eul_wid: hwq-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On the Cities in Asia by Philostephanus of Cyrene

On the Cities in Asia is a lost geographical treatise by the Hellenistic scholar Philostephanus of Cyrene, who flourished in the 3rd century BCE. The work is known only through approximately forty-two fragments preserved by later authors, primarily in the 6th-century CE geographical lexicon Ethnica by Stephanus of Byzantium. These fragments indicate the work was a periegesis, a descriptive survey, focusing on the cities of Asia Minor. Its content centred on the foundation myths and historical origins of cities, detailing their legendary or historical founders, associated local cults, and connections to gods and heroes. The surviving excerpts also show an interest in ethnographic details, geographical features, and cultural inventions, reflecting the Hellenistic scholarly fascination with "first discoverers." The work was used as a source by later compilers including Pliny the Elder and Athenaeus, and it represents a notable example of the blend of mythography and systematic geography characteristic of Hellenistic scholarship.

ΠΕΡΙ ΤΩΝ ΕΝ ΑΣΙᾼ ΠΟΛΕΩΝ.

Ἀθήναιος : Φιλοστέφανος δʼ ἐν τῷ πρώτῳ Περὶ τῶν ἐν τῇ Ἀσίᾳ πόλεων οὕτως γράφει· «Λάκιον τὸν Ἀργεῖον τῶν σὺν Μόψῳ ἀφικομένων, ὃν τινὲς μὲν Λίνδιον εἶναι λέγουσιν, ἀδελφὸν δὲ Ἀντιφήμου τοῦ Γέλαν οἰκίσαντος, εἰς τὴν Φασήλιδα ὑπὸ Μόψου μετʼ ἀνδρῶν πεμφθέντα κατά τινα λόγον Μαντοῦς, τῆς Μόψου μητρὸς, ὅτε αἱ πρύμναι τῶν ἰδίων νηῶν συνέβαλον καὶ συνεθραύσθησαν κατὰ Χελιδονίας, τῶν μετὰ τοῦ Λακίου διὰ τὸ ὑστερεῖν αὐτῶν νυκτὸς προσβαλόντων· ἀγοράσαι δʼ αὐτὸν τὴν γῆν λέγεται, οὗ ἡ πόλις νῦν ἐστι, καθὰ ἡ Μαντὼ προεῖπε, παρὰ Κυλάβρα τινὸς, δόντα τάριχον· τοῦτον γὰρ ἑλέσθαι λαβεῖν αὐτὸν ἀφʼ ὧν ἦγον. Ὅθεν κατʼ ἐνιαυτὸν τοὺς Φασηλίτας τῷ Κυλάβρᾳ θύειν τάριχον, τιμῶντας ὡς ἥρωα.»

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Δίνδυμον δὲ, ὄρος Κυζίκου, ἱερὸν τῆς Ῥέας· διὰ τὸ διδύμους μαστοὺς ἐν αὐτῷ ἀνήκειν, ὥς φησι Φιλοστέφανος, οὕτω προσαγορευθέν.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Πόλις τοῦ Πόντου ἡ Σινώπη, ὠνομασμένη ἀπὸ τῆς Ἀσωποῦ θυγατρὸς Σινώπης· ἣν ἁρπάσας ὁ Ἀπόλλων, κατὰ Φιλοστέφανον, ἀπὸ Βοιωτίας ἐκόμισεν εἰς τὸν Πόντον, καὶ μιγεὶς αὐτῇ, ἔσχε Σύρον, ἀφʼ οὗ οἱ Σύροι.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Μακριέων: Ἦσαν δὲ ἀστυγείτονες τῶν Δολιόνων οἱ Μάκρωνες. Οἱ δὲ ἔθνος Βεχείρων φασὶ τοὺς Μάκριας, οἵτινες ἀεὶ πολεμοῦσι τοῖς Κυζικηνοῖς· ἦσαν δὲ τὰ πολεμικὰ ἔργα ἠσκηκότες, ὡς ἱστοροῦσι Φιλοστέφανός τε καὶ Ἡρόδωρος, οἱ τὰ περὶ τῶν βίων αὐτῶν γεγραφότες.

Στέφανος ὁ Βυζάντιος : Ἄβιοι, ἔθνος Σκυθικὸν ... Δίδυμος δὲ Θρᾴκιον ἔθνος φησίν· Αἰσχύλος τε Γαβίους διὰ τοῦ γ ἐν Λυομένῳ Προμηθεῖ. Ὁμοίως καὶ Φιλοστέφανός φησι καὶ ἄλλοι.

