eul_wid: spc-ac

Διαίρεσις ζητημάτων
Division of Questions

Sopater of Athens Division of Questions PDF

8.2.(1t) ΣΩΠΑΤΡΟΥ ΔΙΑΙΡΕΣΙΣ ΖΗΤΗΜΑΤΩ Ν . Μετὰ τὰ κατὰ Κύζικον Ἀλκιβιάδης αἰτήσας φρουρὰν τοῦ σώματος κρίνεται τυραννίδος ἐπιθέσεως. ΣΤΟΧΑΣΜΟΣ ΑΠΛΟΥΣ. Αὐθάδης ἐστὶν Ἀλκιβιάδης καὶ μεγαλόφρων· φιλότιμον γὰρ αὐτὸν τά τε ἄνωθεν ποιεῖ πολιτεύματα καὶ τὰ περὶ Κύζικον κατορθώματα· οὕτω γὰρ αὐτὸν εἰςάγει καὶ Θουκυδίδης, ὅτε πρὸς Νικίαν ἀποτείνεται, φάσκοντα μᾶλλον ἑτέρων αὐτῷ προςήκειν τὴν ἀρχήν· πρὸς δὲ τούτοις καὶ Πλούταρχος κατὰ τὸν βίον αὐτοῦ τὸ αὔθαδες δείκνυσιν ἐν τοῖς μάλιστα πάντων τούτῳ προςεῖναι· γνωστέον δὲ ὅτι πολὺ τὸ πομπικὸν ἔχειν ὀφείλει τὸ ζήτημα, ἵνα μετὰ τῆς ἀπολογίας καὶ πομπεύειν ἔχῃ τοῖς κατορθώμασιν· εἰς τοσοῦτον γὰρ αὐτῷ τὰ τῶν λόγων ἐπῆρθαι προσῆκεν, ὡς καὶ δοκεῖν τῆς γραφῆς ὡς μὴ προσηκούσης αὐτῷ καταφρονεῖν· ὅταν γὰρ λέγῃ τόσα καὶ τόσα τρόπαια καὶ μάχας ὑπὲρ τῆς πόλεως καὶ φιλοτιμίας πολλὰς, πῶς οὐ τὰ τῆς γραφῆς ἀνοίκεια τῷ τοιούτῳ ἐναποδείκνυται; ἐχέτω οὖν τὰ προοίμια ἄξιόν τι τῆς μεγαληγορίας Ἀλκιβιάδου, καὶ πεφαντασμένον εὐθὺς ἀπὸ τῶν προτάσεων· οἷον οὕτως· ἄνδρες οἱ δι’ Ἀλκιβιάδην ἐλεύθεροι· ἢ οὕτως· ἄνδρες οἱ τοσούτων τυράννων τυραννοκτόνοι, ἰδεῖν εὐτυχήσαντες, ὁποῖοι καὶ οἱ Λακεδαιμόνιοι· δεύτερον δὲ προοίμιον καλῶς ἂν ἔχοι τοιαύτην ἔχον πρότασιν· ἓν μὲν οὖν οἶδα κακῶς βουλευσάμενος, ὅτι τῶν συκοφαντῶν τινα πρὸς σφαγὴν οὐκ ᾔτησα· τρίτον ὁμοίως τῆς μεγαληγορίας καὶ τοῦ φιλοτίμου τοῦ Ἀλκιβιάδους ἄξιον.
8.3 κατάστασι ς · καταστῆναι μᾶλλον ἁρμόττει νῦν ἐν τούτῳ τῷ προβλήματι τὰ γενόμενα, ἢ διηγήσασθαι· εἰ μὲν γὰρ ἦν μηδὲν μηδαμοῦ λυπήσας Ἀλκιβιάδης τὴν πόλιν, ἀλλ’ ὤφθη πανταχοῦ γνήσιος, εὔνους, διηγήσασθαι ἄλλον, ἀλλ’ οὐχὶ καταστῆναι προςῆκον ἦν· ὁ μὲν γὰρ Κέφαλος παρὰ Πολέμωνι μηδεμίαν καθ’ ἑαυτοῦ πώποτε δεδωκὼς τοῖς πολίταις λαβὴν διηγεῖται τὴν πολιτείαν τὴν ἑαυτοῦ, μηδενὸς ἁμαρτήματος αὐτὸν ἀναγκάζοντος τὴν αἰτίαν ἀπολύσασθαι, ὅπερ οἰκονομίας τῆς ἐν ταῖς καταστάσεσιν ἴδιον· ὁ δὲ Ἀλκιβιάδης πολλά τε κατὰ τῆς πόλεως πεπραγμάτευται· καὶ γὰρ Δεκέλεια διαβέβληκεν αὐτὸν, καὶ ἡ πρὸς Λακεδαιμονίους μετάστασις, καὶ τὰ κατὰ Σικελίαν ἀτυχήματα, καὶ πολλὰ ἕτερα, ἃ πάντα λυποῦντα κατὰ τὴν κατάστασιν ἀναγκαῖον προδιοικήσασθαι· τότε γὰρ μάλιστα τὴν καλλίστην ἐργασίαν κατάστασις ἐπιδέξεται, ὅταν, ὡς ἔφην, ἔχῃ καὶ διοικήσεις τινῶν λυπηρῶν, καὶ ἀπολογίαν τῶν ἐγκλημάτων ἐσχηματισμένην, ἀπεναντίας τούτων οὔσης τῆς διηγήσεως καὶ ψιλὴν τῶν πεπολιτευμένων ἐχούσης ἔκθεσιν· ἐν οὖν τῷ προκειμένῳ ζητήματι τρία κατὰ τὴν κατάστασιν ἐργασόμεθα· πρῶτον μὲν τὸ φιλοτιμήσασθαι τοῖς κατορθώμασι· δεύτερον τὸ διοικήσασθαι τὰ κατὰ τῆς πόλεως ὑπ’ Ἀλκιβιάδου γενόμενα· τρίτον τὸ διὰ τῶν κατορθωμάτων ὑπεμφαίνειν, ὅτι πρὸς τυραννίδα οὐχ ἑώρακε· τὸ μὲν οὖν πρὸς τυραννίδα μὴ βλέπειν οἰκονομεῖται τῇ τε Σωκρατικῇ παιδεύσει καὶ τῇ ἐν φιλοσόφῳ ἀγωγῇ καὶ τῷ ἐν δημοκρατίᾳ τετράφθαι καὶ τῷ γινώσκειν, ὡς ἡ τοιαύτη πολιτεία καλόν· τὴν δὲ φιλοτιμίαν ἕξει τὰ κατορθώματα· διοικήσεις