῶν ἐπιτηδείων ἐπιβουλεύσωσι τῇ πόλει· ὁ δὲ λύσει λέγων ἐν σπάνει τῆς πόλεως οὔσης ἔδει φιλοτιμεῖσθαι σῖτον ἢ δεομένῃ χρημάτων εἰσφέρειν· ἀλλὰ μὴν οὐκ ἐχαρίσω, οὐκ ἄρα εὐνοίᾳ πεποίηκας· τοῦτο πάλιν ἐξ ἀκολούθου ἀπαιτήσεως· εἶτα ἀναιρέσεως· ἢ πάλιν.
4.399 ἀλλ’ ἐλεῶν ἔτρεφον· ὁ δὲ ἐκβάλλει λέγων, ἐχρῆν τοὺς οἰκείους τοὺς γένει προσήκοντας, τοὺς ἀτυχοῦντας τῶν πολιτῶν, οὐχὶ τοὺς πονηροτάτους, ὅ ἐστιν ἐκ τῆς τοῦ ἀκολούθου ἀπαιτήσεως, καὶ Δημοσθένης ἐν τῷ παραπρεσβείας λέγοντος Αἰσχίνου περὶ Φωκέων, ὅτι ἠπατήθην, ὅρα πῶς ἐκβολὴν ἐποιήσατο τοῦ χρώματος· ἔδει τοίνυν μισεῖν τὸν ἀπατήσοντα, ἀλλὰ μὴν οὐ μισεῖς, οὐκ ἄρα ἠπατήθης. ἐκ δὲ τῆς ἀναιρέσεως οὕτως· οὐκ ἐχρῆν τοὺς οἰκείους περιορᾷν, οὐδὲ περὶ τοὺς λοιποὺς ὑβριστὴν εἶναι καὶ ἀγνώμονα· καὶ περὶ τοὺς πολίτας δὲ ὑπάρχεις βίαιος καὶ περὶ τοὺς οἰκείους ἀγνώμων· οὐκ ἄρα οὔτε κηδεμονίᾳ τῆς πόλεως, οὔτε οἴκτῳ τούτους τρέφεις· καὶ ὁ Δημοσθένης ἐξ ἀναιρέσεως, τούτων οὐδένα ἀκούω τῶν λόγων, οὐδὲ ὑμεῖς· δεῖ δὲ καὶ ἀπὸ τῶν προοιμίων ἀναιρεῖν τὰ χρώματα· ὃ δὴ καὶ Δημοσθένης εἴωθε ποιεῖν· ἐπὶ τῶν ἀντιθέσεων· προλύων πρὸ καιροῦ τὰς ἀντιθέσεις, ἔστιν ἐκβολὴ χρωμάτων καὶ ἡ τῶν αἰτιῶν ὑπεξαίρεσις· προαναιροῦμεν γὰρ τὰ ἄλλα πάντα, ἵνα εἰς ἓν περικλείσωμεν τὸν ἀντίδικον· οἷον ὡς ἐπὶ τῆς κρινομένης μοιχείας, ἐπειδὴ νύκτωρ ἐδάκρυεν, ἐρεῖ ὁ κατήγορος· οὐ πατήρ σοι τέθνηκεν, οὐκ ἀδελφὸς, οὐ παῖδες, ᾧ καὶ Δημοσθένης ἐχρήσατο λέγων· ἐὰν δείξῃς ὡς δι’ εὐήθειαν ἢ ἄγνοιαν. Ἡ πιθανὴ ἀπολογία ἀποστρέφουσά ἐστι πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· οἷς γὰρ ὁ ἕτερος χρήσεται ὡς σημείοις τοῦ εἶναί τι, τούτοις ὁ ἕτερος ὡς σημείοις χρήσεται τοῦ μὴ εἶναί τι· οἷον ὅπου ἀφορᾷς καὶ δακρύεις, τυραννήσεις. καὶ μὴν εἰ ἔμελλον τυραννεῖν, οὐκ ἂν ἀφεώρων, ὥστε εἶναι καταφανής· τὸ δὲ κεφάλαιον τοῦτο ἔστιν ὅτε ἐκλείπει· καὶ ἐκλείπει γε, ὅτ’ ἂν τὰ σημεῖα ἀφ’ ὧν ἡ κρίσις ἀναγκαίως ἑπόμενα ᾖ τῷ πράγματι, ἐφ’ ᾦ ἡ κρίσις, οἷον τῷ ἐπιτιθεμένῳ τυραννίδι ἀναγκαῖον ὅπλα προπαραοκευάσασθαι· σκέψαι τοίνυν· σκηπτοῦ κατενεχθέντος εἰς τὴν Περικλέους οἰκίαν, εὕρηνται χίλιαι πανοπλίαι καὶ φεύγει τυραννίδος ἐπιθέσεως· οὐ δύναται εἰπεῖν ἐνταῦθα τὸ, εἰ ἔμελλον τυραννεῖν, οὐκ ἂν ὅπλα παρεσκευασάμην· ἐν τοῖς τοιούτοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὁ κατήγορος καὶ ὁριστικῶς ἐξετάζει ἔστιν ὅτε, ὡς ἐπὶ τοῦ καλλωπιζομένου μειρακίου καὶ πορνείας φεύγοντος· αὐτὸ γὰρ τὸ καλλωπίζεσθαι καθ’ ἑαυτὸ πορνείαν ἐρεῖ ὁ κατήγορος βιαίως· ἡ μέντοι πιθανὴ ἀπολογία κἀνταῦθα ἐκλέλοιπεν· ἀντεισακτέον δὲ εἰς αὐτὸ καθ’ ἑαυτὴν κεφάλαιον τὸ μὴ ἀναστρέφον πρᾶγμα· τούτῳ γάρ ἐστι καὶ μόνῳ ἰσχυρίζεσθαι ἐνταῦθα· οἷον οἱ μὲν μέλλοντες τυραννεῖν, ἀναγκαίως ὅπλα παρασκευάζονται· οὐ μὴν οὕ γε παρασκευαζόμενοι καὶ τυραννίδι ἐπιτίθενται· ἔστι γὰρ καὶ ἄλλου τινὸς ἕνεκα παρασκευάζεσθαι ὅπλα· καὶ πάλιν οἱ μὲν πορνεύοντες καλλωπίζονται· οὐ μὴν οἵ γε καλλωπιζόμενοι πάντως καὶ πορνεύουσιν· ἔστι γὰρ καὶ δι’ ἄλλο τι καλλωπίζεσθαι· καὶ ἐρεῖ δηλαδὴ ὅσα κἀν τῇ μεταθέσει τῆς αἰτίας.
4.400.(1n) Συριανο ῦ. Ἐφ’ ἅπασι τοῖς κεφαλαίοις ἐμπίπτει ἡ πιθανὴ ἀπολογία περὶ ἧς ἀποροῦσί τινες ὅτου χάριν οὕτως ὠνόμασται· καίτοι καὶ τῶν ἄλλων κεφαλαίων πιθανῶν ὄντων, εἴγε καὶ ἡ πᾶσα ῥητορικὴ πειθοῦς ἐστι δημιουργός· ἐροῦμεν οὖν, ὅτι μάλιστα μὲν τῷ κοινῷ ὀνόματι ὡς ἰδίῳ ἐχρήσατο· πολλὰ γὰρ καὶ ἄλλα τῷ τοῦ γένους ὀνόματι ὡς κυρίῳ κέχρηται· ὥσπερ καὶ Πλάτων διαιρεῖ τὸ δίκαιον εἴς τε τὸ ὅσιον καὶ τὸ δίκαιον ὁμωνύμως τῷ γένει· ἔπειτα διότι τοσαύτης μετέχει πειθοῦς, ὥστε τοῖς αὐτοῖς κεχρῆσθαι τεκμηρίοις τὸν φεύγοντα τοῦ μὴ πεποιηκέναι τοῦθ’ ὅπερ ἐγκαλεῖται ἢ μέλλει ποιήσειν, οἷσπερ καὶ ὁ κατήγορος κέχρηται τοὐναντίον ἀποδεικνύων· οἷον ἐπὶ Ἀλκιβιάδου τοῦ παριόντος τὸ δεσμωτήριον καὶ βοήσαντος· ἐρεῖ γὰρ ὡς εἴπερ ἐβουλόμην τυραννεῖν, οὐκ ἂν ἐβόησα τοῖς δεσμώταις θαῤῥεῖν· ὁ δὲ κατήγορος λέξει ὡς πέρας ἤδη προσδοκῶν ἐπάξειν τῇ προαιρέσει καὶ τοῖς ὑπὸ τῶν νόμων καθειργμένοις λύειν ἐκήρυττες.
4.401 διαφέρει δὲ τοῦ χρώματος, τῷ τὸ μὲν αἰτίαν εὔλογον ἐπιφέρειν πρὸς τὸ τεκμήριον, διὸ καὶ μετάθεσις αἰτίας καλεῖται· τὴν δὲ πιθανὴν ἀπολογίαν ἀναιρετικὴν εἶναι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἔστι δὲ οὐ τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφάλαιον τοῦτο ἐν τῷ ἁπλῷ τελείῳ στοχασμῷ· ἀλλ’ ὅτ’ ἂν μὲν τὸ τεκμήριον σύμφωνον ᾖ τῷ κρινομένῳ, ἐκλείπει, ὡς ἐπὶ Περικλέους· σύμφωνον γὰρ τῷ βούλεσθαι τυραννεῖν τὸ ὅπλα κεκτῆσθαι· ὅτ’ ἂν δὲ τὸ τεκμήριον ἀνακόλουθον ᾖ πρὸς τὸ κρινόμενον ἐμπεσεῖται πάντως· οἷον ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ· ὁ γὰρ ἀνελὼν οὐ παρεστάναι, ἀλλὰ φεύγειν εἴωθε, τὸν πεπονθότα καὶ τὸν τόπον ὡς δεινοὺς κατηγόρους ἐξευλαβούμενος· ἐφ’ ὧν δὲ ἐκλείπει ἡ πιθανὴ ἀπολογία, δυνατὸν οὕτως ἐπιχειρεῖν· ὅτι ὁ μὲν τυραννῶν πάντως ὅπλα κτᾶται, οὐ μὴν ὁ κτώμενος ὅπλα ἤδη καὶ τυραννεῖν ἐπιχειρεῖ· πολλαὶ γὰρ αἱ τῆς κτήσεως ἀφορμαί· πλατύνεται δὲ τὸ κεφάλαιον τοῦτο ὑπὸ μὲν τοῦ φεύγοντος τρισὶ τούτοις τόποις, τῷ μηδὲν ὄφελος ἔχειν, τῷ βλάπτεσθαι τὰ μέγιστα, τῷ δύνασθαι περὶ τῶν αὐτῶν ἄλλως ἐπιχειρεῖν· οὔτε γὰρ ὄνησις γίνεται τῷ παρεστῶτι τῷ πεφονευμένῳ, καὶ τὸ τῆς βλάβης ἀνύποιστον ἦν ἁλόντι φόνου τιμωρίαν ὑποσχεῖν, καὶ μᾶλλον ἂν ἀποκρύπτειν ἑαυτὸν ἐσπούδασε φεύγων τὸν ἔλεγχον· ὁ δὲ κατήγορος πάλιν ἀνατρέψει τὴν πιθανὴν ἀπολογίαν διὰ τριῶν τόπων, τύχης, ἀγνοίας, ἀνάγκης· ἀπὸ μὲν τύχης οὕτως ἐπιχειρῶν· ὅτι θεοί τε καὶ τύχη τὸ τῆς γνώμης ἀνόσιον κατιδόντες φωραθῆναι παρεσκεύασαν· ἀπὸ δὲ ἀγνοίας, ὅτι συνεργὸν τῆς κακουργίας τὴν ἐρημίαν λαβὼν ἠγνόεις, ὡς ὄψεταί τις τὰ παρὰ πάντας σοι δρώμενα τοὺς νόμους· ἀπὸ δὲ ἀνάγκης οὕτως, ὅτι τοσαύτη σέ τις ἐπιθυμία τοῦ φόνου κατεῖχεν, ὡς καὶ μετὰ τὴν πληγὴν παρεστάναι τῷ πεπτωκότι ἐφηδόμενον τοῖς ἔργοις, ὥσπερ ἀριστέα.
4.402 Σωπάτρο υ. Τοῦτό τινες οὕτως ἐξηγοῦνται· τὸ γὰρ ἀναστρέφουσα ἀντὶ τοῦ λύουσα λαμβάνουσιν, ἵν’ ᾖ οὕτως, λύουσά ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· τοῦτο δὲ εὔηθές ἐστι, καὶ γὰρ ἡ μετάθεσις τῆς αἰτίας ἡ ἀντίληψις λυτικά εἰσι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὥστε οὐκ εὖ ἔχει ἡ ἐξήγησις αὕτη, διὸ κρεῖττον οὕτως λαμβάνειν τοῦτο· ἡ πιθανὴ ἀπολογία ἐκτὸς τῆς πατρὸς προθέσεως ἀναστρέφουσά ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, περιττὴ γὰρ ἐνταῦθα ἡ πρόθεσις· ἀναστρέφει δὲ οὕτως· τῶν γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀπὸ τοῦ σημείου λαμβανομένων, οἷον ἐφόνευσας, παρίστασο γὰρ, αὕτη ἀναστρέφει ταῦτα καί φησιν· ὅτι εἰ ἐφόνευσα, οὐκ ἂν παριστάμην· ἰστέον δὲ, ὅτι εἰ καὶ, ὡς ἤδη ἔφαμεν, καὶ ἡ ἀντίληψις καὶ ἡ μετάθεσις τῆς αἰτίας πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνεται καὶ ἡ πιθανὴ ἀπολογία, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον· εἰ γὰρ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀναστρέφει, ὡς εἴρηται, ἀντίληψις δὲ καὶ χρῶμα ἔξωθεν λαμβάνεται, οἷον ὡς ἐφ’ οὗ παρεθέμεθα παραδείγματος, ἐρεῖ γὰρ ἐκ τῆς τοῦ κατηγόρου φωνῆς λαμβάνων τὸ βέβαιον, ἀλλ’ οὐκ ἔξωθεν, ὅτι εἰ τοῦτο λαμβάνεις πρὸς κατασκευὴν τοῦ φόνου τὸ παρεστάναι, αὐτὸ τοῦτο τῆς ὑποψίας ἐλευθεροῖ· εἰ γὰρ ἀνεῖλον, οὐκ ἂν παριστάμην, καὶ ἔοικεν ὁδῷ βαδίζειν ταῖς ἀπολογίαις· τὸ μὲν γὰρ πρῶτον ἀντιλήψει χρήσεται, οἷον ὅτι ἐξῆν, ὅπερ καὶ ἔξωθέν ἐστι τοῦ ἐγκλήματος καὶ προπετέστερον καὶ μηδὲν ἔχον εἰς ἀπολογίαν λαμπρόν· δεύτερον προβαλεῖται τὴν τῆς αἰτίας μετάθεσιν, ἰσχυρὰν εἶναι δοκοῦσαν ἤδη, ἔξωθεν μέντοι καὶ αὐτήν· τρίτον δὲ, ὃ πάντων ἐστὶν ἰσχυρότατον, τὴν πιθανὴν ἀπολογίαν ἐποίσει· διὸ καὶ τῷ κατηγόρῳ πολλὴν παρέχει τὴν ἀπορίαν καὶ σχεδὸν ἄλυτος εἶναι δοκεῖ· οὐ χρὴ δὲ ἐν ταῖς ἀντιθέσεσιν τὸ ἔγκλημα προφέρειν, ὥς τινες πταίοντες λέγουσιν, οἷον ἀλλὰ προδέδωκας, ἀλλ’ ἐφόνευσας, ἢ εἴ τι τῶν τοιούτων· ἀλλὰ δεῖ τὰ σημεῖα προφέρειν, ὡς ἂν τοῦ ἐγκλήματος κατασκευὴ γένηται· οἷον, ἀλλὰ χρῆμα εἴληφας, ἀλλ’ ἀφεώρας.
4.403 Ζητήσειε δ’ ἄν τις, τίνος χάριν πανταχῆ τῶν κεφαλαίων τοῦ ῥήτορος καὶ ἐν παντὶ μέρει τοῦ λόγου τοῦ πιθανοῦ ἐπισημαινομένου, τοῦτο μόνον τὸ κεφάλαιον πιθανὴ λέγεται ἀπολογία· λέγομεν οὖν, ὅτι ὁ φεύγων χρώμενος τῷ παραγραφικῷ ἢ τῇ τῶν ἐλέγχων ἀπαιτήσει τοῖς ἔξωθεν χρῆται τοῦ προβλήματος, ἐν μέντοι τῇ πιθανῇ ἀπολογίᾳ ἀνασκευάζεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, δι’ ὧν ἐκεῖνος κατασκευάζει τὸ ἔγκλημα τὸ ἐπαγόμενον· λέγοντος γὰρ τοῦ κατηγόρου, οὐκ ἄν ς’ ἐτίμησαν οἱ πολέμιοι εἰκόνι, εἰ μὴ προδοῦναι αὐτοῖς συνέθου, καὶ τούτῳ σημείῳ χρωμένου, ὁ φεύγων ἀναστρέψας ἐρεῖ· καὶ μὴν εἰ ἠβουλόμην προδοῦναι, οὐκ ἂν εἴων τοὺς πολεμίους στῆσαί μου εἰκόνα, ἵνα μὴ κατάφωρος γένωμαι, οὐδεὶς γὰρ ἐπιχειρῶν ἀδικεῖν ταῦτα πράττει, δι’ ὧν ἁλίσκεται· εἶτα παράδειγμα, οὐδὲ γὰρ ὁ κλέπτης εἰ φωρᾶται τὴν κλοπὴν ἐργάζεται, οὐδ’ ὁ προδότης· ἐπεὶ οὖν τοῦτο τὸ κεφάλαιον μόνον πρὸς αὐτὰ γίνεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, εἰκότως κατ’ ἐξοχὴν εἴρηται πιθανὴ ἀπολογία.
4.404 Ὅταν τὰ σημεῖα ἀ φ ’ ὧν ἡ κρίσις ἀναγκαίως ἑπόμενα ᾖ τῷ πράγματ ι· προσέχειν δεῖ τοῖς τοιούτοις τῶν ζητημάτων, ἵνα μὴ πολλάκις πλανώμενοι ὁρικῆς ταῦτα τιθώμεθα στάσεως· ἐκεῖ μὲν γὰρ μέρος ἐστὶ τοῦ παντὸς τὸ ἀνατεῖναι τὰς χεῖρας, οὐδεὶς γὰρ ὑβρίζει μὴ τὰς χεῖρας ἀνατείνων, καὶ οὐδεὶς τυμβωρυχεῖ μὴ τοὺς τάφους ἀνορύττων· ἐν μέντοι τοῖς στοχαστικοῖς ζητήμασι παρεπόμενα μόνον τὰ τοιαῦτα λαμβάνομεν, οὐχ ὡς μέρος. Ἐν τοῖς τοιούτοις τὰ ἀ π ’ ἀρχῆς ἄχρι τέλους ὁ κατήγορος καὶ ὁρικῶς ἐξετάσε ι· ἐρχόμενος γὰρ εἰς τὴν ἐκβολὴν τῆς πιθανῆς ἀπολογίας ὁ κατήγορος ὁρικῶς πρόεισι λέγων, ὅτι ταῦτα οὐκέτι σημεῖα τυγχάνει, ἀλλ’ αὐτόθεν ἤδη ἐγκλήματα, φήσει γὰρ τὸ καλλωπίζεσθαι αὐτόχρημα πορνείαν· ἰστέον δὲ, ὅτι τότε ὁριστικῶς ἐξετάζεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτ’ ἂν ἀκόλουθον ᾖ τὸ σημεῖον τῷ ἐγκλήματι, ὡς ἐπὶ Περικλέους· ἐρεῖ γὰρ, ὡς αὐτὸ τοῦτό γε, τὸ ὅπλα κεκτῆσθαι, τυραννεῖν ἐστιν· ἰστέον δὲ, ὡς ἡ πιθανὴ ἀπολογία κατασκευάζεται ἐκ τῶν ἀντικειμένων· καθόλου γὰρ τὰ στοιχεῖα δεῖ ὁρᾷν τῆς περιστάσεως, καὶ ἐκ τῶν ἐναντίων τοῖς παροῦσι κατασκευάζειν, τόπον ἀντὶ τόπου λαμβάνοντας, πρόσωπον ἀντὶ προσώπου, ἢ τρόπον ἀντὶ τρόπου, ἢ χρόνον ἀντὶ χρόνου, καὶ ἀπὸ τῆς ὕλης καὶ ἀπὸ τῆς αἰτίας· τόπον μὲν, ὡς ὁ τοὺς ἀποκηρύκτους τρέφων ἐπὶ τοῖς ὁρίοις τῆς γῆς· ἐρεῖ γὰρ, ὡς οὐκ ἐν αὐτῷ τῷ τόπῳ, ἀλλ’ ἐν ἑτέρῳ ἔθρεψα ἧττον ὑποπτευθήσεσθαι δυναμένῳ, οἷον οὐκ ἐπὶ τοῖς ὁρίοις ἀλλὰ πόῤῥωθεν· οὐκ ἐπὶ τῆς πόλεως, ἀλλ’ ἐπ’ ἐρημίας· πρόσωπον δὲ, οὐκ ἂν ἐχρησάμην τούτοις συνεργοῖς, ἀλλὰ τοῖσδε τοῖς ἔλαττον ὑποπτευθησομένοις οἰκέταις ἢ ξενικῇ δυνάμει· τούτῳ καὶ Λυσίας ἐν τῷ πρὸς Μικίνην χρῆται· ἔστι δὲ ἀντιληπτικὸν τοῦτο· φήσει γὰρ, ὅτι ἐξῆν μοι δι’ ἑτέρων τοῦτο πρᾶξαι· τρόπον, οὐκ ἂν οὕτως ἀλλὰ τοιῶσδε.
4.405 ἕτερον ἀνθ’ ἑτέρου κατασκευάζοντες τὸ μὴ γεγονὸς ἀντὶ τοῦ γενομένου· τρόπον γάρ τινα ἀπὸ τοῦ ὑπευθύνου ἐπὶ τὸ ἀνεύθυνον· οἷον οὐκ ἂν ἐποίησας οὕτως, ἀλλὰ ἄλλως· οὐκ ἂν φανερῶς ἀλλὰ λάθρα διὰ φίλου ἐμήνυσα· χρόνον, οὐκ ἂν νῦν, ἀλλ’ ὕστερον, οὐ μεθ’ ἡμέραν, ἀλλὰ νύκτωρ· ἀπὸ ὕλης, οὐκ ἂν ἀπαράσκευος ὥρμησα ἐπὶ τόδε τὸ ἔργον μέγα τυγχάνον· ἀπὸ αἰτίας· οὐκ ἂν διὰ ταύτην ἐποίησα τὴν αἰτίαν, ἀλλὰ δι’ ἄλλο τι μεῖζον, ἀνασκευασθήσεται δὲ ὑπὸ τοῦ κατηγόρου ταῦτα πάντα· ἔστι γὰρ καὶ ἐκβολὴ πιθανῆς ἀπολογίας· κατασκευασθήσεται δὲ ἡ ἐκβολὴ ἢ ὅτι δι’ ἄγνοιαν, ἢ ἀνάγκην, ἢ δαιμονίαν τύχην, ἢ μέθην· καὶ δι’ ἄγνοιαν μὲν, ὡς ὁ Δημοσθένης· λέγοντος γὰρ Αἰσχίνου τὴν πιθανὴν ἀπολογίαν, ὅτι εἰ προδότης ἦν, οὐκ ἂν ἐπορεύθην εἰς Μακεδονίαν ὕστερον, πρὸς τοῦτό φησιν ὁ Δημοσθένης ἐκβάλλων τὴν πιθανὴν ἀπολογίαν· ἀλλ’ οὕτως ἔκφρων ἦν, καὶ ὅλως πρὸς τῷ λήμματι καὶ τῷ δωροδοκήματι, ὥστε οὐδὲν ὑπολογισάμενος ἐπρέσβευσεν· τὴν γὰρ ἄγνοιαν ἐκ τούτων διέβαλεν· ὁ αὐτὸς δὲ καὶ τὸ μὴ ἀντιστρέφον συνελογίσατο· ἀλλὰ μὴν ὅτε τοῦτον, φησὶν, ἀπήλασεν ἡ βουλὴ, τότε καὶ προδότην ἀπεφήνατο· ἀλλ’ οὐ πάντως ὁ τοιοῦτος καὶ προδότης· οὐ γὰρ ἀντιστρέφει, προδότης μὲν γὰρ καὶ ὁ ἀπελαυνόμενος· οὐ μὴν πᾶς ὁ ἀπελαυνόμενος διὰ προδοσίαν, ἔστι γὰρ καὶ δι’ ἄλλην αἰτίαν ἀπελαθῆναι· καὶ ὡς ἐπὶ τοῦ τρισαριστέως· ἐρεῖ γὰρ, ὡς οὐκ ᾤου τινὰ ἐκ τῆς εἰκόνος αἰσθήσεσθαί σου τὴν προδοσίαν· δι’ ἀνάγκην δὲ, οἷον οὐκ εἶχες ἄλλως αὐτοῖς διαλεχθῆναι φυλαττόντων δεσμοφυλάκων· ἔτι δὲ ὡς εἴπομεν καὶ ἀπὸ μέθης, οἷον ὅταν λέγων ὑπὸ μέθης προαχθῆναι τἀληθὲς εἰπεῖν καὶ ἐξαγορεῦσαι τὰ ἀπόῤῥητα, ὡς ἐπὶ τοῦ ὀμόσαντος ἐν συμποσίῳ τυραννήσειν· λέγοντος γὰρ αὐτοῦ πιθανὴν ἀπολογίαν, ὅτι οὐκ ἂν ὤμνυον, εἰ τυραννεῖν ἐβουλόμην, ἐκβάλλει ταύτην ὁ κατήγορος λέγων, ὑπὸ μέθης αὐτὸν ἐξειπεῖν, καὶ ὅτι τῆς ἀληθείας ἔλεγχός ἐστιν οἶνος· καὶ ἀπὸ τύχης δέ ἐστιν ἐκβαλεῖν τὴν πιθανὴν ἀπολογίαν, ὅτ’ ἂν λέγωμεν θεῶν προνοίᾳ γενέσθαι τὸ συμβεβηκὸς, καὶ ἐκ θεῶν προαχθῆναι εἰπεῖν τι ἢ πρᾶξαι, ὅπερ ἂν ἡ ὑπόθεσις ἔχῃ καὶ ὅτι ἡ τύχη τῆς πόλεως, ἀγαθὴ οὖσα καὶ βουλομένη τὰ κεκρυμμένα φῆναι, ἐπῆρέ σε ποιῆσαι τοὺς πολεμίους τὴν εἰκόνα σου στῆσαι, ὡς ἂν ταύτῃ κατάφωρος γενόμενος μὴ εἰς πέρας ἀγάγοις τὸ ἔργον καὶ τὴν κατὰ τῆς πόλεως ἐπιχείρησιν· καὶ ἐπιχειρήματά τινα ἐρεῖς καὶ παραδείγματα ἀπὸ τούτων, ἀφ’ ὧν καὶ ἄκοντες πράττουσι καθ’ ἑαυτῶν· ἐρεῖς δὲ καὶ ἐπὶ τῆς ἀγνοίας, ὡς οἱ ἐπιθυμοῦντές τινος ὅλην τὴν γνώμην πρὸς τὴν ἐπιθυμίαν ἐξάγουσιν ἀγνοοῦντες τὰ βλαβερά· τοῦτο λέγων εἰς τὰ τῆς μεταθέσεως τῆς αἰτίας ἀνατρέχει, ἐπί τι γὰρ ἕτερον πειρᾶται τρέπειν τὸ σημεῖον, ὥσπερ ὁ καλλωπιζόμενος· ἐρεῖ γὰρ, ὅτι καὶ Λακεδαιμόνιοι καλλωπίζονται ἐν πολέμῳ προσδοκωμένου αὐτοῖς θανάτου.
4.407 Μαρκελλίνο υ. Ἡ ἀνὰ πρόθεσις περιττεύει, οὕτω γὰρ κέκληται παρὰ τὸ στρέφειν τὸ σημεῖον εἰς τὸ ἐναντίον· ἃ γὰρ ὁ κατήγορος ποιεῖ τὰ σημεῖα τοῦ ἐγκλήματος, δι’ ὧν ὑπεύθυνον τὸν φεύγοντα τῷ ἐγκλήματι καθίστησι, ταῦτα ἐν τῇ πιθανῇ ἀπολογίᾳ ὁ φεύγων ἀναστρέφει τοῦ μὴ πεποιηκέναι τὸ ἐγκαλούμενον σημεῖον τιθέμενος· οἷον ἐν συμποσίῳ τις ὤμοσε τυραννήσειν, καὶ κρίνεται ὡς ἐπιθέμενος τυραννίδι· συνιστὰς γὰρ, ὅτι οὐχ ὡς διανοούμενος τυραννεῖν, ἀλλὰ παιδιᾷ χρώμενος, ἰσχυριεῖται, ὅτι εἴπερ ἠβουλόμην ἀληθῶς τυραννεῖν, οὐκ ἂν πρὸς τοὺς συμπότας τοῦτο ἐξέφηνα, οὐ γὰρ ὠφεληθῆναί τι ἔμελλον ἐκ τούτου, ἀλλὰ μᾶλλον βλαβῆναι· ζητητέον δὲ, τί διαφέρει τῆς μεταθέσεως· καὶ τοῦτο γὰρ κἀκεῖνο πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· λέγομεν οὖν, ὅτι ἡ μὲν μετάθεσις τὸ παρὰ τοῦ κατηγόρου ἐπιφερόμενον μετατίθησιν ἐπὶ τὸ ἀνεύθυνον, ἡ δὲ πιθανὴ ἀπολογία τὸ ἐναντίον τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους κατασκευάζει· τοῦ γὰρ κατηγόρου τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κατασκευάζοντος, ὅτι ὅπου ἐδάκρυες τυραννεῖν ἤθελες, καὶ σημεῖα ποιουμένου τυραννίδος τὰ δάκρυα, ὁ φεύγων σημεῖα ποιεῖται τοῦ μὴ ἐθέλειν τυραννεῖν· ἐρεῖ γὰρ, καὶ μὴν εἰ ἤθελον τυραννεῖν, οὐκ ἂν ἐδάκρυον, ἵνα ὕποπτος γένωμαι· οὐχ ὅτι καὶ τῶν ἄλλων οὐκ ἐχόντων τὸ πιθανὸν, ἀλλ’ ὅτι μάλιστα ἐν ταύτῃ δεῖ αὐτὸ περισσεύειν· ὅθεν καὶ πιθανὴ ἀπολογία καλεῖται, ὅτι ἐκ τῶν εἰκότων προαγόμενον τὸ κεφάλαιον πιθανότητος πολλῆς μετέχει· οὐ γὰρ εἰκὸς τὸν τυραννεῖν ἐπιθυμοῦντα ἐκφαίνειν διὰ τῶν δακρύων τὸ βούλημα· ἀκολούθως δὲ ἡ τάξις τῶν κεφαλαίων, μετὰ τὴν μετάθεσιν ἡ πιθανὴ ἀπολογία, δεῖ γὰρ πρῶτον τὴν αἰτίαν εἰπεῖν, εἶθ’ οὕτως ἀνατρέψαι καὶ δεῖξαι ἐναντίον ὂν τῷ ἐγκλήματι τὸ σημεῖον· ἐζήτησε δὲ ὁ τεχνικὸς, εἰ τῶν ἐμπιπτόντων ἀεὶ τὸ κεφάλαιον, καὶ δαιμονίᾳ τινὶ πρὸς τοῦτο μεθόδῳ κέχρηται· εἶδεν γὰρ, ὡς οὐκ ἀεὶ δυνατὸν ἐμπεσεῖν τὴν πιθανὴν ἀπολογίαν, ὅ ἐστι τὴν ἀναστροφὴν τὴν εἰς τὸ ἐναντίον· τότε δὲ οὐ δυνατὸν, ὅτ’ ἂν τὸ σημεῖον ἀκόλουθον εἴη τῷ ἐγκλήματι καὶ ἀναγκαῖον καὶ σύμφωνον· οἷον σκηπτοῦ καταλαβόντος τὴν Περικλέους οἰκίαν εὑρέθησαν ἔνδον τρισχίλιαι πανοπλίαι καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γὰρ, ἐπειδὴ ἀναγκαῖον τῷ θέλοντι τυραννεῖν τὸ ἔχειν ὅπλα, καὶ τῷ φονεύειν βουλομένῳ τὸ ξιφήρη εἶναι, οὐ δύναται λέγειν· καὶ μὴν εἰ ἤθελον τυραννεῖν οὐκ ἂν παρεσκευαζόμην ὅπλα· ἑωρακὼς οὖν τοῦτο ὁ τεχνικὸς, ὡς ἀδύνατον ἐν τοῖς τοιούτοις ζητήμασιν εὑρεθῆναι τὸ κεφάλαιον, ἐσκόπησεν, ἀλλ’ ὅτι κεφάλαιον ἐν τοῖς ζητήμασιν, ὃ τὴν τάξιν ἀναπληροῖ τῆς πιθανῆς ἀπολογίας τὸ καλούμενον μὴ ἀντιστρέφον· δῆλον δὲ τὸ λεγόμενον· οὐ γὰρ ἐξ ἀμφοτέρων τῶν μερῶν ἁρμόζει συνιστάμενον, ἀλλ’ ἐξ ἑνός· οἷον ὁ τυραννεῖν βουλόμενος ὅπλα παρασκευάζεται· οὐ μὴν ὁ πᾶς ὅπλα κεκτημένος ἐπὶ τυραννίδι προσποιεῖται· ἀλλ’ ἔτι καὶ δι’ ἄλλην αἰτίαν ὅπλα παρασκευάζεσθαι, ὥστε ἐν χρείᾳ δοῦναι τῇ πόλει, φυλάξαι τὴν χώραν, ὁπλίσαι τοὺς ἀνόπλους, ἵνα πλείους ὦσιν οἱ ὁπλῖται· διὰ τοῦτο γὰρ καὶ μὴ ἀντιστρέφον καλεῖται τὸ κεφάλαιον, ὅτι ἐξ ἑνὸς συνίσταται μέρους, καὶ ἀναγκαῖόν ἐστιν, οὐ μὴν ἀντιστρέφει τὸ ἕτερον· ὅπου δὲ ἀνακόλουθον τὸ σημεῖον, καὶ οὐκ ἀναγκαῖον τῷ ἐγκλήματι, ἡ πιθανὴ ἀπολογία εὑρίσκεται· οἷον ἀνακόλουθον τῷ τυραννεῖν ἐπιθυμοῦντι τὸ δακρύειν· οὐ γὰρ πρὸς τὸν σκοπὸν τὰ δάκρυα συμβάλλεται· ἰστέον δὲ ὡς γίνεται ἡ πιθανὴ ἀπολογία καὶ ἐκ τῆς τοῦ ἀνευθύνου ἀντεισαγωγῆς ἐνίοτε· οἷον ἐψηφίσατο ὁ δῆμος τῷ φεύγοντι πένητι κάθοδον, ἀντειπὼν ὁ πλούσιος ἡττήθη, κατιὼν ὁ πένης ἀνῄρηται καὶ κρίνεται ὁ πλούσιος φόνου· ἐνταῦθα τῇ ἀντεισαγωγῇ τοῦ ἀνευθύνου χρήσεται ὁ πλούσιος, ὅτι εἴπερ ἐβουλόμην ἀποκτεῖναι τὸν πένητα, αὐτὸς μὲν σιωπὴν ἦγον, ἕτερον δὲ ἀντειπεῖν ἔπειθον.
4.409 Ἐν τοῖς τοιούτοις τὰ ἀ π ’ ἀρχῆς ἄχρι τέλου ς. Ἡ προσθήκη καλῶς, οὐ γὰρ ἀεὶ ὁριστικῶς ἐξετασθήσεται ὡς ἐπὶ τοῦ καλλωπιζομένου μειρακίου· ἀλλὰ γνωστέον, ὡς ὅτ’ ἂν τὸ σημεῖον διαβεβλημένον τυγχάνῃ καὶ βαρῇ τὸν κρινόμενον, τότε ὁρικῶς ἐξετασθήσεται· τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν, ὅτι οὐ μόνῳ τῷ σημείῳ ἀποδεικνύναι τὸ ἔγκλημα ὁ διώκων ἀρκεσθήσεται, ἀλλὰ καὶ αὐτὸ τὸ σημεῖον καθ’ ἑαυτὸ ὡς ἔγκλημα ὁριεῖται ὁ κατήγορος· τὸ δὲ ἔστιν ὅτ ε, προσέθηκεν ἀσφαλῶς διὰ τὸ μὴ πάντα ὁμοίως τὰ σημεῖα ἰσχύειν· ἀλλ’ ὅτ’ ἂν βαρῇ τὸν κρινόμενον, τότε ὡς ὁριστικὴν ἐπὶ τοιούτων τὴν κατασκευὴν ποιησόμεθα, ὥσπερ ἔφαμεν ἐπὶ τοῦ μειρακίου· ἐν τούτῳ γὰρ ὁ κατήγορος πολλὴν ἔχων τῶν σημείων τὴν ἰσχὺν οὐ μόνον εἶναι σημεῖα τοῦ πορνεύεσθαι λέγει, ἀλλὰ καὶ αὐτὸ καθ’ ἑαυτὸ ὁριεῖται πορνεύειν εἶναι τὸ καλλωπίζεσθαι νέον οὕτω καὶ τὰ γυναικῶν ἐπιτηδεύοντα, ἀκριβῶς οὖν τὸ βιαίως προσέθηκεν, οὐ γὰρ ὄντως ταὐτὸν τὸ καλλωπίζεσθαι τῷ πορνεύειν ἐπιδεῖξαι πρόκειται· ἀλλ’ ἐκ περιουσίας καὶ ὑπερβολῆς ὡς ἔφαμεν παραλαμβάνεται· ὅτι οὔπω καλλωπίζεται καὶ πεπόρνευται· διὸ καὶ βιαίως εἶπεν· φύσει γὰρ μέρος ἀδικήματος καὶ ὑπαίτιον τὸ γινόμενον· οὐκ αὐτὸ δὲ καθ’ αὑτὸ ἔγκλημα· ἢ γὰρ ἂν ὅρος ἦν, οὐκ ἔτι στοχασμός· τοιοῦτο καὶ τὸ τοῦ Παυσανίου τοῦ Μηδικὴν ἐσθῆτα φοροῦντος καὶ κρινομένου μηδισμοῦ, σημεῖον κἀκεῖ ἡ ἐσθής· ὑπαίτιον, οὐκ ἔγκλημα καθ’ ἑαυτό· τινὲς δὲ ἀπατηθέντες ἐνόμισαν ὁρικὸν τὸ ζήτημα· ἰστέον, δὲ ὅτι τὸ μὴ ἀντίστροφον τοῦτο διαλεκτικὸν θεώρημά ἐστι, καὶ τάξιν πληροῖ πιθανῆς ἀπολογίας παρὰ τοῖς ῥήτορσιν· καλεῖ δὲ αὐτὸ ὁ Ἀριστοτέλης παρεπόμενον· ἔστι δὲ τοιοῦτον, ὅτ’ ἂν ταῖς προτάσεσι καὶ κατασκευαῖς ἡ ἀντιτροφὴ μὴ συμφωνῇ· οἷον ἄνθρωπος ζῶον· ἀλλὰ νῦν καὶ ἵππος ζῶον· ταῦτα ἀκόλουθα· ἡ δὲ ἀναστροφὴ οὐκέτι συμφωνεῖ· ἔστι δὲ ἡ ἀναστροφή· οὐκοῦν καὶ ὁ ἄνθρωπος ἵππος· καὶ πάλιν ἀλεκτρυὼν δίπουν· ἄνθρωπος δίπουν, ἀλεκτρυὼν ἄρα ἄνθρωπος· τί δὲ διαφέρει παρά τε διαλεκτικοῖς τὸ ἀντίστροφον καὶ παρὰ τοῖς ῥήτορσι ζητητέον· ἔστι μὲν οὖν παρὰ διαλεκτικοῖς τεκμήριον ἀληθὲς ἓν πρὸς ἓν συγκείμενον πάντως καὶ ἀντιστρέφει· τὸ δὲ παρὰ τοῖς ῥήτορσιν οὐκ ἀληθείας, ἀλλὰ πιθανότητος ἐχόμενον· οὔτε γὰρ ἀντιστρέφει, οὔτε ἓν πρὸς ἕν ἐστιν, ἀλλὰ ἓν πρὸς πλείονα τέτακται, οἷον τεκμήριόν ἐστι τοῦτο, εἰ τέτοκε γάλα ἔχει, καὶ ἀντιστρέφει, εἰ γάλα ἔχει, τέτοκεν· τὸ δὲ παρὰ τοῖς ῥήτορσι σημεῖόν ἐστιν· εὕρηται χιλίας πανοπλίας ἔχων Περικλῆς καὶ κρίνεται τυραννίδος ἐπιθέσεως· πιθανὸν μὲν καὶ εἰκὸς, οὐ μὴν πάντως καὶ ἀληθὲς τὸ λεγόμενον· ἀναγκαῖον μὲν γὰρ τῷ τυραννεῖν βουλομένῳ τὰ ὅπλα παρασκευάζεσθαι· οὐ μὴν πάντως ὁ τὰ ὅπλα παρασκευασάμενος τυραννίδι ἐπιτεθήσεται· δυνατὸν γὰρ καὶ ἄλλου τινὸς χάριν ὅπλα παρασκευάζεσθαι τοῦ ἐπιδοῦναι καιροῦ συμβεβηκότος τῇ πόλει, τοῦ φυλάξαι τὴν χώραν, καὶ ὅσα τοιαῦτα ἕτερα.
4.411 Καὶ ἐρεῖ δηλαδὴ ὅσα κἀν τῇ μεταθέσει τῆς αἰτία ς· οἷον ἢ μεγαλοπρεπέστερος φανῆναι βουλόμενος ἢ τὴν ἀπὸ φύσεως ἀμορφίαν τῷ ἐπιθέτῳ κάλλει καλύψαι προαιρούμενος καὶ τῷ καλλωπισμῷ· ταῦτα γὰρ τοῦ χρώματός ἐστι· μὴ νομίσωμεν δὲ παλιλλογεῖν ἢ ἀδολεσχεῖν τὸν τεχνογράφον· μάλιστα μὲν γὰρ ἐκεῖνο φυλακτέον, ὅτι τοῖς ἰσχυροτάτοις ἀεὶ δεῖ χρῆσθαι τὸν ῥήτορα ἄλλως τε κἂν ἐπικρατέστερον τὸν ἀντίδικον θεασώμεθα, ὥσπερ ἐνταῦθα ἐπὶ τοῦ μειρακίου ἐναλλάξαι δεῖ τοῦ λόγου τὰ σχήματα ποικίλαις καὶ εὐμεταχειρίστοις χρωμένους ταῖς ἀφορμαῖς, ὥσπερ ὁ Δημοσθένης εἴωθε ποιεῖν, καινίζων ἀεὶ τὸν λόγον τοῖς τῆς ἀπαγγελίας σχήμασιν. Ἡ κοινὴ ποιότης οἱ ἐπίλογοί εἰσι καὶ αἱ δευτερολογίαι· γίνονται δὲ ἐν παντὶ ζητήματι, οὐκ ἐν στοχασμῷ μόνον· ὑπὸ μὲν τῶν κατηγόρων τοπικῶς μετὰ τὰς ἀποδείξεις κατατρεχόντων τοῦ ἐγκλήματος· οἷον κατὰ τυράννου ἢ πόρνου, ἢ ὅ τι ἂν ᾖ τὸ ἔγκλημα· καὶ ἐπανακεφαλαιουμένων γε ἕκαστα τῶν ἐπικαίρων· ὡς ὁ Δημοσθένης· οἷον συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένα, ἀπέδειξα μηδὲν ἀληθὲς ἀπηγγελκότα, καὶ τὰ ἑξῆς· ὑπὸ δὲ τῶν φευγόντων, ἀνακεφαλαιουμένων μὲν ὁμοίως τοῖς ἄλλοις· οὐχ ὁμοίως δὲ χρωμένων· ἀλλ’ ἐλεεινολογουμένων τε καὶ πάθη κινούντων· ἐνταῦθα καὶ παραγωγαὶ χρήσιμοι τῶν παίδων καὶ γυναικῶν καὶ φίλων, καὶ ὅσα τοιαῦτα, ἃ ὁ κατήγορος ἀναιρήσει δηλαδὴ τῷ συμφέροντι· κοινὰ δὲ ἀμφοῖν τὰ τελικὰ λεγόμενα κεφάλαια ἐνταῦθα, τὸ νόμιμον, τὸ δίκαιον, τὸ συμφέρον, τὸ δυνατὸν, τὸ ἔνδοξον· ὅλως τε οἱ ἐπίλογοι λαμβάνονται μὲν ἀφ’ ὧνπερ καὶ τὰ προοίμια καὶ ἰσχύουσί γε τὰ αὐτά· πάθους γὰρ ψυχῆς ἕνεκα εἰσάγεται ἄμφω· οἷον, φόβου, ἢ ὀργῆς, ἢ ἐλέου, ἢ φθόνου, ἤ τινος τοιούτου· διαφέρει δὲ ἀλλήλων τῷ τὰ μὲν προοίμια παρασκευάζειν πρὸς τὸ δέξασθαι ἢ ἀποθέσθαι τόδε τι πάθος τῆς ψυχῆς· τοὺς δὲ ἐπιλόγους ἢ αὔξειν ἢ μειοῦν διὰ τῶν κεφαλαίων· τότε ἤδη τελέως ἐξαίρειν· καὶ ἔτι ἐν τούτῳ διαφέρουσιν οἱ ἐπίλογοι καὶ τὰ προοίμια, τῷ τοὺς ἐπιλόγους λελῦσθαί τε ἤδη καὶ κατὰ τὸν ῥυθμὸν, καὶ ἐπιπλεῖον ἕκαστον προάγεσθαι τῶν εὑρισκομένων· ἀλλὰ μὴ διὰ βραχέων, ὡς ἐν τοῖς προοιμίοις· ἀκριβέστερον δὲ ἐν τῷ περὶ προοιμίου λελέξεται ταῦτα.
4.412.(1n) Συριανο ῦ. Κατεχρήσατο εἰπὼν δευτερολογίαι· ἡ γὰρ δευτερολογία λέγεται, ὅτ’ ἄν τις ἐπὶ ἤδη λεγομένῳ λόγῳ ἕτερον ἐπεισφέρῃ λόγον· ὁ δὲ δευτερολογίαι ἐκάλεσε τὴν τῶν αὐτῶν ἀνακεφαλαίωσιν καθ’ ἕνα λόγον παρέχουσαν, ὠνόμασται δὲ κοινὴ ποιότης, διότι κοινόν ἐστιν ἀμφοτέρων τῶν μερῶν τὸ κεφάλαιον, ἑκατέρου τῶν ἀγωνιζομένων τὴν οἰκείαν ποιότητα πρὸς τῷ πέρατι τοῦ λόγου συνιστῶντος· καὶ τῶν πλατέως δι’ ὅλου τοῦ λόγου κατασκευασθέντων ὡς καλῶν ἢ δικαίων ἢ συμφερόντων σύντομον ὑπόμνησιν ποιουμένου· διαιρεῖται δὲ ἡ κοινὴ ποιότης εἴς τε πραγματικὸν καὶ παθητικόν· καὶ αὖθις τὸ μὲν πραγματικὸν διὰ δύο τούτων ἐργασόμεθα τόπων, ἐπανόδου καὶ ἀνακεφαλαιώσεως· ἢ γὰρ ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος τῶν προειρημένων πραγμάτων ἁπάντων ποιούμεθα τὴν ὑπόμνησιν, καὶ καλεῖται ἀνακεφαλαίωσις· ἢ ἀπὸ τῶν τελευταίων ἐπὶ τὴν ἀρχὴν ἐπάνιμεν, καλοῦντες αὐτὸ ἐπάνοδον· παράδειγμα τοῦ μὲν προτέρου Δημοσθένης ἐν τῷ παραπρεσβείας· ἐν οἷς φησιν, συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένα ἐξ ἀρχῆς· ἐπέδειξα οὐδὲν ἀληθὲς ἀπηγγελκότα ἀλλὰ φενακίσαντα ὑμᾶς· οὐκοῦν ταῦτα ὑπεσχόμην ἐν ἀρχῇ, ταῦτα ὑπέδειξα· τῆς δὲ ἐπανόδου παράδειγμα περὶ τοῦ Πώλου ἐραστοῦ διεξιὼν Πλάτων ἡμῖν ἐν Φαίδρῳ παρέχεται λέγων· φυγὰς δὴ γίνεται ἐκ τούτων καὶ ἀπεστερηκὼς ὑπ’ ἀνάγκης ὁ πρὶν ἐραστὴς, ὀστράκου μεταπεσόντος, ἵεται φυγῇ μεταβαλὼν, ὁ δὲ ἀναγκάζεται διώκειν ἀνόητος ὢν ἀγανακτῶν καὶ ἐπιθειάζων· ἠγνοηκὼς τὸ ἅπαν ἐξ ἀρχῆς, ὅτι οὐκ ἄρα ποτὲ ἔδει ἔρωτι καὶ ὑπ’ ἀνάγκης κατεχομένῳ χαρίζεσθαι ἀνοήτως· ἀλλὰ πολὺ μᾶλλον μὴ ἐρῶντι καὶ νοῦν ἔχοντι· εἰ δὲ μὴ ἀναγκαῖον εἶναι ἐκδοῦναι αὐτὸν ἀπίστῳ, δυσκόλῳ, φθονερῷ, βλαβερῷ μὲν πρὸς οὐσίαν, βλαβερῷ δὲ πρὸς τὴν τοῦ σώματος ἕξιν· πολὺ δὲ βλαβερωτάτῳ πρὸς τὴν τῆς ψυχῆς παίδευσιν· τὸ μὲν οὖν πραγματικὸν οὕτως μεταχειρισόμεθα, συντομωτέραν ὑπόμνησιν τῶν πλατέως εἰρημένων ἐν τῷ λόγῳ ποιούμενοι· τὸ δὲ παθητικὸν ὑπὸ μὲν τοῦ κατηγόρου διὰ καταδρομῆς πληρωθήσεται πρὸς ὀργὴν κινοῦντος τοὺς δικαστάς· ὑπὸ δὲ τοῦ φεύγοντος διελεεινολογῶν προαχθήσεται· ἔνθα δὴ καὶ παραγωγαὶ γυναικῶν τε καὶ παίδων χρήσιμοι καὶ φίλων· πολλοὶ γοῦν ἡττώμενοι ταῖς δικαιολογίαις, τοσοῦτον ἐν τῇ τοῦ ἐλέου διεξόδῳ κεκινήκασι πάθος, τοῖς ἀκροωμένοις ὡς τὴν νικῶσαν ἀπενέγκασθαι· καὶ τούτου μαρτύριον Ὑπερίδης ἐν τῷ ὑπὲρ Φρύνης τῆς ἑταίρας λόγῳ ἐλεεινολογίας τε πλήθει καὶ τῇ περιῤῥήξει τῆς ἐσθῆτος διασώσας ἐκ τῆς Εὐθίου κατηγορίας τὴν ἄνθρωπον· ἐπὶ δὲ τῷ παθητικῷ τοῖς τελικοῖς ἄμφω χρήσονται κεφαλαίοις, νομίμῳ, δικαίῳ, δυνατῷ, συμφέροντι, ἐνδόξῳ· καὶ καθόλου, ὥσπερ Ἑρμογένης φησὶ, λαμβάνονται μὲν οἱ ἐπίλογοι, ὅθεν καὶ τὰ προοίμια, καὶ ἰσχύουσί γε τὰ αὐτά· πάθους γὰρ ψυχῆς ἄμφω κινητικά, εὐνοίας, μίσους, φόβου, ὀργῆς, ἐλέου, φθόνου, ἤ τινος τοιούτου· διαφέρουσι δὲ ἀλλήλων τῇ τε τάξει καὶ τῇ ἐννοίᾳ καὶ τῇ φράσει· τὰ μὲν γὰρ τὴν πρώτην τοῦ λόγου κατέχει τάξιν, καὶ σπερματικωτέραις χρώμενα ταῖς ἐννοίαις τοῖς τε σχοινοτενέσι καλουμένοις χαίρουσι τῶν κώλων καὶ τοῖς βεβηκόσι τῶν ῥυθμῶν· οἱ δὲ ἐπίλογοι τῷ τε λόγῳ παντὶ ἐπάγονται ὡς καὶ τὸ ὄνομα δηλοῖ, καὶ τὰς ἐννοίας ἐφ’ ὅσον ἂν ἐθέλωσιν πλατύνοντες, τοῖς ἀσυνδέτοις καὶ κομματικωτέροις χαίρουσι τῶν κώλων καὶ τοῖς λελυμένοις τῶν ῥυθμῶν.
4.414 Σωπάτρο υ. Ἐνταῦθα περὶ ὅλων τῶν ἐπιλόγων ὁ τεχνικὸς διαλαμβάνει καί φησιν ὡς τὰ τελικὰ κεφάλαια τῶν ἐπιλόγων εἰσὶν, ἅπερ οὕτως ὠνόμασται, ἐπειδὴ ἕκαστον αὐτῶν τέλος ἐπιθεῖναι δύναται τῷ λόγῳ· ὅθεν οὐδὲ ἀναγκαίως ἐν πᾶσιν ἐμπίπτειν· ἰστέον δὲ, ὅτι ταῦτα οὐδὲ κεφάλαιά τινες ἀξιοῦσι καλεῖν ἀλλ’ ἐνθυμήματα, ἐκ τῆς Δημοσθενικῆς δεινότητος καὶ περιουσίας ἐφευρημένα, ἄλλοι δέ φασιν ὡς κεφάλαιά εἰσιν οὐκ ἐνθυμήματα· οὐ γὰρ ἀπὸ τῆς τοῦ ῥήτορός ἐστι δυνάμεως προαγόμενα, ἀλλ’ ἀναγκαίως παραλαμβανόμενα ἐν τοῖς ἐπιλόγοις ὑπὸ πάντων καὶ τεχνικῆς ἐχόμενα ἀπαραιτήτου ἀκριβείας· οἱ δὲ ἐπίλογοι μὲν τοῦ λόγου τυγχάνουσιν· ὡς γὰρ πολλάκις ἀκηκόαμεν ὁ λόγος ἀπ’ ἀρχῆς διῄρηται, προοιμίῳ, προκαταστάσει, παρεκβάσει, ἐπιλόγοις, οἱ αὐτοὶ δὲ καὶ οὗτοι, καὶ ὡς κεφάλαιον τῆς ὅλης λαμβάνονται στάσεως, καὶ δεῖ οὕτω νοῆσαι τὸ ἡ κοινὴ ποιότης ἡ ἐν τοῖς ἐπιλόγοις συμβαίνουσα γίνεσθαι, ὁ κοινός ἐστι τόπος· μετὰ γὰρ τὸ ἀγωνίσασθαι καὶ δεῖξαι ὑπεύθυνον τῷ ἐγκλήματι τὸν κατηγορούμενον, τότε καὶ τὸν κοινὸν τόπον παραληψόμεθα, καταφορὰν ἐμποιοῦντες τῷ λόγῳ, οὐ τὸν κατηγορούμενον δὲ μόνον ὑποβάλλομεν τῷ λόγῳ, ἀλλὰ καὶ πάντας ὅσοις τὰ ὅμοια δέδρανται καθολικῶς κατασκευάζοντες, τὴν καταδρομήν· ὥσπερ καὶ Δημοσθένης· τούτου γὰρ ἀρχόμενος τοῦ κεφαλαίου καθολικῶς ἐπεχείρησεν οὕτως εἰπών· πονηρὸν, ὦ θεοὶ, πονηρὸν ὁ συκοφάντης καὶ τὰ ἑξῆς· μετὰ δὲ τὴν κοινὴν ποιότητα διαιρήσομεν τὰ λοιπὰ τῶν ἐπιλόγων εἰς δύο, εἴς τε πράγματα καὶ πάθη· καὶ τὰ μὲν πράγματα ἔχει τὴν ἀνακεφαλαίωσιν, ἥντινα ληψόμεθα οὐχ ὡς ἔτυχεν οὐδὲ πάντων ὁμοῦ τῶν ἐν τοῖς ἀγῶσιν, ἀλλὰ τῶν ἐπικαίρων, καὶ ἐξ ὧν ἰσχύομεν· ὥσπερ ὁ Δημοσθένης πανταχοῦ· ἐν μὲν τῷ κατὰ Ἀριστοκράτους ἐπειδὴ τῷ νομίμῳ ἴσχυεν, ἐξ αὐτοῦ μάλιστα τὴν ἀνακεφαλαίωσιν ἐποιήσατο· ἐν δὲ τῷ περὶ τοῦ στεφάνου, ἀπὸ τοῦ δικαίου· τούτῳ γὰρ ἔῤῥωτο· ἐν μὲν γὰρ τοῖς ἀγῶσιν ἀνάγκη πολλάκις καὶ οἷς οὐ λίαν ἰσχυριζόμεθα εἰς τὸν λόγον παραλαμβάνειν· ἵνα μή τι τούτων παροραθὲν εἶτα τὴν διάνοιαν τῶν δικαζόντων καταλαβὸν ὕποπτον τὸν λόγον ἐργάσηται καὶ διὰ τοῦτο ἧττον ἰσχυρόν· ἐν δὲ τοῖς ἐπιλόγοις ἐπειδὴ τῶν πραγμάτων ἐστὶν ἀνακεφαλαίωσις, οὐ δεῖ τῶν ἀσθενεστέρων μεμνῆσθαι· οὕτω μὲν οὖν ὁ κατήγορος ἀνακεφαλαιώσεται· χρήσεται μέντοι καὶ ὁ φεύγων πρὸς τὸ λυσιτελοῦν αὐτῷ τὸ κεφάλαιον ἐργαζόμενος, πρὸς τοῦτο ὁ κατήγορος οὐκ ἀπορήσει λέγων· δίδωσι γὰρ αὐτῷ εἰς τὴν ἐκβολὴν τοῦ ἐλέου τὰ τελικὰ κεφάλαια ἡ τέχνη· καὶ τούτων παραδείγματα παρὰ τῷ Δημοσθένει· ἐν γὰρ τῷ κατὰ Μειδίου μέλλοντος ἐκείνου τοὺς παῖδας ἀναβιβάζειν καὶ παριστάνειν τοῖς δικασταῖς, ὁ Δημοσθένης ἀντέταξε τοὺς νόμους τοῖς παισὶν εἰπών· ὅτ’ ἂν δ’ οὗτος κλαύσηται καὶ τοὺς παῖδας παράξῃ, ἐμὲ νομίζετε τοὺς νόμους ἔχοντα παρεστάναι τῷ βήματι· τῷ δὲ δικαίῳ οὕτως· οὐδεὶς ἄξιος ἐλέου τυχεῖν τῶν μηδένα ἐλεούντων· τῷ δὲ ἐνδόξῳ οὕτως· ὡς ἐν τῷ παραπρεσβείας εἰσῆξεν ἠθοποιΐαν, ἐν ᾗ πεποίηκε λογιζομένους τοὺς Ἕλληνας, Φιλοκράτην, Αἰσχίνην, καὶ ἑαυτόν· τί μὲν Αἰσχίνης καὶ Φιλοκράτης ἐπρέσβευσαν, τί δὲ Δημοσθένης, καὶ τὴν πόλιν τῶν Ἀθηναίων ἐπὶ τούτοις κρίνουσαν· καὶ δι’ ἁπάντων ἁπλῶς δείκνυσιν, ὅτι δόξαν φέρει τῇ πόλει τὸ καταψηφίσασθαι τῶν πρέσβεων· τῷ δὲ συμφέροντι οὕτως ἐξέβαλεν εἰπὼν, ὅτι εἰ τούτου καταψηφίσεσθε, οὐδεὶς ἕτερος προδώσει τὴν πόλιν· ἀλλ’ οὐδὲ Φίλιππος ἀνέξεται τοῦ λοιποῦ χρήματα δοῦναι, ἐφ’ οἷς σύνοιδεν οὐδὲν ὠφελούμενος· καὶ φοβήσει δὲ ὁ ῥήτωρ ἐκ τοῦ ἐναντίου, ὅτι σωθεὶς πράξει τὰ χαλεπώτερα· γίνεται δὲ καὶ δι’ αὐτῶν τούτων πολλάκις ἡ τοῦ ἐλέου διαγωγή· δίκαιον τοὺς ἀτυχοῦντας οἰκτείρειν, καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους φησὶν, ὅτι νόμος φιλάνθρωπος ὢν οὐκ ἐπιτίθεται τοῖς ἀτυχήμασι τῶν πολιτῶν, ἀλλὰ μετρίως καθ’ ὅσον τε τὰς συμφορὰς αὐτοῖς ἐπικουφίζειν, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως εὕροις ἂν τὰ ἐπιχειρήματα.
4.417 Μαρκελλίνο υ. Καινοπρεπῶς αὐτὸ εἶπεν· οὐ γὰρ ἡ ποιότης οἱ ἐπίλογοί εἰσιν, ἀλλ’ ἡ ποιότης τῶν ἐπιλόγων ἐστί· τὸ περιεχόμενον οὖν εἶπεν ἀντὶ τοῦ περιέχοντος· ἔδειξε δὲ ὡς τοῦτο τὸ μέρος οὐκ ἔστι κεφάλαιον· εἶπεν γὰρ, εἰ ἐπίλογοί εἰσιν, αὐτὴν δὲ τὴν ποιότητα ἐπίλογον ἐκάλεσεν ἴσως διὰ τὴν αὔξησιν· κοινὴν δὲ τὴν μὴ τῶν ὡρισμένων καὶ κυρίων προσώπων οἷον Ἀλκιβιάδου, Περικλέους, ἀλλ’ ὡς ἐπὶ τοῦ κοινοῦ τόπου, ἀορίστως αὐξόντων ἡμῶν τὸ προκείμενον κατὰ τυράννου παντὸς, ἢ ἀνδροφόνου, ἢ ὃ τὸ πρόβλημα βούλεται· ἐκτίθεται δὲ ἐν αὐτῇ, τίνα μὲν ἴδια τοῦ κατηγόρου, τίνα δὲ τοῦ φεύγοντος, τίνα δὲ ἀμφοῖν· διαιροῦνται δὲ οἱ ἐπίλογοι διχῇ· τὸ μὲν γὰρ αὐτῶν ἐστι πρακτικὸν, τὸ δὲ παθητικόν· πρακτικὸν μὲν τὸ ἐν ταῖς ἀνακεφαλαιώσεσι, παθητικὸν δὲ τὸ ἐν ταῖς ἐλεεινολογίαις· τὸ μὲν οὖν πρακτικὸν τῶν ἐπιλόγων κοινὸν ἀμφοτέρων· ὁ μὲν γὰρ εἰς ὀργὴν ἐκκαλεῖται, ὁ δὲ πειρᾶται τῆς ὀργῆς παραλῦσαι τοὺς δικαστὰς διὰ τῶν πράξεων ὁμοίως ἢ τῶν βεβιωμένων, τὸ δὲ πρὸς ἔλεον παθητικόν ἐστι τοῦ φεύγοντος· ἄλλοι δὲ οὕτω· τὸ πρακτικόν φησι διαιρεῖται εἰς τὰς ἀνακεφαλαιώσεις καὶ δευτερολογίας καὶ καταδρομάς· τὸ δὲ παθητικὸν εἰς οἴκτους, καὶ γυναίων καὶ παίδων παραγωγὰς, καὶ ἐλέου ἐκβολήν· ταῖς μὲν οὖν ἀνακεφαλαιώσεσιν ἀμφότεροι χρῶνται ὑπομιμνήσκοντες τῶν ἐπικαίρων, οὐ πάντων ἀδιακρίτως ἀλλὰ τῶν ἰσχυροτέρων· ταῖς δὲ ἐλεεινολογίαις ὁ φεύγων. Καὶ αἱ δευτερολογία ι. Δοκεῖ παράδοξον τὸ λεγόμενον· εἶδος γὰρ ὑποθέσεώς ἐστιν ὁ τοιοῦτος λόγος· ὥσπερ ὁ κατὰ Ἀνδροτίωνος καὶ ὁ πρὸς Λεπτίνην· ἀλλὰ λέγομεν ὅτι τὴν ἀνακεφαλαίωσιν οὕτως ὠνόμασε, παρὰ τὸ τὰ αὐτὰ λέγειν δεύτερον. Γίνονται δὲ ἐν παντὶ ζητήματ ι. Καλῶς προέλαβε τὸ ἀντιπίπτον· κοινὸν γὰρ τοῦτο τὸ μέρος· λέγω δὲ οἱ ἐπίλογοι πάσης στάσεως· πρῶτον μὲν οὖν εἶπεν, τί ἐστι κοινὴ ποιότης, ὅτι ἐπίλογοι· δεύτερον, ὅτι κοινόν ἐστι πασῶν τῶν στάσεων· τρίτον, πῶς ἄν τις αὐτὸ μεθοδεύσειεν, ὑποτίθεται· ἰστέον οὖν ὡς δευτερολογίαν εἶπεν οὐ κυρίως· δευτερολογίαν γὰρ καλοῦσιν οἱ παλαιοὶ τοὺς δευτέρους λόγους, ἑτέρων προσειπόντων τὰς πρωτολογίας· ἴσως ἐπειδὴ καὶ δευτερολογίαι λόγοι εἰσὶν ἐπιλογικώτεροι.
4.418 ὑπὸ μὲν τῶν κατηγόρων τοπικῶ ς· Τοπικῶς λέγει κατὰ κοινὸν τόπον καταφορὰν ποιουμένων τῶν λεγόντων καὶ καταδρομῇ κεχρημένων πρὸς τὸ ὑποκείμενον, εἴτε κατὰ τυράννου, εἴτε κατὰ ἀνδροφόνου, ἢ ὅπερ ἂν ᾖ τὸ προκείμενον, ἐπειδὴ μετὰ τὰς ἀποδείξεις καὶ τοὺς ἀγῶνας οὐ μόνον ἐν στοχασμῷ διαιρῶν πᾶσαν τῆς κοινῆς ποιότητος τὴν διδασκαλίαν ἐκτίθεται· χρήσονται τοίνυν, ὡς ἔφημεν, ταῖς ἀνακεφαλαιώσεσιν ἀμφότεροι ὑπομιμνήσκοντες τῶν ἐπικαίρων, οὐ πάντων ἀδιακρίτως· μάλιστα γὰρ τοῦ ἐπιστήμονος ἔργον τὸ τοῖς ἰσχυροτέροις ἐμμεῖναι, ὥσπερ ὁ ῥήτωρ ἐν τῷ περὶ τοῦ στεφάνου, τοῦ μὲν νομίμου ἐπίτηδες ἐπιλαθόμενος, σαθρότερον γὰρ ἦν αὐτῷ, τῷ δὲ δικαίῳ διὰ παντὸς τοῦ λόγου χρησάμενος καὶ συνεχῶς ὑπομιμνήσκων τοὺς δικάζοντας· οὐ μὴν τὸν αὐτὸν τρόπον ἀμφότεροι ἀνακεφαλαιώσονται, ἀλλ’ ὁ μὲν κατήγορος αὐξήσει καὶ τοπικῶς καταδραμεῖται μετὰ τὰς ἀποδείξεις, εἰκότως· ἀκόλουθον γὰρ καὶ τεχνικὸν μετὰ τὰς ἀποδείξεις κατατρέχειν, ὅτε καιρὸν ἔχουσιν αἱ διαβολαί· τὸ μὲν γὰρ πρὸ τῶν ἐλέγχων καὶ τῶν ἀποδείξεων κατατρέχειν ψιλὴν εἴποι τις εἶναι διαβολήν· τὸ δὲ μετὰ τοὺς ἐλέγχους διαβαλεῖν πιστὸν εἶναι δοκεῖ καὶ εὔλογον, καὶ τὸν δικαστὴν πρὸς ὀργὴν ἐκκαλούμενον· καταδραμεῖται δὲ οὐ μόνον Ἀλκιβιάδου φεύγοντος ἢ Θεμιστοκλέους ἢ ὅπερ ἂν ᾖ τὸ πρόσωπον, ἀλλὰ κοινὸς πρὸς τὸ ἔγκλημα, ἢ κατὰ τυράννου παντὸς, ἢ κατὰ προδότου, ἢ εἴ τι ἂν ᾖ τὸ ὑποκείμενον· ὁ μὲν οὖν κατήγορος οὕτως ἀνακεφαλαιώσεται, ὁ δὲ φεύγων ὑπομιμνήσκει μὲν καὶ αὐτὸς τῶν ἐπικαίρων, ὡς προείρηται· ὑφειμένῳ δὲ τῷ ἤθει τὸν λόγον ποιήσεται τὸν τόνον ἐκβαλὼν καὶ ἐλεεινολογισάμενος καὶ πρὸς οἶκτον τὸν δικαστὴν ἐκκαλούμενος· ἐνταῦθά φησι καὶ παίδων παραγωγαὶ χρήσιμοι, καὶ τὰ τῶν γυναικῶν δάκρυα, καὶ ὅλως ὅσα πρὸς ἐλεεινολογίαν ἐπιτήδεια· χηρεῖαι γυναικῶν καὶ παίδων ὀρφανίαι καὶ ἀνατυπώσεις· ταῦτα γὰρ ἱκανὰ τὴν γνώμην ἐκκαλέσαι καὶ φιλανθρωπότερον κατασκευάσαι τὸν ἀκροατὴν, οὐ μὴν περιόψεται ταῦτα τὰ ἰσχυρὰ τοῦ φεύγοντος ὁ κατήγορος· ἀλλ’ ἐκβαλεῖν πειράσεται τοῖς τελικοῖς κεφαλαίοις χρώμενος· κοινὰ μέντοι πάλιν ἀμφοῖν τὰ τελικὰ κεφάλαια· καὶ τῷ μὲν νομίμῳ χρήσεται ἐκβαλὼν τὸν ἔλεον ὁ κατήγορος, ὅτ’ ἂν τοὺς νόμους ἀντιτάττῃ πρὸς τὰ τοῦ φεύγοντος δάκρυα· ὡς ἐν τῷ κατὰ Μειδίου Δημοσθένης· ἀλλ’ ὅτ’ ἄν φησιν ἔχων τὰ παιδία κλαίῃ, τότε ὑμεῖς τοὺς νόμους ἔχοντά με πλησίον ἡγεῖσθε παρεστάναι· τῷ δὲ δικαίῳ ὅτ’ ἂν μὴ ἄξιον εἶναι λέγῃ τὸν οὕτω πονηρὸν φιλανθρωπίας, καὶ οὐ δίκαιον ἑλεῖν τοῦτον ἢ τοὺς τούτου παῖδας, ὃς ἀνηλεῶς οὕτω διετέθη περὶ τοὺς ἄλλους, ὡς πάλιν ὁ Δημοσθένης, ἐν τῷ κατὰ Μειδίου· καὶ τίς ἂν ταῦτα ἐλεήσειε δικαίως ὁρῶν τὰ τοῦδε οὐκ ἐλεηθέντα· τῷ δὲ συμφέροντι, ὅτ’ ἂν συμφέρουσαν τοῦ φεύγοντος τὴν τιμωρίαν ἐπιδείξωμεν· ὅτ’ ἂν ἔχωμεν λέγειν, ὅτι συμφέρει τῇ πόλει ἢ τῷ δικάζοντι καταψηφίσασθαι τοῦ κρινομένου ἐξ ἀμφοτέρων κατασκευάζοντες· τίνα μέν ἐστι δεινὰ ἀφεθέντος τούτου, καὶ οἷα τολμήσει διασωθείς· τοὐναντίον δὲ πόσα ἀγαθὰ κολασθέντος αὐτοῦ· ὅτι παράδειγμα καὶ τοῖς ἄλλοις πρὸς σωφροσύνην ἔσται ἡ τούτου τιμωρία· τοὺς γὰρ ἄλλους, φησὶ, κωλύσει καὶ ἐπισχήσει τοῦ πονηρεύεσθαι· μὴ ἁλόντος δὲ αὐτοῦ τοὐναντίον συμβήσεται· πλείους μὲν οἱ πονηροί· τὰ δὲ δικαστήρια μάταια τῶν νόμων ἄκυρα, τῷ δὲ ἐνδόξῳ πάλιν ἐπ’ ἀμφότερα, ὅτι ἀγαθὴν δόξαν περιποιήσει τῇ πόλει τιμωρηθείς· τὴν δὲ ἐναντίαν, ἐὰν ἀποψηφίσησθε, ἔχομεν ὁμοίως παρὰ τῷ ῥήτορι τὴν χρῆσιν· καὶ γὰρ ὡς ἀληθῶς τίς ἔσται περὶ ὑμῶν ὁ λόγος, εἰ τοῦτον ἀφήσετε καὶ ἑξῆς· τῷ δὲ πρέποντι· ὅτι πρέπει τοῦ τηλικαῦτα τετολμηκότος καταψηφίσασθαι· δόξαν γὰρ φέρει τὸ πονηρίαν μισεῖν, καὶ ἀπὸ τοῦ ὁμοίου συστήσομεν, ὅτι καὶ ἄλλοι ἐπὶ τῷ αὐτῷ ἐγκλήματι τιμωρίαν ἔδοσαν· κοινὸς γὰρ πάντων κεφαλαίων ὁ παραδειγματικὸς τόπος· ἤδη δέ ποτε καὶ νομοθέτας ἢ τοὺς ἄλλους λαμπροὺς γεγονότας ἀντιτίθησι τῷ φεύγοντι· ὥσπερ ὁ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἀντιτίθησι Σόλωνα τὸν νομοθέτην, καὶ Θεμιστοκλέα τὸν στρατηγὸν, καὶ Ἀριστείδην τὸν δίκαιον πρὸς τὴν τοῦ ἐλέου ἐκβολήν· ἀλλὰ μὴν καὶ ὁ φεύγων χρήσεται τοῖς τελικοῖς κεφαλαίοις ὡς προειρήκαμεν· οἷον ὅτι καὶ οἱ νόμοι βούλονται φιλανθρώπους εἶναι τοὺς δικάζοντας, καὶ ἀποψηφίσασθαι· οὕτω γὰρ μᾶλλον εὔκλειαν καρπώσονται· δίκαιον δὲ καὶ τοὺς ἀτυχοῦντας οἰκτείρειν· καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους οὐκ ἐπέθετο τοῖς ἀτυχήμασιν, ἀλλ’ ἀπεκούφισεν, εἰς ὅσον εἶχε καλῶς τὰς συμφοράς· οὐκ ἐν τῇ βουλήσει δὲ μόνον ἐξεταστέον τὴν γνώμην τοῦ φεύγοντος, ἀλλὰ καὶ ἐν τοῖς ἐπιλόγοις ὁ κατήγορος ἐξετάζει· καὶ τὴν ἑαυτοῦ συνιστὰς, μεθ’ ἧς ἐπὶ τὴν κατηγορίαν ἀπήντηκε τὴν διαβολὴν προαναιρῶν τοῦ φεύγοντος· ἐκεῖνος μὲν γὰρ δῆλον μὲν ὅτι διαβαλὼν ἐρεῖ, ὅτι δι’ ἔχθραν καὶ ἐπιβουλεύων, ὁ δὲ, ὅτι οὐ δι’ ἔχθραν, ἢ μῖσος, οὐδὲ λελυπημένος ἀλλ’ οὐδὲ ὁρῶν ἀδικουμένην τὴν πόλιν, ὡς Δημοσθένης· τίνος ἕνεκεν αὐτοῦ μηδὲν ἀδικοῦντος κατηγορεῖν ἂν προειλόμην· ὅλως δὲ οἱ ἐπίλογοι λαμβάνονται μὲν ἀφ’ ὧνπερ καὶ τὰ προοίμια.
4.421 Ὁ τεχνικὸς τὴν κοινωνίαν αὐτῶν ἐπιστησάμενος ὀξέως ἐπάγει τὰς διαφορὰς δύο ταύτας ὁριζόμενος· μίαν μὲν τῷ τρόπῳ, ἑτέραν δὲ τῇ λέξει· τὸ μὲν γὰρ πάθος παρασκευάζει, φησὶ, τὸ δὲ αὔξει· καὶ τὸ μὲν συστροφὴν ἔχει τῆς λέξεως· τὸ δὲ λελυμένην ἔχει τὴν φράσιν· καὶ τὸ μὲν προοίμιον πάθος κινεῖ, αὔξει δὲ ὁ ἐπίλογος, καὶ ὁ μὲν κατήγορος ἐμποιεῖν σπουδάζει τὸ πάθος, ὁ δὲ φεύγων καταστέλλειν, ὡς Δημοσθένης· Αἰσχίνου γὰρ διαβάλλοντος ὡς δύσνου, εὐθὺς ὁ ῥήτωρ ἐκ προοιμίων καταστέλλει τὴν διαβολὴν διὰ τῆς εὐχῆς θραύων τὸ πάθος καὶ ἐκβάλλειν ἐπειγόμενος· οὐκοῦν ὁ μὲν κατήγορος καὶ εὐθὺς ἀπὸ προοιμίων ἀρξάμενος εἰσάξει τὸ πάθος, καὶ τοῖς κεφαλαίοις ἀγωνιζόμενος κἀν τοῖς ἐπιλόγοις ἐπὶ τὰς αὐξήσεις τρεπόμενος· ὁ δὲ φεύγων, ὁρῶν κἀν τοῖς προοιμίοις εἰσαχθὲν, κἀν τοῖς ἐπιλόγοις αὐξηθὲν τὸ πάθος, οὐκ εὐθὺς ἐξαίρειν ἐπιχειρήσει· βίαιον γὰρ πρὸς τὰ ἰσχυρὰ προχείρως ἐνίστασθαι· ἀλλ’ ὅσον μειῶσαι καὶ καταστεῖλαι διὰ τῶν προοιμίων ἀρκεσθήσεται· ἔπειτα δὲ διὰ τῶν προαποδείξεων ἰσχύσας ἐπὶ τελευτῆς κἀν τοῖς ἐπιλόγοις τέλεον ἀναιρεῖν πειράσεται· οὕτω καὶ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπὶ τοῦ δευτέρου προοιμίου εἰσάγει λέγων· ἐβουλόμην μὲν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὴν βουλὴν τοὺς πεντακοσίους· ταῦτα δὲ παροξύνας καὶ τοῖς ἀγῶσι διαβαλὼν τὴν Δημοσθένους πολιτείαν, αὔξει λοιπὸν ἐν τοῖς ἐπιλόγοις τὰς Ἀθηναίων συμφορὰς καὶ τὴν ἅλωσιν ἐκφράζων, ὁρᾷς, ἔφη, ἁλισκομένην τὴν πόλιν, καὶ τὰ ἑξῆς· καὶ τὸ πάθος ἐκτραγῳδεῖ· καὶ τὰ ἄλλα τοῖς Ἕλλησι δυστυχήματα ἐκ τῆς Δημοσθένους πολιτείας συμβεβηκέναι λέγει· καὶ ὅλως κατὰ προδότου καὶ δύσνου κοινὸν τόπον ἐργαζόμενος· καὶ ὁ μὲν Αἰσχίνης οὕτως· ὁ δὲ Δημοσθένης εὐθὺς ἐν ἀρχῇ καταστέλλει ὁρῶν φλεγμαίνουσαν τῶν δικαστῶν τὴν ὀργήν· πρῶτον μὲν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις ὅσην εὔνοιαν ἔχων διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν· καὶ τὴν ἑαυτοῦ συστήσας προαίρεσιν ἐν τῷ προοιμίῳ, ἐν τοῖς ἐπιλόγοις καθάπαξ ἀναιρεῖ τὴν ὀργὴν, καὶ τοὐναντίον εἰς εὔνοιαν μεταβάλλει· καὶ τοιοῦτον ἴσχυσεν, ὥστε καὶ ἐκόμπασε περὶ τὴν ἑαυτοῦ πολιτείαν· λέγει γὰρ εἰ οἷος ἐγὼ παρ’ ὑμῖν, εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων, ἀνὴρ ἐγένετο, μᾶλλον δὲ εἰ ἕνα ἄνδρα Ἀρκαδία καὶ ἕνα Θετταλία ταὐτὰ φρονοῦντα εἶχεν ἐμοὶ, οὐδεὶς οὔτε τῶν ἔξω πυλῶν Ἑλλήνων οὔτε τῶν ἄλλων τοῖς παροῦσιν ἐχρήσατο κακοῖς· δῆλον δὲ ὡς ὁ μὲν ἐπίλογος ἀπολελυμένον ἔχει τὸν ῥυθμὸν, διὰ τὸ προκεκοπωμένους τοὺς δικαστὰς δεῖσθαι ἀνέσεώς τινος καὶ μαλακίας λόγων· τὸ δὲ προοίμιον τοὐναντίον· ὅ τε γὰρ ῥυθμὸς συνεστραμμένος καὶ ἡ σύνθεσις τῆς λέξεως σύντομος.
4.422 Τινές φασιν οὐκ ὀρθῶς ὡρίσθαι τοὺς ἐπιλόγους δευτερολογίαν· ὁ μὲν γὰρ ἐπίλογος ἔστι λόγος ἐπὶ ταῖς ἀποδείξεσι ταῖς εἰρημέναις ἐπιλεγόμενος· ἐν δὲ ταῖς δευτερολογίαις εὑρίσκεται καὶ ἄλλα κεφάλαια καὶ ἐπιχειρήματα· γίνεται δὲ ἐν παντί· ἐπειδὴ πάντων ἐστὶ τῶν λόγων ἡ κοινὴ ποιότης, οὐ μόνον τῶν στοχαστικῶν, εἰκότως ἐν τῷ στοχασμῷ πᾶσαν αὐτοῦ ποιεῖται τὴν διδασκαλίαν, ἵνα κἀν ταῖς λοιπαῖς μὴ ἀγνοῶμεν· προὐτίθετο γὰρ ἡμῖν ἄνω, τὰ τοῦ στοχασμοῦ κεφάλαια καὶ εἰς τὰς ἄλλας στάσεις συντελεῖν· ἐπίλογος δέ ἐστι λόγος ἐπὶ προειρημέναις ἀποδείξεσιν ἐπιλεγόμενος, ἀθροισμὸν πραγμάτων καὶ ἠθῶν καὶ παθῶν περιέχων, ἢ ἐπάνοδος εἰρημένων, ἢ λόγος ἐπιῤῥωννύων τὰ εἰρημένα· κατὰ δὲ Μινουκιανὸν, λόγος δείνωσιν ἢ μείωσιν ἔχων τῶν πεπραγμένων, ἢ λόγος γνῶσιν ἔχων τῶν πεπραγμένων, ἐν ᾧ καὶ ἡ καλουμένη διατύπωσις ἢ διασκευὴ πάθος κινοῦσα καὶ πρὸς ἐναργῆ τῶν πεπραγμένων ἐξέτασιν τὸν δικαστὴν ἄγουσα· ἔχουσι δὲ οἱ ἐπίλογοι καὶ παρακλήσεις καὶ ἀνακεφαλαιώσεις καὶ ἐπιδιηγήσεις· ἔργον δὲ ἐπιλόγου κατὰ πλείονα ἐν Φαίδρῳ· ἐν κεφαλαίῳ λέγοντα ὑπομνῆσαι ἐπὶ τελευτῇ τοὺς ἀκούοντας· δεύτερον τὸ ἐπαινεῖν ἢ ψέγειν· τρίτον, ἀναμιμνήσκειν τὰ εἰρημένα· εἰσφέρονται δὲ ὑπὸ μὲν τῶν κατηγόρων τοπικῶς, μετὰ τὰς ἀποδείξεις κατατρεχόντων· ὑπὸ δὲ τῶν φευγόντων, ἀνακεφαλαιουμένων μὲν ὁμοίως, οὐχ ὁμοίως δὲ χρωμένων, ἀλλ’ ἐλεεινολογουμένων καὶ πάθη κινούντων· ὀρθῶς δὲ μαθὼν ὁ Πλάτων τὴν τῶν ἐλέων καὶ παθῶν διοίκησιν, δι’ ἑνὸς ὀνόματος ἐδήλωσεν ἐν τῇ ἀπολογίᾳ, τὰ ἐλεεινὰ εἰπὼν ταῦτα δράματα· ἔδοξε μὲν γὰρ ἐκ τοῦ προφανοῦς χρήσασθαι αὐτοῖς, παραιτεῖσθαι δὲ, διὰ τὸ μὴ πρέπειν ἀνδρὶ φιλοσόφῳ ἐπὶ τοσοῦτον ἀρετῆς ἥκοντι, δι’ ἐλέου καὶ οἴκτου πορίζεσθαι τὴν σωτηρίαν, σχεδὸν δὲ τῷ λόγῳ παρήγαγε θαυμαστῇ καὶ σφόδρα ῥητορικῇ μεθόδῳ χρησάμενος, δι’ ἧς καὶ τὸ ἀξίωμα ἐξῆρε τὸ ἑαυτοῦ· καὶ τὴν ἐκ τοῦ πράγματος περιγινομένην ὠφέλειαν οὐ παρῃτήσατο ἑκατέρῳ τὸ ἴδιον ἀπονείμας· φιλοσοφίᾳ μὲν τὸ σεμνὸν, ῥητορικῇ δὲ τὸ τῆς ἐπιστήμης οἰκεῖον.
4.423 ὡς ἀγανακτήσαντα γάρ τινα τῶν δικαζόντων ὑποθέμενος διὰ τί ὑπερηφανίᾳ κατ’ αὐτῶν χρώμενος τὴν ἐκ τοῦ ἐλέου παρῃτήσατο κρίσιν εἰπών. τάχα ἄν τις ὑμῶν ἀγανακτήσειεν, εἰ μὴ μετὰ παίδων καὶ γυναικὸς καὶ πολλῶν δακρύων ἱκετεύω, ἐγὼ δὲ οὐδὲν τούτων ποιῶ· ἀλλ’ εἰσί μοί φησι καὶ υἱεῖς, ἀλλ’ οὐ συμφέρει πρὸς δόξαν οὔτε ἐμοὶ οὔτε τῇ πόλει τοιαῦτα παθεῖν· οὐ γὰρ δεῖ τὸν ἐν ἀξιώματι ἐλεεινολογεῖσθαι· ὡς οὖν ταῦτα εἰπὼν κατὰ ἀπόκρισιν ὥσπερ ἐξ ἀνάγκης ὑπέβαλε τὰ εἰς ἔλεον κινοῦντα τοὺς δικάζοντας εἰπών· τάχα ἄν τις ὑμῶν ἀγανακτήσειεν ἀναμνησθεὶς ἑαυτοῦ· εἰ ὁ μὲν καὶ ἐλάττω τούτου τοῦ ἀγῶνος ἐδεήθη τε καὶ ἱκέτευε τοὺς δικαστὰς μετὰ πολλῶν δακρύων· παιδία τε αὐτοῦ ἀναβιβασάμενος ἵνα ὅτι μάλιστα ἐλεηθείη καὶ ἄλλους φίλους καὶ οἰκείους· ἐγὼ δὲ οὐδὲν ἆρα τούτων ποιήσω, καὶ ταῦτα κινδυνεύων ὡς ἂν δείξαι μοι τὸν ἔσχατον κίνδυνον καὶ τὰ ἑξῆς· εἶτα ἐπήγαγε τὸ ἀπὸ τοῦ ἀξιώματος τῇ μεθόδῳ· τί δὴ οὖν οὐδὲν τούτων ποιήσω οὐκ αὐθαδιαζόμενος, ὅθεν οὐδαμῶς ἀτιμάζων καὶ τὰ λοιπά· καὶ τοῦ μὲν φεύγοντος τὸ ἐλεεινολογεῖσθαι ἴδιον· τὸν δὲ κατήγορον δεῖ ταῦτα ἐκβάλλειν· πολλάκις γὰρ ὁ ἔλεος τῆς κατηγορίας τὸ σφοδρὸν ἐκλύει· καὶ ὅτι τοῦτο μεγίστην ἔχει δύναμιν, ἐντεῦθεν γνοίημεν· ὁ γὰρ Καλλίξενος οὐκ ἄλλῳ τινὶ ἔπεισεν Ἀθηναίους καταψηφίσασθαι τῶν στρατηγῶν θάνατον, ἢ τῷ τοὺς οἰκείους τῶν τετελευτηκότων μελανειμονοῦντας εἰσάγειν καὶ δακρύοντας καὶ ἱκετηρίας ἔχοντας· οὕτω γὰρ ἰσχυρόν ἐστι τοῦτο τὸ κεφάλαιον, ὥστε καὶ τῆς αἰτίας προδήλου οὔσης δι’ ἣν οὐκ ἀνείλοντο τὰ σώματα, ὅμως οὐκ ἐφείσαντο καταψηφίσασθαι τῶν στρατηγῶν οὕτω λαμπρὰν καὶ μεγίστην ναυμαχίαν νενινηκότων· δεῖ οὖν καὶ τῆς ἐκβολῆς ἰσχυρᾶς τῷ κατηγόρῳ· τί οὖν ποιήσεις, ἀντιτάξεις ταῖς ἐλεεινολογίαις τὰ τελικὰ κεφάλαια.
4.424 ἔστι δὲ κοινὴ τῶν δύο προσώπων ἡ κοινὴ ποιότης· εἰδέναι μέντοι δεῖ, ὡς συμβαίνει πολλάκις ἐπιλεῖψαι τὸν ἐπίλογον· ἐνίοτε δὲ καὶ τὸ προοίμιον καὶ τὴν διήγησιν· ὡς ἐν ταῖς ἀποδείξεσι μόνον εἶναι τὸ ζήτημα· προνοητέον δὲ ἐν τοῖς ἐπιλόγοις, ὅπως ἐὰν μὲν κατηγορῶμεν δυσμενῆ τῷ φεύγοντι τὸν ἀκροατὴν, ἐὰν δὲ ἀπολογώμεθα εὔνουν ἑαυτοῖς τὸν δικαστὴν καταστήσωμεν· φησὶ δὲ Ἀριστοτέλης τέσσαρα εἶναι μέρη τοῦ ἐπιλόγου· πρῶτον μὲν τὸ εἰς πάθος ἄγειν τὸν ἀκροατήν· ἔπειτα τὸ ποιῆσαι τοῖς μὲν ἐναντίοις ἀλλοτρίως ἔχειν, αὐτοῖς δὲ οἰκείως· καὶ τὸ αὔξειν καὶ ταπεινοῦν· καὶ τελευταῖον τὸ ἀναμιμνήσκειν· πολλάκις δὲ οὐ πᾶσι χρηστέον ἀλλ’ ἐνίοις.
4.425 Διάφοροι δὲ αἱ τῶν ἀνακεφαλαιώσεων μέθοδοι παρὰ τοῖς ἀρχαίοις· καὶ γὰρ ἢ ἀπὸ τοῦ πλάσματος κέχρηνται, ὡς Ὑπερίδης· βουλόμενος γὰρ τὰ λεχθέντα ἀνακεφαλαιώσασθαι ἐν πλάσματι εἰσήγαγεν· ἢ ἀπὸ τῆς αἰτίας ὡς παρὰ τῷ Πλάτωνι ἐν Φαίδρῳ ἐπὶ ταῖς προκειμέναις αἰτίαις, δι’ ἃς εὐλόγως τῶν εἰρημένων ὑπομιμνήσκει· ἢ ἀπὸ τῆς ἐπαγγελίας, ὡς πρότερον ἐπαγγειλάμενοι ἐν κεφαλαίῳ τὰ ἐπαγγελθέντα πληροῦν ἐθέλομεν, ὡς ἔχομεν ἐν τῷ παραπρεσβείας· συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένα ἐξ ἀρχῆς, ἵν’ ὅσα ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου, δείξω πεποιηκὼς, ἢ ἀπὸ τῆς πρὸς ἕτερον ἀντεξετάσεως ὡς ἐν τῷ αὐτῷ λόγῳ Δημοσθένης· πρὸς ἑτέρους γὰρ ἀντεξετάζων πρεσβευτὰς, ἀναγκαίαν τῆς ἀνακεφαλαιώσεως τὴν εἰσαγωγὴν ἐποιήσατο, ὡς ἤδη εἰρήκαμεν· ἢ κατ’ ἐρώτησιν ἣν καὶ δαιμονίαν ὁ ῥήτωρ παρέσχετο ἐν τῷ ὑπὲρ τοῦ στεφάνου· βουληθεὶς γὰρ πάντα ἐν κεφαλαίῳ διεξελθεῖν τὰ ἑαυτοῦ ἐγκώμια, ἐπειδὴ ἐπαχθὲς τοῦτο τοῖς ἀκούουσι, τὴν τῆς ἐρωτήσεως ἐξεῦρε μέθοδον, καθ’ ἣν πομπικῶς ἅμα καὶ μετ’ ἐργασίας ἄνευ τοῦ ἐπαχθὲς ἔμελλε τὴν ἑαυτῷ προσοῦσαν ἀρετὴν διεξιέναι καὶ κατὰ ἀνάγκην λέγων φαίνεσθαι· ὡς ἐρωτῶντα γὰρ πεποίηκε τὸν Αἰσχίνην εἰσάγων οὕτως· εἶτα μ’ ἐρωτᾷς, ἀντὶ ποίας ἀρετῆς ἀξιῶ τιμᾶσθαι· ἐγὼ δέ σοι λέγω, ὅτι τῶν πολιτευομένων παρὰ τοῖς Ἕλλησι διαφθαρέντων ἀρξαμένων ἀπὸ σοῦ πρώτου, πρότερον μὲν ὑπὸ Φιλίππου, νῦν δ’ ὑπὸ Ἀλεξάνδρου, ἐμὲ οὔτε καιρὸς, οὔτ’ ἀλλ’ ὁτιοῦν ἔπεισεν· ἔστι καὶ ἀπὸ συγχωρήσεως ἐπὶ τῷ κατὰ διορισμὸν σχήματι· ὅτ’ ἂν τοῦ ἀντιδίκου εἰς ἕτερον μεθιστάντος, περὶ μὲν τούτου μὴ ἀκριβολογώμεθα, αὐτοὶ δὲ ὁριζώμεθα ἐφ’ οἷς τὴν κατηγορίαν ποιούμεθα· ὡς ἐν τῷ κατ’ Αἰσχίνου Δημοσθένης· Αἰσχίνου γὰρ ἄγοντος ἐπὶ Χάρητα τὴν αἰτίαν τῶν ἐγκλημάτων ὡς στρατηγὸν, περὶ μὲν τούτου οὐδὲν ἔφη διϊσχυρίζεσθαι, εἰ καὶ ὅτι μάλιστα λεληθότως ἀπολογεῖται ὑπὲρ Χάρητος, ὡς πάντα ὑπὲρ τῆς πόλεως πράξαντος· ὡρίσατο δὲ ἐφ’ οἷς Αἰσχίνου κατηγορεῖ εἰπών· ἐγὼ γὰρ οὐδὲν Αἰσχίνην αἰτιῶμαι τούτων τῶν ἐν τῷ πολέμῳ πραχθέντων, τούτων γάρ εἰσιν οἱ στρατηγοὶ ὑπεύθυνοι· οὐδ’ ὑπὲρ τοῦ ποιήσασθαι τὴν πόλιν εἰρήνην, ἀλλ’ ἄχρι τούτου πάντα ἀφίημι· εἶτα διορισμός· τί οὖν λέγω καὶ πόθεν ἄρχομαι κατηγορεῖν καὶ τὰ ἑξῆς· εἰσὶ δὲ καὶ ἄλλαι μέθοδοι ἀνακεφαλαιώσεων ἃς παραφυλάττειν χρὴ ὁρῶντας τὴν μεταχείρησιν, καθ’ ἣν ἑκάστη εἰσῆκται· καὶ τὰς μὲν ἐπικαίρους τῶν μεταχειρήσεων δηλοῦντας, τὰς δὲ ἁπλῶς εἰσηγμένας παραιτεῖσθαι· χρηστέον δὲ τῇ ἀνακεφαλαιώσει ὅτ’ ἂν πολλὰ τὰ εἰρημένα ᾖ, ὥστε μεμνῆσθαι τοὺς ἀκούοντας· ὅτ’ ἂν δὲ ὀλίγα ᾖ, παραλείπομεν· εὑρήσομεν δὲ διαφόρως τοὺς παλαιοὺς τὴν ἀνακεφαλαίωσιν ποιησαμένους· πολλοὶ μὲν οὖν ἐπὶ τέλους ἐχρήσαντο αὐτῇ, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους καὶ ἐν τῷ κατὰ Τιμοκράτους ὁ Δημοσθένης· πολλοὶ δὲ καὶ ἐν τῷ μέσῳ, ὡς ἐν τῷ παραπρεσβείας· ἐχρήσαντο δὲ αὐτῇ καὶ μεταξὺ τῶν προηγουμένων καὶ ἀναγκαίων πίστεων· ἔστι δὲ καὶ ἄλλος ἀνακεφαλαιώσεως τρόπος, ἐπὶ ἑνὶ κεφαλαίῳ γενόμενος· ταύτῃ δὲ διαφέρουσι αἱ ἀνακεφαλαιώσεις ἀλλήλων· ὅτι ἡ μὲν ἐπὶ τέλους τοῦ λόγου ἔκθεσιν ἔχει κεφαλαιώδη· ἡ δὲ μεταξὺ ἀνάμνησιν τῶν ἀναγκαίων πίστεων· ἡ δὲ ἐπὶ ἑνὶ κεφαλαίῳ γινομένη οὐκέτι κεφαλαίων ἀνάμνησιν ἔχει, ἀλλὰ λημμάτων, δι’ ὧν ἀπεδείχθη τὸ προκείμενον κεφάλαιον· δεῖ δὲ ἀνακεφαλαιοῦσθαι τὰ ἰσχυρότερα, παραλιμπάνειν δὲ τὰ σαθρότερα, ὡς ἔφαμεν· καὶ τῶν ἐναντίων τἀναγκαιότερα ὁμοίως παραλείπειν· εὗρε δὲ καὶ ἄλλην Δημοσθένης καινοτέραν ἀνακεφαλαίωσιν, τοῖς πρέσβεσιν ἀντιτάξας τοὺς πρέσβεας, καὶ γράμματα γράμμασιν· ἐπειδὴ παρὰ τὰ γράμματά φησιν ἐπρέσβευσαν· οὗτοι δὲ οὐ παρὰ τὰ γράμματα· τότε δὲ δεῖ χρήσασθαι τῇ ἐργασίᾳ τοῦ κοινοῦ τόπου, ὅτ’ ἂν ἡ τοῦ τιμήματος ἐξουσία περὶ τοῦ τί χρὴ παθεῖν ἀποτίσαι τοῖς δικάζουσι καταλίπηται· πολλάκις δὲ τὸ παθητικὸν παρήσομεν, ὅτ’ ἂν μὴ ἔχῃ τὸ πρᾶγμα πάθος.
4.427 Κοινὰ δὲ ἀμφοῖν τὰ τελικὰ λεγόμενα κεφάλαια· τελικὰ δὲ εἴρηται, ὅτι ἐπὶ τέλει τῶν λόγων τίθεται ὡς καὶ ἐν τῷ κοινῷ τόπῳ, ἢ ὅτι ἓν ἕκαστον αὐτῶν ἐν ἑαυτῷ τέλειον ἔχει, καὶ οὐχ ὥσπερ τὰ ἄλλα ἕτερον ἐξ ἑτέρου κατασκευάζεται, ὥσπερ ἡ τῶν ἐλέγχων ἀπαίτησις ἐκ τῶν σημείων· ἢ ὅτι τὰ ἄλλα πάντα κεφάλαια καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ πράγματα εἰς ταῦτα συντείνει, ἢ γὰρ ὡς νόμιμόν τι, ἢ ὡς συμφέρον, ἢ ὡς δίκαιον, ἢ ὡς ἔνδοξον, ἢ ὥς τι τούτων προβαλλόμεθα· χρήσεται δὲ τούτοις ὁ μὲν φεύγων, λέγων ὅτι συμφέρει ὑμῖν τὸ μὴ τοῖς συκοφάνταις προσέχειν καὶ πείθεσθαι· οὗτοι γάρ εἰσιν οἱ τὰ κοινὰ διαφθείροντες καὶ ὅτι εὔορκα παρέξεται, εἰ μὴ ἀδίκως ἐμοῦ καταψηφιεῖσθε· ὁ δὲ κατήγορος ἐκ τοῦ ἐναντίου, ὅταν ὁ φεύγων εἰσάγει παῖδας καὶ ἔλεον, πειράσεται ταῦτα ἄκυρα ποιεῖν τοῖς τελικοῖς κεφαλαίοις, ἀφ’ ὧνπερ καὶ τὰ προοίμια· δόξει ἀκαίρως ὁ τεχνικὸς ἐνταῦθα προοιμίων μεμνῆσθαι· ἀλλά φαμεν, ὅτι περὶ ἐπιλόγων διαλεγόμενος, ἐπειδὴ πολλὴν εἶδε συγγένειαν ἐπιλόγων καὶ προοιμίων, ἀπὸ γὰρ τῶν αὐτῶν ἀμφότερα κατασκευάζεται, καὶ πρὸς τὸ αὐτὸ ἑκάτερα ἐπιγίνεται, ἀναγκαίως διὰ τοῦτο μέμνηται διαφορᾶς, χωρίσαι τῆς κοινωνίας βουλόμενος, ἀμφότερα γὰρ ἢ ἔλεον, ἢ φθόνον, ἢ πάθος κινεῖ· ἀμέλει Δημοσθένης ὀργὴν ἐν ἀρχῇ τοῦ προοιμίου κινεῖ ἐν τῷ κατὰ Μειδίου κατηγορῶν ἀσέλγειαν Μειδίου· τοῦτο δὲ κἀν τοῖς ἐπιλόγοις ποιεῖ καταδρομὰς τοπικὰς ἐργαζόμενος· διάφορον δὲ αὐτῶν τὸ σχῆμα καὶ ἡ ἑρμηνεία τοῦ λόγου· τὰ μὲν γὰρ τοῦ προοιμίου σχήματα μέτρια εἶναι δεῖ καὶ ἤπια καὶ ὡς ἄν τις εἴποι τιθασσά· ἐπειδὴ γὰρ ἐν ἀρχῇ νήφουσι μᾶλλον οἱ ἀκροαταὶ, καὶ οὔπω ἀνακεκίνηται αὐτῶν τὸ πάθος, ὁμοιοπαθεῖν δεῖ τοῖς ἀκούουσι καὶ ἠρέμα προβιβάζειν τό τε ἑαυτῶν καὶ τὸ τῶν ἀκροατῶν πάθος· ἔστι δὲ τοῦτο ἐὰν τοῖς τε σχήμασι μετρίοις καὶ ταῖς λέξεσι καὶ ταῖς συνθέσεσιν, ἔτι δὲ καὶ ταῖς ὑποκρίσεσιν μετρίαις χρώμεθα· ὁ δὲ ἐπίλογος τοὐναντίον κεκινῆσθαι τοῖς σχήμασιν ὀφείλει καὶ πολλὰς μὲν ἐκβοήσεις ἔχειν, πολλοὺς δὲ σχετλιασμούς· καὶ τὰ μὲν προοίμια συστροφὴν ἔχει τῆς λέξεως, ὁ δὲ ἐπίλογος λελυμένην τὴν φράσιν· οὐ μὴν ἀλλὰ καὶ ὑλική τις ἔστι διαφορά· πολλὰ γὰρ τῶν ἐν τῷ προοιμίῳ λεχθέντων οὐκ ἀνάγκη λέγειν ἐν τοῖς ἐπιλόγοις· οἷον ὑποπτεύεταί τις διὰ περιεργίαν ἢ διὰ πολυπραγμοσύνην εἰσερχόμενος τοὺς ἀγῶνας, λυθείσης τῆς ὑποψίας ἐν τῷ προοιμίῳ οὐκ ἔτι ἀνάγκη ἐν τοῖς ἐπιλόγοις περὶ τούτου λέγειν, καὶ ἄλλαι τινές εἰσι προοιμιακαὶ ὕλαι, αἵτινες ὅτ’ ἂν διαπεραιωθῶσιν ἐν τοῖς προοιμίοις, περιττὸν ποιοῦσιν ἐν τοῖς ἐπιλόγοις τὸν περὶ ἑαυτῶν λόγον· εἰσὶ δὲ καὶ ἐν τοῖς ἐπιλόγοις ὕλαι τινὲς, αἷς ἐν τοῖς προοιμίοις οὐ χρώμεθα· οἷον περὶ τῶν κεφαλαίων οὐκ ἔχει καλῶς τὸ τὰς ὑπολήψεις ἐν τοῖς προοιμίοις λαμβάνειν· ἑλκοποιήσομεν γὰρ τὸ προοίμιον· ἐν δὲ τοῖς ἐπιλόγοις ἀνάγκη λαβεῖν τι αὐτῶν εἰς ἐπίῤῥωσιν· διαφέρει οὖν, ὅτι τὸ μὲν πάθος παρασκευάζει, ὁ δὲ ἐπίλογος αὔξει, ὁ δὲ φεύγων πειράσεται ἐν μὲν τοῖς προοιμίοις μειῶσαι τὸ πάθος, καὶ τὴν διαβολὴν, ἄτοπον γὰρ πάντη ἀναιρεῖν ἐξ ἀρχῆς πρὸ τῶν ἀποδείξεων· ἐν δὲ τοῖς ἐπιλόγοις μετὰ τὴν ἀπόδειξιν ἀναιρεῖν καὶ διαῤῥήδην ἐκβάλλειν ἐπιχειρήσει.
4.429 Ὡς ἐν τῷ περὶ προοιμίο υ· σύγγραμμά ἐστιν Ἑρμογένους περὶ προοιμίου, ὃ εὕρηται μὲν ἐν ταῖς ἀναγραφαῖς· οὐ φέρεται δέ. Ἡ μὲν δὴ τοῦ τελείου τε καὶ ἁπλοῦ στοχασμοῦ διαίρεσις αὕτη ἐστίν· εἰσὶ δέ τινες καὶ ἀτελεῖς αὐτῶν στοχασμοὶ καὶ αὖ διπλοῖ, τέλειοί τε καὶ ἀτελεῖς, ἐν οἷς διπλῇ καὶ τῇ διαιρέσει χρώμεθα περὶ ὧν λεκτέον. Συριανο ῦ. Χρὴ εἰδέναι ὡς οἱ λεγόμενοι κακοῦ βίου στοχασμοὶ καὶ ἀχαριστίας καὶ κατασοφισμοῦ καὶ δημοκοπίας καὶ δήμου ἀπάτης καὶ τὰ τοιαῦτα πάντα οὐ ποιοῦσιν ἕτερα εἴδη στοχασμῶν· οὐ γὰρ αἱ διάφοροι κρίσεις αἱ τοῖς προβλήμασι προκείμεναι τὰ εἴδη ποιοῦσιν· ἦ γὰρ ἂν ἄπειρα εὑρεθείη· ἀλλ’ ὁ τῶν κεφαλαίων πλεονασμὸς, καὶ ἡ ἔλλειψις καὶ ἡ ἐναλλαγὴ τὴν διαφορὰν τῶν εἰδῶν ἐν ταῖς στάσεσιν ἀπεργάζεται· αὐτίκα ἐπ’ ἐκείνων τῶν προβλημάτων μιᾶς οὔσης τῆς κρίσεως, διάφορα εὑρίσκεται τὰ εἴδη· οἷον μειράκιον ὡραῖον ἐν θεάτρῳ συρίττεται, καὶ κρίνεται κακοῦ βίου. μητρυιᾶς ἠράσθη ὁ πρόγονος καὶ παραχωρήσαντος αὐτῷ τοῦ πατρὸς κρίνονται οἱ τρεῖς κακοῦ βίου· εἰ τοίνυν αἱ κρίσεις διάφορα εἴδη ἐποίουν στοχασμοῦ φέρε ἤ τινος ἄλλης στάσεως, ἔδει καὶ τὰς αὐτὰς κρίσεις μὴ διαφόρων στάσεων ἔχειν προβλήματα· ἐνταῦθα γοῦν εἰ πᾶσι κακοῦ βίου πρόκειται, πάντα ἐχρῆν εἶναι στοχαστικά· νῦν δὲ τὸ μὲν στοχαστικόν ἐστι, τὸ δὲ ἀντιληπτικὸν, τὸ δὲ συγγνωμονικόν.
4.430 δυσχέρεια δὲ γίνεται πρὸς τὴν ἐπίγνωσιν τῶν ζητημάτων, ποίας εἰσὶ στάσεως, δι’ αἰτίας δύο· πρώτην μὲν τὸ τὴν αὐτὴν προσθήκην εἶναι τῆς κρίσεως ἐν διαφόροις προβλήμασιν, ὡς καὶ ἀνωτέρω ἔφαμεν, ὑπὸ πλείονας ἀναγομένοις στάσεις· ἔπειτα τὸ ἄδηλον εἶναι πότερον ὡς κρινόμενόν τι παραλαμβάνομεν ἐν τοῖς ζητήμασιν ἢ ὡς τεκμήριον, οἷον Παυσανίας Μηδικὴν στολὴν ἀμφιεννύμενος κρίνεται μηδισμοῦ· κἀκεῖνο νόμος τὸν τυραννοκτόνον δωρεὰν λαμβάνειν· μάγος ὑπέσχετο εἴσω τῶν πέντε ἡμερῶν ἀποκτενεῖν τὸν τύραννον, ἠνέχθη σκηπτὸς εἴσω πέντε ἡμερῶν κατὰ τοῦ τυράννου, καὶ ὁ μάγος ἀπαιτεῖ τὴν δωρεάν· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα, εἰ μὲν ὡς τεκμήρια λαμβάνοιτο τοῦ κρινομένου, στοχαστικὴν ποιήσει τὴν στάσιν, τεκμήριον ἡμῶν ποιουμένων τοῦ μηδίζειν τὸ φορεῖν Μηδικὴν ἐσθῆτα, καὶ τοῦ τὸν μάγον ἀνῃρηκέναι τὸν τύραννον τὸ εἴσω τῶν παρ’ αὐτοῦ ὑποσχεθεισῶν πέντε ἡμερῶν ὑπὸ σκηπτοῦ ἀνῃρῆσθαι· εἰ δὲ ὡς κρινόμενα ταῦτα λαμβάνοιτο, ὁρικὴν ἀπεργάζεται τὴν στάσιν. Μαρκελλίνο υ. Πληρώσας τὸν περὶ τοῦ ἁπλοῦ τελείου στοχασμοῦ λόγον, ἐπὶ τὰ εἴδη λοιπὸν τοῦ στοχασμοῦ πορεύεται· διατί δὲ περὶ διαιρέσεως εἰπεῖν προθέμενος τῶν κεφαλαίων νῦν καὶ περὶ τῶν εἰδῶν τοῦ στοχασμοῦ διαλέγεται; ἐπειδὴ πρὸς τὰ εἴδη καὶ ἡ διαίρεσις διάφορος γίνεται, διὰ τοῦτο ἠναγκάσθη καὶ περὶ τῶν εἰδῶν τεχνολογῆσαι· ἐν οἷς διπλῇ καὶ τῇ διαιρέσει ἐν συντόμῳ τὴν τοῦ ἁπλοῦ στοχασμοῦ πρὸς τοὺς διπλοῦς διαφορὰν ἡμῖν ἐδήλωσεν· ὅτι ἐν τούτοις διπλῆ καὶ ἡ διαίρεσις, δυοῖν ὄντοιν, ἐξ ὧν τὸ πολιτικὸν ζήτημα πληροῦται, προσώπου λέγω καὶ πράγματος· ἐὰν μὲν ἀμφότερα εὑρεθῇ ἐξέτασιν ἐπιδεχόμενα, τέλειος οὗτος στοχασμὸς, καὶ πάντα ἕξει τὰ κεφάλαια, ὅτ’ ἂν δέ τι τῶν δύο ἐπιλίπῃ, καὶ τὰ κεφάλαια τοῦ μέρους ἐκείνου ἐκλείψει.
4.431 Ἀτελὴς ἐκ μόνων πραγμάτων συνεστώς ἐστιν, ὅτ’ ἂν τὸ πρόσωπον μὴ ᾖ κρινόμενον, ἑνὸς ὄντος τοῦ πράγματος, οἷον θάπτων τις νεοσφαγὲς σῶμα ἐπ’ ἐρημίας πεφώραται, καὶ φόνου φεύγει· οὗτος βούλησιν μὲν καὶ δύναμιν οὐκ ἔχει, τοῖς δὲ ἄλλοις διαιρεῖται πᾶσιν ὁμοίως τοῖς τελείοις. Συριανο ῦ. Ἀπορήσει τις, πῶς οἷόν τε κρίσιν ἐν δικαστηρίῳ γενέσθαι, προσώπου ἢ πράγματος ἐκλείποντος· φαμὲν οὖν ὅτι τὸ μὲν πρόσωπον πάντη ἐκλείπειν ἀδύνατον· τοῦ γὰρ δράσαντος μὴ εἰπόντος, κατὰ τίνος ἐξοίσει τὴν ψῆφον ὁ δικαστὴς, ἀλλ’ ἐπειδὴ τὰ ἐκ τῶν προσώπων κρινόμενα κεφάλαια ἐκλείπει, ὅτ’ ἂν ἀόριστον πρόσωπον πάντη ἐν στοχασμῷ παραλάβωμεν, διὰ τοῦτο ἀτελεῖς ἐκ προσώπων τοὺς τοιούτους καλοῦμεν στοχασμούς· πάλιν τὸ πρᾶγμα διχῶς οἱ τεχνογράφοι καλοῦσιν τὸ τεκμήριον καὶ τὸ κρινόμενον· τὸ τεκμήριον οὖν ἐκλείπει πολλάκις, τὸ δὲ ἐπιφερόμενον ἔγκλημα οὐδέποτε· διὰ τοίνυν τὴν τοῦ τεκμηρίου ἔκλειψιν ἀτελεῖς ἐκ πραγμάτων καλοῦνται οἱ στοχασμοί. Ἀτελὴς ἐκ μόνων πραγμάτω ν· τοῦτο διὰ τοὺς διπλοῦς εἶπεν· διπλοῖ γάρ εἰσι καὶ οἱ ἓν μὲν ἔχοντες πρόσωπον, δύο δὲ πράγματα, ὥσπερ ὁ συγκατασκευαζόμενος.
4.432 Μαρκελλίνο υ. Τῶν στοχασμῶν οἱ μὲν ἁπλοῖ, οἱ δὲ διπλοῖ· καὶ τῶν ἁπλῶν οἱ μὲν τέλειοι, οἱ δὲ ἀτελεῖς· καὶ περὶ μὲν ἁπλῶν καὶ τελείων εἴρηκε· περὶ δὲ ἀτελῶν καὶ ἁπλῶν ἐμνημόνευσεν· ὅτι οἱ μὲν ἔχοντες τὸ πρᾶγμα μόνον κρίνονται· οἱ δὲ τὸ πρόσωπον μόνον οὐ κρίνονται κατὰ Ἑρμογένην, καὶ τοῦ Μινουκιανοῦ λέγοντος ὅτι καὶ ἀπὸ προσώπου μόνου κρίνονται, αὐτὸς ἠναντιώθη φιλονεικῶν· βούλεται τοίνυν μετὰ ταῦτα περὶ διπλῶν διαλαβεῖν· διαιρεῖται δὲ ὁ μὲν τέλειος ἁπλοῦς τοῖς προειρημένοις· ὁ δὲ ἀτελὴς ἐκ μόνων προσώπων κατὰ Μινουκιανόν· κατὰ γὰρ τὸν Ἑρμογένην ὅπερ εἴπομεν οὐ συνίσταται· τοῖς τοῦ προσώπου μόνοις διαιρεῖται κεφαλαίοις· παραγραφικῷ, ὅτε ἐμπίπτει, ἐλέγχων ἀπαιτήσει, βουλήσει, δυνάμει, καὶ οὐκ ἔτι τοῖς ἑξῆς· ὁ δὲ ἀτελὴς ἐκ μόνων πραγμάτων οὐκ ἔχων τὰ πρόσωπα κρινόμενα τοῖς μὲν τοῦ προσώπου κεφαλαίοις οὐκ ἔτι διαιρεῖται, τοῖς δὲ τοῦ πράγματος διαιρεῖται, ἔστι δὲ τὰ τοῦ πράγματος ἀπ’ ἀρχῆς τέλους, μετάθεσις αἰτίας, πιθανὴ ἀπολογία, ἀντίληψις, οὐκ ἀεὶ δὲ ἐμπίπτει, κοινὴ ποιότης· ἀτελὴς μὲν οὖν καλεῖται ἐκ μόνων πραγμάτων συνιστάμενος, ὅτ’ ἂν ἔχῃ πρᾶγμα μὲν κρινόμενον, πρόσωπον δὲ οὔ· ἀτελὴς δὲ ἐκ μόνων προσώπων συνιστάμενος, ὅτ’ ἂν ἔχῃ τὸ πρόσωπον μόνον κρινόμενον, τὸ πρᾶγμα δὲ οὔ· τοῦ προτέρου παράδειγμα ὁ θάπτων τὸ νεοσφαγὲς σῶμα· τοῦ δὲ δευτέρου ὁ ἄσωτος κατὰ Μινουκιανόν· κατὰ δὲ Ἑρμογένην οὐ γίνεται ἐκ προσώπου μόνου στοχασμός· ἐφιλονείκησε γὰρ περὶ τοῦ ἀσώτου λέγων· ὅτι κἂν τοῦτο πρᾶγμά ἐστι κρινόμενον, ἡ ἀφάνεια. Ἀτελὴς δὲ ἐκ μόνων προσώπων ἁπλοῦς οὐ γίνεται κατά γε ἐμὲ στοχασμός· καὶ τοῖς γε ἐπεσκεμμένοις τὰ εἰρημένα ὀλίγῳ πρότερον περὶ τῶν κρινομένων πραγμάτων σαφέστατον εἶναι τοῦτο νομίζω· τεθείκασι δ’ οὖν τινες ὡς ἀτελοῦς ἁπλοῦ παράδειγμα λέγοντες, μόνον τὸ πρόσωπον κρίνεσθαι ἐνταῦθα· οἷον ἀσώτου πατὴρ ἀφανὴς γέγονε καὶ φεύγει φόνου· πρῶτον μὲν οὖν ἐρήσομαι αὐτούς· ἢ οὐκ ἔστιν ἐνταῦθα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ μέν ἐστι τὸ ἐκποδὼν εἶναι τὸν πατέρα· τοῦτο δὲ οὐ τοῦ προσώπου ἀλλὰ τοῦ πράγματός ἐστιν, ἀλλὰ μετάθεσιν αὐτὸν τῆς αἰτίας οὐκ ἀπαιτήσομεν; ἀλλὰ καὶ τοῦτο· εἰ δὲ μὴ, τίς ἐστιν ἡ ἀπολογία; πῶς οὖν ἀγωνιεῖται, εἴγε μὴ ἔνι πρᾶγμα, τί δὲ τῇ πιθανῇ ἀπολογίᾳ οὐ χρήσεται; οἶμαι καὶ τοῦτο· πῶς οὖν ἀτελὴς ὁ τοιοῦτος; ἀλλ’ ἧττον ἰσχύει τὰ πράγματα ἐνταῦθα, ἢ ἐν τῷ θάπτοντι τὸ νεοσφαγὲς σῶμα καὶ γὰρ ἐν πᾶσι στοχασμοῖς ἧττον ἰσχύει τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὅτ’ ἂν ἀφ’ ὧν ἄλλοι πεποιήκασι κρίνηταί τις· ἄλλως τε καὶ ὅτ’ ἂν μὴ εἰς αὐτὸν ἄντικρυς ἀναφέρηται ὡς ἐπὶ τοῦ Ἀρχιδάμου τοῦ κρινομένου δώρων· ἐπειδὴ ἔγραψεν ὁ Περικλῆς ἐν τοῖς λογισμοῖς εἰς δέον ἀνηλωκέναι πεντήκοντα τάλαντα.
4.433.(1n) Σωπάτρο υ. Πάλιν τὸ ἴδιον δόγμα ἐνταῦθα τίθησιν· ὅπερ ἤδη διὰ τῶν προλαβόντων προανεφώνησεν εἰπὼν, ὅτι στοχασμὸν ἀτελῆ ἐκ μόνων προσώπων οὐχ οἷόν τε γενέσθαι· καὶ προφανῶς τὴν μάχην πρὸς Μινουκιανὸν προφέρει· καὶ εἴρηται εὐθὺς ἐν ἀρχῇ ἐν τῇ τῶν ζητημάτων ἐξετάσει, ὅπως ὁ τεχνικὸς βιάζεται στῆσαι τὸ δόγμα τὸ ἑαυτοῦ προφανῶς, ἀληθὲς οὐ δυνάμενον εἶναι· τάχα δὲ τὸν συλλογισμὸν βούλεται ἡμᾶς ἀναμιμνήσκεσθαι, ὃν παραλογιζόμενος ἐν τῷ περὶ τῶν πραγμάτων λόγῳ ἔταξεν, ἐν οἷς φησιν· θαυμάζω δὲ εἰ μὴ κρινομένου πράγματος αἰτίαν τις ἀποδώσει καὶ τὰ ἑξῆς· πρῶτον οὖν ἐρήσομαι αὐτοὺς, εἰ οὐκ ἔστιν ἐνταῦθα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἐπὶ τῆς αὐτῆς προθέσεως ἔμεινεν, οὐδὲν ἀληθὲς λέγων· οὐ γὰρ τὸ ἐκποδὼν γενέσθαι τὸν πατέρα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶν, ἀλλ’ αὐτὸ τοῦτό ἐστιν τὸ ἔγκλημα· τὰ γὰρ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀπὸ τῶν σημείων γίνεται, καὶ οὐκ ἀπὸ τῶν ἐγκλημάτων· ἐπὶ μὲν γὰρ τοῦ ἀφορῶντος εἰς τὴν ἀκρόπολιν καὶ δακρύοντος αὐτὸ τὸ ἀφορᾷν καὶ δακρύειν ἐστὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, οὐ τὸ θέλειν τυραννῆσαι· ἴσμεν δὲ τοῦτο ἄνωθεν γνόντες, ὅτι ὁ στοχασμὸς δύο πραγμάτων ἔχει, τὸ μὲν φανερὸν καὶ σημεῖον· τὸ δὲ ἀφανὲς καὶ ἔγκλημα· τὰ οὖν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐκ τοῦ φανεροῦ καὶ σημείου γίνεται, οὐκ ἀπὸ τοῦ ἐγκλήματος, τὸ δὲ λέγειν ἐκποδὼν εἶναι τὸν πατέρα οὐκ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλ’ ἔγκλημα.
4.434 ἀλλὰ μετάθεσιν τῆς αἰτίας αὐτὸν οὐκ ἀπαιτήσε ι · ἐχρῆν αὐτὸν εἰπεῖν αὐτὴν καὶ προθεῖναι· τὸ δὲ λέγειν, εἰ δὲ μὴ, τίς ἔσται ἡ ἀπολογία, ἐροῦμεν ὅτι ἐκ τῆς ποιότητος τοῦ προσώπου καὶ τῆς δυνάμεώς ἐστιν ἡ ἀπολογία· οὐ γὰρ ἀνάγκη ἐκ τῆς μεταθέσεως τῆς αἰτίας γίνεσθαι τὴν ἀπολογίαν· περιττὰ γὰρ ἔμελλον εἶναι καὶ τὰ λοιπὰ κεφάλαια τοῦ φεύγοντος, εἰ μόνη μετάθεσις τῆς αἰτίας ποιεῖ τὴν ἀπολογίαν· ἐροῦμεν οὖν, ὅτι ἔστι μὲν ἀπολογία, οὐκ ἐκ τῆς μεταθέσεως δὲ τῆς αἰτίας· τὸ γὰρ μέγιστον ὅ φησιν, ὅτι καὶ πιθανὴν ἀπολογίαν ἔχει· εἰ γὰρ ἡ πιθανὴ ἀπολογία ἀναστρέφουσά ἐστι πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ αὐτὸ τοῦτο σημεῖον τοῦ μὴ γεγενῆσθαι, ὃ ὁ κατήγορος τοῦ γεγενῆσθαι· λέγει δὲ τὸ ἐκποδὼν εἶναι τὸν πατέρα ἀπ’ ἀρχῆς ἄχρι τέλους, πῶς ἔχει εἰπεῖν, καὶ μὴν εἰ ἀνῃρήκειν αὐτὸν, οὐκ ἂν ἦν ἐκποδών· τοῦτο γὰρ εὔηθες· τί δὲ τῇ πιθανῇ ἀπολογίᾳ οὐ χρηστέον· πιθανὴν ἀπολογίαν ἐνταῦθα οἱ συνηγοροῦντες Ἑρμογένει τὴν ἀναστροφήν φασιν· οὐ γὰρ δύναται λέγειν· καὶ μὴν εἴπερ ἀνεῖλον, οὐκ ἂν ἐποίησα ἀφανῆ· παρέπεται γὰρ τοῖς ἀναιροῦσι καὶ τὸ ποιεῖν ἀφανεῖς τοὺς ἀνῃρημένους· εἰ γὰρ ὥς φησιν ἐκείνη ἡ πιθανὴ ἀπολογία πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀναστρέφει, πάντως κἀνταῦθα εἰ καὶ μὴ ἀναστρέφει ἡ πιθανὴ ἀπολογία πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους δι’ ἃς εἶπεν αἰτίας ὁ τεχνικὸς ἐν τῷ περὶ τούτου τοῦ κεφαλαίου λόγῳ, ἀλλ’ οὖν τὸ μὴ ἀναστρέφειν τὸ πρᾶγμα οὐ πρὸς ἄλλο τι· πρὸς δὲ τὸ ἐκποδὼν τὸν πατέρα γενέσθαι γινόμενον, ἀναντιῤῥήτως σημεῖον αὐτὸ, ἀλλ’ οὐχὶ ἔγκλημα ἀποφαίνει· ὡς γὰρ ἐπὶ τοῦ καλλωπιζομένου μειρακίου δυνατὸν εἰπεῖν, ὡς οἱ μὲν πορνεύοντες καλλωπίζονται, οὐ μὴν οἵ γε καλλωπιζόμενοι καὶ πορνεύουσιν, ὅτι μηδὲ Λακεδαιμόνιοι ἐν πολέμῳ θανάτου προσδοκωμένου καὶ τὸν περὶ ψυχῆς τρέχουσιν αὐτῆς ἀγῶνα, οὕτω κἀνταῦθα ἐστὶν εἰπεῖν· ὡς οἱ μὲν ἄσωτοι διὰ σπουδῆς ἔχουσι τοὺς πατέρας ἐκποδὼν ποιεῖσθαι ἐφέσει τοῦ τὰ προσόντα ἐκείνοις ἀδεῶς ἐκφορεῖν πρὸς ἃς ἐκεῖνοι βούλονται δαπάνας· οὐ μέντοι καὶ πᾶς ἀσώτου πατὴρ ἐκποδὼν γινόμενος ἤδη καὶ πεφόνευται· ἐνδέχεται γὰρ ἀφανισθῆναι καὶ μακρὰν στειλάμενον ἀποδημίαν καὶ δι’ ἄλλο τι· ὥστε οὖν σημεῖον μὲν τοῦ ἐκποδὼν γενέσθαι τὸν πατέρα, ἔγκλημα δὲ ὁ φόνος· ὅμοιον τούτῳ τῷ ζητήματι Ἀλκιβιάδης ὁ κρινόμενος ἀσεβείας διὰ τὴν τῶν ἑρμῶν περικοπήν· ἐν ἑκατέρῳ γὰρ τούτων ἡ ποιότης τῶν προσώπων ἐξετάζεται διὰ τὸ τὰ σημεῖα ἀσθενῆ εἶναι· οὐ γὰρ ἐκ φανερῶν εἰσι τὰ ἐγκλήματα, ἀλλ’ ἧττον ἰσχύει τὰ πράγματα· εἰ μὲν συγκρίνομεν τοῦτο δεχόμενοι πρὸς τὰ ἀφ’ ὧν αὐτὸς ἐποίησε καὶ ὁ ἕτερος αὐτῷ ἐπάγει, καλῶς φῂς, Ἑρμόγενες· εἰ δὲ καθόλου ὡς ἀσθενὲς αὐτὸ δέχῃ οὐκ ἔστιν ἀσθενές· ἀλλὰ καὶ πάνυ ἰσχύει· σφόδρα δέ σοι προϊόντι ἕπεται, ἐν οἷς ἔφης ὅτ’ ἂν ἄντικρυς εἰς αὐτοὺς ἀναφέρηται, ἀσύστατόν ἐστι τὸ ζήτημα· ὃ γὰρ παράδειγμα τίθῃς τοῦ Ἀρχιδάμου, ἐξ ἑτέρων ἔχει τὴν κατηγορίαν, ἐκ τοῦ βραδῦναι, ἐκ τοῦ πέμψαι Μελήσιππον, ἐκ τοῦ ἀντειπεῖν.
4.435 ἅπερ καὶ ἐκτὸς τῆς ὑποψίας ἤρκει πρὸς κατηγορίαν· οὐ γὰρ ἔοικε τούτῳ παντάπασι τὸ τοῦ ἀσώτου· τὸ μὲν γὰρ καὶ ὡρισμένον ἔχει πρόσωπον, καὶ τὰς πράξεις ὡρισμένας καὶ τὴν ποιότητα τοῦ Ἀρχιδάμου καὶ τὴν ἐκ τῆς μελλήσεως βλάβην· ἐνταῦθα δὲ ἡ τῆς ἀσωτίας ἐστὶ ποιότης μόνη ἡ κρινομένη.
4.436 Μαρκελλίνο υ. Μινουκιανοῦ δ’ εἰπόντος ὅτι ἔστι στοχασμὸς ἁπλοῦς ἀτελὴς ἐκ μόνων προσώπων, καὶ παραθέντος εἰς παράδειγμα τὸν ἄσωτον ὡς πρόσωπον ἔχοντα μόνον, μηκέτι δὲ πρᾶγμα, οὗτος ἠναντιώθη λέγων· ὅτι καὶ αὐτὸς πρᾶγμα ἔχει κρινόμενον τὴν ἀφάνειαν τοῦ πατρός· ἐφιλονείκησε δὲ οὐ καλῶς· οὐ γάρ ἐστιν ὅλως ἡ ἀφάνεια σημεῖον φανερὸν τοῦ πεφονεῦσθαι τὸν πατέρα, πανταχοῦ δὲ τὸ σημεῖον θέλει ἐναργὲς εἶναι· οἷον ἐπὶ τοῦ θάπτοντος τὸ νεοσφαγές· φανερὸν μὲν τὸ σημεῖον καὶ ὁ θάνατος, ἄδηλον δὲ τὸ εἰ ἐφόνευσεν ὁ θάπτων· ἐπὶ δὲ τοῦ ἀσώτου καὶ αὐτὸ τοῦτο ἄδηλον, εἰ ἀπέθανεν ὁ πατὴρ, καὶ εἰ πεφόνευται ὅλως· οὐ γὰρ ἡ ἀφάνεια πάντως θανάτου σημεῖον, ἀλλ’ ἔστι καὶ ἀποδημήσαντα ἀφανῆ εἶναι· ὥσπερ οὖν οὐκ ἐπιλαθόμενος αὐτοῦ τῆς γνώμης τῆς αὐτῆς ἔχεται, καὶ φιλονεικεῖ μὴ εἶναι ἐκ προσώπων μόνον στοχασμὸν μὴ κρινομένου πράγματος· κατά γε ἐμὲ πρόσεστι μὲν τοῦ ἤθους τὸ μέτριον τῇ προσθήκῃ· ὅμως δὲ καὶ νῦν ἰσχυρῶς ἐνίσταται· καὶ δοκεῖ μὲν γνωσιμαχεῖν διὰ τῆς λέξεως, οὐ μὴν πέπαυται καθάπαξ τῆς φιλονεικίας βουλόμενος τὸ ἐξ ὑπονοίας σημεῖον συστῆσαι· δῆλον δὲ ὡς σφόδρα πρὸς φιλονεικίαν ἀπέβλεψεν, ὥστε καὶ τοῖς οἰκείοις κανόσιν ἐναντιωθῆναι· αὐτὸς γὰρ ἐξ ἀρχῆς τὸν στοχασμὸν ὁριζόμενος οὕτως ὡρίσατο· στοχασμός ἐστιν ἀδήλου πράγματος ἔλεγχος ἐκ φανερῶν σημείων· εἰ τοίνυν φανερὸν εἶναι δεῖ τὸ σημεῖον, πῶς τὸ ἐξ ὑπονοίας συστῆναι δύναται, ἔπειτα κἀκεῖνο φανερὸν, ὡς ἐν τοῖς τοιούτοις ζητήμασι τῷ Ἀρχιδάμῳ καὶ τῷ ἀσώτῳ μόνη ἡ ποιότης ποιεῖ τοῖς ζητήμασι τὴν σύστασιν, τούτου δὲ ἀφαιρεθέντος ἀσύστατον εὑρίσκεται τὸ πρόβλημα· ἔοικε δὲ μόνον τὸ ἀφανῆ εἶναι τὸν πατέρα μορφὴν ἔχειν σημείου καὶ μόνην ψιλὴν παρέχον ὑπόνοιαν· τὴν δὲ ὑπόνοιαν αὐτὴν ἡ τοῦ προσώπου ποιότης τοῦ ἀσώτου διαβεβλημένη πεποίηκεν· μόνη γὰρ ἡ τοῦ φεύγοντος ποιότης κατὰ Μινουκιανὸν δίδωσι τῷ προβλήματι τὴν σύστασιν, πρᾶγμα δὲ οὐδὲν ὑπόκειται κρινόμενον· φύσει μὲν γάρ ἐστιν ἐνταῦθα ἡ ἀφάνεια τὸ πρᾶγμα ὥσπερ καὶ τὸ τίς πρόσωπον, κρινόμενον δὲ οὐκ ἔστιν οὐδὲ ἐξέτασιν ἐπιδεχόμενον οὐδὲ κατασκευὴν, οὐδὲ πρὸς τὴν κατηγορίαν συμβαλλόμενον· ἀλλὰ μετάθεσιν αὐτῶν τῆς αἰτίας οὐκ ἀπαιτήσομεν· σοφίζεται μὲν, σοφιζόμενος δὲ πιθανῶς ἐπιχειρεῖ τῷ σοφισμῷ· ἐξετάσομεν δὲ τοῦ τεχνικοῦ τὸν λόγον· ἡ ἀφάνειά φησι πρᾶγμά ἐστιν· ἐὰν μὲν οὖν δῶμεν τοῦτο ὅτι ἡ ἀφάνεια σημεῖον κρινόμενόν ἐστιν, ἀνάγκη καὶ μετάθεσιν ἐμπίπτειν· πῶς γὰρ ἕξει λύσιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁ ἄσωτος, ἐὰν μὴ ἔχῃ τὴν μετάθεσιν; ἀλλὰ λέγομεν, ὅτι τοῦ μὲν σημείου ὄντος κρινομένου ἀνάγκη καὶ τὴν μετάθεσιν εἶναι, οὐκ ὄντος δὲ σημείου κρινομένου συνεκλείπει καὶ ἡ μετάθεσις· ὡς δεδωκὼς οὖν ὁ Ἑρμογένης τὸ σημεῖον κρινόμενον ἀκολούθως ἐπήγαγεν, ὅτι καὶ μετάθεσιν ἔχει· οὐκοῦν οὐδὲ μετάθεσιν· εἰ δὲ λέγοι τις, ὅτι οὐκ ἔχει οὖν ἀπολογίαν ὁ ἄσωτος, λέγομεν ὅτι ἀπὸ ἄλλων κεφαλαίων· οὐ μόνη δὲ ἡ μετάθεσις ἀπολογία ἐστίν· καὶ τοῦτο γὰρ σοφίζεται τεχνικὸς, ὡς μόνης τῆς μεταθέσεως ἀπολογίας οὔσης· εἰσὶ δὲ ἐκ πολλῶν ἄλλων κεφαλαίων ἀπολογίαι· ἀπὸ βουλήσεως, ἀπὸ δυνάμεως, ἀπὸ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως· τούτῳ γὰρ καὶ πάνυ ἰσχύει ὁ φεύγων, τῷ ἀπορεῖν ἐλέγχων τὸν κατήγορον· λέξει γὰρ ὅτι δεῖξον πρῶτον ἀνῃρημένον τὸν πατέρα καὶ τότε κρίνομαι φόνου· σκεπτέον δὲ πῶς τὸν σοφισμὸν κατεσκεύασεν· πᾶν γὰρ ζήτημά φησιν ἀπολογίαν ἔχει· τὸ δὲ χρῶμα ἀπολογία ἐστίν· ἔχει χρῶμα ὁ ἄσωτος, εἴγε ἔχει ἀπολογίαν· πρὸς ὃ λεκτέον, ὅτι τὸ μὲν χρῶμα ἀπολογία ἐστίν· οὐ πᾶσα δὲ ἀπολογία χρῶμα· ἀλλ’ ἔστι καὶ δι’ ἄλλων ἀπολογήσασθαι τῶν προειρημένων· ὥστε ἀπολογίαν μὲν ἔχει ὁ ἄσωτος· ἦ γὰρ ἂν ἄκριτος ἑάλω· χρῶμα δὲ οὐκ ἔχει· πῶς γάρ ἐστιν εἶναι χρῶμα ὅπου μηδὲ σημεῖον ἔχει κρινόμενον· ὅρα δὲ ὅτι οὐδ’ ἁπλῶς ἀπολογία ἐστὶ τὸ χρῶμα, ἀλλ’ αἰτία σημείου· σημείου δὲ ὡς ἔφαμεν οὐκ ὄντος οὐδὲ αἰτίαν ἀποδώσεις μὴ ὄντος· ὅτι δὲ αἰτία ἐστὶ τοῦ σημείου τὸ χρῶμα, χρήσεται αὐτῷ καὶ ὁ κατήγορος τότε μόνον, ὅτ’ ἂν ᾖ κοινὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ αὐτὸ δὲ βοᾷ τὸ ὄνομα τοῦ κεφαλαίου, ὅτι αἰτία τοῦ πράγματός ἐστι μετάθεσις γὰρ αἰτίας κέκληται· τί δὲ πιθανὴν ἀπολογίαν οὐκ ἔχει; τοῦ αὐτοῦ θεωρήματος ἔχεται καὶ τοῦτο· ὁμοίως γὰρ σοφίζεται ὥσπερ ἐν τῇ μεταθέσει τῆς αἰτίας εἰ γὰρ ἔχει πρᾶγμα, ἀναγκαίως καὶ τὰ ἑξῆς κεφάλαια ἐμπίπτει· ἀλλ’ οὐκ ἔχει τὸ πρᾶγμα, δῆλον οὖν ὡς οὐδὲ πιθανὴν ἀπολογίαν· αὐτὸς δὲ οὐ διδοὺς ὁμολογουμένως εἶναι πρᾶγμα ἀκολούθως λοιπὸν ἐπάγει τὴν ἐρώτησιν ταύτην σοφιζόμενος· ἵνα δὲ ὑπερβολῇ χρησώμεθα· οὐδὲ εἰ τὸ σημεῖον εἶχεν οὗτος ὁ στοχασμὸς, πιθανὴν ἀπολογίαν εἶχεν, ἐπειδὴ ἀναγκαῖον τῷ ἐγκλήματι συγγενὲς τὸ σημεῖον· ὃ γὰρ φονεύων καὶ ἀφανίζειν σπουδάζει, οὔκουν δύναται λέγειν, καὶ μὴν εἰ διεφθάρκειν οὐκ ἂν ἀφανὲς ἐγίνετο· ἀλλὰ τὸ μὴ ἀντίστροφον ἐνέπιπτεν, ὅτι ὁ μὲν φονεύων καὶ ἀφανῆ ποιεῖ· οὐ μὴν εἰ καὶ ἀφανὴς γέγονεν ἤδη καὶ πεφόνευκα· ὥστε καὶ ἐκ τούτου φανερὸν, ὡς ἐφιλονείκησεν ὁ τεχνικός.
4.438 Ἀλλ’ ἧττον ἰσχύει τὰ πράγματα. Ἐνταῦθα ἴσως συνεῖδεν ἑαυτῷ κακῶς φιλονεικήσαντι· διὸ σχεδὸν ὁμολογεῖ μὴ εἶναι πάλιν κρινόμενον πρᾶγμα, διὰ τὸ εἰπεῖν ἧττον ἰσχύει· ἄλλως τε καὶ περὶ τούτου νῦν ὁ λόγος ἐνταῦθα, εἰ ἀσθενέστερον τὸ σημεῖον ἐν τούτῳ τῷ ζητήματι, ἀλλ’ εἰ ὅλως πρᾶγμα ἔχει· τούτῳ γὰρ δῆλον ὡς οὐ πάντων τῶν σημείων ὁμοία ἡ ἰσχύς· ὑπέθετο γὰρ ἡμῖν ὁ τεχνικὸς πρώτην καὶ δευτέραν καὶ τρίτην τάξιν περὶ τῶν πραγμάτων.
4.439 Ἁπλοῦς μὲν οὖν στοχασμὸς ἐκ μόνων προσώπων οὐκ ἔστι κατά γε ἐμὲ, διπλοῦς δέ ἐστι· πρῶτον δὲ περὶ τοῦ τελείου διπλοῦ λεκτέον. Συριανο ῦ. Τοὺς ἁπλοῦς τελείους στοχασμοὺς οὕτω διαιρήσας καὶ τοῖς ἀτελέσιν ἐκ προσώπων ἢ πραγμάτων στοχασμοῖς τὰ ἐκ τοῦ προσώπου ἢ τοῦ πράγματος κεφάλαια παραλιμπάνειν τῇ θατέρου ἐκλείψει ὑποσημηνάμενος, νῦν μέτεισι καὶ ἐπὶ τοὺς διπλοῦς· τῶν οὖν διπλῶν τοὺς μὲν ἀντεγκληματικοὺς καλοῦσι διὰ τὸ δύο εἶναι πρόσωπα ἀντεγκαλοῦντα ἀλλήλοις· ἔνιοι δὲ αὐτοὺς κατὰ ἀμφισβήτησιν ὀνομάζουσι, τοὺς δὲ συνεζευγμένους· ἰστέον δὲ, ὡς καθόλου τὸ παραγραφικὸν ἐπὶ τούτων καὶ ἡ τῶν ἐλέγχων ἀπαίτησις ἐκλείπει, διὰ τὸ ἰσάζειν πανταχοῦ· τὰ δὲ ἰσάζοντα ἀσύστατα ἔφαμεν· οἱ δὲ συνεζευγμένοι ἐκλήθησαν οὕτω, διὰ τὸ δύο περιέχειν ἐγκλήματα· διαφέρουσι δὲ τῶν μὲν ἁπλῶν τῷ ἔχειν διπλᾶ τὰ κεφάλαια· τῶν δὲ διπλῶν τῇ τε τάξει καὶ τῷ πλεονασμῷ τῶν κεφαλαίων· τὰ γὰρ διάφορα τῶν στάσεων εἴδη κατὰ πλεονασμὸν ἢ ἔλλειψιν ἢ ἐναλλαγὴν γίνεται τῶν κεφαλαίων.
4.441 ἰστέον δὲ, ὅτι ἐνίοτε ἐν τοῖς ἀντεγκληματικοῖς καὶ δύο εὑρίσκεται τὰ ἐγκλήματα· σπάνιον μέντοι τὸ τοιοῦτόν ἐστι καὶ σχεδὸν τοῖς πλείστοις τῶν τεχνογράφων σεσιγημένον· οἷον πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικά· ἀπώλεσεν ἐσθῆτα ὁ πλούσιος, κήρυγμα περὶ τῆς ἐσθῆτος πεποίηται· ὕστερον εὗρεν ἐπὶ τῆς κλίνης τοῦ πένητος ὁ πλούσιος τὴν ἐσθῆτα· καὶ ὁ μὲν κρίνει αὐτὸν λῃστείας, ὁ δὲ πένης τὸν πλούσιον μοιχείας. Διπλοῦς τέλειος γίνεται, ὅτ’ ἂν δύο πράγματα καὶ δύο πρόσωπα κρινόμενα ἔχῃ· οἷον Αἰσχίνης καὶ Δημοσθένης ἀπὸ τῆς παρὰ Φίλιππον ἥκοντες πρεσβείας ἀντεγκαλοῦσι δώρων ἀλλήλοις, ἐπειδὴ ὁ μὲν χρυσίον εὕρηται κατορύττων, ὁ Δημοσθένης· ὁ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφὼς, Αἰσχίνης· ἐνταῦθα ἡ μὲν τῶν ἐλέγχων ἀπαίτησις ἐπειδὴ ἰσάζει, ἐκλέλοιπεν· τοῖς δὲ λοιποῖς κεφαλαίοις ἐπ’ ἀμφοτέρων χρηστέον διττῶς· οἷον ἐγὼ μὲν οὐκ ἂν ἐβουλήθην παραπρεσβεῦσαι διὰ τόδε· σὺ μέντοι ἐβουλήθης ἂν διὰ τόδε· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἓν πρὸς ἓν ἀντιθέντες ἐξετάσομεν· τὸ γὰρ διελεῖν καὶ χωρὶς μὲν ἀπολογήσασθαι δι’ ὅλων τῶν κεφαλαίων, χωρὶς δὲ κατηγορῆσαι πάλιν τοῖς αὐτοῖς κεφαλαίοις, οὐκ ἀγωνιστικὸν, ἀλλὰ καὶ σφόδρα ὕπτιον, συμπλέκειν οὖν δεῖ. Μαρκελλίνο υ. Δείκνυσι καὶ αὐτὸ τὸ ὄνομα τὸ εἶδος τοῦ στοχασμοῦ· διπλοῦν γὰρ τέλειον ἐκάλεσε δηλονότι ὡς δύο ζητήματα ἁπλᾶ στοχαστικὰ ἔχοντα τέλεια ἐφ’ ἑνὶ ἐγκλήματι· εἰ γὰρ ὁ ἁπλοῦς τέλειός ἐστιν ὁ πρᾶγμα ἓν ἔχων καὶ πρόσωπον κρινόμενον, διδάξας τοῦτο φανερὸν ἐποίησε τὸν διπλοῦν τέλειον οἷός ἐστιν, ὅτι δύο πράγματα ἔχει καὶ δύο πρόσωπα ἐκ διαφόρου ποιότητος· δῆλον τοῦτο ἀπὸ τοῦ παραδείγματος Αἰσχίνου καὶ Δημοσθένους· διάφορος γὰρ τῶν προσώπων ἡ ποιότης καὶ τῶν πραγμάτων ἡ φύσις· ἑτέρα μὲν γὰρ Αἰσχίνου ποιότης, ἑτέρα δὲ Δημοσθένους, ὡς ἀπὸ τῆς ἱστορίας παρειλήφαμεν· καὶ τὰ πράγματα δὲ διάφορα· ὁ μὲν γὰρ ἥλω χρυσίον κατορύττων, ὁ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς· τὸ δὲ ἔγκλημα ὃ ἀντεγκαλοῦσιν ἀλλήλοις ἓν, φημὶ δὴ τὸ τῆς δωροδοκίας, εἰρηκὼς δὲ ὁ τεχνικὸς καὶ τοῦ τελείου διπλοῦ τὸ παράδειγμα, ἐπιφέρει εὐθέως καὶ περὶ τῆς διαιρέσεως αὐτοῦ ποιεῖσθαι διοριζόμενος· πλὴν τῆς ἐλέγχων ἀπαιτήσεως· ἀναγκαίως δὲ ἐκλείπει αὕτη, διὰ τὸ ἐξισάζον· φύσει μὲν γὰρ ἔχει τὸ κεφάλαιον, ἐκλείπει δὲ διὰ τὸ ἐξισάζειν· ὥσπερ γὰρ οὗτος ἀπαιτεῖ, κἀκεῖνος ἀπαιτήσει· παρατήρησαι δὲ τὸ ἐνταῦθα, ὅτι οὐκ ἐν παντὶ στοχασμῷ ἀντεγκληματικῷ λέγει ἀλλ’ ἐν τῷ ζητήματι τούτῳ ἐν ᾧ ἀντεγκαλοῦσιν ἀλλήλοις Δημοσθένης καὶ Αἰσχίνης· ἴσως γὰρ ἐν ἄλλῳ ἀντεγκληματικῷ εὑρεθήσεται ἐλέγχων ἀπαίτησις, ὅταν διαφοράν τινα σαφεστάτην ἔχωμεν τῶν κρινομένων προσώπων· οἷον εἰ δύο ἀντεγκαλοῖεν ἀλλήλοις φαρμακείας, ὧν ὁ μὲν ἰατρὸς ᾖ, ὁ δὲ ἰδιώτης· ἐνδέχεται γὰρ ἐνταῦθα τὸν ἕτερον, τὸν ἰδιώτην, ἐλέγχων ἀπαίτησιν ποιεῖσθαι· λέξει γάρ, τίς μοι τὸ φάρμακον δέδωκε; παρὰ τίνος ὠνησάμην; εἰπὲ τὸν κομίσαντα· σὲ γὰρ οὐ συνεχώρει δεηθῆναι παρ’ ἑτέρων λαβεῖν ἡ τέχνη· δῆλον οὖν ὡς οὐκ ἐξισάζει διὰ τὸ τὸν ἕτερον ἐπιστήμονα τῆς τέχνης ὄντα μὴ δεῖσθαι τοῦ δώσοντος φάρμακον, μηδὲ δύνασθαι ἀπαιτεῖν τὸν πεπραχότα· εὐπορεῖ γὰρ τῶν ἑαυτοῦ φαρμάκων τεχνίτης ὤν· οὕτως ἄρα ποτὲ ἐλέγχων ἀπαίτησις ἐν τοῖς διπλοῖς στοχασμοῖς συμβήσεται ἐκ τοῦ ἑτέρου μέρους.
4.443 Διττῶ ς. τί ποτέ ἐστι τὸ διττῶς· ὥστε τὸ μὴ ζητεῖν αὐτὸς ἡμῖν ἐτεχνολόγησε καὶ τῆς ἐργασίας τὸν τύπον παρέδωκεν· κεφάλαιόν φησιν ἀντιτιθέντας κεφαλαίῳ· οἷον ἐγὼ μὲν οὐκ ἐβουλόμην διὰ τόδε· σὲ δὲ εἰκὸς προδοῦναι διὰ τόδε· οὕτω γὰρ τὴν βούλησιν ἐργάζονται· ἐκ τῆς ἰδίας ποιότητος ἕκαστος τὰς ἀφορμὰς δεχόμενος· διάφορος γὰρ τῶν ἀνδρῶν ἡ ποιότης· ἐρεῖ τοίνυν ὁ Δημοσθένης πολλὰ, τὰς χορηγίας, τὰς εἰσφορὰς, τῶν αἰχμαλώτων τὰς λύσεις, τὰς ἰδίας φιλοτιμίας, τὴν τῶν χρημάτων καταφρόνησιν· ὁμοίως δὲ καὶ Αἰσχίνης εἰ τύχοι τὰ ὅμοια διαπραξάμενος ἐκ τῶν ἑαυτῷ προσόντων ἰσχυρῶν τὴν βούλησιν κατασκευάσει· ὁ δὲ τρόπος τῆς ἐργασίας πρόδηλος, κεφάλαιον γὰρ ἀντιτίθησιν ἕκαστος κεφαλαίῳ· οὕτω γὰρ ὁ λόγος ἔσται γοργότερος καὶ ἀγωνιστικώτερος, ἓν πρὸς ἓν ἀντιτάξαντος τοῦ ῥήτορος· εἰ γὰρ ἕκαστος τὰ οἰκεῖα πάντα εἴποι κατ’ ἰδίαν πρὸς τῷ τὸν λόγον ἐργάζεσθαι ὕπτιον, καὶ οἱ δικασταὶ ἀμνημονοῦσι τῶν ὑφ’ ἑκατέρου λεγομένων· ἐκεῖνο δὲ χρὴ γινώσκειν, ὡς δεῖ τὴν ἰδίαν προτάττειν ἀπολογίαν, ἐπάγειν δὲ τὴν κατηγορίαν δευτέραν· οὕτω γὰρ ἂν εὐπειθέστερον ἕξομεν ἀκροατὴν, μετὰ τὴν ἀπολογίαν ἑαυτῶν τοῦ ἀντιδίκου τὴν κατηγορίαν ἐπάγοντες· τὸ γὰρ πρότερον ἑαυτοὺς τῆς αἰτίας ἀπολῦσαι δεινὸν εἰς τὸ πεῖσαι τὸν δικαστήν· πῶς γὰρ ἄν τις εὐπρεπῶς ἑτέρου κατηγορήσει αὐτὸς ὢν ὕποπτος καὶ πρὸς τὴν κατηγορίαν ἀπίθανος· οὕτω κἀν τῷ ὑπὲρ τοῦ στεφάνου Δημοσθένης ἀντεξήτασε λέγων· ἐπειδὴ τοίνυν ἐποιήσατο τὴν εἰρήνην ἡ πόλις, σκέψασθε τί ὑμῶν ἑκάτερος προείλετο· ἐγὼ μὲν τοίνυν τόδε· σὺ δὲ τόδε· εἰ γὰρ καὶ μερικῶς ἐκεῖ ἀντεξήτασεν· ἀλλὰ σκόπει τὴν δύναμιν τοῦ θεωρήματος, καθολικῶς γὰρ μᾶλλον ἐν τοῖς τοιούτοις μεταχειριζόμενος πείσεις πλέον τὸν δικάζοντα· οἷον τίς ὁ γραμματεύς· καθόλου καὶ τίς ὁ δωροδόκος.
4.444 Σωπάτρο υ. Ἔστι φησὶ καὶ διπλοῦς τέλειος, ὅτ’ ἂν δύο ἔχῃ ζητήματα τέλεια ἐφ’ ἑνὶ ἐγκλήματι· δύο λέγω πρόσωπα ἐκ διαφόρου ποιότητος· καὶ δύο πράγματα ἐκ διαφόρου φύσεως· ἐν τῷ τοιούτῳ δέ φησι στοχασμῷ ἐκλείπει ἡ τῶν ἐλέγχων ἀπαίτησις, διὰ τὸ ἰσάζειν, οὐκ ἀεὶ δέ· εὑρίσκεται γὰρ, ὅτ’ ἂν διάφορον ἢ τέχνην ἢ τύχην ἔχωμεν τῶν προσώπων τῶν κρινομένων· οἷον τέχνην μὲν εἰ δύο τινὲς κατηγοροῖεν ἀλλήλων φαρμακείας· ὧν ὁ μὲν ἰατρὸς, ὁ δὲ ἰδιώτης· ἐνδέχεται γὰρ τὸν ἰδιώτην εἰπεῖν, τίς μοι τὸ φάρμακον δέδωκεν· ὁ γὰρ ἰατρὸς ἔχει παρὰ τῆς τέχνης· καὶ τοῦ χορηγοῦντος οὐ δεῖται· ἐπὶ δὲ τῆς τύχης οὕτω· τύραννος ἐκ τοῦ δήμου ἰατρὸν μεταπεμψάμενος ᾔτησεν ἀλεξιφάρμακον, φήσας ὑπὸ τοῦ συνήθους δηλητήριον εἰληφέναι· λαβὼν τέθνηκε καὶ ἀμφισβητοῦσι τοῦ γέρως ἀμφότεροι· ἐνταῦθα ἡ μὲν τέχνη ἡ αὐτή· ἰατροὶ γὰρ ἀμφότεροι· ἐπειδὴ δὲ συνέβη τὸν μὲν ἀπὸ τοῦ δήμου ἥκειν, τὸν δὲ τοῦ τυράννου εἶναι, ἐμπίπτει τῶν ἐλέγχων ἡ ἀπαίτησις· ἐρεῖ γὰρ ὁ τοῦ τυράννου ἰατρός· δεῖξον εἰ σὺ δέδωκας τῷ τυράννῳ τὸ δηλητήριον· σὺ μὲν γὰρ ἐν τῷ δήμῳ ὢν ἔνθα πάντες ἐχθροὶ τυραννίδος, ἠδύνω τισὶν ἀνακοινώσασθαι· ἐγὼ δὲ οὐκ ἠδυνάμην τῷ τυράννῳ συνὼν καὶ ὑποκείμενος, καὶ οὐδενὶ συνὼν πλὴν τοῖς τοῦ τυράννου· τὸ δὲ χρῶμα οὐκ εὐκατάληπτον τοῖς παλαιοῖς· λέγοντος γὰρ τοῦ ἰατροῦ τοῦ προτέρου, πῶς οἷόν τέ σε δοῦναι τῷ τυράννῳ δηλητήριον μάλιστα δι’ ἐμὲ ὑποπτευόμενον· πάντως γὰρ αὐτόν σε γεύσασθαι ἠξίωσεν· ἐρεῖ ὅτι τοῦτο εἰδὼς, ἀλεξιφαρμάκῳ ἑαυτὸν προησφαλισάμην. Οἷον ἐγὼ μὲν οὐκ ἂν ἠβουλήθη ν· εἰρηκὼς ὅτι ἐκλείπει ἡ τῶν ἐλέγχων ἀπαίτησις εὐθὺς ἐπάγει περὶ βουλήσεως· τὸ δὲ παραγραφικὸν παρῆκεν· εἰκότως.
4.445 ὅτι ἀπὸ τῶν περιστατικῶν ἔχομεν τὴν κρίσιν διαβολήν· ἔχει δὲ ὁ μὲν Δημοσθένης λέγειν, ὅτι χρυσίον ἴδιον κατώρυττον· ὁ δὲ Αἰσχίνης ὅτι ἔγραφον μελέτης ἕνεκα καὶ γυμνασίας· οὐκ ἐπὶ πάντων δὲ τῶν διπλῶν ἐκλείπει τὸ παραγραφικόν· οἷον ὡς ἐπ’ ἐκείνου· δύο τις ἔχων παῖδας τὸν ἕτερον ἀπεκήρυξεν. ἐτελεύτησεν εἰπὼν ὡς ὑπὸ τοῦ παιδὸς τεθνήκοι· ἀντεγκαλοῦσιν ἀλλήλοις, ὅ τε ἐπὶ τῆς οἰκίας, καὶ ὁ ἀποκήρυκτος· δύναται γὰρ ὁ ἀποκήρυκτος εἰπεῖν, ὅτι οὐ δεῖ με κρίνεσθαι· πῶς γὰρ εἶχον δηλητηρίῳ ἤ τινι ἄλλῳ τὸν πατέρα ἀνελεῖν, ὃς ἐκτὸς τοῦ πατρὸς διῆγον ἀποκεκηρυγμένος· τῶν δὲ διπλῶν στοχασμῶν οἱ μὲν κατὰ ἀμφισβήτησιν, οἱ δὲ ἀντεγκληματικοί· καὶ κατὰ ἀμφισβήτησιν μὲν, ὡς ἐπὶ τῶν δύο ἰατρῶν τῶν ἀμφισβητούντων τοῦ γέρως· ἀντεγκληματικὸς δὲ ὡς ἐπὶ Δημοσθένους καὶ Αἰσχίνου ἀντεγκαλούντων ἀλλήλοις. ἐπειδὴ οὖν ἐν τούτῳ ἐκλείπει ἡ τῶν ἐλέγχων ἀπαίτησις, ὡς εἴπομεν, ὁμοίως δὲ καὶ τὸ παραγραφικὸν διαιρεῖται λοιπὸν, βουλήσει διπλῇ, δυνάμει διπλῇ, τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τούτοις διπλοῖς· ἀντιλήψει εἰ τύχοι διπλῇ, μεταλήψει ὁμοίως, μεταθέσει αἰτίας, πιθανῇ ἀπολογίᾳ, οὐ πάντως δὲ ταύτην ἔχει ὁ διπλοῦς διὰ τὸ ἐξισάζειν· καὶ ταύτῃ πολλάκις· δεῖ δὲ ἐν τοῖς τοιούτοις στοχασμοῖς ἀπολογεῖσθαι πρότερον· εἶτα ἀντικατηγορεῖν κεφάλαιον κεφαλαίῳ ἀντιτιθέντας πρότερον· πρότερον γὰρ ἐξετάσομεν τὴν τοῦ Δημοσθένους βούλησιν· εἶτα οὕτω τὴν Αἰσχίνου· λαμβάνοντες καὶ τὰς αἰτίας δι’ ἃς ἐβούλετο ἂν παραπρεσβεῦσαι· τινὲς δέ φασιν οὐδὲ δύναμιν ἐμπίπτειν ἐπὶ τοῦ τοιούτου· τί γὰρ μᾶλλον Αἰσχίνης ἠδυνήθη ἂν ἢ Δημοσθένης; οὐκ ὀρθῶς δὲ λέγουσιν· δυνάμεθα γὰρ ἔκ τινος περιστάσεως διαφοράν τινα εὑρεῖν· ἔχεις δὲ διπλοῦν στοχασμὸν παρὰ Ὑπερίδῃ ἐν τῷ Δηλιακῷ· ἐκθησόμεθα δὲ τὰ εἰρημένα ὑπὲρ τοῦ γενέσθαι σαφὲς τὸ λεγόμενον· ἀφίκοντό τινες εἰς Δῆλον ἄνθρωποι Αἰολεῖς πλούσιοι χρυσίον ἔχοντες πολὺ κατὰ θεωρίαν τῆς Ἑλλάδος, ἀποδημοῦντες ἐκ τῆς ἑαυτῶν, οὗτοι ἐφάνησαν ἐν Ῥηνείᾳ ἐκβεβλημένοι τετελευτηκότες· τοῦ δὲ πράγματος περιβοήτου ὄντος, ἐπιφέρουσι Δήλιοι τοῖς Ῥηνεῦσιν αἰτίαν ὡς αὐτῶν ταῦτα πεποιηκότων, καὶ γράφονται τὴν πόλιν αὐτῶν ἀσεβείας, οἱ δὲ Ῥηνεῖς ἠγανάκτηνταί τε τῷ πράγματι καὶ προσκαλοῦνται Δηλίους τὴν αὐτὴν δίκην· οὔσης δὲ τῆς δικασίας, ὁπότεροί εἰσιν οἱ τὸ ἔργον πεποιηκότες, ἠρώτων οἱ Ῥηνεῖς τοὺς Δηλίους, δι’ ἣν αἰτίαν ὡς αὐτοὺς ἀφίκοντο· οὔτε γὰρ λιμένας εἶναι παρ’ αὐτοῖς οὔτε ἐμπόριον, οὔτε ἄλλην διατριβὴν οὐδεμίαν· πάντας τε ἀνθρώπους ἀφικνεῖσθαι πρὸς τὴν Δῆλον ἔλεγον καὶ αὐτοὶ τὰ πολλὰ ἐν Δήλῳ διατρίβειν· τῶν δὲ Δηλίων ἀποκρινομένων αὐτοῖς ὅτι ἱερεῖα ἀγοράσαντες οἱ ἄνθρωποι διέβησαν εἰς τὴν Ῥήνειαν· διὰ τί οὖν, ἔφασαν οἱ Ῥηνεῖς, εἰ ἱερεῖα ἧκον ὠνησάμενοι, ὡς φατὲ, τοὺς παῖδας τοὺς ἀκολούθους οὐκ ἤγαγον τοὺς ἄξοντας τὰ ἱερεῖα, ἀλλὰ παρ’ ὑμῖν ἐν Δήλῳ κατέλιπον, αὐτοὶ δὲ μόνοι διέβησαν· πρὸς δὲ τούτοις τριάκοντα σταδίων ὄντων ἀπὸ τῆς διαβάσεως πρὸς τὴν πόλιν τὴν Ῥηναέων τραχείας οὔσης ὁδοῦ, δι’ ἧς ἔδει αὐτοὺς πορευθῆναι ἐπὶ τὴν ἀγορασίαν, ἄνευ ὑποδημάτων διέβησαν· ἐν Δήλῳ δὲ τῷ ἱερῷ ὑποδεδεμένοι περιεπάτουν· ἐκ τοίνυν τούτων ἔστι γνώριμον ὅτι παρὰ τῶν ἀρχαίων ἡ τέχνη καὶ αἱ στάσεις εἰλημμέναι εἰσίν· ἔστι καὶ ἕτερον εἶδος διπλῶν, ὃ παρά τισι μὲν εὕρηται τῶν τεχνικῶν, Ἑρμογένει δὲ οὐκ εἴρηται· ὃν καλοῦσί τινες διπλοῦν μονομερῆ· ἐν ᾧ δύο μὲν πράγματά εἰσι καὶ πρόσωπα κρινόμενα, ἓν δὲ τὸ κατηγοροῦν· οἷον Αἰσχίνης καὶ Δημοσθένης ἐκ τῆς κατὰ Φίλιππον ἐπανήκοντες πρεσβείας, ὁ μὲν χρυσίον εὕρηται κατορύττων, ὁ δὲ παραπρεσβείας ἀπολογίαν γράφων καὶ Ὑπερίδης ἀμφοτέρων κατήγορος· διπλοῦς δὲ ἀτελὴς, ἐκ μὲν τῶν πραγμάτων, ὅτ’ ἂν μόνα τὰ πράγματα κρίνηται· οἷον δύο ῥήτορες πρεσβεύσαντες παρὰ τύραννον καὶ ἐπανήκοντες ἀλλήλοις ἀντεγκαλοῦσι δώρων, ἐπειδὴ ὁ μὲν χρυσίον εὕρηται κατορύττων, ὁ δὲ ἀπολογίαν παραπρεσβείας γεγραφώς· ἐνταῦθα μὲν πρόσωπα ἰσάζοντα οὐκ ἐπιδέχεται ἐξέτασιν· τὰ δὲ πράγματα διαφέροντα ἐξετασθήσεται· πάλιν οὖν ἡ μὲν βούλησις καὶ ἡ δύναμις ἐκλέλοιπε· τοῖς δὲ ἄλλοις ὁμοίως διαιρεθήσεται κεφαλαίοις οἷςπερ καὶ ὁ τέλειος διπλοῦς κατὰ ἀντεξέτασιν.
4.447 Μαρκελλίνο υ. Ἰσάζει τὰ πρόσωπα, διὸ οὐκ ἔχει ποιότητα· τὸ τοίνυν τοιοῦτον ζήτημα εἰς μόνην τὴν τῶν πραγμάτων ζήτησιν περιστήσεται, τῶν προσώπων οὐδὲν συμβαλλομένων πρὸς τὴν κατασκευήν· πρῶτον μὲν ὅτι ἄδηλος αὐτῶν φύσει ἡ ποιότης· ἐσχάτην οὖν αὐτῶν ἔχομεν τὴν τάξιν ἐν τῇ διαφορᾷ τῶν προσώπων· ἔπειτα ὡς εἶπον ὅτι ἐξισάξει αὐτῶν ἡ ποιότης· ἁπλῶς οὖν ψιλὴν αὐτῶν τὴν προσηγορίαν ἔχομεν, ἡ δὲ διαίρεσις ὁμοίως τῶν τοιούτων οὐκ ἄδηλος· τὰ μὲν γὰρ τοῦ προσώπου κεφάλαια, ἀναγκαίως ἐκλείποντος τοῦ προσώπου, φημὶ δὴ βούλησις καὶ δύναμις, τὰ δὲ τοῦ πράγματος εὑρεθήσεται· τὸν αὐτὸν δὲ τρόπον ὃν περὶ τοῦ τελείου διπλοῦ μελετηθήσεται τοῖς ἐμπίπτουσιν, ἓν πρὸς ἓν ἀντιτιθέντων ἡμῶν κεφάλαιον. Ἐκ δ’ αὖ μόνων προσώπων διπλοῦς γίνεται στοχασμὸς ὅτ’ ἂν μόνα τὰ πρόσωπα κρίνηται· οἷον ἐπὶ σημείοις φαρμάκων ὁ ἀριστεὺς ἐτελεύτα μητρυιὰν ἔχων καὶ αἰχμάλωτον παλλακίδα καὶ ἀντεγκαλοῦσιν ἀλλήλαις· ἐνταῦθα μόνη ἡ βούλησις καὶ ἡ δύναμις ἐξεργάζεται, ἃ δὴ καὶ φύσει τοῦ προσώπου ἐστὶν ἴδια, τὰ δ’ ἄλλα πάντα ἰσάζει. Σωπάτρο υ. Ἰστέον ὡς ἐνταῦθα ἡ περὶ τὸ πρόσωπον ὑποψία τῷ ἰσάζειν ἔμεινεν ἀνεξέταστος· ὃ γὰρ ἂν ἡ ἑτέρα περὶ τοῦ φαρμάκου κατασκευάσῃ, τοῦτο καὶ ἡ ἑτέρα, εἰ γὰρ ἡ αἰχμάλωτος φήσει πρὸς τὴν μητρυιὰν, ὡς δυσμενείᾳ τῇ περὶ τοὺς προγόνους κρατουμένη τοῦτο εἰργάσατο, τοῦτο καὶ ἡ μητρυιὰ τῇ αἰχμαλώτῳ ὡς τεκμήριον τῆς φαρμακείας ἐπενέγκοι, δυσμενῶς τὸ αἰχμάλωτον ἅπαν πρὸς τοὺς ἀριστέας διακείμενον ἀποφαινομένη, βούλησις δὲ καὶ δύναμις ἐξετάζεται οὕτω· φήσει γὰρ ἡ αἰχμάλωτος· ἐγὼ μὲν οὐκ ἂν ἐβουλήθην τὸν κοινωνόν μοι τοῦ βίου τὸν κηδεμόνα τὸν φίλτατον ἀνελεῖν· μέγιστον γὰρ εἰς περίστασιν γυναικὶ ἡ κατὰ τὸν γάμον κοινωνία· σὺ δὲ ὡς ἐχθρὸν τὸν πρόγονον ὁρῶσα καὶ ἅμα διὰ τὴν πρός με ζηλοτυπίαν ἐβουλήθης· ἀλλὰ καὶ ἠδυνήθης· οὐδὲν γὰρ ἐμποδὼν τῇ ἐπιβουλῇ τῷ οἰκείως δοκεῖν πρὸς τὸν πρόγονον ἔχειν, καὶ διὰ τοῦτο ἀφυλάκτως ἐκείνου πρός σε διακειμένου· ὡσαύτως καὶ ἡ μητρυιὰ πλέον ἰσχύουσα τῇ δυνάμει ἐρεῖ· ὡς ἐγὼ μὲν εἰ καὶ ἐβουλήθην, ἀλλ’ οὐχὶ καὶ ἠδυνήθην· ὑπόπτως ἀεὶ τῶν προγόνων ταῖς μητρυιαῖς διακειμένων· ἄλλως τε δὲ οὐδὲ ἐβουλήθης εἰκόνα μοι τοῦτον μόνον τοῦ ἀνδρὸς ζῶσαν περιληφθέντα ἀφανίσαι· σὺ μέντοι, καὶ ὅτι μὲν τὸ δυνατὸν εἰπεῖν σοι οὐδεὶς ἂν ἀντερεῖ λόγος· ἐν προσποιήσει γαμετῆς πᾶν ὁτιοῦν καὶ πράττειν σου καὶ πείθειν ἐκεῖνόν σοι τῷ βουλήματι δυναμένης· ἕπεσθαι δέ σοι καὶ τῇ δυνάμει τὸ βούλεσθαι ἐκεῖνος ἂν ἀμφιβάλοι· ὃς ὠμότητα βάρβαρον ἠγνόησε καὶ ἀσπλαγχνίαν οὐδὲν ἧττον ὀθνείων περὶ τὰ φίλτατα διακειμένην· ἄλλως δέ τε καὶ ἡ πρὸς τὸ οἰκεῖον ἐπανάζευξις συγγενές· ἢν οὐδὲν οὕτως ὡς τὸ ἐκποδὼν καταστῆσαι τὸν ἀνδραποδισάμενον καὶ κεκτημένον προὐξένει τῆς κατηναγκασμένης οἰκειότητος προτιμοτέρα· ἡδίων γὰρ ἅπασιν ἀνθρώποις ἡ ἐπὶ τῆς ἐνεγκαμένης διατριβὴ κἂν εὐτελὴς τῆς ἐπ’ ἀλλοδαπῆς εὐτυχεστέρας διαγωγῆς.
4.449 Ὅμηρον συνέπαινον λάμβανε τοῦ λόγου καὶ Ὀδυσσέα ὑπόδειγμα, ὃς τὴν μετὰ Κίρκης συνοίκησιν, καίτοι θεᾶς, τῆς μετὰ Πηνελόπης φαυλοτέραν ἡγήσατο· τοῦ δὲ ἀνωτέρω ἐπιχειρήματος Μήδεια ἡ Κολχὶς εἰς παραδείγματος λόγον ἀρκέσει οὕτως ἀπηνῶς περὶ τὰ φίλτατα διατεθεῖσα· καὶ ἡ κοινὴ πάντων ἀνθρώπων περὶ τῶν βαρβάρων ὑπόληψις. Μαρκελλίνο υ. Ὥσπερ διπλοῦς ἀτελὴς ἐκ πραγμάτων ὁ μόνα ἔχων τὰ πράγματα, οὕτω διπλοῦς ἐκ προσώπων ὁ μόνα ἔχων κρινόμενα πρόσωπα· καὶ ὥσπερ ἐν ἐκείνῳ λείπει τὰ τοῦ προσώπου κεφάλαια, οὕτω κἀν τούτῳ λείπει τὰ τοῦ πράγματος· τὰ δὲ ἄλλα ἔχει· τὰ μὲν οὖν πράγματα ἐξισάζει ἐνταῦθα, τὰ δὲ πρόσωπα διάφορα ὄντα ἐπιδέχεται ἐξέτασιν· ἔστι δὲ θαυμάσαι πάλιν ἐνταῦθα, πῶς ὁ τεχνικὸς ἁπλοῦν ἐκ προσώπων μόνον στοχασμὸν οὐ φάσκων εἶναι, διπλοῦν ἐκ προσώπων μόνον συνιστάμενον εἶναι συγχωρεῖ· ἡ μὲν οὖν αἰτία τοῦ τεχνικοῦ καὶ ἀπολογία τοιαύτη· οὐδὲ ἐνταῦθα καθάπαξ ἐκλείπειν τὸ πρᾶγμα βούλεται, ὥσπερ ἐπὶ τοῦ ἀσώτου, ἀλλ’ οὐκ ἐμπίπτει κἀνταῦθα τὸ πρᾶγμα· διὰ δὲ τὸ ἰσάζον ἐκλείπει· ἀλλὰ κἀνταῦθα οὐ καλῶς· εἰ γὰρ καὶ διὰ τὸ ἰσάζον ἐκλείπει, ὅμως ἐξέτασιν οὐκ ἐπιδέχεται· ὥστε οὐδὲ μίαν χορηγίαν ἀπὸ τῶν πραγμάτων ἔχει· ἀλλ’ ἅμα τῇ φύσει μόνον, οὐκ ἐργασίᾳ κεῖται τὸ πρᾶγμα· ἀδύνατον γὰρ μὴ ἐμπίπτειν σημεῖον κατὰ φύσιν, οὐ πάντως δὲ ἐξεταζόμενον· δῆλον οὖν ὡς κἀνταῦθα σφάλλεται· ἡμεῖς δὲ φαμὲν ὅτι καὶ ὁ ἁπλοῦς ἐκ προσώπων μόνων συνίσταται καὶ ὁ διπλοῦς ἐκ προσώπων, ὥσπερ ὁ προκείμενος· πρᾶγμα γὰρ παντελῶς οὐκ ἔχει κρινόμενον· οὔτε γὰρ αὗται πεπράχασί τε, οὔτε ἄλλου πράξαντος ἄντικρυς εἰς αὐτὰς ἀναφέρεται· οὔτε μὴν ἄλλου ὄντος φανεροῦ τοῦ πράξαντος ἐξ ὑποψίας κρίνονται· διαιρεῖται δὲ ὡς προειρήκαμεν ὁ τοιοῦτος στοχασμὸς τοῖς τοῦ προσώπου μόνοις κεφαλαίοις· ἐνταῦθα τὰ τοῦ πράγματος ἐκλείπει κεφάλαια· τὰ δὲ τοῦ προσώπου μόνα ἐμπεσεῖται· ὅτι ἐγὼ μὲν οὐκ ἂν ἐβουλήθην αὐτὸν ἀνελεῖν εὖ παθοῦσα ὑπ’ αὐτοῦ, ὅτι οὐχ ὡς δούλῃ μοι ἐχρήσατο ἀλλ’ ἐπεκούφιζε τὰς συμφορὰς, σὺ δὲ ἠβούλου ὡς μητρυιὰ φθονοῦσα τῷ προγόνῳ ἀριστεύσαντι· καὶ ἐγὼ μὲν οὐκ ἠδυνάμην ἐν αἰχμαλώτου καὶ διακόνου τάξει τυγχάνουσα, σὺ δὲ ἠδύνω κρατοῦσα ἐν τῇ οἰκείᾳ· ἡ δὲ μητρυιὰ ἐρεῖ, ὅτι οὐχ ἅμα τῷ ὀνόματι τῆς μητρυιᾶς καὶ τὸ πολέμιον φαίνεται, ἐπεὶ μητέρων χρηστότητος οὐκ ἐπελιπόμην περὶ αὐτὸν καὶ ὅσα τοιαῦτα· σὺ δὲ ἠβούλου μνησικακοῦσα ὑπὲρ ὧν σε ἐξηνδραποδίσατο καὶ τὴν σὴν πατρίδα· καὶ ἐγὼ μὲν οὐκ ἠδυνάμην, οὐδαμοῦ μόνῳ συνοῦσα αὐτῷ, σὺ δὲ ἠδύνω συγκαθεύδουσα καὶ νυκτὸς μόνῳ συνοῦσα αὐτῷ οἷα εἰκὸς παλλακίδα· ὁμοίως δὲ καὶ τοῦτο ἀτελὲς ἐκ μόνων πραγμάτων· οἷον περιεκόπησαν οἱ ἑρμαῖ καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις Ἀλκιβιάδης καὶ Νικίας· ἐνταῦθα πράγματα μὲν οὐκ ἔτι, ποιότητες δὲ μόναι· ἐλέγχει δὲ αὐτὸν ἐνταῦθα ὁ τεχνικὸς, ἀποθέμενος μὲν ὡς οὐκ ἔστιν ἁπλοῦς ἀτελὴς ἐκ μόνων προσώπων, ὅτε περὶ τοῦ ἀσώτου διελέγετο· δεικνὺς δὲ πάλιν, ὡς οὐκ ἔστι διπλοῦς ἀτελὴς ἐκ μόνων προσώπων· εἰ γάρ ἐστιν ἐν διπλῷ στοχασμῷ μὴ κρινόμενον πρᾶγμα, δῆλον ὅτι καὶ ἐν ἁπλῷ ἔσται· ἀπὸ γὰρ τῶν ἁπλῶν ἡ τῶν διπλῶν εὕρεσις γίνεται.
4.450 Ἔστι παρὰ ταῦτα ἕτερα εἴδη στοχασμῶν διπλῶν τρία, οὓς καλοῦμεν συνεζευγμένους· ὅ τε ἐμπίπτων καὶ ὁ προκατασκευαζόμενος, καὶ ὁ κατασκευαζόμενος. Σωπάτρο υ. Ἐνταῦθα ἐμήνυσεν ὅτι τὸ διπλοῦν γένος ἐστὶ καὶ οὐκ αὐτὸ εἶδος· οὐκοῦν οἱ ἀντεγκληματικοὶ, εἰ μὲν ὡς γένος ἐκλήθησαν, εὖ ἂν ἔχοι· εἰ δὲ αὐτοὶ μόνον, οὐ κυρίως εἰσὶ διπλοῖ, ἀλλ’ οἱ ἐπὶ δύο ἐγκλήμασιν ἓν πρόσωπον ἔχοντες κρινόμενον, ἢ ἀνάπαλιν, ὡς ἤδη εἴρηται, κἂν ὅμοια ὦσι τὰ ἐγκλήματα, ὡς ἐπὶ τοῦ πλουσίου τοῦ κρινομένου δυσὶ φόνοις· ἐπειδὴ ἀνεβάλλετο τὸν μηνυτὴν τοῦ πρώτου φόνου, καὶ εὕρηται καὶ αὐτὸς οὗτος νεκρὸς ἀσκύλευτος.
4.451 Μαρκελλίνο υ. Εἶπεν τῶν διπλῶν τοὺς ἀντεγκληματικοὺς καὶ τοὺς κατὰ ἀμφισβήτησιν· λοιποὶ δέ εἰσιν οἱ καλούμενοι συνεζευγμένοι, οἳ διῄρηνται εἰς τρεῖς τρόπους· εἴς τε ἐμπίπτοντας καὶ προκατασκευαζομένους, ἔτι τε μήν εἰσι καὶ συμπεπλεγμένοι, οἳ διαφέρουσι τῶν συνεζευγμένων ταύτῃ, ὅτι οἱ μὲν συμπεπλεγμένοι ἓν πρόσωπον ἔχουσι περὶ δύο πραγμάτων κρινόμενον· οἷον πλούσιος καὶ πένης ἐχθροὶ τὰ πολιτικὰ, εὑρέθη ὁ πένης δολοφονηθεὶς, ἐκήρυξεν ὁ δῆμος τῷ μηνύσαντι τὸν φονεύσαντα ἓν τάλαντον, ἀντεκήρυξεν ὁ πλούσιος δύο τῷ μηνύοντι, ἦλθέ τις ἐπαγγελλόμενος μηνύσειν, εἰ λάβοι τὰ δύο τάλαντα, εὑρέθη καὶ αὐτὸς νεκρός· καὶ κρίνεται ὑπὲρ ἀμφοτέρων ὁ πλούσιος· οἱ δὲ συνεζευγμένοι, εἰ καὶ ἔχουσι δύο πράγματα, οὐκ ἀμφότερα κρίνεται· ἀλλὰ τὸ ἕτερον εἰς σύστασιν τοῦ ἑτέρου παραλαμβάνεται· ἐπεὶ δὲ τῶν συμπεπλεγμένων ἀμφότερα κρίνεται, ταῦτα μέντοι τὰ τρία διπλᾶ καλεῖ ὁ Ἑρμογένης· οὐ μὴν δοκεῖ τισι διπλᾶ εἶναι, οὔτε μὴ ἁπλᾶ· καὶ κοινὸν αὐτῶν ὄνομα τὸ τῶν συνεζευγμένων· ἔχει δὲ καὶ ἴδιον ἕκαστον ὄνομα· ὁ μὲν καλεῖται ἐμπίπτων, ὁ δὲ προκατασκευαζόμενος, ὁ δὲ συγκατασκευαζόμενος· καλῶς δὲ ταῦτα ὁ τεχνικὸς τὰ εἴδη ἐχώρισεν εἰπὼν, ἔστι καὶ ἕτερα, ὡς πρὸς διαφορὰν τοῦ κυρίως διπλοῦ· ἐκεῖ γὰρ εἰ καὶ τὸ ἓν ζητούμενον, ἀλλὰ δύο πρόσωπα ἔχομεν τὰ κρινόμενα· διὸ καὶ κυρίως ἐκεῖνος εἴρηται διπλοῦς, διὰ τοῦτο διπλᾶ καὶ τὰ κεφάλαια δέχεται, ἑκατέρου τῶν κρινομένων πρὸς τὸ οἰκεῖον συμφέρον χρωμένου τῇ ἐργασίᾳ καὶ μεταχειρίσει τοῦ λόγου, καὶ ἐγγὺς ἀλλήλων τὰ κεφάλαια ἀντιτιθέντος· ἐν δὲ τῷ συνεζευγμένῳ διπλῆ μὲν κἀνταῦθα ἡ διαίρεσις, ἀλλ’ ἰδίᾳ τῶν ζητημάτων καὶ ἕκαστον ἐν μέρει κατασκευαζόμενον· οὐ κεφαλαίῳ ἀντιτιθέντος κεφάλαιον τοῦ λέγοντος, ὥσπερ ἐν τῷ κυρίως διπλῷ κελεύσει ποιεῖν ἡ τέχνη· καλεῖται δὲ οὗτος ὁ διπλοῦς ἀντεγκληματικὸς καὶ ἀντικατηγορητικὸς, ἀναγκαῖον δὲ πάλιν περὶ τῶν συνεζευγμένων εἰπεῖν πόθεν οὕτως ἐκλήθησαν, δεύτερον δὲ ζητεῖται εἰ διπλοῦς· τρίτον τίς αὐτοῦ πρὸς τὰ ἄλλα διαφορά.