Στέφανος ὁ Βυζάντιος : Ἀτρήνη, πόλις. Φιλοστέφανός φησιν ἀπὸ Δεύσου καὶ Ἀτρῶνος καὶ Ἀτρήνης τῶν Ἄργητος τοῦ Κύκλωπος καὶ Φρυγίας νύμφης προσηγορεῖσθαι. Τὸ ἐθνικὸν Ἀτρηνεὺς καὶ Ἀτρηνίτης καὶ Ἀτρηναῖος.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Βίστονες γὰρ ἔθνος Θρᾳκῶν. Ὠνομάσθη δὲ ἀπὸ Βίστονος, τοῦ Κίκονος, ὡς Φιλοστέφανος ἱστορεῖ. Βιστονὶς, λίμνη Θρᾳκική.

Στέφανος ὁ Βυζάντιος : Ἀνθάνα, πόλις Λακωνικὴ, μία τῶν ἑκατόν· κέκληται δὲ, ὡς Φιλοστέφανος, παρὰ Ἄνθην τὸν Ποσειδῶνος, ὃν Κλεομένης ὁ Λεωνίδου ἀδελφὸς ἀνελὼν καὶ ἐκδείρας ἔγραψεν ἐν τῷ δέρματι τοὺς χρησμοὺς ὧδε τηρεῖσθαι. Χάραξ Ἀνθήνην αὐτήν φησιν.

ΠΕΡΙ ΚΥΛΛΗΝΗΣ.

Πινδαρικὴ ὑπόμνησις : Φιλοστέφανος δὲ ἐν τῷ Περὶ Κυλλήνης φησὶ Κυλλήνην καὶ Ἑλίκην θρέψαι.

ΗΠΕΙΡΩΤΙΚΑ.

Οὐαλέριος Ἁρποκρατίων : Βούχετα ... πόλις ἐστὶ τῆς Ἠπείρου, .. ἣν Φιλοστέφανος ἐν τοῖς Ἠπειρωτικοῖς ὠνομάσθαι φησὶ διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸς ὀχουμένην ἐκεῖσε ἐλθεῖν κατὰ τὸν Δευκαλίωνος κατακλυσμόν.

ΠΕΡΙ ΝΗΣΩΝ.

ΠΕΡΙ ΚΥΠΡΟΥ.

Τζέτζης : Ἡ Κύπρος πρότερον Σφήκεια ἐκαλεῖτο, ὥς φησι Φιλοστέφανος ἐν τῷ Περὶ Κύπρου, ἀπὸ τῶν ἐκεῖσε ἐνοικησάντων ἀνδρῶν, οἳ ἐκαλοῦντο Σφῆκες.

Κωνσταντῖνος ὁ Πορφυρογέννητος : Ἐκλήθη δὲ ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου, ἢ τῆς Βίβλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ Περὶ νήσων καὶ Ἴστρος ἐν Ἀποικίαις Αἰγυπτίων ἱστόρησαν.

Τζέτζης : Ὁ Κηφεὺς ἐξ Ἀχαΐας, ὁ δὲ Πράξανδρος ἐξ Λακεδαιμονίας παρεγένοντο εἰς Κύπρον, ὥς φησι Φιλοστέφανος.

Κλήμης ὁ Ἀλεξανδρεύς : Ὁ Κύπριος ὁ Πυγμαλίων ἐκεῖνος ἐλεφαντίνου ἠράσθη ἀγάλματος ... Τὸ ἄγαλμα Ἀφροδίτης ἦν καὶ γυμνὴ ἦν ... Νικᾶται ὁ Κύπριος Πυγμαλίων τῷ σχήματι καὶ συνέρχεται τῷ ἀγάλματι, καὶ τοῦτο Φιλοστέφανος ἱστορεῖ ... ἐν τῷ Περὶ Κύπρῳ.

ΠΕΡΙ ΣΙΚΕΛΙΑΣ.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Νυμφόδωρος ὁ τὴν Σικελίαν περιηγησάμενος καὶ Πολύαινος καὶ Πανύασις φύλακα τῶν Ἡλίου βοῶν Φυλάκιόν φησι γενέσθαι, ὃν Φιλοστέφανος Αἰολιδοῦν εἶναί φησι, καὶ ἔχειν ἐν Μύλαις ἡρῷον.

Σέρβιος Περὶ τῶν νήσων ὅτι Τρίνακος αὐτῆς πρῶτος ἐβασίλευσεν.