δὲ τὰ κατὰ τῆς πόλεως ὑπ’ Ἀλκιβιάδου γενόμενα τῷ φάσκειν αὐτὸν πρὸς καιρὸν τετηρῆσθαι μειζόνων κατορθωμάτων· καταστήσεις δὲ οὕτως· ἐγὼ γὰρ, ὦ ἄνδρες δικασταὶ, φιλοσοφίας ἐραστὴς ἦν, καὶ τὰ κάλλιστα παρὰ Σωκράτους ἐμάνθανον, καὶ διδασκόμενος ὅτι καλὸν ἡ πολιτεία διετέλουν τῷ φιλοσόφῳ συνών· πλατύνειν δὲ δεῖ ὡς οἷόν τε· καὶ ἐὰν ᾖ καὶ ἠθοποιΐαν εὐθὺς πλάσαι παρὰ Σωκράτους πρὸς Ἀλκιβιάδην· εἶτα μετὰ τὴν ἠθοποιΐαν ἐπήγαγεν· ἐπειδὴ εἰς τὴν πολιτείαν ἐμαυτὸν δεῖν ᾠήθην ἐγγράψαι, εὐθὺς ἐποιούμην ἐπιδόσεις χρημάτων, χορηγίας, τριηραρχίας, Ἀργείους ἐποίουν, Ἠλείους, Μαντινεῖς συμμάχους τῇ πόλει· οὕτως ἐπλήρουν Ἀθηναίοις τὸ σπουδαζόμενον, καὶ τὸν ἐπὶ Σικελίαν πλοῦν εὐτρεπίζειν συνεβούλευον, ἵν’ ὅλην νῆσον τοῖς Ἀττικοῖς Ἀλκιβιάδης προςθῇ πράγμασι· μέλλοντος οὖν μου πρὸς τὴν ἀναγωγὴν τὰ παρὰ τῶν βασκαινόντων ταῖς ἐμαῖς πολιτείαις ἀπεδείκνυτο· ἐνταῦθα καλὸν καὶ ἠθοποιΐαν εἰπεῖν τοιαύτην ὡς ἐννοοῦντες οἱ βασκαίνοντες τοῦ κατορθώματος τὴν ὑπερβολὴν πρὸς αὐτοὺς ἔλεγον· Ἀλκιβιάδης δεινὸς, βελτίων πάντων ἡμῶν εἶναι βουλόμενος, ἂν λάβῃ Σικελίαν, τίς ἔσται; τίς ἐνέγκαι μετὰ ταῦτα τὸν Ἀλκμαιωνίδην δυνήσεται; οὕτω κατ’ ἐμοῦ δραματουργοῦσιν ἐγκλήματα, Ἑρμῶν περικοπὰς καὶ δημοσίᾳ τελούμενα τῆς Ἐλευσῖνος ἀπόῤῥητα· ὡς οὖν ἐπέγνων ἐγὼ τὸ γενόμενον καὶ τὸν φόνον ἐκ τῶν ἐγκλημάτων ἐγνώριζον, προςῆλθον ὑμῖν, ὦ δικασταί· προςῆλθον αἰτῶν κρίσιν καὶ δικαστήριον, καλὸν εἶπον ἀπιέναι στρατηγὸν ἐπὶ πολεμίους ἀνεύθυνον, εἶπον πολλάκις ὡς δεινοί τινες οἱ συκοφάνται τυγχάνουσιν· ὡς δὲ ταῦτα λέγων οὐκ ἔπειθον, οὐδὲ τὰς εὐθύνας διδόντος ὁ δῆμος ἠνέσχοντο, ᾄσας ἐκεῖνον παιᾶνα τὸν κάλλιστον ἐπὶ τοὺς πολεμίους ἀνηγόμην, ἔπλεον ἐπὶ Σικελίαν θαῤῥῶν μετὰ τῆς νίκης, τὸ τρόπαιον πιστεύων ὡς ἀποδώσων Σικελίαν τῇ πόλει· εἶτα πλησίον γενόμενος καὶ τῷ Ῥηγίῳ προςβαλὼν Κατάνην εὐθὺς Ἀθηναίων προςετίθην τοῖς κτήμασι, καὶ Συῤῥακουσίους μετὰ τὴν Κατάνην αἰχμαλώτους ἤλπιζον· εἶχον γοῦν αὐτοὺς διπλῷ καὶ μεγάλῳ τειχίσματι· ἀλλ’ οἵ γε χρηστοὶ συκοφάνται τῷ μεγέθει τῶν κατορθωμάτων ἐφθόνησαν· λογισάμενοι γὰρ ὡς μείζων ἔσομαι τοιαῦτα τῇ πατρίδι χαρισάμενος, κἀμοὶ μᾶλλον ὁ δῆμος πρὸς πάντα πεισθήσεται, τὴν ὑπερβολὴν εὐδοξίας οὐ φέροντες τὴν πόλιν ἔπειθον κατ’ ἐμοῦ, τὸν δῆμον ἅπαντα λοιδοροῦντες ἐμὲ συνετάραττον, Ἀλκιβιάδης, λέγοντες, ἀσεβεῖ· πάλιν συμπόσια καὶ παρὰ πότον μυστήρια· δεῖ δὲ ἐν τοῖς τοιούτοις ὡς οἷόν τε μάλιστα τοῦ δήμου μὴ καθάπτεσθαι, ἀλλὰ ἠρέμα καὶ ὑπεραπολογεῖσθαι αὐτοῦ λέγοντα· ὅτι δεινοί τινες ἐστὲ περὶ τὰς θεὰς καὶ τὴν Ἐλευσῖνα καὶ τὰ μυστήρια· καὶ περὶ τῆς τελετῆς ἀκούοντες ἠχθέσθητε· εἶτα μετὰ ταῦτα κατ’ ἀκολουθίαν ἐρεῖς· ὡς οὖν τὴν Σαλαμινίαν εἶδον, τῇ νήσῳ προςπλέουσαν, ἐλογιζόμην· μὴ νενικήκασιν οἱ συκοφάνται, κατ’ ἐμοῦ λοιδορησάμενοι; μὴ κατ’ ἐμοῦ πάλιν ὁ δῆμος παρώξυνται· λαβὼν δὲ τὰ παρ’ ὑμῶν γράμματα, καὶ μαθὼν ὡς ἐπὶ κρίσιν Ἀλκιβιάδην Ἀθηναῖοι κεκλήκασιν, πρὸς ἐμαυτὸν ἔλεγον, φεῦ τοῦ πράγματος· οὐ ταύτας ἔχω παρὰ τοῦ δήμου τὰς ὑποσχέσεις, „οὐ βούλεται πρὸ Σικελίας ἀπολογεῖσθαι