4.452 Συνεζευγμένοι μὲν οὖν εἴρηνται παρὰ τὸ ἔχειν δύο ζητήματα συμπεπλεγμένα, καὶ ἓν μὲν εἶναι τὸ ζητούμενον, τὸ δὲ ἕτερον εἰς σύστασιν αὐτοῦ παραλαμβάνεται· διαφέρουσι δὲ τοῦ ἑτέρου διπλοῦ· ὅτι δύο πρόσωπα ἔχομεν ἐκεῖ κρινόμενα· ἐνταῦθα δὲ ἕν· ὥστε τοὐναντίον εὑρίσκεσθαι, δύο μὲν τὰ ζητούμενα, ἓν δὲ τὸ κρινόμενον πρόσωπον· ἐκεῖ δὲ ἓν μὲν τὸ ζητούμενον, δύο δὲ πρόσωπα τὰ κρινόμενα· ζητητέον δὲ καὶ τοῦτο, διατί ὁ συνεζευγμένος μᾶλλον ἁπλοῦς ἐστιν, εἴγε καὶ πρόσωπον ἓν ἔχει τὸ κρινόμενον, ἓν δὲ καὶ πρᾶγμα κρινόμενον, τὸ γὰρ ἕτερον συμπλέκεται· εἰ γὰρ καὶ δύο τὰ ζητούμενα, ἀλλ’ ἓν τὸ κρινόμενον, ὥσπερ ἐν τῷ ἁπλῷ στοχασμῷ· ἀλλὰ πρόδηλος ἡ αἰτία, δι’ ἣν οὐχ ἁπλοῦς ὁ τοιοῦτος· εἰ μὲν γὰρ ἦν ἓν ζήτημα μόνον, ἦν ἂν ἁπλοῦς εἰκότως· ἐπειδὴ δὲ δύο περιέχει τὰ ζητούμενα, κἂν ἓν ὑπάρχει τὸ κρινόμενον, ἕτερον εἶδος ποιεῖ στοχασμοῦ καὶ ἔξω γίνεται τοῦ ἁπλοῦ· ἴδιον γὰρ τοῦ ἁπλοῦ τὸ ἓν εἶναι ζήτημα ἐφ’ ἑνὶ προσώπῳ στρεφόμενον· εἰ δέ τις ἀντιπέσοι ἐνταῦθα ὅτι καὶ ἐν τῷ ἁπλῷ εὑρίσκομεν πολλάκις οὐκ ἐφ’ ἑνὶ προσώπῳ τὴν κατηγορίαν, ἀλλ’ ἐν πλείοσιν, ὡς οἱ δέκα νέοι κοινωνήσαντες τῆς οὐσίας καὶ κρινόμενοι τυραννίδος ἐπιθέσεως, λεκτέον ὡς κἂν πλῆθος ἦν τῶν κρινομένων, ἀλλ’ ὅμως ὡς ἕν τι τῶν προσώπων δοκεῖ· μία γὰρ τῶν νέων ἡ ποιότης καὶ κοινὴ καὶ οὐκ ἰδία ἑκάστου ἐκ τῆς ὕλης ὑπόκειται· καὶ ἡ πρᾶξις μία· ἀλλ’ οὐδὲ ἀντεγκαλοῦντας ἀλλήλοις ἔχομεν τοὺς νέους.
4.453 Καὶ ὁ μὲν ἐμπίπτων γίνεται, ὅτ’ ἂν ἐν τῇ μεταθέσει τῆς αἰτίας ὁλόκληρόν τι ζήτημα ἐμπέσῃ καὶ ἀναγκαῖον γένηται καὶ αὐτὸ διελεῖν τελείως· οἷον ἔδει τὸν ἁλόντα προδοσίας δεδέσθαι παρὰ τῷ στρατηγῷ, μέχρις ἂν εἴπῃ τοὺς συνειδότας· ἁλούς τις προδοσίας στρατηγὸς ἐδέδετο παρὰ τῷ συστρατήγῳ· ὁ δὲ ἀπέκτεινεν αὐτὸν ὡς ἐπὶ γυναικὶ εὑρὼν καὶ συνειδότος φεύγει· ἐνταῦθα γὰρ μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους χρωμένου μεταθέσει τῆς αἰτίας τῇ λεγούσῃ ὅτι μοιχὸν ἀπέκτεινα τοῦ φεύγοντος, εὕρηται ζήτημα ἕτερον τὸ εἰ ἐκεῖνον εἰκὸς δεσμώτην ὄντα μοιχεῦσαι καὶ εἰ τὴν γυναῖκα εἰκὸς τῷ τοιούτῳ ἑαυτὴν ἐπιδοῦναι· καὶ μετὰ τὴν τούτου διαίρεσιν πάλιν ἐπὶ τὴν τοῦ προτέρου πιθανὴν ἀπολογίαν ὁ φεύγων ἥξει. Μαρκελλίνο υ. Ὁ ἐμπίπτων γίνεται, ὅτ’ ἂν ἀπὸ τοῦ κρινομένου πράγματος οὐχ ἁπλῶς, ἀλλ’ ὅτ’ ἂν ἐξ αὐτοῦ τοῦ χρώματος τοῦ κρινομένου πράγματος ἄλλο ἀνακύψῃ ζήτημα, αὐτὸ μὲν οὐ κρινόμενον, συμβαλλόμενον δὲ πρὸς τὸ κρινόμενον· σημειωτέον δὲ τοῦτο, ὅτι οἱ μὲν ἄλλοι πάντες στοχασμοὶ τὴν μετάθεσιν τῆς αἰτίας ἐκτὸς ἔχουσιν τοῦ ζητήματος· ὁ δὲ ἐμπίπτων μόνος ἐν αὐτῷ τῷ ὅρῳ τοῦ ζητήματος ἔχει τὴν μετάθεσιν τῆς αἰτίας· εἴρηται δὲ ἐμπίπτων ὅτι εἰς αὐτὴν τὴν μετάθεσιν τῆς αἰτίας ἐμπίπτει ἕτερον ζήτημα· οἷον ἀφῆκέ τις τὴν ἑαυτοῦ οὐσίαν γυναικὶ ἀλλοτρίᾳ εἰπὼν διὰ σωφροσύνην· καὶ κρίνει αὐτὴν ὁ ἀνὴρ μοιχείας· ἡ ζήτησις τῆς σωφροσύνης τὸ δεύτερον ζήτημα· ἐκείνης γὰρ λεγούσης τὴν μετάθεσιν τῆς αἰτίας τοῦ πρώτου ζητήματος, ὅτι διὰ σωφροσύνην μοι κατέλιπεν, ἐμπίπτει ἐκ τούτου τὸ δεύτερον ζήτημα, εἰ σώφρων ἢ οὔ· ὥστε ἐν αὐτῷ τῷ ὅρῳ κεῖται ἡ μετάθεσις.
4.454 Ὅ τ ’ ἂν ἐν τῇ μεταθέσει τῆς αἰτία ς· ὅρα πῶς ἐμφαίνει τὸ ἀπὸ τοῦ χρώματος, ὅτι ἐκ τούτου ἀνακύπτει τὸ ἕτερον ζήτημα· αὐτὸ γὰρ τὸ χρῶμα γίνεται ἀρχὴ τοῦ δευτέρου διὰ τὸ μὴ ὁμολογουμένην εἶναι καὶ τὴν αἰτίαν, τουτέστιν αὐτὸ τὸ χρῶμα, ὅπερ ὁ φεύγων προβάλλεται· ἀλλ’ ἀμφίβολον καὶ ζητούμενον, καὶ δεῖ τοῦτο κατασκευάζειν ἑτέρᾳ διαιρέσει τῶν κεφαλαίων· ἀλλὰ δεῖ μέχρι τῆς βουλήσεως καὶ δυνάμεως καὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐξετάσαντα ἀνατρέχειν πάλιν ἐπὶ τὴν τοῦ πρώτου ζητήματος πιθανὴν ἀπολογίαν. Ἔδει τὸν ἁλόντα προδοσία ς. θαυμάσαι ἄξιον τῆς πλάσεως τὸ βούλημα, πρῶτον τὸν νόμον τὸν κελεύοντα δεδέσθαι, εἶτα τὴν διάνοιαν· εἰκὸς γὰρ εἶναι τοὺς συνειδότας, μετὰ ταῦτα ὅτι ὁ ἀνελὼν ὕποπτος εἶναι δοκεῖ, φόβῳ τοῦ μέλλοντος ἀνῃρηκέναι· ἄντικρυς γὰρ ὁ στρατηγὸς ἑαλώκει μηδὲ μίαν ἔχων τοῦ φόνου τὴν πρόφασιν· καλῶς δὲ καὶ τὸ ὡς ἐπὶ τῇ γυναικὶ καταλαβών· εἰ γὰρ ἦν ὡμολογημένον, ὅτι κατέλαβεν, οὐκ ἂν συνέστη, ἀλλ’ ὡς ἐπὶ τῇ γυναικὶ, ἵνα ᾖ ὡς πεπλασμένον καὶ μέσον τὸ ἔγκλημα· ἡ μὲν οὖν πλάσις θαυμασίως ἔχει· τοῦ δὲ κατηγόρου λέγοντος ὡς συνῄδεις τῇ προδοσίᾳ· τὸν γὰρ ἔλεγχον δεδιὼς ἀπέκτεινας, καὶ σημεῖον τοῦ συνειδέναι κατασκευάζοντας τὸ ἀπέκτεινας· ἀντιτίθησι τὸ χρῶμα ὁ φεύγων, ὅτι μοιχὸν ἀπέκτεινα τοῦ νόμου κελεύοντος, καὶ τὸ ἀντιληπτικὸν ὁμοῦ καὶ τὸ ἀντεγκληματικὸν προβαλλόμενος· οὐκοῦν κατὰ μέσην τὴν διαίρεσιν ὁλόκληρον ἐμπεσεῖται ζήτημα, εἰ ὄντως μοιχὸς ἐκεῖνος ὁ δεδεμένος· κατασκευάσομεν οὖν ἀπὸ τῆς ποιότητος τῶν συμπιπτόντων προσώπων· καὶ καθολικὸν τοῦτο θεώρημα, τὸ μὴ μόνον τοῦ κρινομένου προσώπου, ἀλλὰ καὶ πάντων τῶν συμπιπτόντων προσώπων ἐν τῷ προβλήματι τὴν ποιότητα σκοπεῖν· ἐξετάσεις γοῦν ἐνταῦθα καὶ τοῦ δεδεμένου καὶ τῆς γυναικὸς τὴν προαίρεσιν· τοῦ μὲν εἴγε εἰκὸς ἦν ἐν τοιαύταις συμφοραῖς ὄντα τοιούτων ἐπιθυμεῖν, τὴν δὲ εἰ πιθανὸν στρατηγοῦ γυναῖκα οὖσαν δεσμώτῃ ἑαυτὴν ἐκδοῦναι.
4.455 Πάλιν ἐπὶ τὴν τοῦ προτέρου πιθανὴν ἀπολογίαν· πάλιν ἐνταῦθα πιθανὴν ἀπολογίαν τὸ μὴ ἀντιστρέφον ἐκάλεσε· τῇ γὰρ πιθανῇ ἀπολογίᾳ οὐδὲν ταῦτα χρησόμεθα διὰ τὸ ἀκολουθεῖν τὸ σημεῖον τῷ ἐγκλήματι· εἰκὸς γὰρ ἦν τὸν συνειδότα τῇ προδοσίᾳ ἐκποδὼν τὸν ἁλόντα ποιήσασθαι, φεύγοντα τὸν ἔλεγχον· πρῶτον οὖν φησι μέχρι τῆς μεταθέσεως διαιρήσομεν τὸ πρῶτον ζήτημα· εἶτα ἐμπεσόντος τοῦ δευτέρου ἀπὸ τῆς μεταθέσεως διαιροῦμεν καὶ τοῦτο μέχρι καὶ τῶν αὐτῶν τόπων· μετὰ δὲ τοῦτο ἀκολούθως ἐπὶ τὴν τοῦ πρώτου πιθανὴν ἀπολογίαν ἐπανελευσόμεθα· καὶ τούτῳ κατακλείσομεν τὰ δύο ζητήματα. Ἐν τούτῳ τῷ προβλήματι ζητεῖται πρῶτον εἰ σύνοιδε, μετὰ ταῦτα εἰ μοιχὸς ἐκεῖνος· ἴδιον δὲ τοῦ ἐμπίπτοντος τὸ τὸ δεύτερον ζήτημα λαμβάνειν τὴν ἀρχὴν τῆς διαιρέσεως ἀπὸ ῥητοῦ καὶ διανοίας· οἷον ἐπὶ τοῦ προκειμένου· ἀντὶ γὰρ τῆς μεταθέσεως τῆς αἰτίας ἀντεγκληματικὸν καὶ ἀντιληπτικὸν ἐμπεσεῖται ἀπὸ νόμου, καθ’ ὃν ἀπεκτονέναι λέγοι μοιχὸν ὄντα· πρὸς τὸ ῥητὸν τοίνυν ἀπαντησόμεθα τῇ διανοίᾳ· ὅτι δίδωσιν ὁ νόμος τὸν μοιχὸν ἀνελεῖν, ἐὰν μὴ ὑπόδικος ᾖ δημοσίων πραγμάτων καὶ μάλιστα προδοσίας· εἶτα καθ’ ὑπόθεσιν, εἰ καὶ μοιχὸς ἦν καὶ μὴ εἶχες ὑπόνοιαν τῆς προδοσίας, ἠδίκεις καὶ οὕτως ἀφελόμενος ἡμᾶς τὸ γνῶναι τἀληθὲς ἐκ τῶν βασάνων· πολλοὺς δὲ εἰκὸς εἶναι τοὺς συνειδότας· ὑφ’ ὧν ἐγχωρεῖ καὶ ὕστερον ἐπιβουλευθῆναι· ἐρεῖς δὲ διπλῆν βούλησιν καὶ τοῦ τεθνεῶτος καὶ τῆς γυναικός· τοῦ μὲν ὡς οὐκ ἂν ἐν συμφοραῖς ὢν ἐβουλήθη μοιχεῦσαι· τρυφώντων γὰρ τὸ ἀσελγαίνειν· τῆς δὲ γυναικὸς, ὅτι οὐδὲ ἐκείνη τοιούτῳ ἂν ἑαυτὴν ἠθέλησεν ἐπιδοῦναι μήτε χρημάτων πλήθει διαφθαρεῖσα· οὐ γὰρ περιῆν τῷ προδότῃ δημευθείσης τῆς οὐσίας· μήτε δὲ ἀξίωμα προελομένην ἁμαρτεῖν· κατεδικάσατο γὰρ ἐπὶ δεινοτάτοις ὀφλήμασιν, ἐφ’ οἷς ἔμελλεν ἀποθανεῖσθαι μικρὸν ὕστερον· ἔτι τοίνυν οὐδὲ μοιχεῦσαι ἐδύνατο δεδεμένος· εὕρηται ζήτημα ἕτερον.
4.456 Καλῶς εἶπεν τὸ εὕρηται· εὑρέθη γὰρ οὐκ ἂν ἐξ ἀρχῆς, ἀλλ’ ὕστερον πάλιν ἐπὶ τὴν τοῦ προτέρου πιθανὴν ἀπολογίαν· οὐκ ὀρθῶς εἶπεν ἐμπεσεῖσθαι πιθανὴν ἀπολογίαν ἐνταῦθα. οὐ γὰρ δύναται λέγειν· καὶ μὴν εἰ συνῄδειν οὐκ ἐφόνευον, ἀλλὰ μᾶλλον ἐφηδόμην ὡς κοινωνοῦ ὥς τινες ᾠήθησαν· δῆλον γὰρ ὅτι ἑαυτοῦ μᾶλλον προενοεῖτο, ἵνα μὴ αὐτὸς κινδυνεύσῃ ἐκείνου ἐν ταῖς βασάνοις ἐξειπόντος· ἀλλὰ νοητέον ἐνταῦθα τὴν πιθανὴν ἀπολογίαν ἀντὶ τοῦ μὴ ἀντιστρέφοντος, ὅτι συνειδὼς ἀπέκτεινεν ἄν, οὐ μὴν πᾶς ἀπεκτονὼς ὡς ἤδη καὶ σύνοιδεν· εἰκότως δὲ τὸ μὴ ἀντιστρέφον, ἐπειδὴ καὶ προσεχὲς τῷ ἐγκλήματι τὸ σημεῖον· ὁ γὰρ συνειδὼς ἀποκτείνει ἂν εἰκότως ἵνα μὴ ἐλεγχθῇ. Προκατασκευαζόμενος δὲ γίνεται, ὅτ’ ἂν πρὸ τοῦ ζητήματος ἕτερον ἀναγκαῖον ᾖ ζητῆσαι στοχαστικῶς, ὡς ὂν ἢ οὐκ ὄν· οἷον πλούσιος στρατηγὸς πένητος ἐχθροῦ παῖδας τρεῖς ὡς προδιδόντας συνέλαβε καὶ τοὺς μὲν δύο μὴ ὁμολογήσαντας ἐν ταῖς βασάνοις ἀπέκτεινε· τὸν δὲ τρίτον πρὸ τῶν βασάνων ὁμολογήσαντα προδιδόναι καὶ μὴ ἐπεξιόντα τὸν πατέρα κρίνει συνειδότος· ἐφ’ ἑκατέρου γὰρ δεῖ πρῶτον συσταθῆναι· τοῦ μὲν πλουσίου τὸ εἶναι ἐκείνους προδότας, τοῦ δὲ πένητος τὸ μὴ εἶναι· μεθ’ ὃ κατὰ συγχώρησιν δοὺς τὸ καὶ προδεδωκέναι ἐκείνους ὁ πένης, τὸ καθ’ αὑτὸν ἀπολογήσεται.
4.457.(1n) Σωπάτρο υ. Δεύτερος τῶν συνεζευγμένων ἐστὶν ὁ προκατασκευαζόμενος· ὃς ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ ἕτερόν τι πρὸ τοῦ κρινομένου πράγματος ἐξετάζεσθαι, εἶθ’ οὕτως ἐκεῖνο περὶ οὗ ἡ κρίσις· διαφέρει δὲ τοῦ ἐμπίπτοντος τῷ ἐκεῖ μὲν τὸ πρὸς ἀπόδειξιν τοῦ κρινομένου κομιζόμενον παραλαμβάνεσθαι τελευταῖον· ἐν δὲ τῷ προκατασκευαζομένῳ πρότερον· ἐν γὰρ τούτῳ κρινόμενος ὁ πατὴρ συνειδότος, πρὸς ἀπόδειξιν τοῦ μὴ συνειδέναι τοῖς παισὶ τὴν προδοσίαν πρότερον κατασκευάζει, ὡς ἥκιστα προδεδώκασιν οἱ παῖδες, εἶθ’ οὕτως ὑπὲρ αὐτοῦ ἀπολογήσεται· ἐν δὲ τῷ ἐμπίπτοντι κρινόμενος συνειδότος, ὁ τὸν συστράτηγον ἀνελὼν πρότερον τὴν παρὰ τοῦ συνειδέναι κατηγορίαν ἀποσείσεται· καὶ οὕτω τὸ τῆς μοιχείας ὄνομα κατὰ τοῦ τεθνεῶτος κινήσει. Μαρκελλίνο υ. Προκατασκευαζόμενός ἐστιν, ὅτ’ ἂν πρὸ τοῦ κρινομένου πράγματος ἀναγκαῖον ἕτερόν τι προκατασκευασθήσεται ζήτημα ὑπ’ ἀμφοτέρων, τοῦ τε κατηγόρου καὶ τοῦ φεύγοντος· ζητήματος δὲ ἐνταῦθα ἰδίως εἶπεν τοῦ ἐγκλήματος, ἐφ’ ᾧ ἡ γραφή· τὸ δὲ ὡς ὂν ἢ οὒ οὐσιώδη τὴν ζήτησιν παρίστησιν, τουτέστι περὶ ὑπάρξεως εἰ ἔστιν ἢ οὔ· καὶ εἰ γέγονεν ἤ οὐ γέγονε· τοῦτο τοῦ προκατασκευαζομένου ἴδιον, ὅτ’ ἂν πρὸ τοῦ ζητήματος, ἐφ’ ᾧ ἡ κρίσις, ἐξετάσωμεν ἕτερον ζήτημα· ἡ μὲν οὖν γραφὴ συνειδότος· εἰ σύνοιδε τοῖς παισὶ προδοσίαν· τὸ δὲ προκατασκευαζόμενόν ἐστι τὸ κατ’ αὐτοὺς τοὺς παῖδας, εἰ τῷ ὄντι προδεδώκασιν· οὐ γὰρ τοῦτο φανερόν· εἰ γὰρ καὶ ὁ τρίτος ὡμολογηκέναι δοκεῖ ἀλλὰ τοῦ φόβου ἡ ὁμολογία δοκεῖ, ὅτι τοὺς ἀδελφοὺς ἀπολωλότας ἐν ταῖς βασάνοις ἐθεάσατο, καὶ τὰ ὅμοια παθεῖν προσεδόκησε, εἰ μὴ ὡμολόγησεν· τοῦτο τοίνυν τὸ τῶν παίδων ἀναγκαῖον ἀμφοτέρους προκατασκευάσαι, πλέον δὲ τὸν κατήγορον· εἰ μὴ γὰρ ἐλέγξει πρῶτον προδεδωκότας τοὺς παῖδας, οἰχήσεται αὐτῷ καὶ τὸ κατὰ τοῦ πατρὸς ἔγκλημα, μὴ γὰρ ὅλως προδεδωκότων ἐκείνων, πῶς ἂν κρίσιν συνειδότος συστῆσαι δύναιτο; ἀναγκαῖον δὲ ὡς προεῖπον καὶ τὸν φεύγοντα προκατασκευάσαι περὶ παίδων, ἧττον μὲν τοῦ κατηγόρου· χρησιμωτάτη δὲ ὅμως ἡ ὑπὲρ τῶν παίδων ἀπολογία καὶ τούτῳ· εἰ γὰρ τοὺς παῖδας ἐξελέσθαι τῆς αἰτίας δυνήσεται καὶ τὸ καθ’ αὑτὸν ῥᾳδίως καὶ πόῤῥωθεν ἀπολύσεται· εἰ δὲ μὴ τοῦτο δυνήσεται παντελῶς· ἀλλ’ ὅμως οὐ μετρίως διαβαλὼν τὸν τοῦ κατηγόρου τρόπον· εἶτα κατὰ συγχώρησιν δοὺς προδεδωκέναι τοὺς παῖδας, ἐπὶ τὸν ὑπὲρ ἑαυτοῦ λόγον τραπήσεται· ὥστε ἀναγκαία ἡ τοῦ περὶ τῶν παίδων ζητήματος προκατασκευή· πλέον μὲν τῷ κατηγόρῳ, ἔλαττον δὲ τῷ φεύγοντι· οὐ γὰρ εἰ καὶ προδεδώκασιν οἱ παῖδες, ἤδη καὶ αὐτὸς πάντως προδότης· ζητητέον οὖν εἰ καὶ ὁ κατήγορος δώσει κατὰ συγχώρησιν τὸ μὴ προδεδωκέναι τοὺς παῖδας· ἀλλὰ λέγομεν ὅτι τοῦτο ποιεῖν ὁ κατήγορος οὐ δύναται· εἰ γὰρ ποιήσει τοῦτο, συνοιχήσεται καὶ ἡ κατὰ τοῦ πατρὸς κρίσις· ἔτι δὲ κἀκεῖνο εἰδέναι χρὴ, ὡς οὐχ ἁπλῶς ὁ πατὴρ δώσει τὸ κατὰ τῶν παίδων, ἀλλὰ τεχνικωτάτης δεῖ μεθόδου τῷ λέγοντι· βλάψει γὰρ αὐτὸν τῷ δοκεῖν καὶ οὕτω τῶν παίδων κατεγνωκέναι· ἀλλ’ ἀναμικτέον αὖθις τῷ λόγῳ καὶ καταβοητέον τῆς τοῦ πλουσίου βίας καὶ ὑπερηφανίας· καὶ ὅλως σὺν βαρύτητι προακτέον τοὺς λόγους.
4.458 Ἐξ ἀνεπιγράφου. Ὁ προκατασκευαζόμενος ἔχει φύσιν καὶ δύναμιν τοιαύτην, εἰ συνειδότος κρίνοιτό τις, μήπω ἁλόντος ᾧ δοκεῖ συνειδέναι· πρότερον μὲν ἀπολογεῖται ὑπὲρ ἐκείνου, εἶτα ὑπὲρ ἑαυτοῦ· χρησιμωτάτη οὖν ἡ προκατασκευὴ καὶ προαπόδειξις ἐν τῷ προκατασκευαζομένῳ.
4.459 παράδειγμα τούτου· γραφεὶς Ἀρίσταρχος ἐπὶ τῷ Νικοδήμου φόνῳ πρὸ τῆς κρίσεως ὑπεξῆλθεν· κρίνεται Δημοσθένης συνειδότος· οὐκοῦν ἀπολογίαν δεῖ πρῶτον πορίσασθαι Ἀριστάρχου, ὡς οὐκ ἀπέκτεινε Νικόδημον· ἔτι παρὰ τῷ ῥήτορι τὸ θεώρημα· τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ κακῆς καὶ χαλεπῆς συμβάσης αἰτίας Ἀριστάρχῳ τῷ Μόσχου· καὶ πάλιν φανερῶς ἤδη δι’ ἐμὲ τὸν Ἀρίσταρχον ἐσυκοφάντει· ἐνίοτε δὲ μεταχειριούμεθα οὕτω· μάλιστα μὲν οὐδὲ ἐκεῖνον οἶμαι λέγων πεποιηκέναι τοῦτο· καὶ τοὺς λογισμοὺς ἐκθησόμεθα δι’ οὓς οὐκ ἂν ἔπραξεν· εἰ δὲ ἄρα μανεὶς ἔπραξεν, ἀλλ’ οὐκ ἐγὼ σύνοιδα· ὡς ὂν ἢ οὐκ ὄ ν· ὂν μὲν ὡς ἀπὸ τοῦ κατηγόρου, οὐκ ὂν δὲ ὡς ἀπὸ τοῦ φεύγοντος· ὃ γὰρ ὁ κατήγορος κατασκευάζει ὡς ὂν, τοῦτο ὁ φεύγων ἀνασκευάζει ὡς οὐκ ὄν. Ὡς προδιδόντα ς. καλὸν τὸ ὡς προδιδόντας, ἵνα περίστασιν ἔχῃ ὁ λόγος καὶ τὸ πρόβλημα· εἰ γὰρ δοίημεν, ὅτι προδόται, μονομερὲς ἔσται· ἐφ’ ἑκατέρου γὰρ δεῖ πρότερον συσταθῆναι· ὁ μὲν πλούσιος ἐρεῖ, σημεῖον τοῦ προδεδωκέναι τοὺς παῖδας τὸ τὸν τρίτον ἄνευ βασάνων ὁμολογεῖν· εἶτα ὁ φεύγων πρὸς τοῦτο ἀπαντήσεται συγγνωμονικῇ μεταθέσει τῆς αἰτίας· ὅτι δεδιὼς τὰς βασάνους καὶ εἰδὼς ὅτι ταὐτὰ τοῖς προτέροις πείσεται, κατεψεύσατο ἑαυτοῦ· καὶ ἑαυτοῦ ἠνάγκασται κατηγορεῖν ὑπὸ δέους· εἶτα καὶ τοῦ συνειδέναι ἐρεῖ σημεῖον ὁ πλούσιος τὸ μὴ ἐπεξελθεῖν· καὶ μεταθήσεται πάλιν ὁ φεύγων, ὅτι πλούσιος ἦσθα καὶ ἐδεδίειν τὴν σὴν ἰσχὺν καὶ τὴν περὶ σὲ ἑταιρείαν καὶ τὸ τῶν κολάκων σύστημα· μεθ’ ὃ κατὰ συγχώρησι ν· εἰκότως ἐν δευτέρῳ φυλάττει τὸ κατὰ συγχώρησιν· οὔτε γὰρ δύναται τοῦτο πράττειν, ἵνα μὴ δοκῇ εὐθὺς ἐν ἀρχῇ τῶν παίδων κατηγορεῖν, οὔτε μὴν καθάπαξ μὴ συγχωρεῖν, ἵνα μὴ δοκῇ φεύγειν τὸν περὶ αὐτοῦ λόγον.
4.460 Συγκατασκευαζόμενος δὲ γίνεται, ὅτ’ ἂν τὰ σημεῖα τοῦ πράγματος δι’ ἀλλήλων κατασκευάζηται· οἷον ἔδει τοὺς δεσμώτας λελύσθαι τοῖς θεσμοφορίοις· μοιχείαν ὑπονοήσας τις πρὸς τὸν οἰκέτην τῆς γυναικὸς, δήσας ἐκεῖνον ἀπεδήμησεν· λυθεὶς τοῖς θεσμοφορίοις παρὰ τῆς γυναικὸς, ἀπέδρα ὁ οἰκέτης· μετὰ ταῦτα εὕρηται ὁ ἀνὴρ πεφονευμένος· καὶ συνειδότος ἡ γυνὴ φεύγει· τότε γὰρ ὑπὸ τοῦ οἰκέτου αὐτὸν πεφονεῦσθαι διὰ τῆς μοιχείας κατασκευάζεται· τό τε εἶναι τὴν μοιχείαν διὰ τοῦ ἐπ’ ἐκείνου αὐτὸν ἀνῃρῆσθαι καὶ ὅλως δι’ ἀλλήλων· δῆλον δὲ ὅτι καὶ μετὰ τῶν ἄλλων τῆς τε ὑπονοίας τοῦ ἀνδρὸς καὶ τοῦ λῦσαι αὐτὸν τὴν γυναῖκα, καὶ εἴ τι εἴη ἕτερον· διαφέρει δὲ τοῦ προκατασκευαζομένου, ὅτι ἐκεῖ μὲν κεχώρισται ἀλλήλων τὰ ζητήματα, ἐνταῦθα δὲ δι’ ἀλλήλων κατασκευάζεται πάντα. Σωπάτρο υ. Τρίτος τῶν συνεζευγμένων ἐστὶν ὁ κατασκευαζόμενος, ὃς ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ δύο ἐγκλήματα ἐπάγειν τῷ φεύγοντι τὸν κατήγορον ὡς πεποιηκότι ἢ μέλλοντι πράττειν· ὡς ἐπὶ τοῦ πλουσίου τοῦ ὀμόσαντος ἐν συμποσίῳ τυραννήσειν· καὶ τοῦ πένητος τοῦ τυραννοκτονεῖν ὀμόσαντος καὶ νεκροῦ ἀσκυλεύτου εὑρεθέντος· ἀμφότερα γὰρ συμπλέκων, τόν τε τοῦ πένητος φόνον καὶ τῆς τυραννίδος τὴν ἐπίθεσιν, κρίνει τὸν πλούσιον· τούτῳ δὲ διαφέρει τοῦ προκατασκευαζομένου· ὅτι ἐν ἐκείνῳ μὲν τὸ προηγούμενον ὁ φεύγων τελευταῖον ἐξετάζει, τὸ δὲ μὴ προηγούμενον πρότερον· ἐν δὲ τῷ συγκατασκευαζομένῳ ὁμοίως ὑπὲρ ἀμφοτέρων τῶν ἐγκλημάτων ἀπολογεῖται ὁ φεύγων οὐχ ὡς συνειδὼς ἀλλ’ ὡς αὐτὸς ὢν ὁ πράξας. Ἰστέον ὡς οὐδέποτε δῆλον δήλῳ κατασκευάζεται, ὥσπερ οὐδὲ ἄδηλον ἀδήλῳ, ἀλλ’ ἄδηλον τῷ δήλῳ· εἰ μὲν οὖν καὶ ἐνταῦθα ἀμφότερα δῆλα, τό τε τῆς μοιχείας φημὶ καὶ τὸ τοῦ φόνου, πῶς τὸ σαφῆ δι’ ἀλλήλων κατασκευάζεται; εἰ δὲ ἄδηλα ἄμφω, γελοῖον τὸ τῆς ἀποδείξεως· εἰ δέ τις ἐρεῖ ὡς ἡνίκα ὡς σημεῖον τὸ ἕτερον λαμβάνεται τοῦ ἑτέρου, τότε δῆλον, τὸ δὲ λοιπὸν ἄδηλον, ἀνόητος ὁ λόγος πάντη· θετικὴ γὰρ οὐ φυσικὴ ἡ ἀπόδειξις τῇ γνώμῃ τοῦ λέγοντος ἀλλ’ οὐχὶ τῶν ἀκουόντων τὸ πιστὸν ἔχουσα· τί οὖν ἐροῦμεν, ὡς οὐ πάνυ ἀκριβῶς ὁ τεχνικὸς διέλαβε περὶ τούτου· ὤφειλε γὰρ εἰπεῖν οὕτω· τό τε γὰρ συνειδέναι τὴν γυναῖκα διὰ τοῦ λῦσαι κατασκευάζεται, τό τε μεμοιχεῦσθαι διὰ τοῦ συνειδέναι· εἶτα τό τε οὕτω κατασκευάσαι, τὸ τὸν οἰκέτην εἶναι τὸν ἀνῃρηκότα διὰ τῆς μοιχείας· οὔτε γὰρ ἡ μοιχεία φανερὰ, οὔτε τὸ παρὰ τοῦ οἰκέτου τὸν δεσπότην ἀνῃρῆσθαι· ἀλλὰ πρῶτον εἰς ἀπόδειξιν λαμβανόμενον τοῦ συνειδέναι τὸ λῦσαι τότε τοῖς λοιποῖς ὁδὸς διὰ τούτου παρέχεται, δήλης γὰρ τῆς μοιχείας διὰ τοῦ συνειδέναι γινομένης, ἀναντίῤῥητον καὶ τὸ ὑπὸ τοῦ οἰκέτου ἀνῃρῆσθαι δεσπότην συναποδείκνυται· καὶ ἔστι τὸ ἀπὸ τούτου κατὰ ἀντιστροφὴν ἡ ἀπόδειξις· οἷον εἰ μοιχὸς καὶ φονεύς· καὶ εἰ φονεὺς καὶ μοιχός.
4.461 Μαρκελλίνο υ. Συγκατασκευαζόμενος κέκληται, ὅτ’ ἂν τὰ σημεῖα δι’ ἀλλήλων ὁμοῦ κατασκευάζηται καὶ μὴ κεχωρισμένως· ἐκ τούτου γὰρ καὶ τὴν προσηγορίαν ἐκτήσατο· γνωστέον δὲ ὅτι ἐν τούτῳ τῷ στοχασμῷ τὰ αὐτά ἐστι καὶ σημεῖα ἀλλήλων καὶ ἐγκλήματα· ἐνταῦθα γοῦν ἀπὸ μὲν τῆς μοιχείας κατασκευάζεται, ὅτι αὐτὸς ἐφόνευσεν· ἀπὸ δὲ τοῦ φόνου ἡ μοιχεία βεβαιοῦται· καὶ ἀπὸ τοῦ καιροῦ δὲ κατασκευάζεις τὸν φόνον, ὅτι ἡνίκα ἀπελύθη ὁ παῖς ἐφονεύθη καὶ οὐ πρὸς τούτου· ἔχει δὲ ἐνταῦθα παραγραφικὸν ἐκ τοῦ λείποντος· λέξει γὰρ ἡ γυνὴ ὅτι ἄδηλον εἰ ὅλως ὑπ’ αὐτοῦ γέγονεν· λέξει δὲ καὶ ἀντίθεσιν ἡ γυνὴ ἀπὸ τοῦ νόμου· νόμος ἐν τοῖς θεσμοφορίοις λύεσθαι τοὺς δεσμώτας· διὸ ἔλυσα δεσμώτην ὄντα· λύσει δὲ ὁ κατήγορος διανοίας τὸ ῥητόν, ὅτι δεσμώτας λέγει τοὺς ἐν δεσμωτηρίῳ οὐ τοὺς ἐν ἰδικῇ οἰκίᾳ· διαφέρει δὲ τοῦ προκατασκευαζομένου, ὅτι ἐκεῖ καθ’ ἑαυτὸ ἕκαστον καὶ τὸ πρῶτον μελετᾶται καὶ τὸ δεύτερον, ἐνταῦθα δὲ ἅμα τὰ δύο ἀλλήλων κατασκευάζεται· ἄλλοι δὲ ὁρίζονται τὴν διαφορὰν οὕτως, ὅτι ἐν τῷ συγκατασκευαζομένῳ ἀμφότερα ἐγκλήματά ἐστι, καὶ ὁμοῦ κατασκευαζόμενα δι’ ἀλλήλων, τῶν αὐτῶν σημείων καὶ ἐγκλημάτων γινομένων· ἐν δὲ τῷ προκατασκευαζομένῳ δύο τὰ ἐγκλήματα, ἀλλ’ οὐ τὰ δύο κρίνεται καὶ κατηγορεῖται· τὸ δὲ ἕτερον τῶν ἐγκλημάτων ὡς σημεῖον παραλαμβάνεται· ζητητέον δὲ, πῶς ὁ τοιοῦτος στοχασμὸς συστῆναι δύναται· εἰ γὰρ φύσει ἄδηλον ἐν στοχασμῷ τὸ ἔγκλημα, ἔστι δὲ καὶ τὸ σημεῖον ἄδηλον, πῶς ὑφέστηκεν ὁ τοιοῦτος στοχασμός; πῶς δὲ καὶ τὸ σημεῖον ὑπεύθυνον ὃ πανταχοῦ ἀνεύθυνόν ἐστιν; ἀλλὰ λέγομεν, ὅτι κἀνταῦθα εὑρίσκεται φανερὸν σημεῖον καὶ ἀνεύθυνον· οἷον εἰπεῖν τὸ λυθῆναι παρὰ τῆς γυναικὸς τὸν οἰκέτην· καὶ τῷ ἐν ἐκείνῳ τῷ καιρῷ τεθνάναι τὸν δεσμώτην ὅτε ἐλύθη· τὸ δὲ προσεχέστερον μόνον εὑρίσκεται ὑπεύθυνον· ἤδη δὲ εἴπομεν ὅτι τινὲς ἀποφαίνονται, ὡς εἰ καὶ δοκεῖ ἔγκλημα εἶναι· ἐνταῦθα τὸ σημεῖον αὐτὸ τὸ προσεχέστερον, ἀλλ’ ὅμως ὡς σημεῖον αὐτὸ ποιεῖται τοῦ ἐγκλήματος δι’ ἀλλήλων.
4.462 Παρατήρησαί φησι τοῦτο δι’ ἀλλήλων ὅτι πάντα ἡμῖν ἐδήλωσεν· οὐ γὰρ δεῖ μόνα τὰ ἄδηλα διὰ τῶν ἀδήλων κατασκευάζειν· ἄτοπον γὰρ, ἀλλὰ καὶ μίξιν καὶ κρᾶσιν ἁπάντων ποιεῖσθαι μίαν. Φασὶ δὲ καὶ τοῦτο, ὡς οὐ δεῖ τὴν διαίρεσιν ἐν τῷ συγκατασκευαζομένῳ διπλῆν ποιεῖσθαι, ἀλλ’ ἁπλῆν καθάπερ ἐν τοῖς ἁπλοῖς στοχασμοῖς· καὶ ἐζήτησαν διατί μὴ διπλοῖς, καὶ ἀπεκρίναντο, ὅτι οὐ δεῖ τὸ σημεῖον ζήτημα ποιεῖν· εἰ δὲ μὴ ζητημάτων ποιήσομεν πλῆθος· πάλιν γὰρ ἐκείνου σημεῖον ζητήσομεν· ἐν γὰρ τοῖς ἄλλοις συνεζευγμένοις οὐκ ἔστιν ἀμφίβολον τὸ σημεῖον.
4.463 Ἐξ ἀνεπιγράφου. Ἴδιον τοῦ συγκατασκευαζομένου τὸ μὴ μόνον τὸ πεπραγμένον λέγειν, ἀλλὰ καὶ τὸ αἴτιον τοῦ πραχθέντος· ὃ δὴ καὶ αὐτὸ ζήτημά ἐστι· καὶ τὸ τὰ σημεῖα καὶ τὸ τὰ ἐγκλήματα δι’ ἀλλήλων κατασκευάζεσθαι· καὶ ὥσπερ σημεῖον εἶναι τοῦ ἑτέρου τὸ ἕτερον· σημειωτέον δὲ, ὅτι ἐπὶ τοῦ συγκατασκευαζομένου σημεῖα καὶ τὰ ἐγκλήματα καλεῖ· ἐρεῖ δέ τις ἐνταῦθα πῶς ἄδηλον δι’ ἀδήλου κατασκευάζεται· καὶ φαμὲν, ὅτι κἀνταῦθα δῆλα ἕτερα σημεῖα, τὸ δὲ προσεχέστερόν ἐστι μόνον τὸ ἄδηλον· ἀνάγκη γὰρ κατασκευάσαι ὡς τὸν φόνον ὁ οἰκέτης εἴργασται· καὶ ὅτι σύνοιδεν ἡ γυνὴ, καὶ τὸ αἴτιον· τοῦτον μὲν ἀποκτεῖναι, τὴν δὲ συνειδέναι μοιχείαν δῆλον ὅτι διὰ τὸ προϊδέσθαι τὸν ἐκ τῆς κατηγορίας ἔλεγχον· ζητεῖται δὲ εἰ μεμοίχευται ἡ γυνή· δεῖ οὖν βούλησιν εἶναι διπλῆν· ἅμα καὶ τοῦ οἰκέτου καὶ τῆς γυναικός· καὶ δύναμιν ὡσαύτως· συμπλεκτέον δὲ τὴν αἰτίαν εὐθύς· ἐμπίπτει δὲ μόνον ζήτημα, ὅτι νόμος κελεύει τοὺς δεσμώτας ἐν τοῖς θεσμοφορίοις λύεσθαι· πρὸς τοῦτο διάνοιαν ἀντιθεῖναι χρή· τίνας ὁ δῆμος κελεύει· τοὺς δημοσίᾳ δεθέντας, ἀλλ’ οὐ τοὺς ὑπὸ τῶν δεσποτῶν· καὶ οἵτινες ἐπὶ μικραῖς αἰτίαις ἔμφρουροι γεγονότες καὶ τούτους ἐὰν ἐγγυητὰς παράσχωσιν. Ἐπιφανίο υ. Τῶν μὲν ἄλλων διαφέρουσιν οἱ συνεζευγμένοι, τῶν ἁπλῶν λέγω καὶ διπλῶν, ὅτι ἐν ἐκείνοις μὲν ἓν πρᾶγμα ὑπόκειται τὸ κρινόμενον, ἐν δὲ τούτῳ δύο πράγματα τὴν ζήτησιν ἔχει· ἀλλήλων δὲ διαφέρουσι τὸν τρόπον τοῦτον· ἐν μὲν τῷ ἐμπίπτοντι τοῦ κρινομένου πράγματος ἐξέτασιν λαμβάνοντος, ἀπὸ τοῦ χρώματος οὗ παρέχεται ὁ φεύγων ἀνακύπτει ἄλλο ζήτημα· ὡς ἐπὶ τῶν στρατηγῶν· τὸ μὲν γὰρ κρινόμενον, εἰ σύνοιδε· τὸ δὲ ἐμπίπτον καὶ ἀπὸ χρώματος ἀνακύπτον, εἰ οὕτως ἐμοίχευσεν· καὶ συμβαίνει θάτερον ἔλεγχον εἶναι θατέρου· κἂν μὲν ἐλεγχθῇ τῷ προδότῃ συνειδὼς ὁ τὸν ἁλόντα ἔχων δεδεμένον, λύεται τῆς μοιχείας τὸ ἔγκλημα· ἐὰν δὲ ὁ ἐγκαλούμενος ἀποδείξῃ μεμοιχευκότα τὸν συστράτηγον συνδεδεμένον, λύεται πάλιν συνειδότος ἡ ὑποψία· οὐ γὰρ διὰ τὸ δεδιέναι τὸν ἔλεγχον, ἀλλὰ διὰ τὸ μοιχὸν κατειληφέναι κατὰ τὸν νόμον ἀνῃρηκέναι δόξει· ἐν δὲ τῷ προκατασκευαζομένῳ ἄλλο προκατασκευάζεται πρᾶγμα, ὡς ἐπὶ τοῦ κρινομένου πένητος συνειδότος, ὅτι μὴ ἐπεξῆλθε τῷ πλουσίῳ· ὃς τοὺς παῖδας αὐτοῦ βασανίζων ἀνεῖλε, φήμης προδοσίας περὶ αὐτῶν γενομένης· τὸ μὲν γὰρ κρινόμενον εἰ σύνοιδε τοῖς παισὶ, τὸ δὲ προεξεταζόμενον, εἰ μηδὲ ἐκεῖνοι προδόται· καὶ πάλιν ὡς ἐπὶ τοῦδε τοῦ προβλήματος· ἐγράψατό τις Ἀρίσταρχον τὸν Μόσχου ἐπὶ Νικοδήμου φόνῳ, μετεώρου οὔσης τῆς δίκης, ἔφυγεν Ἀρίσταρχος καὶ κρίνεται Δημοσθένης συνειδότος· κἀνταῦθα γὰρ ὁμοίως τὸ μὲν κρινόμενον εἰ σύνοιδε Δημοσθένης· τὸ δὲ προκατασκευαζόμενον, εἰ μὴ πεφόνευκεν Ἀρίσταρχος· οὐκ ἐξαρκεῖ δὲ κἂν ἐξελεγχθῇ φονεύσας πρὸς τὸν Δημοσθένην ἁλῶναι συνειδότος, ἀλλ’ ἔτι ζητεῖται εἰ Δημοσθένει εἰκὸς ἐκείνῳ συνεγνωκέναι· καὶ πάλιν ὁμοίως κἂν φανερὸν ᾖ τὸ προδεδωκέναι τοὺς τοῦ πένητος, οὕτω τοῦτο ἱκανὸν πρὸς τὸ δοκεῖν τὸν πατέρα τοῖς παισὶ συνεγνωκέναι, ἀλλὰ πάλιν κἀνταῦθα εἰ συνέγνω ζητεῖται ἔτι καὶ κατασκευάζεται· ὁ δὲ συγκατασκευαζόμενος δύο ἐγκλήματα περὶ ἓν πρόσωπον ἔχων, καὶ τὴν μὲν κρίσιν ἐφ’ ἑνὶ, τὴν κατηγορίαν δὲ ἐφ’ ἑκατέροις καὶ τὴν ἀπόδειξιν· ἴδιον δὲ αὐτοῦ τὸ ἐν μόνῳ τούτῳ τὸ αἴτιον τοῦ κρινομένου καὶ ὑπεύθυνον εἶναι, καὶ μὴ ὁμολογεῖσθαι, ὅπερ ἐν τοῖς ἄλλοις στοχασμοῖς καὶ ἀνεύθυνόν ἐστι καὶ ὁμολογούμενον· οἷον πλούσιος παρὰ συμπόσιον ὤμοσε τῷ πένητι τυραννήσειν, ἀντώμοσεν ὁ πένης ἀποκτείνειν αὐτόν· εὑρέθη νεκρὸς ἀσκύλευτος ἐπανιὼν ἀπὸ τοῦ συμποσίου ὁ πένης· καὶ κρίνεται ὁ πλούσιος τυραννίδος ἐπιθέσεως· ἐνταῦθα γὰρ δύο ἐγκλήματα παρὰ τὸν πλούσιον· ἥ τε τυραννὶς καὶ ὁ φόνος· καὶ τὸ μὲν κρινόμενον ἡ τυραννίς· τὸ δὲ σημεῖον ὁ φόνος· τοῦτο δὲ οὔτε ἀνεύθυνον, οὔτε ὡμολογημένον· διαφέρει οὖν τοῦ ἐμπίπτοντος καὶ προκατασκευαζομένου τῷ ἐκείνοις μὲν διάφορα εἶναι τὰ πρόσωπα τὰ κρινόμενα, ἐνταῦθα δὲ δύο περὶ ἓν πρόσωπον εἶναι τὰ ἐγκλήματα.
4.465 Ὁ ἀπὸ γνώμης παρὰ τούτους ἔστι στοχασμὸς, ὃς ψιλῇ τῇ γνώμῃ ἐξετάζεται, φανεροῦ ὄντος καὶ τοῦ πράγματος καὶ τοῦ πράξαντος· οἷον ἐν δόξῃ μανίας μητρυιὰ τὸν μὲν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγονον ἀπέκτεινε· καὶ ἀνενεγκοῦσα φεύγει φόνου· διαφέρει δὲ συγγνώμης ὁ τοιοῦτος στοχασμὸς, ὅτι ἐκεῖ μὲν ἐφ’ ὃ μεθίστησιν ὡμολόγηται· οἷον ἔλεος, ἢ βάσανοι καὶ τὰ τοιαῦτα, ἐνταῦθα δὲ εἰ μέμηνε ζητεῖται δήπου ἢ οὔ. Μαρκελλίνο υ. Εὗρεν ἄλλο εἶδος στοχασμοῦ, ὃ ἐκάλεσεν ἀπὸ γνώμης· ἀπὸ γνώμης δὲ ἐκάλεσεν, ὅταν τῆς πράξεως οὔσης φανερᾶς ἡ γνώμη ζητεῖται τοῦ πράξαντος· διὰ τοῦτο γὰρ καὶ ψιλῇ εἶπεν ἀντὶ τοῦ μόνῃ· τὸ δὲ παράδειγμα δείκνυσι τοιούτου στοχασμοῦ τὴν φύσιν· ἐνταῦθα τὸ ἀμφίβολον καὶ τὸ ἄδηλόν ἐστι τῆς μητρυιᾶς ἡ γνώμη, μεθ’ ἧς ὁ φόνος πέπρακται· πιθανῶς δὲ πέπλασται τὸ ζήτημα· οὐ γὰρ ἁπλῶς εἶπεν μεμηνυῖαν τὴν μητρυιάν· ἀσύστατον γὰρ ἂν ἦν τὸ ζήτημα τῆς μανίας ὁμολογουμένης, ἀλλ’ ἐν δόξῃ μανίας ὅπερ ἀμφίβολον· ὃ καὶ τῇ κατηγορίᾳ δίδωσιν ὑπόνοιαν· ὁ μὲν κατήγορος ὑπόκρισιν τὴν μανίαν ἀποφαίνειν πειράσεται· διὰ τὴν φυσικὴν πρὸς τὸν πρόγονον δυσμένειαν· ὁ δὲ ὑπὲρ αὐτοῦ ἀγωνιζόμενος τοὐναντίον συστήσει καὶ ἀληθῶς μεμηνέναι τὴν μητρυιὰν ἀγωνιεῖται· καὶ στοχαστικῶς ἡ ζήτησις ἅπασα προαχθήσεται· διαφέρει δὲ συγγνώμης.
4.466 Καλῶς καὶ δεόντως μέμνηται τῆς διαφορᾶς ταύτης ἐνταῦθα· ἐπειδὴ κοινωνίαν οὖσαν πρὸς τὴν συγγνώμην ᾔσθετο τούτου τοῦ στοχασμοῦ· κοινὸν γὰρ ἐν ἑκατέραις ταῖς στάσεσι τὸ τῆς ἀγνοίας καὶ τὸ ἀκούσιον· λύει οὖν τῇ διαφορᾷ τὴν συγγένειαν· δοκεῖ γὰρ κατὰ δύο κοινωνεῖν τῇ γνώμῃ· καθ’ ἓν μὲν, ὅτι ἐν ἀμφοτέραις ταῖς στάσεσιν ἀδίκημα φύσει τὸ πεπραγμένον· δεύτερον δὲ κατὰ τὴν αἰτίαν τὸ ἐπί τι πάθος ψυχῆς μεθιστάναι τὸ γενόμενον· διαφέρει οὖν, ὅτι ἐν μὲν τῇ συγγνώμῃ τὸ πάθος, ἐφ’ ᾧ μεθέστωσι τὴν αἰτίαν ὁ φεύγων, λέγω δὴ φόβον ἢ ἄγνοιαν, ἢ ἔλεον, συγχωρεῖ καὶ αὐτὸς ὁ κατήγορος ὡς ὡμολογημένον· ἀποφαίνει δὲ καὶ οὕτω τιμωρίας ἄξιον· ἐχρῆν γάρ φησι μηδ’ ὅλως ἡττῆσθαι τοῦ πάθους· ἐν δὲ τῷ στοχασμῷ ἄδηλον· καὶ περὶ αὐτὸ τοῦτο ἡ πᾶσα ζήτησις ἵσταται· τῆς γὰρ μητρυιᾶς προβαλλομένης τὴν μανίαν καὶ εἰς ταύτην ἀναφερούσης τοῦ φόνου τὴν αἰτίαν, ὁ κατήγορος ἐνίσταται καὶ ψεῦδος εἶναι διϊσχυρίζεται τῆς μητρυιᾶς τὸν λόγον. Συριανο ῦ. Ὁ ἀπὸ γνώμης στοχασμός ἐστι τοιοῦτος, ὅταν ὁ φεύγων πεποιηκέναι μὲν ὁμολογῇ τὸ ἐπιφερόμενον ἔγκλημα, φάσκῃ δὲ μὴ ἑκὼν, ἀλλὰ δι’ ἄγνοιαν ἢ μανίαν εἰργάσθαι· οἷον τὰ ἐν μανίᾳ ἄκρα εἶναι· τύραννον ἀπέκτεινέ τις μεμηνέναι δόξας· αἰτοῦντι δωρεὰν ἀντεῖπεν ῥήτωρ· ἐκράτησε δοκῶν μὴ μαίνεσθαι, καὶ τὸν ῥήτορα ἀπέκτεινεν· ἀνενεγκὼν φόνου κρίνεται· ζητητέον δὲ, διατί μὴ μετὰ τῶν ἁπλῶν τέτακται, εἴγε ἓν πρόσωπον ἔχει καὶ ἓν πρᾶγμα, φαμὲν οὖν, ὅτι οὗτος ὁ στοχασμὸς οὔτε διπλοῦς οὔτε ἁπλοῦς ἂν εἴη· διπλοῦς μὲν, ὅτι οὐ δύο πρόσωπα καὶ πράγματα ἔχει· πάλιν δὲ ἁπλοῦς οὐκ ἔστιν, ὅτι ἐν τούτῳ μόνον τὸ πρᾶγμα οὐκ ἄδηλόν ἐστιν, ἀλλ’ ὡμολογημένον, ὃ πᾶσι τοῖς στοχασμοῖς ἐναντιοῦται, διὸ καὶ τελευταῖος τέτακται· ἐρεῖ δέ τις, ὅτι οὐκ ἄρα στοχασμὸς οὗτος, οὐ γάρ ἐστιν ἀδήλου πράγματος ἔλεγχος· ἀλλ’ ἐροῦμεν, ὅτι δῆλον μὲν τὸ πρᾶγμα, τὸ δὲ ἄδηλον παρὰ τὴν γνώμην ἵσταται· καὶ περὶ ταύτην ὁ στοχασμός· διὸ καὶ τὴν προσηγορίαν τοιαύτην ἔλαχεν, ἀπὸ γνώμης στοχασμὸς καλούμενος· καθ’ ὃ μὲν γὰρ οὐδὲ τοῦ παιδὸς ἀπέσχετο, χώραν ἔχει τὰ τῆς μανίας· καθ’ ὃ δὲ μετριωτέρᾳ τῇ τοῦ παιδὸς πληγῇ ἐχρήσατο, ὑγιαίνειν δοκεῖ· καλῶς δὲ τὸ ἐν δόξῃ μανίας, ἵνα χορηγίαν τῷ ἀδήλῳ πορίσηται· διαφέρει δὲ συγγνώμης ὁ στοχασμὸς οὗτος, ὅτι ἐν μὲν τῇ συγγνώμῃ ὁ φεύγων ὁμολογεῖ δεδρακέναι εἰδὼς ἀδίκημα τὸ πεπραγμένον, ὅμως ὑπό τινος ἀνάγκης οὐχ ὡς ἄλλως πρᾶξαι· ἐνταῦθα δὲ οὐδὲ εἰ ἀδίκημα τὸ πεπραγμένον ὅλως ἦν εἰδέναι φησί· καὶ ὅτι ἐν μὲν τῇ συγγνώμῃ καὶ ὁ κατήγορος ὁμολογεῖ τὸν κρινόμενον ἄκοντα πεποιηκέναι τὸ πραχθὲν, ἐνταῦθα δὲ ἑκόντα· κἀκεῖ μὲν ἁπλῆν οἷον ἐξ αὐτῆς μόνης φύσεως καὶ ἀνθρωπίνην τὴν ἄγνοιαν προβάλλεται ὁ φεύγων, ἐν δὲ τῷ ἀπὸ γνώμης στοχασμῷ φρενοβλάβειαν καὶ μανίαν· οἷον τύραννος ἀνέσπασε τρεῖς παῖδας· τῷ πρώτῳ τὸν πατέρα τυπτῆσαι προσέταξεν, οὐ τυπτήσαντα ἀπέκτεινε, καὶ τὸν δεύτερον ὁμοίως· ὁ τρίτος ὑπήκουσεν, ἐσώθη, μετὰ τὴν τῆς τυραννίδος κατάλυσιν κινδυνεύει περὶ τῶν χειρῶν, τοῦτο γὰρ ὁ νόμος ἐκέλευσεν· ἐνταῦθα καὶ ἀνθρώπινον προβάλλεται τὸν φόβον· λέγει μέντοι ὁ κατήγορος, ἐχρῆν ἀποθανεῖν μᾶλλον ἢ τυπτῆσαι τὸν πατέρα· ἐν δὲ τῷ ἀπὸ γνώμης στοχασμῷ τοὐναντίον· ὁ γὰρ διώκων προσποιήσασθαί φησι τὸν φεύγοντα μανίαν· καὶ ἐπειδὴ ὡμολόγηται τὸ ἔργον ὑπὸ τοῦ κρινομένου πεπρᾶχθαι, τὴν ἀπαίτησιν τῶν ἐλέγχων παραιτησάμενοι τὴν ἀρχὴν τῆς διαιρέσεως ἀπὸ τῆς βουλήσεως ποιησόμεθα· δεῖ δὲ πάντως προηγουμένως ζητεῖν ἐν τῷ ἀπὸ γνώμης στοχασμῷ ποιότητα προσώπου καὶ ῥητὸν νόμου· οἷον ἐπὶ τοῦ ῥήτορος τοῦ ἀναιρεθέντος· ῥητὸν μὲν, νόμος τὰ ἐν μανίᾳ ἄκυρα εἶναι, ἡ ποιότης δὲ τοῦ κτείναντος ἐξετάζεται· ὅτι εἰκὸς ἦν σε μνησικακῆσαι διαμαρτόντα τῆς δωρεᾶς· καὶ ἐπὶ τῆς μητρυιᾶς· καὶ γὰρ ἐνταῦθα ῥητόν ἐστιν ὁμοίως καὶ ποιότης.
4.468 Περιττὸν δὲ εἰς ἄπειρον περιεργάζεσθαι· νομίζω γὰρ ὁποῖον ἂν γένηται ἄλλο, διὰ τούτων πως συμπλεκόμενον εὑρίσκεται· καὶ δῆλον ὡς τοῖς ταῦτα ἐπεσκεμμένοις οὐ χαλεπὴ γενήσεται καὶ ἡ ἐν ἐκείνοις διαίρεσις· Σωπάτρο υ. Ἰστέον ὥς εἰσι καὶ ἕτεροι στοχασμοὶ, οἳ συμπεπλεγμένοι καλοῦνται καὶ αὐτοὶ, διὰ τὸ ἑτέραις στάσεσιν ἐπιπλέκεσθαι· ἐπιπλέκεται γὰρ στοχασμός· ὅρῳ μὲν ὡς ἐπὶ τούτου· διδύμων ἀδελφῶν ὁ ἕτερος ἐφυγαδεύθη, συνεξῆλθεν αὐτῷ καὶ ὁ ἕτερος· μετὰ ταῦτα ἐλθόντα αὐτὸν ὁ στρατηγὸς ἀπέκτεινε, καὶ κρίνεται φόνου· ὁ δὲ ἀξιοῖ τὴν ἐπὶ τοῖς ἀκουσίοις δοῦναι δίκην· ἐνταῦθα γὰρ ἐπιπλέκεται ὅρος· ὁρίζοντος τοῦ κατηγόρου τί τὸ ἀκούσιον, δῆλον ὡς ἀκούσιον ἂν εἴη τὸ βέλος ἀφέντα σκοποῦ μὲν ἁμαρτεῖν, ἐπ’ ἄνδρα δὲ κατενεχθῆναι ἢ ἵππον ἐλαύνοντα καθελεῖν καὶ τὰ τοιαῦτα· εἶτα ὁ στοχασμός· ἢ ἐγνώρισεν, ἢ ἠγνόησεν· καὶ ἐνταῦθα μὲν τὸ ὁρικὸν μόνον ἐμπίπτει κεφάλαιον· εὑρίσκεται δὲ καὶ τέλειος ὅρος καὶ τέλειος στοχασμὸς, κατὰ τὸ αὐτὸ ζήτημα, ὡς ἐπὶ τούτου· μειράκιον ἠπείλησε πορνεύσειν εἰ μὴ εὐπορήσει τροφῶν ἐντὸς τριάκοντα ἡμερῶν· μεταξὺ τῶν ἡμερῶν τούτων κατελείφθη αὐτῷ κλῆρος καὶ οὐκ ἐπόρνευσε καὶ κωλύεται λέγειν· ἐνταῦθα στοχασμὸς μέν ἐστιν, ὅτι ἄρνησις τοῦ ἐπιφερομένου ἐγκλήματος· φήσει γὰρ μὴ πεπορνευκέναι· τοῦ κατηγόρου προβαλλομένου τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτι ἐκήρυξας, ἀνῃσχύντησας, ἅπερ πορνεία ἐστίν· ἐφ’ οἷς ὁ φεύγων τῷ ὅρῳ ἀπολογήσεται λέγων· οὐ τὸ κηρύξαι πορνεία ἐστίν· ὅρος μὲν οὖν κατὰ τοῦτό ἐστιν, ὅτι τὸ μὲν πέπρακται, οἷον τὸ κηρύξαι, τὸ δὲ λείπει τὸ πεπορνευκέναι· οὕτως δὲ δεῖ τὸν ὁρικὸν στοχασμὸν μελετᾷν· ὅτ’ ἂν παρέλθῃ τοῦ στοχασμοῦ τὰ κεφάλαια, ἕως τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐντεῦθεν τὰ τοῦ ὅρου κεφάλαια μελετῆσαι· εἶτ’ ἐπανελθεῖν δεῖ πάλιν ἐπὶ τὴν μετάθεσιν τῆς αἰτίας καὶ εἰπεῖν· οἷον διὰ τὸ ἀναγκάσαι τοὺς οἰκείους εὐπορίαν μοι παρασχεῖν αἰσχυνομένους, τοῦτο ἐποίησα καὶ καθεξῆς ἡ πιθανὴ ἀπολογία, ἥτις ἔσται, ὅτι εἰ καὶ ἐβουλόμην πορνεῦσαι, οὐκ ἂν ἐκήρυττον· ὅρῳ μὲν οὕτως ἐπιπλέκεται στοχασμός· ἀντιλήψει δὲ ὡς ἐπὶ τούτου· τῷ ἀτίμῳ δίκης οὐ μετέστιν· ἄτιμος εὑρὼν τὴν γυναῖκα αὐτοῦ μοιχευομένην ἕπεται τῷ μοιχῷ κλάων.
4.469 κατέλυσεν ὁ δῆμος τὸν μοιχὸν, καὶ κρίνεται δημοκοπίου, ἐνταῦθα γὰρ μετὰ τὸ ἀντιληπτικὸν, ὅτι ἔξεστί μοι δακρύειν, καὶ ἀνεύθυνα τὰ δάκρυα ἀναφύεται στοχαστικόν· πότερον διὰ τὸ μὴ δύνασθαι δικάζεσθαι ἔκλαεν, ἢ τῇ ἀληθείᾳ θόρυβον βουλόμενος ποιῆσαι καὶ ἐκκαλέσασθαι πρὸς ὀργὴν τὸν δῆμον· ἐπιπλέκεται στοχασμὸς καὶ νομικῇ στάσει ῥητῷ καὶ διανοίᾳ ὡς ἐπὶ τούτου· φυγάδες ἐν πόλει συνδραμόντες πολλοὶ συνέσχον τινὰ ὡς ἐπὶ τυραννίδι· ὁ στρατηγὸς κατὰ τὸν νόμον τὸν κελεύοντα τοὺς φυγάδας ἀναιρεῖν ἀπέκτεινεν αὐτοὺς καὶ ἀφῆκε τὸν κατεχόμενον· μετὰ ταῦτα ἐκεῖνος ἐτυράννησεν ἀφεθείς· κωλυθείσης τῆς τυραννίδος κρίνεται συνειδότος ὁ στρατηγός· ἐνταῦθα ἐν τῇ μεταθέσει λέγοντος τοῦ στρατηγοῦ κατὰ νόμον πεποιηκέναι, ἀναφύεται τέλειον ῥητὸν καὶ διάνοια· λέγοντος τοῦ κατηγόρου, ὅτι οὐ τοὺς εὐεργέτας, οὐδὲ τοὺς ἐπ’ ἀγαθῷ τῆς πόλεως κατιόντας ἀλλὰ τοὺς ἐπὶ καταφρονήσει τῶν νόμων ὁ νόμος ἀναιρεῖ· ἔτι ἐπιπλέκεται στοχασμὸς συγγνώμῃ, ὡς ἐπὶ τούτου· ὡραίου μειρακίου μητέρα λῃσταὶ ἔλαβον· ἀπελθόντος τοῦ μειρακίου ἐπὶ τὸ λυτρώσασθαι ἀφῆκαν οἱ λῃσταὶ τὴν μητέρα ἄνευ λύτρων καὶ κρίνεται πορνείας τὸ μειράκιον· ἐνταῦθα ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους προβαλλομένου τοῦ κατηγόρου καὶ λέγοντος, ὅτι διὰ τί ἄνευ λύτρων ἀφῆκάν σοι τὴν μητέρα, ὁ φεύγων ἐρεῖ· ἐλεήσαντες τὴν ἡλικίαν καὶ τὸ φιλόστοργον τὸ πρὸς τὴν μητέρα· καὶ εὐθέως εἰς τὴν συγγνώμην ἐμπεσεῖται λέγων· οὐ δεῖ τὰ παρὰ τῶν λῃστῶν γινόμενα ἐξετάζεσθαι· πάντα γὰρ ταῦτα κατὰ ἀνάγκην γίγνονται· ἔτι ἐπιπλέκεται ὁ στοχασμὸς ἀντιστάσει ὡς ἐπὶ τούτου· τύραννος ἐκήρυξε χρῆσθαι δορυφόρῳ, ὃς ἂν αὐτοῦ τὸν πατέρα ἀποκτείνῃ· νεανίσκος ἐνεγκὼν αὐτῷ γέροντος κεφαλὴν ἐγένετο δορυφόρος· καὶ μετὰ τοῦτο ἀπέκτεινε τὸν τύραννον καὶ κρίνεται πατροκτονίας· ἐνταῦθα γὰρ ἡ ἀντίστασις τελεία ἐστὶν, ὅτι τὴν τυραννίδα καθεῖλον· καὶ τὸ ἐν τυραννίδι πραττόμενον, κἂν βλαβερώτερον ᾖ, ἐπὶ τῷ καταλυθῆναι αὐτὴν συγκεχώρηται· ἄλλως τε οὐδὲ πέπρακταί μοι τὸ ἔργον καὶ ἀναφύεται στοχασμός· εἰσὶ δὲ καὶ ἕτεροι στοχασμοὶ, οἷον οἵ τε λεγόμενοι κακοῦ βίου καὶ ἀχαριστίας καὶ κατασοφισμοῦ καὶ οἱ παράδοξοι καὶ οἱ κατὰ ἀμφισβήτησιν· περὶ ὧν εἴρηται· εἰσὶ δὲ καὶ δημοκοπίου καὶ δικαστηρίου ἀπάτης· καὶ οἱ ἐξ ἀπάτης δήμου· δημοκοπίου δὲ λέγεται, ὅτ’ ἄν τις ἢ εἰπὼν ἢ ποιήσας τι εἰς θόρυβον καὶ τὸ ποιῆσαί τι προσαγάγοι τὸν δῆμον· δικαστηρίου δὲ ἀπάτης παράδειγμα· οἷον ἐγράψατο ὁ πλούσιος τὸν πένητα ξενίας καὶ εἷλεν· ἐφυγάδευσεν αὐτόν· μετὰ ταῦτα λοιμοῦ γενομένου ἔχρησεν ὁ θεὸς παύσασθαι τὸν λοιμὸν, εἰ πολίτης ἑαυτὸν ἀποσφάξοι ὑπὲρ τῆς πόλεως· ὁ πένης ἀκούσας κατελθὼν ἐν τῇ πόλει ἀπέσφαξεν ἑαυτόν· ἐπαύετο ὁ λοιμός· καὶ κρίνεται ὁ πλούσιος ἐξαπάτης δικαστηρίου· διαφέρει δὲ οὗτος τοῦ δημοκοπίου, ὅτι ὧδε μετὰ λόγου καὶ κρίσεως ἡ ἀπάτη γίνεται τῶν δικαστῶν, ἐκεῖ δὲ μετὰ ἀποκρίσεως μόνης ἢ ἑνὸς λόγου μόνης ἀποφάσεως· δήμου δὲ ἀπάτης· οἷον ῥήτωρ ἔπεισε πόλιν παρασκευάσασθαι ὡς πολεμίων ἐπιόντων· οὐκ ἐπῆλθον οἱ πολέμιοι, καὶ κρίνεται ἀπάτης δήμου· διαφέρει δὲ οὗτος τοῦ τε δημοκοπίου καὶ τοῦ ἐξαπάτης δικαστηρίου· ὅτι ἀντιστάσει ἐπιπλέκεται λέγοντος τοῦ ῥήτορος· διὰ τοῦτο μὴ ἐπεληλυθέναι τοὺς πολεμίους διὰ τὸ γνῶναι ἡμᾶς παρεσκευασμένους· καὶ εὐεργεσίαν τοῦτο προβάλλεται· ἐν ἐκείνοις δὲ οὐδεμίαν εὐεργεσίαν οὐδ’ ἕτερος δύναται δεῖξαι· ἔστι δὲ τὸ στοχαστικὸν, οἷον, πότερον χρησιμεῦσαι βουλόμενος ἢ βλάψαι ἢ τῇ ἀληθείᾳ νομίσας εἶναι πολεμίους ἔπεισε παρασκευάσασθαι· εἶτα τὸ ἀντιστατικὸν ἐν τῇ μεταθέσει τῆς αἰτίας ἀναφύεται, τοῦ ῥήτορος λέγοντος, ὅτι καὶ ἐκτὸς πολεμίου χρήσιμος ἡ παρασκευή· καὶ τοῦτο αὐτὸ ἠπάτησε τοῦ πολέμου τοὺς ἐναντίους τὸ γνῶναι παρεσκευασμένους ἡμᾶς· εἰδέναι δὲ χρὴ ὡς ὅταν τις ἐπαγγειλάμενος ῥηταῖς ἡμέραις μὴ ποιήσῃ οὐκ ἔστι στοχασμὸς ἀλλ’ ὅρος· οἷον Κλέων ὑπέσχετο ἐντὸς τριάκοντα ἡμερῶν τοὺς τὴν Πύλον οἰκοῦντας ἕξειν· ἐν πλείοσιν ἤγαγε καὶ κρίνεται ἐξαπάτης· ἐνταῦθα γὰρ τέλειος ὅρος ἐστὶν οἷον τί τὸ ἐξαπατῆσαι· πότερον εἰρήνῃ ἢ ἐν πολέμῳ ὅπου γε ἄδηλα τὰ τῶν πολεμίων πράγματα.
4.472 Μαρκελλίνο υ. Αἰσθάνεται καὶ ἕτερα στοχασμῶν εἴδη ὑπό τινων ἐπινοουμένων, ψυχρὰν δὲ τὴν παρὰ τούτων ἐπεξεργασίαν ἡγούμενος· μόνον δὲ ἐπισημηνάμενος, ὅτι ἴσως καὶ ἕτερά ἐστιν εἴδη, παραιτεῖται τὴν τούτων μνήμην· εἰ γὰρ καὶ εὑρίσκεταί φησιν ἄλλο, ἀλλ’ ἐκ τούτων συμπλεκόμενον εὑρίσκεται· τινὲς δὲ ὑποτίθενται τὸν παράδοξον ὧν εἷς ἐστιν ὁ Μινουκιανός· ἔστι δὲ τὸ παράδειγμα αὐτοῦ τὸ παρὰ τοῦ μάγου· ὃς ὑπέσχετο εἴσω προθεσμίας τινὸς ἀναιρήσειν τὸν τύραννον· σκηπτὸς γενόμενος ἀνεῖλε τὸν τύραννον· καὶ αἰτεῖ δωρεὰν ὁ μάγος· εἴρηται δὲ παράδοξος ὅτι τῶν ἄλλων στοχασμῶν ἐγκλήματα καὶ ἀδικήματα ἐχόντων μόνος οὗτος κατορθώματα καὶ δωρεὰς ἔχει· καὶ ὅτι πανταχοῦ ἄρνησιν εὑρίσκομεν οὖσαν ἐν τοῖς στοχασμοῖς· ἐνταῦθα δὲ ὁμολογίαν τοῦ πράγματος, ὅτι ἐποίησα, ἀνεῖλον τὸν τύραννον· ἀλλ’ εἴποι τις, ὅτι οὐδὲν παράδοξον τὸ ὁμολογεῖν ὅτι κατώρθωκά τι· ἀλλ’ ἔστι μᾶλλον καὶ πλέον τοῦ εἰρημένου ἐκεῖνον καλεῖν παράδοξον· ἤρα τις κόρης· εὑρέθη μετὰ ταῦτα νεκρά· καὶ ὁ ἐραστὴς παρεστὼς τῷ σώματι, ἐρωτώμενος τίς εἴη ὁ τὸν φόνον δεδρακὼς, ἑαυτὸν ὡμολόγησε καὶ κρίνεται· παράδοξον γὰρ ἐνταῦθα τὸ τοῦ ἀδικήματος αἴτιον εἶναι λέγειν, ὅπερ οὐδαμοῦ εὑρίσκομεν· ἐπινοοῦσί τινες καὶ ἄλλο εἶδος τοιοῦτον· ἐγράψαντο ἀλλήλους Αἰσχίνης καὶ Δημοσθένης· ὁ μὲν φιλιππισμοῦ· ὁ δὲ μηδισμοῦ. Ἀριστογείτων ἀμφοτέρων κατηγορεῖ· τοῦτο πρὸς ἕκαστον τῶν προειρημένων διαφορὰν ἔχειν τινὰ δοκεῖ· οὔτε γὰρ ἁπλοῦς ἂν εἴη στοχασμὸς δύο πρόσωπα ἔχων καὶ δύο ἐγκλήματα κρινόμενα οὔτε διπλοῦς ἀντεγκληματικός· οὐδὲ γὰρ ἀντεγκαλοῦσιν ἀλλήλοις· ἀλλ’ εἷς μὲν ὁ κατηγορῶν, ἀμφότεροι δὲ φεύγουσιν, πρὸς τούτοις οὐδὲ τῶν συνεζευγμένων ἂν εἴη· οὐ γὰρ δύο ζητούμενα ἐφ’ ἑνὶ προσώπῳ τέτακται, ἀλλὰ δύο μὲν τὰ κρινόμενα πρόσωπα, δύο δὲ τὰ ἐπαγόμενα ἐγκλήματα· παρέλιπε δὲ ὁ τεχνικὸς τὸν παράδοξον ὡς ἀντικείμενον πᾶσι τοῖς ἄλλοις· ἡ γὰρ ἄρνησις μᾶλλον ὑπὲρ τοῦ κατηγόρου γίνεται· καὶ τὸ σημεῖον οὐχ ὁ διώκων προτείνεται, ἀλλὰ μᾶλλον ὑπὲρ τοῦ φεύγοντός ἐστιν, ἔνθα ὁ μὲν κατήγορος λέγει, οὐκ ἐποίησας, ὁ δὲ φεύγων ἐποίησα· ὁ μὲν γὰρ ἐνιστάμενος πρὸς τὴν δωρεάν φησιν αὐτόματ’ ἐνεχθῆναι τὸν σκηπτὸν ἐκ θεῶν προνοίας, οὐ διὰ τὸν μάγον· ὁ δέ φησιν αὐτὸς πεποιηκέναι διὰ τὴν ἐπιστήμην καὶ τὸ ἐμπρόθεσμον· ὅρος δ’ ἂν ἦν εἰ ὡμολογεῖτο ὑπὸ τοῦ ἀντιλέγοντος αἴτιον τοῦ σκηπτοῦ τὸν μάγον γεγενῆσθαι· μὴ εἶναι μέντοι αὐτὸν ἄξιον τῆς δωρεᾶς ὡς μὴ ἀνῃρηκότα ξίφει τὸν τύραννον· ὁμοίως δὲ καὶ ὁ κατὰ ἀμφισβήτησιν στοχασμὸς παράδοξος ἂν εἴη· κἀκεῖ γὰρ ἑκάτερός φησι δεδρακέναι, τοῦ ἑτέρου λέγοντος ὅτι οὐκ ἐποίησας· ἔστι δὲ ὁ ἐξ ἀπάτης οὗτος στοχασμός· πρεσβευτὴς ἀπεδήμησεν, ἐπανῆλθε μελανειμονῶν· ἤρετο αὐτὸν ὁ δῆμος διατί μελανειμονεῖ· ὁ δέ φησι μοιχὸν ἐπὶ τῇ γυναικὶ καταλαβεῖν· εἶναι δὲ τόνδε· κατέλυσεν ἐκεῖνον ὁ δῆμος· ὕστερον κρίνων ὁ ἀνὴρ τὴν γυναῖκα μοιχείας οὐχ εἷλε· καὶ κρίνεται ἀπάτης ὑπὸ τοῦ δήμου· ζητοῦμεν οὖν ἐνταῦθα εἰ ἠπάτησε· λέξει γὰρ ὁ κατήγορος, ὅτι ἐχθρὸς ὢν ἐκείνου, ἐπλάσω καὶ ἠπάτησας, ἵνα φονεύσῃς· ὁ δὲ λέγει, ὅτι οἱ δικασταὶ ἠπατήθησαν παρὰ τὴν δίκην· παρακρουσθέντες γὰρ ἀπέλυσαν τὴν γυναῖκα· διαφέρει δὲ οὗτος τοῦ ἀπὸ γνώμης, τῷ τὸ δρασθὲν τοῦτο μὴ ἐξ αὐτοῦ εἶναι· ἀλλ’ ὑπὸ τοῦ δήμου· ἐπεὶ καὶ αὐτοσχεδὸν ἀπὸ γνώμης ἐστὶν εἰ ἠπάτησεν ἢ οὔ· ὥσπερ κἀκεῖ γνώμην ζητοῦμεν, πότερον μαινομένη ἢ οὔ· ἴσως δὲ ἐπειδὴ οἶδε παραλιπὼν εἶπεν, τάχα δὲ καὶ παρὰ ταῦτα ἕτερα εἴδη ἐστὶ στοχασμῶν.
4.474.(1t) Περὶ τοῦ ὅρου. Συριανο ῦ. Μετὰ τὸν στοχασμὸν περὶ τοῦ ὅρου κατὰ τὴν αὐτὴν τάξιν χρὴ διελθεῖν· εἰ γὰρ ἐν παντὶ πράγματι περὶ τοῦ εἰ ἔστι πρῶτον ζητητέον, ὅπερ ὁ στοχασμὸς, ὡς ἔφαμεν, περιέχει· εἶθ’ οὕτω περὶ τοῦ τί ἐστιν· ὁ δὲ ὅρος, ὡς ἐπιδείξομεν, τὴν παρὰ τοῦ τί ἐστιν περιέχει ζήτησιν, τακτέος ἂν εἴη μετὰ τὸν στοχασμὸν ὁ ὅρος· ἐπειδὴ δὲ πολλαχῶς ὁ ὅρος, ἀναγκαῖον διαστεῖλαι τὴν ὁμωνυμίαν, ἵνα τὸ ζητούμενον ἡμῖν ἀκριβέστερον ἐπιδειχθῇ· καλεῖται τοίνυν πρῶτος ὅρος ὁ ἐν τοῖς χωρίοις διορίζων τό τε οἰκεῖον καὶ τὸ ἀλλότριον· καλεῖται δὲ ὅρος καὶ ὁ διαλεκτικός· οἷον εἰς ὃν ἡ πρότασις ἀναλύεται· καὶ ἔτι ὅρος καλεῖται ὁ τὸ τί ἦν εἶναι κατὰ Ἀριστοτέλην σημαίνων· τουτέστιν ὁ τὴν οὐσίαν καὶ τὴν ἰδιότητα ἑκάστου ὑποκειμένου παριστὰς καὶ δηλωτικὸς τοῦ ἑκάστου πράγματος οὐσίας καὶ φύσεως καὶ τί ἐστιν ἑκάστῳ τὸ εἶναι σαφῶς ἀνιχνεύων· τοιοῦτοι γὰρ οἱ τέλειοι τῶν πραγμάτων ὅροι· ἀφ’ οὗ καὶ ἡ στάσις ὅρος κέκληται· ἐπεὶ κατασκευαζόμενον ἐν αὐτῷ τί ἐστιν τὸ πεπραγμένον· τοῦτο γὰρ ἐν ὅρῳ τὸ ζητούμενον· ὅρος λέγεται καὶ τὸ πέρας παντὸς πράγματος· ὡς ἡ ἐπιφάνεια τοῦ σώματος καὶ τῆς ἐπιφανείας ἡ γραμμή· καὶ τῆς γραμμῆς τὸ σημεῖον· λέγονται ὅροι καὶ πάντα τὰ πολιτικὰ ζητήματα· καὶ τὸ σανίδιον ὡς Δημοσθένης μέμνηται· καλεῖται ὅρος καὶ ἡ στάσις αὐτὴ περὶ ἧς ὁ λόγος· διαφέρει δὲ τοῦ στοχασμοῦ ὁ ὅρος τῷ ἐκεῖ μὲν περὶ οὐσίας εἶναι τὴν ζήτησιν· ἐν δὲ τῷ ὅρῳ περὶ τοῦ τί ἐστιν· ὁρίζεται δὲ ὁ μὲν Ἑρμογένης τὸν ὅρον οὕτως, ὅρος ἐστὶν ὀνόματος ζήτησις περὶ πράγματος, οὗ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει πρὸς αὐτὸ τέλειον τοῦ ζητουμένου ὀνόματος· πρῶτον μὲν οὖν κακῶς ὀνόματος ζήτησις εἶπεν· ἐν γὰρ τοῖς δικαστηρίοις πραγμάτων ζητήσεις εἰσὶν, ἀλλ’ οὐκ ὀνομάτων· ἔπειτα οὐ καλῶς ζήτησιν τὸ γένος τοῦ ὅρου παρέλαβεν· ἡ γὰρ ζήτησις ἐνέργειά τίς ἐστιν· ἐχρῆν δὲ μᾶλλον εἰπεῖν πίστις· ἔτι δὲ οὐ πάντα παρέλαβε τὰ ὁρικὰ ζητήματα· τὸ γὰρ, οὗ τὸ μὲν πέπρακτα ι , τὸ δὲ λείπε ι, τοῖς μὲν ἐκ λείποντος καὶ πεπραγμένου συνεστῶσιν ὅροις ἁρμόζει, ὡς ἐπὶ τοῦ πλουσίου τοῦ συνεχῶς ἐπανατεινομένου ἐχθρῷ πένητι τὰς χεῖρας καὶ κρινομένου ὕβρεως, τοὺς δὲ κατὰ τὸ τέλειον ὅρους καὶ τοὺς κατὰ τὸ περιττεῦον οὐδαμῶς· παραδείγματα δὲ αὐτῶν τάδε· νόμος τὸν καινὸν ὅπλον ἐπιδείξαντα γέρας λαμβάνειν· ἵππον τις πολεμιστὴν διδάξας ἀξιοῖ τοῦ γέρως τυχεῖν· ἐν γὰρ τούτῳ λείπει μὲν οὐδέν· τελειότης δέ τις τῷ συνήθει προσγέγονεν· τὸ δὲ κατὰ τὸ περιττεῦον· νόμος τὸν ὁλόκληρον ἱερᾶσθαι· ἑξαδάκτυλός τις ὢν ἀντέχεται τῆς ἱερωσύνης καὶ κωλύεται· πάντας τοίνυν τοὺς τοιούτους ὅρους ἔξω τοῦ Ἑρμογένους ὅρου πίπτοντας εὑρήσομεν· ἔτι δὲ οὐ μόνον τοῦ ῥητορικοῦ ὅρου οἰκεῖός ἐστιν ὁ ὅρος ἀλλὰ καὶ τοῖς φυσικοῖς ἁρμόσει· καὶ γὰρ ὁ ἰατρὸς ζητῶν πότερον τὸ ἔμβρυον ζῶόν ἐστιν ἢ οὔ· ἐκλείποντος καὶ τοῦ ὄντος ἐπιχειρεῖ· ὁ μὲν γὰρ λέγων ζῶον αὐτὸ εἶναι, ἐκ τοῦ ὄντος καὶ οἱονεὶ πεπραγμένου ἐπιχειρεῖ· ὁ δὲ λέγων μήπω εἶναι αὐτὸ ζῶον, ἐκ τοῦ λείποντος.
4.476 Μινουκιανὸς δὲ οὕτως ὁρίζεται· ὅτ’ ἂν ὁμολογῇ μὲν ὁ φεύγων τὸ πεπραγμένον, περὶ δὲ τῆς ἰδιότητος ἡ ζήτησις ᾖ· περὶ τοῦ ποῖόν τί ἐστι τὸ πεπραγμένον, πρῶτον μὲν οὖν οὐ καλῶς ἐκ μόνου τοῦ φεύγοντος ὡρίσατο τὸν ὅρον· ἐξ ἀμφοτέρων τῶν μερῶν γνωριζομένου· ἔπειτα ἐκ τοῦ φεύγοντος τὴν στάσιν ὁρισάμενος ἐν τῇ διαιρέσει τῶν κεφαλαίων τῷ κατηγόρῳ προσνέμει τὸν ὅρον· τρίτον οὐ τί ἐστιν ὁ ὁρισμὸς διδάσκει ἡμᾶς, ἀλλὰ πότε συμβαίνει γίνεσθαι· ἔτι ἐν τῇ διαιρέσει τῶν στάσεων, ἔξω τῆς ποιότητος ἐάσας τὸν ὅρον, ἐνταῦθα ὑπὸ τὴν ποιότητα αὐτὸν ἀνάγει, λέγων τὴν ζήτησιν ἐν αὐτῷ γίνεσθαι περὶ τοῦ ποῖόν τί ἐστι τὸ πεπραγμένον· ὁ δὲ τελείως ἔχων ὅρος ἐστὶν οὗτος· στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους· περὶ τοῦ τί ἐστι τὸ κρινόμενον τὴν ζήτησιν ἔχουσα· τὰ μὲν οὖν ἄλλα κοινὰ ὄντα πασῶν τῶν στάσεων δῆλά ἐστιν, ἴδιον δὲ τοῦ ὅρου ἐστὶ τὸ τὸν μὲν πεπραγμένον εἶναι δῆλον, ζητεῖσθαι δὲ καὶ τί χρὴ καλεῖν αὐτό· τοῦτο δὲ τὸ ἴδιον μόνῳ καὶ παντὶ ὑπάρχει· τὸ δὲ ἕτερον τὸ ἐκ λείποντος εἶναι καὶ πεπραγμένου μόνῳ μὲν ὑπάρχει, οὐ παντὶ δέ. ἰστέον δὲ ὅτι ἐν τοῖς ἐκ πεπραγμένου καὶ λείποντος συνεστῶσιν ὅροις τὸ πεπραγμένον ἀεὶ ἀρχὴ τοῦ λείποντός ἐστι· καὶ τῷ πραχθέντι τὸ λεῖπον συνελθὸν ἓν τέλειον πρᾶγμα ποιεῖ· οἷον τὸ ἐπανατείνασθαι τὰς χεῖρας τοῦ τυπτῆσαι ἀρχή ἐστι· καὶ τὸ λάθρα νύκτωρ εἰς ἱερὸν παρελθεῖν ἱεροσυλίας ἀρχή· προστεθέντων δὲ τῶν λειπόντων ἐν ἑκατέρῳ τέλεια πλημμελήματα γίνεται.
4.477 Σωπάτρο υ. Δεύτερος τῶν λογικῶν στάσεων ὁ ὅρος· καὶ ἕπεται τῷ στοχασμῷ· δεῖ γὰρ πρῶτον εὑρεῖν τὸ ζητούμενον· εἶθ’ οὕτω τί ἐστι ζητῆσαι· ὁρίζεται δὲ ὁ ὅρος οὕτως· ὅρος ἐστὶ στάσις παρὰ τοῦ τί ἐστιν ἀποδεικνύουσα τὸ ζητούμενον· ἡ γὰρ ὁρικὴ στάσις ἀποδεικνύει τί ἐστι, πότερον ἱεροσυλία, ἢ κλοπὴ τὸ ἐξ ἱεροῦ ἰδιωτικὰ ὑφελέσθαι χρήματα· τὸ μὲν οὖν γένος ἡ στάσις· διὰ δὲ τοῦ στάσις ὑποφαίνει ποῖον ὁρίζεται ὅρον· ὅτι τὸν ῥητορικόν· διὰ δὲ τοῦ τί ἐστι τὸ ἴδιον ἀποδίδωσι τοῦ ὅρου· κοινωνεῖ ταῖς ἄλλαις στάσεσιν ὅρος κατὰ τὸ πεπραγμένον· πᾶσαι γὰρ αἱ στάσεις πλὴν στοχασμοῦ τὸ πεπραγμένον ἔχουσι κρινόμενον· διαφέρει δὲ στοχασμοῦ ὅρος· ὅτι ἐν μὲν στοχασμῷ τὸ πεπραγμένον τεκμήριόν ἐστι τοῦ ἐπιφερομένου ἐγκλήματος· ἐν ὅρῳ δὲ αὐτὸ τὸ πεπραγμένον κρίνεται· καὶ ὁ μὲν στοχασμὸς περὶ οὐσίας ἔχει τὴν ζήτησιν, ἐν ὅρῳ δὲ περὶ ὀνόματος· καὶ ὅτι ἀφανές ἐστι τὸ πεπραγμένον ἐν στοχασμῷ, ἐν ὅρῳ δὲ φανερόν· καὶ ὅτι ἐν μὲν τῷ στοχασμῷ ἀρνησάμενοι οὔτε ἄλλο λέγομεν πεποιηκέναι, καὶ ὅτι ὁ πράξας ἐν στοχασμῷ ἀφανής ἐστιν, ἐν ὅρῳ δὲ φανερόν· καὶ ὅτι κἂν ἄρνησίς ἐστι καὶ ἐν ὅρῳ, ἀλλ’ οὐ τοῦ πράγματος, ἀλλὰ τοῦ ὀνόματος μόνου· πειρῶνται δέ τινες μὴ ὅλως στάσιν εἶναι τὸν ὅρον ἀποδεικνύναι, φάσκοντες οὕτως· ὅτι πᾶν πρᾶγμα ἢ φανερόν ἐστιν, ἢ ἀφανές· κἂν μὲν ᾖ ἀφανὲς, στοχασμὸν ποιεῖ, ἂν δὲ ᾖ φανερὸν, ἢ γέγονεν, ἢ μέλλει· εἰ μὲν οὖν γέγονε, τὴν ποιότητα ποιεῖ· εἰ δὲ μέλλει, τὴν πραγματικὴν, ὥστε χώραν ὁ ὅρος οὐκ ἔχει· τοῦτο δὲ σφόδρα εὔηθες· διὰ μέσου γάρ ἐστι τοῦ τε ἀδήλου καὶ τοῦ μέλλοντος τὸ γεγενημένον· ἀτελὲς δὲ, ἐν ᾧ ὁ ὅρος γίνεται· οὐ γὰρ εἴ τι δῆλον, τοῦτο καὶ τέλειον· ἀλλ’ εἴ τι τέλειον, πάντως καὶ δῆλον· διαφέρει δὲ ἡ στάσις ὁ ὅρος τοῦ ὅρου τοῦ κεφαλαίου, ὅτι ἡ μὲν στάσις ἀρνεῖται τὸ ὅλον· τὸ δὲ κεφάλαιον ὁμολογεῖ τι καὶ ὁρίζεται τί ἐστι τὸ ἐγκαλούμενον· ἔτι διαφέρει, ὅτι ὁ μὲν ὅρος τὸ κεφάλαιον ἐν τῇ προτάσει ἑαυτοῦ τὸ συμπέρασμα ἔχει· οἷον τυμβωρύχος ἐστὶν ὁ ἀνῃρημένος ἱμάτια καὶ κόσμον τοῦ νεκροῦ· ἐγὼ δὲ οὐκ ἀφειλόμην, οὐκ ἄρα τυμβωρύχος· ἡ δὲ στάσις ὁ ὅρος διὰ πάντων τῶν κεφαλαίων τὸ συμπέρασμα ἔχει· καὶ ὅτι ὁ μὲν ὅρος ἡ στάσις κατασκευάζεται· ὁ δὲ ὅρος τὸ κεφάλαιον κατασκευάζει· ἔτι ζητοῦσί τινες, τί δήποτε στοχασμὸς μὲν στοχασμῷ κεφαλαίῳ οὐ τέμνεται, ὅρος δὲ ὅρῳ τέμνεται· καὶ φαμὲν ὅτι ὁ στοχασμὸς περὶ ἀδήλου πράγματος ἔχων τὴν ζήτησιν, καὶ ἐκ τῶν κεφαλαίων κατασκευαζόμενος, οὐκ ἠδύνατο αὐτὸς ἐν κεφαλαίοις τετάχθαι· καὶ ἡ πραγματικὴ δὲ τὴν αὐτὴν ἔχει ἀπολογίαν, ὅτι καὶ αὐτὴ περὶ ἀδήλου πράγματος τὴν ζήτησιν ἔχει· ὅπερ ἐστὶν ἴσον τοῦ ἀφανοῦς· ὁ δὲ ὅρος φανερὸν ἔχων τὸ κρινόμενον, ἔχει κεφάλαιον ὁμώνυμον ἑαυτῷ· λύσιν γὰρ φέρει τοῦτο τῆς προβολῆς· προβαλλομένου γὰρ τοῦ κατηγόρου καὶ λέγοντος ὅτι ἐπανέτεινας τὴν χεῖρα καὶ τὸ πρᾶγμα διηγουμένου, ὁ φεύγων ὁρίζεται ὅτι τοῦτο οὐκ ἔστιν ὕβρις.
4.479 Μαρκελλίνο υ. Ἀκολούθως ἡ τάξις, μετὰ τὸν στοχασμὸν ὁ ὅρος· μετὰ γὰρ τὸν τῆς οὐσίας λόγον ὁ περὶ τῆς ἰδιότητος τυγχάνει δεύτερος· πῶς γὰρ ἂν οἷόν τε τὴν ἰδιότητα ζητεῖν, μήπω τοῦ πραχθέντος ὅλως ἀποδειχθέντος; ὅρος δὲ αὐτοῦ οὗτος· στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους περὶ τοῦ τί ἐστι τὸ κρινόμενον τὴν ζήτησιν ἔχουσα· διὰ τοῦτο δὲ ἐπὶ μέρους ὥρισται, ἐπειδὴ δῆλον μὲν ἐν ὅρῳ τὸ πεπραγμένον, ἡ δὲ ζήτησις ἐπὶ μέρους περὶ τοῦ τί ἐστι τὸ κρινόμενον καὶ τί χρὴ καλεῖν αὐτό· τοῦτο γὰρ καὶ ἴδιον ἐν ὅρῳ οὐ τὸ ἀμφισβητεῖσθαι τὴν ὕπαρξιν αὐτοῦ· ἀλλὰ τί ἐστι τὸ πεπραγμένον οὐχ ἁπλῶς δὲ περὶ ὀνόματος· οὐ γὰρ περὶ τούτου ἡ ζήτησις, ἀλλὰ μετὰ προσθήκης πράγματος, διὰ τοῦτο δὲ καὶ περὶ ὀνόματος· ἐπειδὴ τῆς πράξεως ἀμφιβόλου οὔσης, ἀμφίβολον ἀναγκαίως καὶ τὸ ὄνομα, καὶ δεῖ αὐτὸ θέσθαι ὄνομα· ζητητέον δὲ καὶ τοῦτο εἰ τὸ ἀφανὲς ποιήσει τὸν στοχασμόν· τὸ δὲ φανερὸν μὲν, ἀτελὲς δὲ, τὸν ὅρον, τὸ φανερὸν καὶ τέλειον ἄρα οὐ.
4.480 δέχεται ζήτησιν· φαμὲν ὅτι δέχεται· οὐκ ἔτι γὰρ εἰ ἔστι ζητήσομεν· οὐδὲ τί ἐστιν, ἀλλὰ ποῖόν τι ἐστι· περὶ τὴν ποιότητα καταγινομένου τοῦ πράγματος· οἷον εἰ δίκαιον εἰ νόμιμον, εἰ συμφέρον, ἢ τἀναντία τούτων· τὰς γὰρ τῶν πραγμάτων ποιότητας ταύτας εἶναι συμβέβηκεν, καὶ ἔστι γενικὸν ὄνομα ἡ ποιότης, κοινὸν τῶν ἕνδεκα στάσεων τῶν ἐπιλοίπων· γενικὸν δὲ εἰρήκαμεν, ἐπειδή ἐστι καὶ εἰδικὰ καὶ τὰ καθ’ ἕκαστα κύρια· ὥσπερ γάρ ἐστι γένος μὲν τὸ ζῶον, εἰδικὸν δὲ ὁ ἄνθρωπος, κύρια δὲ ὁ Δημοσθένης, ὁ Σοφοκλῆς καὶ τὰ ὅμοια, οὕτω κἀνταῦθα γενικὸν μὲν ὄνομα τῶν στάσεων πασῶν πλὴν ὅρου καὶ στοχασμοῦ ἡ ποιότης· εἰδικὸν δὲ δικαιολογία, ἀντίθεσις νομική· κύριον δὲ ἀντίληψις, πραγματικὴ, ἀντινομία, συλλογισμὸς, καὶ ἁπλῶς εἰπεῖν ἑκάστης στάσεως ὄνομα. Ὅρος διαιρεῖται προβολῇ. Σωπάτρο υ. Τὴν προβολήν τινες ὁρίζονται σύντομον ἀπόφασιν τοῦ προτεταγμένου ἀδικήματος ἐν τῇ καταστάσει· ὅπερ οὐκ εὖ· οὐ γὰρ πάντες οἱ ὅροι τοῦ κατὰ φυγὴν καὶ δίωξίν εἰσιν· ὥστε οὖν οἱ οὕτως ὁριζόμενοι τὴν προβολὴν ἐκβάλλουσι τῶν κατὰ ἀμφισβήτησιν καὶ τῶν κατὰ αἴτησιν τὰς προβολάς· ἐν οὐδετέροις γάρ ἐστιν ἀδίκημα· ἄμεινον οὖν οὕτως εἰπεῖν, προβολή ἐστι τῶν εἰρημένων ἐν τῇ καταστάσει σύντομος ἀπόφασις· ἐάν τε γὰρ κατ’ αἴτησιν ὅρον μελετῶμεν ἐν τῇ καταστάσει λέγομεν τὰ κατορθώματα καὶ συντόμως ἀποφαίνομεν ὁτιοῦν ἐστι τὸ προσκτήσασθαι πόλιν, καὶ ὡς δεῖ τὴν δωρεὰν λαβεῖν, καὶ ἐν τῷ κατὰ ἀμφισβήτησιν, ἀνῄρηκα τὸν τύραννον καὶ τὴν τοῦ τυραννοκτόνου δωρεὰν δεῖ με λαμβάνειν· καὶ αὕτη ἐστὶν ἡ προβολὴ, οὐκ ἐν ὅρῳ μόνον, ἀλλὰ καὶ ἐν ταῖς ἄλλαις στάσεσιν· εἴρηται δὲ ἡ προβολὴ διὰ τὸ τὴν πρότασιν ἔχειν τοῦ πράγματος, καὶ ὥσπερ προτείνειν τοῖς δικασταῖς, περὶ οὗ αὐτοὺς δεῖ κρῖναι· καὶ ἔστιν ἡ προβολὴ κυρίως τὸ συνέχον· ζητεῖται δὲ, τίνος χάριν ἡ προβολὴ ἐν μὲν ταῖς ἄλλαις στάσεσιν εὑρίσκεται, ἐν στοχασμῷ δὲ γίνεται τῇ πραγματικῇ οὔ· καὶ φαμὲν, ὅτι ἡ προβολὴ πεπραγμένου ἐστὶ πράγματος σύντομος ἀφήγησις· ὁ δὲ στοχασμὸς δύο πράγματά ἐστι, φανερὸν καὶ ἀφανές· κρίνεται δὲ τὸ ἀφανὲς, ἀλλ’ οὐχὶ τὸ φανερόν· ἐν οἷς οὖν ἀφανές ἐστι τὸ ἐγκαλούμενον, ἀδύνατον προβάλλεσθαι· ὡσαύτως καὶ ἐπὶ πραγματικῆς· καὶ γὰρ καὶ αὕτη περὶ μέλλοντος ἔχει τὴν σκέψιν, ὅπερ ἄδηλον· ἄδηλον δὲ, ὡς ἔφθημεν εἰπόντες, ἀδύνατον προβάλλεσθαι· εἰ δέ τις εἴποι, ὅτι καὶ πραγματικὴ ἔχει ἐν τῇ τῶν ἐκ τοῦ ψηφίσματος ζητήσει περὶ γεγονότος, ἐροῦμεν, ὅτι καὶ τὸ ψήφισμα ἡ ζήτησίς ἐστιν, ὅπερ ἄδηλον.
4.481 Ὅρῳ. Σωπάτρο υ. Ὅρος ὁμώνυμόν ἐστι τῇ στάσει κεφάλαιον· δεύτερον μὲν κατὰ ἀπαρίθμησιν, ἐπειδὴ ἡ προβολὴ πρώτη· πρῶτον δὲ κατὰ ἐξέτασιν· ἡ γὰρ προβολὴ ἐξέτασιν οὐκ ἔχει οὐδὲ κατασκευὴν, ἀλλὰ πάντα τὰ κεφάλαια τῆς προβολῆς ἐστιν ἐξέτασις καὶ κατασκευή· διὸ παρά τισιν οὐδὲ κεφάλαιον εἶναι δοκεῖ, ἐπειδὴ μεσάζει τὴν τοῦ κεφαλαίου φύσιν· πᾶν γὰρ κεφάλαιον οὐ δύναται μὴ ἔχειν ἐξέτασιν ἰδίαν περὶ τῆς ἑαυτοῦ φύσεως· αὕτη δὲ μόνη ἰδίαν οὐδ’ ἡντιναοῦν ἔχει, ἀλλὰ διὰ πάντων αὕτη κατασκευάζεται· διὰ τοῦτο οὖν αὐτὴν ἐκάλεσάν τινες πρότασιν κεφαλαίου ἤτοι ἀφορμὴν ἀποδείξεων· εὐθὺς δὲ μετὰ τὴν προβολὴν ὁ ὅρος, ἐπειδὴ λύσις ἐστὶν ὁ ὅρος τῆς προβολῆς· προβαλλομένου γὰρ τοῦ κατηγόρου καὶ λέγοντος, ὅτι ἐπανατείνας τὴν χεῖρα, καὶ τὸ πρᾶγμα διηγουμένου, ὁ φεύγων φησὶν, ὅτι τοῦτο οὐκ ἔστιν ὕβρις, ἐκ τῶν παρειμένων.
4.482 Ἀνθορισμῷ. Σωπάτρο υ. Οὐδὲν ἕτερόν ἐστιν ὁ ἀνθορισμὸς, ἢ καὶ αὐτὸς ὅρος· ἀμφότεροι γὰρ ὁρίζονται τὸ πεπραγμένον, καὶ ὁ κατηγορῶν, καὶ ὁ κρινόμενος· καὶ ὁ μὲν ὅρος ἀπὸ τοῦ λείποντος γίνεται· ὁ δὲ ἀνθορισμὸς ἐκ τῶν πεπραγμένων ἐναντία τῷ προτέρῳ ὁρίζεται· τοῦ γὰρ δὴ φεύγοντος τὰ παρειμένα κομίζοντος πρὸς ἀπόδειξιν· τοῦτο δ’ ἐστὶ μὴ δεῖν καλεῖσθαι τὸ γεγενημένον· ὁ κατήγορος ἀπὸ τῶν πεπραγμένων ἀνθορίζεται τὸ δεῖν αὐτὸ τόδε τι καλεῖν· παρειμένα δ’ ἐστὶ τὰ μὴ πεπραγμένα ἃ μὴ πεποίηκε· διὸ ἀναγκαίως ὁ διώκων τὰ πεπραγμένα προφέρει, ἵνα καὶ ἡ φύσις τοῦ ὅρου σωθῇ· τοῦτο γάρ ἐστιν ὅρος τὸ μὴ βιάζεσθαι τὸν κατήγορον ἢ τὸν αἰτοῦντα, τὸ φύσει ἀτελὲς δεικνύναι τέλειον· καὶ τὸ πεπραγμένον μηδενὸς ἑτέρου δεόμενον πρὸς τὴν τοιάνδε κλῆσιν· εἴρηται δὲ ἀνθορισμὸς, ἐπειδὴ ἐναντία τῷ ὁρίσαντι ὁρίζεται. Συλλογισμῷ. Σωπάτρο υ. Ὁ συλλογισμὸς, ὡς καὶ Συριανῷ δοκεῖ, κοινόν ἐστι κεφάλαιον τοῦ τε διώκοντος καὶ τοῦ φεύγοντος· τῶν γὰρ προηγησαμένων τριῶν, προβολῆς φημι καὶ ὅρου καὶ ἀνθορισμοῦ, τῆς μὲν προβολῆς τοῦ κατηγόρου μόνου οὔσης· ἥτις καὶ διὰ τοῦτο εἴρηται οὕτως ἀπὸ τοῦ προβάλλειν καὶ ἀρχὴν γίνεσθαι τῶν λοιπῶν κεφαλαίων· τοῦ δὲ ὅρου τοῦ φεύγοντος· καὶ τοῦ ἀνθορισμοῦ τοῦ διώκοντος, ὁ συλλογισμὸς κοινωνός ἐστιν ἀμφοῖν, εἴρηται δὲ οὕτως ἀπὸ τοῦ συλλέγειν καὶ συνάγειν εἰς ἓν ἄμφω, τά τε παρειμένα καὶ τὰ πεπραγμένα· ἀλλ’ ὁ μὲν φεύγων χωρίζει ταῦτα καὶ δείκνυσιν ἀτελὲς τὸ γεγενημένον· ὁ δὲ διώκων συνάγει καὶ δείκνυσι τέλειον· ἰστέον ὅτι τινὲς τῶν τεχνογράφων μετὰ τὰ τελευταῖα κεφάλαια τὸν συλλογισμὸν τάττουσι κακῶς· εἰ γὰρ δύο προτάσεις οὗτος συνάγει, πάντως ὀφείλει μεθ’ ἃς συνάγει τετάχθαι εὐθὺς οὐχὶ μετὰ πολὺ, ἀσθενέστερος γὰρ οὕτως ἔσται.
4.483 Γνώμῃ νομοθέτου. Σωπάτρο υ. Καὶ αὕτη κοινὸν ἀμφοτέρων ἐστίν· ἑκάτερος γὰρ τὴν γνώμην τοῦ νομοθέτου πρὸς τὸ οἰκεῖον συμφέρον μεταχειρίζεται· οἷον ὅτι καὶ ὁ νόμος καὶ ἡ γνώμη τοῦ νομοθέτου τοῦτο βούλεται· τοῦτο δέ τινες ᾐτιάσαντο· ἔφασαν γὰρ, ὅτι οὐκ ἔδει κοινὸν ἀμφοῖν κεφάλαιον ὑπάρχειν καὶ ἀμφίβολον· ἑκατέρῳ γὰρ τῶν ἀγωνιζομένων πρὸς τὸ δοκεῖν ἕλκεται· οὐκ ἔδει οὖν πρὸ τῆς πηλικότητος καὶ τοῦ πρός τι τετάχθαι. ἄλλως τε καὶ ὅτι οὐδὲ τῶν ἀεὶ ἐμπιπτόντων τὸ κεφάλαιον· ἐν οἷς γὰρ οὐκ ἔστι νόμος παραλιμπάνεται· ἀλλά φαμεν, ὡς ἀεὶ ὁ Ἑρμογένης τὰς ἀτέχνους πίστεις προτίθησι τῶν ἐντέχνων· ἐν οἷς οὖν καὶ ὁ νόμος τῶν ἀτέχνων, εἰκότως καὶ τοῦτο τὸ κεφάλαιον νόμου πηλικότητος καὶ τῶν πρός τι προτάττει· κἂν ἐκεῖνα μὲν τῶν ἀεὶ ἐμπιπτόντων, αὕτη δὲ τῶν ποτέ. Πηλικότητι, πρός τι.
4.484.(1n) Σωπάτρο υ. Ἰστέον ὅτι τῶν κεφαλαίων τῶν ἐν τῷ ὅρῳ τὰ μέν ἐστι τοῦ προκειμένου πράγματος ἀποδεικτικὰ, τὰ δὲ αὐξητικά· μέχρι μὲν οὖν τῆς γνώμης τοῦ νομοθέτου τυγχάνει ἀποδεικτικά· τὰ δὲ ὕστερα κεφάλαια, τὸ πρός τι καὶ ἡ πηλικότης, αὐξητικά· ὡς ἔχομεν καὶ ἐν τῇ τέχνῃ τῇ πραγματικῇ· καὶ τὸ μὲν πρός τι συγκριτικὴν ἔχει δύναμιν καὶ τὴν αὔξησιν ὁμοίως· οἷον τόδε τοῦδε, ἡ δὲ πηλικότης ὑπερθετικήν· οἱ μὲν οὖν προτάττειν βουλόμενοι τὴν πηλικότητα τοῦ πρός τι τοιούτοις κέχρηνται λόγοις· ἡ πηλικότης ἁπλοῦν τί ἐστιν· οἷον μέγα τόδε γεγένηται· τὸ δὲ πρός τι συγκριτικῶς αὔξει· οἷον ὅτι καὶ μεῖζον· εἴπερ οὖν τὰ ἁπλᾶ προηγεῖται ἀεὶ τῶν συγκριτικῶν, προηγήσεται καὶ ἡ πηλικότης τοῦ πρός τι ἥ ἐστιν ἁπλῆ αὔξησις τοῦ συγκριτικοῦ· ὅτι δὲ ἁπλῆ αὔξησις ἡ πηλικότης, δῆλον ἐντεῦθεν· τὸ πρός τι πρὸς τὴν τοῦ φεύγοντος φωνὴν γίνεται· οἷον ὡς παρὰ Δημοσθένει· λέγοντος γὰρ Μειδίου ἀπὸ τῆς πηλικότητος ἐπιχειροῦντος, μὴ μέγα μηδὲ δημόσιον εἶναι τὸ ἀδίκημα τὸ τύψαι Δημοσθένην, καὶ μεῖζον αὐτό φησι Δημοσθένης, καὶ ἀσέβειαν εἶναι αὐτό· καὶ οὕτω μὲν οἱ βουλόμενοι τὴν πηλικότητα τοῦ πρός τι προτάττειν· οἱ δὲ τὸ πρός τι προτάττειν ἀξιοῦντές φασι· τὸ πρός τι πρὸς τὴν φωνὴν τοῦ φεύγοντος γίνεται· ἡ δὲ πηλικότης ἀόριστόν τί ἐστι καὶ παρὰ τοῦ φεύγοντος ἔχει χώραν ἡ πηλικότης εἰς ἀναίρεσιν· ἰσχυρότερον δὲ ἦν τὸ συνομολογούμενον τοῦ ἀμφισβητησίμου· τί δέ ἐστιν ὅ φημι· συνομολογεῖ ἐν τῷ ὅρῳ ἑαυτοῦ ὁ φεύγων· ἔτι οὐκ ἀεὶ ἐμπίπτει ἡ γνώμη τοῦ νομοθέτου, ὡς ἤδη δεδήλωται· ἰσχυροτάτην ἔχει δύναμιν· μετὰ τὸν συλλογισμὸν ἐπάγει τὰ πρός τι· ἐπεὶ γὰρ ὁ συλλογισμὸς τὸν ὅρον τοῦ φεύγοντος εἰς ἓν φέρει· καὶ δείκνυσι ταὐτὸν ὂν τὸ πεπραγμένον τῷ μὴ πεπραγμένῳ, ἀκόλουθος ἦν ἐπαγωγὴ ἡ τὸ μεῖζον σημαίνουσα· διὸ καὶ ἐλέγομεν· ὡς κακῶς τὴν γνώμην τοῦ νομοθέτου μετὰ τὸν συλλογισμὸν ἔταξεν· ἐχρῆν γὰρ μετὰ τὸ πρός τι καὶ οὕτως ὑστέραν τὴν πηλικότητα ἔχουσαν δεικνύναι τοῦ πράγματος δείνωσιν καὶ οἷον εἰπεῖν καταδρομήν τινα.
4.485 Συριανο ῦ. Πολλὴ ἀμφισβήτησις γέγονε Μινουκιανῷ καὶ Ἑρμογένει. Μινουκιανοῦ μὲν τὸ πρός τι ἀξιοῦντος προτάττειν, ὅτι αὔξησίς ἐστι κεφαλαίου καὶ δεῖ τῷ ὅρῳ τοῦτο ἀντιτιθέναι· ἐπειδὴ καταδρομὴν ποιεῖται εἰς αὐτὰ ὁ φεύγων· ὁ δὲ Ἑρμογένης τὴν πηλικότητα προτάττει λέγων· ὅτι ἢν τὸ μεῖζον ἀποδείξωμεν, τοῦ ἐλάττονος οὐ δεόμεθα, ἐπεὶ καὶ τοῦτο μειοῦμεν· πηλικότης δέ ἐστι κεφάλαιον ἀμφοτέρων κοινόν· ἀπὸ μὲν τοῦ κατηγόρου αὐξητικῶς προαγόμενον, ἀπὸ δὲ τοῦ φεύγοντος ἐναντίως. Μιᾷ τῶν ἀντιθετικῶν ἔστιν ὅτε, ἥτις εἰ ἐμπέσοι, εὑρεθήσεται καὶ μετάληψις καὶ ἀντίληψις εὐθὺς ἑπόμεναι. Σωπάτρο υ. Ζητοῦσί τινες, πῶς ὅλως ἐν τῷ ὅρῳ ἀτελοῦς ὄντος τοῦ πεπραγμένου, δύναται ἐμπεσεῖν μία τῶν ἀντιθετικῶν· ῥητέον οὖν, ὅτι μετὰ τὴν ἀπόδειξιν τοῦ τέλους φανέντος λοιπὸν τελείου διὰ τῶν ὁρικῶν κεφαλαίων· τότε χώραν ἔχει μία τῶν ἀντιθετικῶν καὶ λοιπὸν ἐμπίπτει· τεσσάρων δὲ οὐσῶν τῶν ἀντιθετικῶν, ἀντιστάσεως, ἀντεγκλήματος, μεταστάσεως, συγγνώμης, ὁποτέρα τούτων ἐμπέσοι μετὰ τὰ ἀπαριθμημένα τοῦ ὅρου κεφάλαια, εὐθὺς μετάληψις ἀκολουθεῖ· εἰ δὲ λέγοι τις, ὅτι ἀντιλήψεως μὴ ἐμπεσούσης πῶς οἷόν τε μετάληψιν ἐμπεσεῖν· ἀεὶ γὰρ ταῦτα ἀλλήλοις ἀκολουθεῖ· ἐροῦμεν ὡς ἡ ἀντιθετικὴ τόπον ἐπέχει ἀντιλήψεως, πλὴν καὶ μετὰ τὴν μετάληψιν, ἵνα ἡ τάξις σώζηται· τινὲς ἐπάγουσιν καὶ τὴν ἀντίληψιν· πότε δὲ ἀντιθετικὴ ἐν ὅρῳ πίπτει, ἐνταῦθα δῆλον, αἱ ὁρισταὶ στάσεις ἢ εἰς πρᾶγμα ἔχουσι τὴν ἀναφορὰν, ἢ εἰς πρόσωπον, ἢ εἰς ἐνέργειαν· εἰς πρᾶγμα μὲν, ὡς ὁ κενοτάφιον διορύξας καὶ κρινόμενος τυμβωρυχίας· ζητεῖται γὰρ εἰ οὗτος τάφος· ἀποδεικνυμένου γὰρ ὅτι τάφος δῆλον ὅτι κἀκεῖνος τυμβωρύχος· εἰς πρόσωπον, ὡς ὁ τὸν εὐνοῦχον ἀνελὼν ὡς μοιχὸν, καὶ κρινόμενος φόνου, εἰς ἐνέργειαν δὲ, ὡς ὁ τὰ ἰδιωτικὰ χρήματα ἐξ ἱεροῦ ἀφελόμενος καὶ κρινόμενος ἱεροσυλίας· ἂν μὲν οὖν ἡ ζήτησις εἰς πρᾶγμα ᾖ, οὐκ ἐμπίπτει ἡ ἀντίθεσις· ἂν δὲ εἰς πρόσωπον ἢ εἰς ἐνέργειαν, ἐμπίπτουσιν ἀντιθετικαὶ, ὡς ἐπὶ τοῦ ἀποκτείναντος τὸν εὐνοῦχον ὡς μοιχόν· ἐρεῖ γὰρ ὅτι ἄξιος ἦν ἀποθανεῖν ὡς βιαζόμενος τὴν φύσιν· εὑρίσκεται δὲ πολλάκις καὶ στοχαστικὴ ἀντίθεσις μετὰ τὰ κεφάλαια οὐκ ἀπ’ αὐτῶν τῶν κεφαλαίων κινουμένη, ἀλλ’ ἔξωθεν ὡς ἐπὶ τοῦ φιλοσόφου τοῦ πείσαντος καταθέσθαι τὴν τυραννίδα καὶ αἰτοῦντος τὴν δωρεάν· ἐνταῦθα γὰρ ἐμπίπτει ἀντίθεσις στοχαστικὴ τοιαύτη· ἀλλ’ εἰκός φησιν ἔστιν αὐτὸν πάλιν τυραννῆσαι, ἣν λύσεις βουλήσει καὶ δυνάμει, ὅτι οὔτε βουλήσεται, οὔτε δυνήσεται, ἀλλὰ καὶ τοῖς πρὶν ἀναπείσασιν αὐτὸν δύσνους καὶ ὀργίλος καθέστηκεν.
4.486 Εἶτα ποιότητι καὶ γνώμῃ. Σωπάτρο υ. Τῶν κεφαλαίων τὰ μέν ἐστι τοῦ κατηγόρου· τὰ δὲ τοῦ φεύγοντος· τὰ δὲ κοινὰ ἀμφοῖν· τοῦ μὲν κατηγόρου προβολὴ, ἀνθορισμός, συλλογισμός· τοῦ δὲ φεύγοντος ὅρος, κοινὰ δὲ γνώμη νομοθέτου, πηλικότης, πρός τι· μεμαθήκαμεν δὲ καὶ ἐν τῷ στοχασμῷ, ὅτι ἡ ποιότης κεφάλαιον οὐκ ἔστιν, ἀλλ’ οἱ ἐπίλογοι. Ἡ προβολὴ ἔστιν αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους.
4.487.(1n) Συριανο ῦ. Ἡ προβολὴ ὠνόμασται μὲν ἀπὸ μεταφορᾶς τῆς Ἀθήνησι δίκης οὕτω καλουμένης κατὰ τῶν ἐν ταῖς ἑορταῖς ἀδικούντων, ὡς καὶ Δημοσθένης φησὶν ἐν τῷ κατὰ Μειδίου, καὶ προυβαλόμην ἀδικεῖν τουτονὶ περὶ τὴν ἑορτήν· τουτέστι τῇ προβολῇ κατ’ αὐτοῦ ἐχρησάμην ὥσπερ καὶ ἡ ἔνδειξις καὶ ἡ εἰσαγγελία καὶ ἡ ἐξούλης ὀνομάτα δικῶν ὑπῆρχε παρ’ αὐτοῖς· παραλαμβάνεται δὲ ἡ προβολὴ ἀντὶ διηγήσεως· ὁ γὰρ ὅρος διήγησιν οὐκ ἐπιδέχεται, τῷ τὸν φεύγοντα, ὡς Μινουκιανός φησιν, ὁμολογεῖν τὸ πεπραγμένον· ἡ δὲ προβολὴ αὔξησιν περιέχει τῶν πεπραγμένων· πλατύνεται δὲ τοῖς περιστατικοῖς μορίοις, ὡς ἐπὶ τοῦ φιλοσόφου τοῦ πείσαντος καταθέσθαι τὴν τυραννίδα· ἐρεῖ γὰρ ἐκ τῶν προσώπων τῇ πλατύτητι χρώμενος, ὅτι φιλοσοφίᾳ προσέχων ἄνθρωπος τὴν τυραννίδα καθεῖλε λόγοις οὐ φόνῳ τὸν τύραννον σωφρονίσας, καὶ τοὺς πολίτας, οἷς ἐλευθερία τε καὶ δημοκρατία πάτριον, τῶν περιεστώτων ἀπήλλαξα δυσχερῶν· οὕτω μὲν οὖν τοῖς προσώποις ἐπεξελεύσεται· τόπῳ δέ, οἷον τὴν ἀκρόπολιν κατειληφότα· καὶ τὴν πόλιν ὅλην δεδουλωμένον καὶ τὴν χώραν ἅπασαν ἀνάστατον τῇ βαρύτητι τῶν φόρων ἀπεργαζόμενον· τρόπῳ δὲ, οἷον ὅτι τῇ γὰρ ἐκ φιλοσοφίας ἐπιστήμῃ τὸ τῆς γνώμης ἀνόσιον ἐξέκοψα, ἔνθα δὴ καὶ πολὺν αὐτῆς διεξελεύσεται τὸν ἔπαινον, ὡς ὅπλων καὶ χρημάτων καὶ δυνάμεως ἁπάσης ἰσχυροτέρα· αἰτίᾳ δὲ, οἷον ὁρῶν γὰρ νεὼς κεκλεισμένους, ἱερὰ θεῶν περιφρονούμενα, γυναῖκας ὑβριζομένας, παῖδας δουλεύοντας, ἄνδρας ἀκρίτως ἀπολλυμένους, τολμῶντα δὲ οὐδένα πρὸς τὴν ἀπαλλαγὴν τοῦ δεινοῦ, ἐπὶ ταύτην ἐτραπόμην ἐγὼ τὴν ἔννοιαν· τούτοις τοῖς λογισμοῖς ἡ προβολὴ πλατύνεται ὑπὸ τοῦ κατηγόρου.
4.488 Σωπάτρο υ. Ἐξηγεῖται πάλιν ἕκαστον τῶν κεφαλαίων· δοκεῖ δὲ ἐνταῦθα τῷ τεχνικῷ τὴν προβολὴν μὴ εἶναι φάσιν ψιλὴν τοῦ πράγματος, ἀλλὰ καθάπερ διήγησιν. Τί οὖν διαφέρει αὕτη τῆς διηγήσεως; ἡ γὰρ ὑπόθεσις εἶναι βούλεται τέσσαρα μέρη κατὰ τὴν τέχνην, προοίμια, διηγήσεις, ἀγῶνας, ἐπιλόγους· εἰ τοίνυν καὶ τὴν προβολὴν διήγησιν εἶναι τῶν γεγενημένων βούλεται, ἔσονται δύο διηγήσεις ἐν ἑνὶ προβλήματι, ὅπερ πλημμέλεια· τί οὖν φαμὲν, ὅτι κατὰ πολὺ διαφέρει ἡ προβολὴ διηγήσεως; ἡ μὲν γὰρ διήγησις ψιλή ἐστιν ἀφήγησις, ἡ δὲ προβολὴ μετὰ αὐξήσεως· πάλιν ζητοῦσι, τί ἐστι τὸ, αὐτὰ τὰ ἀ π ’ ἀρχῆς ἄχρι τέλου ς· καὶ φαμὲν, ὅτι τοῦτο εἶπεν, ἂν ἡ προβολὴ ἔχει αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, τουτέστι διήγησιν τῶν γεγενημένων οὐ κατασκευαστικῶς, ἀλλ’ αὐξητικῶς· τί οὖν διαφέρει τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τῶν ἐν στοχασμῷ; ἐροῦμεν, ὅτι κατὰ πολύ· ἐν μὲν γὰρ τῷ στοχασμῷ σημεῖα ταῦτα ποιούμεθα τοῦ ἐγκλήματος, ἐνταῦθα δὲ αὐτὸ τὸ ἔγκλημα ποιούμεθα μόνον σημεῖον· ὡσαύτως δὲ καὶ ἐν ταῖς ἄλλαις στάσεσι αὐτὰ τὰ ἐγκλήματα τυγχάνει. Ἰστέον δὲ, ὡς προβολὴ γίνεται ἀπὸ τῶν πρὸ τοῦ πράγματος καὶ τῶν ἐν αὐτῷ τῷ πράγματι καὶ τῶν μετὰ τὸ πρᾶγμα, ὥσπερ καὶ Δημοσθένης· ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ τῇ Πανδιονίδι φυλῇ· ταῦτα πρὸ τοῦ πράγματος· εἶτα τὰ ἐν αὐτῷ τῷ πράγματι· ὅτι περ ἠκολούθησέ μοι συνεχῶς ἐπηρεάζων παρ’ ὅλην τὴν λειτουργίαν καὶ μικρὰ καὶ μείζω, καὶ ὅτι τοὺς στεφάνους τοῦ χοροῦ διέφθειρε καὶ τὴν ἐσθῆτα διέῤῥηξεν· εἶτα μετὰ τὸ πρᾶγμα, ὅτι ἀπεστέρησε τὴν φυλὴν, κρατοῦσαν τῆς νίκης διαφθείρας τοὺς κριτάς· αὔξεται δὲ, ὡς εἴπομεν, ἀπὸ τῶν περιστατικῶν, προσώπου, ὅτι χορηγὸς ὢν ἐτυπήθην· τόπου, ὅτι ἐν τῷ θεάτρῳ· χρόνου, ὅτι ἐν ἱερομηνείᾳ· καὶ τίς ὢν ὁ ἀδικήσας, ὅτι ἰδιώτης· ἐξ ἀμφοτέρων γὰρ τὴν αὔξησιν ἐποιήσατο, οἷον ἔκ τε τοῦ πεπονθότος καὶ τοῦ δεδρακότος· δεῖ δὲ γινώσκειν, ὅτι αὔξοντας οὐ δεῖ παντάπασιν αὔξειν αὐτὰ, ἀλλὰ μετρίως· τὴν δὲ τελείαν αὔξησιν φυλάξωμεν τῇ τε πηλικότητι, καὶ τῷ πρός τι· εἰ γὰρ ἐν τῇ προβολῇ τῇ αὐξήσει τέλειον μέγεθος ἀποδῶμεν, ἐλθόντες ἐπὶ τὴν πηλικότητα καὶ τὰ πρός τι οὐδὲν ἰσχύομεν, καὶ καταγέλαστοι ἐσόμεθα.
4.489 Μαρκελλίνο υ. Ἡ προβολή ἐστι πρότασις καὶ φάσις τοῦ πραχθέντος ψιλὴ καὶ ὡσπερανεὶ διήγησις συνισταμένη ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· τούτων δὲ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ὄντων τῶν μὲν ἐκ τῶν πεπραγμένων, τῶν δὲ ἐκ τῶν παρειμένων, ἡ προβολὴ ἐκ τῶν πεπραγμένων γίνεται οὖσα τοῦ κατηγόρου· ὁ δὲ ὅρος ἐκ τῶν παρειμένων, ὅ ἐστι τοῦ φεύγοντος· καλῶς δὲ καὶ ταῦτα ἀπ’ ἀρχῆς ἄχρι τέλους καλεῖται, ἐπειδὴ ἀναγκαῖον ἀπ’ αὐτῶν ἄρχεσθαι τῆς κατηγορίας τὸν κατήγορον, καὶ ἀπ’ αὐτῶν μὲν ποιεῖσθαι τὴν προβολὴν, λέγοντα τὴν περίστασιν, καὶ κατασκευάζοντα τοῦ τε προσώπου καὶ τοῦ πράγματος· οἷον τίς ὁ ποιήσας, καὶ τί πράξας, καὶ ἐν ποίῳ τόπῳ καὶ τίνι τρόπῳ καὶ τίνι καιρῷ, προστιθέντα δὲ καὶ τὴν γνώμην, καὶ τὴν αἰτίαν ὅσον ἐφάψασθαι, τὴν δὲ τελείαν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐξέτασιν ἐν τῷ οἰκείῳ τόπῳ φυλάττοντα· οὐ γὰρ προεκκενῶσαι χρὴ πάντα, ἀλλὰ μεμετρημένως καὶ ἀρκούντως πρὸς τὴν χρείαν ἐπιμνησθῆναι τοῦ παρόντος κεφαλαίου· εἰκότως δὲ ὁ τεχνικὸς πρῶτον τῶν κεφαλαίων ἔταξε τὴν προβολὴν, ἐπειδὴ ὥσπερ ἀρχὴ καὶ πρόβολος τῶν ἄλλων προβέβληται, διὸ καὶ τὴν προσηγορίαν τοιαύτην ἔλαχεν διὰ τὸ προβεβλῆσθαι τῶν ἄλλων.
4.490 Ὁ ὅρος χωρίζει τὸ πρᾶγμα καὶ γίνεται ἐκ τῶν παρειμένων τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους· οἷον τύραννον ἔπεισε φιλόσοφος καταθέσθαι τὴν τυραννίδα καὶ αἰτεῖ τὸ γέρας· ἡ προβολή· ἔπαυσα τὴν τυραννίδα καὶ δεῖ λαμβάνειν με τὴν δωρεάν· τοῦτο δὲ δῆλον ὅτι αὔξων ἀπὸ τῶν παρακολουθούντων τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους θήσει· ὁ ὅρος ἐκ τῶν παρειμένων, οὐκ ἔστι τοῦτο τυραννοκτονῆσαι, ἀλλ’ ὁριεῖται τοῦτο εἶναι, ὃ παρεῖται, τὸ ἀποκτεῖναι αὐτόν. Συριανο ῦ. Τὸν ὅρον ὁ φεύγων εἰσάγει, ὃς ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ ὁρίζειν καὶ περικλείειν τὸ κρινόμενον, εἰς ὅπερ καταφεύγειν ὁ φεύγων βούλεται· τοῦ γὰρ φιλοσόφου τυραννοκτονίαν ὀνομάζοντος τὸ πρᾶγμα, ὁ ἐναντιούμενος αὐτῷ τὴν τοῦ φεύγοντος ἔχων τάξιν ἐρεῖ, μηδαμῶς εἶναι τυραννοκτόνον, οὐ γὰρ ἀνῃρῆσθαι τὸν τύραννον· πλατύνεται δὲ ὁ ὅρος παραδείγματι τῷ ἐκ περιτροπῆς, τοῖς λείπουσιν, ὡς ἐπὶ τοῦ πλουσίου τοῦ ἐπανατεινομένου τῷ πένητι τὰς χεῖρας· παραδείγματι μὲν, ὅτι δύναται γὰρ καὶ λῃστείας κρίνεσθαί τις, ἐκ τοῦ κακούργῳ διαλεχθῆναι μόνῳ· καὶ τυμβωρυχίας ἕτερος, ὅτι νύκτωρ ἔξω πυλῶν ἐφάνη βαδίζων· ὥσπερ δὲ ἐπ’ ἐκείνων ταῦτα λέγειν ἄτοπον, οὕτω κἀμὲ νῦν ὕβρεως κρίνεσθαι παντελῶς ἄδικον, μηδὲν τετολμηκότα· τῷ δὲ ἐκ περιτροπῆς, ὅτ’ ἂν τῷ κατηγόρῳ περιτρέψωμεν τὸν λόγον λέγοντες· φέρε γὰρ, εἴ τίς σοι φόνου δίκην ἐπαγάγοι, διότι τὴν πανοπλίαν ἔχων ἐπὶ τὸ στάδιον ἐχώρεις, ἆρ’ ἀνάσχοιο κρίνεσθαι παρὰ τοῖς δικασταῖς ὡς φονεύς; οὐδαμοῦ, ἀλλ’ ἀγανακτήσεις εὖ οἶδα, πίστεις ἐναργεῖς ἀπαιτῶν τῆς κατηγορίας· μὴ τοίνυν ἐπὶ μὲν σαυτῷ ταῦτα δίκαια νόμιζε, ἐπὶ δὲ ἡμῶν καινοτέρων πραγμάτων ἀποτίθου γραφὰς, ὥσπερ ἐπαΐειν τὸ δέον ἀδυνατούντων· τοῖς δὲ λείπουσιν· ὅτ’ ἂν τὰ λείποντα τῷ πεπραγμένῳ διεξίωμεν λέγοντες, ὑβριστής ἐστιν ὁ τύπτων τινὰ, ὁ στρεβλῶν, ὁ ἄγχων, ὁ τὴν ἐσθῆτα καταῤῥηγνὺς, ὁ ταῦτα καὶ τὰ τοιαῦτα τολμῶν ὑβρίζει, εἰ τοίνυν ἐμοί τι πέπρακται κατά σου τοιοῦτον, κατηγόρει καὶ λάμβανε δίκην, εἰ δὲ τούτων ἔχεις ἐπιδεῖξαι μηδὲ ἓν, πέπαυσαι συκοφαντῶν, ὦ ταλαίπωρε· τούτοις ὁ φεύγων ἀεὶ χρώμενος τοῖς τόποις πλατύνει τὸν ὅρον· ἔστι γὰρ ἀεὶ τοῦ φεύγοντος τὸ κεφάλαιον, κἂν μυριάκις ὁ Μινουκιανὸς τῷ κατηγόρῳ προσνέμοι· χρὴ γὰρ ἀεὶ τὸν μὲν κατήγορον τοῖς πεπραγμένοις ἰσχυρίζεσθαι, τὸν δὲ φεύγοντα τοῖς λείπουσι, πλὴν εἰ μὴ παραδόξως συμβαίνει τὸ ἀνάπαλιν, ὡς ἐπὶ τοῦ τὸν εὐνοῦχον ἀποκτείναντος.
4.491 Σωπάτρο υ. Ὁ ὅρος τοῦ φεύγοντός ἐστι λύοντος τὴν προβολήν· Μινουκιανὸς μὲν οὖν πρῶτον κεφάλαιόν φησιν, ὅτι πολλὴν οἰκειότητα ἔχει ὁ ὅρος πρὸς τὴν διήγησιν, ἀμφότερα γὰρ ἐκ τῶν πεπραγμένων λαμβάνεται· ὁ δὲ Ἑρμογένης ἀκολουθότερον ἐκ τῆς προβολῆς ἄρχεται, ἅτινα αὐξητικά ἐστιν· ἃ γὰρ ψιλῶς ὁ κατήγορος ἐν τῇ διηγήσει εἶπεν, ταῦτα μετὰ αὐξήσεως μερικῆς ἐν τῇ προβολῇ λέγει, ἵνα μηδὲ χώραν ἔχῃ ὁ φεύγων τῷ οἰκείῳ χρήσασθαι κεφαλαίῳ, τουτέστι τῷ ὅρῳ· τοῦτο δὲ ποιεῖ, ἵνα ὁ κατήγορος ἐκ τῶν ἰσχυροτέρων κατάρχηται, τοῦτο γὰρ δεῖ ποιεῖν πανταχοῦ· ἔφαμεν δὲ ἤδη, ὅτι ἐν τοῖς ἀτελέσι τῶν πραγμάτων ὁ κατήγορος καὶ ὁ φεύγων τοὺς λόγους μερίζονται, καὶ ὁ μὲν ἔχει τὰ παρειμένα, ὁ δὲ ἐκ τῶν πεπραγμένων τὴν κατηγορίαν ποιεῖται· ἐντεῦθεν τοῦ κατηγόρου ἐκ τῶν πεπραγμένων ποιησαμένου τὴν προβολὴν, ὁ φεύγων τὸν ὅρον προβάλλεται ἐκ τῶν παρειμένων· τοῦ δὲ φεύγοντος πρὸς τὸ συμφέρον ὁρισαμένου, ὁ κατήγορος καὶ αὐτὸς ἀνθορίζεται ἐξ ὧν ἐκεῖνος πεποίηκεν· δεῖ δὲ εἰδέναι, ὡς ὁ μὲν φεύγων ἐν τῷ ὅρῳ τοῖς μερικοῖς ἀεὶ χρῆται πρὸς σύστασιν τοῦ μὴ τοῦτο εἶναι, ὅπερ ὁ κατήγορος βούλεται τὸ ἔγκλημα, ὁ δὲ διώκων καθολικοῖς· οἷον ὡς ἐπὶ τοῦ ἱεροσύλου ὁ φεύγων ἐρεῖ, τοῦτό ἐστιν ἱεροσυλία, τὸ προσελθεῖν ἀγάλματι, τὸ ἀφελέσθαι τι αὐτοῦ, τὸ ἱερῶν ἀναθημάτων ἅψασθαι· ὁ δὲ διώκων ἀπὸ τῶν καθολικωτέρων ἐρεῖ, περιεκτικώτερα γὰρ ταῦτα τῶν μερικῶν, ὅτι τοῦτό ἐστιν ἱεροσυλία, τὸ νύκτωρ παρελθεῖν εἰς ἱερὸν, τὸ λαθεῖν σπεῦσαι τοὺς φυλάσσοντας, τὸ τὸν καιρὸν συνεργὸν λαβεῖν τοῦ παρανομήματος.
4.492 Μαρκελλίνο υ. Τοῦ πρώτου λέγοντος προβαλλομένου τὰ πεπραγμένα, καὶ ἐκ τούτων κατασκευάζοντος ἐντελῶς πεπρᾶχθαι τὸ ἔγκλημα, ὁ φεύγων ἐκβάλλει τὸ ἔγκλημα καὶ τὴν ἀπὸ τῶν πεπραγμένων ἀπόδειξιν ὡς βεβαιοῦσαν τὸ ἐγκαλούμενον ἀντεισάγει, τὰ παρειμένα ταῦτα λέγων εἶναι τὸ προβαλλόμενον ἔγκλημα, ἃ παρεῖται αὐτῶν, καὶ ἀναιρῶν διὰ τούτων τὸ τέλειον· ὁ μὲν γὰρ κατήγορος ἐρεῖ ἱεροσυλίας εἶναι τὸ ἀπὸ τοῦ ἱεροῦ λαβεῖν τὰ χρήματα, ὁ δὲ φεύγων τοῦτο εἶναι ἱεροσυλίαν, τὸ ἱερὰ λαβεῖν χρήματα, ὅπερ παραιτεῖται αὐτοῦ· οὐχ ὡς ἔτυχε δὲ τοῦτο ποιεῖ· καὶ γὰρ ἄτοπον τοῦ κατηγόρου αὐξήσαντος καὶ δεινοποιήσαντος διὰ τῶν πεπραγμένων τὸ ἔγκλημα, ἁπλῶς οὕτω τὸν φεύγοντα λέγειν, οὐκ ἔστι τοῦτο ἔγκλημα, ἀλλὰ δεῖ πρῶτον ἀπὸ ἐνστάσεως καθολικῆς ἄρχεσθαι τάξιν παραγραφικοῦ ἐχούσης· ὡς οὐ δίκαιον ἱεροσυλίας κρίνεσθαι τὸν μὴ τῶν ἱερῶν ἐφαψάμενον χρημάτων· κατασκευάσει δὲ τὴν ἔνστασιν, εἰ εὐποροῖμεν ἀπὸ τῶν παραδειγμάτων· τὰ δὲ παραδείγματα, ὡς εἴπομεν, ἢ οἰκεῖα δεῖ λαμβάνειν, ἢ ξενικὰ, ἵνα λοιπὸν ὡς ἀναγκαζόμενος ὁ φεύγων ὑπὸ τοῦ κατηγόρου εὐπρεπῶς χρῷτο τῷ ὅρῳ· ἔστι δὲ, ὅπερ εἶπον, ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐτὸ τὸ ἔγκλημα, ὃ ἕκαστος πρὸς τὸ συμφέρον ἑαυτῷ πειρᾶται συστῆσαι· ὁ μὲν κατήγορος αὐτὸ τοῦτο λέγων εἶναι τὸ ἔγκλημα, ὃ πέπραχεν ὁ φεύγων, λέγω δὴ τὸ λαβεῖν ἐξ ἱεροῦ τὰ χρήματα, ὁ δὲ τὸ παρειμένον εἶναι λέγων τὴν τοῦ ἐγκλήματος τοῦ ἐπαγομένου ἀλήθειαν οὐχ ὑπεύθυνος εἶναι φήσει τῷ ἐγκλήματι, καὶ κατασκευάσει τοῖς τοῦ δικαίου λογισμοῖς ὑπὸ ἐνστάσεως τάξιν παραγραφικοῦ ἐχούσης, μὴ δίκαιον εἶναι φάσκων, τὸν μὴ προσαψάμενον τῶν ἱερῶν ἀναθημάτων τοῦτον ὡς ἱερόσυλον κρίνεσθαι, ἢ αὖ μὴ δίκαιον τυραννοκτόνου τυχεῖν δωρεᾶς [τοῦτον ἱερόσυλον κρίνεσθαι], ὃς οὐκ ἀνῄρηκε τὸν τύραννον, ἐν ᾧ ὁριεῖται καὶ καθαίρεσιν εἶναι τυραννίδος τὸ ἀποκτεῖναι, καὶ ἱεροσυλίαν τὸ προσελθεῖν ἀγάλματι, τὸ λαβεῖν ἀναθήματα, κλοπὴν δὲ τὸ ἰδιωτικὰ ὑφελέσθαι χρήματα· οὐ γὰρ μόνον τὸ καθ’ ἑαυτὸν ὁ φεύγων ὁριεῖται, ὅτι ὃ μὴ πεποίηκεν, ἐστὶ τὸ ἴδιον τοῦ ἐγκλήματος, ἀλλὰ καὶ τὸ τοῦ κατηγόρου ἀνατρέψει δεικνὺς τὸ πραχθὲν μὴ τοῦτο ὂν, ἵνα τὸ μὲν κατασκευάσῃ, τὸ δὲ ἀνατρέψῃ· εἰ δέ τις εἴποι, διὰ τί ἀμφοτέροις χρωμένου τοῦ φεύγοντος, ἀπὸ μόνων τῶν παρειμένων γίνεσθαι φησὶ τὸν ὅρον, λέγομεν, ὅτι τὰ κεφάλαια ἀπὸ τῶν οἰκειοτάτων ὁρίζονται· οἰκειότατον δὲ αὐτὸ τὸ παρειμένον, ὥσπερ καὶ τῷ κατηγόρῳ τὸ πραχθέν· τὰ μὲν γὰρ κοινά ἐστιν ἱεροσύλου καὶ κλέπτου, τὰ δὲ ἰδικὰ ἱεροσύλου πρὸς κλέπτην· κοινωνεῖ μὲν ἱερόσυλος κλέπτῃ πρῶτον μὲν τῷ βουλεύσασθαι, τῷ προσελθεῖν εἰς τὸ ἱερόν, τῷ ὑφελέσθαι, τῷ ὑπεξελθεῖν, τῷ πειρᾶσθαι λαθεῖν· ἐν τούτοις γὰρ πᾶσιν οὐδὲν διαφέρει ὁ ἱερόσυλος τοῦ κλέπτου· διαφέρει δὲ ἐν τούτοις· ἐν τῷ προσελθεῖν τῷ ἀγάλματι, ἐν τῷ ἅψασθαι τῶν ἀναθημάτων· ταῦτα γὰρ ἴδια τοῦ ἱεροσύλου, ἐν οἷς οὐδὲν ὁ κλέπτης κοινωνεῖ· ὁ μὲν οὖν κατήγορος ἀπὸ τῶν κοινῶν σπουδάζει ἱερόσυλον ἀποδεῖξαι λέγων, ὅτι εἰσῆλθες εἰς τὸ ἱερὸν, ἔλαβες ἀπὸ τοῦ ἱεροῦ χρήματα, οὐκοῦν ἱερόσυλος εἶ· ὁ δὲ ἀπὸ τῶν ἰδίων τοῦ ἱεροσύλου πειρᾶται ἐν τῷ ὅρῳ ἀπώσασθαι τὴν τῆς ἱεροσυλίας ὑποψίαν καὶ ὁ κατήγορος δὲ προτείνεται τὸ μὲν ἴδιον κατασκευάσαι σπεύδων, τὸ δὲ τοῦ ἀντιδίκου ἀνασκευάσαι, ἐξ ἑκατέρων τὸ ἑαυτοῦ πορίζων λυσιτελές· γίνεται δὲ τοῦτο ταῖς τῶν ἀκολούθων ἀπαγωγαῖς, καὶ εἰ μὲν συμφωνοῖεν τῷ ὅρῳ, κατασκευασθήσεται, εἰ δὲ μὴ ἐφαρμόττει, ἀνασκευασθήσεται τὸ ἐναντίον· ἐδίδαξε δὲ καὶ ὁ ῥήτωρ τὸν τοῦ ὁρίζεσθαι τρόπον· καθόλου γὰρ οὐκ ἐν ὅρῳ μόνον ἀλλ’ ἐν πᾶσι τοῖς ἀμφισβητησίμοις ἐξ ἑκατέρων ὁρίζεται πρός τε τὸ ἑαυτὸν συστῆσαι καὶ τὸν ἀντίδικον διαβαλεῖν, ὡς ἐν τῷ περὶ τοῦ στεφάνου· ὁριζόμενος γὰρ, τίς τε ὁ σύμβουλος καὶ τίς ὁ συκοφάντης καὶ τίνι διαφέρουσιν ἀλλήλων, τὰς εἰς ἑκάτερον παρασκευὰς ἐκ τῶν πεπραγμένων ἐπήγαγεν, ἀποδεικνὺς ἐξ αὐτῶν ἑαυτὸν μὲν εἶναι τὸν ἄριστον σύμβουλον, Αἰσχίνην δὲ συκοφάντην, ἐν οἷς φησιν· ἦν μὲν οὖν τοῦτο τοῦ δικαίου πολίτου τό τε δεῖξαι πᾶσιν, εἴ τι τούτων εἶχεν ἄμεινον λέγειν, μὴ νῦν ἐπιτιμᾷν· ὁ γὰρ σύμβουλος καὶ ὁ συκοφάντης οὐδενὶ τῶν ἄλλων οὐδὲν ἐοικότες, ἐν τούτῳ πλεῖστον ἀλλήλων διαφέρουσιν· ὁ μέν γε πρὸ τῶν πραγμάτων γνώμην ἀποφαίνεται· καὶ δίδωσιν ἑαυτὸν ὑπεύθυνον τοῖς πεισθεῖσι τῇ τύχῃ, τοῖς καιροῖς, τῷ βουλομένῳ· ὁ δὲ σιγήσας ἡνίκα ἔδει λέγειν ἄν τι δύσκολον συμβῇ, τούτῳ καταβαίνει.
4.495 Ἔστι δὲ λίαν θαυμάσαι τὸν τεχνικὸν τῆς τάξεως τῶν κεφαλαίων· οὐ γὰρ τῷ αὐτῷ προσώπῳ τὴν προβολὴν καὶ τὸν ὅρον δίδωσιν· ἀλλὰ ταῦτα μερίσας τῷ μὲν προτέρῳ λέγοντι δέδωκε τὴν προβολὴν, τῷ δὲ μετ’ αὐτὸν εἰπόντι τὸν ὅρον· εἰκότως, τοῦ γὰρ προτέρου λέγοντος καὶ κεχρημένου τῇ προβολῇ, ὁ δεύτερος τῷ ὅρῳ τῶν προειρημένων ἐκλύει τὴν ἰσχύν· ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἐν τῷ κατὰ αἴτησιν ὅρῳ ὁ τὴν αἴτησιν ποιούμενος ἀναγκαίως πρῶτος λέγει τοῦ ἀντιλέγοντος· οὐκοῦν αὐτός ἐστιν ὁ τὴν τοῦ κατηγόρου τάξιν ἔχων. Ὁ ἀνθορισμὸς πάλιν ἐκ τῶν πεπραγμένων οἷον οὐχὶ, ἀλλὰ τὸ παῦσαι τὴν τυραννίδα. Συριανο ῦ. Ὁ ἀνθορισμός ἐστι μὲν τοῦ κατηγόρου, ἐκ τῶν ἐναντίων ἐπιχειρημάτων τῷ ὅρῳ ὁρμώμενος, ὡς καὶ τὸ ὄνομα δηλοῖ· τοῦ φεύγοντος γὰρ μὴ συγχωρήσαντος τῇ περὶ τοῦ κατηγόρου προβολῇ ὁδῷ προσελθεῖν, ἀλλ’ ἀμφίβολον αὐτὴν διὰ τοῦ ὅρου καταστήσαντος, ὁ κατήγορος διὰ τοῦ ἀνθορισμοῦ κατασκευάζειν ἐπιχειρεῖ τὰ σαλευθέντα τῆς προβολῆς· κοινωνεῖ δὲ τῇ προβολῇ κατὰ τὸ ἔχειν κοινὰ τὰ πεπραγμένα ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τῷ ἐκ τῶν περιστατικῶν μορίων ἄμφω τὰ κεφάλαια λαμβάνειν τὴν εὐπορίαν. διαφέρει δὲ τῷ τὴν προβολὴν αὔξησιν ἔχειν τῶν πεπραγμένων, τὸν δὲ ἀνθορισμὸν κατασκευὴν αὐτῶν· καὶ ἐν μὲν τῇ προβολῇ ὡς ὁμολογούμενα εἰσάγεται, ἐν δὲ τῷ ἀνθορισμῷ ὡς ἀμφίβολα ὑπὸ τῆς ἀντιλογίας τοῦ ὅρου γινόμενα κατασκευάζεται· πλατύνεται δὲ ὁ ἀνθορισμὸς τοῖς περιστατικοῖς τοῖς πεπραγμένοις παραδείγμασιν, ὡς ἐπὶ τοῦ φιλοσόφου· ἐρεῖ γὰρ, ὅτι τοῦτό ἐστι τυραννοκτονία, τὸ ἐπὶ τὴν ἀκρόπολιν παρελθεῖν, τὸ πεῖσαι τὸν τυραννοῦντα τὴν καθ’ ἑαυτὸν ἐλαύνειν, τὸ τοὺς δορυφόρους ἀπατῆσαι, τὸ σῶσαι τοὺς νόμους, τὸ δοῦλον ἐλεύθερον καταστῆσαι· καὶ ὁ πένης ὁμοίως ἐρεῖ κατὰ τοῦ πλουσίου· τοῦτό ἐστιν ὑβρίσαι, τὸ πλούτῳ θαῤῥοῦντα τυφλώττειν, τὸ ὁμοτίμοις τῶν πολιτῶν ἀτίμως προσφέρεσθαι, τὸ ὥσπερ οἰκέτῃ τὰς χεῖρας ἐπανατείνεσθαι, καὶ τοῦτο οὐ πρὸς μίαν μόνον ἢ δύο ἡμέρας, οὐδὲ ἐπ’ ἐρημίας καὶ λάθρα, οἰστὸν γὰρ ἂν ἦν, ἀλλ’ ἤδη καὶ πρὸς ὅλον ἔτος, καὶ πάντων ὁρώντων· οὗ τίς γένοιτ’ ἂν ὑπερβολὴ, οὐ γὰρ ἡ πληγὴ παρίστησι τὴν ὀργὴν, ἀλλ’ ἡ ἀτιμία· οὐδὲ τὸ τύπτεσθαι τοὺς ἐλευθέρους ἐστὶ δεινὸν καίπερ ὂν δεινὸν, ἀλλὰ τὸ ἐφ’ ὕβρει, ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα ἀπὸ τῶν περιστατικῶν κινεῖται μορίων· εἶτα ἐκ παραδειγμάτων, καὶ γὰρ ὁ τριήρεις τῆς πατρίδος ἢ φρούριον προδεδωκὼς, εἶτα παρ’ ὑμῖν εὐθυνόμενος, οὐκ ἂν δύναιτο λέγειν, ὡς ἐπεὶ τοὺς νεωσοίκους ἢ τὰ τείχη τῆς πόλεως οὐ προδέδωκα, οὐκ ἂν προδοσίας δικαίως κρινοίμην, οὐδὲ δικαστὴς εὖ φρονῶν ἀνέξεται τοιαῦτα ληρούντων· τῶν γὰρ πραττομένων ἕκαστον ἐφ’ ἑαυτὸ δεῖ σκοπεῖν, καὶ τὰ μείζω τῶν ἁμαρτημάτων εἰς μέσον προφέροντας ἀνεύθυνα τὰ βραχύτερα τῶν ἀδικημάτων νομίζειν.
4.497 Καὶ τούτοις πάλιν τὰ πεπραγμένα συνάψει ἐξ ὁμοίων τοῖς παραδείγμασιν τὰ νῦν κρινόμενα· κέχρηται δὲ ὁ μὲν φεύγων εἰδικοῖς ὀνόμασιν, ὁ δὲ διώκων γενικοῖς· οἷον ὁ φεύγων ἱεροσυλίας γραφὴν ἐρεῖ, ὡς ἱερόσυλός ἐστιν ὁ φιάλας ἐξ ἱερῶν ἀφαιρούμενος, ὁ στεφάνους, ὁ θυμιατήρια, καὶ ὅσα τοιαῦτα εἰδικῶς ὀνομάζων· ὁ δὲ διώκων ἐρεῖ, ὡς ἱερόσυλός ἐστιν ὁ λάθρα παριὼν εἰς ἱερὰ ὁ γνώμῃ κακούργῳ χραίνων τὸν νεών, ὁ λαμβάνων ἐξ ἱερῶν ἅπερ οὐκ ἀπέθετο, ὁ τῆς πίστεως τὸ θεῖον ἀποστερῶν· αὕτη γὰρ ἐναργὴς ἱεροσυλία, κἂν σὺ κἂν ὁ δεῖνα διαῤῥαγῆτε ψευδόμενοι· γενικώτερον μὲν γάρ ἐστι τὸ λαμβάνειν ἐξ ἱεροῦ τινα εἰδικώτερον δὲ τὸ τάδε ἢ τάδε τὰ σκεύη ὀνομάζειν· τῷ μὲν οὖν φεύγοντι συμβαλεῖται τὰ εἰδικὰ διεξιέναι τῶν ὀνομάτων, ἵνα διὰ τῆς ἀπαριθμήσεως τούτων τὸ καθ’ αὑτὸν ἐπικρύψαι δυνηθείη· τῷ δὲ κατηγόρῳ τὰ γενικώτερα τῶν ὀνομάτων· περιληπτικωτέρων γὰρ ὄντων συμπεριλαμβάνει καὶ τὰ παρὰ τοῦ φεύγοντος τετολμημένα. Σωπάτρο υ. Ὁ διώκων, ὡς ἤδη ἔφαμεν, ἐπάγει τὸν ἀνθορισμὸν, λύων τὸν ὅρον τοῦ φεύγοντος, αὔξων δὲ τὰ πεπραγμένα ἀπὸ τῶν κοινῶν τοῦ πράγματος· τοῦ γὰρ δὴ φεύγοντος εἰς λεπτὸν διαιρουμένου καὶ ἐπὶ τὰ πεπραγμένα αὐτὰ καταγινομένου, ἀνθορίζεται πάλιν ὁ διώκων ἀπὸ τῶν κοινῶν μετασκευάζων, καὶ τὸ τῆς προβολῆς λαμβάνων καὶ δεικνὺς, ὅτι ἔνοχός ἐστι τῷ ἀδικήματι.
4.498 Ἀλλ’ εἰ ἄμφω ἥ τε προβολὴ καὶ ὁ ἀνθορισμὸς ἀπὸ τῶν πεπραγμένων λαμβάνονται, τί διαφέρει ταῦτα ἀλλήλων; Καὶ φαμὲν, ὅτι ἐν μὲν τῇ προβολῇ μερικὴ ἡ κατασκευὴ, ἐν δὲ τῷ ὅρῳ ἤτοι ἀνθορισμῷ καθολικὴ, ὡς ἐν τῷ κατὰ Μειδίου. Ἐν μὲν τῇ προβολῇ κατὰ μέρος, καὶ ἐκ τῶν ὑποκειμένων ἔστιν ἰδεῖν, ὅτι Μειδίας ἀδικεῖ τὴν πόλιν, ὑβρίσας χορηγὸν ὄντα Δημοσθένην· ἐν δὲ τῷ ὅρῳ ἢ ἀνθορισμῷ καθόλου, τί τὸ πόλιν ἀδικῆσαι καθέστηκεν, ὥσπερ καὶ ἐπὶ τοῦ φιλοσόφου· καὶ γὰρ καὶ ὁ ὅρος καθολικόν τι ζητεῖ· οἷον τί τὸ καταλῦσαι τὴν τυραννίδα; τὸ παῦσαι δηλαδὴ δουλεύουσαν τὴν πόλιν, τὸ τοὺς νόμους ἀπολαβεῖν, τὸ μηκέτι κελεύεσθαι. Ἀλλὰ καὶ ὁ ἀνθορισμὸς ὁμοίως καθολικῶς ἐπιχειρεῖ ἀπὸ τῶν ἐναντίων, οἷον ὅτι τυραννίδος κατάλυσίς ἐστι τὸ φονεῦσαι τὸν τύραννον, τὸ παντελῶς ἐκκόψαι, τὸ συγκαταλῦσαι τῷ τυράννῳ τὴν τοῦ τυραννῆσαι ἐλπίδα. Ἔτι διαφέρει ὁ ἀνθορισμὸς τῆς προβολῆς, ὅτι ἐν μὲν τῇ προβολῇ αὔξησιν ἔχει μόνου τοῦ διηγήματος, ἐν δὲ τῷ ἀνθορισμῷ καὶ ἀπόδειξιν μετὰ αὐξήσεως τοῦ ἐπαγομένου ἐγκλήματος· καὶ γὰρ δημόσιον ἀδίκημά τινος ἀποφαινομένου, τὸ τεῖχος καθελεῖν, τὸ ναῦς ἐμπρῆσαι, οὐ τὸ χορηγὸν τυπτῆσαι, ὁ κατήγορος μεῖζον τούτων βιάζεται ἀποδεῖξαι, τὸ χορηγὸν τυπτῆσαι. Ἰστέον δὲ, ὡς ὁ ὅρος καὶ ὁ ἀνθορισμὸς τοῖς αὐτοῖς τόποις κατασκευάζονται καὶ ἀνασκευάζονται· ἢ γὰρ ἀπὸ τοῦ ἰδίου ὅρου, ὅτι οὐκ ἔστι τυμβωρυχία ἡ τοῦ κενοταφίου διορυγή· ἴδιον γὰρ τυμβωρυχίας ἡ πλεονεξία καὶ τὸ λυμαίνεσθαι τοῖς κειμένοις, καὶ τὸ τὰ ἐξ αὐτῶν κέρδη τῆς τῶν κατοιχομένων τιμῆς προτιμᾷν· ἢ ἐκ τῆς τοῦ ἰδίου ἐν ὅρῳ κοινοποιήσεως, οἷον οὐ τὸ ἁπλῶς διορύξαι τάφον τυμβωρυχία, οὐδὲ τὸ ἱερὸν ἀνοῖξαι λάθρα ἱεροσυλία, οὐ τὸ οἰκίαν ἀνοῖξαι λάθρα κλοπὴ, ἕως μήτε τῷ τάφῳ, μήτε τῷ ἱερῷ, μήτε τῇ οἰκίᾳ λυμαίνεταί τις.
4.499 Ἀπὸ τῆς ἀντιφάσεως· οἷον εἰ γὰρ ἡ τοῦ ἱεροῦ λύσις ἱεροσυλία, τὸ μὴ ὑφελέσθαι τι ἐκ τοῦ ἱεροῦ οὐχὶ ἱεροσυλία· καὶ εἰ τὸ συλᾷν τὰ ἐντάφια τυμβωρυχία, τὸ μηδὲν ἐντάφιον σεσυληκέναι οὐκ εἴη τυμβωρυχία. Ἐκ τοῦ ἐναντίου, οἷον εἰ γὰρ ὁ ἐξ ἰδιωτικῆς οἰκίας ἱερὰ ἀφελόμενος οὐχ ἱερόσυλος, ὁ ἐξ ἱεροῦ ἰδιωτικὰ ὑφελόμενος οὐκέτι ἱερόσυλος. Ὅλως δὲ, ἵνα μὴ καθ’ ἕκαστον διεξίωμεν, πάντες οἱ τόποι οἱ ἐν τοῖς παρὰ τῶν ἐνθυμημάτων παραδιδόμενοι χρήσιμοι πρὸς τὰς ἀνασκευὰς καὶ κατασκευὰς, οὐ μόνον τῶν ὁριστικῶν κεφαλαίων, ἀλλὰ καὶ πάντων ἁπλῶς τῶν ἐν ταῖς περιστάσεσιν. Ἐκεῖνο δὲ δεῖ προσθεῖναι, ὅτι ἐκ περιουσίας αἱ ἀνασκευαὶ γίνονται τῶν ἀντικειμένων ὅρων· εἰ γὰρ κατασκευάσαντες τὸν οἰκεῖον ὅρον δείξομεν, ὅτι τοῦτο τὸ πραχθέν ἐστιν, ὅπερ αὐτὸ εἶναι λέγομεν, ἐξ ἀνάγκης συναποδείκνυμεν, ὅτι οὐκ ἔστιν, ὅπερ αὐτὸ ὁ ἀντίδικος εἶναι ἰσχυρίζεται· ὡσαύτως δὲ καὶ ὁ ἀνθορισμὸς ἐπιχειρήσει· ἢ γὰρ τὸν ἴδιον ὅρον ὁ κατήγορος, ἤτοι τὸν ἀνθορισμὸν ἐκ τῶν αὐτῶν πεπραγμένων κατασκευάσει σεμνυνόμενος· καὶ φήσει τοῦτο εἶναι τυραννίδος κατάλυσιν τὸ παῦσαι τὴν πόλιν δουλεύουσαν· ἢ ἀπὸ τοῦ τρόπου λέγων, εἰ λάθρα διώρυξε τὸν τάφον ὁ κρινόμενος, ἔνοχός ἐστι τυμβωρυχίας· ἢ ἀπὸ τοῦ προσώπου, εἰ ἐχθρὸς ὢν καὶ ὡς πένητος καταφρονῶν ἐπανέτεινε τὰς χεῖρας· ἢ ἀπὸ τῆς αἰτίας, ἦπου λυπῆσαι βουλόμενος ταῦτα ποιεῖ ὑβριστής ἐστιν· ἢ ἀπὸ τοῦ τόπου, οἷον ὅτι, εἰ ἐπὶ μνήματα ἦλθεν, ἔνθα ἔρχονται οἱ τυμβωρύχοι, τυμβωρύχος ἐστίν· ἢ ἀπὸ τῆς ὕλης, εἰ τὰ αὐτὰ ὄργανα τοῖς τυμβωρύχοις παρεσκευάσατο· ἢ ἀπὸ τοῦ καιροῦ, εἰ νυκτὸς ἐκακούργησεν, ὅτι καὶ τοῖς ἄλλοις τυμβωρύχοις τοιαῦτα τολμᾶται· πολλάκις δὲ καὶ ἀπὸ τοῦ ἐλάττονος ἐπιχειρήσεις, ὅτι καὶ τὸ στήλην μετακινῆσαι τυμβωρυχία.
4.500 Ἰστέον δὲ, ὡς οὐδὲν διαφέρει ὁ ὅρος καὶ ὁ ἀνθορισμός· ἑκάτερος γὰρ πρὸς τὸ βούλημα καὶ τὸ χρήσιμον ἑαυτῷ ὁριστικῶς κατασκευάζει τόδε τι εἶναι τὸ ὑποκείμενον· διὰ δὲ τὸ τὸν μὲν προτετάχθαι, τὸν δὲ ἐπάγεσθαι, τὸ μὲν ὅρος, τὸ δὲ ἀνθορισμὸς κέκληται· ἀμφότεροι δὲ ὅμως εἰσὶν ὅροι πρὸς τὸ συμφέρον ὁριζόμενοι· ἑκάτερος δὲ τούτων δύναται τοῖς πεπραγμένοις ἐπεξιέναι, καὶ εἰς ἀπόδειξιν παραλαμβάνεσθαι τοῦ ζητήματος· ποιήσεται δὲ ὁ κατήγορος τὰς ἀντιθέσεις ἀπὸ τῶν παρειμένων καὶ ἀπὸ τῶν πεπραγμένων, ἅπερ ἀμφότερα παρὰ Δημοσθένει εὑρήσομεν· ἀπὸ μὲν τῶν πεπραγμένων, ὡς ἐν τῷ κατὰ Μειδίου· μέλλοντος γὰρ εἰπεῖν Μειδίου λέγει· ἔστι δὲ πρῶτον μὲν ἐκεῖνο οὐκ ἄδηλος ἐρῶν ἐξ ὧν ἰδίᾳ πρός τινας αὐτὸς διεξιὼν ἀπηγγέλλετό μοι, ὡς εἴπερ ἀληθῶς ταῦτα ἐπεπόνθειν, ἃ λέγω, δίκην ἰδίως μοι προσῆκεν αὐτῷ λαβεῖν τῶν μὲν ἱματίων καὶ τῶν χρυσῶν στεφάνων τῆς διαφθορᾶς καὶ τῆς παρὰ τὸν χορὸν πάσης ἐπηρείας, βλάβης· ὧν δὲ εἰς τὸ σῶμα ὑβρίσθαι φαμὲν, ὕβρεως· ἀπὸ δὲ τῶν παρειμένων, ἃ ἰσχυρὰ ὁ φεύγων προβάλλεται, ἐὰν εἰσάγειν δέῃ μὴ ἐᾷν εἰσάγειν αὐτὸν, ἢ διασύρειν τὴν εἰσαγωγὴν, ὡς αὐτὸς Δημοσθένης ἐν τῷ αὐτῷ κατὰ Μειδίου πεποίηκεν, ἐν οἷς φησιν· μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε, ὅτι καὶ δίκας ἰδίας μοι δίδωσιν ὁ νόμος, δίδωσι γὰρ ἀλλ’ ὡς οὐ πεποίηκεν, ἃ κατηγόρηκα, ἢ πεποιηκὼς περὶ τὴν ἑορτὴν ἀδικεῖ, τοῦτο δεικνύτω· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τοῦ ἱεροσύλου δυνησόμεθα ἐρεῖν· λέγοντος γὰρ τοῦ φεύγοντος, ὅτι ἰδιωτικὰ τὰ χρήματα, διασύρων ὁ κατήγορος ἐρεῖ, ὡς ἀφεῖσθαι ὁ φεύγων ἀξιοῖ, ἐπειδὴ ἐκ τύχης ἰδικοῖς περιέπεσε χρήμασι, μὴ τοῦτο λεγέτω· ἀλλ’ ὡς οὐ παρῆλθεν εἰς τὸ ἱερὸν, οὐδ’ ἐπὶ τὸ λαβεῖν τι τῶν ἀναθημάτων εἰσῆλθες.
4.501 Μαρκελλίνο υ. Ὁ πρῶτος λέγων, ἔστι δὲ ὁ κατήγορος ἢ ὁ τὴν δωρεὰν αἰτῶν, ἀπαντήσεται τῷ ἀνθορισμῷ ἐξ ἀνάγκης· γίνεται δὲ ἐκ τῶν πεπραγμένων ὁ ἀνθορισμός· τοῦ γὰρ φεύγοντος καὶ ἀντιλέγοντος τῇ αἰτήσει ἰσχυριζομένου τοῖς παραλειφθεῖσι καὶ παρειμένοις τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ διὰ τούτων ἢ ἀπολογουμένου ἢ τὴν αἴτησιν ἐκβάλλοντος, πάλιν αὖθις ὁ κατήγορος ἢ ὁ αἰτῶν, σχῆμα γὰρ, ὅπερ εἶπον, καὶ οὕτως ἔχει κατηγόρου, τοῖς πεπραγμένοις περιπλακήσεται· τῶν δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους τὸ μὲν πέπρακται ἐν ὅρῳ, τὸ δὲ λείπει· καὶ τῷ μὲν κέχρηται ὁ κατήγορος, τῷ δὲ ὁ φεύγων· ἐκ τῶν πεπραγμένων οὖν ἔχει πᾶσαν τὴν εὐπορίαν ὁ κατήγορος, καθάπερ ἐκ τῶν παρειμένων ὁ φεύγων καὶ ὁ ἀντιλέγων τῇ δωρεᾷ· θήσεται τοίνυν καὶ αὐτὸς τὸν ἴδιον ὅρον, ὅ ἐστι τὸν ἀνθορισμόν· εἰ μὲν εἴη κατηγορία, ἀπὸ τῶν πεπραγμένων τῷ φεύγοντι τὸ ἔγκλημα ἀποδεικνὺς, ὅπερ ἔστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, τὸ γὰρ πεπραγμένον λέγει εἶναι αὐτὸ τὸ ἐπαγόμενον ἔγκλημα, καὶ οὐδὲν διαφέρει· εἰ δὲ αἴτησις εἴη δωρεᾶς, τὸν ἴδιον ὅρον ὁ κατήγορος, ὅ ἐστι τὸν ἀνθορισμὸν, ἐκ τῶν ἑαυτῷ πεπραγμένων κατασκευάσει σεμνυνόμενος, καὶ φήσει τοῦτο εἶναι κατάλυσιν τυραννίδος τὸ παῦσαι τὴν πόλιν δουλεύουσαν· διέλωμεν ὅρον παραδείγματος ἕνεκα· ἥρπασέ τις ὡς βιασόμενος, ἀφῆκεν ἄφθορον, ὑπάγεται νόμῳ τῷ κατὰ βιαίου· ἐρεῖ τοίνυν ὁ κατήγορος τῇ προβολῇ χρώμενος ἐνταῦθα μετὰ καὶ τῆς προφάσεως τοῦ ῥητοῦ, ὅτι ἐβιάσω καὶ δεινόν τι πέπραχας καὶ παράνομον καὶ τυραννίδι μᾶλλον ἢ δημοκρατίᾳ πρέπον, καὶ ἐφ’ ᾧ θάνατον ὥρισεν ὁ τὸν νόμον θεὶς, τοῖς ἴσοις κολάζων τὸν βίαιον, οἷς τοὺς ἀνδροφόνους καὶ τοὺς μοιχοὺς καὶ τοὺς μέγιστα κακουργοῦντας· πρὸς ὃ λέξει ὁ φεύγων, ὅτι οὐ διέφθειρα· βιάσασθαι δέ ἐστι τὸ χρήσασθαι καὶ συγκαθευδῆσαι τῇ κόρῃ· ταῦτα δὲ πάντα ἐκ τῶν παρειμένων ὅροι εἰσίν· πρὸς ὃ πάλιν ὁ κατήγορος καθολικῶς ἀνθοριεῖται, ὅτι οὐ τὸ χρήσασθαί ἐστι τὸ βιάσασθαι, ἀλλὰ τὸ ἁρπάσαι, τὸ λαβεῖν πρὸς ἑαυτόν· τὸ καταφρονοῦντα φανῆναι.
4.502 Καὶ ἐπὶ αἰτήσεως διέλωμεν ὅρον· φιλόσοφος πείσας τύραννον καταθέσθαι τὴν τυραννίδα αἰτεῖ τὴν δωρεάν· οὐκοῦν ἡ προβολὴ, ὅτι ἔπαυσα τὴν τυραννίδα καὶ πολλῶν δεινῶν τὴν πόλιν ἀπήλλαξα, πρὸς ὃ λέξει ὁ ἀντιλέγων, ἀλλ’ οὐκ ἀνῄρηκας· τοῦτο δέ ἐστι καταλῦσαι τυραννίδα τὸ ἀνελεῖν· πάλιν καθολικῶς ἡ κατασκευὴ τοῦ ὅρου, ὁμοίως δὲ καὶ τοῦ ἀνθορισμοῦ· ἐρεῖ γὰρ ὁ αἰτῶν, ὅτι καθαίρεσίς ἐστι τυραννίδος τὸ παῦσαι, ὅπως ἂν δύναταί τις, τὴν τυραννίδα. Ὁ συλλογισμὸς συνάγει ἄμφω· μηδὲν γὰρ ἀλλήλων διαφέρειν ταῦτα ἀγωνιεῖται ὁ τὴν δωρεὰν δηλαδὴ αἰτῶν· καὶ καθόλου ὃν τρόπον ἔφαμεν τὴν ἀντίληψιν τῇ μεταλήψει μάχεσθαι, τὸν αὐτὸν τρόπον καὶ ὁ συλλογισμὸς τῷ ὅρῳ πανταχοῦ· καὶ ἔνθα ἂν ὁποτερῳοῦν αὐτῶν ὁπότερον μέρος χρήσεται, τῷ λοιπῷ τὸ ἕτερον χρήσεται πάντως. Συριανο ῦ. Μετὰ τὸν ὅρον καὶ ἀνθορισμὸν ἐπάγει τὸν συλλογισμὸν ὁ κατήγορος, ὃς ὠνόμασται μὲν οὕτως ἀπὸ τοῦ ἐοικέναι πως τῷ διαλεκτικῷ συλλογισμῷ· ὥσπερ γὰρ ἐκεῖνος συνάγει τόδε κατὰ τοῦδε, οἷον ὅτι πᾶν ζῶον ἔμψυχον, πᾶν ἔμψυχον οὐσία, πᾶν ἄρα ζῶον οὐσία, συνάγει οὖν τὴν οὐσίαν κατὰ τοῦ ζώου· οὕτως καὶ ὁ ῥητορικὸς συλλογισμὸς, συνδετικὸς ὢν τοῦ τε ὅρου καὶ τοῦ ἀνθορισμοῦ, συνάγει τὸ λεῖπον καὶ τὸ πεπραγμένον· τοῦ γὰρ ὅρου ἐκ τῶν λειπόντων ὄντος, καὶ τούτοις, ὡς ἐδείξαμεν, ἰσχυριζομένου· τοῦ δὲ ἀνθορισμοῦ ἐκ τῶν πεπραγμένων, ὁ συλλογισμὸς ἀμφότερα συνδεῖ, καί φησιν, ὡς ἴσον ἐστὶν ἢ οὐδὲν διαφέρει τοιῶςδε ἢ τοιῶςδε ὑβρίζειν εἴς τινα ἢ ἀδικεῖν.
4.503 Ἐὰν μὲν οὖν μὴ πολὺ λείπεται τὸ παρὰ τοῦ φεύγοντος εἰργασμένον τοῦ παρὰ τοῦ κατηγόρου λεγομένου, ἐροῦμεν, ὡς ἴσον ἔστι τόδε τῷδε· τὸ γὰρ ἐπανατείνασθαι συνεχῶς κατ’ αὐτοῦ τὰς χεῖρας, ἴσον ἐροῦμεν τῇ διὰ τῶν πληγῶν ὕβρει. Ἐὰν δὲ πολὺ λείπεται, ἐροῦμεν, ὡς οὐδὲν διαφέρει τοῦτο ἐκείνου· ὡς ἐπὶ τούτου νόμος τὸν ἐξιόντα στρατηγὸν ἐπὶ πόλεμον, εἰ ἔχοι θυγατέρα, παρατίθεσθαι τῷ συστρατήγῳ τὴν θυγατέρα· λαβὼν ἐκεῖνος ἐβιάσατο, ἐπανελθὼν ὁ στρατηγὸς κρίνει αὐτῶν δημοσίων ἀδικημάτων, ὁ δὲ ὡς βιασάμενος τὰς χιλίας ἀξιοῖ διδόναι· ἐνταῦθα γὰρ, ἐπειδὴ τὸ λέγειν, ὡς ἴσον ἐστὶ τὸ βιάσασθαι τοῦ στρατηγοῦ τὴν θυγατέρα τῷ λιμένας καὶ τείχη προδοῦναι, δοκεῖ πῶς ἀναίσχυντον εἶναι, ἐροῦμεν, ὡς οὐδὲν διαφέρει τοιῶςδε ἢ τοιῶςδε τὴν πόλιν ἀδικεῖν· στρατηγοῦ γὰρ παρανομοῦντος, ἡ χώρα σύμπασα τῶν ἀδικημάτων ἀνάπλεως. Πλατύνεται δὲ ὁ συλλογισμὸς τῷ ἀπὸ τέλους τόπῳ καὶ ἐκφράσει· τῷ μὲν ἀπὸ τοῦ τέλους, οἷον ὡς ἐπὶ τοῦ φιλοσόφου· σκοπεῖται γὰρ, τίς ἡ καθαίρεσίς ἐστι τοῦ τυράννου, πότερον τὸ φόνους ἐργάσασθαι παμπόλλους, ἢ τὸ τὴν πόλιν ἐλευθέραν ἀποδεῖξαι τῶν ἐκ τυραννίδος χαλεπῶν· ἔγωγε οἶμαι τοῦτο· εἰ γὰρ οἱ φόνοι τὴν τυραννοκτονίαν ἐβεβαίουν, ἔδει καὶ τοὺς ἀνδροφόνους ταῖς τῶν τυραννοκτόνων τιμᾶσθαι δωρεαῖς· νῦν δὲ οἱ μὲν τὰς ἐκ τῶν νόμων ὑπέχουσι τιμωρίας, οἱ δὲ τοὺς δήμους ἐλευθεροῦντες, πανταχοῦ τίμιοι, ὅπερ ἐμοὶ τετολμημένον εὑρήσεις· εἶτα συνάψει τὴν ἔκφρασιν, ἐκφράζων, ὅσα διὰ τὴν ἀπαλλαγὴν τοῦ τυράννου κατέχει τὴν πόλιν ἀγαθά· σκέψασθε γὰρ, ἡλίκη περιέστηκε τῇ πόλει εὐδαιμονία ἀντὶ τῆς πρότερον βαρυδαιμονίας, νεὼς μὲν καὶ τεμένη θεῶν προςηκούσης θεραπείας τυγχάνουσι, πάντων εὖ βεβιωκότων, βουλὴ δὲ τὰ λυσιτελοῦντα τῇ πόλει προβουλευσαμένη τὸν δῆμον ἐπιψηφίζειν ὅσα τοῖς εὐνομουμένοις πρόςφορα καταναγκάζει· καὶ οἱ μὲν εὖ δρῶντες τὴν πατρίδα περίβλεπτοι καθεστήκασιν ἐπὶ ταῖς τιμαῖς, οἱ δὲ τῆς μοχθηρίας ἐρασταὶ τὰς κατ’ ἀξίαν ἐκ τῶν νόμων ὑπέχοντες τιμωρίας σωφρονεστέρους ἀεὶ τοὺς τῶν παραπλησίων ἐφιεμένους ἐργάζονται· εἶτα τὸν τῆς τοσαύτης τῶν ἀγαθῶν φορᾶς ἐμπλήσαντα τὴν πόλιν οὐ φήσει τις ἄξιον εἶναι τῆς δωρεᾶς; καὶ πῶς οὐκ ἄτοπον; Λυθήσεται δὲ ὁ συλλογισμὸς ὑπὸ τοῦ φεύγοντος μεταλήψει· οἷον, ἀλλ’ οὐχὶ τὸ πεῖσαι τὸν τύραννον λόγοις ἤδη καὶ τυραννοκτονίαν ὀνομαστέον· ἐκποδὼν μὲν γὰρ ἐκεῖνος τῷ τεθνάναι καταστὰς τῶν περὶ τοὺς πολίτας ἀδικημάτων ὑπεῖχε τὴν δίκην, καὶ τὸ λοιπὸν ἐλευθέραν δέους ἀπειργάζετο τὴν πόλιν, ἔτι δὲ περιὼν ἀτιμώρητόν τε τὴν πονηρίαν ἐπιδείκνυσιν, καὶ μικρὸν ὕστερον πάλιν δορυφόρους συλλέξει, καὶ τὴν ἀκρόπολιν αὖθις περισκοπήσει, καὶ τὰ τοιοῦτα.
4.505 Ὁ μὲν ὅρος καὶ ὁ ἀνθορισμὸς χωρίζει τὰ πραχθέντα καὶ τὰ παρειμένα, ἑκατέρου ἀφοριζομένου πρὸς τὸ ἰδίᾳ χρήσιμον· τοῦτο γὰρ ἴδιον ὅρου, ὡς ἔφαμεν, τὸ χωρίζειν ἀπὸ τῶν ὁμοίων τὸ ὑποκείμενον. Ἔστω παράδειγμα ὁ εὐνοῦχος ὁ ἐπ’ ἀλλοτρίᾳ γυναικὶ ἁλούς, καὶ μοιχείας κρινόμενος· ὁ μὲν γὰρ, καθὰ εἴρηται, μοιχείας εἶναι τὸ συνελθεῖν τῇ γυναικὶ λέξει, καὶ τὸ ποιῆσαι ταῦτα, ἅπερ ἐστὶν ἀνδρῶν· ὁ δὲ, ἐμοὶ, φήσει, τούτων πέπρακται οὐδὲν ἐν τῷ κεκωλύσθαι ὑπὸ τῆς φύσεως· ὁ δὲ κατήγορος ἀνθοριεῖται ἐκ τῶν πεπραγμένων, μοιχείαν λέγων, οὐ τὸ συγγενέσθαι μόνον, ἀλλὰ καὶ τὸ προσπαῖξαι τῇ γυναικὶ καὶ λόγους προσαγαγεῖν καὶ περὶ τούτου πεῖσαι, καὶ εἰς αὐτὴν ἐλθεῖν τὴν οἰκίαν, καὶ ὁμιλῆσαι τῇ γυναικί· οὐκοῦν ὁ συλλογισμὸς, ἐν τούτῳ καθεστώσης τῆς ἀμφισβητήσεως, ἐν τῷ ἀπ’ ἀλλήλων χωρίζειν, τοὐναντίον ποιεῖ, συνάγων ἑκάτερα, ἴσον τὸ ἔγκλημα καθίστησιν, οὐδὲν διενήνοχε λέγων, ἀλλ’ ἴσον εἶναι λέγων τόδε τῷδε· οἷον, τὸ εἰσελθεῖν πρὸς τὴν γυναῖκα τῷ διαφθεῖραι, καὶ τὸ τύπτειν τῷ ἐπανατείνασθαι τὰς χεῖρας· ἄμφω γὰρ κατὰ τὸ ἐναντίον ἐπιχειρήσουσιν, ὁ μὲν ἴσον εἶναι τὸ πεπραγμένον, ὁ δὲ μὴ ἴσον εἶναι ἀποδεικνύειν· ὁ γὰρ συλλογισμὸς, ὅπερ εἰρήκαμεν, τὰ παρειμένα συνάγει τοῖς πεπραγμένοις, μηδὲν ἀλλήλων διαφέρειν ἀγωνιζόμενος καὶ ἀναιρῶν τὴν ἐν τῷ ὅρῳ τοῦ ἀντιδίκου δύναμιν. Λαμβάνει μέντοι τὴν κατασκευὴν ὁ συλλογισμὸς ἐκ τῆς ἀποβάσεως· ἑνὸς γὰρ ὄντος τοῦ τέλους, ὁ χρώμενος ἴσον λέγει τὸ πεπραγμένον τῷ παρειμένῳ, ὡς ἐπὶ τοῦ φιλοσόφου· ἐρεῖ γὰρ ἀδιάφορον εἶναι, εἴ τε ξίφει τις εἴτε λόγῳ τὴν τυραννίδα καταλύσει· πάλιν τὸ βιάσασθαι τῷ δημοσίᾳ ἴσον, ὡς ἐπὶ τοῦ βιασαμένου τὴν τοῦ πρεσβευτοῦ κόρην ἀποδημοῦντος καὶ κρινομένου δημοσίων· καὶ ἐπὶ τοῦ εὐνούχου, οἷον τί ἂν ἐποίησεν ὁ μοιχός; πάντως τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν καὶ συνελθεῖν τῇ γυναικί· τοῦτο τοίνυν πεποίηκε καὶ ὁ εὐνοῦχος.