Καὶ Φιλοστέφανός φησιν ἕτερα μὲν μυρία, Κἀν· Σικελῇ γῇ ῥίπτουσαν λίμνην τοὺς λουομένους· «Γαίῃ δʼ ἐν Σικελῶν Τρινακρίδι χεῦμα δέδεικται αἰνότατον, λίμνη, καίπερ ἐοῦσʼ ὀλίγη, ἐχθρὸν ἀεὶ νήκτῃσιν· ὃ πρὶν ποσὶ παῦρα τινάξαι ῥηιδίως ξηρὴν ἤλασεν ἐς ψάμαθον.»

ΠΕΡΙ ΚΑΛΑΥΡΙΑΣ.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Καὶ ἡ Καλαύρεια δὲ, νῆσος οὖσα πρὸς τῇ Τροιζῆνι, ἱερά ἐστι Ποσειδῶνος, ὥς φησι Φιλοστέφανος. Ἦν δὲ πρότερον μὲν Ἀπόλλωνος, ἡ δὲ Πυθὼ Ποσειδῶνος· καὶ ἀντήμειψαν, ἤγουν κατήλλαξαν.

ΠΕΡΙ ΣΤΡΥΜΗΣ.

Οὐαλέριος Ἁρποκρατίων Στρύμη: Ἡρακλείδης ἢ Φιλοστέφανος ἐν τῷ Περὶ νήσων φησίν· «Ἀποικίαι δέ εἰσι Θασίων τῆς Θρᾴκης Γάληψος καὶ Στρύμη ἡ νῆσος.» Ἔστι δὲ ἐμπόριον Θασίων.

ΠΕΡΙ ΠΟΤΑΜΩΝ ΠΑΡΑΔΟΞΩΝ.

Ἀθήναιος : Φιλοστέφανος δὲ ὁ Κυρηναῖος μὲν γένος, Καλλιμάχου δὲ γνώριμος, ἐν τῷ Περὶ τῶν παραδόξων ποταμῶν, ἐν Ἀροανίῳ φησὶ τῷ ποταμῷ, διὰ Φενεοῦ ῥέοντι, ἰχθῦς εἶναι φθεγγομένους ὁμοίως κίχλαις· καλεῖσθαι δʼ αὐτοὺς ποικιλίας.

Αἴλιος Ἡρωδιανός Π. μον. λ.: Σῆθος, ποταμὸς Σκυθίας, ὡς Φιλοστέφανος.

Φησὶ δὲ Φιλοστέφανος ὑπὸ τῶν ἐγχωρίων τοῦτον τὸν χρόνον Ῥοδανὸν ὠνομάσθαι.

Τζέτζης : Τιτὼν ποταμὸς Ἰταλίας ἐγγὺς Κιρκαίου, ὃ Κίρκαιον ἀπὸ τῆς Κίρκης καλεῖται. Ὁ δὲ Τιτὼν οὗτος ποταμὸς οὐκ εἰς θάλασσαν ῥέει, ἀλλʼ ὑπὸ γῆς καταπίνεται, ὥς φησι καὶ Φιλοστέφανος.

Ἐτυμολογικὸν τὸ Μέγα : Ἀρετὰν ποταμὸς Κροτωνιάδος χώρας, παρὰ τὴν Ἀρέταν τὴν γυναῖκα Ἀλκίμου, ἧς περιρρεῖ τὸ μνῆμα, ὡς μαρτυρεῖ Φιλοστέφανος.

Σχόλια εἰς Θεόκριτον : Ἄκτιον ... ὥς φησι Φιλοστέφανος, ἐστὶ Πανὸς ἱερὸν πλησίον Κράθιδος ποταμοῦ.

Γεώργιος ὁ Χοιροβοσκός : Ἐλέας, Ἐλέαντος, παρὰ Φιλοστεφάνῳ· ἔστι δὲ ὄνομα κύριον.

ΠΕΡΙ ΚΡΗΝΩΝ ΠΑΡΑΔΟΞΩΝ.

Οὐαλέριος Ἁρποκρατίων Λουτροφόρος καὶ λουτροφορεῖν. Ἔθος ἦν τοῖς γαμοῦσι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμου ἡμέραν· ἔπεμπον δὲ ἐπὶ ταῦτα τὸν ἐγγύτατα γένους παῖδα ἄρρενα, καὶ οὗτοι ἐλουτροφόρουν ... Ὅτι δὲ τὰ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακρούνου καλουμένης κρήνης, πρότερον δὲ Καλλιρρόης, Φιλοστέφανος ἐν τῷ Περὶ κρηνῶν φησί.

ΠΕΡΙ ΕΥΡΗΜΑΤΩΝ.

Πλούταρχος : Φιλοστέφανος δὲ καὶ τὴν κατʼ οὐλαμοὺς τῶν ἱππέων διανομὴν Λυκούργῳ προστίθησιν.