τὸν στρατηγὸν ἡ πόλις;“ τί οὖν, ἔφην, ποιήσομεν; πεισθῶ τῷ γράμματι; δέδοικα τὸν δῆμον παρὰ τῶν κατηγόρων πειθόμενον· δεινός ἐστιν ὀργιζόμενος· οὐ περιμενεῖ τὴν ἀπολογίαν, διὰ τὴν Ἐλευσῖνος ὕβριν ἀχθόμενος· τί οὖν ἐπὶ τούτοις ποιῶ· ἀνάγομαι μὲν ἐπ’ ὀλίγον τῇ Σαλαμινίᾳ πειθόμενος· ἀποδρὰς δὲ τούτους πρὸς ἐμαυτὸν εἶπον τοὺς λόγους· ἔκφυγε τὴν Ἀθηναίων ὀργὴν, ἂν ἐπιθυμῇς τῇ πόλει χαρίζεσθαι· καιρός σοι μειζόνων κατορθωμάτων γενήσεται· δεινὸν ὅτι μὴ Σικελίαν ἀποδέδωκα τῇ πόλει· τί οὖν, ἀλλ’ ἀντὶ ταύτης ἀποδώσω μᾶλλον σεμνοτέραν, ἢ τὸ Σικελίας ἐγίγνετο τρόπαιον· γενόμενος οὖν παρὰ Λακεδαιμονίοις ἐπὶ Σάμον ὥρμησα τοὺς Ἀθηναίους καταγομένους ὁρῶν· καὶ μετ’ αὐτῶν θᾶττον γενόμενος Κύζικον εἶχον μεῖζον ἢ τὸ Σικελίας κατόρθωμα· εἶτα μετὰ ταῦτα λοιπὸν αὐξήσεις τὸ τρόπαιον, καὶ δυσχερανεῖς πρὸς τὴν κατηγορίαν· καὶ πλατυνεῖς ὡς δυνατόν ἐστι μάλιστα τὰ πράγματα.
8.7 ΕΛΕΓΧΩΝ ΑΠΑΙΤΗΣΙΣ. Ἡ τῶν ἐλέγχων ἀπαίτησις σκοπὸν ἔχει τὰ μὴ προςόντα τῷ κεφαλαίῳ ἀεὶ ἰσχυροποιεῖν, τὰ δὲ ὑπάρχοντα καθαιρεῖν· οἷον, ἐὰν μὴ ὦσι μάρτυρες, τὸ φάσκειν ὅτι ἡ τῶν μαρτύρων παράστασις ἰσχυροτάτη ἐστὶν ἀπόδειξις· ἐὰν δὲ ὦσι μάρτυρες, διαβάλλειν αὐτούς· πάλιν ἐὰν ᾖ τὰ πράγματα τὰ καταμαρτυροῦντα, ἐπιζήτει τοὺς μάρτυρας· τὰ δὲ εἰκότα διάβαλλε· ἐὰν δὲ ὦσι μάρτυρες, ἐπαίνει τὰ εἰκότα· καὶ τοὺς μάρτυρας διάβαλλε, καὶ καθόλου ἐν τῇ τῶν ἐλέγχων ἀπαιτήσει ἢ μάρτυρές εἰσιν, ἢ εἰκότα, ἢ καὶ ἀμφότερα· δεῖ οὖν πρὸς τὸ ἴδιον συμφέρον ἀεὶ τὸ κεφάλαιον μεταχειρίζεσθαι καὶ ὁρᾷν, τίσιν ὁ ἐναντίος πρὸς τὴν τῶν ἐλέγχων ἀπαίτησιν κέχρηται, καὶ ταῦτα διαβάλλειν· ἐπαινεῖν δὲ ἐκεῖνα, οἷς οὐκ ἔχει χρήσασθαι· οἷον ἐν τῇ γυναικὶ τῇ κρινομένῃ μοιχείας· ὅτι βασανιζόμεναι αἱ θεράπαιναι εἰρήκασιν φαρμακείαν μὲν μὴ συνειδέναι τῇ μητρὶ τῆς κόρης, μοιχείαν δὲ πρὸς τὸν τῆς κόρης νυμφίον· διαβάλλειν δεῖ τοὺς μάρτυρας, τουτέστιν τοὺς δούλους· ἰσχυρίζεσθαι δὲ τοῖς εἰκόσι· καὶ πάλιν ἐν τῷ ἀφορῶντι εἰς τὴν ἀκρόπολιν καὶ κρινομένῳ τυραννίδος διαβάλλειν μὲν τὰ εἰκότα, ἐπιζητεῖν δὲ τοὺς μάρτυρας· ὡς καὶ ἐπὶ τοῦ παρόντος ζητήματος ἰσχυριζόμενος Ἀλκιβιάδης τοῖς μάρτυσιν ἀσθενῆ πάνυ ἀποδείξει τὰ εἰκότα· οἷον εἰ ἔλεγες, ἀλλὰ μὴν τὸ μὴ παρέχειν τοὺς μάρτυρας, ἀξιοῦν δὲ καὶ μὴ παρόντων τῶν συνειδότων κρίνεσθαι, οὐχ ἑτέρου τινὸς ἢ βασκανίας τὸ τοιοῦτο τεκμήριον, καὶ τὰ τοιαῦτα· εἶτα ἀπόστρεφε τὸν λόγον, ἢ ἑτέροις τισὶν εἴδεσι ποίκιλλε τὴν ἀπαγγελίαν· οἷον, κρίνεις· εἰπέ μοι· καὶ τοὺς συνειδότας ἀφαιρεῖς τοὺς δικάζοντας καταδρομὴν ἐξ ἀκροπόλεως καὶ ἐγκαλεῖς, καὶ τὴν παρασκευὴν οὐ δεικνύεις τῷ τὴν ἐπήρειαν ὑπομεῖναι μέλλοντι καὶ τὰ τοιαῦτα· εἶτα στρέφε κῶλον, καὶ τὸ λεγόμενον ἐνθύμημα ἔπαγε· οἷον οὕτως· καὶ μὴν εἰ δρᾶσαι μὲν τοιοῦτον τῶν συνεργούντων χωρὶς ἀδύνατον, πῶς κρίνεσθαι προσῆκον μὴ παρεστῶτος τοῦ κοινωνήσαντος; καίτοιγε ἴσμεν τοῦθ’, ὅτι τῶν μεγίστων ἐγκλημάτων ὁ κατήγορος, ἂν ἀφέληται μάρτυρα· τὸ λοιπὸν αἰτία τυγχάνει, καὶ λόγος ψιλὸς καὶ συκοφαντίας ἐπίδειξις· εἰ γὰρ, οὐ δεῖ τὸν κατὰ τὴν πρᾶξιν αὐτὴν τοῦ συνεργοῦντος