4.506 Ἰστέον δὲ, ὡς τὸ μικρὰ ἢ μεγάλα ἀδικεῖν διαφέρει κατὰ πολύ. Διαφυλακτέον, ὡς καὶ Συριανός φησιν, ἐν τοῖς τοιούτοις, ἵνα μὴ τὰ λίαν μικρὰ ἴσα εἶναι τοῖς πάνυ μεγάλοις λέγωμεν· ἀπίθανον γὰρ τὸ τοιοῦτο καὶ εὔηθες λέγειν, ὅτι τῇ τῶν τειχῶν κατασκαφῇ καὶ τῇ τῶν τριήρων προδοσίᾳ ἴση ἐστὶν ἡ βία· ἴσον μὲν οὖν ἐπὶ τῶν τοιούτων οὐκ ἐροῦμεν, ἀλλὰ μεθοδεύσομεν οὕτω· καὶ τοῦτο κἀκεῖνο δημόσιον ἀδίκημα, οὐδὲν δὲ διαφέρει μικρῶς ἢ μεγάλως βλάψαι τὴν πόλιν, ἐπεὶ καὶ ὁ στρατηγὸς τὸ σχῆμα σώζων τῆς ὅλης πόλεως ἐπρεσβεύσατο· οὕτω γὰρ καὶ τὸ ἀπίθανον φεύγομεν, οἷον τὸ λέγειν ἴσον τὸ μικρὸν τῷ μεγάλῳ συλλογισμῷ καὶ τῷ χρώμεθα πιθανῶς· ληπτέον δὲ τὰς τοῦ ἴσου ἢ ἀνίσου συστάσεις ἀπὸ τῆς ὁμοιότητος καὶ τῆς τῶν πραττομένων ποιότητος· πάλιν δὲ τὰς ποιότητας τῶν πραττομένων ληψόμεθα ἀπὸ τῆς ἕξεως τῆς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν, ἀπὸ τῶν ἐπιτηδευμάτων, ἀπὸ τῆς τύχης· οἷον, εἰ ἀγαθοὶ ἀμφοῖν εἰ πονηροὶ, εἰ μισοῦντες ἐξίσης ἄμφω πεποιήκασιν, ἴσον ἐπ’ ἀμφοῖν τὸ κακούργημα· εἰ ἀμφότεροι φιλοῦντες, ἴσον ἐπ’ ἀμφοῖν τὸ εὐεργέτημα· εἰ ἀσθενεῖς ἄμφω, εἰ δυστυχοῦντες ἠδίκησαν· εἰ εὖ ἐποίησαν· δεχόμεθα δὲ καὶ ἀπὸ καιροῦ ποιότητος τὸ ἴσον, οἷον, εἰ ἄμφω ἐν εἰρήνῃ εἰ ἄμφω κατὰ πόλεμον· ἔστι καὶ ἀπὸ τῆς τοῦ τόπου ποιότητος, εἰ ἄμφω ἐν ἱερῷ ἢ βεβήλῳ· ἔστι καὶ ἀπὸ τῆς ὕλης, εἰ μετὰ τῆς ἴσης ἄμφω παρασκευῆς· ἔστι καὶ ἀπὸ τρόπου ποιότητος, εἰ ἄμφω λάθρα ἢ φανερῶς, εἰ μετ’ ἐπιεικείας ἢ βίας· ἔστι καὶ ἀπὸ τῆς αἰτίας, εἰ μετὰ τῆς αὐτῆς ἀμφότεροι γνώμης καὶ προαιρέσεως· ἔστι καὶ ἀπὸ τῆς ἐκβάσεως, ὅτ’ ἂν τὰ ἀπὸ τοῦ πράγματος ἑπόμενα ἴσα ὄντα ἐπιδεικνύωμεν.
4.507 Τὰ δὲ ἑπόμενα τὴν τῶν αἱρετῶν ἢ φευκτῶν ἔχει φύσιν· τὰ δὲ αἱρετὰ ἢ περὶ σῶμα, ἢ περὶ ψυχὴν ἢ τὰ ἐκτὸς, καὶ τὰ φευκτὰ ὁμοίως· οἷον οὐδὲν διενήνοχε τύπτοντα ὑβρίζειν ἢ τὰς χεῖρας ἐπανατεινάμενον· καὶ ἴσον τῷ ἱερὰ κλέψαι τὸ ἐξ ἱεροῦ ὑφελέσθαι· ταῦτα δὲ τὰ εἰρημένα εἰς σύστασιν τοῦ συλλογισμοῦ οὐ μόνον ἐπὶ τῆς στάσεως ἐξετάζομεν, ἀλλὰ καὶ ἔνθα ἂν ὅλως συλλογιζώμεθα· εἴπωμεν ἐνθύμημα συλλογισμοῦ· ἔστω δὲ ζήτημα τὸ τοῦ εὐνούχου· ἐροῦμεν τοίνυν· καὶ μὴν ὅσα τῷ προπηλακίζοντι κόρην ἐλευθέραν ὑπάρχει, καὶ τοῦτο προσῆν τὸ πλῆθος τῶν συναιρουμένων, τὸ μηδένα λόγον πεποιῆσθαι τῶν νόμων, τὸ καιρὸν ἐπιτηρῆσαι πρὸς τὴν ἁρπαγὴν ἐπιτήδειον, τὸ τῆς οἰκίας ἀποσπᾶσθαι τὴν παῖδα· προσῆν δὲ καὶ ταύτῃ καὶ τῷ γένει τὰ τῶν ὑβριζομένων· ἡ μὲν γὰρ ἐθρήνει συνειλημμένη· οἱ δὲ μεστοὶ θορύβου καὶ ταραχῆς ἐβόων διεξιόντες, οἷα πεπόνθασιν. Εἰδέναι δὲ χρὴ, ὅτι κατηγοροῦντας μὲν ἢ αὐταῖς ταῖς λέξεσι τῶν ἐγκλημάτων δεῖ χρῆσθαι· οἷον αὐτῇ τῇ ἱεροσυλία καὶ τῷ δημοσίῳ ἀδικήματι, ἢ καὶ πικροτέραις, ἐὰν δυνώμεθα, ἀπολογουμένους δὲ συστέλλειν τὰ ὀνόματα καὶ κλοπὴν μὲν τὴν ἱεροσυλίαν ὀνομάζειν, ἀδίκημα δὲ τὴν δημοσίαν ὁρίζεσθαι βλάβην. Οὕτω καὶ Δημοσθένης τῶν ἐγκλημάτων τὰ μέγιστα μετριωτέροις ὀνόμασι συνεσκίασε περὶ τοῦ Διοπείθους λέγων, ἢ τῶν Φιλιππικῶν· τὸ μὲν λῃστεύειν ἀπείργειν προσειπὼν, τὸ δ’ ἁρπάζειν προσαιτεῖν καὶ δανείζεσθαι· καὶ ὁ Πλάτων δὲ πεποίηκε Κρίτωνα συμβουλεύοντα, καὶ ὅμως οὐ φυγὴν, ἀλλ’ ἀναχώρησιν καλοῦντα τὸ πρᾶγμα.
4.508 Διαφέρει δὲ ὁ συλλογισμὸς τὸ κεφάλαιον αὐτῆς τῆς στάσεως, ὅτι τὸ μὲν κεφάλαιον ἀτελὲς, τελείως εἰς ταύτην ἄγει, ὁ δὲ συλλογισμὸς τέλειον τελείῳ, ὡς ἐπὶ τοῦ ἐκ πόρνης καὶ πόρνου· οὐ γὰρ τὸ ἐκ πόρνου μέρος ἐστὶ τοῦ ἐκ πόρνης, ἀλλὰ τέλειόν τι. Καὶ ἔνθα ἂν ὁποτέρῳ γοῦν αὐτῶν ὁπότερον μέρο ς, τοῦτό τινες διαβάλλουσιν ὡς οὐ καλῶς εἰρημένον ἐνταῦθα· οὐδὲ γὰρ δυνατὸν ἐν ὅρῳ τὸν κατήγορον ὅρῳ χρήσασθαι, οἷον ὅτι καὶ ἐπὶ τῶν ἄλλων στάσεων· διὰ γὰρ τοῦτο οὐκ εἶπεν, ὅτι τοῦ φεύγοντος χρωμένου τῷ ὅρῳ, ἀλλ’ ὁποτέρῳ αὐτῶν ὁπότερος χρήσεται· ὡς βουλόμενος σημᾶναι, ὅτι καὶ ἐν ταῖς ἄλλαις στάσεσιν, ἐν αἷς ὅρος εὑρίσκεται κεφάλαιον, τῷ συλλογισμῷ λύσεται, εἴτε ἀπὸ τοῦ διώκοντος, εἴτε ἀπὸ τοῦ φεύγοντος. Ἡ γνώμη τοῦ νομοθέτου ὑπ’ ἀμφοῖν πρὸς τὸ οἰκεῖον συμφέρον ἐξετασθήσεται. Συριανο ῦ. Ἕπεται τῷ συλλογισμῷ ἡ τοῦ νομοθέτου γνώμη, κοινὸν ἀμφοτέρων τῶν μερῶν κεφάλαιον. Εἰ μὲν οὖν ἔχοιμεν νόμον συνηγοροῦντα τῷ προκειμένῳ πράγματι, θέντες αὐτοῦ τὸ ῥητὸν, οὕτω τὴν διάνοιαν ἐξετάσομεν, διὰ πάντων συναγωνιζόμενον ἡμῖν τὸν νομοθέτην δεικνύοντες· εἰ δὲ μὴ ἔχοιμεν νόμον, ἐπὶ τὰς καλουμένας εὐλόγους αἰτίας καταδραμούμεθα, ὡς καὶ τῶν νόμων ἀποδεχομένων τὸ πρᾶγμα καὶ τῆς τοῦ νομοθέτου διανοίας οὐ πόῤῥω τῶν ἡμῖν πεπραγμένων βλεπούσης· ὥσπερ καὶ ὁ Δημοσθένης ἀπορῶν νόμου πρὸς τὰς εὐλόγους αἰτίας μεταβαίνει καί φησι· τίς γὰρ νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστός; καὶ τὸ ἑξῆς· καὶ πάλιν ἀλλαχοῦ τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι, τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ.
4.509 Πλατύνομεν δὲ τὴν γνώμην τοῦ νομοθέτου τῇ τε ἐξετάσει τοῦ προκειμένου νόμου καὶ ταῖς εὐλόγοις αἰτίαις, τῶν τε ὁμοίων νόμων τῇ παραθέσει. Σωπάτρο υ. Ἡ τοῦ νομοθέτου γνώμη κοινόν ἐστι κεφάλαιον· χρῆσιν δὲ τοιαύτην ἔχει. Ἤτοι γὰρ τὸ ῥητὸν μέσον ἐστὶν οὐδ’ ὁποτέρῳ μετακλινόμενον τῶν μικρῶν, ὅτε καὶ ἑκατέρῳ προσάγεται τῶν μερῶν καὶ ἡ διάνοια ἐπ’ ἀμφοῖν ἐρευνᾶται, ὡς ἐπὶ τοῦ φιλοσόφου τοῦ τύραννον καθελόντος τῷ λόγῳ, ἢ θατέρῳ τῶν μερῶν βοηθοῦν· εἰ μὲν οὖν μὴ φανερῶς τῷ ἑτέρῳ βοηθεῖ, χρήσεται ἅτερος καὶ τῷ ῥητῷ καὶ τὴν διάνοιαν ἐξετάσει τοῦ νομοθέτου· ἐὰν δὲ μὴ συμβάληται ἡμῖν τὸ ῥητὸν, σιωπήσαντες τὸ ῥητὸν ταῖς διανοίαις ἑαυτοῦ χρησόμεθα· ὡς καὶ Δημοσθένης ἐποίησεν ἐν τῷ περὶ στεφάνου· νόμου γὰρ ὄντος τὸν ὑπεύθυνον μὴ στεφανοῦν, καὶ ἑτέρου νόμου, μὴ ἐν τῷ θεάτρῳ στεφανοῦσθαι τὸν ὑπὸ τοῦ δήμου στεφανούμενον, ἀλλ’ ἐν τῇ πνυκὶ, ὁ μὲν Αἰσχίνης καὶ τὰ ῥητὰ καὶ τὴν γνώμην καὶ τὴν διάνοιαν ἐξήτασεν, ἵνα μὴ, φησὶ, ψευδῆ φιλοτιμίαν κτᾶται ὑπὸ τοῦ δήμου στεφανούμενος, τούτου χάριν ἐκώλυσεν ἐν τῷ θεάτρῳ, φησὶν, ὁ νομοθέτης τὴν ἀνάῤῥησιν· ὁ μέντοι Δημοσθένης τὴν γνώμην νόμον ἔθηκε λέγων· ὅτι τὸν αὐτὸν ἔχει ζῆλον ὁ στεφανούμενος, ὅπου ἂν ἀναῤῥηθῇ, τοῦ δὲ τῶν στεφανούντων ἕνεκα συμφέροντος ἐν τῷ θεάτρῳ γίνεται τὸ κήρυγμα· περὶ δὲ τοῦ μὴ τὸν ὑπεύθυνον στεφανοῦσθαι ὁ μὲν Αἰσχίνης τὸ ῥητὸν προσήνεγκεν, ὁ δὲ Δημοσθένης τὸ μὲν ῥητὸν ἐσιώπησε παντελῶς, τῇ δὲ τοῦ ῥητοῦ διανοίᾳ κέχρηται φάσκων· οὐ παρὰ ὧν ἐπέδωκα ὑπεύθυνός εἰμι, ἀλλὰ παρὰ ὧν ἦρξα καὶ πεπολίτευμαι πάντα τὸν βίον, παρὰ ὧν δὲ ἐπέδωκα οὐδὲ μίαν.
4.510 Μαρκελλίνο υ. Μέμφονταί τινες τῇ τάξει τῶν κεφαλαίων, λέγοντες τὴν πηλικότητα καὶ τὸ πρός τι δεῖν πρὸ τῆς τοῦ νομοθέτου γνώμης τάττειν, ὡς ἂν τελευταία αὕτη τὰ προειρημένα ἐπισφραγίσῃ· ἀλλὰ φαμὲν, ὡς πάνυ αὕτη καλλίστη ἡ τοῦ τεχνικοῦ τάξις· ἀποδεικτικῆς γὰρ οὔσης ταύτης, αὐξητικῶν δὲ τῆς πηλικότητος καὶ τοῦ πρός τι, εἰκότως τὸ ἀποδεικτικὸν τῶν αὐξητικῶν προετάγη· ἄλλοι δὲ προτάττουσι τὴν πηλικότητα τῆς γνώμης λέγοντες, ὅτι ὁ συλλογισμὸς εἰς ἴσον ἄγει τὰ παρειμένα τοῖς προαχθεῖσι, δηλονότι αὔξων τὰ πεπραγμένα· ἐπειδὴ οὖν καὶ ἡ πηλικότης καὶ τὰ πρός τι αὐξητικά εἰσι, διὰ τοῦτο δεῖ συνάψαι τὴν πηλικότητα τῷ συλλογισμῷ, ἵνα μὴ διατέμωμεν τὴν αὔξησιν· ἰστέον δὲ, ὅτι κοινὸν ἀμφοτέρων καὶ τουτὶ τὸ κεφάλαιον· οὐκ ἐν ὅροις δὲ μόνον ἐμπίπτει, ἀλλὰ πανταχοῦ, ἔνθα ἂν ἐμπίπτῃ νόμος, ταύτῃ χρησόμεθα· χρὴ γὰρ τὴν τοῦ τεθέντος νομοθέτου γνώμην ἐπισκοπεῖν καὶ ἀναπλάττειν πρὸς τὸ οἰκεῖον συμφέρον τὸν ῥήτορα· ἔνθα μὲν οὖν εἰς ἀπόδειξιν ἑτέρου τινὸς πράγματος παραλαμβάνεται τὸ ῥητὸν, τοῦτο δὲ προσέθηκα διὰ τὰς νομικὰς, ἐπειδὴ ἐν ἐκείναις πᾶσαν ἐν ἑαυτῷ τὸ ῥητὸν ἔχει τὴν ἐξέτασιν, οὐχ ἑτέρου τινὸς ἕνεκα παραλαμβανόμενον, ἢ τῷ ἑτέρῳ τῶν ἀγωνιζομένων εὑρίσκεται βοηθοῦν, ἢ κοινὸν ἐν μέσῳ κείμενον, ἀμφοτέρων μὲν προτεινόντων τὸ ῥητὸν, περὶ δὲ τὸ πραχθὲν οὔσης τῆς ζητήσεως, εἰ τοῦτό ἐστι τὸ πραχθὲν, ὅπερ ὁ νόμος διώρισεν· οἷον τὸν καθελόντα τύραννον αἰτεῖν δωρεὰν, ἀνῆλθέ τις ὡς ἀποκτενῶν τύραννον, ἰδὼν ὁ τύραννος ταραχθεὶς ἔφυγεν, ἄλλος ἐντυχὼν ἀπέκτεινε καὶ ἀμφισβητοῦσι τῆς δωρεᾶς ὅ τε πρῶτος ἐγχειρήσας καὶ ὁ σφάξας· ἐνταῦθα γὰρ ἄμφω μὲν προτείνουσι τὸ ῥητόν· ζητεῖται δὲ εἰ τοῦτο πέπρακται παρὰ τοῦ αἰτοῦντος, ὅπερ ὁ νόμος ὥρισεν· οὐδετέρῳ γὰρ ἰδίως τὸ ῥητὸν περὶ τὴν τοῦ ὑποκειμένου ζήτησιν συμβάλλεται.
4.511 Ἐὰν μὲν οὖν, ὅπερ εἶπον, κοινὸς ᾖ ὁ νόμος, τῷ μὲν γεγραμμένῳ οὐδ’ ἕτερος χρήσεται, οὐδὲν γὰρ μᾶλλον πρὸς αὐτοῦ ἢ τοῦ ἐναντίου ἔσται τὸ ῥητὸν ἀναγινωσκόμενον, ἐπὶ δὲ τὴν τοῦ νομοθέτου γνώμην ἑκάτερος τρέψεται, καὶ ταύτην ἀναπλάσει πρὸς τὸ οἰκεῖον συμφέρον· οἷον ὁ μὲν αἰτῶν τὴν δωρεὰν ἐρεῖ, ὅτι τὸν τὴν τυραννίδα παύσαντα, καὶ τὴν ἐλευθερίαν ἀνακτησάμενον καὶ τοὺς νόμους ἀποδόντα τῇ πόλει, καὶ αὖθις ἐπαναγαγόντα τὴν πολιτείαν ἄξιον τοῦ γέρως ἡγήσατο· ὁ δὲ τὸ ἐναντίον ἐρεῖ, ὅτι τὸν διαχρησάμενον ἐπὶ τὸ γέρας καλεῖ, τὸν ἀμυνόμενον, τὸν τῷ νόμῳ πολεμίῳ τέλος ἐπιθέντα τῆς ἀρχῆς, οὐχ ὕποπτον αὖθις· δεῖ δὲ καὶ γοργὸν καὶ ἐναγώνιον ἐν τούτοις εἶναι τὸν λόγον καὶ πιθανὴν εἶναι τὴν διάνοιαν καὶ μὴ ἁπλῶς παράδοξον· ἐὰν δὲ τῷ ἑτέρῳ μέρει ὁ νόμος βοηθῇ, ὁ μὲν θαῤῥῶν αὐτῷ τὴν ἀνάγνωσιν ποιήσεται, καὶ δεύτερον αὐτὰ διεξελεύσεται τοῖς δικάζουσιν, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, καὶ συνάψει τὴν διάνοιαν ἀκόλουθον· οὐ γὰρ ἀπείρηται τῷ τὸ ῥητὸν ἔχοντι, καὶ τῇ διανοίᾳ χρήσασθαι· ἀμέλει ἑκάστῳ νόμῳ καὶ τὴν διάνοιαν προστίθησιν ἐξ ἐνθυμημάτων λογισμοὺς ἀποδιδοὺς καὶ συνιστάς· καὶ ἐν τῷ κατὰ τοῦ Τιμοκράτους λέγων τὸν νόμον περὶ τοῦ μὴ ἐξεῖναι ἱκετεύειν, ἐπάγει καὶ τὴν διάνοιαν φάσκων, ὡς ὁ νομοθέτης ᾔδει τὴν φιλανθρωπότητα καὶ τὴν πρᾳότητα τὴν ἡμετέραν· εἰ δὲ μὴ ἔχοι, ἀρκεσθήσεται τῷ ῥητῷ· ὁ δὲ μὴ θαῤῥῶν τῷ ῥητῷ, διανοίας εὐπορήσει τινὸς, ἣν ἀντιθήσει τῷ νόμῳ, εἴγε μέλλοι μάχεσθαι πρὸς αὐτόν· εἰ δὲ μὴ τοῦτο ἔσται, Δημοσθενικῆς δεῖ τῆς δεινότητος καὶ βίας· μάχεται μὲν γὰρ οὐκέτι πρὸς τὸ ῥητὸν, αὐτὸ δὲ τὸ ῥητὸν ὑπὲρ ἑαυτοῦ δεῖξαι πειράσεται, ὅπερ ἐν τῷ περὶ τοῦ στεφάνου πεποίηκεν ὁ ῥήτωρ· Αἰσχίνου γὰρ παραθεμένου τὸν Διονυσιακὸν νόμον καὶ διὰ τούτου παράνομον τὴν ἀνάῤῥησιν τὴν ἐν τῷ θεάτρῳ κατασκευάζοντος, ὁ Δημοσθένης τοσοῦτον ἴσχυσεν, ὥστε καὶ ὑπὲρ αὐτοῦ δεῖξαι τὸν νόμον καὶ περιτρέψαι εἰς τοὐναντίον τῷ Αἰσχίνῃ τὴν συκοφαντίαν, δι’ ὧν ἐκεῖνος παρανομῶν ἐγράψατο τὸ Κτησιφῶντος ψήφισμα.
4.512 Ὅπερ οὖν εἰρήκαμεν, ἐὰν μὲν θαῤῥοῦμεν τῷ ῥητῷ καὶ συμφωνεῖ τοῖς παρ’ ἡμῶν λεγομένοις, καὶ αὐτὸ ἀναγνωσόμεθα τὸ ῥητὸν καὶ τὴν διάνοιαν ἐπάξομεν· ὥσπερ ὁ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος τὸν περὶ τοῦ μὴ δεῖν ὑπεύθυνον στεφανοῦσθαι νόμον παρεχόμενος ἐξήτασε καὶ τὴν γνώμην, μεθ’ ἧς τοῦτο ἐκέλευσε· φησὶ γὰρ, ὡς ἐν τοῖς ἔμπροσθε χρόνοις τινὲς ἄρχοντες τὰς μεγίστας ἀρχὰς καὶ τὰς προσόδους διοικοῦντες καὶ δωροδοκοῦντες περὶ ἕκαστα τούτων προσλαμβάνοντες τοὺς ἐπὶ τοῦ βουλευτηρίου ῥήτορας καὶ τοὺς ἐκ τοῦ δήμου πόῤῥωθεν προκατελάμβανον τὰς εὐθύνας ἐπαίνοις καὶ στεφάνοις καὶ κηρύγμασι. Κατιδὼν δή τις ταῦτα νομοθέτης τίθησι νόμον μάλα καλῶς ἔχοντα, τὸν διαῤῥήδην ἀπαγορεύοντα, τοὺς ὑπευθύνους μὴ στεφανοῦν· ἐὰν δὲ μὴ συμφωνῇ τοῖς ὑφ’ ἡμῶν λεγομένοις τὸ ῥητὸν, τὴν μὲν ἀνάγνωσιν αὐτὴν τῶν ῥημάτων οὐ προβαλώμεθα, τῇ δὲ διανοίᾳ χρησόμεθα πρὸς τὸ συμφέρον· εἰ δὲ μηδὲ αὕτη ἡ ἐξέτασις ἡμῖν συμβάληται, ἡ τῆς διανοίας, ἐπὶ τὴν διαβολὴν τῆς γνώμης ἐνίοτε, εἰ καιρὸν ἔχομεν, τρεψόμεθα, καθάπερ ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου παρεχόμενος Φιλίππου ἐπιστολὴν ἔφη· ἀκούσατε, ὦ ἄνδρες, ὡς σαφῶς δηλοῖ καὶ διορίζεται ἐν τῇ πρὸς ἡμᾶς ἐπιστολῇ πρὸς τοὺς ἑαυτοῦ συμμάχους, ὅτι ταῦτα ἐγὼ πεποίηκα ἀκόντων Ἀθηναίων καὶ λυπουμένων, ὥστε εἴπερ εὖ φρονεῖτε, ὦ Ἀθηναῖοι καὶ Θετταλοὶ, τούτους μὲν ἐχθροὺς ὑπολήψεσθε, ἐμοὶ δὲ πιστεύετε· σημειωτέον δὲ, ὅτι καὶ μὴ ὄντος ῥητοῦ πολλάκις ἐμπίπτει γνώμη νομοθέτου· καὶ ὅτι ῥητοῦ ὄντος διπλῆ καὶ ἡ διάνοια· ἡ μὲν πρὸς τὸ ῥητὸν, ἡ δὲ πρὸς τὸ προκείμενον πρᾶγμα· τούτῳ γὰρ καὶ διαφέρει ἡ διάνοια ἡ πρὸς τὸ ῥητὸν τῆς γνώμης τοῦ νομοθέτου, ὅτι ἡ μὲν γνώμη τοῦ νομοθέτου πρὸς τὸ προκείμενον λαμβάνεται, εἴτε ἔγκλημα, εἴτε εὐεργέτημα, καὶ ἕλκομεν τὴν διάνοιαν πρὸς τὸ οἰκεῖον χρήσιμον, ἐκείνη δὲ πρὸς αὐτὸ τὸ ῥητόν· πανταχοῦ γὰρ ἔνθα ῥητὸν, καὶ διάνοια ἀκολουθεῖ· ἰστέον δὲ κἀκεῖνο, ὅτι οὐ μόνον ἐν ταῖς νομικαῖς εὑρίσκεται διάνοια ῥητοῦ, ἀλλὰ καὶ ἐν ἄλλαις στάσεσι· καὶ οὕτω μὲν ἡ τοῦ νομοθέτου διάνοια ἑκατέρωθεν ἐξετάζοιτο, ὡς εἴρηται· δοκεῖ δέ πως ἐκ τούτου ἀνακύπτειν τι ἄτοπον· εἰ γὰρ τοῦ νόμου σαφῶς τι διαγορεύοντος ἡμεῖς ἕτερον ἀντεισάγομεν, οὐ συνιστάναι τι τῶν ζητουμένων, ἀλλ’ ἀντινομοθετεῖν δόξομεν· πῶς οὖν καίπερ ἐξετάζοντες τὴν γνώμην τοῦ νομοθέτου τὸ τοιοῦτο διαφευξόμεθα; ὅτ’ ἂν αὐτὴν τὴν ἐξέτασιν ἔθει παραδεδομένην δείξωμεν καὶ οὐκ οἴκοθεν οὐδὲ ἀπ’ ἰδίας κρίσεως, ἀλλ’ ἀπὸ παραδείγματος αὐτὴν εἰσάγωμεν· ὡς ἐν τῷ περὶ τοῦ στεφάνου ἔδειξεν ἡμῖν τὴν τοιαύτην μέθοδον ὁ Δημοσθένης· μετὰ γὰρ τὸ ἐξετάσαι τὴν γνώμην πρὸς τὸ ἑαυτοῦ χρήσιμον, φεύγων τὴν αἰτίαν ταύτην, ἐκ τῶν παραδειγμάτων εἰσήνεγκεν εἰπών· ὅτι οὐδὲ οὕτως ταῦτα οὐ μόνον ἐν τοῖς νόμοις, ἀλλὰ καὶ ἐν τοῖς ἡμετέροις ἤθεσι διώρισται, ἐγὼ ῥᾳδίως πολλαχόθεν δείξω.
4.514 πρῶτον γὰρ Ναυσικλῆς στρατηγῶν ἐφ’ οἷς ἀπὸ τῶν ἰδίων προεῖτο πολλάκις ἐστεφανοῦτο, εἶθ’ ὅτε τὰς ἀσπίδας Διότιμος ἔδωκε, καὶ πάλιν Χαρίδημος ἐστεφανοῦτο, εἶθ’ οὑτοσὶ Νεοπτόλεμος πολλῶν ἔργων ἐπιστάτης γενόμενος ἐφ’ οἷς ἔδωκε τετίμηται· καὶ οὐ μόνον ἐκ τοῦ ἔθους καὶ τοῦ παραδείγματος συνέστησεν, ἀλλὰ καὶ ἐνθυμήματος εἰπών· σχέτλιον γὰρ ἂν εἴη τοῦτό γε, εἴ τῳ τινὰ ἀρχὴν ἄρχοντι ἢ διδόναι τῇ πόλει τὰ ἑαυτοῦ διὰ τὴν ἀρχὴν μὴ ἐξέσται, ἢ τῶν δοθέντων ἀντὶ τοῦ κομίσασθαι χάριν εὐθύνας ὑφέξει· καὶ σκόπει ἐν τούτῳ, πῶς οὐ τοῦ ἐφαρμόττοντος τῷ ὑποκειμένῳ πρῶτον ἐμνήσθη, ἀλλ’ ἀπὸ τῶν μειζόνων ἤρξατο, ἵνα δείξαντος αὐτοῦ, ὅτι καὶ ἐπὶ τῶν μεγίστων τὸν ὑπεύθυνον στεφανοῦσθαι ἔξεστι, τὸ ὅτι καὶ ἐπὶ ἥττοσιν ἐφεῖται παραδέξωνται ῥᾳδίως· διὰ τοῦτο πρῶτον μὲν Ναυσικλῆς στρατηγὸς ὢν ἔφη, εἶτα Διότιμος τὰς ἀσπίδας, εἶθ’ ὅτι καὶ Χαρίδημος, εἶτα τέταρτον ἐπήγαγε τὸ παραπλήσιον τῷ ἐγκαλουμένῳ, ὅτι καὶ Νεοπτόλεμος πολλῶν ἔργων ἐπιστάτης, καὶ οὐδὲ ἁπλῶς τοῦτο, ἀλλὰ μετ’ αὐξήσεως, πολλῶν γὰρ εἶπεν ἐπιστάτης, οὐχ ἑνός· ὥστε καὶ ἡμῖν εἶναι παράγγελμα μὴ εὐθὺς τοῖς ἐφαρμόττουσι τῷ οἰκείῳ ἐπιτρέχειν, ἀλλ’ ἕτερα ἔχοιμεν προτάττειν, ἵνα μᾶλλον ὃ βουλόμεθα παραδέξωνται οἱ κρίνοντες· κἀνταῦθα δὲ πάλιν οὐ μόνον ἐν τοῖς οἰκείοις, ἀλλὰ καὶ τοῖς ἀλλοτρίοις χρήσεται παραδείγματι· κἀκεῖνο ἔτι προστίθημι τῇ ἐξετάσει τῆς γνώμης, ὅτι ἑκατέρας τῆς ἐξηγήσεως τῆς κατὰ γνώμην τοῦ νομοθέτου σύγκρισιν ποιουμένους τὴν μὲν τοῦ ἀντιδίκου διαιρεῖν καὶ διαβάλλειν χρὴ, τὴν δὲ αὐτῶν συνιστάνειν, οἷον· τίς γάρ ἐστι νόμος τοσαύτης ἀδικίας καὶ μισανθρωπίας μεστὸς, ὥστε τὸν δόντα τι τῶν ἰδίων καὶ ποιήσαντα πρᾶγμα φιλάνθρωπον καὶ φιλόδωρον τῆς χάριτος ἀποστερεῖν, ἐπὶ τοὺς συκοφάντας δὲ ἄγειν καὶ τούτους ἐπὶ τὰς εὐθύνας ὧν δέδωκεν ἐφιστάνειν· διὰ μὲν γὰρ τούτου τὸν Αἰσχίνην ἀνεῖλε καὶ διέβαλε τῆς γνώμης τοῦ νομοθέτου τὴν ἐξέτασιν, δι’ ἐκείνης δὲ πάλιν τὴν ἑαυτοῦ συνέστησεν εἰπών· ἀλλ’ οὗτος συκοφαντῶν, ὅτι ἐπὶ τῷ θεωρικῷ τότε ὢν ἀπέδωκα τὰ χρήματα, ἐπῄνεσεν αὐτόν φησιν ὑπεύθυνον ὄντα· οὐ περὶ τούτων γε οὐδενὸς ὧν ὑπεύθυνος ἦν, ἀλλ’ ἐφ’ οἷς ἐπέδωκα, ὦ συκοφάντα· καὶ ταῦτα μὲν ἀπὸ τῆς τῶν ἀρχαίων παρασκευῆς παρεθέμεθα· δεικτέον δὲ καὶ ἐν πλάσματι τοῦ νομοθέτου τὴν γνώμην· προκείσθω δὲ τὸ τοῦ εὐνούχου· οὐκοῦν ἐροῦμεν τὴν γνώμην τοῦ νομοθέτου οὕτως· ὅτι μισεῖ τὴν βίαν ὁ νομοθέτης, οὐ τὸ ἔργον μόνον σκοπῶν, ἀλλὰ καὶ τὴν διάνοιαν τοῦ προελομένου καὶ τολμήσαντος· ἀνάγκη γὰρ τὸν τοιοῦτον καὶ ἐν ἑταιρίαις εἶναι καὶ συνωμοσίαις, ἵνα ἔχῃ τοὺς βοηθήσοντας· καὶ πάλιν ἐπὶ τοῦ ἱεροσυλίας κρινομένου λέξομεν· ἀπὸ μὲν τοῦ φεύγοντος, ὅτι ὁ νόμος τῆς ἱεροσυλίας τοῖς τὰ ἱερὰ ὑφελομένοις ὥρισται· βούλεται γὰρ φυλάττεσθαι τοῖς θεοῖς τὰ ἀναθήματα καὶ μένειν τὸν κόσμον τῶν ἱερῶν, ἀλλὰ μὴ ἀποσυλᾶσθαι μηδὲ ἀπόλλυσθαι τὰ μνημόσυνα καὶ μαρτύρια τῆς τῶν ἀναθέντων φιλοτιμίας· ἀπὸ δὲ τοῦ κατηγόρου, ὅτι γελοῖον, εἰ πᾶσαν τὴν σπουδὴν ὁ νομοθέτης ὑπὲρ ἀναθημάτων ἐποιήσατο, ὥσπερ τι τῶν θεῶν ἐκ τῆς ὑφαιρέσεως βλαπτομένων ἢ ἐλαττουμένων ἢ ζημιουμένων, ἀλλὰ δηλονότι τὴν ἀπόνοιαν ἐμίσησε τῶν ἱεροσύλων καὶ τὴν τῶν θεῶν καταφρόνησιν· καὶ γὰρ οἱ ἄλλοι νομοθέται τοὺς λάθρα εἰς οἰκίαν εἰσελθόντας ἀλλοτρίαν καὶ ἐπὶ κλέμμασιν ἁλόντας θανάτῳ ἐζημίωσαν οὐ διὰ τὰ κλαπέντα· τοὺς γοῦν ἔξω κλέψαντας οὐ ταύτῃ τῇ τιμωρίᾳ κολάζουσιν, ἀλλὰ διὰ τὴν ὑπόνοιαν καὶ τόλμαν τοῦ ἐγχειρήματος· ἰστέον δὲ ὡς ἡ τοῦ νομοθέτου διάνοια εἰς κατασκευὴν λαμβάνεται ἢ τοῦ ἴσου ἢ τοῦ ἀνίσου ἐξ ἐνδόξου κρίσεως λαμβανομένη· ὁ μὲν γὰρ κατήγορος λέγει, ὅτι ὁ νομοθέτης ὡς περὶ τῶν ἴσων καὶ τῶν αὐτῶν διενοήθη, ὁ δὲ τοὐναντίον, ὅτι οὐχ ὡς περὶ ὁμοίων οὐδὲ ἴσων ἔδοξεν, ἀλλ’ ὡς πάμπολυ διεστηκότων· μεθοδευτέον δὲ τὸ κεφάλαιον ἀπὸ τῆς τελικῆς προθέσεως· χρὴ γὰρ ἐπιδεικνύειν ἑκάτερον, ὅτι εἰ μὲν, ὡς αὐτὸς ὁ λέγων φησὶν, οὕτως ἐγίνωσκεν ὁ νομοθέτης, ἀκόλουθα τοῖς ἄλλοις νομοθέταις ἐγίνωσκεν καὶ δίκαια καὶ συμφέροντα καὶ εὐπρεπῆ καὶ δόξαν ἔχοντα· εἰ δὲ, ὥς φησιν ὅτι ἀντίδικος, καὶ τοῖς ἄλλοις νόμοις ἐναντία ἐδόξασε καὶ ἄδικα καὶ ἀσύμφορα καὶ αἰσχρά· οἷον τῶν πληγῶν ἕνεκα ἐμίσει τοὺς ὑβριστὰς ὁ νομοθέτης, δεινὸν γὰρ ἡγήσατο τὴν ὕβριν τοῦ σώματος, καὶ ἐκ τῆς πληγῆς καὶ τραύματα ἂν γενέσθαι προσεδόκησε καὶ θανάτους, ὑπὲρ τοίνυν τῆς τοῦ σώματος ἀσφαλείας τιμωρίαν ὥρισεν.
4.516 Ἡ πηλικότης ὅτι μέγα τὸ γεγονὸς ἀποδείξει. Συριανο ῦ. Κοινὸν κεφάλαιον καὶ ἡ πηλικότης, ὅπερ καλοῦσιν ἔνιοι καὶ μέγα καὶ ποσόν· περιέχει δὲ αὔξησιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὥσπερ καὶ ἡ προβολή· διαφέρει δὲ τῇ τάξει, καὶ τῷ ἐκεῖ μὲν ὡς ὁμολογουμένων αὐτῶν αὔξησιν γίνεσθαι, ἐνταῦθα δὲ μετασκευῆς αὐτὰ τιθέναι καὶ τρόπον τινὰ ἀνακεφαλαίωσιν εἶναι τῶν ἐν τῇ προβολῇ ῥηθέντων τὴν πηλικότητα· οὐ πᾶσιν οὖν τοῖς περιστατικοῖς μορίοις ἐπεξελεύσεται, μόνῳ δὲ τῷ περιέχοντι ποσῷ· ὁ μὲν γὰρ κατήγορος ἀεῖ τοῖς πεπραγμένοις ἰσχυριζόμενος ἐν τῇ πηλικότητι καὶ τὰ λείποντα ὑπὸ τοῦ πεπραγμένου δείξει περιεχόμενα, καὶ τὸ πᾶν μέγεθος αὐτῷ περιθήσει· ὁ δὲ φεύγων τοὐναντίον μειώσει τὸ πεπραγμένον, καὶ μᾶλλον ὑπὸ τῶν λειπόντων αὐτὸ δείξει περιεχόμενον· οἷον ὁ μὲν φιλόσοφος ἐρεῖ κατηγόρου τάξιν ἐπέχων τῷ πρώτως λέγειν· λογίσασθε, ὦ ἄνδρες δικασταὶ, πότερον ἡ τυραννοκτονία τὴν εὐνομίαν περιέχει καὶ τὴν ἐλευθερίαν, ἢ τοὐναντίον τῶν νόμων ἡ βεβαιότης καὶ τὸ τῆς γνώμης τῶν εὖ πολιτευομένων ἐλεύθερον· οὐδὲ τὴν ἀρχὴν ἔφεσίν τινα τυραννίδος ἐγγίνεσθαι τοῖς ἐνοικοῦσι συγχωρεῖ, ἐγὼ μὲν γὰρ οἶμαι τοῦτο· ἀναιρεθεὶς μὲν γὰρ ὁ τύραννος πολλοὺς ἴσως ἕξει τοὺς διὰ συγγένειαν ἢ φιλίαν τὰ παραπλήσια τῆς πατρίδος φρονήσοντας, καὶ τυραννίδος ἐργαστήριον τὴν πόλιν ἐπιδείξοντας· φρονήσας δὲ τὰ βέλτιστα καὶ τὴν ἀδικίαν τῶν κακῶν τὸ κεφάλαιον ἐγνωκὼς οὔτ’ αὐτὸς τούτοις ἐπιχειρεῖν ἅπερ ἔσχατα τῶν κακῶν οἴεται τολμήσει, οὔτ’ ἄλλον τινὰ τοιαῦτα κακουργοῦντα περιόψεται· τούτοις μὲν οὖν καὶ τοῖς τοιούτοις λογισμοῖς ὁ φιλόσοφος χρώμενος τὸ παρ’ αὐτοῦ πεπραγμένον μέγα τε καὶ περιέχον ἀποδείξει, ὁ δὲ ἀντιλέγων κατὰ μείωσιν προάξει τὴν πηλικότητα, καὶ μᾶλλον τὸ λεῖπον περιεκτικώτερον ἀποδείξει τοῦ πεπραγμένου λέγων· εἶτα τῶν ὅπλων οὐχ ἁψάμενος, οὐ τὸν τύραννον ἀπεκτονὼς, οὐ κίνδυνον οὐδένα κινδυνεύσας ὑπὲρ τῆς πατρίδος τῶν ἀριστέων αἰτεῖς τὰς δωρεάς· καὶ πῶς οὐκ ἀλόγιστον· οὐ γὰρ εἰ δεδοικὼς ἐκεῖνος τοὺς ἐφεδρεύοντας αὐτῷ τῶν πολιτῶν καὶ τὸ τῆς τύχης εὐμετάβολον ὑφορώμενος τοῖς παρὰ σοῦ λόγοις πείθεσθαι ἐσκήψατο, ἤδη που καὶ τῶν τυραννοκτόνων καρποῦσθαι, τὰ γέρα δίκαιος ἂν ὑπάρχοι· ἐκεῖνοι μὲν γὰρ τὴν παρανομίαν ἐκκόψαντες, καὶ κακῶν Ἰλιάδος τὴν πόλιν ἐλευθερώσαντες, εἰκότως σοβαροὶ παρίασιν ἐπὶ τὸ βῆμα, τῷ μεγέθει τῶν κινδύνων ἐφάμιλλον κομίζεσθαι καὶ τὴν δωρεὰν ἐσπουδακότες· σὺ δὲ τιμωρίας ἐλεύθερον τὸν κοινὸν ἀλάστορα ἀφεὶς καὶ διαδρᾶναι τὸν λυμεῶνα παρεσκευακὼς σεμνόν τι διαπεπρᾶχθαι νομίζεις· ἔστι δὲ τὸ κεφάλαιον ἐπιλογικὸν, καὶ θαυμάζειν οὐ χρὴ, εἰ καὶ ἐν μέσοις τοῖς ἀγῶσιν ἐπιλογίζεσθαι δεῖ· καὶ γὰρ ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους πρῶτον θεὶς τὸ νόμιμον ἐπιλογίζεται, εἶτα τὸ δίκαιον ἐξετάσας καὶ ἐπιλογισάμενος πάλιν τὸ πρέπον διεξελθὼν ἐπιλογίζεται· ἔξεστιν οὖν καὶ κατὰ κεφάλαιον ἐπιλογίζεσθαι, καὶ μετὰ τὴν πλήρωσιν τῶν ἀγώνων ἐπάγειν τοὺς ἐπιλόγους, ὡς ἐν τῷ κατὰ Τιμοκράτους ὁ ῥήτωρ ποιεῖ.
4.518 Σωπάτρου καὶ Μαρκελλίνο υ. Ἐζήτησάν τινες, διατί ἀμφοτέρων αὐξητικῶν ὄντων, τῆς τε πηλικότητος καὶ τοῦ πρός τι, μὴ ἓν κεφάλαιον γέγονεν, ἀλλὰ δύο· πρὸς οὓς ὁ Ἀθανάσιός φησιν· ὅτι ὥσπερ δύο τῆς συγκρίσεως εἴδη τὸ μὲν συγκριτικὸν, τὸ δὲ ὑπερθετικὸν, οὕτω καὶ τῆς αὐξήσεως κατὰ σύγκρισιν προϊούσης καὶ αὐτῆς δύο τρόποι· καὶ ἡ μὲν πηλικότης ἀναλογεῖ τῷ ὑπερθετικῷ, τὸ δὲ πρός τι τῷ συγκριτικῷ· τούτῳ δὲ τῷ λόγῳ ἀναστρέφεται ἡ τάξις τοῦ τεχνικοῦ καὶ εὑρεθήσεται τὸ πρός τι πρῶτον τῆς πηλικότητος· ἡμεῖς δὲ φαμὲν, ὅτι ἐπειδὴ εἶπεν ὁ τεχνικὸς, ἡ πηλικότης μέγα τὸ γεγονὸς ἀποδείκνυσιν, ἐνόμισεν αὐτὸν λέγειν μέγιστον ἐν ὑπερθετικῷ λόγῳ· οὐκ ἔχει δ’ οὕτως· τὸ γὰρ μέγα οὐ μόνον οὐκ ἔστιν ὑπέρθεσις, οὐδὲ συγκριτικὸν, ἀλλ’ ἁπλοῦν· διῄρηται δ’ ἡ αὔξησις εἰς δύο· ἐπειδὴ γὰρ δύο τινὰ ἐν τῷ ὅρῳ, τὸ μὲν πεπραγμένον, τὸ δὲ ζητούμενον, πεπραγμένον μὲν τὸ καθῃρῆσθαι τὴν τυραννίδα, ζητούμενον δὲ, εἰ τοῦτο τυραννοκτονία, πᾶσα ἀνάγκη καὶ τὴν αὔξησιν αὐτὴν διχῆ τέμνεσθαι, πῆ μὲν αὐτὸ ἐφ’ ἑαυτοῦ τὸ πεπραγμένον αὐξανόντων ἡμῶν, πῆ δὲ τῇ πρὸς τὸ παραβαλλόμενον συγκρίσει· οὐκοῦν ἡ μὲν πηλικότης τὴν ἁπλῆν τοῦ ὑποκειμένου καὶ πεπραγμένου αὔξησιν ἔχει, τὸ δὲ πρός τι κατὰ σύγκρισιν· οἱ μὲν οὖν τὸ πρός τι πρῶτον λέγοντες δεῖν τάττεσθαι τοῦτό φασι, τοῦ ἐν συγκρίσει μεῖζόν τι οὐκ ἂν εἴη μέγα τελείως· πολλάκις γοῦν φαμεν εἶναι μύρμηκα μέγαν, ὡς πρὸς σύγκρισιν τοῦ γένους τῶν μυρμήκων ἀφορῶντες· τὸ οὖν πρός τι, φασὶ, τὸ κατὰ σύγκρισιν ἔχει μέγεθος οὐ μέγα τελείως, ἡ δὲ πηλικότης τὸ κατὰ φύσιν καὶ τέλειον· προταχθήσεται οὖν, φησὶ, τὸ πρός τι τῆς πηλικότητος· ἀεὶ γὰρ αἱ αὐξήσεις ἀπὸ τῶν ἐλαττόνων ἐπὶ τὰ μείζω χωροῦσι· καὶ ταῦτα μὲν πιθανὰ, ὁ δὲ Ἑρμογένης ἀληθεστέρῳ λόγῳ τινὶ καὶ φυσικῷ προτάττει τὴν πηλικότητα τοῦ πρός τι· δεῖ γὰρ πρότερον τὴν ἑκάστου φύσιν καταμαθόντας οὕτω τὴν πρὸς τὸ ἕτερον ποιεῖσθαι παράθεσίν τε καὶ ἀντεξέτασιν· οὗ γὰρ τὴν φύσιν οὐκ ἐπιστάμεθα, πῶς ἂν τοῦτο πρὸς ἕτερον παραβάλλοιμεν; διὰ μὲν οὖν τῆς πηλικότητος αὐτὰ ἐφ’ ἑαυτῶν τὰ πράγματα αὔξομεν, διὰ δὲ τοῦ πρός τι ἑτέροις ἀντεξετάζοντες· ὥστε ἡ πηλικότης πρὸ τοῦ πρός τι ταχθήσεται· Ἁρποκρατίων δὲ ἀδιάφορον εἶναι βούλεται τὴν τάξιν, κἂν μὲν εἴη πιθανὴ, φησὶν, ἡ κατὰ τὸ πρός τι ἀντεξέτασις, προτακτέον τὸ πρός τι, ἵν’ ἀπὸ τῶν πιθανῶν ἀρξώμεθα, ὥσπερ ἐπὶ τοῦ φιλοσόφου· λέγει γὰρ, ὅτι μεῖζον τὸ ἄνευ σφαγῶν· ἐὰν δὲ ἀπίθανος εἴη ἡ τοιαύτη ἐξέτασις, προτακτέον τὴν πηλικότητα, ἵνα μὴ ἀπὸ τῶν ἀπιθάνων ἀρξώμεθα· οἷον ἐξ ἱεροῦ τις φιάλην ὑφείλετο, καὶ κρίνεται ἱεροσυλίας· οὐ γὰρ ἐγχωρεῖ λέγειν, ὅτι μεῖζον τὸ ἐξ ἱεροῦ λαβεῖν τοῦ ἐκ τῶν τεμένων, πῶς δὲ θεραπεύειν τὰ τοιαῦτα ἐν τῷ πρός τι λεχθήσεται· μετὰ δὲ τὴν τοῦ νομοθέτου γνώμην κατ’ ἀκολουθίαν ἕπεται ἡ πηλικότης· κατασκευάσαντες γὰρ τὸν συλλογισμὸν καὶ τὴν πίστιν προςθέντες ἀπὸ τῆς τοῦ νομοθέτου γνώμης, εἰκότως ἐπὶ τὴν αὔξησιν ἥξομεν καὶ δείνωσιν τοῦ ἐγκλήματος· ἡ μὲν γὰρ γνώμη ἔτι τῆς ζητήσεως καὶ τῆς κατασκευῆς ἔχεται τοῦ πράγματος, ἡ δὲ πηλικότης αὔξησιν ἐπαγγέλλεται· τὸ μὲν γὰρ ἔτι ἀδήλου ὄντος αὔξειν καὶ τὴν τοῦ δράσαντος προαίρεσιν διαβάλλειν ἢ τοὐναντίον ἐγκωμιάζειν, μάταιον καὶ σφόδρα ἄλογον· τὸ δὲ μετὰ τὸν ἔλεγχον ἐξαίρειν τὸ πεπραγμένον εὔλογον καὶ πιστικὸν τῷ δικάζοντι· ἡ πηλικότης οὖν αὔξει τὸ γεγονὸς δεινοῦντος τοῦ κατηγόρου καὶ μεγαλοποιοῦντος τὸ ἔγκλημα ἢ τὸ εὐεργέτημα· ἐκ δὲ τῶν ἐναντίων τοῦ φεύγοντος μειοῦντος· ἐξ ὧν δὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους αὐξήσομεν, ἐκ τῶν αὐτῶν καὶ τὴν πηλικότητα ἐργασόμεθα.
4.520 Καὶ ἔτι πρῶτος μὲν τόπος τῶν αὐξητικῶν ἐπιχειρημάτων ὁ ἀπὸ τῆς ποσότητος· ἔτι δὲ οὗτος τοιοῦτος, ὅτ’ ἂν δι’ ἑνὸς τοῦ πραχθέντος, πολλὰ ἔχωμεν ἢ τὰ κακουργηθέντα ἢ τὰ εὐεργετηθέντα δεικνύναι· δεύτερον ἀπὸ τοῦ ποιοῦ, οἷον τίνι διαφέρει, πότερον τῇ πόλει ἢ τῷ παθόντι· καὶ πότερον δημοσίᾳ τὴν πόλιν ἠδίκησεν, ἢ εὐηργέτησεν, ἢ ἰδίᾳ ὁ τοῦτο ποιήσας· κατασκευάσομεν δὲ ταῦτα ἀπὸ τῶν τελικῶν· ἀπὸ τοῦ εὐδόξου εἰ τύχοι, ὅτι δόξαν πολλὴν τὸ πραχθὲν προξενεῖ τῇ πόλει ἢ ἀδοξίαν καὶ ὕβριν· ἀπὸ τοῦ καλοῦ, ὅτι καλὸν τὸ πεπραγμένον ἢ πάλιν αἰσχρόν· ἀπὸ τῶν παρακολουθούντων τῇ πράξει· ἔστι δὲ ταῦτα, ὡς πολλάκις δεδήλωται, πρόσωπον, τόπος, τρόπος, χρόνος, αἰτία, γνώμη, κατὰ δὲ Πορφύριον καὶ καιρὸς, καὶ ὕλη, καὶ ἰδιότης, ἡλικία, ἀξία, ἐπιτήδευσις, τύχη· τὸ εἰκὸς τοῦ καιροῦ, τὸ εἰκὸς τοῦ τρόπου· τὸ εἰκὸς τοῦ τόπου, τὸ εἰκὸς τῆς αἰτίας· ἀπὸ προσώπου· οἷον, ὑμεῖς γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, Λακεδαιμονίων γῆς καὶ θαλάττης ἀρχόντων καὶ τὰ κύκλῳ τῆς Ἀττικῆς κατεχόντων ἁρμοσταῖς καὶ φρουραῖς, Τάναγραν, Εὔβοιαν, τὴν Βοιωτίαν ἅπασαν· ἀπὸ τοῦ τόπου, εἰ γὰρ οὐκ ἐν παραβύστῳ ἀλλ’ ἐν ἐπιφανείᾳ γέγονεν ἡ πρᾶξις, μέγα τὸ ἀδίκημα διὰ τὸ ἐπίσημον τοῦ χωρίου· ἀπὸ τοῦ καιροῦ, εἰ γὰρ ἐν χρείᾳ ὄντα ἠδίκησεν ἢ εὖ ἐποίησε, μέγα τὸ ἀδίκημα ἢ εὐεργέτημα· ἀπὸ τοῦ τρόπου, εἰ ῥᾳδίως ἢ χαλεπῶς, ἢ πειθοῖ, ἢ βίᾳ· ἑκάτερον γὰρ αὐξήσεις, τὸ μὲν ὑπεροχὴν σημαίνειν τῆς τοῦ πεποιηκότος ἀνδρείας, τὸ δὲ τέχνης ὑπερβολὴν ἢ συνέσεως· ἀπὸ τῆς ὕλης, ἔχοι τι θαυμαστὸν κατὰ τὰς ἀφορμὰς ἢ παράδοξον· ἀπὸ τῆς αἰτίας, εἰ γὰρ διὰ πρόφασιν γέγονε σφόδρα ἐπαινουμένην ἢ ψεγομένην, μέγα τὸ πραχθὲν, ὥσπερ ἡ κατάλυσις τῆς τυραννίδος δι’ ἐλευθερίαν· ἀπὸ τῆς γνώμης, οἷον εἰ εὐνοῶν, ἢ δύσνους ὤν· ἀπὸ ποσότητος κατὰ πρόσωπον, ὅτι εἰς πολλοὺς ἀνθρώπους ἢ ὠφέλεια, ἢ βλάβη· κατὰ χρόνον, ὅτι εἰς πολλοὺς διατείνει χρόνους, ὡς ἐπὶ τοῦ καταλύσαντος τὴν τυραννίδα, ὅτι ἀΐδιος ἡ εὐεργεσία, οὐδεὶς γὰρ ἔτι τυραννήσει, ἑκόντος τούτου τὴν τυραννίδα ἀποῤῥίψαντος· ἀπὸ ποσότητος κατὰ τὰ ἑπόμενα, ὅτι μεγάλα τὰ ἐπακολουθοῦντα καὶ πολλά· ἀπὸ ἰδιότητος, ὅταν λέγωμεν, ὅτι πρῶτος ἢ μόνος τὰ τοιαῦτα ἐτόλμησεν· ὡς ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου· καὶ μὴν ὅτι πολλοὺς μὲν ἐστεφανώκατε ἤδη τῶν πολιτευομένων ἅπαντες ἴστε· δι’ ὅντινα δὲ ἄλλον ἡ πόλις ἐστεφάνωται σύμβουλον λέγω καὶ ῥήτορα, πλὴν δι’ ἐμὲ, οὐδ’ ἂν εἷς εἰπεῖν ἔχοιτε· ἀπὸ τῆς ἡλικίας, εἰ νέος ὢν ἢ γέρων, εἰ θαῤῥαλέος ἢ εὐλαβής· ἀπὸ τῆς ἀξίας, εἰ ἰδιώτης ἢ ἄρχων· ἀπὸ τῆς ἐπιτηδεύσεως, εἰ γεωργὸς ἢ ἔμπορος· ἀπὸ τῆς τύχης, εἰ πένης ἢ πλούσιος· ἀπὸ τοῦ γένους, εἰ Ἕλλην ἢ βάρβαρος· ἀπὸ φύσεως, εἰ ἀνὴρ ἢ γυνή· ἀπὸ τοῦ εἰκότος, εἰ περὶ τὸ εἰκὸς τοῦ τόπου ἡ πρᾶξις πέπρακται, εἰ ὅπου μηδεὶς ἂν προσεδόκησεν· εἰ παρὰ τὸ εἰκὸς τοῦ καιροῦ, ὅτε μηδεὶς ὑπενόησεν· εἰ παρὰ τὸ εἰκὸς τοῦ τρόπου, ὅτι εἰκὸς τοιῷδε τρόπῳ, ὅ ἐστι παραδόξῳ τρόπῳ· οἷον τέχναις, μηχαναῖς, λόγοις, δι’ ὅν τις οὐ προσεδόκησε τρόπον· παρὰ τὸ εἰκὸς τῆς αἰτίας, ὅτι τοιάδε αἰτία· φιλοτίμως μὲν οὖν ἡμεῖς τοὺς τρόπους ὑπεξήλθομεν· ἀρκέσουσι δ’ αἱ ἐπιχειρήσεις τῇ πηλικότητι αἱ ἀπὸ τοῦ ἐσομένου, ὅτ’ ἂν πολλὰ καὶ μεγάλα δεικνύειν ἔχωμεν τὰ ἀποβαίνοντα· οἷον δεινὸν τὸ τὰ ἱερὰ ἐπανοίγειν καὶ τὰ ἐν αὐτοῖς κλέπτειν, κἂν μὴ ἱερὰ τυγχάνῃ· οὔτε γὰρ τὸ ἀσφαλὲς ἕξουσιν αἱ τῶν ἰδιωτῶν παρακαταθῆκαι, καὶ ἐκ τούτων ἀδικοῦσιν ἐπὶ τὰ ἀναθήματα· καταφρονηθήσεται τὰ ἱερά· ὑπεροφθήσεται ἡ εὐσέβεια· ἀπολεῖται τὰ παρὰ τῶν πολιτῶν κειμήλια, εἰ γὰρ μηδὲ οἱ νεὼ ἀξιόπιστα φυλακτήρια, τί περὶ τῶν ἐν ταῖς οἰκίαις ταμιείων ὑποληψόμεθα· ἐπιχειρήσομεν καὶ ἀπὸ τοῦ ἐλάττονος· ὅπου γὰρ, εἰ καὶ ἀνέῳξε μόνον, οὐκ ἂν ἐξέφυγε τὴν τῶν ἱεροσύλων αἰτίαν· σχολῇ γε νῦν ὁπότε πρὸς τῷ ἀνοῖξαι καὶ ὑφείλετο· αἱ μὲν οὖν αὐξήσεις ἐκ τούτων· αἱ δὲ μειώσεις ἐκ τῶν ἐναντίων· ἀναγκαῖον δὲ καὶ ὅσα εὕρομεν εἰς τὴν πηλικότητα παρὰ τοῖς ἀρχαίοις εἰπεῖν· ἔστι γὰρ παρὰ Δημοσθένει τὸ ἀπὸ τοῦ προσώπου, ὅτ’ ἂν λέγῃ, εἰ μὲν τοίνυν μὴ χορηγὸς ὢν τοιαῦτα ἐπεπόνθειν ὑπὸ Μειδίου· καὶ ἀπὸ τοῦ τόπου, ὅτι ἐν τῷ ἱερῷ τοῦ Διονύσου· καὶ ἀπὸ τοῦ χρόνου, ὅτι ἐν ἱερομηνίᾳ· καὶ ἀπὸ τῆς αἰτίας, ὅτι δι’ ἔχθραν, καὶ ἀπὸ τοῦ τρόπου, ὅτι πληγὰς, καὶ ὅτι ἐξῆν ἑτέρως, καὶ λυπεῖν ἐμὲ, καὶ μηδὲν ἀσελγὲς ποιεῖν, εἴγε ἠθέλησεν ἀντιχορηγὸς γενέσθαι· ἐχρῆν γὰρ αὐτὸν ἔσθ’ ὅτε ἐγὼ τῆς Πανδιονίδος χορηγὸς ὑπέστην, τότε τῆς Ἐρεχθηΐδος ἀναστάντα τῆς ἑαυτοῦ φυλῆς ἀνθυποστῆναι καὶ καταστήσαντα ἑαυτὸν ἐξ ἴσου καὶ τὰ ὄντα ἀναλίσκοντα ὥσπερ ἐγὼ, οὕτω μὲν ἀφαιρεῖσθαι τὴν νίκην· ὑβρίζειν δὲ τοιαῦτα καὶ τύπτειν μηδὲ τότε· καὶ διὰ παντὸς δὲ τοῦ λόγου ἀπὸ τούτων εὑρήσομεν τὰς αὐξήσεις γινομένας· ὅτι δὲ οὐ μόνον ἐν ὁριστικῇ ὑποθέσει χρηστέον, οὐδὲ ἐν τῷ κεφαλαίῳ τούτῳ τοῖς τόποις τούτοις τοῖς αὐξητικοῖς, ἀλλὰ καὶ ἐν ἄλλαις ὑποθέσεσιν, ἔνθα ἂν αὐξήσεως δεώμεθα, εἴτε ἐν ἐπαίνοις, εἴτε ἐν ψόγοις, εἴτε ἐν συμβουλαῖς, εἴτε ἐν δικαστηρίοις ἀπ’ αὐτῶν τῶν Δημοσθένους ἔστι γνῶναι· ἐν γὰρ τῷ πρὸς Λεπτίνην καὶ ἄλλης τῆς στάσεως καὶ ἑτέρας διαιρέσεως κεφαλαίων τὰς εὐεργεσίας τῶν ἀνδρῶν αὐξῆσαι βουλόμενοι ἐκ τούτων τῶν τόπων τῶν εἰρημένων τὰς ἐπιχειρήσεις ἔλαβον· διεξιὼν γὰρ, οἷα Λεύκων ἐπικερδῆ ἀγαθὰ εἰργάσατο, καὶ λέγων ὡς τοῖς ἐν Σικελίᾳ τῶν πολιτῶν ἐν τοιαύτῃ συμφορᾷ καθεστηκόσιν ἔδωκε μνᾶς ἑκατόν· καὶ τοῦ μὴ τῷ λιμῷ πάντας αὐτοὺς ἀποθανεῖν αἰτιώτατος γέγονεν, ἀπὸ χρόνου καὶ τόπου, καὶ προσώπου καὶ αἰτίας καὶ πάντων τῶν προειρημένων τόπων ηὔξησεν· μετὰ ταῦτα πάντα ἔστι καὶ ἀπὸ τοῦ ἐλάττονος αὐξῆσαι· λέξομεν γὰρ, ὅτι εἰ τοῖς κλέπταις καὶ λωποδύταις, οἳ ἐξ ἰδιωτικῶν ὑφείλοντο, τιμωρία τις ἐπήρτηται, πολὺ πλέον τοῖς ἐξ ἱεροῦ λαμβάνουσιν· ἔστι δὲ καὶ ἀφ’ ὧν οἱ νόμοι μὲν λέγουσιν, οὐ πεποιήκασι δὲ, οἷς διέφερε τὰ κεκωλυμένα· εἰ δὲ καὶ ἐν τῇ προβολῇ αὔξησις εὑρίσκεται, καὶ ἐνταῦθα τί διαφέρει ἡ προβολὴ τῆς πηλικότητος; καὶ λέγομεν, ὅτι ἐκεῖ μὲν ἁπλῶς καὶ ὅσον ἐφάψασθαι τῶν περιστατικῶν χρώμεθα, ἐνταῦθα δὲ κατὰ πλάτος ἑκάστῳ τῶν περιστατικῶν χρώμεθα· ζητεῖται δὲ παρὰ τῷ Δημοσθένει, τί δή ποτε καὶ ἀσέβειαν ἐγκαλῶν τῷ Μειδίᾳ ἐπὶ πολὺ τῷ περὶ τῆς ὕβρεως ὑπεξῆλθε λόγῳ, ἀπὸ τῶν ἐλαττόνων ἐπιχειρῶν καὶ λέγων, ὅτι οὐδὲ τοὺς δούλους ὑβρίζεσθαι συγκεχώρηκεν ὁ νόμος; ἀλλὰ λέγομεν, ὅτι σφόδρα ἐπιστημόνως· συστήσας γὰρ ἡμῖν τοῦ νομοθέτου τὴν γνώμην καὶ ἐπεξελθὼν τῷ περὶ τῆς ὕβρεως λόγῳ, ὁδὸν πόῤῥωθεν τῷ πηλίκῳ παρεσκεύασε, τουτέστι ταῖς αὐξήσεσι, λέγων ὅτι εἰ τὸν τῆς ὕβρεως ὑπεραίρει νόμον τὰ πεπραγμένα, ἀλλ’ οὐκέτι ὕβρις τὰ πεπλημμελημένα μόνον, ἀλλὰ καὶ ἀσέβεια· ἔστι δὲ καὶ ἀπ’ αὐτῆς τῆς λέξεως ἐπιγνῶναι τὴν αὔξησιν· τὸν τοίνυν οὐ παρὰ τοῖς Ἕλλησι μόνον ἀλλὰ καὶ παρὰ τοῖς βαρβάροις εὐδοκιμοῦντα νόμον σκοπεῖ τε ὁ παραβὰς ἥντινα δοὺς δίκην ἀξίαν ἔσται δεδωκώς· εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ χορηγὸς ὢν ταῦτ’ ἐπεπόνθειν ὑπὸ Μειδίου, ὕβριν ἄν τις κατέγνω τῶν πεπραγμένων αὐτῷ· νῦν δέ μοι δοκεῖ κἂν ἀσέβειαν εἰ καταγιγνώσκοι τίς αὐτοῦ τὰ προσήκοντα ποιεῖν, ὅρα πῶς ὁδῷ τινι προῆλθεν ἐπὶ τὴν αὔξησιν, ὅ ἐστιν ἀπ’ ἐλάττονος ἐπὶ τὸ μεῖζον· εἴπωμεν καὶ ἐπὶ μελέτης τὴν πηλικότητα, ὡς ἐπὶ τοῦ εὐνούχου· οὐκοῦν ὁ μὲν κατήγορος λέξει· μέγα τὸ γεγονὸς καὶ ὕβρεως πλείστης ἐχόμενον καὶ καταφρονήσεως· ὅσῳ μάλιστα οὐ δυνάμενος χρῆσθαι προπηλακισμοῦ χάριν ἐβιάζετο· ὁ δὲ φεύγων ἐρεῖ, ὅτι μηδενὸς ἔργου πραχθέντος οὐκ ἄξιον ὀργίζεσθαι καὶ τιμᾷν θανάτου.
4.524 Τὸ δὲ αὖ πρός τι, ὅτι καὶ μεῖζον τὸ ἄνευ σφαγῶν καὶ θορύβου καὶ ταραχῆς παῦσαι τὴν τυραννίδα τοῦ μετὰ ὅπλων. Συριανο ῦ. Τὰ πρός τι ἔνιοι καὶ συγκριτικὰ καλοῦσιν· ὡς γὰρ καὶ τὸ ὄνομα δηλοῖ τὴν πρὸς ἕτερα σχέσιν ἐξετάζομεν ἐν αὐτῷ· καὶ ὁ μὲν κατήγορος μείζω τὰ πεπραγμένα τῶν λειπόντων δείκνυσιν, ὁ δὲ φεύγων τὰ λείποντα τῶν πεπραγμένων· ὅτ’ ἂν δὲ πάνυ μείζω ᾖ τὰ λείποντα τῶν πεπραγμένων, ἐὰν μὲν ᾖ τὸ ζήτημα ἱστορικὸν, παραδείγματα ὅμοια κινήσομεν, κἀκείνων μείζω δείξομεν τὰ παρὰ τοῦ φεύγοντος καθ’ ἡμῶν τετολμημένα, ὥσπερ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου πεποίηκε· βουλόμενος γὰρ δεῖξαι χαλεπώτατα καὶ φόνοις ὅμοια τὸν Μειδίαν διὰ τοῦ κονδύλου τετολμηκότα, πιστοῦται διὰ παραδειγμάτων, ὅτι πολλοὶ διὰ πληγὴν ἀγανακτήσαντες ἐφόνευσαν τοὺς τυπτήσαντας, ἐν οἷς παρεισάγει τὸν Εὐαίωνα, εἰ δὲ μὴ ᾖ τὸ ζήτημα ἱστορικὸν, συλλογισμοῖς αὐτὸ μεθοδεύσομεν, ὡς ἐπὶ τοῦ πλουσίου· εἰ γὰρ καὶ τὸ τυπτῆσαι μεῖζον εἶναι δοκεῖ τοῦ ἐπανατείνασθαι, ἀλλ’ οὖν βιαιότερον ἐπιχειροῦντες ἔλαττον αὐτῷ δείξομεν τῷ λόγῳ λέγοντες· αἴθε γὰρ ἐπάγων συνεχῶς οὑτοσὶ τὰς χεῖρας ἔπληξεν, αἴθε τὴν ἄτιμον ἐπάταξε πληγὴν, ὡς εὐθέως ἂν ἐπικουροῦντος ηὐτύχουν τοῦ νόμου· καὶ δίκην αἰτίας εἰσπραξάμενος αὐτός τε τῆς ὕβρεως ἀνεπεπαύμην, καὶ ὁ σοβαρὸς ἡμῖν ἐπὶ τῷ πλούτῳ ταπεινότερος γενόμενος, ἐσωφρόνει· νυνὶ δὲ ἡ συνεχὴς ἐπανάτασις τῶν χειρῶν ἐμοὶ τῆς ὕβρεως ἀφορητότερον κατέστη· καὶ τὸν αἰκιζόμενον ἀτιμώρητον διαφεύγοντα ἐπαναβαίνειν ὁσημέραι τῷ πένητι παρεκάλει μοχθηρία γὰρ ἀνυπεύθυνον ἔχουσα τὴν ἐξουσίαν ἀνύποιστος· ὁρᾷς ὡς τὸ περιφανῶς μεῖζον ἔλαττον ἀποδέδεικται τῇ μεθόδῳ· τούτοις οὖν καὶ τοῖς τοιούτοις λογισμοῖς ἐπὶ τῶν δοκούντων ἀναισχύντων εἶναι πρός τι χρηστέον.
4.526 Σωπάτρου καὶ Μαρκελλίνο υ. Αὐξήσεως μὲν ἕνεκα καὶ τὸ πρός τι παραλαμβάνεται, καὶ ἐκ τῶν αὐτῶν προσέρχεται τόπων, οἷς καὶ ἐπὶ τῆς πηλικότητος χρώμεθα, συγκριτικῶς δὲ ἐφ’ ἑκάστου προάγεται τόπου· οἷον εἰ τὸ πολυχρόνιον βέβαιον, δῆλον δήπουθεν ὅτι μεῖζον τὸ βεβαιότερον· διαφέρει οὖν τῆς πηλικότητος τοῦτο τὸ κεφάλαιον, ὅτι ἐκεῖ μὲν ἁπλῆ τίς ἐστιν αὔξησις, ἐν τούτῳ δὲ καὶ κατὰ παράθεσιν καὶ ἀντεξέτασιν ἑτέρου πρὸς ἕτερον ἡ αὔξησις γίγνεται, διὸ καὶ πρός τι τὸ κεφάλαιον κέκληται· δηλοῖ γὰρ σύγκρισίν τινος πρὸς ἕτερον τὸ ὄνομα· τοῦτο μέντοι πρός τι πρὸς τὰ ὑπὸ τοῦ ὁρικοῦ κατασκευαζόμενα γίνεται, λέγω δὴ τὰ παρειμένα· ὡς ἐπὶ τοῦ τύραννον πείσαντος καταθέσθαι τὴν τυραννίδα λεκτέον, ὅτι μεῖζον τοῦ ἀποκτεῖναι τὸ πεῖσαι· ἀποκτεῖναι γάρ ἐστι τὸ παρειμένον· πῶς γὰρ οὐ μεῖζον τὸ ἄνευ σφαγῶν παῦσαι τὴν τυραννίδα· τῶν μὲν γὰρ κινδύνων οὐκ ἐπειράθημεν, τῶν δὲ ἀγαθῶν ὡς κινδυνεύσαντες ἀπολαύομεν, δημοκρατίας, νόμων, συνήθους, πολιτείας, ἃ καὶ πολλῶν ἂν ἐτιμησάμεθα κινδύνων καὶ πόνων· ὁ μὲν οὖν κατήγορος ἀγωνίζεται μεῖζον ἀποδεῖξαι τὸ πεπραγμένον τοῦ παρακειμένου εἰκότως, ἐπειδὴ ὁρᾷ τὸν ἀντιλέγοντα τοῖς παρειμένοις ἰσχυριζόμενον καὶ μέγα εἶναι τὸ παρειμένον λέγοντα· ἐὰν μὲν οὖν ὑπὸ τοῦ κατηγόρου λέγωμεν, τὰ πεπραγμένα ἐνταῦθα ἀποφανοῦμεν μείζω τῶν παρειμένων, ὁ δὲ φεύγων ἔμπαλιν· ἔφαμεν δὲ πολλάκις, ὅτι τάξιν ἐν ταῖς αἰτήσεσιν ἔχει ὁ αἰτῶν κατηγόρου, μετὰ γὰρ τὸ αὐξῆσαι ἐν τῇ πηλικότητι τὸ εὐεργέτημα, ὅτι μέγα τὸ πεῖσαι καταθέσθαι τυραννίδα, ἥξομεν ἐπὶ τὸ πρός τι λέγοντες μείζω τὰ πεπραγμένα τῶν παρειμένων εἶναι· αἱρετώτερον γὰρ τὸ μετ’ εἰρήνης καὶ ἄνευ πραγμάτων, ἢ τὸ διὰ πολέμου καὶ αἵματος καὶ σφαγῶν καθελεῖν τὸν τύραννον· εὐλόγως δὲ τοῦτο ποιοῦμεν διὰ τὸ τὸν ἀντιλέγοντα τῇ δωρεᾷ διασύραι τὰ πεπραγμένα, ἐπαινεῖν δὲ τὰ παρειμένα· οὕτω μὲν ὑπὲρ τοῦ αἰτοῦντος λεκτέον· ἐὰν δὲ ὑπὲρ τοῦ ἀντιλέγοντος τῇ δωρεᾷ τὸν λόγον ποιώμεθα, τὰ παρειμένα ἀποφανοῦμεν μείζω, πολὺ ἔλαττον τὸ πεῖσαι λέγοντες εἶναι τοῦ διὰ ξίφους φονεῦσαι· ἑκόντα γὰρ μᾶλλον καταθέσθαι τὴν τυραννίδα ἢ βιασθέντα τὸν τύραννον· ποιήσομεν δὲ ταῦτα ἑκατέρωθεν, ὧς εἶπον, κατὰ σύγκρισιν, ἐκ παραθέσεως ἑκάτερα ἀντεξετάζοντες καὶ ὑποδεικνύντες τόδε τι τούτου μεῖζον· τοῦτο γὰρ τοῦ πρός τι ἴδιον, τὸ ἑκάτερα ἀντεξετάσαι παράλληλα· δεῖ μέντοι τοῦ πιθανοῦ καὶ προσεχοῦς στοχαζομένους τοῦτο ποιεῖν· πανταχοῦ μέντοι τὰ σφόδρα μείζω οὐ παραληψόμεθα εἰς ἀντεξέτασιν τοῖς μικροῖς καὶ πολὺ εὐτελεστάτοις, ἵνα μὴ ληρεῖν δόξωμεν, ἀλλ’ ὅτ’ ἂν, φησὶν, ἐθελήσωμεν πρὸς τὰ πολὺ μείζω τὰ φαυλότερα παραβαλεῖν, ἵνα μὴ ἀπίθανοι δόξωμεν, δεῖ πρῶτον εἰς ἴσον αὐτὰς ἀγαγεῖν· ἀρκοῦσα γάρ ἐστιν αὔξησις ἡ τοῖς ταπεινοῖς τὸ ἴσον πρὸς τὰ ἄγαν ὑπερέχοντα χαριζομένη· ἐὰν δὲ δυνατὸν ᾖ δεικνύναι ὅτι καὶ μείζω ἐστὶ τὰ φαῦλα, ὡς ἐπὶ τοῦ τὴν φιάλην ἐκ τοῦ ἡρῴου κλέψαντος, δύναται γὰρ καὶ ὁ κατήγορος βιαζόμενος εἰπεῖν, οἱ μὲν θεοὶ δύνανται δίκην παρὰ τῶν ἱεροσύλων λαβεῖν, οἱ δὲ ἥρωες τῆς τῶν δικαστῶν ἐπικουρίας δέονται, πειρασόμεθα δὲ καθόλου ἀπὸ τῶν ἴσων ἢ ἐλαττόνων μὲν, οὐ πολλὴν δὲ τὴν παραλλαγὴν ἐχόντων τὰς συστάσεις αὐτῶν ποιεῖσθαι· καὶ πρὸς τούτοις ἐπισημήνασθαι δεῖ, ὅπου ἄνισος ἡ ἀντεξέτασις δοκεῖ, ἵνα μὴ παρὰ τοῖς ἀκούουσιν ἀπίθανος ἡ σύγκρισις ὑπολειφθῇ· ὥσπερ ὁ Δημοσθένης τὰς Θεμιστοκλέους λέξεις οὔσας λαμπρὰς πρὸς τὰς Κόνωνος ἀντεξετάζων, καὶ βουλόμενος τὰς Κόνωνος μείζους ποιῆσαι διὰ τὸ πιθανὸν πρὸς τοὺς ἀκροωμένους ἐπεσημήνατο προκατειληφέναι τὴν Θεμιστοκλέους δόξαν· φημὶ τοίνυν ἐγὼ καὶ πρὸς Διὸς καὶ θεῶν μηδεὶς φθόνῳ τὸ μέλλον ἀκούσει· ἀλλὰ τἀληθὲς σκοπείτω· ὅσῳ τὸ φανερῶς τοῦ λάθρα κρεῖττόν ἐστιν, τοσούτῳ Κόνωνος τὰ τείχη τῶν Θεμιστοκλέους· ταῦτα δὲ ἢ ἐξ αὐτῶν τῶν ὑποκειμένων πραγμάτων ληψόμεθα ἢ ἐκ παραδειγμάτων, ἐὰν ἀπίθανα εἴη τὰ πράγματα, ὃ πεποίηκεν ὁ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου· φάσκων γὰρ μὴ ὕβριν εἶναι τὸ πεπραγμένον ἀλλὰ δημόσιον ἀδίκημα, ἰδὼν δὲ ὅτι ἀπίθανον ἔσται καὶ λίαν ἄτοπον τὴν εἰς αὐτὸν γεγενημένην ὕβριν, εἰ ἀντεξετάζει τοῖς δημοσίοις ἐγκλήμασι καὶ λόγου μείζονα εἶναι τοῦ προδοῦναι τὰς ναῦς τῆς πόλεως, ὄνομα μὲν ἔθετο τῷ ἐγκλήματι· ὅτι δημόσιον ἀπὸ τοῦ διαφόρου, ὅτι λειτουργοῦντα τῷ θεῷ καὶ χορηγὸν ὕβρισεν οὐκ ἰδιώτην· τὴν δὲ σύγκρισιν οὐκ ἔτι πρὸς τὰ δημόσια πεποίηται, πρὸς τὰ ὅμοια δὲ καὶ προσεχῆ· σφόδρα γὰρ αὐξητικὴ ἡ τοιαύτη ἐξέτασις, ὅτ’ ἂν τοὺς ὁμοίους μὲν κατὰ τὸ ὄνομα, ἐπὶ μικροτέροις δὲ ἐγκαλουμένους τιμωρίας τυχόντας ἀποδείξωμεν· καθόλου γὰρ τὰς συγκρίσεις ἀσφαλῶς ποιεῖσθαι χρὴ, μήτε πρὸς ἀπίθανον· μήτε πρὸς τὰ λίαν ἐλάττω, διὰ τὸ ἄδοξον, ἵνα μὴ εἰς εὐτέλειαν τὸ ἐξεταζόμενον καταστήσωμεν πρᾶγμα· ὃ φοβηθεὶς ὁ Δημοσθένης τὸ κατὰ Εὐαίωνα ηὔξησε πρῶτον ἐν τῷ πηλίκῳ λόγῳ· οὐδὲ γὰρ αὖ τοῦτο ἔνεστιν εἰπεῖν, ὡς οὐ γεγενημένου πώποτε οὐδενὸς ἐκ τῶν τοιούτων, νῦν αἴρω τὸ πρᾶγμα καὶ φοβερὸν ποιῶ.
4.529 ἔπειτα ἐπὶ τὸ πρός τι μετελθὼν ἐκ τῶν παραδειγμάτων, τῆς αὐξήσεως τὴν πίστιν παρέσχετο λέγων, ἴσασιν Εὐαίωνα πολλοὶ τὸν Λεωδάμαντος ἀδελφὸν ἀποκτείναντα Βοιωτὸν διὰ πληγὴν μίαν· οὐ γὰρ ἡ πληγὴ παρέστησε τὴν ὀργὴν, ἀλλ’ ἡ ἀτιμία· οὐδὲ τὸ τύπτεσθαι τοὺς ἐλευθέρους δεινὸν, καίπερ ὂν δεινὸν, ἀλλὰ τὸ ἐφ’ ὕβρει· εἶτα τὴν σύγκρισιν ἐπήγαγε· σκέψασθε δὲ πρὸς Διὸς καὶ θεῶν, ὅσῳ πλείονα ὀργὴν ἐμοὶ προσῆκε γενέσθαι, ἢ τότε ἐκείνῳ τῷ Εὐαίωνι τῷ τὸν Βοιωτὸν ἀποκτείναντι· καὶ σκόπει, πῶς ἀπὸ τῶν τόπων πάντων, οἷς ἐν τῇ πηλικότητι κεχρήμεθα, κατεσκεύασεν εἰπών· ὁ μὲν γὰρ ὑπὸ γνωρίμου καὶ τούτου μεθύοντος ἐναντίον ἓξ ἢ ἑπτὰ ἀνθρώπων ἐπλήγη καὶ τούτων γνωρίμων, καὶ εἰς οἰκίαν ἐλθὼν, οὐ δημοσίᾳ· ἐγὼ δὲ ὑπ’ ἐχθροῦ νήφοντος ἕωθεν ὕβρει καὶ οὐκ οἴνῳ· ἔτι δὲ τὸ ἕωθεν ἀπὸ τοῦ καιροῦ, καὶ πολλῶν ἐναντίον καὶ ξένων καὶ πολιτῶν ὑβριζόμην· καὶ ἐν ἱερῷ ἀπὸ τοῦ τόπου· ὅλως δὲ ὅτ’ ἂν ὑπάρχῃ τι βοηθοῦν ἀπὸ τῶν παραδειγμάτων, χρησόμεθα· εἰ δέ τι λυποῦν, ὁ μὲν ἀντίδικος ὡς βοηθοῦντι χρήσεται, ὅτι καὶ ἤδη γεγονότος τοιούτου τινὸς οὐ τηλικαύτης ὀργῆς ὁ ποιήσας ἠξίωται· ἡμᾶς δὲ λύειν καὶ ἀπολογεῖσθαι χρὴ, τὰς αἰτίας παρεχομένους, δι’ ἃς τὸ γεγονὸς οὐχ ὅμοιον τῷ ὑφ’ ἡμῶν ἐγκαλουμένῳ· καθάπερ ὁ Δημοσθένης ἐν τῷ αὐτῷ λόγῳ πεποίηκε τὰ περὶ τὸν πρόεδρον καὶ τὸν νομοθέτην· ἀνελὼν παράδειγμα διὰ τοῦ λέγειν· ἔτι τοίνυν οὐδὲ ὁμοίαν οὖσαν τούτῳ κἀκείνοις συγγνώμην εὑρήσετε πρῶτον μὲν γὰρ ὁ τὸν θεσμοθέτην πατάξας τρεῖς εἶχε προφάσεις, μέθην, ἄγνοιαν, ἔρωτα, διὰ τὸ σκότους καὶ νυκτὸς τὸ πρᾶγμα γενέσθαι· ἰστέον δὲ, ὅτι ἡ παρὰ τὸ ἐναντίον σύγκρισις ἐκ μόνης ἐστὶ τῆς τοῦ προσώπου ποιότητος· συμπλέκεται δὲ καὶ τοῦτο τοῖς ἀπὸ τοῦ ποσοῦ· οὐ γὰρ ἁπλῶς ζητοῦμεν τὸ ποσὸν, ἀλλὰ τὴν μὲν ἀρχὴν ἐκ τοῦ ποσοῦ λαμβάνομεν, τὰς δὲ παρ’ αὐτῶν κατασκευὰς ἐκ τῆς ποιότητος αὐτῶν ἐκφέρομεν· ἢ ἔλαττον ἢ ἴσον, ὅθεν καὶ ζητοῦσί τινες, ὅτι, εἰ ἀπὸ τοῦ ἴσου ἐστὶ τὸ πρός τι, τί διαφέρει τοῦ συλλογισμοῦ, ἐπειδὴ καὶ αὐτὸς εἰς τὸ ἴσον ἄγει· λέγομεν δὲ, ὅτι ὅτε εὑρίσκεται τὸ πρός τι ἀπὸ τοῦ ἴσου, σιωπῶμεν τὸν συλλογισμόν, εἰ μὴ ἄρα δυνάμεθα αὐτὸν μεθόδῳ τινὶ εἰσαγαγεῖν· δεῖ δὲ ἐν ταῖς συγκρίσεσιν καὶ σφοδρότητος καὶ ἀκμῆς τῷ λόγῳ, ὥσπερ καὶ ὁ Δημοσθένης ἐποίησε· πολλὰ γὰρ ποιήσειεν ὁ τύπτων, ὧν ἔνια ὁ παθὼν οὐδ’ ἂν ἀπαγγεῖλαι δύναται ἑτέρῳ, τῷ σχήματι, τῷ βλέμματι, τῇ φωνῇ· ὅτ’ ἂν ὡς ὑβρίζων, ὅτ’ ἂν κονδύλοις, ὅτ’ ἂν ὡς ἐχθρὸς ὤν· ὅτ’ ἂν ὡς ἐπὶ κόῤῥης· ταῦτα κινεῖ, ταῦτα ἐξίστησιν ἀνθρώπους ἀήθεις ὄντας τοῦ προπηλακίζεσθαι· ἰστέον δὲ, ὅτι ἐνίοτε ἐκλείπει τὸ πρός τι, ὡς ἐπὶ τοῦ τὸ κενοτάφιον ὀρύξαντος· οὐ γὰρ ἐγχωρεῖ λέγειν, ὅτι τοῦ συλῆσαι τὸν νεκρὸν χεῖρον τὸ ἀναχωρεῖν μηδὲν μετὰ τὴν διορυγὴν ὑφελόμενον· οὐδὲ ὁ πένης δύναται λέγειν, ὅτι μείζων τοῦ ἐκ τῶν πληγῶν αἰκισμοῦ ἡ τῶν χειρῶν ἐπανάτασις, καὶ ἐν τῷ κατὰ Μειδίου οὐκ εἰκὸς ὡς εἴπωμεν λέγειν, ὅτι μεῖζον τοῦ προδοῦναι ναῦς τὸ παρὸν ἀδίκημα· ὥσπερ οὖν ἐπὶ τῶν κατὰ αἴτησιν ὅρων συγκρίνομεν κατὰ τὰ εἰρημένα, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν κατὰ κρίσιν κατὰ τὰ ἐνδεχόμενα· πρὸς τούτοις τινές φασιν, ὅτι στοχαστικὸν ἄλλο κεφάλαιον εὑρίσκεται ἐνταῦθα ἐκ τοῦ πρός τι λαμβάνον τὴν ἀρχήν· ζητούντων γὰρ ἡμῶν, πότερον μεῖον τὸ πεῖσαι τύραννον ἢ φονεῦσαι, στοχαστικὸν ἐντεῦθεν ἐμπίπτει ζήτημα ἐκ τῆς τοῦ ἀντιλέγοντος μειώσεως· ἐλαττοῦν γὰρ βουλόμενος τὸ πεπραγμένον ἀποφαίνει, ὅτι καὶ αὖθις τυραννήσει· παρέχονται δὲ καὶ ἄλλο ζήτημα ὅμοιον.
4.531 Βυζάντιοι, φασὶν, ὑπὸ Φιλίππου πολιορκούμενοι, προὔθεσαν γέρας τοῖς τὴν πολιορκίαν λύουσιν, ἐξεστράτευσαν δι’ αὐτοὺς Ἀθηναῖοι, μαθὼν Φίλιππος ἀνεχώρησε, καὶ αἰτοῦσι τὸ γέρας Ἀθηναῖοι τὸ μὴ νενικῆσθαι τὸν Φίλιππον, ἀλλ’ ἑκουσίως ἀνακεχωρηκέναι· καιρὸν, φασὶν, ἔχουσι λέγειν, ὅτι ἀτελὴς ἡ χάρις· ἴσως γὰρ αὖθις καθ’ ἡμῶν ἐπιστρατεύσεται Φίλιππος· ἀλλὰ ταῦτα μὲν πιθανά· εἰδέναι δὲ χρὴ, ὅτι ἡ ἐργασία τοῦ πρός τι διὰ τῶν νοημάτων γίνεται· καὶ οὐκ ἔστιν ἄλλου κεφαλαίου προσθήκη, ἀλλὰ ἀπειρόκαλοί εἰσιν οἱ ταῦτα λέγοντες. Ἡ δὲ ἀντίθεσις ἐνταῦθα μὲν οὐκ ἐμπέπτωκεν, ἐπὶ δὲ ἄλλων εὑρίσκεται ζητημάτων πολλάκις· οἷον εὐνοῦχόν τις εὑρὼν ἐπὶ τῇ γυναικὶ ὡς μοιχὸν ἀπέκτεινε καὶ φόνου φεύγει· μετὰ γὰρ τὸ τίς ὁ μοιχὸς ζήτημα διὰ τῶν προειρημένων περανθὲν ἀντεγκαλεῖ ὡς ἀξίῳ παθεῖν ἃ πέπονθε· τούτῳ δὲ ἕπεται ἀναγκαίως ἡ μετάληψις, ἥ τις ἐστὶν, ὅτι κρίνειν ἔδει καὶ κατηγορεῖν· μεταλήψεως δὲ εὑρεθείσης, πάντως τις ἔσται καὶ ἀντίληψις, ὅτι ἐξῆν. Συριανο ῦ , Σωπάτρου καὶ Μαρκελλίνο υ. Ἐν τοῖς ὁρικοῖς προβλήμασιν ἔστ’ ὅτε ἐμπίπτουσιν ἀντιθέσεις, ἀντιθετικαί τε καὶ μεταληπτικαὶ, ὁριστικαί τε καὶ στοχαστικαί· λύονται δὲ αἱ μὲν ἀντιθετικαὶ μεταλήψει, αἱ δὲ μεταληπτικαὶ ἀντιλήψει, αἱ δὲ ὁρικαὶ ἀνθορισμῷ καὶ συλλογισμῷ· αἱ δὲ στοχαστικαὶ βουλήσει καὶ δυνάμει· οὐκ ἐν ἅπασι δὲ, ὡς ἔφαμεν, τοῖς ὁρικοῖς προβλήμασιν αἱ ἔξωθεν ἀντιθέσεις ἐμπίπτουσιν, ἀλλὸ τῶν ὅρων ἢ κατ’ ἐνέργειαν ὄντων ἢ κατὰ πρόσωπον, ἢ κατὰ τόπον· κατ’ ἐνέργειαν μὲν, ὡς ἐπὶ τοῦ τὰ ἰδιωτικὰ χρήματα ἐξ ἱεροῦ ὑφελομένου καὶ κρινομένου ἱεροσυλίας· κατὰ πρόσωπον δὲ, ὡς ἐπὶ τοῦ εὐνοῦχον ὡς μοιχὸν ἀνελόντος· κατὰ τόπον δὲ, ὡς ἐπὶ τοῦ τὸ κενοτάφιον διορύξαντος· ἐπὶ μόνων τῶν κατ’ ἐνέργειαν καὶ κατὰ πρόσωπον ὄντων ὁρικῶν προβλημάτων, ἔξωθεν κινοῦνται ἀντιθέσεις, ὥσπερ ἐπί τε τοῦ ἱεροσύλου συγγνωμονικὸν, ὡς ἔφαμεν, καὶ αὖθις ἐπὶ τοῦ εὐνούχου συγγνωμονικὸν, ἔρωτα μόνης ὄψεως αἰτιωμένου· καὶ ἐπὶ τοῦ συνεχῶς ἐπανατεινομένου πλουσίου ἀντιληπτικὴ, λέγοντος, ὡς ἔξεστιν ὅπως ἄν τις βούλοιτο κινεῖν τὼ χεῖρε, ἢ ὅτι φοβῆσαι βουλόμενος, ἵνα μὴ ὑπὲρ τοῦ δήμου λέγοντι καὶ πολιτευομένῳ καὶ τὰ βέλτιστα λέγοντι συνεχῶς ἐναντιῶται· παίειν δὲ συνεχῶς εἴργουσιν οἱ νόμοι· ἃς ὁ κατήγορος ἁπάσας λύσει μεταλήψει· λυτικὴ γὰρ πασῶν τῶν δικαιολογικῶν μετάληψις· ἀντιθέσεις μὲν καλεῖ τὰς ἀντιθετικὰς, τὴν ἀντίστασιν, τὴν μετάστασιν, τὸ ἀντέγκλημα, τὴν συγγνώμην· ἀεὶ δὲ, φησὶν, οὐκ ἐμπίπτει· πότε οὖν ἐμπίπτει φαμέν· τῶν ὅρων τῶν μὲν κατὰ κρίσιν ὄντων, τῶν δὲ κατὰ αἴτησιν, ἐν μόνοις τοῖς κατὰ κρίσιν ἐμπίπτει· ἐπειδὴ γὰρ ἴδιον ἀντιθέσεως τὸ τῷ ἀδικήματι φανερῶς ἀντιτιθέναι αἰτίαν εὔλογον, διὰ τοῦτο ἐν μὲν τῷ κατὰ κρίσιν ἔχει χώραν, ἐν δὲ τῷ κατὰ αἴτησιν οὔ· ἐπειδὴ εὐεργέτημα, οὐκ ἀδίκημα τὸ γενόμενον· ἄλλοι δὲ καιρὸν τῆς ἀντιθέσεως ἐν ὅρῳ τοῦτόν φασιν· οἱ ὅροι, οἱ μὲν ἐξ εὐθείας ἔχουσι τὴν ζήτησιν, οἷον ὡς ἐπὶ τοῦ ὀρύξαντος τὸ κενοτάφιον καὶ κρινομένου τυμβωρυχίας· ἐνταῦθα γὰρ ἐξ εὐθείας ἡ ζήτησις· κρίνεται γὰρ τυμβωρυχίας, καὶ τὸ ζήτημά ἐστιν, εἰ τυμβωρύχος· οἱ δ’ οὐκ ἐξ εὐθείας, ἀλλ’ ἐφ’ ἕτερα ἡ ζήτησις χωρεῖ, δι’ ὧν τὸ κρινόμενον καταλαμβάνεται· ὡς ἐπὶ τοῦ τὸν εὐνοῦχον ἀνελόντος καὶ κρινομένου φόνου· ἐνταῦθα γὰρ τὸ μὲν κρινόμενον ὁ φόνος ἐστί· ζητεῖται δὲ, εἰ μοιχὸς ὁ εὐνοῦχος· ὅθεν καὶ τὸ εἶναι ἀνδροφόνον· κατασκευάζεται τὸν ἀνελόντα τὸν εὐνοῦχον· ἐπὶ τούτῳ οὖν, ἐφ’ ὧν οὐκ ἔστιν ἐξ εὐθείας ἡ κρίσις, ἐμπίπτει ἡ ἀντίθεσις.
4.533 ἐφ’ ὧν καὶ τὰ τῆς τάξεως ἀντέστραπται· διὸ καὶ ὁ τεχνικὸς βουλόμενος ἡμᾶς τὸν καιρὸν τῆς ἀντιθέσεως διδάξαι, τὸν φιλόσοφον ἐάσας, ἐν ᾧ ἀπέλιπεν ἡ ἀντίθεσις, τίθησι τὸν εὐνοῦχον· ἐν τούτῳ γὰρ τῷ ζητήματι μετὰ τὴν τοῦ ὀνόματος ζήτησιν ἤδη τοῦ διώκοντος διὰ τῶν εἰρημένων κεφαλαίων ἔγκλημα κατασκευάσαντος ἐπὶ τὴν ἀντίθεσιν ὁ φεύγων ὁ τὸν εὐνοῦχον ἀποκτείνας ἐμπέπτωκεν· ἔστι δὲ ἡ ἀντίθεσις ἐνταῦθα ἀντεγκληματικὴ, ὅτι ἄξιος ἦν ὧν πέπονθεν ἐπιχειρήσας καταισχῦναι τὸν δυνατὸν αὐτῷ τρόπῳ· πρὸς ἣν ἀναγκαίως ὁ ὑπὲρ τοῦ εὐνούχου ἀπολογούμενος, τουτέστιν ὁ κατήγορος, μεταληπτικῶς ἀπαντήσεται λέγων, ὅτι κρίνειν ἔδει, οὐκ ἀποκτείνειν, πᾶσα μὲν γὰρ ἀντίθεσις μεταλήψει λύεται ἴδιον δὲ μεταλήψεως τὸ τὸν τρόπον τοῦ γενομένου μέμφεσθαι καὶ λέγειν, ὅτι οὐ τοῦτον τὸν τρόπον ἐχρῆν τιμωρεῖσθαι· οὐ φονεύειν ἐχρῆν, ἀλλὰ κρίνειν· μεταλήψεως γὰρ οὔσης ἀναγκαίως ἕπεται ἀντίληψις· μετάληψις γὰρ ἀντιλήψει λύεται, ἐναντίας οὔσης τῆς μεταλήψεως· ἐρεῖ τοίνυν ὁ φεύγων πρὸς τὴν μετάληψιν ἀγωνιζόμενος, ὅτι ἐξῆν μοι ἀναιρεῖν· καὶ ὁ νόμος ἐδίδου τὴν ἄδειαν· ἔχουσι δέ τι καὶ παράδοξον οἱ τοιοῦτοι ὅροι, ἐν οἷς προηγουμένως ἑτέρα γίνεται ζήτησις· ὁ γὰρ φεύγων ἐν τοῖς τοιούτοις κατήγορος γίνεται, καὶ ὁ φεύγων γίνεται διώκων, καὶ ὁ διώκων φεύγων· ὅθεν ὁ μὲν φεύγων τὰ πεπραγμένα προβάλλεται λέγων· εἰσῆλθεν εἰς τὴν οἰκίαν καὶ συγκατεκλίνετο τῷ γυναίῳ καὶ τὰς θεραπαινίδας διέφθειρεν· ταῦτα δὲ ἀληθὴς τῆς μοιχείας ἐστὶν ἔλεγχος· ὁ δὲ διώκων ὑπὲρ τοῦ εὐνούχου ἀπολογούμενος εἰκότως τὰ παρειμένα προβάλλεται, ὅτι οὐκ ἔστι μοιχός· πῶς γὰρ ἂν εὐνοῦχος μοιχεύσειεν, ὁ μὴ χρῆσθαι δυνάμενος, μηδὲ τὸ γένος ἀμφίβολον τῇ συνουσίᾳ ποιῶν; πρὸς ἃ τῷ συλλογισμῷ ὁ διώκων χρήσεται, μηδὲν διαφέρειν λέγων πρὸς τὸ εἶναι αὐτὸν μοιχὸν εἴτε δυνατὸς χρήσασθαι εἴτε μή· τὴν γὰρ προαίρεσιν ἐξετάζειν δεῖ· εἶτα ἡ γνώμη τοῦ νομοθέτου κοινή ἐστιν· ὁ μὲν γὰρ διώκων ἐρεῖ, ὅτι καὶ ὁ νομοθέτης μοιχὸν οἶδε τὸν τῇ προαιρέσει τὰ τῶν μοιχῶν ἐπιτηδεύοντα· ὁ δὲ φεύγων, ὅτι οὐκ οἶδεν ὁ νομοθέτης μοιχὸν, εἰ μὴ τὸν χρώμενον τελείως· εἶτα αὐξήσαντος αὐτοῦ τὸν φόνον διὰ τῆς πηλικότητος καὶ τοῦ πρός τι ὁ φεύγων ὑπὲρ τοῦ φόνου λύων τὴν αὔξησιν, εἰσάγει τὴν ἀντίθεσιν ἀντεγκληματικὴν, ἄξιον εἶναι λέγων αὐτὸν τῆς τοιαύτης τιμωρίας· λύει ὁ ἀντιλέγων τῇ μεταλήψει· ἔστι καὶ ἄλλο παράδειγμα τῆς αὐτῆς ὕλης· οἷον νόμος τὸν ἄπολιν μὴ ἀγωνίζεσθαι· μετὰ τὰ ἐν Σαλαμῖνι Ἀθηναῖος ἀνὴρ ἀπεγράψατο εἰς Ὀλύμπια καὶ κωλύεται· κἀνταῦθα γὰρ κατηγόρου τάξιν ἔχει ὁ κωλύων, διὸ αὐτὸς κέχρηται τοῖς πεπραγμένοις· οἷον ἔφυγες τὴν πόλιν, ἄπολις εἶ ὁ ἀθλητής· οὐκ εἰμὶ ἄπολις, οὐ γὰρ διωκόμενος ἔφυγον· ὁ ἀνθορισμὸς παρὰ τοῦ κωλύοντος, ὅτι πᾶς ὁ μὴ τὴν ἑαυτοῦ πόλιν οἰκῶν ἄπολις· ὁ φεύγων, οὐχὶ, ἀλλ’ ὁ πρὸς ἀνάγκην φυγαδευθείς· ὁ συλλογισμὸς ἐκ τοῦ αὐτοῦ· ὅτι οὐδὲν διαφέρει, εἴτε ἑκὼν εἴτε ἄκων κατέλιπες τὴν πόλιν· ἡ γνώμη τοῦ νομοθέτου κοινή· δύναται δέ τις βιαίως καὶ οὐκ ἀληθῶς χρώμενον τὸν κατήγορον δεῖξαι τοῖς πεπραγμένοις χρώμενος· τὸ μὲν γὰρ ζητούμενόν ἐστιν ὁ φόνος· οὗτος δὲ παρὰ τοῦ κρινομένου πέπρακται· ὁ δὲ φεύγων ἀντιτίθησι τὴν μοιχείαν τοῦτο δὲ τὸ τῆς μοιχείας ἔγκλημα ἀμφιβάλλεται· τὸ δὲ ἀμφιβαλλόμενον τρόπον τίνα ἐπέπρακτο· δῆλον οὖν, ὡς τῶν παρειμένων ἐστὶ καὶ σώζεται κἂν τούτοις ἡ τάξις· καὶ οὕτω μὲν ὁ τεχνικός· ζητητέον δὲ, διὰ ποίαν αἰτίαν, εἰ πᾶσα ἀντίθεσις μεταλήψει λύεται, ἐν τῷ κατὰ Μειδίου ὁ Δημοσθένης τάξας τὴν ἀντίθεσιν οὐκ ἐπήγαγε τὴν μετάληψιν, ἀλλ’ ὁρικῶς ἀπήντησεν· εἰπὼν γὰρ, τί λοιπὸν ἢ συγγνώμην αὐτῷ νεῖμαι δι’ ὀργὴν ἁμαρτήσαντι, ἐπήνεγκεν ὀργιζόμενος· τί ἴδιον ὀργιζομένου, καὶ τί ἴδιον ἐξεπίτηδες ὑβρίζοντος· εἰπὼν, ὅτι ὀργιζομένου μέν ἐστι τὸ παραυτίκα τι δεινὸν τὸν λελυπηκότα ποιεῖν· ὑβρίζοντος δὲ τὸ δι’ ἔχθραν καὶ ἐκ πολλοῦ χρόνου τοῦτο ποιεῖν· ἡ μὲν οὖν ἀντίθεσίς ἐστιν ἐκείνη ὀργῆς ἰδία, ἡ δὲ λύσις· ἀλλ’ ἢν μὲν ἄν τις ἄφνω τὸν λογισμὸν φθάσας ποιῆται, δι’ ὀργήν με ἔνι φησὶ πεποιηκέναι, οὐκοῦν οὐκ ἔστι κατὰ μετάληψιν· ἆρ’ οὖν ὁ τεχνικὸς ἐσφάλη λέγων, ὅτι πάντως καὶ ἀναγκαίως ἡ μετάληψις ἕπεται· λέγομεν, ὅτι οὐχ ἥμαρτεν ὁ τεχνικός· δύο γὰρ λέγει τρόπους τῆς μεταλήψεως, ἔνστασιν, ἀντιπαράστασιν· ὧν ἡ μὲν ἔνστασις βίαιόν τί ἐστι καὶ ἄντικρυς ἐχόμενον, ἡ δὲ ἀντιπαράστασις κατασκευάζει, ὅτι καὶ ἀληθὲς, ἀλλ’ οὐχ οὕτω προσῆκεν· ἔστιν οὖν κατὰ ἔνστασιν ἡ ὑπὸ Δημοσθένους ὁρικῶς εἰρημένη λύσις· τὴν τέχνην κἀνταῦθα ἐφύλαξε· τῇ γὰρ ἐνστάσει κέχρηται ὅλως ἐκβάλλων τὸ μὴ δι’ ὀργὴν αὐτὸν ἡμαρτηκέναι· οὐκ ἔστι δὲ ὁρικὸν, ὥς τινές φασιν· ἄτοπον γὰρ οὐδὲν, εἰ διττόν ἐστι τὸ τῆς μεταλήψεως, τῷ κατὰ ἔνστασιν χρήσασθαι τὸν ῥήτορα βίᾳ καὶ δυνάμει τῇ συνήθει χρώμενον· εἰ μὲν οὖν καὶ ἡμεῖς δυνησόμεθα τῇ βίᾳ χρήσασθαι, μιμησόμεθα τὸν ῥήτορα τῇ βίᾳ μόνῃ χρησάμενοι· εἰ δὲ μὴ, ἀντιπαράστασιν εἰσάξομεν· οἷον εὐνοῦχόν τις εὑρών· τοῦτο τὸ παράδειγμά τινες ἀντιλήψεως εἰρήκασι, λέγοντες, ὅτι ἔφη ὡς μοιχὸν ἀνελεῖν· ἀλλὰ φαμὲν, ὡς ἐν τῇ ἀντιλήψει ὁμολογούμενον καὶ τέλειον εἶναι δεῖ τὸ ἀδίκημα· ἐνταῦθα δὲ ἀτελὲς καὶ οὐδαμῶς ὁμολογούμενον· ἄλλοι ἀντέγκλημά φασιν αὐτὸ, ἐγκαλέσει γὰρ ὡς ἦν τοῦτο παθεῖν, οὐδὲ οὗτοι καλῶς· τὸ γὰρ ἀντέγκλημα ὡρισμένην ἔχει τὴν τιμωρίαν ἐκ τῆς τοῦ δράσαντος προαιρέσεως· τοῦτο ἐκ τοῦ νόμου ἔχει τὸ ἐπιτίμιον· διὸ καὶ πρὸς τῇ ἀντιλήψει μᾶλλον εἶναι δεῖ.
4.536 Ἡ ποιότης δὲ ἀπὸ τῶν παρακολουθούντων τῷ προσώπῳ λαμβάνεται· κἂν μὲν ᾖ ὡρισμένον τὸ πρόσωπον, ἀπὸ πάντων δηλαδὴ τῶν ἐγκωμιαστικῶν· εἰ δὲ ἄλλως ἀόριστον, εἰ μὲν τῶν κρινομένων εἴη, οἷον πατὴρ εἴ τι τῶν προειρημένων ἐν τοῖς περὶ προσώπων, τὰ παρακολουθοῦντα σκεψάμενοι λέξομεν· εἰ δὲ ἀόριστον πάντῃ, ἀπὸ τοῦ νῦν πεπραγμένου στοχαστικῶς ἐξετάσομεν· τίς ἦν τὸν παρελθόντα χρόνον· καὶ τίς ἔσται μετὰ ταῦτα, εἰ ἀφεθείη, εἴθ’ ἁλοίη· ἐπ’ ἀμφοῖν γὰρ τὴν ποιότητα ἐξετάζει. Συριανο ῦ , Σωπάτρου καὶ Μαρκελλίνο υ. Οὐ μόνον ἐν τοῖς ἐπιλόγοις παραλαμβάνεται ἡ ποιότης, εἰ καὶ ἐπιλογικὴ, ἀλλὰ πανταχοῦ τοῦ λόγου· οὐ γὰρ μικρὸν εἰς ἀπόδειξιν τοῦ ὑποκειμένου συλλαμβάνεται· ἐζήτηται δὲ ὑπὸ τῆς ποιότητος· Μινουκιανὸς μὲν τῶν ἐπ’ αὐτὴν ἀποφαινόμενος, ἵνα, φησὶν, διχῶς ἐξετάζηται ἡ ποιότης ἐν ἐπιλόγοις τε καὶ κοινῇ, νῦν μὲν ἰδίᾳ, ὕστερον δὲ κοινῇ. Μητροφάνης δὲ ἄμεινον κεφαλὴν αὐτῆς εἶναι καὶ τῶν ἀγώνων μέρος τὸ χρησιμώτατον· τοῦ ὅρου ἐκ πεπραγμένου καὶ λείποντος ὄντος, διὰ μὲν τῶν πρώτων κεφαλαίων τῶν ἀγωνιστικῶν συνεισάγομεν εἰς ταὐτὸν τὰ πεπραγμένα τοῖς παρειμένοις· διὰ δὲ τῶν ἑξῆς αὔξομεν ἢ μειοῦμεν τὰ παρειμένα· ἔτι δὲ λειπούσης ἡμῖν εἰς ἔλεγχον τῆς τοῦ κρινομένου ποιότητος, εἰκότως πρὸς ἀναπλήρωσιν τῆς ὅλης ἀποδείξεως παραλαμβάνεται ἡ ποιότης αὕτη, φυλαττομένης τῆς κοινῆς ποιότητος τοῖς ἐπιλόγοις· βέλτιον δὲ, ὅτι μεταξὺ ἀγώνων καὶ ἐπιλόγων ἐστὶν ἡ ποιότης αὕτη· πιστουμένη μὲν τὰς τῶν πραγμάτων δείξεις διὰ τοῦ φανέντος βίου, ὁδὸς δὲ τῇ κοινῇ ποιότητι ἤτοι τοῖς ἐπιλόγοις γινομένη· ὅτ’ ἂν γὰρ τοῦ αἰτοῦντος τὴν δωρεὰν τὸ ἦθος ἐπιδείκνυμεν, καὶ ὅτ’ ἂν ἀποφήνωμεν πολλὰ καὶ ἄλλα τῷ παρόντι πράγματι παραπλήσια βεβουλευμένον καὶ διαπραξάμενον, ῥᾷον καὶ περὶ τοῦ παρόντος πεῖσαι δυνάμεθα· καὶ τοὐναντίον, εἰ ὁ πρὸς τὴν δωρεὰν ἐνιστάμενος ἀποδεῖξαι δύναιτο μηδὲν τοιοῦτον πρότερον μήτε βουλευσάμενον μήτε πράξαντα, ἔσται πιθανώτερος καὶ τὸ παρὸν διασύρειν ἐπιχειρῶν· καὶ πάλιν ἐπὶ τῶν κατὰ κρίσιν· ὅτ’ ἂν ἐξετάζωμεν τοῦ ἱεροσύλου τὸν βίον, καὶ τῶν ἤδη γεγενημένων αὐτῷ πολλὰ παραπλήσια πεπραγμένα ἐπιδεικνύειν ἔχωμεν, καὶ ἀπὸ τῆς ἡλικίας πολλὰ καὶ δεινὰ τετολμηκὼς φαίνοιτο, οὐδεὶς ὡς ἰδιωτικὰ κλέψαντος ἀνέξεται· ἐκ γὰρ τῶν ἐναντίων σύστασιν ἂν λάβοι, ὅτ’ ἂν μηδὲν αὐτῷ φαῦλον πεπραγμένον ἔχωμεν ἐπιδεικνύναι· κἀκεῖνο δὲ συστήσομεν τὸ ἀτελὲς ἐπὶ τῶν κατὰ αἴτησιν ἀπὸ τοῦ προάγοντος βίου· ὥσπερ ἐπὶ τοῦ φιλοσόφου, ὅταν πολλὰς καὶ ἀγαθὰς προσούσας αὐτῷ πράξεις λέγωμεν καὶ τὴν προαίρεσιν ἐξετάζωμεν τοῦ βίου, ὅτι ἐγκρατῶς ἀεὶ καὶ κοσμίως ἐβίω· καὶ οὐ μόνον τοῦ παρόντος ἕνεκα ἄξιος τοῦ γέρως, ἀλλὰ καὶ ἄλλων πολλῶν· ἐξετάζεται δὲ ἡ ποιότης κατὰ τοὺς τρεῖς χρόνους, τὸν παρεληλυθότα καὶ ἐνεστῶτα καὶ μέλλοντα· ἐξετάζεται γὰρ, τίς ὁ πρὸ τούτου βίος αὐτοῦ· ὁ δὲ ἐνεστὼς τὰ παρόντα καὶ κρινόμενα ἔχει· ὁ δὲ μέλλων ἀπὸ τούτων στοχαστικῶς εἰσάγεται· γίνεται δὲ, φησὶν, ἀπὸ τῶν παρακολουθούντων τῷ προσώπῳ· ἔστι δὲ τὰ ἐγκωμιαστικὰ κεφάλαια, τὸ γένος, ἡ ἀγωγὴ, τὰ ἐπιτηδεύματα, αἱ πράξεις· κἂν μὲν ᾖ ὡρισμένον τὸ πρόσωπον, ἂν, φησὶν, ᾖ κύριον τὸ πρόσωπον, οὗ ἡ ποιότης ὥρισται ἐν ταῖς ἱστορίαις, τὰς κατασκευὰς καὶ ἀφορμὰς ληψόμεθα ἀπὸ πάντων τῶν ἐγκωμιαστικῶν, κατὰ τὸ ἐνδεχόμενον ἐπὶ τοῦ προκειμένου προσώπου.
4.538 εἰ δὲ ἄλλως ἀόριστο ν, οὐ γὰρ φύσει τὰ τοιαῦτα ἀόριστα, ἀλλὰ τρόπῳ τινὶ ὡς πρὸς τὸ κύριον· οὗ τὴν ποιότητα ἰδίαν ὡρισμένην ἔχομεν ἐν ταῖς ἱστορίαις. κρινομένων δὲ λέγει τῶν ἐξέτασιν ἐπιδεχομένων· εἰ δὲ ἀόριστον πάντ ῃ. ἀόριστα καλεῖ τὰ ποιότητος ἀμοιροῦντα· ἀναληπτέον δὲ τὸν λόγον· εἰ μὲν οὖν κύρια, φησὶν, εἴη καὶ τῶν ὡρισμένων, ἀπὸ γένους καὶ τῶν ἄλλων ἐγκωμιαστικῶν, κατασκευάζομεν τὴν ποιότητα, οἷον ἐπὶ γένους. ὅτι οὐ χρὴ διὰ γένος αὐτὸν σώζεσθαι, οὐδὲ γὰρ χρηστὸν τὸ γένος· εἰ δὲ τῶν εὐπατριδῶν τις ἦν, οὐδ’ οὕτω συγχωρεῖν ἔδει οὕτω τῇ τοῦ γένους λαμπρότητι χαριζομένους, ἀλλὰ τοὐναντίον μειζόνως κολάζειν, ὅτι ἐκ τοιούτων γεγονὼς καὶ τοιαῦτα ἔχων τὰ παραδείγματα ἑαυτὸν καὶ τὸ γένος κατῄσχυνεν, ὥσπερ ὁ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου πεποίηκεν, ἐν ᾧ λέγει γένους ἕνεκα νὴ Δία; καὶ τίς οὐκ οἶδε τὰς ἀποῤῥήτους αὐτοῦ γονάς; καὶ ἐκ παραδείγματος κατεσκεύασεν ἐπαγαγών· λέγεται τοίνυν ποτὲ κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν Ἀλκιβιάδην γενέσθαι· ᾧ σκέψασθε τίνων εὐεργεσιῶν ὑπαρχουσῶν καὶ οἵων δὴ τότε πρὸς τὸν δῆμον, πῶς ἐχρήσαντο ὑμῶν οἱ πρόγονοι, ἐπειδὴ βδελυρὸς καὶ ὑβριστὴς ᾤετο δεῖν εἶναι καὶ οὐκ ἀπεικάσαι Μειδίαν Ἀλκιβιάδῃ βουλόμενος, τούτου μέμνηται τοῦ λόγου· οὐχ οὕτως εἰμὶ ἄφρων οὐδ’ ἀπόπληκτος, ἄλλ’ ἵν’ εἰδῆτε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐδέν ἐστιν, οὐ γένος, οὐ πλοῦτος, οὐ δύναμις, ὃ τοῖς πολλοῖς ὑμῶν, ἂν ὕβρις προσῇ, προσήκει φέρειν· δεῖ δὲ ἐπὶ τῶν κυρίων τὴν ἐξέτασιν ποιοῦντας, μὴ ἀπὸ τοῦ γένους, ὅπερ ἐστὶν ἐπὶ τῶν ἀληθῶς ἐγκωμίων, ἀλλ’ ἀπὸ τῶν πράξεων ἄρχεσθαι, ὅ ἐστι πρόσφορον τῷ ὑποκειμένῳ ἐγκλήματι· ὅτ’ ἂν διὰ τῶν πράξεων ἀποδείξωμεν, ὅτι ἀκόλουθά ἐστι ταῦτα ἐκείνοις, τότε χώραν ἕξει καὶ ἡ περὶ τὸ γένος ζήτησις· καὶ μετὰ τὸ γένος πάλιν ἐπὶ τὰς πράξεις ἥξομεν· τὰς μὲν χρηστὰς, εἴ τινες καὶ ὑπεῖεν, ἀποσιωπῶντες ἢ διαβάλλοντες, ὡς τὴν τῆς τριηραρχίας ἐπίδοσιν Μειδίου Δημοσθένης ἔδρασεν, τὰς δὲ φαύλας ἐπεξεργαζόμενοι· οὕτω μὲν οὖν χρηστέον κατηγοροῦντας, τοὐναντίον δὲ ἐγκωμιάζοντας.
4.539 Εἰ δὲ ἄλλως ἀόριστο ν· τουτέστιν, εἰ δὲ μὴ εἴη κύριον, σκεπτέον πάλιν, εἰ τῶν κρινομένων ἐστὶν ἢ οὔ· κἂν μὲν εἴη τῶν κρινομένων· ὡς τὸ πατὴρ ἢ δοῦλος ἤ τι τῶν ἄλλων, διὰ τῆς παρ’ αὐτοῖς καθολικῆς ποιότητος ἐξετασθήσεται, τῇ οἰκείᾳ ποιότητι ἕκαστον· εἰ μὲν εἴη πατὴρ, ἔχει τὴν ἔμφυτον τῶν προπατόρων χρηστότητα, οἷον ὅτι φιλόστοργοι, ὅτι χρηστοὶ, ὅτι σώφρονες· εἰ δὲ νέος πλούσιος, τὴν τῆς ἡλικίας ἀφροσύνην μετὰ τῆς τοῦ πλούτου τρυφῆς· εἰ δὲ στρατηγὸς, τὸν ἀπὸ τῆς ἀρχῆς ὄγκον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ἐκ τῶν προσώπων· πρὸς τὸ οἰκεῖον κατασκευάσομεν τὴν ποιότητα· εἰ δὲ πάντῃ ἀόριστον τὸ πρόσωπον εἴη καὶ μὴ ἔχον ποιότητα, ἐφεῦρε καὶ τούτῳ τινὰ εὐπορίαν ἡ τέχνη· ἐκλειπούσης γὰρ πάντῃ τῆς ποιότητος διὰ τὸ εἶναι ἀόριστον, εὗρέ τινα μέθοδον ὁ τεχνικὸς, δι’ ἧς χρήσασθαι τῷ κεφαλαίῳ δυνησόμεθα· ἀπὸ γὰρ τοῦ πεπραγμένου ἦθος ἀναπλάττειν δεῖ τῷ πράγματι, ὡς ἐπὶ τοῦ τὸ κενοτάφιον διορύξαντος· ἐν τούτῳ τὸ μὲν πρόσωπον ἄποιον, ἀόριστον γάρ· ἀπὸ δὲ τοῦ πραχθέντος ῥᾴδιον ἦθος περιθεῖναι τῷ προσώπῳ· ὁ γὰρ ἐλπίδι κέρδους διορύξας κενοτάφιον, παντὸς μὲν ἥττων ὁ τοιοῦτος, ὀλίγον δὲ τῶν ἄλλων φροντίζων, θρασὺς, ἀσεβὴς, μηδὲ αὐτῶν τῶν κατοιχομένων λόγον ποιούμενος· στοχαστικὴ ἡ τοιαύτη κατασκευὴ, τὸ ἐκ τῶν πεπραγμένων τὰ μὴ πεπραγμένα ἐλέγχειν· οὐ μόνον δὲ τὰ παρελθόντα, ἀλλὰ καὶ τὰ μέλλοντα κατασκευάσομεν ἐκ τοῦ πεπραγμένου· οὐ μόνον γὰρ διέξιμεν, τίς ἦν ἐπὶ τοῦ παρελθόντος, ἀλλὰ καὶ τίς εἰς τὸν μέλλοντα χρόνον ἔσται ἁλοὺς ἢ ἀφεθεὶς, ὅτι ἁλοὺς μὲν σωφρονέστερος ἢ μετριώτερος, ἀφεθεὶς δὲ θρασύτερος καὶ χαλεπώτερος, ὡς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου, ἔνθα λέγει, ὅτι εἰ θέλετε μαθεῖν, ὁποῖος ἔσται ἀποφυγὼν, σκέψασθε ἐκ τῶν μετὰ τὴν χειροτονίαν χρόνων.
4.540 ἰστέον δὲ, ὡς διπλῆ τίς ἐστιν ἡ ποιότης, ἡ μὲν τοῦ προσώπου ἰδία, περὶ ἧς εἰρήκαμεν, ἡ δὲ κοινὴ παντελῶς καὶ ἐπιλογικὴ, ἐν ᾗ οἱ ἐπίλογοι τάττονται. Ἡ γνώμη ὡσαύτως ἐπ’ ἀμφοῖν ἐξετασθήσεται, ποίᾳ γνώμῃ τόδε τι ἔπραξεν· καὶ ποίᾳ γνώμῃ κατηγορεῖ ἢ ἀντιλέγει καὶ τὰ ὅμοια. Συριανο ῦ. Μετὰ ταῦτα γνώμης αἴτησις ἐμπίπτει, παρὰ τοῦ κατηγόρου μὲν κινουμένη, λυομένη δὲ ὑπὸ τοῦ φεύγοντος χρώματι.
4.541 οἷον ἐπὶ τοῦ ἱεροσύλου τοῦ ὑφελομένου ἰδιωτικὰ χρήματα ἐξ ἱεροῦ· ἀλλ’ εἴπερ μὴ ἱεροσυλεῖν ἐβούλου, τίνος ἕνεκεν οὐ πρὸς ἰδιώτου παρελθὼν οἰκίαν ἐλῄστευσας; Ὁ τοίνυν φεύγων πρὸς τὴν αἴτησιν τῆς γνώμης κινήσει χρῶμα συγγνωμονικὸν, ὡς λαθεῖν ἤλπιζον μᾶλλον ἐξ ἱεροῦ χρήματα λαμβάνων· οἱ γὰρ φύλακες ἐν ἑορταῖς ἀεὶ καὶ μέθαις ὄντες ἀπερίοπτοι τῶν φυλαττομένων εἰσί· τὰ δὲ οἴκοι κείμενα φυλάκων καὶ προφυλάκων ἀξιοῦται παμπόλλων· κινήσει δὲ καὶ ὁ φιλόσοφος γνώμην· εἴρηται γὰρ ἐν ταῖς αἰτήσεσι τῶν δώρων, ὁ πρῶτος λέγων καὶ κατηγόρου τάξιν ἐπέχει, ὁ δὲ ἀντιλέγων τοῦ φεύγοντος· ὁ τοίνυν φιλόσοφος κινήσει τοιάνδε γνώμην· ἀλλ’ εἴπερ μὴ καθελεῖν ἔσπευδον τὴν τυραννίδα, τίνος ἕνεκεν ἐμαυτοῦ περιφρονήσας ἐπὶ τὴν ἀκρόπολιν ἐχώρουν καὶ λόγοις ἐλαύνειν τὸν τύραννον ἐπειρώμην, ὃν ὁπλιτῶν φάλαγγες τόσαι καὶ τόσαι μέχρι καὶ σήμερον ἔδρασαν οὐδὲ ἕν· ὁ δὲ ἀντιλέγων πρὸς ταῦτα κινήσει χρῶμα κατὰ διάνοιαν τοιάνδε· ἀλλ’ ἤδη σαθρὰν ἐγνωκὼς εἶναι τὴν τυραννίδα πείθειν τετόλμηκας ἄνθρωπον αἱρετωτέραν ἤδη τῆς ἄκρας ἡγούμενον τὴν φυγήν. ἰστέον δὲ, ὡς τινὰ μὲν τοῖς ὁρικοῖς ζητήμασι χρωμάτων ῥᾴδιόν ἐστιν εὑρεῖν, τινὰ δὲ, ἅπερ καὶ ἄπορα χρώματα καλοῦσιν οἱ τεχνικοὶ, ὡς ἐπὶ τοῦ τὸ κενοτάφιον διορύξαντος ἐπί τε τοῦ εὐνούχου τοῦ κρινομένου μοιχείας· ὅταν οὖν δυσχερὲς ᾖ χρῶμα εὑρεῖν τῷ φεύγοντι καὶ ἄπορον ᾖ πρὸς τὴν αἴτησιν τῆς γνώμης ἀποκρίνεσθαι, τοιῷδε λογισμῷ κεχρῆσθαι προσήκει· καὶ βιαιότερον προσάγειν τὸ χρῶμα κατὰ διάνοιαν, ὡς δίκαιόν ἐστι πρὸς τὴν τῶν πραγμάτων ἑκάστοτε φύσιν ἀποβλέπειν· καὶ τὰ ὀνόματα σαφῶς ἐξετάζειν, ἐπὶ τίσιν ὁ νομοθέτης ταῦτα διώρισεν· πρόδηλον γὰρ, ὡς τυμβωρύχους μὲν ἀναγορεύει τοὺς κέρδους ἕνεκα τὰς τῶν κειμένων διορύττοντας θήκας, καὶ ταύτας ἐσθῆτος ἢ χρυσίου γυμνὰς ἀποδείξαντας· ἐγὼ δὲ οὐδὲν ὁτιοῦν εἰληφὼς ἐκ τοῦ τάφου πεφώραμαι· πάλιν ὁ νομοθέτης μοιχοὺς ἀποκαλεῖ τοὺς τῶν γυναικῶν σωφροσύνην διαφθείραντας καὶ παῖδας, ἐξ ὧν ἥκιστα θέμις, ποιουμένους, οὐχὶ τοὺς σπείρειν ἀδυνατοῦντας καὶ τοῖν γενοῖν ἑκατέρου διὰ δυσδαιμονίαν τὴν φύσιν ἀρνησαμένους· τίς γὰρ ἂν τῶν ἀδυνάτων ἐρῴη; τίς δ’ ἂν ἀδικεῖν μὴ δυνάμενος τὰς τῶν πλημμελούντων ἀγαπῴη προσηγορίας; Σωπάτρου καὶ Μαρκελλίνο υ.
4.542 Γνώμην ἐνταῦθα καλεῖ τὴν τοῦ πεπραγμένου αἰτίαν· τίνος ἕνεκα καὶ διὰ τί ἔπραξε, καὶ ζητήσει αἰτίαν εὐπρόσωπον· λαμβάνεται δὲ ἡ μὲν αἰτία τῇ γνώμῃ, καὶ τρόπον τινὰ συμπλέκεται. δεῖ δὲ, ὡς εἰρήκαμεν, καὶ παραδείγμασι χρῆσθαι. ὥσπερ δὲ ἐν τῇ ποιότητι εἰρήκαμεν, ὅτι μεταξὺ ἀγώνων ἐστὶ καὶ ἐπιλόγων, οὕτω καὶ ἐπὶ τῆς γνώμης εὑρίσκεται· τὰς γὰρ ἐπαινουμένας τῶν πράξεων αὐτὰς καθ’ ἑαυτὰς διαβαλεῖν οὐ δυνάμενοι ἐκ τῆς αἰτίας καὶ τῆς τοῦ δράσαντος γνώμης τοῦτο ποιοῦμεν λέγοντες, ποίᾳ γνώμῃ τοῦτο πεποίηκεν· ὥσπερ ὁ Δημοσθένης κατὰ Μειδίου ἐν τῇ ἐπιδόσει τῆς τριήρους ἐποίησε λέγων· τίνος χάριν ἐπιδέδωκεν; οὐ μόνον δὲ ἐπὶ τοῦ φεύγοντος τὴν αἰτίαν τοῦ πεπραγμένου ζητήσομεν, ἀλλὰ καὶ ἐπὶ τοῦ κατηγόρου τίνος ἕνεκα κατηγορεῖ· ὡς Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου δεδήλωκεν, τίνος ἕνεκα προείλετο κατηγορεῖν· ἀνατρέψας γὰρ τὰς αἰτίας, δι’ ἃς ἀντισυκοφαντεῖν εἵλετο, βούλεται καταλιπεῖν μόνον αἰτίαν τὸ δίκαιον, ὅτι μετὰ τοῦτο μόνον τὴν κατηγορίαν πεποίηται· ἔστι δὲ μάλιστα τὸ μέρος τοῦτο τοῦ λόγου ἐλεγκτικώτατον, καὶ εἰς ἀπορίαν ἱκανὸν ἐμβαλεῖν τοὺς φεύγοντας· καθίστησι γὰρ εἰς ἐρώτησιν καὶ ἐξέτασιν, ποίᾳ γνώμῃ ὁ ἐγκαλούμενος τὸ ἐγκαλούμενον πέπραχεν· οἷον ποίᾳ γνώμῃ ὁ κρινόμενος τυμβωρυχίας ἐπὶ τὸ κενοτάφιον ἦλθεν, καὶ ὁ κρινόμενος ἱεροσυλίας ἐπὶ τὸ ἱερόν.
4.543 Ὅρα πῶς εἰς ἄφυκτον καθίστησι τὸν λόγον, ὥστε ἀναγκάζεσθαι μὲν ὁμολογεῖν, τῆς δὲ ἥττονος ἀξιοῦν τιμωρίας τυχεῖν, ἐν πᾶσι γὰρ τοῖς προάγουσι κεφαλαίοις διαγωνισάμενοι καὶ δόξαντες ἁμιλλᾶσθαι πρὸς τὸν κατήγορον περὶ τοῦ ἐγκλήματος ἐν τούτῳ πάντως ἀποκλείονται τοῦ τοιούτου· ἐξετασθήσεται δὲ καὶ κατὰ τοῦ κατηγόρου ἡ γνώμη, ὅταν εὑρίσκωμεν διαβολήν τινα κατ’ αὐτοῦ, τίνι γνώμῃ ἐπὶ τὴν κατηγορίαν ἀπήντησεν, καὶ πάλιν ἐπὶ τοῦ φιλοσόφου, ὅτ’ ἂν ὁ ἐνιστάμενος διαβάλλῃ λέγων, ὅτι οὐκ εὐνοίᾳ οὐδὲ τῇ χάριτι περὶ τὴν πόλιν ἐπὶ τὸ πεῖσαι τὸν τύραννον ἦλθεν, οὐδὲ καθελεῖν θέλων τὸν τύραννον· ἀλλὰ συσκιάσαι βουλόμενος τοῦτο ἐποίησεν, ἐπειδήπερ ἐν ἀσθενείᾳ λοιπὸν ἦν τὰ τῆς τυραννίδος.
4.544 καὶ ἐπὶ πάντων δὲ τῶν ζητημάτων ὁμοίως διερευνήσομεν ἑκατέρωθεν τὰς γνώμας, ἔνθα ἂν ἐγχωρῇ, καὶ ταῖς τοιαύταις ἐξετάσομεν μεθόδοις. πολλαχῶς δὲ ἐν τῷ ἔργῳ παραλαμβάνεται ἡ τῆς γνώμης ἐξέτασις· ἀλλ’ ἐν μὲν τοῖς ἄλλοις μέρεσι μερικῶς καὶ εἰς ἑτέρων κατασκευὰς εἰσάγεται, ἐνταῦθα δὲ προηγουμένως καθ’ ἑαυτὴν, οἰκεῖος γὰρ αὐτῆς ὁ τόπος. Ἡ μέντοι κοινὴ ποιότης συμπεπλεγμένως ἐνταῦθα τῇ ποιότητι τοῦ προσώπου καὶ τῇ γνώμῃ ἐξετασθήσεται. Σωπάτρου καὶ Μαρκελλίνο υ. Ἐνταῦθα κοινὴν ποιότητα δηλοῖ τοὺς ἐπιλόγους, τὸ δὲ ἐνταῦθα ἀντὶ τοῦ ἐν τῷ ὅρῳ· ἤδη δὲ ἡμᾶς ὁ τεχνικὸς ἐδίδαξεν ἐν τῷ στοχασμῷ, τί ἐστιν ἡ κοινὴ ποιότης· κοινὴ γὰρ ποιότης ἐστὶν ἡ καθόλου δηλονότι παντὸς κοινοῦ προσώπου διαβολὴ, ὡς ἐν τῷ κοινῷ τόπῳ κατὰ παντὸς ῥήτορος ἢ κατὰ παντὸς στρατηγοῦ, ἢ μοιχοῦ, ἢ τυράννου, ἢ ὅ τι ἂν ᾖ τὸ προκείμενον καὶ ἐμπίπτον· συμπλέκεται δὲ, φησὶν, ἡ κοινὴ ποιότης τῇ ποιότητι τοῦ ὑποκειμένου προσώπου· διπλῆ γάρ ἐστιν, ὡς εἴπομεν, ποιότης, ἡ μὲν ἰδία τοῦ κρινομένου προσώπου, ἡ δὲ καθολική· ἀλλ’ ἡ μὲν κεφαλαίου χώραν ἐπέχει, ἡ δέ ἐστιν ἐπιλογική· σφόδρα δὲ ἀναγκαία ἡ διαβολὴ καὶ ἡ ἰδία ποιότης τοῦ προσώπου ἐν ὅρῳ διὰ τὸ ἀτελὲς εἶναι ἐν αὐτῷ τὸ πεπραγμένον· ληψόμεθα δὲ τὴν διαβολὴν καὶ τὸν ἔπαινον ἀπὸ τῆς ποιότητος τοῦ ὑποκειμένου προσώπου ἢ καὶ τῆς πράξεως· οἷον τὸν ἱερόσυλον κρινόμενον διαβαλοῦμεν καὶ ἀπὸ τοῦ ἄλλου βίου· λέξομεν γὰρ, ὅτι ἐξ ἀρχῆς τοιοῦτος ἦν τολμηρός· πάλιν ἐπὶ τοῦ φιλοσόφου τὸ ἐναντίον, ὅτι κοσμίως ἐξ ἀρχῆς καὶ ἀνδρείως ἐβίωσεν· ἀναγκαιότατον δὲ τὸ τῆς κοινῆς ποιότητος· πρὸς γὰρ οὕτως ἰσχυρὸν κεφάλαιον τὸ προηγησάμενον ὁ φεύγων οὐδὲν ἕξει ἀντιθεῖναι, εἰ μὴ ἄρα τι ὑπόθεσις διδοίη, πλὴν ἔλεον καὶ τὰ συγγνωμονικὰ καὶ οἶκτον, οἷς χρήσεται συστῆσαι δυνάμενος τὴν ἑαυτοῦ γνώμην· ταῦτα δέ ἐστιν ἡ κοινὴ ποιότης, τουτέστιν οἱ ἐπίλογοι, οἷς καὶ τὰ τελικὰ ἐν ταῖς ἐκβάσεσι μάλιστα συνῆπται κεφάλαια· ἔστι δὲ, ὡς ἐμάθομεν, τὸ νόμιμον, τὸ δίκαιον, τὸ συμφέρον, τὸ καλὸν, τὸ ἔνδοξον, ἀφ’ ἑκατέρου μέρους· κοινοὺς γὰρ ἔφαμεν εἶναι τοὺς ἐπιλόγους, οὓς ὅπως ἐξεταστέον, ἐν στοχασμῷ δεδηλώκαμεν· ἐνταῦθα δὲ κἀκεῖνο προςθετέον, ὅτι καὶ ἐν τοῖς ἐπιλόγοις τὰ παραδείγματα πλείστην ἰσχὺν ἔχει, ὅτ’ ἂν ἔχωμεν ὁμοίου γεγενημένου τινὸς τῷ νῦν ἐγκαλουμένῳ ἢ συγγνώμης δεῖξαι τυχόντα τὸν ἐγκληθέντα, ἢ φιλανθρώπως διατεθέντας τοὺς δικάσοντας, ἢ πάλιν ἐκ τῶν ἐναντίων ἐπὶ μικροτέρων ἐγκλημάτων μείζω τιμωρίαν εἰςπραξαμένους· ἐκ τῶν τοιούτων γὰρ συνιστάναι τοὺς ἐπιλόγους χρή· πάλιν δ’ αὖ δεῖ ἐλέγχειν τὰ παραδείγματα, ταῖς ἰδιότησιν ἑκάστου τὸ ἴδιον ἐπισκοπούμενον ἐν ταῖς γενικαῖς κοινωνίαις· τὸ μὲν γὰρ ἱκανὸν συναρπάσαι, λέγω δὴ ἡ γενικὴ κοινωνία, τὸ δ’ ἱκανὸν συνδιελέγξαι, τὸ δικάσαι τὴν ἑκάστου ἰδιότητα, ποῖον μὲν τὸ προκείμενον, ποῖον δὲ ἐκεῖνο, ὃ παραβάλλεται· ἔστι δὲ σαφῶς τὴν γενικὴν κοινωνίαν ἐν τῷ κατὰ Μειδίου μαθεῖν, ἐν ᾧ Δημοσθένης τὸ περὶ τοὺς Ἑρμᾶς ἔργον Ἀλκιβιάδου καὶ τὴν περικοπὴν ἀντεξετάζων συνήρπασε τῇ γενικῇ κοινωνίᾳ, ὅτι καὶ τοῦτο περὶ θεοὺς κἀκεῖνο· πάνυ δὲ δεινῶς καὶ τὸ ἀμφισβητούμενον ὡς ὁμολογούμενον· ἄδηλον γὰρ ἦν, εἰ Ἀλκιβιάδης ἐποίησε· καὶ τὸ κατ’ εἶδος οὐκ ἐξετάσας, οὐδὲ γὰρ εἶπε τὸ κονδύλους δοῦναι καὶ ἐσθῆτα καταῤῥῆξαι καὶ χρυσοῦς διαφθεῖραι στεφάνους ὅμοιον τοῦ κατακόψαι τοὺς Ἑρμᾶς· ἀλλὰ τῇ γενικῇ κοινωνίᾳ προσεχρήσατο, εἰπών· τὸ δὲ ὅλως ἀφανίζειν ἱερὰν ἐσθῆτα ἔσθ’ ὅ τι τοῦ περικόπτειν τοὺς Ἑρμᾶς διαφέρει; ὅρα τοίνυν, ὅτι τεχνικῶς οὐκ ἐπεξῆλθεν ἕκαστον, ἵνα φωραθῇ συναρπάζων, ὁ δὲ φεύγων τοῖς τοιούτοις τὰ κατὰ μέρος ἐπεξιὼν ἐξελέγχει ψευδόμενον· ταῦτα δὲ πάντα οὐχ ὁρίσαντες καθ’ ἑαυτὰ ἐξετάζομεν· ἀλλ’ ἀναμιγνύντες τῇ κοινῇ ποιότητι τοῦ προσώπου, καὶ τῇ ἐξετάσει τῆς γνώμης· ὃν δὲ τρόπον χρὴ τὴν διαβολὴν τοῦ ἐλέου ποιεῖσθαι, μεμαθήκαμεν ἐν στοχασμῷ.
4.546 Ὥσπερ δὲ στοχασμῶν εἴδη πλείονά ἐστιν, οὕτω καὶ ὅρων· καὶ ἁπλοῦς μὲν ὁ προειρημένος, οἱ δὲ ἄλλοι διπλοῖ εἰσιν. Συριανο ῦ. Τῶν ὅρων οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ διπλοῖ· καὶ τῶν ἁπλῶν οἱ μὲν αὐτὸ τὸ κρινόμενον ἔχουσι καὶ ζητούμενον· ὡς ὁ τοῦ ἐπανατεινομένου πλουσίου πένητι ἐχθρῷ τὰς χεῖρας. κρίνεται γὰρ ἡ ὕβρις, καὶ ζητεῖται, εἰ τὸ ἐπανατείνασθαι τὰς χεῖρας ὕβρις ἐστίν· οἱ δὲ ἕτερον μὲν τὸ κρινόμενον ἔχουσιν, ἕτερον δὲ τὸ ζητούμενον· οἷον νόμος, τὸν ἄπολιν ἐν Ὀλυμπίᾳ μὴ ἀγωνίζεσθαι. Ἀθηναῖον ἀθλητὴν μετὰ τὰ Μηδικὰ βουλόμενον ἀγωνίζεσθαι κωλύουσιν Ἠλεῖοι, καὶ κρίνουσιν αὐτοὺς Ἀθηναῖοι ἐπὶ τῶν Ἀμφικτυόνων ὕβρεως· κρίνεται μὲν γὰρ ἡ ὕβρις, ζητεῖται δὲ, εἰ ἄπολις ὁ Ἀθηναῖος· ὅμοιον δὲ τούτῳ καὶ τὸ τοῦ εὐνούχου· κρίνεται μὲν γὰρ κἀκεῖ ὁ φόνος, ζητεῖται δὲ, εἰ μοιχὸς ὁ εὐνοῦχος· εἴδη δὲ ὁ ἁπλοῦς ὅρος ἔχει· οὔτε γὰρ ἐναλλαγὴ κεφαλαίων ἐν αὐτῷ, οὔτε πλεονασμὸς, οὔτε ἔλλειψίς ἐστιν· ἅπερ ἔφαμεν ἐν ταῖς στάσεσι τὰ εἴδη ποιεῖν· τῶν δὲ διπλῶν ὅρων, ὁ μέν τις καλεῖται ἀντονομάζων, ὁ δὲ ἐμπίπτων, ὁ δὲ κατὰ σύλληψιν, ὁ δὲ κατὰ ἀμφισβήτησιν, ὃς καὶ κατὰ δύο πρόσωπα καλεῖται· οἱ δὲ δύο ὅροι· ἰστέον δὲ καὶ τοῦτο, ὡς οἱ ἔχοντες ὅροι ἄλλο μὲν τὸ κρινόμενον, ἄλλο δὲ τὸ ζητούμενον, ὡς ἐφ’ ὧν εἴδομεν παραδειγμάτων, τοῦ εὐνούχου καὶ τοῦ Ἀθηναίου ἀθλητοῦ, ἁπλοῖ μέν εἰσι, τῷ ἔχειν ἁπλᾶ τὰ κεφάλαια· διαφέρουσι δὲ αὐτῶν τῷ ἐναλλάττεσθαι τῶν ἀγωνιζομένων τὴν τάξιν ἐν αὐτοῖς· ἕως μὲν γὰρ τὰ κρινόμενα λέγουσι, φυλάττουσι τὴν τάξιν ὅ τε κατήγορος καὶ ὁ φεύγων· ἐπειδὰν δὲ τὸ ζητούμενον ἐξετάζωσι, τότε τὴν τάξιν ἐναλλάττουσιν, ὥσπερ ἐν τῷ ἐμπίπτοντι στοχασμῷ ὁ μὲν κατήγορος ἀπολογούμενος γίνεται, ὁ δὲ φεύγων διώκων· οἷον ἐπὶ τοῦ εὐνούχου ὁ μὲν κατήγορος χρήσεται τῇ προβολῇ λέγων, ὅτι φονεὺς εἶ καὶ δίκης ἄξιος, εὐνοῦχον ὡς μοιχὸν ἀπεκτονὼς, ὃν ἡ φύσις μοιχεύειν οὐκ εἴα.
4.547 εἶτα ὁ φεύγων τῷ ὅρῳ χρήσεται· ἀλλ’ οὐκ ἐφόνευσα, τοῦτο γὰρ ἀδίκου πράγματος ὄνομα· μετὰ δὲ τοῦτο ἐναλλάττουσι τὴν τάξιν καὶ ὁ φεύγων τὴν τοῦ κατηγόρου τάξιν ἀναλαβὼν τοῖς ἐκείνου χρήσεται κεφαλαίοις· καὶ ἀνθορισμὸν κινήσει λέγων· ἀλλὰ μοιχὸν ἀπεκτονὼς κατὰ τὸν νόμον ἥκιστα ὑπέχειν δίκαιος εὐθύνας ἐγώ· εἶτα ὁ πρότερον κατήγορος πρὸς τὴν ἀπολογίαν ὑπὲρ τοῦ εὐνούχου χωρῶν τῷ ὅρῳ χρήσεται ἐκ τῶν λειπόντων, ὡς πολλάκις εἴρηται, συνεστηκότι· οἷον καὶ τίς ἂν φαίη τὸν εὐνοῦχον γεγονέναι μοιχὸν, γονῆς ἔρημον, σπέρματος ἄπορον, εἰ μὴ καὶ τὰς ἡμιόνους σπείρειν ἐντελῆ καὶ κύειν πεισόμεθα· εἶτα τὸν συλλογισμὸν ἐξ ἀντιθέσεως ἑαυτῶν· ἀλλ’ ἴσον, φησὶν, ἐστὶ τὸ πλησιάσαι παρὰ τὸν νόμον ἑτέρου γαμετῇ τῷ μοιχεύειν· τοῦτον δὲ λύσας λογισμοῖς τῶν λοιπῶν κεφαλαίων τῇ τάξει χρήσεται· παραπλησίως δὲ καὶ ὁ τὸν ἄπολιν μελετῶν διαιρήσει.
4.548 Σωπάτρο υ. Καθάπερ ἐν στοχασμῷ μετὰ τὴν διαίρεσιν τῶν κεφαλαίων διέλαβε περὶ τῶν εἰδῶν τοῦ στοχασμοῦ, τὸν αὐτὸν τρόπον κἀνταῦθα διελὼν τὸν ὅρον, τὰ εἴδη λοιπὸν ἡμῖν παραδίδωσι τοῦ ὅρου· οὐχ ἁπλῶς δὲ τοῦτο ποιεῖ, ἀλλ’ εἰδὼς, ὡς διάφορον εἶδος διάφορον διαίρεσιν ἐκ μέρους ποιεῖ· ἵνα δὲ μὴ πλανηθῶμεν τῆς ἀληθοῦς διαιρέσεως, τὴν τῶν εἰδῶν ἡμῖν ἐπάγει διδασκαλίαν, ἵνα καὶ τὸ διάφορον τῆς διαιρέσεως μάθωμεν· ζητητέον δὲ, διὰ τί μιᾶς οὔσης τῆς στάσεως διάφορα εἴδη εὑρίσκεται, καὶ λέγομεν, ὅτι ἡ διάφορος τῶν κεφαλαίων ἐργασία τοῦτο ποιεῖ· ποιεῖ δὲ διάφορον ἐργασίαν ἡ ὕλη, ἥτις διάφορα καὶ τὰ εἴδη ἐργάζεται. Καὶ πρῶτός γέ ἐστιν ὁ ἀντονομάζων καλούμενος, ὅτ’ ἂν ὄνομα ὀνόματι ὁ φεύγων ἀντιτιθῇ· οἷον ὑφείλετό τις ἐξ ἱεροῦ ἰδιωτικὰ χρήματα· νόμου ὄντος τὸν μὲν ἱερόσυλον τεθνάναι, τὸν δὲ κλέπτην διπλᾶ διδόναι, ὡς ἱερόσυλος ὑπάγεται, ὁ δὲ εἶναι κλέπτης λέγων διπλᾶ καταθέσθαι ἀξιοῖ· τοῦτον ὁμοίως τοῖς διπλοῖς στοχασμοῖς διαιρήσεις, διπλοῖς τοῖς κεφαλαίοις, ἀντιτιθεὶς κεφάλαιον κεφαλαίῳ· οἷον ἱερόσυλος εἶ, ἀλλ’ οὐ κλέπτης, κλέπτης μὲν γὰρ τόδε τί ἐστιν, ἱερόσυλος δὲ τόδε· καὶ τοῖς ἑξῆς ὁμοίως· καὶ ὁ φεύγων δὲ παραπλησίως ἀναστρέψας χρήσεται τῷ λόγῳ. Συριανο ῦ. Καθόλου οἱ μὲν ἁπλοῖ τῶν διπλῶν διαφέρουσι, τῷ τοὺς διπλοῦς, ὡς ἔφαμεν, διπλᾶ ἔχειν τὰ κεφάλαια, τοὺς δὲ ἁπλοῦς οὐκ ἔτι· ἰδίως δὲ ὁ ἀντονομάζων διαφέρει τῶν ἁπλῶν, τῷ ἐν μὲν τοῖς ἁπλοῖς ἄρνησιν μόνον εἶναι τοῦ ἐπιφερομένου, ἐνταῦθα δὲ ἄρνησιν τοῦ ἐπιφερομένου, ἀντεισαγωγὴν δὲ ἐλάττονος ἀδικήματος· διὰ τοῦτο γὰρ καὶ τῆς τοῦ ἀντονομάζοντος τετύχηκε προσηγορίας τὸ εἶδος τούτου τοῦ ὅρου.
4.549 διότι ἑκάτερος τῶν ἀντιδίκων ἐκβάλλων τὸ ὑπὸ τοῦ ἀντιδίκου εἰσαγόμενον ἕτερόν τι ὄνομα τῷ ἀντιδικήματι ἐπάγει· ὁ μὲν κλοπὴν, ὁ δὲ ἱεροσυλίαν· ἐν ὅσῳ μὲν οὖν τὸ λεῖπον ἐξετάζεται, κατὰ φύσιν προβαίνει τῶν ὁρικῶν κεφαλαίων ἡ διαίρεσις τοῦ τε κατηγόρου καὶ τοῦ φεύγοντος τοῖς οἰκείοις κεχρημένου, ὡς ἔφαμεν ἐν τῇ διαιρέσει· ἐπειδὰν δὲ εἰς τὸ πεπραγμένον μεταβῶσιν, ἐναλλάττουσι καὶ κεφάλαια· καὶ τῷ μὲν ἀνθορισμῷ καὶ συλλογισμῷ ὁ φεύγων κέχρηται, τῷ δὲ ὅρῳ ὁ κατήγορος. Σωπάτρου καὶ Μαρκελλίνο υ. Ὁ ἀντονομάζων ἐστὶν, ὅταν ἐπὶ μιᾷ πράξει δύο ὀνόματα εὑρίσκηται ζητούμενα, τὸ μὲν τοῦ κατηγόρου ὁριζομένου, καὶ ἀνελεῖν ἐπιχειροῦντος, ἕτερον δὲ ἀντεισφέροντος οὐχ ἁπλῶς, ἀλλὰ μικρότερον ἔγκλημα, καὶ συντόμως εἰπεῖν, ὅταν τῇ μὲν προσηγορίᾳ τοῦ ἐγκλήματος, ᾗ ὁ κατήγορος τίθεται, ὁ φεύγων μὴ συντρέχῃ, ἀπαρνούμενος δὲ τοῦτο ἕτερον ἔγκλημα προβάληται, ᾧ ὑπεύθυνον ἑαυτὸν λέγει, οἷον ὡς ἐφ’ οὗ παρέθετο ὁ τεχνικός· ὅρα γὰρ ἐνταῦθα, πῶς τὸ μὲν τῆς ἱεροσυλίας ἔγκλημα καὶ τὴν ἀπὸ τούτου φεύγει προσηγορίαν, τῷ δὲ τῆς κλοπῆς ὑπεύθυνον ἑαυτὸν καθίστησιν· ὀνομάζοντος γὰρ τοῦ κατηγόρου ἱεροσυλίαν τὸ γεγονὸς, ὁ φεύγων ἀντονομάζει, οὐχ ἱεροσυλίαν εἶναι φάσκων, ἀλλὰ κλοπήν· πολὺ δὲ διαλλάττει περὶ ἑνὸς ὀνόματος τὴν πᾶσαν εἶναι ζήτησιν· ἢ δυοῖν ὄντοιν τὸ μὲν ἕτερον ἀναιρεῖν, τῷ δὲ ἑτέρῳ ὑπεύθυνον ἑαυτὸν καθιστάναι.
4.550 Τοῦτον ὁμοίως τοῖς διπλοῖς στοχασμοῖς διαιρήσει ς. Δεῖ, φησὶν, ἐπὶ τῶν τοιούτων διπλῇ τῇ διαιρέσει χρῆσθαι, ὥσπερ ἐπὶ τῶν διπλῶν στοχασμῶν ταῖς αὐταῖς μεθόδοις κατὰ παράθεσιν καὶ ἀντεξέτασιν κεφάλαιον κεφαλαίῳ ἀντιτιθέντας· διπλοῦν δὲ καλεῖ στοχασμὸν τὸν ἀντεγκληματικόν· προτάττομεν οὖν ἄρα τὴν ἀπολογίαν εὐθὺς, ἀντεπάγοντες τὴν κατηγορίαν, οὐ χωρίζοντες τοῦτο κἀκεῖνο· τοιοῦτο γὰρ ἐπ’ ἐκείνῳ τῷ στοχασμῷ τὸ παράγγελμα οὐδαμῶς, οὐδὲ γὰρ ἀλλήλοις ἀντεγκαλοῦντες ἐνταῦθα ὑπόκεινται· πῶς οὖν, εἴποι τις, ἐνταῦθα διαιρήσομεν; αὐτὸς ἡμῖν τὸν τύπον ἐδήλωσεν εἰπὼν, ἀντιτιθεὶς κεφάλαιον κεφαλαίῳ οὐ κατὰ ἀντέγκλημα, οὐδὲ διὰ πάντων τῶν κεφαλαίων, ἐφεξῆς τὸ ἓν διεξιὼν, εἶτα τὸ ἕτερον αὐτὸ καθ’ ἑαυτὸ κατασκευάζων, ὕπτιος γὰρ ὁ λόγος οὕτως ἔσται, ἀλλ’ ἅμα τὰ δύο διεξερχόμενος· ἀποδεικτέον γὰρ τὸ τοιοῦτο καὶ γοργότερον, οὐκοῦν δύο μὲν εὑρεθήσονται ὅροι, δύο δὲ ἀνθορισμοὶ ἀνὰ μέρος, καὶ τοῦ φεύγοντος καὶ τοῦ διώκοντος ὁριζομένου, ὡς ἐπὶ τοῦ προκειμένου παραδείγματός ἐστι μαθεῖν· πρῶτον μὲν γὰρ ὅπερ ὁ κατήγορος ἀποδεῖξαι καὶ κατασκευάσαι βούλεται, τοῦτο διὰ τῆς προβολῆς ἐκθήσεται λέγων, ὅτι ἱεροσυλία ἐστὶ τὸ πραχθέν· ἔπειτα ὁ φεύγων ὁριεῖται ἐν τῇ προβολῇ λεχθέντα λύων καὶ ἐκβάλλων καὶ ὁριζόμενος ἐκ τῶν ἐναντίων τῷ κατηγόρῳ πρὸς τὸ ἑαυτῷ χρήσιμον, ἕτερον ἱεροσυλίαν καὶ ἕτερον κλοπὴν εἶναι δεικνὺς, ἐκ τούτων συνάγων οὐχ ἱερόσυλον αὐτὸν, ἀλλὰ κλέπτην εἶναι· ὁμοίως δὲ καὶ ὁ κατήγορος τὸν αὐτὸν ἀνθοριεῖται τρόπον, ἑκατέρους ἀνατρέπων τοὺς ὑπὸ τοῦ φεύγοντος τεθέντας ὅρους, καὶ ἀνθοριζόμενος ἐκ τῶν ἐναντίων τῷ φεύγοντι· πρὸς τὸ ἑαυτοῦ καὶ οὗτος χρήσιμον ἕτερον ἱεροσυλίαν, ἕτερον κλοπὴν εἶναι λέγων· συνάγων καὶ οὗτος, οὐ κλέπτην, ἀλλ’ ἱερόσυλον εἶναι· ὃν δὲ τρόπον ὁριστέον ἑκατέρῳ, ἐν τοῖς προάγουσι δεδήλωται· ὅτι τῷ μὲν κατηγόρῳ ἀπὸ τῆς κοινότητος, ἣν ὁ φεύγων προβάλλεται πρὸς τὸ ἔγκλημα, τῷ δὲ φεύγοντι ἀπὸ τῆς ἰδιότητος ἑκατέρου, οὗ τε αὐτὸς καὶ οὗ ὁ κατήγορός φησι· καὶ πρῶτον ἴδωμεν τὴν τοῦ κατηγόρου προβολήν· τίς οὖν αὕτη; ἱερόσυλος εἶ ἐπὶ τὸ ἱερὸν ἐλθὼν καὶ διορύξας ἢ τὰς θύρας διαῤῥήξας καὶ εἰσελθὼν εἴσω καὶ ἐκ τοῦ ἱεροῦ ἔνδοθεν ὑφελόμενος, πρὸς ἃ ὁ φεύγων ὁριεῖται κλέπτην αὐτὸν εἶναι λέγων, οὐχ ἱερόσυλον· κλέπτης μὲν γάρ ἐστιν οὐχ ὁ ἐξ οἰκίας ὑφελόμενος μόνον, ἀλλὰ καὶ ὁ πανταχόθεν ἰδιωτικὰ ὑφαιρούμενος χρήματα καὶ μηδὲν ἱεροῖς προσήκοντα· ἱερόσυλος δὲ ὁ τῷ ἀγάλματι προσελθὼν, ὁ τῶν ἀναθημάτων ἁψάμενος, καὶ ταῦτα ὑφελόμενος· ἐγὼ δὲ ἱερὸν μὲν ἔλαβον οὐδέν· τοῦτο γὰρ καὶ ὁ κατήγορος ὁμολογεῖ, οὐ γὰρ ἦν προσήκοντα τῷ θεῷ· ἰδιωτικὰ δὲ, ὧν ἄλλος τις ἰδιώτης κύριος ἦν· οὐκοῦν κλέπτης εἰμὶ, οὐχ ἱερόσυλος· πάλιν δὲ ὁ κατήγορος ἀνθοριεῖται ἀπὸ τῆς προβολῆς καὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τὸν ἐλθόντα ἐπὶ τὸ ἱερὸν ὁριζόμενος ἱερόσυλον, τὸν εἴσω παρελθόντα, τὸν ἐκ τοῦ ἱεροῦ λαβόντα· κλέπτην δὲ τὸν ἐξ οἰκίας, τὸν ἐπὶ τὴν τοῦ δεῖνος ἐλθόντα οἰκίαν· οὗτος δὲ οὐκ ἐξ οἰκίας, ἀλλ’ ἐκ τοῦ ἱεροῦ ἔλαβεν· οὐκοῦν ἱερόσυλός ἐστιν, ἀλλ’ οὐ κλέπτης· ἐν τοῖς τοιούτοις γὰρ διπλοῖς χρηστέον τοῖς κεφαλαίοις· οὐ γὰρ ἐξαρκεῖ τῶν ἀγωνιζομένων ἑκατέρῳ τὸ ὑφ’ ἑαυτοῦ μόνον εἰσαγόμενον ὄνομα κατασκευάσαι, οὐδ’ αὖ τοὐναντίον ἐκβαλεῖν, λέγω δὴ τὸ ὑπὸ τοῦ ἐναντίου τιθέμενον, ἀλλ’ ἀμφότερα ποιεῖν ἀνάγκη· τοῦτο μὲν κατασκευάζειν, ἐκεῖνο δὲ ἀναιρεῖν· ὥστε ἐφ’ ἑκατέρῳ τῶν ὀνομάτων ὅρον ἀποδώσει ἑκάτερος, μηδὲ τόδε, ἀλλὰ τόδε εἶναι τὸ πεπραγμένον ἀγωνιζόμενος· ζητητέον δὲ, εἰ ἐμπίπτει ἐν τῷ ἀντονομάζοντι ὁ συλλογισμός· φασὶ γάρ τινες, ὅτι εἰ τὸ ὑπὸ τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος κατασκευαζόμενον, ὁ συλλογισμὸς εἰς ἓν ἄγειν σπουδάζει, καὶ μηδὲν ἀλλήλων διαφέροντα δείκνυσιν· οὐκ ἄρα ἔχει χώραν ἐνταῦθα τὸ κεφάλαιον· κατασκευάζοντος γὰρ τοῦ μὲν κατηγόρου, ὅτι ἱεροσυλία τὸ πραχθὲν, τοῦ δὲ φεύγοντος, ὅτι κλοπὴ, οὐ δυνησόμεθα εἰς ἓν ἀγαγεῖν· οὐδέ γε πάλιν ἐροῦμεν, ἀδιάφορον εἶναι, εἴτε κλέπτης εἴτε ἱερόσυλος, ἄτοπος γὰρ ἡ τοιαύτη κατασκευὴ, ἀλλὰ φαμὲν, ὅτι μάταιος ὁ τοιοῦτος λόγος· ὁ γὰρ συλλογισμὸς οὐχ ἁπλῶς τὸ ὑπὸ τοῦ κατηγόρου κατασκευαζόμενον τῷ ὑπὸ τοῦ φεύγοντος κατασκευαζομένῳ εἰς ταὐτὸν ἄγειν βούλεται, ἀλλὰ τὸ ἐν τοῖς ὅροις διωρίσθαι δοκοῦν ἀτελὲς τῇ ἰδιότητι εἰς ταὐτὸν ἄγειν τῇ κοινότητι· λάβωμεν οὖν ἁπλοῦν ὅρον· καὶ ἔστω παράδειγμα ὁ τὸ κενοτάφιον ὀρύσσων καὶ τυμβωρυχίας κρινόμενος· ἐνταῦθα γὰρ τοῦ κατηγόρου τυμβωρυχίαν ἀποδεῖξαι σπουδάζοντος, τοῦ δὲ φεύγοντος τοὐναντίον οὐκ εἰς ταὐτὸν ἀμφότερα ὁ συλλογισμὸς ἄξαι πειράσεται, οὐδὲ ἀδιάφορον ἁπλῶς εἶναί φησιν, εἴτε τυμβωρύχος ἐστὶν ὁ κρινόμενος, εἴτε οὔ· ἠλίθιον γάρ· ἀλλὰ τίς ὁ συλλογισμός; Ἐνταῦθα τὸ ἐν τῷ ὅρῳ διεστάναι δοκοῦν συνάγειν πειράσεται· ὁριζομένου γὰρ τοῦ φεύγοντος ἀπὸ τῶν παρειμένων, ὅτι τυμβωρύχου ἐστὶ τὸ σώματος ἅψασθαι, τὸ ἀφελέσθαι τι τῶν ἐνταφίων· τοῦ δὲ κατηγόρου ἀπὸ τῶν πεπραγμένων ὁριζομένου, ὅτι καὶ τὸ μνῆμα μόνον ἀνοίγειν τυμβωρύχου ἐστὶ, καὶ τὸ τάφῳ προσαγαγεῖν χεῖρας, ὁ συλλογισμὸς διὰ τῆς κοινότητος εἰς ἓν ἄξει ἀμφότερα· ὅτι εἴτε ἕτερον, εἴτε τοῦτον τὸν τρόπον τυμβωρυχεῖν τις ἐπιχειρήσειεν, οὐδὲν διενήνοχεν· οὕτω τοίνυν καὶ ἐν τῷ ἀντονομάζοντι ὁ συλλογισμὸς εὑρεθήσεται, οὐχ εἷς, ὥσπερ ἐν τοῖς ἁπλοῖς, ἀλλὰ διπλοῦς· διπλασιασθέντων γὰρ τῶν ὅρων καὶ αὐτὸς διπλασιασθήσεται· ἐκ παντὸς γὰρ τρόπου χρὴ καὶ τὸν φεύγοντα ὁμοίως τῷ κατηγόρῳ χρήσασθαι τῷ συλλογισμῷ καὶ ταῖς αὐταῖς μεθόδοις, λύσαντα τὸν τοῦ κατηγόρου συλλογισμὸν, ὥσπερ ἐπὶ τοῦ ἁπλοῦ εἴπομεν, οὕτως ἐπάγειν καὶ τὸν παρ’ ἑαυτοῦ συλλογισμὸν, ἐκ τοῦ διαφόρου τὸ ἔγκλημα, ᾧ ἑαυτὸν ὑπεύθυνον εἶναί φησι, συνιστάντα· οὐ γὰρ ἀρκέσει μόνον ἐκβαλεῖν τὸν τοῦ κατηγόρου, ᾧ ἐκεῖνος ἔφη πεποιηκέναι τῷ ἐγκλήματι, ἀλλὰ καὶ τῷ ἰδίῳ ὑπεύθυνον ἑαυτὸν εἶναι λέγει τὴν ἀπὸ τοῦ συλλογισμοῦ περιάπτων ἰσχὺν, οἷον τοῦ κατηγόρου συλλογιζομένου καὶ λέγοντος ταὐτὸν εἶναι τὸ ἐξ ἱεροῦ ὑφελέσθαι χρήματα τῷ ἀνάθημα λαβεῖν, πρῶτον μὲν τοῦτον τὸν συλλογισμὸν ὁ φεύγων λύσει ταῖς ἰδιότησι καὶ ταῖς ἀλλήλων διαφοραῖς, ὅτι πολὺ κεχώρισται τὰ ἱερὰ τῶν ἰδιωτικῶν, καὶ οὐκ ἔστιν ὅμοιον ἢ ἴσον· εἶτα ἐπάξει τὸν ὑπὲρ τοῦ ἑτέρου ἐγκλήματος, ᾧ ἐνέχεσθαι αὐτόν φησιν, ὅτι οὐδὲν διαφέρει πρὸς τὸ κλοπὴν εἶναι, εἴτε ἐξ οἰκίας, εἴτε ποθενδὴ ληφθείη ἰδιωτικὰ χρήματα· πανταχοῦ γὰρ τὴν αὐτὴν ὑπόληψιν καὶ ἰσχὺν ἔχει· καὶ εἰ ἐκ τοῦ ἱεροῦ τις ἔλαβεν, ἰδιωτικά ἐστιν· ὅπερ οὖν εἶπον, ἀπὸ τῆς ἰδιότητος τοῦ πεπραγμένου μάχεται πρὸς τὸν τοῦ κατηγόρου συλλογισμὸν ὁ φεύγων, καὶ διπλοῦ τοίνυν ὄντος τοῦ ἀντονομάζοντος, διπλοῦς ἐστι καὶ ὁ συλλογισμὸς καὶ ἡ γνώμη τοῦ νομοθέτου· καὶ ταύτῃ πρὸς τὸ ἑαυτῷ χρήσιμον ἑκατέρου τοὺς νόμους ἐξηγουμένου· ὁ μὲν γὰρ κατήγορος τὴν κοινότητα ἐπισκέψεται καὶ ἀπὸ ταύτης ποιήσεται ἐξέτασιν καὶ τὴν τῶν νόμων ἐξήγησιν· ἐν οἷς εὑρίσκει κοινὸν ἐπ’ ἀμφοῖν τι κείμενον καὶ ὡρισμένον· ὁ δὲ φεύγων ἐκ τῆς ἰδιότητος, εἴτι περὶ ἑκατέρου ὁ νόμος ἰδίᾳ τι διορίσας εἴη· δῆλον γὰρ, ὅτι ἃ μὲν βλάπτει λύειν πειράσεται, ὥσπερ ἐκ τῶν ἐναντίων τοῖς συναγωνιζομένοις χρήσεται· καὶ τούτοις ἐναγωνιεῖται· τὰ δὲ λοιπὰ πάντα κεφάλαια, τὸ πρός τι καὶ ἡ πηλικότης, οὐκ ἔτι διπλᾶ ἐμπεσεῖται· ζητητέον δὲ, τίς ἡ αἰτία· λέγομεν, ὅτι ἐπειδὴ τὸ μὲν πρᾶγμα ἕν ἐστι, τὰ δὲ ὀνόματα πλείω, τουτέστι δύο, τὰ μὲν προειρημένα κεφάλαια εἰκότως διπλᾶ εὑρίσκεται, ὥσπερ περὶ τὰ ὀνόματα στρεφόμενα· τὰ δὲ ἑξῆς ὡς τοῦ πεπραγμένου ἐφαπτόμενα ἁπλᾶ ἐμπεσεῖται· αὐτίκα ἐν τῇ πηλικότητι αὔξοντος ἐκ τῶν παρακολουθούντων τόπων τοῦ κατηγόρου τὸ πραχθὲν καὶ μέγα δεικνύντος, οὐκ αὐξήσει καὶ ὁ φεύγων, κατ’ αὐτοῦ γὰρ ἔσται τὸ γινόμενον, ἀλλὰ τοὐναντίον μειώσει, μικρὸν εἶναι λέγων καὶ οὐ τηλικοῦτον τὸ πεπραγμένον, ὁποῖον αὐτὸ ὁ διώκων ἀποφαίνεται· χρὴ οὖν τοῦτο καθόλου εἰδέναι, ὅτι ὡς ἐν τοῖς διπλοῖς τοῖς κεφαλαίοις χρηστέον κεφάλαιον κεφαλαίῳ ἀντιτιθέντας, οὕτω καὶ ἐν τοῖς διπλοῖς ὅροις διπλοῖς χρηστέον τοῖς κεφαλαίοις πλὴν τοῦ πρός τι καὶ τῆς πηλικότητος· οὐ γὰρ δυνατὸν ἐπὶ τούτων διπλῇ τῇ διαιρέσει χρήσασθαι, ἀλλ’ ὁ μὲν ἁπλῶς αὔξει, ὁ δὲ μειώσει τὸ πραχθέν.
4.555 Δεύτερος δὲ ὁ κατὰ σύλληψιν ὀνομαζόμενος, ὃς γίνεται, ὅταν τοῦ φεύγοντος ἀντονομάζοντος ὁ διώκων καὶ τούτῳ κἀκείνῳ ὑπεύθυνον αὐτὸν εἶναι λέγῃ τῷ ὀνόματι· πάνυ δὲ οὕτως ἔοικε τῷ ἀντονομάζοντι· ὅπη δὲ διαφέρει, θέντες τὸ παράδειγμα ὡς δεῖ λέξομεν· πρεσβεύων τὶς παρέθετο τῷ στρατηγῷ τὴν θυγατέρα, ἐβιάσατο αὐτὴν ἐκεῖνος, καὶ δημοσίων ἀδικημάτων ὁ πατὴρ αὐτὸν ἐπανελθὼν κρίνει. ὁ δὲ τὰς μυρίας κατατίθεσθαι ἀξιοῖ· τοῦτο γὰρ ὥριστο κατὰ τοῦ βιασαμένου· ἐνταῦθα λέγοντος τοῦ φεύγοντος, ὅτι βίαιός εἰμι, ἀλλ’ οὐ δημοσίᾳ ἠδικηκὼς, ἀμφοτέροις ὑπεύθυνον εἶναί φησιν ὁ διώκων, καὶ τῇ βίᾳ καὶ τῷ δημοσίῳ ἀδικήματι· ἂν γὰρ φάσκῃ αὐτὸν μὴ βεβιάσθαι, δηλαδὴ ἀφίησι καὶ τοῦ δημοσίου ἀδικήματος· εἰ γὰρ μὴ εἴη βία, δηλαδὴ οὐδὲ δημόσιον ἀδίκημα· διὰ τοῦτο οὖν συμπλέκεται ἑκάτερα· ἄλλως γὰρ οὐ δύναται δημοσίων ἀδικημάτων κατηγορεῖν, εἰ τῆς βίας αὐτὸν ἀνίῃ· τοῦτο καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου πεποίηκε· φάσκοντος γὰρ τοῦ Μειδίου, ὕβριν εἶναι καὶ ἰδιωτικὸν, ἀλλ’ οὐ δημόσιον ἀδίκημα τὸ περὶ τὴν ἑορτὴν, συνάγει ἑκάτερα, καὶ τὸ τῆς ὕβρεως καὶ τὸ περὶ τὴν ἑορτὴν ἀδικεῖν, ἵνα μὴ τὸ τῆς ὕβρεως ἀφεὶς ἀπολύσῃ καὶ τὸ περὶ τὴν ἑορτὴν ἀδικεῖν· μὴ γὰρ προϋφεστώσης τῆς ὕβρεως, οὐδὲ τὸ περὶ τὴν ἑορτὴν ἀδικεῖν συνίσταται· ἐν δὲ τῷ ἀντονομάζοντι ἀναιρεῖ τὸ ἕτερον· οἷον οὐκ εἶ κλέπτης, ἀλλ’ ἱερόσυλος· καὶ ἡ διαφορὰ, ὅτι ἐκεῖ μὲν ἀκολουθεῖ φύσει τὸ πρᾶγμα τῷ ἐγκλήματι· οἷον τῷ ἱεροσύλῳ τὸ κλέπτην εἶναι ἀναγκαῖον· ὁ γὰρ ἱερόσυλος κλέπτης ἱερῶν ἐστι δήπου χρημάτων· τῷ μέντοι δημοσίᾳ ἠδικηκότι οὐχ ἕπεται τὸ βίαιον εἶναι· ἔστι γὰρ καὶ ἄλλως ἀδικῆσαι δημοσίᾳ, διόπερ ἐνταῦθα μὲν ὁ διώκων ἀμφότερα συλλαμβάνων ἐρεῖ, ἐκεῖ δὲ τὸ ἕτερον χωρίζει· τοῦτο οὖν πλέον ἔχει κεφάλαιον οὗτος ἐν τῇ διαιρέσει τοῦ ἀντονομάζοντος, καὶ διαφέρουσα δηλαδὴ καὶ ἡ διαίρεσις γίνεται διὰ τοῦτο πρὸς τὸν ἀντονομάζοντα. Συριανο ῦ. Ἕτερος τῶν διπλῶν ὅρων ἐστὶν ὁ κατὰ σύλληψιν, ὃς ὠνόμασται μὲν ἀπὸ τοῦ τὸν κατήγορον ἐν αὑτῷ ἄμφω τὰ ἐγκλήματα συλλαμβάνειν, τό τε ὑπ’ αὐτοῦ ἐπαγόμενον τῷ φεύγοντι, καὶ ὅπερ ὁ φεύγων ἀντιπροβάλλεται· οὐ γὰρ ὥσπερ ἐν τῷ ἀντονομάζοντι ἐκβάλλει μὲν τὸ ὑπὸ τοῦ φεύγοντος ὁμολογούμενον ὡς μικρὸν τὴν κλοπὴν, μεῖζον δέ τι κατ’ αὐτοῦ πειρᾶται κατασκευάζειν τὴν ἱεροσυλίαν· κοινωνεῖ δὲ τῷ ἀντονομάζοντι τῷ τε διπλοῦν εἶναι, καὶ δύο περιέχειν ἐγκλήματα· διαφέρει δὲ αὐτοῦ, ὅτι ἐν μὲν τῷ ἀντονομάζοντι ἕπεται τῷ ὑπὸ τοῦ κατηγόρου ἐγκαλουμένῳ τὸ ὑπὸ τοῦ φεύγοντος ὁμολογούμενον, ὥσπερ τὰ γένη τοῖς εἴδεσιν· ἕπεται γὰρ καὶ ἡ κλοπὴ τῇ ἱεροσυλίᾳ· οὐκ ἀναστρέφει δέ· εἴτις μὲν γὰρ ἱερόσυλος, οὗτος καὶ κλέπτης, οὐ πᾶς δὲ κλέπτης ἱερόσυλος· ὥσπερ καὶ τῷ ἀνθρώπῳ ἕπεται τὸ ζῶον· οὐκ ἔτι δὲ εἰ ζῶον καὶ ἄνθρωπος· ἐν δὲ τῷ κατὰ σύλληψιν τὸ ἀνάπαλιν συμβαίνει· ἐὰν γὰρ τῶν ἐν τῷ ζητήματι δύο ἐγκλημάτων μηδ’ ἕτερον μηδ’ ἑτέρῳ ἀκολουθῇ, ἀλλὰ διεστῶτα ᾖ ἀπ’ ἀλλήλων, τότε γίνεται τὸ κατὰ σύλληψιν εἶδος τοῦ ὅρου· ὥσπερ καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου ποιεῖ· διεστώτων γὰρ πολὺ τῆς τε εἰς ἄνθρωπον ὕβρεως καὶ τῆς περὶ τὸν θεὸν ἀσεβείας, αὐτὸς ἐν τῇ κατηγορίᾳ συλλαμβάνει ἄμφω καί φησι, τὸν Μειδίαν αὐτόν τε ἠδικηκέναι τὰ μέγιστα, καὶ περὶ τὸν θεὸν ἠσεβηκέναι· τοιοῦτόν ἐστι καὶ τὸ κατὰ τοῦ στρατηγοῦ τοῦ βιασαμένου τὴν τοῦ πρεσβευτοῦ θυγατέρα καὶ κρινομένου δημοσίων ἀδικημάτων· καὶ γὰρ ἐνταῦθα ὁ πρεσβευτὴς ἑαυτόν τε ἠδικῆσθαί φησι καὶ τὴν πόλιν σύμπασαν παρὰ τοῦ στρατηγοῦ.
4.557 Σωπάτρο υ. Εἰκότως τοῦτον τῇ τάξει δεύτερον τέθεικεν, ἐπειδὴ καὶ ἔοικε τῷ ἀντονομάζοντι· καὶ ἐν τούτῳ γὰρ ἀντονομάζει ὁ κρινόμενος· καὶ πολλή τίς ἐστιν ἡ κοινωνία· ἓν γάρ ἐστι τὸ πεπραγμένον καὶ δύο τὰ ζητούμενα ὀνόματα, καὶ ἓν τὸ κρινόμενον πρόσωπον· ζητητέον οὖν, εἰ καὶ ἐν τούτῳ ἀντονομάζει ὁ φεύγων, καθάπερ ἐν τῷ ἀντονομάζοντι, τί διαφέρει τοῦ ἀντονομάζοντος ὁ κατὰ σύλληψιν· λέγομεν, ὅτι μετὰ τὸ ὀνομάσαι τὸν φεύγοντα καὶ τὴν μὲν βίαν ὁμολογῆσαι, τὸ δὲ δημόσιον ἀρνήσασθαι, ὡς ἐπὶ τοῦ παραδείγματος τῆς βιασθείσης κόρης, ἔνθα δημοσίων ὁ βιασάμενος φεύγει· μετὰ τὸ ὁμολογῆσαι οὖν τὸν φεύγοντα τὴν βίαν, ἀρνήσασθαι δὲ τὸ δημόσιον, ἄμφω συλλαβὼν ὁ κατήγορος, ἀμφοτέροις αὐτὸν ὑποδείκνυσιν ὑπεύθυνον, ὅπερ οὐ ποιεῖ ὁ ἀντονομάζων· ἀλλὰ τῷ ἑτέρῳ συνιστάμενος ὁ κατήγορος ἀναιρεῖ τὸ ἕτερον ἐν τῷ ἀντονομάζοντι· περιττὸν οὖν ἔχει τὸ συλληπτικὸν κεφάλαιον ὁ κατήγορος ἐν τῷ κατὰ σύλληψιν, λέγων ἀμφοτέροις ἔνοχον· ἐὰν γὰρ ἀπολύσῃ αὐτὸν τοῦ ἀντονομαζομένου, ἐνταῦθα καὶ τοῦ κατηγορουμένου ἀπολύσει· ἐν δὲ τῷ ἀντονομάζοντι μόνον ἐν τῷ ἀντονομάζειν μένουσιν ἀμφότεροι, τοῦ μὲν φεύγοντος ἀντονομάζοντος, οὐ μέντοι συλλαμβάνοντος τοῦ κατηγόρου· τότε δὲ ἁπλῶς ἀντονομάζων ἐστὶν, ὅτ’ ἂν ὁμογενῆ τυγχάνῃ τὰ κρινόμενα πράγματα καὶ τὸ μεῖζον ὑπάγῃ τὸ ἔλαττον· οἷον εἰπεῖν ἱεροσυλίαν τὴν κλοπὴν, καὶ αὕτη γὰρ κλοπή ἐστιν ἱερῶν χρημάτων· καὶ οὐ δυνατὸν ἔτι συλλαβεῖν τὸν κατήγορον καὶ εἰπεῖν ἀμφοτέροις αὐτὸν ὑπεύθυνον· τῷ γὰρ εἰπεῖν ἱερόσυλον καὶ κλοπὴν περιέλαβεν· εἰ δὲ λέγοι τις, τί γὰρ κωλύει καὶ ἐν τῷ κατὰ σύλληψιν τὸν αὐτὸν τρόπον τῷ ἀντονομάζοντι μεθοδεῦσαι, καὶ ἐκβαλεῖν μὲν τὸ παρὰ τοῦ φεύγοντος εἰσφερόμενον, τῷ δὲ οἰκείῳ μόνῳ δεικνύναι ὑπεύθυνον, ἐροῦμεν, ὅτι σαφὴς καὶ ἡ αἰτία· τῆς γὰρ βίας μὴ οὔσης καὶ τὸ δημόσιον ἀδίκημα συνανῄρηται· εἰ γὰρ τοῦτο ἀνέλοιμεν, πῶς ἂν ἔτι δημοσίᾳ κρίνειν δυνάμεθα· ὥστε ἀναγκαίως συμπλέκομεν, καὶ ἀμφοτέροις ὑπεύθυνον εἶναι τὸν φεύγοντα ἰσχυριζόμενοι· εἰ γὰρ θάτερον ὑφέλοιμεν, οὐδὲ τὸ ἕτερον καθ’ ἑαυτὸ συστήσεται· διὰ τοῦτο καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου, τὸ μὲν ἰδιωτικὸν αὐτοῦ δεχομένου, τὸ δὲ δημόσιον ἀναιροῦντος, συνιδὼν, ὅτι ἐὰν τὴν ὕβριν ἐκβάλοι καὶ τὸ δημόσιον συνοιχήσεται, μὴ γὰρ προϋφεστῶτος τοῦ ὑβρίσθαι τὸν χορηγὸν, ἐφ’ ᾧ καὶ δημοσίᾳ κρίνεται, πῶς ἂν ἔτι δύναιτο κρίνεσθαι, συλλαβὼν ἀμφότερα ἐπιφέρει τὴν ὕβριν καὶ τὸ δημόσιον ἐκ ταύτης κατασκευάζων· δεινῶς δὲ οὔτε ὕβριν τὸ ἀδίκημα λέγει, καθῄρει γὰρ καὶ ἔβλαπτε τὴν ὑπόθεσιν, οὔτε ἀσέβημα, ὑπερέβαλε γὰρ ἡ τοῦ τοιούτου ἐγκλήματος φύσις τὸ πραχθέν· διαφέρει οὖν τοῦ ἀντονομάζοντος ὁ κατὰ σύλληψιν, ὅτι ἐκεῖ μὲν ὁ φεύγων ἀντεισάγει τὸ ἔγκλημα, ὁ δὲ ἀναιρεῖ· ἐν δὲ τῷ κατὰ σύλληψιν ὁ μὲν φεύγων ἀντονομάζει· ὁ δὲ κατήγορος συλλαμβάνει καὶ τὸ ἑαυτοῦ καὶ τὸ ἐκείνου· καὶ πάλιν ἐν τῷ ἀντονομάζοντι ἀκολουθεῖ τὸ πρᾶγμα τῷ ἐγκλήματι καὶ ἡ κλοπὴ τῇ ἱεροσυλίᾳ· ἐν δὲ τῷ κατὰ σύλληψιν οὐκέτι· οὐ γὰρ ὁ δημοσίᾳ ἀδικῶν ἤδη καὶ βίαιος· οὐ γὰρ πάντως ὁ δημόσιον ἀδικῶν ἤδη καὶ ἴδιον ἠδίκησε· κεχώρισται γὰρ τῇ φύσει.