Ἡσύχιος ὁ Ἀλεξανδρεύς . Θριπόβρωτος: Οἱ Λάκωνες σφραγῖσιν ἐχρῶντο, ξύλοις ὑπὸ σητῶν βεβρωμένοις, κατασημαινομένοις ὁπότε βούλοιντο. Φιλοστέφανος δέ φησι πρῶτον Ἡρακλέα χρήσασθαι.

ΥΠΟΜΝΗΜΑΤΑ.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Τίμιον γὰρ τὸ ζῶον παρʼ Ἀθηναίοις· ὁ γὰρ ἀποκτείνας λύκον ἀγείρει αὐτῷ τὰ πρὸς τὴν ταφήν· καὶ ἴσως ἐπεὶ ἡ Λητὼ ἔγκυος οὖσα διὰ δώδεκα ἡμερῶν εἰς Δῆλον ἦλθε μεταβαλοῦσα εἰς λύκον. Διόπερ κατά τινα ὡρισμένον χρόνον τοῦ ἐνιαυτοῦ τίκτει πᾶσα λύκαινα ἐν δώδεκα ἡμέραις, ὡς Φιλοστέφανος φησὶν ἐν τοῖς Ὑπομνήμασιν.

Πινδαρικὴ ὑπόμνησις : Ἐκλήθησαν Ὑπερβόρεοι ἀπὸ Ὑπερβοραίου τινὸς Ἀθηναίου, ὡς Φανόδημος. Φιλοστέφανος δὲ τὸν Ὑπερβόρεον Θεσσαλόν φησιν εἶναι.