χωρίζεσθαι· ταύτῃ κἂν κρίνηταί τις ἐφ’ οἷς ἀδικεῖν νομίζεται, τὴν τιμωρίαν ἀποφυγγάνει, τοῦ συνειδότος οὐ προκειμένου τῷ γράμματι· εἶτα παραδείγμασι τοῦτο βεβαίωσον· ὁ φονεὺς ἂν μὴ μάρτυρες παρῶσιν, οὐ κρίνεται· εἰ δὲ μὴ, παραγραφικοῦ ἐργασίαν ποιεῖς καὶ προϋποκείμενόν ἐστι τὸ λεγόμενον· νεκρὸς γὰρ οὐ μαρτυρεῖ· ὁ λωποδύτης ὁμοίως, ὁ τυμβωρύχος, ὁ προδότης, τἄλλα τὸν αὐτὸν τρόπον σχεδόν· εἶτα ἔπαγε τὸ περὶ τῆς τυραννίδος· δεῖ γὰρ τὰ παραδείγματα προςάγειν τῷ ὑποκειμένῳ· οἷον οὕτως· τί οὖν ὁ τύραννος οὐκ ἐὰν βούληται τυραννεῖν, δεῖ τὴν πανοπλίαν ἐπιδείκνυσθαι πρότερον, τοὺς δορυφορήσαντας ἐπιδείκνυσθαι, τοὺς συνειδότας ἔχειν τὸ δεσμωτήριον· ἀλλ’ οὐδὲν τούτων ὁ κατήγορος ἐπιδείκνυσιν· αὐτὸς ἄρα καθ’ αὑτοῦ τὴν συκοφαντίαν ἐξήλεγξεν εἰκότως· πῶς γὰρ ἔνεστιν ἀδικεῖν κατηγορεῖν, οὐκ ἔχοντας ᾧ δυνατὸν ἐλέγχειν τὴν ἐπιχείρησιν· δύνασαι δὲ καὶ ἀντεγκληματικῷ νοήματι χρήσασθαι· οἷον ἀλλ’ εἰ καὶ χωρὶς μαρτύρων τὸ κρίνειν συγκεχώρηται· ἐξ ὧν κἀμοὶ κρίνειν τὸν δεῖνα φόνου, τὸν ἐχθρὸν ἑτέρου τινὸς ἀδικήματος, τοὺς συκοφάντας τυραννίδος, αὐτοῖς περιτρέψας τὸ ἔγκλημα, τοῦτο ἑξῆς τὸ νόημα κατασκεύασον οὕτως· εἰ τούτοις τὸ χωρὶς μαρτύρων κρίνειν συγχωρήσετε· εἶτα ἐκ τούτου κωλυθήσονται αἱ δωρεαὶ, μηδενὸς μηκέτι εὐεργετοῦντος τὸν δῆμον, ἀλλὰ ἑκάστου διὰ τοὺς συκοφάντας περιορῶντος τὴν πόλιν· τί λοιπὸν, ἢ τῶν συκοφαντῶν ὥςπερ τῶν τυράννων ἡ πόλις γενήσεται· καὶ πολλοῖς ἄλλοις δυνήσῃ νοήμασιν τὴν τῶν ἐλέγχων ἐκτείνειν ἀπαίτησιν, καὶ ἐνθυμήμασι, καὶ ἐπιχειρήρασι, τὰ μὲν φράζων κωλοειδῶς, τὰ δὲ ἐφαπλῶν, ὡς ἐπιχειρήματα, τὰ δὲ γνωμικῶς λέγων· ταῦτα δὲ πάντα ποιήσεις ἰσχυροποιῶν τοὺς μάρτυρας, τὰ δὲ εἰκότα διαβάλλων, ἢ τοὐναντίον ἀσθενεῖς τοὺς μάρτυρας ποιῶν, τὰ δὲ εἰκότα ἰσχυρὰ πρὸς τὴν τοῦ ζητήματος χρείαν· τὰ δὲ εἰκότα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστὶ τὰ σημεῖα τοῦ ἐγκλήματος· εἶτα βουλήσει καὶ δυνάμει· σκοπός ἐστιν τῇ βουλήσει τὰς αἰτίας, δι’ ἃς εἰκὸς ἦν ἑλέσθαι τυραννῆσαι, ἀνασκευάζειν μὲν τῷ φεύγοντι, κατασκευάζειν δὲ τῷ διώκοντι· τὸ δὲ δύνασθαι Ἀλκιβιάδην τυραννῆσαί φασιν ὁμολογεῖσθαί τινες, καὶ διὰ τοῦτο ἐκλιμπάνειν τὴν δύναμιν· ἡμεῖς δέ φαμεν, ὅτι καὶ εἰ δυνατὸς ἦν Ἀλκιβιάδης τυραννῆσαι, ἀλλ’ οὖν γε τῷ μὴ βούλεσθαι ἡ δύναμις ἀνατρέπεται· τεθήσεται οὖν τὸ κεφάλαιον οὕτως, τῇ βουλήσει λυόμενον· ἀμφότερα γὰρ ἀλλήλων ἤρτηται· καὶ οὔτε πρᾶξαι δυνατὸν μὴ βουλόμενον, οὔτε βούλεσθαι χρήσιμον, μὴ δυνατῆς οὔσης τῆς πράξεως· καὶ τὰ δύο ταῦτα κεφάλαια δείκνυσιν ἡ ἀλήθεια τοῦτον ἔχοντα τὸν τρόπον· δεῖ οὖν ἐν τοῖς τοιούτοις, ἐξ ἀντιθέσεως λαμβάνοντα τὸ κεφάλαιον, λύειν τῇ βουλήσει οὕτως· ὡς ἀχρήσιμον τὸ δύνασθαι τοῦ βούλεσθαι μὴ ὑπάρχοντος· καὶ ἐκτείνειν ἐὰν θέλῃς τὴν δύναμιν, δυνήσῃ πλείοσι χρήσασθαι παραδείγμασι· φονεύειν δυνάμεθα, ἀλλὰ τὸ μὴ βούλεσθαι νόμος οὐδεὶς ἡμῖν ἐγκέκληκεν, λωποδυτεῖν, τυμβωρυχεῖν, καὶ τὰ τοιαῦτα· ἀλλὰ μὴν τὴν βούλησιν τοῖς ἐγκωμιαστικοῖς τόποις κατασκευάσομεν, συνάγοντες καὶ τὰς αἰτίας, δι’ ἃς ἂν ἦν εἰκὸς ἑλέσθαι τυραννῆσαι τὸν