4.559 Ζητητέον, πῶς δύναται ὁ κατὰ σύλληψιν καὶ ὁ ἀντονομάζων ὅρος εἶναι εἰ γὰρ ὅρος ὁμολογεῖται ζήτησις ἀτελοῦς εἶναι πράγματος, πῶς τὰ τοιαῦτα δύναται ζητήματα ὅρος εἶναι, ἐν οἷς οὐδὲν λείπει πρὸς τὸ πλῆρες τοῦ πράγματος· ὁλόκληρον γὰρ ἐν τούτοις τὸ πεπραγμένον, οἷον ἡ βία καὶ ὕβρις ἡ κλοπή· ἀλλὰ λέγομεν, ὅτι οὐχ ὡς ἐπὶ τέλους πρὸς τὸ πλῆρες τὴν ἰσότητα ζητοῦμεν· ἀλλ’ ἔστι μὲν πλῆρες τὸ πεπραγμένον, ἐπειδὴ δὲ τὸ ἔγκλημα πλέον ἔχειν τι δοκεῖ τοῦ πεπραγμένου, τὸ παρεληλυθέναι τὸ σύμμετρον ἀτελοῦς ἐπέχει τάξιν καὶ τὰ τοιαῦτα, καὶ διὰ τοῦτο ὅρος ἡ στάσις· τὴν γὰρ περὶ τοῦ ὀνόματος ζήτησιν ἀναδέξεται, ὅτ’ ἄν τι μετὰ τὸ πραχθὲν προστεθῇ τῷ πλάσματι· οἷον τὸ ἱεροσυλίας κρίνεσθαι ἢ δημοσίων, καὶ τὴν φράσιν δεῖ πανταχόθεν θεωρεῖν καὶ τὴν ἰδιότητα, ὥσπερ καὶ ἐν οἷς ἀτελὲς τὸ πεπραγμένον· καθά που ἐπὶ τοῦ ἀνοίξαντος τὸ κενοτάφιον· δύο γὰρ ὄντων, ἐξ ὧν ἡ τελεία κλοπὴ πληροῦται, τοῦ τε εἰσελθεῖν εἰς ἱερὸν καὶ ὑφελέσθαι ἱερὰ χρήματα, τὸ μὲν πέπρακται τῷ κρινομένῳ, τὸ δὲ οὐκέτι, παρῆλθε γὰρ, οὐ μὴν ἱερὰ χρήματα ἔλαβεν· καὶ πάλιν τυμβωρυχία τὸ ἀνοῖξαι τάφον καὶ λαβεῖν ἀπὸ τῶν κειμένων, τὸ μὲν εἰσελθεῖν εἰς τὸν τάφον πέπρακται τῷ κρινομένῳ τυμβωρυχίας, οὐ μὴν ὑφείλετό τι· κενοτάφιον γὰρ ὑπόκειται, ὥστε ἀτελοῦς ὄντος τοῦ πεπραγμένου τὴν ἰδιότητα ζητοῦμεν, ὃν τρόπον καὶ ἐν τῷ ἀντονομάζοντι τὴν ἰδιότητα ζητοῦμεν.
4.560 προθέντες γὰρ τὸν τόπον τὸν ἱερὸν οὐκέτι κλοπὴν, ἀλλ’ ἕτερον τὸ πεπραγμένον κατασκευάσομεν· καὶ ἐπὶ τοῦ βιασαμένου ἡ ποιότης τῶν προσώπων, ὅτι στρατηγὸς τὴν διαφορὰν καὶ τὴν ἀλλοίωσιν τῆς πράξεως εἰργάσατο· οὐδ’ ἕτερον γὰρ τέλειον εὑρίσκεται, οὐδὲ τὸ ἴδιον, οὐδὲ τὸ δημόσιον· οὔτε βία μόνον ἐστὶν οὐ δημόσιον καθαρόν· ὥστε εἰ καὶ ἐν τῷ ἀντονομάζοντι, τί χρὴ καλεῖν τὸ πεπραγμένον, ζητοῦμεν ὅπερ ὅρου ἴδιον, ὅρος ἄρα καὶ ὁ ἀντονομάζων· τοῦτο οὖν πλέον ἔχει κεφάλαιον οὗτος ἐν τῇ διαιρέσει. Ἔλαθεν ἑαυτὸν Ἑρμογένης, τὸν τρόπον τῶν ἐνθυμημάτων κεφάλαιον καλῶν· κεφάλαιον γάρ ἐστι μέρος λόγου διάφορον ἐργασίαν ἐπιδεχόμενον πρὸς τὰ προκείμενα καὶ πεπραγμένα, ὥσπερ φέρε ἡ τῶν ἐλέγχων ἀπαίτησις πρὸς τὸ παραγραφικὸν διάφορον ἔχει τὴν ἐργασίαν· ἐνταῦθα δὲ οὐδεμία ἐστὶ διαφορὰ κατασκευαζομένη, ἀλλ’ ἐνθύμημά ἐστι μόνον τὸ διαλλάττον· καὶ τοῦτο οὐκ ἐν ἑνὶ τόπῳ κείμενον, ἀλλὰ καθολικόν· πῶς οὖν κεφάλαιον ἐρεῖ τοῦτο ὁ Ἑρμογένης καὶ οὐ μᾶλλον εἶδος λόγου· τὸ γὰρ εἶδός ἐστι μόνον τὸ διαλλάττον καὶ διάφορον ποιότητα ἐνθυμημάτων παρέχον· κεφάλαιον γὰρ οὐκ ἔστιν· ἀλλ’ ἴσως κοινῷ λόγῳ κεφάλαιον αὐτὸ καλεῖ περιληπτικόν. Τρίτος ὁ κατὰ πρόσωπα διπλοῦς· γίνεται δὲ, ὅτ’ ἂν πρᾶγμα ὁλόκληρον ὑπὸ δυοῖν ᾖ πεπραγμένον τι προστιθέασιν ἀνὰ μέρος ἢ ἄλλως δύο προσώποις τισὶν ὑπάρχον· οἷον τὰς ἱερωσύνας τοὺς παῖδας διαδέχεσθαι· παῖδα δὲ ἔχων ἠρίστευσέ τις καὶ ᾔτησεν ἱερωσύνην τινὸς ἀφελέσθαι καὶ αὐτοῦ παῖδα ἔχοντος, ἔλαβεν, τεθνᾶσιν ἀμφότεροι· καὶ ἀμφισβητοῦσιν ἀμφότεροι οἱ παῖδες ὑπὲρ τῆς ἱερωσύνης· τίς γὰρ ὁ τοῦ ἱερέως παῖς οὔσης τῆς ζητήσεως, τῷ μὲν ἡ ἀρχὴ ὑπάρχει τοῦ γεγενῆσθαι ἐν τῇ ἱερωσύνῃ, τῷ δὲ τὸ τέλος, τὸ ἱερέα ἔτι ὄντα τεθνάναι αὐτῷ τὸν πατέρα· καὶ τοῦτον δὲ παραπλησίως διαιρήσεις, κεφάλαιον ἀντιτιθεὶς κεφαλαίῳ.
4.561.(1n) Σωπάτρου καὶ Μαρκελλίνο υ. Ἀπεναντίας ὁρμᾶται οὗτος τοῖς προάγουσιν· οἱ μὲν γὰρ περὶ δύο πραγμάτων τὴν ζήτησιν ἔχουσιν, ὧν ἐν μὲν θατέρῳ τὸ μὲν κατασκευάζει ἑκάτερος, τὸ δὲ ἀναιρεῖ· ἐν δὲ θατέρῳ ὁ μὲν φεύγων τὸν αὐτὸν τρόπον τῷ μέν φησιν ὑπεύθυνος εἶναι, τῷ δὲ οὐδαμῶς· ὁ δὲ κατήγορος συλλαβὼν ἑκατέροις αὐτὸν ὑπάγει, ὥστε αὐτὸς ὑπάγει καὶ ᾧπερ ὁ φεύγων ἔνοχον αὐτὸν καθίστησιν· οὗτος δὲ ἐκ τῶν ἐναντίων· οὐ γὰρ περὶ πράγματα δύο τὴν πᾶσαν ἔχει ζήτησιν, ἀλλ’ ἑνὸς ὄντος τοῦ ὑποκειμένου, δύο ἀμφισβητεῖ πρόσωπα· ἔστι γὰρ ὁ κατὰ πρόσωπα διπλοῦς, ὅτ’ ἂν πρᾶγμα ὁλόκληρον ὑπὸ δυοῖν ᾖ πεπραγμένον, περὶ οὖ ἑκάτερος ἀμφισβητεῖ εἰς ἑαυτὸν τὴν πᾶσαν οἰκειούμενος πρᾶξιν, οἷον ὁ μὲν ἦλθεν ὡς ἀποκτενῶν τὸν τύραννον, ὁ δὲ φεύγοντι περιπεσὼν ἀπέκτεινε· καὶ ἀμφισβητοῦσι περὶ τοῦ γέρως, ἑκάτερος τυραννοκτόνος εἶναι λέγων· ἐνταῦθα γάρ ἐστι μὲν ὑποκείμενον τὸ πρᾶγμα, τὸ καθῃρῆσθαι τὴν τυραννίδα, δύο δὲ τὰ ἀμφισβητοῦντα πρόσωπα περὶ αὐτοῦ· καὶ ἕτερος πάλιν κατὰ δύο πρόσωπα διπλοῦς, ὅτ’ ἂν δύο προσώποις τισὶν ἐνυπάρχῃ πρᾶγμα καὶ περὶ αὐτοῦ τὴν ἀμφισβήτησιν πρὸς ἀλλήλους ποιῶνται, ὡς ἐφ’ οὗ παρέθετο παραδείγματος· ἐν τούτῳ γὰρ πέπρακται μὲν τοῖς παισὶν οὐδὲν, περὶ δὲ τοῦ πράγματος ἀμφισβητοῦσιν, ἑκάτερος ἑαυτῷ φάσκων προσήκειν. ὃ συμφωνίαν τινὲς φήσουσι, μὴ ἔχει πρὸς τὴν τοῦ ὅρου ἀπόδοσιν, ὅτι τὸ καθόλου παρῆλθε γνωστικὸν τῶν ὅρων θεώρημα· ὅτι τὸν ὅρον ἐκ πεπραγμένων καὶ λειπόντων εἶναι χρὴ, ἐνταῦθα δὲ τέλειόν ἐστι τὸ πρᾶγμα ἐν τῷ κατὰ πρόσωπον διπλῷ, ὅτε περὶ πρᾶγμα ὑπάρχει ἡ ζήτησις· λέγομεν δὲ, ὅτι ὁλόκληρόν ἐστι καὶ τέλειον τὸ πρᾶγμα· ἀλλ’ εἰ μὲν ὁ ἕτερος τὸ ὅλον διαπεπραγμένος ἐφαίνετο, χώραν ὁ τοιοῦτος εἶχε λόγος· νῦν δὲ ἑκάτερος τῷ μέρει κέχρηται, καὶ εἰς ἀμφοτέρους διαιρεῖται τὸ πρᾶγμα· ὥστε ἐξ ἀνάγκης ἑκατέρῳ καὶ πεπρᾶχθαί τι καὶ λείπειν· τῷ μὲν γὰρ ἐκβαλόντι τῆς ἀκροπόλεως τὸν τύραννον αὐτὸ τοῦτο πρόσεστι καὶ πέπρακται τὸ ἐκβαλεῖν, τὸ δὲ ἀνῃρηκέναι λείπει· τῷ δὲ ἀποκτείναντι τοῦτο μὲν πρόσεστι, τὸ φονεῦσαι, λείπει δὲ τὸ μὴ ἐπὶ τὴν ἀκρόπολιν ὁρμῆσαι· ὥστε σώζει τὴν πρὸς τὰ λεχθέντα τοῦ ὅρου θεωρήματα κοινωνίαν· ἀνάγκη δὲ καὶ ἐνταῦθα διπλοῖς τοῖς κεφαλαίοις χρήσασθαι· ἐπειδὴ δύο τὰ πρόσωπα, εἰ καὶ ἡ πρᾶξις μία· ἔστι δὲ καὶ διὰ τῶν κεφαλαίων διαφορὰν εὑρεῖν τούτου πρὸς τὸν ἀντονομάζοντα καὶ τὸν κατὰ σύλληψιν· ἐν μὲν γὰρ ἐκείνοις εἰρήκαμεν, ὅτι διπλοῖς χρηστέον τοῖς κεφαλαίοις μέχρι τῆς τοῦ νομοθέτου γνώμης, τοῖς δὲ ἄλλοις ἁπλοῖς· ἐν τούτῳ δὲ πάλιν ἁπλοῖς χρηστέον τοῖς ἄλλοις, πλὴν μόνου τοῦ πρός τι, ἑκάστου πρὸς τὸ αὐτῷ χρήσιμον ἐξ ὧν ἔπραξε φυλαττομένου τὴν κοινωνίαν καὶ ὁριζομένου περί τε οὗ αὐτὸς προβάλλεται, καὶ περὶ οὗ ὁ ἕτερος ἀντεισάγει, καὶ τὰ μὲν ἑαυτῷ προσόντα κατασκευάζων δηλαδὴ καὶ ἀποδεικνύων συμφωνοῦντα τῷ ὅρῳ, τὰ δὲ ἀνασκευάζων τὰ τοῦ ἀντιδίκου· καὶ οὐδὲ ἡντιναοῦν κοινωνίαν δεικνὺς τῶν ὑπαρχόντων αὐτῷ πρὸς τὸν ὅρον, ἀλλὰ πολὺ ἐλέγχων τὸ παραλλάττον· οἷον ὁ μὲν ἐκβαλὼν τῆς ἀκροπόλεως ὁριεῖται πρὸς τὸ ἴδιον λυσιτελὲς λέγων, ὅτι τυραννοκτόνος ἐστὶν ὁ προθέμενος ἐπιβουλεῦσαι τῷ τυράννῳ καὶ σπουδὴν ταύτην ποιησάμενος, ὁ ἀνελθὼν εἰς ἀκρόπολιν, ὁ τῶν δορυφόρων γυμνώσας, ὁ τοὺς φυλάττοντας αὐτὸν ἀπελάσας, ὁ ὑποχείριον τοῖς τυραννουμένοις καταστήσας· τῷ δὲ ἀμφισβητοῦντι πέπρακται τούτων οὐδέν· οὔτε γὰρ ἐσπούδασας καθελεῖν τὴν τυραννίδα, οὔθ’ ὅλως ἐνεχείρησε τῷ πράγματι, αὐτίκα οὐκ εἰς ἀκρόπολιν ἦλθεν, οὐκ εἴσω παρῆλθεν, οὐ τὸν κίνδυνον τὸν πρὸς τοὺς δορυφόρους ὑπέστη· ὥστε οὐκ ἂν εἴη τυραννοκτόνος, οὐδὲ δύναται τῆς δωρεᾶς ἀμφισβητεῖν· ὁ δὲ ἕτερος πάλιν ἀνθοριεῖται ὁμοίως, τὸ μὲν ἴδιον συνιστὰς, τὸ δὲ τοῦ ἀντιδίκου ἐκβάλλων· ἐρεῖ γὰρ, τυραννοκτόνος ἐστὶν ὁ διαχρησάμενος τὸν τύραννον, ὁ μὴ φεύγειν παρασχὼν, ὁ ἐπ’ ἄκρον ἐλευθερώσας τὸν δῆμον· ταῦτα ἔπραξα μὲν ἐγὼ, τῷ δὲ ἀμφισβητοῦντι τούτων οὐδὲν ὑπάρχει, ὥστε ἐμοὶ οὐκ ἐκείνῳ ἡ ἐπὶ τῷ καθῃρηκέναι τὴν τυραννίδα δωρεὰ προσήκει· ἀπὸ δὲ τῶν ὅρων πρόδηλος ἐκ τῶν λοιπῶν κεφαλαίων διπλῆ ἐξέτασις· διπλᾶ γὰρ ὁριζομένων διπλῆν ἀνάγκη τὴν τῶν ὅρων διαίρεσιν γενέσθαι.
4.563 Ἀνὰ μέρο ς. Θαυμασίως τὸ ἀνὰ μέρος, οὐδὲ γὰρ ἂν συσταίη ὁρικὸν τὸ τοιοῦτον ζήτημα, εἰ μὴ ἑκάτερος ὑπάρχει μέρος τι πράξας· εἰ γὰρ μὴ δοίης τῷ μὲν τὴν ἀρχὴν, τῷ δὲ τὸ τέλος, οὐδ’ ἂν συσταίη τὸ ζήτημα· ὅπερ τινὲς ἀγνοήσαντες μικροῦ τῆς ὁριστικῆς ζητήσεως ἐξέβαλον τὸ εἰδὸς τοῦτο· ἐπὶ γὰρ ἀτελῶν, φασὶν, τὴν ἰδιότητα ζητοῦμεν, ἀλλ’ οὐχ ὁλοκλήρου τοῦ πεπραγμένου τυγχάνοντος· εἰ γὰρ ἐντελὲς καὶ πλῆρες τὸ πεπραγμένον, οὐκ ἂν ὅρος εἴη. ἀμέλει εἰ πλάσομεν δύο τινὰς κατὰ φιλίαν διεφθαρκέναι τὸν τύραννον, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος. Ἁρμόδιος καὶ Ἀριστογείτων καθεῖλον τὸν Ἱππίαν καὶ ἀμφισβητοῦσι τοῦ γέρως, ἢ αἰτοῦσι τὸ γέρας· οὐκ ἔτι ὅρος τὸ τοιοῦτον, ἀλλ’ ἑτέραν ποιεῖ στάσιν, ὡς ἐπὶ τὸ πλεῖστον τὴν πραγματικήν· εἰ γὰρ καὶ δύο τοὺς πράξαντας ἔχομεν, ἀλλ’ ὅμως τὸ ἴδιον τῆς ὁριστικῆς στάσεως οὐκ ἔχει τὸ ζήτημα· οὐ γὰρ τὸ μὲν ὁ δεῖνα, τὸ δὲ ὁ δεῖνα ἔπραξεν φανερῶς, ἀλλ’ ἀόριστος ἡ πλάσις καὶ πάντα ἀμφοῖν κοινά.
4.564 Ἢ ἄλλως δύο προσώποις τισί ν. Οὐ μόνον φησὶν ἐπὶ κατορθώματος διπλοῦς ὅρος γίνεται, ἀλλὰ καὶ ἄλλως ὡς ἐπὶ τῶν ἀμφισβητούντων περὶ τῆς ἱερωσύνης· ἐνταῦθα γὰρ οὐκ ὄντος κατορθώματος αὐτοῖς, ἀμφισβήτησις γίνεται πράγματος, τοῦ μὲν τὴν ἀρχὴν, τοῦ δὲ τὸ τέλος ἔχοντος· κατὰ διαίρεσιν ἀμφότεροι προβολαῖς χρήσονται, μιᾷ δὲ ἑκάτερος· τοῦτο γὰρ ἴδιον τοῦ κατὰ πρόσωπα διπλοῦ καὶ πρόχειρος ἡ αἰτία· ἔστι γὰρ προβολὴ ἔκθεσις τῶν πεπραγμένων μετὰ κατασκευῆς καὶ αὐξήσεώς τινος· οὐκοῦν ἐν μὲν τοῖς κατὰ κρίσιν ὁ κατήγορος μόνος ἔχει τὴν προβολήν, ἐν δὲ τῷ κατὰ ἀμφισβήτησιν ἀμφότεροι, καὶ ἐν τῷ κατὰ αἴτησιν μόνος, οὐ γὰρ δήπου καὶ ὁ ἀντιλέγων προβολῇ χρήσεται οὐδ’ αὐξήσει τὸ πεπραγμένον, κατ’ αὐτοῦ γὰρ τὸ γινόμενον· τοὐναντίον οὖν μειώσει καὶ δείξει μηδενὸς ἄξιον τὸ πεπραγμένον. Τὸν δὲ συλλογισμόν τινες βούλονται ἐκλείπειν ἐν τοῖς κατὰ ἀμφισβήτησιν, καὶ καλῶς βούλονται, λέγοντες, ὅτι ἀπὸ τῶν αὐτῶν πεπραγμένων ἑκατέρου ὁριζομένου τὸ ὑποκείμενον ὄνομα ὁ τὸν συλλογισμὸν δεχόμενος οὐ πλέον τὸ ἑαυτοῦ ἢ τὸ τοῦ ἐναντίου συστήσεται· οἷον ὡς ἐπὶ τῶν ἀμφισβητούντων τοῦ γέρως, ὃς ἂν τῷ συλλογισμῷ χρήσηται μηδὲν διαφέρειν ἀλλήλων λέγων τά τε ἑαυτοῦ καὶ τοῦ ἀντιλέγοντος, ἴδιον γὰρ συλλογισμοῦ τὸ συνάγειν ἀμφότερα τὰ διῃρημένα, οὐδὲν μᾶλλον ὑπὲρ ἑαυτοῦ ἢ τοῦ ἀντιλέγοντος ἔσται τὸ λεγόμενον· ὥστε πῶς τῷ κεφαλαίῳ χρήσεται, πῶς δὲ οὐκ ἐκλείψει ἐν τῷ ἐξισάζοντι. Ἰστέον δὲ, ὅτι τινές φασιν διαφέρειν τὴν διαίρεσιν τοῦ κατὰ ἀμφισβήτησιν, τοῦ τε ἀντονομάζοντος καὶ τοῦ κατὰ σύλληψιν· ὅτι ἐν μὲν τῷ ἀντονομάζοντι καὶ τῷ κατὰ σύλληψιν δύο ζητουμένων ὀνομάτων διπλοῖς τοῖς οἰκείοις ἕκαστος χρήσεται κεφαλαίοις, προβολῇ, ὅρῳ, ἀνθορισμῷ, συλλογισμῷ, γνώμῃ νομοθέτου· ἐνταῦθα δὲ εἰ καὶ τῶν διπλῶν ὁ ὅρος, οὐ διπλοῖς ἕκαστος τοῖς οἰκείοις χρήσεται· ἀλλ’ ἀμφότεροι μὲν χρήσονται προβολαῖς καὶ ὅροις καὶ κατὰ τοῦτο διπλῆ δοκεῖ διαίρεσις· οὐ μέντοι διπλοῖς τοῖς οἰκείοις ἕκαστος χρήσεται, ἀλλ’ ἁπλοῖς σὺν μιᾷ προβολῇ καὶ ὅρῳ καὶ ἀνθορισμῷ· ἐπειδὴ ἓν τὸ ζητούμενον ὄνομα, τίς ὁ τυραννοκτόνος, καὶ ἓν ὁρίζεται· οὐχ ὥσπερ ἐπὶ τοῦ ἀντονομάζοντος ὁρίζεται, τίς ὁ ἱερόσυλος καὶ πάλιν τὸ ἕτερον ὄνομα, τίς ὁ κλέπτης· ἀπὸ δὲ τῆς πηλικότητος διπλοῖς ἕκαστος τοῖς οἰκείοις χρήσεται· ἐπειδὴ δύο ἐστὶ τὰ ἐξεταζόμενα πράγματα ἀνὰ μέρος, ἑκάτερος ἀνὰ μέρος χρήσεται τῷ ὑπ’ αὐτοῦ πεπραγμένῳ, καὶ οὐ μόνον αὐξήσει τὸ ἴδιον, ἀλλὰ καὶ τὸ τοῦ ἐναντίου μειώσει· τὸ δὲ πρός τι ἁπλοῦν ἐστιν· αὐτῶν γὰρ ἀντεξέτασις ἔσται τῶν πεπραγμένων, καὶ ἀγωνιεῖται δεῖξαι τὸ ἑαυτοῦ μεῖζον καὶ θαυμασιώτερον· ἰστέον καὶ τοῦτο, ὅτι τὸν κατὰ ἀμφισβήτησίν τινες οὐ βούλονται διπλοῦν εἶναι· κἂν γὰρ δύο, φασὶν, ἔχῃ πρόσωπα, ἀλλ’ οὐ ζητεῖται τὸ πρόσωπον ἐν ὅρῳ, ἀλλ’ ἰδιότης πράγματος καὶ ὄνομα πράγματος, οὐ προσώπου ποιότης· εἰ γὰρ πρόσωπον ζητοῦμεν καὶ ποιότητα, οὐκοῦν καὶ βούλησιν καὶ δύναμιν ζητήσομεν· ἀλλ’ οὔτε πρόσωπον οὔτε ποιότητα πράγματος ζητοῦμεν.
4.565 ἄλλοι δὲ καὶ τοῦτο λέγουσιν, ὅτι οὐκ ἔστιν ἐν ὅροις κατὰ πρόσωπα διπλοῦς· ἀπατηθεὶς δὲ ὁ τεχνικὸς ἀπὸ τῶν στοχασμῶν ἐνόμισε καὶ ἐν ὅροις εἶναι κατὰ πρόσωπα διπλοῦν, οὐ κατανοήσας, ὅτι ἐν μὲν στοχασμῷ ἐπειδὴ ἄδηλον τὸ πρᾶγμα, ἐξ εἰκότων αἱ ἀποδείξεις· εἰκότα δέ ἐστι βούλησις καὶ δύναμις, ἅπερ ἐστὶ προσώπων, διὰ τοῦτο ἔστι κατὰ πρόσωπα διπλοῦς· ἐν δὲ ὅρῳ ἐπειδὴ μὴ ἐξ εἰκότων, οὐ γὰρ ἄδηλον τὸ πρᾶγμα, αὐτὸ δὲ ζητοῦμεν τὸ πρᾶγμα τί ἐστι, διὰ τοῦτο κατὰ πράγματα μὲν διπλοῦς ἐστιν ὅρος, κατὰ πρόσωπα δὲ οὐδαμῶς· οἷον ἀνῆλθέ τις ἀναιρήσων τὸν τύραννον, ἔφυγεν ὁ τύραννος, ἄλλος φεύγοντι περιτυχὼν ἀπέκτεινε καὶ ἀμφισβητοῦσι τῆς δωρεᾶς· ἐνταῦθα γὰρ οὐ πρόσωπα ἐξετάζεται, ἀλλὰ τίς ὁ τυραννοκτόνος τὸ πρᾶγμα αὐτό· καὶ πάλιν ἐν ᾧ περὶ τῆς ἱερωσύνης ἀμφισβητοῦσιν οἱ παῖδες, τὸ πρᾶγμα ζητοῦμεν, τίς ἀπὸ τοῦ ἱερέως· καὶ λέξει ὁ τοῦ ἱερέως παῖς, ὅτι τοῦ γένους αἱ ἱερωσύναι εἰσίν· ταῦτα μὲν ἐκεῖνοί φασιν· χρὴ δὲ τοῦ τεχνικοῦ τὸν σκοπὸν εἰδέναι, ὃν οὗτος ἐκάλεσε κατὰ πρόσωπα διπλοῦν· οὐ γὰρ ὡς ποιότητος προσώπων ζητουμένης, ἀλλ’ ἐπειδὴ δύο προσώπων ὄντων, ἑνὸς δὲ πράγματος ζητουμένου καὶ ὀνόματος, ὁ μὲν τὴν ἀρχὴν τοῦ πράγματος προβάλλεται, ὁ δὲ τὸ τέλος, ὡς ἕκαστος τὴν τοῦ ὀνόματος οἰκειοῖ φύσιν, λέγων τυραννοκτόνος εἶναι, ᾧ πέπραχε, διὰ τοῦτο διπλοῦν αὐτὸν ἐκ προσώπων ἐκάλεσεν· ἐν γὰρ τοῖς προσώποις τὰ ἴδια τοῦ ὅρου συμβέβηκεν ἀμφοτέροις, λέγω δὴ τὸ λεῖπον καὶ πεπραγμένον· ἀμφοτέροις γὰρ καὶ πέπρακται καὶ λείπει.
4.566 Συριανο ῦ. Ἐπειδὴ καὶ στοχασμοὶ κατὰ ἀμφισβήτησίν εἰσιν, ὡς ἐκεῖνο, τύραννος νοσῶν καὶ ὑποπτεύσας εἰληφέναι φάρμακον παρὰ τοῦ οἰκείου ἰατροῦ μετεπέμψατό τινα τῶν ἐκ τοῦ δήμου ἰατρῶν ἀλεξιφάρμακον δώσοντα· ἔλαβεν καὶ ἐτελεύτησεν ἐπὶ σημείοις φαρμάκων· νόμου κελεύοντος τὸν τυραννοκτόνον δωρεὰν λαμβάνειν ἀμφισβητοῦσιν ἀλλήλοις οἱ ἰατροὶ περὶ τῆς δωρεᾶς· ζητητέον, τίς ἡ διαφορὰ τούτου τε καὶ τοῦ κατὰ ἀμφισβήτησιν ὅρου· ἐν μὲν οὖν τῇ κατὰ στοχασμὸν ἀμφισβητήσει περὶ τοῦ προσώπου ποιούμεθα τὴν ζήτησιν, πότερος τῶν ἰατρῶν τυραννοκτόνος· ἐν δὲ τῇ ὁρικῇ ἀμφισβητήσει τὸ πρᾶγμα ζητοῦμεν, πότερον τὸ διῶξαι τῆς ἀκροπόλεως ἢ τὸ ἀνελεῖν τυραννοκτονία, καὶ τῷ μὲν λείπει τι τοῦ ὅλου πράγματος, τῷ δὲ πέπρακταί τι· συνελθόντα δὲ τὰ παρ’ ἑκατέρων γινόμενα ἓν τέλειον ἀποτελεῖ· πάντως οὖν ἡ ὁρικὴ ἀμφισβήτησις ἐκ λειπόντων ἐστὶ καὶ πεπραγμένου· ἐν δὲ τῇ κατὰ πραγματικὴν ἐπαινέσει μὲν καὶ τὸν ἀμφισβητοῦντα ὁ φεύγων, ἑαυτὸν δὲ μᾶλλον ἄξιον ἀποφανεῖ τῆς τιμῆς· ὡς ἐπ’ ἐκείνου· μετὰ τὰ Μηδικὰ ἔδοξεν ὑπὸ τοῦ ἀρίστου τῶν Ἑλλήνων βασιλεύεσθαι τὴν Ἑλλάδα, καὶ ἀμφισβητοῦσι Θεμιστοκλῆς καὶ Παυσανίας· γνωστέον δὲ, ὅτι πολλὰ τοιαῦτα προβλήματα ὁρικὰ εὑρίσκεται· ὥσπερ γὰρ ἐν στοχασμῷ ἄπειρα μὲν τὰ ἁπλᾶ, πολλὰ δὲ τὰ ἐκ προσώπων ἀτελῆ, ὀλίγα δὲ τὰ ἐκ πραγμάτων ἀτελῆ προκατασκευαζόμενά τε καὶ ἐμπίπτοντα καὶ συνεζευγμένα, οὕτως καὶ ἐπὶ τῶν ὅρων τὰ ἁπλᾶ ἄπειρά ἐστιν· τὰ δὲ ἀντονομάζοντα καὶ ἐμπίπτοντα ὀλίγα· πλεῖστα δὲ καὶ τὰ κατὰ δύο πρόσωπα, ἃ καὶ κατὰ ἀμφισβήτησιν γίνεται καὶ κατὰ συμβουλὴν καὶ κατὰ τὸ δικανικὸν εἶδος· οὐ μόνον δὲ ἐκ λείποντος καὶ πεπραγμένου συνέστηκεν ὁ κατὰ ἀμφισβήτησιν ὅρος, ἀλλὰ καὶ ἐκ πεπραγμένου μόνον, ὡς ἐπὶ τοῦ Κεφάλου καὶ Ἀριστοφῶντος τῶν ἀμφισβητούντων τοῦ καλοῦ βίου· καὶ ἐκ λείποντος μόνον, ὡς ἐπὶ τοῦ γελῶντος καὶ κωλυομένου ἱερᾶσθαι· δοκεῖ δὲ καὶ τὸ κατὰ τὸν Κέφαλον ἐκ λείποντος εἶναι καὶ πεπραγμένου, λείποντος μὲν τοῦ κατὰ τὸν Κέφαλον μέρους τῷ μηδεμίαν γραφὴν φυγεῖν, πεπραγμένου δὲ τοῦ κατὰ τὸν Ἀριστοφῶντα τῷ πολλὰς φυγεῖν γραφὰς καὶ μηδεμιᾶς ἁλῶναι· οἱ μὲν οὖν μελετῶντες ὡς ὅρον τὸ κατὰ τὸν Κέφαλον πρόβλημα τῷ ἑτέρῳ μέρει οὐ προσάψουσιν ἐπαίνους· οἱ δὲ ὡς πραγματικὴν κατὰ ἀμφισβήτησιν ἐπαινέσουσι μὲν καὶ τὸν ἕτερον, ἑαυτοὺς δὲ μᾶλλον συστήσουσιν· ἐν μὲν οὖν πραγματικῇ ὥρισται ἡ αἴτησις τῆς δωρεᾶς, οἶον σίτησις ἢ εἰκὼν ἢ ἐχθροῦ ἀναίρεσις· ἐν δὲ ταῖς ἄλλαις στάσεσιν ἀόριστος ἡ δωρεά ἐστιν· οὐ μόνον δὲ ἐν ὅρῳ κατὰ ἀμφισβήτησίν ἐστι προβλήματα, ἀλλὰ καὶ ἐν πραγματικῇ καὶ ἐν ἀμφιβολίᾳ, σπανίως δὲ καὶ ἐν στοχασμῷ· καθόλου τοίνυν τὰ κατὰ ἀμφισβήτησιν προβλήματα γνωσόμεθα ποίας ἐστὶ στάσεως, εἰ μάθοιμεν ὅτι ὁ μὲν στοχασμὸς τὸ δικανικὸν ἔχει μόνον, σπανίως δὲ καὶ τὸ συμβουλευτικὸν, αἱ δὲ ἀντιθετικαὶ μόνον τὸ δικανικὸν, πραγματικὴ δὲ ἄμφω, αἱ δὲ νομικαὶ τὸ δικανικὸν πλὴν τῆς ἀμφιβολίας· αὕτη γὰρ ἔσθ’ ὅτε καὶ τὸ συμβουλευτικὸν ἐπιδέχεται· πᾶσαι τοίνυν αἱ ἀμφισβητήσεις γίνονται, ἢ κατὰ στοχασμὸν, ἢ κατὰ ὅρον, ἢ κατὰ πραγματικὴν, ἢ κατὰ ἀμφιβολίαν· ἀλλ’ ἐν μὲν στοχασμῷ, ὡς εἴρηται, οὔτε τῆς δωρεᾶς αἴτησις ὥρισται· καὶ τίς ὁ τυραννοκτόνος ζητοῦμεν ἐπὶ τῶν δύο ἰατρῶν τῶν ἀνελόντων φαρμάκῳ τὸν τύραννον, καὶ ἀμφισβητούντων ἀλλήλοις τῆς δωρεᾶς· ἐν δὲ τῷ ὅρῳ ἐκ λείποντος καὶ πεπραγμένου ἡ ἀμφισβήτησίς ἐστι, καὶ εἰ τὸ διῶξαι τὸν τύραννον τυραννοκτονία ζητοῦμεν· ἐν δὲ τῇ πραγματικῇ ἡ μὲν τῆς δωρεᾶς αἴτησις ὥρισται, περὶ μελλόντων δὲ ἡ σκέψις γίνεται· ἐν δὲ τῇ ἀμφιβολίᾳ ἢ κατὰ ὁμωνυμίαν ἡ ἀμφισβήτησις γίνεται, ὡς ἐπὶ τῶν ἡγεμόνων τῶν ἀμφισβητούντων, τίνες οἱ ἡγεμόνες, πότερον οἱ ῥήτορες ἢ οἱ στρατηγοί· ἢ ὡς ἐπὶ τοῦ ξυλίνου τείχους οὗ ἔχρησεν ὁ θεός· ἢ κατὰ σύνθεσιν ἢ διαίρεσιν, ὡς ἐπὶ τοῦ Πανταλέοντος, ὅπερ δοκεῖ καὶ ἀσύστατον εἶναι· ὥσπερ δὲ περὶ τιμῆς καὶ πρωτείων ἀμφισβητήσεις γίνονται, οὕτω καὶ περὶ τιμωριῶν καὶ κολάσεως, καὶ λέγεται ἐπ’ ἐκείνων ἀντιπροβάλλονται ἀλλήλους, ὡς ἐπ’ ἐκείνου· λοιμοῦ καταλαβόντος τὴν Ἑλλάδα ἔχρησεν ὁ θεὸς παύσασθαι τὴν νόσον, εἰ τὴν ἀσεβῆ πόλιν κατασκάψειαν· καὶ ἀντιπροβάλλονται ἀλλήλας Ἄργος τε καὶ Θῆβαι· καὶ τόδε· μετὰ τὰ ἐν Χαιρωνείᾳ χρωμένοις περὶ τῆς ἥττης ἔχρησεν ὁ θεὸς ἡγεμόνων κακότητι γεγενῆσθαι τὴν ἧτταν, ἀντιπροβάλλονται ἀλλήλοις οἱ στρατηγοὶ καὶ οἱ ῥήτορες.
4.569 Τέταρτος ὁ ἐμπίπτων, ὅτ’ ἂν ὥσπερ ἐν στοχασμῷ μεταξὺ τῶν κεφαλαίων ἄλλο ἐμπέσῃ ζήτημα ὁλόκληρον, οἷον ἀμύητος ὄναρ ἰδὼν τὰ μυστήρια ἤρετό τινα μυηθέντα εἰπὼν ἃ εἶδεν, εἰ οὕτως ἔχοι.
4.570.(1n) συγκατέθετο ὁ ἐρωτηθεὶς καὶ ὡς ἐξειπὼν ὑπάγεται· τί γὰρ τὸ ἐξειπεῖν οὔσης τῆς ζητήσεως καὶ ταύτης μέχρι τοῦ πρός τι προϊούσης, ἐμπεσεῖται καὶ, τίς ὁ ἀμύητος, ἄλλο ζήτημα· καὶ διαιρήσεις γε καὶ τοῦτο πᾶσι τοῖς ἑξῆς μέχρι τοῦ πρός τι· εἶτα ποιήσεις τὰ λοιπὰ κεφάλαια. Συριανο ῦ. Ἐνταῦθα δύο ὄντων τῶν ζητουμένων τοῦ τε εἰ τὸ ἐπινεῦσαι ἐξειπεῖν ἐστι καὶ τοῦ εἰ μεμύηται ὁ ὄναρ ἑωρακὼς μέχρι τῶν πρός τι προελθούσης τῆς ἐξετάσεως τοῦ προτέρου ζητήματος, οὕτως ἐμπίπτει τὸ δεύτερον· ἔνθα δὴ καὶ τὴν τάξιν ἐναλλάττουσιν οἱ ἀγωνιζόμενοι, ὥσπερ ἐν τοῖς ἁπλοῖς ὅροις, ἐν οἷς ἄλλο μὲν τὸ κρινόμενον ἔφαμεν, ἄλλο δὲ τὸ ζητούμενον· καὶ ὁ μὲν κατήγορος γίνεται φεύγων, ὁ δὲ φεύγων διώκων· ἀμέλει καὶ τῶν κεφαλαίων ἐναλλάττουσι τὴν διαίρεσιν· ζητούντων γὰρ αὐτῶν, εἰ μεμύηται ὁ τεθεαμένος τὸ ὄναρ, ὁ μὲν φεύγων τοῖς ἰδίοις τοῦ κατηγόρου χρήσεται κεφαλαίοις, ἀνθορισμῷ φημι καὶ συλλογισμῷ, κατασκευάζων ὅτι μεμύηται, ὁ δὲ πρότερον κατήγορος τῷ τοῦ φεύγοντος ὅρῳ ἀνατρέπων τὸ μεμυῆσθαι διὰ τοῦ ὀνείρου τὸν ἄνθρωπον· ζητητέον δὲ, τίς ἡ διαφορὰ τοῦ ἐμπίπτοντος ὅρου καὶ στοχασμοῦ ἐμπίπτοντος, καὶ φαμὲν ὅτι ἐν στοχασμῷ ἀπὸ τοῦ χρώματος τοῦ προτέρου ζητήματος τὸ δεύτερον ἀναφαίνεται ζήτημα καὶ οἰκεῖόν ἐστι καὶ ἠρτημένον τοῦ προτέρου· καὶ αὐτὸ δὲ τὸ χρῶμα οὐχ ὁ λέγων ποιεῖ, ἀλλ’ ἐν αὐτῷ κεῖται τῷ προβλήματι· ἐν δὲ τῷ ἐμπίπτοντι ὅρῳ τά τε ζητήματα ἄμφω κεχώρισται ἀλλήλων· μετὰ γὰρ τὰ πρός τι τὸ ἕτερον ἐξετάζεται ζήτημα φύσεως ἄλλης ὑπάρχον· ἄλλο γὰρ τὸ ζητεῖν, τί τὸ ἐξειπεῖν, καὶ ἄλλο, τίς ὁ ἀμύητος· καὶ ἀπὸ τῶν πρός τι τοῦ πρώτου ζητήματος ἐμπίπτει τὸ δεύτερον ζήτημα.
4.571 Σωπάτρου καὶ Μαρκελλίνο υ. Δοκεῖ τοῦτο ἕτερον εἶδος εἶναι ὅρου τῶν συνεζευγμένων· δύο γὰρ ἔχει ζητήματα τὰ συνεζευγμένα, ὥσπερ καὶ οἱ συνεζευγμένοι στοχασμοὶ, ἀλλὰ ἓν μὲν ἔχει τὸ προκείμενον ὄνομα, εἰ ἐξεῖπεν τὰ μυστήρια· τὸ γὰρ δεύτερον εἰς σύστασιν τοῦ προκειμένου παραλαμβάνεται, τὸ εἰ ἀμύητος ὁ ἕτερος· ὥστε οὐ διπλοῦν κἂν δύο ἔχῃ ζητήματα· οὐδὲ γὰρ ὁ στοχασμὸς ὁ συνεζευγμένος διπλοῦς, ἀλλ’ ἕτερον ἔχει τὸ εἶδος. Ὅ τ ’ ἂν ὥσπερ ἐν στοχασμ ῷ. Τῷ σχήματι μόνον παραπλήσιος, τῇ δὲ φύσει διάφορος· οὐ γὰρ ἐπὶ τοῦ χρώματος ἀνακύπτει, καθάπερ ἐπὶ τοῦ στοχασμοῦ· οὔτε γὰρ ὅλως κεφάλαιον χρῶμά ἐστιν ἐν ὅρῳ, οὐδ’ ἀδήλου τοῦ πράγματος ὄντος ἀλλὰ δήλου μὲν, ἀτελοῦς δὲ ἡ ζήτησις· πῶς οὖν ἐνταῦθά φησι μεταξὺ τῶν κεφαλαίων ἕτερον ἐμπίπτει ζήτημα, αὐτὸς διδάσκει καὶ ὑποτίθεται· τοῦ γὰρ πρώτου, φησὶν, ζητήματος ἐξεταζομένου ἄχρι τοῦ πρός τι, ἐμπίπτει τὸ ἕτερον ζήτημα τέλειον καὶ αὐτὸ τυγχάνον, οἷον εἰ ἀμύητος ὁ ὄναρ ἰδὼν τὰ μυστήρια, ὁ ὑπ’ αὐτῶν τῶν θεῶν τετελεσμένος, καὶ διαιρεῖται τοῦτο ἕως τοῦ πρός τι· καὶ μετὰ ταῦτα πᾶσι τοῖς ἑξῆς κεφαλαίοις κοινοῖς χρησόμεθα· δεῖ οὖν τὸ πρῶτον μελετᾷν ἄχρι τοῦ πρός τι· τοῖς δὲ ἐφεξῆς κεφαλαίοις κοινοῖς τοῖς μετὰ τὸ πρός τι χρήσασθαι· οἷον νόμος τὸν ἐξειπόντα τὰ μυστήρια τεθνάναι· ἀμύητος ὄναρ ἰδὼν τὰ μυστήρια ἤρετό τινα καὶ ἑξῆς· οὐκοῦν ἡ προβολή· δεινὰ ἔπραξας ἐξειπὼν τὰ μυστήρια· ὁ ὅρος, οὐκ ἐξεῖπον, οὐ γὰρ ἐφθεγξάμεν· ἀνθορισμός· καὶ μὴν κατένευσας· καὶ συνάψει εὐθὺς τὸν συλλογισμὸν, λέγων ἴσον εἶναι τὸ κατανεῦσαι τῷ εἰπεῖν· γνώμη νομοθέτου, ὅτι ἄτοπον λίαν ἡγήσατο τὸ τοιοῦτον ὁ νομοθέτης· εἶτα ἡ πηλικότης βεβαιοῖ, ὅτι μέγα καὶ χαλεπὸν τὸ ἐκλέγειν τὰ τῶν θεῶν μυστήρια· εἶτα τὸ πρός τι, ὅτι καὶ μεῖζον τὸ κατανεῦσαι, βεβαιοῦντος γάρ ἐστιν· ἀφ’ οὗ τὸ δεύτερον ἐμπίπτει ζήτημα ἐξ ἀντιθέσεως· ἀλλ’ οὐκ ἀμύητος οὗτος· τοῦτο γὰρ τὸ χρῶμα· καὶ λοιπὸν ἐπανατρέχει εἰς τὸν ὅρον τοῦ δευτέρου τούτου ζητήματος φάσκων· ἐκεῖνος ἐμυήθη ὁ εἰς θεῶν ἱερὰ φοιτήσας, ὁ παρὰ δᾳδούχου μαθών· τὸν δὲ συλλογισμὸν ἐξ ἀντιθέσεως ληψόμεθα, ὅμοιον λέγοντες τῷ ὑπὸ τῶν ἱερέων μανθάνειν τὸ ἐν τοῖς ὕπνοις μυεῖσθαι· μανθάνειν γάρ ἐστιν ἐξ ἀμφοτέρων· ταῦτα δὲ ἀνατρέψεις λογισμοῖς χωρίζων καὶ πολὺ τὸ μέσον λέγων· ἡ πηλικότης καὶ τὸ πρός τι μειώσει· ἰστέον δὲ, ὅτι ἐν τῷ εἴδει τούτῳ συμβαίνει τὸν κατήγορον τὰ τοῦ φεύγοντος ἔχειν κεφάλαια· τὸν γὰρ ὅρον ἀεὶ τοῦ φεύγοντος ὄντα ὁ κατήγορος ἐνταῦθα ἐν τῷ δευτέρῳ ζητήματι λέγει· ὁ δὲ φεύγων τὸν συλλογισμὸν τοῦ κατηγόρου ὄντα ἀεὶ προβάλλεται.
4.573 Πέμτον εἶδος οἱ δύο καλούμενοι ὅροι· ὃ γίνεται ὅτ’ ἂν περὶ δύο ὀνομάτων ἐφ’ ἑνὸς προσώπου ἡ ζήτησις ᾖ, οὐκ ἀντονομαζομένων· οἷον τὸν καθαρὸν καὶ ἐκ καθαροῦ ἱερᾶσθαι, πατέρα τὶς μοιχὸν ἀποκτείνας εἴργεται τοῦ ἱερᾶσθαι· ἡ γὰρ ζήτησις τίς ὁ καθαρὸς, καὶ τίς ὁ ἐκ καθαροῦ· καὶ χρὴ τὸ ἕτερον πρότερον τελείως ἐπελθόντα τοῖς κεφαλαίοις αὖθις ἐπὶ τὸ ἕτερον ἐξ ἀρχῆς ἰέναι· ταῦτα περὶ ὅρου. Συριανο ῦ· Τελευταῖον εἶδος τῶν διπλῶν ὅρων ἐστὶν οἱ καλούμενοι δύο ὅροι, ὅπερ ὠνόμασται μὲν οὕτω, διότι τοῦ ἀντιλέγοντος τῇ δωρεᾷ δύο τινὰ κινοῦντος ἐγκλήματα καὶ δύο προβολαῖς κεχρημένου, ἀναγκαίως ὁ τὴν δωρεὰν αἰτῶν τοῖς ἐναντίοις κεχρημένος κεφαλαίοις, δύο ὅροις κέχρηται, πρὸς ἑκατέραν προβολὴν ἑκατέρῳ τῶν ὅρων ἀπαντῶν· διαφέρει δὲ τῶν ἁπλῶν τῷ εἶναι διπλοῦς· τῶν δὲ διπλῶν τῇ τάξει τῶν κεφαλαίων, καὶ τοῦ μὲν ἀντονομάζοντος καὶ τοῦ κατὰ σύλληψιν τῷ ἐν ἐκείνοις μὲν τῶν ἐπαγομένων ἐγκλημάτων τὸν φεύγοντα τὸ μὲν μεῖζον μὴ παραδέχεσθαι, τὸ δὲ ἔλαττον ἑκόντα ἐπαναιρεῖσθαι· ἐνταῦθα δὲ τοῖς δύο ὅροις ἀμφότερα ἐκβάλλει καὶ οὐδέτερον παραδέχεται ὁ τὴν τάξιν ἔχων τοῦ φεύγοντος· τοῦ δὲ ἐμπίπτοντος, ὅτι ἐκεῖ μὲν ἐν τῷ αὐτῷ ζητήματι τὴν τάξιν ἐναλλάττουσι τῶν κεφαλαίων, ὅ τε κατήγορος καὶ ὁ φεύγων, ὡς εἴρηται, τὰς οἰκείας ἀμείβοντες τάξεις, ἐνταῦθα δὲ διόλου τοῦ προβλήματος τὴν οἰκείαν ἑκάτεροι διασώζουσι τάξιν· τοῦ δὲ κατὰ ἀμφισβήτησιν, ὅτι ἐκεῖ μὲν τὸ ἓν πρᾶγμα τοῖς δύο πέπρακται προσώποις, ἐνταῦθα γὰρ τὰ δύο τοῦ ἑνὸς κατηγορεῖται· ὁ γὰρ ἀντιλέγων ἐνταῦθα τῇ ἱερωσύνῃ δύο τινα κατὰ τοῦ ἑτέρου σπεύδει ἀποδεῖξαι, ὅτι τε οὐ καθαρὸς, ὡς ἀπεκτονὼς τὸν πατέρα καὶ ὅτι οὐκ ἐκ καθαρῶν, μοιχὸς γὰρ ὁ πατήρ· ἰστέον δὲ, ὅτι τῶν ὁρικῶν ζητημάτων τὰ μὲν ἀκούσια ἔχει τὰ κρινόμενα, ὡς τὸ ἑξαδάκτυλον εἶναι ἢ ὡς τὸ μὴ γελᾷν· τὰ δὲ ἀκούσια, ὡς τὸ ἐπανατείνεσθαι χεῖρας, τὸ κλέπτειν, τὸ βιάζεσθαι· ἐπὶ μὲν οὖν τῶν ἀκουσίων οὔτε γνώμης αἴτησιν κινήσομεν, οὔτε ἀντίθεσιν ἔξωθεν οὐδὲ μίαν ὧν ἔφαμεν ἐν τοῖς ὁρικοῖς ἐμπίπτειν ζητήμασι μετὰ τὴν ἐργασίαν τῶν οἰκείων κεφαλαίων· ἐπὶ δὲ τῶν ἑκουσίων ἥ τε τῆς γνώμης αἴτησις ἐμπεσεῖται καὶ αἱ ἔξωθεν ἀντιθέσεις ὡς ἐπὶ τὸ πολύ· αἱ δὲ διηγήσεις ἐν μὲν τῷ στοχασμῷ ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους γίνονται ἐν δὲ τῷ ὅρῳ ἐκ τῆς προβολῆς· καὶ γὰρ αὕτη τὸ ἀπ’ ἀρχῆς ἄχρι τέλους περιέχει· οἱ δὲ φεύγοντες ἐκ τῶν ἐναντίων ἐννοιῶν· δηλονότι καὶ λυσιτελεῖν αὐτοῖς πρὸς τὸν ἀγῶνα δυναμένων τάς τε καταστάσεις καὶ τὰς διηγήσεις ποιήσονται· ἀρχόμενοι μὲν ἔκ τινων καθολικωτέρων ἐννοιῶν, τὰ δὲ μερικὰ καὶ τῆς παρούσης ὑποθέσεως οἰκεῖα συνυφαίνοντες ἐκείνοις· γνωστέον δὲ, ὅτι καὶ Κόραξ ὁ τεχνογράφος τῷ τῆς καταστάσεως ὀνόματι κέχρηται προοίμια τοῦ λόγου τὴν κατάστασιν καλῶν· οἱ δὲ τεχνικώτερον περὶ αὐτῆς διορίζοντες καὶ διεξιόντες, ὡς καὶ ἀνωτέρω εἴρηται, τὴν κατάστασίν φασι τῷ λόγῳ λυσιτελεῖν πρὸς τοῦτο, ὅπερ καὶ τὸ ὄνομα δηλοῖ, πρὸς τὴν πρεπωδεστάτην διάπλασιν τῆς διηγήσεως· τὸ μὲν γὰρ διηγήσασθαι ψιλὸν τὸ πρᾶγμα οὐ σφόδρα ἔντεχνον, τὸ δὲ συγκαταστάσει διηγεῖσθαι τεχνικώτατον· ὅθεν καὶ Δημοσθένης ἐν τοῖς δημοσίοις μάλιστα λόγοις, ὅπου καὶ τὴν ἀκρίβειαν ἐμφαίνει, τοιαύταις χρῆται ταῖς διηγήσεσιν.
4.575 Σωπάτρου καὶ Μαρκελλίνο υ. Τὸ τῶν δύο καλουμένων ὅρων τοιοῦτόν ἐστιν, ὅτ’ ἂν περὶ δύο ὀνομάτων ἡ ζήτησις εἴη ἐφ’ ἑνὸς προσώπου· ἑνὸς γὰρ ἐνταῦθα ὡς ὁρᾷς ὄντος τοῦ προσώπου, περὶ τῶν δύο ὀνομάτων ἡ ζήτησίς ἐστιν, εἰ καθαρὸς οὗτος, καὶ πάλιν εἰ ἐκ καθαροῦ· Οὐκ ἀντονομαζομένω ν. Ἐπειδὴ καὶ ὁ ἀντονομάζων καὶ ὁ κατὰ σύλληψιν δύο ὅροι τυγχάνουσιν, διαστέλλει τῇ διαφορᾷ καὶ διαχωρίζει· φησὶ γὰρ ἐκτιθέμενος οὐκ ἀντονομαζομένων, ὅ ἐστιν οὐκ ἀναιρουμένου τοῦ ἑτέρου διὰ τῆς εἰςαγωγῆς τοῦ ἑτέρου, ὅπερ ἐν τῷ ἀντονομάζοντι γίνεται· ὁ γὰρ ἱεροσυλίαν τὸ πεπραγμένον λέγων τὸ κλοπὴν εἶναι ἐκβάλλει· καὶ πάλιν ὁ κλοπὴν διϊσχυριζόμενος ἀναιρεῖ τὴν ἱεροσυλίαν· ἐπὶ δὲ τῶν δύο ὅρων οὐχ οὗτος τῆς ἐργασίας ὁ τρόπος, ἀλλ’ ἑκάτερον ἰδίᾳ καθ’ ἑαυτὸ ζητεῖται· ὅρα δὲ ἐπὶ τοῦ παραδείγματος· ἓν μὲν τὸ πρόσωπον τὸ ἐξεταζόμενον, δύο δὲ τὰ ζητούμενα ὀνόματα· τίς ὁ καθαρὸς καὶ τίς ὁ ἐκ καθαροῦ· ἥκιστα οὖν διὰ τοῦ ἑτέρου τὸ ἕτερον ἐκβάλλεται, ὅπερ ἐπὶ τοῦ ἀντονομάζοντος δέδεικται, ἀλλὰ καθ’ ἑαυτὸ ἑκάτερον ζητεῖται· δυοῖν γὰρ ὄντοιν, οἷς ἔνοχον ὁ κατήγαγός φησι γεγενῆσθαι τὸν φεύγοντα καὶ διακεκωλύσθαι ἱερᾶσθαι, ὁ φεύγων οὐδ’ ἑτέρῳ ὑπεύθυνον ἑαυτὸν εἶναι λέγει· καὶ γὰρ καθαρὸν καὶ ἐκ καθαροῦ ἑαυτὸν εἶναι κατασκευάσει· δύο δὲ ὄντων τῶν ζητουμένων ἐπὶ ἑνὸς προσώπου, διπλῆ καὶ ἡ διαίρεσις ἔσται δι’ ὅλων τῶν κεφαλαίων· πρῶτον μὲν περὶ τοῦ τίς ὁ καθαρὸς, δεύτερον δὲ περὶ τοῦ τίς ὁ ἐκ καθαροῦ τῇ αὐτῇ διαιρέσει τῶν κεφαλαίων ἐφεξῆς πάντων· ὥστε καὶ ταύτην εἶναι διαφορὰν πρὸς τὸν ἀντονομάζοντα, διὰ τοῦτο δὲ οὐκ ἀντιτιθέντες κεφάλαιον κεφαλαίῳ τὴν διαίρεσιν ἐν τούτῳ τῷ εἴδει ποιούμεθα, ἀλλὰ χωρίσαντες, οὐχ ὅτι οὐκ ἀγωνιστικώτερον, ἀλλ’ ἐπειδὴ διέστηκεν ἀπ’ ἀλλήλων καὶ κεχώρισται τὰ ζητήματα, συνάπτειν μὲν ἐπιχειροῦντες σύγχυσιν ἐργαζόμεθα· διαιροῦντες δὲ εὐκρινῆ καὶ σαφῆ τὸν λόγον παρεξόμεθα· τελείου δέ ἐστι ῥήτορος τῇ συμμετρίᾳ τῆς χρείας χρησάμενον ἐκφεύγειν τὸ προσκορὲς καὶ ὕπτιον· καὶ εἰ κατασκευάζοντι αὐτῷ τὸ ἕτερον ἀνάγκη γένοιτο καὶ τοῦ ἑτέρου ἐν τῷ λόγῳ ἐπιμνησθῆναι, ἐπαγγέλλεσθαι ποιεῖσθαι τὴν περὶ τούτου ἐξέτασιν, ἔστιν ὅτε εἰ ἀπαιτοίη καὶ βραχείας κατασκευὰς ποιουμένους διὰ τὸ ἀγωνιστικόν· δεῖ δὲ εἰδέναι, ὡς ἔνθα μὲν συμπλέκεται τὰ ζητήματα κεφάλαιον κεφαλαίῳ ἀντεξετάζοντες προάγομεν τὸν λόγον· ἔνθα δὲ κεχώρισται, ἀναγκαῖον χωρίσαι διὰ τὴν σύγχυσιν· πλὴν εἰ πρὸς τὴν χρείαν βραχείας μεταξὺ κατασκευὰς ποιησόμεθα τὴν πᾶσαν τοῦ ἑτέρου ἐξέτασιν ὕστερον ἐπαγγελλόμενοι ποιήσειν.
4.577 Διέλωμεν δὲ τὸ ζήτημα· ἐρεῖ τοίνυν ὁ φεύγων· ἐπεὶ τινός εἰμι τῶν ὁσίων καὶ τῶν ἱερέων, μέτεστί μοι καθά που τῶν πολλῶν ἑκάστῳ· εἶθ’ ἡ ἀνθυποφορὰ ἡ ἐκ τοῦ ῥητοῦ· ἀλλ’ οὐκ ἦν καθαρὸς ὁ πατήρ· λύσεις κατὰ μετάληψιν χρόνου· τότε καθαρὸς ὢν ἐτύγχανεν, ὅτε κατὰ νόμους ἔγημε καὶ ὅτε ἐποιήσατό με· οὐκοῦν προτέρα τῶν ἁμαρτηθέντων ἡ ἐμὴ γένεσις· ἐκ καθαροῦ τοίνυν καὶ οὐκ ἔχοντος μίασμα γέγονα· ἐπὶ τούτοις εἰσακτέον τὸ ῥητὸν τὸ δεύτερον· ἀλλ’ οὐδὲ σὺ καθαρὸς, ἀπεκτονὼς τὸν πατέρα· τὸ δὲ ῥητὸν τοῦτο ῥητῷ καὶ ἀντεγκλήματι λύσεις· πρότερον ἐξετάσας ὁριστικῶς, τίς ὁ τοῦ προςρήματος τούτου ὑπόδικος, ὁ ἀνδροφόνος, ὁ μεμιασμένος, οὐχ ὁ δικαίως ἀνελών· ἐγὼ δὲ μοιχὸν καὶ ἄδικον εἰς ἐμὲ γεγενημένον ἀνεῖλον· δίδωσι δὲ κτείνειν τὸν τοιοῦτον ὁ νόμος· καὶ πληρώσει ἐνταῦθα τόπον κατὰ μοιχοῦ· ἀλλ’ ἔδει, φησὶ, φείσασθαι πατρὸς ὄντος· ἡ λύσις, καὶ ποῦ τῷ νόμῳ προσδιώρισταί τι τοιοῦτον, ἐὰν γένει προσήκῃ μὴ διδόναι δίκην· ἀλλὰ δὴ καὶ πατέρα χρὴ μισεῖν ἑτέρου μᾶλλον, εἰ πονηρὸς καὶ ἀσεβὴς γένοιτο περὶ τὸν παῖδα· εἶτα χρῆσαι διαβεβλημένοις ἐπιχειρήμασιν, τί δὲ εἰ προδιδόντα ἠμυνάμην, τί δὲ εἰ τυραννοῦντα· ἆρα μιαρὸς ἔδοξα δίκην λαβών; οὐκ ἔστιν· οὐ τοίνυν ἄξιον οὐδὲ νῦν αἰτίαν ἔχειν ὡς ἀνδροφόνον ὄντα· δεινὸν γὰρ ἡ μοιχεία καὶ τῶν μεγίστων ἀδικημάτων οὐκ ἔλαττον· εἰ δὲ φήσειεν, ὡς ἐχρῆν κρῖναι αὐτὸν, ἐνθυμητέον ὅτι ἀνελεῖν προτέτακται παράνομον, οὐ μὴν τὸ ἕτερον ἀνθ’ ἑτέρου πρᾶξαι· πῶς δὲ καὶ οὐ δεινὸν μετέχειν μὲν τῆς ἄλλης ἐπιτιμίας ἀνεγκλήτως, εἴργεσθαι δὲ τῆς ἱερωσύνης ἐν ἀνδροφόνου μοίρᾳ ταττόμενον· κἂν μὲν εἰς τὰ ἱερὰ ἐμβάλω καὶ προσίω τοῖς ὁσίοις μηδένα κωλύειν ἐπιχειρεῖν, τὴν δὲ τιμὴν ταύτην ἀφαιρεῖσθαί με τὸν αὐτὸν τρόπον τοῖς κατεγνωσμένοις· ἐπὶ τούτοις ἔστι τελικὸν κεφάλαιον τὸ συμφέρον· ὃ πανταχοῦ καὶ ἐν παντὶ ζητήματι δεῖ καθορᾷν· ἔστι δὲ ἐνταῦθα λαμβανόμενον ἐξ ἐνδόξου, ἀλλὰ χαλεπαίνει, φησὶ, τὸ δαιμόνιον· λύσεις δὲ τὴν ἀνθυποφορὰν ἐνδόξως τὸ καθόλου κατασκευάζων, οὐ πέφυκεν ἀγανακτεῖν ὑπὲρ τῶν μοιχῶν, ἀλλὰ συναλγεῖν τοῖς ἠδικημένοις· εἶτα ἐπὶ τέλει ἐρεῖ, ὅτι συμφέρει τῇ πόλει τὸ ἄνδρα σωφρόνως καὶ κοσμίως βεβιωκότα ὑπηρετεῖν τοῖς θεοῖς· ἰστέον δὲ, ὅτι χαλεπὸν ἔν τισιν ὁρικοῖς ζητήμασι χρῶμα τὸ καλούμενον εὑρεῖν· ὡς ἐπὶ τοῦ τὸ κενοτάφιον διορύξαντος καὶ κρινομένου τυμβωρυχίας· ἀκούω γὰρ, διατί ὤρυττες, εἰ μὴ τυμβωρυχεῖν ἤθελες; ἀπορήσει λύσιν εἰπεῖν, εἰ μή που λέγει, ἵνα καθάρω τὸν τόπον, ἵνα τινὰ ἀπόθωμαι, ἢ ἄλλο τι τοιοῦτον· καὶ ἐπὶ τοῦ ὑφελομένου τὰ ἰδιωτικὰ χρήματα ἀπὸ τοῦ ἱεροῦ ἡ αὐτὴ ἀπορία, τί γὰρ ἐρεῖ χρῶμα μετὰ τὰ κεφάλαια, πλὴν εἰ λέγοι, ὅτι ἠπιστάμην ἰδιωτικὰ εἶναι χρήματα ἐν τῷ ἱερῷ· τίς ὁ καθαρὸς, καὶ τίς ὁ ἐκ καθαροῦ· ἀνεῖλε γὰρ, οὔτε ἐκ καθαροῦ· μοιχοῦ γὰρ παῖς· ὁ δὲ, ὅτι καὶ καθαρὸς καὶ ἐκ καθαροῦ· ὁ γὰρ μοιχὸν ἀνελὼν καθαρός· καὶ ὁ τεκὼν δὲ οὐ μοιχὸς ἦν, ὅτε με ἔτικτεν· καὶ γίνεται τὸ πρῶτον ζήτημα, ὅτι ἐκ καθαροῦ· καὶ λοιπὸν ἐμπίπτει τὸ ἕτερον ζήτημα, εἰ γὰρ ἐκ καθαροῦ γέγονας, ὡς φῂς, σὺ οὐ καθαρὸς ἀνελὼν τὸν καθαρόν· καὶ οὕτως εἰσάγεται τὸ δεύτερον ζήτημα, ὅτι μοιχὸν ὄντα ἀνεῖλεν· εἰσάγεται δὲ σχεδὸν μετὰ τὴν ποιότητα.
4.578 Ἰστέον δὲ, ὅτι τινὲς τῶν τεχνικῶν τρία γενικὰ τοῦ ὅρου εἴδη λέγουσι, τὸ κατὰ φύσιν, τὸ κατὰ πρόσωπον, τὸ κατὰ κρίσιν· καὶ τοῦ μὲν κατὰ φύσιν παράδειγμα· νόμος τὸν σεσινωμένον μὴ ἱερᾶσθαι· ἑξαδάκτυλός τις ἢ μὴ γελῶν κωλύονται ἱερᾶσθαι· ἐνταῦθα γὰρ ἡ ζήτησις εἰ τοῦτο σῖνος τὸ κατὰ φύσιν· τοῦ δὲ κατὰ τρόπον τοῦτο· πλούσιος πένητι συνεχῶς ἐπανατείνεται τὰς χεῖρας καὶ κρίνεται ὕβρεως· ζητεῖται γὰρ εἰ οὗτος ὁ τρόπος πληγαί· τοῦ δὲ κατὰ κρίσιν, τούς τε κατ’ αἴτησιν καὶ τοὺς κατὰ ἀμφισβήτησιν· λανθάνουσι δὲ οὗτοι ἑαυτοὺς οὐκ εἴδη ὅρων ἀλλὰ ποιότητας λέγοντες· διαφέρει δὲ εἶδος ποιότητος τῷ τὸ μὲν εἶδος διάφορον δέχεσθαι διαίρεσιν, τὴν δὲ ποιότητα λόγων αἰτίας μηνυτικὴν εἶναι· οὔτε δὲ ὁ κατὰ τρόπον οὔτε ὁ κατὰ φύσιν διάφορον πρὸς ἀλλήλους τὴν διαίρεσιν ἔχουσιν, ἄλλως τε καὶ τὸ κατὰ φύσιν ἀντιλήψει ἁρμόζει μᾶλλον ἢ ὅρῳ.
4.579 Γενικώτατα μὲν οὖν τρία εἴδη ὅρων ἐστὶν, τό τε κατὰ κρίσιν, καὶ τὸ κατὰ ἀμφισβήτησιν καὶ τὸ κατ’ ἀξίωσιν· τὸ μὲν οὖν κατ’ ἀξίωσιν καὶ τὸ κατὰ ἀμφισβήτησιν ἄτμητά ἐστι· τὸ μὲν γὰρ αἴτησιν ἔχει μόνον, τὸ δὲ ἢ δύο προσώπων περὶ ἓν μέρος τῶν πραχθέντων ἀμφισβήτησις, οὗ παράδειγμα ὁ ἐπιδιώξας τὸν τύραννον ἐκ τῆς ἀκροπόλεως, καὶ ὁ ἕτερος ὁ ὑπαντήσας καὶ ἀνελών· ἢ δύο πραγμάτων πεπραγμένων ὑπὸ δύο προσώπων τελείου ἑκατέρου ὄντος ἀμφισβήτησις, ὡς ἐπὶ τούτου τοῦ παραδείγματος· τύραννος τὴν ἑαυτοῦ σκευὴν δέδωκε τῷ δορυφόρῳ, καὶ μεταβαλὼν τὴν ἐκείνου, ἦλθε μοιχεύων ἑνὸς τῶν ἐν τῇ πόλει γυναῖκα· κατὰ ταὐτὸν ἀνῆλθέ τις τὸν τύραννον ἀνελεῖν καὶ ἀπέκτεινε τὸν δορυφόρον ἔχοντα τὴν σκευήν· καὶ ἐν τῇ πόλει ὁ τῆς γυναικὸς ἀνὴρ τὸν τύραννον μοιχεύοντα ἀνεῖλε καὶ ἀμφισβητοῦσι τῆς δωρεᾶς· διαφέρει δὲ ὁ ὅρος οὗτος τοῦ προτέρου τῷ παρ’ ἐκεῖνον μὲν ἐν μέρει ἓν ἔργον πεπρᾶχθαι, καὶ τοῦ μὲν τὴν ἀρχὴν εἶναι, τοῦ δὲ τὸ τέλος· ἐνταῦθα δὲ παρὰ δύο προσώπων τελείως ἀμφότερα τὰ ἔργα πεπρᾶχθαι, διὸ καὶ ἀδιάφορον ἔχει τὴν διαίρεσιν· ἐκεῖ μὲν γὰρ εἷς ὅρος ἐστὶ καὶ εἷς ἀνθορισμὸς, λέγοντος, ὅτι τυραννοκτόνου ἐστὶ τὸ ἐκβάλλειν τῆς ἀκροπόλεως, τὸ δεῖξαι φυγόντα, τὸ μηκέτι ἔχειν δορυφόρον· καὶ εἷς πάλιν ἀνθορισμὸς, οἷον, οὒ, ἀλλὰ τυραννοκτονία ἐστὶ τὸ ἀνελεῖν, τὸ δεῖξαι νεκρόν· ἐνταῦθα δὲ δύο ὅροι παρ’ ἑκατέρου καὶ δύο ἀνθορισμοὶ, ὅ τε γὰρ τὸν δορυφόρον ἀνελὼν φήσει, ὅτι τυραννοκτονία ἐστὶ τὸ ἀνελθεῖν εἰς τὴν ἀκρόπολιν, τὸ μάχεσθαι τοῖς δορυφόροις, τὸ ἀποσφάξαι τὸν τύραννον, ὃ δὲ σὺ πεποίηκας, μοιχόν ἐστιν ἀνῃρηκέναι ἔσω ἐν τῷ οἰκήματι, οὐδὲ γινώσκων, εἰ τύραννος ἦν· ὁ δὲ πάλιν τὸ ἐναντίον, ὅτι τυραννοκτονία ἐστὶ τὸ αὐτὸν ἀποκτεῖναι τύραννον, τὸ νεκρὸν δεῖξαι οὐ δορυφόρον, ἰδιώτην, σχῆμα μόνον τυράννου ἔχοντα, καὶ τὰ μὲν κατὰ ἀξίωσιν καὶ κατὰ ἀμφισβήτησιν ταῦτα· τὸ δὲ κατὰ κρίσιν, ὅπερ ἐστὶ τὸ κατὰ φυγὴν καὶ δίωξιν, διαιρεῖται εἴς τε τὸν ἀντονομάζοντα, καὶ τὸν κατὰ σύλληψιν καὶ τὸν ἐμπίπτοντα καὶ τοὺς δύο καλουμένους ὅρους, ἀλλὰ ταῦτα μὲν τὰ εἴδη τοῦ κατὰ κρίσιν διπλοῦ· ἔστι δὲ καὶ ἁπλοῦν τοῦ ἐπανατεινομένου πλουσίου τῷ πένητι συνεχῶς τὰς χεῖρας.
4.580 καὶ ἄλλως· ὡραῖον ἔχων τις παῖδα ἐξεμίσθωσε τοῦτον γυναιξὶ καὶ προαγωγείας κρίνεται· λείπει γὰρ τὸ πρόσωπον τῶν ἀνδρῶν· τούτοις γὰρ ὁ ἐκ μισθῶν προαγωγὸς ἄντικρυς κληθείη· λέγουσι δὲ καὶ ἕτερον τοῦ κατὰ κρίσιν εἶδος, ἐν ᾧ ἕτερον μέν ἐστι τὸ κρινόμενον, ἕτερον δὲ τὸ ζητούμενον· οἷον νόμος τὸν ἄπολιν μὴ ἀγωνίζεσθαι· βουληθεὶς ὑπὸ τῶν Ἠλείων κωλύεται. καὶ κρίνουσιν Ἀθηναῖοι Ἠλείους ἐπὶ τῶν Ἀμφικτυόνων ὕβρεως· ἐνταῦθα γὰρ κρίνεται μὲν ἡ ὕβρις, ζητεῖται δὲ εἰ ἄπολις ὁ Ἀθηναῖος· τοιοῦτόν ἐστι καὶ τὸ τοῦ εὐνούχου· καὶ γὰρ κἀκεῖ φόνος μὲν τὸ κρινόμενον· ἡ ζήτησις δὲ περὶ τοῦ εἰ μοιχὸς ὁ εὐνοῦχος. Ἔστι παρὰ τούτους ἕτερος καλούμενος παράδοξος· παράδοξος δὲ λέγεται, ὅτι πάντων τῶν ὅρων φύσιν ἐχόντων ἐπὶ τῶν πρός τι ἀπό τε τοῦ αἰτοῦντος ἀπό τε τοῦ κατηγόρου αὔξειν τὸ ἔγκλημα, ἐπὶ τούτου μᾶλλον μειοῖ· ἔστι δὲ τούτου παράδειγμα· νόμος τὸν σεσινωμένον μὴ ἱερᾶσθαι· ἑξαδάκτυλός τις κωλύεται ἱερᾶσθαι καὶ ἀντιλέγει· ἐν τούτῳ τοίνυν μάλιστα τῷ ὅρῳ τὸ πρός τι ἀντέστραπται· οὐ γὰρ περὶ τοῦ καὶ μεῖζον αὐτὸ εἶναι φιλονεικεῖ ὁ κατήγορος, ἀλλ’ ἧττον· οἷον ἐπὶ μὲν τοῦ τοιούτου ὅρου τοῦ μὴ γελῶντος καὶ κωλυομένου ἱερᾶσθαι ὁ κατήγορος τὸ πρός τι καὶ μεῖζον κατασκευάσει, φάσκων, ὅτι μεῖζόν ἐστι τοῦ ἄλλο τι σῖνος ἔχειν, οἷον τὸ ποδὸς ἐστερῆσθαι, τὸ ὀφθαλμοῦ· ἐνταῦθα δὲ τὸ ἐλλείπειν μόνον τὸ σῖνος ὁ κατήγορός φησιν· τὸ δὲ πλεονάζειν πολὺ ἧττον ἀποφαίνεται τοῦ ἥττονα ἔχειν· εἰ γὰρ τὸ ἧττον ἄχρηστον, καὶ τὸ πλέον, ὥσθ’ ὁ ἕτερος δάκτυλος ἄχρηστόν ἐστι καὶ τάξιν τοῦ ἥττονος ἔχει· καὶ τούτους δὲ τοὺς ὅρους τοῦ αὐτοῦ τίθεται εἴδους· οἷον τὸν καινὸν ὅπλον εὑρόντα γέρας λαμβάνειν· ἵππον τις ἐδίδαξε μάχεσθαι καὶ αἰτεῖ τὸ γέρας· πλεονάζει γὰρ ἵππος ὅπλου τῷ ἐμψύχῳ.
4.581 Εἰσὶ δὲ καὶ ἔμμεσοί τινες· ἔμμεσοι δὲ λέγονται οἱ δοκοῦντες μὲν ἔχειν δύο ὅρους, μὴ κρινομένους δὲ, ὥσπερ ἐπὶ τῶν συνεζευγμένων ἐστὶν ὁ ἐμπίπτων· ὁ γὰρ δεύτερος ὅρος εἰς κατασκευὴν τοῦ προτέρου λαμβάνεται, ὡς ἐπὶ τούτου· νόμος τὸν ὑφέντα ἱερὰν δίκην ἄτιμον εἶναι. Δημοσθένης διαλυσάμενος πρὸς Μειδίαν ὑπάγεται τῷ νόμῳ· μετὰ γὰρ τὸ ζητηθῆναι, τί τὸ καθυφεῖναι, οἷον ὅτι τὸ ἐνδοῦναι ἐν δικαστηρίῳ εἰσελθόντα καὶ μὴ δικαιολογήσασθαι, τὸ μὴ παραγαγεῖν μάρτυρας, τὸ ὅλως μὴ ὡς δεῖ ἀγωνίσασθαι, ἐμπίπτει μεταξὺ ἕτερον ζήτημα, εἰ ὅλως ἱερὰ δίκη αὕτη· καὶ κατασκευάσει ὁ Δημοσθένης μὴ εἶναι ἱεράν· διὸ καὶ ἔμμεσα καλοῦνται, ὅτι τάξιν μὲν ἔχουσι διπλῶν, τὸ δὲ ἕτερον αὐτοῦ μέρος εἰς ἀπόδειξιν τοῦ προτέρου λαμβάνεται καὶ οὐχὶ αὐτὸ ἐγκαλεῖται· οὐ χεῖρον δὲ καὶ τοῦτο εἰδέναι, ὡς ὁ κατὰ ἀμφισβήτησιν ὅρος τὴν ἐναντίαν τάξιν ἔχει τοῖς ἄλλοις ὅροις· ἐν μὲν γὰρ τοῖς ἄλλοις ὅροις τὸ κεφάλαιον ὁ ὅρος ἀπὸ τῶν παρειμένων γίνεται, ἐν δὲ τῷ κατὰ ἀμφισβήτησιν ἀπὸ τῶν πεπραγμένων· τοῦ μὲν τὴν ἀρχὴν ὁρίζοντος εἶναι τυραννοκτονίαν, οἷον τὸ διῶξαι, τοῦ δὲ τὸ τέλος, οἷον τὸ ἀνελεῖν· πολλάκις γὰρ ἔφαμεν, ὡς ὁ αἰτῶν τάξιν ἔχει διώκοντος· ἰστέον δὲ, ὅτι καὶ στοχαστικὴ πολλάκις ἀντίθεσις ἐμπίπτει ἐν ὅρῳ, ὡς ἐπὶ τοῦ τὸν τύραννον πείσαντος καταθέσθαι τὴν τυραννίδα, ἐρεῖ γὰρ ὁ ἐναντίος μετὰ τὸ πρός τι, ὅτι εἰκὸς πάλιν τὸν τύραννον ἐπανελθεῖν.
4.582 Περὶ ἀντιλήψεως. Μετὰ τὸν ὅρον ἡ ἀντίληψις, καίτοι ἐν τῇ μεθόδῳ οὐχ οὕτως ἀλλὰ μετὰ τὸν ὅρον εὐθὺς ἡ πραγματική· καὶ οὐκ ἀλόγως ἀμφότερα, ἐκεῖ μὲν γὰρ ἐκ τῆς διαιρέσεως τῶν πραγμάτων ἐνέκυπτεν· τῶν γὰρ πραγμάτων τῶν μὲν ὄντων φανερῶν, τῶν δὲ ἀφανῶν, καὶ τῶν φανερῶν, τῶν μὲν τελείων, τῶν δὲ ἀτελῶν, τῶν τελείων ἡ πρώτη ζήτησις εὐθὺς περὶ τὸν μέλλοντα γίνεται, περὶ ὃν ἡ πραγματική· εἰκότως τοίνυν ἐκεῖ μὲν ἀπὸ τῶν πραγμάτων διαιρούμενος, προτέραν ἔταξεν τὴν πραγματικήν· ἐνταῦθα δὲ ἡ κοινωνία τοῦ ὅρου τῶν κεφαλαίων πρὸς τὴν ἀντίληψιν τὴν τάξιν ὑφηγήσατο· ἅτε δὴ κυριωτέρα αὕτη, τὸ κατ’ ἐκεῖνα, φημὶ δὴ τὰ κεφάλαια, τὴν διαίρεσιν ἐνταῦθα γίνεσθαι.
4.583 ὁρίζεται δὲ αὐτὴν Μινουκιανὸς μὲν οὕτως, ὅτ’ ἂν ὁμολογῶν ὁ φεύγων τὸ πεπραγμένον τὴν ἐξουσίαν προβάλληται· ἔχει δὲ οὐκ ὀρθῶς, μήτε ἐκ γένους ὢν καὶ διαφορῶν, ὅπερ προσήκει τοῖς τελείως ἔχουσιν ὅροις προσεῖναι, μήτε τί ἐστι κατ’ οὐσίαν ἡ ἀντίληψις ὁριζόμενος, ἀλλὰ πότε γίνεται· τοῦτο δὲ ὅρων ἀλλότριον· ἔστι δὲ καὶ στοχασμῷ τοῦτο οἰκεῖον· καὶ γὰρ ἐκεῖ μάλιστα ἐν τοῖς ἐμπίπτουσι καὶ συγκατασκευαζομένοις τὴν ἐξουσίαν ὁ φεύγων προβάλλεται, ὡς ἐπὶ τοῦ τὸν μοιχεύοντα πατέρα ἀπεκτονότος· κακία δὲ ὅρων, ὡς πολλάκις εἴπομεν, τὸ ἐλλείπειν ἢ περιττεύειν· ἀρετὴ δὲ τὸ διασώζειν τὸ προσῆκον ἑκάστῳ μέτρον. Ἑρμογένης δέ φησιν ἀντίληψιν εἶναι ἀνευθύνου πράγματος εἶναι δοκοῦντος ὡς ὑπευθύνου κατηγορίαν· οὗτος δὲ ὁ ὅρος τὸ μὲν ἴδιον τῶν ἀντιληπτικῶν προβλημάτων μηνύει, ἀτελὴς δέ ἐστιν· οὐ γὰρ ἐκ γένους ἐστὶ καὶ συστατικῶν διαφορῶν, ὥσπερ οὐδὲ ὁ τοῦ Μινουκιανοῦ, καὶ ἀπὸ τοῦ κατηγόρου γνωρίζει τὴν ἀντίληψιν· ὁ δὲ τελείως ἔχων τῆς ἀντιλήψεως ὅρος ἐστὶν οὗτος· ἀντίληψίς ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολογῶν τὸ πεπραγμένον τῆς ἐξουσίας ἀντιλαμβάνεται· στάσις μὲν οὖν τὸ γένος τοῦ ὅρου· τὰ δὲ ἄλλα διαφοραὶ χωρίζουσαι αὐτὴν τῶν τε ἑτερογενῶν καὶ ὁμογενῶν· ἑτερογενῶν μὲν, οἷον τὸ πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους χωρίζει τὴν ἀντίληψιν γεωμετρικῶν καὶ φυσικῶν θεωρημάτων· πολλαὶ γὰρ κἀκεῖσε περὶ τὴν ἀκρίβειαν τῶν πραγμάτων ἀμφιβολίαι· τὸ δὲ ἐπὶ μέρους τῶν καθόλου πολιτικῶν χωρίζει πραγμάτων· τὰ δὲ λοιπὰ τῶν ὁμογενῶν χωρὶς αὐτὴν ἵστησι στάσεων· ἐν γὰρ ταύτῃ τοῦ παντὸς πράγματος τὴν αἰτίαν ἐπὶ τὴν ἐξουσίαν ἀνάγει· γίνεται δὲ ἀντιληπτικὰ προβλήματα κατὰ τέσσαρας τρόπους, κατὰ νόμον, κατὰ ἔθος, κατὰ φύσιν, κατὰ τέχνην· κατὰ νόμον μὲν, ὡς ἐκεῖνο· τρισαριστέα τις μοιχὸν καταλαβὼν ἀπέκτεινε, καὶ κρίνεται φόνου· τὸν γὰρ νόμον αὐτῷ τὴν ἐξουσίαν φησὶ τοῦ φόνου δεδωκέναι· κατ’ ἔθος δὲ, μετὰ τὰ ἐν Χαιρωνείᾳ Φίλιππος ἀπέστειλε πρὸς Ἀθηναίους, αἵρεσιν διδοὺς ἢ τοὺς χιλίους αἰχμαλώτους ἢ τοὺς χιλίους νεκροὺς ἀνελέσθαι πρὸς ταφήν· ἔπεισε Δημοσθένης ἑλέσθαι τοὺς νεκρούς· ἀπέκτεινε Φίλιππος τοὺς δισχιλίους· καὶ κρίνεται Δημοσθένης ὑπ’ Αἰσχίνου δημοσίων ἀδικημάτων.
4.584 Ἔθος γὰρ ἦν παρ’ Ἀθηναίοις τοῖς βουλομένοις παριέναι καὶ συμβουλεύειν τὰ δοκοῦντα, ὡς καὶ Δημοσθένης φησίν· ἐβόα μὲν ὁ κήρυξ, τίς ἀγορεύειν βούλεται· παρῄει δὲ οὐδείς· κατὰ τέχνην δὲ, ὡς ὁ ζωγράφος ὁ πρὸ τοῦ λιμένος τὰ ναυάγια γράψας· ἄδειαν γὰρ αὐτῷ τοῦ γράφειν, ἃ βούλοιτο, φησὶν δεδωκέναι τὴν τέχνην· κατὰ φύσιν δέ· Αἰσχίνης μετὰ τὰ ἐν Χαιρωνείᾳ ἕπεται Δημοσθένει δακρύων καὶ κρίνεται ὑπ’ αὐτοῦ ὕβρεως· φύσιν γὰρ ἀνθρώπῳ φησὶ τῶν δακρύων τὴν ἐξουσίαν χορηγεῖν· διαφέρει δὲ τοῦ στοχασμοῦ μὲν, ὅτι ἐν ἐκείνῳ περὶ τοῦ εἰ ἔστι γίνεται ἡ ζήτησις· καὶ ἄλλο δι’ ἄλλου κρίνομεν· ἐν δὲ ἀντιλήψει περὶ τοῦ ποῖόν τί ἐστι, καὶ τὸ κρινόμενον οὐ δι’ ἑτέρου κρίνεται· τοῦ δὲ ὅρου διαφέρει, ὅτι ἐν ἐκείνῳ μὲν περὶ τοῦ τί ἐστι τὸ κρινόμενον γίνεται ἡ ζήτησις, καὶ τῶν ὁρικῶν προβλημάτων ἐν ἐνίοις τὸ μὲν πέπρακται, τὸ δὲ λείπει· καὶ τὰ μὲν αὐτὸ τὸ κρινόμενον ἔχουσι καὶ ζητούμενον, τὰ δὲ ἄλλο μὲν τὸ κρινόμενον, ἄλλο δὲ τὸ ζητούμενον· ἐν δὲ ἀντιλήψει περί τε ποιότητος ἡ ζήτησις γίνεται, καὶ αὐτὸ μὲν οὐ κρίνεται τὸ παρὰ τοῦ φεύγοντος γεγονὸς ὡς ἔγκλημα, διὰ δέ τινα περίστασιν λαμβάνει τὴν κρίσιν· ἄξιον δὲ ζητῆσαι ἡ κατὰ νόμον ἀντίληψις τίνι διενήνοχε τοῦ κατὰ νόμον ὅρου, ἐν ᾧ ὁ εὐνοῦχος ὡς μοιχὸς ἀνῄρηται· φαμὲν οὖν, ὅτι ἐν μὲν τῷ ὅρῳ ἐκ πεπραγμένου καὶ λείποντος ὂν, ζητεῖται εἰ μοιχεύειν ὁ εὐνοῦχος οἷός τε· καὶ εἰ τὸ συγκαθευδῆσαι ἁπλῶς μοιχεία· ἐν δὲ ἀντιλήψει τοῦ πράγματος ὁμολογουμένου καὶ τελείου ὄντος καὶ τοῦ τρισαριστέως μοιχοῦ ἑαλωκότος, φανερῶς ζητεῖ εἰ τὸν τρισαριστέα φονεύειν ἐχρῆν ἢ μή.
4.586 Σωπάτρο υ. Καθάπερ ἐν στοχασμῷ καὶ ἐν ὅρῳ πρὸ τῆς τῶν κεφαλαίων ἐξετάσεως καὶ τῆς περὶ ἐκείνας τὰς στάσεις πραγματείας τὰ ἴδια ἑκάστης στάσεως ἀφ’ ὧν τὴν ἐπίγνωσιν αὐτῶν ποιησόμεθα προεξεθέμεθα, οὕτως ἀναγκαῖον κἀνταῦθα περὶ τῆς ἀντιλήψεως εἰπεῖν, τίνα μὲν κοινὰ πρὸς ἐκείνας ἐστὶν αὐτῇ, τίνα δὲ ἴδια, ἵνα καὶ ταύτης ῥᾳδίαν ἔχωμεν τὴν ἐπίγνωσιν· δεῖ τοίνυν ἐν τῇ ἀντιλήψει φανερὸν εἶναι τὸ κρινόμενον πρᾶγμα καὶ μὴ ἀφανὲς, ὥστε ταύτῃ τοῦ στοχασμοῦ διαλλάττειν· ἔπειτα δὲ εἶναι καὶ τέλειον ἐνταῦθα τὸ κρινόμενον καὶ μὴ ἀτελὲς, ὥστε κατὰ τοῦτο διαφέρει τοῦ ὅρου, εἰκότως δὲ καὶ τρίτην τάξιν ἀπείληφεν, ἐπειδὴ καὶ τρίτη κατὰ φύσιν ἐστίν· ὁ μὲν γὰρ στοχασμὸς ζητεῖ τὴν οὐσίαν καὶ τὸ εἰ ἔστιν· ὁ δὲ ὅρος μετ’ αὐτὸν τοῦ φανέντος μὲν, ἀτελοῦς δὲ ἴδιον· μετὰ τοῦτον τοίνυν ἡ ἀντίληψις ἔχει χώραν, ἐκ τῆς ποιότητος ἐσχηκυῖα τὴν γένεσιν· τρόποι δὲ αὐτῆς ἐξ ὧν συνίσταται τρεῖς· ἢ γὰρ κατὰ νόμον, ἢ κατὰ ἔθος, ἢ κατὰ φύσιν· καθ’ ἓν γὰρ τούτων τὴν ἐξουσίαν προβάλλεται ὁ κρινόμενος, ὡς εἶναι τρία τὰ εἴδη τῆς ἀντιλήψεως· τὰ δὲ ἄλλα τὰ δοκοῦντα εἰς ταῦτα ἀναφέρεται· οἷον αἱ τέχναι καὶ τὸ ἀποδημεῖν εἰς τὸ ἔθος· τὸ δὲ μὴ κεκωλυμένον εἰς τὸν νόμον· τὰ γὰρ τρία, ὅπερ εἰρήκαμεν, ἔστι τὰ γενικὰ, τὰ δὲ ἄλλα πάντα, ὅσα τούτοις ἕπεται, μερικά· τῆς μὲν τοίνυν κατὰ νόμον παράδειγμα· ἀριστέα τις μοιχὸν ἀπέκτεινε καὶ κρίνεται δημοσίων· τῆς δὲ κατὰ φύσιν, ὑποσχομένου Κλέωνος τὰ περὶ Πύλον, ἐγέλασεν Ἀλκιβιάδης καὶ κρίνεται ὕβρεως· τῆς δὲ κατὰ ἔθος, ζωγράφος γράψας τὰ παρὰ Σικελίαν ἐξέθηκε καὶ κρίνεται δημοσίων· καὶ ἄλλο· ἰατρὸς τὰ τῶν μοιχῶν ἰώμενος στίγματα κρίνεται· καὶ ἄλλο, πατὴρ παῖδα συνεχῶς ἀποδημοῦντα ἀποκηρύττει· καὶ ἄλλο· ἰατρὸς ἀτόκια διδοὺς κρίνεται· τὰ γὰρ ἀπὸ τέχνης, ὅπερ εἰρήκαμεν, εἰς τὸ ἔθος ἀναφέρει· καὶ ὅτ’ ἂν κατηγορῆταί τις πράξας ἐφ’ οἷς πράττειν εἰθίσμεθα, ἀποδημεῖν γὰρ ἔθος, ὥσπερ καὶ ἐπὶ τοῦδε τοῦ παραδείγματος ἔστιν ἰδεῖν· μετὰ τοὺς ἱππέας τὸ δρᾶμα ὑπεξήγαγεν ἑαυτὸν ὁ Κλέων, καὶ κρίνεται Ἀριστοφάνης αἰτίας θανάτου· ἔθος γὰρ ἐν τοῖς Διονυσίοις καθεῖναι τὰ δράματα· ὁρᾷν δὲ χρὴ, ὅτι ἐν πᾶσι τούτοις φύσει μὲν οὐκέτι κακὸν τὸ κρινόμενον, ἄλλοθεν δέ πως εἶναι δοκεῖ ὑπεύθυνον· αὐτίκα γὰρ ἐὰν τοῦ τρισαριστέως τὴν ὑπόληψιν περιέλῃς, οὐκ ἔτι δύναται κριθῆναι ὁ τὸν μοιχὸν ἀποκτείνας.
4.588 ἰστέον δὲ τοῦτο, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον ἐν ἀντιλήψει οὐχ ὅμοιον εὑρίσκεται τοῦ πράγματος τὸ ἐπιφερόμενον· ἰδοὺ γὰρ, γελᾷ μὲν Ἀλκιβιάδης, κρίνεται δὲ ἐπὶ δημοσίοις· τοῦτο δὲ ἀνόμοιον ὡς πρὸς τὸν γελῶντα· καὶ πάλιν ἐν τῇ κατὰ νόμον· φόνου γενομένου παρὰ τοῦ τὸν μοιχὸν ἀριστέα φονεύσαντος, δημοσίων ἐστὶν ἡ κρίσις· λέγουσι δὲ καὶ ἄλλο εἶδος ἀντιλήψεως, ὃ καλοῦσιν ἀπὸ τοῦ συμβεβηκότος, οἷον ἐπρέσβευε Φρύνων περὶ τῆς εἰρήνης πρὸς Φίλιππον, καὶ ἐσπείσατο, τὸν παῖδα ὡραῖον ὄντα ἐκεῖ καταλιπών· ἐγράψατο αὐτὸν προαγωγείας ὁ Δημοσθένης ἐπανελθόντα, ἔλυσε τὴν εἰρήνην Φίλιππος, καὶ κρίνεται δημοσίων ὁ Δημοσθένης· ἴσως δὲ καὶ τοῦτο εἰς τὸ ἔθος ἀναφέρεται· ὅτε δὲ ἀπὸ τοῦ συμβεβηκότος ἡ κρίσις, ἐμπίπτει καὶ παραγραφικὸν, ὡς οὐ δεῖ με κρίνεσθαι, ἐφ’ οἷς ὁ Φίλιππος ἐποίησεν, ἢ ὁ δεῖνα, εἰ τύχοι· εἶτα ἀπὸ χρόνου πάλιν ἕτερον παραγραφικὸν, ὅτι τότε ἔδει ἀντιλέγειν· τρίτον, ὡς οὐ δίκαιον περὶ ὧν ὁ δῆμος ἔγνωκε κρίνεσθαι· ἐμπεσεῖται δὲ καὶ συγγνωμονικὸν ἐν τοῖς τοιούτοις ἔστιν ὅτε, ὡς ἐπὶ τοῦ Φιλίππου τοῦ ἀποκτείναντος τοὺς αἰχμαλώτους· ἐρεῖ γὰρ ὁ ῥήτωρ κρινόμενος· τίς γὰρ ἂν ᾠήθη ταῦτα γενέσθαι, καὶ ὅτι κοινὸν τὸ τῆς ἀγνοίας ἅπασιν.
4.589 Ἡ ἀντίληψις διαιρεῖται προβολῇ. Συριανο ῦ. Ἡ προβολὴ ἐν ὅρῳ δέδεικται, ὁποίαν ἔχει φύσιν· ὅτι ψιλή ἐστι τῶν γενομένων διήγησις μετὰ βραχείας αὐξήσεως· καὶ τὸ διάφορον ἐν τούτῳ καθέστηκεν, ὅτι ἐν μὲν τῷ ὅρῳ ἐν τῷ κατὰ αἴσθησιν κοινὴ γίνεται ἡ προβολὴ, ἐν δὲ τῇ ἀντιλήψει ὁ φεύγων οὐδέποτε τούτῳ τῷ κεφαλαίῳ χρήσεται. Σωπάτρο υ. Κἀνταῦθα πάλιν τρία τετήρηκεν ὁ τεχνικὸς, τὴν τῶν κεφαλαίων ἀπαρίθμησιν καὶ τὴν ἑκάστου ἐργασίαν καὶ τὰ εἴδη τῶν στάσεων· τοῦ δὲ τεχνικοῦ λέγοντος, ἡ προβολή ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀναγκαίως ζητεῖται, διὰ τί ἐν μὲν στοχασμῷ πέμπτον εὑρίσκεται κεφάλαιον, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐν δὲ πάσαις ταῖς ἄλλαις στάσεσι πρώτη ἐστί· καί φαμεν, ὅτι ἐν μὲν στοχασμῷ ἅτε κεχωρισμένον ἀπὸ τῶν πεπραγμένων ἔχοντες τὸ κρινόμενον, εὐθὺς αὐτὸ ψιλῶς μετὰ τὴν διήγησιν ἐπιφέρομεν· ὅτι ἐπὶ τούτοις αὐτὸν παραπρεσβείας κρίνω, ἤ τινος τοιούτου· τὴν δὲ ἀπόδειξιν ὕστερον ἐκ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους εὑρίσκομεν, ἐπειδὰν εἰς τὴν τοῦ πράγματος ἐξέτασιν ἐμβάλωμεν· ἐν δὲ ταῖς λοιπαῖς τῶν στάσεων, αὐτῶν δὴ τῶν πεπραγμένων εὐθύνομεν, ἡνίκα μετὰ τὴν διήγησιν διελθόντες τὸ ἔγκλημα φράζειν δεηθῶμεν ἀνάγκῃ τὰ πεπραγμένα· εἰ δὲ συμπλέκεται τῷ ἐγκλήματι, καὶ αὐτὰ εὐθύνομεν· ταῦτα δέ ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἃ προβολὴν ὀνομάζομεν. Μορίοις δικαίο υ.
4.590.(1n) Συριανο ῦ. Τὰ μόρια τοῦ δικαίου ἡ ἀντίληψίς ἐστι, καὶ γὰρ ἔφαμεν, ἡ ἀντίληψις ἢ ἀπὸ νόμου, ἢ φύσεως, ἢ τέχνης ἤ τινος τῶν τοιούτων ἔχει τὴν ἰσχὺν, ἐξ ὧν καὶ τὸ μόριον τοῦ δικαίου λαμβάνεται· ἐξ ἑνὸς γὰρ τοιούτου πάντως ἔχει τὴν ἐξέτασιν· τοῦ γὰρ κατηγόρου πολλῇ χρησαμένου τῇ ἐν προβολῇ καταφορᾷ πρὸς τοῦτο μαχόμενος ἀντιστήσει τῇ κατηγορίᾳ ἕν τι τούτων, διαλύων αὐτοῦ τὴν ἰσχὺν, ὥσπερ ἐν παραγραφικοῦ μοίρᾳ. φήσει γὰρ, ὡς ἄδικος ἡ κατηγορία, καὶ οὐ δεῖ ἐπὶ τοῖς τοιούτοις ἀγῶνας κροτεῖν, ἐφ’ οἷς ἢ νόμος, ἢ φύσις τὴν ἐξουσίαν παρέσχετο· ἀλλὰ φασί τινες, ὅτι διατί τὸ κεφάλαιον τοῦτο φύσιν ἔχον ἀντιλήψεως μὴ ἀντίληψις ἐκλήθη· καί φαμεν, ὅτι τὸ κεφάλαιον τοῦτο τὰ μόρια τοῦ δικαίου οὐ φανερῶς ὁμολογούμενα, οὐδὲ τὴν πᾶσαν ἐξουσίαν προβαλλόμενα, ἀλλὰ μόνον διαβολῆς ἕνεκα προτεινόμενα· εἰκότως οὖν οὐδὲ ἀντίληψις ὠνόμασται, διὰ τὸ μή πω τῆς ἐξουσίας τὸν φεύγοντα ἀντιλαμβάνεσθαι. Προσώπ ῳ. Συριανο ῦ. Εἰκότως δευτέραν ἔχει τάξιν τὸ πρόσωπον, κατ’ ὀλίγον διὰ τῆς τέχνης τῶν κεφαλαίων ἐπὶ τὸ ἰσχυρότερον ἰόντων· ἐπειδὴ γὰρ ἔφαμεν, ὡς τὰ μόρια τοῦ δικαίου παραγραφικοῦ τάξιν ἔχει, εἰκότως δεύτερον τέτακται τὸ πρόσωπον, τελείας παραγραφῆς τάξιν ἔχον ἐν τῇ ἀντιλήψει· ἔστι γὰρ τοιοῦτον, ὅτι ἑτέρων αἱ τοιαῦταί εἰσι κατηγορίαι· καὶ οὐ δεῖ φέρε εἰπεῖν ἰδιώτας δημοσίων ἀδικημάτων κρίνεσθαι· ὡς ἐπὶ τοῦ ζωγράφου τοῦ τὰ ναυάγια πρὸ τοῦ λιμένος γράψαντος, καὶ κρινομένου δημοσίων ἀδικημάτων, ἐπειδὴ μὴ καταίρουσιν οἱ πλεόντες· ἐνταῦθα γὰρ τὰ μόρια τοῦ δικαίου τὸ λέγειν, ὅτι ἐπὶ τέχνῃ κρίνομαι· εἶτα ἐπάγει τὸ πρόσωπον, ὅτι οὐ δεῖ ζωγράφον ὄντα ἐπὶ δημοσίοις ἀδικήμασι κρίνεσθαι, ἀλλὰ στρατηγοὺς καὶ ῥήτορας· καὶ γίνεται παραγραφικοῦ τελείου τάξις· τοῦτο δὲ ἐκλείπει ἔστιν ὅτε, καθάπερ ἐν στοχασμῷ τὸ παραγραφικὸν, καὶ τὰς αἰτίας ἑξῆς ἐροῦμεν.
4.591 Ὅρῳ καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ μέχρι τοῦ πρός τι· οἷον ἀνθορισμῷ, συλλογισμῷ, γνώμῃ νομοθέτου, πηλικότητι, πρός τι. Συριανο ῦ. Μετὰ τὸ πρόσωπον ἕπεται εὐθέως καὶ ὁ ὅρος· ἐρεῖ γὰρ ὁ λέγων, ὅτι οὐκ ἐμὲ δεῖ δημοσίων γραφὴν ὑπομένειν, ἀλλ’ ἐκεῖνον δεῖ φεύγειν τὸν πόλιν προδόντα, καὶ τὰ τοιαῦτα· οἷον ὡς ἐπὶ παραδείγματος τοῦ ἀπεκτονότος ἐπὶ τῇ γυναικὶ τὸν τρισαριστέα· καὶ κρινομένου δημοσίων ἀδικημάτων· πρῶτον μὲν γὰρ ἐρεῖ, ὡς ὁ νόμος τὴν ἐξουσίαν παρέσχετο· ἔπειτα δὲ, ὅτι οὐκ ἐμὲ δεῖ κρίνεσθαι δημοσίων ἀδικημάτων· καὶ ὁ ὅρος εὐθέως· οὐ γὰρ προὔδωκα ναῦς, οὐ στρατιώτας ἀπώλεσα, εἶτα ὁ συλλογισμός· ὁ γὰρ τοιαῦτα πιστευθεὶς εἶτα ἀδικήσας κοινῇ τὴν πόλιν λυμαίνεται· ταῦτα μὲν οὖν ἔχει καὶ καθ’ ἑαυτὰ ἰσχὺν τὰ κεφάλαια· ὅμως μέν τοι συναθροιζόμενα καὶ κοινῶς λεγόμενα ἐν μιᾷ ἀντιθέσει ἰσχὺν ἐμποιεῖ πλείστην· καὶ μὴ νομίσῃς παραγραφικὰ εἶναι ταῦτα τὰ κεφάλαια, διαβολῆς γὰρ ἕνεκα παραλαμβάνεται τοῦ ἀγῶνος, εἶτα ἕπεται ἡ γνώμη τοῦ νομοθέτου, ἐξ ἑτέρου τῶν μερῶν ἐξεταζομένη· οἷον ἀπὸ τοῦ φεύγοντος, ὅτι καὶ ὁ νόμος τοῦτο βούλεται εἶναι δημόσιον ἀδίκημα· εἶτα πηλικότητι, ὅτι μέγα τὸ γενόμενον καὶ δεινὸν, τὸν ἀριστέα ἀποκτεῖναι, τὸν εὐεργέτην τῆς πόλεως· εἶτα πάλιν τῷ πρός τι χρήσεται, ὅπερ συγκρίσεως ἔχει δύναμιν, ὅτι μεῖζον τὸ ἀριστέα ἀποκτεῖναι τοῦ τείχη καὶ τριήρεις ἀπολέσαι· τὰ μὲν γάρ ἐστι πάλιν ἀναστῆσαι, τὸν δ’ οὔ.
4.592 Αὐτῇ τῇ ἀντιλήψει, μεταλήψει, ἀντιθέσει. Συριανο ῦ. Τοῦτο ὁμώνυμον τῇ στάσει ἐστὶ κεφάλαιον· διαφέρει δὲ τοῦ μορίοις δικαίου κεφαλαίου, καθὸ ἐκεῖνο μὲν παραγραφικοῦ δύναμιν ἔχει, τοῦτο δὲ ἀποδεικτικόν ἐστιν· ἐπειδὴ γὰρ δοκεῖ ἡ προβολὴ τοῦ ἀντιδίκου ἰσχυρὰ εἶναι, εὐθὺς ἀπαντήσει τῇ ἀντιλήψει ἀκατασκεύως ἤτοι τοῖς τοῦ δικαίου μορίοις, ὅτι οὐκ ὀφείλω ἐπὶ τούτοις κρίνεσθαι· τηρήσει δὲ τὴν ἐργασίαν καὶ τὴν κατασκευὴν ἐν τῷ οἰκείῳ τόπῳ τῆς ἀντιλήψεως τοῦ κεφαλαίου· ἐπειδὴ γὰρ τολμηρὸν ἐξ ἀρχῆς τὴν ἐξουσίαν προβάλλεσθαι καὶ θρασὺ ἐπὶ τοιῷδέ ποτε κρινόμενον πράγματι, εἰκότως προοδοποιησάντων τῶν ἄλλων, τελευταῖον αὐτὸ τέτακται τὸ κεφάλαιον, ἡ ἀντίληψίς φημι· ταύτῃ δὲ ἡ μετάληψις ἕπεται, ὡς πολλάκις εἴρηται· τοῦτο δὲ συγχωρεῖ μὲν τὴν ἐξουσίαν, μέμφεται δὲ τὴν περίστασιν· οἷον οὐχ οὕτως ἐχρῆν· τούτῳ δὲ ἕπεται ἀντίθεσις, ὃ καὶ χρῶμα λέγεται, ὃ κατὰ μίαν πάντως τῶν ἀντιθετικῶν γίνεται· εἰκότως δὲ τοῦ ἀντιληπτικοῦ κεφαλαίου κατασκευάσαντος τὴν ἐξουσίαν, ἔσχε χώραν ἡ ἀντιθετική· ὅτ’ ἂν γὰρ δείξῃς, ὅτι ἐξουσίαν ἔχεις ποιεῖν, τότε καλῶς πεποιηκέναι ἐρεῖς· οἷον ἀλλ’ ἐξῆν, μοιχὸς γὰρ ἦν. Ἑτέρᾳ μεταλήψει. Συριανο ῦ. Δύο μεταλήψεις ἐμπίπτουσιν, ὧν ἡ μὲν πρώτη πρὸς τὸ πρᾶγμά ἐστιν, ἡ δὲ δευτέρα δέχεται μὲν τὸ γεγονὸς, μέμφεται δὲ τὸ πρόσωπον τὸ πρᾶξαν, ὅτι οὐ σὲ χρῆν τοῦτο ποιῆσαι. Θέσει, ποιότητι, καὶ γνώμῃ.
4.593.(1n) Συριανο ῦ. Ἡ θέσις ταὐτόν ἐστι τῇ θέσει τοῦ προγυμνάσματος, ὥσπερ ἡ ποιότης τῷ κοινῷ τόπῳ, ἡ δὲ γνώμη ἀπὸ τῶν ἐν τῷ ὅρῳ φανερά· καὶ ταῦτα μὲν τὰ κεφάλαια· ἔξωθεν δὲ πολλάκις ὁρικαί τε καὶ στοχαστικαὶ ἐμπίπτουσιν ἀντιθέσεις, αἱ μὲν ἀνθορισμῷ τε καὶ συλλογισμῷ, αἱ δὲ βουλήσει τε καὶ δυνάμει λυόμεναι· τούτων δὲ τὰ μὲν τοῦ κατηγόρου ἐστὶ, τὰ δὲ τοῦ φεύγοντος, τὰ δὲ κοινὰ ἀμφοῖν· τοῦ μὲν κατηγόρου προβολὴ, ἀνθορισμὸς, συλλογισμὸς, μετάληψις, γνώμης αἴτησις· τοῦ δὲ φεύγοντος μόρια δικαίου, πρόσωπον, ὅρος, ἀντίληψις, χρῶμα· κοινὰ ἀμφοῖν γνώμη νομοθέτου, πηλικότης, πρός τι· ἡ μὲν οὖν προβολὴ ὥσπερ καὶ ἐν ὅρῳ τοῦ κατηγόρου ἐστὶ πλατυνομένη τοῖς πεπραγμένοις καὶ τοῖς περιστατικοῖς μορίοις, καὶ μάλιστα τῷ καιρῷ· τὰ δὲ μόρια τοῦ δικαίου ἔστι μὲν τοῦ φεύγοντος· ὠνόμασται δὲ οὕτω, διότι μέρη τοῦ δικαίου ἐστὶ νόμος τε καὶ φύσις καὶ τέχνη καὶ ἔθος, ὧν ἑνὶ πάντως ὁ φεύγων ἐν ἀντιλήψει ἰσχυρίζεται· τὰ μέντοι μόρια τοῦ δικαίου καὶ τὸ πρόσωπον ὀνόματι μόνον διαφέρουσι παραγραφικὰ ὄντα· ὅτ’ ἂν γὰρ λέγῃ, ὅτι οὐ δεῖ με ἐπὶ τούτοις κρίνεσθαι καὶ οὐ δεῖ ἰδιώτην ὄντα, παραγραφή ἐστιν. Ἡ προβολὴ γίνεται, ὡς καὶ ἐν τῷ ὅρῳ, τὸ δὲ μόριον τοῦ δικαίου ταὐτὸν μέν ἐστι τῇ ἀντιλήψει, διαφέρει δὲ, ὅτι ἐνταῦθα μὲν ἄνευ κατασκευῆς ἁπλῶς κατ’ ἀρχὰς τίθεται καὶ ἐν παραγραφικοῦ μοίρᾳ, ἐκεῖ δὲ ὡς ἑτέρως, οἷον ζωγράφος ναυάγια γράψας πρὸ τῶν λιμένων ἀνέθηκε, καὶ μηδενὸς καταίροντος δημοσίων ἀδικημάτων φεύγει· ἡ μὲν προβολὴ φανερὰ, τὸ δὲ μόριον τοῦ δικαίου, εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι, ὃ μηδεὶς κεκώλυκε νόμος. Συριανο ῦ. Ἡ προβολὴ σύντομός ἐστιν ἀπόδοσις τῶν εἰρημένων ἀδικημάτων, καὶ τούτω διαφέρει τῆς καταστάσεως, ὅτι ἡ μὲν κατάστασις τὸ μέρος διηγεῖται, καὶ πάθος σπουδάζει κινεῖν, καὶ τὰς ἀποδείξεις κατὰ μέρος, ἡ δὲ προβολὴ κεφαλαιωδῶς πάντα τὰ τῆς καταστάσεως, καὶ συντόμως ὁρίζεται τὸ ἀδίκημα, καὶ ἔστι κυρίως προβολὴ τὸ αἴτιον.
4.594 Τὸ δὲ μόριον τοῦ δικαίο υ. Ἰστέον καὶ τοῦτο, ὡς παραγραφικοῦ δύναμιν ἔχει, καὶ δῆλον ἀφ’ ὧν δικαστικῶς αὐτὸ προηνέγκατο, οἷον εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι· οὐδεὶς γὰρ ἀπολογίαν προτείνων ἀμφίβολον προτείνεται αὐτὴν, ἀλλὰ καθολικὴν ἀπόφασιν· τοῦτο δέ ἐστι τὸ ἀρνεῖσθαι, μὴ εἶναι ὑπεύθυνον, ἢ τὸ μὴ κεκωλύσθαι τὸ πρᾶγμα· τὸ δὲ, εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι, ἀμφιβολίας ἐχόμενόν ἐστι, καὶ τὴν τῶν δικαστῶν ἐκκαλούμενον δοκιμασίαν· οὐδεὶς δὲ ὃ ἀπολογεῖται ἀμφίβολον κατασκευάζει· τί οὖν ἐροῦμεν; ὅτι ἐνταῦθα οὐχ ὡς ἀπολογούμενος αὐτὸ λέγει, ἀλλ’ ὡς κοινὴν ζήτησιν τῶν δικαστῶν, εἰ δεῖ αὐτὸ ἐπὶ τούτοις κρίνεσθαι· ἡ ἐπαγωγὴ δὲ τοῦ διώκοντος, ἀλλὰ δεῖ· ἡ ζήτησις δὲ τῶν δικαστῶν, εἰ δεῖ ἐπὶ τούτοις κρίνεσθαι, ἃ μηδεὶς κεκώλυκε νόμος· τὰ γὰρ μόρια τοῦ δικαίου ὁδός ἐστιν εἰς τὸ αἰτιᾶσθαι τὸν ἀγῶνα, τὸ δὲ πρόσωπον αἰτιᾶται· δύο δὲ εἰδῶν ὄντων τῆς ἐπὶ τῶν νόμων καταφυγῆς, ἢ ὅτ’ ἂν λέγωμεν ἐξεῖναι, ἢ μὴ κεκωλύσθαι, τοῦτο γὰρ βιαζόμεθα τάξιν ἔχειν τοῦ ἐξεῖναι, αὐτὸς τῷ μὴ κεκωλύσθαι ἐχρήσατο· κοινὸν γὰρ ἐνθύμημα ἐπὶ πάσης ἀντιλήψεως τὸ λέγειν, ὅτι οὐ κεκώλυκεν ὁ νόμος· ἀπὸ τοῦ νομίμου δὲ καὶ οὐκ ἀπὸ τοῦ τεχνικοῦ ἢ φυσικοῦ τέθεικε τὸ παράδειγμα, διὰ τὸ ἰσχυρότερον εἶναι πασῶν τῶν ἀτέχνων πίστεων τὸν νόμον, φυσικῶν φημὶ καὶ τεχνικῶν. Σωπάτρο υ. Ἡ προβολὴ γίνεται, ὡς ἐν τῷ ὅρῳ φησὶν, οὐχ ὅτι ἰδιάζουσα αὕτη ἡ προβολὴ τῶν κατὰ τὰς ἑξῆς στάσεις, καὶ τῇ ἐν ὅρῳ μόνῃ παραπλησία· ἀλλ’ ἐπειδὴ οὔπω ταύτην εἰ μὴ ἐν τῷ ὅρῳ ἐδίδαξεν, εἶπεν οὕτως, ὅτι ὡς ἐν ὅρῳ εἰρήκαμεν, οὕτω τῇ προβολῇ χρηστέον, ὡς ἤδη δὲ διδάξας ἐν ὅρῳ περὶ τούτου τοῦ κεφαλαίου, περίεργον ἡγήσατο δεύτερον ἀναλαβεῖν· ἤδη γὰρ, τί δύναται τὸ κεφάλαιον καὶ τί διαφέρει τῆς διηγήσεως, εἶπεν· ὅτι ἡ μὲν διήγησις ψιλὴν ἀκατάσκευον ἔχει τὴν ἔκθεσιν, ἡ δὲ προβολὴ μετὰ αὐξήσεως γίνεται ἐκ τῶν περιστατικῶν, ἅ ἐστι ταῦτα· τί, ποῦ, πῶς, πότε, διατί; ταῦτα γάρ ἐστιν ἡ περίστασις, ἃ συμβαίνει ἔκ τε τοῦ προσώπου καὶ τῆς τοῦ πράγματος περιστάσεως· ἀνάγκη δὲ κἀνταῦθα ὑπομνήσεως ἕνεκεν ἐπισημήνασθαι, ὅτι πεφεισμένως χρὴ ἐν τῇ προβολῇ χρήσασθαι τοῖς περιστατικοῖς· καὶ μὴ πάσας αὐτῶν τὰς κατασκευὰς τιθέναι, ἀλλὰ τοῖς οἰκείοις κεφαλαίοις τὴν τελείαν ἐξέτασιν αὐτῶν φυλάττειν, ὅ ἐστιν ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ ἐν τῷ πρός τι.
4.595 ἰστέον δὲ, ὅτι ἐν τῇ στάσει ταύτῃ ἡ προβολὴ μόνου τοῦ κατηγόρου ἐστὶν, οὐχ ὥσπερ ἐν ὅρῳ ἐστὶν, ὅτε κοινῶς τῶν ἀμφισβητούντων· ἀλλ’ ἴδωμεν τὴν προβολὴν ἐπὶ παραδείγματος· ἔστω δὲ τὸ παράδειγμα τοῦτο· ζωγράφος ναυάγια γράψας πρὸ τοῦ λιμένος ἀνέθηκε, μηδενὸς καταίροντος φεύγει δημοσίᾳ· οὐκοῦν ἡ προβολὴ φανερὰ, ὡς οὐ μέτρια ἠδίκησας τὴν πόλιν, φοβήσας τοὺς ἐμπόρους τῇ γραφῇ, καὶ τὴν ἔξωθεν ἡμῖν τῶν ἀναγκαίων ἀποκλείσας εὐπορίαν, οὐδενὸς γὰρ ἔτι τῶν πρώην ἡμῖν μέτεστιν· εἴπωμεν καὶ ἕτερον παράδειγμα· τρισαριστέα τις μοιχὸν ἀποκτείνας κρίνεται φόνου· ἡ προβολὴ, περιεῖλες τὴν ἀσφάλειαν τῆς πόλεως τρισαριστέα φονεύσας· καὶ ἐπὶ ἑτέρου παραδείγματος· τύραννος πρὸς δημοκρατουμένην πόλιν συνθήκας ποιούμενος δέδωκεν ὁμήρους τοὺς ἑαυτοῦ τρεῖς παῖδας, καὶ ἔλαβε τριακοσίους ὁπλίτας· καταλαβών τις μοιχὸν ἕνα τῶν τοῦ τυράννου παίδων ἀπέκτεινεν, ἀνεῖλεν ὁ τύραννος τοὺς τριακοσίους, καὶ κρίνεται δημοσίων ἀδικημάτων ὁ τὸν παῖδα τοῦ τυράννου φονεύσας· κἀν τούτῳ ἔβλαψας τὴν πόλιν τοσαύτην καὶ τοιαύτην ἡλικίαν αἴτιος ἀναιρεθῆναι γεγονώς.
4.596 Τὸ δὲ μόριον τοῦ δικαίου ταὐτὸν μέν ἐστι τῇ ἀντιλήψε ι. μόρια καλεῖ δικαίου τὰ εἴδη τῆς ἀντιλήψεως, διὰ τοῦτο γὰρ καὶ μόρια, ἐπειδὴ κατὰ πρῶτα μέρη ἐξετάζεται ἢ νόμον, ἢ ἔθος, ἢ φύσιν· ἔστι δὲ τὸ κεφάλαιον τοῦ φεύγοντος, ὃ τῇ προβολῇ τοῦ ἐγκλήματος ἀντιτάττει, διαιρεῖται δὲ κατὰ τοὺς τρεῖς τῆς ἀντιλήψεως τρόπους, τὸν νόμον, τὸ ἔθος, τὴν φύσιν· διὸ καὶ εἴδη αὐτὰ τῆς ἀντιλήψεως ἐκαλέσαμεν· ἐροῦμεν γὰρ ἐν αὐτῷ μὴ εἶναι δίκαιον ἐφ’ οἷς ἐπιτρέπουσιν οἱ νόμοι κρίνεσθαι· ἢ ἐφ’ οἷς πᾶσιν ἀνθρώποις εἴθισται καὶ νενόμισται· ἢ ἐφ’ οἷς ἡ φύσις παρέσχεν, οὐχ ὅτι πάντα ἐν ἑκάστῳ, ἀλλὰ πρὸς τὸ κείμενον τῷ οἰκείῳ καὶ τῷ εὑρισκομένῳ χρηστέον ἢ νόμῳ ἢ φύσει ἢ ἔθει· ἔοικε δὲ τῇ ἀντιλήψει αὐτῇ τὸ κεφάλαιον τοῦτο τῷ διὰ τῶν αὐτῶν προάγεσθαι· διαφέρει δὲ ταύτῃ, ὅτι ἐνταῦθα μὲν χωρὶς κατασκευῆς τινος χρώμεθα ἐν παραγραφικοῦ τάξει τὴν εἰσαγωγὴν αὐτῶν ποιούμενοι, οὐ δίκαιον εἶναι λέγοντες ἐφ’ οἷς νόμος ἢ ἔθος ἢ φύσις συγκεχώρηκε κρίνεσθαι· ἐν δὲ τῇ ἀντιλήψει πάσας τὰς κατασκευὰς τίθεμεν, τελείαν τὴν ἐργασίαν τῶν τοῦ δικαίου μορίων ταύτην φυλάττοντες, εἰ μὴ δεῖ ἐπὶ τούτοις κρίνεσθαι· ὡς ἐν παραγραφικοῦ μὲν, ὅπερ εἰρήκαμεν, μοίρᾳ παραλαμβάνεται τὸ κεφάλαιον, οὐκ ἔστι δὲ φύσει παραγραφικὸν οὐδὲ ὅμοιον τῷ ἐν τῷ στοχασμῷ παραγραφικῷ· ἐκεῖ μὲν γὰρ καὶ ἀξιωμάτων καθαιρετικὸν μεθώδευται τῷ φύσει παραγραφικὸν εἶναι καὶ φαίνεσθαι τὸν φεύγοντα προφασιζόμενον καὶ ὑφορώμενον τὴν κρίσιν καὶ φεύγοντα τὴν εὐθυδικίαν, οἷς χρόνον ἢ πρόσωπον ἤ τι τῶν τοιούτων αἰτιᾶται· ἐνταῦθα δὲ τοῦτο λέγειν οὐ δυνάμεθα, οὐδὲ οὕτως αὐτὸ λαμβάνομεν· τὸ γὰρ ἰσχυρότερον μάλιστα τοῦ ἀγῶνός ἐστι τοῦτο, τὸ τὴν ἄδειαν ἐκ τοῦ νόμου προβάλλεσθαι καὶ μὴ φοβεῖσθαι τὸν ἀγῶνα, ἀλλ’ ἐλέγχειν μᾶλλον τὸν κατήγορον ὡς οὐ προσηκόντως τῇ κατηγορίᾳ χρησάμενον· καὶ ἄλλη δὲ διαφορά ἐστιν, ὅτι ἐκεῖ μὲν αἰτιᾶται μόνον τὸν ἀγῶνα, ἐνταῦθα δὲ καὶ ὁρίζει, ἐπὶ τίσι τῶν δημοσίων αἱ γραφαί· καθ’ ἓν δὲ μόνον τῷ κατὰ τὸν στοχασμὸν παραγραφικῷ δύναται τὴν αὐτὴν ἐξέτασιν ἔχειν, τὸν τρόπον τῆς κατηγορίας μέμφεσθαι· τὰ γὰρ λοιπὰ πολλὴν ἔχει πρὸς ἐκεῖνο τὴν διαφοράν· ζητήσειε δ’ ἄν τις πιθανῶς, διὰ τί ὅλως, εἰ τὸ αὐτὸ σχεδόν ἐστι κεφάλαιον τὰ τοῦ δικαίου μόρια καὶ ἀντίληψις, δεύτερον ἐδέησε τοῖς αὐτοῖς χρήσασθαι; πρὸς ὃ λέγομεν, ὅτι καὶ πάνυ τεχνικῶς καὶ κατὰ νόμον τὸ τοιοῦτο συμβέβηκεν.
4.597 διχῆ γὰρ διαιροῦντος τοῦ κατηγόρου τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔν τε τῇ προβολῇ τοῦ ἐγκλήματος καὶ τῷ πηλίκῳ καὶ τῷ πρός τι, καὶ πῆ μὲν ἀκατασκεύως αὐτὰ τιθέντος ἐν τῇ προβολῇ, πῆ δὲ τὰς κατασκευὰς συνάπτοντος ἐν ταῖς αὐξήσεσιν, ὅ ἐστι τῷ πηλίκῳ καὶ τῷ πρός τι, εὐλόγως καὶ ὁ φεύγων τὸν αὐτὸν τρόπον τὰς λύσεις διαιρῶν διπλῆν εἰσάγει τὴν ἀντίληψιν· ὅτε μὲν τῆς ἐξουσίας ἐφαπτόμενος μόνον, οὐδὲν δὲ κατασκευῆς προστιθείς· ὅτε δὲ μετὰ κατασκευῆς, τελείᾳ τῇ ἀντιλήψει χρώμενος· πρὸς γὰρ τὴν δείνωσιν καὶ αὔξησιν τοῦ ἐγκλήματος τελείας ἐδεῖτο τῆς ἐργασίας, πρὸς δὲ τὴν προβολὴν καὶ τὴν πρότασιν, ἐν παραγραφικοῦ μοίρᾳ γράψασθαι τὸν ἀγῶνα καὶ ἐνδείξασθαι τὴν ἐξουσίαν· ἄλλως τε ἐπειδὴ τὸ λέγειν, ἐξουσίαν εἶχον, ὃ πεποίηκα ποιεῖν, τυραννικόν ἐστι· τὸ δὲ ἰσχυρὸν τοῦ φεύγοντος κεφάλαιον τοῦτό ἐστι.
4.598 Δεῖ, ὡς ἤδη εἰρήκαμεν, ἀπὸ τῶν ἰσχυροτέρων κατάρχεσθαι· ἵν’ οὖν καὶ τὸ τυραννικὸν ἐκφύγοι, καὶ ἀπὸ τοῦ ἰσχυροῦ δοκῇ κατάρχεσθαι, τῷ τοῦ δικαίου ἐχρήσατο μορίῳ· τό τε τῆς ἐξουσίας τυραννικὸν συσκιάζων τέως, καὶ ἐν παραγραφικοῦ μοίρᾳ χρώμενος τῷ κεφαλαίῳ. Τὸ πρόσωπον, εἰ καὶ δεῖ, ἀλλὰ δημοσίων γε οὐ τοὺς ἰδιώτας, τοὺς δὲ ῥήτορας ἢ τοὺς πρεσβευτὰς, ἢ τοὺς στρατηγοὺς, ἢ τὰ ὅμοια· οὗτοι γὰρ καὶ δύνανται ἀδικεῖν δημόσια, ὅτι καὶ τὰ δημόσια πράττουσιν, οἱ δὲ ἰδιῶται οὐδέν. Συριανο ῦ. Τὸ πρόσωπον ἔστι μὲν τοῦ φεύγοντος, οὐκ ἀεὶ δὲ ἐμπίπτει ἐν τῇ ἀντιλήψει· ὅταν μὲν γὰρ ἰδιώτης κρίνηται δημοσίων ἀδικημάτων, ἐμπίπτει λέγοντος, ὡς οὐκ ἂν οἷός τε ἦν ἰδιώτης ὢν τηλικαῦτα κινεῖν καὶ μεταφέρειν πράγματα· ὅτ’ ἂν δὲ ἔνδοξον ᾖ τὸ πρόσωπον, ἐκλείπει, εἰ μή τις ἐκ μεταχειρίσεως αὐτὸ εἰσάγοι· ὡς ὁ κρινόμενος Αἰσχίνης δημοσίων ἀδικημάτων, διότι μετὰ Χαιρώνειαν εἵπετο τῷ Δημοσθένει δακρύων· ἐρεῖ γὰρ, ὅτι τοὺς κακῶς ἐστρατηγηκότας αἰτιᾶσθαι χρεὼν τῶν δημοσίων ἀδικημάτων, τοὺς προδιδόντας τὰ τείχη καὶ τὰς τριήρεις καὶ τὰ φρούρια, οὐ τοὺς ῥήτορας. Σωπάτρο υ. Καὶ τοῦτο παραγραφικοῦ χώραν ἔχει, καὶ ἐν τούτῳ γὰρ διαβάλλει τὴν γραφὴν ὁ φεύγων, ὡς οὐ δεῖ τὸν μηδὲν τῶν κοινῶν μεταχειριζόμενον δημοσίων εὐθύνεσθαι· τότε δὲ ἐμπίπτει, ὅτ’ ἂν κρίνηται ἰδιώτης ἢ γυνὴ δημοσίων ἀδικημάτων ἢ ῥήτωρ σιωπῶν καὶ μὴ πολιτευόμενος, ἢ ζωγράφος ἢ ποιητὴς, ἢ ὅστις ἁπλῶς μηδὲν πράττει δημόσιον, μηδὲ ἐφαρμόττει τῷ ὑποκειμένῳ προσώπῳ τὸ ἐπαγόμενον ἔγκλημα· ὅτ’ ἂν δὲ κρίνηται στρατηγὸς ἢ ἄλλος τις τοιοῦτος, οὐκ ἂν χώραν ἔχοι τὸ κεφάλαιον, ἀλλ’ ἐκλείπει· τοῦτο δὲ ἡμῖν δέδωκε τὸ θεώρημα Δημοσθένης ἐν τῷ περὶ στεφάνου· αὐτοῦ μὲν γὰρ συμβουλεύσαντος, ἑτέρων δὲ στρατηγησάντων, εἶτα, τοῦ Αἰσχίνου τὸ ἔγκλημα ἐπὶ τὴν συμβουλὴν ἀγαγόντος, ὅτι Δημοσθένης τῆς ἥττης αἴτιος, τὴν ποιότητα τοῦ οἰκείου προσώπου ὁ ῥήτωρ ἐξήτασεν, ἑαυτὸν μὲν ἀνεύθυνον εἶναι δεικνὺς ἐφ’ οἷς οὐκ ἐστρατήγησε, μεταφέρων δὲ τὴν αἰτίαν ἐπὶ τοὺς στρατηγοὺς, οἳ κατὰ φύσιν ὑπεύθυνοι τῶν ἐν τῷ πολέμῳ συμβεβηκότων· οὐχ ἁπλῶς δὲ τοῦτο, ἀλλὰ καὶ σφόδρα τεχνικῶς· οὐδὲ ἐπὶ τοὺς στρατηγοὺς μετατιθεὶς τὴν αἰτίαν ἄντικρυς τῷ παραγραφικῷ ἐχρήσατο, ἀλλὰ φεύγει μὲν ἐκ τοῦ φανεροῦ τὸ κεφάλαιον, ἐπειδὴ ἀξιώματός ἐστι καθαιρετικόν· τέχνῃ δὲ τοῦτο μεθώδευσεν ἐν παραβολῆς σχήματι ναυκλήρῳ παραβαλὼν ἑαυτὸν, εἶτα ἐπαγαγὼν ὥσπερ οὐδὲ ἐστρατήγουν ἐγώ· ὡσανεὶ ἔλεγεν, στρατηγῶν αἱ τοιαῦται γραφαί· μεταστατικῶς τὴν ἀπολογίαν ποιησάμενος· δεῖ δὲ εἰδέναι καὶ τοῦτο, ὡς ἰσχυρὸν μὲν καὶ καθ’ ἑαυτὸ τὸ πρόσωπον τῷ φεύγοντι, πολλῷ μέντοι τοῖς τοῦ δικαίου μορίοις συναπτόμενον· ὅτ’ ἂν γὰρ διὰ τῆς ἐξουσίας τοῦ πεπραγμένου διαβαλὼν τὴν κρίσιν εὐθὺς καὶ τὸ πρόσωπον προσθῇ, μάτην πεποιῆσθαι τὴν γραφὴν ἐπιδείξει τὸν κατήγορον· τὸ παραγραφικὸν τοίνυν, οὐ δεῖ με κρίνεσθαι ἰδιώτην ὄντα· καὶ ἐπ’ ἄλλοις αἱ δημόσιαι γραφαί· τοῦτο δὲ τὸ τελευταῖον τοῦ πράγματος τῆς ποιότητός ἐστι· τὸ δὲ πρῶτον τοῦ προσώπου· διαφέρει δὲ τοῦ ἐν στοχασμῷ παραγραφικοῦ, ὅτι ἐκεῖ μὲν, εἰ ὑπερβάλλοι τὸ ἔγκλημα τὴν τοῦ κρινομένου δόξαν, χρησόμεθα αὐτῷ, ὥσπερ καὶ Δημοσθένης περὶ Φωκέων· τοῦτο δὴ δεῖ σκοπεῖν καὶ ὁρᾷν, εἰ ὅσα τῆς Φωκέων σωτηρίας ἐπὶ τὴν πρεσβείαν ἧκε, ταῦτ’ ἀπήγγειλαν οὗτοι, οὐχ ὡς ὅδε Φωκέας ἀπώλεσε καθ’ ἑαυτόν· ἐνταῦθα δὲ ὅτ’ ἂν ἀνοίκειον καὶ μὴ συμφωνοῦν τῇ ποιότητι τοῦ κρινομένου τὸ ἔγκλημα, οὐ γὰρ ὡς ἀπίθανον.
4.600 Ὁ ὅρος, ὅτι ἐπ’ ἄλλοις αἱ τῶν δημοσίων ἀδικημάτων γραφαί· οἷον ναῦς προδοῦναι, τείχη, συμμάχους, τὰ ἄῤῥητα ἐξειπεῖν καὶ τὰ ὅμοια. ἕπεται οὖν ἀναγκαίως ὁ συλλογισμός· εἰ καὶ ταῦτα κἀκεῖνα δημόσιον ἀδίκημα, καὶ οὐδὲν διαφέρει· πλειόνων γὰρ ὄντων τρόπων, καθ’ οὓς ἄν τις ἀδικήσειε, οὐκ εἰ μὴ κατὰ πάντας τις ἀδικεῖ διὰ τοῦτο ἀθῷος ἔσται, ἀλλ’ εἰ καθ’ ἕνα δώσει δίκην καὶ ἐπιχειρήσει δηλαδή. Συριανο ῦ. Ὁ ὅρος ἔστι μὲν τοῦ φεύγοντος, πλατύνεται δὲ οἷς εἰρήκαμεν ἐν ὅρῳ ἀπὸ τῶν λειπόντων· ταῦτα δὲ τὰ τρία κεφάλαια μόρια τοῦ δικαίου, πρόσωπον, ὅρος, παραγραφικοῦ τάξιν ἔχοντα, λύει τὴν προβολὴν, ὁ δὲ ἀνθορισμὸς καὶ συλλογισμὸς ἔστι μὲν τοῦ κατηγόρου λύοντος τὸν ὅρον, πλατύνεται δὲ ὡς ἐν ὅρῳ εἴρηται· ἡ δὲ γνώμη τοῦ νομοθέτου πηλικότης τε καὶ πρός τι κοινὰ παρ’ ἑκατέρου πρὸς τὸ τῷ λόγῳ συμφέρον μελετηθήσεται· ἐπὶ μὲν τῆς γνώμης τοῦ νομοθέτου, ἢ εἰ νόμους ἔχοιμεν, ἢ νόμων ὁμοίων μέρεσιν, ἢ ταῖς εὐλόγοις αἰτίαις χρωμένων· τὴν δὲ πηλικότητα, τοῦ μὲν κατὰ αὔξησιν, τοῦ δὲ κατὰ μείωσιν προάγοντος· ἐπὶ δὲ τοῦ πρός τι, ὁ μὲν ἀπὸ παραδειγμάτων ἐκ συγκρίσεως αὐξήσει τὸ πεπραγμένον, ὁ δὲ ἐξ ἀναιρέσεως ἐπιχειρῶν οὐδόλως ἀδίκημα δείξει τὸ κατηγορούμενον.
4.601 Ὁ ὅρο ς , ὅτι ἐ π ’ ἄλλοις αἱ τῶν δημοσίω ν. Ἔστι μὲν ὅτε καὶ τοῦτο ἐπιλείπει τὸ κεφάλαιον, ὅτ’ ἂν τὸ πεπραγμένον οἰκειότατον ᾖ τῷ ἐπιφερομένῳ ἐγκλήματι· οἷον πόλιν συνεχῶς ἀφισταμένην, καὶ μὴ συμμαχεῖν ἐθέλουσαν ὁ στρατηγὸς κρίνει δημοσίων ἀδικημάτων· οὐ γὰρ δύναται λέγειν, ὅτι οὐκ ἔστι δημόσιον ἀδίκημα ἡ τῶν συμμάχων ἀπόστασις· δεῖ δὲ ὅτε ἐμπίπτει καὶ παραδείγματι χρῆσθαι ἀπὸ τοῦ μείζονος· ἐὰν γὰρ ἀπὸ τοῦ ἐλάττονος χρησώμεθα, βλάπτομεν καὶ τὴν ὑπόθεσιν καὶ τὸ κεφάλαιον· λαμβάνεται δὲ ἀπὸ τοῦ ἐλάττονος ὡς ἐπὶ τούτου· Ἀλκιβιάδης κωμάζων πρὸς τοὺς ἐκ Πύλου τριακοσίους ἐβόησεν, εὖγε, ὦ γενναιότατοι, καὶ κρίνεται ὑπὸ Κλέωνος ὕβρεως· εἰ γὰρ ἐκ τοῦ ἐλάττονος ὁρίσαιτο λέγων, τότε ἔδει ὕβρεως κρίνεσθαί τινα, ἡνίκα διαβάλοι πρὸς ἄλλον ἢ λοιδορήσεται, λάθοι ἂν καθ’ ἑαυτοῦ λέγων· πολὺ γάρ ἐστι τὸ δημοσίᾳ καὶ ἐν κοινῷ ὑβρίζειν τὸ λάθρα καὶ ἐν παραβύστῳ. Σωπάτρο υ. Πῶς τὸν ὅρον ἐργασόμεθα ἐν αὐτῇ τῇ στάσει τοῦ ὅρου δεδήλωται· ἔνιοι δὲ τῶν τεχνογράφων βούλονται ἐκλείπειν τὸ κεφάλαιον τοῦτο, οἷον τὸν ὅρον, ὅτε μὴ γενικὸν ᾖ τὸ πεπραγμένον ἔγκλημα, τουτέστι μὴ κατὰ πολλῶν δυνάμενον κατηγορηθῆναι· δύναται γάρ τις κρίνεσθαι δημοσίων ἀδικημάτων καὶ φρούριον προδοὺς καὶ συμμάχους καὶ ναῦς· καὶ τὰ τοιαῦτα· ὅτ’ ἂν οὖν ᾖ γενικὸν τὸ πεπραγμένον ἔγκλημα, τότε εὑρίσκεται τὸ ὁρικὸν παραγραφικόν· ἐπέχει δὲ καὶ τοῦτο τὸ κεφάλαιον ἐνταῦθα τόπον παραγραφικοῦ ἀπὸ τοῦ πράγματος, ἀκολούθως δὲ καὶ μετὰ τάξεως καὶ τὸ πρῶτον παραγραφικὸν καὶ τὸ δεύτερον καὶ τὸ τρίτον παρῆκται· ἐπεὶ οὖν καὶ τοῦτο τόπον ἐπέχει παραγραφικοῦ, δέον πάντα ταῦτα συνάπτειν ἀλλήλοις, ὡς πολλάκις εἴπομεν, τῷ ἰσχυρὸν ἀποφαίνειν τὸν φεύγοντα τῷ διώκοντι· ὅρα γὰρ τὴν ἰσχὺν ἀπ’ αὐτῆς τῆς ἐξετάσεως ἀπὸ τῶν τοῦ δικαίου μορίων· οὐ δεῖ με κρίνεσθαι ἐφ’ οἷς ἠκολούθησα, ἢ νόμῳ, ἢ φύσει, ἢ ἔθει πεποίηκα· ἔπειτα οὐ δεῖ με ἰδιώτην ὄντα δημοσίων· ὅ ἐστι τοῦ προσώπου· τρίτον οὐκ ἐπὶ τούτοις αἱ τῶν δημοσίων γραφαὶ, ὅ ἐστι τοῦ ὅρου· οὕτω γὰρ εἰσάξομεν τὰ τρία κεφάλαια συμπλέκοντες καὶ παραγραφικῶς ἀγωνιζόμενοι· προσέτι προστιθέντες τὰς τελειότητας, ἃς μεμαθήκαμεν ἐπὶ ἑκάστου· ἰσχυρὸν μὲν γὰρ καὶ καθ’ ἑαυτὸ ἕκαστον τούτων καὶ ἱκανὸν εἰς ἀπολογίαν· συναπτόμενα δὲ πρὸς ἄλληλα πλείονα τὴν δύναμιν ἔχει· ταύτῃ δὲ διαφέρει τὸ ὁρικὸν τοῦτο τοῦ ἐν ὅρῳ ὁμωνύμου ὁρικοῦ, ὅτι ἐκεῖνο μὲν εἰς ἀπόδειξιν τοῦ ὑποκειμένου ζητήματος συντελεῖ, τοῦτο δὲ εἰς διαβολὴν τῆς κρίσεως μόνης δεχόμεθα· οὐ γὰρ εἰ δημόσιον ἀδίκημα τὸ πραχθὲν, ἢ ἕτερόν τι ἡ ζήτησις, ἀλλ’ εἰ δίκαιον ἀνεύθυνον ὄντα τὸν διαπραξάμενον δοῦναι δίκην, εἰ ὅλως ἀδίκημα τὸ γενόμενον· ἡ μὲν γὰρ τοῦ δικαίου ζήτησις ποιότητός ἐστιν, ἧς ἡ ἀντίληψις, ἡ δὲ περὶ τοῦ τί ἐστι ζήτησις, οὐ ποιότητος, ἀλλ’ ἰδιότητος, εἰ ὕβρις τοῦτο, εἰ δημόσιον ἀδίκημα, ὅπερ ἐστὶν ὅρου· τινὲς δὲ πλανηθέντες ἐζήτησαν, πῶς ἐν ἀντιλήψει τελείου τοῦ πραχθέντος ὄντος, ὅρος ἐμπίπτειν δύναται, οὐ κατανοήσαντες, ὅτι οὐ τὴν ἰδιότητα τοῦ ὑποκειμένου ζητοῦντες ἐν ἀντιλήψει τὸν ὅρον παραλαμβάνομεν, ἀλλὰ τὴν φύσιν διαβάλλοντες, ἐφ’ οἷς χρὴ τὰς δημοσίας εἶναι γραφάς· ζητητέον δὲ, τί ἄρα καὶ διοίσει τῆς ἀντιλήψεως· ὅτι ἐν μὲν ὅρῳ φύσει ὑπαίτιον τὸ πεπραγμένον, ἐν δὲ ἀντιλήψει ἀνεύθυνον· ζητητέον δὲ καὶ τοῦτο, πῶς παραγραφικὸν ἐμπίπτει ἐν ἀντιλήψει· πῶς δὲ ὁρικὸν, τελείου ὄντος τοῦ πεπραγμένου· τὸ μὲν οὖν παραγραφικὸν ἐμπίπτει, ἐπειδὴ καθάπερ ἐν στοχασμῷ ἀνεύθυνον τὸ πεπραγμένον· τὸ δὲ ὁρικὸν, ἐπειδὴ τὸ ἀνεύθυνον εἶναι καθάπερ ἀτελὲς τυγχάνει· λύεται δὲ τὸ ἐν ἀντιλήψει ὁρικὸν παραγραφικὸν ἀνθορισμῷ, συλλογισμῷ, γνώμῃ νομοθέτου, πηλικότητι, πρός τι· ταῦτα γὰρ τοῦ ὅρου τὰ κεφάλαια· μετὰ γοῦν τὰ δύο παραγραφικὰ, τό τε ἀπὸ τοῦ προσώπου καὶ τὸ ἀπὸ τοῦ πράγματος, ἡ ἀντίληψις· εἰδέναι δὲ χρὴ, ὅτι ἐὰν ἀπὸ τοῦ προσώπου ἐμπέσῃ παραγραφικὸν ἐν ἀντιλήψει, προτάττεται τοῦ ὁρικοῦ παραγραφικοῦ τοῦ ἀπὸ τοῦ πράγματος· πρῶτον γὰρ δεῖ σύστασιν λαβεῖν τὴν εἰσαγωγὴν τοῦ προσώπου, εἶθ’ οὕτω τὴν ἐξέτασιν τοῦ πράγματος γενέσθαι.
4.603 Ἕπεται οὖν ἀναγκαίω ς. Ἀναγκαίως ὁ συλλογισμὸς εὑρίσκεται, ἔνθαπερ ὁ ὅρος· φύσει γὰρ μάχονται τὰ κεφάλαια ἀλλήλοις, οὔτε γὰρ ὁ ὅρος ἄλλως λυθείη πλὴν συλλογισμῷ, οὔτε συλλογισμὸς πλὴν ὅρῳ· ἑκάτερα γὰρ ὑπ’ ἀλλήλων λύεται μόνον· ὁ μὲν γὰρ συλλογισμὸς εἰς ταὐτὸν ἄγει τὸ πεπραγμένον τῷ μὴ πεπραγμένῳ· τοῦτο δὲ ποιήσει ἐκ τοῦ τέλους καὶ τῆς κοινῆς ποιότητος κατασκευάζων, ὅτι ἐξ ἀμφοτέρων ἓν καὶ τὸ αὐτὸ τέλος· οὐ γὰρ ὁ τρόπος τοῦ ἀδικήματος ἀναιρεῖ τὸ ἀδίκημα, ὡς εἴ τις μὴ ξίφει τινὰ φθείρας ἀλλὰ λίθῳ φάσκει μὴ εἶναι φονεὺς τὸν τρόπον τοῦ ἀδικήματος ἀπολογίαν ποιησάμενος· ὁ δὲ ὅρος, ἃ συλλογισόμεθα ταῦτα ὁρικῶς λύει ἀπὸ τῶν γενῶν εἰς τὰ εἴδη διαιρῶν καὶ ταῖς διαφοραῖς χωρίζων, ὅτι δημόσιόν ἐστι, ὅτ’ ἂν ναῦς προδῷ, ὅτ’ ἂν στρατιώτας, συμμάχους, ὅτ’ ἂν ἐξείπῃ τὰ ἀπόῤῥητα· ὅτε καταλίπῃ τὴν τάξιν.
4.604 Ἰστέον δὲ, ὅτι τοῦ ἀνθορισμοῦ οὐκ ἐμνήσθη ἐνταῦθα, καίτοι γε τοῦ ὅρου εἰωθότος τῷ ἀνθορισμῷ λύεσθαι· φαμὲν οὖν, ὅτι ὁ συλλογισμὸς οὐκ ἔστιν ἰδιάζον κεφάλαιον, ἀλλὰ συμπέρασμα τοῦ ἀνθορισμοῦ· ὁ τεχνικὸς οὖν πολλάκις συλλογισμὸν ὠνόμακεν ἀντὶ ἀνθορισμοῦ, εἰδὼς ὅτι ταὐτόν ἐστιν· εἰ δέ τις ζητήσειε, διατὶ οὖν μὴ μᾶλλον τὸν ἀνθορισμὸν εἴρηκε, ἐροῦμεν, ὅτι τὰ κεφάλαια πρὸς ἀπόδειξιν σπεύδει, τὰ δὲ συμπεράσματα τὰς ἀποδείξεις ἔχει· εἰ οὖν ὁ συλλογισμὸς συμπέρασμά ἐστι τοῦ ἀνθορισμοῦ, εἰκότως κυριώτερόν ἐστι πρὸς τὴν χρῆσιν. Καὶ ἐπιχειρήσει δηλαδ ή. Ἀντὶ τοῦ ἐπιχειρήμασι χρήσεται, ἐνθυμήματα μετὰ παραδειγμάτων εἰς ἀπόδειξιν συντείνοντα ἐρεῖ, οἷον ἐπὶ τοῦ τοιούτου παραδείγματος· ὁ τὸν ὀφθαλμὸν πηρώσας οὐχ ὅτι καὶ μὴ χεῖρα ἐπήρωσε διὰ τοῦτο ἀθῷός ἐστιν, ἀδικήματα γὰρ ἀμφότερα, καὶ δεῖ καὶ τοῦ ἑνὸς διδόναι δίκας. Γνώμῃ νομοθέτου, εἰ ἐμπίπτοι, χρήσεται ἑκάτερος πρὸς τὸ λυσιτελοῦν. Συριανο ῦ. Τοῦτο οὐ πάνυ ἀστείως εἴρηκε· νόμου γὰρ προκειμένου ἤτοι ῥητοῦ, ἀνάγκη καὶ τὴν τοῦ νομοθέτου ψηλαφᾶσθαι γνώμην· ὁ μὲν γὰρ τῷ ῥητῷ, ὁ δὲ τῇ διανοίᾳ χρήσεται, ἥ ἐστιν ἡ τοῦ νομοθέτου γνώμη· ὥστε ῥητοῦ ἐμπεσόντος καὶ γνώμη ἐμπεσεῖται νομοθέτου· καὶ διὰ τοῦτο ὤφειλεν οὕτως εἰπεῖν, ῥητὸν νομικὸν εἰ ἐμπίπτοι, ἀλλὰ μὴ γνώμη, εἰ μή τις ἄρα ἐκεῖνο φαίη, ὡς κοινότερον τὸ ῥητὸν γνώμην ἐκάλεσε νομοθέτου, ἀπὸ τοῦ κυριωτέρου καὶ ποιητικοῦ καὶ αἰτίου τὸ ἀποτέλεσμα ὀνομάζων. Μαρκελλίνο υ.
4.605 Καλῶς τὸ εἰ ἐμπίπτοι, οὐ γὰρ ἀεὶ εὑρίσκεται· οὔτε γὰρ ἐφ’ ἑκάστου τῶν ζητουμένων εὑρίσκεται νόμος, οὔτε εἰ εὑρίσκοιτο πάντως λυσιτελεῖ ἡμῖν· εἰ μὲν οὖν βλάπτοι, παραιτησόμεθα καὶ οὐκ ἐξετάσομεν· ἢ ἀπ’ αὐτῶν ἢ ἀπὸ τῆς γνώμης τῶν γεγραμμένων τὴν ἐξέτασιν παραληψόμεθα πρὸς τὸ ἑαυτῶν χρήσιμον· ὅτε οὖν ἐμπίπτει ἐν ἀντιλήψει, διττὴ ἔσται, ἡ μὲν ἐπ’ αὐτῆς τῆς ἀντιλήψεως, ὅτ’ ἂν ἀπὸ νόμου γίνηται, ἡ δὲ ἐπὶ τοῦ συλλογισμοῦ· διαφέρει δὲ, ὅτι ἡ μὲν σύστασιν ἔχει τοῦ συλλογισμοῦ, ἡ δὲ πρὸς τὸ ῥητὸν γίνεται τὸ προκείμενον· διαφέρει δὲ καὶ τῷ ὀνόματι· ἡ μὲν γὰρ γνώμη τοῦ νομοθέτου καλεῖται, ἡ δὲ πρὸς τὸ ῥητὸν λύσις οὖσα τοῦ ῥητοῦ πρὸς τὴν παρὰ τοῦ φεύγοντος ἐξουσίαν διάνοια προσαγορεύεται· ἀεὶ μὲν οὖν ἡ πρὸς τὸ ῥητὸν ἐμπίπτει ἐπὶ τῆς ἐπὶ νόμον ἀντιλήψεως· οὐ περὶ ταύτης δὲ νῦν ὁ λόγος, ἀλλὰ τῆς ἑτέρας τῆς ἐπὶ τοῦ συλλογισμοῦ· ἐμπίπτει δὲ τότε, ὅτ’ ἂν ὁ κατήγορος ἐν ἀντιλήψει ῥητὸν ἔχῃ προβάλλεσθαι, καθὸ κρίνει τὸν φεύγοντα· οἷον ὡς ἐπὶ τοῦ γεωργοῦ τοῦ τὸν υἱὸν ἀποκηρύττοντος, νόμου κελεύοντος ἐξεῖναι πατράσιν ἀποκηρύττειν τοὺς παῖδας· ἐν τούτῳ γὰρ διαβάλλοντος τοῦ παιδὸς τὴν ἀποκήρυξιν καὶ λέγοντος, ὡς ἐπ’ ἄλλοις ἀποκηρύττειν ἐχρῆν, ὅτ’ ἂν ἀσελγαίνωσιν, ὅτ’ ἂν ὑβρίζωσιν, ὅτ’ ἂν μέθαις, ὅτ’ ἂν κύβοις, ὅτ’ ἂν ἑταίραις σχολάζωσιν, ἀλλ’ οὐχ ὅτ’ ἂν τὰ σεμνότατα διώκωσιν· καὶ πρὸς ταῦτα τοῦ πατρὸς, ὅ ἐστι τοῦ κατηγόρου, τὸν συλλογισμὸν ἐπάγοντος, καὶ ὡς μηδὲν διαφέρουσι λέγοντος, οὐ τὸ ἴσον συλλογιζομένου· ἄτοπον γὰρ φιλοσοφίαν ἐξισοῦν ἀσελγείᾳ, ἀλλ’ ἁπλῶς λέγοντος, ὅτι πάντα, ὅσα ἂν λυπῇ παῖς τὸν πατέρα καὶ παρὰ γνώμην αὐτοῦ ποιῇ, ἀποκηρύξεως ἄξια, εὑρίσκεται νόμος ἐξ αὐτοῦ τοῦ πατρὸς προβαλλόμενος, ὅτι ἔξεστι τοῖς πατράσιν ἀποκηρύττειν τοὺς παῖδας· ἐμπεσόντος οὖν τοῦ νόμου τούτου, ἐπὶ τὴν τοῦ νομοθέτου γνώμην ἀμφότεροι τρέπονται, πρὸς τὸ χρήσιμον ἑκάτερος· κοινὸν γὰρ ἀμφοῖν τὸ κεφάλαιον· οὐχ ἁπλῶς γὰρ ἡ ἐπὶ τοῦ συλλογισμοῦ γνώμη ἐμπίπτει, ὅταν ἐπὶ τὸν νόμον ἀντίληψις ᾖ, ἀλλ’ ὅτ’ ἂν ἐμπίπτῃ ῥητὸν, καθὸ ἡ κρίσις καὶ ἡ κατηγορία τῷ κατηγόρῳ γίνεται.
4.606 Ἐὰν δὲ τοῦτο μὲν ῥητὸν μὴ ἐμπίπτῃ, ἐπὶ νόμον δὲ ἡ ἀντίληψις ἀνάγηται βοηθοῦσα τῷ φεύγοντι, τὴν πρὸς τὸν νόμον ἔχει διάνοιαν· πᾶν γὰρ ῥητὸν διανοίᾳ λύεται, τὴν δὲ ἐπὶ τοῦ συλλογισμοῦ γνώμην νομοθέτου οὐκ ἔχει· τὰ δὲ τῆς ἐργασίας τῆς γνώμης ἐν ὅρῳ μεμαθήκαμεν. Ἡ πηλικότης, ὅτι μέγα τὸ γεγονός. Μαρκελλίνο υ. Ἀπὸ τῶν κεφαλαίων τούτων, τῆς τε πηλικότητος καὶ τοῦ πρός τι, ὁ τόπος τῶν αὐξήσεων παραλαμβάνεται, ἐν οἷς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶ τελείως εἰσαγόμενα καὶ πάσας τὰς ἐργασίας ἔχοντα καὶ τὰς κατασκευὰς, καὶ οὐ καθάπερ ἐν προβολῇ ἀτελῶς· τίς δὲ ἡ τελεία τούτων κατασκευὴ, τοῦ τε πηλίκου καὶ τοῦ πρός τι, ἐν τῷ ὅρῳ δέδεικται· ἄξιον δὲ ζητῆσαι, εἰ ὅλως ἐν ἀντιλήψει τῇ μειώσει ὁ φεύγων χρήσεται, τουτέστι τῷ πηλίκῳ καὶ πρός τι, μηδὲν ἀδίκημα εἶναι λέγων, ἐν μὲν γὰρ ὅρῳ εἰκότως, ἔνθα καὶ ἀδίκημα ὑπὸ τοῦ φεύγοντος ὡμολόγηται, ἔλαττον δὲ τοῦ ἐγκαλουμένου· καὶ ἑκατέρῳ πρόσεστιν ἐκ τῆς ὑποθέσεως τὸ μὲν αὔξειν, τὸ δὲ μειοῦν· ἐνταῦθα δὲ πῶς οἷόν τε μειῶσαι τὸν φεύγοντα, τὸ παράπαν ἰσχυριζόμενον μηδὲν ἠδικηκέναι· οὐ γὰρ λόγον ἔχει τὸν αὐτὸν λέγειν, ὡς οὐκ ἀδίκημα καὶ πάλιν ἐν τούτῳ τῷ μέρει τοῦ λόγου γενόμενον, ὡς ἀδίκημα τὸ ἔγκλημα καθαιρεῖν καὶ πρὸς ἕτερον ἀντεξετάζειν, ὡς οὐ μέγα καὶ ἕτερον μικρότερον· ἐροῦμεν τοίνυν, ὅτι ἐν μὲν τῇ τοιαύτῃ ἀντιλήψει, ὅτ’ ἂν μηδὲν ἐπισυμβῇ ἔξωθεν ἀδίκημα, ὁ μὲν διώκων ταῖς αὐξήσεσι χρήσεται καὶ τοῖς κεφαλαίοις τούτοις, ὁ δὲ φεύγων οὐκ ἔτι ταῖς μειώσεσιν, ἀλλὰ μηδὲ ἀδίκημα πάντη ἀγωνιεῖται· ἐν αἷς δὲ ἐπισυμβέβηκέ τι αὐτῶν τῶν εἰδῶν γενόμενον, γνωσόμεθα, πότερον χρηστέον, ἢ οὔ· ἐνταῦθα γὰρ χώραν ἡ μείωσις ἔχει· τοῦ γὰρ κατηγόρου πλεονάζοντος ταῖς αὐξήσεσι καὶ ἐκτραγῳδοῦντος τὸ ἐπισυμβεβηκὸς, ὁ φεύγων βαρυνόμενος τῇ καταδρομῇ ἐξ ἀνάγκης μειοῦν ἐπιχειρήσει· σημειωτέον οὖν, ὅτι ἡ πηλικότης καὶ τὸ πρός τι ἐν ὅρῳ μὲν κοινά ἐστιν, ἐν ἀντιλήψει δὲ οὐκ ἀεί· κἀκεῖνο δὲ ἐπίστασθαι χρὴ ἀναγκαίως, ὅτι οὐδὲ ὁ κατήγορος ἐν τοῖς τοιούτοις προβλήμασιν αὔξειν δὴ καὶ δεινοποιεῖν τὸ πεπραγμένον δυνήσεται, αὐτίκα ἐπὶ τοῦ φιλοσοφοῦντα τὸν υἱὸν ἀποκηρύξαντος οὐ δύναται δεινοποιῆσαι ὁ ῥήτωρ, ἀλλ’ ὅσον ἀπείθειαν μόνην τοῦ παιδὸς αἰτιάσασθαι πρὸς τὸν πατέρα, οὐ γὰρ τῶν διαβεβλημένων ἡ πρᾶξις.
4.607 Τὸ πρός τι ὅτι μεῖζον ἢ ἃ προβάλλεται· οἷον τοῦ τὰς ναῦς ἢ τὰ τείχη προδοῦναι τὸ ἐν σπάνει πάντων καταστῆσαι τῶν ἀναγκαίων, μηδενὸς καταίροντος τῶν ἐμπόρων. Μαρκελλίνο υ. Καὶ τὸ πρός τι συγκριτικόν ἐστι κεφάλαιον, ὅτι μεῖζον τὸ πεπραγμένον, ἢ ἃ προβάλλεται ὁ φεύγων, λέγω δὴ τοῦ τὰς ναῦς προδοῦναι καὶ τείχη καὶ συμμάχους μεῖζον τὸ ἐν σπάνει τῶν ἀναγκαίων καταστῆσαι τὴν πόλιν· τὸ μὲν γὰρ περί τι μέρος τῆς πολιτικῆς δυνάμεως ἔχει τὴν ἐπιβουλὴν, τὸ δὲ εἰς αὐτὸ τὸ πάντας ἀπολέσθαι λιμῷ. Καλῶς δὲ μετὰ πολλὰ τῶν κεφαλαίων τὴν πηλικότητα καὶ τὸ πρός τι ὥρισεν ἡ τέχνη, καὶ τὴν τελείαν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐργασίαν· οὐδὲ γὰρ κατατρέχειν εὐθὺς ἐν ἀρχῇ τοῦ φεύγοντος πρὸ τῶν ἀποδείξεων προσῆκον, μάταιον γὰρ καὶ ψιλῆς λοιδορίας τὸ πραττόμενον, καὶ ἀργὸν καὶ ὕπτιον ποιεῖ τὸν λόγον, ἀλλ’ ἐν τῇ προβολῇ τὸ πραχθὲν μετρίως αὐξήσαντες τηρήσωμεν τῇ πηλικότητι καὶ τῷ πρός τι τὰς ἀφορμὰς, θαῤῥοῦντες ἤδη μετὰ τὴν ἀπόδειξιν· οὐκ ἐν πάσαις δὲ ταῖς ἀντιλήψεσιν ὁμοίως ἰσχύει τὸ κεφάλαιον· ἐν μὲν γὰρ τῷ ὅρῳ τῇ στάσει ἅτε ἐκ μέρους ὁμολογουμένου τοῦ ἀδικήματος ἢ πάλιν τοῦ εὐεργετήματος, εἰκότως ἀγωνιστικωτέρα γίνεται ἡ σύγκρισις, ὅτ’ ἂν τὸ πραχθὲν τῷ λείποντι προβάλληται, ἐν δὲ τῇ ἀντιλήψει, ἐπειδὴ τοιοῦτον ὑπόκειται οὐδὲν, ἀνεύθυνον γὰρ τὸ πραχθὲν, οὐκ ἔτι ὁμοία τοῦ κεφαλαίου ἡ χρῆσις, μάλιστα δὲ ὅτ’ ἂν μὴ αὐτὸ καθ’ ἑαυτὸ τὸ πεπραγμένον ἄτοπον εἶναι δοκῇ, μήτε ἐπισυμβεβηκὸς ἄτοπόν τι φαίνηται, παντελῶς ἐξασθενεῖ τὸ κεφάλαιον, ὡς ἐπὶ τοῦ φιλοσοφοῦντα τὸν υἱὸν ἀποκηρύττοντος· ἄτοπον γὰρ εἰ παραβάλοι τῷ μεθύοντι καὶ κυβεύοντι καὶ τὰ πατρῷα κατεδηδοκότι· καὶ ἐπὶ τοῦ Ἀλκιβιάδου τοῦ γράψαντος ἐκπώμασι τὰ περὶ Σικελίαν καὶ κρινομένου· οὐ δύναται γὰρ λέγειν ὁ κατήγορος, ὅτι μεῖζον τὸ γράψαι τοῦ προδοῦναι φρούριον· χρὴ τοίνυν ἐν παντὶ προβλήματι τὴν ὕλην ἐξετάζειν καὶ πρὸς ταύτην συμμετρεῖσθαι τὸν λόγον καὶ μεθοδεύειν τὰ κεφάλαια, ἔνθα μὲν χώραν ἔχει πλεονάζοντας, ἔνθα δὲ ἧττον ἰσχύει, ἐφαπτομένους καὶ παρατρέχοντας· ἐνίοτε δὲ καὶ παντάπασι παραλείποντας· οὐ μόνον τοίνυν ἐν ταῖς συμβεβηκυίαις ἀντιλήψεσι χρῆσθαι κατὰ καιρὸν τῷ πρός τι δυνησόμεθα, ἀλλ’ ἐνίοτε καὶ μηδενὸς ἐπισυμβεβηκότος ἐξ αὐτῆς τῆς τοῦ πεπραγμένου ποιότητος τὰς ἀφορμὰς ληψόμεθα· αὐτίκα ἔνθα τὸν Ἀθηναῖον ἰατρὸν δημοσίᾳ κρίνει τὶς, ἐπειδὴ τὸν Φίλιππον ἰάσατο νοσοῦντα, καίτοι μηδενὸς ἐπισυμβάντος ὅμως ἐξ αὐτοῦ τοῦ πεπραγμένου ἱκανὴν ἕξομεν χορηγίαν εἰς ταῦτα τὰ κεφάλαια· λαβόντες γὰρ τὴν τοῦ Φιλίππου ποιότητα καὶ τὰς εἰς τοὺς Ἕλληνας ἀδικίας οὐ μόνον αὐξῆσαι τὸ πεπραγμένον δυνησόμεθα, καὶ συγκρίνοντες αὐτὸ πρὸς τὰ ἐν τῷ ὅρῳ ὑπὸ τοῦ φεύγοντος προβαλλόμενα πολλῷ χαλεπώτερον αὐτὸ ἐκείνων δυνησόμεθα κατασκευάσαι· πολλῷ γὰρ μεῖζον τοῦ τεῖχος ἢ τριηρῶν τι μέρος διαφθεῖραι τὸ τὸν Φίλιππον ἀναστῆσαι, νῦν γὰρ περὶ πάντων ὁ κίνδυνος· ὅρα οὖν πόσον ἡ ὕλη δύναται.
4.609 Ἐν δὲ τούτοις, λέγω δὴ τῇ πηλικότητι καὶ τῷ πρός τι, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐμπίπτει ἀναγκαίως. Μαρκελλίνο υ. Ἕπεταί φησι τούτοις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, αὔξων γὰρ τὴν ἀδικίαν ὁ κατήγορος τῶν πεπραγμένων ἅπτεται, πόθεν γὰρ εἰ μὴ ἐκ τούτων ἡ αὔξησις; οὐκοῦν τὸ ἐπὶ τούτοις ἐξηγητέον ἐν τούτοις· ἐν αὐτῇ γὰρ τῇ πηλικότητι καὶ τῷ πρός τι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶν ἡ ἐξέτασις, ὥσπερ καὶ ἐν τῇ προβολῇ μετρίως. Πρὸς ἃ ἡ ἀντίληψις, ὡς ἐν στοχασμῷ ἐμάθομεν, ὅτι ἔξεστι, καὶ κεκώλυκε νόμος οὐδείς. Συριανο ῦ. Τοῦτο τὸ κεφάλαιόν ἐστι τὸ συνεκτικώτατον ἐν τῇ στάσει καὶ γνωρίζον αὐτήν· καὶ ἐπειδὴ ἐξ ἀρχῆς τῆς στάσεως ἔμελλέ τινα παραλαμβάνεσθαι κεφάλαια ἔξωθεν, προέταξεν τὸ μόριον τοῦ δικαίου ἡ τέχνη, ἐπειδὴ ἔφαμεν, ὅτι ἡ πρώτη φωνὴ τοῦ φεύγοντος γνωρίζει τὴν στάσιν· ἵν’ οὖν τοῦτο ᾖ, πρῶτον μὲν ψιλῶς τέθεικε τὸ μόριον τοῦ δικαίου, ἔπειτα δὲ αὐτὴν ἐπήνεγκε τὴν ἀντίληψιν πρὸς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· τοῦ γὰρ κατηγόρου πολλῇ χρησαμένου καταφορᾷ ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὁ φεύγων εὐθέως τὴν ἀντίληψιν προβάλλεται τὴν ἐξουσίαν προφέρων· πόθεν δὲ λαμβάνεται, ἔγνωμεν ἔν τε τῇ μεθόδῳ καὶ ἐν αὐτῷ τῷ στοχασμῷ· νυνὶ δὲ τοῦτο ῥητέον, ὅτι οὐχ ὡς ἔτυχε τούτῳ τῷ κεφαλαίῳ χρηστέον, ἀλλὰ μετά τινος μεθόδου, τυραννικὸν γὰρ ἄντικρυς λέγειν, ὅτι ἐξῆν μοι τοιαῦτα διαπράξασθαι, ἐφ’ οἷς ὡς ἀδικήμασι κρίνεται· ἀλλ’ ἐὰν ἀπὸ νόμου ἡ ἐξουσία τυγχάνῃ, ἐρεῖ ὁ φεύγων, ὅτι εἰ μὲν ἄδειαν μηδείς μοι νόμος παρεῖχε, καλῶς ἂν ἡ κατηγορία εἶχεν· ἐπειδὴ δὲ ἃ τοῖς νόμοις δοκεῖ, ταῦτα πέπρακται, τίνα λοιπὸν ἔχει χώραν ἡ κατηγορία; καὶ τούτῳ τῷ τρόπῳ καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν τῆς ἀντιλήψεως χρῆσθαι δυνήσεται· ἐξαιρέτως δὲ εἰ ἀπὸ νόμου εἴη, φήσει ὅτι οὐκ ἐμοῦ κατηγορεῖ μᾶλλον ἢ τοῦ τεθεικότος τὸν νόμον, καὶ τὴν πολιτείαν διαβάλλει τῷ νόμῳ χρωμένην.
4.610 Σωπάτρο υ. Τὴν ἀντίληψιν ὁ φεύγων οὐκ ἀνέδην εἰσάξει, ἀναίσχυντον γὰρ τὸ λέγειν, ὡς ἔξεστιν ἅπερ ἄν τις βούλοιτο διαπράττεσθαι, ἀλλ’ ὑφειμένως αὐτὴν θήσει καὶ λανθανόντως, ἵνα τὸ ἀναιδὲς αὐτῆς ἐπικρύπτηται, οἷον ὡς ἐπὶ τοῦ ζωγράφου· ἀλλὰ γὰρ ἀποστερεῖν με τῆς τέχνης ὁ συκοφάντης ἐπικεχείρηκεν, ὥσπερ ἂν εἰ καὶ τοῦ γελᾷν ἐξεῖργε καὶ ὅλως τῇ φύσει χρῆσθαι διεκώλυεν· εἰ γὰρ αἰτιᾷ τὴν τέχνην καὶ τὴν φύσιν, ἧς παράδειγμα γέγονεν ἀνθρώποις ἡ τέχνη. Μαρκελλίνο υ.
4.611 Ἀναγκαίως τούτοις τοῖς κεφαλαίοις ὁ φεύγων ἀντιτάξει τὴν ἀντίληψιν· τοῦ γὰρ διώκοντος κατὰ τὸ ἰσχυρότατον ἐγκειμένου πρὸς τὴν ἐξουσίαν ὁ φεύγων καταφεύξεται, ὅπερ αὐτῷ πλείστην ἰσχὺν παρέξει· ἡ δὲ ἀντίληψις ὅτι ἔξεστιν, ἐν ᾗ τὰ τοῦ δικαίου μόρια ἐξετάσει, ὥσπερ εἰρήκαμεν, εἰ μὲν ἄλλα πάντα ἐμπίπτοι, πάντα λέγων, εἰ δὲ μὴ, ὅπερ ἂν τούτων ἐμπέσῃ ἢ νόμον, ἢ ἔθος, ἢ φήσει κατὰ ἀντίφασιν τὸ μὴ κεκωλύσθαι. Τίνες δὲ τούτου τοῦ κεφαλαίου ἐργασίαι καὶ καθ’ ἃς μεθόδους προαγόμεναι ἐντελέστατα ἐν στοχασμῷ δεδήλωται· ἴδιον δὲ παρὰ τὰ κείμενα ταῦτα εὑρίςκεται ἐνταῦθα θεώρημα, ὅπερ ἀναγκαῖον προσθεῖναι, ὅτι οὐχ ἁπλῶς τὴν εἰσαγωγὴν ποιησόμεθα τοῦ κεφαλαίου, ἀλλὰ μετά τινος τέχνης· οὐ γὰρ γυμνῶς λέξομεν οὐδὲ ἁπλῶς οὕτως, ὅτι ἐξῆν μοι, ἄτοπον γὰρ ἀκμάσαντος τοῦ κατηγόρου ἐν ταῖς αὐξήσεσι καὶ καταδραμόντος λέγειν ὅτι ἐξῆν μοι· ἀλλὰ χρὴ προμεθοδεύσαντα ἐν τῇ εἰσαγωγῇ λέγειν, ὅτι ταῦτα μὲν, ἅ φησιν ὁ κατήγορος, εἰ μὴ συγκεχώρητο, ἴσως εἶχεν χώραν ἡ καταδρομή· νῦν δὲ περιττῶς τοσούτῳ πλήθει λόγων πρὸς τὴν κατηγορίαν κέχρηται, τῶν νόμων, ἢ τῶν ἐθῶν ἢ τῆς φύσεως συγκεχωρηκότων· ἢ εἰ μὴ τοῦτο ἔχοιμεν λέγειν, τῷ κατὰ ἀντίφασιν χρωμένους ἀναγκαῖον τὴν ἐξουσίαν κατασκευάζειν μὴ ἀνατρεπόντων τῶν νόμων, λέγοντας, οὐ δεῖ τοιαῦτα λέγειν τὸν κατήγορον· δυνάμεθα δὲ καὶ οὕτως εἰσαγαγεῖν τὴν ἀντίληψιν, εἰ ἀπὸ νόμου εἴη, ὅτι οὐ τοσοῦτον ἡμῶν τὴν κατηγορίαν ὁ κατήγορος ποιεῖται, οὐδὲ καθ’ ἡμῶν τοὺς πολλοὺς τούτους διεξέρχεται λόγους, ἀλλὰ τοῦ νομοθέτου κατηγορεῖ καὶ τῆς ἐκείνου γνώμης, ἥτις ταῦτα ἐποίησε κύρια. Εἶθ’ ἡ μετάληψις ἐνστάσει μὲν, εἰ ἐγχωροίη, ὅτι οὐδὲ ἔξεστιν, ἀντιπαραστάσει δὲ, ὅτι εἰ καὶ ἔξεστιν, ἀλλ’ οὐκ ἐπὶ τούτοις, οὐδὲ ἐπὶ ταῦτα.
4.612.(1n) Συριανο ῦ. Τῇ ἀντιλήψει ἕπεται ἡ μετάληψις πάντως· ὡς γὰρ ἔφαμεν πολλάκις πᾶσα ἀντίληψις μεταλήψει λύεται· γίνεται δὲ ἡ μετάληψις πρὸς τὴν πρᾶξιν, ὡς ἐπὶ τοῦ τὸν μοιχὸν ἀποκτείναντος τρισαριστέα· χρωμένου γὰρ τῇ ἀντιλήψει τοῦ φεύγοντος, ὅτι ἐξῆν μοι, ὁ κατήγορος μεταλαμβάνων φησὶν ἐνστάσει μὲν, ὅτι οὐκ ἔξεστιν· εἶτα ἀντιπαραστάσει, ὅτι εἰ καὶ ἔξεστιν, οὐκ ἀριστέα φονεύειν ἐξῆν· ἀεὶ γὰρ ἡ μετάληψις, ὡς πολλαχοῦ εἴπομεν, κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν εἰσάγεται· ἡ μέντοι τάξις, ὡς καὶ ὁ τεχνικός φησιν, ἀπὸ τῆς ὕλης τοῦ πράγματος γίνεται, ἔν τισι γὰρ ἀναιδὲς πρώτῃ χρήσασθαι τῇ ἐνστάσει· καὶ μάλιστα εἰ ἀπὸ νόμου ἡ ἀντίληψις εἴη· τὸ γὰρ ἀντιλέγειν τῷ νόμῳ ἀναιδές· ἐνταῦθα καὶ τὴν διάνοιαν τοῦ ῥητοῦ ἐξετάσει καὶ τὴν γνώμην, εἰ τύχοι, τοῦ νομοθέτου. Σωπάτρο υ. Τὴν μετάληψιν ὁ κατήγορος διαιρήσει ἐνστάσει καὶ ἀντιπαραστάσει, πλατυνεῖ δὲ αὐτὴν παραδείγματι, πλείω δὲ τῷ φεύγοντι τὴν διαβολὴν ἐργαζόμενος· εὐθὺς ἐπὶ τῆς προβολῆς θήσει τὴν ἀντίληψιν ἐξ ἀντιθέσεως, καὶ λύσει, ὡς εἴρηται, τῇ μεταλήψει· μετὰ δὲ ταῦτα τὴν αἴτησιν τῆς γνώμης εἰσάξει ὁ κατήγορος, τοιῶςδε ἐπὶ τοῦ ζωγράφου, οἷον ἀλλ’ εἴπερ μὴ δημοσίᾳ τὴν πόλιν ἀδικεῖν ἐβούλου, τίνος χάριν πρὸ τοῦ λιμένος ἔγραφες τὰ ναυάγια· πρὸς δὲ τὴν γνώμην χρῶμα ἀντιστατικὸν εἰσάξει ὁ φεύγων, ἀλλ’ ὑπὲρ ὑμῶν τε καὶ τῶν πλεόντων τὴν τοιάνδε πρὸ τοῦ λιμένος πεποίημαι γραφὴν, ἵν’ οἱ μὲν τοὺς χειμῶνας ὀῤῥωδοῦντες καὶ τὰ ναυάγια ἐν τοῖς προσήκουσι καιροῖς ναυτίλλωνται, ἡ δὲ πόλις ἐν τῷ δέοντι τὸν πλοῦν ἐκείνων ποιουμένων μὴ τὰς ἐκ ναυαγίων ὀλοφύροιτο συμφορὰς, καὶ λοιπὸν ἐκφράσει τριηρῶν καταδύσεις, ναυτῶν ὄλεθρον, καὶ τὰς ἐπὶ τούτοις τῶν οἰκείων συμφοράς.
4.613 Μαρκελλίνο υ. Εἰκότως ἡ μετάληψις, μόνῃ γὰρ ταύτῃ λύεται ἡ ἀντίληψις· καὶ ἐξ ἀνάγκης, ὡς προείρηται, ὅπου ἂν ἐμπίπτῃ τὸ ἕτερον, ἀκολουθεῖ τὸ ἕτερον, εἰς λύσιν ἐκείνου ἐπαγόμενον· ἐν δὲ τῇ μεταλήψει διπλαῖ λύσεις εἰσὶν, ἡ μὲν κατὰ ἔνστασιν, ἡ δὲ κατὰ ἀντιπαράστασιν· ἡ μὲν κατὰ ἔνστασιν, ὅτι οὐκ ἔξεστιν, ἡ δὲ κατὰ ἀντιπαράστασιν, ὅτι εἰ καὶ ἔξεστιν, ἀλλ’ οὐκ ἐπὶ τούτοις. Εἰ ἐγχωροί η· Καλῶς τὸ εἰ ἐγχωροίη, δοκεῖ γὰρ ἀναίσχυντον τὸ ἄντικρυς λέγειν, ὅτι οὐκ ἔξεστι φανερᾶς οὔσης τῆς ἐξουσίας, καὶ μάλιστα ἐπὶ τῆς κατὰ νόμον ἐξουσίας· ἐνταῦθα γὰρ μετὰ τὴν τοῦ νόμου ἀνάγνωσιν ἄπορος ἡ τῆς ἐνστάσεως χρῆσις· μετριώτερον δὲ τῇ ἀντιπαραστάσει χρήσασθαι· ἤδη γὰρ ἐν τῷ στοχασμῷ μεμαθήκαμεν ἀμφοῖν τὴν δύναμιν, τῆς τε ἐνστάσεως καὶ ἀντιπαραστάσεως· οὐ μὴν ἀλλ’ ἐνίοτε χρῆσθαι καὶ τῇ ἐνστάσει πρώτῃ δυνάμεθα τῆς ὕλης διδούσης, ὡς ἐπὶ τοῦ τὸν Φίλιππον ἰατροῦ νοσήσαντα θεραπεύσαντος· ἐνταῦθα γὰρ οὐ μόνον τῇ ἀντιπαραστάσει ὁ διώκων χρήσεται, ἀλλὰ καὶ ἄντικρυς ἀνελεῖν τοῦ ῥητοῦ τὴν ἐξουσίαν διὰ τῆς ἐνστάσεως πειράσεται· καὶ ἡ αἰτία σαφής· διαβεβλημένης γὰρ τῆς πράξεως διὰ τὴν Φιλίππου ποιότητα καὶ τὴν ἔνστασιν ὁ δικάζων προσδέξεται.
4.614 Καλλίστη δὲ καὶ δριμυτάτη ἡ Δημοσθενικὴ μέθοδος· συμπλέξας γὰρ ὁ ῥήτωρ τῇ ἐνστάσει τὴν ἀντιπαράστασιν μείζω τῷ κεφαλαίῳ δέδωκε τὴν ἰσχύν· καὶ οὐδὲ ἁπλῶς λέξεσι ταῖς τυχούσαις χρησάμενος, ἀλλὰ μετὰ βαρύτητος· ἐν γοῦν τῷ παραπρεσβείας Αἰσχίνου χρωμένου τῷ ἀντιληπτικῷ, ὅτι ἔξεστι λέγειν καὶ οὐ χρὴ λόγων εὐθύνας ὑπέχειν, τεχνικῶς ὁ ῥήτωρ ἐπάγει τὴν ἔνστασιν· εἴπερ ἐπ’ ἀργυρίῳ τι λέγοιεν οἱ ῥήτορες, διὰ τούτου κατασκευάζων, ὅτι οὐκ ἔξεστι· δεῖ γὰρ, φησὶν, εὐθύνας ὑπέχειν, εἴπερ ἐπ’ ἀργυρίῳ τι λέγοιεν οἱ ῥήτορες· ἔξεστι δὲ καὶ ἐπὶ τοῦ πλάσματος τοῦ προτεθέντος θεωρῆσαι τῆς μεθόδου τὴν ἰσχύν· τοῦ γὰρ ἰατροῦ φάσκοντος ἐξεῖναι τῇ τέχνῃ χρήσασθαι, καὶ τῆς ἐνστάσεως οὔσης, ὅτι οὐκ ἔξεστι χρήσασθαι τῇ τέχνῃ ἐπὶ βλάβῃ τῆς πατρίδος, συμπλέξας ἀμφότερα φήσει, ὅτι οὐκ ἔξεστι χρῆσθαι, μάλιστα ἐπὶ τῷ σώζειν τοὺς ἐχθρούς. Ἰστέον δὲ, ὡς ἐν τῇ ἀντιπαραστάσει τὴν κατὰ ῥητὸν καὶ διάνοιαν ποιησόμεθα ἐξέτασιν, κατὰ νόμους οὔσης τῆς ἀντιλήψεως· ἐνδέχεται μὲν γὰρ καὶ ἐπὶ τῆς ἐνστάσεως· βίαιον δὲ τὸ ἐκ τοῦ εὐθέος ἐνίστασθαι μηδὲ ἐξεῖναι λέγοντας, μάλιστα δὲ ἐπὶ τῆς ἀντιπαραστάσεως, ἐν ᾗ διάνοιαν τῷ νόμῳ ἀντιθήσομεν, μεθ’ ἧς γνώμης ὁ νομοθέτης τοῦτο ὥρισεν· οὐ γὰρ οὕτως ὡς ὁ φεύγων ὑπολαβὼν πεποίηκεν· οἷον ὡς ἐπὶ τοῦ τρισαριστέως· λέξει γὰρ ὁ κατήγορος, ὅτι τῶν ἰδιωτῶν, οὐ τῶν ἀριστέων τὴν ἐξουσίαν δέδωκεν ὁ νόμος· ὥσπερ δὲ ἐν ἀντιλήψει ἐξετάζων τὸν νόμον ὁ φονεύων ἐπὶ τὰ ἰδιάζοντα τῶν ὀνομάτων τρέψεται καὶ τούτοις χρήσεται, ἃ ἐν τῷ νόμῳ διηγόρευται· οἷον, εἰ τύχοι, τὸ τὸν μοιχὸν ἀναιρεῖν, οὕτως ὁ διώκων ἐνταῦθα τοῖς γενικοῖς χρήσεται τὸ κατ’ εἶδος φυλαττόμενος· συσκιάζει γάρ πως τὸ τοιοῦτο τὰ ἐγκλήματα· οἷον νόμου κελεύοντος τὸν μοιχὸν ἀναιρεῖν, καταλαβών τις ἐπὶ τῇ γυναικὶ τρισαριστέα ἀπέκτεινε καὶ κρίνεται δημοσίων ἀδικημάτων· ὁ μὲν γὰρ τῷ νόμῳ χρώμενος καὶ παρὰ πάντα τὸν τόπον, μάλιστα δὲ ἐν ἀντιλήψει ἀπ’ αὐτοῦ τοῦ ῥητοῦ καὶ τοῦ ἀναγνώσματος τῇ διανοίᾳ τοῦ ὀνόματος χρήσεται, ἐξεῖναι λέγων καὶ δεδόσθαι ὑπὸ τοῦ νόμου τοὺς μοιχοὺς ἀναιρεῖσθαι, κἀγὼ τοίνυν καταλαβὼν μοιχὸν ἀπέκτεινα· ὁ δὲ κατήγορος φυλαττόμενος τοῦτο γενικῶς μεμνήσεται, τοῖς εὐφημοτέροις ὀνόμασι χρώμενος· οἷον ὅτι ἀριστέα ἀπέκτεινεν, ὅτι εὐεργέτην τῆς πόλεως, καὶ ὅτι οὐκ ἔδει ἀριστέα ἄνδρα ἀποκτεῖναι· δεῖ γὰρ τὴν δημοσίαν χρείαν καὶ ὠφέλειαν τῆς ἰδιωτικῆς βλάβης προτιμᾷν· καὶ ἐν συλλογισμῷ δὲ τὴν χρῆσιν τοῦ θεωρήματος τούτου ὅπως χρηστέον τοῖς ὀνόμασιν ἑκατέρῳ τῷ μέρει ἀκριβῶς ἐξεθέμεθα· καθόλου γὰρ πανταχοῦ χρησιμόν ἐστιν, ὡς ἐπὶ τῶν παραδειγμάτων μεμαθήκαμεν· ἐὰν δὲ μὴ ἀπὸ νόμων ἡ ἀντίληψις ᾖ, μόνον τοῦτο προειπὼν, ὡς οὐδείς ἐστιν ὁ κωλύων με νόμος, χρήσῃ λοιπὸν τῷ ἐμπίπτοντι ἢ ἔθει ἢ φύσει· ἐν γοῦν τῷ παραπρεσβείας Αἰσχίνου χρωμένου ἀντιληπτικῷ, ὅτι ἔξεστι λέγειν καὶ οὐ χρὴ λόγων εὐθύνας ὑπέχειν, τεχνικῶς ὑπάγει τὴν ἔνστασιν ὁ ῥήτωρ ὡς εἴπομεν.
4.615 Παρατήρησαι δὲ κἀκεῖνο, πότερον ἓν μόνον ἢ πλείω εὑρίσκεσθαι δύναται τὰ ἀντιληπτικά· χρήσῃ γάρ ποτε καὶ δύο ἀντιληπτικοῖς κατὰ ταὐτὸν ἐὰν ἐμπίπτῃ, καὶ ὡς ἐπίπαν ἐν ταῖς κατὰ φύσιν ἀντιλήψεσιν ἀμφοτέροις ἐνδέχεται χρῆσθαι, τῇ τε φύσει λέγει καὶ τῷ ἔθει· ὁ γοῦν Ἀλκιβιάδης κρινόμενος ὕβρεως ὑπὸ Κλέωνος ἐπὶ τῷ γέλωτι οὐ μόνον ἀρκεσθήσεται τῷ λέγειν, ὅτι φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει τὸ γελᾷν, ἀλλὰ καὶ τῷ ἔθει ἰσχυριεῖται· σύνηθες γὰρ εἶναί φησι πᾶσιν ἀνθρώποις τὰ τοιαῦτα ἀδεῶς ποιεῖν· ὅθεν καί τινες ὑπολαβόντες μηδὲν φύσιν ἔθους διαφέρειν, καθὸ καὶ τὰ φύσει ἐν ἔθει ἐστὶν, εἰς δύο ταῦτα διαιροῦσι τὴν ἀντίληψιν, εἴς τε ἔγγραφον ἔθος καὶ ἄγραφον, ἔγγραφον μὲν ἔθος τὸ νόμιμον, ἄγραφον δὲ τὸ ἕτερον ὀνομάζοντες· οὐ μὴν ἀλλὰ πειρατέον τὴν διαφορὰν ἐκθέσθαι· διαφέρει τοίνυν ἔθος φύσεως, ὅτι ἐν μὲν τῷ ἔθει ἁπλῶς τὸ πρᾶγμα νενομισμένον κατὰ συγχώρησιν ἔξωθέν τε καὶ συνηθείᾳ γεγονὸς ὑπόκειται, ἐν ἐκείνῃ δὲ οὐχ ἁπλῶς, ἀλλ’ ἐν αὐτῇ τῇ φύσει κείμενον καὶ ἔτι πρὸς τοῦτο, ὅτι τὰ μὲν φύσει πάντα κοινά ἐστι πάντων ἀνθρώπων, καὶ ὁμοίως εἴτε Πέρσαις εἴτε Ἀθηναίοις καὶ Λακεδαιμονίοις ὑπάρχει, τὰ δὲ ἐν ἔθει οὐκέτι· οὐ γὰρ ταὐτὰ Λακεδαιμονίοις καὶ Ἀθηναίοις ἐγχωρεῖ, ἃ οὐδὲ πᾶσι τοῖς Ἕλλησιν, ἀλλ’ ἕτερα ἑτέροις νενόμισται.
4.616 Ἡ ἀντίθεσις ἐπὶ τούτου ἀντιστατικὴ γίνεται, οἷον ὑπὲρ τῶν πλεόντων πεποίηκα, ἵνα εἰδότες οἵοις αὐτοὺς εἰκὸς περιπίπτειν κακοῖς, εἰ παρὰ καιρὸν πλέοιεν, φυλάττοιντο. Σωπάτρο υ. Μετὰ τὴν μετάληψιν ἕπεται τὸ ἀντιθετικὸν ὑπὸ τοῦ φεύγοντος προβαλλόμενον· τοῦ γὰρ κατηγόρου χρησαμένου τῇ μεταλήψει καὶ εἰπόντος ἐν τῇ ἀντιπαραστάσει, ὅτι ἀλλ’ οὐ τρισαριστέα δίδωσιν ὁ νόμος ἀναιρεῖν, ὁ φεύγων τὸ ἀντιθετικὸν προβαλλόμενος ἐρεῖ, ὅτι δικαίως ἀνῄρηται, τί γὰρ ὑπῆρχε μοιχὸς, καὶ τῷ κατηγόρῳ δέδωκεν τὴν ἄδειαν τῆς καταφορᾶς· καὶ κοινὸν τόπον κατὰ μοιχείας ἐρεῖ.
4.617 Ἐπὶ μέντοι τοῦ ζωγράφου ἀντιστατική ἐστιν, ἐπὶ δὲ τοῦ τρισαριστέως ἀντεγκληματική· ἑνὶ δὲ λόγῳ ἡ ἀντίθεσις ἢ ἀντιστατικὴ ἢ ἀντεγκληματικὴ εὑρίσκεται· μεταστατικὴ δὲ ἢ συγγνωμονικὴ οὐδέποτε· ἐναντίαν γὰρ φύσιν ἔχει ταῦτα τῇ ἀντιλήψει· οὐδεὶς γὰρ τὴν ἐξουσίαν προβαλλόμενος ἐφ’ οἷς ἔπραξε συγγνώμην αἰτεῖ· τὸ μὲν γὰρ συγγνώμην αἰτῆσαι ὁρίσαι ἐστὶ τὸ ἀδίκημα καὶ ἐλέους δεῖσθαι· τὸ μὲν ἐξουσίαν προτείνεσθαι οὐδέτερον τούτων ἔχει. Ὁ μὲν οὖν Μινουκιανὸς βούλεται ἐκλείπειν ἔσθ’ ὅτε τὴν ἀντίθεσιν, ὁ μέντοι Τύραννος οὐχ οὕτως, ἀλλὰ βούλεται ἐν πάσῃ ἀντιλήψει ἀντίθεσιν εὑρίσκεσθαι καὶ κατὰ τὰς τέσσαρας ἀντιθετικὰς, καθὼς ἡ ὕλη χορηγεῖ τοῦ ζητήματος, ἀλλ’ οὐχὶ κατὰ ἀντίστασιν καὶ ἀντέγκλημα μόνον· καὶ γὰρ μεταστατικήν φησιν ἀντίθεσιν, ὡς ἐπὶ τοῦ ζητήματος τούτου, οἷον πόλεως συνεχῶς ἀφισταμένης ἔπεισεν ὁ στρατηγὸς τὰ τείχη καθελεῖν, καὶ κρίνεται δημοσίων ἀδικημάτων· τὴν μὲν πρώτην κατὰ τὸ ἐξεῖναι συμβουλεύειν λαμβάνει, τῇ δὲ μεταστάσει χρῆται ἐπὶ τὸν δῆμον τὸν πεισθέντα τὴν αἰτίαν ἀναφέρων, συναίτιοι γὰρ οἱ πεισθέντες. κατὰ συγγνώμην δὲ ἀντίληψις αὕτη· Κλέωνος ἐκ Πύλου τοὺς τριακοσίους ἄγοντος Ἀλκιβιάδης ἐδάκρυσε, καὶ κρίνει αὐτὸν Κλέων ὕβρεως· ἔστι γὰρ τὸ ἀντιστατικὸν πάντως ἐν τάξει χρώματος, ἐπειδὴ οὐ μόνον ἐν στοχασμῷ, ἀλλὰ κἀν ταῖς στάσεσιν ἔστι χρῶμά τι· τὸ δὲ χρῶμά ἐστιν ἡ αἰτία, δι’ ἣν πέπρακται τὸ πεπραγμένον· οὐ γὰρ ἀρκεῖ μόνον προβαλέσθαι τὸν νόμον ἢ τὸ ἔθος ἢ τὴν φύσιν ἢ τὸ μὴ κεκωλύσθαι, ἀλλὰ καὶ τὴν αἰτίαν ἀποδοῦναι δεῖ, καθ’ ἣν τῷ φεύγοντι τὸ ἐγκαλούμενον πέπρακται· αὕτη δὲ τὴν γνώμην περιέχει τοῦ φεύγοντος, μεθ’ ἧς ἔπραξεν.
4.618 Σημειωτέον δὲ, ὅτι ἐν ἐκείναις μὲν ταῖς ἀντιλήψεσιν, ἐν αἷς ἐπισυμβέβηκέ τι, ἐμφαντικώτερον ῥηθήσεται τὸ τῆς ἀντιθέσεως ὄνομα, ἐπειδήπερ ἐν ταύταις ὁμολογεῖσθαι δεῖ τὸ ἄτοπον περὶ οὗ πλείστῃ καταδρομῇ τοῦ κατηγόρου χρωμένου τὴν αἰτίαν ὁ φεύγων ἀντιτίθησιν τοῦ πεπραγμένου· ἐν ταύταις μὲν οὖν ταῖς ἀντιλήψεσιν ἐμφαντικώτερον ἀντίθεσις κέκληται, ἐπὶ δὲ τῶν ἄλλων ἀντιλήψεων, ὅπου μηδὲν ἐπισυμβέβηκεν, ἀλλὰ ἀνεύθυνον τὸ πραχθὲν, ταράξειεν ἄν τινα τὸ τῆς ἀντιθέσεως ὄνομα· ἔχει δὲ ὅμως κἀκεῖνο χώραν, διὰ τὸ τὴν αἰτίαν εἶναι τὴν τοῦ κατηγόρου καταδρομήν· τοῦ γὰρ κατηγόρου διαβάλλοντος τὴν τοῦ φεύγοντος πρότασιν, ἔστι δὲ ὅτε καὶ πρὸς ἐρώτησιν τρεπομένου, τὴν αἰτίαν ὁ φεύγων ἀντιτίθησι· δῆλον τοίνυν, ὅτι χρώματος ἐπέχει χώραν, οὐ μὴν χρῶμα καθαρῶς ἐστιν, ὥσπερ ἐν στοχασμῷ· τὸ μὲν γὰρ χρῶμα αἰτίαν μόνον ἀποδίδωσι τοῦ πεπραγμένου, ἡ δὲ ἀντίθεσις πρὸς ἀδίκημα γίνεται, φανεροῦ μὲν ὄντος οὗ προβάλλεται ὁ κατήγορος ὡς ἀδικήματος, ἀντιτιθέντος δὲ τοῦ φεύγοντος τὴν γνώμην, μεθ’ ἧς ἔπραξε· διὸ καὶ ἀντίθεσιν αὐτὴν ὁ τεχνικὸς οὐ χρῶμα ἐκάλεσεν. Ἰστέον δὲ, ὅτι τὸ ἀντιστατικὸν ἢ ἀναίρεσιν κακοῦ ἔχει, ὡς ἐπὶ τοῦ πατρὸς πόρνον ὄντα τὸν υἱὸν φονεύσαντος, ἢ φυλακὴν κακοῦ μέλλοντος, ὡς ἐπὶ τοῦ ζωγράφου· λέξει γὰρ, ἵνα φυλάττοιντο παρὰ καιρὸν πλέειν οἱ ἔμποροι. Ἑτέρᾳ μεταλήψει, ἄλλως ἔδει συμβουλεύειν· καὶ τοίνυν εἰ ὁ διώκων χρήσεται μεταλήψει, χρήσεται καὶ ὁ φεύγων πάλιν ἀντιλήψει· οἷον ἕκαστος ὡς δύναται συμβουλεύει, καὶ οὐ κεκώλυται, ὁ ῥήτωρ τοῖς λόγοις, τῇ τέχνῃ ὁ ζωγράφος, καὶ γίνεται ἡ θέσις ἀκόλουθος· ἡ γὰρ θέσις ἐστὶ νῦν ὅτι ἕκαστον δεῖ, ὡς δύναται, χρήσιμον γενέσθαι τῇ πόλει, καὶ οὐ κεκώλυται· καὶ ὁ κατήγορος δὲ αὐτῇ χρήσεται ἔστιν ὅτε ἀναστρέψας, οἷον εἰ μὴ δεῖ ταῖς τέχναις ἁπλῶς καταχρῆσθαι ἐπὶ λύμῃ τῶν κοινῶν.
4.619.(1n) Συριανο ῦ. Μετὰ τὸ ἀντιστατικὸν μετάληψις κινηθήσεται παρὰ τοῦ κατηγόρου δευτέρα, ὡς ἐνῆν ἑτέρῳ τρόπῳ τῇ πόλει βοηθεῖν, συμβουλεύοντα, παραινοῦντα, τῶν ἀναγομένων ἐνίους ἰδίᾳ πείθοντα· ὁ δὲ φεύγων ἐπὶ ταύτῃ πάλιν ἀντίληψιν κινήσει δευτέραν λέγων, ἀλλ’ οὐδεὶς κεκώλυκε νόμος καὶ τὴν ἀπὸ τῆς τέχνης τῇ πόλει πορίζειν ἐπικουρίαν· ὅση γὰρ δύναμις ἑκάστῳ τῶν ἐνοικούντων, ταύτῃ βοηθεῖ ἐπάναγκες. αὕτη μὲν οὖν ἡ τῶν ἀντιληπτικῶν κεφαλαίων διαίρεσις· ἔξωθεν δὲ ὡς εἴπομεν ἐμπίπτει ἀντίθεσις, ὁρικὴ μὲν, ὡς ἐπ’ ἐκείνου Πλάτων ἐπὶ τῇ πολιτείᾳ κρίνεται δημοσίων ἀδικημάτων· ἐρεῖ γὰρ, ἀλλὰ τἀληθῆ εἶπον· καὶ σκοπηθήσεται πότερον τἀληθῆ εἶπεν ἢ οὔ· στοχαστικὴ δὲ, ὡς ἐπ’ ἐκείνου. Θουκυδίδης ἐπὶ τῇ ἱστορίᾳ κρίνεται δημοσίων ἀδικημάτων· ἐρεῖ γὰρ, ἀλλ’ εἰ δοκεῖ τὴν ἱστορίαν ἀπαλείψω· λυθήσεται δὲ βουλήσει τε καὶ δυνάμει τῶν ἐχόντων αὐτὴν, ὡς ἀδύνατον τὸ τοιόνδε, οἱ γὰρ ἔχοντες οὐ βουλήσονται ἀπαλεῖψαι τὴν ἱστορίαν· ὥστε ἀδύνατον ἡ ἀπάλειψις. Σωπάτρο υ. Τοῦ κατηγόρου δεδωκότος τὴν ἄδειαν τῆς καταφορᾶς καὶ τοῦ φεύγοντος ἀντιστάσει χρησαμένου καὶ λέξαντος ἀντεγκληματικῶς μὲν, ὅτι ἄξιος ἦν ἀποθανεῖν ὁ τρισαριστεὺς κώμοις καὶ μέθαις προσανέχων καὶ ἀκολασίαν ἀσκῶν καὶ οὐκ ἀρετήν· ἀντιστατικῶς δὲ, ὡς ἐπὶ τοῦ ζωγράφου, ὅτι ἵνα νουθετήσω μὴ παρὰ καιρὸν πλεῖν, ὁ κατήγορος δευτέρᾳ χρήσεται μεταλήψει, λέγων ἐπ’ ἐκείνου μὲν, ὅτι εἰ τοιοῦτος ἦν, ἔδει δικαστηρίοις παραδοῦναι καὶ μὴ αὐτοχειρίᾳ ἀναιρεῖν· ἐχρῆν τὰς ἀριστείας αὐτοῦ ἐννοήσαντα καὶ τὰς πράξεις, ἀποσχέσθαι τῆς κατ’ αὐτοῦ τιμωρίας, καὶ ὅτι οὐκ ἀεὶ οἱ ἄνθρωποι σφάλλονται· ἐπὶ τούτου δὲ, ὅτι λόγοις ἐχρῆν νουθετεῖν, ἐπιπλήττειν, μέμφεσθαι· πρὸς τοῦτο ἐξ ἀνάγκης δευτέρα ἀντίληψις· φήσει γὰρ, ὅτι ἐξῆν μοι· ὁ γὰρ νόμος παρέχει τὴν ἐξουσίαν· ἔνθα καὶ τὴν γνώμην τοῦ νομοθέτου ἐξετάσει· λέξει γὰρ, ὅτι ὁ νομοθέτης τὴν ὕβριν λείπει ἕνεκα τῶν πλεόντων γράψας ἀνέθηκα τὸ πινάκιον, ἵνα προδήλων ὄντων τῶν κατὰ θάλασσαν πταισμάτων, τὰς ἀκαιρίας φυλάττωνται· ἡ οὖν θέσις ἀκολούθως ἔσται τοιαύτη· καὶ γὰρ πᾶς καθὸ ἕκαστος δυνάμεως ἔχει, ἐκ τῆς αὑτοῦ ἐπιστήμης ὠφελεῖν χρὴ τὴν πόλιν· κατασκευάζεται δὲ ἐκ τῶν τοῦ συμφέροντος λογισμῶν, ὅτι χρήσιμον καὶ συμφέρον τὸ τοιοῦτο καὶ πλεῖστα δυνάμενον ἀγαθὰ προξενεῖν, εἰ τοσαύτην ἕκαστος περὶ τὰ κοινὰ παρέχει πρόνοιαν.
4.621 Ἡ ποιότης καὶ ἡ γνώμη πῶς ἐξετάζεται, μεμαθήκαμεν ἐν ὅρῳ. Συριανο ῦ , Σωπάτρου καὶ Μαρκελλίνο υ. Καλῶς εἶπεν μεμαθήκαμεν ἐν ὅρῳ· ἐν ἀμφοτέραις γὰρ ταῖς στάσεσι, λέγω δὴ τῷ τε ὅρῳ καὶ τῇ ἀντιλήψει, τούτοις τοῖς κεφαλαίοις χρησόμεθα· μετὰ τὰ εἰρημένα δὲ ἡ ποιότης ἐξετάζεται, ἀπὸ τῆς ποιότητος τοῦ προσώπου· ἐκ μὲν τοῦ κατηγόρου κατὰ τοὺς ψεκτικοὺς τόπους προαχθήσεται· ἐκ δὲ τοῦ φεύγοντος κατὰ τοὺς ἐγκωμιαστικούς· οἷον ἐπὶ τοῦ τὸν τρισαριστέα μοιχὸν ἀποκτείναντος ἐρεῖ ὁ λέγων, ὅτι οὐ προτιμητέον ἕνα τῶν τυχόντων ἀνθρώπων ἀνδρὸς ἀριστέως καὶ τηλικαῦτα κατορθωκότος· ἐκ δὲ τοῦ φεύγοντος, ὅτι οὐδὲν ἠδικηκότα ἄνθρωπον οὐδὲ ἄτιμον οὐ χρὴ τῆς κοινῆς καὶ πᾶσι δοθείσης ἀποστερεῖν ἐξουσίας· ἡ δὲ τοῦ πράγματος ποιότης κατὰ τοὺς τῆς ἐκβάσεως θεωρηθήσεται τόπους, ὡς ἐπὶ τοῦ Καλλιξένου, ὅτι πάντων ἀτοπώτατον ἀπορεῖν τὴν πόλιν στρατηγῶν καὶ μηδένα ὑπακούειν καλούσῃ τῇ πόλει· εἰ μὲν οὖν βούλεσθε τὴν ἀπορίαν ταύτην εἰς εὐπορίαν μεταθεῖναι, κολαστέος ὑμῖν Καλλίξενος, ἀναιρήσετε γὰρ πᾶσαν ὑπόνοιαν φόβου· εἰ δὲ ἀστρατήγητα ὑμῖν εἶναι τὰ κοινὰ διεγνώκατε, ἀζήμιον ἐκπέμψατε τοῦ δικαστηρίου· ἐκ δὲ τοῦ Καλλιξένου τοιοῦτος ὁ λόγος ἔσται· μηδὲν ταράττεσθε, ὦ Ἀθηναῖοι, πρὸς τὰς ἐξωμοσίας τῶν προβαλλομένων στρατηγῶν, ἀλλ’ ἀναγκάζετε αὐτοὺς τῆς προστασίας ἔχεσθαι τῶν πραγμάτων, ἐκεῖνο προλέγοντες, ὅτι οὔτε τὸν εὖ τὰ κοινὰ διοικήσαντα τῶν προσηκόντων ἐπαίνων ἢ τιμῶν ἀποστερήσετε, οὔτε τὸν πλημμελήσοντα φιλανθρωπίας ὑπολήψεσθε ἄξιον· καὶ ἡ γνώμη δὲ ὁμοίως ἐξετάζεται, τίνι λόγῳ ἐξόμνυται τὰς στρατηγίας· ὁ μὲν γὰρ ἐρεῖ, ὅτι τὸ παράδειγμα ὑφορώμενοι, ὁ δὲ ὅτι ἐπιβουλεύοντές μοι καὶ ἀποκτεῖναι προῃρημένοι· πληρωθέντων τῶν τῆς ἀντιλήψεως κεφαλαίων τέμωμεν ὑπόθεσιν παραδείγματος ἕνεκα τοιαύτην· ἐκυρώθη ὁ Λεπτίνου νόμος, καὶ τοῦ Λεύκωνος οὐκ ἀποστέλλοντος τὸν εἰωθότα σῖτον Λεπτίνης εἰσαγγέλλεται· ἡ προβολὴ τοῦ ἀδικήματος, ὅτι τὴν κοινὴν χρείαν παρελθὼν καὶ τὴν τῶν ἀναγκαίων εὐπορίαν καὶ τὸν φίλον ἐχθρὸν τῇ πόλει καταστήσας μέγιστα ἀδικεῖς· τὸ τοῦ προσώπου παραγραφικὸν ἐνταῦθα οὐκ ἐμπέπτωκε διὰ τὸ τοῦ Λεπτίνου ἀξίωμα· οὐκοῦν ὁ ὅρος τῇ προβολῇ ἀντιταχθήσεται· αἱ εἰσαγγελίαι γίνονται ἐπὶ συμμάχοις ἀλλοτριουμένοις, ἢ τριήρεσιν ἀπολωλυίαις, ἢ χρημάτων κλοπαῖς, ἢ τειχῶν διαφθορᾷ, ἢ ἐπὶ πᾶσιν οἷς ἀδικεῖ τις τὴν πόλιν.
4.622 ὁ συλλογισμὸς, ὅτι οὐδὲν διαφέρει τοῖς πάσχουσι κακῶς, εἴτε οὕτως εἴτε ἑτέρως ζημιοῦνται, καίτοι καὶ πολλῷ χείρω τὰ εἰς τὴν τροφὴν ἀδικήματα. Τὸ πρός τι. Τειχῶν μὲν γὰρ ἀφανισθέντων, ἢ τριηρῶν ἀπολομένων ἔνεστι δι’ ἄλλου τινὸς σωθῆναι τρόπου· καὶ χρημάτων κλαπέντων δυνατὸν χρήσασθαι τοῖς λειπομένοις, καὶ ἀνθ’ ἑτέρων συμμάχους ἑτέρους προσλαβεῖν· τροφῶν δὲ ἀπορήσαντας καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων σπανίσαντας οὐκ ἔστι δι’ ἑτέρου σωθῆναι τρόπου, ἀλλ’ ἀνάγκη λιμῷ διαφθαρῆναι· πρὸς ταῦτα ἡ ἀντίληψις ἡ ἐκ τοῦ ἔθους· ὅτι ἐξὸν νομοθετεῖν καὶ πάντων ἂν εἴη δεινότατον ἐμὲ μόνον ἐξ ἁπάντων ἄμοιρον γενέσθαι τῆς κατὰ τὴν δημοκρατείαν ἰσηγορίας· αἱ μεταλήψεις· ἀλλ’ οὐκ ἀσύμφορα τῇ πόλει νομοθετεῖν ἐχρῆν, οὐδὲ ἐξ ὧν ἔμελλεν εἰς τὴν ἐσχάτην ἔνδειαν καταστήσεσθαι καὶ κινδυνεύειν περὶ τῆς σωτηρίας· ἐν οἷς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτι τοσαῦτα κατ’ ἐνιαυτὸν κερδαίνοντες ἁπάντων ἀπεστερήμεθα καὶ μόνον αἰσχύνην προσωφλήκαμεν, ἄπιστοι φανέντες καὶ ἄδικοι περὶ τὸν εὐεργέτην· ἡ ἀντίθεσις πρὸς τὴν μετάληψιν ἀντιταχθήσεται· πρὸ δὲ αὐτῆς παραγραφικὸν ἐμπίπτει τοιοῦτον· ὅτι ἄτοπον Λεπτίνην εὐθύνεσθαι, ἐφ’ οἷς ἔκρινέ τε καὶ ἐκύρωσεν ἡ πόλις ἡ τὸν νόμον δεξαμένη· καὶ ἕτερον δὲ παραγραφικὸν ἐμπεσεῖται, ὅτι τῶν ὑπὸ Λεύκωνος πραττομένων οὐ χρὴ λόγον ὑπέχειν ἑτέρους.
4.623 ἡ δὲ λύσις τῶν παραγραφικῶν, ὅτι οὐ χρὴ τῷ πεῖσαι τὸν δῆμον ἰσχυρίζεσθαι· ἀλλὰ τῷ συμφέρον τι πεῖσαι· ὁ γὰρ νόμος οὐ τοὺς φενακισθέντας ἀλλὰ τοὺς φενακίσαντας κολάζει· ἔτι δὲ οὐ Λεύκωνι χρὴ τῶν ποιουμένων ὀργίζεσθαι, ἀλλὰ τῷ κἀκεῖνον εἰς τοῦτο προαχθῆναι ποιήσαντι· μετὰ δὲ τὰ παραγραφικὰ τὸ ἀντιθετικὸν, ὅτι δι’ ἀπορίαν τῶν λειτουργούντων ἀναγκαῖος ἦν ὁ νόμος· ἡ λύσις ἐκ μεταλήψεως· ἀλλ’ ἕτερον τρόπον ἔδει τὴν τῶν χορηγούντων σπάνιν παραμυθεῖσθαι εἰς συντέλειαν ἀγαγόντα τὰς χορηγίας καὶ κατὰ ταὐτὰ ταῖς τριηραρχίαις· εἰ δ’ ἄρα καὶ ἀφελέσθαι τινῶν ἔδει ἀτέλειαν τῶν πολιτῶν, ἐχρῆν μόνων ἐκείνων τῶν οὐκ ἀξίως ἐχόντων· εἰ δὲ καὶ ξένων, ἀλλὰ τῶν οἰκούντων Ἀθήνησιν, οἳ καὶ τῆς ἀπὸ τῶν χορηγιῶν μετέχουσι ψυχαγωγίας· εἰ δὲ καὶ τῶν ἔξω οἰκούντων, ἀλλ’ οὐ τῶν Λεύκωνος, τοῦ εἰς τὰ κεφάλαια τοῦ βίου εὐεργετοῦντος, εἶτα ἡ θέσις τοῦ κατηγόρου, ὅτι ἀτοπώτατον τῶν πάντων ἡ περὶ τοὺς εὖ ποιοῦντας ἀπιστία· ἡ δὲ τοῦ φεύγοντος θέσις, ὅτι δεινότατον πάντων τὸ ἐλλείπειν τὰς χορηγίας καὶ ἀσεβεῖν περὶ τὸν Διόνυσον· αἱ ποιότητες, ὅτι δεῖ σωφρονῆσαι καὶ τοὺς ἄλλους δημαγωγούς· ὥστε μὴ τὴν πόλιν ἀπατᾷν ἐκ τῆς κατὰ τούτου τιμωρίας καὶ Λεύκωνα εἰς τὴν εὔνοιαν τὴν περὶ τὸν δῆμον προκαλέσασθαι, δείξαντας ὅτι τὴν πόλιν ἐξαπατήσας ἔδωκε δίκην· καὶ πάλιν ἐκ τοῦ ἐναντίου, εἰ χρὴ κολάσαι ἄνδρα ἐν ἀξιώματι, καὶ τότε πρότερον καλῶς πολιτευσάμενον καὶ τὸν νόμον διὰ τὴν ἀπειρίαν τῶν χορηγούντων εἰσηγησάμενον· καὶ μὴν καὶ ὁ Λεύκων νῦν μὲν ὑπὸ τῆς παραχρῆμα ὀργῆς οὐ πέπομφε τὸν σῖτον, ὕστερον δὲ λογισμὸν λαβὼν τοῦ πράγματος καὶ πραϋνθεὶς ὁ αὐτὸς κατασταθήσεται· ἡ γνώμη· τίνι διανοίᾳ ἐνομοθέτησε Λεπτίνης, πότερον εἰ τισὶν, οἷς ἀηδῶς εἶχεν, ἐπηρεάσαι βουλόμενος, ἢ τῆς χρείας τῶν κοινῶν ἕνεκα· κἀκεῖνο δὲ τῇ πασῶν τῶν ἀντιλήψεων θεωρίᾳ προσθετέον, ὅτι ἐνίοτε καὶ ἄλλαις ἐπιπλέκονται στάσεσιν· οἷον ἐν πολέμῳ τις τὰ συμβόλαια αὐτοῦ κομίσας εἰς τὴν ἐκκλησίαν κατεφύλαξεν· ταὐτὸ ἐποίησαν καὶ οἱ ἄλλοι δανεισταί· μετὰ τὴν νίκην εἰσαγγέλλεται ὡς χρεῶν ἀποκοπὰς εἰσηγησάμενος· νόμος γὰρ ὁ τοῦτο κωλύων· οὐκοῦν ἐν τούτῳ τῷ προβλήματι ἡ μέν ἐστιν ὁριστικὴ ζήτησις, εἰ τοῦτό ἐστιν εἰσηγήσασθαι· ἡ δὲ κατὰ ῥητὸν καὶ διάνοιαν, ὅτι ἐν εἰρήνῃ, οὐκ ἐν πολέμῳ· ἡ δὲ κατὰ ἀντίληψιν, αὕτη γάρ ἐστι καὶ ἡ στάσις τοῦ ζητήματος τούτου, ὅτι ἕκαστος τῶν ἑαυτοῦ κύριος· ἡ δὲ κατὰ ἀντίστασιν, ὅτι ὑπὲρ τοῦ προθυμοτέρους γενέσθαι τοὺς πολίτας πρὸς τὴν τοῦ πολέμου κοινωνίαν· ἡ δὲ ἀντίληψις αἴτιον μὲν ἔχει τὴν προβολὴν τοῦ ἀδικήματος, ὅτι ἀδικεῖς τὴν οὐσίαν καταποντώσας· αἴτιον δὲ ἐξ αἰτίου τὸ ἀντιληπτικόν· ἀλλ’ ἔξεστιν ἀπαλλοτριοῦν τὰ ἑαυτοῦ, συνέχον δὲ τὸ μεταληπτικόν, ἀλλ’ οὐχ οὕτως ἀπαλλοτριοῦν ἐξῆν, καὶ ἕτερον συνέχον καθολικὸν, ἐν ᾧ οὐδὲν διαφέρει ὁ κατήγορος, ἀλλὰ τῇ αὐτῇ ἀπαντήσει χρῆται, ὅτι οὐκ ἔξεστιν οὕτω τινὰ τὰ ἑαυτοῦ ἀπαλλοτριοῦν.
4.625 Ταυτὶ δὲ οὐχ ὡς διαιροῦντες εἴπομεν, πολλὰ γὰρ παρεῖται, ἀλλ’ ὅσον ἐνδείξασθαι τὴν φύσιν τῶν κεφαλαίων. Συριανο ῦ , Σωπάτρο υ . Διαιροῦντε ς, ἀντὶ τὴν ἐργασίαν ποιούμενοι· ψιλῶς μὲν γὰρ μόνα τὰ κεφάλαια διεῖλεν ὁ τεχνογράφος· ἴσως δὲ θαυμάσειέ τις τὸ λεγόμενον, πῶς ὁ τεχνικὸς καίτοι ἀρχόμενος τοῦ βιβλίου, ἀλλὰ καὶ διὰ παντὸς διαίρεσιν μόνον ἐπαγγειλάμενος γράφειν, νῦν οὐ διαιρεῖν φησιν· ἐροῦμεν οὖν, ὅτι διαίρεσιν καλοῦσι κοινῶς μὲν πᾶσαν τομὴν τοῦ περιέχοντος εἰς τὰ περιεχόμενα· εἰδικώτερον δὲ τὴν τῶν στάσεων εἰς τὰ κεφάλαια καὶ τὴν τῶν κεφαλαίων αὐτῶν εἰς τὰ καθ’ ἕκαστα τῆς ὕλης, ὑφ’ ὧν τὸ ὅλον ὕφος τῷ λόγῳ συμπληροῦται, ὃ τῆς εὑρέσεώς ἐστι, περὶ ἧς νῦν λέγει· ἀλλαχοῦ γε μὴν εὕρεσιν τὴν τοιαύτην διαίρεσιν κεκληκὼς διὰ τὸ τὴν τῶν νοημάτων ἔχειν ἐπίνοιαν· μὴ τοίνυν θαυμάσῃς, εἰ μὴ διαιρεῖν ἑαυτὸν ὁ τεχνικὸς λέγει, ἀλλὰ σκόπησον τὴν λέξιν, καθ’ ἣν ἐκδέχεται τὸ ὄνομα· διαίρεσιν γὰρ λέγει τὴν τῆς ὕλης καὶ εὑρέσεως, ἣν οὐκ ἐπαγγέλλεται ποιεῖσθαι αὐτός· ἔστι δὲ καὶ ἄλλως νοεῖσθαι, ὅτι διαίρεσιν λέγει οὐ μόνον τῶν κεφαλαίων, ἀλλὰ καὶ τῶν εἰδῶν· εἰ δὲ καὶ τῶν κεφαλαίων ἐπαγγέλλεται ποιεῖσθαι, ἀλλ’ ἀναγκαία καὶ ἡ τῶν εἰδῶν διαίρεσις, περιέχεται γάρ· πρὸς γὰρ τὰ εἴδη καὶ τὰ κεφάλαια γίνεται· πῶς γὰρ δυνατὸν, μὴ εἰδότας τὸ εἶδος ὁποῖόν ἐστι τῶν κεφαλαίων ποιήσασθαι τὴν τομήν, οἷον εἰ συμβουλευτικὸν τὸ εἶδος εἰ δικανικόν.
4.626 Ἀνωνύμου. Ἡ ἀντίθεσι ς. Τινὲς ἐν τῇ ἀντιλήψει τὴν ἀντίθεσιν, ἢ ἀντιστατικὴν, ἢ ἀντεγκληματικὴν μόνον εὑρίσκεσθαι λέγουσι· μεταστατικὴν δὲ ἢ συγγνωμονικὴν οὐδαμῶς· ἐναντίαν γὰρ φύσιν ἔχειν ταῦτα τῇ ἀντιλήψει· οὐδεὶς γὰρ τὴν ἐξουσίαν προβαλλόμενος ἐφ’ οἷς ἔπραξε, συγγνώμην αἰτεῖ· ὅ γε μὴν τεχνικὸς κατὰ πᾶν εἶδος τὴν ἀντίθεσιν φαίνεται λέγων εὑρίσκεσθαι· κατὰ μὲν ἀντίστασιν, ὡς ὁ ζωγράφος, εὐεργετηκέναι γὰρ φήσει τὴν πόλιν, διδάξας τοὺς ἐμπόρους μὴ παρὰ καιρὸν πλεῖν· κατὰ δὲ ἀντέγκλημα, ὡς ὁ τὸν τρισαριστέα ἐπὶ μοιχείᾳ ἀνελὼν, ἀντεγκαλέσει γὰρ αὐτῷ ὡς ἀδικίας κατάρξαντι· κατὰ δὲ συγγνώμην, οἷον Κλέωνος τοὺς ἐκ Πύλου τριακοσίους εἰσάγοντος Νικίας ἐδάκρυσε, καὶ κρίνεται ὑπὸ Κλέωνος ὕβρεως· τὴν γὰρ συγγνώμην προβαλεῖται φάσκων ἠλεηκέναι καὶ πεπονθέναι τι ἀνθρώπινον· κατὰ δὲ μετάστασιν, οἷον πόλεως συνεχῶς ἀφισταμένης ἔπεισε στρατηγὸς τὸν δῆμον τὰ τείχη καθελεῖν· καὶ τῶν συμμάχων ἀποστάντων κρίνεται δημοσίων ἀδικημάτων· ἐπὶ γὰρ τὸν δῆμον ἀνοίσει τὴν αἰτίαν, ὑμεῖς, λέγων, αἴτιοι τῆς καθαιρέσεως οἱ πεισθέντες· ἔστι δὲ ὥσπερ ἐν στοχασμῷ χρῶμα ἡ μετάθεσις τῆς αἰτίας, οὕτω ἐπὶ τῆς ἀντιλήψεως ἡ ἀντίθεσις χρώζει τὸ ὅλον τῆς ἀπολογίας τὸ τυραννικὸν συσκιάζουσα.
4.627 β. Ἑτέρα μετάληψι ς. πᾶσα γὰρ ἀντίληψις μεταλήψει λύεται· δύο δὲ οὐσῶν, ἀντιλήψεώς τε καὶ ἀντιθέσεως, ἀναγκαίως καὶ δύο μεταλήψεις ἐμπίπτουσιν, ἡ μὲν πρὸς τὴν ἀντίληψιν, ἡ δὲ πρὸς τὴν ἀντίθεσιν· καὶ ἡ διαφορὰ, ὅτι ἡ μὲν πρὸς τὴν ἀντίληψιν ἐν στάσει καὶ ἀντιπαραστάσει κατασκευάζεται, ἡ δὲ πρὸς τὴν ἀντίθεσιν οὐχ οὕτως· οὐδὲ γὰρ λύει τὸ ἀντιστατικὸν, ἀλλ’ ἐρεῖ, ὅτι οὐχ οὕτως ἐχρῆν εὐεργετεῖν, ἐνῆν γὰρ καὶ ἄλλως, διὰ συμβουλῆς, καὶ διὰ λόγων, καὶ ἄλλως· ἡ μὲν πρὸς τὴν ἀντίληψιν τῇ ἐξουσίᾳ μάχεται, ἡ δὲ πρὸς τὴν ἀντίθεσιν οὐ μάχεται ἀλλὰ καὶ συντρέχει τῷ χρώματι, ἀποδεχομένη τὰ ὑπὲρ τῆς πόλεως, τὴν δὲ περίστασιν μέμφεται, τουτέστι τὸν τρόπον. γ. Καὶ τοίνυν εἰ ὁ διώκω ν. ἰστέον, ὡς ἔστιν ὅτε καὶ ὁ φεύγων τῇ μεταλήψει χρῆται, ὃ καὶ παράδοξον, ἀεὶ γὰρ τοῦ διώκοντός ἐστι. γίνεται δὲ τοῦτο, ὅταν τὸ πεπραγμένον οἷόν τε ἦν διορθωθῆναι τῇ φύσει· οἷον ἐπὶ τοῦ ζωγράφου· μετὰ γὰρ τὸ δεύτερον ἀντιληπτικὸν τῷ μεταληπτικῷ τὴν κρίσιν διαβαλεῖ, οἷον, εἰ δέ τι ἡ πόλις ἐκ τοῦ τρόπου τῆς ἐμῆς ἐβλάπτετο συμβουλῆς, ἐχρῆν τὸ πινάκιον καθελεῖν καὶ μὴ συγχωρεῖν ἐπὶ τοῦ λιμένος ἐκκεῖσθαι, καὶ οὐκ εἰς δικαστήριον νῦν εἰσάγειν καὶ δημοσίων ἀδικημάτων κρίνειν· καθάπερ γὰρ ὁ κατήγορος τὸν τρόπον τῆς συμβουλῆς, οὕτω καὶ ὁ φεύγων τὴν κρίσιν διαβάλλει· ὅταν δὲ μὴ δυνατὸν ᾖ διορθωθῆναι, ὡς ὁ τὴν οὐσίαν ἐξαργυρώσας νέος πλούσιος, οὐκ εἰσάγεται παρὰ τοῦ φεύγοντος ἡ μετάληψις· ἄτοπον γὰρ εἰπεῖν, ὡς ἔδει μᾶλλον τὸ ἀργύριον ἐκ τοῦ βάθους ἀνέλκειν, ἀλλὰ μὴ γραφὴν κατ’ ἐμοῦ τιθέναι. δ. Καὶ γίνεται ἡ θέσι ς. θέσιν ἐνταῦθα τὴν τοῦ δευτέρου ἀντιληπτικοῦ λέγει κατασκευὴν, ὡς εὐεργετητέον ἑκάστῳ τὴν πόλιν καθὼς δύναται, ἀντίθεσιν δὲ τὴν ἐπὶ ταύτῃ μετάληψιν.
4.628 ε. Ἡ γὰρ θέσι ς. ἰστέον, ὡς ὅταν μὲν ἄδοξον ᾖ τὸ πεπραγμένον, μόνος τὴν θέσιν παραλήψεται ὁ κατήγορος· οἷον Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον ἐν ἐκπώμασι φέρων τὰ κατὰ Σικελίαν δημοσίων φεύγει· ἄδοξον γὰρ, ὡς ὀνειδίζων τῇ πόλει τὰς συμφοράς· ἐὰν δὲ τὸ πεπραγμένον ἔνδοξον ᾖ, ἐπὶ τὸν ἀπολογούμενον μόνον ἡ θέσις μέτεισιν, ὡς ὁ Δημοσθένης πείσας τοὺς χιλίους ἀνελέσθαι νεκροὺς, ἡ γὰρ συμβουλὴ σεμνότατον, καὶ ὅσιον ἡ τῶν ἀποιχομένων ἀναίρεσις· εἰ δὲ τῶν μέσων εἴη τὸ πεπραγμένον, ἑκατέροις ἡ θέσις ἁρμόσει, τῷ μηδέτερον ὑπὸ θατέρου πλεονεκτεῖσθαι, ὡς ἐπὶ τοῦ ζωγράφου. στ. Οὐχ ὡς διαιροῦντο ς, ἀντὶ τοῦ, τὴν διὰ τῶν εὑρέσεων ἐργασίαν ποιούμενοι· ψιλῶς γὰρ ἐνταῦθα μόνα τὰ κεφάλαια διεῖλεν· οὐ μόνον δὲ τὸ τῶν στάσεων βιβλίον διαίρεσιν ὠνόμασεν, ἀλλ’ ἤδη καὶ τὸ τῶν εὑρέσεων. Ἔστι καὶ ἀντιλήψεων εἴδη πλείονα· καὶ ἁπλαῖ μὲν αὐτῶν δύο, διπλαῖ δ’ αὖ προηγουμένως μὲν δύο, γίνονται δ’ αὖ καὶ ἐπιπλοκαί τινες, ὡς καὶ πλείους εὑρίσκεσθαι· ἀλλὰ τὰ προειρημένα γε εἴδη μόνα μαθοῦσιν ὑπάρχει μὴ σφάλλεσθαι τῆς ὀρθῆς διαιρέσεως, μηδὲ ἐν ἐκείνοις, διὸ καὶ περὶ τούτων λέξομεν. Τῶν οὖν ἁπλῶν ἡ μὲν ἀπ’ αὐτοῦ τοῦ πεπραγμένου τὴν κρίσιν ἔχει, οἷον Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον κατελθὼν, εἶτα ἔχων ἐν ἐκπώμασι τὰ περὶ Σικελίαν φεύγει δημοσίων ἀδικημάτων· αὕτη τοῖς προειρημένοις κεφαλαίοις τέμνεται κατὰ τὰ ἐμπίπτοντα· ἡ δὲ ἀπ’ αὐτοῦ τοῦ πεπραγμένου καί τινος ἐπισυμβεβηκότος τὴν κρίσιν ἔχει· ὡς ἐπὶ τοῦ ζωγράφου τοῦ τὰ ναυάγια γράψαντος καὶ ἐπειδὴ μὴ καταίρουσί τινες κρινομένου, καὶ αὖ ἐπὶ τοῦδε· μετὰ τὰ κατὰ Χαιρώνειαν ἔπεμψε Φίλιππος διδοὺς αἵρεσιν, ἢ τοὺς δισχιλίους αἰχμαλώτους λαμβάνειν, ἢ τοὺς χιλίους νεκροὺς, ἔπεισε Δημοσθένης τοὺς χιλίους ἑλέσθαι νεκροὺς καὶ ἀποκτείναντος Φιλίππου τοὺς αἰχμαλώτους, δημοσίων ἀδικημάτων φεύγει· ἐν τοίνυν ταῖς τοιαύταις ἀντιλήψεσιν ἴδιον κεφάλαιόν ἐστι παρὰ τὰ προειρημένα τὸ παραγραφικὸν δυνάμενον καὶ πρὸ τῶν ἄλλων κεφαλαίων τίθεσθαι, καὶ μεταξὺ δὲ αὐτῶν, καὶ ὅλως ὃν ἂν τρόπον λυσιτελῇ· ἔστι δὲ τόδε ἐπὶ τίσι με κρίνεις· εἰ μὲν ἐπὶ τοῖς ὕστερον προαχθεῖσιν, οὐ δεῖ ἐφ’ οἷς ἄλλοι ποιοῦσιν ἕτερον εὐθύνεσθαι· οὐδ’ εἰ προσήκοντες εἶεν γένει, μήτι γε δὴ πολέμιοι καὶ μηδὲν προσήκοντες· εἰ δὲ ἐφ’ οἷς ἐξ ἀρχῆς συνεβούλευσα, ἢ ἔπραξα, τότε ἔδει σε ἀντιλέγειν ἢ εἴργειν, καὶ εἰ μὲν ἀντειπὼν ἡττήθης, τί βιάζῃ νῦν, καὶ οὐκ ἐμοῦ μόνον, ἀλλὰ καὶ τῶν ψηφισαμένων ἢ καὶ μὴ κωλυσάντων κατηγορεῖς· εἰ δὲ οὐκ ἀντεῖπες ἢ οὐκ ἐκώλυσας, ἤτοι ἔχων τι βέλτιον εἰπεῖν ἢ πρᾶξαι παρῆκας τοῦτο τότε, καὶ δύσνους ἐξελέγχῃ τοῖς κοινοῖς, ἢ οὐδὲν εἶχες ἀντιλέγειν, καὶ τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος εἶ ὁμοίως ἐμοὶ τῶν ὕστερον ἀποβεβηκότων καὶ ἃ μηδενὸς προσδοκήσαντος γέγονε, ἄξιος εἶ δίκην ὑπέχειν, εἰ δὴ κἀμὲ ἀξιοῖς.
4.629.(1n) Συριανο ῦ. Εἴδη τῆς ἀντιλήψεως δύο· ἡ μὲν γάρ ἐστι πάντη ἁπλῆ, οἷον τρισαριστέα τις μοιχὸν καταλαβὼν ἀπέκτεινε, καὶ κρίνεται φόνου· ἡ δὲ ἁπλῆ κατ’ ἐπισυμβεβηκὸς, ὡς ἐπὶ τοῦ ζωγράφου· ἐκ γὰρ τοῦ συμβάντος ἐπὶ τῇ γραφῇ τὴν κρίσιν ὑπέχει· εἰ δέ γε τὴν ἀπορίαν συνέβη γενέσθαι τῶν εἰσπλεόντων, οὐκ ἂν ὁ ζωγράφος ἐπὶ τὸ δικαστήριον εἵλκετο· διὰ τοῦτο τοίνυν ἐπισυμβεβηκὸς ὠνόμασται τὸ εἶδος τοῦτο· ἕτερον δέ τι αὐτὸ τοῦ πάντη ἁπλοῦ φαμεν εἶναι, διότι δύο κεφαλαίοις πλεονάζει, παραγραφικῷ τε καὶ συγγνωμονικῷ· οἱ δὲ πλεονασμοὶ τῶν κεφαλαίων ἐλλείψεις τε καὶ ἐναλλαγαὶ, ὡς πολλάκις εἴρηται, τὰς διαφορὰς τῶν εἰδῶν ἀπεργάζονται· οὐ γὰρ, ὥς τινές φασι, τὸ κατὰ νόμον ἢ ἔθος ἢ τέχνην ἢ φύσιν εἴδη ἐστὶν ἀντιλήψεως, ἀλλὰ τρόποι ἀντιληπτικῶν, ὡς ἔφαμεν, προβλημάτων· οὐδὲ μία γὰρ ἐν αὐτοῖς διαφορὰ τῶν κεφαλαίων εὑρίσκεται.
4.630 Καί τινος ἐπισυμβεβηκότο ς. Ἀντὶ τοῦ ἐπ’ αὐτῷ τῷ γενομένῳ πράγματι· συμβαίνει γὰρ μηδὲν γεγενῆσθαι κακὸν ἢ δεινὸν, ὡς ἐπὶ τοῦ ζωγράφου· εἰ μὴ γὰρ ὕστερόν τι συνέβη, τὸ γράφειν οὐδὲν δεινόν. Ἐν τοίνυν ταῖς τοιαύταις ἀντιλήψεσιν ἴδιον κεφάλαιον παρὰ τὰ προειρημένα ἐστὶ τὸ παραγραφικό ν· Τὰς ἁπλᾶς ἀντιλήψεις διεῖλεν ὁ τεχνικὸς εἰς δύο, εἴς τε τὰς ἐχούσας ἐκ μόνων τῶν πεπραγμένων τὴν κρίσιν, καὶ εἰς τὰς κρινομένας ἔκ τε τῶν πεπραγμένων καί τινος ἐπισυμβεβηκότος, ὧν καὶ ἴδιον ἔφη τὸ παραγραφικὸν κεφάλαιον· τὸ οὖν τοῦ Ἀλκιβιάδου παράδειγμα οὐδὲν ἔχον ἔξωθεν ἐπισυμβεβηκὸς εἰκότως οὐδὲ τὸ παραγραφικὸν ἐδέξατο· τοῦ γὰρ ἑτέρου εἴδους αὐτὸ λέγομεν εἶναι. Δυνάμενον καὶ πρὸ τῶν ἄλλων κεφαλαίω ν. ἴδιον τοῦ κεφαλαίου τούτου τὸ πρὸ πάντων τάττεσθαι τῶν κεφαλαίων· διαβολὴ γάρ ἐστι τῆς κατηγορίας· καὶ ἀναγκαίως ὁ κρινόμενος πρὸ τῆς ἀπολογίας διαβάλλει πρῶτον τὴν κατηγορίαν· οὐδεὶς γὰρ ἅπαξ ἀπολογησάμενος ἔρχεται πάλιν ἐπὶ τὴν διαβολήν· κατὰ φύσιν οὖν προτέτακται πάντων τῶν κεφαλαίων· δύναται δὲ καὶ ἐν τῷ μέσῳ καὶ οὐ κεκώλυται· ἀλλὰ καὶ πρὸς τῷ τέλει ὡς καὶ παρὰ Δημοσθένει· τὰ μὲν οὖν ἁπλᾶ τῆς ἀντιλήψεως εἴδη τοιαῦτα· ἔστι δὲ καὶ διπλῆ ἀντίληψις καὶ τριπλῆ· διπλῆ μὲν, ὡς ἥδε· ταῖς πάντων γνώμαις τις ἀντιλέγων καὶ μηδὲν αὐτὸς ἀποφαινόμενος, κρίνεται δημοσίων ἀδικημάτων. τριπλῆ δὲ ὡς αὕτη· ἐγράψαντό τινες ἀλλήλους ἐπὶ ταῖς γυναιξὶ, καθυφῆκαν τὰς γραφὰς, ἠγάγοντο τὰς ἀλλήλων γυναῖκας, καὶ κρίνονται κακοῦ βίου.
4.631 Σωπάτρο υ , Μαρκελλίνο υ. Ἀκολούθως κἀνταῦθα πληρώσας τῶν κεφαλαίων τὴν διαίρεσιν ἐπὶ τὸν τῶν εἰδῶν λόγον κεχώρηκε, τελείαν τὴν διδασκαλίαν ποιούμενος· καὶ μεθόδῳ συνήθει καὶ τῇ αὐτῇ κεχρημένος, ᾗπερ ἐν στοχασμῷ καὶ ἐν ὅρῳ· κἀκεῖ γὰρ πληρώσας τὸν ἐπὶ τῆς διαιρέσεως τῶν κεφαλαίων λόγον, διέλαβε περὶ τῶν εἰδῶν· τῶν οὖν ἀντιλήψεών φησιν εἴδη πλείονα, ὧν αἱ μέν εἰσιν ἁπλαῖ, αἱ δὲ διπλαῖ· καὶ ἁπλαῖ μὲν ἢ ὅσαι ἀπ’ αὐτοῦ τοῦ πεπραγμένου μόνου τὴν κρίσιν ἔχουσι μηδενὸς ἔξωθεν παραλαμβανομένου μηδ’ ἐπισυμβεβηκότος, ἀλλ’ ὄντος μὲν ἀνευθύνου τοῦ πεπραγμένου, ἀρκοῦντος δὲ ὡς ἐπ’ ἀδικήματι προβάλλεσθαι· οἷον ὡς ἐπὶ τοῦ Ἀλκιβιάδου· ἐνταῦθα γὰρ ἐπ’ αὐτῷ μόνῳ κρίνεται τῷ γράψαι τὰς συμφοράς· καὶ διαιρεῖται τὸ ζήτημα τοῖς εἰρημένοις κεφαλαίοις κατὰ τὰ ἐμπίπτοντα· ἔστι γὰρ ὅτε οὐ πάντα ἐμπίπτει· ἢ ἐκ τῶν ἐπισυμβαινόντων, ὅτ’ ἂν τῶν ἀπηντηκότων δεινῶν τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν παρεσχηκέναι δοκῇ δι’ αὐτῶν τῶν πεπραγμένων· καὶ δι’ αὐτὸ τὸ πεπραγμένον, ὡς ἀδίκημα εἶναι, καὶ κρίσεως ἄξιον νομίζηται· οἷον ζωγράφος τὰ ναυάγια γράψας καὶ ἀναθεὶς πρὸ τῶν λιμένων καὶ ἑξῆς, καὶ πάλιν ῥήτωρ ἐγκώμιον ἠπείρου διεξῆλθεν ἐν νήσῳ, καὶ πάντων μεταστάντων κρίνεται ὁ ῥήτωρ δημοσίων· καὶ πάλιν μετὰ Χαιρώνειαν ἔπεμψε Φίλιππος διδοὺς αἵρεσιν ἢ τοὺς δισχιλίους καὶ ἑξῆς· καὶ πάλιν ἐπρέσβευσε Φρύνων περὶ εἰρήνης πρὸς Φίλιππον· ἐσπείσατο τὸν παῖδα ὡραῖον ἐκεῖ καταλιπών· ἐγράψατο αὐτὸν προαγωγείας Δημοσθένης ἐπανελθόντα· εἷλεν, ἔλυσε τὴν εἰρήνην Φίλιππος, καὶ κρίνεται Δημοσθένης· ὁρᾷς ἐπὶ τῶν τοιούτων ἐφ’ ὧν ἐστιν ἐπισυμβεβηκός τι, ὅτι τὰ πεπραγμένα κρίνεται, οὐχ οὕτω δι’ αὐτὰ ὡς διὰ τὰ ἐπισυμβάντα ἐκείνοις· τοῖς μὲν τὸ μηδένα εἰσπλεῖν καὶ σπάνιν εἶναι διὰ τὴν τοῦ πινακίου γραφήν· τοῖς δὲ τὸ ἀνῃρῆσθαι τοὺς δισχιλίους· τοῦτο δὲ τὸ εἶδος ἔχει τι πλέον παρὰ τὸ εἰρημένον ἐν τῇ διαιρέσει, ὃ καὶ τὴν διαφορὰν αὐτῶν δείκνυσιν· λέγω δὲ τὸ παραγραφικὸν, τὸ συγγνωμονικόν· ἐκεῖ μὲν γὰρ ἔφαμεν τὰ τοῦ δικαίου μόρια ἐν χώρᾳ παραγραφικοῦ εἰσάγεσθαι δεῖν, ἐπὶ δὲ τούτου παραγραφικὸν φύσει πρὸς τοῖς ἄλλοις εὑρίσκεσθαι, ὅ ἐστι τοιοῦτον· οὐκ ἂν δυναίμην ὑπὲρ τῶν ἑτέροις πραχθέντων αὐτὸς εὐθύνας ὑπέχειν· οὐδὲ εἰ οἰκειότητι καὶ γένει πλησίον εἶεν, μήτι γε ὑπὲρ ὧν πολέμιοι ἔπραξαν ἢ ξένοι καὶ μηδὲν προσήκοντες· εἰ δὲ ἐφ’ οἷς ἐξ ἀρχῆς συνεβούλευσα ἢ ἔπραξα, τότε ἔδει σε ἀντιλέγειν ἢ εἴργειν καὶ ἑξῆς· ὥσπερ ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου ἐχρήσατο· ἐν παντὶ μὲν γὰρ τῷ λόγῳ γενικὸν παρείληπται τὸ παραγραφικὸν κεφάλαιον κατὰ χρόνον· ὅτι οὐ νῦν, τότε δὲ ἔδει περὶ τούτων κατηγορεῖν· ἐν δὲ τῷ μέρει τούτῳ κατὰ τὴν ἀντιληπτικὴν διαίρεσιν πάνυ δριμέως αὐτοῦ τὴν ἀπολογίαν συνέστησε καὶ ἰσχυρὰν ἀπέφηνε τοῦτον ἐξετάσας τὸν τρόπον· ἔστι γὰρ καὶ πᾶν τὸ μέρος τοῦτο τοῦ ἀντιληπτικοῦ· ἐν ᾧ περὶ ὧν συνεβούλευσεν ἀπολογεῖται· ἐξεῖναι γὰρ συμβουλεύειν τοῖς δημαγωγοῖς ὡμολόγηται· μετακεχείρισται γὰρ κατὰ τὸ εἶδος τοῦτο τῶν ἀντιλήψεων· τὴν γὰρ συμβουλὴν αἰτιᾶται ὁ Αἰσχίνης, ὅτι τοιαῦτα ἀπήντησεν ἐκ τῆς Δημοσθένους πολιτείας, ἡ παρὰ Χαιρώνειαν ἧττα, καὶ οἱ χίλιοι νεκροὶ καὶ οἱ δισχίλιοι αἰχμάλωτοι, πρὸς ἃ ὁ Δημοσθένης τὸ παραγραφικὸν εἰσήγαγεν οὕτως εἰπών· εἰ μὲν ἦν σοι πρόδηλα τὰ μέλλοντα, Αἰσχίνη, μόνῳ τῶν ἄλλων, ὅτ’ ἐβουλεύετο ἡ πόλις περὶ τούτων, τότε ἔδει προλέγειν· εἰ δὲ μὴ προῄδεις, τῆς αὐτῆς ἀγνοίας ὑπεύθυνος εἶ τοῖς ἄλλοις· ὥστε τί μᾶλλον σύ μου κατηγορεῖς ἢ ἐγὼ σοῦ· τοσούτῳ γὰρ ἀμείνων ἐγὼ σοῦ πολίτης γέγονα, εἰς αὐτὰ ταῦτα λέγω καὶ οὔπω περὶ τῶν ἄλλων διαλέγομαι, ὅσῳ ἐγὼ μὲν ἔδωκα ἐμαυτὸν εἰς τὰ πᾶσι δοκοῦντα συμφέρειν, οὐδένα κίνδυνον ὀκνήσας ἴδιον οὐδ’ ὑπολογισάμενος· σὺ δὲ οὐδ’ ἕτερα εἶπες τούτων βελτίω, οὐ γὰρ ἂν τούτοις ἐχρῶντο, οὔτε εἰς ταῦτα χρήσιμον σεαυτὸν παρέσχες· ὅπερ δὲ ἂν ὁ φαυλότατος ἄνθρωπος καὶ δυσμενέστατος τῇ πόλει, τοῦτο πεποιηκὼς ἐπὶ τοῖς συμβεβηκόσιν ἐξήτασαι· πάνυ γὰρ πολλὴν ἰσχὺν περιάπτει τῇ ἀπολογίᾳ τὸ παραγραφικὸν ἐν τῷ εἴδει τούτῳ τῆς ἀντιλήψεως· ὅθεν καὶ ἐπλεόνασεν ὁ ῥήτωρ αὐτῷ καὶ ἐνδιέτριψεν, εἰς ἄφυκτον καὶ ἀντίῤῥητον καθιστὰς τὸν λόγον, διαφέρει δὲ τὸ παραγραφικὸν ἐπὶ τῆς ἀντιλήψεως τοῦ παραγραφικοῦ τοῦ ἐν στοχασμῷ, ὅτι πρῶτον μὲν ἐκεῖ ἔστιν ὅτε ἐμπίπτει καὶ οὐκ ἀεί ποτε· ἐνταῦθα δὲ ἐπὶ τῶν τοιούτων ἀντιλήψεων τὸ ἐναντίον ἀεὶ ἐμπίπτει, καὶ οὐκ ἔστιν ὅτε ἐκλείπει· ἔπειτα ἐν στοχασμῷ, εἰ παραληφθείη, μέρος μὲν τῆς πάσης δίκης βλάπτεται· ἐκ δὲ τῶν ἄλλων κεφαλαίων ὁ ἀγὼν τῆς ἀπολογίας σώζεται· ἐν ἀντιλήψει δὲ, εἰ παραληφθείη, οὐδεὶς ἕτερος αὐτῷ τῷ φεύγοντι τρόπος ἀπολογίας καταλείπεται, διὰ τὴν ἀπὸ τῶν συμβουλευθέντων ἔκβασιν· ἡ γὰρ ἰσχυροτάτη ἐστὶν αὕτη ἡ διὰ τοῦ παραγραφικοῦ· καὶ τούτῳ μάλιστα Δημοσθένης ἐκράτησε τοῦ Αἰσχίνου, ἐξ οὗ καὶ εἰς ἀξίωμα μέγιστον ὁ λόγος προῆλθε, τῷ λέγειν μὴ παρελθεῖν τι αὐτὸν τῶν ὀφειλόντων πραχθῆναι· καὶ οὐ τότε μόνον ἀλλ’ οὐδὲ νῦν ἐστί τινα εἰπεῖν τῶν συμβουλευθέντων ἄμεινον· διὸ καὶ τῇ ἀντιλήψει συμπλέξας εἰσήγαγεν αὐτὸ τὸ λέγειν ἀνεύθυνον κατασκευάζων· ἦν μὲν οὖν, ὅπερ εἶπον, ἐκεῖνος ὁ καιρὸς τοῦ τε φροντίζοντος ἀνδρὸς τῆς πόλεως καὶ τῶν δικαίων λόγων· ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι, ὥστε ἂν νῦν ἔχῃ τις δεῖξαι κάλλιον ἢ ὅλως εἴ τι ἄλλο ἐνῆν πλὴν ὧν ἐγὼ προειλόμην, ἀδικεῖν ὁμολογῶ· εἰ γὰρ ἔσθ’ ὅ τι τις νῦν ἑώρακεν ὃ συνήνεγκε τότε πραχθὲν τοῦτ’ ἐγώ φημι δεῖν ἐμὲ μὴ λαθεῖν· εἰ δὲ μήτ’ ἔστι, μήτε ἦν μήτ’ ἂν ἔχοι εἰπεῖν μηδεὶς μηδέ πω καὶ τήμερον, τί τὸν σύμβουλον ἐχρῆν ποιεῖν, οὐ τῶν φαινομένων καὶ ἐνόντων τὰ κράτιστα ἑλέσθαι; τοῦτο τοίνυν ἐποίησα· τοῦ κήρυκος ἐρωτῶντος, Αἰσχίνη, τίς ἀγορεύειν βούλεται· οὐ τίς αἰτιάσασθαι περὶ τῶν παρεληλυθότων οὐδὲ τίς ἐγγυᾶσθαι τὰ μέλλοντα· σοῦ δὲ ἀφώνου κατ’ ἐκείνους τοὺς χρόνους ἐν ταῖς ἐκκλησίαις καθημένου, ἐγὼ παρῆλθον, ἔλεγον· ἐπειδὴ δὲ οὐ τότε ἀλλὰ νῦν, δεῖξον, τίς ἡμῖν λόγος, ὅν τινα ἐχρῆν εὑρεῖν ἢ καιρὸς συμφέρων παρ’ ἐμοῦ παρελείφθη τῇ πόλει· παραλαμβάνομεν δὲ τὸ ἀξίωμα τοῦτο ἐν συμβουλαῖς οὐ πάντοτε ἁπλῶς, ἀλλὰ τότε χρησόμεθα, ὅτ’ ἂν ἀκριβῶς πεπιστευκότες ὦμεν μηδένα ἕτερον δύνασθαι παραλελειμμένον τι δεῖξαι τῶν δεόντων πραχθῆναι, ὥσπερ ὁ ῥήτωρ πεποίηκεν· σημειωτέον δὲ, ὅτι οὐδὲ μίαν χώραν ἀποδοτέον τῷ παραγραφικῷ, ὥσπερ οὐδὲ ἐν ταῖς στοχαστικαῖς ὑποθέσεσιν, ἀλλ’ ἀρχὴν μὲν αὐτῷ μετὰ τὸ πηλίκον καὶ τὸ πρός τι ἀποδώσομεν πρὸ τοῦ ἀντιληπτικοῦ· τοῦ γὰρ κατηγόρου αὐξήσαντος καὶ μέγα ἀποφήναντος τὸ ἔγκλημα καιρὸν ἐπιτήδειον ἡ εἰσαγωγὴ ἕξει τοῦ κεφαλαίου, μεθ’ ἣν ποικίλως χρηστέον τῷ παραγραφικῷ· καὶ γὰρ μετὰ τὸ ἀντιληπτικὸν καὶ τὸ ἀντιθετικὸν καὶ ἐπὶ τελευτῆς ἀναγκαῖον χρῆσθαι αὐτῷ, ὥσπερ παρὰ τῷ ῥήτορι δέδεικται· καὶ γὰρ δι’ αὐτοῦ ἐχρήσατο, καὶ συμπλέξας τῇ ἀντιλήψει, καὶ πάλιν μετὰ ταῦτα· καὶ σχεδὸν διὰ παντὸς τοῦ λόγου· καὶ ὁ Θουκυδίδης ἐν τῇ Περικλέους δημηγορίᾳ, ἐφ’ οἷς συνεβούλευσε περὶ τοῦ πολέμου ἀπολογούμενος πρὸς τὰς αἰτίας τοῦ ἐπισυμβεβηκέναι τὴν δῄωσιν καὶ τὴν ἀπὸ τοῦ λοιμοῦ φθορὰν τῇ αὐτῇ κέχρηται μεθόδῳ, ὅτι οὐδὲν ὧν συνεβούλευσε Περικλῆς ἕτερος εἶπέν τι βέλτιον· καὶ τοῦτο εἰσήγαγε παραγραφικῶς, ὅτι ὑμῖν τὰ λεχθέντα τότε ἔδοξεν εἶναι ἄριστα· αὐτίκα γοῦν ἐπείσθητε καὶ τῆς αὐτῆς ἐγένεσθε γνώμης, ἐν τοίνυν ταῖς τοιαύταις ἴδιον κεφάλαιον τοῦτο τὸ εἶδος γίνεται, ὅτ’ ἂν μὴ μόνον ἐπ’ αὐτῷ τῷ πεπραγμένῳ κρίνωμεν τὸν δράσαντα, ὡς καὶ αὐτοῦ τοῦ φαύλου τυγχάνοντος, ἀλλὰ καὶ ἐφ’ ἑτέρῳ τινὶ δι’ ἐκείνου ἐπισυμβεβηκότι· τίς δὲ ἡ ἐργασία τούτου τοῦ εἴδους αὐτὸς ὁ τεχνογράφος παρίστησιν, ὅτι δύο προστίθεται κεφάλαια, τό τε παραγραφικὸν καὶ τὸ συγγνωμονικὸν, καὶ τὴν χρῆσιν διδάσκει πρότερον τοῦ παραγραφικοῦ, τίς τε ὁ καιρὸς τοῦ κεφαλαίου, καὶ πότε αὐτῷ χρησόμεθα· οὐ μόνον γὰρ ἐν ἀρχῇ, ὃ προειρήκαμεν, ἀλλὰ καὶ ἐν μέσῳ, καὶ ὅλως ὃν τρόπον λυσιτελεῖ· τὸ δὲ λυσιτελὲς ὁ ῥήτωρ σκοπήσει πρὸς τὴν τοῦ πλάσματος ὕλην· δηλοῖ δὲ καὶ τὴν δύναμιν τοῦ κεφαλαίου· ἄλλος μὲν γάρ τις ᾠήθη ἁπλῶς τὸ παραγραφικὸν ἐνταῦθα εὑρίσκεσθαι μόνον ἀπὸ τοῦ χρόνου, οἷον ὅτι εὐθὺς ἀντειπεῖν ἔδει, ἀλλ’ οὐχ ὕστερον κατηγορεῖν· ὅρα δὲ πῶς δριμέως αὐτὸ μεθώδευσεν τῷ καλουμένῳ διλημμάτῳ χρησάμενος καὶ διπλοῦν ἀνθ’ ἁπλοῦ τὸ παραγραφικὸν ποιῶν, καὶ ἐκ διαφόρων τόπων ἑκάτερον δεχόμενος τῶν διλημμάτων· ἔλθωμεν δὲ ἐπὶ τὴν ἐξέτασιν.
4.636 Ἐπὶ τίσι με κρίνει ς; Κατ’ ἐρώτησιν τοῦ λόγου τὸ σχῆμα· εἶτα τὸ διλήμματον, ἐν ᾧ τῶν παραγραφικῶν ἡ διαίρεσις. Εἰ μὲν ἐπὶ τοῖς ὕστερον γεγενημένοις, οὐδεὶς ἐφ’ οἷς ἕτερος πεποίηκε κρίνεται, ὥσπερ κἀν στοχασμῷ ὁ φεύγων παραγράφεται διαβάλλων τὴν κρίσιν· οὐ μὴν χωρὶς ἐργασίας τινὸς οὐδὲ αὐτὸ τοῦτο παρείληπται, ἀλλὰ προλαβὼν ὁ τεχνογράφος τὴν τοῦ Φιλίππου ποιότητα τὸν λόγον διὰ ταύτης ἐπιῤῥώννυσι· τί γὰρ προσέθηκεν, οὐδ’ εἰ γένει προσήκοντες εἶεν, μήτι γε δὴ πολέμιοι· τὸ δ’ ἕτερον θεασώμεθα· εἰ δ’ ἐφ’ οἷς ἐξ ἀρχῆς συνεβούλευσα, ἢ ἔπραξα, τότε ἔδει ἀντιλέγειν, δῆλον ὡς ἀπὸ χρόνου τὸ παραγραφικόν· οὕτω διελὼν εἰς δύο τὴν κατασκευὴν, διὰ τῆς ἐρωτήσεως ἀμφοτέρωθεν εἰς ἀπορίαν καθίστησι τὸν κατήγορον· εἶτα πάλιν ἐπάγει δίχα τὸ διλήμματον· ἢ τοίνυν ἀντειπὼν ἡττήθης, ἢ οὐδὲ τὴν ἀρχὴν ἐνέστης· εἰ μὲν οὖν ἐπιχειρήσας κωλύειν ἡττήθης, βιάζῃ νῦν ἐφ’ οἷς ἡττήθης ἀντιλέγων καὶ κρίνων ἐπὶ τούτοις τὸν συμβουλεύσαντα· εἰ δὲ οὐκ ἀντεῖπες, πάλιν καὶ τοῦτο διεῖλεν, ἢ γὰρ ἔχων τι βέλτιον εἰπεῖν καὶ χρήσιμον τῇ πόλει παρῆκας ἢ οὐδὲν εἶχες εἰπεῖν βέλτιον· πάλιν οὖν ἐφ’ ἑκάτερον τὸ ἄπορον· εἰ μὲν οὖν ἔχων τι βέλτιον εἰπεῖν παρῆκας, δύσνους εἶ τοῖς κοινοῖς, καὶ δικαιότερον αὐτόν σε διδόναι δίκην· εἰ δὲ μηδὲν εἶχες εἰπεῖν, τῆς ἀγνοίας ὑπεύθυνος εἶ τῶν ὕστερον ἀποβεβηκότων, ὥστε ἢ καὶ σὲ δοῦναι δίκην, ἢ ἀμφοτέρους ἀγνοήσαντας ἀφίεσθαι. Ἔτι ἐν ταῖς τοιαύταις ἀντιλήψεσι πρὸ τοῦ ἀντιθετικοῦ τοῦ ἐμπίπτοντος συγγνωμονικῷ πάντως χρηστέον κεφαλαίῳ· οἷον οὐδεὶς οἶδε τὸ μέλλον, οὐκοῦν οὐδὲ ἐγὼ ἀγνοήσας ὑπεύθυνός εἰμι· μεταχειριεῖται δὲ αὐτὸ ὡς προσήκει ὁ καὶ τῆς ὅλης τέχνης τῆς ῥητορικῆς ἐπιστήμων· οὐ γὰρ ἱκανὸν τὸ διελεῖν μόνον εἰδέναι, ὅπερ καὶ μόνον τουτὶ τὸ βιβλίον ἐπαγγέλλεται, ἀλλὰ καὶ τὸ εἰδέναι μεταχειρίζεσθαι· καὶ περὶ μὲν ἁπλῶν ἀντιλήψεων ταῦτα.
4.637.(1n) Συριανο ῦ. Τοῦτο καλῶς προσέθηκεν· οὐδὲ γὰρ καθόλου ἐν πάσῃ ἀντιλήψει τὸ συγγνωμονικὸν ἐμπίπτει κεφάλαιον, ἀλλ’ ἐπὶ τούτων μόνων τῶν ἐπισυμβεβηκός τι ἐχόντων· καὶ ὅρα πῶς οἰκεῖον τοῦτο ἐν ταύταις· ἐπειδὴ γὰρ ὕστερον συνέβη τὸ δεινὸν, ἀναγκαίως εὑρίσκεται τὸ συγγνωμονικὸν ἀπὸ τῆς ἀγνοίας· χώραν δὲ, φησὶν, ἔχει τὸ κεφάλαιον πρὸ τοῦ ἀντιθετικοῦ, τουτέστι τοῦ χρώματος· προθεραπείᾳ γὰρ τὸν ἀκροατὴν δεῖ πρῶτον ὑπάγεσθαι, οἷον ὅτι ἠγνόουν· καὶ οὐδεὶς ἀνθρώπων οἶδε τὸ μέλλον, καὶ τότ’ ἐπαγαγεῖν χρῶμα· ὃ οὐδέν ἐστιν ἕτερον ἢ αἰτία τοῦ πραχθέντος· ἀντιθετικὸν δὲ αὐτὸ ἐκάλεσεν, ὅτι ἀντίθεσίς ἐστι τὸ τῷ ὁμολογουμένῳ ἀδικήματι αἰτίαν ἀντιτιθέναι τινα εὔλογον· ἐπειδὴ οὖν τὸ χρῶμα αἰτίαν ἔχει, καὶ ἡ ἀντίθεσις δὲ ἀντιτίθησι τῷ ἀδικήματι αἰτίαν, ἀναγκαίως καὶ τὸ χρῶμα ἀντίθεσιν εἶπεν καὶ κατὰ μίαν τῶν ἀντιθετικῶν γίνεσθαι· οὐ γὰρ ἀεὶ τὸ χρῶμαι, ἀλλὰ ποτὲ μὲν ἀντιστατικὸν, ποτὲ δὲ ἀντεγκληματικὸν, ἢ μεταστατικὸν, ἢ συγγνωμονικόν. Παρατηρητέον δὲ, ὅτι οὐκ ἀπὸ πάντων λέγει τὸ συγγνωμονικὸν, ἀλλ’ ἀπὸ τῆς ἀγνοίας μόνης· οὐδεὶς γὰρ ἀγνοίας ὑπέχει δίκην· οἷον οὐδεὶς οἶδε τὸ μέλλον· ἐπειδὴ αἰσχύνην ἔφερεν αὐτῷ τὸ λέγειν ὅτι ἠγνόουν, καθολικῶς αὐτὸ πρῶτον ἐμεθόδευσεν, ἔπειτα μερικῶς.
4.638 Οὐ γὰρ ἱκανὸν τὸ διελεῖ ν· ἀλλὰ καὶ χρήσασθαι δηλονότι καλῶς. Μαρκελλίνο υ. Πρὸ τοῦ ἀντιθετικοῦ· ὡσανεὶ ἔλεγε πρὸ τοῦ χρώματος, ὅ ἐστι πρὸ τοῦ ἀντιθετικοῦ· ἐπειδὴ γὰρ οὐ κατὰ τὴν ἡμετέραν γνώμην τὰ τῆς συμβουλῆς ἀπέβη, ἀνάγκη προθεραπεῦσαι τῷ συγγνωμονικῷ καὶ ἀνενεγκεῖν τὸ ἐκβὰν πρῶτον ἢ ἐπὶ τύχην ἢ ἐπὶ ἄγνοιαν, ἢ ἐπὶ τῶν τοιούτων· εἶτα ἐπαγαγεῖν τὸ ἀντιστατικὸν, οἷον οὐδεὶς οἶδε τὸ μέλλον· διὸ οὐδὲ τοῦ ἀγνοῆσαι ὑπεύθυνός εἰμι· τούτου γὰρ κατασκευασθέντος χώραν ἕξει τὸ ἀντιστατικόν· ἄλλως δὲ δυσχερέστερον ἔσται διὰ τὸ ἀπηντηκέναι τι φαῦλον ἀπὸ τῆς συμβουλῆς· οὐδὲ Δημοσθένης καὶ μετὰ πολλοῦ ἀξιώματος αὐτὸ παρέσχετο· οὔτε γὰρ ἠγνοηκέναι τὸ μέλλον ὡμολόγησεν, οὔτε εἰς συγγνώμην κατέφυγεν, ταπεινὸν γὰρ τοῦτο· ἀλλὰ τὸ δαιμόνιον ᾐτιάσατο, ἃ καὶ καθόλου εἰσήγαγε φήσας· τότε τοίνυν τὰ μὲν ἤμελλε τῶν δεινῶν ὡς ἐδόκει, τὰ δὲ ἤδη παρῆν, ἐν οἷς τὴν προαίρεσίν μου σκόπει τῆς πολιτείας, μὴ τὰ συμβάντα συκοφάντει· τὸ μὲν γὰρ πέρας, ὡς ἂν ὁ δαίμων βουληθῇ, πάντων γίνεται, ἡ δὲ προαίρεσις αὐτὴ τὴν τοῦ συμβούλου διάνοιαν δηλοῖ· μὴ δὴ τοῦτο ὡς ἀδίκημα ἐμὸν εἶναι θῇς, εἰ κρατῆσαι συνέβη Φίλιππον τῇ μάχῃ· ἐν γὰρ τῷ θεῷ τὸ τούτου τέλος ἦν, οὐκ ἐν ἐμοί· ἀλλ’ ὡς οὐ πάντα ὅσα ἐνῆν κατὰ ἀνθρώπινον λογισμὸν εἱλόμην, καὶ δικαίως ταῦτα καὶ ἐπιμελῶς ἔπραξα καὶ φιλοπόνως ὑπὲρ δύναμιν, ἢ ὡς οὐ καλὰ καὶ τῆς πόλεως ἄξια πράγματα ἐνεστησάμην, ταῦτά μοι δεῖξον, καὶ τότε δὴ κατηγόρει μου. μεθ’ ὃ τὸ ἀντιθετικόν· ὅτι τῇ πόλει συνέφερε μετὰ Θηβαίων ἄρασθαι τὸν ἀγῶνα, καὶ ἐν Βοιωτίᾳ πόῤῥω τῆς πόλεως γενέσθαι τὴν μάχην, ἢ ἐν τῇ Ἀττικῆ· οὕτω γάρ πως λέγει· ἀλλ’ ἐκεῖνο, φησὶ, λογίζου καὶ ὅρα, ὅτι εἰ μετὰ Θηβαίων ἡμῖν ἀγωνιζομένοις οὕτως εἵμαρτο πρᾶξαι, τί χρὴ προσδοκᾷν, εἰ μηδὲ τούτους ἔσχομεν συμμάχους, ἀλλὰ μετ’ ἐκείνου γεγόνασιν, ὑπὲρ οὗ τότε ἐκεῖνος πάσας ἀφῆκε φωνάς· καὶ εἰ νῦν τριῶν ἡμερῶν ὁδὸν ἀπὸ τῆς Ἀττικῆς τῆς μάχης γενομένης τοσοῦτος κίνδυνος καὶ φόβος περιέστη τὴν πόλιν, τί ἂν, εἴ που τῆς χώρας ταὐτὸ τοῦτο πάθος συνέβη, προσδοκῆσαι χρῆν· ἆρ’ οἶσθα, ὅτι νῦν μὲν συστῆναι συνελθεῖν ἀναπνεῦσαι πολλὰ μία ἡμέρα καὶ δύο καὶ τρεῖς ἔδοσαν εἰς σωτηρίαν τῇ πόλει· τότε δὲ οὐκ ἄξιον εἰπεῖν, ἅγε μηδὲ εἰς πεῖραν ἔδωκε θεῶν τινος εὔνοια καὶ τὸ μὴ προβάλλεσθαι τὴν πόλιν ταύτην τὴν συμμαχίαν ἧς κατηγορεῖς· μεθ’ ἃ πάλιν ἐπὶ τὸ παραγραφικὸν ἐπανῆλθε· δι’ ὅλου τούτου τὸν μὲν Αἰσχίνην ἐλέγχων, αὔξων δὲ τὴν ἑαυτοῦ πολιτείαν· ἔστι δὲ ταυτί μοι τὰ πολλὰ πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταὶ, καὶ τοὺς περιεστηκότας, ἐπεὶ πρός γε τὸν κατάπτυστον τοῦτον καὶ τὰ ἑξῆς· ὁμοίως καὶ Θουκυδίδης τῷ συγγνωμονικῷ ἐχρήσατο μετ’ ἀξιώματος, ἐπὶ τὸ ἄδηλον καὶ τὸ δαιμόνιον ἀνοίσας τῷ εἰπεῖν· ἐπιγεγένηταί τε πέρα ὧν προσεδεχόμεθα ἡ νόσος ἥδε, πρᾶγμα μόνον δὴ τῶν πάντων ἐλπίδος κρεῖσσον γεγενημένον· ἰστέον δὲ, ὅτι ὁ μὲν Δημοσθένης, ἅτε θαῤῥῶν ταῖς ἀποδείξεσιν, ἐπεξῆλθεν καὶ διὰ παντὸς ἠγωνίσατο· καὶ τὸ μὲν ἀπρεπὲς τῆς συγγνώμης ἐξέφυγε· τὴν δὲ ἀπὸ τοῦ κεφαλαίου ὠφέλειαν τῷ λόγῳ περιεποίησεν· τοῖς γὰρ ὑφ’ αὑτοῦ συμβουλευθεῖσιν ὡς ὀρθῶς συμβουλευθεῖσιν ἠγωνίσατο· τὸ δὲ πέρας τῷ δαιμονίῳ ἀνέθηκε καὶ τῇ τύχῃ, ὧν ἀνηρτῆσθαι τὰ ἀνθρώπινα διϊσχυρίζεται· καὶ οὔτε τὸ οἰκεῖον ἀξίωμα καθεῖλεν οὔτε τῆς παραμυθίας ἄμοιρον τὸν λόγον κατέλιπεν, ἡμεῖς δὲ, ἐὰν συνειδῶμεν σαθροτέραν τὴν παραίνεσιν, μᾶλλον ὑφίεσθαι σπουδάσομεν, καὶ τοῖς συγγνωμονικοῖς ἐπὶ πλέον χρησόμεθα· οὐ γὰρ ἱκανὸν τὸ διελεῖν· οὐχ ἱκανόν φησι τὸ διελεῖν δύνασθαι μόνον, ἀλλὰ χρεία καὶ τῆς συμφυοῦς πρὸς τὴν ὕλην μεταχειρίσεως.
4.640 Τῶν δ’ αὖ διπλῶν ἡ μέν ἐστι κατὰ συμπλοκὴν, ἡ δὲ κατὰ διαίρεσιν· καὶ κατὰ συμπλοκὴν μὲν, ὅτ’ ἂν δυοῖν ὄντοιν τοῖν ἐγκλημάτοιν, μὴ δύναται χωρὶς ἕτερον αὐτῶν εἶναι ἔγκλημα· μετὰ δὲ τῆς τοῦ ἑτέρου συμπλοκῆς, οἷον ταῖς πάντων γνώμαις ἀντιλέγων τις αὐτὸς οὐδὲν ἀποφαίνεται καὶ δημοσίων φεύγει· ἐνταῦθα ὅτι μὲν δύο ἀντιλήψεις, δῆλον, καὶ γὰρ λέγειν καὶ μὴ λέγειν ἔξεστιν, καὶ αὖ ὅτι καὶ δύο ἀντιθέσεις ὁμοίως, οἷον ἀντιλέγω· δεῖ γὰρ ἐφ’ οἷς ἁμαρτάνουσιν οἱ λέγοντες, ἀντιλέγειν· πάλιν οὐ λέγω, οὐδὲ γὰρ δεῖ περὶ τῶν μὴ κατεπειγόντων λέγειν, ἀλλ’ ἴδιον τοῦ εἴδους τούτου τὸ δεῖν ἀπολογουμένους μὲν διαιρεῖν καὶ χωρὶς περὶ ἑκατέρου ποιεῖσθαι τὸν λόγον, κατηγοροῦντας δὲ συμπλέκειν. Σωπάτρο υ . Μαρκελλίνο υ. Πληρώσας τὸν περὶ τῶν ἁπλῶν ἀντιλήψεων λόγον ἐπὶ τὰς διπλᾶς μετελήλυθεν· δύο δὲ εἴδη τούτων προηγουμένως ἀποφαίνεται· τό τε κατὰ σύνθεσιν καὶ τὸ κατὰ διαίρεσιν· λεκτέον δὲ νῦν περὶ τοῦ κατὰ συμπλοκὴν εἴδους· κατὰ συμπλοκὴν ἀντίληψις γίνεται, ἐν ᾗ δύο πραγμάτων ὄντων ἑκάτερον χωρὶς κρίσιν οὐ δύναται δέξασθαι, τῷ διαζευχθέντα μὴ δύνασθαι ὡς ἀδικήματα ἐπιδέχεσθαι κρίσιν, εἰ μὴ ἀλλήλοις εἶεν συνημμένα· οἷον ταῖς πάντων γνώμαις ἀντιλέγων τις αὐτὸς οὐδὲν ἀποφαίνεται καὶ δημοσίων φεύγει· καὶ πάλιν, ζωγράφος πάντα γράφων θεοὺς οὐ γράφει, καὶ κρίνεται, ἐν τούτοις ὃ ἂν χωρίσῃς, ἑκάτερον ἀνεύθυνόν ἐστι· καὶ γὰρ τὸ ἀντιλέγειν ταῖς πάντων γνώμαις οὐ κεκώλυται· ὁμοίως δὲ καὶ τὸ μηδὲν ἀποφαίνεσθαι οὐκ ἀδίκημα εἶναι νενόμισται· ὥσπερ καὶ ἐπὶ τοῦ ζωγράφου τὸ γράφειν ἧτταν οὐ κεκώλυται, οὐδὲ μὴν ἀδίκημα νενόμισται τὸ μὴ γράψαι νίκην, συμπλακέντα δὲ ἄμφω καὶ ἑνωθέντα ἀδικήματος λαμβάνει σύστασιν· τὸ ἀντιλέγειν μὲν καὶ συκοφαντεῖν τοὺς συμβουλεύοντας, αὐτὸν δὲ μήτε ἃ γινώσκει λέγειν, μήτε εἰσηγεῖσθαί τι τῶν συμφερόντων· μηδὲ ὑφίστασθαι τὸν ἀπὸ τῆς συμβουλῆς κίνδυνον· τούτῳ γάρ ἐστιν ἐπαγόμενον τὸ ποιοῦν τὴν περίστασιν· ὅτι τοίνυν διπλῆ ἀντίληψίς ἐστι, δῆλον· καὶ γὰρ δύο αὗται ἀντιλήψεις εἰσὶν, ὅτ’ ἂν ἄμφω προβάλληται, τὸ καὶ ἐξεῖναι ἀντιλέγειν, καὶ ἐξεῖναι μὴ λέγειν, ἐπειδὴ καὶ ἐπ’ ἀμφοῖν κρίνεται, ἐφ’ οἷς τε ἔπραξε καὶ ἐφ’ οἷς οὐκ ἔπραξεν· ὁμοίως δὲ δύο ἀντιλήψεων οὐσῶν διπλαῖ εὑρίσκονται καὶ ἀντιθέσεις, ἑκατέρα γὰρ τῶν ἀντιλήψεων ἀποδώσει τὸ χρῶμα· οἷον ἀντιλέγω μὲν, ἐφ’ οἷς οὐ τὰ δέοντα λέγουσιν οἱ συμβουλεύοντες, οὐκ ἀποφαίνομαι δέ· οὐ γὰρ ἀναγκαῖον περὶ τῶν μὴ κατεπειγόντων μηδὲ εἰς ἀπόδειξιν ἡκόντων συμβουλεύειν· ἀντιστατικὰ ἀμφότερα· τί οὖν ἴδιόν ἐστι τοῦ εἴδους τούτου, τὸ δεῖν τοὺς μὲν ἀπολογουμένους ἰδίᾳ ἑκάτερον ποιεῖσθαι τὸν λόγον καὶ χωρίζειν· ἐὰν γὰρ διέλῃς καὶ εἴπῃς, ταῖς πάντων γνώμαις ἀντιλέγει τις, ἢ τὸ ἕτερον, οὐ δύναται κρίσιν ἐπιδέξασθαι· τοὺς δὲ κατηγοροῦντας τοὐναντίον συμπλέκειν· συμπλέκων γὰρ, ὅτε οὔτε αὐτός τι λέγει καὶ τὰ τῶν ἄλλων ἀνατρέπει, τότε κρίσιν ἐπιδέχεται· ὥστε αἱ μὲν τῷ χωρίζειν ἀπ’ ἀλλήλων τὸ ἀνεύθυνον συνιστᾶσιν, οἱ δὲ τῷ συμπλέκειν τὸ ὑπεύθυνον.
4.642 Κατὰ διαίρεσιν δὲ διπλῆ ἀντίληψις γίνεται· ὅτ’ ἂν δύο ἐγκλήματα ᾖ δυνάμενα καὶ χωρὶς ἀλλήλων κρίσιν ἐπιδέχεσθαι· οἷον πολλάς τις ἀμείβων γυναῖκας καὶ πολλοὺς τιθέμενος παῖδας, κακοῦ βίου φεύγει· ἐνταῦθα ὁμοίως μὲν ὁ κατήγορος συμπλέξει, ὁ δὲ φεύγων διαιρήσει· δῆλον μέντοι, ὡς καὶ καθ’ ἑκάτερον ἐπιδεχόμενον κρίσιν αὐξήσεως μὲν ἕνεκα συμπλέκεται ὑπὸ τοῦ κατηγόρου· μειώσεως δ’ αὖ χάριν διαιρεῖται ὑπὸ τοῦ φεύγοντος· ἐν δὲ τῷ προτέρῳ οὐκ αὐτὸ τοῦτο τῆς αὐξήσεως ἢ τῆς μειώσεως ἕνεκα οὕτω γίνεται· ἀλλ’ ὅτι μηδὲ ἄλλως κρίσιν δύναται ἐπιδέξασθαι τὸ πρᾶγμα, ἢ τοῦτον εἰσαγόμενον τὸν τρόπον. Συριανο ῦ. Κατὰ διαίρεσίν ἐστιν, ὅτ’ ἂν μία ἑκάστη τῶν ἀντιλήψεων ἰσχυρά τε ᾖ, καὶ τῷ φεύγοντι φέρῃ τινὰ διὰ τὴν περίστασιν κίνδυνον ἢ ψόγον· καὶ γὰρ τὸ πολλάκις ἀμείβειν γυναῖκας οὐκ ἔξω μέμψεως, καὶ τὸ πολλοὺς ποιεῖσθαι θετοὺς παῖδας, οὐκ ἀνεύθυνον· ἐπειδὴ οὖν ἑκάτερον τῶν ἐν τῷ ζητήματι δύναται καὶ ἰδίᾳ γραφὴν ἀναδέξασθαι, καλεῖται κατὰ διαίρεσιν· ὁ μὲν οὖν κατήγορος ἑκατέραις, ταῖς τε κατὰ σύνθεσιν καὶ ταῖς κατὰ διαίρεσιν, ἀμφότερα συλλήψεται τὰ ἀντιληπτικά· ἐν μὲν ταῖς κατὰ σύνθεσιν, διὰ τὸ ἑκάτερον αὐτῶν ἰδίᾳ, ὡς εἴρηται, μὴ εἶναι γραφῆς ἄξιον· ἐν δὲ ταῖς κατὰ διαίρεσιν, ἵνα σφοδροτέραν ἀπεργάσηται τὴν κατηγορίαν· ὁ φεύγων δὲ ἐν ἀμφοτέραις διαιρήσει τὴν ἀπολογίαν· ἐν μὲν τῇ κατὰ σύνθεσιν δεῖξαι βουλόμενος, ὅτι μάτην ὁ κατήγορος τὴν κατ’ αὐτοῦ πεποίηται γραφήν· ἐν δὲ ταῖς κατὰ διαίρεσιν, ἵνα τοὐναντίον οὗ βούλεται ὁ ἀντιδικῶν διαπράξηται· εἰ γὰρ ἐκεῖνος συλλαβὼν ἀμφοτέρας τὰς ἀντιλήψεις σφοδροτέραν ἀπεργάζεται τὴν κατηγορίαν, εἰκότως οὗτος διαιρήσει, σαθρότερον τῶν ἀντιληπτικῶν ἑκάτερον ἰδίᾳ δεῖξαι σπουδάζων.
4.643 Σωπάτρο υ . Μαρκελλίνο υ. Ἐπειδὴ κοινὰ ταῦτα εὑρίσκεται πρὸς τὸ ἕτερον εἶδος τίς ἡ διαφορά; ὅτι, φησὶν, ἐνταῦθα μὲν ὁ κατήγορος οὐχ ὡς ἑκατέρου καθ’ ἑαυτὸ μὴ ἐπιδεχομένου κρίσιν συμπλέκει, καὶ ἰδίᾳ γὰρ ἕκαστον, ὡς εἶπον, συνέστηκε, καὶ ἔστιν ἔγκλημα κρίσιν ἐπιδεχόμενον· καὶ γὰρ τὸ πολλὰς ἀμείβειν γυναῖκας ὑπάγεσθαι δύναται τῷ κακῷ βίῳ καθ’ ἑαυτὸ, καὶ τὸ πολλοὺς τίθεσθαι παῖδας ὁμοίως· ἀλλὰ αὐξήσεως ἕνεκα μόνης ὑπὸ τοῦ διώκοντος συμπλέκεται, καὶ τοῦ δεινῶσαι τὸ ἔγκλημα χαλεπώτερον γίνεται· ὑπὸ δὲ τοῦ φεύγοντος διαιρεθήσεται· ὥσπερ γὰρ συμπλακέντα χαλεπώτερα φαίνεται, οὕτω δῆλον ὅτι διαιρεθέντα ἔλαττον ἰσχύσει καὶ μειωθήσεται· ἐκεῖ δὲ οὐ τῆς αὐτῆς αὐξήσεως ἕνεκα συμπλέκεται, ἀλλ’ ὅτι μηδὲ ὅλως δύναται κρίσιν ἐπιδέξασθαι, ὡς ἤδη καὶ δέδεικται, διὰ τὸ περίστασιν μὴ ἔχειν· αὐτὸ γὰρ καθ’ ἑαυτὸ ἓν ἕκαστον ἀσθενὲς, καὶ δοκεῖ ἀνεύθυνον εἶναι, συζευχθέντα δὲ ὅρον ἐγκλήματος λαμβάνει κρίνεσθαι δυναμένου· τὰ μὲν προηγούμενα δύο εἴδη τῶν διπλῶν ταῦτα.
4.644 Ἔφην δύνασθαι εἶναι πλείονα εἴδη ἀντιλήψεων· αὐτίκα τόδε τῶν προειρημένων διαφέρει· οἷον γραψάμενοί τινες μοιχείας ἀλλήλους καθυφέντες τὰς γραφὰς ἤμειψαν τὰς γυναῖκας, καὶ φεύγουσι κακοῦ βίου· πρῶτον μὲν γὰρ δύο πρόσωπά ἐστι τὰ κρινόμενα· ἔπειτα τέσσαρες ἀντιλήψεις, καὶ αὗται παρ’ ἀμφοῖν· καὶ τοσαῦται παραγραφαί· οἷον γράφεσθαί τινα ἔξεστι· πάλιν ἀναιρεῖσθαι τὰς γραφάς· ἔξεστι γαμεῖν ὅθεν βούλεταί τις, καὶ πάλιν ἀποβάλλεσθαι τὴν οὖσαν γυναῖκα, Ταῦτα πάντα οὐ κεκώλυται· καὶ τούτων γε ἑκάστην ἀνάγκη λύειν τῷ κατηγόρῳ. Φανερὰ δὲ ἡ μέθοδος ἐπ’ ἀμφοῖν, ἐπί τε τοῦ κατηγόρου καὶ ἐπὶ τοῦ φεύγοντος ἀπὸ τῶν προειρημένων· ἔστι δὲ καὶ ἄλλα εἴδη ἀντιλήψεων, ἃ περιττὸν ἂν εἴη λέγειν νῦν· πᾶσαν γὰρ ἀντίληψιν τοῖς προειρημένοις ἄν τις ὀρθῶς ἑπόμενος διαιροίη. Συριανο ῦ . Σωπάτρο υ. Ἐν ἀρχῇ τῶν εἰδῶν τούτων ἔφαμεν, ὅτι ἐνδέχεται καὶ πλείονας τρόπους ἀντιλήψεων εὑρίσκεσθαι, οὐ προηγουμένως, οὐδὲ γενικῶς, ἀλλὰ κατ’ ἐπιπλοκήν· οἷον μοιχείας τινὲς ἀλλήλους γραψάμενοι καὶ ἑξῆς· καὶ γὰρ δύο πρόσωπά ἐστι τὰ κρινόμενα ἐνταῦθα· ἔπειτα πολλαὶ ἀντιλήψεις· οἷον γραφὰς κατά τινων ἀποφέρεσθαι ἔξεστι καὶ πάλιν ἀναιρεῖσθαι ταύτας· ὁμοίως ἄγεσθαι γυναῖκας, ὅθεν ἂν δοκῇ τινι· ταυτὶ γὰρ πάντα δοκεῖ ἐξεῖναι καὶ μὴ κεκωλύσθαι· ἀλλ’ ἐπειδὴ παρὰ πάσας τὰς προειρημένας μεθόδους παρὰ τῶν ἄλλων οὐδὲν ἂν καινότερον ἐν τούτῳ εὑρεθείη, ἀλλὰ τοῖς αὐτοῖς διαιρεῖται κεφαλαίοις, διὰ τοῦτο οὐδὲ ἐν εἴδεσιν ἑτέροις ταῦτα τέτακται· ἔφαμεν γὰρ, ὅτι εἴδους ἐστὶν ἴδιον τὸ διαλλάττουσαν ἐπιδεῖξαι διαίρεσιν· εἰ δέ τις λέγοι, ἀλλὰ πολλαί εἰσιν ἐνταῦθα ἀντιλήψεις, ὃ μή ἐστιν ἐν ταῖς ἄλλαις ἀντιλήψεσιν, ἔδει οὖν τὴν διαφορὰν ταύτην ἕτερον ποιῆσαι εἶδος, λέγομεν, ὅτι τοῦτο οὐ ποιεῖ ἕτερον εἶδος, ἀλλ’ ἡ διάφορος διαίρεσις· τοῦτο δὲ ταῖς αὐταῖς διαιρεῖται μεθόδοις· ἰστέον δὲ, ὅτι τῶν πολλῶν τούτων ἀντιλήψεων, ὧν ὁ φεύγων προβάλλεται, ἀνάγκη τῷ κατηγόρῳ λῦσαι ἑκάστην.
4.645 Ἔστι δὲ καὶ ἄλλα εἴδ η. Ἔστι, φησὶ, καὶ ἄλλα εἴδη ὑπό τινων τὸν αὐτὸν τρόπον ἐπινενοημένα· ἔργον δ’ ἂν εἴη καθ’ ἕκαστον ἐπεξιέναι, καὶ εἰς ἄπειρον ἀλόγως ἀναφεροίμεθα· ἀπὸ γὰρ τούτων κἀκεῖνα ἐπιγνωσόμεθα ῥᾳδίως· σημειωτέον δὲ, ὅτι κρίνεταί τις ἐν ἀντιλήψει ἐφ’ οἷς οὐκ ἐποίησεν, ὡς ἐπὶ τοῦ ζωγράφου τοῦ πάντα μὲν γράφοντος, θεοὺς δὲ μή. καὶ πάλιν· ζωγράφος τὰ ἐν Μαραθῶνι γράψας, τὸν Πᾶνα δὲ μὴ γράψας, κρίνεται ἀσεβείας· ἐπινενόηται δὲ ὑπό τινων καὶ ἕτερα ἀντιληπτικὰ προβλήματα, ἃ καὶ παραθέσθαι πολυπειρίας χάριν ἄξιον ἐγνώκαμεν· οἷον ὅτ’ ἂν τὴν ἐξουσίαν τις οὐκ εἰς ἑαυτὸν, ἀλλ’ εἰς ἕτερον ἀνάγῃ· σπανία δὲ ἡ τοιαύτη ἀντίληψις· πάσης γὰρ σχεδὸν οἰκεῖον τὸ τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀνάγειν. παραδείγματα ταύτης· πένητος θυγάτηρ καὶ πλουσίου υἱὸς ἐγένοντο ὑπὸ λῃσταῖς· ἐλύσατο ἀμφοτέρους ὁ πλούσιος· μετὰ ταῦτα ἐβιάσατο ὁ τοῦ πλουσίου τὴν κόρην, ἀνήχθη ἐπὶ τὸ πρυτανεῖον ἡ κόρη ἢ γάμον ἄπροικον ἢ θάνατον αἱρησομένη τοῦ βιασαμένου· παρακαλοῦντος τοῦ πλουσίου ἑλέσθαι τὸν γάμον καὶ ὑπισχνουμένου προῖκα, εἵλετο ἡ βιασθεῖσα τὸν θάνατον τοῦ βιασαμένου· καὶ κρίνει ὁ πλούσιος ἀχαριστίας τὸν πατέρα αὐτῆς· ἐνταῦθα οὖν ὁ πατὴρ ἀπολογεῖται, τὴν ἐξουσίαν οὐχὶ αὐτοῦ λέγων εἶναι τῆς αἱρέσεως, ἀλλὰ τῆς παιδὸς ἐκ νόμων.
4.646 Ἕτερον πρόβλημα, ὃ ἐγκαταμέμικται στοχασμῷ καὶ γνώμῃ· οὔτε γὰρ ὁμολογεῖται παντελῶς καὶ ὡς ἐν ἀντιθέσει ὁμολογήσας συγγνώμην ἐργάζεται· οἷον νόμος τοὺς ἀποκηρύκτους μὴ στρατεύεσθαι πολέμου κατειληφότος· τρεῖς τις ἔχων παῖδας ἀπεκήρυξε τοὺς τρεῖς· μετὰ τὴν μάχην ἀνέλαβε, καὶ κρίνεται κατασοφισμοῦ· ἐνταῦθα ἀντίληψις μὲν ἡ στάσις· λέγει γὰρ ἔξεστί, μοι ἀποκηρύσσειν καὶ ἀντιλαμβάνεσθαι· στοχαστικὴ δὲ ἀναφύεται ἀντίληψις, πότερον ὡς πονηροὺς ἀπεκήρυττεν. ἢ ἵνα μὴ στρατεύωνται ὑπὲρ τῆς πατρίδος· μεθ’ ἣν συγκεχωρηκὼς γνώμην αἰτεῖ· ὅτι εἰ καὶ διὰ τοῦτο ἀλλὰ συγγνώμη φιλοστόργῳ ὄντι πατρὶ, τούτῳ δὲ οὐ σφόδρα ἰσχυρίζεται· ἀναίσχυντον γὰρ περὶ πατρίδος τοῦτο λέγειν. Ἰστέον δὲ, ὅτι εὕρηνται καὶ κακοῦ βίου γραφαὶ κατὰ ἀντίληψιν, ἃς ἐπιγνωσόμεθα οὕτως· ἐὰν ἐφ’ οἷς αὐτός τις ποιήσας προδήλοις οὖσι κρίνηται, ὡς ὁ τοὺς φυγάδας ἀποκτιννύων κατὰ νόμους ἀντίληψιν ποιεῖ· ἐὰν δὲ ἐφ’ οἷς ἕτεροι ποιοῦσι κρίνηται κακοῦ βίου, στοχασμὸν ποιεῖ, οἷον εἰς σφαγήν τις αἰτηθεὶς ὑπὸ τριῶν ἄλλοτε ἄλλως κρίνεται κακοῦ βίου· αἱ δὲ τοῦ κακοῦ ἔθους γραφαὶ κατὰ ἀντίληψιν ἔσονται, ἐπὶ γὰρ τοῖς ὑπ’ αὐτοῦ τις πεπραγμένοις κρίνεται· οἷον ἔρωτί τις ἔθυσεν ὡς θεῷ καὶ κρίνεται κακοῦ ἔθους· οὐ γὰρ κεκώλυται ταῦτα φήσειεν ἄν· κατασοφισμοῦ δέ εἰσι δίκαι κατὰ ἀντίληψιν, ὅτ’ ἂν ὁμολογῇ μὲν πεποιηκέναι κατὰ νόμον, οὐ κατασοφιζόμενος δέ· εἰ γὰρ ἀρνοῖτο μὴ πεποιηκέναι, στοχασμὸς ἡ στάσις· τὸν αὐτὸν τρόπον καὶ αἱ τῆς ἀχαριστίας γραφαί· ἐὰν μὲν αὐτὸς εὖ παθὼν ἀπαιτῆται χάριν ὡς κύριος, ἄλλην ποιήσει στάσιν· ἀναίσχυντον γὰρ τὸ λέγειν, ἐξὸν οὐ ποιῶ· ἐὰν δὲ ἐν οἷς ἄλλος κύριός ἐστι τῆς χάριτος ἕτερος κρίνηται, οὐδὲν κωλύει ἀντίληψιν εἶναι· εἰσὶ δὲ καὶ κακώσεως ἀντιλήψεις· οἷον ζηλότυπος ἀναγκάζει ἀκόσμητον εἶναι τὴν ἑαυτοῦ γυναῖκα καὶ προϊέναι οὕτω· καὶ κρίνεται ὑπ’ αὐτῆς κακώσεως· φήσει γὰρ ἀνεύθυνον εἶναι ἄγειν τὴν ἑαυτοῦ γυναῖκα ὡς βούλεται· καὶ πάλιν· ὡς ἀπὸ ἰδίου ἔθους τῇ γυναικί τις τῇ ἑαυτοῦ συγκαθεύδει μετὰ ξίφους καὶ φεύγει κακώσεως· καὶ περὶ μὲν ἀντιλήψεως τοσαῦτα.
4.647 Περὶ τῶν ἀντιθετικῶν. Συριανο ῦ. Δικαίως τῶν ἀντιθετικῶν αἱ ἄλλαι στάσεις προηγοῦνται· ἐν γὰρ ἐκείναις ἢ τὸ ὅλον ἀρνεῖται ὁ κρινόμενος ἔγκλημα, ἢ τὸ μέρος ἀνεύθυνον εἶναί φησιν, ἅπερ ἐνστάσεώς εἰσιν· ἐν δὲ ταῖς ἀντιθετικαῖς καὶ τέλειον τὸ πεπραγμένον καὶ ἔγκλημα εἶναί φησιν, ἅπερ ἀντιπαραστάσεως. Μινουκιανὸς δὲ καὶ πολλοὶ τῶν τεχνικῶν διῃρημένως ἐμελέτησαν ἀντιθετικὰς καὶ τάξιν αὐτὰς ταύτην ἔθεσαν. Μινουκιανὸς μὲν ἀντιπαράστασιν πρώτην, εἶτα μετάστασιν, ἀντέγκλημα, εἶτα συγγνώμην, ὡς εὐπρεπέστερον καὶ πιθανώτερον ἔχουσαν πρὸς ἀπολογίαν τὸ γενόμενον· ἱκανὸν γὰρ πρὸς τὸ πεῖσαι τὸν ἀκροατὴν ἀντὶ βλάβης τινὸς εὐεργεσίαν γενέσθαι, τὴν δὲ μετάστασιν δευτέραν, ὅτι ὥσπερ ἀνθ’ αὑτοῦ δίδωσί τῳ ἢ τιμωρίαν παρέχειν ἢ τὸ αἴτιον· τὸ δὲ ἀντέγκλημα ἀκόλουθον ὂν τῇ μεταστάσει μετὰ ταύτην τέτακται· δυνάμει γὰρ αὐτὸ τὸ ἀντέγκλημα μετάστασίς ἐστι, διαφέρει δὲ, ὅτι ἡ μὲν μετάστασις ἐπὶ ἕτερον μεταφέρει, τὸ δὲ ἀντέγκλημα ἐπ’ αὐτὸν τὸν παθόντα· τελευταίαν δὲ πᾶσαν τὴν γνώμην, ὡς ἀσθενεστέραν οὖσαν, καὶ ὁμολογούμενον ἔχουσαν τὸ ἀδίκημα καὶ ἐλέου δεομένην· τὴν δὲ τέχνην, τὴν φύσιν μιμουμένην, ἀπὸ τῶν ἰσχυροτέρων ἄρχεσθαι· ἄλλοι δὲ ἀντίστασιν μὲν καὶ ἀντέγκλημα ἐφεξῆς ἔταξαν, μετάστασιν δὲ καὶ συγγνώμην μετ’ αὐτάς· καθότι ἐν ἀμφοτέραις, ἀντιστάσει φημὶ καὶ ἀντεγκλήματι, οὔτε βεβιάσθαι φαμὲν, οὔτε ἄλλο τι, εἰ μὴ ἐπ’ ἐξουσίαν, ἢ ἀξίου ὄντος τοῦ πεπονθότος παθεῖν καταφεύγομεν· ἐν μεταστάσει δὲ καὶ συγγνώμῃ ἀκούσιον αὐτὸ εἶναι λέγομεν· Λολλιανὸς δὲ οὔτε ἐν τῷ ὀνόματι τῶν στάσεων διεῖλεν αὐτὰς, ἀλλὰ μίαν οἶδεν ἀντιθετικὴν στάσιν.
4.648 Ἑρμογένης μέντοι ἀμφοτέρως κέχρηται, καὶ ὑφ’ ἓν ὡς μίαν αὐτὰς διαιρῶν τοῖς αὐτοῖς κεφαλαίοις, ὃ ἕτεροι οὐ ποιοῦσι· καθ’ ἑκάστην διαφορὰν τάττουσι· καὶ ἰδίᾳ ἑκάστην ὡς ἐν τῇ μεθόδῳ. Σωπάτρο υ. Εἰκότως καὶ κατὰ τὴν προσήκουσαν καὶ ὀφειλομένην τάξιν τὰς ἀντιθετικὰς ἔταξε μετὰ τὴν ἀντίληψιν· τῆς γὰρ δικαιολογίας εἰς δύο μερισθείσης, εἴς τε ἀντίληψίν φημι καὶ ἀντίθεσιν, ἡ μὲν ἀντίληψις κατὰ χώραν ἔμεινεν οὐ διαιρουμένη, καθ’ ἑαυτὴν δὲ τυγχάνουσα στάσις· ἡ δὲ εἰς τέσσαρα ὥσπερ ἀπὸ γένους τῆς ἀντιθέσεως εἰς εἴδη τέμνεται· λέγω δὴ τὴν ἀντίστασιν καὶ μετάστασιν καὶ ἀντέγκλημα, καὶ συγγνώμην· διὸ ταύτας μετὰ τὴν ἀντίληψιν ἔταξεν· εἰκότως δὲ καὶ τὴν ἀντίληψιν. μετὰ τὸν στοχασμὸν καὶ τὸν ὅρον, ὁ μὲν γὰρ στοχασμὸς περὶ οὐσίαν ἔχει τὴν ζήτησιν, ἀδήλου παντελῶς ὄντος τοῦ ἐγκλήματος· ἐν δὲ τῷ ὅρῳ μέρος μὲν ὁμολογεῖ, μέρος δὲ ὁ φεύγων ἀρνεῖται· ἡ ζήτησις δὲ περὶ τῆς ἰδιότητος τοῦ πραχθέντος ἐστίν· ἐν δὲ ταῖς ἀντιλήψεσι καὶ ἀντιθετικαῖς τέλειον καὶ ὁμολογούμενον τὸ πρᾶγμα· ἡ δὲ διαφορὰ τῆς ἀντιλήψεως πρὸς τὰς ἀντιθετικὰς, ὅτι ἐν μὲν τῇ ἀντιλήψει ὁμολογῶν ὁ φεύγων τὴν πρᾶξιν οὐκ ἀδίκημα αὐτὴν ὁμολογεῖ, ἀλλ’ ὡς ἀδίκημα προβαλλομένην ὑπὸ τοῦ κατηγόρου, τῷ ἀνευθύνῳ τοῦ πραχθέντος διϊσχυρίζεται καὶ τὴν ἐξουσίαν προβάλλεται· ἐν δὲ τῇ ἀντιθέσει ὑπεύθυνον ὁμολογῶν τὸ πεπραγμένον καὶ αὐτὸς ὁ κρινόμενος καὶ ἄχρι τούτου συντρέχων τῷ κατηγόρῳ, ἀπό τινος τῶν περὶ τὸ πρᾶγμα, δηλονότι τῆς περιστάσεως, τὴν ἀπολογίαν πορίζεται καὶ ἀντιτίθησι, διὸ καὶ ἀντιθετικαὶ ἐκλήθησαν· ἐν γὰρ ταῖς ἀντιθετικαῖς οὔτε ἄρνησίς ἐστι παντελὴς, ὥσπερ ἐν στοχασμῷ, οὔτε ἀμφισβήτησις, ὥσπερ ἐν ὅρῳ, οὔτε περὶ μέλλοντός τινος, ὡς ἐν πραγματικῇ, οὔτε ἀνεύθυνον εἶναι λέγει τὸ προβαλλόμενον ὁ φεύγων, ὥσπερ ἐν ἀντιλήψει· ἀλλ’ ὁμολογεῖ μέν τοι πεποιηκέναι ὡς ἀδίκημα, ἀντιτίθησι δέ τι πρὸς ἀπολογίαν τοῦ ἀδικήματος· ὅλως δὲ ἐν μὲν τῇ ἀντιλήψει, ὅπερ ὁ φεύγων ὡς ἀνεύθυνον προτείνεται, τοῦτο ὁ κατήγορος ἐκ τῆς περιστάσεως ἀνεύθυνον ἀποφαίνειν πειρᾶται· ὥστε ἡ μὲν ἀντίληψις τὸ ἀνεύθυνον ὑπεύθυνον ἐκ τῆς περιστάσεως ἔχει, αἱ δὲ ἀντιθετικαὶ τὸ ὑπεύθυνον ἀνεύθυνον σχεδὸν ἐκ τῆς περιστάσεως ἔχουσιν· ἰστέον δὲ, ὅτι αἱ ἀντιθετικαὶ οὐδὲν ἀλλήλων διαφέρουσι τῇ φύσει τῆς διαιρέσεως· τοῖς γὰρ αὐτοῖς τέμνονται κεφαλαίοις· πλὴν τοῦ ὁμωνύμου αὐτῇ τῇ στάσει· τοῦτο γὰρ ἐν ἑκάστῃ προηγεῖται· ἐν μὲν τῇ ἀντιστάσει μετὰ τὴν τῆς προβολῆς διάνοιαν τὸ ἀντιστατικὸν, ἐν δὲ τῷ ἀντεγκλήματι τὸ ἀντεγκληματικὸν, ἐν δὲ τῇ μεταστάσει τὸ μεταστατικὸν, ἐν δὲ τῇ συγγνώμῃ τὸ συγγνωμονικόν· ἔχουσι δὲ αἱ μὲν τῶν ἀντιθετικῶν τὸ ἑκούσιον, αἱ δὲ τὸ ἀκούσιον· ἀντίστασις μὲν καὶ ἀντέγκλημα ἑκούσιον, μετάστασις δὲ καὶ συγγνώμη τὸ ἀκούσιον· ῥητέον δὲ περὶ ἑκάστης λοιπὸν τὸ ἴδιον· Κοινῇ μὲν οὖν ἁπασῶν τῶν ἀντιθετικῶν ἴδιον παρὰ τὰς ἄλλας στάσεις τὸ εἶναι τὸ πρᾶγμα καὶ τέλειον καὶ ὑπεύθυνον καὶ φανερόν· τὸ δὲ ἑκάστης ἴδιον θεωρητέον· ἢ γὰρ εἰς αὐτὸν ὁ φεύγων τὸ πραχθὲν ἀναδέχεται ὁμολογῶν ἀδίκημα, ἀντιτίθησι δὲ τῷ ἀδικήματι εὐεργέτημα ἐξ αὐτοῦ γενόμενον τοῦ ἀδικήματος, καὶ ποιεῖ ἀντίστασιν· τὸ γὰρ εὐεργέτημα αὐτῷ ἀπολογία γίνεται, φάσκοντι μὴ ἐπὶ κακῷ, ἀλλ’ ἐπὶ συμφέροντι πεποιηκέναι τὸ πραχθέν· ἢ εἰς ἕτερον μεθίστησιν, ὅπερ διχῆ διαιρεῖται, ἢ γὰρ εἰς αὐτὸν τὸν παθόντα μεθίστησιν καὶ ποιεῖ ἀντέγκλημα, ἢ εἰς ἕτερον· τοῦτο δὲ πάλιν διαιρεῖται· ἢ γὰρ εἰς ὑπεύθυνόν τι δυνάμενον γενέσθαι πρᾶγμα ἢ πρόσωπον μεθίστησιν, ἢ εἰς ἀνεύθυνον· ἐὰν μὲν οὖν εἰς ὑπεύθυνον μεταστήσῃ, ποιεῖ μετάστασιν, ἐὰν δὲ εἰς ἀνεύθυνον, τὴν συγγνώμην· τινὲς δὲ ἄλλην ἀκριβεστέραν λέγουσι διαφορὰν μεταστάσεως καὶ συγγνώμης, ἣν καὶ αὐτὸς ὁ τεχνικὸς ὕστερον ἐπισημαίνεται· ἄτοπον δὲ προλαμβάνειν αὐτοῦ καὶ τὸν καιρὸν καὶ τὴν ὑπόσχεσιν· ζητητέον δὲ, διὰ ποίαν αἰτίαν, εἴγε τὸ ἀντέγκλημα εἰς τὸν πεπονθότα ἀναφέρει, ἑκούσιον λέγομεν ἐν τούτῳ τὸ πραχθέν· πρὸς δὲ τοῦτο φαμὲν, ὅτι οὐ λέγει αἴτιον εἶναι τοῦ ἀδικήματος, ἀλλὰ ἄξιον τὸν πεπονθότα τοῦ πάθους· ἄλλο δέ ἐστιν ἄξιον εἶναι τοῦ πάθους φάσκειν, καὶ ἄλλο αἴτιον εἶναι τοῦ ἀδικήματος· πρεπόντως δὲ ὁ τεχνικὸς ἁπάσας συνήγαγε τὰς ἀντιθετικὰς καὶ κοινῇ περὶ αὐτῶν λόγον ἀποδίδωσι, τῶν ἄλλων ἰδίᾳ περὶ ἑκάστης διαλαβών· ἑνὸς γὰρ ὄντος οἶμαι κεφαλαίου τοῦ παραλλάττοντος, τοῦ ἑκάστης ἰδίου τῆς στάσεως, περίεργον τὸ λέγειν περὶ ἑκάστης τὰ αὐτὰ κεφάλαια τιθέμεθα.
4.650 Αἱ ἀντιθετικαὶ διαιροῦνται προβολῇ. Μαρκελλίνο υ. Ἡ προβολὴ πρότασίς ἐστι τοῦ ἐγκλήματος· αὐξητικῶς δὲ ὡς ἐν διηγήσει προαχθήσεται· μεμετρημέναις μέντοι ταῖς αὐξήσεσι χρηστέον ἐν τῇ προβολῇ, τὴν δὲ τελειοτέραν αὔξησιν φυλακτέον τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τοῖς οἰκείοις τόποις τῆς στάσεως· εἴτε ἀντίστασίς ἐστιν, εἴτε μετάστασις, εἴτε ἀντέγκλημα, εἴτε συγγνώμη· γίνεται δὲ ἡ αὔξησις τῇ προβολῇ ἐκ τῶν τῆς περιστάσεως μορίων.
4.651 Ὅρῳ, ἔστιν ὅτε καὶ τοῖς ἑπομένοις τῷ ὅρῳ μέχρι τοῦ πρός τι. Συριανο ῦ. Τὰ ἑπόμενα τῷ ὅρῳ συλλογισμός ἐστιν, ὃς ἐναντίος ἐστὶ τῷ ὅρῳ· γνώμη νομοθέτου εἰς ῥητὸν ἐμπίπτει, πηλικότης, πρός τι· ταῦτα δὲ τὰ δύο, φημὶ τὰ προσεχῆ καὶ αὔξησιν μετ’ ὀλίγον ἐρεῖ· τῶν γὰρ ὁρικῶν κεφαλαίων ἤτοι τῶν ἑπομένων τῷ ὅρῳ τὰ μὲν ἀποδεικτικά ἐστιν, ἃ πρὸς λύσιν τοῦ ὅρου παραλαμβάνεται, ἕως τῆς γνώμης, πηλικότης δὲ καὶ πρός τι αὐξητικὰ τυγχάνει· μεμαθήκαμεν οὖν, ὅτι ὁρικοῦ παραγραφικοῦ τοῦ ἐκ τοῦ πράγματος ἐμπίπτοντος τὰ ἑξῆς πάντα κεφάλαια πρὸς λύσιν τούτου λαμβάνεται. Μαρκελλίνο υ. Ὅρῳ λέγει παραγραφικῷ· σπανίως δὲ ταῦτα ἐμπίπτει, ἐπειδὴ δῆλόν ἐστι τὸ πεπραγμένον· ἐκεῖ δὲ συνεχῶς ἐμπίπτει, ὅπου ἀμφίβολον τὸ πρᾶγμα· ὡς εἰπεῖν γὰρ ἐν τοῖς ἀμφιβόλοις ἐμπίπτει· τοῖς ἑπομένοις δὲ εἶπεν τῷ ὅρῳ, μέχρι γὰρ τούτων ἐν παραγραφικοῦ μοίρᾳ τετάξεται τὰ κεφάλαια· τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους. Διανοί ᾳ . Συριανο ῦ· Διάνοιαν ἐνταῦθα λέγει τοῦ φεύγοντος· τοῦ γὰρ κατηγόρου προβολῇ χρωμένου, ἥ τις ἔχει φάσιν ψιλὴν τοῦ ἀδικήματος, διανοίᾳ λύσει ταύτην ὁ ἐγκαλούμενος· ὅτι μὴ μόνον σκόπει τὸ γεγενημένον, ἀλλὰ καὶ ποίᾳ διανοίᾳ πεποίηκα· εἰ μὲν οὖν κακούργως ἢ ἑκὼν, τιμωρίας ἄξιός εἰμι· εἰ δ’ οὐ κακούργως ἢ ἄκων, ἐπαίνου ἢ συγγνώμης ἄξιος.
4.652 Αὐτῇ τῇ ἀντιθέσει, ἥ ἐστιν ὁμώνυμος τῇ στάσει αὐτοῦ τοῦ ζητήματος, ἀντιστατικῇ ἢ ἀντεγκληματικῇ, ἢ μεταστατικῇ, ἢ συγγνωμονικῇ. Συριανο ῦ. Οἷον ἀλλὰ ἐπὶ συμφέροντι πεποίηκα, ἢ ὅτι ἄξιος ἦν παθεῖν ἢ ὅτι οὐκ ἐγὼ, ἀλλ’ ὁ πρύτανις, ἢ ὅτι φόβῳ ἡττήθην. Ἑτέρᾳ διανοίᾳ. Συριανο ῦ. Αὕτη κοινή ἐστιν ἀμφοτέρων τοῦ μὲν φεύγοντος ἐπαινοῦντος τὴν διάνοιαν ἐφ’ οἷς ἐποίησε τοῦ δὲ κατηγόρου κακύνοντος. Μεταλήψε ι . Συριανο ῦ. Τοῦ κατηγόρου αὕτη· ὅτ’ ἂν γὰρ ἐπαινέσῃ ὁ φεύγων τὸ γεγενημένον, ἢ ὡς χρηστὸν, ἢ ὡς ἄξιον συγγνώμης, ἢ ὡς ἀξίου παθεῖν τοῦ πεπονθότος, ἢ ὡς οὐχὶ αὐτὸς ποιήσας, τῇ μεταλήψει χρήσεται ὁ διώκων· ἐπὶ μὲν ἀντιστάσεως, ὅτι ἄλλως ἐχρῆν δημοσιεῦσαι, ἀνενεγκεῖν τῷ δήμῳ, μὴ αὐτεξουσίως πρᾶξαι· ἐπὶ δὲ ἀντεγκλήματος ἐπὶ τὸ μετριώτερον ἄγει· ὅτι σωφρονίζειν, τύπτειν, ὑβρίζειν, ἀποκηρύττειν· ἐπὶ δὲ μεταστάσεως, διαμαρτύρασθαι, ἐλέγχειν· ἐπὶ δὲ συγγνώμης, ἐπὶ τὸ ἀναγκαῖον, ὅτι καταψεύσασθαι ἢ ἄλλο τι ποιῆσαι ἐχρῆν, οὐ τοῦτο. Πρός τ ι . Συριανο ῦ. Πάλιν ἡ δύναμις τοῦ κεφαλαίου πρόδηλος, ὅτι συγκριτικὴν ἔχει τὴν δύναμιν· καὶ ὁ μὲν κρινόμενος λέξει, μεῖζον εἶναι τὸ εὐεργέτημα τοῦ ἀδικήματος· ὡς ὁ στρατηγὸς ὁ κρινόμενος δημοσίων· λέξει γὰρ, ὅτι μεῖζόν ἐστιν ἡ νίκη τοῦ ἀδικήματος· ὁ δὲ κατήγορος τὸ ἐναντίον, ὅτι μεῖζον τὸ ἀδίκημα τοῦ εὐεργετήματος· καὶ κοινόν ἐστιν ἀμφοτέρων τῶν ἀγωνιζομένων τὸ κεφάλαιον· δεύτερον δὲ τὸ πρός τι παραλαμβάνεται· ἀνωτέρω μὲν πρὸς τὸν ὅρον παραλαμβανόμενον πρὸς λύσιν αὐτοῦ· πρὸς αὐτὸ γὰρ γίνεται τὸ πεπραγμένον ὑπὸ τοῦ διώκοντος μόνου· ἐνταῦθα δὲ ἀμφοτέρων ἐστὶ τὸ κεφάλαιον· ἑκάτερος γὰρ ὁ μὲν τὴν βάσιν μείζονα δεικνύει ὁ κατήγορος, ὁ δὲ φεύγων τὴν εὐεργεσίαν, ὅτ’ ἂν ἀντιστατικὸν ᾖ τὸ ζήτημα· ἂν δὲ ἀντεγκληματικὸν, ὁ μὲν τὴν τιμωρίαν τοῦ ἀδικήματος, ὁ δὲ τὸ ἁμάρτημα ὑπεραίρειν φήσει, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως.
4.653 Ὅρῳ βιαί ῳ . Συριανο ῦ. Καὶ τοῦτο κοινὸν ἀμφοῖν· ἰστέον δὲ, ὅτι τὸ κεφάλαιον τοῦτο ἀεὶ τῷ πρός τι ἀκολουθεῖ· καὶ ἐμπίπτοντος μὲν τοῦ πρός τι τοῦ δευτέρου ἐμπίπτει καὶ αὐτό· ἐκλείποντος δὲ συνεκλείπει· ἐκλείπει δὲ τὸ πρός τι, ἐφ’ ὧν οὐκ ἔστιν εὐεργεσία τὸ πραχθέν· βίαιος δὲ εἴρηται ὅρος, ὅτι ἐν τούτῳ ἑκάτερος τῶν ἀγωνιζομένων βιάζεται· ὁ μὲν δεῖξαι, ὅτι οὐδ’ ὅλως βλάβη γέγονεν, ὁ δὲ, ὅτι οὐδόλως ὠφέλειά τις συνέβη, ὡς ἐπὶ τοῦ στρατηγοῦ ὁ μὲν διώκων ἐρεῖ, ὅτι εἰ τῶν νικώντων ἐστὶ τὸ φυλάξαι τὰ ὄντα καὶ προσλαβεῖν τι τῶν πολεμίων, ἡμεῖς δὲ τὴν οὖσαν ἀσφάλειαν ἀπωλέσαμεν, πῶς οὐχ ἡττήθημεν τὰ τῶν νενικημένων παθόντες· οὕτω δὲ ὁ φεύγων βιάσεται λέγων, ὅτι εἰ κώλυμα τῶν πολεμίων τὸ τεῖχος, τοῦτο δὲ καθαιρεθὲν τὴν νίκην ἐποίησεν, οὐκοῦν οὐ καθεῖλον, ἀλλ’ ἀνέστησα τοῖς ἔργοις τὸ τεῖχος· ἀλλὰ διατί μὴ ἐν ἀρχῇ οὕτως ἰσχυρὸν ὂν τίθεται; ὅτι ἀπίθανον ἦν μήπω συμφέρον δειχθὲν διὰ τῶν ἄλλων κεφαλαίων.
4.654 Θέσε ι . Συριανο ῦ. Μετὰ τοῦτο ἡ θέσις ἀκολουθεῖ πρὸς τὴν μετάληψιν, λέγοντος τοῦ φεύγοντος, ὅτι δεῖ τὸν στρατηγὸν ἢ τὸν ὅντινα δήποτε ᾧ δύναται τρόπῳ τὴν εὐεργεσίαν ἐπιδείκνυσθαι· δύναμιν δὲ ἔχει καὶ ἡ θέσις, τὸ καθολικῶς ἐπιχειρεῖν. Ἑτέρᾳ μεταλήψε ι . Συριανο ῦ. Τοῦ φεύγοντος τῇ θέσει χρωμένου ὁ κατήγορος τῇ δευτέρᾳ χρήσεται μεταθέσει τὸν τρόπον τῆς πράξεως αἰτιώμενος· ἐπὶ μὲν γὰρ τῇ πρώτῃ τὴν πρᾶξιν αὐτῆς μέμφεται, ἐπὶ δὲ τῇ δευτέρᾳ τὸν τρόπον τῆς πράξεως· λέξει γὰρ, ὅτι ἔδει σε μετὰ γνώμης τοῦ δήμου καθελεῖν τὸ τεῖχος, οὐδὲ τοῦτο ἀεὶ ἐμπίπτει, ἀλλ’ ἐπὶ μὲν τῶν δημοσίων ἐμπίπτει, ἐπὶ δὲ τῶν ἰδιωτικῶν οὔ· ὅτε μὴ αὐτοκράτωρ εἴη ὁ στρατηγὸς, μήτε πόῤῥω τῆς πατρίδος τὰ πράγματα· εἰ γὰρ ἀναμένει τοῖς πολίταις μηνύσαι, ἀπολεῖται τὰ πράγματα τῇ μελλήσει. Ἀντιλήψε ι . Συριανο ῦ. Προεῖπεν ἡμῖν, ὅτι ταῦτα τὰ κεφάλαια ἔχεται ἀλλήλων, ἀντίληψις καὶ μετάληψις, καὶ ἔμπαλιν· ἀλλὰ πῶς ἀντίληψις δύναται ἐν ἀντιθετικαῖς ἐμπεσεῖν; πῶς γὰρ ἐρεῖ ὁ ὑπεύθυνος, ὅτι ἐξῆν μοι; ἀλλά φαμεν, ὅτι τότε ἐμπίπτει, ὅ τε τὸ πρόσωπον τὴν ἐξουσίαν αὐχεῖ· οὐ γὰρ ἀπὸ τοῦ πράγματος γίνεται, ἀλλ’ ἀπὸ τοῦ προσώπου· οἷον ὅτι ἐξῆν μοι πατρὶ ὄντι καὶ κυρίῳ τῆς φύσεως πράττειν ὃ βούλομαι, καὶ στρατηγῷ τὸ τεῖχος καθελεῖν καὶ πρεσβευτῇ πράττειν ὃ θέλω.
4.655 Ποιότητι καὶ γνώμῃ. Συριανο ῦ. Ἡ ποιότης καὶ ἡ γνώμη ἐκ πολλῶν πρόδηλον. Ἡ προβολὴ φανερὰ ἀπὸ τῶν συμβεβηκότων. Σωπάτρο υ. Ἡ προβολὴ ἔφαμεν πολλάκις ὅτι ἀφήγησίς ἐστι ψιλὴ τῶν πραγμάτων, κἂν ὁ τεχνικὸς μὴ βούληται· βούλεται γὰρ οὗτος ἀφήγησιν εἶναι μετὰ αὐξήσεως ταύτην, πλὴν εἴθ’ ὡς ὁ τεχνικὸς βούλεται, εἴθ’ ὡς ἡμεῖς· κεφάλαιόν ἐστιν πρῶτον διήγησιν ἔχουσα τῶν πεπραγμένων μετὰ μετρίας αὐξήσεως ἐκ τῶν τῆς περιστάσεως μορίων προαγομένης, τοῦ τε προσώπου φημὶ καὶ τοῦ πράγματος καὶ τῶν λοιπῶν· τὴν γὰρ τελείαν αὔξησιν καὶ πλείστην ἐργασίαν τοῖς οἰκείοις φυλάξομεν κεφαλαίοις· ὡς ἤδη καὶ ἐν ἀντιλήψει δεδήλωται· ἄλλοι δὲ ἕτερόν φασι τὴν προβολὴν, ὃ καὶ κεφάλαιον εἶναι συγχωροῦσιν, ἄλλο δὲ τὴν διήγησιν, ἣν οὐδὲ τοῖς κεφαλαίοις ἀξιοῦσι καταριθμεῖν, ἀλλὰ πρὸ τῶν κεφαλαίων τὴν τοῦ πράγματος ὑπόθεσιν περιέχουσαν· οὐδὲν δέ φησι κωλύει διήγησιν εἶναι τὸ μέρος τῆς ὑποθέσεως μετὰ αὐξήσεως· καὶ οὐ παρὰ τοῦτο, ἐπειδὴ αὔξησιν ἔχει, ἀναιροῦμεν αὐτὸ εἶναι διήγησιν· εἰ γὰρ αὐτὰ ἔχει τὰ γεγενημένα καὶ τῶν πεπραγμένων τὴν ἀφήγησιν, πῶς λέγομεν αὐτὸ κεφάλαιον εἶναι; αὕτη δὲ οὐδὲ ἀεί φησιν ἐμπίπτει, ἀλλ’ ἔσθ’ ὅτε ἐκλείπει ἁπλοῦ τοῦ πεπραγμένου ὄντος· εἰ μὲν οὖν ἐμπίπτει διήγησις, ὥσπερ καὶ ἐπὶ τὸ πλεῖστον εὑρεθήσεται, χρησόμεθα τῷ κεφαλαίῳ τῇ προβολῇ, ἐν προτάσει μόνον κατακλείοντες αὐτὴν, καὶ ὅσον που μετρίως τῶν αὐξητικῶν ἐφαπτόμενοι τόπων· καὶ ἐὰν ἐμπίπτῃ εὐθέως τὸ ὁρικὸν, ἐπὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐλευσόμεθα, ἐφ’ οἷς τὴν ἐργασίαν τῶν τόπων πᾶσαν παρεξόμεθα· ἐὰν δὲ μὴ ἐμπίπτῃ διήγησις, ἀντὶ διηγήσεως αὐξητικῆς μεμετρημένως τῇ προβολῇ χρησόμεθα, ὡς δέδεικται· τίς δὲ ἡ προβολὴ σκοπήσομεν ἐπὶ παραδείγματος· πολιορκουμένης πόλεως στρατηγὸς κατέσκαψε τὸ τεῖχος· νίκη γέγονεν, ἐξελθόντων καὶ μαχεσαμένων, κρίνεται ὁ στρατηγὸς δημοσίων· οὐκοῦν ἡ προβολή· ὅτι μέγα ἠδίκησας κατασκάψας τὸ τεῖχος· καὶ πάλιν ἐπὶ παραδείγματος ἑτέρου· συνεχῶς ἡττωμένων τινῶν ἐν ταῖς ναυμαχίαις καὶ ἐπὶ τοὺς λιμένας καταφευγόντων, ἔχωσε τοὺς λιμένας ὁ στρατηγὸς, καὶ νίκης γενομένης δημοσίων κρίνεται· ἡ προβολὴ ὁμοίως· ἠδίκησας τὴν πόλιν χώσας τοὺς λιμένας καὶ ἀποφράξας· ὅθεν οὐδεὶς εἰςπλευσεῖται τῶν ἐμπόρων καὶ τὰ ἐπιτήδεια κομιζόντων· καὶ ἐφ’ ἑτέρου παραδείγματος· νόμος τὸν ἀχειροτόνητον μὴ στρατηγεῖν· στρατηγῷ συμπαρετάττετο ὁ παῖς· πεσόντος τοῦ στρατηγοῦ ἐπὶ παρατάξεως, ὁ παῖς ἀντιλαβόμενος τῆς στρατηγίας ἐνίκησεν· ἐπανελθὼν κρίνεται παραβάσεως νόμου.
4.656 ἡ προβολή· ἔβλαψας τὰς πόλεις τὸν συνέχοντα ταύτας νόμον ἀτιμάσας· αὐθαίρετος τὴν στρατηγίαν, ἀλλ’ οὐχὶ κρίσει τοῦ νόμου καὶ τοῦ δήμου παραλαβών. Ἀπὸ τῶν συμβεβηκότω ν. Ἅπερ ἡ ὕλη ἔχει τοῦ πλάσματος. Μαρκελλίνο υ. Σημειωτέον, ὅτι ἐὰν μὲν ἐμπίπτῃ διήγησις, εὐθὺς μετὰ τὴν διήγησιν χρησόμεθα τῷ κεφαλαίῳ, τῇ προβολῇ, ἐν προτάσεσιν, εἰ δὲ μὴ ἐμπίπτει, εὐθὺς ἐπὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐλευσόμεθα· ἐφ’ οἷς τὴν ἐργασίαν πᾶσαν τῶν τόπων παρεξόμεθα μετὰ ἀγῶνος· παραδείγματα δὲ θέντες ἐξετάσωμεν τοῦ κεφαλαίου τούτου τῆς προβολῆς τὴν δύναμεν καὶ τὴν χρῆσιν· ἔστω μὲν οὖν ἀντιστάσεως παράδειγμα ὁ στρατηγὸς ὁ ἐμπρήσας τὰς ναῦς, ἐπειδὴ οἱ στρατιῶται κατέφυγον εἰς αὐτὰς, καὶ νίκης γενομένης κρινόμενος δημοσίων.
4.657 ἡ προβολὴ τοίνυν· μεγάλα ἠδίκησας τὸν δῆμον, ἐμπρήσας τὸ ναυτικόν. εἶτα ὑποδιαίρεσις ἐκ διαφορᾶς· πολλοὶ καὶ μέρους τριηρῶν ἀπολωλότος ὑπεύθυνοι δόξαντες εἶναι δίκην ὑπέσχον· νῦν δὲ τὸ ναυτικὸν ἅπαν διέφθαρται· δύνασαι δὲ καὶ ἄλλως μεταχειρίσασθαι τὴν προβολὴν δι’ αὐξήσεως τοὺς νόμους θείς· ἐάν τις ὑφέληται κώπην ἢ σκεῦος ἀπὸ τῶν νεωρίων, θανάτῳ καὶ ἀειφυγίᾳ καὶ δημεύσει ζημιοῖ τοῦτον· ὁ δὲ στρατηγὸς τὰς τριήρεις αὐτὰς ἐμπρήσας, ὑφ’ ὧν ὁ δῆμος ἐσώθη πολλάκις ἐκ τῶν μεγίστων κινδύνων, οὐδὲν ἀδικεῖν φήσει· δύνασαι δὲ καὶ ἄλλως εἰπεῖν· οἱ μὲν ἄλλοι στρατηγοὶ ναῦς ἦγον αἰχμαλώτους ἐς τοὺς ἡμετέρους λιμένας, ὁ δὲ νῦν κρινόμενος στρατηγὸς καὶ τὸ ὑπάρχον τῇ πόλει ναυτικὸν ἀπολώλεκεν, ᾧπερ ἰσχύομεν ἀεὶ καὶ σωζόμεθα, καὶ μετὰ τῆς ἡδίστης ἡμῖν ἐλευθερίας πολιτευόμεθα· οὕτω μὲν ἡ προβολὴ ἐπὶ ἀντιστάσεως· ἐπὶ δὲ ἀντεγκλήματος θέντες τὸ παράδειγμα λέξομεν· ἔστω τοίνυν τοῦτο· ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε καὶ φεύγει φόνου· οὐκοῦν ἡ προβολή· τὸ μέγιστόν σοι πέπρακται τῶν ἀνηκέστων κακῶν· αὐτόχειρ ἐγένου καὶ ταῦτα τοῦ παιδὸς, οὐδὲ τῆς φύσεως φεισάμενος· ἀθέμιτον καὶ μέχρι λόγου μνησθῆναι τὸ δρασθέν σοι κακόν· ἐξεταστέον δὲ καὶ ἐπὶ μεταστάσεως καὶ συγγνώμης τὴν προβολήν· ἐπὶ γὰρ πασῶν τῶν ἀντιθετικῶν ταῦτά ἐστι κεφάλαια καὶ μία διαίρεσις· ἔστω δὲ μεταστάσεως παράδειγμα τοῦτο· νόμος τὸν πρεσβευτὴν λαβόντα παρὰ τοῦ ταμίου τὰ ἐφόδια ἄχρι τῶν τριάκοντα ἡμερῶν ἐξελθεῖν ἐπὶ τὴν πρεσβείαν, πρεσβευτής τις μὴ λαβὼν τὰ ἐφόδια οὐκ ἐξῆλθε καὶ κρίνεται δημοσίων.
4.658 ἡ προβολή· ἠδίκησας τὴν πόλιν τὸν νόμον παραβὰς καὶ παρασχὼν καιρὸν τοῖς πολεμίοις καθ’ ἡμῶν τῷ μὴ πρεσβεῦσαι περὶ ὧν ἠπειγόμεθα. Λεκτέον ἤδη καὶ περὶ συγγνώμης. ὑποκείσθω παράδειγμα τοῦτο· ῥήτωρ αἰχμάλωτος γενόμενος ἠναγκάσθη τῶν τεθνηκότων πολεμίων εἰπεῖν ἐπιτάφιον· ἐπανελθὼν κρίνεται. ἡ προβολή· δεινά σοι τετόλμηται καὶ θανάτου οὐχ ἥττονος τιμωρίας ἄξια, τοὺς ἡμετέρους ἐχθροὺς ἐπαινέσαντι καὶ κολακεύσαντι πολεμίους τοὺς ὅλῃ τῇ πόλει δυσμενεῖς. Τῷ δὲ ὁρικῷ ὅτε ἐμπίπτει ὁμοίως χρησόμεθα, καθάπερ καὶ ἐν ἀντιλήψει προείρηται. Συριανο ῦ. Θαυμάσειεν ἄν τις, εἰ ὅλως ἐμπίπτειν δυνήσεται, πῶς χρήσεται ὁ φεύγων τούτῳ τῷ κεφαλαίῳ, ὁμολογῶν καὶ αὐτὸς τέλειον, πρὸς δὲ καὶ ὑπεύθυνον τὸ πεπραγμένον· τότε γὰρ ὅρῳ δῆλον ὅτι χρησόμεθα, ὅτ’ ἂν ἢ ἀτελοῦς ὄντος τοῦ πεπραγμένου τὴν ἰδιότητα ζητῶμεν, ἢ πάλιν τελείου ὄντος τῷ ἀνευθύνῳ ἰσχυριζώμεθα καὶ λέγωμεν ἐφ’ ἑκατέροις εἶναι τὰς τοιαύτας γραφάς· ἔνθα δὲ τέλειον καὶ ὑπεύθυνον, τίνα χώραν ἔχει ὁ ὅρος; λέγομεν οὖν, ὅτι ἔστιν ὅτε ἐμπίπτει· καὶ οὔτε καθάπαξ ἐκλείπει, οὔτε μὴν ἀεὶ εὑρίσκεται, ἀλλὰ σπανίως· τούτου δὲ αἴτιον τῶν πραγμάτων ἡ φύσις καὶ ἡ τῆς ὕλης περίστασις· τότε γὰρ εὑρίσκεται, ὅταν καὶ τὸ πραχθὲν ἀδίκημα μὲν ὑπὸ τοῦ φεύγοντος εἶναι δοκῇ, μὴ σφόδρα δὲ ἡ πρᾶξις διαβέβληται· μηδὲ πάνυ βλάπτῃ τὸ γενόμενον, ὡς ἐπὶ τοῦδε τοῦ παραδείγματος· ῥήτωρ ἐξεδόθη τυράννῳ· ἔπαινον γράψας τῆς τυραννίδος ἀφείθη· ἐπανελθὼν φεύγει δημοσίων· ἐνταῦθα γὰρ ἀδίκημα μὲν εἶναι δοκεῖ καὶ ὑπεύθυνον τὸ πεπραγμένον· οὐδὲν δὲ προφανῶς ἔβλαψε τὴν πόλιν, ἐνταῦθα τοίνυν καὶ ὅρῳ χρήσασθαι οὐδὲν κωλύει τὸν φεύγοντα· δύναται γὰρ λέγειν· ἐπ’ ἄλλοις αἱ δημόσιαι γραφαὶ, ὅταν τείχη τις καθέλῃ, ὅταν συμμάχους προδῷ· τούτων γὰρ πάντων τὸ πεπραγμένον φανερῶς κουφότερον.
4.659 δοκεῖ δέ τισιν ἀντιληπτικὸν εἶναι τὸ πρόβλημα τοῦτο· ἄλλοι δέ φασιν τότε ἐμπίπτειν τὸν ὅρον, ὅταν μὴ ἀκόλουθον ᾖ τὸ ὄνομα τῆς γραφῆς τῷ ἀντεγκλήματι, ἐὰν γὰρ ἀκόλουθον ᾖ, οὐκ ἐμπεσεῖται· καὶ ὅταν διάφορα πράγματα ὑπὸ τὸ αὐτὸ ἀνάγηται ὄνομα· ἐπὶ μὲν γὰρ τοῦ στρατηγοῦ τοῦ καθελόντος τὰ τείχη καὶ κρινομένου δημοσίων ἐμπεσεῖται· διάφορά τε γὰρ πράγματα ὑπὸ τὸ αὐτὸ πίπτει ὄνομα· καὶ οὐκ ἀκόλουθον τὸ ὄνομα τῷ ἀντεγκλήματι· ἐπὶ δὲ τοῦ ἀριστέως τοῦ τὸν υἱὸν ἑταιροῦντα ἀποκτείναντος οὐκ ἐμπεσεῖται· οὐδὲ γὰρ δύναται ὥσπερ ἐκεῖ λέξειν, ὅτι οὐκ ἔστιν δημόσιον ἀδίκημα τὸ τεῖχος καθελεῖν, ἀλλὰ τὸ ναῦς προδοῦναι, τὸ πόλεις, οὕτω κἀνταῦθα, ὅτι οὐκ ἔστι τοῦτο φόνος· ὡμολόγηται γὰρ, ὅτι ἔστιν· ἄλλοι δέ φασιν, ὅτι σπανίως ἐμπίπτει ἐπὶ τούτων ὁ ὅρος καὶ ἐν μόνῃ τῇ ἀντιστάσει, ἔνθα ἔχομεν ἀγαθὸν καὶ συμφέρον γεγενημένον· καὶ εἰ ἐμπέσῃ, οὐχ οὕτως αὐτῷ χρησόμεθα, ὡς ἐν τῇ ἀντιλήψει, ἀλλ’ ἐν παραγραφικοῦ τάξει· μεμφόμενοι γὰρ ἐροῦμεν, ὡς οὐκ ὀφείλει ἐπὶ κατορθώμασι κρίνεσθαι, οὐδὲ μετὰ νίκην ὁ στρατηγὸς δημοσίων ἀδικημάτων εὐθύνας ὑπέχειν, εἰ μέρος τι τοῦ τείχους κατέσκαψε· διὰ τὸ ἔχειν τοίνυν ἀγαθὸν γεγενημένον, χρησόμεθα αὐτῷ ἐν παραγραφικοῦ μοίρᾳ, ὡς εἴρηται. τινὲς δὲ καὶ ἴσως ἀκριβέστερον οὕτως ἐπεσημήναντο, ὡς ὁ ὅρος ἐπὶ τῶν ἀντιθετικῶν, ἂν μὲν ἰδιωτικὸν ᾖ τὸ πεπραγμένον, οὐκ ἐμπίπτει, δημοσίου δὲ ὄντος ἐμπίπτει· καὶ ἐπὶ τούτων οὐ πάντων, ἀλλ’ ὅτε οὐ σφόδρα τῇ πόλει λυμαίνεται τὸ ἀδίκημα· ὡς ἐπὶ τοῦ ῥήτορος τοῦ αἰχμαλώτου γενομένου καὶ ἀναγκασθέντος ἐπιτάφιον τῶν τετελευτηκότων εἰπεῖν.
4.660 Σωπάτρο υ. Ἰστέον, ὅτι Μητροφάνης φησὶν, ὅταν ἐκλείπῃ ὁ ὅρος καὶ μὴ ἔχῃ περίστασιν τὸ κεφάλαιον, τότε παραγραφικῶς αὐτῷ χρησόμεθα, καὶ παραληψόμεθα καινότερόν τι εἶδος παραγραφικοῦ ἐν τῇ ἀντιστάσει, λέγοντες, ὅτι οὐ δεῖ ἐφ’ οἷς εὐεργετήσας φαίνομαι κρίνεσθαι· πάνυ δὲ θαυμασίως καὶ ἀκριβῶς προσέθηκε τό· καθάπερ ἐν ἀντιλήψει χρηστέον τῷ ὅρῳ· ἀντιδιαστέλλει γὰρ αὐτὸ πρὸς τὴν ἐν ὅρῳ χρῆσιν· ἐν μὲν γὰρ τῷ ὅρῳ περὶ ἰδιότητος οὔσης τῆς ζητήσεως συνεκτικώτατον τὸ κεφάλαιόν ἐστιν· ἐν δὲ τῇ ἀντιλήψει ἅτε τελείου ὄντος τοῦ πεπραγμένου παραγραφικοῦ χώραν ἔχει· αὕτη οὖν, φησὶν, ἁρμόσει ἡ χρῆσις κἀν ταῖς ἀντιστατικαῖς· οὐ γὰρ τὴν ἰδιότητα ζητοῦντες τοῦ πεπραγμένου τῷ ὁρικῷ, εἰ ἐμπίπτοι, χρησόμεθα, ἀλλὰ τὴν κρίσιν δι’ αὐτοῦ διαβάλλοντες· ὅτε οὖν ἐκλείπει, ἀπὸ τοῦ φεύγοντος μὲν ἐκλείπει, εἰσάγεται δὲ ἀπὸ τοῦ κατηγόρου· ἔνθεν καί τινες τῶν τεχνικῶν ἐνόμισαν μηδὲ ἐκλείπειν αὐτὸ παντελῶς, τῷ καὶ ἐκ τοῦ κατηγόρου εἰσάγεσθαι· ἀλλὰ πῶς εἰσάγεται, μάθωμεν ἐπὶ παραδείγματος· οἷον ἐν λιμῷ καὶ πολιορκίᾳ ὁ στρατηγὸς μέρος τι τοῦ τείχους διέκοψε καὶ ἐπεξαγαγὼν τὸν στρατὸν ἐνίκησε, καὶ κρίνεται δημοσίων· ὁρίσεται τοίνυν ὁ κατήγορος ἐνταῦθα οὕτως, ὅτι τοῖς μὲν ἄλλοις, ὅσοι ποτὲ ἠδίκησαν, ἔξεστιν εἰπεῖν, ὡς οὐ δημόσιον ἀδίκημα τὸ γεγονός· τοῦτο δὲ οὐδὲ ἄρνησις δήπουθέν ἐστιν· ὡμολόγηται γὰρ ὅτι δημόσιον· ἡ γὰρ βλάβη τοῦ τείχους τῆς πόλεώς ἐστι κοινή· καὶ ἐπὶ μεταστάσεως πάλιν, οἷον ἐπὶ τοῦ πρεσβευτοῦ· ὁ ὅρος ὁμοίως, ὅτι οἱ μὲν ἄλλοι δύνανται λέγειν ὡς οὐ δημόσιον τὸ ἀδίκημα, ἐν τούτῳ δὲ οὐ δυνατόν· ὅ τε γὰρ πρεσβευτὴς δημόσιον πρόσωπον, ἥ τε χρεία δημοσία δι’ ἣν ἐξῄει, ὥστε ἀπ’ ἀμφοῖν, καὶ ἀπὸ τοῦ προσώπου καὶ ἀπὸ τῆς χρείας δηλονότι, δημόσιον· τὸ γὰρ ὑπὲρ τοῦ κοινοῦ γινόμενον, ἀμελούμενον, πᾶσιν ἐστὶ βλαβερόν, ὥσπερ κατορθούμενον πάσῃ τῇ πόλει λυσιτελεῖ· ὧν γὰρ αἱ ὠφέλειαι κοιναὶ, τούτων καὶ αἱ ἀμέλειαι καὶ αἱ ζημίαι καὶ αἱ βλάβαι κοιναί· καὶ ἐπὶ ἀντεγκλήματος πάλιν ζητητέον, πῶς ἐμπίπτει ὁ ὅρος· οἷον συνεχῶς ἀφισταμένην πόλιν ἐπέμφθη χειρωσόμενος ὁ στρατηγός· ἑλὼν κατέσκαψε καὶ δημοσίων φεύγει· ὁ τοίνυν ὅρος· οὐ δύνῃ λέγειν, ὡς οὐ δημόσιον τὸ γεγονός· πόλις γὰρ ἡ παθοῦσα καὶ κοινῇ πᾶσαν ἔβλαψας τὴν πέμψασάν σε πόλιν· ἀπεστέρηκας γὰρ αὐτὴν συμμαχίδος καὶ ὑπηκόου πόλεως· καὶ ἀντὶ τῆς διορθώσεως τὸ μηκέτι ἀποστῆναι παντελῶς ἀπολώλεκας, καὶ εἰς τὸ χεῖρον ἡμῖν τὸ πρᾶγμα περιέστησας· ὥστε μηδὲ κεκτῆσθαι τοῦ λοιποῦ· ἆρα γὰρ οὐκ ἄμεινον, ἔχειν μὲν, ἁμαρτανούσης δὲ πρὸς ὀλίγον ἀνέχεσθαι, ἢ καθάπαξ ἀποβαλέσθαι, ὥστ’ οὐχ ἕξεις εἰπεῖν, ὡς οὐ δημοσίαν ἤνεγκε τοῦτο ζημίαν τῇ πόλει, τὸ πόλεως ὅλης στερηθῆναι· οὐχ ἑνὸς γὰρ ἀνδρός ἐστιν ἡ κατασκαφεῖσα πόλις, ἀλλὰ τοῦ κοινοῦ· εἰ τοίνυν ἡ κτῆσις τοῦ κοινοῦ δημοσία, ταὐτὸν τρόπον ἡ στέρησις.
4.661 Ἐμπίπτει κἀν τῇ συγγνώμῃ ὁ ὅρος, ὡς ἐπ’ ἐκείνου· μήτηρ ἀριστέως πεσόντος ἐν τῇ μάχῃ τοῦ υἱοῦ ἐξῆλθε χοὰς ἐποίσουσα τῷ ἀριστεῖ· συνελήφθη ὑπὸ τῶν πολεμίων καὶ βασανισθεῖσα τὰ ἀπόῤῥητα ἐξεῖπεν, ἀνέζευξαν οἱ πολέμιοι καὶ δημοσίων φεύγει· ἔστιν τοίνυν ὁ ὅρος· οὐκ ἐξόν σοι λέγειν, ὡς οὐ δημόσια ἠδίκηκας, προέδωκας γὰρ τὴν πόλιν· ἄλλως τε μήτηρ ἀριστέως οὖσα· προδοσία δὲ καὶ ἐκφορὰ τῶν ἀποῤῥήτων κοινὸν καὶ οὐ καθ’ ἑνὸς ἀδίκημα· ὅσον γὰρ ἐπὶ σοὶ τὴν πόλιν ἀπολώλεκας, προδοῦσα τὰ ἀπόῤῥητα· εἰ δὲ ἀνέζευξαν οἱ πολέμιοι, τῆς τύχης τὸ ἔργον· σὺ δὲ ὅσον ἧκεν εἰς τὸ σὸν μέρος διέφθειρας αὐτήν· εἷλον γὰρ ἂν αὐτὴν οἱ πολέμιοι, μαθόντες τὰ ἀπόῤῥητα, καὶ οὐδὲν ὑπῆρχεν ἔτι τὸ σῶζον, πλὴν ἐκ παραδόξου θεοί· ἡμῶν δὲ οὐδεμία τίς ἐστι παρασκευὴ καὶ τέχνη, τὰ ἰσχυρὰ τῆς πόλεως καὶ οἷς ἐσωζόμεθα τῶν πολεμίων ἀκηκοότων· οὕτω μὲν οὖν ἀπὸ τοῦ κατηγόρου· ἀπὸ γὰρ τοῦ φεύγοντος ἐπὶ τῶν τοιούτων παντάπασιν ἐκλείπει, ὡς ἤδη εἴρηται.
4.662 Καὶ μετὰ τὴν αὔξησιν δηλαδὴ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστίν. Συριανο ῦ. Τὸ ἀπ’ ἀρχῆς ἄχρι τέλους λύσις ἐστὶ τῆς διανοίας, ἃ προβάλλεται ὁ κατήγορος φάσκων, ὅτι φανερῶν τῶν ἀδικημάτων ὄντων, ἄτοπον ἐξετάζειν τὴν γνώμην. Σωπάτρο υ. Ἀναγκαίως μετὰ τὴν πηλικότητα καὶ τὸ πρός τι, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· αὔξων γὰρ ὁ κατήγορος τὸ πραχθὲν δῆλον ὅτι θήσει αὐτὰ καὶ τοῖς παρακολουθοῦσι τόποις χρήσεται· παρακολουθεῖ δὲ τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὡς ἤδη προείρηται, τὰ περιστατικὰ καλούμενα, ἀφ’ ὧν αὔξοντες τὰς ἀφορμὰς ληψόμεθα· εἰ δὲ μὴ ἐμπίπτοι τὸ ὁρικὸν, εὐθέως μετὰ τὴν προβολὴν συνάψομεν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἐν μὲν τῇ προβολῇ ὥσπερ προτάσεις τιθέντες, ἐνταῦθα δὲ τὰς κατασκευὰς συνάπτοντες, οὐκέτι διηγηματικῶς, ἀλλ’ εἰς ἕκαστον ἐπιχειροῦντες οἷον ἐπὶ τοῦ Ἀρχιδάμου, ὃς ἐμβαλὼν εἰς τὴν Ἀττικὴν λοιμῷ τῶν Ἀθηναίων καμνόντων, πρὸ τοῦ δῃῶσαι τὴν γῆν ἀνεχώρησεν· ἐκθέμενοι γὰρ ἐν τῷ τῆς προβολῆς τόπῳ, ὅτι ἀθροισθέντος τοῦ στρατοῦ καὶ τῶν συμμάχων ἁπάντων συναχθέντων καὶ κινηθέντων γενόμενος ἐν αὐτῇ τῇ Ἀττικῇ ἄπρακτος ἀνεχώρεις, εὐθὺς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐπάξομεν ἀπὸ τῶν τόπων τῆς περιστάσεως ἐπιχειροῦντες· χρόνου μὲν, ὅτι τότε ἀνεχώρεις, ἡνίκα καιρὸς ἦν μάλιστα ἐπιθέσθαι Ἀθηναίοις· πράγματος δὲ, καὶ ἐκ τοῦ ῥᾴστου ἐνῆν περιγενέσθαι τοῦ πολέμου ἔκ τε τῆς νόσου καὶ τῶν κατὰ τὸν πόλεμον πονουμένων· νῦν δὲ παρέσχεν αὐτοῖς σωτηρίας καιρὸν καὶ τοῦ αὖθις ἀναλαβόντας ἑαυτοὺς ἐκ τοῦ ἴσου τὸν ἀγῶνα πρὸς ἡμᾶς καταστήσασθαι.
4.663 Ἰστέον δὲ, ὅτι ἐν ταῖς ἀντιθετικαῖς καὶ ταῖς ἄλλαις στάσεσι, πλὴν στοχασμοῦ, τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶν αὐτὰ τὰ ἐγκλήματα, περὶ ὧν ἡ κρίσις καὶ ἡ κατηγορία· ἐν δὲ τῷ στοχασμῷ τὰ σημεῖα τοῦ ἐγκλήματός ἐστι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. Μαρκελλίνο υ. Εἴπομεν, ὅτι οὐκ ἀεὶ τὸ ὁριστικὸν ἐμπίπτει, καθὰ καὶ ὁ τεχνικὸς ἐπεσημήνατο. ἀμέλει ἐν τῷ ἀριστεῖ τῷ πορνεύοντα τὸν υἱὸν ἀποκτείναντι καὶ φόνου κρινομένῳ οὐκ ἐμπέπτωκεν· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ἐκεῖ ἐμπίπτει, ὅπου δημοσίων φεύγει τίς· ὁ δὲ ἀριστεὺς φόνου φεύγει, οὐ δημοσίων· οὐκοῦν ἐπειδὴ οὐκ ἐμπίπτει ἐν τούτῳ ὁ ὅρος, μετὰ τὴν προβολὴν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κατασκευάσεις· ἔστι δὲ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐνταῦθα οὐχ ὡς ἐν στοχασμῷ τὰ σημεῖα τοῦ ἐγκλήματος, ἀλλ’ αὐτὸ τὸ ἔγκλημα μετὰ κατασκευῆς καὶ πίστεως· οὐχ ὥσπερ ἐν τῇ προβολῇ ἐν διηγήσει καὶ προτάσεως τάξει· αὕτη γὰρ διαφορὰ προβολῆς καὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτι ἐν μὲν τῇ προβολῇ προτείνεις μόνον καὶ ἐν τάξει διηγήσεως προάγεις τὸ ἔγκλημα, ἐν δὲ τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους μετὰ κατασκευῆς καὶ πίστεως καὶ παραδειγμάτων καὶ ὅσα ἕπεται τῷ ἀγῶνι· ἀπὸ τούτων γὰρ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἡ πᾶσα συνίσταται ζήτησις· ὕλη γάρ ἐστι τῆς κρίσεως τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· αὐτὰ γάρ ἐστι τὰ πράγματα καὶ ἐγκλήματα, ἀφ’ ὧν ἡ πᾶσα συνίσταται, ὅπερ εἴπομεν, ζήτησις· καὶ ἐν αὐτοῖς αὔξεις λοιπὸν καὶ ἐξαίρεις τὸ ζητούμενον.
4.664 Πρὸς ἃ τῇ διανοίᾳ ὁ φεύγων χρήσεται· παράδειγμα δὲ ἔστω τόδε· ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀπέκτεινε καὶ φόνου φεύγει· τὸ μὲν οὖν ὁριστικὸν οὐκ ἐμπέπτωκε· μετὰ δὲ τὴν προβολὴν θήσει ὁ κατήγορος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἐπειδὴ μὴ ἐμπέπτωκε τὸ ὁριστικόν· πρὸς ἃ ὁ φεύγων τῇ διανοίᾳ χρήσεται, ἀξιῶν μὴ τὸ γεγονὸς μόνον ἐξετάζειν, ἀλλὰ καὶ μεθ’ ἧς γνώμης. πρῶτον μὲν, ὅτι οὐ δύσνους ὢν οὐδὲ ἐπιβουλεύων τῷ παιδί· ἔπειτα, ὅτι ἄκων μὲν, ἀναγκαίως δέ. Μαρκελλίνο υ. Ἡ διάνοια ἐκ τῶν ἐγκωμιαστικῶν γίνεται· ὥσπερ γὰρ ἐν στοχασμῷ ἡ βούλησις διὰ τῶν ἐγκωμιαςτικῶν κατασκευάζεται, οὕτω κἀνταῦθα ἡ διάνοια ἀπὸ τῶν ἐγκωμιαστικῶν τὴν κατασκευὴν ἔχει, κἂν μὲν ὡρισμένον ᾖ τὸ πρόσωπον, ἀπὸ πάντων εὑρήσεις τῶν ἐγκωμιαστικῶν, πατρίδος καὶ γένους καὶ τῶν ἑξῆς· εἰ δὲ μὴ εἴη κύριον, ἀπὸ τοῦ πράγματος τοῦ πεπραγμένου· οἷον ἐπὶ τοῦ στρατηγοῦ τοῦ καθελόντος τὸ τεῖχος ἀπὸ τοῦ νικῆσαι κατασκευάσεις τὴν διάνοιαν, ὅτι οὐ φαύλῃ διανοίᾳ ἔπραξεν, ὡς ἔδειξεν ἡ γνώμη, μεθ’ ἧς γνώμης· καθολικὴ δὲ παράδοσις αὕτη, τὰς διαβεβλημένας τῶν πράξεων τῇ διανοίᾳ τοῦ πράξαντος συστῆσαι, λέγοντας, ὅτι μὴ ψιλὸν αὐτὸ καθ’ αὑτὸ ἐξέταζε τὸ γεγονὸς, ἀλλὰ καὶ μεθ’ ἧς γνώμης ὁ πράξας πέπραχεν· ὅτι οὐ δύσνους ὢν οὐδὲ ἐπιβουλεύων καὶ ἑξῆς.
4.665 Σωπάτρο υ. Ἡ διάνοια τοῦ φεύγοντός ἐστιν, ἐν ᾗ ἀξιώσει μὴ μόνον τὸ πεπραγμένον σκοπεῖν, ἀλλὰ καὶ τὴν γνώμην ἐξετάζειν, μεθ’ ἧς πέπραχεν· ὅτι οὐκ ἐπιβουλεύων, οὐ βλάψαι θέλων, ἀλλ’ ἐπειδὴ κατέφυγον εἰς τριήρεις οἱ στρατιῶται τὴν παράταξιν καὶ τὴν μάχην καταλιπόντες· ἐξ οὗ συνέβαινε, τὰ μὲν ἡμετέρα ἀσθενῶς ἔχειν καὶ ἀδόξως, τὰ δὲ τῶν πολεμίων ἰσχυρὰ καὶ ἔνδοξα, ἐπικρατούντων οὐ διὰ τὴν σφετέραν ἀρετὴν, ἀλλὰ διὰ τὴν ἡμετέραν κακίαν· ἡμεῖς γὰρ αὐτοὺς εἰς νίκην προετρέπομεν ἐξιστάμενοι τοῦ ἀγῶνος καὶ τὴν ἐρήμην αὐτῶν παρέχοντες νίκην· καὶ ἐπὶ τοῦ ἀντεγκλήματος ἡ διάνοια πάλιν τοιαύτη· ἐρεῖ ὁ πατὴρ, μὴ σκόπει μόνον τὸν φόνον, ἀλλὰ καὶ μεθ’ ἧς ἀπέκτεινα γνώμης, ὅτι οὐ μισῶ τὸν υἱόν· οὐδεὶς γὰρ ὃν ἐποίησεν αὐτὸς ἀποστρέφεται· φιλεῖν δὲ μᾶλλον ἡ φύσις καταναγκάζει· ἀλλὰ τῆς ἀδοξίας ἕνεκα τοῦ παιδὸς καὶ αἰσχύνης ἐν σωφροσύνῃ θέλων εἶναι τὸν παῖδα καὶ ἀπηλλάχθαι τῆς ἐπηρτημένης αἰσχύνης. Συριανο ῦ. Καθολικὸν ἡμῖν τοῦτο παραδέδοται θεώρημα, ὅτι τὰς διαβεβλημένας πράξεις διὰ τῆς τοῦ πεποιηκότος διανοίας συστήσομεν καὶ τοὐναντίον τὰς χρηστὰς τῶν πράξεων εἰ διαβάλλειν ἐθέλομεν, διὰ τῆς αὐτῆς αὖθις διανοίας δυνησόμεθα, ἀντιτάττοντες αὐτὴν τῇ πράξει, καὶ ἀξιοῦντες τὴν γνώμην ζητεῖν τοῦ πράξαντος, ἀλλ’ οὐ ψιλῶς ἀφορᾷν πρὸς τὸ πεπραγμένον· συστησόμεθα δὲ τοῦτο θετικῶς λέγοντες, ὅτι πᾶσα πρᾶξις ἐκ τῆς προαιρέσεως δοκιμάζεται· οἷον ὡς ἐπὶ τοῦ τρισαριστέως τοῦ τὸν παῖδα ἀποκτείναντος· ἐπειδὴ γὰρ οὗτος ἀποκέκλειται πάσης ἀπολογίας, φόνος γὰρ παιδὸς τὸ πραχθὲν, ἀναγκαίως ἐπὶ τὴν διάνοιαν καταφεύξεται.
4.666 τίς οὖν ἡ τῆς διανοίας ἐργασία, αὐτὸς ἡμῖν ὁ τεχνικὸς δεδήλωκεν· πρῶτον μὲν γὰρ ἀξιώσει, φησὶ, μὴ τὸ πεπραγμένον ψιλῶς ἐξετάζειν, ἀλλὰ καὶ μεθ’ ἧς πέπραχε γνώμης· ἔπειτα δὲ λύει πόῤῥωθεν τὰς αἰτίας, ἃς ἂν εἰκότως τις ὑποπτεύσειεν· ὅτι οὐ δύσνους ὢν τῷ παιδὶ τοῦτο πεποίηκεν, οὐδ’ ἀπαλλαγῆναι πάλιν βουλόμενος, οὐδ’ ἀπαιδίᾳ συνέχεσθαι σπουδάζων ἄσμενος νῦν ἐπὶ πέρας ἤγαγον τὸ βούλημα· οὐ μὴν οὐδὲ ἄλλως ἐπεβούλευον τῷ παιδὶ, ἀνόητον γάρ. χρὴ δὲ τοῦτο παρατηρεῖν, ὅτι ἐν τῷ ἀναιρεῖν τὰς αἰτίας ἐμφαντικωτέροις τοῖς ὀνόμασι προσήκει χρῆσθαι, ἃ λεχθέντα οἷά τέ ἐστι κινῆσαι πρὸς τὸ μὴ ἑκόντα ὑποληφθῆναι πεποιηκέναι τὸ πραχθέν· κἀκεῖνο δὲ χρὴ ὁμοίως παραφυλάττεσθαι, ἵνα μὴ αἱ αἰτίαι, ἃς προαναιρεῖν ἐπιχειροῦμεν, ἀπίθανοι δοκῶσιν, ἀλλ’ ἵνα πρὸς τὸ προκείμενον ἁρμόζωσιν, ὡς ἐπὶ τοῦ τὸν παῖδα ἀποκτείναντος· τὸ γὰρ δύσνουν εἶναι τὸν πατέρα τῷ παιδὶ φύσει κεκώλυται· πάλιν τὸ ἀπαλλαγῆναι βούλεσθαι πῶς οὐκ ἄτοπον; ὁ γὰρ παιδοτροφίαις δαπανηθεὶς καὶ παιδοποιησάμενος οὐκ ἂν μετὰ τοὺς μόχθους ἀπαλλαγῆναι βούλοιτο τοῦ παιδός· οὐκ ἀποχρήσει δὲ τῷ φεύγοντι πρὸς ἀπολογίαν δηλονότι μόνον ἐκβάλλειν τὰς ὑποπτευομένας αἰτίας, ἀλλ’ ἀνάγκη καὶ τὴν ἀληθῆ αἰτίαν, δι’ ἣν πέπρακται τὸ πεπραγμένον, προστιθέναι· εὔπορα γὰρ ἔσται τῷ φεύγοντι τὰ τῆς ἀπολογίας, ὅταν πάσας προανελὼν τὰς αἰτίας τὰς ἀπιθάνους καὶ ψευδεῖς τὴν ἀληθῆ ἀντεισάξῃ· οἷον εἰ λέγοι, ὅτι οὐ διὰ τόδε πεφόνευκα, ἀλλὰ διὰ τόδε· διόπερ ἀληθῶς πεφόνευκε· τὸ μὲν γὰρ ὑπεξαίρεσις ἄλλων τυγχάνει· οὔπω δὲ ἡ αἰτία ἀληθὴς τῆς πράξεως, τὸ δὲ θήσει ὡς ἀληθῆ καὶ οἰκείαν τῆς πράξεως αἰτίαν· τοῦτο δὲ διὰ τῆς ἀντιθέσεως δηλώσει καὶ κατασκευάσει· ἀντιθήσει γὰρ τῇ γνώμῃ τὴν πρᾶξιν, ὅθεν ἡ γενικὴ στάσις ἀντίθεσις εἴρηται.
4.667 Παραληπτέον δὲ τὴν διάνοιαν κατὰ τρόπους ὀκτώ· πρῶτον μὲν γὰρ διηγηματικῶς τὴν γνώμην ἐκθήσομεν· οἷον ὅτι βουλευομένῳ μοι, ὡς ἂν περιγενώμεθα τῶν ἐχθρῶν, τουτὶ μόνον ἄριστον πρὸς νίκην ἐφαίνετο βούλευμα· δεύτερον δὲ τοὺς δικαστὰς ἐπὶ τὴν διάνοιαν προσάξεται, ὅτι καὶ ἡμᾶς ἄξιον ἐνθυμηθῆναι τὸν τότε καιρὸν καὶ ἰδεῖν, ὡς οὐκ ἐνῆν ἄλλως νικᾷν· τρίτον ἀνελεῖν δεῖ τὰς αἰτίας· τέταρτον πιστώσασθαι δεῖ τὴν διάνοιαν ἀπὸ τῆς τοῦ προσώπου ποιότητος, ὅτι οὐκ ἂν στρατηγὸς ὢν καὶ παρὰ τῆς πόλεως τιμηθεὶς κατεφρόνουν τῆς νίκης· πέμπτος τρόπος ὁ ἀπὸ τῆς κρίσεως τοῦ δήμου· ὅτι καὶ ὑμεῖς οὐκ ἄλλην περὶ ἐμοῦ γνώμην ἔχοντες στρατηγὸν ἐχειροτονήσατε· ἕκτος, ἀπὸ τῶν οἰκείων παραδειγμάτων, εἰ ἔχει τινὰ δι’ ἑαυτοῦ διεξιέναι καλά· οἷον χρημάτων εἰσφορὰς, πολέμων νίκας, αὐθαιρέτους κινδύνους· ἕβδομον ἀπὸ τοῦ ἐναντίου κατὰ τὴν πιθανὴν ἀπολογίαν ἐπιχειρήσει, ὅτι εἰ ἐβουλόμην τινὰ προέσθαι τῆς πόλεως, ἦν τις καὶ ἄλλος τρόπος ἐπιβουλῆς, δι’ οὗ λαθεῖν ἠδυνάμην· εἶτα ἐν τούτῳ δεῖ καὶ παραδείγμασιν οἰκείοις χρήσασθαι καὶ ἀλλοτρίοις· ὅτι ὁ δεῖνα καὶ ὁ δεῖνα λεληθότως καὶ οὐ φανερῶς ἐπεβούλευσαν, τῇ πόλει· εἰ δέ τις ζητοίη, πῶς τὸν ἀπὸ τῶν παραδειγμάτων τοῦτον τὸν τρόπον ὄγδοον ἔταξεν, ὥσπερ ἕκτον τρόπον εἶπεν τὸν ἀπὸ τῶν ἰδίων παραδειγμάτων, ἐροῦμεν, ὡς ἐκεῖνα μὲν κεχωρισμένα τοῦ ἑαυτῶν τρόπου ἰδίας ἔτυχε τάξεως· ἡ γὰρ τῶν δικαστῶν κρίσις ἄλλο τι καθέστηκε παρὰ τὰ κατωρθωμένα ἡμῖν· ταῦτα δὲ τὰ ἀπὸ τοῦ ἐναντίου τρόπου συμπλέκεται εἰκότως· τὸ γὰρ ἐναντίον ἀφ’ ὧν οὐκ ἐπράξαμεν λαμβάνεται· ἔτι δὲ καὶ τὰ παραδείγματα ὁμοίως οὐκ ἀφ’ ὧν ἡμεῖς ἀλλ’ ἀφ’ ὧν ἄλλοι πεποιήκασι λαμβάνεται· ὄγδοος τρόπος κατὰ τὸ ἀναγκαῖον· ὅτι οὐδὲ ἐνῆν ἄλλως νικᾷν, εἰ μὴ οὕτω· διαφέρει δὲ οὗτος τοῦ πρώτου· ὅτι ἐν μὲν τῷ πρώτῳ καλὸν ἐφαίνετο, ἐνταῦθα δὲ καὶ ἀναγκαῖον· ἀναγκαῖον δέ ἐστιν, οὗ ἑκτὸς οὐδὲν δυνάμεθα· ὥσπερ δὲ καὶ ἐπὶ τοῦ ἀντεγκλήματος ἐξητάσαμεν τὴν διάνοιαν, οὕτω καὶ ἐπὶ ἀντιστάσεως· ὑποκείσθω παράδειγμα τοῦτο· ἐν λιμῷ καὶ πολιορκίᾳ συμβουλεύων ὁ στρατηγὸς ἐξιέναι καὶ μάχεσθαι οὐκ ἔπεισε· διέκοψε λαθὼν μέρος τοῦ τείχους· καὶ νενικήκασι μὲν ἐξελθόντες, δημοσίων δ’ ὁ στρατηγὸς ὕστερον φεύγει· οὐκοῦν καὶ ἡ διάνοια μετὰ τοῦ τρόπου καὶ τῆς αἰτίας ἐξετασθήσεται· καὶ εἰσάξομεν κατὰ συνδρομὴν διαιροῦντες δίχα· ἐρεῖ τοίνυν, εἰ μὲν ἐπιβουλεύων τῇ πόλει καὶ κακὸν ἐργάσασθαι βουλόμενός τι τὸ τεῖχος διεῖλον, ἢ ὅπερ ἂν ὑπόθεσις διδῷ, εἰκότως κρίνομαι· εἰ δὲ τῆς πολιορκίας ἀπαλλάξαι, καὶ τοῦ κρατῆσαι τῶν πολεμίων, οὐ κρίσεως οὐδὲ μέμψεως τὰ κατ’ ἐμὲ ἄξια, ἀλλὰ τοῦ τιμᾶσθαι καὶ δωρεᾶς τυγχάνειν· εἰ μὲν γὰρ καθ’ ἑαυτὸ τὸ πραχθὲν ἐξετάζειν τις βούλοιτο, οἷον ὅτι τὸ διελεῖν τὸ τεῖχος δεινὸν, καιρὸν ἂν τοῦτο διαβάλλειν ἔχοι· εἰ δὲ καὶ τὴν γνώμην, μεθ’ ἧς καὶ τὴν αἰτίαν, δι’ ἣν σκοπήσειε, τίς ἂν εὕροι μείζω ταύτης εὐεργεσίαν; κἀνταῦθα δὲ πάλιν τὰς αἰτίας τὰς παρακειμένας ἀναιρήσομεν καὶ προλύσομεν τὴν δευτέραν διάνοιαν, ἣν ὁ κατήγορος ἐξετάσει, ὅτι οὐ διὰ προδοσίαν ἢ δι’ ἐπιβουλὴν οὐδὲ τὸ βούλεσθαι χαρίζεσθαι τοῖς πολεμίοις τὸ τεῖχος διέκοψα, ἀλλ’ εὐνοίᾳ τῇ πρὸς ὑμᾶς· ἐρεῖ δέ τις, ἀλλ’ οὐ πάντως τοῦτο πιθανὸν, πολλοὶ γὰρ πολλάκις στρατηγοὶ προδεδώκασι· τί οὖν ἐπὶ τούτῳ ποιήσομεν; τῇ ἄλλῃ ἐργασίᾳ κατασκευάσομεν τὸ πιθανόν· περιθήσομεν γὰρ ποιότητά τινα τῷ στρατηγῷ ἀπὸ τῆς νίκης καὶ τοῦ κατορθώματος, ἀναπλάσαντες προσώπου ποιότητα· τοῦτο γὰρ αὐτὸς ἡμῖν ὁ τεχνικὸς ἐν προοιμίοις τῆς τέχνης παραδέδωκε τὸ θεώρημα, ὡς, ἐὰν ἐν τοῖς ἄλλοις ἀπορῶμεν, ἐκ τῶν ὑποκειμένων πράξεων ποιότητα τοῖς προσώποις ἀναπλάσασθαι χρή.