Αἴλιος Ἡρωδιανός : Γρύλλος· καθάρας τοὺς Διοσκούρους, ὡς Φιλοστέφανος.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Αἰακὸς ὁ Διὸς καὶ Αἰγίνης, γήμας Ἐνδηΐδα τὴν Χείρωνος θυγατέρα, ἔσχε δύο παῖδας, Πηλέα καὶ Τελαμῶνα· μιγεὶς δὲ καὶ Ψαμάθῃ τῇ Νηρηΐδι γεννᾷ Φῶκον. Τοῦτον Πηλεὺς ἀποκτείνας ἔφυγεν εἰς Μαγνησίαν τῆς Θεσσαλίας πρὸς Χείρωνα. Τελαμὼν δὲ ἐν τῷ λόχῳ τοῦ Καλυδωνίου συὸς ἀνελὼν ἀκουσίως καὶ αὐτὸς ἕνα τῶν κυνηγούντων ἔφυγεν εἰς Σαλαμῖνα, καὶ γήμας Περίβοιαν τὴν Ἀλκάθου ἐγέννησεν Αἴαντα. Μενοίτιος δὲ ἀποικήσας εἰς Ὀποῦντα Πάτροκλον ἐτέκνωσεν· ὁ δὲ ἀποκτείνας καὶ αὐτὸς Ἀμφιδάμαντος παῖδα Κλησώνυμον καὶ ἐπὶ τοῦτο φυγὼν εἰς Φθίαν πρὸς Πηλέα κατὰ συγγένειαν, ἐπέμφθη παρʼ αὐτοῦ πρὸς Χείρωνα, ὃς αὐτὸν μετʼ Ἀχιλλέως ἔθρεψεν. Ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Μετὰ τὴν τῆς Πασιφάης πρὸς τὸν ταῦρον μίξιν Δαίδαλος εὐλαβούμενος τὴν Μίνωος ὀργὴν, πτερωτὸς σὺν Ἰκάρῳ τῷ υἱεῖ ἐφέρετο· καταπεσόντος δὲ τοῦ παιδὸς τὸ ὑποκείμενον πέλαγος Ἰκάριον μετωνομάσθη. Ὁ μέντοι Δαίδαλος διαπτὰς εἰς Κάμινον τῆς Σικελίας καὶ τὸν υἱὸν αὐτοῦ ἐκδεχόμενος ἔμεινε παρὰ ταῖς Κωκάλου θυγατράσιν, ὑφʼ ὧν ὁ Μίνως, ἥκων ἐπʼ ἀναζήτησιν τοῦ Δαιδάλου, ἀποθνήσκει καταχυθέντος αὐτοῦ ξεστοῦ ὕδατος. Ἱστορεῖ Φιλοστέφανος καὶ Καλλίμαχος ἐν Αἰτίοις.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν : Ἀθάμας, Αἰόλου παῖς, βασιλεὺς δὲ Θηβῶν, γήμας τὴν Κάδμου παῖδα Ἰνὼ, παῖδας ἔσχε δύο, Κλέαρχον καὶ Μελικέρτην. Κατὰ Ἥρας δὲ πρόσταγμα ἀποπεμψάμενος τὴν Ἰνὼ καὶ ἐπιγήμας Νεφέλην, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἕλλην τε καὶ Φρίξον. Μιγνύμενον δὲ αὐτὸν λάθρα τῇ Ἰνοῖ κατοπτεύσασα ἡ Νεφέλη ᾤχετο. Πάλιν δὲ τῆς οἰκίας ἐπικρατήσασα ἡ Ἰνὼ ἐπεβούλευσε τοῖς τῆς Νεφέλης παισίν. Εὑροῦσα δέ τινα μηχανὴν ἔφρυγε τὰ σπέρματα. Καὶ δὴ πολλῆς οὔσης ἀκαρπίας ἐν τῇ χώρᾳ, ἔπεμπεν ὁ Ἀθάμας εἰς Πυθὼ θεοπρόπους. Ἡ δὲ Ἰνὼ συνέπεισε τούτους τεχνήσασά τινα χρησμὸν κατὰ τοῦ Φρίξου, ὡς θῦμα τῆς αὐτοῦ γονῆς προσενεγκὼν ἀπαλλαγήσεται τοῦ δεινοῦ. Πυθόμενος οὖν παρὰ τῶν θεοπρόπων ὁ Ἀθάμας τὸ λόγιον, μεταπέμπεται ἐκ τῶν ἀγρῶν τὸν Φρίξον. Πρόφασιν δὲ αὐτὸν ἐκέλευσεν ἄγειν ὅ τι κάλλιστον πρόβατον ἐν τοῖς θρέμμασιν εἰς ἱερουργίαν ὑπάρχει. Μυθολογεῖται δὲ παραγιγνομένῳ τῷ Φρίξῳ μετὰ τῆς ἀδελφῆς, κατά τινος δαίμονος ἐπιφάνειαν, ἀνθρωπίνῃ φωνῇ λαλῆσαι τὸν κριὸν, καὶ πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν ἀναγγεῖλαι, κελεῦσαί τε αὐτῷ, μετὰ τῆς ἀδελφῆς ἐπικαθίσαι τῷ νώτῳ, ὅπως τὸν ἐπικείμενον κίνδυνον ἐκφυγεῖν δυνηθῶσιν. Οὗ καὶ γενομένου, λέγεται τὸν κριὸν μετὰ πολλῆς βίας διὰ μέσου τοῦ ἀέρος ποιήσασθαι τὴν πορείαν. Τὴν δὲ Ἕλλην μὴ δυναμένην ἀντέχειν, καταπεσεῖν εἰς τὸ ὑποκείμενον πέλαγος, προσαγορευθῆναι δὲ τοῦτο, διὰ τὴν προειρημένην, Ἑλλήσποντον. Τὸν δὲ κριὸν κομίσαντα εἰς Κόλχους ἐκ τοῦ Πόντου τὸν Φρίξον τελευτῆσαι. Ἐπὶ τοῦτο λέγεται τὸ δέρας καὶ τοὺς Ἀργοναύτας ἀποσταλῆναι μετὰ τοῦ Ἰάσονος. Τὸν δὲ Ἀθάμαντά φασι μαθόντα ἕκαστα τῶν συντεθέντων ὑπὸ τῆς Ἰνοῦς, μὴ φείσασθαι μηδὲ τῶν ἐξ αὐτοῦ γενομένων αὐτῇ παίδων, καὶ αὐτοχειρίᾳ μὲν ἀποκτεῖναι Κλέαρχον, ἐπιδιῶξαι δὲ μετὰ ξίφους καὶ τὴν Ἰνώ. Τὴν δὲ καταλαμβανομένην, σωτηρίαν ἐπισπάσασθαι ἑαυτῇ τε καὶ τῷ υἱεῖ, ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλασσαν, καὶ τυχεῖν ἐκ τῶν θεῶν τῶν ἐναλίων τιμῶν· ὕστερον δὲ καὶ προσαγορευθῆναι αὐτὴν, διὰ τὸν ἐκ τῆς θαλάσσης ἀφρὸν Λευκοθέαν, τὸν δὲ Μελικέρτην Παλαίμονα· εἶναι δὲ αὐτὸν σωτῆρα τῶν τὸ πέλαγος πλεόντων ἀνθρώπων. Ἡ ἱστορία παρὰ τῷ Φιλοστεφάνῳ.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἡ δὲ ἱστορία παρὰ Φιλοστεφάνῳ καὶ Φερεκύδῃ.