Ἀλκιβιάδην· εἰσὶ δὲ αἱ αἰτίαι αἵδε· πρώτη, τὸ ἐπιθυμεῖν δυναστείας· δευτέρα τὸ μείζονος τιμῆς ὀρέγεσθαι· τρίτη, τὸ βούλεσθαι τοὺς ἐχθροὺς τιμωρήσασθαι· τετάρτη, τὸ τοὺς φίλους ἐθέλειν εὐεργετεῖν· εὑρήσεις δὲ καὶ ἄλλας, ἂν ὡς ἐπ’ ἀληθείας σκοπῇς· τὴν μὲν οὖν ἀπὸ τῆς δυναστείας αἰτίαν οὕτω λύσεις, τῇ ἀναγωγῇ τῇ ἀπὸ Σωκράτους, καὶ τῷ εἰδέναι παρὰ τοῦ φιλοσόφου τὴν ἀρίστην πολιτείαν· λύσεις δὲ καὶ ταῖς πράξεσι τηρῶν ἁπανταχοῦ τὴν ἐργασίαν τὴν προςήκουσαν τῇ βουλήσει, λέγων ὅτι παρὰ Λακεδαιμονίοις γενόμενος οὐχ εἱλόμην τυραννῆσαι τῆς πόλεως, ἀλλ’ ἐξ ἐκείνων μᾶλλον τοῦτο ποιῆσαι δυνάμενος· πολλοὺς γὰρ κατέστησαν πολλάκις Ἀθηναίων τυράννους Λακεδαιμόνιοι· καὶ ὅτι τοὺς νόμους ἐγὼ ἀποδέδωκα τῇ πόλει τυράννους καθελών· ὁ τοίνυν ποιήσας ταῦτα, πῶς ἂν εἵλετο τυραννεῖν; εἶτα ἀπὸ τοῦ γένους· ἔφαμεν γὰρ, ὅτι ἡ βούλησις ἀπὸ τῶν ἐγκωμιαστικῶν τόπων κατασκευάζεται· οἷον ὅτι Περικλῆς οὕτως εὐδόκιμος γέγονεν, οὐ δι’ ἄλλο τι, ἢ διὰ τὸ δημοτικὸς εἶναι· οὐδαμῶς οὖν ἠβουλόμην ἐκείνου παρ’ ὑμῖν ὀφθῆναι δεύτερος· εἶτα ὅτι Ξάνθιππος τυραννοκτονήσας καὶ νόμους καὶ ἀρίστην τὴν πολιτείαν κατέστησεν· πρὸς ὃν ἐγὼ μάλιστα τὸν ζῆλον ἔχων παρ’ ὑμῖν πολιτεύομαι· πρὸς δὲ τούτοις ὁ πατὴρ ὁ ἐμὸς οὐ μόνον περὶ Ἀρτεμίσιον ἐνδόξως ἐναυμάχησεν, ἀλλὰ καὶ περὶ Κορώνειαν τέθνηκε· καὶ δυνατὸν εὐθὺς συνάψαι τὸ Δημοσθενικὸν, ὅτι οὐ μόνον τοῖς γονεῦσι γεγενήμεθα, ἀλλὰ καὶ τῇ πόλει· πρὸς δὲ τούτοις εἰπεῖν δεῖ, ὅτι καὶ ὀλίγαι ἡμέραι εἰσὶν ἀφ’ οὗ κατώρθωσα τὰ περὶ Κύζικον· οὐδὲν οὖν ἀπὸ τῆς πόλεως ἐν τῷ μεταξὺ πάλιν συμβέβηκεν ἀηδές· καὶ γὰρ τὰς ἀρὰς ἀνηράσασθε, καὶ ὡς εὐεργέτην ἐστεφανώσατε, καὶ τὰ ἡμέτερα κηρύττετε κατορθώματα· εἶτα μετὰ ταῦτα τὰ συμβεβηκότα λέγων τοῖς τυράννοις κατασκευάσεις διὰ τοῦτο μὴ βούλεσθαι τυραννεῖν· οἷον, εἰ λέγεις ὅτι περιδεεῖς εἰσιν οἱ τύραννοι, καὶ οἱ συνόντες αὐτοῖς μᾶλλον ἢ συναγωνίζονται· καὶ θετικῶς δὲ καλὸν εἰπεῖν, ὅτι κακὸν ἡ τυραννίς· ἀλλ’ ἔστω, καὶ βούλεσθαί με τυραννεῖν· ἆρα ἂν εἴασαν αἱ Ἁρμοδίου καὶ Ἀριστογείτονος δωρεαὶ καὶ τὰ τοιαῦτα· φυλάττεσθαι δὲ δεῖ πανταχοῦ τῶν ἐγκωμίων τὴν ὑπτιότητα, σχήμασι τὸν λόγον ποικίλλοντα· τὴν δὲ αἰτίαν, τὸ μειζόνων ἐπιθυμεῖν, λύσεις ἀπὸ τῶν κατορθωμάτων εἰςβάλλων οὕτως· πόθεν οὖν ἔτι λοιπὸν τῆς τυραννίδος ὀρέγομαι, ἢ ἵνα μείζων τῶν πολιτευμάτων γίνωμαι; Κύζικος γὰρ οὐκ ἤρκει μοι πληρῶσαι τὸ σπουδαζόμενον; Ἑλλήσποντος οὐκ ἀρκεῖ δι’ ἐμοῦ τανῦν ἀποδεδομένος τῇ πόλει πληροῦν μοι τὴν ἐπιθυμίαν, συκοφάντα, καὶ μόνη πάλιν ἀττικίζουσα θάλασσα; ταῦτ’ οὐχ ἱκανὰ μέγεθος περιθεῖναι καὶ μεῖζον ἀξίωμα; καὶ τὰ τοιαῦτα· μηδὲ λοιπὴν αἰτίαν τὸ εἰκὸς βούλεσθαί σε ζητοῦντα τοὺς ἐχθροὺς ἀμύνεσθαι τυραννήσειν, λύσεις τῷ μηδένα πρὸς σφαγὴν ᾐτηκέναι κατὰ τὴν δωρεάν· τὸ δὲ τοὺς φίλους ἐθέλειν εὐεργετεῖν κατασκευάσεις, ὅτι ἤρκει μοι καὶ ἡ πολιτεία· εἶτα ἐρεῖ τὴν δύναμιν λέγων, ὡς οὐδὲν ὄφελος δυνάμεθα, ἐὰν μή τις βούληται ἀρχήν· καὶ τοῦτο κατασκευάσεις, ὡς προεῖπον τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· λύσεις τῷ ἀντιληπτικῷ καὶ τῷ χρώματι· ἀντιληπτικῷ, ὅτι ἐξῆν μοι ἣν δ’ ἂν βούλωμαι λαμβάνειν δωρεὰν, οὐδεὶς γὰρ νόμος ἐγκέκληκεν· ὅπου γὰρ οὐ πρόςκειται τήνδε ἢ τήνδε αἰτεῖν, ἀλλ’ ἁπλῶς ἀδιορίστως αἰτεῖν, πῶς οὐκ ἔξεστί μοι καὶ ταύτην λαμβάνειν τὴν δωρεάν; πλατυνεῖς δὲ τὴν ἀντίληψιν, ἂν θέλῃς ἀναγνώσει τοῦ νόμου καὶ τῇ κατὰ μέρος ἐξετάσει καὶ τοῖς τοιούτοις· εἶτα τῷ χρώματι· ὅτι διὰ τὸ φθονεῖσθαι καὶ πολλοὺς ἔχειν ἐχθροὺς, διὰ τοῦτο ταύτην ᾔτησα τὴν δωρεάν· εἶτα κατασκευάσεις τὸ χρῶμα ἀπὸ τῶν ἤδη γενομένων· ὅπου γὰρ ἐμοῦ μηδὲν τηλικοῦτον οἷον νῦν περὶ Κύζικον κατορθώσαντος τοσαῦται γεγόνασι διαβολαὶ καὶ φθόνοι διαχειρίσασθαί με καὶ ἀνελεῖν σπουδαζόντων τῶν κατ’ ἐμοῦ νοσούντων τὸν φθόνον, πῶς οὐχὶ νῦν πλείων αὐτοῖς κατ’ ἐμοῦ μᾶλλον ἡ σπουδὴ γενήσεται; πιθανὴ ἀπολογία· ὅτι εἰ τυραννῆσαι ἐβουλόμην, οὐκ ἂν ταύτην ᾔτησα τὴν δωρεάν· κατασκευάσεις δὲ αὐτὴν ἀπὸ παραδειγμάτων· ἀνδροφόνος οὐ φέρων ᾑμαγμένον τὸ ξίφος περιέρχεται· ὁ φαρμακὸς οὐ φανερῶς ἔχων τὸ δηλητήριον· καὶ ἀπὸ τῶν ὁμοίων παραδειγμάτων, κατ’ ἀκολουθίαν τὰ αὐτά· εἶτα τῷ ὑποκειμένῳ συνάψεις τὰ παραδείγματα οὕτως· πῶς τοίνυν ἐγὼ τυραννῆσαι βουλόμενος ταύτην ἂν ᾔτησα τὴν δωρεὰν, φανερὸν ἐμαυτὸν κατασκευάζων διὰ τῆς δωρεᾶς; ἐπιλόγῳ ἀπὸ ποιότητος· ἡ δὲ ποιότης, Ἀλκιβιάδης φιλότιμος· οὐκοῦν ἐχέτω φιλοτιμίαν πολλῶν ὑπόσχεσιν τροπαίων ἀπὸ τοῦ μέλλοντος.
8.14 ἀπὸ γνώμης· πῶς προσενεχθήσεται τῇ πόλει μετ’ εὐνοίας πλέον ἢ οἱ πρόγονοι; ἀπὸ τοῦ δικαίου· ὅτι δίκαιον τιμωρήσασθαι τὸν κατήγορον, αὐτὸν δὲ ἀθῷον ἀφεθῆναι τοῦ βήματος· ἀπὸ τοῦ συμφέροντος· ὅτι συμφέρει ὑμῖν πρὸς εὐδοξίαν, πρὸς λύπην τῶν ἐχθρῶν, πρὸς τὸ μὴ Λακεδαιμονίους ἡσθῆναι, μὴ Συῤῥακουσίους πανηγυρίσαι, διὰ τὴν κατ’ ἐμοῦ παρ’ ὑμῶν ὀργὴν, μὴ πομπεῦσαι Πελοποννησίους ἐπ’ ἐμοί· καὶ τὰ τοιαῦτα· οἷον προσθήσω καὶ ἕτερα τῇ πόλει κατορθώματα· ἤδη κατὰ Λακεδαιμονίων χρήσομαι τῇ φρουρᾷ ἐπὶ τὴν θάλατταν ἐξορμίσωμεν· ἑλκύσωμεν ἀπὸ τῶν νεωρίων τὸ ναυτικόν· ἴδωσιν ἡμᾶς Πελοποννήσιοι κατ’ αὐτῶν τὴν θάλατταν πλέοντας, ἀλλήλοις τὸν παίονα προςᾴδοντας· προςθήσω καὶ Σικελίαν τῇ πόλει· πληρώσω τροπαίων τὴν Ἀττικήν· γενέσθαι δεῖ τὴν Ἰταλίαν Ἀθηναίων ὑπήκοον· δι’ ἐμοῦ πάντας ἀνθρώπους δουλεῦσαι τῇ πόλει· εἶτα κατάλυσον εὐκρότως τὸν ἐπίλογον· τελέσουσι φόρον ἡμῖν Λακεδαιμόνιοι· κἂν ἐπιπλέον ἡμῖν οἱ συκοφάνται διὰ ταῦτα βασκαίνωσιν, ἢ ἄλλως πλήρωσον· ἵνα μὴ μόνον ὦσιν Ἀθηναῖοι θαλαττοκράτορες, ἀλλ’ ἔχωσι δι’ ἐμὲ καὶ τὴν Εὐρώπην ὁμοῦ μετὰ Λακεδαιμονίων ὑπήκοον. ΑΠΛΟΥΣ ΑΛΛΟ Σ . Δημοσθένει φεύγοντι ἐγράφη καθόδου ψήφισμα· Δημάδης ἀντείρηκεν, οὐδὲν ἧττον ὁ δῆμος ἐψηφίσατο· κατιὼν Δημοσθένης εὕρηται νεκρὸς ἀσκύλευτος, καὶ κρίνεται Δημάδης φόνου. Ἡ κατάστασις Δημοσθένους ἔχει τὴν πολιτείαν, τὰς λευτουργείας, τὴν εὔνοιαν, τὴν κατὰ Φιλίππου παῤῥησίαν, καὶ ὅσα τοιαῦτα· τὸ δὲ ἀποφανθῆναι παρὰ τῆς ἐξ Ἀρείου πάγου βουλῆς τὸν Δημοσθένην, δῶρα παρὰ Ἁρπάλου λαβεῖν, λῆμμά ἐστιν· οὐ γὰρ δεῖ τὴν κατάγνωσιν ταύτην λογίζεσθαι· ὡς μὴ κατεγνωσμένου γὰρ Δημοσθένους τὸν ὅρον δεῖ λαβεῖν ὡς ἐν λήμματι, ἐλέγχων ἀπαιτήσει.