4.669 περιθήσομεν τοίνυν κἀνταῦθα τῷ στρατηγῷ γενναίου τινὸς καὶ φιλοπόλιδος ἀνδρὸς ποιότητα καὶ δόξης ἐραστοῦ λέγοντες, οὐκ εἰκὸς τὸν φιλόπολιν καὶ δόξης ἐραστὴν προδότην ἐθέλειν ἀντὶ νικηφόρου κληθῆναι καὶ εἰς ἀγεννὲς οὕτω σχῆμα καὶ ταπεινὸν κατελθεῖν· ὥστε τὴν πατρίδα τοῖς πολεμίοις ὑποχείριον ποιῆσαι. Ἐπειδὴ μὴ ἐμπέπτωκε τὸ ὁριστικό ν. Γνωστέον τοῦτο, ὅτι ὅταν μὴ ἐμπέσῃ τὸ ὁριστικὸν, οὐ γὰρ δύναται ὁρίσασθαι ὡς οὐκ ἔστι τοῦτο ἀδίκημα, τῷ παραγραφικῷ χρήσεται, καὶ μάλιστα ὅταν ἔχωμεν εὐεργέτημα. Εἶτα ἡ ἀντίθεσις ἐνταῦθα ἀντεγκληματικὴ ἐμπέπτωκεν, ὅτι ἄξιος ἦν· καὶ τόπον ἐρεῖ κατὰ πόρνου· ἐν πάσῃ γὰρ ἀντιθέσει ἀντεγκληματικῇ ἀντίθεσις τοπικὴ γίνεται. Μαρκελλίνο υ. Ἀντίθεσιν λέγει τὸ ἀντιθετικὸν, ὥσπερ ἐν στοχασμῷ ἀντίληψιν καὶ μετάληψιν ἐκάλεσε τὸ ἀντιληπτικὸν καὶ μεταληπτικόν· γενικῶς δὲ εἶπεν ἡ ἀντίθεσις, τουτέστι τὸ ἀντιθετικὸν, ἐπειδὴ γένος ἡ ἀντίθεσις τῶν τεσσάρων στάσεων· εὑρίσκεται δὲ τὸ ἀντιθετικὸν πρὸς τὴν στάσιν, ἐὰν ἀντίστασις ᾖ, ἀντιστατικόν· ἐὰν ἀντέγκλημα, ἀντεγκληματικόν· ἐὰν μετάστασις, μεταστατικόν· ἐὰν συγγνώμη, συγγνωμονικόν· ἐὰν μὲν γὰρ ὁμολογῇ μὲν πεποιηκέναι ὃ κατηγορεῖται· λέγῃ δὲ ἐπὶ συμφέροντι πεποιηκέναι καὶ ἀντιτιθῇ τῷ ἀδικήματι εὐεργέτημα, ἀντιστατικὴ γίνεται ἀντίθεσις· ἀντίστασις ἄρα καὶ ἡ στάσις· ἐὰν δὲ ὁμολογῇ μὲν πεποιηκέναι, ἀντεγκαλῇ δὲ τῷ παθόντι ὡς ἀξίῳ παθεῖν, ἀντεγκληματικὴ ἡ ἀντίθεσις, ἀντέγκλημα ἡ στάσις· ἐὰν δὲ μεθίστησι τὴν αἰτίαν εἰς ἕτερον, μεταστατικὴ ἡ ἀντίθεσις, μετάστασις ἡ στάσις· ὡσαύτως ἐὰν συγγνωμονικὴ ἡ ἀντίθεσις, συγγνώμη ἡ στάσις.
4.670 Χρὴ δὲ περὶ τοῦτο τὸ μέρος γινόμενον τὸν μελετῶντα τάττειν τὸ κυριώτατον καὶ συνεκτικώτατον, καὶ κατ’ αὐτὸ τὴν πᾶσαν ἐργασίαν ποιεῖσθαι· πλειόνων γὰρ ἐνίοτε ἐν ἑνὶ ζητήματι ἐμπιπτόντων, ὡς αὐτὸς ὁ τεχνικὸς ἐδήλωσεν, ἀναγκαίως δεῖ τῆς παρατηρήσεως, μή ποτε σφαλέντες τὴν ἁρμόττουσαν ἀγνοήσωμεν στάσιν. Καὶ τόπον ἐρεῖ κατὰ πόρνο υ. Σημειωτέον ἐντεῦθεν, ὅτι καὶ τοῖς ἐπιλόγοις μεταξὺ τῶν ἀγώνων χρώμεθα· καταφορᾷ δὲ τοῦ κατηγόρου χρωμένου διὰ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· οἷον ὅτι υἱὸν πεφόνευκας τὴν φύσιν ἠγνοηκὼς, τῇ τοῦ γένους λυμηνάμενος διαδοχῇ, τοὺς νόμους παρὰ φαῦλον θέμενος, ἀγριώτερος θηρίου γενόμενος, ὁ φεύγων μετὰ τὴν διάνοιαν τῷ ἀντεγκλήματι χρήσεται, ὅτι ἄξιος ἦν, καὶ προαναιρήσει τὰς τοῦ διώκοντος μεταλήψεις· ἐρεῖ γὰρ, ὅτι παρῄνουν παύσασθαι καὶ οὐκ ἔπειθον· καὶ ἐπὶ τῆς μεταστάσεως, ὅτι ἀπῄτουν καὶ οὐ παρεῖχεν ὁ ταμίας, ἐγκειμένου μου σφόδρα· καὶ ἐπὶ τῆς συγγνώμης ὁμοίως χρησόμεθα αὔξοντες τὰ τοῦ χειμῶνος δεινῶς ἐπὶ τῶν δέκα στρατηγῶν. Σωπάτρο υ. Τὸ παράδειγμα οὐ πάνυ ἀκριβῶς ὁ τεχνικὸς τέθεικεν· ἀντίστασις γὰρ πρώτη τῶν ἀντιθετικῶν, καὶ δέον ἀντιστατικὸν θεῖναι, ἀντεγκληματικὸν τέθεικεν, ἴσως ὅτι ὑποδείγματος χάριν, ἢ ὅτι ἐπεὶ κοινὸς ὁ περὶ τῶν ἀντιθετικῶν λόγος, οὐκ ἐμέλησεν αὐτῷ ἀκριβείας· ἐμπέπτωκε τοίνυν ἐν τούτῳ τῷ προβλήματι, ᾧ παρέθετο ὁ τεχνικὸς, στάσις καὶ ἀντεγκληματική· θαῤῥεῖ γὰρ ὁ πατὴρ καὶ ἀντεγκαλεῖ τῷ παιδὶ τὸν τρόπον· καὶ τὰ περὶ τὴν ὥραν ἡμαρτημένα προφέρων, καὶ διὰ τούτων ἄξιον ὧν πέπονθεν ἀποφαίνων· πῶς οὖν τοῦτο ἐργάσεται; τόπον ἐρεῖ, φησὶ, κατὰ πόρνου, ἀναγκαίως, ἵνα γὰρ μὴ ψιλῶς εἴπῃ, ὅτι ἄξιος ἦν, καθόλου ποιήσεται τὸν λόγον κατὰ πόρνου, ὡς μοιχοῦ, ὡς ἀνδροφόνου· τῷ γὰρ καθόλου ἐπιχειρήματι βεβαιώσεται τὸ ἔγκλημα· ἐπειδὴ γὰρ ὡμολόγηται τὸ ἀδίκημα, τουτέστιν ὁ φόνος, ἰσχυροτέρας τινος ὁ ἀριστεὺς δεῖται τῆς λύσεως· τοιγαροῦν ἀπὸ τοῦ εἰδικωτέρου τοῦ κατὰ τὸν παῖδα ἐπὶ τὸ κοινότερον ἀναδραμεῖται καὶ κατὰ πόρνου τόπον ἐργάσεται, ἅμα μὲν πλείονα τὴν ἀπολογίαν ἑαυτῷ κατασκευάζων, ἅμα δὲ τὸ βαρὺ θεραπεύων· ἀνῄρηται γὰρ τὸ φορτικὸν τῆς καταδρομῆς τῷ μὴ κατὰ τοῦ ἑαυτοῦ παιδὸς, ἀλλὰ καθάπαξ τῷ κατὰ πόρνου τὸν ἀριστέα διαλέγεσθαι· καὶ μὴ νομίσῃς ἐπὶ μόνου τούτου τοῦ προβλήματος τοῦτο γενέσθαι, ἀλλ’ ἐν παντὶ ἀντεγκλήματι ἡ ἀντίθεσις τοπικὴ γίνεται· ὥσπερ γὰρ ἐπὶ τοῦ παιδὸς τοῦ ἀναιρεθέντος, ἀπὸ τῆς ἡλικίας, τοῦ τρόπου τῆς πορνείας, τοῦ καιροῦ, τοῦ τόπου ἐν ᾧ ἀσελγαίνων ἡλίσκετο, τὰ τῆς καταδρομῆς περαινόμενος ἐπὶ τὸ κοινότερον ἀνατρέχει, οὕτω καὶ ἐπὶ τοῦ στρατηγοῦ τοῦ κατασκάψαντος τὴν ἀποστᾶσαν πόλιν μετὰ τὸ ἀντεγκαλέσαι τοὺς νεωτερισμοὺς, τὸν κίνδυνον τὸν παρὰ τῶν ἄλλων συμμάχων, ὅτι κἀκείνους εἰς ἀπόστασιν τῷ πράγματι παρεκάλουν, καὶ ὅτι τότε ἀπέστησαν, ὅτε ὁ πόλεμος ἤκμαζεν, ἡνίκα πᾶσα σωτηρία καὶ καταφυγὴ οἱ σύμμαχοι, εὐθὺς τὸν κατὰ τῶν στασιαζόντων τόπον ἐπεξελεύσεται· πῶς γὰρ ἂν ἑτέρως σωθείη τοῦ κατηγόρου τὸ πάθος κινοῦντος τὸ ἐπὶ τῇ κατασκαφῇ, καὶ διαβάλλοντος τὴν πρᾶξιν.
4.672 πᾶσι δὲ ἐπεξελευστέον τοῖς τόποις τοῦ κοινοῦ τόπου, καὶ τελείᾳ χρηστέον τῇ καταφορᾷ· ἐπὶ γὰρ τῆς ἀντεγκληματικῆς στάσεως ὁ κοινὸς τόπος καὶ μεταξὺ τῶν κεφαλαίων ἐμπίπτει καὶ μετὰ τὰ κεφάλαια, καὶ πρὸ τῆς τῶν ἐπιλόγων οἰκείας τάξεως· ἐπὶ δὲ τῶν ἄλλων στάσεων μετὰ τὴν τῶν κεφαλαίων ἐργασίαν καὶ τὰς τῶν ζητουμένων ἀποδείξεις τὴν εἰσαγωγὴν τῶν ἐπιλόγων ἀπὸ τῆς καταφορᾶς τοῦ τόπου ποιησόμεθα καὶ τὴν χώραν τῆς τάξεως ταύτην ἀποδώσομεν. Χρησόμεθα οὖν αὐτῷ ἐν τοῖς μεγάλοις ἐγκλήμασιν, ἤτοι ὅταν πάλιν περὶ μείζονος ἢ ἐλάττονος τιμήματος ὁ λόγος ᾖ, ἐργασόμεθα τὸν τόπον κατασκευάζοντες τῆς μείζονος τιμωρίας ἄξιον ὄντα τὸν κρινόμενον· ἢ πάλιν ὅτ’ ἂν ὁρῶμεν τοὺς δικάζοντας καταχαρίσασθαι τῷ ὑπευθύνῳ βουλομένους, σφοδρὰν ποιησόμεθα τὴν καταφορὰν ἀποκλείοντες αὐτοὺς τῆς χάριτος, ἢ ὅτ’ ἂν οἶκτον ὁ φεύγων κινῇ καὶ τοῦ σώζειν ἑαυτὸν ἐπιχειρῇ, παρεξόμεθα τὸν κοινὸν τόπον ἐκβάλλοντες τὸν ἔλεον· παραιτησόμεθα δὲ τὸ τελέως αὐτὸν ἐπεξιέναι, ὅτ’ ἂν μικρὸν ᾖ τὸ ἔγκλημα καὶ μὴ λίαν διαβεβλημένον, ἢ ὅτ’ ἂν ἡ τιμωρία ὡρισμένη ὑπάρχῃ ἐκ τῶν νόμων, καὶ τοῦ τελέως παροξῦναι τοὺς δικάζοντας μὴ καιρὸς ᾖ· εἰ δ’ ἄρα ποτὲ καὶ ἐπὶ τῶν τοιούτων παραλαμβάνειν καιρὸς εἴη, μόνον ἐφαψόμεθα, παραιτούμενοι τὸ τέλειον τῆς ἐργασίας. Ἰστέον δὲ, ὅτι εἰ ἐν τῷ ἀντεγκληματικῷ κεφαλαίῳ ἐμπίπτει ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἃ ὁ φεύγων προβάλλεται, ἐν οἷς ἐμπίπτει ὁ κοινὸς τόπος, καὶ δι’ αὐτῶν προάγεται, ἑκατέρωθεν δὲ, καὶ ἀπὸ τῶν οἰκείων τοῦ τόπου καὶ ἀπὸ τῶν μορίων τοῦ κεφαλαίου κατασκευαζόμενος, καὶ ἐξ ἀμφοῖν τὰς αὐξήσεις λαμβάνων· οὐκ ἀγνοητέον δὲ καὶ τοῦτο, ὅτι ἐν ταῖς ἀντιθετικαῖς δίχα τέμνεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τὰ μέν ἐστι τοῦ κατηγόρου, τὰ δὲ τοῦ φεύγοντος, ἐὰν μὲν ἀντίστασις εὑρίσκηται ἐν τῷ ἀντιστατικῷ· ἐν δὲ τῷ ἀντεγκλήματι ἐν αὐτῷ τῷ ἀντεγκληματικῷ· ὁμοίως ἐν μεταστάσει, εἰς τὸ μεταστατικόν· καὶ ἐν συγγνώμῃ εἰς τὸ συγγνωμονικόν· κατασκευάζεται τοπικῶς ἐπὶ τοῦ παιδὸς τοῦ ἀναιρεθέντος ἀπὸ τῆς ἡλικίας, τοῦ τρόπου τῆς πορνείας, τοῦ καιροῦ, τοῦ τόπου ἐν ᾧ ἡλίσκετο· καὶ ὁ στρατηγὸς ὁμοίως ὁ κατασκάψας τὴν ἀντιστᾶσαν πόλιν.
4.673 Ἰστέον δὲ τοῦτο, ὅτι διαφέρει ἡ στάσις τὸ ἀντέγκλημα τοῦ ἀντεγκληματικοῦ κεφαλαίου, ὅτι ἐν μὲν τῇ στάσει ἀμφότερά ἐστιν ὁμολογούμενα τὰ ἐγκλήματα, τό τε ὑπὸ τοῦ κατηγόρου, ὥσπερ ἐπὶ τοῦ πορνεύοντα τὸν παῖδα ἀποκτείναντος· γέγονε γὰρ ὁ φόνος, καὶ τὸ δι’ ὃ πέπονθεν ὁ παθών· ἐν δὲ τῷ κεφαλαίῳ τὸ μὲν κατὰ τοῦ φεύγοντος ὁμολογεῖται, ὃ δ’ αὐτὸς κατὰ τοῦ πεπονθότος προβάλλεται, πάντως ἀμφιβάλλεται, ἢ κατὰ τὴν ὕπαρξιν, ὡς ἀμφίβολον εἰ γέγονεν, ἢ κατά τι τῶν περιστατικῶν, ὡς ἀπὸ χρόνου παρὰ τῷ Δημοσθένει· ὅτι παλαιότερα ἦσαν τὰ Φωκέων ἀδικήματα τῆς ὑποσχέσεως, Αἰσχίνη, καὶ οὐ δύνῃ λέγειν, ὅτι διὰ τὴν ἁμαρτίαν γέγονε τὰ τῆς ὑποσχέσεως· ὁμοίως καὶ τὸ μεταστατικὸν καὶ συγγνωμονικὸν ἀμφιβαλλομένας ἔχουσι τὰς αἰτίας. Ἐρεῖ δὲ καὶ ἀντιστατικὸν, ὡς ὅτι τοὺς τοιούτους οὐ δεῖ ἐλεεῖν, ἀλλὰ μᾶλλον ἀναιρεῖν, καὶ ὑπὲρ αὐτοῦ πεποίηκε τοῦτο τοῦ παθόντος· ὅλως τε πᾶσαι αἱ ἀντιθετικαὶ ἀλλήλαις ὡς ἐπὶ τὸ πλεῖστον συμπλέκονται, καὶ οὐ μόνον ἀλλήλαις, ἀλλὰ καὶ ταῖς ἄλλαις στάσεσιν. Συριανο ῦ , Σωπάτρο υ. Ἐρεῖ, φησὶ, καὶ ἀντιστατικὸν, οἷον ὅτι καὶ συνενήνοχε· δεύτερον δὲ ἀκολούθως τὸ ἀντιστατικὸν ἐν τῷ ἀντεγκληματικῷ τέθεικεν ὁ τεχνικός· ἐκ πρώτης γὰρ αὐτὸ εἰσάγων ἀσθενέστερος εἰς ἀπολογίαν ἐτύγχανεν· οὐ γὰρ προφανές ἐστι τὸ εὐεργέτημα ἐνταῦθα, καθάπερ ἐν τῇ ἀντιστάσει· ἄλλως τε εἰ προφανὲς ἦν, ἀντιστατικὸν ἔμελλεν εἶναι τὸ πρόβλημα· ἐκεῖ γὰρ καὶ προφανὲς τὸ εὐεργέτημα, ἔτι δὲ καὶ μεῖζον τοῦ ἀδικήματος ἢ οὐδὲν ἔλαττον, ἐν δὲ τούτῳ τῷ ζητήματι ἀφανὲς τὸ εὐεργέτημα, καὶ ἀνατροπὴ μόνον ἐστὶ κακοῦ τὸ δοκοῦν ἀντιστατικόν· ἵνα δὲ μὴ ταραχθῶμεν, εἰ ἑνὸς ὄντος τοῦ προβλήματος δύο στάσεων εἴδη ἐμπίπτει, καθόλου ἀποφαίνεται τὰς ἀντιθετικὰς δι’ ἀλλήλων μελετᾶσθαι· καὶ γὰρ ἐν ἀντιστάσει εὕροις ἀντεγκληματικὸν συναπτόμενον· ἐνδέχεται γὰρ εἰπεῖν, ὅτι ὠφελείας χάριν πεποίηκα, ἄλλως τε δὲ αὐτὸς τὴν αἰτίαν παρέσχετο· εὕροις δ’ ἂν καὶ ἐν συγγνώμῃ ἀντιστατικὸν κεφάλαιον, οἷον μήτηρ ἐξῆλθε χοὰς ἐπισπείσουσα τῷ αὐτῆς υἱεῖ· ταύτην συλλαβόντες οἱ πολέμιοι ἀνέκριναν ἀξιοῦντες τὰ ἀπόῤῥητα μαθεῖν τῆς πόλεως· ἡ δὲ εἶπεν, ὅτι μεγάλη δύναμίς ἐστι· πρὸς δὲ τοῦτο φοβηθέντες οἱ πολέμιοι ἀνέζευξαν, καὶ κρίνεται ὡς ἐξειποῦσα τὰ ἀπόῤῥητα· ἐνταῦθα συγγνώμης μέν ἐστι τὸ ζήτημα, καὶ ἡ ἀντίθεσις δηλονότι συγγνωμονικὸν, ἀλλὰ δύναται προσπλέξαι καὶ ἀντιστατικόν· λέξει γὰρ, ὅτι καὶ τὴν πόλιν ὠφέλησα πολιορκίας ἀπαλλάξασα καὶ πολέμου· εὕροις δ’ ἂν καὶ ἐν ἀντεγκλήματι ἀντιστατικόν.
4.674 ἐπισκοπεῖν δὲ χρὴ ἐν τούτοις πότερον τῷ πεπονθότι μόνον συνενήνοχεν, ἢ τῇ πόλει τὸ γενόμενον καὶ ἀμφοτέροις, ἵνα τοῖς ἐμπίπτουσι τῷ λόγῳ χρησώμεθα. μόνῳ μὲν οὖν τῷ πεπονθότι συνενηνοχέναι φήσομεν ἐπὶ τοῦ ἀριστέως τοῦ τὸν υἱὸν πεπορνευκότα φονεύσαντος· ἴσως δ’ ἐρεῖ, ὅτι τοὺς ἄλλους σώφρονας πεποίηκα· μόνῃ δὲ τῇ πόλει, ὡς ἐπὶ τοῦ Κλέωνος τοῦ συμβουλεύσαντος ἡβηδὸν διαφθεῖραι Μιτυληναίους, ὁμοῦ δὲ καὶ τῇ πόλει καὶ τῷ πεπονθότι· ἐπὶ δὲ τοῦ προβλήματος· φευγόντων τῶν τριακοσίων Λακεδαιμονίων ἐκ τοῦ πολέμου ἐν γυναικείαις στολαῖς, αἱ οἰκεῖαι μητέρες συναντήσασαι ἀπέκτειναν καὶ φεύγουσι δημοσίων· οὐ γὰρ μόνον τοῖς παθοῦσι τὸ πάθος ἐροῦσι συνενηνοχέναι, ἀλλὰ καὶ αὐτῇ τῇ πόλει, ὡς εἶναι τὴν μὲν ἰδίαν, τὴν δὲ δημοσίαν, τὴν δὲ μικτήν.
4.675 ζητητέον δὲ, ποῦ καὶ ἐν ἀντιστάσει μετάστασις ἐμπεσεῖται· καὶ ἐροῦμεν, ἐν τούτῳ τῷ παραδείγματι· ἐν λιμῷ καὶ πολιορκίᾳ συμβουλεύοντος τοῦ στρατηγοῦ καὶ ἑξῆς· μετὰ γὰρ τὸ ἀντιστατικὸν ὁ κρινόμενος ἐρεῖ, ὅτι ὑμεῖς αἴτιοι τοῦ διακόψαι τὸ τεῖχος πεισθέντες· καὶ πάλιν τοὐναντίον ἐν τῇ μεταστάσει ἀντιστατικὸν, ὡς ἐπὶ τούτου. Ἀρχίδαμος ἀνέζευξεν Ἀθηναίων νοσούντων, καὶ κρίνεται δημοσίων· καὶ γὰρ ἐνταῦθα μετὰ τὸ μεταστατικὸν, οἷον ὅτι ἡ νόσος, οὐκ ἐγὼ αἴτιος τῆς ἀναχωρήσεως, λέξει, ὡς καὶ συνενήνοχεν ἡ ἀναχώρησις. ἰστέον δὲ, ὡς κατά τινας οὐ πᾶσαι ἐπιπλέκονται ἀλλήλαις αἱ ἀντιθετικαί· ἐν γὰρ τῇ ἀντιστάσει οὐ πάντοτε τὸ ἀντέγκλημα ἐμπεσεῖται· οἱ γὰρ λέγοντες, φησὶ, πεποιηκέναι ὑπὲρ τῆς πόλεως τὸ κατασκάψαι τὸ τεῖχος ἢ χῶσαι τοὺς λιμένας οὐκ ἔτι ἀντεγκαλέσαι δύνανταί τινι· ἐπεὶ μηδὲ ἡ φύσις τῆς ὑποθέσεως ἡμῖν δίδωσι καθάπαν ἐν τῷ ἀντεγκλήματι τῷ ἀντιστατικῷ χρήσασθαι· ἔνθεν σημειωτέον, ὡς ἐὰν ἀντίστασις ἅμα καὶ ἀντέγκλημα ἐπὶ τῶν ἀντιθετικῶν εὑρεθῇ κεφαλαίων, ἀντεγκληματικὴ ἡ στάσις ἐστίν· ἐν γὰρ τῇ ἀντιστάσει οὐδέποτε ἐμπίπτει ἀντέγκλημα, ἀλλ’ οὐδὲ τῇ ἐπὶ πρόσωπον μεταστάσει ἄλλη τις ἐπιπλέκεται· οὐ γὰρ πεποίηκέ τι ὁ κρινόμενος, ἀλλ’ ἐφ’ οἷς οὐκ ἐποίησε κρίνεται, ὡς ὁ χειροτονηθεὶς πρεσβευτὴς καὶ καταμείνας τῷ μὴ λαβεῖν παρὰ τοῦ ταμίου τὰ ἐφόδια· ἐπὶ γὰρ τὸν ταμίαν τὴν αἰτίαν μεθιστᾷ, τρέπων εἰς ἐκεῖνον τὸ πᾶν ἔγκλημα.
4.676 Μαρκελλίνο υ. Ἔστιν ὅτε συμπλέκονται ἀλλήλαις αἱ ἀντιθετικαί· καὶ εὑρίσκεται ἐν ἀντεγκλήμασι καὶ ἀντίστασις, ὡς ἐνταῦθα· ἐρεῖ γὰρ μετὰ τὸ εἰπεῖν, ὅτι ἄξιος ἐν δευτέρῳ, ὅτι καὶ ὑπὲρ αὐτοῦ τοῦ παιδὸς ἐποίησα· ἀπήλλαξα γὰρ αὐτὸν αἰσχύνης καὶ ἀδοξίας, βέλτιον γὰρ θάνατος μᾶλλον ἢ ὁ μετ’ αἰσχύνης βίος. Καὶ οὐ μόνον ἀλλήλαι ς , ἀλλὰ καὶ ἄλλαις στάσεσ ι. πολλάκις γὰρ καὶ στοχασμὸς ἐμπίπτει ἐν ἀντιθετικαῖς· ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ κατασκάψαντος τὴν συνεχῶς ἀφισταμένην πόλιν, καὶ κρινομένου δημοσίων· ἕπεται γὰρ ἐνταῦθα στοχασμὸς, λέγοντος τοῦ κατηγόρου, ὅτι ἐνίων οὐ πάντων ἦν τὸ ἀδίκημα τῆς ἀποστάσεως. λύσεις δὲ τὴν ἀντίθεσιν ταύτην τὴν στοχαστικὴν ἐκ τῶν ὑποκειμένων, λέγων, ὅτι καὶ εἰ τινῶν ἦν ἀπόστασις, δῆλον ὅτι κατὰ τὸν τούτου λόγον οἱ πλείους μεθ’ ἡμῶν ἦσαν· εἰ δὲ τὸ πλεῖστον μέρος ἐφρόνει τὰ ἡμέτερα, ῥᾷστα ἂν τοὺς ἐλαχίστους ἠδύναντο βιάσασθαι· ἀλλὰ μὴν οὐκ ἀντέστησαν, ἀλλὰ μετ’ ἐκείνων ἐγένοντο· πάντων ἦν ἄρα τὸ ἁμάρτημα καὶ οὐκ ὀλίγων τινῶν ὡς σὺ φής· ὁ γὰρ δυνάμενος μὲν παῦσαι, περιορῶν δὲ, ἀληθέστερον αὐτὸ δρᾷ· τούτῳ τῷ τρόπῳ καὶ Θουκυδίδης ἐχρήσατο ἐν τῇ δημηγορίᾳ Κλέωνος καὶ Διοδότου, καὶ ταύταις ταῖς μεθόδοις τὸ ἀντιπίπτον διέλυσεν.
4.677 Ἡ ἑτέρα διάνοια τοῦ διώκοντός ἐστιν, ὅτι οὐ διὰ τοῦτο, ἀλλὰ δι’ ἄλλο τι· χρὴ δὲ γινώσκειν, ὅτι εἰ μὴ ἐνταῦθα πάνυ οἰκεῖον τὸ κεφάλαιον, ἀλλ’ ἐν ἑτέροις οἰκειότατόν τε ὁμοῦ καὶ χρησιμώτατον εὑρίσκεται. Συριανο ῦ. Ἰστέον, ὅτι ἐκλείποντος τοῦ κεφαλαίου ἐπὶ τῆς ἑτέρας διανοίας προκαλεῖται ὁ κατήγορος φάσκων, ὅτι φανερῶν τῶν ἀδικημάτων ὄντων ἄτοπον ἐξετάζειν τὴν γνώμην· ἡ πρώτη διάνοια τοῦ φεύγοντός ἐστιν ἡ μαχομένη πρὸς τὴν προβολὴν, ἡ δευτέρα τοῦ κατηγόρου· αὕτη δὲ ἡ δευτέρα διάνοια, ἡ ἀπὸ τοῦ κατηγόρου, ἐκλείπει ἐπὶ τοῦ τὸν υἱὸν φονεύσαντος ζητήματος· προείπωμεν δὲ, ὅτι οὐκ ἀεὶ ἐμπίπτει, εἰ μὴ ὅταν ἔνδοξον ἔχωμεν πρόσωπον· δύναται γὰρ τότε ὁ διώκων διαβάλλειν τὴν γνώμην. Σωπάτρου καὶ Μαρκελλίνο υ. Διὰ τοῦτο τοῦ διώκοντος ὀνομάζεται, ἐπειδὴ αὐτὸς τὴν τοῦ φεύγοντος ἐξετάζει γνώμην· οἷον ὅτι προδοῦναι βουλόμενος ἔτεμες τὸ τεῖχος, ἡ δὲ νίκη τοῦ στρατοῦ γέγονεν· οὕτω γὰρ τῇ διανοίᾳ ταύτῃ χρώμενος ὁ κατήγορος τὴν ἰσχὺν λύσει τῆς ἀντιθέσεως, καὶ πάλιν ἐν μεταστάσει, ὅτι τὴν ἔξοδον ἀνεβάλου καὶ τὴν πρεσβείαν τοῖς ἐχθροῖς μὲν τὸν καιρὸν χαριζόμενος, ἡμᾶς δὲ βλάψαι καὶ τῶν ἀπὸ τῆς πρεσβείας καλῶν ἀποστερῆσαι τῷ βράδει βουλόμενος· καὶ ἐν ἀντεγκλήματι πάλιν, ὅτι κατέσκαψας τὴν ἀποστᾶσαν πόλιν, ὦ στρατηγὲ, οὐ σωφρονισμοῦ χάριν, οὐδ’ ἵνα, ὡς λέγεις, ὠφελήσῃς, ἀλλ’ ἵνα ἔρημον τὴν πόλιν τῶν συμμάχων ποιήσῃς, τὸ γὰρ κατασκάψαι τοῦτό ἐστι· καὶ πάλιν ἐπὶ συγγνώμης, ὅτι ἐξεῖπες τὰ ἀπόῤῥητα, οὐ φόβῳ, καθάπερ λέγεις, οὐδὲ ἀνάγκῃ οὐδὲ βίᾳ τῶν πολεμίων, ἀλλὰ προδοῦναι ζητοῦσα καὶ κακῶς ἀπολέσαι βουλομένη τὴν πόλιν, καὶ τοῖς ἐχθροῖς τὴν ἀναίρεσιν ἡμῶν πραγματευομένη καὶ ῥᾳδίαν ποιοῦσα, ἵνα αὐτοὶ διὰ τῶν ἰδίων ἀποῤῥήτων κακῶς ὑπομείναντες αἰχμάλωτοι τοῖς δυσμενέσι γενώμεθα· διὰ ταῦτα ἐξεῖπες ἑκοῦσα καὶ οὐχ ὑπ’ ἀνάγκης, ὡς προσποιῇ.
4.678 χρὴ δὲ γινώσκειν, ὅτι εἰ μὴ ἐνταῦθα πάνυ οἰκεῖον τὸ κεφάλαιον, θαυμασίως τοῦτο ἐπεσημήνατο· πῶς γὰρ ὁ φονευθεὶς ὑπὸ πατρός; ὥστε ἄτοπον λέγειν, ὅτι οὐκ αἰσχύνης ἕνεκα τὸν υἱὸν ἀνεῖλες, ἀλλ’ ἐπιβουλεύων· ἡ ποιότης γὰρ τοῦ πατρὸς φιλόστοργος οὖσα κατὰ φύσιν ἀντίκειται τοῖς τοιούτοις ἐνθυμήμασιν, οὐκοῦν ἐκλείπει ἐπὶ τῶν τοιούτων τὸ κεφάλαιον, μόνον γὰρ ἐμπίπτει ἐφ’ ὧν εὐεργεσία τις πρόκειται ἐν τῷ προβλήματι· ἐκλείπει οὖν ἐπὶ τῶν τοιούτων ζητημάτων τὸ κεφάλαιον, ὡς ἔφημεν, ἀναγκαίας τῆς τοῦ πατρὸς ποιότητος ἀποκλειούσης τὰ τοιαῦτα ῥήματα· ποῖος γὰρ οὕτω βάρβαρος ἢ ἔξω τῆς κοινῆς τῶν πατέρων φύσεως πατὴρ, ὃς καινοτέρῳ τρόπῳ τοῦ παιδὸς ἐπίβουλος γενόμενος ἀποκτιννύει· οὐκ ἐφήσει οὖν ἀντιλέγειν· ὁ γὰρ νόμος πατρὸς εὔνοιαν πρὸς τοὺς παῖδας μαρτυρεῖ· ὅτε μὲν οὖν ἐκλείπει διὰ τὴν τοῦ προσώπου ποιότητα, ἄλλως αὐτὸ μεθοδεύσομεν ἀπὸ τοῦ πράγματος, ὅτι οὐ μεγάλη ἡ ἀνάγκη ἡ βιαζομένη σε τὸν οἰκεῖον ἀποκτεῖναι παῖδα· ὅτε δὲ ἐμπίπτει, ὡς εἶπεν ὁ τεχνικὸς, μελετᾶται. Ἡ μετάληψις, ὅτι ἄλλως οὐχ οὕτως ἐχρῆν. Σωπάτρο υ. Οἷον ὅτι οὐκ ἔδει κατασκάψαι τὸ τεῖχος, ἀλλὰ προτρέπειν τοὺς στρατιώτας, νουθεσίᾳ ἢ πειθοῖ μετελθεῖν· δωρεὰς ἐπαγγελλόμενον πεῖσαι, οὐ καθελεῖν τὴν ἀσφάλειαν τῆς πόλεως· εἰπόντος γὰρ τοῦ κατηγόρου, ὅτι οὐκ ἐπὶ ταύτῃ τῇ διανοίᾳ πεποίηκας, ἐὰν ἄρα ἐμπέσῃ, συνάψει τὴν μετάληψιν λέγων, ὅτι ἄλλως οὐδὲ οὕτως ἔδει ὠφελῆσαι τὴν πόλιν· καὶ ἐπὶ τοῦ ἀντεγκλήματος· ἐχρῆν οὐ φονεύειν τὸν υἱὸν, ἀλλ’ ἐπιτιμᾷν, τύπτειν, συμβουλεύειν, διδάσκειν, προτρέπειν, οὐκ ἀποστερεῖν καὶ αὐτοῦ τοῦ περιεῖναι, διὰ τὸ μὴ καλῶς περιεῖναι καὶ μετὰ δόξης· καὶ ἐπὶ μεταστάσεως, οὐκ ἀναβάλλεσθαι τὸν καιρὸν τῆς πρεσβείας ἐχρῆν, ἀλλ’ ἑτέρωθεν ἐπινοήσαντα καὶ παρασκευασάμενον ἐφόδιον ἐξελθεῖν, καὶ πληρώσαντα τὸ προσταχθὲν ὕστερον κατηγορεῖν τοῦ ταμίου καὶ εἰσπράττεσθαι τὰ χρήματα.
4.679 πολλὰ δ’ ἂν ἐπιστεύθης ὡς πρεσβευτὴς, τὸ ἀξίωμα ἔχων τῆς πόλεως καὶ δημοσίας ἕνεκα χρείας ἀπιών· καὶ ἐπὶ συγγνώμης, ὅτι ἐχρῆν σε οὐκ αὐτὰ εἰπεῖν τὰ ἀπόῤῥητα τοῖς πολεμίοις, ἀλλὰ τὰ μὴ ὄντα πλάσασθαι καὶ εἰπεῖν ὡς ἀπόῤῥητα, δι’ ὧν ῥᾷστα μὲν ἐκείνους ἠπάτας, ἔβλαπτες δὲ τὴν πόλιν οὐδέν· ὡς ἔχει τὸ Ἰσοκρατικόν· περὶ τῶν ῥητῶν ὡς ἀποῤῥήτων ἀνακοινοῦ. Τὸ πρός τι ἀμφοῖν ἐστι, πότερον μεῖζόν ἐστιν ἀνταποδεικνύντων τὸ εὐεργέτημα ἢ τὸ ἀδίκημα. Σωπάτρο υ. Ὁ μὲν κατήγορος ἐρεῖ, μεῖζόν ἐστι κακὸν ἡ κατασκαφὴ τοῦ τείχους ἢ τὸ νικῆσαι τοὺς πολεμίους, πεπόνθαμεν γὰρ νικήσαντες τὰ τῶν ἡττωμένων, οὐδέποτε τρόπαιον εἶδον τοιοῦτον ἐπὶ λύμῃ τῶν νικησάντων, οἶμαι τοὺς ἐχθροὺς μᾶλλον ἡμῶν ἥδεσθαι νικηθέντας· τί γὰρ πλέον ἐζήτουν ἢ τὸ σῶζον τὴν πόλιν περικοπῆναι καὶ εὐαλώτους ἡμᾶς γεγονέναι, ἃ τοίνυν ηὔχοντο, ταῦτα συμβέβηκεν αὐτοῖς· ὥστε τὴν τοιαύτην ἧτταν εἰκότως ἂν, εἴπερ εὖ φρονοῦσιν, ὁρίζοιντο νίκην· προσάπαξ μὲν γὰρ ἔδοξαν ἀτυχῆσαι τῇ συμβολῇ, εὐαλώτους δὲ ἡμᾶς ἔχουσι τὸν λοιπὸν ἅπαντα χρόνον, ὁπότε βούλοιντο· ἐν αὐτοῖς γάρ ἐστιν ἐπελθεῖν ὅτε θέλοιεν, καὶ λαβεῖν τὴν πόλιν οὐ καθεστηκότος ἐμποδὼν τοῦ φυλάττοντος, ὁπότε τὸ φυλακτήριον τεῖχος πρὸς τοῦ τὴν ἐπιμέλειαν τῶν κοινῶν ἔχοντος διεκόπη· ὁ δὲ φεύγων ἐρεῖ· μικρὸν μὲν τοῦ τείχους ἔβλαψα μέρος, ὃ πάλιν εὐτελέσιν ἀναλώμασι ῥᾷον ἀνοικοδομηθήσεται· ἄλλως τε σχολάζουσι λοιπὸν ἀπὸ τοῦ πολέμου καὶ ταῖς διὰ τὴν εἰρήνην εὐποροῦσι προσόδοις· τοὺς δὲ πολεμίους ἐπικρατοῦντας καὶ λιμῷ καὶ πολέμῳ φθείροντας ἀπεσωσάμην· σωτηρίαν δὲ ὁμοῦ καὶ δόξαν τῇ πόλει περιεποίησα, καὶ ἀσφάλειαν τοῦ λοιποῦ χρόνου· τὴν γὰρ τόλμαν ἡμῶν καὶ τὴν ἀπροσδόκητον ἐπιχείρησιν καὶ τὴν ἀνδρείαν εἰδότες οἱ δυσμενεῖς οὐκ ἔτι στρατεύουσιν ἐφ’ ἡμᾶς· ποία γὰρ ἐλπὶς αὐτοῖς καταλείπεται νίκης, εἰ νῦν οὕτως ἐπικρατοῦντες καὶ πάσῃ παρασκευῇ παρ’ ἐλπίδα πᾶσαν πεπτώκασιν· οἱ δὲ αὐτῶν τραπέντες ἀπῆλθον, ἀγαπῶντες εἰ γυμνοὶ τῶν ὅπλων σωθήσονται, μὴ λιμῷ διαφθαρεῖεν αὐτοὶ καὶ ὅπλοις, ὑφ’ ἡμῶν ἀπειλημμένοι, καὶ κοπτόμενοι μὲν τοῖς ὅπλοις, σπάνει δὲ τῶν ἀναγκαίων περικλειόμενοι.
4.680 οὐκ ἐν πάσῃ δὲ ἀντιθετικῇ ἐμπίπτει τὸ πρός τι, ἀλλ’ ὅπου ἂν εὑρεθείη ἀντιστατικόν· ἐπὶ γὰρ τοῦ πρεσβευτοῦ μὴ ἐπεξελθόντος διὰ τὸ μὴ λαβεῖν τὰ ἐφόδια ποῖον ἔχομεν εἰπεῖν ἀντιστατικόν; οὐκοῦν συνεκλείπει καὶ τὸ πρός τι· ἐπ’ ἐκείνης δὲ τῆς ἐπὶ καιρὸν μεταστάσεως, ὅπου Ἀρχίδαμος κρίνεται ἀναζεύξας ἀπὸ τῆς Ἀττικῆς διὰ τὸ λοιμώττοντας εὑρεῖν Ἀθηναίους, ἐμπίπτει ἀντιστατικὸν, ὅτι δὴ εὐηργέτησα, ἵνα μὴ μεταλάβῃ τὸ στράτευμα τοῦ νοσήματος· ὅθεν τὸ πρός τι ἐμπίπτει, ὅτι μεῖζον τοῦ δῃῶσαι τὴν Ἀττικὴν τὸ μὴ νοσῆσαι τὸ ἡμέτερον στράτευμα, ὥστε εὐηργέτηκα πλέον ἤπερ ἠδίκηκα.
4.681 Ὁ βίαιος ὅρος ὁμοίως ἀμφοτέρων ἐστίν· γνωριμώτερον δὲ ἔσται τὸ κεφάλαιον ἐπὶ τοῦδε τοῦ ζητήματος· ἐν λιμῷ καὶ πολιορκίᾳ συμβουλεύων ὁ στρατηγὸς ἐξιέναι καὶ μάχεσθαι οὐκ ἔπεισε· διέκοψε λαθὼν μέρος τι τοῦ τείχους καὶ νενικήκασι μὲν ἐξελθόντες, δημοσίων δὲ ὕστερον φεύγει· ὁ οὖν βίαιος ὅρος, εἰ μηδὲ νίκη τοῦτο, ἀλλ’ ἅλωσις πόλεως καὶ κατασκαφή· καὶ πάλιν ὑπὸ τοῦ φεύγοντος ὡς ἑτέρως, εἰ μὴ διακόψαι τεῖχος τοῦτό ἐστιν, ἀλλὰ στῆσαι πεπτωκός. Μαρκελλίνο υ. Ὁ βίαιος, φησὶν, ὅρος ἀμφοτέρων ἐστίν· ὁ μὲν γὰρ κατήγορος λέγει βιαζόμενος, οὐδὲ εὐεργέτημα τοῦτο· εἰ γὰρ τὸ τεῖχος καθῄρηται τῆς πόλεως, τῆς νίκης ὄφελος οὐδέν· ὁ δὲ φεύγων, ὅτι οὐδὲ ἀδίκημα τοῦτο· τί γάρ ἐστι τὸ καθελεῖν μέρος ἤ τι τοῦ τείχους βραχὺ, τοῦ ἐπηρτημένου παρελθόντος δεινοῦ· οὐκ ἔτι γὰρ οὐδὲ τείχους δεόμεθα· αὐτόματον ἡμῖν καὶ φυσικὸν καὶ ἀδάπανον τεῖχος ἡ ἀνδρεία καὶ τὸ γενόμενον τρόπαιον· ταῦτα ἡμῖν φυλάττει τὴν πόλιν κάλλιον τοῦ τείχους, εἰ καὶ ἀδαμάντινον ὑπάρχει τὸ τεῖχος· πάλιν δὲ, ὅπου ἀντιστατικόν ἐστιν, ἐμπίπτει τὸ κεφάλαιον· εἰ δὲ μὴ τῆς ὕλης ἡ φύσις ὑφαιρεῖται τὴν ἐξέτασιν αὐτοῦ. Ἡ θέσις οὖν ἕπεται ἀκολούθως, ὅτι δεῖ τὸν στρατηγὸν πάντα ὃν ἐγχωρῇ τρόπον εὖ ποιεῖν τὴν πόλιν, καὶ ἀκόντων ἐνίοτε τῶν πολιτῶν δι’ ἄγνοιαν τοῦ βελτίστου, καὶ βλάπτειν μικρὰ ἀντὶ μεγάλων· κοινὸν γὰρ τοῦτο ἐν πάσῃ ἀντιθέσει. Μαρκελλίνο υ. Ἔστι μὲν τὸ κεφάλαιον τοῦ φεύγοντος· κατασκευάζει δὲ ἐν αὐτῷ, ὅτι πρακτέον τὸν στρατηγὸν, ὡς ἐγχωρεῖ, τὰ συμφέροντα τῇ πόλει, καλὸν γὰρ τοῦτο· ὁ δὲ τρόπος τῆς κατασκευῆς, ὡς ἐν τῇ θέσει τῷ προγυμνάσματι· διαιροῦντες γὰρ, ὡς ἂν δυνατὸν, τοῖς τελικοῖς κεφαλαίοις, οὕτω λέγομεν, ὅτι δίκαιον τοῦτο τὸ πράττειν τὸν στρατηγὸν, ὅ τι ἂν ἡγῆται καλοῦ καὶ συμφέροντος, τοῦτο τῇ πόλει καὶ πρέπον καὶ δυνατὸν, ἁπλῶς εἰπεῖν, ὡς ἂν ὁ καιρὸς διδῷ· ἐξεταστέον οὖν τὴν θέσιν τοῖς ἐμπίπτουσι τελικοῖς.
4.682 Ἡ ἑτέρα μετάληψις πάλιν τοῦ διώκοντός ἐστιν· ἐχρῆν αὐτὸ τοῦτο ἀνακοινοῦν τῷ δήμῳ, τοῖς ταξιάρχαις, τοῖς λοχαγοῖς. Μαρκελλίνο υ. Ἐχρῆν ἀνακοινοῦσθαι τῷ δήμῳ τὴν καθαίρεσιν τοῦ τείχους, μὴ ἀπὸ ἰδίας ἐξουσίας τὸ τοιοῦτο ποιεῖν· τοῦτο δὲ ἐμπίπτει, ὅταν δημοσίων φεύγῃ τις ὢν ἐν τῇ πόλει· εἰ γὰρ ἐν ἀποδημίᾳ ὢν ἐποίησέ τι, οὐ δύναται λέγειν ὁ κατήγορος, ὅτι ἐχρῆν ἀνακοινοῦσθαι· πῶς γὰρ δυνατὸν ἀνακοινοῦσθαι τόν τε μὴ παρόντα κατ’ ἐκεῖνον τὸν χρόνον· οὐκοῦν ἐκλείπει ἡ μετάληψις αὕτη, ὅτ’ ἂν μὴ δυνατὸν ᾖ ἀνενεγκεῖν τοῖς κυρίοις, διὰ τὸ πόῤῥω εἶναι, καὶ ὅταν πάλιν ἰδιωτικὸν ᾖ καὶ μὴ δημόσιον τὸ ἔγκλημα· εἰ γὰρ ἰδιωτικὸν, διατί ἀπαιτεῖται ἀνενεγκεῖν τῷ δήμῳ· οἷον εἰπεῖν, ὡς οἱ στρατηγοὶ οἱ μὴ θάψαντες τοὺς εἰς τὸ πέλαγος ἀνῃρημένους· καὶ πάλιν ὡς ὁ ῥήτωρ ὁ ἀναγκασθεὶς καὶ εἰπὼν ἐγκώμιον τῶν πολεμίων· ἐνταῦθα γὰρ διὰ τὸ πόῤῥω εἶναι οὐχ οἷόν τε ἦν ἀνενεγκεῖν τῷ δήμῳ. Ἡ ἀντίληψις.
4.683.(1n) στρατηγὸς ἦν καὶ ἐξῆν δήπου· ἢ ὅτι πατρί γε ὄντι ἐξὸν ἦν βουλεύσασθαι περὶ τοῦ παιδός· καὶ ὅλως τοῖς ἐμπίπτουσι χρησόμεθα, ὡς ἂν ὁ καιρὸς διδῷ· ἡ ποιότης καὶ ἡ γνώμη ὡς γίνεται ἐν ὅρῳ, μεμαθήκαμεν. Μαρκελλίνο υ. Ἔξεστί μοι ὡς στρατηγῷ πράττειν ὃ δοκιμάζω· ζητεῖται δὲ, διὰ ποίαν αἰτίαν· ὁμολογῶν ὁ φεύγων ἔγκλημα εἶναι τὸ πεπραγμένον, ἀντιλήψει δύναται χρήσασθαι· τυραννικὸν γὰρ εἶναι δοκεῖ τὸ λέγειν, ὅτι ἐξεστί μοι ποιεῖν ὃ βούλομαι· ἀλλὰ λέγομεν, ὅτι οὐκ αὐτῷ τῷ πεπραγμένῳ προσάγει τὴν ἐξουσίαν, ἀλλ’ ἀπὸ τοῦ προσώπου λαμβάνει τὴν ἐξουσίαν ἀξίωμα ἔχοντος, ὅτι στρατηγός· ἢ ὅτι πατρί γε ὄντι· τοῦτο ἐπὶ τοῦ ἀνῃρηκότος τὸν παῖδα πορνεύοντα· ἔστι δὲ τὸ νόημα ἢ ἐν ἔθει, ὅτι μέγιστον ἀγαθὸν εἰ μὴ ἐξῆν τῷ πατρὶ βουλεύσασθαι περὶ τοῦ ἰδίου παιδός, ἢ οὕτω· καλὸν ἦν τὸ ἀνενεγκεῖν τῷ δήμῳ, εἰ μὴ ἐξῆν πατρὶ ὄντι βουλεύσασθαι περὶ τοῦ παιδὸς ὃ θέλει· ἐπειδὴ δὲ ἔξεστι, περίεργον ἀνενεγκεῖν τῷ δήμῳ. Καὶ ὅλως τοῖς ἐμπίπτουσ ι. Καθολικὸν τοῦτο παράγγελμα· οὐδὲ γὰρ πάντα τὰ κεφάλαια ἐμπίπτει ἀεί. Ἐπειράθησαν δέ τινες τῶν ἐπιγραψαμένων τέχνην ῥητορικὴν τὸ περὶ διαιρέσεως μέρος αὐτῆς εἴδη τινὰ εἰπεῖν ἀντιστάσεων· καὶ νὴ Δία γε τῶν ἄλλων ἀντιθετικῶν στάσεων, οὐχ ἵνα διάφορόν τινα οὖσαν διαίρεσιν ἐν αὐταῖς διδάξωσιν ἡμᾶς, καθάπερ ἡμεῖς ἔν τε ἀντιλήψει καὶ ἄλλαις πεποιήκαμεν· ἦ γὰρ ἂν ἴσως τινὸς ἦν ἄξιον· ἀλλ’ ὅτι, φασὶν, ἡ μὲν ἰδιωτικὴ, ἡ δὲ δημοσία, ἡ δὲ μικτή ἐστι, καὶ τοιαῦτά τινα· τὸ δὲ αὐτὸ ἁμάρτημα κἀνταῦθα τοῖς περὶ ἰδεῶν καὶ τρόπων· τουτὶ γὰρ πάλιν τοῖς μὲν περὶ ἰδιωτικοῦ καὶ δημοσίου λόγου ἐπεσκεμμένοις χρήσιμον· θαυμάζω δὲ, εἰ ἐγχωρεῖ τὸν περὶ διαιρέσεως ἔτι τοιαύτης ἀγνοοῦντα ἐκεῖνα εἰδέναι· μὴ γιγνώσκοντι δὲ τί ἂν ὄφελος γένοιτο τῆς διαφορᾶς τῶν ζητημάτων, ὅτι ἰδιωτικὸν ἢ ὅτι δημόσιόν ἐστιν.
4.684.(1n) Μαρκελλίνο υ. Ἐσφάλησαν, φησὶν, οἱ νομίσαντες εἴδη διάφορα, τῷ εἶναι δημοσίαν καὶ ἰδιωτικήν· οὐδὲ γὰρ τοῦτο διάφορον εἶδος ποιεῖ, ἀλλ’ ἡ διάφορος διαίρεσις· διαφόρου δὲ διαιρέσεως οὐκ οὔσης, οὐδὲ διάφορον εἶναι τὸ εἶδος ἐροῦμεν· οὐδεμία δὲ διαφορὰ ἐν ταῖς ἀντιθετικαῖς εὑρίσκεται τῆς διαιρέσεως· ἀλλὰ πασῶν μία διαίρεσις καὶ τὰ αὐτὰ κεφάλαια· μόνου ἐξαλλάττοντος καθ’ ἑκάστην ἀντιθετικὴν τοῦ ὁμωνύμου τῇ στάσει κεφαλαίου· οἷον ἐν ἀντιστάσει τοῦ ἀντιστατικοῦ, ἐν μεταστάσει τοῦ μεταστατικοῦ, ἐν ἀντεγκλήματι τοῦ ἀντεγκληματικοῦ, ἐν συγγνώμῃ τοῦ συγγνωμονικοῦ, τὰ δὲ ἄλλα πάντα κεφάλαια κοινά ἐστι, καὶ τὰ αὐτὰ ἐπὶ πασῶν τῶν ἀντιθετικῶν, οὐκοῦν οὐ τεχνικὸν τὸ λέγειν εἴδη ἀντιστάσεως, τοῦ εἶναι περὶ δημοσίου ἢ ἰδιωτικοῦ. Τῶν ἐπιγραψαμένων τέχνην ῥητορική ν. Δυσὶν ἁμαρτήμασι Μινουκιανὸν ὑποβάλλει, κακῶς τε τὸ περὶ στάσεων τέχνην ἐπιγράψαντα ῥητορικὴν, καὶ νῦν ἀκαίρως εἴδη κακῶς τῶν ἀντιθετικῶν παραδιδόντα. Καθάπερ καὶ ἡμεῖς ἐν ἀντιλήψε ι. Καὶ γὰρ ἐπὶ τῶν διπλῶν φησιν ἀντιλήψεων δύο εἶναι τὰ ἀντιληπτικὰ καὶ τὰ χρώματα. Συριανο ῦ. Εἰς Μινουκιανὸν αἰνίττεται· αὐτὸς γὰρ εἶπεν εἴδη ἀντιστάσεως καὶ τῶν ἄλλων ἀντιθετικῶν, οὐχὶ τῇ τῶν κεφαλαίων ἐναλλαγῇ ἢ τῷ πλεονασμῷ τὴν τῶν εἰδῶν ἀποτελοῦντα διαφοράν· ἀλλὰ τῷ δημοσίῳ καὶ ἰδιωτικῷ καὶ τῷ ἐκ τούτων μικτῷ, ὅπερ ἀδικημάτων διαφορὰ, ἀλλ’ οὐχὶ στάσεως εἴδη· εἰ δέ τις ἐρεῖ, πῶς οὖν αἱ ἀντιθετικαὶ τοῖς αὐτοῖς τεμνόμεναι κεφαλαίοις διαφορὰν ἔχουσιν εἰδῶν, ἡ μὲν γὰρ στάσις αὐτῶν ἀντίστασις, ἡ δὲ ἀντέγκλημα καὶ ἑξῆς, ἐροῦμεν, ὅτι κἂν τοῖς αὐτοῖς τέμνωνται κεφαλαίοις, ἀλλ’ οὖν ἔχουσι καὶ παραλλάττον ἑκάστη τούτων κεφάλαιον πρὸς τὴν πρὸ αὐτῆς, τὸ καὶ τὴν στάσιν χαρακτηρίζον· ἡ μὲν ἀντίστασις τὸ ἀντιστατικὸν, ἡ δὲ ἀντέγκλησις τὸ ἀντεγκληματικὸν καὶ ἑξῆς ὁμοίως.
4.685 Οἱ μέντοι εἴδη διάφορα τὸ ἰδιωτικὸν καὶ δημόσιον καὶ τὸ μικτὸν φάσκοντες ἰδιωτικὸν μὲν λέγουσιν, ὡς ἐπὶ τοῦ τὸν ἵππον τὸν ἴδιον δεσπότην ὑπεξαγαγόντα τοῖς πολεμίοις ἀποσφάξαντος καὶ κρινομένου βλάβης· δημόσιον δὲ, ὡς ἐπὶ τοῦ κατασκάψαντος στρατηγοῦ τὸ τεῖχος· μικτὸν δέ, ὡς ἐπὶ τούτου· τύραννος ἐξ ἀστυγείτονος πόλεως μετεπέμψατο μειράκιον ὡραῖον, ἀπειλῶν πόλεμον εἰ μὴ λάβοι· οὐκ ἔδωκεν ἡ πόλις, ἐστράτευσεν ὁ τύραννος· πολιορκίας οὔσης ὁ πατὴρ σφάξας τὸν παῖδα ἔῤῥιψε πρὸ τοῦ τείχους· θεασάμενος ὁ τύραννος ἀνεχώρησε, καὶ μετὰ ταῦτα κρίνεται ὁ πατὴρ δημοσίων· αὕτη μικτὴ τυγχάνει· ἔχει γάρ τι καὶ ἴδιον ἀδίκημα, τὸν φόνον τοῦ παιδὸς, καὶ δημόσιον ὅτι τὴν πόλιν ἠδίκησεν, ὑπὲρ οὗ γὰρ εἵλετο πόλεμον ἡ πόλις, καθάπερ ἆθλον αὐτὸν ποιουμένη, τοῦτον παρὰ γνώμην τῆς πόλεως ἐφόνευσεν· καὶ τὸ ἀντιθετικὸν κεφάλαιον τοιοῦτον, ὅτι καὶ τῇ πόλει συνήνεγκεν τὸ τελευτῆσαι τὸ μειράκιον, ἀπήλλακται γὰρ πολέμου καὶ πολιορκίας· καὶ αὐτῷ τῷ παιδί· ταῦτα μὲν οὖν οὐ βούλεται εἴδη ὁ Ἑρμογένης, ὡς ἔφαμεν· ἄλλοι δὲ βοηθοῦντες Μινουκιανῷ φασιν εἴδη αὐτὰ εἶναι· ἔχουσι γὰρ τῶν κεφαλαίων διαφορὰν καὶ πλεονασμὸν καὶ ἔνδειαν· αὐτίκα ἐπὶ μὲν τῶν δημοσίων ὁ ὅρος ἐμπίπτει, ἐπὶ δὲ τῶν ἰδιωτικῶν οὔ· καὶ ἐπὶ μὲν τῶν ἰδιωτικῶν πάλιν τὰ ἀντιθετικὰ πλείω· ὡς ἐπὶ τοῦ τὸν παῖδα ἀποκτείναντος τὸ ἀντεγκληματικὸν καὶ ἀντιστατικόν· ἐπὶ δὲ τῶν δημοσίων οὔ· οὐ γὰρ ὁ τὸν λιμένα χώσας ἕξει τοσαῦτα ἀντιθετικά· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων κεφαλαίων· εἰ οὖν πλεονασμὸς καὶ ἔνδεια τῶν κεφαλαίων καὶ ἐπὶ τούτων εὑρίσκεται, δῆλον ὅτι καὶ εἴδη εἰσὶ τῶν ἀντιθετικῶν· ἕτεροι τοῦτο μὲν οὐ φασὶν, ἕτερα δὲ εἴδη· οἷον ἀντίστασιν κατὰ στοχασμόν· ἀντίστασιν κατὰ ῥητὸν καὶ διάνοιαν· κατὰ στοχασμὸν μὲν, ὡς ὅτ’ ἂν τὴν ἀντιθετικὴν τῶν ὁμωνύμων τῇ στάσει θεὶς ἐπάγῃ τέλειον τὸν στοχασμὸν, ὡς ἐπὶ τούτου· πατὴρ ἕνα τῶν παίδων ἀπέσφαξεν ὡς ἄσωτον· καὶ τὸν δεύτερον κατὰ τὸν τῶν ἀκρίτων νόμον· τρίτου γεννηθέντος ἐκτίθεται αὐτὸν, καὶ κρίνεται ὑπὸ τῆς γυναικὸς κακώσεως· ἐνταῦθα γὰρ τὸ ἀντιθετικὸν, ὅτι ὠφέλησά σε, ἵνα μὴ ὁμοίως τοῖς ἄλλοις γένηται καὶ ἀνιάσῃ σε· ἀναφύεται οὖν τέλειον ζήτημα στοχαστικὸν, εἰ καὶ τοῦτον εἰκὸς πονηρὸν γενέσθαι ἢ σωφρονισθῆναι τῷ δέει τῆς τῶν φθασάντων τιμωρίας· καὶ μετὰ τὴν στοχαστικὴν ἐξέτασιν πᾶσαν τὰ λοιπὰ κεφάλαια τῆς ἀντιστάσεως· κατὰ ῥητὸν δὲ καὶ διάνοιαν, ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ μὴ ἀνοίξαντος νύκτωρ τὰς πύλας, καὶ ὑπὸ τῶν πολεμίων ἀναιρεθέντων τῶν προσφυγόντων αἰχμαλώτων, καὶ κρινομένου· ἐνταῦθα γὰρ ἐπὶ τὸν νόμον μεταφέροντος αὐτοῦ τὴν αἰτίαν, ὅτι ὑπὲρ τῆς πόλεως οὐκ ἤνοιξα τῷ νόμῳ πειθόμενος, ἀναφύεται ῥητὸν καὶ διάνοια μεταξύ· ὅτι οὐκ ἐπὶ τούτοις ὁ νόμος ἀλλ’ ἐπ’ ἄλλοις κελεύει μὴ ἀνοίγειν τὰς πύλας· μεθ’ ὃ πάλιν τὰ ἀντιθετικά.
4.687.(1n) Ἔτι τὴν συγγνώμην ἀπὸ τῆς μεταστάσεως οὐ τῷ ἀνευθύνῳ καὶ ὑπευθύνῳ ἐχώρισάν τινες, ἀλλ’ ἁπλῶς τὰ μὲν εἴς τι τῶν ἔξωθεν μεθιστάντα τὸ ἀδίκημα πάντα μεταστατικὰ εἰρήκασιν εἶναι, ἐάν τε χειμὼν, ἐάν τε βάσανοι, ἐάν τε ἄλλο τοιουτότροπον ᾖ· τὰ δὲ εἰς ἴδιόν τι πάθος ψυχῆς μόνα συγγνώμης εἶναι ὡρίσαντο· οἷον ἔλεον, ἢ οἶκτον, ἤ τι τοιοῦτον· καὶ ἴσως ταῦτα οὐ κακῶς· διαφέρει δὲ οὐδὲν πλὴν τοῦ ὀνόματος τῆς συγγνώμης, ᾧ κἀν ταῖς μεταστάσεσι πολλάκις ἄν τις χρήσαιτο καλῶς κἀν ταῖς ὁμολογουμέναις συγγνώμαις· πάλιν αὖ τοὐναντίον τῇ μεταστάσει χρήσεται· τουτὶ δὲ οὐ τοῦ διαιρετικοῦ εἴδους οἶμαι, τοῦ δὲ τοῖς καιροῖς εἰδέναι χρῆσθαι καὶ μεθοδεύειν ὀρθῶς τὰ νοήματα. Σωπάτρο υ. Ἰστέον, ὅτι τελευταίαν πασῶν τῶν ἀντιθετικῶν τὴν συγγνώμην ἔταξαν· ὅτ’ ἂν γὰρ ἀπορῶμεν ἀπολογίας ἐν ταῖς ἄλλαις ἀντιθετικαῖς, λέγω δὴ ἀντιστάσει καὶ ἀντεγκλήματι, τότε λοιπὸν ἐπὶ τὴν συγγνώμην καταφεύγομεν· γίνεται δὲ ἡ συγγνώμη, ὅτ’ ἂν ὥσπερ ἐπὶ τῶν ἄλλων τῶν ἀντιθετικῶν ὁμολογῇ μὲν ὁ φεύγων πεποιηκέναι τὸ ἀδίκημα, ἄκων δὲ αὐτὸ φάσκῃ πεποιηκέναι, ἀναφέρων τὴν αἰτίαν ἐπὶ τὰ πάθη τῆς ψυχῆς, ἐπὶ μέθην, ἔρωτα, ἔλεον, ἄγνοιαν, φόβον, ὀργὴν, καὶ ὅλως οἷς ἕπεται ἡδονὴ καὶ λύπη, γίνεται δὲ συγγνώμη καὶ ὅτ’ ἂν εἰς ἀσθένειαν γήρως καὶ ὅτ’ ἂν ἐπὶ δεσπότην ἤ τι τοιοῦτον ἀναφέρωμεν.
4.688 τινὲς δέ φασιν τούτῳ διαφέρειν τὴν μετάστασιν τῆς συγγνώμης, τῷ ὑπευθύνῳ καὶ ἀνευθύνῳ· τὸ μὲν γὰρ εἰς ὑπεύθυνόν τι δυνάμενον γενέσθαι πρᾶγμα ἢ πρόσωπον ἀναφέρον τὴν αἰτίαν μεταστατικόν φασιν· τὸ δὲ εἰς ἀνεύθυνον συγγνωμονικόν· τινὲς δὲ καὶ τὰ εἰς ἀνεύθυνον καὶ τὰ εἰς ὑπεύθυνον ἀναφέροντα μεταστατικά φασιν· τὰ δὲ εἴς τι πάθος τῆς ψυχῆς συγγνωμονικά. ἰστέον μέντοι, ὡς τὸ τῶν βασάνων καὶ τοῦ χειμῶνος οἱ μὲν ἄλλοι συγγνώμην εἶναι τὸ τοιοῦτό φασιν, τῷ ψυχικὸν ἐνταῦθα κινεῖσθαι πάθος, τὸν φόβον, Μινουκιανὸς δὲ τῇ μεταστάσει προσνέμει ταῦτα ὡς καὶ τῶν ἔξωθεν ὄντα· δοκοῦσι γοῦν οἱ μὲν ἄλλοι κατὰ τοῦτο συμβαίνειν τῷ τεχνικῷ· δῆλον γὰρ ὡς συγγνώμη ἐστὶν ἡ βάσανος, τῷ εἶναι ἀνεύθυνον, ὁ μέντοι Μινουκιανὸς καὶ κατὰ τοῦτο ἐναντιοῦται. Καὶ ἴσως ταῦτα οὐ κακῶ ς· ζητητέον, τί δήποτε τὸν ἐκείνων δεχόμενος λόγον, αὐτὸς εἰσήνεγκεν ἕτερον. εἴπερ γὰρ μὴ δέχεται, τί μὴ διαῤῥήδην ἀντεῖπεν· τῷ γὰρ ἀντειπεῖν μὲν, μὴ λύειν δὲ τὸ ἁμάρτημα δυοῖν θάτερον ἢ ἀγνοίας οὐκ ἐκφεύξεται ἢ φθόνου· ἀλλά φαμεν, ὅτι εὔλογον ἔχει τὴν συγκατάθεσιν· ᾔσθετο γὰρ καὶ τὸν ἐκείνων λόγον, τῷ οἰκείῳ σκοπῷ συμφερόμενον, τὸ δὲ αἰσθανόμενον τῶν κακῶς λεγομένων καὶ μὴ ἀντιτείνειν ἐπιεικείας, οὐ μέμψεως· ἀλλὰ πῶς τοῦτο ἐροῦμεν; ὁ μὲν τὴν συγγνώμην τῆς μεταστάσεως τῷ ὑπευθύνῳ καὶ ἀνευθύνῳ ἐχώρισεν, οἱ δὲ, ὧν καὶ Μινουκιανὸς, τὰ ἔξωθεν ἄγοντα τὸ ἀδίκημα καὶ τὰ εἴς τι πάθος ψυχῆς ἀναφέροντα, ὅπερ ταὐτὸν τῷ ἀνευθύνῳ καὶ ὑπευθύνῳ· ἀνεύθυνα γὰρ τὰ ψυχικά· ἐπειδὴ δὴ καὶ χειμὼν καὶ βάσανοι, κἂν ἔξωθεν, ὅμως φοβεῖ τὴν ψυχὴν καὶ καταπλήττει, ἔδοξε διὰ τοῦτο διαφωνεῖν Μινουκιανὸς Ἑρμογένει· ὁ μὲν γὰρ τῶν ἔξωθεν εἶναι μεταστατικά φησιν, ὁ δὲ τῷ πάθος ψυχικὸν κινεῖν συγγνωμονικά φησιν αὐτά.
4.689 Ἐζήτησαν δέ τινες καὶ τοῦτο, διατί φησιν ὁ τεχνικὸς μηδὲν διαφέρειν τὴν συγγνώμην τῆς μεταστάσεως, εἰ μὴ μόνον ὀνόματι· εἰ μὲν γὰρ μηδὲν διαφέρουσιν ἀλλήλων, τί κἀνταῦθα κἀν τῇ μεθόδῳ τοσοῦτον περὶ αὐτῶν κατέτεινε λόγον; εἰ δὲ διαφέρουσι, τί μὴ καὶ πρᾶγμα διάφορον ἐν ἀμφοτέροις εἶναί φησιν; ἀλλὰ φήσομεν ἡμεῖς πρὸς τοῦτο, ὅτι οὐ πρὸς τὴν φύσιν αὐτῶν ἀφορῶν ταὐτά φησιν, ἀλλὰ πρὸς τὴν διαίρεσιν· καὶ γὰρ ἐν μεταστάσει φησὶν ἐμπίπτειν τὸ συγγνωμονικὸν καὶ τὸ μεταστατικὸν, καὶ τό γε μεῖζον ἔστιν ὅτε καὶ ἐπὶ συγγνώμης οὐ χρώμεθα πλατέως τῇ συγγνώμῃ, ἀλλ’ ὅσον ἐφαψάμενοι μόνον εὐθέως ἐπὶ τὴν μετάστασιν μεταβαίνομεν· τοῦτο δὲ γίνεται, ὅτ’ ἂν ἔνδοξον ᾖ τὸ πρόσωπον· ἆρ’ οὖν, φήσει τις, οὐδὲν κατὰ τὴν διαίρεσιν διαφέρουσι; λέγομεν τοίνυν, ὅτι κατὰ μὲν τὴν διαίρεσιν οὐδὲν, κατὰ δὲ τὴν χρῆσιν, ναί· ἐφ’ ἑκατέραις γὰρ στάσεσι τῷ κυριωτέρῳ κεφαλαίῳ χρησόμεθα· ἐν μεταστάσει μὲν μεταστατικῷ, συγγνωμονικῷ δὲ ἐν συγγνώμῃ· ἐπειδὴ δὲ ἀναιδές ἐστι τὸ ἠδικηκότα τινὰ φανερῶς συγγνώμην αἰτεῖν, μεθόδῳ τινὶ δεῖ τῷ κεφαλαίῳ χρήσασθαι καὶ πρῶτον μὲν θεῖναι τὸ κατ’ ἐπαγγελίαν τοῦ μέλλοντος, οἷον ὅτι νῦν διαφυγὼν αὖθις ὑμῖν χρήσιμος ἔσομαι· ἔπειτα ἐκ παραδείγματος τοῦτο πιστώσασθαι, ὅτι πολλοὶ πολλάκις τὸ πρῶτον δόξαντες ἀδικεῖν ἀγαθοὶ τελευταῖον γεγόνασιν· οἷον Θεμιστοκλῆς τὸ πρῶτον συνέζηκεν ἀσωτίᾳ· σοφίᾳ τὸ τελευταῖον πάντας παρῆλθεν· εἶτα Ἀλκιβιάδης καὶ εἴ τις ἄλλος, καὶ ὡς, εἰ τὸ πρῶτον ἁμαρτὼν ἀνῃρέθῃ, οὐκ ἂν ἔμελλον τῆς Θεμιστοκλέους σοφίας ἀπόνασθαι· δεύτερον ἐκ τῆς τῶν δικαστῶν εὐνοίας, ὅτι φιλανθρωπεύεσθαι τοῖς ἁμαρτάνουσιν εἰώθασιν ἅπαντες· εἰ γὰρ οὐκ ἐφιλανθρωπεύεσθε, οὐδεὶς ἀνθρώπων ὑπελέλειπτο· κοινὸν γὰρ τῆς ἀνθρωπίνης φύσεως τὸ πλημμελεῖν· εἶτα πλατυνοῦμεν ὡς ἐκ παραδείγματος τὸν τῆς φιλανθρωπίας λόγον.
4.690 Ἰστέον δὲ, ὡς πᾶσα στάσις ἀντιθετικὴ δικανική ἐστιν. Ζητητέον δὲ, διατί εἴγε πανταχοῦ τὸ πρῶτον ζήτημα χαρακτηρίζει τὴν στάσιν, ἐν ταῖς ἀντιθετικαῖς ὁ ὅρος προτάττεται τοῦ ἀντιθετικοῦ. καί φαμεν, ὅτι παραγραφικοῦ τάξιν ἐπέχει ἐνταῦθα ὁ ὅρος· ἐπειδὴ οὖν φύσει πρὸ τῆς εὐθυδικίας καὶ ἀπολογίας ἐστὶ τὸ παραγράφεσθαι τὴν κρίσιν, εἰκότως ὁ ὅρος προτέτακται τῶν ἑξῆς κεφαλαίων. Μαρκελλίνο υ. Οὐκ ἀγνοῶ, φησὶν, ὥς τινες τὴν συγγνώμην τῆς μεταστάσεως οὐ τῷ ἀνευθύνῳ καὶ ὑπευθύνῳ διορίζουσιν· οἱ δέ φασιν, ὅτι Μινουκιανὸς διαχωρίζει τὴν συγγνώμην τῆς μεταστάσεως οὐ τῷ ἀνευθύνῳ καὶ ὑπευθύνῳ, ὥσπερ διωρισάμην ἐγὼ, ἀλλὰ μόνῳ τῷ τὴν μετάστασιν γενέσθαι, ὅτ’ ἂν ἐπὶ τῶν ἔξωθεν ὁ φεύγων ἀνενέγκῃ τὴν αἰτίαν ἢ πρόσωπον ἢ πρᾶγμα καὶ ὑπεύθυνον καὶ ἀνεύθυνον· τὴν δὲ συγγνώμην, ὅτ’ ἂν εἰς πάθη μόνα ψυχῆς, ἢ ἔλεον, ἢ ἔρωτα, ἢ ἄγνοιαν, ἢ ὀργὴν, ἢ φόβον φυσικὸν, οὐκ ἔξωθεν προσγενόμενον· καὶ οὐ μέμφομαι, φησὶ, τὸν οὕτω διαιροῦντα, δοκεῖ γὰρ καὶ ἐμοὶ καλῶς λέγειν.
4.691 Ἔτι περὶ τῶν ἀντιθετικῶν. Περὶ ἀντιστάσεως. Συριανο ῦ. Μετὰ τὴν ἀντίληψιν ἀκολούθως ἐπὶ τὰς ἀντιθετικὰς μετιέναι στάσεις εὔλογον· εἰ γὰρ αἱ τέσσαρες ἀντιθετικαὶ σὺν τῇ ἀντιλήψει δικαιολογικαὶ καλοῦνται, ἀναγκαῖον ἂν εἴη εὐθέως τῇ ἀντιλήψει ταύτας ἐπάγειν· ὧν πρώτην τακτέον τὴν ἀντίστασιν, ἥτις ὠνόμασται ἀπὸ τοῦ ἀντιτιθέναι καὶ ἀνθιστᾷν τῷ ἐγκαλουμένῳ ἀδικήματι εὐεργέτημα· ὁρίζεται δὲ αὐτὴν Ἑρμογένης καὶ Μητροφάνης οὕτως, ὅτ’ ἂν ὁμολογῶν ὁ φεύγων τὸ πεπραγμένον ἀντιτιθῇ δι’ αὐτοῦ τοῦ ἀδικήματος εὐεργέτημά τι γεγενημένον· ἔχει δὲ ἀτελῶς, οὐ γὰρ τί ἐστι λέγει, ἀλλὰ πῶς καὶ πότε γίνεται ἀντιστατικὸν πρόβλημα· ὁ δὲ τελείως ἔχων τῆς ἀντιστάσεως ὅρος οὗτός ἐστι· στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολογῶν τὸ γεγενημένον ἀντιτίθησιν εὐεργέτημα μεῖζον δι’ αὐτοῦ πεπραγμένον τοῦ ἀδικήματος· ὡς ὁ τὸν ἵππον ἀνελὼν ἀντιτίθησι τοῦ δεσπότου τὴν σωτηρίαν· ὁ δὲ τὸ τεῖχος κατασκάψας στρατηγὸς τὴν κατὰ πολεμίων νίκην· τὸ γὰρ λέγειν ἴδιον εἶναι ἀντιστάσεως τὸ ἀμφότερα ὁμολογεῖσθαι, τό τε ἀδίκημα καὶ τὸ εὐεργέτημα, κοινόν ἐστι καὶ τῶν ἄλλων ἀντιθετικῶν· ἀποροῦσι δέ τινες πρὸς τοῦτο λέγοντες, εἰ ἄμφω ὁμολογεῖται καὶ οὐδεμία τις ἐν αὐτῇ γίνεται ζήτησις, ἀσύστατον ἄρα· πρὸς οὓς ἐροῦμεν, ὅτι κατὰ μὲν τὸν τοῦ φεύγοντος λόγον ἀμφότερα δοκεῖ ὁμολογεῖσθαι· κατὰ δὲ τὸν τοῦ διώκοντος, τὸ μὲν ἀδίκημα φανερόν ἐστι, τὸ δὲ δοκοῦν εὐεργέτημα δι’ ἕτερον πεπρᾶχθαι λέγεται· ὡς ἐπὶ τοῦ κατασκάψαντος στρατηγοῦ τὸ τεῖχος καὶ νικήσαντος· ἡ μὲν καθαίρεσις τοῦ τείχους φανερὰ, ἡ δὲ νίκη ἀμφισβητεῖται πότερα διὰ τὸν στρατηγὸν ἢ διὰ τὴν εὐτολμίαν τῶν πολιτῶν γέγονεν· ἔτι γε μὴν οὐδὲ ὡς ἀδίκημα τὸ γεγονὸς ὁ φεύγων ὁμολογεῖ πεπραχέναι, ἀλλὰ τῆς εὐεργεσίας ἀρχὴν ὁρίζεται τὸ εὐθυνόμενον, ὥστε ἀμφότεροι τὸ μὲν ὠφελοῦν αὐτοὺς ὡς πρόδηλον ἐξετάζουσι· τὸ δὲ ἐναντιούμενον, εἰ καὶ φανερὸν εἶναι δοκεῖ, ἀλλ’ ἐφ’ ὃ βούλονται μετάγουσιν· εἴδη δὲ ἡ ἀντίστασις οὐκ ἐπιδέχεται, διότι οὐδὲ τὰ εἰδοποιοῦντα ἐν ταῖς στάσεσιν ἐν αὐτῇ ἐμπίπτει, φημὶ δὴ κεφαλαίων πλεονασμὸν ἢ ἔλλειψιν ἢ τάξιν διάφορον, ἅπερ πολλάκις ἔφαμεν τὴν ἑτερότητα τῶν εἰδῶν ἐν ταῖς στάσεσιν ἀπεργάζεσθαι· τρόποι δὲ ἀντιστατικῶν προβλημάτων εἰσὶ τρεῖς· ὁ μὲν περὶ ἰδιωτικῶν ἐστιν, ὁ δὲ περὶ δημοσίων, ὁ δὲ περὶ δημοσίων ἅμα καὶ ἰδιωτικῶν, περὶ ὧν ἤδη εἴπομεν· διαιρεῖται δὲ ἡ ἀντίστασις κεφαλαίοις τοῖσδε, προβολῇ κοινῇ, γνώμῃ τοῦ φεύγοντος, τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους τοῦ κατηγόρου, ἀντιστάσει τοῦ φεύγοντος, μεταλήψει τοῦ κατηγόρου, μεταστάσει, ὅτε ἐμπίπτει, τοῦ φεύγοντος.
4.693 ἰστέον γὰρ, ὅτι μόνη τῶν ἀντιθετικῶν ἡ μετάστασις συμπλέκεται τῇ ἀντιστάσει· οὐκ ἀεὶ, ἀλλ’ ἐπί τινων προβλημάτων, ὡς ἐπὶ τοῦ κατασκάψαντος τὸ τεῖχος στρατηγοῦ, τοῖς πρός τι καὶ βιαίῳ ὅρῳ κοινοῖς, μεταλήψει ἐκ προσώπου, ἀντιλήψει· ἡ μὲν οὖν προβολὴ κοινή ἐστι τῷ τὸν μὲν κατήγορον τὸ ἀδίκημα αὔξειν, τὸν δὲ φεύγοντα τὸ εὐεργέτημα ἐν τῇ ἑαυτοῦ προβολῇ· ἡ δὲ γνώμη ἔστι μὲν, ὡς εἴρηται, τοῦ φεύγοντος, πλατύνεται δὲ τοῖς ἐκ διαιρέσεως σχήμασιν, αἰτίᾳ δι’ ἣν τοῦτο πέπραχεν, παραδείγμασι, προσώπου ποιότητι, τοῖς ἐγκωμιαστικοῖς τόποις, γένει, φύσει, ἀγωγῇ, ἐπιτηδεύμασιν, ἀνάγκῃ, ἐκβάσει τῶν τε νῦν ὄντων ἀγαθῶν καὶ τῶν ἐπελθόντων χαλεπῶν, εἰ μὴ τοῦτο ἦν πράξας· τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους θήσει ὁ κατήγορος, οὐχὶ τὸ ἀδίκημα ἀφηγούμενος, πρόδηλον γὰρ τοῦτο καὶ ὡμολογημένον, ὡς εἴρηται, ἀλλὰ κατασκευάζων· ὅτι φαύλῃ γνώμῃ τὸ γεγονὸς ὁ φεύγων διαπέπρακται· εἶτα τὴν ἀντίστασιν τὸ οἰκεῖον τῆς στάσεως κεφάλαιον εἰσάξει ὁ φεύγων, τὸ συμφέρον, τὸ διὰ τῆς βλάβης γεγονὸς ἐξαίρων, πλατύνεται δὲ ἐκφράσει καὶ αὐξήσει τοῦ δεινοῦ καὶ θέσει, χρὴ γὰρ πρότερον ἐξᾶραι τῷ λόγῳ τὰ περιστάντα δεινὰ τὴν πόλιν, ἢ τὸν ἄνθρωπον τὸν ὑπὸ τοῖς πολεμίοις μέλλοντα γίνεσθαι διὰ τοῦ ἵππου, καὶ οὕτω τὸ εὐεργέτημα ἐπάγειν, πλατύνοντα τῇ θέσει· ἕπεται δὲ ἀντιστάσει μετάληψις λύουσα αὐτὴν, ἐνστάσει τε καὶ ἀντιπαραστάσει πλατυνομένη· μετὰ δὲ ταῦτα κινήσει στοχαστικὴν ἀντίθεσιν ὁ κατήγορος, ἥτις ὑπὸ τοῦ φεύγοντος λύεται βουλήσει καὶ δυνάμει· εἶτα μετάστασις ὑπὸ τοῦ φεύγοντος εἰσάγεται, ὅτε ἐμπίπτει, λέγοντος, ἀλλ’ ὁ δῆμος αἴτιος μὴ πεισθείς· καὶ πάλιν ταύτην ὁ κατήγορος λύσει μεταλήψει· καθόλου γὰρ τῶν πέντε δικαιολογικῶν λυτική ἐστιν ἡ μετάληψις, πρός τι κοινὰ, τοῦ μὲν μεῖζον ἀποφαινομένου τὸ ἀδίκημα τοῦ εὐεργετήματος, τοῦ δὲ φεύγοντος προκρίνοντος μετὰ κατασκευῆς τὸ εὐεργέτημα τοῦ ἀδικήματος· ὅρος βίαιος, κοινός· τοῦ μὲν μηδ’ ὅλως εὐεργέτημά τι γεγενῆσθαι παρὰ τοῦ φεύγοντος διαγορεύοντος, τοῦ δὲ μηδεμίαν ἀπηντηκέναι βλάβην ἐκ τοῦ γεγονότος ἰσχυριζομένου· εἶτα μετάληψις ἐπὶ πρόσωπον κινεῖται τοῦ κατηγόρου· ἔστι δὲ οὐ τῶν ἀεὶ ἐμπιπτόντων· ὅτ’ ἂν δὲ ἐμπέσῃ, λύεται ἀντιλήψει.
4.695 ἔστι δ’ ὅτε καὶ στοχαστικὴ ἀντίθεσις ἐν ἀντιστάσει ἐμπίπτει· οἷον ἐπὶ τοῦ στρατηγοῦ, ἀλλ’ ἄδηλον εἰ πάντως ἡ νίκη πρὸς ἡμῶν ὑπάρξει· ἣν ὁ στρατηγὸς λύσει βουλήσει τε καὶ δυνάμει τῶν στρατιωτῶν· ὡς προκινδυνεύειν ἀεὶ βουλόμενοι τῆς πατρίδος, οὐκ ἀδύνατοι κατὰ πολεμίων ὑπῆρχον στῆσαι τὰ τρόπαια καλῶς ἐκπαιδευθέντες ὑπ’ ἐμοὶ τὰ πολέμια καὶ τεθνάναι μᾶλλον εὐκλεῶς, ἢ ζῇν αἰσχρῶς ἐπὶ τῶν παρατάξεων αἱρούμενοι. Τοιαύτη μὲν οὖν ἡ τῶν ἀντιστατικῶν ὑπάρξει διαίρεσις κεφαλαίων. ἰστέον δὲ, ὅτι τῇ μὲν ἀντιστάσει μετάστασις συνεπιπλέκεται, τῇ δὲ μεταστάσει συγγνώμη, τῇ δὲ συγγνώμῃ καὶ τῷ ἀντεγκλήματι ἀντίστασις. ἔστι δὲ κἀκεῖνο τὸ ζήτημα ἀντιστατικὸν, κἂν ἐνίοις τῶν τεχνογράφων μετάστασις εἶναι δοκῇ. Ἀρχίδαμος λοιμοῦ καταλαβόντος Ἀθήνας, ἀνέζευξε καὶ κρίνεται παρὰ Σπαρτιάταις δημοσίων· τό τε γὰρ ἀδίκημα φανερὸν ἐνταῦθα, τὸ καταλιπεῖν οὑτωσὶ τὴν πολεμίαν ἑτοίμως. καὶ τὸ εὐεργέτημα πρόδηλον, τὸ μὴ συγχωρῆσαι τῷ στρατεύματι λοιμοῦ πειραθῆναι· ἔτι δὲ ἐν μεταστάσει ἐπὶ πρόσωπον ὑπεύθυνον ἢ ῥητὸν ὑπεύθυνον μεταφέρει τὴν αἰτίαν ὁ φεύγων τοῦ πεπραγμένου. ὁ δὲ λοιμὸς ἐφ’ ὃν ὁ Ἀρχίδαμος μεταφέρει τὴν αἰτίαν ἀνεύθυνον. Περὶ μεταστάσεως.
4.696.(1t) Συριανο ῦ. Τὴν δὲ μετάστασιν Μινουκιανὸς μὲν οὕτως ὁρίζεται· ὅτ’ ἂν μεταφέρωμεν τὸ ἀδίκημα ἐπὶ πρόσωπον, ἢ ῥητὸν ὑπεύθυνον· Ἑρμογένης δὲ, ὅταν ὁμολογῶν ὁ φεύγων τὸ ἀδίκημα ἐπὶ πρόσωπον ἢ ῥητὸν ὑπεύθυνον μεταφέρῃ τὴν αἰτίαν· ὁ δὲ τελείως ἔχων τῆς στάσεως ὅρος οὗτός ἐστι· μετάστασίς ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολογῶν τὸ ἀδίκημα ἐπὶ πρόσωπον ὑπεύθυνον ἢ ῥητὸν ὑπεύθυνον μεταφέρει τὴν αἰτίαν· ἴδιον δὲ μεταστάσεως τὸ ἐπὶ πρόσωπον ὑπεύθυνον ἢ ῥητὸν ὑπεύθυνον μεταφέρειν τὴν αἰτίαν, ἐπὶ τὸ πρᾶγμα δὲ μηδέποτε, ὡς Ἀρχίδαμος ἐπὶ τὸν λοιμόν. πρόσωπον μὲν οὖν ὑπεύθυνόν ἐστι τὸ δυνάμενον δοῦναι δίκην. ῥητὸν δὲ ὑπεύθυνον τὸ λυθῆναι δυνάμενον. κοινωνεῖ δὲ ἡ μετάστασις ταῖς ἄλλαις ἀντιθετικαῖς, πρῶτον μὲν τῷ γένει· ποιότης γὰρ καὶ δικαιολογία καὶ ἀντίθεσις γένος αὐτῶν· τὸ μὲν εἰδικώτατον ἡ ἀντίθεσις, τὸ δὲ σὺν ἀντιλήψει ἡ δικαιολογία, τὸ δὲ σὺν ἄλλαις πλείοσιν ἡ ποιότης. πλὴν γὰρ στοχασμοῦ καὶ ὅρου αἱ λοιπαὶ στάσεις ὑπὸ τὴν ποιότητα ἀνάγονται. ἔπειτα τῷ ἀμφότερα ὁμολογεῖσθαι, τό τε ἀδίκημα καὶ τὸ εὐεργέτημα, κοινὸν γὰρ καὶ τοῦτο τῶν ἀντιθετικῶν, διαφέρει δὲ τῶν μὲν ἀντιθετικῶν τῷ ἐπί τι ὑπεύθυνον τῶν ἔξωθεν μεταφέρειν τὴν αἰτίαν τοῦ ἀδικήματος· τῆς δὲ ἀντιλήψεως τῷ ἐνταῦθα μὲν τὸ ἀδίκημα ὑπὸ τοῦ φεύγοντος ὁμολογεῖσθαι· ἐν δὲ ἀντιλήψει ἀνεύθυνον μὲν εἶναι τὸ πεπραγμένον παρὰ τοῦ φεύγοντος, διὰ δέ τινα περίστασιν ὡς ἀδίκημα κρίνεσθαι.
4.697 εἴδη δὲ διάφορα οὐκ ἔχει ἡ μετάστασις· ἡ δὲ τῶν κεφαλαίων διαίρεσις ἔστι μὲν ἡ αὐτή πως τοῖς ἐν ἀντιστάσει, διαφέρει δὲ τῇ τε τάξει καὶ τῇ προβολῇ, τῇ μὲν προβολῇ, ὅτι ἐν μὲν τῇ ἀντιστάσει κοινή ἐστιν ἑκατέρων τῶν ἀγωνιζομένων, ἐν δὲ μεταστάσει μόνου τοῦ κατηγόρου· τῇ δὲ τάξει, ὅτι ἡ μετάστασις τὸ κεφάλαιον ἐνταῦθα μετὰ προβολὴν καὶ γνώμην καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πρὸ τῶν λοιπῶν τάττεται κεφαλαίων, ὥσπερ ἐν τῇ ἀντιστάσει τὸ ἀντιστατικὸν μεθ’ ἃ εἶπον κεφάλαια τάττεται. ἔστι δὲ καὶ ἡ στοχαστικὴ ἀντίθεσις ἡνίκα ἐμπίπτει· ἐν μὲν ἀντιστάσει ὑπὸ τοῦ κατηγόρου εἰσάγεται, ἐν δὲ μεταστάσει ὑπὸ τοῦ φεύγοντος. τῆς δὲ μεταστάσεως ἡ μὲν τίς ἐστιν ἐπὶ ῥητὸν, ἧς παράδειγμα· νόμος Ἀθήνησι νύκτωρ μὴ ἀνοίγειν τὰς πύλας, Κλέωνος ἀγαγόντος τοὺς ἀπὸ Σφακτηρίας νύκτωρ, Νικίας ἐφεστὼς τῷ τείχει οὐκ ἤνοιξεν· ἐπελθόντες οἱ πολέμιοι ἀπέκτεινον αὐτοὺς, καὶ κρίνεται Νικίας δημοσίων ἀδικημάτων· ἡ δὲ ἐπὶ πρόσωπον, ὡς ἐπὶ τοῦ πρεσβευτοῦ μὴ λαβόντος παρὰ τοῦ ταμίου τὰ χρήματα· ἐνταῦθα γὰρ ἐπὶ τὸ πρόσωπον τοῦ ταμίου μετοίσει τὴν αἰτίαν ὁ πρεσβευτὴς εὐθυνόμενος· διαφέρει δὲ τῆς ἐπὶ νόμον ἀντιλήψεως ἡ ἐπὶ νόμον μετάστασις τῷ τὴν μὲν ἐφ’ οἷς ἐποίησε προβάλλεσθαι τὴν ἐξουσίαν, πλὴν εἰ μή ποτε ἀντίληψις ἐφ’ οἷς οὐκ ἐποίησεν εὑρεθείη· τὴν δὲ μετάστασιν πάντως ἐφ’ οἷς οὐκ ἐποίησεν εἶναι.
4.698 Περὶ ἀντεγκλήματος. Συριανο ῦ. Ἀντέγκλημά ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολογῶν τὸ πεπραγμένον ἄξιον εἶναι φήσει τὸν πεπονθότα τοῦ γεγονότος· ἴδιον δὲ ἀντεγκλήματός ἐστι, τὸ πάντως τὸ πεπονθὸς πρόσωπον ἑκὸν παρέχεσθαι τὴν αἰτίαν τοῦ παθεῖν ἅπερ πέπονθεν· οἷον τὸ ὑπὸ τοῦ πατρὸς ἀνῃρημένον μειράκιον ἑκὸν ἐπὶ τὴν πορνείαν ἐχώρησεν· ἡ κατασκαφεῖσα πόλις ὑπὸ τοῦ στρατηγοῦ ἑκοῦσα ἀπέστη· ἑκατέρῳ γὰρ ὑπῆρχε δυνατὸν, μὴ γενέσθαι τοῦ πάθους αἰτίῳ, ὥστε πᾶν πρόβλημα ἐν ᾧ τὸ πεπονθὸς πρόσωπον ἄκον παρέσχε τοῦ πάθους τὴν αἰτίαν, οὐκ ἂν εἴη ἀντεγκληματικόν· ὥσπερ δὲ ἐν τῷ ἁπλῷ ὅρῳ, ἐν ᾧ ἄλλο μέν ἐστι τὸ κρινόμενον, ἄλλο δὲ τὸ ζητούμενον, ὁ μὲν κατήγορος ἀπολογεῖται, ὁ δὲ φεύγων διώκει διὰ τὴν τῶν πραγμάτων φύσιν ἐναλλάττοντες τὴν τάξιν, οὕτως καὶ ἐν τῷ ἀντεγκλήματι ὁ μὲν διώκων ἀπολογεῖται ὑπὲρ τοῦ πεπονθότος, ὁ δὲ φεύγων κατηγορεῖ· δέχεται δὲ ἀντίστασιν τὸ ἀντέγκλημα· ἡ δὲ τῶν κεφαλαίων διαίρεσις ἡ αὐτὴ ταῖς ἄλλαις ἀντιθετικαῖς ἐστι· μόνῃ τῇ τάξει τοῦ οἰκείου διαφέρουσα κεφαλαίου καὶ τῇ ἐναλλαγῇ τῶν λεγόντων, ὡς εἴρηται· τὸ δὲ ἀντέγκλημα τὸ κεφάλαιον πλατύνεται ὑπὸ τοῦ φεύγοντος κοινῷ τόπῳ καὶ πολλῇ τῇ καταφορᾷ, ὑπὸ δὲ τοῦ κατηγόρου λύεται μεταλήψει.
4.699 Περὶ συγγνώμης. Συριανο ῦ. Συγγνώμη δέ ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ὁμολογῶν τὸ πεπραγμένον, ἐπί τι ἀνεύθυνον ῥητὸν ἢ πρόσωπον ἢ πρᾶγμα μεταφέρει τὴν αἰτίαν· ῥητὸν μὲν ἀνεύθυνον χρησμόν· οἷον μετὰ τὸν περὶ τοῦ Ἅλυος χρησμὸν Κροίσῳ τις συμβουλεύσας στρατεύειν ἐπὶ Πέρσας κρίνεται μετὰ τὴν ἧτταν· ἐπὶ πρόσωπον δὲ ἀνεύθυνον, τύραννον ἢ πολεμίους· ἐπὶ πρᾶγμα δὲ ἀνεύθυνον, ὀργὴν, ἔρωτα, λύπην, φόβον, ὕπνον, χειμῶνα, νόσον, ἀνάγκην καὶ τὰ τοιαῦτα· τὰ γὰρ πράγματα ἐφ’ ἃ μετάξει τὴν αἰτίαν, ἢ ψυχικά ἐστιν, ἢ σωματικὰ, ἢ ἔξωθεν νικῶντα φύσιν ἀνθρωπίνην· διαιρεῖται δὲ τοῖς αὐτοῖς κεφαλαίοις ταῖς ἄλλαις ἀντιθετικαῖς, πλὴν ὅτι τὸ οἰκεῖον αὐτῆς, φημὶ δὴ τὸ συγγνωμονικὸν, μετὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους πρὸ τῶν ἄλλων τάττεται κεφαλαίων· ὥσπερ ἐν ἀντιστάσει τὸ ἀντιστατικὸν καὶ ἑξῆς.
4.701.(1t) Περὶ πραγματικῆς. Συριανο ῦ. Εἰδέναι χρὴ, ὅτι τῶν συμβουλευτικῶν ζητημάτων αἱ ὑποθέσεις εἰσὶν αἵδε, τὸ δίκαιον, τὸ συμφέρον, τὸ δυνατὸν, τὸ ῥᾴδιον, τὸ ἀναγκαῖον, τὸ ἀκίνδυνον, τὸ καλὸν, τὸ εὐσεβὲς, τὸ ὅσιον, τὸ ἡδὺ, καὶ τὰ ἐναντία τούτοις· καὶ οἱ μέγιστοι καὶ πρῶτοι τόποι οὗτοι· καὶ τέως περὶ τούτων εἴπωμεν. Συνίσταται δὲ τὸ μὲν δίκαιον ἐκ τούτων, νόμου, φύσεως, ἔθους, τὸ δὲ ἐν νόμῳ δίκαιον καὶ ἐκ τούτων νόμου ἀπαγορεύσει· τὸ δὲ συμφέρον ἐκ τόπων τεσσάρων συνίσταται· οὗτοι δέ εἰσιν οἵδε, τήρησις τῶν ὑπαρχόντων ἀγαθῶν, ἐπίκτησις τῶν οὐκ ὄντων ἀγαθῶν, καταφυγὴ τῶν περιεστώτων κακῶν, κατάλυσις τῶν ἐπιφερομένων· τὸ δυνατὸν ἐκ τούτων· ἐκ προσώπων καὶ τῶν τούτοις παρακολουθούντων· τὸ ῥᾴδιον ἐκ τούτων, ἐκ τῶν ἐλαττόνων πόνων ἢ δαπανημάτων ἤ τινος ἄλλου τῶν τοιούτων πρὸς ἐναντίον δεῖσθαι· τὸ ἀναγκαῖον ἐκ τοῦ μὴ κατ’ ἔμφασιν ἄλλως πρᾶξαί τινα ἃ βούλεται ἢ ὡς ἂν ἡ ἀνάγκη προσαναγκάζῃ, ἢ ἐκ τοῦ προσαναγκάζεσθαι φόβους καὶ ταραχὰς καὶ λύπας· καὶ τὸ ἐν ταῖς ἀνάγκαις βίαιον ἐκφυγεῖν· ἄλλως πως ἢ οὕτως ὡς ἡ ἀνάγκη προσαναγκάζει, ἢ ἐκ τοῦ ἀναγκαῖον τοῦτο εἶναι· πάντως ὁρίζεσθαι· οἷον τὸ ἀποθανεῖν· τὸ ἀκίνδυνον ἐκ τούτων, τὸ μηδὲν δέος εἶναι παθεῖν, μήτε ὑπὸ θεοῦ, μήτε ὑπὸ ἀνθρώπων ἐχθρῶν, μήτε ὑπὸ κρειττόνων τινῶν, μήτε ὑπὸ τοῦ νόμου· τὸ καλὸν ὡς ἐν ὅρῳ περιλαβεῖν, ἐκ τῶν ἐπαίνων τῶν ἀγαθῶν· ταῦτα δέ ἐστιν αἱ τιμαὶ, οἱ ἔπαινοι, αἱ μνῆμαι, αἱ φιλίαι, αἱ πίστεις, τῶν προγόνων αἱ δόξαι, τὰ ὑπάρχοντα τοῖς ἔργοις, ἃ οὐ δεῖ καταισχύνειν, καὶ τῷ τηρεῖν τὰ πρέποντα ἐν τῷ βίῳ· οἷον εὐταξίαν, ἁπλότητα, ἀλήθειαν, φιλίαν· ὑπάρχοι δ’ ἂν, εἰ πρὸς τούτοις συνιστάναι βούλει, τὸ καλὸν ἐκ τοῦ καὶ τὰ τῶν ἄλλων ἐπαινεῖν καὶ παραβάλλειν, καὶ ὅλως ὅσα τὰ κατ’ ἀρετὴν ἢ ἀρετῆς ἔργα· ταῦτα γὰρ πάντα τοῦ καλοῦ· ἀντίκειται δὲ τούτοις τὰ ἐναντία, τὸ εὐσεβὲς ἐκ τῆς φύσεως, παρατηρήσεως τῶν πρὸς τὸν θεὸν δικαίων καὶ νόμων· τὸ ὅσιον ἐκ τῆς παρατηρήσεως τῶν δικαίων τῶν πρὸς τὴν πατρίδα καὶ τὴν ταύτης πρόνοιαν, καὶ τοὺς γονεῖς καὶ τοὺς εὐεργέτας καὶ τοὺς παιδευτάς· τὸ ἡδὺ, ἐκ τῆς ἀπολαύσεως τῶν ἡδονῶν· τῶν δὲ ἡδονῶν, αἱ μὲν ἀπὸ γεύσεως γίνονται, αἱ δὲ ἀπὸ ὄψεως· αἱ δὲ ἀπὸ ἀκοῆς, αἱ δὲ κατὰ διάνοιαν, ἃς μείζους καὶ ἐσχατωτέρας εἶναι συμβέβηκεν· ἐν τούτοις πᾶσι ζήτει τὰ ἐναντία.
4.702 Τὴν τάξιν τῇ πραγματικῇ ὁ τεχνικὸς ἐν μὲν τῇ μεθόδῳ τρίτην ἀπέδωκε· μετὰ γὰρ στοχασμὸν καὶ ὅρον εὐθὺς τὴν πραγματικὴν ἔταξεν· ἐν δὲ τῇ διαιρέσει τῶν κεφαλαίων, ἥτις νῦν ἐστι, μετὰ τὰς δικαιολογικὰς αὐτὴν τάττει· καὶ ἄμφω καλῶς. ἐκεῖ μὲν γὰρ οἰκονομίᾳ χρώμενος, ἐνταῦθα δὲ τῇ φύσει ἑπόμενος οὕτω τέταχεν· ἁπλοῦ γὰρ ὄντος καὶ ἐπιδιαίρεσιν μὴ ἐπιδεχομένου τοῦ τῆς πραγματικῆς λόγου ἀναγκαίως ἐν τῇ μεθόδῳ καὶ ἐπιγνώσει τῶν στάσεων τρίτην αὐτὴν ἔταξεν, σαφέστερον τὸν λόγον ποιῶν· ἐβουλήθη γὰρ πρότερον τὰ ἁπλούστερα ἐκθέσθαι, εἶθ’ οὕτω τὰ ποικιλώτερα· ποικιλωτέρα γὰρ ἡ δικαιολογία, ἅτε ἐπιδιαίρεσιν δεχομένη, οἷα γένος οὖσα καὶ πολυειδὴς τυγχάνουσα· ἐνταῦθα δὲ τὴν δικαιολογίαν προτέταχε τῆς πραγματικῆς, ἐπειδὴ καὶ τὸ παρεληλυθὸς τοῦ μέλλοντος πρότερον τῇ φύσει, περὶ δὲ τὸ παρεληλυθὸς πάντως ἡ δικαιολογία, ὥσπερ περὶ τὸ μέλλον πάντως ἡ πραγματική· ἅμα δὲ καὶ ἐπειδὴ αὗται μὲν κοινωνοῦσι τοῖς κεφαλαίοις τῷ ὅρῳ, ἡ δὲ πραγματικὴ, οὐ μόνη γὰρ τοῖς τελικοῖς κεφαλαίοις διαιρεῖται, ἀνάγκη ἦν τὰς μὲν προτέρας μετὰ τὸν στοχασμὸν καὶ τὸν ὅρον τάττεσθαι· ἐπειδὴ δὲ πρὸς τὴν ὁρικὴν στάσιν ἔστι τινὰ κεφάλαια τῆς δικαιολογικῆς κοινὰ, τὴν δὲ ὑποτάξαι, ἵν’ εὐκρίνειαν καὶ μὴ σύγχυσιν ἐν τῇ ἐξετάσει ποιήσηται· πρὸ δὲ τῆς μεταλήψεως τέτακται· οὖσα γὰρ τῶν λογικῶν εἰκότως συνῆπται ταῖς λογικαῖς· καὶ πρὸ τῆς μεταλήψεως, ἐπειδὴ ἐν ταύτῃ ἡ εὐθυδικία χώραν οὐκ ἔχει, παντάπασι γὰρ τὸν ἀγῶνα παρωθεῖται· ἡ μέντοι πραγματικὴ οὐχ οὕτως ἔχει, ἀλλὰ ταῖς εὐθυδικίαις θαῤῥεῖ· διὸ καὶ προτέτακται· ἢ ὅτι ἐν τῇ ἀγράφῳ μεταλήψει πρᾶγμα πολλάκις εὑρίσκεται· μᾶλλον δὲ πάντως ἡ ἄγραφος μετάληψις περὶ πρᾶγμά ἐστιν.
4.703 ἔδει οὖν πρῶτον μαθεῖν, τί τὸ πρᾶγμα καὶ ἡ δύναμις αὐτοῦ, εἶθ’ οὕτω καὶ τὴν τοῦ πράγματος ἐκβολὴν, ἡ γὰρ μετάληψις οὐδὲν ἕτερόν ἐστιν, ἢ ἐκβολὴ τοῦ πράγματος, καὶ ἐξώθησις, δυοῖν τοίνυν θάτερον ἀνάγκην εἶχεν ὁ τεχνικὸς ποιεῖν· ἢ πρὸ τῆς μεταλήψεως διδάσκειν ἡμᾶς τῶν πραγμάτων τὴν φύσιν, ἤτοι τὴν πραγματικὴν, ἢ τὸν περὶ τῆς μεταλήψεως παραδιδόντα λόγον συμπλέκειν καὶ τὸν τῆς πραγματικῆς, καὶ σύγχυσιν οὕτω ποιεῖν· ἢ τό γε τρίτον παραδιδόντα καὶ σιωπήσαντα μὴ τελείαν τὴν παράδοσιν τοῦ ἑτέρου τῆς μεταλήψεως εἴδους ποιήσασθαι, ὅ ἐστι τῆς ἐγγράφου. Κἀκεῖνο δὲ αὐτὸ ζητητέον καὶ διὰ τί καὶ πρὸ τῶν νομικῶν ἡ πραγματική· λέγομεν οὖν, ὅτι πρῶτα τῶν ῥημάτων κατὰ φύσιν τὰ πράγματα· εἰκότως οὖν ἡ πραγματικὴ πρὸ τῶν νομικῶν· ἄλλως τε ἐπεὶ κεφάλαιον τῆς πραγματικῆς τὸ νόμιμον· εἰκότως πρὸ τῶν νομικῶν ἡ πραγματική· ὡς τῷ κεφαλαίῳ ἑαυτῆς ἐκείνας παραλαμβάνουσα· καὶ περὶ μὲν τάξεως τοσαῦτα.
4.704 Ὠνόμασται δὲ πραγματικὴ, οὐχὶ ἀπὸ τοῦ πρᾶγμα παρέχειν τοῖς ἀγωνιζομένοις, τοῦτο γὰρ καὶ αἱ ἄλλαι στάσεις, ἀλλ’ ἐπειδὴ καὶ τὰς ἄλλας στάσεις περιέχει ἐν ἑαυτῇ, κατὰ πάσας γὰρ σχεδὸν μελετᾶται, κατὰ στοχασμὸν καὶ ὅρον καὶ ἀντίληψιν, ἔσθ’ ὅτε καὶ τὰς λοιπάς. μεγίστην οὖν περὶ τὰ πράγματα ἰσχὺν ἔχουσα ἡ πραγματικὴ, διὰ τοῦτο ταύτης ἐξαιρέτως ἔτυχε τῆς προσηγορίας· τοῖς γὰρ τελικοῖς διαιρουμένη κεφαλαίοις, καθ’ ἕκαστον ἐκ τῶν ἄλλων στάσεων ἔχει τὰς εὑρέσεις διαφόρους· πῆ μὲν γὰρ στοχαστικὰς, ὥσπερ ἐν τῷ συμφέροντι· ἀδήλου γὰρ ὄντος τοῦ συμφέροντος στοχαστικῶς τοῦτο κατασκευάζομεν· πῆ δὲ ἀντιθετικῶς, ὥσπερ τὸ δίκαιον· πῆ δὲ νομίμως, ὥσπερ τὸ νόμιμον· ὥστε κατὰ πάσας τὰς στάσεις μελετᾷν. ἄλλως τε δὲ δύο ὄντων εἰδῶν τῆς ῥητορικῆς τῶν δεχομένων στάσιν, συμβουλευτικοῦ φημι καὶ δικανικοῦ, τὸ μὲν συμβουλευτικὸν μόνη ἐπείληφεν ἡ πραγματική· πᾶσαι γὰρ ὅσαι συμβουλευτικαὶ ὑποθέσεις ὑπὸ ταύτην ἀνάγονται· μετέχει δὲ κατὰ πολὺ καὶ τοῦ δικανικοῦ· τὸ γὰρ δίκαιον δῆλον ὅτι τοῦ δικανικοῦ τυγχάνει· οὐκ ἀπήλλακται δὲ τοῦ πανηγυρικοῦ· ἀλλὰ ταῖς κατὰ ἀμφισβήτησιν στάσεσι τὸ πανηγυρικὸν ἐμπίπτει, ὥστε καὶ τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς ἔχουσα τὴν διάνοιαν εἰκότως μόνη κατ’ ἐξαίρετον πραγματικὴ κέκληται· πάλιν δὲ τῶν πολιτικῶν πραγμάτων ἢ περὶ τοῦ παρεληλυθότος ἢ περὶ τοῦ μέλλοντος ἐχόντων τὴν ἐξέτασιν, καὶ ἔτι τῆς ποιότητος ἢ περὶ πρᾶγμα ἢ περὶ ῥητὸν στρεφομένης, μόνη ἡ πραγματικὴ καθ’ ἑκάτερον τούτων ἐν ἀμφοτέροις εὑρίσκεται· καὶ γὰρ καὶ περὶ τὸν παρεληλυθότα χρόνον καταγίνεται, ὡς ἐπὶ τοῦ νομίμου καὶ τοῦ ἔθους, ταῦτα γὰρ τοῦ παρεληλυθότος, πάλαι γὰρ τέθεινται· οὐδὲ γὰρ κρίνεταί τις ὑπὲρ οὗ γράφει νόμου ἢ ψηφίσματος, ἀλλ’ ὑπὲρ οὗ γεγράφηκεν· ὡς ὁ Κτησιφῶν παρ’ Αἰσχίνου καὶ Λεπτίνης παρὰ Δημοσθένους· τὸ δὲ περὶ τὸν μέλλοντα πρόδηλον, ἀλλὰ καὶ περὶ ῥητὸν ἔχει τὴν ζήτησιν· ὥσπερ ἐν τῇ ἐγγράφῳ, καὶ περὶ πρᾶγμα, ὥσπερ ἐν τῇ ἀγράφῳ, ὥστε διὰ πολλὰς αἰτίας, ἃς παρεθέμεθα, μόνη παρὰ τὰς ἄλλας ταύτην ἐκληρώσατο τὴν προσηγορίαν· διχῆ δὲ αὕτη θεωρεῖται· ἡ μὲν ἔγγραφός ἐστι πραγματικὴ, ἡ δὲ ἄγραφος, ὡς καὶ αὐτός φησιν ὁ τεχνικός· διαφέρει δὲ ἡ μὲν ἔγγραφος τῶν νομικῶν κατὰ πολλὰ, ἃ καὶ εἰρήσεται, ἡ δὲ ἄγραφος τούτῳ, ὅτι ἐκεῖ μὲν περὶ ῥητὸν ἡ ζήτησις, ἐνταῦθα δὲ περὶ πρᾶγμα· εἰ δέ ποτε καὶ ἐμπέσοι ῥητὸν ἐν αὐτῇ τῇ ἐγγράφῳ, εἰς ἀπόδειξιν τοῦ ὑποκειμένου παραλαμβάνεται· ἀλλ’ οὐ περὶ αὐτοῦ πᾶσα ἡ ζήτησις· οἷον καλοῦ βίου γέρως ἀμφισβητοῦσι Κέφαλος καὶ Ἀριστοφῶν· ἐνταῦθα γὰρ αὐτῶν οὐδεὶς μὲν ἀντιλέγει τῷ νόμῳ, περὶ δὲ τὸ πρᾶγμα ἀμφισβητοῦσι, τίς ἄμεινον βεβίωκεν· κυρίως μὲν οὖν ἀμφισβήτησις ἐν ὅρῳ, καταχρηστικῶς δὲ καὶ ἐνταῦθα, συγκριτικῶς γὰρ προΐασι Κέφαλος καὶ Ἀριστοφῶν· ἐκεῖ δὲ ψιλῶς μόνον τὸ ἑαυτοῦ ἑκάτερος κατασκευάζει· διαφέρει δὲ τοῦ ὅρου, ὅτι ἐκεῖ μὲν ἐκλείποντός ἐστι καὶ τελείου ἡ ζήτησις, ὡς ἐπὶ τῶν ἀμφισβητούντων τῆς τοῦ τυραννοκτόνου δωρεᾶς· ὁ μὲν γὰρ ἐφυγάδευσεν αὐτὸν, ὁ δ’ ἀπέκτεινεν· ἐνταῦθα δὲ ἄμφω τέλεια· καὶ γὰρ καὶ Κέφαλος ἀμέμπτως, καὶ Ἀριστοφῶν ὡσαύτως βεβίωκεν· τῆς δὲ ἀγράφου παράδειγμα τοῦτο· νόμος τρισὶν ἡμέραις βουλεύεσθαι περὶ πολέμου· Φιλίππου καταλαβόντος Ἐλάτειαν γράφει Δημοσθένης αὐθημερὸν ἐξιέναι· τῆς τοίνυν ἀγράφου τὸ μέν ἐστιν ἐν εἰσαγωγῇ νόμων, τὸ δὲ ψηφισμάτων· καὶ τέσσαρα μέν εἰσιν εἴδη περὶ εἰσαγωγῆς νόμων· ἢ γὰρ ἄνευ αἰτίας νόμον εἰσφέρομεν, ἢ μετὰ αἰτίας, ὡς ὅτ’ ἄν τις γράφῃ ἐξεῖναι πατράσιν ἀκρίτως ἀποκτιννύναι τοὺς παῖδας· μετὰ δὲ αἰτίας· ἡττωμένων τῶν ἀνδρῶν συνεστράτευσαν αἱ γυναῖκες· νίκης γενομένης γράφει τις νόμον καὶ τὰς γυναῖκας στρατεύεσθαι· καὶ πάλιν ηὐτομόλησεν Ἀλκιβιάδης ἐκ Σπάρτης πρὸς Ἀθηναίους καὶ γράφει τις ἐν Σπάρτῃ μὴ δέχεσθαι αὐτομόλους· ἰστέον δὲ, ὡς ὅτ’ ἂν εἰσφέρωμεν νόμον ἄνευ τινὸς περιστάσεως ἰδίας μήτε ζητουμένου τινὸς ἢ αἰτίου προϋπάρχοντος, προγύμνασμα ἔσται· ὡς ἐπὶ τοῦ τῶν ἀκρίτων παραδείγματος· ὅτ’ ἂν δὲ προσῇ τῷ νόμῳ περίστασις ἢ ἀπὸ προσώπου ἢ ἀπὸ πράγματος ἴδιά τινα, πραγματικῆς ἐστι στάσεως, ὡς ἐπὶ τῶν ἄλλων παραδειγμάτων· κατὰ προσθήκην δὲ ῥητοῦ· νόμος τὸν στρατηγὸν νόμον εἰσφέρειν· πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικὰ, ἐστρατήγει ὁ πλούσιος, συνεστρατεύετο ὁ τοῦ πένητος παῖς, ἔλιπε τὴν τάξιν ὁ τοῦ πένητος παῖς, νόμον εἰσφέρει ὁ πλούσιος, τὸν λιπόντα τὴν τάξιν θανάτῳ ζημιοῦσθαι· μετὰ ταῦτα ἐστρατήγησεν ὁ πένης, συνεστρατεύετο αὐτῷ ὁ πλούσιος μετὰ τοῦ παιδὸς, ἠρίστευσεν ὁ πλούσιος, ἔλιπε τὴν τάξιν ὁ τούτου υἱὸς, νόμον εἰσφέρει ὁ πένης, ὑπὸ τῶν ἀριστέων φονεύεσθαι τοὺς λειποτάκτας· ἐνταῦθα κατὰ προσθήκην τοῦ ὀνόματος εἰσήχθη· γράψαντος γὰρ τοῦ πλουσίου θανάτῳ ζημιοῦσθαι τοὺς λιπόντας τὴν τάξιν, ὁ πένης καὶ ὑπὸ τίνος προσέθηκεν.
4.707 ὑπὸ γὰρ τῶν ἀριστέων. κατὰ ἀναίρεσιν δὲ νόμου. νόμος τὴν βιασθεῖσαν ἢ γάμον ἄπροικον ἢ θάνατον αἱρεῖσθαι τοῦ βιασαμένου· πολλῶν βιαζομένων γράφει τις νόμον θανάτῳ ζημιοῦσθαι τοὺς βιαζομένους, ἀφῄρηκε γὰρ τὸ γάμον ἄπροικον αἱρεῖσθαι. ἰστέον δὲ, ὡς ἡ ἀναίρεσις τοῦ νόμου ἢ κατὰ μέρους ἐστὶν ἀναίρεσις, ὡς ἐπὶ τοῦ προειρημένου παραδείγματος, ἢ καθόλου· καὶ τοῦτο ἢ νόμῳ καὶ εἰς ἀεὶ ὡς ἐπὶ τοῦ τῆς πανσελήνου παρὰ Λάκωσι μετὰ τὰ ἐν Μαραθῶνι, ἢ ψηφίσματι καὶ πρὸς καιρὸν, ὥσπερ ἐποίησε Δημοσθένης τὴν Ἐλάτειαν Φιλίππου καταλαβόντος, λύσας τὸν νόμον τὸν ἐν τρισὶν ἡμέραις βουλεύεσθαι περὶ πολέμου προστάττοντα· οὐ γὰρ ἀναιρεῖσθαι καθάπαξ τὸν νόμον διὰ τοῦ ψηφίσματος, ἀλλὰ διὰ τὸν καιρόν· ταύτῃ τοι καὶ ἀπολογούμενος ἐρεῖ, τὴν διάνοιαν σκοπεῖν, ἀλλὰ μὴ τὸ ῥητόν· ὅτι ταῦτα περὶ τῶν μὴ κατεπειγόντων ὁ νόμος φησί· καὶ περὶ μὲν εἰσφορᾶς νόμων οὕτω· περὶ δὲ ψηφισμάτων εἰσαγωγῆς τρία εἴδη εἰσίν· ἢ γὰρ εἰσάγει τις ψήφισμα, ὥστε τὸν δεῖνα στεφανοῦν, ἢ γράφει τις ψήφισμα ἐναντίον νόμῳ· μὴ μέντοι λύων τὸν νόμον, ἀλλὰ πρὸς καιρὸν, ὡς ἤδη εἴρηται περὶ Δημοσθένους· ἢ ὡς Ὑπερίδης γράψας μετὰ Χαιρώνειαν τοὺς ἀτίμους ἐπιτίμους εἶναι· καὶ γὰρ καὶ οὗτος οὐ λύων τὸν νόμον τοὺς περὶ τῶν ἀτίμων νόμους ἔγραφεν, ἀλλὰ διὰ πρόσφορον χρείαν, ὅπως ἂν ὁμονοήσαντες ὑπὲρ τῆς πατρίδος ἀγωνίσαιντο· ἢ εἰσφέρει τις ψήφισμα ἀνατρέπων νόμον καὶ λύων, ὡς ὁ παρὰ Λάκωσιν ὁ τῆς πανσελίνου μετὰ τὰ ἐν Μαραθῶνι· ἔστιν ἐν πραγματικῇ καὶ ψηφίσματος ἁπλῆ εἰσήγησις, ἔστι δὲ καὶ διπλῆ συγκριτική.
4.708 τῆς ἁπλῆς παράδειγμα· συνεχῶς τινες χρώμενοι μισθοφόροις ἡττῶντο, καὶ γράφει τις αὐτοὺς στρατεύεσθαι· τῆς δὲ διπλῆς, πολεμοῦσι πρὸς ἀλλήλους βασιλεὺς καὶ Φίλιππος· ἧκον πρέσβεις παρ’ ἑκατέρου περὶ συμμαχίας καὶ Δημοσθένης μὲν βασιλεῖ συμμαχεῖν κελεύει, Αἰσχίνης δὲ Φιλίππῳ· τριπλῆ δὲ οὕτως· ἀποφαινομένων περὶ συμμαχίας ἑκατέρων γνώμας Ὑπερίδης γράφει μηδ’ ἑτέρῳ συμμαχεῖν· ἐν ἐνίοις μὲν οὖν τῶν συγκριτικῶν ζητημάτων ὁ τὴν τρίτην γνώμην διδοὺς ταῖς ἑτέραις ἐναντιοῦται ὥσπερ ἐπὶ τοῦ προειρημένου· ὁ γὰρ Ὑπερίδης ἀμφοτέροις ἐναντιοῦται· ἐν ἐνίοις δὲ συγκατατίθεται φάσκων δεῖν ἀμφότερα πραχθῆναι· οἷον ἐν ἀπορίᾳ συμμάχων ὁ μὲν γράφει τοὺς φυγάδας κατάγειν, ὁ δὲ τοὺς ἀτίμους ἐπιτίμους ποιεῖν· ὁ δ’ ἀμφότερα ψηφίζεσθαι γράφει. Πῶς δὲ καὶ αἱ τῶν δωρεῶν αἰτήσεις, ἐροῦμεν δι’ ὑποδείγματος· νόμος τὸν ἀριστέα λαμβάνειν δωρεὰν ἣν βούλεται· πολλῶν ἀριστευόντων καὶ παρὰ νόμον αἰτούντων δωρεὰς ἀριστεύσας τις αἰτεῖ ἀναίρεσιν τοῦ νόμου· ἐμπίπτουσι δὲ εἰς τὴν ἔγγραφον πραγματικὴν αἵ τε τῶν νόμων εἰςφοραὶ καὶ αἱ τῶν ψηφισμάτων· εἰς δὲ τὴν ἄγραφον πραγματικὴν ἐμπίπτουσιν αἱ εἰσαγγελίαι· ἔστι δὲ καὶ ἀμφισβήτησις ἐν πραγματικῇ περὶ εἰσαγωγῆς κρίσεως, ἧς παράδειγμα τοῦτο· ἐγράψατο παραπρεσβείας Αἰσχίνην Τίμαρχος, Αἰσχίνης Τίμαρχον ἑταιρήσεως, Ἀριστογείτων ἀμφοτέρων ἀξιοῖ κατηγορεῖν, οἱ δὲ ἀντιλέγουσιν· ἀμφισβήτησις γάρ ἐστι περὶ τοῦ τίνα δεῖ τὴν δίκην εἰσελθεῖν, τοῦτον ἢ τοὺς γραψαμένους· διαφέρουσι δὲ αἱ κατ’ εἰσφορὰν νόμου πραγματικαὶ τῶν νομικῶν στάσεων ταύτῃ· ἐν μὲν γὰρ πραγματικῇ ὁ εἰσφερόμενος νόμος τοῖς τελικοῖς κατασκευάζεται κεφαλαίοις· ὅτι νόμιμος ἢ δίκαιος ἢ σύμφορος· ἐπὶ δὲ τῶν νομικῶν δεχόμενοι τὸ πρᾶγμα σκοποῦμεν, εἰ κατὰ τὸν νόμον πέπρακται· πάλιν αἱ καθ’ ὅρον αἰτήσεις τῶν δωρεῶν διαφέρουσι τῶν ἐν τῇ πραγματικῇ, καθ’ ὃ ἐν μὲν ὅρῳ οὐκ ἄξιόν φαμεν τὸν αἰτοῦντα λαβεῖν τὴν δωρεάν· ὡς ἐπὶ τοῦ φιλοσόφου, ἐκ νόμου τῷ τυραννοκτόνῳ δωρεᾶς ὀφειλομένης· ἐν δὲ πραγματικῇ ἄξιον μέν φαμεν, οὐ μέντοι καὶ ἣν αἰτεῖ λαβεῖν· ὡς ἐπὶ τοῦ τρισαριστεύσαντος πλουσίου καὶ ἀριστεῖον αἰτοῦντος τὴν τοῦ ἐχθροῦ πένητος σφαγήν· περὶ γὰρ μόνην τὴν ποιότητα τῆς δωρεᾶς ἔστιν ἡ στάσις, οἱ δὲ κατὰ ἀξίωσιν ὅροι διαφέρουσι τῆς πραγματικῆς τῆς κατὰ ἀξίωσιν, ὅτι ἐν μὲν ὅρῳ μετὰ ῥητοῦ γίνονται αἱ ἀξιώσεις, ὡς ἐπὶ τοῦ ἑξαδακτύλου τοῦ ἀξιοῦντος ἱερᾶσθαι, τοὺς ὁλοκλήρους τοῦ νόμου ταύτης μεταλαγχάνειν ἀξιοῦντος τῆς τιμῆς· ἐν δὲ πραγματικῇ ἄνευ ῥητοῦ· ὡς ἐπὶ Ἀλκιβιάδου τοῦ ἐν τῇ ἀρχαιρεσίᾳ τῆς στρατηγίας ἀξιοῦντος τὰ περὶ τῆς φυγῆς πρότερον ἐγκλήματα ἀπολύσασθαι· οἱ δὲ κατ’ ἀμφισβήτησιν ὅροι τῆς κατὰ ἀμφισβήτησιν πραγματικῆς ταύτῃ διαφέρουσι, καθότι ἐν ὅρῳ δύο πρόσωπα ἀμφισβητοῦσι τῆς τοῦ πεπραγμένου τελειότητος, ἐν δὲ πραγματικῇ ἀμφότεροι ἐκ τελείων ἀγωνίζονται· πάλιν αἱ προσαγγελίαι ἐν πραγματικῇ τῶν ἐν ταῖς ἄλλαις στάσεσιν προσαγγελιῶν τούτῳ διαφέρουσιν, ὅτι ἐν μὲν πραγματικῇ ἑαυτόν τις προσαγγέλλει· ἐν δὲ ταῖς ἄλλαις στάσεσιν ἄλλους· ἐπειδὴ δὲ καὶ κατὰ ῥητὸν καὶ διάνοιαν εἰσὶ πραγματικαὶ καὶ κατὰ ἀντινομίαν, εἰδέναι χρὴ, ὡς ἐὰν μὲν ὁ νόμος παραβαθῇ, πάντως ἐστὶ νομικὸν κατὰ ῥητὸν καὶ διάνοιαν, ὡς ἐπὶ τοῦ ἀνελθόντος ἐπὶ τὸ τεῖχος ξένου· ἐὰν δὲ μὴ παραβαθῇ, ζητεῖται δὲ, εἰ παραβατέον, πραγματική ἐστιν, ὡς ἐπὶ τοῦ Δημοσθένους αὐθημερὸν γράφοντος ἐξιέναι, νόμου ὄντος ἐν τρισὶν ἡμέραις περὶ πολέμου βουλεύεσθαι· ἐρεῖ γὰρ τυχὸν Δημοσθένης τὴν διάνοιαν τοῦ νομοθέτου σκοπεῖν, ἀλλ’ οὐ τὸ ῥητόν· ὡς περὶ τῶν μὴ κατεπειγόντων ταῦτά φησιν· καὶ πάλιν ἐπὶ τῶν κατὰ ἀντινομίαν· ἐν μὲν τῇ κατὰ ἀντινομίαν στάσει ὁ εἷς παρεβάθη νόμος· ὁ δὲ ἕτερος πεφύλακται· ἐν δὲ τῇ κατὰ ἀντινομίαν πραγματικῇ οὔπω μὲν οὐδὲ εἷς παρεβάθη· ζητεῖται δὲ ποῖος παραβατέος, ὡς ἐπὶ τούτου· νόμος τὸν τύραννον μὴ θάπτεσθαι, ἐν ᾗ ἐτυράννησε πόλει· καὶ νόμος τὸν κεραυνῷ βληθέντα ἐν αὐτῷ τῷ τόπῳ ᾧ ἐβλήθη θάπτεσθαι.
4.710 τυράννου κεραυνῷ βληθέντος ἐν ἀκροπόλει καὶ τεθνηκότος ζητεῖται, εἰ χρὴ θάπτεσθαι αὐτὸν ἐκεῖ ἢ μὴ, ἐνταῦθα γὰρ οὐδὲ εἷς μὲν παρεβάθη νόμος, γέγονε δὲ τῆς ἀντινομίας ἐκ περιστάσεως ἡ μάχη· ἐπειδὴ δὲ καὶ στοχασμός ἐστι περὶ μέλλοντος πράγματος, οἷον ὁπότε τις κρίνεται τυραννίδος ἐπιθέσεως, καὶ ἡ πραγματικὴ δὲ περὶ τὸν μέλλοντα χρόνον καταγίνεται, διαφορὰν ταύτην παραληπτέον ἀμφοτέρων· ἐν μὲν γὰρ στοχασμῷ περὶ οὐσίας ἔχομεν τὴν ζήτησιν τοῦ πράγματος· ἐν δὲ πραγματικῇ περὶ ποιότητος· εἰ δίκαιον τὸ πρᾶγμα, εἰ συμφέρον, εἰ νόμιμον, ὡς ἐν Φιλιππικοῖς· εἰ δίκαιον πολεμεῖν, εἰ συμφέρον καὶ ἑξῆς. Ἡ πραγματικὴ διαιρεῖται νομίμῳ, δικαίῳ, συμφέροντι, δυνατῷ.
4.711.(1n) ἐνδόξῳ, τῷ ἐκβησομένῳ. Συριανο ῦ. Ἡ πραγματικὴ πολύϋλός ἐστι καὶ πολυσχιδὴς, καὶ ποικίλας προβλημάτων ἰδέας ἐπιδεχομένη· ὠνόμασται μὲν οὖν πραγματικὴ ἀπὸ τοῦ πλεονάζοντος ἐν αὐτῇ· τῆς γὰρ ποιότητος τῶν πραγμάτων, ὡς καὶ ἐν τῇ διαιρέσει τῶν στάσεων ἐγνώκαμεν, εἴς τε τὰ γεγονότα καὶ μέλλοντα διαιρουμένης, μόνῃ τῇ περὶ τῶν μελλόντων ἅπασαν ἀπειληφέναι ἐπισκοπεῖ φύσιν. ἔσθ’ ὅτε δὲ καὶ τῶν γεγονότων ἐφάπτεται πρὸς κατασκευὴν τῶν μελλόντων· ὅρος δὲ αὐτῆς ἐστιν οὗτος· στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, περὶ τοῦ εἰ γέγονέ τι ἢ γενήσεται· καὶ περὶ τοῦ εἰ τόδε τι πρακτέον ἐστὶν ἢ μὴ πρακτέον τὴν ζήτησιν ποιουμένη. Σωπάτρο υ. Ἡ πραγματικὴ, ἥ τε ἔγγραφος καὶ ἄγραφος, τοῖς τελικοῖς διαιρεῖται κεφαλαίοις· ἐν δὲ τῇ ἀγράφῳ τὸ ἔθος ἀντὶ τοῦ νομίμου παραληπτέον· ἐκ δὲ τούτων καὶ αἱ ἀντιθέσεις ἐν αὐτῇ κινοῦνται. ἐκ νομίμου μὲν αἱ νομικαὶ, ἐκ δὲ τοῦ δικαίου καὶ τοῦ συμφέροντος αἱ δικαιολογικαί· οἷον ἀλλ’ ἄξιον τὰς αἰτίας λέγειν· ἀλλ’ ἄτοπον τόδε τι ποιήσαντά με κρίνεσθαι· καὶ τὸ ὁρικὸν δὲ ἐν αὐτῇ κινεῖται καὶ πλατύνεται οἷς περὶ αὐτοῦ τόποις εἰρήκαμεν· ἐκ δὲ τοῦ συμφέροντος αἱ ἀντιστατικαὶ κινηθήσονται.
4.712 ἔτι δὲ κἀκεῖνο ἰστέον, ὡς ἀπὸ τῶν τριῶν τούτων τόπων ἐν τῇ πραγματικῇ χρὴ τὰς ἀντιθέσεις κινεῖν, ἀπὸ προσώπων, ἀπὸ πραγμάτων, ἀπὸ καιρῶν ἢ ἀπὸ πάντων ἅμα ἢ τινῶν· οἷον μετὰ τὴν Πλαταιέων κατασκαφὴν νόμον εἰσφέρουσι Λακεδαιμόνιοι πόλιν Ἑλληνίδα μηκέτι κατασκάπτεσθαι· ἐνταῦθα γὰρ ἀπὸ μὲν τοῦ προσώπου ἐμπεσεῖται ἀντίθεσις ἥδε· ἀλλὰ πικροί τινες ὄντες Λακεδαιμόνιοι καὶ πόλιν Ἑλληνίδα κατασκάψαντες οὐ δίκαιοι περὶ τούτου νομοθετεῖν. ἀπὸ δὲ τοῦ καιροῦ· ἀλλ’ ἐν πολέμῳ ἥκιστα χρὴ νομοθετεῖν, γνώμης γὰρ σωφρονούσης, οὐ τεταραγμένης ἔγγονος ὁ νόμος· ἀπὸ δὲ τοῦ πράγματος· ἀλλ’ ἡ Πλαταιέων παράνομος ἅλωσις οὐ συγχωρεῖ βέβαιον ἑστάναι τὸν νόμον. Ἰστέον δὲ, ὅτι ἡ πραγματικὴ περὶ μελλόντων ποιουμένη τὴν ζήτησιν, οὔτε προβολὴν, οὔτε διήγησιν ἐπιδέχεται, εἴπερ ἥ τε προβολὴ καὶ ἡ διήγησις τῶν γεγονότων ἢ ὡς γεγονότων ἔκθεσιν περιέχουσα ἀντὶ τούτων τὴν κατάστασιν ἕξει συνδετικὴν οὖσαν τῶν τε προοιμίων καὶ τῶν ἀγώνων· τρόποι δὲ καταστάσεώς εἰσι δώδεκα, ὡς Ἀψίνης ἐν τῇ περὶ τῶν μερῶν τοῦ λόγου τέχνῃ φησὶν, οὓς χρὴ διασκεψαμένους ἀκριβῶς κατ’ ἐκείνους ποιεῖσθαι τὰς καταστάσεις, μάλιστα δὲ τὸ παρ’ Ἰσοκράτους εὖ ἐχόντως εἰρημένον ἐν τῇ τέχνῃ μνημονευτέον· ὡς σκοπητέον ἐν τῇ καταστάσει τό τε πρᾶγμα καὶ τὰ πρὸ τοῦ πράγματος καὶ τὰ μετὰ τὸ πρᾶγμα, καὶ τὰς διανοίας αἷς ἑκάτερος τῶν ἀγωνιζομένων τόδε τι πέπραχεν ἢ μέλλει πράττειν.
4.713 καὶ τούτων τοῖς συμβαλλομένοις ἡμῖν χρηστέον. Τελικὰ δὲ κεφάλαια κυρίως μέν ἐστι τρία ὡς καὶ ἐν προγυμνάσμασιν εἴρηται, εἴγε καὶ τρία τῆς ῥητορικῆς ἔγνωμεν εἴδη, ὧν τοῦ μὲν δικανικοῦ τέλος τὸ δίκαιον, τοῦ δὲ συμβουλευτικοῦ τὸ συμφέρον, τοῦ δὲ πανηγυρικοῦ τὸ καλόν. τούτων ἕκαστον ὑποδιαιρεῖται εἰς τάδε. τὸ μὲν δίκαιον εἴς τε τὸ νόμιμον καὶ τὸ δίκαιον καὶ τὸ ἔθος. τὸ δὲ συμφέρον εἴς τε τὸ χρήσιμον καὶ τὸ ἀναγκαῖον καὶ δυνατὸν καὶ ῥᾴδιον καὶ τὸ ἐκβησόμενον. τὸ δὲ καλὸν εἴς τε τὸ πρέπον καὶ ἔνδοξον. Μαρκελλίνο υ. Ἡ πραγματικὴ τοῖς τελικοῖς κεφαλαίοις διαιρεῖται, ἅπερ εἴρηται τελικὰ, διότι πολλῶν νοημάτων περιεκτικά εἰσιν. πᾶν γὰρ νόμιμον ζήτημα ἢ τῆς ὁρικῆς ἐστι στάσεως ἢ τῶν δικαιολογικῶν, ἢ νομικῶν· αἱ γὰρ νομικαὶ πᾶσαι καὶ ἡ μετάληψις ἡ ἔγγραφος εἰς τὸ νόμιμον κεφάλαιον ἔχουσι τὴν ἀναφορὰν, αἱ δὲ λογικαὶ καὶ ἡ μετάληψις ἡ ἄγραφος εἰς τὸ δίκαιον, ὁ δὲ στοχασμὸς εἰς τὸ συμφέρον, ὥστε διὰ τὸ πολλὰ περιέχειν νοήματα τελικὰ κεφάλαια ἐκλήθη. προτέτακται δὲ τὸ νόμιμον καὶ τὸ δίκαιον διὰ ταῦτα. εἰς δύο χρόνους διῃρημένων τῶν ζητημάτων τῶν πολιτικῶν εἴς τε τὸν παρεληλυθότα χρόνον καὶ μέλλοντα, καὶ τῆς πραγματικῆς μέσης ἀμφοτέρων τεταγμένης, καὶ φύσει μὲν εἰς τὸ μέλλον ἐχούσης τὸν σκοπὸν, οὐ μὴν οὐδὲ τοῦ παρελθόντος ἐκτὸς οὔσης, τὰ κεφάλαια αὐτῆς ἀμφοτέρων μετέχει τῶν χρόνων.
4.714 τὸ μὲν οὖν νόμιμον καὶ τὸ δίκαιον τοῦ παρεληλυθότος ἐστίν. οἱ γὰρ νόμοι ἔφθασαν τεθεῖσθαι, καὶ τὸ δίκαιον ἐκ τῶν τῶν φθασάντων ἐννοιῶν δοκιμάζεται· εἰκότως οὖν τὰ δύο ταῦτα προτεταγμένα ἐστὶ κεφάλαια τοῦ τε συμφέροντος καὶ τῶν λοιπῶν, ἃ περὶ τὸν μέλλοντα ὁρᾶται, ἐπεὶ καὶ τὸ παρεληλυθὸς τῷ χρόνῳ πρότερον τοῦ μέλλοντος· ἄλλως τε τῶν κεφαλαίων τῶν μὲν περὶ τὸ πρᾶγμα, τῶν δὲ περὶ τὸ πρόσωπον ἀπέδωκε τάξιν· προὐτιμήσατο δὲ ἐνταῦθα τὰ περὶ τὸ πρᾶγμα τῶν περὶ τὸ πρόσωπον· εἰ δὲ ἐν στοχασμῷ τὰ περὶ τὸ πρόσωπον προτάττει κεφάλαια τῶν περὶ τὸ πρᾶγμα, ἐροῦμεν, ὅτι ἐκεῖ περὶ ὑπάρξεως ἦν πᾶσα ἡ ζήτησις, ἔνθα προτιμᾶται ἡ περὶ τὸ πρόσωπον ζήτησις, ἐνταῦθα δὲ περὶ τὸ πρᾶγμα. περὶ γὰρ τῆς τοῦ πράγματος ποιότητος ἡ ζήτησις, κεφάλαιον δὲ τοῦ πράγματος τὸ νόμιμον καὶ τὸ δίκαιον. ὥστε ἀναγκαίως τὰ τῷ πράγματι οἰκεῖα προτέτακται· τοῦ δὲ προσώπου τὸ συμφέρον, καὶ τὸ δυνατὸν καὶ ἔνδοξον. ταῦτα δὲ καὶ πρός τι· συμφέρον γὰρ τῷ χρώματι πρὸς τὸ πρᾶγμα δείκνυται τὸ δυνατὸν καὶ ἔνδοξον· καὶ αὐτοῦ δὲ τοῦ δικαίου τὸ νόμιμον προτέτακται, ὡς ἄτεχνος πίστις. αἱ δ’ ἄτεχνοι πίστεις πανταχοῦ ἰσχυρότεραι τῶν ἐντέχνων καὶ προτιμητέαι, ὡς καὶ Δημοσθένης ἐχρήσατο πανταχοῦ· ἔνθεν ἐν τῷ περὶ τοῦ στεφάνου ἀσθενῶν τῷ νομίμῳ καὶ ἰσχύων περὶ τὸ δίκαιον, καὶ προοίμιον ἠναγκάσθη κατασκευάσαι ἴδιον· ῥοπήν τε λαβεῖν παρὰ τοῦ δικαστοῦ τοῖς ἰσχυροτέροις πρώτοις χρήσασθαι, ἵνα μὴ ἐξ ἀρχῆς καταγνωσθεὶς, ἅτε ἀπὸ τῶν ἀσθενεστέρων ἀρξάμενος, δυσχερῆ τὴν ἐπαγομένην πίστιν ἔχῃ· εἰκότως οὖν τὸ νόμιμον προτέτακται, ἕπεται δὲ τὸ δίκαιον.
4.715 ῥητὰ μὲν καὶ ἔγγραφα τὰ νόμιμα ἅπαντα ἄτεχνοι πίστεις· τὸ δὲ δίκαιον καὶ ἐξ ἐννοιῶν ἐστι καὶ ἐνδόξων πίστεων ἀντίῤῥησιν ἐχουσῶν. αἱ γὰρ ἔνδοξοι πίστεις οὐ πανταχοῦ αἱ αὐταί, αὐτίκα γοῦν καὶ τὸ ἐσθίειν τοὺς γονεῖς τισιν ἀγαθὸν ἐδόκει, ἑτέροις δὲ τὸ κάειν, Ἀθηναίοις δὲ καὶ τὸ μὴ τρέφειν ἢ χειραγωγεῖν ἔγκλημα ἐδόκει. τινὲς δὲ καὶ τοῦτό φασιν· ὡς εἰκότως τὸ νόμιμον προτέτακται τοῦ δικαίου, ὡς ὡρισμένον ἀορίστου. τὸ μὲν γὰρ νόμιμον ὡρισμένον ἐστὶ δίκαιον. τὸ δὲ δίκαιον ἀόριστον· ἰσχυρότερον δὲ τὸ ὡρισμένον τοῦ ἀορίστου καὶ ἀδήλου καὶ προτιμότερον· μετὰ ταῦτα τὰ παρὰ τὸν μέλλοντα τέτακται κεφάλαια, καὶ πρὸ τοῦ δυνατοῦ τὸ συμφέρον, πρῶτον γὰρ σκοποῦμεν εἰ συμφέρον, εἶθ’ οὕτως εἰ δυνατὸν γενέσθαι· οἱ δὲ λέγοντες, ὡς οὐ καλῶς τὸ συμφέρον τοῦ δυνατοῦ προτέτακται, ἕως γὰρ ἂν ἀδύνατα ᾖ τὰ πράγματα, περιττὴ ἡ τοῦ συμφέροντος βουλὴ, καὶ προφέροντες τὸ κατὰ τὸ ἀδύνατον ἀσύστατον ζήτημα, ὅτι διὰ τὸ μὴ δύνασθαι ἐξετασθῆναι τὸ ἀδύνατον ἀσύστατον ἐποίησεν, μὴ οὐ καλῶς λέγουσι. τὸ γὰρ συμφέρον καὶ φύσει πρῶτον καὶ ἐμπεριείληφεν ἐν ἑαυτῷ τὸ δυνατόν. ὁ γὰρ τὰ ἀδύνατα κατασκευάζων τὰ ἀσύμφορα κατασκευάζει, ὡς ἂν εἰ κατασκευάζοιμεν Μαρωνείτας ἄρξαι τῆς Ἑλλάδος, ἀσύμφορα αὐτοῖς κατασκευάσομεν. κινδύνου γὰρ ἀφορμὰς αὐτοῖς προξενήσομεν. καὶ εἰ κατασκευάσομεν συμφέρειν τῷ πένητι τριηραρχεῖν, κατὰ τὸ ἀδύνατον ἀσύμφορόν ἐστιν. ἀνάγκη οὖν πάντως τῷ συμφέροντι τὸ δυνατὸν περιέχεσθαι, οὐ μὴν τῷ δυνατῷ τὸ συμφέρον. οὐ γὰρ εἰ δυνατὸν ἀποκτεῖναί τινα ἢ ἱεροσυλῆσαι τῶν ἱερῶν ἀφυλάκτων ὄντων ἤδη καὶ συμφέρον.
4.716 φυσικῶς οὖν περιεχομένου τῷ συμφέροντι τοῦ δυνατοῦ, ἀναγκαίως καὶ ὑποτέτακται αὐτῷ. πρὸς δὲ τοὺς λέγοντας, ὡς ἄχρηστον τὸ συμφέρον τοῦ δυνατοῦ ἀπόντος, ἐροῦμεν ὡς κατὰ τὸν τῆς φιλοσοφίας λόγον ἀεὶ τὸ συμφέρον ἐξετάζεται, κἂν ἀπῇ τὸ δυνατόν. δεῖ γὰρ βούλεσθαι τὰ χρηστὰ ἑαυτοῖς καὶ εἰ μὴ δυνάμεθα. ἔνθα βουλήσεως μέν εἰσι κρίσεις, κἂν μὴ παρῇ τὸ δύνασθαι καὶ εὐθῦναι· δυνάμεως δὲ τοῦ βούλεσθαι ἀπόντος, οὔ· οὕτω γὰρ ἂν καὶ πλοῦτος καὶ ἰσχὺς καὶ σοφία καὶ εἴ τι ἄλλο δίκας δοῖεν· τὸ ἔνδοξον μετὰ τοῦτό ἐστι καὶ τὸ ἐκβησόμενον, ἅ τινες καὶ μέρη εἰρήκασι τοῦ συμφέροντος. καὶ ὥσπερ ὑπὸ τὸ συμφέρον τὸ δυνατὸν, οὕτως ἔφασαν καὶ ὑπὸ τὸ ἔνδοξον τὸ ἐκβησόμενον εἶναι. εἰκότως οὖν τὸ ἔνδοξον προτέτακται τοῦ ἐκβησομένου· ἀλλ’ ἐροῦσί τινες ἐναντιούμενοι, ὡς τὸ μὲν ἔνδοξον μονοειδές ἐστι, τὸ δὲ ἐκβησόμενον πολυειδές. καὶ γὰρ ἐν αὐτῷ καὶ τὸ συμφέρον καὶ τὸ κινδυνῶδες καὶ τἄλλα δοκοῦντα κεφάλαια κατασκευάζεται. ὤφειλεν οὖν τὸ πολυειδὲς τοῦ μονοειδοῦς προτεθεῖσθαι. ἀλλ’ ἐροῦμεν, ὅτι ἡ τοῦ συμφέροντος ἔννοια τὴν δόξαν ἔχει· καὶ ἐπειδὴ τὰ ζητήματα βούλεται ἀκόλουθον ἔχειν τοῖς προτεινομένοις προσώποις τὸν σκοπὸν, προτείνεται δὲ ὡς ἐπὶ τὸ πολὺ ἐν τοῖς ζητήμασι τῶν ἀρχαίων πρόσωπα, οἷον τὸ Δημοσθένους ἢ Περικλέους, ἢ Λακεδαιμονίων ἢ Ἀθηναίων, οἷς ἐπιμελὲς τὸ δόξης μᾶλλον ἢ τῶν ἄλλων φροντίζειν. ὡς δῆλον ἀπὸ τῶν ἐν Πύλῳ τριακοσίων· οἷον διὰ δόξαν τοῦ ἐκβησομένου κατεφρόνησαν, ἐξὸν γὰρ ἀλόγως σώζεσθαι εἵλοντο μᾶλλον τὸν μετὰ δόξης ἐκβάντα θάνατον, εἰκότως τὸ ἔνδοξον τοῦ ἐκβησομένου προτέτακται.
4.717 Ἰστέον δὲ, ὡς τὸ ἀναγκαῖον κεφάλαιον ὁ τεχνικὸς μὲν ἀγνοεῖ. παρὰ δὲ τῷ Δημοσθένει καὶ τοῖς πολλοῖς τῶν ἀρχαίων μεμελέτηται. καὶ ἡ μὲν τάξις τῶν κεφαλαίων αὕτη. τὴν πραγματικὴν δέ τινες οὕτω διεῖλον· εἰς νόμιμον, συμφέρον, δυνατόν. προστιθέντες τῷ μὲν νομίμῳ τὸ σαφὲς, τῷ δὲ συμφέροντι τὸ ἀναγκαῖον, τῷ δὲ δυνατῷ τὸ ῥᾴδιον. ἀλλ’ Ἑρμογένης ταύτην παρελογίσατο· ἐντέχνως δὲ ταύτην πάνυ τοῖς κειμένοις διεῖλον. Ἔστι δὲ ἡ μὲν ἔγγραφος πραγματικὴ, ἡ δὲ ἄγραφος· ἔγγραφος μὲν ἡ ἀπὸ ῥητοῦ τὸ ζήτημα ἔχουσα· οἷον νόμου κελεύοντος ἐν ἡμέραις τρισὶ περὶ πολέμου βουλεύεσθαι, Ἐλάτειαν ἔχοντος Φιλίππου γράφει Δημοσθένης αὐθημερὸν ἐξιέναι· ἄγραφος δὲ ἡ μὴ ἀπὸ ῥητοῦ· οἷον ἀξιοῖ μετὰ τὰ κατὰ Πύλον Κλέων Πύθιος καλεῖσθαι. Συριανο ῦ. Ἡ μὲν ἔγγραφος ἀπὸ ῥητοῦ τινος καὶ περὶ ῥητὸν ἔχειν φησὶ τὴν ἐξέτασιν. ἡ δὲ ἄγραφος ῥητῶν οὐ προσαπτομένη περὶ ψιλὰ μόνον ἔχει τὰ πράγματα τὴν ζήτησιν· εἴδη δὲ αὐτῶν οὐδ’ ἑτέρα ἔχει, διότι οὐδὲ διαφορὰ κεφαλαίων ἐν αὐτοῖς θεωρεῖται, διαφορὰ δὲ προβλημάτων· τῶν μὲν οὖν ὑπὸ τὴν ἔγγραφον πραγματικὴν προβλημάτων εἰσὶ διαφοραὶ ἑπτὰ, κατὰ νόμου εἰσφορὰν, κατὰ νόμου παλαιοῦ κύρωσιν καὶ ἀναίρεσιν, κατὰ πρόσθεσιν ἐν νόμῳ μέρους τινὸς, κατὰ ψηφίσματος εἰσαγωγὴν, κατὰ ῥητὸν καὶ διάνοιαν, κατὰ ἀντινομίαν, κατὰ αἴτησιν δωρεᾶς. κατὰ μὲν νόμου εἰσφορὰν, οἷον πολλῶν ἀτελῶν γινομένων, καὶ τῶν πολιτευομένων ἐκλειπόντων, τίθησι νόμον Λεπτίνης, μηδένα εἶναι ἀτελῆ· κατὰ δὲ νόμου παλαιοῦ κύρωσιν καὶ ἀναίρεσιν, οἷον μετὰ τὰ ἐν Μαραθῶνι γράφει τις παρὰ Λακεδαιμονίοις ἀναιρεῖσθαι τὸν τῆς πανσελήνου νόμον.
4.718 κατὰ πρόσθεσιν ἐν νόμῳ μέρους τινὸς, οἷον νόμος τὸν τυπτήσαντα χιλίας διδόναι. πλούσιος ἐχθρὸς ἅπαξ πένητα τυπτήσας ἐξέτισε τὰς χιλίας· ὁ δὲ πένης νόμον εἰσφέρει καὶ ἀτίμους τοὺς τυπτήσαντας γίγνεσθαι οὐ γὰρ ἀναιρεῖ τὴν ἔκτισιν τῶν χιλίων ἡ προσθήκη τῆς ἀτιμίας· ἀλλ’ ἕνα τὸν ὅλον ἀπεργάζεται νόμον· κατὰ δὲ ψηφίσματος εἰσαγωγὴν, οἷον βασιλέως ἐπερχομένου πολλῷ στρατῷ γράφει Θεμιστοκλῆς, ἐκλιπόντας τὴν πόλιν εἰς τὰς τριήρεις ἐμβαίνειν· οὐ ῥᾳδίαν δὲ τὴν ἐπίγνωσιν ἔχει τὰ τοιαῦτα συμβουλευτικὰ προβλήματα, πότερον τῆς ἐγγράφου πραγματικῆς ἐστιν ἢ τῆς ἀγράφου· τὰ γὰρ αὐτὰ δυνατὸν ὑπὸ ἑκατέραν ἀνάγειν· πλὴν ἐκείνῳ γε διεστήκασιν· ἐὰν μὲν γὰρ ᾖ τὸ γράφει προσκείμενον ἐν τῷ ζητήματι δηλονότι ὡς ψηφίσματος εἰσαγομένου τινὸς τὸ γράφει πρόσκειται. καὶ οὕτως ἂν τῷ ψηφίσματι ὁ συμβουλεύων συσταίη· εἰ δὲ ἀντὶ τοῦ γράφει Θεμιστοκλῆς ἢ ὁ δεῖνα τὸ συμβουλεύει προσκείμενον ἔχει, ψιλὴ τῶν πραγμάτων ἐξέτασις ἔσται· καὶ οὕτως ὑπὸ μὲν τὴν ἐγγράφου πραγματικὴν ἀναχθήσεται πᾶσα ψηφίσματος εἰσαγωγὴ καὶ λόγος τῷ ψηφίσματι συνιστάμενος· ὑπὸ δὲ τὴν ἄγραφον πᾶς συμβουλὴν περιέχων ἄνευ ῥητοῦ λόγος· ἀνάγονται δὲ ὑπὸ τὴν ἔγγραφον πραγματικὴν τά τε κατὰ ῥητὸν καὶ διάνοιαν προβλήματα· οἷον νόμος περὶ πολέμου μέχρι τριῶν ἡμερῶν βουλεύεσθαι.
4.719 Ἐλάτειαν Φιλίππου καταλαβόντος, γράφει συμβουλεύων Δημοσθένης αὐθημερὸν ἐξιέναι, Αἰσχίνης ἀντιλέγει· καὶ κατὰ ἀντινομίαν· νόμος τὸν τύραννον μὴ θάπτεσθαι ἐν ἧ ἐτυράννησε πόλει· καὶ νόμος τὸν κεραυνῷ βληθέντα ἐκεῖ θάπτεσθαι ἔνθα ἐβλήθη. ἠνέχθη σκηπτὸς κατὰ τυράννου. καὶ ὁ μὲν ἐκεῖσε θάπτειν αὐτὸν συμβουλεύει, ὁ δὲ ἀντιλέγει· ἔτι γε μὴν καὶ κατὰ αἴτησιν δωρεᾶς πάντα ὑπὸ τὴν ἔγγραφον ἀναχθήσεται, εἴπερ κατὰ νόμον γίνεται. οἷον νόμος τὸν ἀριστέα λαμβάνειν ἣν ἂν βούλοιτο δωρεάν· πλούσιος ἀριστεύσας αἰτεῖ πένητος ἐχθροῦ φόνον, καὶ ἀντιλέγει τις· τῶν μὲν οὖν ὑπὸ τὴν ἔγγραφον πραγματικὴν ἀναγομένων προβλημάτων αὗται διαφοραί· τῆς δὲ ἀγράφου τῶν προβλημάτων ὁμοίως εἰσὶ διαφοραὶ ἑπτά. κατὰ ἀμφισβήτησιν, κατὰ ἀποκήρυξιν, κατὰ δοκιμασίαν, κατὰ προσαγγελίαν, κατὰ τίμησιν καὶ ἀνθυποτίμησιν, κατὰ συμβουλὴν περὶ μελλόντων, κατὰ ἀξίωσιν· κατὰ ἀμφισβήτησιν μὲν, οἷον ἔδοξε τῶν ἐν Μαραθῶνι πεσόντων ἐπιτάφιον εἰπεῖν τοῦ ἀριστεύσαντος τὸν πατέρα, καὶ ἀμφισβητοῦσι περὶ τούτου ὅ τε Κυναιγείρου καὶ ὁ Καλλιμάχου πατήρ· κατὰ ἀποκήρυξιν δέ· ἐπέστη νύκτωρ ὁ παῖς ξιφήρης τῷ πατρὶ, μεταγνοὺς ὥρκωσε μὴ ἐξειπεῖν, καὶ ἀποκηρύττεται ὑπὸ τοῦ πατρός· κατὰ δὲ δοκιμασίαν, οἷον Ἐπίκουρος λαχὼν δᾳδουχεῖν δοκιμάζεται, κατὰ προσαγγελίαν δὲ, οἷον μετὰ Χαιρώνειαν Δημοσθένης ἑαυτὸν προσαγγέλλει.
4.720 κατὰ δὲ τίμησιν καὶ ἀνθυποτίμησιν· μετὰ Πάρον ἁλόντι Μιλτιάδῃ Ξάνθιππος τιμᾶται πεντήκοντα ταλάντων, ὁ δὲ ἀνθυποτιμᾶται θανάτου· κατὰ δὲ συμβουλὴν περὶ μελλόντων· οἷον Ἀλκιβιάδης μετὰ Κύζικον συμβουλεύει πλεῖν ἐπὶ Σικελίαν· κατὰ δὲ ἀξίωσιν, Ἀλκιβιάδης ἐπανελθὼν ἀπὸ τῆς φυγῆς καὶ στρατηγεῖν ἀναγκαζόμενος ἀξιοῖ περὶ τῶν ἐπενεχθέντων ἐγκλημάτων αὐτῷ πρότερον ἀπολογεῖσθαι· διαφέρει δὲ ἡ κατὰ ἀξίωσιν πραγματικὴ τῆς κατὰ συμβουλὴν, ὅτι ἐν μὲν ταῖς συμβουλαῖς ὑπὲρ τοῦ κοινῇ συμφέροντος προηγουμένως ποιεῖται τοὺς λόγους ὁ συμβουλεύων· ἐν δὲ ταῖς κατὰ ἀξίωσιν ὑπὲρ ἑαυτοῦ ποιεῖται τὴν πρόοδον λέγων· παράδειγμα τῆς κατὰ συμβουλήν· Ἀλκιβιάδης μετὰ τὰ κατὰ Κύζικον συμβουλεύει πλεῖν ἐπὶ Σικελίαν· τοῦτο γὰρ συμφέρει τῇ πόλει. τὸ δὲ κατὰ ἀξίωσιν. Ἀλκιβιάδης ἐπανελθὼν ἀπὸ τῆς φυγῆς καὶ στρατηγεῖν ἀναγκαζόμενος ἀξιοῖ πρότερον περὶ τῶν ἐπενεχθέντων αὐτῷ ἐγκλημάτων ἀπολογεῖσθαι· ἐνταῦθα μὲν οὖν δι’ ἑαυτὸν τῇ πόλει προσάγει ἀξίωσιν, ἐκεῖ δὲ τὴν συμβουλὴν διὰ τὸ τῆς πόλεως συμφέρον ποιεῖται· ἡ δὲ κατὰ ῥητὸν καὶ διάνοιαν πραγματικὴ διαφέρει τοῦ ῥητοῦ καὶ διανοίας τῆς νομικῆς στάσεως, ὅτι ἐκεῖ μὲν ὁ κρινόμενος ἑκὼν παραβαίνει καὶ ὡς ἤδη παραβεβηκὼς τὸν νόμον κρίνεται· καὶ ἀρθέντος τοῦ νόμου τὸ λοιπὸν οὐδεμίαν ἐγκλήματος ἐπιδέχεται χώραν. ἐνταῦθα δὲ οὐδέπω παραβέβασται, ἀλλ’ εἰ χρὴ παραβῆναι ζητεῖται· καὶ ἡ κατ’ ἀντινομίαν δὲ πραγματικὴ διαφέρει τῆς ἀντινομίας τῷ ἐκεῖ μὲν παραβεβάσθαι ἤδη τὸν ἕτερον τῶν νόμων, ἐνταῦθα δὲ βουλὴν προκεῖσθαι, πότερον αὐτὸν παραβατέον, ὡς ἐπὶ τοῦ κεραυνωθέντος τυράννου ἐν ᾗ ἐτυράννει πόλει.
4.721 ἐπειδὴ δὲ δωρεᾶς αἴτησις καὶ ἐν στοχασμῷ ἐμπίπτει, ὡς ἐπὶ τοῦ ὑποσχομένου μάγου εἴσω πέντε ἡμερῶν ἀποκτενεῖν τὸν τύραννον, καὶ ἐν ὅρῳ ἐν πραγματικῇ, ἰστέον, ὅτι ταύτῃ διαφέρουσιν ἀλλήλων, ὅτι ἐν ἐκείνοις μὲν οὐχ ὥρισται, ποίαν αἰτεῖ ὁ λαβεῖν ἀξιῶν, ἐν ταύτῃ δὲ ὡρισμένην αἰτεῖ. οἷον ἢ πατέρα σώζεσθαι ἢ ἐχθροῦ φόνον ἢ γυναῖκα πρὸς γάμον. καὶ ἔτι ἐν μὲν τῷ ὅρῳ οὐδ’ ὅλως τὸν αἰτοῦντα φαμὲν ἄξιον εἶναι δωρεᾶς, οὐ γὰρ τὸ παρὰ τοῦ νόμου διηγορευμένον ἐπὶ τῇ δωρεᾷ πεπραχέναι· ἐν δὲ τῇ πραγματικῇ τῆς μὲν αἰτουμένης κωλύομεν τὸν αἰτοῦντα τυχεῖν, ἑτέραν δὲ λαμβάνειν συγχωροῦμεν· διαφέρει δὲ ἡ κατὰ ἀμφισβήτησιν πραγματικὴ τοῦ κατὰ ἀμφισβήτησιν ὅρου, ὅτι ἐν μὲν τῷ ὅρῳ ἐκ λείποντος καὶ πεπραγμένου συνέστηκεν ἡ ἀμφισβήτησις, καὶ ἑαυτὸν μὲν ἄξιον εἶναι λέγει τοῦ αἰτουμένου, τὸν δὲ ἀντιλέγοντα οὐδαμῶς. ἐνταῦθα δὲ ἑαυτὸν μὲν μᾶλλον ἄξιον εἶναί φησιν, ἧττον δὲ τὸν ἐναντιούμενον· διόπερ ἐν ταῖς πραγματικαῖς, ἡνίκα ποιούμεθα τὰς συγκρίσεις, οὐ χρὴ τὸν ἀμφισβητοῦντα ψέγειν, ἀλλὰ κἀκεῖνον μὲν ἐπαινεῖν, ἑαυτὸν δὲ μᾶλλον προκρίνειν, ὡς ἐπὶ Κεφάλου καὶ Ἀριστοφῶντος, οἳ περὶ τοῦ γέρως ἀμφισβητοῦσιν· δύο δὲ τῆς ῥητορικῆς εἰδῶν, ὡς πολλάκις ἔφαμεν, ἐν ταῖς στάσεσι θεωρουμένων, δικανικοῦ τε καὶ συμβουλευτικοῦ, τὸ μὲν δικανικὸν ἐν ταῖς ἄλλαις ἐμπίπτει στάσεσι, τὸ δὲ συμβουλευτικὸν ὑπὸ μόνην σχεδὸν ἀνάγεται τὴν πραγματικὴν, συνεπιπλεκομένων αὐτῇ καὶ τῶν ἄλλων δύο εἰδῶν· σπανίως γὰρ ἔν τε στοχασμῷ συμβουλὴ εὑρεθήσεται, ὡς ἐπ’ ἐκείνου· πολιορκούμενοί τινες ἀνέῳξαν τὰς πύλας καὶ βουλεύονται οἱ πολιορκοῦντες, εἰ χρὴ εἰσελθεῖν· σπανίως δὲ καὶ ἐν ὅρῳ, ὡς ἐπ’ ἐκείνου· νόμος τὴν ἄχρηστον ἡλικίαν ἀποκτεῖναι· τρισαριστεὺς ἄχειρ ἐστὶ καὶ βουλεύονται περὶ τούτου.
4.722 τοῦτο γὰρ οὐκ ἔστι κατὰ ῥητὸν καὶ διάνοιαν, εἰ καὶ Μινουκιανός φησιν, ἀλλ’ ὅρος· ζητοῦμεν γὰρ, τίς ἐστιν ἡ ἄχρηστος ἡλικία· καὶ εἰ ἄχρηστός ἐστιν ὁ τρισαριστεύς· πλὴν οὖν ὀλίγων συμβαίνει πᾶσαν συμβουλὴν ὑπὸ τὴν ἄγραφον ἀνάγεσθαι πραγματικήν. οὐ μόνον δὲ τὸ συμβουλευτικὸν, ἄλλ’ ἤδη καὶ τὸ δικανικὸν εἶδος ἐπιδέχεται ἡ πραγματική. πᾶσαι γὰρ αἱ τῶν παρανόμων γραφαὶ πραγματικῆς στάσεώς εἰσι. πᾶσα δὲ συμβουλὴ, ὥς φησιν Ἀριστοτέλης, περὶ τούτων γίνεται γενικῶς, περὶ πολέμου καὶ εἰρήνης, περὶ πόρου χρημάτων, περὶ εἰσαγωγῆς καὶ ἐξαγωγῆς χρημάτων, περὶ οἰκισμοῦ πόλεως ἢ κατασκαφῆς, περὶ νόμων, περὶ τιμῆς. ἐπειδὴ δὲ καὶ ἐν ὅρῳ περὶ τιμῆς ἔσθ’ ὅτε γίνεται ἡ ζήτησις, ὅτ’ ἄν τις ἀξιοῖ τιμᾶσθαι τύραννον διώξας ἢ προςκτησάμενός τινα πόλιν, ἰστέον, ὅτι ἐν ὅρῳ μὲν ἡ ζήτησις περὶ τὸ πρᾶγμα γίνεται, εἰ τὸ διῶξαι μόνον τὸν τύραννόν ἐστι τυραννοκτονία, ἢ τὸ πεῖσαι Φίλιππον ἀποδοῦναι Ἀμφίπολιν προςκτήσασθαι πόλιν· ἵν’ εἰ τοῦτο γένοιτο φανερὸν, τῆς προσηκούσης ὁ αἰτῶν τύχῃ τιμῆς· ἐν δὲ τῇ πραγματικῇ φανεροῦ τοῦ πράγματος ὄντος, ἡ σκέψις γίνεται περὶ τοῦ ποίαν τινὰ λαβεῖν χρὴ τὸν αἰτοῦντα δωρεάν.
4.723 Εἰσὶ δὲ καὶ περὶ τιμωρίας ἐν πραγματικῇ ἀμφισβητήσεις, ὡς ἐπ’ ἐκείνου· ἐξῆν ἐν πολέμῳ μισθωσάμενον ἕτερον ἐκπέμπειν ἀνθ’ ἑαυτοῦ· πολέμου καταλαβόντος ἐξέπεμψέ τις ἄλλον ἀνθ’ ἑαυτοῦ μισθωσάμενος· ἀριστεύσας ἐκεῖνος κατὰ τὸν νόμον ἔλαβε τὴν δωρεάν· ἑτέρου πολέμου καταλαβόντος ἐξέπεμψεν αὐτὸν μισθωσάμενος· ἔλιπε τὴν τάξιν καὶ νόμου κελεύοντος κολάζεσθαι τὸν λιπόντα τὴν τάξιν ἀντιπροβάλλονται ἀλλήλους, ὅ τ’ ἐκπέμψας καὶ ὁ πεμφθείς· τοῦτο δὲ τὸ ζήτημα τινές φασι γνώμης στοχασμὸν, τῷ πλείστους ἐν αὐτῷ λογισμοὺς ἐμφαίνεσθαι στοχαστικούς· ἔστι δὲ πραγματικῆς ἀγράφου κατὰ στοχασμὸν αἰτούσης τὴν ζήτησιν· καθόλου δὲ χρὴ γινώσκειν, ὅτι πολλὰ προβλήματά ἐστιν, ὡς ἀνωτέρω εἴρηται, ἅπερ ὑπὸ μίαν ἄντικρυς ἀνάγειν στάσιν οὐχ οἷόν τε, ὥσπερ καὶ τόδε, νόμος τὸν στρατηγὸν τοὺς καταστείχοντος φυγάδας ἀναιρεῖν· διδύμων ἀδελφῶν τὸν ἕτερον φυγόντα εἶργεν ὁ νόμος κατιέναι, τὸν ἕτερον συναποδημήσαντα μόνον, εἶτα ἐπανιόντα ἀπέκτεινεν ὡς φυγάδα ὁ στρατηγός· καὶ κρίνεται φόνου, τοῦτο γὰρ καὶ γνώμης ἄν τις εἴποι στοχασμὸν καὶ συγγνώμης.
4.724 Σωπάτρο υ. Τίς ἡ ἄγραφος καὶ ἔγγραφος ἐδίδαξεν ὁ τεχνικὸς, ὅτι ἔγγραφος μὲν ἡ ἀπὸ ῥητοῦ τὴν ζήτησιν ἔχουσα, δεῖ δὲ προσθεῖναι καὶ περὶ ῥητόν· αἱ γὰρ τῶν νόμων εἰσφοραὶ ἐξετάζονται, πότερον κατὰ νόμον καὶ κατὰ δίκαιον ἢ οὔ· καὶ πότερον συμφέρον καὶ ἔνδοξον ἢ τοὐναντίον· ἰστέον μέντοι, ὡς ἐν τῇ ἀγράφῳ ἐμπίπτει ἔσθ’ ὅτε ῥητὸν, ὡς ἐπὶ τῆς ἀποκτεινάσης γυναικὸς τύραννον τὸν ἄνδρα καὶ αἰτούσης εἰς τὴν δωρεὰν τὴν σωτηρίαν τῶν τέκνων, νόμου ὄντος τῷ τυράννῳ συναποθνήσκειν τὰ τέκνα· ἐνταῦθα γὰρ κεῖται μὲν τὸ ῥητόν· ἀλλ’ ἐπειδὴ οὐ περὶ αὐτοῦ ἡ ζήτησίς ἐστιν, οἷον εἰ ἔννομον ἢ δίκαιον ἢ συμφέρον, ἀλλὰ περὶ τὴν ποιότητα τῆς δωρεᾶς· οἷον πότερον ἣν αἰτεῖ δεῖ λαμβάνειν αὐτὴν ἢ ἑτέραν, ἡ ζήτησις ἄγραφός ἐστι πραγματική· ἀλλὰ δὴ καὶ ἐν τῇ ἀγράφῳ ἐστὶν εὑρεῖν τὸ ἔθος ἀντὶ νόμου παραλαμβανόμενον, ὡς Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος· „φήσει τοίνυν τούτῳ τῷ τρόπῳ ἁπάσας εἰληφέναι τὰς βουλάς·“ ὁμολογουμένως γὰρ ἐνταῦθα ἐπὶ τὸ ἔθος ἀντὶ νόμου κατέφυγεν. Τὸ τοίνυν νόμιμον ἐν τῇ ἐγγράφῳ μιᾷ τῶν νομικῶν ὑποπίπτει στάσεων καὶ κατ’ αὐτήν γε διαιρεθήσεται· αὐτίκα δὲ περὶ τῶν νομικῶν στάσεων λέξομεν. Συριανο ῦ. Τὸ νόμιμον πλατύνεται τῇ τε γνώμῃ τοῦ νομοθέτου καὶ τοῖς περιστατικοῖς μορίοις καὶ νόμοις ἑτέροις· ὡς καὶ Δημοσθένης ἐν τῷ περὶ στεφάνου τὸ νόμιμον διὰ νόμων ἑτέρων ἐπλάτυνεν· ἔθηκε δὲ τὸ νόμιμον ἐξ ἀρχῆς· οὐ γὰρ ὡς ἕτεροί φασιν ἐν μέσῳ τοῦ λόγου· ἀφ’ οὗ γὰρ τὴν πολιτείαν τὴν ἑαυτοῦ καὶ τὴν περὶ τὸν δῆμον εὔνοιαν ἐξετάζει, οὐδὲν ἄλλο ποιεῖ, ἢ τὸ νόμιμον κατασκευάζει· τοῦ γὰρ Αἰσχίνου τὸ Κτησιφῶντος ψήφισμα παρὰ τρεῖς γεγράφθαι λέγοντος νόμους· πρῶτον μὲν ὅτι ψευδῆ γέγραφε περὶ Δημοσθένους γράμματα γράψας ὅτι εὔνους· νόμος δέ ἐστιν ὁ κωλύων ψευδῆ εἰσφέρειν γράμματα· δεύτερον δὲ μὴ ἐξεῖναι ἐν θεάτρῳ στεφανοῦσθαι, ἀλλ’ ἐν πνυκί· τρίτον, τὸν ὑπεύθυνον μὴ στεφανοῦσθαι, πρῶτον ἐξετάζει Δημοσθένης τὸν περὶ τοῦ μὴ ψευδῆ γράφειν νόμον καὶ δείκνυσι διὰ τῆς αὐτοῦ πολιτείας τήν τε εὔνοιαν ὡς οὐ ψευδῆ γέγραφε Κτησιφῶν, ἀλλ’ ὅτι μάλιστα ἀληθῆ· ἀφ’ οὗ γ’ οὖν τῆς ἑαυτοῦ πολιτείας ἄρχεται τόπου καὶ τῆς εὐνοίας, ἀπ’ ἐκείνου τὴν ἐξέτασιν ποιεῖται· ἐπιδείκνυσι γὰρ, ὡς οὐ παράνομον τὸ ψήφισμα Κτησιφῶντος, μὴ περιέχον ψευδῆ γράμματα περὶ Δημοσθένους ὡς εὔνους τῇ πόλει, ἀλλ’ ἀληθῆ· ζηλώσομεν οὖν τὸν Δημοσθένην πλατύνοντες τὸ νόμιμον, καθάπερ ἐκεῖνος ἐν τῷ περὶ στεφάνου καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους καὶ πρὸς Λεπτίνην· πλατυνοῦμεν δὲ τὸ νόμιμον καὶ ἀπὸ τῶν προσώπων καὶ τῶν πραγμάτων· ἀπὸ προσώπων μὲν, τίς ἐστιν ὁ γράφων πολεμεῖν ἢ βοηθεῖν· καὶ πότε καὶ τίσι καὶ πῶς· ἀπὸ πραγμάτων.
4.725 διὰ τί χρὴ πολεμεῖν ἢ βοηθεῖν. ἐν μὲν οὖν τῇ ἐγγράφῳ πραγματικῇ τὸ νόμιμον ἐμπίπτει, ἕπεται δὲ αὐτῷ καὶ τὸ ἔθος· ἐν δὲ τῇ ἀγράφῳ τὸ μὲν νόμιμον οὐκ ἐμπίπτει, τὸ δὲ ἔθος ἀντ’ αὐτοῦ παραληψόμεθα.
4.726 Σωπάτρο υ. Περὶ τῆς ἐγγράφου ἐπαγγέλλεται διὰ τῶν νομικῶν ἡμῖν τὴν δύναμιν γνωρίσαι· ἀδύνατον γὰρ μὴ πρότερον μαθοῦσι τὰς νομικὰς στάσεις, ἀκριβές τι περὶ αὐτῆς ἐρεῖν· πλὴν ἵνα μὴ πάντη ἀνήκοοι ταύτης κατὰ καιρὸν ὦμεν, ἐροῦμεν ἡμεῖς ἐφ’ ὅσον ἐνδέχεται. ἐξετάζοντες τοίνυν τοὺς νόμους ἐν τῇ ἀγράφῳ ἐκ τεσσάρων αὐτοὺς κατασκευάσομεν τρόπων, ἐκ τῆς πολιτείας, εἶτα ὅτι ἀνάκειται τοῖς τῶν Ἑλλήνων σοφωτάτοις, ἀπὸ παραδείγματος, ἀπὸ καιροῦ· ἀπὸ πολιτείας μὲν, οἷον ὅτι ἐν δημοκρατίᾳ ἐτέθη, ἥτις ἀρίστη τῶν πολιτειῶν πασῶν· ἀπὸ τῶν προσώπων, οἷον ὅτι οὐχ οἱ τυχόντες ἔθεντο τοῦτον, ἀλλ’ οἱ μέγιστοι τῶν ἀνθρώπων καὶ σοφώτατοι· ἀπὸ τοῦ πράγματος, οἷον ὅτι περὶ τῶν μεγίστων προστάττει· ἀπὸ τοῦ καιροῦ, ὅτι νῦν μάλιστα χρηστέον τῷ νόμῳ ἐν εἰρήνῃ τυχὸν ἢ πολέμῳ· πλατύνεται δὲ τὸ κεφάλαιον ἔκ τε τῆς τοῦ ταῦτα νομοθετήσαντος δόξης· οἷον ὅτι Σόλων, ἢ Δράκων ἢ Κλεισθένης· καὶ ἐκ τοῦ πολλὰ τὸν νόμον λυσιτελῆσαι τῇ πόλει· καὶ ἔτι κατασκευάζεται τὸ νόμιμον ἔκ τε ῥητοῦ καὶ διανοίας καὶ ῥητῶν ἑτέρων παραθέσει· ἐκ διανοίας μὲν, ὡς Αἰσχίνης πολλαχοῦ ἐποίησεν· ἅμα γὰρ τῷ ῥητῷ καὶ τὴν διάνοιαν τιθεὶς κατασκευάζει τὸ νόμιμον· ἐκ παραθέσεως δὲ ῥητῶν, δεικνύντες σύμφωνα τοῖς κειμένοις τὰ εἰσαγόμενα, ὡς Τιμοκράτης κατηγορούμενος ὑπὸ Διοδώρου ἢ Δημοσθένους, ὡς παράνομα γεγραφώς· σύμφωνα γάρ φησι γεγραφέναι ἐκείνῳ τῷ νόμῳ τῷ λέγοντι· „οὐδὲ δήσω Ἀθηναίων οὐδένα, ὃς ἂν ἐγγυητὰς παράσχῃ τὸ αὐτὸ τέλος τελοῦντας.
4.727 “ ἐὰν μέντοι ἀνασκευάσωμεν, τοῖς τε ἐναντίοις τῶν προειρημένων χρησόμεθα κατασκευῶν· καὶ ἄλλοις ὁπόσοις ὁ ἀνασκευαστικὸς χορηγεῖ τόπος· καὶ ἔτι ἂν ὁ ἀντίδικος τῷ ῥητῷ ἰσχυρίζηται, ἡμεῖς τῇ τοῦ ῥητοῦ διανοίᾳ χρησόμεθα, ὡς Θουκυδίδης ἐν τῇ Κορινθίων δημηγορίᾳ· τῶν γὰρ Κερκυραίων εἰπόντων, „ὡς λύσετε τὰς πρὸς Λακεδαιμονίους σπονδὰς δεξάμενοι ἡμᾶς· εἴρηται γὰρ ἐν αὐταῖς τῶν Ἑλληνίδων πόλεων τὰς συμμαχίδας ἐξεῖναι παρ’ ὁποτέρους βούλοιντο ἰέναι·“ καὶ τῷ ῥητῷ τούτῳ ἰσχυρισαμένων, ὁ Κορίνθιος τῇ διανοίᾳ λύει λέγων· οὐ τοῖς ἐπὶ βλάβῃ ἰοῦσιν ἡ ξυνθήκη ἐστίν· οὐδ’ ὅστις τοῖς δεξαμένοις, εἰ σωφρονοῖεν, πόλεμον ἀντὶ εἰρήνης ποιήσει. καὶ ῥητὰ δὲ ῥητοῖς παραθῶμεν ἐναντία τῷ εἰσαγομένῳ δεικνύντες· ὡς Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους, ἄλλων τε νόμους παραθεὶς, οἷς ἐναντία νενομοθέτηκε, καὶ αὐτοῦ Τιμοκράτους πρότερον εἰρημένον ἐναντίον τοῦ νῦν παρ’ αὐτοῦ εἰσαγομένου. Ἐν δὲ τῇ ἀγράφῳ τὸ ἔθος ὡς νόμιμον ἐξεταστέον· οἷον ὅτι καινὰ ἀξιοῖς καὶ οἷα καὶ ὅσα οὐδείς πω πρότερον· ταῦτα δὲ πάλιν ἐνστάσει καὶ ἀντιπαραστάσει μεθοδεύσομεν· ἀντιπαραστάσει μὲν, οἷον Κλέων ἀξιοῖ μετὰ τὰ ἐν Πύλῳ Πύθιος καλεῖσθαι· καινὰ ἀξιοῖς. καινὰ ἀξιῶ· καινὰ γὰρ καὶ τὰ πεπραγμένα. ἐνστάσει δέ· εἶτα μέντοι οὐδὲ καινά· καὶ γὰρ καὶ Περικλῆς Ὀλύμπιος ἐκλήθη· ποτέρῳ δὲ πρότερον χρηστέον, τῇ ἐνστάσει ἢ τῇ ἀντιπαραστάσει, οἱ καιροὶ διδάσκουσιν, ὡς καὶ ἐν στοχασμῷ διωρισάμεθα· Συριανο ῦ. Ἔθος ἐστὶν ὅπερ ἢ χρόνος ἐκράτυνεν, ἢ ὡς συμφέρον αἱ τῶν πολλῶν ἐκύρωσαν γνῶμαι· διαφέρει δὲ νόμος ἔθους τῷ τὸ μὲν ἄγραφον εἶναι, τὸν δὲ ἔγγραφον· καὶ τὸ μὲν καθόλου, τὸ δὲ ἐπὶ μέρους εἶναι· καὶ τὸ μὲν φύσει, τὸ δὲ θέσει· ζητεῖται δὲ καὶ ἐπὶ τούτου, τίνες τε τοῦτο ἔθεσαν καὶ παρὰ τίνων· πλατύνεται δὲ τόποις ἕξ· διά τε τῆς πατρίου πολιτείας, ὅπερ ἐστὶ τὰ παρ’ ἡμῖν ἔθη· καὶ διὰ παραδειγμάτων, τουτέστιν εἴ τινες ἄνδρες παρ’ ἡμῖν τετυχήκασιν ἄριστοι δωρεᾶς· καὶ ἀπὸ τῶν εὐνομουμένων πόλεων καὶ τῶν παρ’ αὐταῖς ἀρίστων, καὶ ἀπὸ τῶν περὶ τοὺς ἥρωας τιμῶν· ἔτι δὲ ἀπὸ τῶν παρὰ βαρβάροις τιμηθέντων, καὶ ἀπὸ τῶν παρ’ αὐτοῖς ἐπαράτων· τοῦτο δὲ ἱκανῶς Ἀριστείδης ἐν τῷ Περικλεῖ ἐπλάτυνεν· ὃν ἀξιοῖ τις ἀποστῆναι τῆς προσηγορίας τοῦ Ὀλυμπίου, κατέχοντος τοῦ λοιμοῦ, κατάλογόν τε τῶν προγόνων ποιούμενος, καὶ τὰς πράξεις αὐτῶν διεξιὼν, καὶ τὴν παλαιὰν πολιτείαν ἀνυμνῶν καὶ δεικνὺς, ὡς οὐδεὶς πώποτε ἀνθρώπων ὄνομα θεῶν ἔλαβεν· καὶ τὸν μὲν Ἀριστείδου Περικλέα παράδειγμα σαφὲς ἕξομεν περὶ τοῦ μὴ δεῖν τοῖς μὴ κατ’ ἔθος οὖσι χρῆσθαι· εἰς δὲ τὸ μὴ χρῆναι λύειν τὰ ἔθη, τὸν πρὸς Λεπτίνην Δημοσθένους.
4.729 λύεται δὲ τὸ ἔθος τοιῶςδε, ὥσπερ ἐπὶ Κλέωνος τοῦ ἀξιοῦντος καλεῖσθαι Πυθίου μετὰ τὰ ἐν Πύλῳ· πρὸς γὰρ τὴν ἀντίθεσιν, τὴν ὅτι καινὰ αἰτεῖς, ἀπαντήσει ὁ Κλέων λέγων· ἀλλ’ οὐδὲ πρὸς τὸν βίον ἅπαντα ἐξ ἀρχῆς παρῆλθεν, οὐδὲ τέλεια ἐξ ἀρχῆς ἀνεφάνη, ἀλλὰ μὴ πρότερον ὄντα κατὰ μέρος ἤρξατο γίνεσθαι, οὕτω καὶ τέχναι ηὐξήθησαν, καὶ τὰ πράγματα εἴληφε τὰς ἐπιδόσεις· καὶ παραδείγματα ἐπάξει νόμων, τεχνῶν, ἰατρικῆς, κυβερνητικῆς, φιλοσοφίας, καὶ τῶν τοιούτων· ἕκαστα δὲ τούτων κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν εἰσάξομεν· ἐνστάσεως δὲ ἴδιον τὸ ἐξ ἐναντίας ἵστασθαι πρὸς τὰ λεγόμενα καὶ ψευδῆ δεικνύναι, ἀντιπαραστάσεως δὲ τὸ συντρέχειν μὲν τοῖς ὑπὸ τοῦ ἀντιδίκου λεγομένοις, ἐκ δὲ τοῦ ἀκολούθου περιτρέπειν εἰς τὸ ἐναντίον. Σωπάτρο υ. Καίτοι καὶ ἐν ταύτῃ ἐστὶ ῥητὸν ἐνίοτε ἐμπίπτον, ὡς ἤδη εἴρηται, ἀλλ’ οὐ περὶ αὐτοῦ ἡ ζήτησις· εἰς γὰρ κατασκευὴν λαμβάνεται· πολλάκις δὲ καὶ ἀμφότερα ἐν τῇ ἀγράφῳ εὑρίσκεται, ἔθος φημὶ καὶ νόμος, ὡς καὶ ὁ ῥήτωρ ἐν τῷ περὶ τοῦ στεφάνου πεποίηκεν· μετὰ γὰρ τὸ ῥητὸν ἐξήτασε τὸ ἔθος λέγων, ὡς οὐ μόνον τοῖς νόμοις ἀλλὰ καὶ τοῖς ἔθεσιν ὥρισται· πρῶτον μὲν γὰρ Ναυσικλῆς στρατηγῶν ἐφ’ οἷς ἐπέδωκε τετίμηται· εἶθ’ ὅτε τὰς ἀσπίδας Διότιμος ἔδωκε· καὶ πάλιν Χαρίδημος ἐστεφανοῦτο. συνάγων ἐκ τούτων ὅτι κἀμὲ δεῖ τὰ ὅμοια τούτων παθεῖν· ὑπέταξε γὰρ τὸ ἔθος τῷ νομίμῳ· ἔθος γάρ ἐστι τὸ ἐν συνηθείᾳ κρατῆσαν, καὶ ὅπερ ὁ χρόνος ἐκράτυνεν· κατασκευάζεται δὲ τὸ ἔθος ἢ ἐκ προγόνων ἢ ἐξ ἡμῶν αὐτῶν· εἰ δὲ οἰκείων ἀποροίημεν παραδειγμάτων, χρησόμεθα τοῖς ξενικοῖς· οἷον ὅτι καὶ Λακεδαιμόνιοι καὶ ἄλλοι τινὲς τοῦτον πολιτεύονται τὸν τρόπον· ἐξ ἡμῶν δὲ αὐτῶν, ὅτι καὶ ἡμεῖς τοιοῦτον ἐπράξαμέν ποτε, καὶ σύνηθες τῇ πόλει τὸ πρᾶγμα, τοιαύτας διδόναι δωρεάς· πλατύνεται δὲ καὶ αὐτὸ οἷςπερ καὶ τὸ νόμιμον, προσώπῳ, πράγματι, καιρῷ προσώπῳ μὲν, οἷον ὅτι Περικλῆς τοῦτο ἔπραξεν ὁ συνέσει ἁπάντων Ἑλλήνων διαφέρων· πράγματι δὲ, οἷον, ὅτι μέγα τοῦτο τῆς πόλεως κατόρθωμα· καιρῷ δέ, οἷον ὅτι καὶ εἰρήνῃ καὶ πολέμῳ τόδε λυσιτελεῖ· ταῦτα μὲν οὖν κατασκευάζοντες· ἀποτρέποντες δὲ τοῖς ἐναντίοις χρησόμεθα, ὡς Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην· ἐκείνου γὰρ λέγοντος, ὅτι οἱ πρόγονοι οὐδὲν ἐδίδοσαν, αὐτός φησιν, ὅτι οὐκ ἀκολουθητέον τοῖς προγόνοις· ἡ γὰρ τῶν πραγμάτων διαφορὰ καὶ τὰς δωρεὰς διαφόρους ποιεῖ· καὶ πάλιν ἀνδρῶν ἐνδόξων παρατιθέμενοι κατορθώματα λέξομεν, ὅτι Θεμιστοκλῆς καὶ Μιλτιάδης τὰ τοιαῦτα κατορθώσαντες οὐκ ᾔτησαν τοιαύτην δωρεάν· ὡς ἀμέλει καὶ Αἰσχίνης ποιεῖ· φησὶ γὰρ, ὅτι καὶ στρατηγῶν καὶ ῥητόρων ἐνδόξων γενομένων, οὓς ἡ πόλις μεγίστης ἠξίωσε τιμῆς· τὰ δὲ ξενικὰ παραδείγματα ἢ Ἑλληνικῆς ἐστι πολιτείας ἢ βαρβάρου.
4.730 ἐξ Ἑλληνικῆς μὲν, ὡς ὁ ἐκ Λακώνων ἢ Βοιωτῶν· ἐκ βαρβάρου δὲ, ὡς ἐκ Περσῶν καὶ Σκυθῶν· διὸ τὰ μὲν Ἑλληνικὰ ἀνατρέποντες μετρίου ἀξιώσομεν διασυρμοῦ, τοῖς δὲ βαρβάροις τελείᾳ χρησόμεθα καταφορᾷ· τετήρηκε δὲ καὶ τοῦτο Δημοσθένης· ἐκεῖνος γὰρ εἰς τοῦτο ἐλθών φησιν· οὐ δεῖ τοὺς ἑτέρων νόμους ἐπαινεῖν ἐπὶ τῷ τοὺς ἐνθάδε λυμαίνεσθαι, περὶ Ἑλλήνων ἐνταῦθα λέγων· περὶ δὲ βαρβαρικῶν ὑπόδειγμα ὁ Ἀριστείδης εἰς Περικλέα, ἐν οἷς φησι „μὴ βαίνῃς, ὦ παῖ Ξανθίππου, μὴ τοὺς Γίγαντας μιμώμεθα, οἳ λέγονται τοξεύειν εἰς τὸν οὐρανὸν, μὴ τὸν τῶν Περσῶν βασιλέα καὶ τοὺς σὺν ἐκείνῳ“, ὡσαύτως καὶ κατασκευάζοντες τοὺς μὲν Ἑλληνικοὺς ἐπαινεσόμεθα ἐθισμοὺς καὶ τὰ πρόσωπα τῶν ἀφ’ ὧν τὰ παραδείγματα, τοὺς δὲ βαρβαρικοὺς ἐκ τοῦ ἐναντίου· οἷον ὅτι ταῦτα παρὰ Πέρσαις ἢ Σκύθαις, οἷς πλούτου καὶ τρυφῆς ἢ τοῦ νομαδικῶς ζῇν μᾶλλον ἐμέλησεν, ἢ σώφρονος καὶ ἡμέρου πολιτείας· εἰ μὲν οὖν ἀμφοτέρων εὐποροῦμεν τῶν ὑποδειγμάτων, χρησόμεθα τοῖς ἐπιχωρίοις πρὸ τῶν ξενικῶν, εἰ δὲ μὴ τοῖς ἐμπίπτουσιν· Τὸ δίκαιον μιᾷ τῶν δικαιολογικῶν ὑποπίπτει, καὶ κατ’ ἐκείνην διαιρεθήσεται, ὡς ἂν ἐγχωρῇ τοῖς κεφαλαίοις.
4.731 Συριανο ῦ. Τὸ δίκαιον ὁ μὲν Πλάτων εἴς τε τὸ ὅσιον καὶ τὸ ὁμωνύμως τῷ γένει δίκαιον διαιρεῖ ἐν τῷ Εὐθύφρονι· ἔστι δὲ ἡ τοιαύτη ἀκρίβεια φιλοσοφωτέρα. τὸ μὲν ὅσιον τοῖς κρείττοσιν ἡμῶν ἀπονέμουσα, τὸ δὲ δίκαιον τοῖς συστοίχοις. οἱ δὲ ῥήτορες ἀδιαίρετον ἐῶντες αὐτὸ, ἅτε τὸ περὶ τὰ ἀνθρώπινα καθῆκον αὐτοὶ μάλιστα θεωροῦντες, πλατύνουσιν αὐτὸ καθάπερ ἐν ταῖς δικαιολογικαῖς· ἐν γὰρ πάσαις ταύταις πολυτρόπως τὸ δίκαιον ἐξετάζεται· ὅ τε κρινόμενος τοὺς ἀκολούθους ἀπὸ τῶν ἑξῆς κεφαλαίων ἐπάγει λογισμούς.
4.732 ὁ μὲν φεύγων δίκαιον εἶναι τὸ γεγονὸς ἀποφαινόμενος, ὁ δὲ διώκων ἄδικον αὐτὸ διὰ τῶν ἐναντίων λογισμῶν ἀποδεικνύων. ἐν μὲν γὰρ ἀντιλήψει λέγοντος τοῦ φεύγοντος, εἰ τύχοι, ὡς κατὰ φύσιν γελάσας οὐκ ὀφείλω κρίνεσθαι, ἐξετάζομεν, πότερον ἀφεῖναι τὸν τοιόνδε δίκαιον ἢ μή· ἐν δὲ ἀντιστάσει ὁμοίως ὁ φεύγων ἐρεῖ, οὐ δίκαιον εἶναί με κρίσιν ὑπέχειν ὑπέρ σου πεποιηκότα· ἐν δὲ μεταστάσει ἄλλου αἰτίου ὄντος, ἐν δὲ ἀντεγκλήματι τοῦ πεπονθότος ὑπάρχοντος ἀξίου παθεῖν ἃ πέπονθεν, ἐν δὲ συγγνώμῃ τῆς ἀγνοίας ἢ τῆς ἀνάγκης ἤ τινος ἄλλου βιασαμένου κρείττονος· ἔτι δὲ πλατύνεται τὸ δίκαιον ταῖς εὐλόγοις αἰτίαις· ταύτας δὲ διαιρετέον τῇ τε κατὰ πρόσωπον σχέσει καὶ τῇ κατὰ πράγματα καὶ μερικῶς τῇ ἐκβάσει· οἷον τῇ μὲν κατὰ πρόσωπα σχέσει, εἰ φίλοι οἱ τὴν συμμαχίαν αἰτοῦντες, ἢ ἐχθροὶ ἀδικούμενοι ὑφ’ ἑτέρων ἢ ἐπιβουλεύοντες ἄλλοις, ὑπὲρ οἰκείας ἀγωνιζόμενοι ἢ τὴν ἀλλοτρίαν διασῶσαι σπεύδοντες· ἐκ τούτων γὰρ καὶ τῶν τοιούτων τὸ κατὰ πρόσωπα δίκαιον ἐπισκεψόμεθα, ὁ δὲ Θουκυδίδης βιαιότερον κατασκευάζων τὸ δίκαιον ἐν τῇ Κερκυραίων δημηγορίᾳ· οὐκ ἔχων γὰρ κεχρῆσθαι τῇ ἐξετάσει τοῦ δικαίου προηγουμένως διὰ τὸ μὴ φίλους καθεστάναι τοὺς Κερκυραίους τοῖς Ἀθηναίοις, καὶ μὴ δυνάμενος εἰπεῖν ὅτι ὡς φίλοις οὖσι βοηθητέον, οὐ γὰρ συμμαχήσαντες ἦσαν Ἀθηναίοις Κερκυραῖοι, ἐκ τῆς ἀντιφράσεως μεθοδεύσας εἰσήγαγεν ἀποθεραπεύων ἅμα καὶ τὸ ἐκ τοῦ δικαίου ἀντιπίπτον· ἀπήντα γὰρ αὐτοῖς ὅτι οὐδεπώποτε γενόμενοι φίλοι οὐδὲ σύμμαχοι, ἀξιοῦτε βοηθείας τυχεῖν· ὁ δὲ, εἰ καὶ μὴ φίλοι, φησὶν, καθεστήκαμεν, ἀλλ’ ὅμως οὐδὲ ἐχθροῖς πώποθ’ ἡμῖν γενομένοις συναγωνιεῖσθε· καὶ ἔστι τὸ ῥητὸν οὕτως· „εἶτα ἐν ἀδικήματι θήσονται πεισθέντων ὑμῶν ἃ δεόμεθα, πολὺ δὲ ἐν πλείονι αἰτίᾳ ἡμεῖς μὴ πείσαντες ἕξομεν· ἡμᾶς μὲν γὰρ κινδυνεύοντας καὶ οὐκ ἐχθροὺς ὄντας ἀπώσεσθε.
4.733 τῶνδε δὲ οὐχ ὅπως κωλυταὶ ἐχθρῶν ὄντων καὶ ἐπιόντων γενήσεσθε, ἀλλὰ καὶ ἀπὸ τῆς ὑμετέρας ἀρχῆς δύναμιν προσλαβεῖν περιόψεσθε, ἣν οὐ δίκαιον·“ καὶ ἐὰν μὴ ἔχωμεν φίλους δεικνύναι οἷς συμβουλεύομεν βοηθεῖν, ἐπὶ τὴν ἐκ τῆς ἀντιφάσεως μέθοδον τρεψόμεθα· εἰ γὰρ μὴ ὑπάρχοι λέγειν, ὅτι φίλοις ἢ συμμάχοις βοηθήσομεν, ἐκεῖνο κατασκευάζειν πειρασόμεθα· τῇ δὲ κατὰ πράγματα σχέσει, ὅταν τὴν τῶν πραγμάτων φύσιν ἐξετάζωμεν· οἷον εἰ δίκαιον καὶ τοῖς μὴ συμμαχήσασι βοηθεῖν ἢ τοῖς ἀδικουμένοις ἐπικουρεῖν, ἢ τοὺς εὐεργετήσαντας λυπεῖν, ἢ τὰ ἐναντία, ὡς Θουκυδίδης ἐν τῇ Κορινθίων δημηγορίᾳ· „καί τοι δίκαιοί γ’ ἐστὲ μάλιστα μὲν ἐκποδὼν στῆναι ἀμφοτέροις, εἰ δὲ μὴ, τοὐναντίον ἐπὶ τούτους μεθ’ ἡμῶν ἰέναι. Κορινθίοις μέν γε ἔνσπονδοί ἐστε, Κερκυραίοις δὲ οὐδὲ δι’ ἀνακωχῆς πώποτε ἐγένεσθε·“ εἰ δέ γε λυποίη ἡμᾶς τὸ κατὰ πρόσωπον δίκαιον, ἐπὶ τὰ κατὰ πράγματα μόνον φευξούμεθα, ὡς καὶ Ἀριστείδης ἐν Καλλιξένῳ πεποίηκεν· λυποῦντος γὰρ αὐτὸν τοῦ κατὰ πρόσωπα δικαίου, οὐ γὰρ ἠδύνατο λέγειν δίκαιον εἶναι θάπτειν τοὺς μὴ ἀνελομένους τὰ ναυάγια πρὸς ταφὴν τῶν ἐν Ἀργινούσαις πεπτωκότων, ἐπὶ τὸ κατὰ πράγματα δίκαιον ἐχώρησε καθόλου τὸν λόγον εἰσάγων καὶ φησίν· „ἄνδρες Ἀθηναῖοι βουλεύεσθε εἰ χρή τινα θάψαι τῶν τετελευτηκότων·“ τοῦ δὲ κατὰ τὰς ἐκβάσεις τόπου ἐφαψόμεθα μόνον ἐν τῷ δικαίῳ· ἐν δὲ τῷ συμφέροντι τὴν πλατύτητα αὐτοῦ τηρήσομεν.
4.734 ἡ δὲ τοῦ δικαίου λύσις, ὡς καὶ ἀνωτέρω εἴρηται, κατὰ μίαν τῶν δικαιολογικῶν γίνεται στάσεων, οἷον ἐπ’ ἐκείνου τοῦ ζητήματος· φυγάδες πόλιν ἔκτισαν· καὶ γράφει τις στρατεύειν ἐπ’ αὐτούς· λεγόντων γὰρ ἡμῶν μὴ δίκαιον εἶναι περιορᾷν κατοικιζομένους τοὺς φυγάδας καὶ τρόπον ἕτερον κατάγοντας ἑαυτοὺς, ἀντιτέθεικεν ἡμῖν ἀντιληπτικὸν τόδε· ἀλλ’ οὐδεὶς κεκώλυκε νόμος κτίζειν ὅπου βούλοιντο τοὺς φυγάδας πόλεις. Σωπάτρου καὶ Μαρκελλίνο υ. Εἴρηται καὶ πρώην περὶ τῆς τάξεως τοῦ δικαίου, οὐ χεῖρον δὲ ἴσως καὶ νῦν εἰπεῖν, ὅτι δεύτερόν ἐστι κεφάλαιον τὸ δίκαιον· μετὰ γὰρ τὰ ῥητὰ καὶ τὰ ἔθη, τὰ συγχωροῦντα τόδε τι ποιεῖν ἢ τοὐναντίον λύοντα, ἐπὶ τὰς τῶν λογισμῶν κατασκευὰς ἐρχόμεθα, ἐν οἷς τὸ δίκαιον τὴν ἀξίαν ἑκάστου παρίστησιν· ὑποπίπτει δὲ μιᾷ τῶν ἀντιθετικῶν ἤτοι δικαιολογικῶν αἵ εἰσιν, ἀντίληψις, ἀντίστασις, ἀντέγκλημα, μετάστασις, συγγνώμη· ὥσπερ γὰρ εἴπομεν ἐν τῷ νομίμῳ ὡς ἀπὸ τῶν νομικῶν στάσεων ἐμπίπτει ἡ ἀντίθεσις, τὸν αὐτὸν τρόπον καὶ τῷ δικαίῳ κεφαλαίῳ ἀπὸ τῶν δικαιολογικῶν ἐμπίπτουσιν ἀντιθέσεις, καθ’ ἃς τοῖς κεφαλαίοις τῆς ἐμπιπτούσης στάσεως ἐπιχειροῦμεν πρὸς τὴν τούτων λύσιν, ὡς ἂν ἡ ὕλη τοῦ πράγματος διδῷ· καὶ παράδειγμα τοῦ κατὰ ἀντίληψιν δικαίου οἱ φυγάδες οἱ πόλιν ἐπὶ τοῖς ὁρίοις κτίζοντες τῆς πατρίδος, δι’ οὓς βουλὴ τῆς πόλεως, εἰ χρὴ κατ’ αὐτῶν ἐπιστρατεύειν· ἔστι γὰρ ἡ προβολὴ, ὅτι πολλῶν κακῶν αἴτιοι γεγόνασιν· καὶ μετὰ τοῦτο τὸ μόριον τοῦ δικαίου, ὅτι οὐδεὶς νόμος κωλύει πόλιν κτίζειν τοὺς φεύγοντας· εἶτα ὅρος, εἶτα πηλικότης, ὅτι δεινόν τι συμβήσεται ἐκ τοῦ παροικεῖν τοὺς φυγάδας ἡμῖν· εἶτα τὸ πρός τι, ὅτι τοῦτο δεινότερον τοῦ κατὰ τὴν πόλιν μένειν· καὶ ἵνα μὴ μηκύνωμεν τὸν λόγον, πρὸς τὴν ἐμπίπτουσαν ὕλην τῶν πραγμάτων καὶ τὸ δίκαιον ἐξετασθήσεται· διττὸν δὲ τὸ δίκαιον· αἱ γὰρ εὔλογοι αἰτίαι εἰς δύο ταῦτα τέμνονται, τῇ τε κατὰ πρόσωπον σχέσει καὶ τῇ κατὰ πρᾶγμα· ὑπὸ μὲν οὖν τῇ κατὰ πρόσωπον σχέσει ἐμπίπτει πᾶσα οἰκειότης, ἐχθρῶν, φίλων, συγγενῶν, ἐνσπόνδων, ἀσπόνδων, οἷον ὅτι δεῖ τοὺς μὲν οἰκείους εὖ ποιεῖν, τοὺς δ’ ἀλλοτρίους κακοποιεῖν· τὴν δὲ κατὰ πρᾶγμα γνωριοῦμεν ἀπὸ τοῦ πεπραγμένου, ὡς ἐπὶ τούτου· στρατηγὸς τοῖς δούλοις συμπαρατάξας τοὺς ἐλευθέρους ἐνίκησεν, καὶ τοὺς ἀποθανόντας τῶν δούλων ἐπὶ τοῦ πολέμου τῆς αὐτῆς τοῖς ἐλευθέροις ὁσίας ἠξίωσε, καὶ κρίνεται· ἐρεῖ γὰρ, ὅτι ἄτοπον τοὺς τοῖς ἐλευθέροις συγκινδυνεύσαντας μὴ τῆς αὐτῆς αὐτοῖς τῶν νομιζομένων τιμῆς τυχεῖν.
4.735 Ἰστέον μέντοι, ὡς χρὴ τὰς τοῦ δικαίου ἐργασίας ποιεῖσθαι τὸν τρόπον τοῦτον, μάλιστα μὲν εἰ ἔχοιμεν ἀφ’ ἑκατέρων τῶν τε προσώπων καὶ τῶν πραγμάτων· εἰ δὲ μὴ, χρὴ ὁρᾷν ὁπότερον φαίνεται εὐπρόσωπον, κἀκείνῳ ἐναγωνίζεσθαι, τὸ δοκοῦν μὴ δίκαιον εἶναι συσκιάζοντας· ὡς Ἀριστείδης ἐν τῷ Καλλιξένῳ πεποίηκεν· ἐπειδὴ γὰρ αὐτὸν τὸ κατὰ πρόσωπον ἐλύπει, οὐδὲ γὰρ δίκαιον ἦν εἰπεῖν θάπτειν τοὺς μὴ ἀνελομένους τὰ ναυάγια, ἀλλὰ τῶν αὐτῶν ἐκείνοις ἠξιῶσθαι· ἐκώλυσαν γὰρ ταφῇ παραδοθῆναι τῷ πελάγει, ἐναφέντες τῶν τετελευτηκότων ἐν τῇ ναυμαχίᾳ τὰ σώματα, ὅρα πῶς ἐπιστημόνως αὐτὸν μεταχειρίζεται ἀπὸ τῶν πραγμάτων εἰσάγων τὸ δίκαιον· οὐ γὰρ, εἶπεν, δίκαιον ὑμᾶς θάπτειν τούτους, ἀλλὰ βουλεύεσθε, φησὶν, ἄνδρες Ἀθηναῖοι, εἰ χρὴ θάψαι τινὰς τῶν τετελευτηκότων, καθόλου εἰσάγων ἀπὸ τοῦ πράγματος οὐ τῶν προσώπων τὸ δίκαιον· τοῦτο γὰρ δίκαιον παρὰ πᾶσιν ἀνθρώποις νενομοθέτηται, τὸ τοὺς τελευτήσαντας γῇ κρύπτειν· ἀφ’ οὗ τὸ λοιπὸν συνελογίσατο· εἰ γὰρ δίκαιον καὶ ἔθος παρὰ πᾶσιν ἀνθρώποις ὡμολόγηται, ἕπεται ἐξ ἀνάγκης τὸ καὶ τοὺς στρατηγοὺς τετελευτηκότας δεῖν θάπτειν· καὶ αὕτη μὲν ἡ κατὰ πρόσωπα καὶ πράγματα τοῦ δικαίου ἐξέτασις· λαμβάνεται δὲ καὶ ἀπὸ τοῦ ἐκβησομένου καὶ μόνων τῶν εὐλόγων αἰτιῶν· εἰδέναι δὲ χρὴ, ὡς καὶ τὸ ἐκβησόμενον πλατύνεται μὲν δὴ ἐν τοῖς ἐπιλόγοις, ἐν δὲ τῷ δικαίῳ, εἰ τάττοιτο, συντόμως διατιθέσθω, ὡς ὁ Θουκυδίδης ἐν τῇ Κορινθίων δημηγορίᾳ, φάσκων, ἐὰν Κερκυραίους δέξησθε; ἡμῖν γενήσεσθε ἀντὶ ἐνσπόνδων πολέμιοι· ἀπὸ δὲ τῶν εὐλόγων αἰτιῶν, ὡς Δημοσθένης περὶ τοῦ Λεύκωνος λέγων οὕτως· ἔχων γὰρ ἐκεῖνος ἑαυτῷ καὶ τοῖς παισὶ τὴν ἀτέλειαν δέδωκεν ἡμῖν ἅπασιν· ἐκ γὰρ εὐλόγου αἰτίας κατεσκεύασεν, ὅτι δεινὸν εἰ αὐτῷ τὴν δωρεὰν τὴν περὶ τῆς ἀτελείας ἣν νόμος ἔθηκε Λεπτίνης ἀφείλετο· ἰστέον δὲ καὶ τοῦτο, ὡς ὅπου ἀόριστός ἐστι ποιότης, οὐχ εὑρίσκεται τὸ δίκαιον, ὡς ἐν ἐκείνῳ τῷ προβλήματι· μετὰ τὰ ἐν Κυζίκῳ γράφει τις ἐν Σπάρτῃ μηκέτι δέχεσθαι αὐτομόλους· τὸ γὰρ δίκαιον ἐν τούτῳ οὐχ εὑρίσκεται ἀορίστῳ ὄντι, ἄδηλον ὂν εἴτις αὐτομολήσει πρὸς Λακεδαιμονίους· ἐὰν δὲ ὡρισμένον ᾖ τὸ πρόσωπον, οἷον τούςδε μὲν κολάσαι, τούςδε δὲ ἀμείψασθαι δωρεαῖς, εὑρίσκομεν τὸ δίκαιον, ὡς ἐπὶ τούτου· νόμος τοὺς ἀριστεύοντας περὶ τοῦ γέρως μονομαχεῖν· δύο ἀδελφοὶ ἀριστεύσαντες μονομαχεῖν μὴ βουλόμενοι ἀπέδρασαν, πολεμίων ἐπιόντων ἐπρεσβεύσαντο πρὸς αὐτοὺς οἱ πολῖται, ὑπέσχοντο βοηθεῖν, εἰ λύσωσι τὸν νόμον, καὶ βουλεύονται· τὴν γὰρ ποιότητα τοῦ νόμου τις ἐξετάζων ἐρεῖ, ὅτι δίκαιον ἀμείψασθαι τοὺς ἀριστευκότας ἀφελομένους τὴν εὐλάβειαν, δι’ ἣν ἀπέδρασαν.
4.737 Ὡς ἂν ἐγχωρῇ τοῖς κεφαλαίοι ς· τοῦτο οὐ πάνυ ἀκριβῶς· οὐδέποτε γὰρ εἰς ἑτέρας στάσεως ἐμπεσοῦσα κεφάλαιον στάσις τὰ ἑαυτῆς ἔτι φυλάττει κεφάλαια, ἀλλὰ τὸν σκοπὸν μόνον καὶ τὰ ἐνθυμήματα· κεφαλαίῳ γὰρ οὐ χρήσεται οὐδὲ ἐν στοχασμῷ ἢ ἐν ὅρῳ, ὅτ’ ἂν λέγῃ ἀντιλήψει ἢ μιᾷ τῶν ἀντιθετικῶν· οὐ γὰρ τὰ κεφάλαια τίθησιν, ἀλλὰ τὸν σκοπὸν μόνον τῆς στάσεως, οἷον ὅτι ἔξεστί μοι ἢ ὅτι ἄξιος παθεῖν, ἤ τι τῶν τοιούτων· οὐκ ἀκριβῶς οὖν εἶπεν τοῦτο. Τὸ συμφέρον διπλοῦν ἐστιν, ὅτι χρήσιμον καὶ ὅτι ἀναγκαῖον, οἷον χρήσιμον προσλαβεῖν Ὀλυνθίους, μᾶλλον δὲ ἀναγκαῖον, ἵνα μὴ μέγας ὁ Φίλιππος λαβὼν αὐτοὺς γένηται καθ’ ἡμῶν· τοῦτο δὲ διχῶς ἐξετάσεις· τί ποιοῦσιν ἡμῖν τόδε τὸ πρᾶγμα, περὶ οὗ ἡ βουλὴ, συμβήσεται, καὶ τί μὴ ποιοῦσιν· ἑκάτερον δὲ αὐτῶν πάλιν τετραχῶς· οἷον εἰ μὲν ἑλοίμεθα αὐτὸ, τὰ μὲν ὑπάρχοντα ἡμῖν ἀγαθὰ παραμενεῖ, τὰ δὲ οὐκ ὄντα προσέσται· τὰ δ’ αὖ ὑπάρχοντα φαῦλα ἀποτρεψόμεθα, καὶ τὰ οὐκ ὄντα οὐ προσληψόμεθα· εἰ δὲ μὴ ἑλοίμεθα, τὰ μὲν ὑπάρχοντα ἀγαθὰ ἀπολεῖται, τὰ δὲ οὐκ ὄντα μὲν, προσγενησόμενα δὲ οὐ προσέσται· καὶ πάλιν, τὰ μὲν ὑπάρχοντα φαῦλα παραμενεῖ, τὰ δὲ οὐκ ὄντα προσέσται.
4.738.(1n) Συριανο ῦ. Διαιρεῖται μὲν εἰς τὸ χρήσιμον, ὃ καὶ ἐκ περιουσίας οὕτω καλοῦσι, καὶ εἰς τὸ ἀναγκαῖον, καὶ τρίτον τὸ ἐκβησόμενον· θεωρεῖται δὲ ἐν κτήσει ἀγαθῶν, ἐν ἀποβολῇ κακῶν, ἐν φυλακῇ τοῦ μὴ προσελθεῖν τὰ κακὰ, ἐν συγκρίσει ἀγαθῶν, ἐν συγκρίσει ἀτόπων· ληψόμεθα δὲ ταῦτα, ἐπὶ μὲν τῶν καθ’ ἕνα, ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός· ἔστι δὲ κατὰ ψυχὴν μὲν καλὰ, αἱ ἀρεταὶ δηλονότι, ἀνδρεία, φρόνησις, δικαιοσύνη, σωφροσύνη, καὶ ὅσα τούτων ἔχεται· κακὰ δὲ ἄγνοια, ἀκολασία, ἀνελευθερία, καὶ τὰ ὅμοια· κατὰ δὲ σῶμα καλὰ μὲν ἰσχὺς, ὑγίεια, κάλλος· κακὰ δὲ ἀσθένεια, νόσος, αἶσχος, ἐπὶ δὲ τῶν ἐκτὸς καλὰ μὲν φίλοι, χρήματα, περιφάνεια, δόξα· κακὰ δὲ ἐχθροὶ, ἔνδεια, καταφρόνησις, ἀδοξία· ἐπὶ δὲ πόλεως ἀντὶ μὲν τῶν ἀπὸ ψυχῆς παραληψόμεθα νόμον, ἔθος, πολιτείας εὐταξίαν· ἀντὶ τῶν ἀπὸ σώματος τείχη, νεώρια, ἱερῶν κατασκευὴν, πεζοὺς, ὁπλίτας, ἱππέας, ναυτικόν· ἀντὶ δὲ τῶν ἐκτὸς χρήματα, συμμάχους, δόξαν· ἐξετάσομεν δὲ τὸ συμφέρον διὰ τόπων ἑπτά· ἀπὸ τοῦ τοῖς ἐχθροῖς κακοῦ, ἡμῖν δὲ ὠφελίμου· ἀπὸ τοῦ τοῖς ἐχθροῖς ἡδέος, ἡμῖν δὲ ἀσυμφόρου· ἀπὸ τοῦ σφόδρα δεῖν ἐκείνων ἀντέχεσθαι, ὑπὲρ ὧν πόνους τε παμπόλλους ἐπονέσαμεν καὶ χρήματα ἀνηλώσαμεν· ἀπὸ τῆς πάντων ἀνθρώπων ἢ τῶν πλειόνων κρίσεως· ἀφ’ ὧν οἱ ἐχθροὶ θαυμάζουσιν· ἀπὸ τοῦ ὑπὸ τῶν ἐχθρῶν μὴ ψέγεσθαι· ἀπὸ τῆς τῶν ἐνδόξων κρίσεως· διπλῆ δέ ἐστιν ἡ τοῦ συμφέροντος ἐξέτασις, ἡ μὲν τὸ χρήσιμον κατασκευάζουσα, ἡ δὲ τὸ ἀναγκαῖον· οἷον χρήσιμον μὲν Ἀθηναίοις Κερκυραίους ποιήσασθαι συμμάχους διὰ τὴν τοῦ ναυτικοῦ δύναμιν, οὐ μέντοι σφόδρα ἀναγκαῖον, Ὀλυνθίους δὲ ἀναγκαῖον, ἵνα μὴ Φίλιππος σὺν ἐκείνοις στρατεύσῃ κατὰ τῆς πόλεως.
4.739 Χρήσιμον δὲ ἡ τοῦ ἀναγκαίου ἐξέτασις, καὶ μάλιστα χώραν ἔχει ἐν ταῖς δυσκολίαις τῶν πραγμάτων, ὅτ’ ἂν ἐπὶ πόνους ἢ δαπάνας ἢ ἄλλο τι τῶν δυσχερῶν παρακαλῶμεν τοὺς ἀκούοντας· ἔνθα καὶ ἡ τοῦ ἐκβησομένου ἐξέτασις ἀναγκαία· ὡς εἰ μὴ τάδε πράξομεν, τάδε ἡμᾶς καὶ τάδε περιστήσεται τὰ δεινά. ὅπερ ὁ Δημοσθένης ἐν Ὀλυνθιακῷ ποιεῖ, κατασκευάζων οἷα συμβήσεται τοῖς Ἀθηναίοις, εἰ μὴ βοηθήσειαν Ὀλυνθίοις· „καὶ γὰρ, εἰπέ μοι, τίς αὐτὸν κωλύσει δεῦρο βαδίζοντα; Θηβαῖοι; μὴ λίαν πικρὸν εἰπεῖν, καὶ συνεισβαλοῦσιν ἑτοίμως. ἀλλὰ Φωκεῖς; οἱ τὴν οἰκείαν οὐχ οἷοί τε φυλάττειν, ἂν μὴ βοηθήσητε ὑμεῖς ἢ ἄλλος τις.“ Πολλάκις δὲ οἱ ῥητόρων καὶ τὸ χρήσιμον μεθοδεύοντες ἀναγκαῖον πειρῶνται δεικνύναι· ὡς Θουκυδίδης ἐν τῇ Κερκυραίων δημηγορίᾳ· „τὸν δὲ πόλεμον δι’ ὅνπερ χρήσιμοι ἂν εἴημεν, εἴ τις ὑμῶν μὴ οἴεται ἔσεσθαι, γνώμης ἁμαρτάνει, καὶ οὐκ αἰσθάνεται τοὺς Λακεδαιμονίους φόβῳ τῷ ὑμετέρῳ πολεμησείοντας, καὶ τοὺς Κορινθίους δυναμένους τε παρ’ αὐτοῖς καὶ ὑμῖν ἐχθροὺς ὄντας καὶ προκαταλαμβάνοντας ἡμᾶς νῦν ἐς τὴν ὑμετέραν ἐπιχείρησιν“.
4.740 διττῶν δὲ οὐσῶν τῶν ἀποδείξεων πανταχοῦ ἔν τε γεωμετρίᾳ καὶ διαλεκτικῇ καὶ ῥητορικῇ, ἤτοι γὰρ προηγουμένως ἀποδείκνυμεν, ἢ εἰς ἄτοπον ἀπάγοντες· προηγουμένως μὲν, οἷον διὰ τὸ ἐπιβουλεύειν τῇ πόλει Φίλιππον συμφέρει κτήσασθαι συμμάχους Ὀλυνθίους· εἰς ἄτοπον δὲ ἀπάγοντες, οἷον εἰ γὰρ ἐθέλοιτε τῆς ἐλευθερίας ἀπαλλαγέντες καὶ τοῦ τῶν ἄλλων ἡγεῖσθαι, δουλεύειν τε ἑτέροις καὶ ὑποτετάχθαι, μὴ πολεμεῖτε Φιλίππῳ· διττῶν οὖν, ὡς ἔφαμεν, οὐσῶν ἀποδείξεων, ἔοικεν ἡ μὲν τοῦ χρησίμου κατασκευὴ τῇ προηγουμένῃ ἀποδείξει, ἡ δὲ τοῦ ἀναγκαίου τῇ εἰς ἄτοπον ἀπαγωγῇ, μᾶλλον δὲ ἐπὶ τῶν ῥητορικῶν τῇ εἰς ἄδοξον καὶ ἀσύμφορον ἀπαγωγῇ· τὴν δὲ τοῦ χρησίμου καὶ τοῦ ἀναγκαίου ἐξέτασιν ποιησόμεθα τετραχῶς ἑκατέραν· ἐπὶ μὲν τοῦ χρησίμου ἀντιφατικῶς κατασκευάζοντες, οἷον εἰ μὲν ἑλοίμεθα τόδε, περὶ οὗ ἡ βουλὴ, οἷον συμμαχῆσαι εἰ τύχοι Ὀλυνθίοις, τὰ ὄντα ἀγαθὰ παραμενεῖ, ἐλευθερία, ἀσφάλεια, καὶ τὰ οὐκ ὄντα προσέσται, δόξα, σύμμαχοι, χρημάτων πρόσοδοι, τῶν ἄλλων ἡγεμονία· καὶ τὰ μὲν παρόντα φαῦλα ἀπωσόμεθα, χρημάτων ἔνδειαν, συμμάχων ἀπορίαν, ἐχθρῶν ἰσχύν· τὰ δὲ οὐκ ὄντα οὐ προσέσται, οἷον ὑπ’ ἐχθρῶν ἡττηθῆναι, συμμάχων ἀπορῆσαι, καὶ ὅσα τοιαῦτα· εἰ δὲ μὴ ἑλοίμεθα, τὰ τούτοις ἐναντία συμβήσεται ἡμῖν· ἡ δὲ τῶν τοιούτων ἐργασία τε καὶ χρῆσις ἔστι μὲν καὶ παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς τε καὶ συμβουλευτικοῖς, μάλιστα δὲ παρὰ Θουκυδίδῃ ἐν ταῖς δημηγορίαις· διὸ καὶ δριμύτατος ἐν αὐταῖς ἐστι, διὰ πάντων τῶν εἰρημένων τόπων ἐξετάζειν τὸ χρήσιμον· ἐπιχειρῶν καὶ εἰς τὸ ἀναγκαῖον αὐτὸ μετάγων.
4.741 Ἰστέον δὲ, ὅτι παρεξόμεθα πρὸ τοῦ συμφέροντος ἔκφρασιν, ἣν ἂν ἡ ὑπόθεσις καὶ ἡ περίστασις εἰσηγῆται· ὅταν ἢ πολιορκία ἢ ἕτερος τοιοῦτος καταλαμβάνεται κίνδυνος· πότε δὲ χρὴ τὰς ἐκφράσεις τῶν συμβάντων παρέχεσθαι, οἱ καιροὶ διδάξουσιν· ἐὰν μὲν ἐπί τι χαλεπὸν δοκοῦν εἶναι καὶ παρακαλῶμεν τοὺς ἀκούοντας, ἀνάγκη προσθεῖναι τὴν ἔκφρασιν· οἷον κινεῖται συνεχῶς ἡ Σικελία, καὶ συμβουλεύει τις μετοικεῖν, ἐὰν γὰρ εὐθὺς μὴ προτάξωμεν ἐν ἀρχῇ τὴν ἀπὸ τῶν σεισμῶν ἔκφρασιν, οὐδ’ ἂν ἀνάσχοιντο ἡμῶν ἄλλα κατασκευαζόντων· ὑπομνησθέντες δὲ τῶν φοβερῶν διὰ τῆς ἐκφράσεως, εὐαγωγότεροι πρὸς τὸ πεισθῆναι γενήσονται· ἐὰν δὲ περί τινος εὐκολωτέρου συμβουλεύωμεν, μέσην τῶν ἄλλων τοῦ συμφέροντος λογισμῶν ἢ καὶ τελευταίαν πολλάκις τάξομεν τὴν ἔκφρασιν, αὔξησιν δι’ αὐτῆς τοῖς κατασκευαζομένοις ἐπάγοντες. Σωπάτρο υ.
4.742 Ἀναγκαῖον, εἰ καὶ προείρηται, κἀνταῦθα περὶ τῆς τάξεως διαλαβεῖν τοῦ συμφέροντος, μετὰ μὲν οὖν τὸ δίκαιον, διὰ τὸν χρόνον, περὶ ὃν καταγίνεται, περὶ γὰρ τὸν μέλλοντα, τοῦ δικαίου περὶ τὸν παρεληλυθότα τὴν ἐξέτασιν ἔχοντος· πρὸ δὲ τοῦ δυνατοῦ, διότι ὅπερ ἐπὶ στοχασμοῦ βούλησις καὶ δύναμις, τοῦτο ἐν πραγματικῇ συμφέρον καὶ δυνατόν. ἀναλογεῖ γὰρ τὸ μὲν τῇ βουλήσει, τὰ συμφέροντα γὰρ ἑαυτοῖς αἱρούμεθα, τὸ δὲ δυνατὸν τῇ δυνάμει· ὡς οὖν ἐκεῖνα μίγνυνται τὰ κεφάλαια ἀλλήλοις, βούλησίς φημι καὶ δύναμις, οὕτω κἀνταῦθα τὸ συμφέρον καὶ δυνατόν. ἀλλ’ εἰ καὶ τάξις οὐδεμία κατὰ τοῦτο, ὅμως χρὴ ἐπὶ τῷ ἰσχυροτέρῳ ἀεὶ τελευτᾷν· ἰσχυρότερον δὲ δύναμις βουλήσεως, καὶ τοῦ συμφέροντος τὸ δυνατὸν, ἅτε δὴ περιττοῦ δεικνυμένου τοῦ βούλεσθαι ἀπόντος τοῦ δυνατοῦ. μιμεῖται δὲ τὸ συμφέρον τὴν βούλησιν, πᾶσα γὰρ βούλησις ἐπὶ τὸ συμφέρον ὁρμᾶ. καὶ περὶ μὲν τάξεως τοσαῦτα. πολλὴ δὲ τοῦ συμφέροντος ἐν ταῖς συμβουλαῖς εὑρίσκεται χρεία· διττὸν δὲ, φησὶν, ἐστὶν, ὅτι χρήσιμον καὶ ὅτι ἀναγκαῖον. τὸ μὲν οὖν χρήσιμον ἐκ λογισμῶν ἔχει τὴν κατασκευὴν, τὸ δὲ ἀναγκαῖον καὶ ἀπὸ τῆς ἀνάγκης τὴν πίστιν. οἷον χρήσιμον προσλαβεῖν τὴν Ὀλυνθίων συμμαχίαν, μᾶλλον δὲ ἀναγκαῖον, ἵνα μὴ μέγας Φίλιππος προσλαβὼν αὐτὴν γένηται καθ’ ἡμῶν. χρήσιμον μὲν οὖν ἐστι τὸ ἐκ περιουσίας λυσιτελές· ἀναγκαῖον δὲ δὲ ὅπερ ἐξ ἀνάγκης αἱρούμεθα· ἐκεῖνο μὲν γὰρ προαιρετικὸν τυγχάνει. προαιρέσει γὰρ τοῦτο αἱρούμεθα. τὸ μέντοι ἀναγκαῖον ἀκούσιόν ἐστι, κἂν γὰρ μὴ βουλώμεθα, ἀνάγκη αἱρεῖσθαι. τοῦτο δέ φησι τὸ συμφέρον διχῶς κατασκευάσομεν, τί ποιοῦσιν ἡμῖν καὶ τί μὴ ποιοῦσι συμβήσεται. στοχαστικὴ γὰρ ἡ τοῦ συμφέροντος ἐργασία. πάλιν δὲ, φησὶ, τούτων ἕκαστον τετραχῶς ἐξετασθήσεται, οἷον ἐὰν μὲν ἑλώμεθα αὐτὸ, τὰ μὲν ὑπάρχοντα ἡμῖν ἀγαθὰ καὶ ἑξῆς· καὶ πάλιν ἀπὸ τοῦ αὐτοῦ ἐκ τῶν ἐναντίων· τὰ μὲν ὑπάρχοντα φαῦλα ἀποτριψόμεθα, καὶ τὰ λοιπὰ ὡς εἴρηται τῷ τεχνικῷ· κεῖται γὰρ καθόλου τὸ συμφέρον ἐν κτήσει ἀγαθῶν ἢ φυλακῇ τούτων, ἢ ἀποβολῇ τῶν κακῶν.
4.743 Ἰστέον δὲ, ὅτι τινὲς τὸ ἀναγκαῖον ὡς ἴδιον κεφάλαιον βούλονται εἶναι τῆς πραγματικῆς, τινὲς δὲ ἐπίτασιν αὐτὸ εἶναι βούλονται τοῦ συμφέροντος· τοῦ δὲ συμφέροντος τὸ μὲν εἰς τοὺς κειμένους ἐστὶ νόμους, τὸ δὲ εἰς τοὺς πολεμίους, τὸ δὲ εἰς κτῆσιν καὶ φόρων καὶ χρημάτων καὶ συμμάχων, τὸ δὲ εἰς ἐξαγωγίμων τε καὶ εἰσαγωγίμων καὶ ἱερῶν καὶ ἀναθημάτων κατάστασιν. ἃ καὶ αὐτὰ τῇ εἰς τέσσαρα διαιρέσει κατασκευάζεται· οὐ χεῖρον δὲ ἴσως περὶ τοῦδε τοῦ κεφαλαίου καὶ τοσοῦτον εἰδέναι, ὡς συμβουλεύοντες ἢ συμφέρον ὄντως ἐπιδεικνύναι σπουδάζομεν τὸ περὶ οὗ συμβουλεύομεν, ἢ τοῦτο μὴ δυνάμενοι παραθέντες τὰ ἡμέτερα τοῖς ἀπ’ ἐκείνων λεγομένοις, ὅτι ἐκεῖνα μὲν χαλεπώτερα καὶ πλείστας δυσχερείας ἔχοντα, ταῦτα δὲ κουφότερα δεικνύναι τοῦτο πειρασόμεθα. ὡς ἐν τῷ ὑπὲρ τοῦ στεφάνου πεποίηκεν ὁ ῥήτωρ. ἐγκειμένου γὰρ τοῦ Αἰσχίνου καὶ τὴν ἐν Χαιρωνείᾳ συμφορὰν προφέροντος, ἐπειδὴ συνενεγκόντα τὰ συμβουλευθέντα οὐκ ἔχει δεῖξαι, ἐπὶ τὴν εἰρημένην μέθοδον ἐτράπετο· ὡς ἔστιν ἀπ’ αὐτῆς τῆς λέξεως ἰδεῖν. „ἀλλ’ ἐκεῖνο λογίζου καὶ ὅρα, εἰ μετὰ Θηβαίων ἡμῖν ἀγωνιζομένοις οὕτως εἵμαρτο πρᾶξαι, τί ἂν εἰ μηδὲ τούτους εἴχομεν συμμάχουσ“· εἶτα ἐπήγαγε τὴν σύγκρισιν εἰπών· „ἆρ’ οὐκ οἶσθα, ὅτι νῦν μὲν στῆναι, συνελθεῖν, ἀναπνεῦσαι, πολλὰ μία ἡμέρα καὶ δύο καὶ τρεῖς ἔδοσαν τῶν εἰς σωτηρίαν τῇ πόλει· τότε δὲ—, οὐκ ἄξιον εἰπεῖν, ἅγε μὴ πεῖραν ἔδωκε θεῶν τινος εὔνοια“. καὶ ἐκ τῶν ἐναντίων δὲ ἀμφοτέρων ὠφελίμων ὄντων ὠφελιμώτερον τὸ οἰκεῖον ἀποδείξομεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην ὁ αὐτός φησιν· „ὅτι πολὺ λυσιτελέστερον φυλάξαι τοῖς εὐεργέταις τὴν δωρεὰν τῆς ἀτελείας, πλείω γὰρ ἐκ τούτων ἀγαθὰ περιέσται τῇ πόλει·“ ἢ γὰρ δι’ οὗ Λεπτίνης τίθησι νόμου, ἔτι τὸ συμφέρον ἐπὶ μὲν τῶν καθ’ ἕκαστα ὡς ἐν γένει ἢ ἀπὸ ψυχῆς ληψόμεθα ἢ ἀπὸ σώματος, ἢ τῶν ἐκτὸς, ἐπὶ δὲ τῶν πόλεων, ἀπὸ τῶν ἀναλόγων, καὶ τοῦτο εἴρηται ἤδη.
4.744 ἐπιχειρήσομεν δὲ εἰς αὐτὰ ποιούμενοι τὴν ἐργασίαν ἀπὸ τῶνδε. πρῶτον ἀπὸ τῶν ἐναντίων· λέξομεν γὰρ, ὅτι εἰ κακὸν τὸ μὴ ἔχειν συμμάχους, δῆλον ὅτι τὸ ἔχειν ἀγαθὸν, καὶ εἰ τὸ ναῦς μὴ ἔχειν κακὸν, συμφέρον τὸ ἔχειν. δεύτερον ἀπὸ τῆς τῶν πολεμίων ἐλπίδος τε καὶ δόξης, οἷς ἡμῖν συμβᾶσιν ἐκεῖνοι χαιρήσουσι, ταῦτα ἡμῖν ἀσύμφορα. ὡς παρὰ τῷ ποιητῇ· ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες· καὶ πάλιν ἡμεῖς ἐροῦμεν, ὅτι κἀκείνοις δοκεῖ βέλτιστον εἶναι τοῦτο εἰ ποιήσαιμεν· ὡς καὶ Δημοσθένης ἐχρήσατο εἰπών· „σκεψώμεθα δὲ, τί ἂν εὔξαιτο Φίλιππος τοῦτο γενέσθαι τὸ στρατόπεδον; ἆρ’ οὐ διασπασθῆναι καὶ λυθῆναι;“ εἶτα συναγαγὼν τὸ νόημά φησιν. „εἶθ’ ἃ ἂν Φίλιππος εὔξαιτο τοῖς θεοῖς καὶ ἑξῆσ“. τρίτον δι’ ἃ πολλάκις κινδύνους πολλοὺς ὑπεμείναμεν καὶ χρήματα ἀνηλώσαμεν, τούτων ἔχεσθαι συμφέρει ὡς παρ’ Ὁμήρῳ. Κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν Ἀργείην Ἑλένην· καὶ ἑξῆς.
4.745 τοῦτο δέ τινες καὶ ἀπὸ τοῦ ἐνδόξου φασὶν ἐπιχείρημα· τέταρτον ἀφ’ ὧν οἱ πολέμιοι ὑπέμειναν καὶ ἃ θαυμάζουσι καὶ δι’ ἃ πολλοὺς πόνους ὑφίστανται, ὑπὲρ τούτων καὶ ἡμῖν ἀγωνίσασθαι συμφέρει. ὡς Δημοσθένης ἐν τῷ περὶ στεφάνου· „τί ἔδει με συμβουλεῦσαι τῇ πόλει κινδύνου περιστάντος;“ καὶ τοῦτο κατασκευάζων ἐκ τοῦ Φιλίππου ἔλαβεν τὰς ἀφορμὰς εἰπὼν, „ἑώρων δὲ τὸν Φίλιππον, πρὸς ὃν ἦν ἡμῖν ὁ ἀγὼν, ὑπὲρ δόξης τὸν ὀφθαλμὸν ἐκκεκομμένον, τὸ σκέλος πεπηρωμένον, τὴν κλεῖν κατεαγότα“· πέμπτον ἀπὸ τῆς τῶν πολλῶν κρίσεως· οἷον εἰ τύχοι ἐπὶ ἐλευθερίας, εἰ πάντες ἐπιδιώκουσιν αὐτὴν ἢ καὶ οἱ πλεῖστοι, τοῦτο καὶ ἡμῖν πρακτέον. ἕκτον, ἀπὸ τῆς τῶν ἐνδόξων κρίσεως· οἷον ὡς οἱ πρόγονοι τάδε ἔπραξαν, οὕτω καὶ ἡμεῖς, ὡς παρ’ Ὁμήρῳ. ὧδε καὶ οἱ πρότεροι τείχεα μακρὰ καὶ πόλεις ἐπόρθουν. εἰδέναι δὲ δεῖ, ὅτι πρὸ τούτων ἁπάντων εἰ πολέμου συμβάντος συμβουλεύειν βουλόμεθα, ὀφείλομεν ὥσπερ τινὰ διατύπωσιν τοῦ καιροῦ ποιήσασθαι, καὶ οὕτως ἐπὶ τὴν συμβουλὴν ἐλθεῖν, ὃ καὶ Δημοσθένης ἐποίησεν. οὐ πρότερον γὰρ ἠνέσχετο τὴν δημηγορίαν εἰπεῖν, ἣν ἔφη συμβουλεύων τοῖς Ἀθηναίοις ἄρασθαι τὸν ἐν Χαιρωνείᾳ πόλεμον, εἰ μὴ τὸν καιρὸν διέγραψε πρότερον, ὅστις ἦν εἰπών, „ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δέ τις ἀγγέλλων, ὡς Ἐλάτειαν Φίλιπποσ“ καὶ ἑξῆς. Τὸ δ’ αὖ δυνατὸν ὑποδιαιρήσεις, πρῶτον μὲν ὅτι οὐ χαλεπὸν δεικνὺς τῇ ἐνστάσει χρώμενος, εἶτα ἀντιπαραστάσει, ὡς εἰ καὶ χαλεπὸν, ἀλλ’ ἀναγκαῖον· καὶ ὅτι δεῖ ὑπὲρ τῶν χρηστῶν καὶ πόνους καὶ κινδύνους ὑφίστασθαι· καὶ ὅτι ὑπὲρ τοῦ μὴ χαλεπωτέροις περιπεσεῖν· εἶθ’ ὅτι καὶ ῥᾴδιον.
4.746.(1n) ἐὰν δὲ περὶ πολέμου ἤ τινος τοιούτου ᾖ, τὸ δυνατὸν ἀπὸ τῶν παρακολουθούντων τοῖς προσώποις σκόπει· ὡς ἐν Ὀλυνθιακῶν δευτέρῳ ὁ Δημοσθένης· „πῶς ἔχει Φίλιππος; ὅτι ἀθυμεῖ· πῶς τὰ ἔξωθεν, οἷον Θετταλοὶ, Ἰλλυριοὶ, τὰ χρήματα, οἱ περὶ αὐτὸν ξένοι καὶ πεζέταιροι;“ καὶ τὰ ἑξῆς· τούτῳ δὲ ἀντέκειτο μὲν ἡ παρὰ τῆς Ἀθηναίων δυνάμεως ἐξέτασις· διότι δὲ παρῆκεν αὐτὴν ὁ ῥήτωρ ὁ τὸν λόγον ἐξετάζων, κατὰ θεωρίαν δείξει δηλαδή· ἀλλ’ ἥ γε διαίρεσις ἀπαιτεῖ· θαυμαστὸν δὲ οὐδὲν εἰ παρεῖται. ἐπεὶ καὶ τῶν ἄλλων κεφαλαίων τινὰ ἔγκειται, καὶ παραλέλειπται κατὰ φύσιν· καὶ ἡμεῖς πολλάκις παραλείπομεν, οὐκ ἐν πραγματικῆ μόνον, ἀλλὰ καὶ πανταχοῦ· τὴν μὲν γὰρ ὁδὸν ἡ τέχνη δείκνυσι τῆς διαιρέσεως, τῇ δὲ φύσει τοῦ πράγματος τὴν τέχνην προσακτέον κατὰ τὸ ἐγχωροῦν· τὸ μὲν γὰρ τῆς εὑρέσεώς ἐστι, τὸ δὲ τῆς κρίσεως. ἄλλως τε οὐχ ὅσα δ’ ἂν εὕρωμεν, ἐροῦμεν, ἀλλ’ ὅσα κρίνομεν εἶναι ῥητά. Συριανο ῦ. Καλῶς μετὰ τὸ συμφέρον τὸ δυνατὸν τέτακται· οὔτε γὰρ εἰ μὴ συνέφερε, δυνατὸν δὲ ἦν τοὺς ἀκούοντας ἐφελκύσασθαι, οὔτε εἰ δυνατὸν ἦν, ἀλυσιτελὲς δὲ, ἠνείχετό τις αὐτὸ αἱρεῖσθαι, καλῶς οὖν ἔχει πρότερον δείξαντας ὅτι συμφέρον, οὕτω καὶ ὅτι δυνατόν ἐστιν ἀποδεῖξαι. εἰσάγωμεν δὲ τὸ δυνατὸν οὕτω· πρῶτον μὲν, ὅτι οὐ χαλεπόν. δεύτερον ὅτι εἰ καὶ χαλεπὸν, ἀλλ’ οὖν διὰ τὸ συμφέρον πρακτέον. μετὰ δὲ τὸ κατασκευάσαι τὸ οὐ χαλεπὸν τότε ὅτι καὶ ῥᾴδιόν ἐστι φανερῶς ἐροῦμεν. Σωπάτρο υ.
4.747 Τὸ δυνατὸν ὁ μὲν Βασιλίσκος ἀξιοῖ μετὰ τὸ συμφέρον τάττειν, λέγων περιττὸν εἶναι, τοῦ ζητουμένου μὴ συμφέροντος, σκοπεῖν εἰ δυνατόν ἐστιν. ἀλλ’ ἀντιστρέφων ὁ λόγος φανεῖται· καὶ γὰρ μὴ δυνατοῦ ὄντος τοῦ προκειμένου περιττὴ ἂν εἴη ἡ τοῦ συμφέροντος ἐξέτασις· χρὴ δὲ μάλιστα τῷ Πλάτωνι καὶ περὶ τὴν τάξιν τῶν κεφαλαίων τούτων ἀκολουθῆσαι, ᾗπερ κἀκεῖνος ἐν τῇ πολιτείᾳ κέχρηται· δεῖ γὰρ ἐπ’ ἐκεῖνο πρότερον ἥκειν τὸ κεφάλαιον, ὅπερ μάλιστα διαταράττει τοὺς ἀκροωμένους καὶ προηγουμένως ζητεῖται παρ’ αὐτοῖς· ἐν γὰρ τῷ πέμπτῳ τῆς πολιτείας κατασκευάσαι βουληθεὶς, ὅτι τὰ αὐτὰ μετελευστέον ἀνδρί τε καὶ γυναιξὶν ἐπιτηδεύματα, οἶδεν ὅτι τὸ μὲν συμφέρον ἐνταῦθα πρόδηλον ἦν· τὸ δὲ δυνατὸν ἐλύπει τὸν λόγον· ὡς δυσχερεστέρας ἐν αὐτῷ τῆς κατασκευῆς γενομένης· διόπερ πρότερον τὸ δυνατὸν κατασκευάσας, ἐφ’ ὅπερ κατήπειγεν ὁ λόγος, οὕτως ἐπὶ τὸ συμφέρον ἐτράπη· πάλιν ἐν τῷ περιεχομένῳ θεωρήματι περὶ τοῦ δεῖν κοινὰς εἶναι τὰς γυναῖκας λυποῦντος αὐτὸν τοῦ συμφέροντες ἐπ’ ἐκεῖνο πρῶτον χωρήσας, οὕτως ἐπὶ τὸ δυνατὸν ἐτράπη. φαίνεται δὲ καὶ Δημοσθένης τοιαύτῃ μεθόδῳ κεχρημένος, καὶ τοῦ τε καιροῦ καὶ τῶν λυπούντων ἄριστα στοχαζόμενος, καὶ πρὸς ἐκεῖνα πρότερον μετάγων τὸν λόγον. καὶ ἐπὶ ζητημάτων δὲ φανερὸν τὸ τοιοῦτον· οἷον Ἀλεξάνδρου ἐν Ἰνδοῖς ὄντος συμβουλεύει Δημοσθένης ἀντιλαμβάνεσθαι τῶν πραγμάτων. γελοῖον γὰρ ἐνταῦθα μὴ πρότερον κατασκευάσαντα τὰ δυνατὰ μνήμην τινὰ ποιῆσαι τοῦ συμφέροντος· ἡ δὲ τοῦ δυνατοῦ ἐξέτασις περὶ μὲν τοῦ καθ’ ἕνα γενήσεται, ὥσπερ ἐπὶ τοῦ συμφέροντος, ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός.
4.748 ἀπὸ μὲν ψυχῆς, εὐορκίας, ἐπιορκίας, πίστεως, ἀπιστίας, εὐνοίας, φθόνου, μεγαλοψυχίας, φιλοχρηματίας, ἐμπειρίας, ἀπειρίας καὶ τῶν τοιούτων, ὅσα ψυχῆς ἐστι πάθη. ἀπὸ σώματος· ῥώμης, ἀσθενείας, εὐεξίας, καχεξίας καὶ τῶν τοιούτων· ἀπὸ δὲ τῶν ἐκτός· χρημάτων, φίλων, στρατιωτῶν, ὅπλων, συμμάχων, τριηρῶν, ἵππων, λιμένων, τόπων, καιρῶν, τύχης, καὶ τῶν παραπλησίων· ἀπὸ γὰρ τῶν προσόντων ἡμῖν αὐτοῖς ἢ τοῖς ἐναντίοις ἢ πάντων ἅμα ἢ τινῶν ληψόμεθα τὴν εὐπορίαν εἰς τὴν τοῦ δυνατοῦ κατασκευήν. ὑποδιαιρήσομεν δὲ τὸ δυνατόν· πρῶτον μὲν, ἐὰν ἐγχωρῇ, τῷ μὴ χαλεπὸν εἶναι, ἔπειτα τῷ, εἰ καὶ χαλεπὸν εἴη, ἀλλ’ οὖν ἀναγκαῖον, καὶ ὅτι δεῖ ὑπὲρ τῶν χρημάτων καὶ πόνους καὶ κινδύνους ὑπομένειν, καὶ ὅτι ὑπὲρ τοῦ μὴ χαλεπωτέροις περιπεσεῖν ἀντιληπτέον τῶν πραγμάτων· ὡς Δημοσθένης ἐν Φιλιππικοῖς· „εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλα ὀρθῶς δοκεῖ· ἀλλ’ ἐὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἐὰν ταῦτα μὴ ἐθέλῃ ποιεῖν, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντα ποιεῖν τὰ δέοντα,“ καὶ ἑξῆς, εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ, ὅτι εἰ καὶ χρήσιμον τὸ πολεμεῖν ἀλλ’ οὐκ ἀναγκαῖον, ἐπήνεγκεν εὐθὺς τὴν τοῦ ἀναγκαίου κατασκευὴν λέγων· „τί οὖν ἀναδυόμεθα ἢ τί μέλλομεν ἢ πότε σὺν θεῷ τὰ δέοντα ποιεῖν ἐθελήσομεν; ὅταν ἤδη ἀνάγκη τις ᾖ, ἀλλ’ ἣν μὲν ἄν τις ἐλευθέρων ἀνθρώπων ἀνάγκην εἴποι, οὐ μόνον ἤδη πάρεστιν, ἀλλὰ καὶ πάλαι παρελήλυθεν· τὴν δὲ τῶν δούλων ἀπεύχεσθαι δήπου μὴ γένεσθαι·“ εἶτα τῇ εἰς ἄτοπον ἀπαγωγῇ κατεσκεύασεν οὕτως· „οὐδὲ γὰρ Φεραίοις πρότερον πρὸς τὰ τείχη προβάλλων ἔφασκε πολεμεῖν, οὐδὲ Ὀλυνθίοις ἐξ ἀρχῆς, ἕως ἐν αὐτῇ τῇ χώρᾳ τὸ στράτευμα παρῆν ἔχων, ἢ καὶ τότε τοὺς ἀμύνεσθαι κελεύοντας πόλεμον ποιεῖν φήσομεν· οὐκοῦν ὑπόλοιπον δουλεύειν· οὐ γὰρ ἄλλο γε οὐδέν ἐστι μεταξὺ τοῦ μήτε ἀμύνεσθαι μήτ’ ἄγειν ἡσυχίαν ἐᾶσθαι·“ ἐπὶ δὲ τούτων κατασκευάζειν χρὴ καὶ τὸ ῥᾴδιον· αὔξησις γὰρ τοῦ δυνατοῦ ἡ τοῦ ῥᾴστου ἀπόδειξις· καὶ πᾶν μὲν ῥᾴδιον δυνατὸν, οὐ πᾶν δὲ δυνατὸν ἤδη καὶ ῥᾴδιον· εἰσὶ γάρ τινα καὶ μέσα· εἰσάξομεν δὲ αὐτὸ οὕτως· ὅτι ὑμεῖς μὲν χρημάτων τοσῶνδε καὶ πόνων καὶ στρατείας ἡγεῖσθε δεῖσθαι τὰ παρόντα πράγματα· τὸ δὲ οὐχ οὕτως ἔχει· καὶ ἑξῆς ἐπὶ τὰς ἀποδείξεις τοῦ ῥᾳδίου χωρήσομεν· καθόλου γὰρ ἢ δυσχέρειά τισι πρόσεστι τοῖς συμβουλευομένοις, ἢ ῥᾳστώνη.
4.749 εἰ μὲν οὖν δυσχέρεια προσῇ διὰ τῶν προειρημένων ποιησόμεθα τοῦ δυνατοῦ τὴν κατασκευὴν τελείως ἑκάστου ταῖς εὐεργεσίαις ἐπεξιόντες, εἰ δὲ εὐκολία προσῇ, περιττὸν πρὸς τοὺς εἰδότας, ὅτι ῥᾳδίαν ἔχει τὴν ἐπιχείρησιν τὰ πράγματα, περὶ ὧν ἡ βουλὴ, τοιαύτας ἀποδείξεις καὶ κατασκευὰς ἐπάγειν· ἀλλὰ διὰ βραχέων τοῦ ῥᾳδίου ἐφαψάμενοι ὡς μὴ δοκεῖν παντελῶς παραλιμπάνειν, ἐπὶ τὴν καθ’ ὑπόθεσιν τρεψόμεθα μέθοδον λέγοντες, ὅτι εἰ καὶ δυσκολίαν τινὰ συνέβαινε προσεῖναι τοῖς πράγμασιν, οὐδ’ οὕτως ἐχρῆν αὐτῶν ἀποστῆναι· προσήκει γὰρ ὑπὲρ τῶν χρηστῶν καὶ πόνους καὶ κινδύνους ὑπομένειν, καὶ συστήσομεν δὲ τοῦτο ἀπὸ παραδειγμάτων, ὅτι καὶ σύνηθες ὑπὲρ τοιούτων ἀγωνίζεσθαι τῇ πόλει· καὶ γὰρ τόνδε τὸν πόλεμον, εἰ τύχοι, προθύμως ὑπέστησαν· τελέα δὲ δυνατοῦ κατασκευή ἐστιν ἡ ἑκατέρων ἐξέτασις, τῶν τε ἡμῖν αὐτοῖς προσόντων καὶ τῶν τοῖς ἀντιπάλοις, ὥσπερ Θουκυδίδης πεποίηκεν ἐν τῷ Περικλεῖ λέγων· „τὰ δὲ τοῦ πολέμου καὶ τῶν ἑκατέροις ὑπαρχόντων ὡς οὐκ ἀσθενέστερα ἕξομεν, γνῶτε καθ’ ἕκαστον ἀκούοντες· αὐτουργοί τε γάρ εἰσι Πελοποννήσιοι καὶ οὔτε ἰδίᾳ οὔτε ἐν τῷ κοινῷ χρήματα αὐτοῖς ἐστιν· ἔπειτα χρονίων πολέμων καὶ διαποντίων ἄπειροι,“ καὶ τὰ ἑξῆς· εἶτα ἐπήγαγε „καὶ τὰ μὲν Πελοποννησίων τοιαῦτα καὶ παραπλήσια τοιούτοις ἔμοιγε δοκεῖ, τὰ δὲ ἡμέτερα τούτων τε ὧν ἐκείνοις ἐμεμψάμην ἀπήλλακται καὶ ἄλλα οὐκ ἀπὸ τοῦ ἴσου“ καὶ ἑξῆς· καὶ πάλιν ἐν τῇ Κορινθίων πρὸς Λακεδαιμονίους δημηγορίᾳ τοῦτο ποιεῖ λέγων· „οἱ μέν γε νεωτεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς καὶ ἐπιτελέσαι ἔργῳ ὃ ἂν γνῶσιν· ἡμεῖς δὲ τὰ ὑπάρχοντά τε σώζειν καὶ ἐπιγνῶναι μηδὲν καὶ ἔργῳ οὐδὲ τὰ ἀναγκαῖα ἐξικέσθαι, αὖθις δὲ οἱ μὲν παρὰ δύναμιν τολμηταὶ καὶ ἐν τοῖς δεινοῖς εὐέλπιδες· τὸ δὲ ἡμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι καὶ τῆς γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι, τῶν τε δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι· καὶ μὴν καὶ ἄοκνοι πρὸς ἡμᾶς μελλητὰς καὶ ἀποδημηταὶ πρὸς ἐνδημοτάτους.
4.751 “ καὶ ἔστι τοῦτο τῶν δαιμονίως τε καὶ συντόμως ἀπηγγελμένων ἀντιθέτων· καθελὼν δὲ τὰ Λακεδαιμονίων ηὔξησεν τὰ τῶν Ἀθηναίων ἐναντίων ὄντων, διότι λίαν ἐπῃρμένους ἑώρα τοὺς Λακεδαιμονίους καὶ καταφρονοῦντας τῶν Ἀθηναίων, ἠπείγετο δὲ πρὸς τὸν πόλεμον αὐτοὺς παροξῦναι· χρὴ γὰρ τὸν εὔφρονα ῥήτορα θαῤῥοῦντάς τε παρὰ τὸ δέον τοὺς συμβουλευομένους καταπλῆξαι φυλαττόμενον ἓν τοῦτο, εἰς ἀθυμίαν αὐτοὺς ἐμβαλεῖν, ὅπερ καὶ ὁ ῥήτωρ ἐν τρίτῳ τῶν Ὀλυνθιακῶν εὐθὺς ἐκ προοιμίων ποιεῖ· καὶ πάλιν ἀθύμως διακειμένους ἐγεῖραι καὶ φρονήματος ἐμπλῆσαι, φυλάττοντα κἀνταῦθα, ὅπως μὴ προαχθῶσιν εἰς καταφρόνησιν καὶ ῥᾳθυμότεροι γένωνται· τοῦτο δὲ πρῶτος μὲν Ὅμηρος πεποίηκεν. Ἀχιλλεὺς γὰρ ἐπιστρέψαι τὸν βασιλέα βουλόμενος εἰς τὴν ὑπὲρ τῶν παρόντων φροντίδα πρότερον καταπλήττει λέγων. Ἀτρείδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω, ἂψ ἀπονοστήσειν εἴ κεν θάνατον καὶ ἑξῆς· εἶτα καταπλήξας οὐ συγκεχώρηκε τραπῆναι πρὸς ἀθυμίαν, ἀλλὰ τὴν ἴασιν ἔδειξε πλησίον ὑπάρχουσαν εἰπών· ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν. Δημοσθένης δὲ καλῶς ἐζήλωσεν ἔν τε τῷ προειρημένῳ τρίτῳ τῶν Ὀλυνθιακῶν· καὶ ἐναργέστερον ἐν τῷ περὶ τῆς εἰρήνης ἐκ προοιμίων.
4.752 „ὁρῶ μὲν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ παρόντα πράγματα πολλὴν δυσκολίαν ἔχοντα“ καὶ ἑξῆς· εἶτα διὰ τούτων καταπλήξας αὐτοὺς ἐπανήγαγε πρὸς τὸ θαῤῥεῖν λέγων· „οὐ μὴν ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων οἶμαι καὶ πεπεικὼς ἐμαυτὸν ἀνέστηκα, ἂν ἐθέλητε τοῦ θορυβεῖν καὶ φιλονεικεῖν ἀποστάντες ἀκούειν, ὡς ὑπὲρ πόλεως βουλευομένοις,“ καὶ ἑξῆς· εἰ δέ τις ἐν τῇ τελείᾳ τοῦ δυνατοῦ ἐργασίᾳ μὴ δύναται χρῆσθαι τῇ ἀντεξετάσει, ἑτέρως αὐτὸ μεθοδεύσομεν καὶ διὰ πραγμάτων τὸ δυνατὸν κατασκευάσομεν· ὥσπερ ὁ ῥήτωρ ἐν τῷ πρώτῳ κατὰ Φιλίππου. „εἰ δέ τις ὑμῶν, ὦ Ἀθηναῖοι, δυσπολέμητον οἴεται τὸν Φίλιππον εἶναι, σκοπῶν τό τε πλῆθος τῆς νῦν ὑπαρχούσης αὐτῷ δυνάμεως καὶ τὸ τὰ χωρία πάντα ἀπολωλέναι τῇ πόλει, ὀρθῶς μὲν οἴεται, λογισάσθω μέντοι τοῦτο, ὅτι εἴχομεν ἡμεῖς ποτε, ὦ ἄνδρες Ἀθηναῖοι, Πύδναν καὶ Ποτίδαιαν καὶ Μεθώνην“ καὶ ἑξῆς. ἐν οἷς ἐπάγει· „εἰ τοίνυν ὁ Φίλιππος τότε ταύτην ἔσχε τὴν γνώμην, ὡς χαλεπὸν πολεμεῖν ἐστιν Ἀθηναίοις ἔχουσι τοιαῦτα ἐπιτειχίσματα τῆς ἑαυτῶν χώρας, ἔρημον ὄντα συμμάχων, οὐδὲν ὧν ἂν νυνὶ πεποίηκεν ἔπραξεν, οὐδὲ τοσαύτην ἐκτήσατο δύναμιν.
4.753 “ Μαρκελλίνο υ. Τὸ δυνατὸν, φησὶν, ὑποδιαιρήσεις ἐνστάσει καὶ ἀντιπαραστάσει, οὐκ ἀεὶ, ἀλλ’ ἐὰν μὲν ῥᾴδιον ᾖ ἐπιτελεσθῆναι τὸ πρᾶγμα, περὶ οὗ ἡ σκέψις· οὐ γὰρ πάντα ῥᾴδια ἁπλῶς ἐπὶ πάσης ὕλης οὐδ’ ὁμοίως χρώμεθα, ὅτι μηδ’ ἡ αὐτὴ ἐπὶ πάντων ὕλη τῶν προβλημάτων· ὅτι ἂν μὲν οὖν σαφὲς καὶ ῥᾴδιον ἐπιδεικνύειν ἔχωμεν, καὶ εὐκολία προσῇ, οἷον ἐπιμνησθέντες διὰ ταχέων ἐπιδραμούμεθα καὶ πρὸς τὴν κατασκευὴν οὕτω χωρήσομεν· ὅτι ἔδει μὲν εἰ καὶ χαλεπὸν ἦν μηδὲ τότε φυγεῖν, νῦν δὲ καὶ ῥᾴδιον δείκνυται· περιττὸν γὰρ πρὸς τοὺς εἰδότας καὶ πεπιστευκότας, ὅτι ῥᾳδίαν ἔχει τὴν ἐπιχείρησιν τὰ πράγματα, περὶ ὧν ἡ συμβουλὴ διὰ τοιούτων ἀποδείξεων πρὸς κατασκευὴν χωρεῖν· μεταχειριούμεθα τοίνυν αὐτὸ διὰ βραχέων τότε, εἰ δὲ δυσχέρεια προσείη, διὰ τῶν προειρημένων μεθόδων τὴν κατασκευὴν τοῦ δυνατοῦ ποιησόμεθα, λέγω δὴ τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως· ἐδίδαξε δὲ ἡμᾶς Δημοσθένης αὐτίκα τὴν πλατύτητα τοῦ κατὰ ἀντιπαράστασιν, οὕτως αὐτὸ ἐργασάμενος, ὡς εἰ καὶ χαλεπὸν, ἀλλ’ ἀναγκαῖον· εἶπεν γὰρ οὕτως· „εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων πολλῶν προσδεῖσθαι, καὶ μάλα ὀρθῶς δοκεῖ, ἀλλ’ ἐὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἂν ταῦτα μὴ ἐθέλωμεν ποιεῖν, εὑρήσομεν λυσιτελοῦν τὸ ἑκόντας ποιεῖν τὰ δέοντα.“ τὰς κατασκευὰς δὲ, φησὶ, τούτων ἀπὸ τῶν παρακολουθούντων τοῖς προσώποις παραληψόμεθα· ταῦτα δὲ ἔστι τὰ ἐγκωμιαστικὰ, ἃ λαμβάνεται ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός· ὡς ὁ ῥήτωρ ἐκανόνισεν ἐν Ὀλυνθιακοῖς· ἀρξάμενος γὰρ ἀπὸ τῶν κατὰ ψυχὴν πρόεισι μέχρι τῶν ἐκτός· οἷον „πῶς ἔχει ψυχῆς ὁ Φίλιππος ὅτι ἀθυμεῖ·“ καὶ „ὅτι οὐκ ἔστιν ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι·“ πῶς τὰ ἐκτός· „ὅτι Θετταλοὶ ἄπιστοι, ὅτι Ἰλλυριοὶ καὶ Παίονες ἐλευθερίας ἐπιθυμοῦσιν· ὅτι τῶν προσόδων ἐστέρηται καὶ στερήσεται· ὅτι εἰς στενὸν κομιδῇ τὰ τῆς τροφῆς τοῖς ξένοις αὐτῷ καταστήσεται· καὶ ὅπως ἔχουσιν οἱ Μακεδόνες,“ καὶ ἑξῆς· ἐπὶ μὲν οὖν τῶν κοινῶν τὰ ἐκτὸς μάλιστα τὴν χορηγίαν ὑμῖν παρέξεται· ἡνίκα δὲ πρὸς τύραννον ἢ δυνάστην ἢ ὅλως ἕνα ἄνδρα ὁ πόλεμος εἴη, χώραν ἡμῖν τὰ ἀπὸ ψυχῆς παρέξεται· ἐξετάσομεν γὰρ ἐπιβουλὰς, ἀπάτας, ἀδικίας, ὡς Δημοσθένης ἐποίησε· χρησόμεθα δὲ καὶ τοῖς ἔξωθεν, οὐκ ἀποχρήσει δὲ τὰ τῶν ἐναντίων μόνα διαβαλεῖν, ἀλλὰ δεῖ καὶ τὰ οἰκεῖα συστῆσαι· ὡς ὁ Θουκυδίδης ἐν τῇ Περικλέους δημηγορίᾳ, „τὰ δὲ τοῦ πολέμου καὶ τῶν ἑκατέροις ὑπαρχόντων γνῶτε ὡς οὐκ ἀσθενέστερα ἕξομεν.
4.754 “ καὶ ἐπάγει ἑκάτερα, „αὐτουργοί τε γάρ εἰσι Πελοποννήσιοι, καὶ οὔτε ἰδίᾳ οὔτε ἐν τῷ κοινῷ“ καὶ ἑξῆς· διότι δὲ παρῆκεν αὐτὰ ὁ ῥήτωρ· διατί δὲ παρείθη; ἐπειδὴ οὐκ εἶχεν ἀποδεῖξαι Ἀθηναίων δύναμιν τότε, ἐκεῖνον γὰρ τὸν καιρὸν ἀσθενεῖς ἦσαν Ἀθηναῖοι, ἠρκέσθη τῇ διαβολῇ τῆς δυνάμεως τῆς τοῦ Φιλίππου· ὁ μέν γε Θουκυδίδης ἐπειδὴ ἀμφότερα τὰ πρόσωπα ἴσχυε, τῶν Ἀθηναίων καὶ τῶν Λακεδαιμονίων, ἀναγκαίως ἐξήτασεν ἀμφότερα τὰ μέρη· ἀλλ’ εἰ καὶ τὸ δυνατὸν ἐκ τῶν παρακολουθούντων τῷ προσώπῳ κατασκευάζεται, τοῦτο δὲ τοῦ πρέποντός ἐστιν, ὅπερ ὑπὸ τὸ ἔνδοξον ἀναφέρεται, συγχυθήσεται τὰ κεφάλαια· ἀλλ’ ἐροῦμεν, ὡς τῶν παρακολουθούντων τοῖς προσώποις τὰ μὲν ἐκ τῶν ἀνωτέρω κατασκευάζεται, τὰ δὲ ἐκ τῶν ἐνεστώτων λαμβάνεται· τὰ μὲν οὖν παλαιότερα ποιοῦσι τὸ πρέπον· οἷον αἱ τῶν προγόνων πράξεις· τὰ τῆς πατρίδος πρόσωπα, καὶ εἴ τι τοιοῦτον· τὰ δ’ ἐνεστῶτα τὸ δυνατόν· οἷον εὐπορία χρημάτων, στράτευμα ἐξηρτημένον, τριηρῶν πλῆθος καὶ τὰ λοιπά.
4.755 Τὸ ἔνδοξον ὁμοίως τῷ συμφέροντι, οἷον τίς δόξα ὑπάρχουσα ἡμῖν παραμενεῖ, καὶ τίς οὐκ οὖσα περιέσται, εἰ ποιοῦμεν ταῦτα, περὶ ὧν ἡ βουλή· καὶ τίνα ἀπωσόμεθα ἀδοξίαν οὖσαν, καὶ τίνα οὐ προσληψόμεθα μὴ οὖσαν, προσδοκωμένην δέ· καὶ πάλιν εἰ μὴ ποιοῖμεν, τίνα αἰσχύνην οὖσαν οὐκ ἀπωσόμεθα, καὶ τίς οὐκ οὖσα καταλήψεται ἡμᾶς, καὶ τίς ὑπάρχουσά τε ἡμῖν δόξα διαφεύξεται καὶ μὴ ὑπάρχουσα προσγενομένη δὲ οὐ προσέσται. Συριανο ῦ· Τὸ ἔνδοξον τῇ αὐτῇ διαιρέσει ᾗ καὶ τὸ συμφέρον μεθοδεύεται, διὸ καὶ πρὸς ἐνίων συνῆπται· διαφέρει δὲ, ὅτι τὸ μὲν ἐν χρήμασιν ἢ τοιούτῳ τινί ἐστι, τὸ δὲ ἔνδοξον εἰς δόξαν ἢ τοὐναντίον εἰς ἀδοξίαν τείνει τῶν ποιούντων· ἔστι τὸ μὲν ἴδιον, ὡς ἐὰν εἴπωμεν, ὅτι πρέπει τοὺς Ἀθηναίους τῆς τῶν Ἑλλήνων δόξης ἀντιποιεῖσθαι· κοινὸν δὲ, ὅτι πρέπει παντὶ ἀνθρώπῳ τὴν ἐλευθερίαν περὶ πολλοῦ ποιεῖσθαι. Σωπάτρο υ. Τὸ ἔνδοξον καλεῖται μὲν καὶ πρέπον, ἔστι δὲ πρέπον τὸ καθῆκον ἑκάστῳ· οἷον Ἀθηναίοις τὸ ἐλευθερίας μᾶλλον φροντίζειν ἢ χρημάτων, τὸ συμμαχῆσαι τοῖς ἀτυχοῦσι, τὸ τοῖς πρότερον ἠδικηκόσι κειμένοις ὕστερον μὴ ἐπεμβαίνειν· τὰ δὲ τοιαῦτα καὶ δόξαν ἐπάγοντα τοῖς δρῶσι, δῆλον ὅτι τοῦ ἐνδόξου ἔχεται· τὸ δὲ ἔνδοξον ὑπὸ τὸ καλὸν ἀνακτέον· τὴν δὲ τοῦ ἐνδόξου ἐργασίαν διχῶς ἐξετάσομεν· οἷον τί ποιούντων ἡμῶν τόδε τι προσγενήσεται, καὶ μὴ ποιούντων τόδε τι συμβήσεται· καὶ τούτων ἑκάτερον διὰ τεσσάρων πλατυνοῦμεν τόπων· οἷον συμμαχήσασιν Ὀλυνθίοις ἡ οὖσα δόξα παραμενεῖ, ἡ μὴ οὖσα προσέσται, ἡ οὖσα ἀδοξία ἀπελαθήσεται, ἡ μὴ οὖσα οὐ προσέσται, μὴ συμμαχήσασι δὲ τοῖς κινδυνεύουσιν ἡ νῦν οὖσα δόξα οὐ παραμενεῖ· ἡ μὴ οὖσα οὐ προσέσται, ἡ προσοῦσα ἀδοξία οὐκ ἀπελαθήσεται, ἡ μὴ οὖσα προσγενήσεται· ὡς Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην φησίν· ἃ γὰρ οὐ πρόσεστι τοῖς Ἀθηναίοις, ταῦτά φησιν ἀπαντήσεσθαι, εἰ τὴν ἀτέλειαν ἀφέλοιντο τοὺς εὐεργέτας· „νῦν γὰρ,“ φησὶν, „οὗτος ὁ νόμος, ἀντὶ καλῆς αἰσχρὰν τῇ πόλει περιάπτει δόξαν, καὶ οὔτε τῶν προγόνων οὔθ’ ὑμῶν ἀξίαν· τρία γὰρ τὰ μέγιστα ὀνείδη κτᾶται, φθονεροὺς, ἀχαρίστους, ἀπίστους εἶναι δοκεῖν“.
4.756 περὶ δὲ τῆς οὔσης δόξης ἐν Ὀλυνθιακῶν δευτέρῳ ταῦτά φησιν· „ἀλλ’ ἵνα οἱ ἄλλοι τῶν δικαίων τύχωσι, τὰ ὑμέτερα αὐτῶν ἀνηλίσκετε εἰσφέροντες καὶ προεκινδυνεύετε στρατευόμενοι“, καὶ πάλιν ἐν τῷ περὶ στεφάνου ἐκ παραδειγμάτων κατασκευάζει τὸ ἔνδοξον λέγων· „καίτοι τότε ταῦτα ἀμφότερα, Αἰσχίνη, οὐχ ὑπὲρ εὐεργετῶν ἐποίουν, οὔτ’ ἀκίνδυνα ἑώρων· ἀλλ’ οὐ διὰ ταῦτα προΐεντο τοὺς καταφεύγοντας ἐπ’ αὐτοὺς, ἀλλ’ ὑπὲρ εὐδοξίας καὶ τιμῆς ἤθελον τοῖς δεινοῖς ἑαυτοὺς ἐκδιδόναι, ὀρθῶς καὶ καλῶς βουλευόμενοι·“ κοινὴ δὲ μέθοδος πάντων τῶν κεφαλαίων τούτων τῶν τελικῶν, ἡ κατὰ ἀντίφασιν εἰσαγωγὴ εἰ μὲν γὰρ ἔχοιμεν δεῖξαι, ὅτι δίκαιον ἢ συμφέρον τὸ προκείμενόν ἐστι, τοῦτο κατασκευάσομεν· εἰ δὲ μὴ, ἐροῦμεν, ὅτι οὐκ ἄδικον ἢ οὐκ ἀσύμφορον· ἔστι δὲ αὐτοῦ τὸ παράδειγμα καὶ παρὰ τῷ ῥήτορι· μὴ δυνηθεὶς γὰρ κατασκευάσαι, ὅτι δυνατόν ἐστι λυθῆναι τὴν Φιλίππου δύναμιν, ἐπὶ τὴν ἀντίφασιν χωρήσας ἔφη· „μὴ γὰρ ὡς θεῷ νομίζετε τὰ παρόντα ἐκείνῳ πεπηγέναι πράγματα ἀθάνατα·“ οὐκ ἀδύνατον γὰρ λυθῆναι τὴν Φιλίππου δύναμιν ἐν χρόνῳ, τήν γε ἀπό τινος ἀρξαμένην χρόνου· εἰ δὲ ὁ ἀντίδικος τῇ ἀντιφάσει χρήσαιτο, ἡμεῖς τὸ κατὰ θέσιν ἀπαιτήσομεν λέγοντες· ὡς οὐκ ἀρκεῖ τὸ μὴ βλάπτειν μόνον, ἀλλ’ ὅτι καὶ συμφέρει δεικτέον· καὶ γὰρ ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους αἰσθόμενος τοὺς ἀντιλέγοντας τὸ κατὰ ἀντίφασιν εἰσάγοντας, ὅτι εἰ καὶ μὴ εὔνους ἐστὶν ὁ Χαρίδημος τῇ πόλει.
4.757 ἀλλ’ οὔτε γε δύσνους, ἐκ προοιμίων εὐθὺς ἀναιρεῖ τὸ τοιόνδε, καὶ δείξειν ἐπαγγέλλεται κακονούστατον φάσκων, „ἐγὼ δὲ ἄνπερ ἃ βούλομαί τε καὶ οἶδα πεπραγμένα ἐκείνῳ, δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν, οἴομαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην, ἀλλὰ καὶ κακονούστατον ἁπάντων ἀνθρώπων καὶ πολὺ τοὐναντίον ἢ προσῆκεν ὑπειλημμένον.
4.758 “ ἔτι γε μὴν κἀκείνη τῶν τελικῶν κεφαλαίων ἡ μέθοδος κοινὴ, τὸ ποτὲ μὲν καθολικοὺς ἀφορισμοὺς προθέντα περὶ τῶν προκειμένων, οὕτως ἐπάγειν τὰς κατὰ μέρος ἀποδείξεις· ποτὲ δὲ ἐπὶ ταῖς μερικαῖς κατασκευαῖς ἐπάγειν τοὺς ἀφορισμούς· καὶ πολλὰ τῶν τοιούτων παρά τε Θουκυδίδῃ καὶ Δημοσθένει τὰ παραδείγματα, ὡς ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν προτάξας τὸν ἀφορισμὸν ἐπάγει τὰς κατασκευάς. „ἀλλ’ οἶμαι παρόμοιόν ἐστιν ὅπερ καὶ περὶ τῆς τῶν χρημάτων κτήσεως. ἂν μὲν γὰρ, ὅσα ἄν τις λάβῃ, καὶ σώσῃ, μεγάλην ἔχει τῇ τύχῃ τὴν χάριν· ἂν δ’ ἀναλώσας λάθῃ, συνανήλωσε καὶ τὸ μεμνῆσθαι τῇ τύχῃ τὴν χάριν· καὶ περὶ τῶν πραγμάτων οὕτως, οἱ μὴ χρησάμενοι τοῖς καιροῖς ὀρθῶς, οὐδ’ εἰ συνέβη τι χρηστὸν παρὰ τῶν θεῶν, μνημονεύουσι· πρὸς γὰρ τὸ τελευταῖον ἐκβὰν ἕκαστον τῶν προϋπαρξάντων κρίνεται· διὸ καὶ σφόδρα δεῖ τῶν λοιπῶν ὑμᾶς, ὦ Ἀθηναῖοι, φροντίσαι, ἵνα ταῦτα ἐπανορθωσάμενοι τὴν ἐπὶ τοῖς πεπραγμένοις ἀδοξίαν ἀποτριψώμεθα.“ πάλιν μετ’ ὀλίγον περὶ τῶν θεωρικῶν χρημάτων τὰς μερικὰς κατασκευὰς εἰπὼν ἐπάγει τὸν ἀφορισμόν· „ἔστι δὴ λοιπὸν, οἶμαι, πάντας εἰςφέρειν, ἂν πολλῶν δέῃ, πολλὰ, ἂν ὀλίγων, ὀλίγα. πάντως δὲ δεῖ χρημάτων, καὶ ἄνευ τούτων οὐδέν ἐστι γενέσθαι τῶν δεόντων.
4.759 “ ἔτι γε μὴν καὶ ὁ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον τόπος κοινός ἐστι τῶν τελικῶν κεφαλαίων. Μαρκελλίνο υ. Αἱ αὐταὶ μέθοδοι τῆς τοῦ ἐνδόξου εἰσὶν ἐργασίας, αἵπερ καὶ ἐπὶ τοῦ συμφέροντος· τετραχῆ γὰρ καὶ τοῦτο κατασκευάζομεν, ὡς προείπομεν ἐκεῖ τρόπῳ τῷ αὐτῷ· κράτιστον μὲν οὖν καὶ τὸ δόξαν τινὰ χρηστὴν ἀποδεικνύναι περιποιεῖν τόδε τὸ πρᾶγμα πραχθέν. εἰ δὲ μὴ τοῦτο δυνάμεθα, ἐπ’ ἐκεῖνο τρεπτέον, ὅτι ἀλλ’ οὐδ’ αἰσχύνην περιποιήσει τῇ πόλει. δριμυτάτη γὰρ ἡ τοιαύτη μέθοδος, ᾗ καὶ Δημοσθένης ἐχρήσατο· ἀναγνοὺς γὰρ ἐν τῷ περὶ τοῦ στεφάνου τὸ γραφὲν αὐτῷ κατὰ τοὺς ἔμπροσθεν χρόνους περὶ στεφάνου ψήφισμα, ἐπειδὴ φανερῶς οὐκ εἶχεν ἀποδείξειν, ὅτι καὶ δόξαν τινὰ τῇ πόλει περιπεποίηκεν, ἐπὶ τὸ ἕτερον μετῆλθεν· „Τίς οὖν ὑμῶν οἶδεν γέλωτα ἢ χλευασμὸν διὰ τοῦτο συμβάντα τῇ πόλει.“ οὐ μόνον δὲ ἐπὶ τοῦ ἐνδόξου ἢ ἐκ τοῦ ἐναντίου μέθοδος, ἀλλ’ ὁμοίως καὶ ἐπὶ τοῦ συμφέροντος· ἔθηκε γ’ οὖν τὸ νόημα Θουκυδίδης ἐν τῷ προοιμίῳ τῆς Κερκυραίων δημηγορίας. πρῶτον μὲν ὡς καὶ ξυμφέρει, εἰ δὲ μὴ, οὐκ ἔστιν ἐπὶ ζημίᾳ. ἰστέον δὲ, ὅτι τὸ τοιοῦτον ἐν μὲν ταῖς αἰτήσεσι καὶ ἀξιώσεσι καὶ τοῖς ὁμοίοις ἔχει τινὰ χώραν τὸ λέγειν, ὅτι οὐκ ἐπὶ ζημίᾳ αἰτοῦμεν, ἐν δὲ συμβουλαῖς οὐκ ἰσχύει· αἰτεῖν μὲν γὰρ ἐνδέχεται τοιαῦτα, οἷα μήτε βλάψει, μήτε ὠφελήσει τοὺς διδόντας, συμβουλεύειν δέ τισι ταῦτα πράττειν, ἀφ’ ὧν οὐδ’ ὁτιοῦν ὠφεληθήσονται, ἀπόψυχρον καὶ ἀνόητον· τοῦτο δὲ τὸ κεφάλαιόν τινες μὲν ταὐτὸν εἶναι τῷ πρέποντί φασιν, τινὲς δὲ οὐχ ὁμολογοῦσιν, ἀλλ’ ἕτερόν τι νομίζουσιν· ἔσται δὲ ἡ διαφορὰ αὕτη, ὅτι τὸ μὲν ἔνδοξον ἁπλῶς καὶ καθ’ ἑαυτὸ θεωρεῖται, τὸ δὲ πρέπον πρός τι σχέσιν ἐμφαίνει· καὶ ἔστι πρέπον μὲν, ὅ τι ἄν τινι ἁρμόττῃ· ἔνδοξον δὲ, ὃ χρηστὴν ἁπλῶς δόξαν ἐμποιεῖ καθόλου τῷ δράσαντι· οἷον πρέπει Ἀθηναίοις τὸν περὶ τῆς ἐλευθερίας αἱρεῖσθαι κίνδυνον, ἔνδοξον δὲ τοῖς τυχοῦσι τὸ ὑπὲρ ἐλευθερίας κινδυνεύειν.
4.760 ἰστέον δὲ κἀκεῖνο περὶ τοῦ ἐνδόξου, ὅτι τῆς ποιότητος μάλιστα τῆς τῶν ἀκουόντων ἤρτηται, διὸ καὶ ποτὲ μὲν πλείστην, ποτὲ δὲ ἐλαχίστην τῷ λέγοντι παρέξεται χορηγίαν· οὐ γὰρ ὁμοίως ὁ παρ’ Ἀθηναίοις καὶ Λακεδαιμονίοις λέγων καὶ παρὰ Μεγαρεῦσι καὶ Σιφνίοις τούτῳ τῷ κεφαλαίῳ χρήσεται, ἀλλὰ παρὰ μὲν Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ἅτε τῆς ποιότητος τῶν προσώπων στοχαζόμενος πλείονα τὴν χορηγίαν ἕξει, παρὰ δὲ τοῖς ἄλλοις ὀλίγην· τὸ γὰρ Σιφνίων ἦθος καὶ Μεγαρέων παρειλήφαμεν ἐκ τῆς ἱστορίας εὐκλείας οὐδένα λόγον ποιούμενον, οὐ γὰρ προσίεται τὸν λόγον ὁ Μεγαρεύς· ὅταν δὲ τοῦ καλοῦ ἕνεκα συμβουλεύοντες παρακαλῶμεν ἐπὶ τὸ πράττειν ἅπαν, ὃ ἡ βουλὴ ἀπαιτεῖ, ἀποδεικνύναι χρὴ, ὅτι καὶ τῶν ἰδίων λυσιτελούντων αἱρετωτέρα ἐστὶν ἡ ὑπὲρ τῶν καλῶν δόξα, ὡς ἔχομεν ἐν δευτέρῳ Ὀλυνθιακῶν· „ἀλλ’ ἵνα οἱ ἄλλοι τῶν δικαίων τύχωσι τὰ ὑμέτερα αὐτῶν ἀναλίσκετε, καὶ προκινδυνεύετε στρατευόμενοι.“ καὶ πάλιν ἐν τῷ περὶ τοῦ στεφάνου· „καὶ τοιαῦτα ἀμφότερα, Αἰσχίνη, οὔθ’ ὑπὲρ εὐεργετῶν ἐποίουν, οὔτε ἀκίνδυνα ἑώρων, ἀλλ’ οὐ διὰ ταῦτα πρόοιντο τοὺς καταφεύγοντας ἐπ’ αὐτούς.“ ἔτι δὲ καὶ κατὰ βίαν τὸ ἔνδοξον εἰσήγαγεν ἐν τῷ αὐτῷ τόπῳ· „εἰ γὰρ ἦν ἅπασι πρόδηλα τὰ μέλλοντα ἔσεσθαι, καὶ προῄδεσαν ἅπαντες, καὶ σὺ προὔλεγες καὶ διεμαρτύρου βοῶν καὶ κεκραγὼς, ὃς οὐδὲ ἐφθέγξω, οὐδ’ οὕτως ἀποστατέον ἦν τῇ πόλει τούτων.“ Τὸ δὲ ἐκβησόμενον κατὰ ὑπόθεσιν λαμβάνεται ἐφ’ ἑκάτερα τῶν ἀποβαινόντων· οἷον ἐάν τε κρατήσωμεν, ἐάν τε μὴ, λυσιτελεῖ τὸ βοηθῆσαι· ἤδη δὲ καὶ τὸ ψηφίσασθαι μόνον, ὡς ἐν Φιλιππικοῖς· οἷον οὔτοι παντελῶς οὐδ’ εἰ μὴ ποιήσετε, ὡς ἐγὼ κρίνω, εὐκαταφρόνητον ἔσται.
4.761.(1n) ἵν’ ἢ διὰ τὸν φόβον εἰδὼς εὐπρεπεῖς ἡμᾶς ἀπόσχηται, ἢ παριδὼν ταῦτα ἀφύλακτος ληφθῇ· καὶ πάλιν, ὅτι χωρὶς ἡμῶν ἐάν τε ἡττηθῶσιν· οἱ δεόμενοι ἡμῶν σύμμαχοι, ἐάν τε κρατήσωσι, βλαβεροὶ ἐφ’ ἑκάτερα, ὡς ἐν τῷ ὑπὲρ Μεγαλοπολιτῶν. Συριανο ῦ. Ἀπορήσειεν ἄν τις, τίνι διαφέρει τὸ ἐκβησόμενον κεφάλαιον τῆς ἐν τῷ συμφέροντι ἐκβάσεως, ἐν ᾗ φαμὲν, ὅτι συμμαχησάντων μὲν ἡμῶν τάδε ἀποβήσεται, μὴ συμμαχησάντων δὲ τάδε· φαμὲν οὖν, ὅτι ἐν μὲν τῇ τοῦ συμφέροντος ἐκβάσει τὰ προσεχῆ ἐξετάζομεν τέλη, ἐν δὲ τῷ ἐκβησομένῳ τῶν ἐκεῖ τελῶν ἐξετασθέντων τὰ τέλη διασκοποῦμεν· τὴν δὲ διαφορὰν ταύτην ἔδειξεν ἡμῖν Δημοσθένης ἐν Ὀλυνθιακῶν πρώτῳ· τὸ μὲν συμφέρων ἐξετάζων ἔφη, ὅτι συμφέρει Ὀλυνθίοις βοηθῆσαι. εἶτα ἡ ἔκβασις· τοῦτο γὰρ ἡμῶν ποιησάντων ἐν Μακεδονίᾳ ἔσται ὁ πόλεμος· μὴ συμμαχησάντων δὲ τοῖς Ὀλυνθίοις, ἐλθὼν εἰς τὴν Ἑλλάδα Φίλιππος, πολεμήσει τὴν Ἀττικήν· καὶ ταῦτα μὲν τὰ προσεχῆ τῆς ἐκβάσεως τέλη. τὰ δὲ τῶν τελῶν τέλη, ἅπερ εἰς τὸ ἐκβησόμενον ἄγομεν, ἐκεῖνα, ὅτι ἐν Μακεδονίᾳ μὲν πολεμοῦντες πλεῖστα κερδανοῦμεν, ἐν δὲ τῇ Ἀττικῇ πολέμου συστάντος τάδε καὶ τάδε ἡμᾶς περιστήσεται τὰ δεινά· τὴν μὲν οὖν τοῦ συμφέροντος ἔκβασιν ἐξετάζων τάδε φησίν· „ἔτι τοίνυν, ὦ Ἀθηναῖοι, μηδὲ τοῦθ’ ὑμᾶς λανθανέτω, ὅτι νῦν αἵρεσίς τίς ἐστιν ὑμῖν, πότερον ὑμᾶς ἐκεῖ χρὴ πολεμεῖν, ἢ παρ’ ὑμῖν ἐκεῖνον· ἐὰν μὲν γὰρ ἀντέχῃ τὰ τῶν Ὀλυνθίων, ὑμεῖς ἐκεῖ πολεμήσετε καὶ τὴν ἐκείνου κακῶς ποιήσετε“ καὶ ἑξῆς.
4.762 τὰ δὲ ἀπὸ τοῦ ἐκβησομένου πάλιν ἐξετάζων, τάδε φησίν· „ἀλλὰ μὴν ἡλίκα γέ ἐστι τὰ διάφορα ἐνθάδε ἢ ἐκεῖ πολεμεῖν, οὐ λόγου προσδεῖν ἡγοῦμαι· εἰ γὰρ ἡμᾶς δεήσειεν αὐτοὺς τριάκοντα ἡμέρας μόνας ἔξω γενέσθαι καὶ ὅσα ἀνάγκη στρατοπέδῳ χρωμένους τῶν ἐκ τῆς χώρας λαμβάνειν“ καὶ ἑξῆς· καὶ προτρέψαι δὲ καὶ ἀποτρέψαι ἱκανωτάτη ἐστὶν ἡ τοῦ ἐκβησομένου ἐξέτασις, διόπερ ἐπιμελῶς αὐτῇ χρῆσθαι προσήκει· χρὴ δὲ καὶ τὰς γνώμας ἐν ταῖς συμβουλαῖς ἐξετάζειν, τήν τε οἰκείαν, μεθ’ ἧς ἐπὶ τὸ συμβουλεύειν ἀπήντησε, καὶ τὰς τῶν ἀντιλεγόντων, μεθ’ ἧς ἕκαστος ἐναντιοῦσθαι ἐπιχειρεῖ. ἔτι δὲ καὶ τὰς τῶν ἀκουόντων, δι’ ἃς ἐπὶ τὸ προθεῖναι τὴν βουλὴν ὥρμησαν· ἱκαναὶ γὰρ αὗται καὶ συστῆσαι καὶ διαβαλεῖν τὰ πράγματα.
4.763 διαφέρει δὲ συμβουλὴ προτροπῆς, ὅνπερ τρόπον καὶ τοῦ ὅλου τὸ μέρος. ὅλον μὲν γάρ τι ἡ συμβουλὴ, μέρος δὲ ἡ προτροπὴ, καὶ τῷ τὸ μὲν περιέχειν, τὸ δὲ περιέχεσθαι. ἔτι διαφέρει παραίνεσις συμβουλῆς τῷ τὴν μὲν συμβουλὴν περὶ ἑνὸς γίνεσθαι πράγματος, τὴν δὲ παραίνεσιν περὶ πλειόνων· καὶ τῷ τὴν μὲν συμβουλὴν πρὸς πρᾶξίν τινα τῶν ἔξωθεν γίνεσθαι, οἷον πότερον ἄξιός ἐστι τόδε τι πράττειν ἢ μὴ, τὴν δὲ παραίνεσιν πρὸς ἤθους εὐρυθμίαν παραλαμβάνεσθαι· καὶ τῷ τὴν μὲν παραίνεσιν πρὸς ἕνα γίνεσθαι, τὴν συμβουλὴν δὲ πρὸς πολλούς· καὶ ἡ μὲν συμβουλὴ ἀντιλογίαν ἐπιδέχεται, οἷον ὅτι οὐ χρὴ βοηθεῖν Ὀλυνθίοις· ἡ δὲ παραίνεσις οὔ· οἷον χρὴ τὸ θεῖον σέβειν, γονεῖς τιμᾷν. Σωπάτρο υ. Τὸ ἐκβησόμενον τούτῳ διαφέρει τοῦ ἐν τῷ συμφέροντι, ὅτι ἐκεῖ μὲν τὴν ἀπόδειξιν ποιούμεθα τοῦ πράγματος, ἐνταῦθα δὲ τὸ αὐτὸ λαμβάνοντες ὁμολογούμενον καθ’ ὑπόθεσιν τὴν ἀπόβασιν αὐτοῦ ἐξετάζομεν· ὡς ἐν Ὀλυνθιακῶν πρώτῳ Δημοσθένης κατασκευάσας τὸ τῆς συμβουλῆς τέλος, ὅτι πεισθέντες τοῖς λόγοις κρατήσομεν τοῦ Μακεδόνος, καὶ περιποιήσομεν τῇ πόλει τὴν Ὄλυνθον, πάλιν ἕτερόν τι τοῦ τέλους ζητεῖ ἐκβησόμενον. ἔτι τοίνυν μηδὲ τοῦθ’ ὑμᾶς λανθανέτω καὶ ἑξῆς· καθ’ ὑπόθεσιν δὲ, φησὶν, τὸ ἐκβησόμενον λαμβάνεται ἐφ’ ἑκάτερα τῶν ἀποβαινόντων. Ἐπειδὴ γὰρ ἄδηλον τῆς συμβουλῆς τὸ πέρας, τούτου δὲ τὴν ἀπόβασιν ζητοῦμεν, ἀναγκαίως τοῦτο ἀναπλάττειν προσήκει, ἵν’ ὥσπερ ἐν ὀφθαλμοῖς αὐτὸ τῶν ἀκουόντων ποιήσαντες, οὕτω τὴν λέξιν δυνηθῶμεν περαίνειν ἐφ’ ἑκάτερα· οἷον ἐὰν μὲν ἐκεῖ πολεμήσωμεν ἐν τῇ χώρᾳ τῶν ἐχθρῶν, πολλὰ ἡμῖν ἀγαθὰ συμβαίνει, ἐὰν δὲ ἐνταῦθα, τόδε τι δεινὸν μὲν καὶ τόδε συμβαίνει· ἐν μὲν οὖν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν ἀπὸ τοῦ ἑτέρου μόνον εἴληπται ἡ κατασκευὴ, ὅτι ὠφελήσει ἡμᾶς ἡ ἔξοδος· ὅτι διὰ τούτου τὴν χώραν ἀκέραιον ἕξομεν.
4.764 ἀλλαχοῦ δὲ ἀμφοτέροις ἐχρήσατο, ὅτι εἴτε κρατήσομεν, εἴτε μὴ, λυσιτελεῖ τὸ βοηθῆσαι· ἤδη δὲ καὶ τὸ ψηφίσασθαι μόνον, ὡς καὶ ὁ τεχνογράφος φησίν· καὶ ἐκ τοῦ ἐναντίου, ὅτι ἢν δὲ βλάψῃ, ἐφ’ ἑκάτερα τὸ μὴ βοηθῆσαι, καὶ ἑξῆς· καὶ Ἀριστείδης ἐν Λευκτρικοῖς, καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Μεγαλοπολιτῶν. καὶ παρὰ Θουκυδίδῃ ἐν τῇ Περικλέους δημηγορίᾳ, ἐν ᾗ φησι· „τῆς δὲ θαλάσσης καὶ πόλεως φύλακας ἔχειν καὶ Πελοποννησίοις ὑπὲρ αὐτῶν ὀργισθέντας πολλῷ πλείοσι μὴ διαμάχεσθαι· κρατήσαντες γὰρ αὖθις οὐκ ἐλάσσοσι μαχούμεθα ῥᾷον· ἢν δὲ σφαλῶμεν, τὰ τῶν συμμάχων ὅθεν ἰσχύομεν συναπόλλυται“. καὶ ταῦτα μὲν ἰδίᾳ περὶ τοῦ ἐκβησομένου, κοινὸν δὲ θεώρημα πᾶσι τοῖς κεφαλαίοις διαλεκτικὸν προσθεῖναι καλόν. ὅτ’ ἂν μὲν γάρ τι κατασκευάζειν βουλώμεθα, δεῖν προσόμοιον μὲν τῷ ἀποδεικνυμένῳ, ἔλαττον δέ τι εὑρόντας ἐκεῖνο κατασκευάζειν. ἃ γὰρ ἂν εἴποι τις περὶ τοῦ ἐλάττονος, ταῦτα καὶ κατὰ τοῦ μείζονος ἐνεχθήσεται· καὶ τὸ ἔλαττον ἀναιρούμενον οὐκ ἀναιρεῖ τὸ μεῖζον, οἷον Αἰνείαν ἀποδεικνύντες ἀνδρεῖον καὶ φοβερὸν τοῖς Ἕλλησιν, εἰ ἀνδρειότερον Ἕκτορα τούτου ἀποφαίνοιμεν, πάντως τὰ τῷ ἐλάττονι προσόντα πολλῷ δήπου καὶ τῷ μείζονι· καὶ πάλιν εἰ ἀσθενὴς Αἰνείας ἀποδειχθήσεται, οὐ πάντως καὶ Ἕκτωρ πολλῷ τούτου ἀμείνων ὁμολογηθείς.
4.765 ὅτ’ ἂν δὲ ἀνασκευάζῃ, ἀπὸ τοῦ μᾶλλον καὶ μείζονος τὸ παράδειγμα θέντες, τῇ τούτου ἀνατροπῇ συγκαταλύσομεν καὶ τὸ ἔλαττον· εἰ γὰρ Ἕκτωρ ἀμείνων Αἰνείου, οὗτος δὲ δειλὸς ἀπηλέγχθη, σχολή γ’ ἂν περὶ Αἰνείου μὴ οὕτως ἔχειν ἀμφιβάλλειν. ὁ αὐτὸς καὶ ἐπὶ τῶν πρακτῶν λόγος· οἷον ναυμαχίας, πεζομαχίας, συστάδην μάχης, ἑκηβολίας, καὶ τῶν παραπλησίων· χρὴ τοίνυν ἐπὶ πάντων τῶν κεφαλαίων ὡς ἂν ἐγχωρῇ μεταχειρίζεσθαι τοῦτο τὸ θεώρημα· ἐπὶ τούτοις ἡ κοινὴ ποιότης, τοῦτ’ ἔστιν οἱ ἐπίλογοί εἰσιν, ἐν οἷς καὶ τὰς γνώμας ἐξετάζομεν τοῦ τε συμβούλου καὶ τῶν ἀκουόντων καὶ ἔτι τοῦ ἀντιλέγοντος· διατί καὶ τίνος ἕνεκα καὶ τί βουλόμενος τὴν αἴσθησιν προὔθηκεν. καὶ περὶ μὲν πραγματικῆς ταῦτα. ἰστέον δὲ, ὡς ἔστι πραγματικὴ καὶ ἁπλῆ καὶ διπλῆ· καὶ ἁπλῆ μὲν, οἷον συμβουλεύει τις βοηθεῖν Ὀλυνθίοις, ἐν γὰρ πραγματικῇ, ὡς ἔφαμεν ἤδη, αἱ συμβουλαί. διπλῆ δὲ, ὡς ἐπὶ τούτου, πολιορκουμένων καὶ Πλαταιέων καὶ Μιτυλήνης ἀφεστηκυίας γράφει τις Πλαταιεῦσι βοηθεῖν ἀμελήσαντας Μιτυλήνης, καὶ ἕτερος ἀντιλέγει· ἐνταῦθα γὰρ ἑκατέρου τὸ οἰκεῖον ζητοῦντος συστῆσαι, διπλᾶ ἔσται τὰ κεφάλαια ἐφ’ ἑκατέρου μέρους ἐξεταζόμενα. τριπλῆ δὲ ὡς ἐπὶ τούτου· μετὰ τὰ ἐν Λεύκτροις πρεσβεύονται Λακεδαιμόνιοι καὶ Θηβαῖοι πρὸς Ἀθηναίους, ἀξιοῦντες ἑκάτεροι βοηθείας τυχεῖν. Χαβρίας μὲν οὖν Ἀθηναίοις βοηθεῖν συμβουλεύει, Λακεδαιμονίοις δὲ Κόνων, Ἰφικράτης οὐδετέροις. τριπλᾶ γὰρ ἐνταῦθα πάντα. ᾧ γὰρ ἕκαστος τῶν συμβούλων συνηγορεῖ, κατ’ ἀμφοτέρων δημηγορεῖ, τὰ μὲν ἐκείνων ἀναιρῶν, τὸ δὲ οἰκεῖον συνιστάς· παράδειγμα τοῦ μηδετέροις βοηθεῖν Ἀριστείδου ὁ πέμπτος τῶν Λευκτρικῶν.
4.766 ἰστέον, ὡς ἐν τῇ πραγματικῇ μόνῃ παρὰ τὰς προλαβούσας στάσεις καινότερόν τι πεποίηκεν Ἑρμογένης· τὰ γὰρ κεφάλαια αὐτῆς ψιλῶς ἀπαριθμησάμενος, εἶτα τὴν περὶ τῶν εἰδῶν αὐτῆς ποιησάμενος διδασκαλίαν. οὐ μάτην, ἀλλ’ ἐπειδὴ τὰ εἴδη καὶ ἑτέραις κοινωνεῖ στάσεσι, καθ’ ἃς καὶ διαιρεῖται εἰκότως, μεσολαβεῖται ἡ τούτων διδασκαλία πρὸς τὸ εὐκρινῶς ὑποδειχθῆναι τὰ κεφάλαια· εἰδέναι χρὴ καὶ τοῦτο, ὡς ἐν πάσῃ στάσει κεφάλαιον κεφαλαίῳ λύεται. οἷον ὡς ἡ μετάθεσις τῆς αἰτίας τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ ὁ ὅρος τῷ ἀνθορισμῷ· ἐν μόνῃ δὲ πραγματικῇ τὸ αὐτὸ κεφάλαιον ἑαυτῷ ἀνατρέπεται, οἷον τὸ δίκαιον κεφάλαιον τῷ ἐναντίῳ ἐστὶν ἄδικον, καὶ τὸ συμφέρον τῷ ἀσυμφόρῳ, καὶ ἑξῆς· οὐ γάρ ἐστι διελεῖν τὰ μὲν εἰς κατήγορον, τὰ δὲ εἰς ἀπολογούμενον, κοινὰ γάρ ἐστι τὰ κεφάλαια τῆς πραγματικῆς. Περὶ μεταλήψεως. Συριανο ῦ. Ἴδια καὶ γνωστικώτατα τῆς παρούσης στάσεως ἓν μὲν τὸ τὰ εἴδη πρὸ τῶν κεφαλαίων διδάσκειν, ἕτερον δὲ τὸ δύο ἔχειν ζητήματα τέλεια κατὰ διαφόρους τεμνόμενα στάσεις, ἐπειδὴ καὶ οἱ συνεζευγμένοι σχηματισμοὶ καὶ οἱ διπλοῖ ὅροι καὶ αἱ ἀντιλήψεις δύο ἔχουσι ζητήματα· ἀλλ’ οὐ κατὰ δύο στάσεις, ἀλλὰ κατὰ μίαν καὶ τὴν αὐτήν· εἰς δύο δὲ τὴν μετάληψιν διεῖλεν· ὅτι γὰρ ἑτέρα στάσις ἐστὶν ἡ παραγραφὴ τῆς μεταλήψεως, πρόδηλον ἐκ τοῦ τὴν μετάληψιν ἕνα μόνον ἐπιδέχεσθαι ἀγῶνα, τὴν δὲ παραγραφὴν δύο, τόν τε τῆς εὐθυδικίας καὶ τὸν δι’ ὃν ἡ παραγραφή· οἷον ἐγράψατο Τίμαρχος Αἰσχίνην παραπρεσβείας· ὁ δὲ ἑταίρησιν ἐγκαλῶν αὐτῷ παραγράφεται τὴν δίκην· ἐνταῦθα γὰρ ἕτερος μέν ἐστιν ἀγὼν ὁ τῆς παραπρεσβείας, ἕτερος δὲ ὁ τῆς ἑταιρήσεως, στάσεως ὢν διὰ τὸ ἀμάρτυρον στοχαστικῆς κατὰ παραγραφήν.
4.770 μετὰ δὲ τὸ ἡττηθῆναι διὰ τῆς παραγραφῆς Τίμαρχον, ὁ τῆς παραπρεσβείας ἀγὼν εἰσάγεται στοχαστικῆς ὢν καὶ αὐτὸς στάσεως. Ὠνόμασται δὲ παραγραφὴ ἀπὸ τοῦ παραγράφεσθαι καὶ ἐκβάλλειν τὸν ἀγῶνα τὸν περὶ τοῦ πράγματος τὸν φεύγοντα. τὸ γάρ τοι παραγράφειν ἐναντίον ἐστὶ τῷ ἐγγράφειν. εἰ οὖν τὸ ἐγγράφειν εἰσάγειν ἐστὶν εἰς τὸν δῆμον καὶ καθιστάνειν δημότην, εἰκότως τὸ παραγράφειν ἐκβάλλειν ἐστί. καὶ ἀπὸ τούτου καὶ ἡ παραγραφὴ ἡ ἐκβάλλουσα τὴν εὐθυδικίαν ἐλέχθη. ὅρος δὲ τῆς παραγραφῆς οὗτος· στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους· καθ’ ἣν ὁ φεύγων ἐνίσταται περὶ τοῦ μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην. Τῆς δὲ παραγραφῆς ἡ μέν ἐστι τελεία, ἡ δὲ ἀτελής. καὶ τελεία μέν ἐστιν ἡ πάντη τὴν εὐθυδικίαν καὶ τὸν ἀγῶνα παρακρουομένη. ἀτελὴς δὲ ἡ μέρος τι καταιτιωμένη τῶν περιστατικῶν· οἷον χρόνον, ἢ τόπον, ἢ πρόσωπον. γίνεται δὲ ἡ παραγραφὴ κατὰ στοχασμὸν, κατὰ ὅρον, κατὰ πραγματικὴν, κατὰ ῥητὸν καὶ διάνοιαν, κατὰ ἀντινομίαν, καὶ πάντως τοῖς κεφαλαίοις τῆς ἐμπιπτούσης διαιρεθήσεται στάσεως.
4.771 καὶ ἔστι κατὰ στοχασμὸν μὲν, ὡς ὁ ἐπὶ Τιμάρχῳ ἀγών· οἷον νόμος τὸν ἡταιρηκότα μὴ λέγειν· ἐγράψατο Τίμαρχος Αἰσχίνην παραπρεσβείας. ὁ δὲ τὴν ἑταίρησιν αὐτῷ ἐγκαλῶν παραγράφεται. κατὰ ὅρον δὲ, οἷον δὶς περὶ τῶν αὐτῶν μὴ εἶναι δίκας· ἱέρεια προαγωγείας ἁλοῦσα ἐκρίθη καὶ ἠφείθη· καὶ πάλιν φεύγει ἀσεβείας, ἡ δὲ παραγράφεται. ἐνταῦθα γὰρ εἰ ἡ προαγωγεία τῇ ἀσεβείᾳ ταὐτόν ἐστι ζητεῖται· κατὰ δὲ ῥητὸν καὶ διάνοιαν· οἷον δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι. φόνου κρινόμενός τις ἀπέφυγεν. ὕστερον χρωμένῳ ἀνεῖλεν ὁ θεὸς, ἀνδροφόνοις οὐ χρῶ, καὶ πάλιν φεύγει φόνου. ὁ δὲ παραγράφεται· κατὰ δὲ ἀντινομίαν. οἷον νόμος τὸν στρατηγὸν μὴ ἔχειν δίκας· καὶ νόμος τὸν ἔμπορον εἴσω τριάκοντα ἡμερῶν δικάζεσθαι, ἔμπορος ἔχων πρὸς στρατηγὸν πρᾶγμα βούλεται δικάζεσθαι, ὁ δὲ παραγράφεται.
4.772 ἁπλῶς δὲ εἰπεῖν, ᾗ δ’ ἂν συνεπιπλέκηται στάσει ἡ παραγραφὴ, ταύτης καὶ τὰ κεφάλαια λήψεται· ἵνα δέ τι σαφέστερον περὶ τελείας καὶ ἀτελοῦς διεξέλθωμεν παραγραφῆς, ἰστέον, ὅτι τέλειαι μέν εἰσι παραγραφαὶ αἱ ἐπὶ κεκριμένοις ἤδη τοῖς ἐγκλήμασι γινόμεναι, καὶ πάντη τὴν εὐθυδικίαν ἐκβάλλουσαι, ὡς ἡ περὶ τοῦ ἀνδροφόνου τοῦ δεύτερον κρινομένου καὶ τῆς ἱερείας· ἐν τούτοις γὰρ οὐδ’ ὁτιοῦν πρὸς τὸ ἐπιφερόμενον ἔγκλημα ὁ φεύγων ἀπολογεῖται· περὶ δὲ τοῦ μὴ ἐξεῖναι κρίσιν αὐτὸν ὑπέχειν δεύτερον περὶ τῶν αὐτῶν τὴν πᾶσαν ποιεῖται δικαιολογίαν· ἀτελεῖς δέ εἰσιν, ὅτ’ ἂν τοῦ ῥητοῦ βοηθοῦντος τοῖς φεύγουσι, καθ’ ἕν τι τῶν περιστατικῶν μορίων ἡ παραγραφὴ γίνηται· ἢ τὸ πρόσωπον ἡμῶν παραγραφομένων, ὡς ἐπὶ Τιμάρχου, ἢ χρόνον, ὡς ἐπὶ τοῦ πένητος τοῦ μετὰ τὰς τριάκοντα ἡμέρας ἀντιλέγειν βουλομένου· ἢ τόδε τὸ δικαστήριον, ἤ τι ἄλλο τῶν περιστατικῶν. ἀτελεῖς δὲ αὐτάς φαμεν, τῷ μὴ τέλειον ἐκβάλλειν τὴν εὐθυδικίαν, ὥσπερ αἱ τέλειαι, ἀλλ’ ἀγωνιζομένης τῆς ἐπὶ τῷ ἀγῶνι κρίσεως δι’ ἕν τι τῶν εἰρημένων παραγράφεσθαι· ὁ γὰρ Αἰσχίνης διὰ τὴν τοῦ προσώπου ποιότητα τὸν τῆς παραπρεσβείας ἀγῶνα παραγραψάμενος, ἀγωνισάμενος πρὸς Τίμαρχον καὶ νικήσας οὐδὲν ἧττον ὑπὸ Δημοσθένους ἐγράφη παραπρεσβείας, καὶ τὴν ἐπὶ ταύτῃ δίκην εἰσῆλθεν· εἰκότως οὖν ἀτελεῖς καλοῦνται, ὡς πάντη τὴν εὐθυδικίαν ἐκβάλλειν οὐ δυνάμεναι· ἀλλὰ κἂν ὁ δεῖνα μὴ ἐπεξέλθῃ τῇ γραφῇ, ἢ χρόνου, ἢ τόπου παραχρῆμα τῷ φεύγοντι βοηθοῦντος, διαδέξεται πάντως αὐτὸν ὁ τῆς εὐθυδικίας ἀγών· καὶ γραφήν τε ἄλλος ἐπὶ τοῖς ἐγκλήμασιν ἀποθήσεται κατ’ αὐτοῦ καὶ δικαστήριον ἕτερον εὑρεθήσεται.
4.773 παρ’ ᾧ κυρίως τὰς περὶ τῶν ἐγκαλουμένων κρίσεις ὑπομενεῖ· ὡς εἴτις παρὰ τοῖς θεσμοθέταις Ἀθήνησιν ὑπὲρ ἱερῶν εὐθυνόμενος, παραγράψοιτο τὴν δίκην λέγων παρὰ τῷ βασιλεῖ μᾶλλον δίκαιος εἶναι κρίνεσθαι περὶ τῶν τοιούτων. Σωπάτρο υ.
4.774 Ἐν τῇ μεθόδῳ τελευταίαν ἔταξεν Ἑρμογένης τὴν μετάληψιν, ὡς πάσας περιέχουσαν, ἅτε ἐμπιπτουσῶν τῶν ἄλλων στάσεων ἐν αὐτῇ· οὐδέποτε γὰρ παραγραφὴ μόνη μελετᾶται, ἀλλὰ τὸ μὲν ἔγγραφον ζήτημα κατὰ μίαν τῶν νομικῶν, ὡς αὐτίκα δῆλον ἔσται. τὸ δὲ ἄγραφον, καθ’ ἣν ἂν ἐμπέσῃ τῶν λογικῶν· πάσαις γὰρ ὥσπερ ἀντιπάσχει ἡ μετάληψις ταῖς τε λογικαῖς καὶ νομικαῖς, ἐνταῦθα δὲ μεταξὺ τῶν τε λογικῶν καὶ τῶν νομικῶν, ἐπειδὴ ἀμφοτέρων μετέχει. τῶν μὲν νομικῶν κατὰ τὴν παραγραφὴν, τῶν δὲ λογικῶν κατὰ τὴν εὐθυδικίαν. εἰσὶ δὲ οἳ τὴν μετάληψιν πρώτην τάττουσι διὰ τὴν αὐτῆς φύσιν. εἰ γὰρ τὸ εἰ ἔστι πρῶτόν ἐστι, φασὶν, αὕτη δὲ περὶ τοῦ εἰ ὅλως δεῖ εἰσελθεῖν τὸν ἀγῶνα τὴν ζήτησιν ἔχει, ἀναγκαίως πρώτη ὀφείλει αὕτη τάττεσθαι, ὡς αὐτὸ τοῦτο ζητοῦσα. Ἡ μετάληψις πάλιν ἡ μὲν ἔγγραφός ἐστιν, ἡ δὲ ἄγραφος. Συριανο ῦ. Πῶς τῆς πραγματικῆς διαιρουμένης, τῷ ἐγγράφω φημὶ καὶ ἀγράφῳ, οὐ γέγονε διάφορος κλῆσις. πραγματικὴ γὰρ ἑκατέρῳ εἴδει τὸ ὄνομα· ἐπὶ δὲ μεταλήψεως τῇ διαφορᾷ προσηγορία κεῖται· ἡ μὲν γὰρ ἔγγραφος παραγραφὴ καλεῖται, ἡ δὲ ἄγραφος μετάληψις. φαμὲν οὖν, ὅτι ἐν μὲν τῇ πραγματικῇ οὐδὲν καινότερον γίνεται, πλὴν ὅτι τὸ νομικὸν προσέρχεται κεφάλαιον, ἐν δὲ τῇ μεταλήψει τὰ πράγματα μεταπίπτει. καὶ λοιπὸν τῇ τῶν πραγμάτων μεταπτώσει καὶ ἡ προσηγορία ἀλλοιοῦται. ἡ μὲν οὖν ἔγγραφος ἴδιον ὄνομα ἔσχε παραγραφῆς διὰ τὸ ἰσχυρὸν αὐτῆς· ἔστι γὰρ νόμου ἀνάγνωσις ἐκβάλλουσα τὴν εὐθυδικίαν· μὴ ταραττέτω δέ σε τὰ τοιαῦτα ὀνόματα. ἔστι γὰρ εὐθυδικία μὲν ἡ τοῦ πράγματος αὐτοῦ ἐξέτασις, περὶ οὗ ἡ κατηγορία, εἴτε φόνος ᾖ τὸ κατηγορούμενον, εἴτε ἱεροσυλία, εἴτε μοιχεία, εἴτε ἄλλο τι.
4.775 παραγραφὴ δὲ ἡ ταύτης ἐκβολὴ, ὅτ’ ἂν μηδὲ εἰσαγώγιμον εἶναι τὸν ἀγῶνα τῷ κατηγόρῳ λέγῃ ὁ φεύγων· καὶ εὐθυδικίας μὲν πέρας τὸ ἁλῶναι τὸν φεύγοντα, παραγραφῆς δὲ τὸ εἰσελθεῖν τὴν δίκην ἢ μή· ἐν μὲν οὖν ταῖς ἄλλαις στάσεσιν ἁπάσαις τὴν κρίσιν ὁ φεύγων καταδεχόμενος ἀπολύσασθαι τὴν κατηγορίαν διὰ τῆς ἀπολογίας ἐπείγεται, ἐν δὲ τῇ παραγραφῇ τὸ πρότερον ἵσταται, τὸ μὴ δεῖν εἰσελθεῖν τὴν κρίσιν. ἡ μὲν οὖν ἔγγραφος τοιαύτη, ἡ δὲ ἄγραφος ὁμωνύμως τῷ γένει καλεῖται μετάληψις, ἥ τις τὸ μὲν πρᾶγμα συγχωρεῖ, μέμφεται δὲ ἕν τι τῶν περὶ τὸ πρᾶγμα, χρόνον τυχὸν ἢ πρόσωπον, ἤ τι τῶν ἄλλων. ἀλλ’ εἰ τοῦτό ἐστι, καὶ ἡ μὲν ἔγγραφος παντελῶς ἐκβάλλει τὸν ἀγῶνα, ἡ δὲ ἄγραφος συγχωρεῖ. καὶ ἔστιν ἡ μὲν ἔγγραφος ἀπὸ τοῦ φεύγοντος, ἡ δὲ ἄγραφος ἀπὸ τοῦ κατηγόρου γνωρίζεται· ταῦτα δὲ πλεῖστον ἀλλήλων διέστηκε, κατά τι κοινὸν ἄμφω μετάληψις ἐκλήθη. φαμὲν οὖν ὡς εἰ καὶ πλεῖστον ἀλλήλων κεχώρισται τὰ εἴδη, ἀλλ’ οὖν καὶ κοινωνεῖ. αὐτίκα τοίνυν ὁ φάσκων δὶς περὶ τῶν αὐτῶν μὴ εἶναι δίκας καὶ τοῦτο ἰσχυριζόμενος ἑνὶ τῶν περιστατικῶν ἰσχυρίζεται, χρόνῳ γάρ· εἰ δὲ τοῦτο, εἰκότως καὶ ἡ παραγραφὴ μετάληψις λέγεται, ὡς μεταλαμβάνουσά τι τῶν περιστατικῶν. Σωπάτρο υ. Εἰ ἐν τῇ μεταλήψει ἀεὶ ἀπὸ ῥητοῦ ἡ ζήτησις, τίνος χάριν τὴν μὲν ἔγγραφον, τὴν δὲ ἄγραφον ἐκάλεσεν; ἡ τοίνυν διαφορὰ αὕτη ἐστὶν, ὅτι ἐν μὲν τῇ ἀγράφῳ ἀποστάντες τοῦ ῥητοῦ, οὐ γὰρ ἰσχύομεν αὐτῷ χρῆσθαι, περὶ τοῦ πράγματος ποιούμεθα τὴν πᾶσαν ζήτησιν, ἐν δὲ τῇ ἐγγράφῳ ἄνω καὶ κάτω περὶ αὐτὸ στρεφόμεθα τὸ ῥητὸν, καὶ ἐν μὲν τῇ ἀγράφῳ συγχωρουμένου τοῦ ῥητοῦ συνίσταται ἡ ζήτησις, ἕν τι τῶν περιστατικῶν μεταλαμβάνοντος τοῦ διώκοντος, ἐν δὲ τῇ ἐγγράφῳ τῷ ῥητῷ ἐξ ἀνάγκης ἀμφότεροι χρήσονται, καὶ περὶ αὐτὸ ἔσται ἡ ἀντιλογία· εἰ γὰρ μὴ συγχωρηθείη παρὰ τοῦ ἑτέρου, πᾶσα ζήτησις ἀναιρεθήσεται.
4.776 Μαρκελλίνο υ. Προειπὼν περὶ πραγματικῆς, ὅτι διττή ἐστι, κατὰ ἀκολουθίαν ἐπήγαγεν. ἡ μετάληψις πάλιν, ἡ μὲν ἔγγραφος, ἡ δὲ ἄγραφος· τὸ πάλιν εὐλόγως προσθεὶς πρὸς τὰ προειρημένα. Καὶ ἡ μὲν ἔγγραφος τελεία τέ ἐστι παραγραφὴ, καὶ τὸ πρότερον ζήτημα περὶ μίαν εὑρίσκεται τῶν νομικῶν στάσεων, περὶ ὧν αὐτίκα λέξομεν, ὡς εἴρηται. Συριανο ῦ. Ζητοῦσι, πῶς δύναται ἡ μετάληψις παραγραφὴ λέγεσθαι· ὅτι γὰρ παραγραφὴ καὶ αὕτη κέκληται, δῆλον ἀφ’ ὧν Ἑρμογένης φησίν. καὶ ἡ μὲν ἔγγραφος τελεία τέ ἐστι παραγραφή· ὡς καὶ τῆς μεταλήψεως παραγραφῆς μὲν καὶ αὐτῆς λεγομένης, ἀτελοῦς δέ. ἐροῦμεν, ὡς εἰκότως καὶ ταύτην παραγραφὴν ὁ τεχνογράφος καλεῖ, ἀτελῆ μέντοι, ἐπειδὴ ἄρχεται μὲν καὶ αὕτη ἀπὸ τοῦ ῥητοῦ, οὐκ ἀγωνίζεται δὲ περὶ αὐτό· οὐδὲ γὰρ ἰσχύει. ἔνθεν ἀφίσταται μὲν τοῦ ῥητοῦ· παρὰ δὲ τὴν περίστασιν ποιεῖται τὴν ζήτησιν. Διατί δὲ ἐν πάσῃ στάσει πρῶτον τὰ κεφάλαια τάξας καὶ διελὼν καὶ διδάξας οὕτω τὰ εἴδη μεμήνυκεν, ἐν μόνῃ δὲ μεταλήψει τὰ εἴδη πρῶτον εἴρηκε καὶ οὕτω τὰ κεφάλαια; ὅτι ἐπὶ μὲν τῶν ἄλλων στάσεων προδιδάσκεται τὰ κεφάλαια τῶν εἰδῶν· πάντα γὰρ ἐν ἐκείναις τὰ εἴδη ἑκάστης τοῖς αὐτοῖς τέμνεται κεφαλαίοις, ἐν μόνῃ δὲ μεταλήψει ἕτερα ἔχει ἥ τε ὁμώνυμος τῷ γένει μετάληψις καὶ ἡ παραγραφή. διὸ ἀναγκαῖον ἦν πρῶτον τὰ εἴδη, εἶθ’ οὕτω τὰ κεφάλαια διδάξαι· πρῶτον δὲ τὸν περὶ τῆς παραγραφῆς ποιεῖται λόγον.
4.777 καίτοιγε ἐχρῆν τὸ ὁμώνυμον τῷ γένει πρῶτον διδάξαι· ἀλλ’ ἐπειδὴ ἡ μὲν παραγραφὴ ἀπὸ ῥητοῦ τὸ κράτος ἔχει καὶ περὶ τοῦτο τὴν πᾶσαν σπουδὴν, ὅπερ ἄτεχνος πίστις, ἡ δὲ μετάληψις οὐκ ἀπὸ ῥητοῦ ἀλλ’ ἀπό τινος τῆς περὶ τὸ ῥητὸν περιστάσεως, ὃ τῆς ἐντέχνου πίστεως, εἰκότως καὶ ἡ παραγραφὴ τῆς μεταλήψεως προτετίμηται. Σωπάτρο υ. Τελείαν παραγραφὴν τὴν ἔγγραφον ἐκάλεσεν ἀντιδιαστέλλων πρὸς τὸ κεφάλαιον τοῦ ἐν στοχασμῷ παραγραφικοῦ· εἰ βούλει δὲ καὶ πρὸς τὴν μετάληψιν· ὡς γὰρ ἤδη εἴρηται αὕτη οὐ τελεία ἐστὶ παραγραφή. ἀλλ’ ἄρχεται μὲν ἀπὸ ῥητοῦ, οὐκ ἀγωνίζεται δὲ περὶ αὐτό· περὶ δέ τι τῶν περιστατικῶν ἀγωνιζομένη διαβάλλει, ἀλλ’ οὐκ ἐκβάλλει τὸν ἀγῶνα, οἷον ὅτι οὐκ ἔξεστί σοι κατηγορεῖν ἀτίμῳ ὄντι, ὥσπερ ἐν τῷ κατὰ Τιμάρχου Αἰσχίνης τὸ πρόσωπον παραγράφεται ὡς ἄτιμον· πόρνον γὰρ αὐτὸ λέγει. καὶ πάλιν· οὐκ ἔξεστίν σοι κατηγορεῖν μου ἐπὶ τοῦδε τοῦ δικαστηρίου ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος· „ὅτι οὐκ ὀφείλεις μου ἐνταῦθα κατηγορεῖν, ἀλλὰ παρὰ τοῖς θεσμοθέταις.“ Ἔστι δὲ ὅτε ὁρικῶς τέμνεται τὸ πρότερον ζήτημα. Σωπάτρο υ. Σημειωτέον ὅτι ἡ παραγραφὴ οὐ μόνον κατὰ μίαν τῶν νομικῶν ἐξετάζεται κατὰ τὸ πρότερον ζήτημα, τουτέστιν τὴν παραγραφὴν, ἀλλὰ καὶ ὁριστικῶς καὶ στοχαστικῶς. ὁριστικῶς μὲν οὕτω· νόμος τὸν ἡταιρηκότα μὴ πολιτεύεσθαι, Τίμαρχος ἡταιρηκὼς καὶ διδάσκων γράμματα κωλύεται· ζητεῖται γὰρ ἐνταῦθα, εἰ ταὐτὸν τῷ πολιτεύεσθαι τὸ γράμματα διδάσκειν.
4.778 καὶ πάλιν· νόμος περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι· ἑάλω ἱέρεια προαγωγείας κριθεῖσα, ἥλω ἡ αὐτὴ πάλιν ὕστερον, καὶ κρίνεται ἀσεβείας· ἐνταῦθα γὰρ ζητοῦμεν, εἰ ἡ προαγωγεία τῆς ἱερείας ἀσέβεια τυγχάνει. ἀτελὲς γάρ ἐστι τὸ κρινόμενον, οὐ γὰρ ταὐτὸν προαγωγεία καὶ ἀσέβεια· διὸ καὶ κρινομένη λέξει. πρῶτον μὲν δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι. ὁ δὲ κατήγορος ἄλλην εἶναι κρίσιν λέγει, προαγωγείας καὶ οὐ τὴν αὐτὴν τῇ ἀσεβείᾳ, ὥστε οὐ περὶ τῶν αὐτῶν ἡ κρίσις. ζητεῖται οὖν πρῶτον, εἰ ὁ νόμος ὁ κωλύων δὶς εἶναι περὶ τῶν αὐτῶν κρίσεις τοῦτο λέγει, πότερον περὶ τοῦ αὐτοῦ πράγματος μὴ εἶναι δίκας δύο, ἢ δὶς περὶ τῶν αὐτῶν μὴ ποιεῖσθαι κρίσεις διαφόρους. ἔπειτα δὲ, εἰ ταὐτὸν ἀσέβεια καὶ προαγωγεία· καὶ γὰρ καὶ τὸ παραγραφικὸν ὁρικῶς ἐξετάζεται, ἤτοι ἡ τοῦ νόμου διάνοια, καὶ ἡ εὐθυδικία ὡσαύτως. στοχαστικῶς δὲ, ὡς τὸ κατὰ Τιμάρχου· ζητοῦμεν γὰρ, εἰ Τίμαρχος ἡταίρηκεν, ἢ μή. διό τινες ἠπόρησαν, διατί καὶ κατὰ ταύτας τὰς στάσεις γινομένων τῶν παραγραφῶν ὁ Ἑρμογένης οὔτε πλατύτερον περὶ τούτων ἐδίδαξεν, ἀλλ’ ὅσον ἐπιμνησθῆναι μόνον, καὶ κατὰ μόνας τὰς νομικὰς ἀπεφήνατο, οὐχὶ δὲ καὶ κατὰ ἄλλην τὴν παραγραφὴν ἐξετάζεσθαι. ἐροῦμεν οὖν, ὡς ἀκριβῶς θεωροῦντι οὔτε κατὰ στοχασμὸν, οὔτε κατὰ ὅρον γίνεται ἡ παραγραφή· διὸ οὐδὲ αὐτὸς πλατέως εἶπεν περὶ αὐτοῦ· σκοπῶμεν δὲ οὕτω· παντὶ ῥητῷ δεῖ τινα ὑποκεῖσθαι περίστασιν, εἰ μέλλοι ἐν ὑποθέσει ἀλλὰ μὴ ἐν θέσει λαμβάνεσθαι. ὅταν μὲν γὰρ αὐτὸ ἐφ’ ἑαυτοῦ ἀμφισβητῆται, θετικὴ γίνεται ἡ κατὰ ταὐτὸ ἐξέτασις· κατὰ νόμου εἰσφοράν. οἷον εἰ δημηγορητέον τοῖς τὰ πατρῷα κατεδηδοκόσι· παντὸς τοίνυν ῥητοῦ περίστασίν τινα ἔχοντος, εἰ μὲν κατ’ ἄμφω γένοιτο ἡ ἀμφισβήτησις, κατά τε ῥητὸν καὶ κατὰ περίστασιν νομικὴ πάντως ἀναφαίνεται στάσις, ὡς ἐπὶ τοῦ ξένου τοῦ ἐπὶ τὸ τεῖχος ἀνελθόντος.
4.779 ἐνταῦθα γὰρ νόμος μὲν τὸ μὴ ἀνιέναι, περίστασις δὲ τὸ ἀνελθόντα ἠριστευκέναι· ἀμφισβητεῖται γὰρ ἑκάτερον. ὁ γὰρ νόμος περὶ παντὸς διαγορεύει ξένου· ὁ δ’ ἀνελθὼν ἠδίκησε τὸν νόμον παραβάς. ὅλως δὲ περὶ πάσης ζητήσεως νομικῆς, εἰ μὲν περὶ ῥητοῦ μὴ ἀμφισβητῶμεν, περὶ δὲ μόνης τῆς περιστάσεως, λογικὴν ποιήσομεν στάσιν· οἷον νόμος τὸν φονέα κολάζεσθαι, εὑρέθη τις ἐπ’ ἐρημίας ξιφήρης νεοσφαγεῖ σώματι παρεστηκὼς καὶ κρίνεται φόνου· δῆλον γὰρ, ὅτι στοχαστικὸν τὸ ζήτημα, περὶ τὴν περίστασιν, οὐ περὶ τοῦ ῥητοῦ τῆς ζητήσεως οὔσης, ὡμολόγηται γὰρ τὸ ῥητόν. προαγάγωμεν τοίνυν τῇ παραγραφῇ τὸν λόγον· ὅτι μὲν οὖν περὶ μόνον τὸ ῥητὸν οὐκ ἔχει τὴν ζήτησιν, καταφανές· θετικὴ γὰρ ἀνεφαίνετο. ἀλλ’ οὐδὲ περὶ γυμνὴν τὴν περίςτασιν· λογικῆς γὰρ τοῦτο γένεσις στάσεως. πᾶσα δὲ παραγραφὴ ἔγγραφος· λείπεται ἄρα καὶ κατὰ τὸ ῥητὸν καὶ τὴν περίστασιν γίνεσθαι ἐν αὐτῇ τὴν ἀμφισβήτησιν· ὅπου δὲ ταῦτα, νομικὴ ἡ στάσις, ὥστε καὶ ἡ παραγραφή. ἀλλ’ εἰ ταῦτα, πῶς φησιν ὁ τεχνικὸς, ὅτι ἔσθ’ ὅτε ὁριστικῶς τέμνεται καὶ στοχαστικῶς; ἐροῦμεν, ὅτι καθὸ μὲν ἀπὸ ῥητοῦ ἔχει πᾶσα παραγραφὴ τὴν ἀρχὴν, ἀπὸ νόμου πάντως λαμβάνεται καὶ νομικῇ ὑποπίπτει στάσει. καὶ κατὰ τοῦτο ὑγιὴς ὁ Ἑρμογένους κανὼν, ὅτι ἡ ἔγγραφος κατὰ μίαν τῶν νομικῶν ἐξετάζεται· καθὸ δὲ πλατυνομένη ἐν τῇ κατὰ ῥητὸν καὶ διάνοιαν τῆς ἐξετάσεως στάσει ὁριστικῶς ἐργάζεται, λέγεται κατὰ ὅρον ἐξετάζεσθαι, τουτέστι τοῦ ῥητοῦ καὶ τῆς διανοίας ὁρικῶς πλατυνομένου. ἴδωμεν καὶ ἐπὶ ὑποδειγμάτων τὰ λεγόμενα, νόμος τὸν ἁλόντα προαγωγείας ἄτιμον εἶναι· ἁλούς τις προαγωγείας εἰσῆλθεν εἰς τὸ ἱερὸν καὶ κρίνεται ἀσεβείας· καὶ πάλιν· δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι, γραψάμενος δημοσίων ἀδικημάτων Μειδίαν Δημοσθένης καὶ ἑλὼν κρίνει αὐτὸν καὶ ὕβρεως· ἐν τούτοις γὰρ ἀμφοτέροις τοῖς προβλήμασι χρωμένων τῶν παραγραφομένων τῷ ῥητῷ, ἐξετάζουσι τὴν διάνοιαν οἱ διώκοντες ὁριστικῶς· οἷον εἰ ἡ προαγωγεία ἀσέβεια, καὶ εἰ τὸ δὶς, νῦν τε καὶ πρότερον, ἢ δύο φησί.
4.780 καὶ εἰ ταὐτὸν ὕβρις καὶ δημόσιον· οὐκ ἄτοπον γὰρ καὶ δυσὶ χρῆσθαι κατὰ ταὐτὸν παραγραφικοῖς, ὡς καὶ ὁ τεχνίτης· τίνος δὲ χάριν ἐν παραγραφῇ ἐκβάλλοντες τὴν εὐθυδικίαν μεμνήμεθα πάλιν αὐτῆς; φαμὲν οὖν, ὡς ἐν μὲν τοῖς πλάσμασι δύο ζητήσεις δεῖ ποιεῖσθαι· μίαν μὲν τὴν περὶ αὐτῆς παραγραφῆς, ἑτέραν δὲ τὴν περὶ τῆς εὐθυδικίας· ἐν δὲ τοῖς ἀληθινοῖς ἀγῶσι τότε δεῖ μεμνῆσθαι καὶ ἀγωνίζεσθαι τὴν εὐθυδικίαν μετὰ τὴν παραγραφὴν, ὅταν μὴ οἷόν τε ἄνευ τῆς εὐθυδικίας κατασκευάσαι τὴν παραγραφήν· ὡς καὶ Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ· κελεύει γὰρ ὁ νόμος, φησὶ, τοὺς ἄφεσιν καὶ ἀπαλλαγὴν δεδωκότας μὴ δικάζεσθαι, οὐ γὰρ οἷόν τε ἐγένετο κατασκευάσαι τὴν παραγραφὴν, εἰ μὴ ἔδειξε διὰ μαρτύρων, ὅτι ἔδειξεν ἄφεσιν καὶ ἀπαλλαγήν. δεῖ δὲ εἰδέναι, ὅτι ἡ ἔγγραφος αὕτη ἴδια κεφάλαια οὐκ ἔχει· ὁ δὲ Μητροφάνης φησὶν, ὅτι ἔχει τό τε κατ’ ἐπαγγελίαν καὶ τὸ ἐκ τοῦ ἀποβησομένου· τοῦ μὲν φεύγοντος μὴ προσδεχομένου κατὰ παραγραφὴν μεγάλα ἐπαγγελλομένου δεικνύειν ἀδικοῦντα τὸν ἀντίδικον. τοῦ δὲ κατηγόρου μὴ ἂν ἐπὶ τὴν παραγραφὴν ἐλθεῖν λέγοντος, εἰ τοῖς δικαίοις ἐθάῤῥει. ἀλλά φαμεν, ὡς οὐκ ἔστι παραγραφῆς ἴδια κεφάλαια ταῦτα, ἀλλ’ ἐπιχειρήματα μόνα. Τὸ δὲ μετὰ τὴν παραγραφὴν καθ’ ἑτέραν τινὰ διαιρεθήσεται τῶν λογικῶν στάσεων· οἷον τὸν ἀντιλέγοντα νόμῳ εἴσω τριάκοντα ἡμερῶν δέον ἀντιλέγειν πρὶν οὐ κυρωθῆναι· μετὰ ταῦτα δὲ μὴ ἐξέστω· πρεσβεύοντος τοῦ πένητος, ὁ πλούσιος ἐχθρὸς ὢν ἐσήνεγκεν νόμον, τὸν εἴσω πέντε ταλάντων οὐσίαν κεκτημένον μὴ πολιτεύεσθαι μηδὲ λέγειν· ἐπανῆκε μετὰ τὰς τριάκοντα ἡμέρας ὁ πένης, καὶ ἀντιλέγειν βούλεται τῷ νόμῳ· ἡ προτέρα ζήτησις κατὰ ῥητὸν καὶ διάνοιαν γίνεται· πότε καὶ τίσιν εἴσω τριάκοντα ἡμερῶν προστάττει ἀντιλέγειν ὁ νόμος· καὶ ὅτι οὐ τοῖς πρεσβεύουσιν οὐ τοῖς ἀποῦσι· καὶ ὅσα ἄλλα, ἡ δευτέρα δὲ κατὰ τὴν πραγματικὴν, εἰ νόμιμον τὸ εἰσενεχθὲν γράμμα, εἰ δίκαιον, καὶ τὰ ἑξῆς.
4.781.(1n) Συριανο ῦ. Δύο ἀεὶ ζητήματά ἐστι περὶ τὴν ἔγγραφον μετάληψιν· τὸ μὲν κατ’ ἐκβολὴν τοῦ ἀγῶνος, τὸ δὲ κατ’ εὐθυδικίαν, ἐν ᾧ τοῦ πράγματος ἡ ζήτησις. πρῶτον οὖν καλεῖ τὸ τῆς ἐκβολῆς, ὃ δὴ καὶ κυρίως παραγραφή· αὕτη δὲ, φησὶ, κατὰ μίαν τῶν νομικῶν ἐξετασθήσεται· ἐπειδὴ γὰρ ἐν αὐτῇ ἐστιν ἡ τῶν ἐμπιπτόντων ῥητῶν ἐξέτασις, ἀναγκαίως κατὰ μίαν τῶν νομικῶν στάσεων διαιρεῖται· τὸ δὲ ἕτερον, ὃ καὶ ἐπαγόμενόν ἐστιν ἤτοι ἡ εὐθυδικία, καθ’ ἑτέραν δή τινα τῶν λογικῶν, ὡς ἡ ὑπὲρ Φορμίωνος παραγραφὴ τὸ μὲν πρῶτον νομικὸν ἔχει ζήτημα, τὸ δὲ δεύτερον στοχαστικόν· πότερον εἶχεν ἐν θήκῃ τὰ εἴκοσι τάλαντα ὁ Πασίων ἢ οὔ· ἡ δὲ πρὸς Πανταίνετον· τὸ μὲν πρῶτον νομικὸν, τὸ δὲ δεύτερον μεταστατικόν· τοῦ Μνησιβούλου ἐπὶ Εὔεργον ἀνάγοντος τὰ γεγενημένα. ὥσπερ ἐν πάσῃ παραγραφῇ τὸ μὲν πρῶτον περὶ αὐτοῦ ἐστι ζήτημα τοῦ εἰσαχθῆναι τὸν ἀγῶνα, τὸ δὲ δεύτερον περὶ τῆς εὐθυδικίας τοῦ προκειμένου πράγματος· πλὴν μόνης τῆς κατὰ Τιμάρχου παραγραφῆς, ἐκείνη γὰρ μόνη τὴν εὐθυδικίαν οὐκ ἔχει. Μαρκελλίνο υ. Λογικαὶ μέν εἰσιν, ἐν αἷς περὶ πράγματος ἡ ζήτησις, καὶ πάντα ἃ περὶ ἀγράφων ἐξετάζεται· ἐνταῦθα δὲ, φησὶν, ἡ προτέρα ζήτησις κατὰ ῥητὸν καὶ διάνοιαν· χρήσεται γὰρ ὁ μὲν πλούσιος τῷ ῥητῷ, ὁ δὲ πένης τῇ διανοίᾳ λέγων· ὅτι ἄχρι τριάκοντα ἡμερῶν εἶπεν κατηγορεῖν τοὺς ἐπιδημοῦντας, οὐ τοὺς ἀποδημοῦντας, καὶ μάλιστα δημοσίας ἕνεκα χρείας, ὥσπερ κἀγὼ τῆς πρεσβείας χάριν ἀπὼν οὐκ ἐδυνάμην ἐντὸς τῆς προθεσμίας κατηγορεῖν, ἡ δευτέρα δὲ κατὰ πραγματικὴν, εἰ νόμιμον εἰσιέναι· ταῦτα γὰρ πραγματικῆς ἴδια ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, καὶ καθόλου ἔνθα ἂν ἔχωμεν νόμον, ἀλλὰ καὶ ψήφισμα· μικρὸν γάρ τι διαφέρει νόμος ψηφίσματος.
4.782 Ἐμπέπτωκε δὲ ἐνταῦθα καὶ δεύτερόν τι ὡς παραγραφικόν· οἷον οὐκ ἔχων τὰ πέντε τάλαντα οὐ δύνασαι λέγειν· δῆλον δὲ, ὡς καὶ πρὸς τοῦτο ἀπαντήσεται τῇ φύσει τοῦ πράγματος· ἔτι γὰρ τῆς ζητήσεως οὔσης περὶ τοῦ εἰ χρὴ δοκιμασθῆναι αὐτὸν, οὐχ οἷόν τε ἤδη ὡς κυρίῳ χρῆσθαι. Μαρκελλίνο υ. Πιθανότητος ἔχεται τὸ λεγόμενον, οὐ γὰρ δὴ ἰσχυρὸν οὐδὲ ἀγωνιστικὸν τὸ παραγραφικόν· ἐκ τῆς προβολῆς δὲ παραγράφεται λέγων, ὅτι οὐκ ἔξεστί σοι πολιτεύεσθαι μὴ ἔχοντι τὰ πέντε τάλαντα· διὰ τοῦτο δὲ οὐκ ἀγωνιστικὸν τοῦτο, ἐπειδὴ ἀνόητον τὸ τοῖς ἀμφιβόλοις ῥητοῖς ὡς κυρίοις κεχρῆσθαι· ἀλλ’ ὀλίγον πως πιθανὸν, ὡς ἐπὶ τοῦ Λεπτίνου νόμου· ἐκεῖ γὰρ δοκεῖ πως τῇ προθεσμίᾳ κεκυρῶσθαι, εἰ καὶ ἀμφίβολόν ἐστιν ὁ νόμος· χρήσεται μὲν οὖν τῷ προειρημένῳ παραγραφικῷ ὁ φεύγων ἐνταῦθα, οὐ μὴν ἐνδιατρίψει· οὐ γὰρ ἰσχὺν ἱκανὴν, ὅπερ εἶπον, ἔχει, πιθανὸν δέ πως ὀλίγον ἐστίν· πάνυ δὲ ἀκριβῶς καὶ ὁ τεχνικὸς, ἐπειδὴ ὥσπερ ἐν μεταλήψει ἀπὸ τῶν περιστατικῶν ὁ διώκων τὴν ἀντίθεσιν ποιεῖται, ὡς παραγραφικὸν αὐτὸ εἶπεν· ἐπειδὴ χρόνῳ μόνον ἐκυρώθη ὁ νόμος, οὐ κρίσει δικαστῶν· εἰ γὰρ ἦν κρίσει κεκυρωμένος, παραγραφὴ ἐγίνετο δι’ αὐτοῦ τελεία καὶ οὐ παραγραφικόν· ἔστι δὲ τὸ παραγραφικὸν τοῦτο τοιοῦτον· οὐκ ἔχων, φησὶ, τὰ πέντε τάλαντα οὐ δύνασαι λέγειν.
4.783 ὁ γὰρ νόμος κωλύει σε λέγειν ἐνδεῶς ἔχοντα τῶν πέντε ταλάντων· ὁ δὲ λύσει ταῦτα τὸν χρόνον μεταλαβὼν, ὅτι ἔτι ἀμφιβόλου ὄντος, εἰ χρὴ κύριον εἶναι τὸν νόμον, πῶς δυνατὸν ὡς κυρίῳ χρῆσθαι· κατὰ φύσιν δὲ τοῦ πράγματος τὴν τοιαύτην εἶπεν γενέσθαι λύσιν, δι’ ὧν φησίν· δῆλον δὲ ὡς καὶ πρὸς τοῦτο ἀπαντήσεται τῇ φύσει τοῦ πράγματος, ὅτι οὐκ ἐξ ἐπιχειρημάτων οὐδὲ κατασκευῆς περιττῆς, ἀλλ’ ἐξ αὐτῶν τῶν ὑποκειμένων εἴληπται· Ἡ δ’ αὖ ἄγραφος διαιρεῖται προβολῇ, παραγραφικῷ, τῷ ἀπὸ τοῦ ῥητοῦ, μεταλήψει, συλλογισμῷ, ὅρῳ, ἀντιθέσει, ἑτέρᾳ μεταλήψει, ἀντιλήψει, θέσει, ποιότητι, καὶ γνώμῃ· οἷον ἀριστεύσας τις ᾔτησε πολίτου φόνον, καὶ ἔλαβεν. εὕρηται προαπεκτονὼς αὐτὸν καὶ φεύγει φόνου· ἡ προβολὴ, ἀνδροφόνος εἶ· τὸ παραγραφικὸν, οὐ δώσω λόγον ὑπὲρ τοῦ παραδοθέντος μοι πρὸς ἀναίρεσιν ὑπὸ τοῦ δήμου. Συριανο ῦ. Ἡ μετάληψις διαιρεῖται κεφαλαίοις τοῖς αὐτοῖς, οἷςπερ ὁ ὅρος καὶ ἡ ἀντίληψις, πλὴν σφόδρα ὀλίγων· ὥσπερ γὰρ αἱ ἀντιθετικαὶ τοῖς αὐτοῖς διαιροῦνται σχεδὸν πλὴν τάξεως καὶ τοῦ οἰκείου κεφαλαίου, οὕτω καὶ αὗται· κεφάλαια δ’ οὖν μεταλήψεώς ἐστι τάδε, προβολὴ τοῦ κατηγόρου, παραγραφικὸν τοῦ φεύγοντος, ἀντιληπτικῶς εἰσαγόμενόν τε καὶ πλατυνόμενον, μετάληψις τοῦ κατηγόρου, συλλογισμὸς τοῦ φεύγοντος, ὅρος τοῦ κατηγόρου, γνώμη νομοθέτου, πηλικότης πρός τι, κοινά· τὴν δὲ πηλικότητα καὶ τὸ πρός τι ποτὲ μὲν ἐξετάσουσιν ὡς δεῖ, ποτὲ δὲ καὶ παραλείψουσιν ὡς παρέλκοντα διὰ τὸ σφόδρα τοῦ πράγματος ὡμολογημένον· ἔτι διαιρεῖται καὶ τοῖσδε, ἀντιθέσει, ἀντεγκληματικῇ, ἀεὶ ἐν μεταλήψει ἐμπιπτούσῃ, λύσει μεταληπτικῇ· ζητοῦσι δὲ, τί διαφέρει ἀντέγκλημα μεταλήψεως, εἴγε ἐν ἀμφοτέραις κατέγνωσται τὸ πρόσωπον· ἐροῦμεν οὖν, ὅτι ἐν μὲν ἀντεγκλήματι ἀδίκημά ἐστι τὸ ὑπὸ τοῦ φεύγοντος πραχθέν· ἐν δὲ μεταλήψει αὐτὸ μὲν τὸ γεγονὸς οὐκ ἔστιν ἀδίκημα· διὰ δέ τι τῶν περιστατικῶν ὡς ἀδίκημα εὐθύνεται.
4.784 Σωπάτρο υ. Περὶ τῆς τάξεως τούτων ἤδη κἀν ταῖς ἄλλαις εἴρηται στάσεσιν, ἐπὶ δὲ τοῦ παραδείγματος τοῦ τεχνικοῦ τὴν δύναμιν ἑκάστου κεφαλαίου σκοπήσομεν· ἡ προβολὴ τοίνυν, ἀνδροφόνος εἶ· μέγα δὲ καὶ παρὰ τοὺς νόμους τὸ γεγονός· ἰστέον γὰρ, ὡς ἐν μὲν ταῖς ἄλλαις στάσεσιν αἱ προβολαὶ μετρίαν καὶ ἠρεμαίαν ποιοῦνται τὴν αὔξησιν, ἐνταῦθα δὲ τούτων ἐκλειπόντων τῶν κεφαλαίων ἡ προβολὴ μετὰ τῆς δεούσης αὐξήσεως τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους καταδέξεται τὴν ἐργασίαν, τουτέστιν ἀπὸ τῶν περιστατικῶν ἢ καὶ πάντων ἢ καὶ τῶν ἐμπιπτόντων· τὸ παραγραφικὸν, οὐ δώσω λόγον· τοῦτο τοῦ φεύγοντός ἐστιν· τοῦτο δὲ ἐνταῦθα μὲν ἀντιληπτικόν ἐστι· δύναται δὲ καὶ ὁρικῶς καὶ ἀντεγκληματικῶς καὶ μεταστατικῶς σχηματισθῆναι· ὁρικῶς μὲν οὕτως· ἐφ’ ἑτέροις ἰσχύουσιν αἱ γραφαί· ἐπὶ γὰρ τῶν ὑπὸ τοῦ δήμου παραδοθέντων οὐδέ πω καὶ τήμερον ἐγράψατό τινά τις· στοχαστικῶς δὲ ὡς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου τὴν ὁρικὴν ἀντίθεσιν στοχαστικῶς εἰσαγαγὼν λέγει· ὡς εἴπερ ἀληθῶς ἐπεπόνθεις ταῦτα, δίκας ἰδίας οὐ προσήκει λαχεῖν· τὸ γὰρ ὡσεὶ στοχαστικόν· ἀντεγκληματικῶς δὲ, ἀξίου ὄντος ταῦτα παθεῖν τοῦ ὑπὸ τοῦ δήμου παραδοθέντος μοι κόμπον ἄλλως ὀδόντων ἥγημαι τὴν παροῦσαν γραφήν· ἀντιστατικῶς δὲ, ὑπὸ τοῦ δήμου τὴν εἰς ἀριστεῖον τοῦ κατηγόρου ἀναίρεσιν λαβὼν καὶ ὑπὲρ εὐκλείας ἐμῆς τε καὶ αὐτοῦ, τοῦτον ἀπεκτονὼς παρέλκον τι ἐργαζόμενον, τὸν ὑπὲρ τούτου γραφόμενόν με, οὐ δίκαιον ἀναιδευόμενον ἐᾷν· μεταστατικῶς δὲ, ὁ νόμος αἴτιος τῆς σφαγῆς, ὡς ἀριστεῖ τὰ καταθύμια δωρεῖσθαι κελεύων, παράνομον ἀποφαίνει ποιούμενον τὸν συκοφάντην τὴν παροῦσαν γραφήν.
4.785 Ἰστέον δὲ, ὡς τὸ παραγραφικὸν τούτῳ διαφέρει τῆς παραγραφῆς, ὅτι ἐκεῖ μὲν ἀπὸ ῥητοῦ ἐστιν ἡ ζήτησις καὶ περὶ αὐτὸ τὸ ῥητὸν, ἐνταῦθα δὲ εἰ καὶ ἀπὸ ῥητοῦ, ἀλλ’ οὐχὶ καὶ περὶ ῥητοῦ ἐστιν ἡ ζήτησις· οὐ γάρ τι καὶ περὶ τοῦ ῥητοῦ ὁ διώκων εὐθὺς ζητεῖ, ἀλλὰ τὸ ῥητὸν κατὰ χώραν ἐῶν ἀνεξέταστον ἀπό τινος τῶν περιστατικῶν τὴν ἀντίθεσιν ποιεῖται· ἔνθεν οὐδὲ παραγραφὴ ἀλλὰ παραγραφικὸν ὠνόμασται· ἀμέλει γοῦν καὶ ἡ τάξις ἐνήλλακται τῆς χρήσεως τῶν περιστατικῶν· ἐν μὲν γὰρ παραγραφῇ ὁ φεύγων χρῆται τοῖς περιστατικοῖς εἰς τὴν τοῦ ῥητοῦ ἐργασίαν, ἐν δὲ μεταλήψει ὁ διώκων οὐχὶ εἰς τὴν τοῦ ῥητοῦ συνηγορίαν· οὐ δεῖται γὰρ τοῦτο κατασκευῆς ὁμολογούμενον καὶ ἀναμφίλεκτον ὂν, ἀλλ’ εἰς τὴν τοῦ πεπραγμένου διαβολήν· τῆς μὲν οὖν παραγραφῆς τούτῳ διαφέρει, τοῦ δὲ ἐν στοχασμῷ παραγραφικοῦ, ὅτι εἰ καὶ πρὸς διαβολὴν καὶ αὐτὸ τοῦ ἀγῶνος λαμβάνεται, ἀλλ’ οὐκ ἀπὸ τῶν περιστατικῶν ὥσπερ ἐκεῖνο· ἀπὸ δὲ τοῦ ῥητοῦ εἰσάγεται· διὸ καὶ πρῶτον ἐπὶ τῇ προβολῇ τάττεται, κατὰ φύσιν γὰρ τοῖς κατηγορουμένοις ἐστὶ μέμφεσθαι τὸν ἀγῶνα καὶ διαβάλλειν.
4.786 Μαρκελλίνο υ. Τὰ μὲν κεφάλαια τοιαῦτα, σαφηνείας δὲ ἕνεκα διὰ τοῦ παραδείγματος ἕκαστον τούτων παρίστησι, σαφὴς δὲ ἡμῖν ἐκ τῶν πρόσθεν γέγονεν ἡ προβολή· ὅθεν ὡς πρὸς εἰδότας ὁ λόγος. Ἀνδροφόνος ε ἶ· ἐπέδειξε μόνον ἡμῖν τοῦ κεφαλαίου τὴν δύναμιν, οὐχ ὡρίσατο δὲ, τί ἐστι προβολὴ, προεῖπεν γὰρ ἐπὶ τοῖς ἔμπροσθεν· λέγουσι δὲ ἴδιον εἶναι τῆς ἐν τῇ ἀγράφῳ μεταλήψει προβολῆς τὸ τελείαν ἐν αὐτῇ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ὅ ἐστι τῶν πεπραγμένων τὴν ἐξέτασιν ποιεῖσθαι· ἐν μὲν γὰρ ταῖς ἄλλαις στάσεσιν, ἔνθα ἂν εὑρίσκηται τοῦτο τὸ κεφάλαιον, μερικῶς ἐν αὐτῷ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐξετάσομεν, καὶ μόνον ἐφαψάμενοι τῶν πεπραγμένων παρελευσόμεθα, τοῖς οἰκείοις καιροῖς τὴν ἐντελῆ κατασκευὴν φυλάττοντες· ἐν δὲ τῇ μεταλήψει οὐκ ἔτι ὁμοίως μεθοδεύσομεν, ἀλλὰ ἐν αὐτῇ τῇ προβολῇ τελείως τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐργασόμεθα· τὸ δὲ αἴτιον τοῦ εἰρημένου, ὅτι ἐν ἐκείναις μὲν ταῖς στάσεσιν ἕτερα κεφάλαια αὐξητικὰ τοῦ πράγματος ἐμπίπτει, οἷς ἀναγκαίως τὰς ἐργασίας φυλάττοντες ἐν τῇ προβολῇ μετρίως χρησόμεθα· οἷον ἥ τε πηλικότης καὶ τὸ πρός τι· ἐνταῦθα δὲ προσήκει ἀπὸ τῶν περιστατικῶν τὰ πεπραγμένα ἐν αὐτῇ τῇ προβολῇ διεξιέναι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κατατρέχοντας, καὶ τελείᾳ τῇ ἐργασίᾳ χρωμένους· ὡς ἐπὶ τοῦ προκειμένου παραδείγματος· πρῶτον μὲν τὸ πρᾶγμα ἐρεῖ ὁ κατήγορος τὸ πραχθὲν, ὅτι μέγα· καὶ ὑπὸ τίνος, ὅτι παρὰ τοῦ πλουσίου δι’ ὕβριν καὶ περιουσίαν ἀδικοῦντος καὶ καταφρονοῦντος· εἶτα ἀπὸ τῶν περιστατικῶν, ἀπὸ τοῦ προσώπου· ὅτι τῶν πολιτῶν εἷς ὁ ἀνῃρημένος, ὅτι οὐδὲν ἠδικηκὼς, οὐκ ἐν δικαστηρίῳ ἁλούς· καὶ ἀπὸ τόπου, ἐν ᾧ πέπρακται, ὅτι ἐν τῇ ἡμετέρᾳ πόλει, ἣ πασῶν εἰ τύχοι φιλανθρωπίᾳ καὶ δικαιοσύνῃ ὑπερέχειν δοκεῖ· ἔστι δὲ εἰπεῖν καὶ ἀπὸ χρόνου ἤτοι καιροῦ, ὅτι ἐν εἰρήνῃ οὐκ ἐν πολέμῳ, ὅτε πᾶσιν ἡσυχάζειν ἐξῆν καὶ τῶν οἰκείων ἀπολαύειν, ἤδη τῶν πολεμίων ἡττωμένων· καὶ ἀπὸ αἰτίας· ὅτι δι’ ἔχθραν ἀνῄρηται, οὐ δι’ ἀδικίαν οὐδεμίαν· τὸ γὰρ ὅτι πρὸ τῆς τοῦ δήμου δωρεᾶς καὶ συγχωρήσεως ἀνῄρηται, ἐν τῷ οἰκείῳ τόπῳ φυλάξομεν, λέγω δὴ ἐν τῷ μεταληπτικῷ καὶ ὁμωνύμῳ τῆς στάσεως κεφαλαίῳ· διὰ τούτων δὲ, ὅπερ εἶπον, κατασκευάσας τὴν προβολὴν ἐπάξεις ἐκεῖνο τὸ, ὅτι ἀνδροφόνος εἶ καὶ τιμωρίαν ὑποσχεῖν δίκαιος· εἰκότως δὲ καὶ καταφρονητικὸς ὁ λόγος καὶ δριμὺς ἂν εἴη· καὶ γὰρ κἂν εἰ λαμπρὸς ᾖ ὑπὸ τῆς ἀριστείας ὁ κρινόμενος, ἀλλ’ ὅμως τῇ ποιότητι τοῦ πεπραγμένου διαβέβληται.
4.787 Τὸ παραγραφικὸ ν , οὐ δώσω λόγο ν. Ἀπαντήσει δὲ πρὸς τὴν προβολὴν ὁ φεύγων τῷ παραγραφικῷ τῷ ἀπὸ τοῦ ῥητοῦ· ἐστὶ δὲ τοῦτο, ὅτι ὑπὸ τοῦ δήμου παραδέδοτο καὶ οὐ χρὴ λόγον ὑπὲρ τοῦ παραδοθέντος οὐδὲ δίκας δοῦναι· δῆλον δὲ, ὡς οὐκ ἐκτὸς ἐργασίας τὸ τοιοῦτον προβάλλεται, ἀλλὰ καὶ ταῖς ὀφειλομέναις κατασκευαῖς ὑπ’ αὐτοῦ χρώμενος· οὕτω γὰρ ἰσχυρότερον ἔσται· οἷον ὅτι χρὴ κύρια εἶναι τὰ ὑπὸ τοῦ δήμου τοῖς ἀριστεῦσιν εἰς ἀμοιβὴν τῆς ἀρετῆς δεδομένα, καὶ μὴ κρίνεσθαι τοὺς τυχόντας ὑπὲρ ὧν ἔλαβον· ἐκ γὰρ τοῦ καθολικοῦ καὶ τὸ μερικὸν κατασκευάσομεν· ὅτι οὐδὲ ἡμᾶς δίκαιον νῦν διδόναι λόγον ὑπὲρ ὧν εἰλήφαμεν· εἶθ’ ὅτι καὶ συνοίσει τῇ πόλει βεβαίας εἶναι τὰς διδομένας ἀμοιβάς· πλείους γὰρ εὖ ποιεῖν ἐθελήσουσιν· καὶ τοὐναντίον ὅτι οὐδεὶς ἔτι κινδυνεύειν ὑπὲρ τῆς πόλεως θελήσει τοὺς πρότερον εὖ ποιήσαντας, ἐὰν μὴ τιμηθέντας ἴδῃ· ἀπὸ τοῦ ῥητοῦ δὲ τὸ παραγραφικὸν τοῦτο ἐκάλεσεν, ὅτι τὸ ῥητὸν αὐτὸ προβαλλόμενοι δι’ αὐτοῦ τὴν κρίσιν αἰτιώμεθα, ὥσπερ ἐν τῷ παρόντι παραδείγματι· προβαλλόμενος γὰρ τὸ τοῦ δήμου ψήφισμα ὁ φεύγων καὶ τὴν δοθεῖσαν ἐξουσίαν, διὰ τούτων τὴν κρίσιν αἰτιᾶται· τοῦτο δέ τινες ἀγνοήσαντες, πῶς ἂν παραγραφικὸν ἀπὸ ῥητοῦ γένοιτο, τοῦτο γὰρ διαφέρει, φησὶν, ἡ παραγραφὴ τοῦ παραγραφικοῦ, ὅτι ἐκείνη μὲν ἀπὸ ῥητοῦ γίνεται, τοῦτο δὲ οὐκ ἔτι ἀπὸ ῥητοῦ, ἐθαύμασαν τὸ εἰρημένον· ἐροῦμεν δὲ πρὸς αὐτοὺς, ὅτι εἰ μὲν τὴν εὐθυδικίαν τὸ ῥητὸν ἐξέβαλλεν ἢ κρίνεσθαι ἐπὶ τοῖσδε ἔλεγον, παραγραφὴ ἂν ἦν· τοῦτο γὰρ παραγραφῆς ἴδιον τὸ διὰ τοῦ ῥητοῦ τὴν εὐθυδικίαν ἐκβάλλειν· νῦν δὲ τοῦτο μὲν οὐ ποιεῖ, ἐξουσίαν δὲ μόνου τοῦ πεπραγμένου κατασκευάζει· διὸ εἰκότως παραγραφικὸν ἂν εἴη τὴν ἰσχὺν ἔχον ἀπὸ τοῦ ῥητοῦ μεμφόμενον τὴν κρίσιν οὐ τελείως ἐκβάλλον καθάπερ ἡ παραγραφή.
4.789.(1n) Ἡ μετάληψις· οὐκ ἦν ὅτε ἀνῃρεῖτο οὔπω παραδεδομένος· τὸ γὰρ κατὰ τὸν χρόνον μεταλαμβάνει δηλαδὴ καὶ τὸ μὲν πρᾶγμα συγχωρεῖ, τὸ δὲ περὶ τὸ πρᾶγμα κρίνει· ἐν ᾧ ὅτι οὐδ’ ἂν ἔδωκεν ὁ δῆμος, εἰ παρῆν καὶ ἀντέλεγεν. Συριανο ῦ. Δευτέρα εἰκότως ἡ μετάληψις τοῦ διώκοντος τέτακται. ἀναγκαίως γὰρ τοῦ φεύγοντος διαβολῇ ἰσχυρᾷ χρησαμένου τῇ ἀπὸ ῥητοῦ, ἀναγκαῖον ἦν προσθεῖναι αἰτίαν, δι’ ἣν ἡ κατηγορία αὐτῷ οὐ παραβεβασμένη γίνεται· τοῦ φεύγοντος τοίνυν προβαλλομένου τὸ ἀπὸ ῥητοῦ παραγραφικὸν, τῇ τοιαύτῃ μεταλήψει ὁ κατήγορος χρήσεται, ὅπερ ἐστὶ συμπλεκτικώτατον κεφάλαιον καὶ ὁμωνύμως καλούμενον τῇ στάσει. ἐν τούτῳ δὲ τῷ παραδείγματι καὶ πλείω χώραν ἔχει. προσθήσει γὰρ καὶ ταῦτα, ὡς εἰ παρῆν ἀντέλεγεν ἂν καὶ οὐκ ἂν ἔδωκεν ὁ δῆμος. τοῦτο δὲ τὸ κεφάλαιον ἴδιον μὲν τῆς στάσεως οὐκ ἔστιν, ἐπιχείρημα δὲ τοῦ κεφαλαίου. σφόδρα δὲ δεινή τις ἡ τοιαύτη μέθοδος. ἐπειδὴ γὰρ συμφέρει μὲν τῷ κατηγόρῳ διαβάλλειν τὴν τοῦ δήμου διάγνωσιν, καθάπτεσθαι δὲ παντὸς τοῦ δήμου φορτικὸν, ἐπὶ τὸν φεύγοντα μεταστήσει τὴν αἰτίαν λέγων, διὰ τοῦτο τὸν δῆμον ἠπατῆσθαι, ὅτι ὁ ἀντερῶν πρὸς τὴν αἴτησιν οὐ παρῆν, ἐκείνου πρὸ τῆς αἰτήσεως ἀνῃρημένου. Ἰστέον δὲ, ὡς οὐ πάσης μεταλήψεως ἡ αὐτὴ δύναμίς ἐστιν, ἀλλ’ ὅτ’ ἂν ἢ ἀπὸ τόπου, ἢ χρόνου λαμβάνηται, ὡς ἐπὶ τοῦ παρόντος τοῦ τεχνικοῦ πλάσματος, μεγάλην ἔχει τὴν ῥοπήν. ἐρεῖ γὰρ ὁ κατήγορος μεταλαμβάνων τὸν τόπον καὶ δυσωπῶν τοὺς δικαστὰς ὀνόματι τῶν ὑβρισθέντων θεῶν· ὡσαύτως καὶ ἀπὸ τοῦ χρόνου· ἐρεῖ γὰρ ὅτι συνῄδει τινὰ ἄτοπα, ἃ ἔκπυστα τῷ δήμῳ γενόμενα εἰς μέγα τοῦτο περιέστη κακόν· διὰ τοῦτο φθάνει τῷ φόνῳ τὴν τοῦ δήμου κατάγνωσιν.
4.790 ὅτε δὲ ἀφ’ ἑτέρου ἄτονος καὶ ἀσθενεστέρα, ὡς ἐπὶ τοῦ ἐμπρήσαντος τὸν μοιχὸν σὺν τῷ οἰκήματι καὶ κρινομένου παρανόμου τιμωρίας. διαβεβλημένου γὰρ ἅπαξ τοῦ προσώπου καὶ ὀλίγον διαφέρειν δοκοῦντος τὸ ξίφει ἢ πυρὶ φονεῦσαν, εἰκότως ἥττω τὴν ἰσχὺν ἔχει ἡ μετάληψις, τὸν τρόπον αἰτιωμένου μόνον, ὅτι οὐ πυρὶ σιδήρῳ δὲ ἐχρῆν ἀποκτεῖναι. Μαρκελλίνο υ. Ἡ μετάληψις ἐνταῦθα ἀπὸ χρόνου· συγχωροῦντες γὰρ τὸ πεπραγμένον, τὸν χρόνον αἰτιώμεθα τῆς ἀναιρέσεως, οὐχ ὅτι ἀνεῖλε κατηγοροῦντες· ἀλλ’ ὅτι προανεῖλε τῆς τοῦ δήμου δωρεᾶς καταμεμφόμενοι· ἰστέον δὲ, ὡς ὁ κατήγορος, καθὰ προειρήκαμεν ἐν τῇ προβολῇ τῆς στάσεως, ταύτην τὴν τελείαν ποιήσεται αὔξησιν ἀπὸ πάντων τῶν περιστατικῶν, φυλαττόντων μόνον ἕν τι τούτων ἀνεξέταστον, ὃ τὴν μετάληψιν αὐτῷ ἐκτελέσει πρὸς τὴν τοῦ παραγραφικοῦ λύσιν. τοῦ γὰρ φεύγοντος φάσκοντος, ὡς οὐ δεῖ με κρίνεσθαι ἐφ’ οἷς ὁ δῆμος τὴν ἐξουσίαν ἔδωκεν, ὁ κατήγορος προσηκόντως ἐρεῖ· καὶ μὴν πρὸ τῆς τοῦ δήμου χάριτος φθάσας ἀνῃρήκεις τὸν ἄνδρα. Ὁ συλλογισμὸς ὅτι οὐδὲν διαφέρει ἢ νῦν ἢ τότε. Σωπάτρο υ. Τοῦ διώκοντος μεταλήψει χρησαμένου ὁ φεύγων συλλογισμῷ χρήσεται λύων τὴν μετάληψιν καὶ ἴσον δεικνὺς τὸ γενόμενον τῷ μὴ γενομένῳ. μηδὲν γὰρ διαφέρειν εἴτε πρότερον, εἴτε ὕστερον ἀπέκτεινεν, καὶ ἢ πυρὶ ἢ σιδήρῳ· τοῦτο δὲ ἀπὸ τῆς κοινότητος κατασκευάσει· τὸ γὰρ τέλος φησὶν ἓν κεῖται εἴτε πρότερον εἴτε ὕστερον καὶ ἢ σιδήρῳ ἢ πυρί· θάνατος γὰρ ἐπ’ ἀμφοῖν τὸ τέλος, τοῦ τοίνυν συλλογισμοῦ πρὸς τὴν μετάληψιν γενομένου, ἀντιστρέφεται ἡ ἰσχὺς ἑκατέρων· ἔνθα μὲν γὰρ ἡ μετάληψις ἰσχύει, ἀσθενὴς ὁ συλλογισμὸς, ὡς ἐπὶ τοῦ ἐν ἱερῷ τὸν μοιχὸν ἀποκτείναντος· ἀσθενὲς γὰρ τὸ λέγειν, ὅτι οὐδὲν διαφέρει τὸ ἐν ἱερῷ φονεῦσαι ἢ ἐν βεβήλῳ.
4.791 καὶ γὰρ μισοῦσι τοὺς πονηροὺς οἱ θεοὶ, καὶ εἰκὸς αὐτοὺς χαίρειν τῶν ἀνοσίων τῷ φόνῳ· ἀπὸ γὰρ τοῦ εἰκότος μεθοδευθὲν, ἰσχυρότερον πεποίηκε τὸν συλλογισμόν. ἔνθα δὲ ἀσθενὴς ἡ μετάληψις, ὁ συλλογισμὸς τὴν ἑαυτοῦ δύναμιν ἐπιδείκνυται, ὡς ἐπὶ τοῦ ἐμπρήσαντος τὸν μοιχόν· ἀσθενοῦντος γὰρ τοῦ διώκοντος τῇ μεταλήψει δι’ ὧν φησιν ἄλλως οὐχ οὕτως ἐχρῆν ἀποκτεῖναι, ὁ φεύγων ἰσχύει τῷ συλλογισμῷ· οὐδὲν διαφέρει λέγων οὕτως ἢ οὕτως νῦν ἢ ὕστερον ἀποκτανθῆναι τὸν ἅπαξ θανάτου ἄξιον. Μαρκελλίνο υ. Ὁ τεχνικὸς ἀπὸ χρόνου μετάληψιν διελὼν, ἀπὸ χρόνου καὶ συλλογισμὸν λαμβάνει. τί, φησὶ, δεῖ χρόνον ἐξετάζειν, εἴγε ὁ δῆμος κατέγνω θανάτου. καὶ πάλιν, τί δεῖ τὸν τρόπον ἐξετάζειν, εἰ καὶ οὕτω κἀκείνως τελευτᾷν ἔδει· ὥσπερ δὲ τὴν μετάληψιν οὐκ ἀεὶ ταὐτὸν ἰσχύειν εἰρήκαμεν, ταὐτὸ καὶ ἐπὶ τοῦ συλλογισμοῦ λέγομεν. ἀντιπέπονθε γὰρ ἀλλήλων τὰ κεφάλαια ταῦτα, καὶ ὅπου μὲν μᾶλλον ἡ μετάληψις, ἧττον ὁ συλλογισμὸς ἰσχύει, ὅπου δὲ ἧττον ἡ μετάληψις, ἐκεῖ πλέον ὁ συλλογισμός. ὅρα γὰρ ἐπὶ τοῦ τὸν μοιχὸν καταλαβόντος καὶ ἐμπρήσαντος, ὡς ὀλίγη μὲν τῆς μεταλήψεως ἡ ἰσχὺς, τοῦ δὲ συλλογισμοῦ τοὐναντίον μεγίστη. ἐρεῖ γὰρ ὁ φεύγων μηδὲν διαφέρειν, εἴτε ξίφει ἀνεῖλον τὸν μοιχὸν εἴτε πυρί. ἐπὶ δὲ τοῦ ἀνελόντος ἐν τῷ ἱερῷ τὸν μοιχὸν, πλέον μὲν ἡ μετάληψις ἰσχύει, ὀλίγον δὲ ὁ συλλογισμός. ἔστι γὰρ ἡ μετάληψις, ὅτι οὐκ ἐχρῆν ἐν ἱερῷ, τοῦτο γὰρ καταφρονῆσαί ἐστι θεῶν, ὅπερ ἐστὶν ἰσχυρόν.
4.792 ἀσθενὲς δὲ τὸ λέγειν, ὅτι οὐδὲν διαφέρει τὸ ἐν ἱερῷ φονεῦσαι τοῦ ἐν βεβήλῳ, ὅπερ ἐστὶ τοῦ συλλογισμοῦ. ἔνθα οὖν ἀσθενὲς ὁ συλλογισμὸς, μεθόδου τινὸς δεῖται, ἵνα γένηταί πως πιθανώτερος καὶ ἰσχυρότερος. οἷον οὐδὲν διαφέρει τὸ ἐν ἱερῷ φονεῦσαι μοιχὸν τοῦ ἐν βεβήλῳ ἀποκτεῖναι· καὶ γὰρ μισοῦσι τοὺς πονηροὺς οἱ θεοὶ, καὶ εἰκὸς αὐτοὺς ἥδεσθαι τῷ γεγενημένῳ. Ὁρᾷς, ὡς ἡ μέθοδος ἡ ἀπὸ τοῦ εἰκότος ἰσχυρότερον πεποίηκεν ἀσθενὲς ὂν ἐνταῦθα τὸ κεφάλαιον. Λέγομεν δὲ οὐχ ὡς διαιροῦντες, ἀλλ’ ὡς πρὸς ἔνδειξιν τῆς φύσεως τῶν κεφαλαίων, ἐπεὶ πολλά ἐστι τοῖς διαιροῦσιν ἐνταῦθα εἰπεῖν· ὁ ὅρος, ὅτι πάμπολυ διαφέρει ἡ ἀντίθεσις, εἰ ὅπου καὶ ὁ δῆμος αὐτοῦ κατεψηφίσατο, ἄξιος ἦν· ἑτέρα μετάληψις, ὅτι ἐχρῆν αὐτὸ τοῦτο εἰπόντα σε, ὡς ἀπέκτεινας καὶ ὅτι ἄξιος ἦν ἀποσφαγῆναι· καὶ αἰτεῖν ἄφεσιν, ἧς ἀκόλουθος ἡ ἀντίληψις, ὅτι ἐξῆν ὅπερ ἐβουλόμην αἰτεῖν· καὶ οὐχ ὑμᾶς ὁριστὰς ἔδει μοι εἶναι τοῦ τρόπου, καθ’ ὃν αἰτεῖν ἐχρῆν. Λείπει. χαρακτηρίζει τὴν ζήτησιν. ἡ δὲ δευτέρα τῆς ἀντιθέσεώς ἐστι λυτικὴ καὶ γίνεται τοιαύτη, ὅτι ἐχρῆν αὐτὸ τοῦτο τῷ δήμῳ εἰπόντα ὅτι ἀνῄρηκας ἄξιον ὄντα, ἄφεσιν αἰτῆσαι· πρὸς ἣν ἀντίληψις ἀκολούθως, ὅτι ἐξῆν ὅπερ ἐβουλόμην αἰτεῖν, καὶ ὡς ἐβουλόμην, καὶ οὒκ ἄλλον εἶναι μοι τῆς δωρεᾶς ὁριστὴν, ἣν ὥρισε λαμβάνειν τοὺς ἀριστέας ὁ νόμος.
4.793 Ἡ θέσις εἰ δεῖ ταῦτα ἐπιτρέπειν, ἢ οὐ δεῖ τοὺς ἀριστέας ἐπὶ τοῖς συκοφάνταις ποιεῖν. Σωπάτρο υ. Τῇ ἀντιλήψει καὶ θέσις συνῆπται, οἷον ὅτι οὐ δεῖ ὑμᾶς ὁριστάς μοι τοῦ πράγματος γενέσθαι, οὐδὲ ἐπὶ τοῖς συκοφάνταις τοὺς ἀριστέας εἶναι, πρὸς ἣν ὁ κατήγορος ἑτέραν θέσιν ἐρεῖ, ὅτι δεῖ τὰς αἰτήσεις δικαίας ἀλλὰ μὴ βλαβερὰς εἶναι τῇ πόλει, μηδὲ τυραννικῷ τρόπῳ γίνεσθαι, ἀλλ’ ὡς οἱ νόμοι κελεύουσιν· αὕτη δὲ ἡ θέσις κοινοῦ τόπου τάξιν ἐπέχει παρ’ ἀμφοτέρων ἐξεταζομένη· τοῦ μὲν διώκοντος κατηγοροῦντος τοῦ πεποιηκότος, ὡς χαλεπὸν τὸ ἐπ’ ἐξουσίᾳ κεχρῆσθαι ᾧ βούλεταί τις· τοῦ δὲ φεύγοντος κατηγοροῦντος τοῦ ἐγκαλοῦντος. Μαρκελλίνο υ. Ἐνταῦθα δὲ τοῦ φεύγοντος προτέτακται θέσις· ἡ θέσις μετὰ κατασκευῆς καθολικῆς οὐ μερικῆς· οὐ γὰρ ἐροῦμεν, ὅτι οὐ χρὴ τῷδέ τινι τοιαῦτα ἐπιτρέπειν, τοῖς ἐπιβουλεύειν βουλομένοις τισὶν τῶν πολιτῶν καὶ ἀποκτείνειν ὡς ἂν ἐθέλωσιν. ἄτοπον γὰρ καὶ οὐδὲν ἕτερόν ἐστι τὸ τοιοῦτον, ἢ ἐξουσίαν παρέχειν τοῖς πονηροῖς ἀκρίτως, οὓς αὐτοῖς δοκεῖ, φονεύειν τῶν πολιτῶν· ἅμα μὲν γὰρ ἀξιωματικώτερος ὁ λόγος ἀπὸ τοῦ καθόλου γενήσεται, ἅμα δὲ ἐπιστρεφέστερον ποιεῖ τὸν δικάζοντα, ὡς οὐ περὶ ἑνὸς ἀλλὰ περὶ πολλῶν ὄντος τοῦ λόγου· συμβήσεται γὰρ παραπλήσια παθεῖν, εἰ τοῦτον ἀτιμώρητον ἐάσει. χρήσεται δὲ κἀκεῖνος πρὸς τὸ οἰκεῖον συμφέρον τῇ θέσει, ὅτι οὐ χρὴ τοὺς ἀριστέας τοὺς ὑπὲρ τῆς πόλεως κινδυνεύσαντας ὑπὸ τοῖς συκοφάνταις ποιεῖν.
4.794 Ἡ ποιότης καὶ ἡ γνώμη ὡς ἐν τοῖς ἔμπροσθεν. Μαρκελλίνο υ , Σωπάτρο υ. Τούτοις, φησὶν, ἐπάξομεν τὴν ποιότητα καὶ τὴν γνώμην. ταῦτα δὲ, φησὶ, παραπλησίως κἀνταῦθα ὥσπερ ἔμπροσθεν ἐργασόμεθα· οἷον τίνι γνώμῃ προανεῖλεν αὐτόν· ὅτι δεδιὼς, μὴ ἀντιλέγων ἐν τῷ δήμῳ κρατήσῃ, καὶ ἐπὶ τούτοις δεδιὼς τὴν κρίσιν οὐχ ὡμολόγησε περὶ τὴν ἐκκλησίαν ἀπεκτονέναι, καὶ πάλιν ἐπὶ τοῦ κατηγόρου, τίνι γνώμῃ ὁ κατήγορος ἦλθεν ἐπὶ τὴν κατηγορίαν, ἢ κέρδους χάριν, ἢ δι’ ἔχθραν, ἢ δι’ αὐτὸ τὸ δίκαιον καὶ τὸν ἄδικον φόνον τοῦ πένητος. ἰστέον δὲ, ὡς εὕρηται μία μόνη μετάληψις κατὰ ἀξίωσιν, ἀπὸ πάντων τῶν περιστατικῶν ἐξεταζομένη, τῶν ἄλλων ἀφ’ ἑνὸς μόνου περιστατικοῦ ἢ καὶ δύο τοὐλάχιστον κατασκευαζομένων, ἔστι δὲ αὕτη· νόμος τὸν φθείροντα κόρην ἀνάγεσθαι ἐπὶ κρίσιν τοῦ ὡς ἂν βούλοιτο ἡ κόρη ἢ γάμον ἄπροικον ἢ θάνατον αἱρεῖσθαι. φθείρας τις κόρην ἔφυγεν, συνῴκισεν αὐτὴν ὁ πατὴρ ἑτέρῳ, μετὰ τοῦτο ἐπανῆκεν ὁ τὴν φθορὰν ἐργασάμενος, καὶ ὁ πατὴρ ἀξιοῖ αὐτὸν ἀνάγεσθαι ἐπὶ κρίσιν, καὶ ἀντιλέγει αὐτῇ ὁ ἀνήρ· ἐνταῦθα γὰρ πρῶτον τὸ ἀπὸ χρόνου, ὅτι τότε ἐχρῆν αὐτὸν ἀναγαγεῖν, ὅτε παραχρῆμα ἔφθειρεν· εἶτα ἀπὸ τόπου, ὅτε ἐν τῇ σῇ οἰκίᾳ ἦν ἡ κόρη. εἶτα τὸ ἀπὸ προσώπου, ὅτε πατὴρ ἦς μόνης καὶ παρθένος ἦν ἡ παῖς, καὶ οὔπω ἑτέρῳ ἐκδεδομένη· εἶτα ἀπὸ αἰτίας, ὅτε τιμωρία κατὰ τοῦ πράγματος ἑτοίμη καὶ δήμευσις, ἀλλ’ οὐκ ἐμὴ αἰσχύνη· εἶτα ἀπὸ τοῦ τρόπου, ὅτε ὁ τρόπος ἐφαίνετο τοῦ ἀδικήματος· καὶ οὐκ ἐν ἑτέρῳ τινὶ ἦν· ὥστε διὰ πάντων εὕρηται αὕτη μόνη, ὥστε πολλαπλῆ εἶναι· ἕκαστον γὰρ αὐτῶν δεῖ λυθῆναι τοῖς προειρημένοις κεφαλαίοις.
4.795 Καὶ ἄλλως, ἀνωνύμου. Ἡ προβολ ή. ἐν μὲν ταῖς ἄλλαις στάσεσι μετὰ μερικῆς αὐξήσεως ἐστὶν ἡ προβολὴ, ἀρκεῖ γὰρ ἐν ἐκείναις ἥ τε ἐν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τῇ πηλικότητι, καὶ τῷ πρός τι αὔξησις· ἐνταῦθα δὲ ἐκείνων ἐκλελοιπότων διὰ πάντων τῶν αὐξητικῶν ταύτην ἐξοίσομεν. τὸ δὲ παραγραφικὸν ἀπὸ ῥητοῦ φησὶν, ἴδιον ποιῶν τῆς μεταλήψεως τὸ κεφάλαιον. τὸ μὲν γὰρ παραγραφικὸν, ὃ ψιλῶς ὀνομάζεται στοχαστικὸν κεφάλαιον οὐδέ ποτε ἀπὸ ῥητοῦ γίνεται. τοῦτο δὲ μεταλήψεως ὂν ἀπὸ ῥητοῦ πάντως ἄρχεται, ὥσπερ καὶ πᾶσα μετάληψις. ἐν δὲ τῷ προκειμένῳ τοῦ τεχνικοῦ παραδείγματι ἀπὸ τοῦ ψηφίσματος τὸ παραγραφικὸν λαμβάνεται. ζητητέον δὲ, τί δή ποτε εἰ ἀπὸ ῥητοῦ παραλαμβάνεται, τὸ κεφάλαιον τοῦτο παραγραφικὸν ὂν, οὐ καλοῦμεν τὸ ὅλον παραγραφήν· καὶ γὰρ ἡ πρώτη τοῦ φεύγοντος φωνὴ χαρακτηρίζει τὴν στάσιν· ἀλλὰ λέγομεν, ὅτι εἰ παραγραφὴ ἦν ὅλην τοῦ ἀγῶνος ἀποβάλλουσα τὴν κρίσιν, λόγον εἶχεν ἡ ἀπορία· εἰ δὲ διαβολῆς μόνον ἕνεκα τοῦ ἀγῶνος παραλαμβάνεται, εἰκότως παραγραφικὸν, ἀλλ’ οὐ παραγραφὴ λέγεται. βʹ. Ἡ μετάληψι ς. ἐν τῷδε τῷ κεφαλαίῳ ἡ φύσις θεωρεῖται τῆς στάσεως, καθ’ ὃ γὰρ ἂν τῶν περιστατικῶν γίνηται ἡ μετάληψις, κατ’ αὐτὸ πάντως καὶ τὸ μεταληπτικὸν κεφάλαιον λαμβάνεται, ὡς ἐπὶ τοῦ ὑποκειμένου παραδείγματος ἀπὸ τοῦ χρόνου· ἔστι δὲ δριμύτατον, ἐφ’ ᾧ γὰρ μάλιστα ὁ ἀντίδικος ἐρείδεται, λέγω δὴ τῷ ψηφίσματι, ὑπὸ τούτου μᾶλλον ἁλίσκεται· προὔλαβε γὰρ τῷ φόνῳ τὴν ἀπὸ τοῦ ψηφίσματος ἐξουσίαν· ὅταν μὲν οὖν ἀπὸ χρόνου, ὡς ἐνταῦθα, ἢ ἀπὸ τόπου, ὡς ἐν τῷ ἀποκτείναντι τὸν μοιχὸν ἐν ἱερῷ, λαμβάνηται ἡ μετάληψις, μεγάλην ἔχει ῥοπήν· ὅταν δὲ ἀφ’ ἑτέρου περιστατικοῦ, οἷον τρόπου, ὡς ἐπὶ τοῦ ἐμπρήσαντος τὸν μοιχὸν σὺν τῷ οἰκήματι, ἀτονωτέρα ἐστί· τί γὰρ διαφέρει τὸ σφαγέντα τὸν μοιχὸν ἀποθανεῖν τοῦ καέντα τοῦτο παθεῖν.
4.796 γʹ. Ἐν ᾧ ὅτι οὐ δ ’ ἂν ἔδωκε ν· τοῦτο ἔφη, ἵνα μή τις ὥσπερ τι καθολικὸν ἐπὶ παντὸς αὐτὸ λαμβάνειν πειρῷτο παραγραφικοῦ· ἔστι δὲ οἷον ἐπιχείρημα. δʹ. Ὁ συλλογισμό ς· Ἰστέον, ὡς ἐπὶ τῶν ἀνομοίων καὶ πολὺ διεστηκότων οὐκ ἔχει χώραν ὁ συλλογισμὸς οὐ γὰρ ἔνεστι λέγειν, ὡς ταὐτὸν εἴη, ἄν τε ἐν ἱερῷ ἄν τε ὅπου δή ποτέ τις κτείνῃ, πλὴν εἰ μὴ τοῦτο βιαιότερον λέγοιμεν, ὅτι ἐχρῆν ἔμπροσθεν τῶν θεῶν· εἶτα ἐκ τῆς ἀποβάσεως τοῦ ἀτόπου, ὡς εἴπερ ἀκίνδυνος γένοιτο ἡ ἐν τοῖς ἱεροῖς μοιχεία, τὰς ἰδιωτικὰς οἰκίας καταλιπόντες ἐνταυθοῖ μοιχεύσουσιν. Ἰστέον δὲ, ὡς ὅτε μὲν ἰσχύει τῷ μεταληπτικῷ ὁ κατήγορος τότε ὁ φεύγων ἀσθενεῖ τῷ συλλογισμῷ· ὅτε δὲ ἀσθενεῖ ὁ κατήγορος, ἔῤῥωται ὁ φεύγων· ὡς ἐπὶ τῶν προτεθέντων παραδειγμάτων. εʹ. Οὐχ ὡς διαιροῦντε ς. διαίρεσιν ἐνταῦθα τὴν εὕρεσιν καλεῖ. ϛʹ. Ὁ ὅρος ἀντέστραπτα ι. ἐνταῦθα ἡ τῶν ἀμφισβητούντων τάξις· τοῦ μὲν γὰρ φεύγοντος γέγονεν ὁ συλλογισμός· τοῦ δὲ διώκοντος ὁ ὅρος· ἐπειδὴ καὶ ἡ φύσις τῆς μεταλήψεως ἀντιστρόφως τὸν φεύγοντα διώκοντα ποιεῖ· ἡ δὲ ἀντίθεσις ἐνταῦθα ἀντεγκληματική· εἰ δὲ κατὰ ἱεροσύλου ἔχομεν ἢ τυράννου, καὶ κοινὸν τόπον ἐνταῦθα περανοῦμεν. ζʹ. Ἑτέρα μετάληψι ς. ἡ μὲν προτέρα μετάληψις τὴν φύσιν μιμεῖται τῆς στάσεως· γίνεται γὰρ ἐκ τῶν αὐτῶν περιστατικῶν· αὕτη δὲ λυτικὴ τῆς ἀντιθέσεώς ἐστι· πᾶσα γὰρ ἀντίθεσις μεταλήψει λύεται· καὶ ἔτι ἡ μὲν προτέρα πρὸς τὸ πρᾶγμα γίνεται, ἡ δὲ δευτέρα πρὸς τὸν τρόπον τὸν περὶ τὸ πρᾶγμα· ὥστε ἡ μὲν προτέρα πρὸς ὅλον τὸν ἀγῶνα· ἡ δὲ δευτέρα πρὸς μέρος.
4.797 ηʹ. Ἡ θέσι ς. ὅτι κοινόν ἐστι τὸ κεφάλαιον, αὐτὸς ἐδίδαξεν εἰπὼν, εἰ δεῖ ταῦτα ἐπιτρέπειν, ἢ οὔ· τὴν δὲ θέσιν ἐκ τῶν γενικῶν, ἀλλ’ οὐ τῶν ἰδίων ποιεῖσθαι χρή. Περὶ ῥητοῦ καὶ διανοίας. Συριανο ῦ. Ἱκανῶς ἡμῶν καὶ περὶ τῆς πραγματικῆς τῆς τε ἐγγράφου καὶ τῆς ἀγράφου καὶ περὶ μεταλήψεως ἐγγράφου καὶ ἀγράφου διεληλυθότων, ἀναγκαῖον ἂν εἴη μετελθεῖν ἐπὶ τὰς νομικὰς, αἵπερ λοιπαὶ τῶν στάσεων· πρὸ γὰρ τῆς μεταλήψεως οὐκ ἦν εἰκὸς τὰς νομικὰς τιθέναι· ἵνα μὴ ἐν ταύταις περὶ μεταλήψεως λέγειν ἐπιχειροῦντες τὴν τῶν προκειμένων διακόπτωμεν διδασκαλίαν· ὠνομάσθησαν οὖν νομικαὶ, διότι περὶ νόμους καὶ ῥητά τινα τὴν σύμπασαν ἔχουσι ζήτησιν· οὐ γὰρ ὥσπερ ἐν ταῖς ἄλλαις στάσεσιν οἱ νόμοι καὶ τὰ ῥητὰ πρὸς ἑτέρων ἀπόδειξιν παρελαμβάνοντο, οὕτω κἀνταῦθα, ἀλλ’ ἐκεῖ μὲν κἂν περιαιρεθῶσιν οἱ νόμοι, σώζεται τὰ ἀδικήματα, ἐνταῦθα δὲ τὸ ὅλον κῦρος ἐν τοῖς νόμοις ἐστίν· ὧν σιωπηθέντων, οὔτε ἔγκλημα οὔθ’ ὅλως ἀδίκημα τὸ λειπόμενον τυγχάνει· ἀνάγονται δὲ πᾶσαι ὑπὸ τὴν ἔγγραφον ποιότητα· καὶ πρῶτόν γε περὶ ῥητοῦ καὶ διανοίας λεκτέον, ὅπερ ὠνομάσθη μὲν οὕτως, διότι ὁ μὲν κατήγορος τῷ ῥητῷ, ὁ δὲ φεύγων τῇ διανοίᾳ κέχρηται· ὅρος δὲ αὐτῆς ἐστιν οὗτος· ῥητὸν καὶ διάνοιά ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ῥητῷ ὑφ’ ἑαυτοῦ ἑκόντος παραβεβασμένῳ, ἐπ’ οὐδεμιᾷ ἀδικίᾳ διάνοιαν ἀντιτίθησι· καὶ γένος μὲν τοῦ ὅρου ἡ στάσις, τὰ δὲ λοιπὰ διαφοραὶ χωρίζουσιν αὐτὴν ἀντιστάσεως καὶ συγγνώμης καὶ πραγματικῆς τῆς κατὰ ῥητὸν καὶ διάνοιαν· ταύταις γὰρ κοινωνεῖν δοκεῖ.
4.798 Ἰστέον δὲ, ὅτι πᾶσαι αἱ νομικαὶ μονοειδεῖς εἰσιν, ὥσπερ αἵ τε ἀντιθετικαὶ καὶ ἡ πραγματική· ἔφαμεν γὰρ πολλάκις εἴδη διάφορα γίνεσθαι ἐν ταῖς στάσεσιν ἢ κατὰ ἐναλλαγὴν κεφαλαίων, ἢ κατὰ διπλασιασμὸν ἢ τάξιν διάφορον· εἰ δὲ μηδὲν τούτων ὑπάρχει, μονοειδὴς ἂν εἴη ἡ στάσις· διαφέρει δὲ τὸ ῥητὸν καὶ ἡ διάνοια ἀντιστάσεως, τῷ τὴν μὲν ἀντίστασιν ἀδίκημα ἔχειν φανερὸν καὶ ἐν αὐτοῖς κεῖσθαι· τοῦτο τοῖς προβλήμασι πρόδηλον· ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ μήτε ἀδίκημα ἄντικρυς, ἀλλ’ ὡς ἀδίκημά πως τὸ γεγονός· καὶ περιαιρεθέντος τοῦ νόμου ἀσύστατον εἶναι τὸ λειπόμενον· οἷον νόμος τὸν ξένον εἰς τὸ τεῖχος μὴ ἀνιέναι· πολέμου καταλαβόντος ἀνελθών τις ξένος ἐπὶ τὸ τεῖχος ἠρίστευσε, καὶ κρίνεται μετὰ τὴν νίκην νόμου παραβάσεως· οὔτε γὰρ ἀδίκημα τὸ ἀριστεῦσαι ἐν πολέμῳ· καὶ περιαιρεθέντος τοῦ νόμου εὐεργέτημα μᾶλλον οὐκ ἀδίκημα τὸ γεγονὸς, καὶ συκοφάντης ὁ τὰς εὐθύνας ἐπάγων· τῆς δὲ συγγνώμης διενήνοχε τῷ ἐν ἐκείνῃ μὲν ἄκοντα τὸν κρινόμενον πεποιηκέναι τοῦτο, διὸ καὶ τὴν κρίσιν ὑπέχειν, ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ ἑκόντα· τῆς δὲ κατὰ ῥητὸν καὶ διάνοιαν πραγματικῆς διαφέρει ταύτῃ, ὅτι ἐν ἐκείνῃ μὲν εἰ δεῖ παραβαθῆναι τὸν νόμον ἢ μὴ, γίνεται ἡ σκέψις· ἐνταῦθα δὲ ὁ μὲν νόμος παραβέβασται, ζητοῦμεν δὲ, εἰ δίκαιον τὸ πεπραγμένον ἢ μή.
4.799 Σωπάτρο υ. Μετὰ τὰς λογικὰς ἀκολούθως ἐπὶ τὴν διαίρεσιν μέτεισι τῶν νομικῶν, αἵπερ λοιπαὶ τῶν στάσεων· αὗται δὲ ἔχουσι τὴν γένεσιν ἀπὸ ῥητοῦ· οἷον νόμων, ψηφισμάτων, ἐπιστολῶν, διαθηκῶν· νομικαὶ δὲ ἐκλήθησαν ἀπὸ τοῦ τιμιωτάτου καὶ πρώτου ὄντος ἐν ῥητοῖς λαβοῦσαι τὴν ἐπωνυμίαν· νόμος γὰρ τὸ τιμιώτατον ἐν ῥητοῖς· προτέτακται δὲ πασῶν ἡ κατὰ ῥητὸν καὶ διάνοιαν, καίτοι γε μόνης ταύτης οὔσης περὶ ἀτελῶν πραγμάτων, τῶν ἄλλων περὶ τελείων οὐσῶν, ἥ τε γὰρ κατὰ ἀντινομίαν ὁλοκλήρους δύο νόμους ἔχει, ὅ τε συλλογισμὸς ὁλόκληρον ὁλοκλήρῳ ἀντιτίθησιν· ὡσαύτως καὶ ἡ ἀμφιβολία· μόνον δὲ ἐν ῥητῷ καὶ διανοίᾳ μέρει μὲν ὁ ἕτερος, μέρει δὲ ὁ ἕτερος ἀγωνίζεται· ὁ μὲν γὰρ τῷ ῥητῷ, ὁ δὲ τῇ διανοίᾳ ἰσχυρίζεται· προτέτακται τοίνυν ἀκολούθως τῇ τάξει τῆς μεθόδου· ἄλλως τε δὲ καὶ ἐπειδὴ ἡ ἀντινομία διπλοῦν ὥσπερ ἐστὶ ῥητὸν καὶ διάνοια, ἀλλὰ δὴ καὶ ἐν συλλογισμῷ καὶ ἐν ἀμφιβολίᾳ ῥητὸν ἐρευνᾶται καὶ διάνοια· ἀναγκαίως πρώτη ἡ κατὰ ῥητὸν καὶ διάνοιαν τῶν ἄλλων νομικῶν ἐξετάζεται, ἅτε εἰς τὰς τρεῖς ἐμπίπτουσα καὶ περιεχομένη ὑπ’ αὐτῶν· καὶ περὶ μὲν τάξεως τοσαῦτα. Μαρκελλίνο υ. Δεῖ πρῶτον ἥτις ἐστὶν ἡ νομικὴ ζήτησις γνῶναι· ὁ γὰρ τοῦτο σαφῶς μαθὼν ῥᾷον ἤδη καὶ τοῖς κεφαλαίοις τῶν νομικῶν στάσεων ἐπιβάλλειν δυνήσεται.
4.800 γίνεται τοίνυν ἡ νομικὴ ζήτησις οὐχ’ ὅτ’ ἂν ἁπλῶς ῥητὸν ἐμπίπτῃ, ἀλλ’ ὅτ’ ἂν περὶ τὸ ῥητὸν πᾶσα κινῆται ἡ ζήτησις· οὐ περὶ τοῦ κυροῦσθαι αὐτὸ ἢ μὴ, τοῦτο γὰρ τῆς ἐγγράφου πραγματικῆς ἀποδέδεικται· ἀλλ’ εἰ παραβέβασται ἢ οὔ· ἴδιον μὲν οὖν τῆς νομικῆς ζητήσεως τὸ περὶ ῥητὸν κύριον τὴν πᾶσαν γίνεσθαι ζήτησιν· ἢ γὰρ ἓν, φησὶν, εὑρίσκεται ῥητὸν ἐμπίπτον, ἢ πλείω· πλείω δέ φαμεν, εἰ καὶ ἓν εἰς δύο διαιρεῖται, καὶ μέρει μὲν ὁ ἕτερος, μέρει δὲ ὁ ἕτερος χρῆται· ὅταν μὲν οὖν ἓν ὑπάρχῃ τὸ ἐμπίπτον ῥητὸν, διαιρήσομεν οὕτως· ἢ γὰρ τὴν διάνοιαν τοῦ θέντος τῷ γεγραμμένῳ ἀντιτάττομεν, καὶ ποιοῦμεν ῥητὸν καὶ διάνοιαν, ἢ τοῦτο οὐκ ἔχοντες, τῷ ἐγγράφῳ ἄγραφόν τι παραθήσομεν εἰς ταὐτὸν ἄγοντες ἀμφότερα· καὶ ποιήσομεν τὸν συλλογισμόν· ὅταν δὲ δύο ὑπάρχῃ ἢ τὰ ἐμπίπτοντα ῥητὰ ἢ καὶ ἓν διαιρούμενον, ἀντιτιθέντες ῥητὸν ῥητῷ ἢ τὸ μέρος τῷ μέρει, τὴν ἀντινομίαν ποιήσομεν· περὶ δὲ ἀμφιβολίας σαφὴς ὁ λόγος· περὶ προσῳδίας γὰρ ἢ διαστολῆς ἢ τόνου ἢ πνεύματος ἢ ὁμωνυμίας ἢ τοιούτου τινὸς ἐν ταύτῃ τῇ στάσει ἡ ζήτησις. οὕτω μὲν αἱ νομικαὶ γίνονται στάσεις. Λεκτέον δὲ πρὸ τῶν ἄλλων περὶ ῥητοῦ καὶ διανοίας. Ἡ κατὰ ῥητὸν καὶ διάνοιαν ζήτησις δοκεῖ κοινωνεῖν μιᾷ τῶν ἀντιθετικῶν, λέγω δὴ τῇ ἀντιστάσει· διότι ἐν ἀμφοτέραις ἐστὶν ὁμολογούμενον εὐεργέτημα ἐκ φανεροῦ τινος ἀδικήματος. ἡ δὲ διαφορὰ αὕτη, ὅτι ἐν μὲν τῇ ἀντιστάσει φύσει ἀδίκημά ἐστι τὸ πεπραγμένον καὶ βλάβην ὁμολογουμένως ἔχει, οἷον τείχους καθαίρεσιν, λιμένων χῶσιν, καὶ εἴ τι τοιοῦτον· ἐν δὲ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ οὐκέτι εὑρίσκομεν φύσει τὸ ἀδίκημα· δοκεῖ γὰρ κατὰ τοῦτο μόνον ὁ φεύγων ἠδικηκέναι, καθὸ νόμον παρέβη, βλάβην δὲ οὐδεμίαν οὔτε κατὰ τοῦ κοινοῦ τῆς πόλεως εὑρίσκομεν, οὔτε κατά τινος· ἀφαιρεθέντος γὰρ τοῦ ῥητοῦ ἀνεύθυνος ὁ κρινόμενος· καὶ ἄλλην δέ τινές φασιν διαφορὰν, ὅτι ἐν μὲν τῇ ἀντιστάσει μεῖζόν ἐστι τὸ ἐμπίπτον ἀδίκημα· ἐν δὲ ῥητῷ καὶ διανοίᾳ ἔλαττον, καὶ πάλιν ὅτι ἐν μὲν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ περὶ τὸ ῥητὸν ἡ ζήτησις· διὸ καὶ νομική ἐστιν ἡ στάσις, ἐν δὲ τῇ ἀντιστάσει περὶ πρᾶγμα, διὸ καὶ λογικὴ στάσις· αὕτη δοκεῖ ἀναγκαιοτέρα διαφορά· εἰδέναι δὲ χρὴ, ὅτι οὐ μόνον ἐν ῥητῷ καὶ διανοίᾳ ἀντιστατικὴ ἀντίθεσις εὑρίσκεται, ἀλλ’ ἐνίοτε καὶ ἀντεγκληματική· οἷον νόμος τὸν καταφεύγοντα ἐπὶ τὰς Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνας μὴ ἀναιρεῖν· εἰ δὲ μὴ καὶ αὐτὸν θανάτῳ ζημιοῦσθαι τὸν φονεύοντα· Κριτίαν ἐπ’ αὐτὰς καταφυγόντα ἀνεῖλέ τις καὶ ὑπάγεται τῷ νόμῳ, ἐνταῦθα ἡ ἀντίθεσις ἀντεγκληματικὴ, ὅτι ἄξιος ἦν ἀναιρεθῆναι.
4.801 Ἡ κατὰ ῥητὸν καὶ διάνοιαν ζήτησις διαιρεῖται προβολῇ ῥητοῦ, τῇ διανοίᾳ, τῷ μὴ προσδιωρίσθαι· πάλιν διανοίᾳ τοῦ νομοθέτου, συλλογισμῷ, ὅρῳ, ἀντιθέσει, μεταλήψει, πρός τι, ὅρῳ βιαίῳ, θέσει, ἑτέρᾳ μεταλήψει, ποιότητι, γνώμῃ. Συριανο ῦ. Αἱ ἐργασίαι τῶν κεφαλαίων τούτων ἐκ τῶν ἐν ταῖς ἄλλαις στάσεσιν εἰρημένων πρόδηλοι τυγχάνουσι, πλὴν ἴσως τοῦ προσδιορισμοῦ, ὅς ἐστι τοιόςδε· τοῦ γὰρ φεύγοντος ἀντιθέντος τῇ προβολῇ τὴν διάνοιαν καὶ λέγοντος, ὅτι τοὺς ἐπὶ προδοσίᾳ τῆς πόλεως ἀνιόντας ἐπὶ τὸ τεῖχος τῶν ξένων ὁ νόμος κωλύει ἀνιέναι, οὐχὶ τοὺς ἐπ’ εὐεργεσίᾳ, ἀντιτίθησι τὸν προσδιορισμὸν ὁ κατήγορος λέγων· ὡς οὐδαμοῦ τοῦτο προσδιώρισεν ὁ νομοθέτης· ἀλλ’ ἁπλῶς ἀπείργει τὸν ξένον τῆς ἐπὶ τὸ τεῖχος ἀνόδου.
4.802 Σωπάτρο υ. Ζητοῦμεν δὲ, τί δή ποτε προβολὴν ῥητοῦ τὴν προβολὴν ταύτην ὠνόμασιν· ἐροῦμεν οὖν, ὡς ἀποδιϊστὰς τὰς νομικὰς ἀπὸ τῶν λογικῶν τοῦτό φησιν· ἔστι γὰρ ἄλλη προβολὴ ἐξ ἀδικήματος ἀγράφου γινομένη, ἥ τις οὐκ ἔστι τῶν νομικῶν· ἐνταῦθα γὰρ ἐξ ἐγγράφου ἡ προβολή. διὸ προσέθηκε καὶ ῥητοῦ. ἔδει δὲ ἐμφατικώτερον τὸν Ἑρμογένην περὶ τούτου εἰπεῖν οὕτως. προβολῂ τῇ ἀπὸ ῥητοῦ. οὐδὲ γὰρ αὐτὸ τὸ ῥητὸν προβάλλονται, ὃ δίδωσι νοεῖν ἡ τοῦ τεχνικοῦ λέξις, ἀλλὰ τὸ ἔγκλημα τὸ διὰ τὸ ῥητὸν γινόμενον, ἄλλως τε δὲ καὶ ὅτι οὐδὲ χρείαν ἔχομεν τοῖς ἐγνωκόσι αὐτὸ τὸ ῥητὸν προτείνειν, ἀλλὰ τὸ ἔγκλημα τὸ ἀπὸ τοῦ ῥητοῦ. Ἡ προβολή ἐστιν αὐτὸ τὸ παρὰ τὸ ἔγγραφον γεγονός· οἷον ξένος εἰ ἀνέλθοι ἐπὶ τὸ τεῖχος τεθνάτω· πολιορκίας οὔσης ἀνελθών τις ἠρίστευσε καὶ ὑπάγεται τῷ νόμῳ· ἡ τοίνυν προβολὴ, ὅτι ἀνῆλθες. Σωπάτρο υ. Ἡ προβολὴ τοῦ κατηγόρου ἐστὶ κατὰ τοῦ ῥητοῦ ἀνάγνωσιν τοῦ παραβεβασμένου· οἷον ἀνῆλθες ἐπὶ τὸ τεῖχος τοῦ νόμου ἀπαγορεύοντος τοῦτο, καὶ δεῖ σε τεθνάναι· ἐν ταὐτῷ καὶ τὴν ἀνάγνωσιν ποιήσεται. οὐχ ἁπλῶς δὲ δεῖ τὴν ἀνάγνωσιν ποιεῖσθαι, καὶ ἀπαλλάττεσθαι ἀλλὰ καὶ συστάσεις ἐπάγειν μετὰ αὐξήσεως, ὅτι οὐ δεῖ κατ’ οὐδεμίαν πρόφασιν τοῖς παρανομοῦσι καὶ παραβαίνουσι τοὺς νόμους συγγνώμης τυγχάνειν, ἀλλὰ ταῖς προσηκούσαις ὑπάγειν ζημίαις· καὶ ἄλλαις δὲ χρήσει αὐξήσεσι πρὸς κατασκευὴν τοῦ παραβεβασμένου ῥητοῦ.
4.803 Μαρκελλίνο υ. Προβολή ἐστιν ἐνταῦθα αὐτὸ τὸ παρὰ τὸ ἔγγραφον γεγονὸς, ὅτι παρέβης τὸν νόμον τόδε ποιήσας, προτάττεται δὲ τῶν λοιπῶν κεφαλαίων εἰκότως ἡ προβολὴ, ἔκθεσις οὖσα, ὡς εἴρηται, τοῦ πράγματος, ἐφ’ ᾧ ἡ κρίσις. χρὴ γὰρ διδάξαι τὸν ἀκροατὴν τὸ πρᾶγμα ἐφ’ ᾧ ἡ κρίσις· ὅτι δὲ οὐ ψιλή τίς ἐστιν ἡ προβολὴ ἔκθεσις, ἀλλὰ μετὰ κατασκευῆς καὶ δεινώσεως προάγεται, μεμαθήκαμεν· ἔστι τοίνυν ἡ προβολὴ, φησὶν, τὸ παρὰ τὸ ἔγγραφον πεπραγμένον ἀναγκαίως· ἐπ’ αὐτῷ γὰρ ἡ κρίσις. οἷον, ἀνῆλθες, φησὶν, ἐπὶ τὸ τεῖχος. τοῦτο δὲ οὐχ ἁπλῶς, ὅπερ εἶπον, ἀλλὰ μετὰ τῆς κατασκευῆς, ὅτι ξένος ὤν, καὶ τοῦ νόμου καταφρονήσας τοῦ κωλύοντος ἀνιέναι τὸν ξένον· ἅμα δὲ καὶ τὸ ῥητὸν ἀναγνωσόμεθα δυσωποῦντες διὰ τούτου τὸν ἀκροατὴν καὶ δύσλυτον κατασκευάζοντες τὴν προβολήν. Ἡ διάνοια διττῶς ἐξετάζεται, τοῦ τε νομοθέτου καὶ τοῦ ὑπευθύνου· τοῦ μὲν νομοθέτου· οἷον πότε λέγει τοὺς ἀνελθόντας καὶ ἐπὶ τίσι καὶ διατί, τοῦ δὲ ὑποκειμένου προσώπου τῷ ῥητῷ· οἷον οὐκ εἰ ἀνῆλθον δεῖ σκοπεῖν τὸν νόμον, ἀλλὰ μεθ’ ἧς γνώμης, ὅτι μὴ δυσνοίᾳ. Συριανο ῦ. Τῆς διανοίας τὸ διττὸν τὸ μὲν πρὸς τὴν πρᾶξίν ἐστι, τὸ δὲ πρὸς τὸ ῥητόν. ὅτι καὶ κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν χρήσασθαι τῇ διανοίᾳ. κατὰ μὲν ἔνστασιν, ὅτι οὐ κεκώλυκεν ὁ νόμος ἐν πολέμῳ, ἀλλ’ ἐν εἰρήνῃ, ὅτε καὶ σχολὴ κατασκοπεῖν τὴν πόλιν· κατὰ δὲ ἀντιπαράστασιν, ὅτι εἰ δὲ κεκώλυκε τοὺς ἰδιώτας, ἀλλ’ οὐ τοὺς ἀριστέας. Σωπάτρο υ. Εἰκότως ἡ διάνοια δευτέρα. ἐπειδὴ γὰρ ἡ στάσις ἐξ αἰτίου καὶ συνέχοντος καὶ κρινομένου καθίσταται τοῦ αἰτίου προταγέντος, ὅ ἐστι τὸ ἔγκλημα τὸ διὰ τοῦ ῥητοῦ ἀναφανὲν, ἀναγκαῖον ἦν τὸ συνέχον μετ’ ἐκεῖνο τεθῆναι εὐθὺς, ὅπερ ἐστὶν ἡ διάνοια ῥῆσις οὖσα τοῦ ῥητοῦ· ἄλλως τε δὲ καὶ πᾶν ῥητὸν διανοίᾳ λύεται· ἐπεὶ τοίνυν ὁ κατήγορος χρῆται, τὸ ἀπὸ τοῦ νόμου ῥητὸν προβαλλόμενος καὶ τὴν ἀνάγνωσιν τοῦ νόμου ποιεῖται, εἰκότως ὁ φεύγων ἐπὶ τὴν τοῦ ῥητοῦ διάνοιαν καταφεύγει λέγων οὕτως· οὐκ ἔγνως τὸν νόμον.
4.804 ὁ γὰρ νόμος κελεύει ξένον μὴ ἀνιέναι τὸν ἐπὶ βλάβῃ, ὅτε καιρὸς εἰρήνης ἐστίν· διττῶς δὲ αὕτη ἐξετάζεται, ὡς ὁ τεχνικός φησιν· δεῖ γὰρ καὶ τὴν τοῦ βλάπτοντος ῥητοῦ διάγνωσιν τῇ διανοίᾳ λύειν τοῦ νομοθέτου· καὶ τὸ δοκοῦν ἀδίκημα διὰ τῆς τοῦ πεποιηκότος διανοίας· ληψόμεθα δὲ τὰς ἀφορμὰς τῶν λύσεων εἰς μὲν τὴν τοῦ νομοθέτου ἀπὸ τοῦ καιροῦ, καὶ ἔτι ἀπὸ τοῦ νομοθετηθέντος πράγματος, καὶ ἀπὸ τῆς αἰτίας. ἀπὸ μὲν καιροῦ, οἷον οὐκ ἐν πολέμῳ ἐκέλευσεν ὁ νόμος μὴ ἀνιέναι ξένον ἐπὶ τὸ τεῖχος, ἀλλ’ ἐν εἰρήνῃ, ὅτε οὐχ ὑπερμαχῆσαι τῆς πόλεως καιρὸς, ἀλλὰ κατασκοπῆσαι· ἐγὼ δὲ ἐν πολέμῳ ἀνῆλθον, ἐπ’ ὠφελείᾳ τῆς πόλεως, οὐκ ἐπὶ κατασκοπῇ, ἐπὶ σωτηρίᾳ, ἀλλ’ οὐκ ἐπιβουλῇ· τοῦτο δὲ ἀπὸ τοῦ νομοθετηθέντος ἐστὶ πράγματος, φημὶ δὲ τὸ λέγειν, ὅτι οὐκ ἐπὶ τούτῳ κωλύει ἀνελθεῖν, ἐπὶ βλάβῃ, ἐπὶ προδοσίᾳ τῆς πόλεως, ἀλλ’ οὐκ ἐπὶ τῷ εὖ ποιῆσαι· ἀπὸ τῆς αἰτίας δὲ, οἷον διὰ τί, ἵνα μὴ κατασκέψωνται, οὐχ ἵνα μὴ ἀριστεύσωσιν, ἵνα μὴ προδοσία τις γένηται ἀπὸ τῶν ξένων, οὐχ ἵνα μὴ ὠφέλεια. ἐγὼ δὲ ἀνελθὼν ἠρίστευσα, ὠφέλησα. ἠνάγκασε δέ με τοῦτο πράττειν ὁ πόλεμος, τὸ ἀνελθεῖν δηλονότι· πολλὰ δὲ νεώτερα καὶ κοινὰ διαπράττεσθαι ποιεῖ ἡ ἐν τοῖς κινδύνοις ἀνάγκη· ἔστι δὲ κυριώτατον ἐν τῇ τῆς διανοίας ἐξετάσει ἡ τῆς αἰτίας ἀπόδοσις· οὐ μόνον δὲ ἀπὸ τούτων ληψόμεθα τὰς ἀφορμὰς, ἀλλὰ καὶ ἀπὸ τῶν ἄλλων τῶν ἐμπιπτόντων καὶ ὡς ἐπὶ τὸ πλεῖστον τῶν περιστατικῶν.
4.805 ἐνίοτε δὲ καὶ ἀπὸ τοῦ πηλίκου, ὡς ἐπὶ τοῦ προβλήματος τοῦ κατὰ ῥητὸν καὶ διάνοιαν παραγραφικοῦ οἷον τοῦ δὶς περὶ τῶν αὐτῶν δίκας μὴ εἶναι. ἐν τούτῳ γὰρ ἀπὸ τοῦ πηλίκου τὴν τῆς διανοίας ἐξέτασιν ποιούμεθα λέγοντες, ὅτι ἐπὶ τῶν εὐτελῶν καὶ ὀλίγου τινὸς ἀξίων πραγμάτων διηγόρευσε ταῦτα ὁ νόμος, ἵνα μὴ ἄλλως πράγματα ἔχωσί τινες ὑπὸ συκοφαντῶν ἐνοχλούμενοι πολλάκις, ἀλλ’ οὐκ ἐπὶ φόνου καὶ τῶν τηλικούτων· ἄλλοι δὲ καὶ τὸ καθ’ ὁμωνυμίαν εἰς τὴν τῆς διανοίας φασὶν ἐξέτασιν παραλαμβάνειν· τοῦτο δὲ δοκεῖ ἀμφιβολίας εἶναι· ὅμως οὐδὲν ἀπεικὸς κἀνταῦθα ἐξετάζεσθαι· δίκαια γὰρ καλοῦνται αἱ τιμωρίαι καὶ αἱ κρίσεις, ὅθεν ὁμώνυμος ἡ λέξις· τὴν μὲν οὖν τοῦ νομοθέτου διάνοιαν οὕτως ἐξετάζομεν, τὴν δὲ τοῦ φεύγοντος καθάπαν ἐν ταῖς ἀντιθετικαῖς. ὅτι οὐ μόνον τὸ πραχθὲν δεῖ σκοπεῖν, ἀλλὰ καὶ τὴν γνώμην, μεθ’ ἧς τὸ πραχθὲν ἐπράχθη. καὶ ἅμα τῇ τῶν αἰτίων ὑπεξαιρέσει χρώμεθα· οἷον οὐ κακονοίᾳ πρὸς τὴν πόλιν, οὐδ’ ἵνα τι κακὸν ἐργάσομαι ἢ τῶν κοινῶν τινα ἢ τῶν πολιτῶν, ἀλλ’ ἵνα εὖ ποιήσω. εἰ οὖν εὖ ἐποίησα, πῶς φαίνομαι τὸν νόμον παραβεβηκώς· κατασκευάσομεν δὲ τοῦτο ἀντιστατικῶς, τὴν μὲν τελείαν τοῦ ἀντιστατικοῦ ἐργασίαν τῷ οἰκείῳ φυλάττοντες τόπῳ· ὅσον δὲ ὑπομνήσεως κἀνταῦθα αὐτὸ παραλαμβάνοντες τὴν διάνοιαν ἐργασόμεθα. Μαρκελλίνο υ. Διττῶς μὲν αὕτη ἐξετάζεται· κέχρηται δὲ αὐτῇ ὁ φεύγων εἰς λύσιν τῆς προβολῆς· τοῦ γὰρ κατηγόρου προβολῇ τοῦ ῥητοῦ κεχρημένου, μόνη αὕτη λῦσαι τὴν ἐν τῇ προβολῇ τοῦ διώκοντος ἰσχὺν γενήσεται.
4.806 πᾶν γὰρ ῥητὸν διανοίᾳ λύεται. πάνυ δὲ θαυμάσαι δεῖ κἀνταῦθα τοῦ τεχνικοῦ τὴν ἀκρίβειαν. οὐ γὰρ ἁπλῶς καθάπερ οἱ πολλοὶ τοῦ νομοθέτου μόνου τὴν διάνοιαν ἐξετάζει, οἷον πῶς καὶ ἐπὶ τίσιν ὁ νομοθέτης κωλύει τὸν ξένον ἐπὶ τὸ τεῖχος ἀνελθεῖν, ἀλλὰ διττὴν ἡμῖν ταύτης τὴν ἐξέτασιν παραδίδωσι· τὴν μὲν τοῦ νομοθέτου, τὴν δὲ τοῦ φεύγοντος σφόδρα ἀκριβῶς· ἐπειδὴ γὰρ δύο ἐστὶ, τό τε ῥητὸν τὸ ἀντικείμενον καὶ ἡ πρᾶξις δοκοῦσα παράνομος εἰ ξένος ὢν παρὰ τὸ τεῖχος ἀνελήλυθεν, ἀμφότερα λύειν ἀνάγκη. ἀμφοτέρων δὲ λύσις ἡ αὐτὴ, λέγω δὲ ἡ διάνοια· καθολικὸν γὰρ παράγγελμα, ὅτι τὸ ῥητὸν τὸ βλάπτον τῇ διανοίᾳ τοῦ θέντος λύομεν, τὸ δὲ δοκοῦν ἀδίκημα διὰ τῆς διανοίας τοῦ πεποιηκότος συστήσομεν, εἰκότως οὖν ἐπ’ ἀμφοῖν, μᾶλλον δὲ ἀναγκαίως τῇ διανοίᾳ χρησόμεθα ἐπί τε τοῦ νομοθέτου καὶ αὐτοῦ τοῦ φεύγοντος, μεθ’ ἧς δηλονότι τὴν πρᾶξιν ἐξετάζομεν· πόθεν δὲ τὰς ἀφορμὰς εἰς ταῦτα ληψόμεθα; εἰς μὲν τὴν τοῦ νομοθέτου ἀπὸ τοῦ καιροῦ, καὶ ἔτι ἀπὸ τοῦ πράγματος καὶ ἑξῆς, καθὰ καὶ Σωπάτρῳ εἴρηται. Τὸ μὴ προσδιωρίσθαι τοῦ χρωμένου τῷ ῥητῷ ἐστιν. οἷον οὐδὲν τούτων προσδιώρισεν ὁ νομοθέτης, ἀλλ’ ἁπλῶς εἶπεν τὸν ξένον μὴ ἀνιέναι. Σωπάτρο υ. Ἐπὶ τούτοις τὸ μὴ προσδιωρίσθαι κεφάλαιον τοῦ κατηγόρου. ἐπειδὴ γὰρ σφοδρὰ ἡ διάνοια ἐκ τῆς εἰς ἄτοπον ἀπαγωγῆς· τὸ γὰρ ὡς ἐπὶ τὸ πολὺ ἔχειν εὐεργεσίαν δεικνύναι ὁ φεύγων δοκεῖ ἀκριβῶς ἐξηγεῖσθαι τὸν νόμον καὶ μὴ τοῦτο βουλόμενον, ἀναγκαῖον τῷ κατηγόρῳ αὖθις ἐπὶ τὴν τοῦ νόμου ἀπόδειξιν ἐπαναδραμεῖν.
4.807 τὸ οὖν μὴ προσδιωρισμένον ὥσπερ ἐξήγησίς ἐστι τοῦ νόμου, λέγοντος, ὅτι τὸ μὴ προσδιωρισμένον τῷ νόμῳ οὐ δεῖ λέγειν. οὐ γὰρ τὴν αἰτίαν τοῦ πραττομένου ἐζήτησεν, ἀλλ’ ἄρδην ἀνεῖλε τὸ πραττόμενον· τὸ ξένον μὴ ἀνιέναι, καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ. καὶ πολὺ μᾶλλον ἐν πολέμῳ ἢ ἐν εἰρήνῃ. ἐν πολέμῳ μὲν γὰρ προδοσίας ἐλπὶς, ἐν εἰρήνῃ δὲ οὐδεὶς κίνδυνος. Μαρκελλίνο υ . Τὸ μὴ προσδιωρίσθα ι· πρὸς ταῦτα ὁ τῷ ῥητῷ χρώμενος ἀπαντήσεται· ἴδιον γὰρ αὐτοῦ τὸ κεφάλαιον. χρὴ δὲ εἰδέναι, ὅτι γνωριστικώτατον τῆς κατὰ ῥητὸν καὶ διάνοιαν ζητήσεως τοῦτο τὸ κεφάλαιον καὶ ἀεὶ ἐμπίπτον καὶ οὐδέποτε ἐκλεῖπον ἐν ῥητῷ καὶ διανοίᾳ· ἔστι δὲ τοῦτο, ὅτι οὐδὲν τούτων ὁ νομοθέτης διώρισεν, ἀλλ’ ἁπλῶς εἶπεν μὴ ἐπιβαίνειν τοῦ τείχους τὸν ξένον. Ἡ δευτέρα διάνοια κοινή ἐστιν ἀμφοῖν· ὁ μὲν γὰρ φεύγων πρὸς τὸ μὴ διωρίσθαι ἀπαντῶν χρήσεται αὐτῇ· οἷον οὐδὲν ᾤετο δεῖν περὶ τῶν φανερῶν ὁ νομοθέτης διορίζειν, κελεύων τοὺς ἐπ’ εὐνοίᾳ μὴ κωλύεσθαι· ὁ δ’ αὖ διώκων ἐρεῖ, ὅτι ἄτοπον ἡγήσατο ἁπλῶς ἐπιτρέπειν ἀνιέναι τοὺς ξένους. Σωπάτρο υ. Τῷ κεφαλαίῳ τῷ μὴ προσδιωρίσθαι φημὶ λυτικῷ τῆς διανοίας ὄντι πάλιν ἑτέραν διάνοιαν ὁ φεύγων τοῦ νόμου ἀντιθήσει ἐξ ἀνάγκης, διαφέρει δὲ αὕτη τῆς πρώτης, καθὸ ἡ μὲν μόνου τοῦ φεύγοντός ἐστιν, ἡ δὲ κοινὴ ἀμφοτέρων καὶ ὅτι ἡ μὲν πρώτη τοῦ ῥητοῦ ἐστιν ἐξήγησις καὶ λυτικὴ τῆς προβολῆς· ἑρμηνεύει γὰρ τήν τε τοῦ νομοθέτου διάνοιαν καὶ τὴν τοῦ φεύγοντος. αὕτη δὲ ἡ διάνοια πρὸς τὸ μὴ ὑπὸ τοῦ νομοθέτου προσδιωρίσθαι γίνεται, ἐξήγησις οὖσα τοῦ ἀπροσδιορίστου, οἷον ὡς καὶ ἐπὶ τοῦ ὑποδείγματος τούτου.
4.808 τὸν ῥίψασπιν θανάτῳ ζημιοῦσθαι· ῥίψας τις ἐν πολέμῳ τὴν ἀσπίδα ἀπέκτεινέ τινα τῶν πολεμίων στρατηγὸν καὶ κρίνεται ῥιψασπίας. ἡ διάνοια λύσις τῆς προβολῆς· οἷον οὐ τὸν ἐπ’ ἀριστείᾳ οὐδὲ σωτηρίᾳ πόλεως οὐδὲ βλάβῃ τῶν ἐναντίων ἀφέντα τὴν ἀσπίδα ὁ νόμος κολάζει, ἀλλὰ τὸν ἐπὶ δειλίᾳ. Μαρκελλίνο υ. Πρὸς ταῦτα γίνεσθαι τὸ μὴ προσδιωρίσθαι. ἀναγιγνώσκοντος τὸν νόμον τοῦ κατηγόρου καὶ τὰ ῥητὰ ἐπιδεικνύντος ἀόριστα, καὶ καθόλου τὸν ῥίπτοντα κολαζόμενον. αὕτη δὲ ἡ διάνοια, τουτέστιν ἡ δευτέρα, τοῦ νομοθέτου τὴν διάνοιαν ἐξηγεῖσθαι βούλεται, δι’ ἣν αἰτίαν οὐ προσδιωρίσατο. ὁ μὲν οὖν φεύγων ἐρεῖ, οὐδὲν ἔδει προσδιορίσασθαι. τὰ γὰρ φανερὰ καὶ δῆλα καὶ ὁμολογούμενα οὐ δεῖται προσδιορισμοῦ. περιττὰ γὰρ ἂν οὕτως ἐφάνη λέγων καὶ πᾶσι πρόδηλα ὁ νομοθέτης· ἄλλως τε καὶ οὐδὲ οὕτως ἀγνώμων ὁ νομοθέτης καὶ ὠμὸς καὶ ἀπάνθρωπος. ὥστε τοὺς ἀνιόντας ἐπαμῦναι τῇ πόλει, ἢ τοὺς ἐπ’ ὀλέθρῳ τῶν ἐχθρῶν ῥίπτοντας τὴν ἀσπίδα, τούτους τιμωρεῖσθαι κελεύειν. ἐπάξει δὲ καὶ ἀπὸ παραδειγμάτων πίστεις, οἷον ὅτι πολλαχοῦ τοῦτο καὶ ἐν ἄλλοις ἐστὶν νόμοις ἰδεῖν· οἷον τὸ μὴ προσδιορίζειν, ὡς ἐπὶ τούτου. δοῦλον ἐλευθέρου παιδὸς μὴ ἐρᾷν· οὐκέτι γὰρ προσέθηκε, τὸν δὲ ἐλεύθερον ἐρᾷν· δῆλον γὰρ τοῦτο σαφὲς, κἂν μὴ προσδιώρισται· ὁ δὲ κατήγορος ἐπάγει, ὅτι προσδιορίζεται ἐν οἷς βούλεται ὁ νομοθέτης. καὶ ἐπάξει καὶ αὐτὸς ἀπὸ νόμων τὰς πίστεις. οἷον ἐάν τις κατηγορῇ τὰ ψευδῆ, προσδιωρίσατο γὰρ ἐνταῦθα· καὶ ἐὰν εὕρῃ τις μοιχὸν ἐπὶ μητρί. ἰδοὺ καὶ ἐνταῦθα προσδιωρίσατο· νῦν δὲ τῷ σιγῆσαι μὲν τοῦτο, ἀπαγορεῦσαι δὲ ἐκεῖνο, παντάπασιν ἀπείργων φανήσεται· ἔστιν οὖν δευτέρα διάνοια, ὥσπερ πολλάκις εἴρηται, τοῦ νομοθέτου· οἷον τοῦ δεῖσθαι ἢ μὴ τὸν νομοθέτην προσδιορίσαι τόδε.
4.809 ἡ ἑτέρα διάνοια κοινή ἐστιν ἀμφοῖν. καὶ ὁ μὲν φεύγων αὐτῇ χρήσεται πρὸς τὸ μηδὲν προσδιορίσασθαι λέγων, ὅτι εἰ καὶ μὴ προσδιώρισεν ὁ νομοθέτης, ἀλλὰ σαφὴς τοῦ γράψαντος ἡ διάνοια· περὶ γὰρ τῶν ὁμολογουμένων παρὰ πᾶσι καὶ φανερῶν οὐδὲν ᾤετο δεῖν προσγράφειν, οὐδὲ κελεύειν τοὺς ἐπ’ εὐνοίᾳ τοῦ τείχους ἐπιβάντας μὴ κωλύεσθαι, φανερὸν γὰρ ἦν· καὶ ὁ φεύγων μὲν οὕτως· ὁ δὲ κατήγορος ὅτι καθάπαξ οὐκ ᾤετο δεῖν πιστεύειν τῇ γνώμῃ τῶν ξένων. διόπερ ἁπλῶς ἀπεῖπεν ἐπὶ μηδεμιᾷ προφάσει τὸν ξένον ἐπιβαίνειν τοῦ τείχους. κατὰ πολλὰ δὲ διαφέρει αὕτη τῆς προτέρας, ὅτι ἡ μὲν καθόλου πρὸς τὸ ῥητὸν ἀπαντᾷ, ἡ δὲ οὐ πρὸς ὅλον, ἀλλὰ μὴ πρὸς μόνον τὸ μὴ προσδιωρισμένον· ἔπειτα ὅτι ἡ μὲν μόνου τοῦ τῷ ῥητῷ μαχομένου ἐστίν. ἡ δὲ κοινὴ ἀμφοῖν, τοῦ τε φεύγοντος καὶ τοῦ κατηγόρου, καὶ πάλιν ἡ μὲν διττὴν ἔχουσα τὴν ἐξέτασιν ὡς εἶπον ἐπί τε τῆς τοῦ νομοθέτου διανοίας καὶ τοῦ φεύγοντος, ἡ δὲ ἁπλῆ, διατί οὐδὲν ὁ νομοθέτης προσδιώρισεν. Ὁ συλλογισμός· εἰ μηδὲν διαφέρει τὸ προσδιωρίσθαι ἢ μὴ τῷ ἐγγράφῳ, ὃ καὶ ἄνευ ἐκείνου ἐστὶν φανερόν. Σωπάτρο υ. Ὁ συλλογισμὸς ἀπὸ τοῦ φεύγοντός ἐστι δεικνύναι πειρωμένου, ὅτι οὐδὲν διαφέρει τοῦ διωρικέναι τὸν νομοθέτην τὸ σιγῆσαι παντάπασι, φανερὸν γὰρ ἦν. διὸ οὐ προσδιωρίσατο. περιττὸν γὰρ περὶ τῶν πᾶσι φανερῶν καὶ ὁμολογουμένων προσδιορισμῷ κεχρῆσθαι. Μαρκελλίνο υ. Εὐθὺς συνάψει τῇ τῆς δευτέρας διανοίας ἐξετάσει ὁ φεύγων τὸν συλλογισμὸν, λύων καὶ διὰ τούτου τὸ μὴ προσδιωρισμένον, ὁ δὲ συλλογισμὸς τὰ διεστάναι καὶ κεχωρίσθαι δοκοῦντα συνάγει τοιαύτην ἔχων τὴν φύσιν.
4.810 ἐρεῖ γὰρ μηδὲν διαφέρειν τὸ προσκεῖσθαι τῷ ῥητῷ, ἢ μή. καὶ γὰρ μὴ προστεθὲν πᾶσίν ἐστι φανερόν. Ὁ ὅρος ὅτι πλεῖστον διαφέρει. Σωπάτρο υ. Τοῦ φεύγοντος χρησαμένου τῷ συλλογισμῷ, ὁ κατήγορος ὅρῳ χρήσεται. ἀποκρουόμενος τῷ ὅρῳ τὸν συλλογισμόν· ἀεὶ γὰρ ἐναντία τὰ κεφάλαια ταῦτα ἀλλήλοις καὶ λυτικὸν θάτερον θατέρου· τοῦ οὖν συλλογισμοῦ κατασκευάσαντος τὸ μὴ διάφορον τοῦ προσδιωρίσθαι ἢ μὴ, ὁ ὅρος τὸ διάφορον κατασκευάζει ὅλῳ καὶ παντὶ λέγων διαφέρειν τοῦ προσδιωρίσθαι ἢ μή. Μαρκελλίνο υ. Συλλογισμοῦ εὑρεθέντος ἀναγκαίως ἕπεται ὅρος· ἔστι δὲ ὁ ὅρος, ὅτι πάμπολυ διαφέρει. χωρίζει γὰρ ὁ ὅρος τὰ διὰ τοῦ συλλογισμοῦ συναχθέντα. Ἡ ἀντίθεσις αὐτό ἐστι τὸ γεγονὸς, καὶ πλέον ἕξει γε φεύγων ὁ ἐν αὐτῇ. Σωπάτρο υ. Ἡ ἀντίθεσις μετὰ τὸν ὅρον ἀπὸ τοῦ φεύγοντος γίνεται. ἀπὸ μιᾶς τῶν ἀντιθετικῶν πάντως λαμβανομένη κατὰ τὴν ἐμπίπτουσαν ὕλην, ἐν ᾗ καὶ τὸ πλέον ἰσχύει ὁ φεύγων. καὶ τοιαύτῃ χρήσεται μεθόδῳ, οἵᾳ πολλάκις εἰρήκαμεν. ὅτι ἡνίκα μέλλομεν λόγον διδόναι ὑπὲρ ὧν ἢ πεπράχαμεν ἢ συνεβουλεύσαμεν, ὀφείλομεν τὰ πρὸ τούτου γενόμενα αὐξῆσαι, καὶ οὕτω τὰ παρ’ ἡμῶν εἰσενεγκεῖν. οὕτως οὖν καὶ ἐν τῇ ἀντιθέσει ὁ φεύγων χρήσεται· ἀντιστατικὴ δὲ ἐνταῦθα ἡ ἀντίθεσις. ἀντιτίθησι γὰρ εὐεργεσίαν ἀντιστατικῶς πλατύνων αὐτήν. δεῖ δὲ καὶ θετικῶς αὐτὴν μεταχειρίσασθαι· ἀκόλουθος γὰρ τῇ ἀντιστάσει θέσις· οἷον ὅτι ἕκαστος ὀφείλει ἐν οἷς δύναται ὠφελεῖν τὴν πόλιν.
4.811 διαφέρει δὲ τὸ κεφάλαιον τοῦτο, τὸ ἀντιστατικόν φημι, τῆς ἀντιστάσεως· καθότι ἐν ἐκείνῃ μὲν τὸ πεπραγμένον πονηρὸν, ἡ δὲ περίστασις ἀγαθὸν, τὸ δὲ καθελεῖν τὸ τεῖχος πονηρὸν, τὸ δὲ ἐξελθόντα νικῆσαι ἀγαθόν. ἐνταῦθα δὲ τοὐναντίον. τὸ μὲν πεπραγμένον ἀγαθὸν, ἡ περίστασις δὲ πονηρόν. τὸ μὲν γὰρ ἀνελεῖν τὸν στρατηγὸν τῶν πολεμίων ἀγαθὸν, ἡ δὲ περίστασις τοῦ νόμου οἷον τὸ ῥῖψαι τὴν ἀσπίδα πονηρόν. ἰστέον δὲ, ὡς ἐπίπαν ἐπὶ τοῦ ῥητοῦ καὶ τῆς διανοίας ἀντιστατικὴ εὑρίσκεται ἡ ἀντίθεσις· δεῖ γὰρ εὐεργέτημα δεικνύναι τὸν φεύγοντα, ἵνα ἔχῃ χώραν τὸ παραβεβασμένον ῥητὸν παρακρούεσθαι τῇ τοῦ εὐεργετήματος δικαιολογίᾳ. Μαρκελλίνο υ. Μετὰ τὸν ὅρον ἡ ἀντίθεσις. αὕτη δ’ ἐστὶ τὸ γεγονὸς καὶ πλεῖον ἐν αὐτῇ ὁ φεύγων ἔχει· ἐν μὲν γὰρ τοῖς προειρημένοις κεφαλαίοις πλεονεκτεῖ ὁ κατήγορος τὸ ῥητὸν προβαλλόμενος· ἐπὶ δὲ τῆς ἀντιθέσεως, ἥτις ἐνταῦθα ἀντιστατική ἐστι, τοὐναντίον πείσεται ὁ κατήγορος· διεξιόντος τὰ κατὰ τὴν ἀριστείαν τοῦ φεύγοντος, καὶ ἔκφρασιν ποιουμένου τῶν συμπιπτόντων κατὰ τὰς μάχας· ἰδιώτατον γὰρ τῆς ἀντιστατικῆς ἀντιθέσεως ἡ τῶν γεγονότων ἔκφρασις. ὥσπερ γὰρ ὁ κατήγορος ἐδυσώπει τὸν ἀκροατὴν τῷ ῥητῷ, τὸν αὐτὸν τρόπον καὶ ὁ φεύγων τῇ ἐκφράσει τῆς ἀριστείας. ὅτι δὲ οὐ μόνον ἀντιστατικῇ ἀντιθέσει κεχρήμεθα, ἀλλὰ καὶ ἑτέρᾳ πολλάκις πρὸς τὴν ὕλην τὴν ὑποκειμένην, ἤδη μοι προείρηται. διὸ καὶ τὸν τεχνικὸν ἄξιον θαυμάσαι, ὅτι τοῦτο προθεωρήσας οὐκ εἶπεν, ὅτι πάντως ἀντιστατικὴ ἔσται ἡ ἀντίθεσις, ἀλλ’ ἡμῖν τοῦτο δέδωκε σκοπεῖν ἀντίθεσιν εἰπὼν τὸ γένος, οὐ διορίσας δὲ ποίαν ἀντίθεσιν, ἀλλὰ πρὸς τὴν ὕλην ἐφ’ ἑκάστου προβλήματος τῷ διαιροῦντι καταλιπὼν σκοπῆσαι καὶ θεῖναι τὸ πρόσφορον.
4.812 Ἡ μετάληψις οἷον ἑτέρως ἔδει· καὶ ὡς ἐξῆν σοι ποιεῖν εὖ τὴν πόλιν εἰ προῃροῦ καὶ μὴ παρανομεῖν. Σωπάτρο υ. Δικαίως τοῦ φεύγοντος τὴν εὐεργεσίαν προτείνοντος, ὁ διώκων χρήσεται μεταλήψει, ἐν ᾗ τὸν τρόπον αἰτιᾶται τοῦ πραχθέντος λέγων, ὅτι οὐκ ἔδει τούτῳ τῷ τρόπῳ τὴν εὐεργεσίαν ἐνδείκνυσθαι, ἀλλ’ ἐξελθόντα τοῦ τείχους οὕτω τὴν εὐψυχίαν ἐπιδείξασθαι καὶ ὠφελῆσαι τὴν πόλιν. χρήσεται δὲ οὕτως θέσει, ὥσπερ ὁ φεύγων τῇ ἀντιστάσει. ἐκείνου γὰρ θετικῶς ἐπιχειροῦντος καὶ λέγοντος, ὅτι ἀνελθὼν ἔσωσα τὴν πόλιν κινδυνεύουσαν καὶ μέλλουσαν ἁλῶναι ἐκ τῶν πολεμίων, καὶ ἤδη ἐπικειμένων τῷ τείχει μόνος ἔσωσα· δεῖ γὰρ ἐν οἷς δύναταί τις ὠφελεῖν τὴν πόλιν καὶ τὸ κοινόν. οὕτως οὖν τοῦ φεύγοντος ἐπιχειροῦντος, ὁ διώκων ἀντεπιχειρήσει λέγων, ὅτι χρὴ ταῦτα ποιεῖν μὴ παραβαίνοντα τοὺς κειμένους νόμους, ἀλλ’ ὠφελεῖν τὴν πόλιν πειθαρχοῦντα τοῖς δικαίοις αὐτῆς, κάτωθεν τοῦ τείχους ἐξιόντα, ἀπὸ τῶν πυλῶν ἐπεκδρομὰς ποιούμενον. Μαρκελλίνο υ. Ἡ τῆς ἀντιθέσεως λύσις πρόδηλος ἀπὸ τῶν προειρημένων περὶ ἀντιθέσεως. πᾶσα γὰρ ἀντίθεσις μεταλήψει λύεται· ἐρεῖ γὰρ, ὅτι ἑτέρως ἐχρῆν, οἷον ἐπὶ τοῦ ἀνελθόντος ξένου ἐπὶ τὸ τεῖχος καὶ ἀριστεύσαντος· λέξει ὁ κατήγορος ὅτι ἑτέρως ἐχρῆν εὐεργετεῖν καὶ ὡς ἐξῆν ὄντι σοι ξένῳ τὴν πόλιν εὖ ποιεῖν, εἴ γε προῃροῦ καὶ μὴ παρανομεῖν. Τὸ πρός τι, ὡς ἐν ταῖς ἀντιθετικαῖς· πότερον μεῖζον τὸ εὐεργέτημα ἢ τὸ ἀδίκημα.
4.813.(1n) καὶ ἔστι κοινὸν ἀμφοῖν. Τὸ πρός τι σύγκρισίς ἐστι τοῦ ἀδικήματος καὶ εὐεργετήματος. ὁ μὲν γὰρ φεύγων· λείπει τὴν ἐμαυτοῦ ἀρετήν· καὶ ὅτι οὐ προσδιώρισεν ὁ νόμος τὸ ποῖόν με γέρας αἰτεῖν δεῖ, ἀντινομία μὲν οὐκ ἔστι τοῦτο. ὅτι μηδὲ δύο ῥητῶν μάχην ἔχει ἐκ περιστάσεως. οὐ γάρ ἐστιν ἐναντίον τὸ κολάζεσθαι τὴν γυναῖκα τοῦ τυράννου τῷ τὸν ἀριστέα αἰτεῖν δωρεάν. οὐδὲ ἐστί τις περίστασις ἡ τοῦτο ποιοῦσα. ἀλλὰ δεῖ ἀμφοτέρους τοὺς νόμους διανοίᾳ λύεσθαι παρ’ ἑνὸς προσώπου, οὐ γὰρ τῷ μὲν ἑνὶ ῥητῷ ὁ ἕτερος χρῆται. θατέρῳ δὲ ὁ ἀντιλέγων, ὅπερ ἀντινομίας οἰκεῖον, ἀλλ’ ἄμφω τὰ ῥητὰ ἀμφότεροι ἐξετάζουσιν, ὁ μὲν τῷ ῥητῷ κεχρημένος, ὁ δὲ τῇ διανοίᾳ. Καὶ ἄλλως ἀνωνύμου. Ἡ κατὰ ῥητό ν· ἡ νομικὴ στάσις γίνεται, οὐχ ὅταν ἁπλῶς ῥητὸν ἐμπίπτῃ, ἀλλ’ ὅταν περὶ τὸ ῥητὸν πᾶσα κινῆται ἡ ζήτησις, οὐ περὶ τοῦ κυροῦσθαι αὐτὸ, ἢ μὴ, τοῦτο γὰρ τῆς ἐγγράφου πραγματικῆς ἀποδέδεικται, ἀλλ’ εἰ παραβέβασται ἢ οὔ. ὅταν δὲ τὴν διάνοιαν τοῦ θέντος τῷ γεγραμμένῳ ἀντιτάττωμεν, τότε ποιοῦμεν ῥητὸν καὶ διάνοιαν. βʹ. Προβολῇ ῥητο ῦ· καλῶς τὸ ῥητοῦ προσέθηκε, διϊστὰς τὰς νομικὰς ἀπὸ τῶν λογικῶν.
4.814 προβολὴ γὰρ ἁπλῶς ἡ ἐξ ἀδικήματος ἀγράφου. ἐμφαντικώτερον δ’ ἂν εἶπε προβολῇ τῇ ἀπὸ ῥητοῦ. οὐδὲ γὰρ αὐτὸ τὸ ῥητὸν προβάλλεται, ἀλλὰ τὸ ἔγκλημα τὸ διὰ τὸ ῥητὸν γινόμενον. ἐν ταὐτῷ δὲ καὶ τὴν ἀνάγνωσιν τοῦ νόμου ποιήσεται, δυσωπῶν διὰ τούτου τὸν ἀκροατήν. γʹ. Ἡ διάνοια διττῶ ς· καθολικὸν παράγγελμά ἐστιν, ὅτι τὸ ῥητὸν τὸ βλάπτον τῇ διανοίᾳ τοῦ θέντος λύομεν. τὸ δὲ δοκοῦν ἀδίκημα διὰ τῆς διανοίας τοῦ πεποιηκότος συστήσομεν. ἐπεὶ γὰρ ὁ κατήγορος τὸ ἀπὸ τοῦ νόμου ῥητὸν προβάλλεται, εἰκότως ὁ φεύγων ἐπὶ τὴν τοῦ ῥητοῦ διάνοιαν διαφεύγει, λέγων ὅτι οὐκ ἔγνως τὸν νόμον. ληψόμεθα δὲ τὰς ἀφορμὰς τῶν λύσεων ἀπὸ τῶν περιστατικῶν· οἷον ὅτι οὐκ ἐν καιρῷ πολέμου ἐκέλευσε μὴ ἀνιέναι· καὶ ἀπὸ τῆς αἰτίας, ὅτι ἐκώλυσεν ἀνιέναι, μή ποτε κατάσκοποι ὦσιν, οὐχ ἵνα μὴ ἀριστεύωσιν. ἐπεὶ δὲ τὸ κεφάλαιον αὐστηρόν πως εἶναι δοκεῖ, καθάπερ ἀντινομοθετούντων ἡμῶν, εἴγε τοῦ ῥητοῦ διαγορεύοντος ἕτερα, ἄλλην ἡμεῖς ἀντεισφέρομεν διάνοιαν, δεῖ τινος θεραπείας τὴν τραχύτητα καθαιρούσης. διπλοῦς δὲ αὐτῆς ὁ τρόπος, ὅταν ἢ ἀτοπίαν τινὰ τοῖς τοῦ ἐναντίου λόγοις προσάπτωμεν, οἷον ὅτι φανεῖται ὁ νομοθέτης κατά γε τὸν ἀντίδικον ἀποστερῶν σωτηρίας τὴν πόλιν. ἢ ὅταν ἀπαιτῶμεν νόμον φανερῶς τῇ ἡμετέρᾳ ἀνταποφαινόμενον διανοίᾳ· ὅτι δεῖξον εἴ τις νόμος τὸν ἀνιόντα ἐπὶ σωτηρίᾳ ἐκώλυσεν. ἢ ἐκ παραδειγμάτων καὶ ἐθῶν. δʹ. Τὸ μὴ προσδιωρίσθα ι· ἐνταῦθα πάλιν τὴν τοῦ νόμου ἀνάγνωσιν ποιήσεται. τοῖς γὰρ ὑπὲρ ἡμῶν ἰσχυροῖς οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δὶς χρηστέον. εʹ. Ἡ ἑτέρα διάνοι α· αὕτη διαφέρει τῆς προτέρας, ὅτι ἐκείνη μὲν μόνου τοῦ φεύγοντος ἦν, αὕτη δὲ κοινὴ ἀμφοτέρου, καὶ ὅτι ἡ μὲν προτέρα τὴν τοῦ ῥητοῦ ἑρμηνεύει διάνοιαν, ἡ δὲ δευτέρα τοῦ μὴ προσδιωρίσθαι. ϛʹ. Ὁ συλλογισμό ς· ἰσχὺν τοῦτο τὸ κεφάλαιον λαμβάνει ἐκ παραδειγμάτων, εἰ ἔχοιμεν πολλοὺς παρατίθεσθαι νόμους, ἐφ’ ὧν οὐ προσδιώρισται τὰ ὁμολογούμενα· καὶ οὐ διὰ τοῦτο ψιλῶς τῷ ῥητῷ ἀξιοῦμεν προσέχειν.
4.815 ζʹ. Αὐτό ἐστι τὸ γεγονό ς· τουτέστιν αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. καὶ ὅσα περὶ τὴν ἀριστείαν πέπρακται. ἀντιστατικῶς γὰρ ταῦτα εἰσενεχθήσεται. μέχρι μὲν οὖν τούτου ἰσχυρότερα εἶναι δοκεῖ τὰ τοῦ κατηγόρου, εἴ γε ὁ μὲν φανερῶς ἐπανέχει τῷ νόμῳ, ὁ δὲ ἔξωθέν τι παρεισάγειν πειρᾶται. ἐν δὲ τῇ ἀντιθέσει πλέον ἕξει ὁ φεύγων διεξιὼν τὴν ἀριστείαν, καὶ ἀκμάζων ἐπὶ τῷ εὐεργετήματι. Περὶ ἀντινομίας. Συριανο ῦ. Ἡ ἀντινομία ἐκ μὲν τοῦ ὀνόματος πρόδηλος, ὡς ἐναντίωσίν τινα περιέχουσα τῶν νόμων. οὐχὶ καθ’ αὑτό. ἄτοπον γὰρ τοῦτό γε, καὶ πολιτείας οὐκ εὖ διοικουμένης, νόμων ἐναντιότητι δουλεύειν. ἀλλὰ φύσει μὲν οὐδαμῶς ἐναντιουμένων ἀλλήλοις, κατὰ δέ τινα περίστασιν ἐναντιοῦσθαι δοκούντων· ὅρος δὲ αὐτῆς οὗτος· ἀντινομία ἐστὶ στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν ὁ φεύγων ἕτερον ἀντιτίθησι νόμον τῷ ὑπὸ τοῦ κατηγόρου προτεινομένῳ ὡς παραβεβασμένῳ· ἴδιον δὲ ἀντινομίας τὸ δύο νόμων ὄντων ἢ τριῶν ἢ ὅσων δή ποτε, ἕνα πάντως παραβεβάσθαι· ἢ ἑνὸς μόνου ὄντος νόμου, μέρος μέν τι παραβεβάσθαι, μέρος δὲ μή· καὶ ἐν ῥητῷ δὲ καὶ διανοίᾳ παραβεβάσθαι ἀνάγκη τὸν νόμον, περὶ οὗ ἡ κρίσις· εἰ γὰρ μήπω παραβεβασμένος εἴη, ἀλλὰ βουλὴ προκέοιτο, πότερον δεῖ παραβαίνειν ἢ μὴ, οὔτε ῥητὸν καὶ διάνοια, οὔτε ἀντινομία συστήσεται, ἀλλὰ πραγματικὴ κατὰ ῥητὸν καὶ διάνοιαν καὶ κατὰ ἀντινομίαν.
4.816 Διόπερ οὔτε Ἑρμογένει οὔτε Μητροφάνει τῷ τούτου ἐξηγητῇ πεισόμεθα ἀντινομικὰ λέγουσιν εἶναι τὰ ζητήματα ἐκεῖνα· τῆς μὲν κατὰ δύο νόμους τόδε· νόμος τὸν ἀποκήρυκτον μὴ μετέχειν τῶν πατρῴων καὶ νόμος τὸν ἐπιμείναντα χειμαζομένῃ καὶ ἑξῆς· τῆς δὲ κατὰ ἕνα νόμον ἀντινομίας τόδε· νόμος τὴν βιασθεῖσαν ἢ γάμον ἢ θάνατον αἱρεῖσθαι τοῦ βιασαμένου καὶ ἑξῆς· ἑκατέρῳ γὰρ τούτων βουλὴ πρόκειται, πότερον δεῖ παραβαθῆναι νόμον ἢ ποῖον μέρος νόμου· ἐχρῆν δὲ, ὡς ἔφαμεν ἤδη, παραβεβάσθαι, διὸ ταῦτα μὲν πραγματικῆς κατὰ ἀντινομίαν ἐροῦμεν τὰ ζητήματα· παράδειγμα δὲ ἀντινομίας τῆς κατὰ δύο νόμους ἔστω τόδε· νόμος τὸν μὴ θάψαντα τὸν αὐτοῦ πατέρα τῆς πατρῴας ἐλαύνεσθαι χώρας τῶν ἐκείνου μηδενὸς μετασχόντα, καὶ νόμος τὸν ἀποδόμενον τὰ ὅπλα ἄτιμον εἶναι· πένης τις τελευτήσαντος αὐτῷ τοῦ πατρὸς ἀποδόμενος τὰ ὅπλα ἔθαψε τὸν πατέρα καὶ ὑπάγεται ἑκατέρῳ τῶν νόμων· τῆς δὲ κατὰ ἕνα νόμον ἀντινομίας παράδειγμα τόδε· νόμος τὸν λυπήσαντα τοὺς αὑτοῦ πατέρας, εἰ τελευτήσειεν· ἄταφον μένειν· ἔχων τις γυναῖκα καὶ υἱὸν ἀπεδήμησεν, ὑπὸ καταποντισταῖς γενόμενος ἐδήλωσε τοῖς οἴκοι περὶ λύσεως· ἡ γυνὴ συνεχῶς ἐντυγχάνουσα τοῖς γράμμασι καὶ δακρύουσα τῶν ὄψεων ἐστερήθη· καταλιπὼν ὁ παῖς παρὰ τῇ μητρὶ τὴν οὐσίαν καὶ πρὸς τοὺς καταποντιστὰς ἀπελθὼν ἀντέδωκεν ἑαυτὸν ὑπὲρ τοῦ πατρός· ἐν δεσμοῖς ὢν ἐτελεύτησεν, ἐῤῥίφη κατὰ τῆς θαλάσσης, προσηνέχθη τοῖς αἰγιαλοῖς τῶν πατέρων τὸ σῶμα, καὶ ὁ μὲν πατὴρ βούλεται θάπτειν, ἡ δὲ μήτηρ ἀντιλέγει· ἐνταῦθα γὰρ τὸ μὲν κατὰ τὴν μητέρα μέρος παραβέβασται· λελύπηται γὰρ κατ’ αὐτοῦ ὡς τυφλὴν καταλιπόντος, τὸ δὲ κατὰ τὸν πατέρα σῶόν ἐστιν.
4.817 Σωπάτρο υ. Μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν ἡ ἀντινομία ἐτάγη· καί τοι ἐν τῇ μεθόδῳ μετὰ τὸ ῥητὸν καὶ τὴν διάνοιαν ὁ συλλογισμός· ἀλλά φαμεν, ὡς ἀμφότερα οὐκ ἀλόγως· ἀλλ’ ἐκεῖνος μὲν ὁ συλλογισμὸς πρὸ τῆς ἀντινομίας, καθ’ ὅ τι κοινωνοῦσιν αὗται αἱ στάσεις, ἅτε δὴ περὶ ἓν ῥητὸν ἀμφοῖν ἐχουσῶν τὴν ζήτησιν· ἐνταῦθα δὲ τὴν ἀντινομίαν πρὸ τοῦ συλλογισμοῦ τέθεικεν, ἐπειδὴ, ὡς καὶ αὐτός φησιν ὁ τεχνικὸς, ὡσπερεὶ διπλοῦν ἐστι ῥητὸν καὶ διάνοια ἡ ἀντινομία· καὶ ἔδει τοῦ ἁπλοῦ τεθέντος ἐπαχθῆναι καὶ τὸ διπλοῦν· καὶ ἔτι ἐν μὲν τῇ ἀντινομίᾳ νόμοι εἰσὶν οἱ ἐξεταζόμενοι, ἐν δὲ τῷ συλλογισμῷ ἡ γνώμη τοῦ ῥητοῦ ἐστιν ἡ ἐξεταζομένη· ἔδει οὖν τὴν τοῦ τελείου ῥητοῦ ζήτησιν προταγῆναι τῶν περὶ τὴν γνώμην τοῦ ῥητοῦ τὴν ζήτησιν ποιουμένων· ἀλλ’ εἰ διπλοῦν ἐστι ῥητὸν καὶ διάνοια ἡ ἀντινομία, τί δήποτε μὴ εἶδος τάττοιτο ῥητοῦ καὶ διανοίας, ὥσπερ στοχασμὸς διπλοῦς, καὶ ὅρος, ἀλλὰ καθ’ αὑτὴν στάσις· ἐροῦμεν οὖν, ὅτι ἐκεῖ μὲν οἷον ἐν στοχασμῷ καὶ ὅρῳ κἂν ἔχωμεν εἶδος διπλοῦν, ἀλλὰ πανταχοῦ τῆς στάσεως τὸ ἴδιον σώζεται· ἐν στοχασμῷ μὲν καὶ ἁπλῷ καὶ διπλῷ τὸ ἄδηλον· ἐπὶ δὲ ῥητοῦ καὶ διανοίας καὶ ἀντινομίας οὐδὲν τοιοῦτο· οὐ γάρ ἐστιν ἴδιόν τι ἀμφοῖν, ἀλλὰ διάφορον· τὸ μὲν γὰρ ῥητὸν καὶ διάνοια παράβασιν ἔχει πάντως ῥητοῦ, ἐν δὲ ἀντινομίᾳ τοιοῦτον οὐδέν· ἀλλὰ δύο νόμων περὶ τὴν μίαν πρᾶξιν μαχομένων, ὁ μὲν ἀναιρεῖται, ὁ δὲ σώζεται.
4.818 Εἰδέναι χρὴ, ὡς οὐ μόνον νόμοι ποιοῦσιν ἀντινομίαν, ἀλλὰ καὶ ψηφίσματα καὶ προσψηφίσματα καὶ ἁπλῶς πάντα ῥητά· οὐχ ὅτι δὲ ἢ νόμοι ἢ ψηφίσματα μιᾶς καὶ τῆς αὐτῆς πόλεως ἐναντία ἐστὶν ἀλλήλοις, τοῦτο γὰρ οὐδὲ μίαν συνίστησι πολιτείαν, ἀλλὰ μὴ ἐναντίων ὄντων ἐκ περιστάσεως ἡ ἐναντιότης ἀναφαίνεται· ἐκ νόμων μὲν οὖν ἀντινομίαν καὶ ὁ τεχνικὸς ἐδίδαξεν ἡμᾶς, ἐκ ψηφισμάτων δὲ αὕτη· ἐψηφίσαντο Ἀθηναῖοι τοῖς φεύγουσιν Ὀλυνθίων πολιτείαν· εἰσιόντες ἐκεῖνοι πλεῖστα ἀνδράποδα βάρβαρα εἰσήγαγον· ἦν δὲ ψήφισμα νικῆσαν τὸν εἰσάγοντα βάρβαρα ἀνδράποδα πλείω τῶν τριῶν ἐν δεσμωτηρίῳ εἶναι, ἔστ’ ἂν ἐπιδείξῃ τοὺς ταῦτα βουλομένους ὠνήσασθαι· οἱ ἐπὶ τοῦ λιμένος τινὰς ἐνέβαλον τῷ δεσμωτηρίῳ, οἱ λοιποὶ ἀνέζευξαν καὶ κρίνονται· ἐνταῦθα γὰρ δύο ψηφισμάτων εἰσὶ μάχαι, τῶν μὲν προβαλλομένων τὴν ἐξουσίαν τοῦ δεῖν κατὰ τὸ ψήφισμα πράττειν, τῶν δὲ τὸ γεγενῆσθαι αὐτοὺς πολίτας καὶ μὴ ἐπ’ ἐμπορίᾳ κατάγειν· γίνεται δὲ καὶ ἀπὸ ἑτέρων ῥητῶν καὶ διαθηκῶν, ὡς ἐπὶ τούτου· διατιθέμενός τις ἐκέλευσε δοθῆναι τῷ φίλῳ τὴν θυγατέρα· πρὶν δοθῆναι ἀριστεύσας τις αἰτεῖ αὐτὴν εἰς γάμον, καὶ ἀμφισβητοῦσιν· ἐνταῦθα διαθήκης καὶ νόμου ἐστὶν ἀμφισβήτησις· καὶ ἑνὶ λόγῳ· ὃν τρόπον ἐπὶ τῷ ῥητῷ καὶ τῇ διανοίᾳ πᾶν ῥητὸν ποιεῖ καὶ διάνοιαν, κἂν διαθήκη κἂν κήρυγμα κἂν ψήφισμα κἂν ὅ τι δή ποτε οὖν, τούτῳ τῷ τρόπῳ καὶ ἡ ἀντινομία· εἴδη δὲ αὐτῆς κατὰ τὸν Ἑρμογένη δύο· ἓν μὲν, ὅτ’ ἂν δύο ῥητὰ ἐναντία ἀλλήλοις ὦσιν ἐκ περιστάσεως, ὡς ἐπὶ τούτου· τοῦ ὑπερασπίσαντος τὴν τοῦ ὑπερασπισθέντος οὐσίαν εἶναι, καὶ τὸν ἀποκήρυκτον μὴ μετέχειν τῶν πατρῴων· ἀποκήρυκτος ὑπερήσπισε τοῦ πατρός· καὶ ἀξιοῖ κατὰ νόμους δεσπότης εἶναι τῆς οὐσίας· καὶ καθ’ ἓν ῥητὸν εἰς δύο τεμνόμενα· ὡς ἐπὶ τούτου οὗ καὶ ὁ τεχνικὸς τίθησι, τῶν δύο κορῶν τῶν βιασθεισῶν ὑπό του, καὶ τῆς μὲν γάμον, τῆς δὲ θάνατον αἱρουμένης τοῦ βιασαμένου· περὶ δὲ τούτου κἀν τῇ μεθόδῳ εἴρηται, ὡς διὰ τὸ ἰσάζειν ἀσύστατόν ἐστιν· ἴσως δ’ ἂν ἐφ’ ἑτέρων εὑρεθείη παράδειγμα, τῶν σπανίων δὲ τὸ πρόβλημα.
4.819 Ἡ ἀντινομία ἔστι μὲν οἷόν τι διπλοῦν ῥητὸν καὶ διάνοια, ὡς κἀν τῇ μεθόδῳ, καθ’ ἣν ἐπέγνωμεν τὰς στάσεις, ὡρισάμην· καὶ τοῖς πλείστοις γε κεφαλαίοις κοινωνεῖ τῇ στάσει ταύτῃ διπλοῖς δηλαδὴ γινομένοις· ἔχει δέ τι καὶ ἴδιον ὡς φανεῖται· οὑτωσὶ δὲ διαιρήσεις, προβολῇ ῥητοῦ, διανοίᾳ, ἑτέρᾳ προβολῇ ῥητοῦ, καὶ πάλιν ἑτέρᾳ διανοίᾳ· τῶν δὲ ἐφεξῆς κεφαλαίων τινὰ ὡς ἐπὶ τὸ πλεῖστον ἐκλείπει, διὰ τὸ ἰσάζον· οἷον ἕπεται μὲν τούτοις, ὥσπερ ἐν ῥητῷ καὶ διανοίᾳ τὸ μὴ προσδιωρίσθαι. καὶ ἡ ἑτέρα διάνοια τοῦ νομοθέτου· καὶ ὁ συλλογισμὸς καὶ ὁ πρὸς αὐτὸν ὅρος· ἰσάζειν δέ πως δοκεῖ ταῦτα ἐπ’ ἀμφοῖν τοῖν μεροῖν παραπλησίως λέγεσθαι δυνάμενα· καὶ χαλεπὸν αὐτοῖς χρήσασθαι δυνηθῆναι· τὰ μέν τοι μετὰ ταῦτα κεφάλαια δῆλά ἐστιν, ἀντίθεσις, μετάληψις, πρός τι, ὅρος βίαιος, ἡ θέσις, ἑτέρα μετάληψις, ἀντίληψις, εἶτα ποιότης καὶ γνώμη. Σωπάτρο υ. Διαιρεῖται, φησὶν, ἡ ἀντινομία κεφαλαίοις τοῖςδε· προβολαῖς δύο, τῇ μὲν τοῦ κατηγόρου, τῇ δὲ τοῦ φεύγοντος· διανοίαις δύο. οἱ δὲ προσδιορισμοὶ, φησὶ, καὶ αἱ δεύτεραι διάνοιαι, ὅροι τε καὶ συλλογισμοὶ διὰ τὸ ἰσάζειν ἐκλείπουσιν, ἀντιθέσει συγγνωμονικῇ ἢ ἀντιστατικῇ, μεταλήψει, τοῖς πρός τι διπλοῖς· ὧν τὸ μὲν σύγκρισιν ἔχει, τὸ δὲ τὸ περιέχον ἐξετάζει καὶ τὸ περιεχόμενον· ὡς ἐπὶ τοῦ ἀποδομένου τὴν πανοπλίαν καὶ θάψαντος τὸν πατέρα· ἐρεῖ γὰρ ὁ φεύγων, ὡς θάψας μὲν τὸν πατέρα διὰ τοῦ ἀποδόσθαι τὰ ὅπλα, πάλιν ἑτέρων εὐπορήσει ῥᾳδίως· ἢ τῷ σώματι καμὼν ἢ φίλων χαρισαμένων· ἄταφον δὲ περιϊδὼν οὐδ’ ἐπὶ τῆς πατρίδος ἔτι μένειν ἠδύνατο· ὥστε ὁ μὲν περὶ τῆς ταφῆς νόμος περιέχει τὸν περὶ τῶν ὅπλων, ὁ δὲ περὶ τῶν ὅπλων ὑπὸ τοῦ ἑτέρου περιέχεται, βιαίῳ ὅρῳ, μεταλήψει ἐπὶ πρόσωπον.
4.820 Μαρκελλίνο υ. Πάνυ ἀκριβῶς ὁ τεχνικὸς προσέθηκε τὸ οἷον· οὐ γὰρ ὄντως διπλοῦς ῥητὸν καὶ διάνοιά ἐστιν ἡ ἀντινομία, ἀλλὰ κατὰ μόνην τὴν διαίρεσιν τῶν κεφαλαίων, ὡς καὶ αὐτὸς ἐδήλωσεν εἰπὼν ἐφεξῆς, ὅτι κοινωνεῖ τῇ στάσει τῷ ῥητῷ καὶ τῇ διανοίᾳ, δῆλον ὅτι τοῖς κεφαλαίοις, διπλοῖς δηλαδὴ γινομένοις· δύο γὰρ ὄντων τῶν ἐμπιπτόντων ῥητῷ διπλᾶ ἐστι τὰ κεφάλαια· διαιρεῖται δὲ ἡ ἀντινομία κεφαλαίοις τοῖςδε, προβολῇ ῥητοῦ, διανοίᾳ· εἶτα ἕπεται τὸ μὴ προσδιωρίσθαι, ὡς ἐν τῷ ῥητῷ καὶ τῇ διανοίᾳ εἴρηται, εἶτα ἑτέρᾳ διανοίᾳ τοῦ νομοθέτου, ὅρῳ καὶ συλλογισμῷ· ἀλλὰ τὰ δύο ταῦτα ἐκλείπει διὰ τὸ ἰσάζειν· μετὰ ταῦτα ἐμπίπτει ἀντίθεσις, μετάληψις, πρός τι, ὅρος βίαιος, ἑτέρα μετάληψις· ποιότης καὶ γνώμη. Ἴδιον δὲ ἀντινομίας κεφάλαιον παρὰ τὴν ἐν τῷ ῥητῷ καὶ διανοίᾳ διαίρεσιν ἡ περὶ τοῦ πότερον περιέχει καὶ πότερον περιέχεται τῶν ῥητῶν ζήτησις· οἷον ποτέρου γενομένου μηδέτερον ἀναιρεθήσεται τῶν ῥητῶν· ὅπερ κεφάλαιον μετὰ τὸ πρός τι τεθήσεται· ἀπὸ δὲ τοῦ παραδείγματος ἔσται φανερὰ πάντα, οἷον ἀποκήρυκτος μὴ μετεχέτω τῶν πατρῴων καὶ ὁ ἐπιμείνας χειμαζομένῃ νηῒ δεσπότης ἔστω τῆς νεώς· ἀποκήρυκτος ἐπέμεινε χειμαζομένῃ πατρῴᾳ νηῒ, κωλύεται δεσπόζειν αὐτῆς· ἡ προβολὴ τοῦ ῥητοῦ, ἀποκηρύκτῳ ὄντι σοι οὐ μέτεστι τῶν πατρῴων.
4.821.(1n) Μαρκελλίνο υ. Ἰδιόν ἐστι, φησὶ, κεφάλαιον παρὰ τὰ ἐν ῥητῷ καὶ διανοίᾳ τὸ πότερον περιέχει τῶν ῥητῶν καὶ πότερον περιέχεται, οἷον ποτέρου τῶν ῥητῶν κρατήσαντος οὐδὲ τὸ ἕτερον ἀναιρεθήσεται· πολλὴ δὲ ἡ τοῦ κεφαλαίου δύναμις, καὶ προσάγεσθαι τὸν ἀκροατὴν ἱκανωτάτη, ἐπειδὴ πολλὴν ἔχειν εἰκὸς τὸν δικαστὴν τῶν νόμων πρόνοιαν· δυσδιάκριτον δὲ αὐτῷ τὸ ὑποκείμενον· κινδυνεύει γὰρ ἕτερον παραβῆναι τῶν νόμων ἀναγκαίως· εἴ τις γὰρ τῶν δυοῖν ἀντιδίκων ἐπιδείξειεν, ὡς τοῦδε κρατήσαντος τοῦ νόμου οὐδὲ ὁ ἕτερος ἀναιρεῖται, δῆλον ὅτι πᾶς αὐτῷ δικαστὴς προστεθήσεται. ἀπὸ δὲ τοῦ παραδείγματο ς· θέντες, φησὶ, τὸ παράδειγμα ἕκαστον τῶν κεφαλαίων σαφῶς διεξέλθωμεν· τέθεικε γοῦν τὴν προβολὴν μετὰ τὸ παράδειγμα, ἥ τις ἐστὶν αὕτη· ἀποκηρύκτῳ σοι ὄντι, φησὶν, οὐκ ἔξεστι μετέχειν τῶν πατρῴων· τοῦτο δὲ οὐχ ἁπλῶς θήσομεν, ἀλλ’ ὅπερ ἤδη εἰρήκαμεν μετὰ τῆςδε οὔσης κατασκευῆς καὶ τῆς ἀναγνώσεως τοῦ νόμου, τοῦτο γὰρ ἰσχυρὸν καὶ μάλιστα δυσωπῆσαι δυνάμενον. Ἡ διάνοια τότε λέγει δήπουθεν, ὅταν ὡς κληρονομήσων, ὅταν ὡς διαδεξόμενός τι τῶν τοῦ πατρὸς κατὰ τοὺς περὶ τῶν παίδων νόμους ἀντιποιῆταί τις· οὐχ ὅταν ὡς ἀλλότριος καὶ μηδὲν προσήκων· εἶτα ἕπεται ἡ ἑτέρα προβολὴ τοῦ νόμου· οἷον ἄλλως τε καὶ ὅτ’ ἂν νόμος τοῦτο σαφῶς διδῷ, τὸ κύριον εἶναι τὸν ἐπιμείναντα τῆς νεώς. Σωπάτρου καὶ Μαρκελλίνο υ. Ἡ διάνοια τοιαύτη τις ἔσται· τότε, φησὶ, κωλύει μετέχειν τῶν πατρῴων, ὅτ’ ἂν μὴ χειμαζομένῃ τις ἐπιμείνῃ· ὅτ’ ἂν ὡς κληρονόμος θέλῃ μετέχειν καὶ κύριος, οὐχ ὅτ’ ἂν ὡς ἀλλότριος καὶ μηδὲν προσήκων· οὕτω γὰρ σώζεται διπλῆ διάνοια, ὥσπερ εἰρήκαμεν, αὐτοῦ τε τοῦ φεύγοντος καὶ τοῦ νομοθέτου· τὸ μὲν γὰρ διορίζειν πότε καὶ πῶς κωλύει μετέχειν τῶν πατρῴων τῆς τοῦ νομοθέτου γνώμης ἐστίν· τὸ δὲ προσθεῖναι, οὐχ ὅτ’ ἂν ὡς ἀλλότριος καὶ μηδὲν προσήκων, δῆλον ὅτι τῆς αὐτοῦ τοῦ χρωμένου· εἶτα ἕπεται ἡ ἑτέρα προβολή· λύσας, φησὶν, διὰ τούτων ὁ φεύγων τοῦ διώκοντος τὸ ῥητὸν ἐπάξει τὸ οἰκεῖον ῥητὸν πιθανῶς προοδοποιήσας τὴν εἰσαγωγὴν διὰ τῆς διανοίας, καὶ λέγων οὕτως· ἄλλως τε καὶ ὅτ’ ἂν νόμος τούτῳ διδῷ τὴν παῤῥησίαν· παραπλησία δὲ κἀνταῦθα ἡ τοῦ ῥητοῦ προβολὴ, ὅτι ὁ νόμος βούλεται τὸν ἐν τῇ νηῒ χειμάσαντα δεσπότην εἶναι τῆς νηός· εἶτα ἕπεται ἡ ἑτέρα προβολ ή· λύσει μὲν ὁ ἀποκήρυκτος, φησὶ, πρῶτον τὴν προβολὴν τοῦ ῥητοῦ τῇ διανοίᾳ, ἔπειτα καὶ τὸ ὑπὲρ αὐτοῦ προσάγεται ῥητὸν τὸ κελεῦον δεσπότην εἶναι τῆς νηὸς τὸν ἐναπομείναντα χειμαζομένῃ νηΐ· ὥσπερ γὰρ ἐν τοῖς ἀντεγκληματικοῖς στοχασμοῖς προτάττειν μὲν τὴν ἀπολογίαν, εἶτα ἐπάγειν τὴν κατηγορίαν προσῆκεν, οὕτω καὶ ἐν ταῖς ἀντινομίαις πρῶτον μὲν τοῦ ἐναντίου τὸ ῥητὸν λύειν χρὴ, μετὰ ταῦτα δὲ τὸ οἰκεῖον ἐπάγειν· μᾶλλον γὰρ οὕτως αὐτὸ ὁ ἀκροτὴς ἀποδέξεται.
4.822 Πρὸς ἣν ἡ ἑτέρα διάνοια, ἀλλὰ τηνικαῦτα δίδωσιν, ὅτ’ ἂν μὴ πατρῷον ᾖ τὸ κτῆμα, ὅτ’ ἂν ἀλλότριον, ὅτ’ ἂν μὴ ἀποκήρυκτός τις ᾖ, ὅτ’ ἂν μὴ νόμῳ εἰργόμενος. Σωπάτρο υ. Ἀλλ’ οὐχ ὅτ’ ἂν ἀποκήρυκτος ᾖ ὁ πατρῴας νηὸς ἀντεχόμενος· ἰστέον δὲ, ὅτι οὐκέτι διπλῆν οὕτω ποιεῖται τῆς διανοίας τὴν ἐξέτασιν, ὥσπερ ὁ ἕτερος, ἀλλὰ μόνῃ τῇ τοῦ νομοθέτου ἀρκεῖται.
4.823 τίς οὖν ἡ αἰτία, ἐν τῷ περὶ ῥητοῦ καὶ διανοίας λόγῳ παρεστήσαμεν· ἐκεῖ γὰρ τούτου χάριν διπλῆν τῆς διανοίας τὴν ἐξέτασιν εἴπομεν, ὅτι δύο κατ’ αὐτὸν εὑρίσκεται, καὶ νόμος ἀντιπίπτων, καὶ πρᾶξις παρὰ τὸ δέον δοκοῦσα πεπρᾶχθαι, παράνομος γάρ· διόπερ ἀναγκαίως ἀμφότερα θεραπεύων ὁ φεύγων χρήσεται τῇ διανοίᾳ, τὴν μὲν τοῦ νομοθέτου περὶ ῥητὸν παραβαλλόμενος, τὴν δὲ τοῦ φεύγοντος αὐτοῦ περὶ τὴν πρᾶξιν, μεθ’ ἧς διανοίας τόδε τι πεποίηκεν· ἐνταῦθα δὲ οὐ συμβαίνει τὰ δύο· διὸ καὶ μιᾷ τῇ διανοίᾳ χρήσεται ὁ τὸν ἀποκήρυκτον ἔχειν τὴν ναῦν κωλύων, ὡς αὐτὸς μὲν οὐδὲν ἀδικῶν, ἕτερον δὲ κωλύειν ἐπιχειρῶν· μόνην οὖν τὴν τοῦ νομοθέτου προβάλλεται· τὴν δὲ πρὸς τὴν πρᾶξιν οὐδὲ τὴν ἀρχὴν παραλήψεται· οὐδὲν γὰρ αὐτῷ παράνομον πέπρακται· ὥστε χρῆναι αὐτὸ τῇ διανοίᾳ κωλῦσαι· τῷ γὰρ μὴ πεπραγμένῳ τοὐναντίον θαῤῥεῖ. Εἶτα ἔστι τὸ μὴ προσδιωρίσθαι· ὡς ὁ ἕτερος ἂν χρήσηται, καὶ τῷ ἑτέρῳ ἐστὶ χρήσασθαι καὶ ἰσάζει· τάχα δ’ ἄν τις αὐτὸ καὶ μεθοδεύσειε διαιρῶν· νῦν δὲ ἡμεῖς οὐ διαιροῦμεν· ἀλλὰ τὰ κεφάλαια δείκνυμεν, καὶ ἔστι φανερά· ἀκολούθως δὲ τούτῳ τῷ κεφαλαίῳ καὶ ὁ ὅρος καὶ ὁ συλλογισμὸς ἰσάζει. Σωπάτρο υ. Ταῦτα διὰ τὸ ἰσάζειν ἐκλείπει· μάταιον γὰρ τὸ λέγειν ταῦτα, ἐν οἷς οὐδὲν πλέον τῶν ἀντιδίκων εἰσοίσομεν· οὐ μὴν καθάπαξ ἀναιρεῖ τὸ κεφάλαιον ὁ τεχνικὸς, ἀπείρου οὔσης τῆς τῶν πραγμάτων ὕλης· καὶ ὅτι πολλάκις ἐμπεσοῦσά τις βραχεῖα παραλλαγὴ δίδωσι τῷ ἑνὶ χρήσασθαι· εὑρίσκεται δὲ διαφορὰ κατὰ φύσιν· οἷον ἐκεῖνο μὲν ὡς κομιδῇ καταφανὲς εἰκότως οὐκ ἐδεήθη τοῦ προσδιορισμοῦ· τοῦτο δὲ ὡς μὴ ὁμολογουμένου τῆς προσθήκης ἐδεῖτο· συνεκλείψει δὲ καὶ ὁ συλλογισμὸς, ἕπεται γὰρ καὶ οὗτος τῷ μὴ προσδιωρίσθαι.
4.824 Ἡ μέντοι ἑτέρα διάνοια, ἥ ἐστι γνώμη τοῦ νομοθέτου, διαφόρως ὑφ’ ἑκατέρου μέρους ἐξετάζεται ἐπ’ ἀμφοῖν τοῖν νόμοιν. οἷον διατί τὸν ἀποκήρυκτον εἴργει ὁ νομοθέτης τῶν πατρῴων· ὁ μὲν διώκων ἐρεῖ, ὅτι νομίσας οὐκ ἄξιον εἶναι τὸν ἀπηχθημένον τῷ πατρὶ τῶν ἐκείνου τινὸς μετέχειν, ὁ δὲ φεύγων οὐχί· ἀλλ’ ἵνα καὶ καθ’ αὑτοὺς πονοῦτες καὶ παραβαλλόμενοι τοῖς κινδύνοις κτᾶσθαι ἀναγκάζωνται, καὶ τὴν βλακείαν δι’ ἣν ἀπεκηρύχθησαν καὶ τὴν τρυφὴν ἀποθῶνται, ὃ νῦν ἐγὼ πεποίηκα ἐπιμείνας τῇ νηΐ· πάλιν διατί δίδωσι τῷ ἐπιμείναντι τὴν ναῦν, ἵνα δὴ καρτεροῖεν πρὸς τοὺς κινδύνους οἱ πλέοντες ἢ ὅ τι ἂν εὑρίσκωσιν· πολλάκις δὲ διεμαρτυράμην, ὡς οὐ διαιρῶν λέγω νῦν, ὅσον δὲ πρὸς ἔνδειξιν τῶν κεφαλαίων ταῦτα ἐκτίθεμαι. Σωπάτρου καὶ Μαρκελλίνο υ. Ἡ ἑτέρα διάνοια ἡ γνώμη ἐστὶ τοῦ νομοθέτου, φησὶ, διαφόρως ὑφ’ ἑκατέρου μέρους ἐξεταζομένη πρὸς τὸ συμφέρον· ὁ μὲν γὰρ διώκων ἐρεῖ, ὅτι διὰ τοῦτο ἐλαύνει τοὺς ἀποκηρύκτους τῶν πατρῴων ὁ νόμος, καθάπαξ ἡγησάμενος ἀναξίους εἶναι τῶν πατρῴων μετέχειν· ὁ δὲ οὐ διὰ τοῦτό φησιν, ὅπερ ὁ κατήγορος λέγει, ἀλλὰ συνεθίζων αὐτοὺς διὰ τούτου βελτιόνων ἐρᾷν ἐπιτηδευμάτων καὶ μονονουχὶ παραινῶν τὴν τρυφὴν ἀποθέσθαι, δι’ ἣν ἀπεκηρύχθησαν, καὶ τῶν καλῶν ὀρέγεσθαι· καὶ πονοῦντας καὶ τῷ σώματι παραβαλλομένους εὐπορίαν συνάγειν· καὶ ὥσπερ προστάττοντι τῷ νόμῳ πείθεσθαι· παραπλησίως δὲ καὶ ἐπὶ τοῦ ἑτέρου τὴν τοῦ νομοθέτου γνώμην ἐξετάζουσιν ἀμφότεροι· διατί δίδωσιν ὁ νόμος τὴν ναῦν τῷ ἐναπομείναντι· ὅτι βούλεται, φησὶ, τοῖς κινδύνοις ἐγκαρτερεῖν τοὺς ἐκπλέοντας καὶ μὴ τοῖς φόβοις εἴκειν ῥᾳδίως, μηδὲ τῶν νηῶν καταφρονεῖν· ταῦτα μὲν ὁ ἀποκήρυκτος· ἀκολούθου δὲ ὄντος καὶ τὴν ἑτέραν ἀποδοῦναι γνώμην παρῆκεν ὁ τεχνικὸς ἐπιμαρτυράμενος, ὡς οὐ διελεῖν αὐτῷ τὰ νῦν πρόκειται· ἔστι δὲ ἡ ἑτέρα, ὅτι διάπειραν ὁ νόμος τῆς ἑκάστου τῶν πλεόντων γνώμης ποιούμενος ὥσπερ δέλεαρ τὴν ναῦν προσέθηκε τοὺς παντὸς κέρδους ἡττωμένους ἐλέγχειν βουλόμενος, οἳ πάντα ἐθέλουσιν ὑφίστασθαι πλεονεξίας ἕνεκα.
4.825 Ἡ δὲ ἀντίθεσις διπλῆ παρ’ ἀμφοῖν, οἷον ἀλλ’ ἀποκήρυκτος εἶ, καὶ καταδρομὴ ἐνταῦθα τοπική· ὁ δὲ, ἀλλ’ ἐπέμεινα τῇ νηΐ· καὶ ἔστιν οἱονεὶ ἀντιστατική· ἐνταῦθα δὲ καὶ ἔκφρασις τοῦ χειμῶνος. Σωπάτρο υ. Μετὰ τὴν γνώμην τοῦ νομοθέτου κεφάλαιον παραλαμβάνεται ἡ ἀντίθεσις, ἐν μὲν τῷ παρόντι προβλήματι ὑπὸ τοῦ φεύγοντος ἀντιστατικὴ, ἐν ἄλλοις δὲ ἂν ἡ μία συγγνωμονικὴ, ἡ ἑτέρα μεταστατική· καὶ τὸ παράδειγμα ὡς ἐπὶ τοῦ τεχνικοῦ· ἐνταῦθα γὰρ τοῦ παιδὸς ἡ ἀντίθεσις ἀντιστατικὴ, οἷον ὅτι ἔσωσα τὴν ναῦν, τοῦ δὲ ἐναντιουμένου ἀντεγκληματικὴ, οἷον ὅτι ἀποκηρύκτῳ ὄντι σοι οὐ δίκαιον τῆς οὐσίας μετέχειν τῆς πατρικῆς· καὶ πάλιν ὡς ἐπὶ τούτου· τὸν ὑβρίσαντα τὸν αὑτοῦ πατέρα μὴ μετέχειν τῆς οὐσίας· καὶ τὸν ὑβρισθέντα πατέρα μὴ ἐπεξιόντα τῷ παιδὶ ἄτιμον εἶναι· ἐν κώμῳ τις μεθύσας ἐπάταξε τὸν αὑτοῦ πατέρα· ἐπεξελθὼν ἐκεῖνος ἠτίμωσεν, μετὰ ταῦτα πολέμου γενομένου ὁ δῆμος ἀμνηστίαν κακῶν ἐποιήσατο, καὶ ἀντέχεται τῆς οὐσίας ὁ παῖς καὶ οἱ συγγενεῖς ἀντιλέγουσιν, καὶ αὕτη μέν πως ἡ ζήτησις κατὰ τρεῖς εἶναι νόμους δοκεῖ, κατὰ δὲ δύο ἐστίν· ἡ μὲν οὖν αὐτοῦ τοῦ παιδὸς ἀντίθεσις συγγνωμονική· καταφεύξεται γὰρ ἐπὶ τὸ πάθος τῆς μέθης, οὐ δίκαιον εἶναι φάσκων τὸν μέθῃ δεδουλωμένον καὶ μηδὲν ὑγιὲς ἐννοεῖσθαι διὰ ταύτην δεδυνημένον τοῖς τῶν σωφρονούντων μὲν ἁμαρτήμασι δὲ ἑκουσίοις περιπιπτόντων ὑπάγεσθαι ἐγκλήμασιν· ὁ δὲ πατὴρ ἐπὶ τὸν νόμον μετατίθησι τὴν αἰτίαν· τὸν εἶναι ἄτιμον κελεύοντα τὸν μὴ ἐπεξελθόντα πατέρα τῷ ὑβρίσαντι παιδί· καὶ πάλιν ἀπὸ τοῦ παιδὸς μεταστατικῶς· ἀλλ’ ὁ πόλεμος ἀμνηστίαν δίδωσι τῶν κακῶν· ὡσαύτως καὶ ἀπὸ τοῦ πατρὸς μεταστατικῶς· ἀλλὰ τὸ πραχθὲν ἐμοὶ τῆς περὶ σὲ ἀποκηρύξεως, τῆς τοῦ ἀτιμοῦντός ἐστι νόμου ἀνάγκης οὐκ ἐμόν· ὥστε τὸν νόμον ἀναιρήσας ἀπόλαυε τῆς ἀπὸ τοῦ πολέμου ῥοπῆς, τῷ ἀμνηστεῖσθαι τῆς περὶ ἐμὲ ὕβρεως· ἐπ’ ἀδείας τῆς ἡμετέρας οὐσίας ποιούμενος τὴν κατάσχεσιν· ἑκατέρου τοίνυν χρωμένου τῇ ἀντιθέσει, ὁ μὲν κατήγορος κοινὸν τόπον εὐθὺς παραλήψεται κατὰ τοῦ ἀποκηρύκτου λέγων, ὅτι ὁ μὴ τῷ πατρὶ γεγονὼς ἐπιτήδειος, τίσιν ἂν γένοιτο πρὸς ὠφέλειάν ποτε, ὁ δὲ φεύγων ἔκφρασιν παραλήψεται καὶ τοσαῦτα ἐρεῖ, αὔξων τὸ γεγονὸς, ὅσα τοῖς χειμαζομένοις ἀεὶ παραπέπηγεν.
4.826 Μαρκελλίνο υ. Ἡ ἀντίθεσις, φησὶ, διπλῆ ἀπ’ ἀμφοῖν, ἀλλ’ ἀποκήρυκτος εἶ καὶ ἄξιος ἀποστερηθῆναι τῆς νηός· ἀντεγκληματικῶς καὶ καταδρομὴ ἐμπεσεῖται τοπικὴ, ἴδιον γὰρ ἀντεγκλήματος ἡ τοπικὴ καταδρομή· ὁ δὲ ἕτερος τὸ πεπραγμένον αὐτὸ προβάλλεται ἀντιστατικῶς, ὅτι ἔσωσα τὴν ναῦν· τῇ διαβολῇ τοῦ κατηγόρου ἀντιτάττοντος τὸ εὐεργέτημα, καὶ ἄξιον ἑαυτὸν δεῖξαι τοῦ ἔχειν τὴν ναῦν πειρωμένου· ὥσπερ δὲ οἰκεῖον ἀντεγκλήματος ἡ τοπικὴ καταδρομὴ, οὕτω καὶ ἀντιστάσεως ἡ τῶν συμβεβηκότων δυσχερῶν ἔκφρασις· καλῶς δὲ προσέθηκεν ὁ τεχνικὸς τὸ οἱονεὶ ἀντιστατικόν· καθαρῶς γὰρ ἀντιστατικὸν οὐκ ἂν εἴη, ἐπεὶ μηδὲν εὐεργέτημα τῷ πεπραγμένῳ πρός τινα πρόσεστιν, ἀλλὰ μόνον τὸ σωθῆναι αὐτὴν καθ’ αὑτὴν τὴν ναῦν.
4.827 Ἡ μετάληψις πάλιν διπλῆ· ὁ μὲν γὰρ ἀποκήρυκτος ἐρεῖ, ὅτι δικαίως ἂν εἰργοίμην τῆς νηὸς, εἰ καὶ τοιοῦτος ἦν. οὐ γὰρ νῦν καιρὸς ταῦτα κατηγορεῖν, ὁ δὲ, ἐφ’ ἑτέροις ἔδει ἀνδρίζεσθαι, καὶ μὴ ἐπὶ τούτοις. Σωπάτρο υ. Τῆς ἀντιθέσεως γινομένης διπλῆς, διπλῆ καὶ ἡ μετάληψις ἐπακολουθεῖ, τοῦ μὲν κατηγόρου λέγοντος, ὅτι δεῖ τὴν εὐψυχίαν ἑτέρῳ δείκνυσθαι τρόπῳ καὶ μὴ δι’ ὃν παραβήσῃ τὸν νόμον, τοῦ δὲ φεύγοντος καὶ αὐτοῦ λέγοντος, ὅτι ἔδει κατηγορεῖν περὶ ὃν φῄς εἰ τὸν πατέρα ἠδίκησα, ἤ τι τῶν ὑπὸ σοῦ λεχθέντων ὤφθην πεποιηκώς. Μαρκελλίνο υ. Τῆς ἀντιθέσεως, ὡς εἴπομεν, οὔσης διπλῆς ἀντεγκληματικῆς καὶ ἀντιστατικῆς, ἀναγκαίως καὶ ἡ μετάληψις διπλῆ ἐμπεσεῖται. καὶ ὁ μὲν ἀποκήρυκτος πρὸς τὴν τοπικὴν καταδρομὴν παραγραφικῶς χρήσεται αὐτῇ. ἐρεῖ γὰρ ὡς εἰ καὶ ἀληθῆ τὰ λεγόμενα, οὐδὲν μᾶλλον δικαίως ἀποστεροίμην τῆς νηός· οὐ γὰρ νῦν ταῦτα κατηγορεῖν προσήκει· ὁ δὲ ἕτερος κατὰ ἔνστασιν χρήσεται λέγων, ὅτι ἐν ἑτέροις δεῖ τὴν ἀνδρείαν ἐπιδείκνυσθαι. Τὸ πρός τι, πότερον βέλτιον φυλάξασθαι τῶν νόμων, εἰ ἐγχωροίη λέγειν, ὅτι ὁ μὲν παλαιὸς, ὁ δὲ νέος, καὶ ὁ μὲν ὑπὸ Σόλωνος τεθεὶς, ἂν οὕτω τύχῃ, ὁ δ’ ὑπὸ τοῦδε· καὶ ὁ μὲν κοινὸς, ὁ δ’ ἴδιος· καὶ ὁ μὲν περὶ τὰ μέγιστα ἔχων, ὁ δὲ περὶ τὰ μικρά.
4.828.(1n) καὶ ὅτι τούτου μὲν λυθέντος μεγάλα ἡ πόλις βλαβήσεται· ἅτερος δὲ εἰ λυθείη, βραχέα ἢ οὐδέν. Μαρκελλίνο υ. Οὐδὲν ἄτοπον εἰ γνωριστικώτατον τῆς ἀντινομίας κεφάλαιον εἶπεν τὸ πρός τι, τὸ ἰδιώτατον παρεὶς τὸ περιεχόμενον. εἰ γὰρ ἀντινομία ἐστὶ δυοῖν νόμοιν ἐκ περιστάσεως μάχη, πῶς οὐ τὸ πρός τι γνωριστικώτατον ἂν εἴη, ἐν ᾧ παράλληλα τιθέντες τὸ ῥητὰ συγκρίνομεν· ἐν ᾧ καὶ μάλιστα προσήκει τὸν ῥήτορα τὴν ἰσχὺν ἐπιδείκνυσθαι. καὶ ἡ μὲν τοῦ κεφαλαίου δύναμις αὕτη· θαυμάσειε δέ τις κἀνταῦθα τῆς ἀκριβείας τὸν τεχνικόν· πάντα γὰρ οἷς ἄν τις ἐν τῇ συγκρίσει χρήσαιτο, συναγαγὼν ἐξέθετο, ὧν ἐστι πρῶτον τὸ κατὰ χρόνον, οἷον πότερος πολυχρόνιος τῶν νόμων καὶ παλαιότερος· δεύτερον ἀπὸ τῆς δόξης τοῦ θέντος καὶ ποιότητος, ὅτι τὸν μὲν Σόλων ἔγραψεν ἢ Λυκοῦργος, τὸν δὲ ὁ δεῖνα φαῦλός τις καὶ οὐδενὸς ἄξιος· ἐνίοτε δὲ καὶ ἀπὸ τῶν κυρωσάντων, ὡς ὁ Δημοσθένης, ὡς οἱ πρόγονοι ἔθεντο· ἔστι δὲ καὶ ἕτερος τρόπος συγκρίσεως, ὅτι ὁ μὲν κοινὸς ὑπὲρ ἁπάντων τῶν πολιτῶν, ὁ δὲ ὑπέρ τινων ἰδίᾳ· ὅτι ὁ μὲν κοινὸς ὑπὲρ πάντων ἀνθρώπων, ὁ δὲ παρά τισιν νενομισμένος· καὶ ὁ μὲν περὶ μεγίστων τεθεὶς, ὁ δὲ περὶ εὐτελῶν· καὶ ὅτι τοῦ μὲν λυθέντος μικρὰ ἢ οὐδὲν ζημιούμεθα, εἰ δὲ οὗτος ἀναιρεθείη, περὶ τοῦ παντὸς ἢ περὶ μεγίστων ὁ κίνδυνος. τινὲς δὲ προστιθέασι καὶ τὸ ἀπὸ τῆς αἰτίας, δι’ ἣν ἐτέθη· ὡς παρὰ τῷ Δημοσθένει εὑρίσκομεν. „λογιζόμενοί τε ὅτι μητέρα Ὀρέστης ἀπεκτονὼς θεῶν δικαστῶν τυχὼν ἀποφυγγάνει“· καὶ πάλιν· „Ὁρῶν γὰρ ἐγὼ τὸ ναυτικὸν ὑμῶν καταλυόμενον“.
4.829 Ἐπὶ τούτοις ἐστὶ καὶ τὸ ἴδιον μᾶλλον ἀντινομίας κεφάλαιον, οἷον πότερον τὸ περιέχον καὶ πότερον τὸ περιεχόμενον· οἷον ποτέρου γενομένου οὐδέτερος ἀναιρεθήσεται τῶν νόμων· καὶ ἐνταῦθα μὲν χαλεπῶς φανεῖται ἡ φύσις τοῦ κεφαλαίου, ἐπὶ δὲ τοῦ ζητήματος τούτου σαφέστερον ἔσται· δύο τις κατὰ ταὐτὸν ἐβιάσατο κόρας, καὶ ἡ μὲν γάμον, ἡ δὲ θάνατον αἰτεῖ τοῦ βιασαμένου· ἡ γὰρ ἀξιοῦσα τεθνάναι αὐτὸν ἐρεῖ· ὅτι ἀμφοτέραις δώσει δίκην εἰ τεθναίη· εἰ δὲ δὴ γήμῃ τὴν ἑτέραν, θάτερον μέρος ἔσται ἄκυρον τοῦ νόμου. Μαρκελλίνο υ. Τῶν ἄλλων κεφαλαίων κοινωνούντων ἀντινομίας καὶ ῥητοῦ καὶ διανοίας, τοῦτο μόνον ἀντινομίας ἐστὶν ἴδιον ὡς προείρηται· πείθειν δὲ μάλιστα τοὺς ἀκούοντας δύναται. δι’ ἣν δὲ αἰτίαν, ἤδη μὲν προειρήκαμεν, πρὸς τούτοις δὲ, ὅτι ζήτησις ἐν αὐτῷ γίνεται, ποτέρου τῶν ῥητῶν κρατήσαντος οὐδὲ τὸ ἕτερον ἀναιρεθήσεται. καὶ ποτέρου ἀναιρεθέντος τρόπον τινὰ καὶ τὸ ἕτερον συναναιρεῖται. ἐπὶ μὲν οὖν τοῦ ὑποκειμένου παραδείγματος ὁ τεχνικὸς οὐκ ἔχων αὐτοῦ δεῖξαι τὴν φύσιν, ἐφ’ ἕτερον μετέβη παράδειγμα. ἐνταῦθα γὰρ ἓν μέν ἐστι ῥητὸν διαιρούμενον, καὶ μέρει τοῦ νόμου ἑκάστη κέχρηται. ἔχει δὲ ἡ τὸν θάνατον αἱρουμένη τὸ περιέχον κεφάλαιον. δύναται γὰρ λέγειν, ὅτι εἰ μὲν γήμῃ, τῇ ἑτέρᾳ μόνον δώσει δίκην, εἰ δὲ ἀποθάνῃ, ὥσπερ ἐγώ φημι, ἀμφότεραι τιμωρίαν εἰλήφαμεν. Ὁ βίαιος ὅρος· εἰ μηδὲ τοῦ πατρός ἐστιν ἡ ναῦς, τοῦ κλύδωνος δέ· ὁ δὲ, ὅτι τοῦ πατρός ἐστιν, ἀλλ’ οὐχ ἑτέρου τινός. Σωπάτρο υ. Κοινός ἐστιν ὁ βίαιος ὅρος, βιάζεται γὰρ ἑκάτερος, ὁ μὲν φεύγων, εἰ μὴ τοῦ πατρός ἐστιν ἡ ναῦς, ἀλλὰ τοῦ κλύδωνος, ὁ δὲ, ὅτι τοῦτο δεινότερόν ἐστι τοῦ ὡς πατρικῶν ἀντιποιεῖσθαι.
4.830 καὶ ἐπὶ τοῦ ἀποδομένου τὰ ὅπλα καὶ θάψαντος τὸν πατέρα ὁ μὲν φεύγων ἐρεῖ, εἰ μηδὲ ἀποδόσθαι τοῦτο τὰ ὅπλα ἐστὶν, ἀλλὰ κτήσασθαι μᾶλλον τοῦ πατρὸς, τῇ ὁσίᾳ, ἀλλ’ οὐ τῇ ἀσωτίᾳ ταῦτα ἀποκτησαμένου· δι’ οὗ τῶν πατρῴων κληρονόμος κατασταθείς, εὐπορήσει τυχὼν κρείττω κτήσασθαι ὅπλα· ὁ δὲ διώκων, εἰ μηδὲ θάψαι τὸν πατέρα τοῦτό ἐστιν, ἀλλ’ ἐν ἴσῳ τοῦ ἄταφον καταλιπεῖν, τὴν φυλακὴν τοῦ σώματος προέμενον. διὸ καὶ τῆς ἐνεγκαμένης στερήσεται. καὶ τῶν αὐτῶν τοῖς μὴ θάψασιν ἐγκλημάτων ἀπολαύσας, ἑτέροις καὶ μὴ βουλόμενος τῶν πατρικῶν παραχωρήσει κλήρων τῇ ἀειφυγίᾳ κατακριθείς. Μαρκελλίνο υ. Ὁ βίαιος ὅρος βιαιοτέραν ἔχει τὴν κατασκευὴν, ἀνατροπὴν ἔχων τοῦ προκειμένου, ὡς ἐπὶ τοῦ ἀποκηρύκτου. Ἐρεῖ γὰρ οὐδὲ τοῦ πατρὸς εἶναι τὴν ναῦν, ἀλλὰ τοῦ κλύδωνος καὶ τῆς θαλάσσης· ὁ δὲ τοὐναντίον ἀγωνιεῖται τοῦ πατρὸς οὖσαν καὶ οὐδενὸς ἑτέρου δεικνύναι. Ἡ θέσις δὲ καὶ τὰ ἑξῆς, εἰ ἐμπίπτοι, ἐξετασθήσεται, ὡς ἐν ταῖς ἀντιθετικαῖς. Μαρκελλίνο υ. Οἷον εἰ μὴ δεῖ τὸν κινδυνεύοντα καὶ τῆς ψυχῆς ἀφειδήσαντα ἀποστερῆσαι τοῦ γέρως, ὅπερ ὁ νόμος αὐτῷ δίδωσι· καὶ τοὐναντίον πάλιν· εἰ μὴ δεῖ τοῖς ἀποκηρύκτοις καὶ τῶν οἰκείων διὰ πονηρίαν ἀπεληλαμένοις τὰ τῶν μεμισηκότων πατέρων παρὰ τοὺς νόμους χαρίζεσθαι. Περὶ συλλογισμοῦ.
4.831.(1t) Συριανο ῦ. Ὁ συλλογισμὸς ὠνόμασται μὲν ἀπὸ τοῦ κατὰ φιλοσοφίαν συλλογισμοῦ· ὥσπερ γὰρ ἐκεῖνος διὰ τῶν ἀληθῶν ἀποδείξεων κατασκευάζει τὸ ζητούμενον, οὕτω καὶ οὗτος διὰ τῶν πιθανῶν λόγων εἰς ταὐτὸν ἄγει τὸ ἄγραφον τῷ ἐγγράφῳ· ὅρος δὲ αὐτοῦ ἐστιν οὗτος· συλλογισμός ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους. καθ’ ἣν διάνοιαν μὲν οὐκ ἀντιτίθεμεν τῷ ῥητῷ. ἄγραφον δέ τι ὡς ὅμοιον τῷ ὑπὸ τοῦ νόμου κεκωλυμένῳ εἰς ταὐτὸν ἄγομεν. τοῦ δὲ συλλογισμοῦ ὁ μέν τις ἐκ τοῦ κατηγόρου γίνεται, ὁ δὲ ἐκ τοῦ φεύγοντος. ἔφαμεν δὲ καὶ ἐν τῇ διαιρέσει τῶν στάσεων, ὅτι συλλογισμὸς ἐξ ἑκατέρων γνωρίζεται τῶν μερῶν. γίνεται οὖν ἀπὸ μὲν τοῦ κατηγόρου. οἷον νόμος τὸν ἐκ πόρνου μὴ λέγειν, ἐκ πόρνης τις ὢν βούλεται λέγειν, καὶ κωλύεται. ἀπὸ δὲ τοῦ φεύγοντος, οἷον τοὺς μοιχοὺς στίζεσθαι, στίζων τις μοιχὸν ἀπέκτεινε καὶ κρίνεται φόνου· ἐρεῖ γὰρ ὁ φεύγων, ὡς ὁ στίζειν διδοὺς καὶ τὸ ἀκόλουθον δίδωσι τὸ κτείνειν. εἴδη δὲ οὐκ ἔχει ὁ συλλογισμὸς, ὥσπερ οὐδὲ αἱ ἄλλαι νομικαὶ στάσεις. ἃ γὰρ ἕτεροί φασιν εἴδη, ταῦτα τρόποι εἰσὶν, τῶν οὖν κατὰ συλλογισμὸν προβλημάτων τρόποι εἰσὶ τέσσαρες. ἀπὸ τοῦ ἴσου καὶ ὁμοίου, ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ μείζονος, ἀπὸ τοῦ ἐλάττονος· ἀπὸ τοῦ ἴσου καὶ τοῦ ὁμοίου, οἷον νόμος τὸν ἐκ πόρνου μὴ λέγειν. ἐκ πόρνης τις ὢν βούλεται λέγειν καὶ κωλύεται.
4.832 τοῦτο δὲ καὶ ἔοικεν ἀντονομάζοντι καὶ τῷ κατὰ σύλληψιν ὅρῳ· ἀπὸ δὲ τοῦ ἐναντίου· οἷον νόμος τὸν λιπόντα τὴν τάξιν ἀναιρεῖσθαι, λιπών τις καὶ ἀριστεύσας ἀξιοῖ τιμᾶσθαι. τοῦτο δὲ ἔοικε τῇ κατὰ ἀξίωσιν πραγματικῇ. ἀπὸ δὲ τοῦ μείζονος· οἷον νόμος τοὺς καταστείχοντας φυγάδας στίζεσθαι, στίζων τις ἀπέκτεινε καὶ κρίνεται φόνου· τοῦτο δὲ ἔοικε μεταλήψει τῇ ἀπὸ τοῦ τρόπου, ἔνθα καταλαβών τις μοιχὸν ἐπὶ τῇ γυναικὶ ἐμπρήσας τὴν οἰκίαν ἀνεῖλεν ἄμφω. ἀπὸ δὲ τοῦ ἐλάττονος, οἷον νόμος τοὺς καταστείχοντας φυγάδας ὑπὸ τοῦ στρατηγοῦ θανάτῳ ζημιοῦσθαι. στρατηγὸς κατιόντας φυγάδας ἐμάστιξε καὶ κρίνεται παρανόμου τιμωρίας. ἔοικε δὲ καὶ τοῦτο τῇ ἀπὸ τρόπου μεταλήψει. ἁπλῶς εἰπεῖν ὁ συλλογισμὸς ἔοικε κατὰ μὲν τὸ ἐναντίον τῇ κατὰ ἀξίωσιν πραγματικῇ. κατὰ δὲ τὸ ἴσον καὶ τὸ ὅμοιον τῷ κατὰ σύλληψιν καὶ ἀντονομάζοντι ὅρῳ. κατὰ δὲ τὸ ἀπὸ τοῦ μείζονος καὶ ἀπὸ τοῦ ἐλάττονος τῇ ἀπὸ τρόπου μεταλήψει. διαφέρει δὲ τῆς μὲν κατὰ ἀξίωσιν πραγματικῆς, ὅτι ἐν ἐκείνῃ μὲν οὐ πρός τι ἔγγραφον ἡ παράθεσις γίνεται. ἀλλ’ ἐξ εὐθείας τόδε ἢ τόδε ὁ συμβουλεύων ἀξιοῖ. ἐν δὲ τῷ συλλογισμῷ ἀπὸ τοῦ ἐναντίου ἐπιχειρῶν τῇ πρὸς τὸ ἔγγραφον παραθέσει, ὃ βούλεται κατασκευάζει. ἔτι ἡ μὲν κατὰ ἀξίωσιν πραγματικὴ ἄγραφός ἐστιν, ὁ δὲ συλλογισμὸς ὑπὸ τὴν ἔγγραφον δηλονότι ἀνάγεται ποιότητα. τοῦ δὲ ὅρου διαφέρει, ὅτι ἐν ἐκείνῳ μέν ἐστι ζήτησις ἰδιότητος, ἐνταῦθα δὲ ὁμοιότητος· κἀκεῖ μὲν τὸ πρᾶγμα ἄδηλόν ἐστιν, ὅτι χρὴ καλεῖν αὐτὸ, ἐν δὲ τῷ συλλογισμῷ καὶ τὸ ὑπὸ τοῦ νόμου διηγορευμένον ἐστὶ δῆλον καὶ τὸ πεπραγμένον φανερόν.
4.833 ζητοῦμεν δὲ, εἰ τὸ πεπραγμένον τῷ ὑπὸ τοῦ νόμου διηγορευμένῳ τυγχάνει ὅμοιον. οἷόν ἐστι κἀκεῖνο, νόμος ὀνομαστὶ μὴ κωμῳδεῖν, αὐτοπροσώπους τις εἰσάγων κωμῳδεῖ, καὶ ὑπάγεται τῷ νόμῳ. ζητοῦμεν γὰρ, εἰ τῷ ὀνομαστὶ κωμῳδεῖν τὸ αὐτοπροσώπους εἰσάγειν ὅμοιόν ἐστι. τῆς δὲ ἀπὸ τρόπου μεταλήψεως διαφέρει, ὅτι ἐν ἐκείνῃ τὸ μὲν πεπραγμένον ἀνεύθυνόν ἐστιν, ὁ δὲ τρόπος μόνος τοῦ γεγονότος ὑπεύθυνος. ἐν δὲ τῷ συλλογισμῷ τὸ γεγονὸς ἄντικρυς παρὰ τὸν νόμον ἐστίν. καὶ ἡ μὲν ὑπὸ τὴν ἄγραφον ἀνάγεται ποιότητα καὶ ἐκ μόνου τοῦ κατηγόρου γνωρίζεται, ὁ δὲ ὑπὸ τὴν ἔγγραφον τελεῖ καὶ ἐξ ἀμφοτέρων γνωρίζεται τῶν μερῶν. Σωπάτρο υ. Ἀκόλουθος ἡ περὶ τοῦ συλλογισμοῦ ἐξέτασις. ἐξετάσας γὰρ τὴν τοῦ διπλοῦ ῥητοῦ διαίρεσιν ἤτοι τὴν ἀντινομίαν, ἀκόλουθον εἶχε τὴν ἐπαγωγὴν τοῦ ἁπλοῦ ῥητοῦ, ὅ ἐστι τέλειόν τε καὶ μηδεμίαν ἀμφιβολίαν ἔχον, ἀλλ’ ἔξωθεν καὶ ἐξ ὁμοίου πράγματος τὴν ζήτησιν, ὅπερ ἐστὶ συλλογισμός. συλλογισμὸς γάρ ἐστιν, ὅτ’ ἂν τοῖς γεγραμμένοις τὰ μὴ γεγραμμένα μηδὲ ἐξητασμένα ἀφομοιοῦντες ταὐτὸν εἶναι λέγωμεν. δεῖ γὰρ ἡμᾶς ἀπὸ τοῦ νενομοθετημένου ἐπὶ τὸ μὴ νενομοθετημένον μὲν, ὅμοιον δὲ τῷ νενομοθετημένῳ εἰς ταὐτὸν ἄγειν. ἀλλ’ εἰ μὴ περὶ ῥητὸν ἔχει τὴν ζήτησιν, οὐδὲ γὰρ τὸ ῥητὸν ἐξετάζει, ἀλλὰ τῷ ῥητῷ ὅμοιόν τι ἄγραφον πειρᾶται δεικνύναι, τὶ δή ποτε μὴ λογικὴ ἀλλὰ νομικὴ λέγεται στάσις; φαμὲν οὖν, ὡς εἰ καὶ μὴ περὶ ῥητὸν ἔχει τὴν ἐξέτασιν τὴν διάνοιαν αὐτοῦ προφανῶς ἀνερευνῶν, ἀλλ’ ὅμως κατὰ τὸ λανθάνον τὴν διάνοιαν αὐτοῦ ἀναπτύσσει· ὁ γὰρ τὸ ἄγραφον τῷ ἐγγράφῳ δεικνὺς ἴσον, πάντως διάνοιαν διανοίᾳ ἀντιπαρατιθεὶς δείκνυσιν, οὐ λέξιν λέξει· ὁ γὰρ λέγων, ὅτι ὁ τὸ στίζειν δοὺς καὶ τὸ ἀκόλουθον τούτῳ τὸ ἀναιρεῖν δίδωσι, πάντως τῆς τοῦ νομοθέτου διανοίας καταστοχαζόμενος ἀποφαίνεται τοῦτο.
4.834 ὥστε κατὰ μὲν τὸ πρόχειρον ἡ διάνοια παρεῖται ἐξετάζεσθαι ἐν συλλογισμῷ, κατὰ δὲ τὸ λεληθὸς ἐπισκέπτεται καὶ αὐτή. Ζητοῦσι δέ τινες, τίνος χάριν ὁ συλλογισμὸς καὶ ἀπὸ τοῦ διώκοντος καὶ ἀπὸ τοῦ φεύγοντος γνωρίζεται, καί τοι ἐν ἄλλῃ οὐδεμιᾷ στάσει τοῦτό ἐστιν εὑρεῖν ἐξ ἑκατέρου φημὶ προσώπου, εἰ μή που ἄρα σπανιάκις. ἐροῦμεν οὖν, ὡς ἀεὶ ὁ ἀσθενῶν τοῖς πράγμασι ποιεῖ τὴν στάσιν. ἐπεὶ οὖν ὁ διώκων ἔσθ’ ὅτε ἀσθενεῖ ἐν συλλογισμῷ, εἰκότως καὶ ἀπὸ τούτου γνωρίζεται ἡ στάσις. καὶ ὅτι τοῦτο ἀληθὲς, δῆλον ἀπὸ τῆς μεταλήψεως. ἀεὶ γὰρ αὕτη ἀπὸ τοῦ διώκοντος χαρακτηρίζεται. ὅτι δὲ ἀσθενεῖ, δῆλον ἀφ’ ὧν οὐ τὴν πρᾶξιν ἀλλὰ τὴν περίστασιν μάχεται. ἀλλὰ πῶς καὶ ἐν συλλογισμῷ ὁ κατήγορος ἀσθενεῖ τοῖς πράγμασιν ἐροῦμεν· ἐν γὰρ τῷ ἀπὸ τοῦ ἴσου ἀπὸ τοῦ κατηγόρου γινομένης τῆς στάσεως, ἀσθένειά τις ἐπὶ τῶν πραγμάτων εὑρίσκεται τοῦ κατηγόρου, ὡς ἐπὶ τοῦ προβλήματος τούτου· τὸν ἐκ πόρνου μὴ λέγειν, ἐκ πόρνης τις γεγονὼς βούλεται λέγειν, καὶ κωλύεται. ἐπειδὴ γὰρ οὐκ ἔχει συνηγοροῦν τὸ ῥητὸν ἐξ ἀνάγκης ἐπὶ τὸ ὅμοιον καταφεύγει, ταὐτὸν τὸ ἄγραφον τῷ ἐγγράφῳ διατεινόμενος εἶναι. ὡσαύτως καὶ ὅτε ἀπὸ τοῦ φεύγοντος γνωρίζεται, ἀσθενεῖ γὰρ καὶ οὗτος τῷ ῥητῷ, ὡς ἐπὶ τοῦ τοὺς μοιχοὺς ἐκ νόμου στίζοντος καὶ ἀναιροῦντος. Μαρκελλίνο υ. Περιφανὴς ὁ συλλογισμός ἐστιν, ἀγράφου πράγματος πρὸς ἔγγραφον παράθεσις. διαφέρει δὲ ἀντινομίας μὲν κατὰ τὴν ποσότητα τῶν ῥητῶν καὶ τὴν μάχην, κἂν ἓν ῥητὸν ᾖ.
4.835 διαιρεῖται γὰρ ἡ ἀντινομία ὥσπερ ἐπὶ τοῦ προειρημένου παραδείγματος ἐν τῇ ἀντινομίᾳ, τὴν βιασθεῖσαν ἢ γάμον ἢ θάνατον αἱρεῖσθαι τοῦ βιασαμένου. ἐνταῦθα δὲ ἕν ἐστι καθαρῶς ἀδιαίρετον. ῥητοῦ δὲ καὶ διανοίας, ὅτι ἐκεῖ μὲν τὴν διάνοιαν ἀντιτάττομεν τῷ ῥητῷ, ἐν δὲ τῷ συλλογισμῷ οὐκ ἔτι τὴν διάνοιαν ἀντιτίθεμεν, ἀλλὰ τὸ ἄγραφον τῷ ἐγγράφῳ παραβάλλομεν. χρὴ δὲ ζητῆσαι μάλιστα, τί διαφέρει τοῦ ὅρου. δοκοῦσι γὰρ πάνυ κοινωνεῖν ἀλλήλαις αἱ στάσεις. διότι καὶ ἐνταῦθα εὑρίσκεται ὅρος, καὶ ἐκεῖ συλλογισμὸς ἐμπίπτει· πρῶτον μὲν οὖν διαφέρει, ὅτι ἐν μὲν τῷ συλλογισμῷ περὶ τὸ ῥητὸν ἡ ζήτησις. ἐν δὲ τῷ ὅρῳ περὶ τὸ πρᾶγμα, κἂν ἔχῃ ῥητόν. ὅθεν καὶ ἡ μὲν τῶν νομικῶν, ἡ δὲ τῶν λογικῶν εἶναι τέτακται· δεύτερον δὲ, ὅτι ἐν μὲν τῷ ὅρῳ ἀτελὴς πρᾶξις, ἐν δὲ τῷ συλλογισμῷ τελεία καὶ οὐδὲν ἀντιπίπτον ἔχουσα. τὸ δὲ πάντων ἰσχυρότατον, ὅτι ἐν μὲν ὅρῳ περὶ ἰδιότητος ἡ ζήτησις, καὶ τὸ ὄνομά ἐστι τοῦ πράγματος τὸ ἀμφιβαλλόμενον. οἷον τί ἐστι τὸ πραχθὲν, ἱεροσυλία ἢ κλοπὴ, ἰδιωτικὸν ἢ δημόσιον. ἐν δὲ συλλογισμῷ οὐκ ἔτι περὶ τούτων, ἀλλὰ περὶ ποιότητος. διὸ ἐν μὲν ὅρῳ ἡ ἰδιότης χώραν ἔχει πρώτην. τουτέστιν τὸ ὁρικὸν κεφάλαιον, ἐπειδὴ καὶ περὶ ταύτης ἡ ζήτησις. ἐν δὲ συλλογισμῷ ἐπειδὴ τὰ διωρίσθαι δοκοῦντα συνάγει δευτέραν. πρῶτον οὖν τὸ συλλογιστικὸν κεφάλαιον. Ὁ συλλογισμὸς διαιρεῖται προβολῇ πράγματος, τῷ ῥητῷ, τῷ συλλογισμῷ, ὅρῳ, γνώμῃ νομοθέτου, πηλικότητι, εἶτα ὅρῳ βιαίῳ, τῷ πρός τι, ἀντιθέσει ἔστιν ὅτε, ἥτις εἰ ἐμπέσοι, εὑρεθήσεται καὶ μετάληψις. ᾗ ἕπεται πάντως ἀντίληψις· εἶτα ποιότητι καὶ γνώμῃ· καὶ ὅλως πλὴν τῆς ἐναλλαγῆς τῶν πρώτων κεφαλαίων, ὁ συλλογισμὸς κατὰ τὸν ὅρον διαιρεῖται.
4.836.(1n) Σωπάτρο υ. Διαιρεῖσθαί φησι τὸν συλλογισμὸν κεφαλαίοις τοῖσδε· προβολῇ, ἐκ πράγματος προβολῇ, ἐκ ῥητοῦ. κέχρηται δὲ τῇ μὲν ἐκ τοῦ πράγματος ὁ διώκων, τῇ δὲ ἐκ τοῦ ῥητοῦ ὁ φεύγων, τῷ ὁμοίῳ συλλογισμῷ, ὅρῳ, γνώμῃ νομοθέτου, πηλικότητι, πρός τι, γνώμης ἐρωτήσει, ἀντιθέσει ἔξωθεν ἐκ τῶν ἀντιθετικῶν κινουμένῃ. ἔστι δ’ ὅτε καὶ στοχαστικῇ καὶ ὁρικῇ καὶ ἀντιληπτικῇ· πολλάκις δὲ καὶ μέχρι τῶν πρός τι ἵσταται ἡ διαίρεσις ὡς ἐπὶ τοῦ ἐκ πόρνης γεγονότος καὶ δημηγορεῖν κωλυομένου, σχεδὸν δὲ τοῖς αὐτοῖς διαιροῦνται κεφαλαίοις ὅ τε ὅρος καὶ ἡ ἀντίληψις καὶ ὁ συλλογισμός. διαφέρει δὲ τῇ τε τάξει καὶ τῇ διαιρέσει καὶ αὐτῷ γε πρὸ πάντων τῷ εἴδει. διατί δὲ πρῶτος ὁ συλλογισμὸς τέτακται τοῦ ὅρου; ἐροῦμεν ὅτι καὶ διὰ τὸ οἰκεῖον τῆς στάσεως καὶ διὰ τοῦτο. ὃν γὰρ τρόπον ἐν ταῖς ἀντιθετικαῖς εἴρηται, ὡς ἡ ἀντίθεσις ἀντιλήψεως χρείαν πληροῖ καὶ πρὸς αὐτὴν ἡ μετάληψις γίνεται καὶ πρὸ τῆς ἀντιλήψεως, οὕτω καὶ ἐνταῦθά φαμεν, ὡς τὸ πρὸς τὴν προβολὴν γενόμενον ῥητὸν ὅρου ἔχει τάξιν. ὅτ’ ἂν γὰρ λέγῃ μὴ τοῦτο κελεύειν τὸν νόμον ὁρίζεται. πρὸς τοῦτο οὖν ὡς πρὸς ὅρον ὁ συλλογισμὸς γινόμενος εἰκότως προτέτακται τοῦ ὁρικοῦ κεφαλαίου συνάγων ἀμφότερα εἰς ἓν, ἅτε ὁ νόμος κελεύει καὶ τὰ πραχθέντα· ἐπειδὴ δὲ συλλογισμοῦ ταχθέντος ἔδει καὶ ὁρισμὸν σαφῶς τεθῆναι, ὥσπερ μεταλήψεως ἀντίληψιν διὰ τὸ ἀντικεῖσθαι ταῦτα ἀλλήλοις καὶ λυτικὰ εἶναι ἀλλήλων, ἐπήχθη εὐθὺς καὶ ὅρος.
4.837 ἐξῄτηται δὲ, τί δήποτε ὅρου ταγέντος μὴ καὶ ἀνθορισμὸς ἐπηνέχθη. ἐροῦμεν τοίνυν ἑνὶ λόγῳ, ὅτι τὴν τοῦ ἀνθορισμοῦ χρείαν ὁ συλλογισμὸς πληροῖ· συμπέρασμα γὰρ τοῦ ἀνθορισμοῦ ὁ συλλογισμός· ἐπειδὴ οὖν προτέτακται ὁ συλλογισμὸς, δυνάμει ἐμπεριέχεται ἐν αὐτῷ ὁ ἀνθορισμός. καὶ διὰ τοῦτο οὐκ ἐπήχθη ὡς ἤδη ἐξετασθείς. Ἀντιθέσει ἔστιν ὅτ ε· Οὐκ ἀκριβῶς τοῦτο ἐπεσημήνατο ὁ τεχνικός· ἐμπίπτει γὰρ ἡ ἀντεγκληματικὴ ἢ ἀντιστατική. Ἐπὶ δὲ τοῦ παραδείγματος ἔσται φανερώτερον· οἷον ὀνομαστὶ κωμῳδεῖν ὁ νόμος ἐκώλυσεν. αὐτοπροσώπως εἰσάγων τις τοὺς κωμῳδουμένους ὑπάγεται τῷ νόμῳ, ὡς ὀνομαστὶ κωμῳδῶν. ἡ προβολὴ τοῦ πράγματος· παρὰ τὸν νόμον κωμῳδεῖς τοὺς πολίτας. Σωπάτρο υ. Οὐκ εἶπεν ἡ προβολὴ τοῦ ῥητοῦ, οὐδὲ γὰρ ἔχει ῥητὸν ἐνταῦθα ὁ προβαλλόμενος, ἀλλὰ τὸ γενόμενον αὐτὸ προβάλλεται, τουτέστιν αὐτὸ τὸ πρᾶγμα. ἐν μὲν γὰρ ταῖς ἄλλαις στάσεσι ταῖς ἐχούσαις προβολὴν τὸ ἀδίκημα μὲν τὸ προβαλλόμενον ὡμολόγηται, ἐνταῦθα δὲ αὐτὸ τοῦτο ζητεῖται, εἰ ἀδίκημά ἐστι τὸ πραχθέν. διὰ τοῦτο προσέθηκεν ἡ προβολὴ τοῦ πράγματος· ᾗ καὶ ἀντιδιαστέλλων τὸν συλλογισμὸν πρὸς τὰς ἄλλας νομικὰς, ἐν ἐκείναις γὰρ ἡ προβολὴ ἀπὸ ῥητοῦ γίνεται. διὸ καὶ ἐλέγομεν ἐν ἐκείναις προβολὴ ῥητοῦ, ἵνα οὖν αὐτὸ σημαίνῃ τὸ ἐξομοιούμενον, προσέθηκε τὸ πράγματος. Τὸ ῥητὸν, καὶ μὴν οὐκ ὠνόμασα οὐδένα, τοῦτο γάρ ἐστι τὸ κωλυόμενον. Σωπάτρο υ. Δεύτερον κεφάλαιον τὸ ῥητόν. ἀναγκαῖον γὰρ τὸ ἐναντίον τῷ πράγματι ῥητὸν ἐπαχθῆναι. λύσις δέ ἐστι τὸ ῥητὸν τῆς προβολῆς. ἔνθεν ζητητέον, τί διαφέρει τῆς ἐπὶ νόμον ἀντιλήψεως. κἀνταῦθα γὰρ ὁ κρινόμενος νόμον προτείνεται καὶ διὰ τοῦτο ἀνεύθυνον τὸ πεπραγμένον δεικνύειν πειρᾶται.
4.838 φαμὲν οὖν, ὡς ἐν τῇ ἀντιλήψει νόμον προβάλλεται, ὃν ἄντικρυς φυλάττειν δοκεῖ. οἷον τὸν μοιχὸν ἀναιρεῖσθαι νόμος, μοιχὸν τρισαριστέα τις ἀναιρῶν κρίνεται δημοσίᾳ. ἐνταῦθα γὰρ τὸ ὑπὸ τοῦ νόμου προστεταγμένον ἄντικρυς ποιεῖ, ἐν δὲ τῷ συλλογισμῷ ἄλλο τι πράττει παρὰ τὸ γεγραμμένον· ὁρᾷς γὰρ ὅπως τὸ ὑπὸ τοῦ νόμου προσταχθὲν ἐνταῦθα πέπρακται. ἐν δὲ συλλογισμῷ ἕτερον μέν ἐστι τὸ προσταχθὲν ὑπὸ τοῦ νόμου, ἕτερον δὲ, ὡς εἴπομεν, τὸ πραχθέν. ἔτι ἐν μὲν ἀντιλήψει τὴν διάνοιαν αὐτοῦ τοῦ πεπραγμένου τὸ ῥητὸν δίδωσιν, ἐνταῦθα δὲ πλεῖον ἢ ἔλαττον τοῦ νόμου κελεύοντος ἔπραξεν ὁ κρινόμενος· ὡς ἐπὶ τοῦ ὑποδείγματος οὗ παρέθετο ὁ τεχνικός. ἄλλο γὰρ τὸ προσταχθὲν ἐνταῦθα καὶ ἀπειρημένον τῷ νόμῳ, καὶ ἄλλο τὸ πραχθὲν, ὅθεν ἐρεῖ ὁ κρινόμενος, ὡς οὐ τὸ ἀπειρημένον τῷ νόμῳ πεποίηκα. οὐκ ἐμνήσθην γὰρ ὀνομάτων, ἀλλ’ ἕτερόν τι πεποίηκα. διαφέρει δὲ καὶ τοῦ κατὰ ῥητὸν καὶ διάνοιαν, ὅτι ἐκεῖ μὲν ὁ κατήγορος τὸ ῥητὸν προΐσχεται, ἐνταῦθα δὲ ὁ φεύγων. Ὁ συλλογισμὸς, ὅτι μηδὲν διαφέρει τοῦτο ἐκείνου· ὁ ὅρος, ὅτι πλεῖστον διαφέρει. Σωπάτρο υ. Τοῦτό ἐστι τὸ κυριώτερον τῆς στάσεως ταύτης κεφάλαιον. ὅθεν καὶ ἐν ἀρχῇ τέτακται μετὰ τὴν προβολὴν καὶ τὸ ῥητόν. ὅθεν δὲ τὰς ἀφορμὰς ληψόμεθα εἰς τοῦτο φανερόν. ἀπὸ γὰρ τοῦ τέλους τῶν κοινωνιῶν συνάγομεν εἰς ταὐτὸν τῷ ἐγγράφῳ τὸ ἄγραφον· χρήσεται δὲ καὶ παραδείγμασι πολλοῖς, δεικνὺς καὶ ἑτέρους τῶν νόμων οὕτω παραληφθέντας· ἕπεται δὲ τῷ συλλογισμῷ ἀναγκαίως ὁ ὅρος διαιρῶν τὰ συνημμένα καὶ χωρίζων τὰς διαφοράς.
4.839 φύσει γὰρ ἀλλήλοις τὰ κεφάλαια ταῦτα μάχεται· ἐκείνου γὰρ κατασκευάζοντος καὶ λίαν ἰσχυριζομένου μηδὲν τοῦτο ἐκείνου διαφέρειν, ὁ ὅρος τοὐναντίον κατασκευάσει, ὅτι καὶ κατὰ τὸ πολὺ διενήνοχεν. Ἡ γνώμη τοῦ νομοθέτου κοινή. τί βουλόμενος τοῦτο ἐκώλυσεν ὁ νομοθέτης, ὁ μὲν διώκων ἐρεῖ, ὅτι ἀνελεῖν βουλόμενος τὸ ἁπλῶς καὶ ἀνευθύνως διαβάλλειν ὁντιναοῦν τῶν πολιτῶν, ἐφ’ ὅτῳ ἂν αὐτοὶ ἐθέλωσιν ἐγκλήματι· ὁ δ’ αὖ φεύγων οὐ διὰ τοῦτο ἐρεῖ, ἀλλ’ ἐπιστρέφεσθαι μὲν αὐτοὺς διὰ τῆς κωμῳδίας ἐβούλετο, οὐκ ἀνεῖλε δὲ παντάπασι τὴν κωμῳδίαν. ὑπομνήματα δὲ τοῖς μετὰ ταῦτα γενησομένοις ἢ τοῖς τότε οὖσιν ἀνθρώποις λοιδορίαν περιέχοντα τῶν πολιτῶν τινος οὐκ ἐβούλετο εἶναι. μὴ ὄντων δὲ τῶν ὀνομάτων, ἡ μὲν ἐπιστροφὴ γίνεται διὰ τῶν προσώπων, ἡ δὲ εἰς τὸν μετὰ ταῦτα χρόνον μνήμη περιῄρηται καὶ ἡ πρὸς τοὺς ἄλλους ἀνθρώπους διαβολή. Σωπάτρο υ. Ἰσαζούσης ἐν τούτοις τρόπον τινὰ τῆς μάχης, ἐπὶ τὴν τοῦ νομοθέτου γνώμην ἀμφότεροι τρέψονται, πρὸς τὸ χρήσιμον αὐτῷ ἑκάτερος ταύτην ἐκδεχόμενος. οἷον τί βουλόμενος ὁ νομοθέτης τὸ κωμῳδεῖν ὀνομαστὶ κεκώλυκεν· καὶ ὁ μὲν ἐρεῖ, ὅτι καθάπαξ ἀνελεῖν βουλόμενος τὴν ἐπὶ τῆς σκηνῆς εὐχέρειαν καὶ πάνδεινον ἡγούμενος τὸ ἀνευθύνως διαβάλλειν καὶ τοὺς τυχόντας τῶν πολιτῶν ἐφ’ οἱςτισινοῦν ἐγκλήμασιν. ἐκ τούτου δὲ κατασκευάζει, ὅτι οὐδὲ αὐτοπροσώπους κωμῳδεῖν ἐᾷ· ὁ γὰρ καθάπαξ δυσχέρειαν πᾶσαν δυσχεράνας δῆλον ὅτι καὶ τὸ αὐτοπροσώπους κωμῳδεῖν ἀνῄρηκεν. ὁ δὲ φεύγων ἐρεῖ, οὐ διὰ ταῦτα, ἀλλ’ ἐπιστρέφεσθαι μὲν τοὺς πολίτας διὰ τῆς κωμῳδίας ἐβούλετο καὶ σωφρονεστέρους γίνεσθαι δεδιότας τὴν ἐπὶ σκηνῆς λοιδορίαν. διὰ τοῦτο γὰρ οὐδὲ παντάπασι τὴν κωμῳδίαν ἀνεῖλεν. τὸ δὲ καταλείπεσθαι τοῖς μετὰ ταῦτα γενησομένοις ἀνθρώποις ὑπομνήματα λοιδορίαν περιέχοντά τινος τῶν πολιτῶν ἐδυσχέρανεν, διὸ τὰ ὀνόματα λέγειν ἐκώλυσεν.
4.840 ὥστε τὸ αὐτοπρόσωπον εἰσάγειν ἀνεύθυνον. τοῦτο γὰρ κατασκευάζει. Μαρκελλίνο υ. Ἡ γνώμη τοῦ νομοθέτου κοινή ἐστιν ἀμφοτέρων, στοχαστικῶς ἀπ’ ἀμφοῖν ἐξεταζομένη. ὁ μὲν γὰρ ἐρεῖ, ὅτι πᾶσαν τὴν πορνείαν ὁ νομοθέτης μεμισηκὼς διὰ τοῦτο καὶ τὸν ἐκ πόρνου λέγειν κεκώλυκεν· ὁ δὲ, ὅτι οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸ μὴ ἔχειν αὐτὸν ὡρισμένον πατέρα μηδὲ ἀναγράφεσθαι ὅτου πατρὸς εἴη, κεκώλυκεν αὐτὸν λέγειν. Ἡ πηλικότης, ὡς ἐν τῷ ὅρῳ· ὅτι μέγα τὸ γινόμενον· ὁ βίαιος ὅρος, εἰ καὶ ὀνομαστὶ κωμῳδεῖν τοῦτό ἐστι. Σωπάτρο υ. Πάντη τὸν συλλογισμὸν τῷ ὅρῳ ἀφομοιῶν εἴρηκε τοῦτο. ἐπεὶ τί διάφορον ἔχει ἡ πηλικότης αὕτη πρὸς τὰς ἐν ταῖς λοιπαῖς στάσεσι πηλικότητας; πάντως οὐδέν. ἀλλ’ ὡς εἴρηται βούλεται ἀφομοιοῦν πάντη τὸν ὅρον τῷ συλλογισμῷ· ὑπὸ μὲν οὖν τοῦ κατηγόρου αὐξηθήσεται τὸ πρᾶγμα δι’ αὐτῆς, ὑπὸ δὲ τοῦ φεύγοντος μειωθήσεται· ὁ μὲν οὖν κατήγορος ἐρεῖ, ὅτι μέγα τοῦτο καὶ πέρα τοῦ ὀνομαστὶ κωμῳδεῖν ἐστιν. ὁ δὲ φεύγων, ὅτι οὐ μέγα τοῦτο ἀλλὰ ὀνομαστὶ κωμῳδεῖν· οἷς ἐπισυνάψει τὸν βίαιον ὅρον εὐθύς. οἷον τοῦτο γὰρ οὐδὲ ὅλως ἐστὶ κωμῳδεῖν. ἀπαντήσεται δὲ τῷ αὐτῷ καὶ ὁ διώκων κεφαλαίῳ, ὅτι καὶ ὀνομαστὶ κωμῳδεῖν τοῦτό ἐστι. δεικνύει γὰρ πᾶσι τῶν διαβαλλομένων τὰ πρόσωπα. εἴρηται δὲ βίαιος ὅρος, ὅτι οὐκ ἐκ τῶν κοινῇ δοκούντων ἐστὶν, ἀλλ’ ἐκ περιτροπῆς ἐργάζεται.
4.841 καὶ τὸν ἡταιρηκότα πόρνην εἶναι βιάζεται, εἴγε ταὐτὰ τῇ πόρνῃ πάσχει. Τὸ πρός τι καὶ τὰ ἑξῆς πάντα, καθάπερ ἐν τῷ ὅρῳ ἐξετασθήσεται. Σωπάτρο υ. Ἐπὶ τούτοις ἐστὶ τὸ πρός τι. τοῦ μὲν μεῖζον τὸ αὐτὸ πρόσωπον τοῦ ὀνομαστὶ κωμῳδεῖν λέγοντος, τοῦ δὲ μεῖον τοῦ ὑπ’ ἐκείνου. εἶτα ἡ ἀντίθεσις ἣν ἐμπίπτειν ἔστιν ὅτε εἶπεν ὁ τεχνικὸς ἐν τῇ διαιρέσει τῶν κεφαλαίων, οὐ καλῶς δέ. ἐμπίπτει γὰρ ἢ ἀντεγκληματικὴ ἢ ἀντιστατική. ἐπειδὴ γὰρ πᾶς συλλογισμὸς ἐπ’ ἐγκλήματί ἐστιν, ἀντεγκληματικὸς ἀναφύεται. οἷον ἄξιοι ἦσαν κωμῳδεῖσθαι. πάλιν εἴ τις ἀναστρέψοι τὸν ἐκ τοῦ ἐναντίου συλλογισμὸν, ἀντιστατικὴ εὑρεθήσεται· ἐὰν λέγωμεν, τὸν λειποτάκτην κολάζεσθαι νόμος. ἀριστεύσας λειποτάκτης ἀξιοῖ τιμᾶσθαι· ἀντιστατικὸν εὑρεθήσεται, ὥστε πάντως εὑρεθήσεται ἀντίθεσις. ἢ ἀντιστατικὴ ἢ ἐπὶ μόνου τούτου τοῦ ζητήματος ἀντιστατική. ἐν δὲ ταῖς ἄλλαις ἀντεγκληματική. λεγόντων ἡμῶν, ὅτι εἰ καὶ μὴ κεκώλυκεν ὁ νομοθέτης, ἀλλὰ τὸ σὸν ἁμάρτημα ἄξιον τοῦ κωλύεσθαι· ἣν λύσει ὁ κατήγορος μεταλήψει, οἷον ὅτι ἔδει παραινεῖν καὶ μὴ τηνάλλως βλασφημεῖν, μετὰ ταῦτά ἐστιν ἀντίληψις. οἷον ὅτι ἐξῆν μοι κωμῳδεῖν καὶ οὐ κεκώλυται, ἡ ποιότης καὶ ἡ γνώμη ὡς ἐν ὅρῳ καὶ ταῖς λοιπαῖς στάσεσιν ἐξετάζεται. Πλείονα δὲ εἴδη ἐστὶ συλλογισμῶν, ἃ δὴ πάντα ὁμοίως διαιρήσεις· ὅμως μέντοι ἐκκείσθω αὐτῶν παραδείγματα. γίνονται γὰρ ἤτοι ἀπὸ τοῦ ἴσου, ὡς ὁ προειρημένος, ἢ ἀπὸ τοῦ μείζονος· οἷον ἐξῆν ἀποκτιννύναι τοὺς κατιόντας φυγάδας. μαστίξας τινὰ κατιόντα τις φεύγει παρανόμου τιμωρίας· ὁ γὰρ τὸ μεῖζον, φησὶ, δοὺς, καὶ τὸ ἔλαττον ἔδωκεν. ἢ ἀπὸ τοῦ ἐναντίου· οἷον τῷ ἀριστεῖ γέρας εἶναι, λιπόντα τινὰ τὴν τάξιν ὁ ἀριστεὺς ἀπέκτεινε καὶ φεύγει φόνου. οὐ γὰρ ἁπλῶς τῷ ἀντεγκλήματι, ἀλλὰ μετὰ τῶν προειρημένων χρήσεται. ἢ ἀπὸ τοῦ ἐλάττονος κατὰ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον· οἷον ὅτι ἔξεστι στίζειν τοὺς μοιχούς.
4.842.(1n) στίζων τις μοιχοὺς ἀπέκτεινε, καὶ φεύγει φόνου. ὁ γὰρ τὸ πρότερον, φησὶ, δοὺς καὶ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον ἔδωκεν. Συριανο ῦ. Εἰ ὁμοίως διαιρεῖται, πῶς εἴδη; ἀλλὰ καταχρήσασθαι φήσομεν τῇ λέξει τὸν τεχνογράφον· τοὺς γὰρ τρόπους εἴδη εἴρηκεν. τέσσαρας δὲ τοὺς πάντας φησὶν εἶναι ὁ τεχνικός· ἀπὸ τοῦ ἴσου, ὡς τὸ προκείμενον πρόβλημα τὸ ὀνομαστὶ κωμῳδεῖν. ἴσον γὰρ ὁ κατήγορος σπουδάζει δεῖξαι τὸ πεπραγμένον τῷ ἀπειρημένῳ ὑπὸ τοῦ νόμου ἀπὸ τοῦ μείζονος· εἴρηται δὲ οὕτω διὰ τὸ λέγειν τὸν κρινόμενον, ὅτι ὁ τὸ μεῖζον δοὺς καὶ τὸ ἔλαττον ἔδωκε τὸ μαστίξαι. ἀπὸ τοῦ ἐναντίου, ὃ οὕτως εἴρηται διὰ τὸ ἐρεῖν τὸν διώκοντα, ὅτι ὁ τὴν ἀριστείαν τιμήσας ἐκ τῶν ἐναντίων μισεῖ καὶ τιμωρεῖ τὸν φυγάδα. δόξει δέ τισιν ἀντέγκλημα εἶναι, διὸ καὶ προσέθηκεν ὁ τεχνικός. οὐ γὰρ ἁπλῶς τῷ ἀντεγκλήματι ὁ φεύγων χρήσεται, ἀλλὰ μετὰ τῶν προειρημένων, τουτέστι τῶν ἰδίων τοῦ συλλογισμοῦ· ἀπὸ τοῦ ἐλάττονος κατὰ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον. ἔλαττον εἴρηκε πρὸς τὸ ἄνω μεῖζον ὄν. διὸ καὶ ἐπήγαγε κατὰ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον· ἐρεῖ γὰρ, ὅτι ὁ τὸ στίζειν παρασχὼν, καὶ τὸ ἐξ αὐτοῦ ἀποβαῖνον ἔδωκεν· ἔστι παρὰ τὰ προειρημένα καὶ ἕτερος τρόπος κατὰ σύνθεσιν, οὗ παράδειγμα τόδε· τὸν τρὶς ὑβρίσαντα καὶ τρὶς μαρτυρήσαντα καὶ τρὶς ἁλόντα κλοπῆς ἄτιμον εἶναι. ἁλούς τις καθ’ ἕκαστον ἔγκλημα ἀνὰ ἅπαξ ὑπάγεται τῇ τιμωρίᾳ· ἐνταῦθα γὰρ ἡ συνθεσίς ἐστιν ἡ ζητουμένη πότερον τὰ τρία ἑνός ἐστιν ἢ ἑκάστου· δόξει δέ τισι καὶ ἀμφιβολία εἶναι τοῦτο, ἡ κατὰ σύνθεσιν, οὐκ ἔστι μέντοι. οὐ γὰρ διάστασις ἡ ἐπιπλοκὴ ποιεῖ τὴν ζήτησιν. ἐνταῦθα οὐδὲ ὄνομα ἀμφισβητούμενον· διὸ οὐκ ἀμφιβολία ἀλλὰ συλλογισμός ἐστιν. ἀνάγκη γὰρ συλλογίσασθαι, ὅτι ταὐτόν ἐστιν ἢ ἓν ἀδίκημα τρίτον ποιῆσαι, ἢ καθ’ ἓν ἔγκλημα ἀνὰ ἅπαξ.
4.843 ἐπιστατέον δὲ, ὡς ἐν μὲν πάσῃ συλλογισμὸς ἐμπίπτει. ἐν συλλογισμῷ δὲ οὐδεμία ἄλλη πλὴν στοχασμοῦ, ἥ τις ἐν τῇ γνώμῃ τοῦ νομοθέτου ἐμπίπτει στοχαστικῶς ἐξεταζομένη. Περὶ ἀμφιβολίας. Σωπάτρο υ. Τινὲς ἀσύστατόν φασιν εἶναι τὴν ἀμφιβολίαν, τῷ μὴ ἔχειν τεκμήριον φανερὸν, ὥσπερ τὸν στοχασμὸν, ἄλλοι δὲ πρὸς τῷ συνεστάναι καὶ εἴδη φασὶν αὐτὴν ἔχειν τὸ κατὰ πνεῦμα καὶ τόνον καὶ ὁμωνυμίαν, σύνθεσίν τε καὶ διαίρεσιν. ἡμεῖς δὲ συνεστάναι μὲν αὐτὴν φήσομεν, εἴδη δὲ οὐκ ἐροῦμεν ἔχειν, ἀλλὰ τρόπους αὐτὰ φήσομεν τῶν κατὰ ἀμφιβολίαν προβλημάτων. διατί δὲ ὠνόμασται οὕτω φανερόν. διὰ γὰρ τὸ μὴ ἔχειν τι ὡρισμένον πρὸς τὴν τοῦ ζητουμένου σύστασιν, μηδέ τι παρέχεσθαι μηδ’ ἕτερον τῶν ἀγωνιζομένων σαφὲς, ἅτε ῥητοῦ διάνοιαν ἐξετάζοντος, ἧς πολυσχιδής τε καὶ ἀόριστος ἡ ἐξέτασις. ὅρος δὲ αὐτῆς ἐστιν οὗτος· ἀμφιβολία ἐστὶ στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους, καθ’ ἣν τὴν διάνοιαν ἐξετάζομεν τοῦ ῥητοῦ. οἷον ὡς ἐπὶ τοῦ ἀναθεῖναι τῇ πόλει καταλιπόντος Ἡρακλέα χρυσοῦν ῥόπαλον ἔχοντα.
4.844 τρόποι δὲ τῶν κατὰ ἀμφιβολίαν προβλημάτων οἵδε· κατὰ πνεῦμα, κατὰ τόνον, καθ’ ὁμωνυμίαν, κατὰ σύνθεσιν καὶ διαίρεσιν. ἔστι δὲ κατὰ πνεῦμα μὲν ἀμφιβολία ὡς τόδε. κατέλιπέ τις φίλῳ τὴν οὐσίαν, ἐφ’ ᾧ τὸν πιστότατον τῶν οἰκετῶν ἕνδεκα ἔτεσι θρέψαι, καὶ ὁ μὲν δασύνων ἕνδεκα ἔτεσιν ἀξιοῖ τραφῆναι, ὁ δὲ ψιλῶς ἀναγιγνώσκειν, δέκα ἔτη μόνα. κατὰ τόνον δέ· οἷον ἑταίρα χρυσία εἰ φοροίη δημοσία ἔστω, ἑάλω χρυσία φοροῦσα ἑταίρα, καὶ ὁ μὲν παροξυτόνως ἀναγινώσκων δημοσίαν αὐτὴν εἶναι κελεύει, οἱ δὲ συνηγοροῦντες ἐκείνῃ προπαροξυτόνως ἀναγινώσκοντες τὰ χρυσία φασὶν εἶναι δεῖν δημόσια. καὶ αὖ ἐπὶ τοῦδε· πώλων μηδεὶς διδότω τέλος. ἐνταῦθα γὰρ ὁ μὲν παροξύνων ἵππων ἐρεῖ μὴ διδόναι τέλος. ὁ δὲ περισπῶν τὸν πιπράσκοντα. κατὰ δὲ ὁμωνυμίαν, οἷον τοῦ θεοῦ χρήσαντος, τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς, οἱ μὲν εἰς τὴν ἀκρόπολιν ἀξιοῦσι καταφεύγειν κοτίνοις τότε πυκνοῖς καταπεφραγμένην, Θεμιστοκλῆς δὲ πρὸς τὰς τριήρεις κελεύει μετασκευάζεσθαι.
4.845 κατὰ δὲ σύνθεσιν καὶ διαίρεσιν· οἷον τελευτῶν τις κατέλιπέ τινι τὴν οὐσίαν, ἐφ’ ᾧ τε ἀναθεῖναι τῇ πόλει Ἡρακλέα χρυσοῦν ῥόπαλον ἔχοντα. ὁ μὲν κατὰ διαίρεσιν ἀναγινώσκων τὸ ῥόπαλον μόνον βούλεται χρυσοῦν ἀναθεῖναι, ὁ δὲ κατὰ σύνθεσιν ὅλον τὸν Ἡρακλέα χρυσοῦν ἀξιοῖ ἀναθεῖναι τῇ πόλει. Μαρκελλίνο υ. Ζητεῖται εἰ ὅλως συνίσταται ἡ ἀμφιβολία. δοκεῖ γὰρ κατὰ τὸ ὁμολογούμενον προφέρεσθαι· ὡς γὰρ ἄν τις ὁριζόμενος ἀναγνοίη, πάντως που καθ’ ἕνα τρόπον προέρχεται. ἀλλὰ πρὸς τοῦτό φαμεν· ὅτι ἐν τοῖς τοιούτοις ἀνάγκη τὸν τόνον ὑποκλέπτειν. δεῖ γὰρ ὑπονοεῖν γεγράφθαι νόμον στιγμῆς ἄμοιρον καὶ τόνου. ὅθεν τὰ τῆς ἀμφισβητήσεως συνίσταται. ἐξ αὐτοῦ δὲ τοῦ ὀνόματος, πρόδηλον τὸ τῆς δυνάμεως αὐτῆς. καὶ γὰρ αὐτὸ τὸ ῥητὸν ἀμφίβολον ἔχει. ὥστε τούτῳ τῶν ἄλλων νομικῶν διαφέρει, ὅτι ἐν λείπε ι . Καὶ ἄλλως ἀνωνύμου. Ἡ ἀμφιβολί α· τὴν ἀμφιβολίαν καὶ Ἑρμογένης καθ’ αὑτὴν οὖσαν γλίσχραν εἶναί φησι καὶ ὑπόψυχρον. τὸ γὰρ περὶ ὁμωνυμίας ἢ τόνων ἤ τινος τοιούτου ἀμφιβάλλειν εὐτελὲς ἄγαν· καί πως δοκεῖ ὑπὸ φιλοπραγμοσύνης τις περὶ τῶν τοιούτων συγκροτεῖν δικαστήριον. συμπλεκομένη μέντοι ἑτέρᾳ στάσει τὴν τῆς φιλοπραγμοσύνης ὑποψίαν ἐκφεύγει. ὡς καὶ ὁ Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην ἐποίησεν. εἰπόντος γὰρ Λεπτίνου μηδένα εἶναι ἀτελῆ καὶ μὴ διορίσαντος πρόσωπον ἢ πρᾶγμα, ὁ Δημοσθένης ἀσαφὲς εἶναι τοῦτό φησι, τὸ δὲ ἀσαφὲς ταὐτὸν τῷ ἀμφιβόλῳ. καὶ ἔτι ἐν τῷ κατὰ Ἀριστοκράτους, ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμον εἶναι.
4.846 πάλιν γὰρ ἐπιλαμβάνεται τῆς ἀσαφείας καί φησι, ποῖον ἀνδροφόνον λέγεις πότερον τὸν ἑκούσιον ἢ τὸν ἀκούσιον, τὸν δίκαιον, ἢ τὸν ἄδικον· διαφέρει δὲ ἡ ἀμφιβολία τῶν ἄλλων νομικῶν, ὅτι ἐν μὲν ἐκείναις φανερὸν ἔχομεν τὸ ῥητὸν, περὶ δὲ τὴν διάνοιαν αὐτοῦ γίνεται ἡ ζήτησις. ἐνταῦθα δὲ αὐτὸ τὸ ῥητὸν ἔχομεν ἄδηλον, οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ ἀμφιβολία ἢ ῥητοῦ ἀσάφεια. βʹ. Τοῦ θ ’ ὅπερ εὑρίσκετα ι· οἶμαι πταῖσμα τῶν ἀντιγράφων εἶναι. χρῆναι γὰρ, τοῦτο παρευρίσκεται, γράφεσθαι, ὡς μὴ καθ’ αὑτὸ ζήτημα ὂν, ἀλλ’ ἐν ἑτέρῳ παρευρισκόμενον. γʹ. Τὸ περιέχο ν· πῶς ἴδιον ἀντινομίας τοῦτο εἰπὼν καὶ ἐπὶ τῆς ἀμφιβολίας τοῦτο παρέλαβε. φαμὲν οὖν, ὅτι πρὸς τὸ ῥητὸν καὶ τὴν διάνοιαν εἶπεν αὐτὸ ἐκεῖ ἴδιον εἶναι. ὥσπερ δὲ ἐν τῷ ὅρῳ ὁ φεύγων τὸ ἔλαττον ὁμολογεῖ ἀδίκημα, οὕτω καὶ ἐνταῦθα ἐπὶ τῆς γνώμης τοῦ νομοθέτου ἡ ἑταίρα ὁμολογεῖ ἠδικηκέναι μὲν, ἔλαττον δέ. δʹ. Ἧιπερ ἕπετα ι· πρὸς τὴν μετάληψιν καὶ ἀντίληψιν ἔδει ἀπαντῆσαι ὡς πολλαχοῦ· ἀλλ’ ἐνταῦθα παράβασις γέγονεν, ὥστε οὐκ ἠδύνατο ὥσπερ ἐπ’ ἐξουσίας προβάλλεσθαι τὴν ἀντίληψιν· τὸ δὲ ἐλεεινολογήσεται φησὶν, ὅτι ἐπειδὴ οὐκ ἰσχυρὰ τὰ τῶν ἀποδείξεων τοῖς ἐπιλογικοῖς ἀνάγκη πλεονάζειν. τὸ δὲ ὁ λέγων ὑπὲρ αὐτῆς προσέθηκεν, ἐπειδὴ γυνὴ εἰς δικαστήριον οὐκ εἰσέρχεται, οὐδὲ παῤῥησίαν ἔχει δημηγορεῖν, ἄλλως τε κἂν ἑταίρα τυγχάνῃ οὖσα, διὸ οὐκ αὐτὴν ἐλεεινολογουμένην, ἀλλὰ τὸν ὑπὲρ αὐτῆς φησι λέγοντα. μετὰ δὲ τὴν ἀντίληψίν ἐστιν ἡ θέσις. παρῆκε δὲ αὐτὴν ὁ τεχνικὸς ἐν τῇ ἐξετάσει ὡς πρόδηλον. ὁ μὲν γὰρ ἐρεῖ, ὅτι τιμωρητέον τὰς ἑταίρας, ὁ δὲ ὅτι ἐλεητέον τὰς διὰ πενίαν ταῦτα ἀναγκαζομένας ποιεῖν. Τέλος τῶν στάσεω ν .