8.15 ΑΠΟΦΕΥΓΟΝΤΟΣ. Εἰ παρά τινός μου μαρτυροῦσι τὸν φόνον· βουλήσε ι · οὐκ ἂν ἐβουλήθην ἀποκτεῖναι, ἵνα μὴ ἐναγὴς γένωμαι, μηδὲ ὑπεύθυνος τιμωρίᾳ, μηδὲ χρήσωμαι κακοδοξίᾳ· δυνάμε ι · οὐκ ἂν ἠδυνήθην αὐτὸν ἀποκτεῖναι ὄντα μετὰ φίλων, μετ’ οἰκετῶν. ΑΠ’ ΑΡΧΗΣ ΑΧΡΙ ΤΟΥ ΤΕΛΟΥΣ. ΤΟΥ ΔΙΩΚΟΝΤΟΣ. Ἀλλ’ ἀντεῖπε τῷ ψηφίσματι, καὶ κατιὼν εὑρέθη νεκρός· καὶ ἱκανὰ ταῦτα τυγχάνει τεκμήρια τοῦ γε πεφονευκέναι. ΑΝΤΙΛΗΠΤΙΚΩ ΤΟΥ ΦΕΥΓΟΝΤΟΣ. Ἔξεστιν ἀντιλέγειν, καὶ οὐδεὶς κωλύει νόμος· οὕτω γοῦν ἀντιλέγουσι πολλοὶ κἀν τοῖς δικαστηρίοις κἀν ταῖς ἐκκλησίαις κἀν τοῖς ἐπαίνοις· καὶ οὐδεὶς ἐκωλύθη ποτέ· οὐδὲ ἀντιλέγων ὑπώπτευται, χρώματι τοῦ ἀντειπεῖν, ὅτι ἐχθρὸς ὑπῆρχον καὶ οὐκ ἠβουλόμην τὸν ἐμοὶ διάφορον εὖ παθεῖν, ἀλλ’ ἐν ἀτιμίᾳ τυγχάνειν ἀεί· καὶ ὅτι ὑπὲρ ὑμῶν καὶ τῆς πόλεως ἀντεῖπον, ἵνα μὴ πάλιν στάσεις καὶ ταραχὰς κατὰ τὴν πόλιν ἐργάσηται, πολέμους εἰςηγησάμενος, καὶ μὴ συγχωρῶν τὸν δῆμον εἰρήνην ἀσπάζεσθαι· χρώματι ἄλλῳ τοῦ εὑρηκέναι νεκρὸν εἰκὸς ἀπὸ τῶν λῃστῶν τινων ἢ ἄλλων ἐχθρῶν αὐτοῦ ταῦτα παθεῖν· πιθανὴ ἀπολογί α · ὅτι οὐκ ἂν κατιόντα ἀπέκτεινα, ἵνα μὴ ὑποπτευθῶ· ἐπιλόγῳ κοινῷ καταδρομὴν ἔχοντι τοῦ προσώπου Δημάδου.
8.16 ΕΠΑΙΝΟΣ ΔΗΜΟΣΘΕΝΟΥΣ. ὅτι πολλὰ ἂν ὠφέλησε τὴν πόλιν συμμάχους ἐπινοῶν, πόρους χρημάτων, τὸ συμφέρον εἰςηγούμενος, καὶ τὰ τοιαῦτα. ΑΝΤΕΓΚΛΗΜΑΤΙΚΟΣ. Δύο παίδων ὁ ἕτερος ἀποκηρυχθεὶς εἰργάζετο· ἰδὼν αὐτὸν ὁ πατὴρ ἐργαζόμενον ἐδάκρυσεν· ἐπανελθὼν εὕρηται νεκρὸς ἀσκύλευτος· ἀντεγκαλοῦσιν ἀλλήλοις ὅ τε ἐπὶ τῆς οἰκίας καὶ ὁ ἀποκήρυκτος. ΑΤΕΛΗΣ ΕΚ ΠΡΑΓΜΑΤΩΝ ΣΤΟΧΑΣΜΟΣ. Οὔτε γὰρ παρὰ τοῦ ἀποκηρύκτου, οὔτε παρὰ τοῦ ἀπὸ τῆς οἰκίας ἔστι τι πεπραγμένον ἐν τῷ πράγματι· τὰ δὲ δάκρυα εἴ τις λέγοι ὡς ἄντικρυς εἰς τοὺς παῖδας ἀναφέρεται, τοῦ μὲν ἀποκηρύκτου εἰς ἔλεον, τοῦ δὲ ἐπὶ τῆς οἰκίας εἰς τὸ μὴ ἀναληφθῆναι τὸν ἀποκήρυκτον, ἴστω περιστατικὰ τυγχάνειν· δῆλον γὰρ ὅτι τούτοις μόνοις εἰς τὴν τῆς βουλήσεως κατασκευὴν ὁ ἀποκήρυκτος πλεονεκτήσει τὸν ἐπὶ τῆς οἰκίας· ἐρεῖ γὰρ ὅτι διὰ τοῦτο τὸν πατέρα ἀνῄρηκας, ἵνα μή με ἀναλάβῃ, ἐλπίσας αὐτὸν ἐκ τῶν δακρύων με ἀναλήψεσθαι· πάλιν ἐροῦσί τινες, ὅτι ὑπὲρ μὲν τοῦ ἀποκηρύκτου ἔστι τὰ δάκρυα, κατὰ δὲ τοῦ ἐπὶ τῆς οἰκίας, οὔκουν ἑνὸς μέρους γίνεται τοῦ ἐγκλήματος σημεῖον τὰ δάκρυα· δῆλον δὲ ὅτι οὐδέποτε ἐν ἀντεγκληματικῷ στοχασμῷ ἑνὸς μέρους εὑρίσκεται τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλὰ πάντως κοινὰ ἀμφοτέρων· ἐξ ὧν ἀμφότεροι ἀλλήλοις ἀντεγκαλοῦσιν· ἢ διπλᾶ εἰς ἑκάτερον μεριζόμενα· ὡς ἐπὶ τοῦ Δημοσθένους καὶ Αἰσχίνου, ἱεροσυλίας ἀλλήλοις ἀντεγκαλούντων, ὅτι ὁ μὲν εὕρηται χρυσίον κατορύττων, ὁ δὲ ὑπὲρ ἱεροσυλίας λόγον γράφων· δῆλον γὰρ ὅτι κατὰ μὲν Αἰσχίνου ἐστὶ τὸ κατορύττειν χρυσίον· κατὰ δὲ Δημοσθένους τὸ γράφειν τὸν λόγον· τέλειον δὲ ἓν μέρος ἐκ πραγμάτων καὶ προσώπων· καὶ ἓν ἀτελὲς ἐκ πραγμάτων οὐδὲ πώποτε γίνεται· πάλιν τὰ σημεῖα ἐν στοχασμῷ, ἢ ἐν λόγοις ἐστὶν, ἢ ἐν ἔργοις, ἢ πάθεσιν· οὐδὲν δὲ φαίνεται οὐδέτερος αὐτῶν ἐξ ἰδίου προσώπου διαπραξάμενος· πάλιν ἡ πιθανὴ ἀπολογία ἀντιστροφὴ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐστίν· τὰ δὲ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἢ ἀναγκαῖά ἐστι πρὸς τὸ ἔγκλημα, τουτέστιν ἀκόλουθα τῷ ἐγκλήματι, ὡς τὸ ὅπλα ἔχειν τῷ τυραννεῖν, ἢ οὐκ ἀναγκαῖα πρὸς τὸ ἔγκλημα, ὡς τὸ δακρύειν τῷ τυραννεῖν· καὶ ἐὰν μὲν ᾖ ἀναγκαῖα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, οὐκ ἐμπίπτει πιθανὴ ἀπολογία· οὐδεὶς γὰρ λέγει· ὅτι οὐκ ἂν εἶχον ὅπλα εἰ ἔμελλον τυραννεῖν· τί οὖν πρὸς τούτοις ἐστὶ τὰ τοῦ πατρὸς δάκρυα· ἢ ἀναγκαῖα καὶ ἀκόλουθα τῷ ἐγκλήματι, ἢ οὐκ ἀναγκαῖα οὐδὲ ἀκόλουθα.
8.17 ὅτι μὲν οὖν οὐκ ἔστιν ἀναγκαῖα, οὐδὲ ἀκόλουθα τὸ δακρύειν τῷ φονεύεσθαι, δῆλον. λείπεται τοίνυν τὸ μὴ εἶναι αὐτὰ ἀκόλουθα τῷ ἐγκλήματι, καὶ ἐμπίπτειν τὴν πιθανὴν ἀπολογίαν· τοῦτο γάρ ἐστι τὸ συναγόμενον· ἀλλὰ πρόδηλον ὅτι οὐκ ἄν τις εἴποι, ὡς οὐκ ἂν ἐδάκρυσεν ὁ πατὴρ, εἰ ἔμελλον ἐγὼ φονεύειν αὐτόν. ἀνόητον γὰρ καὶ σφόδρα ἠλίθιον· ὥστε ἐκ τούτων ἁπάντων δηλονότι ἀτελής τε ὁ στοχασμὸς, καὶ τὰ δάκρυα οὐκ ἔστιν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλὰ περιστατικὰ, μόνην τῷ ἀποκηρύκτῳ τὴν βούλησιν τὴν κατὰ τοῦ ἐπὶ τῆς οἰκίας κατασκευάζοντα· τοῦ γὰρ ἐπὶ τῆς οἰκίας λέγοντος ὅτι διὰ τοῦτο τὸν πατέρα ἀνῄρηκας, διότι σε ἀπεκήρυξεν, οὗτος ἐρεῖ, ὅτι διὰ τοῦτο αὐτὸν ἀνῄρηκας, ὅτι ἔμελλέ με ἀναλήψεσθαι. ΠΕΡΙ ΔΙΑΙΡΕΣΕΩ Σ . Ἡ δὲ διαίρεσις μόνην ἔχει τὴν βούλησιν καὶ τὴν δύναμιν καὶ τὸν ἐπίλογον· οἷον μετὰ τὰς προκαταρκτικὰς ἐννοίας τὴν κατάστασιν θήσεις, ἐκ τῆς γενέσεως καὶ ἀνατροφῆς καὶ παιδείας· ἐν οἷς εὔνοιαν κατελέγξεις τοῦ πατρὸς πρὸς τοὺς παῖδας καὶ διάθεσιν, καὶ μάλιστα πρὸς τὸν ἀποκήρυκτον· εἶτα φθόνον καὶ διαβολὴν καὶ ὀργὴν τοῦ πατρὸς, καὶ τῶν διαβαλλόντων παροξυσμὸν καὶ ἀποκήρυξιν καὶ τὰ τοιαῦτα.
8.18 Ἡ τῶν ἐλέγχων ἀπαίτησις καθόλου ἐν ἀντεγκληματικοῖς οὐκ ἐμπίμπτει· ἐξισάζει γὰρ τὸ κεφάλαιον καὶ οὐχ οἷόντε τὸ αὐτὸ καὶ ἀπαιτεῖν καὶ παραιτεῖσθαι διδόναι, καὶ εἰ Μινουκιανὸς ἐπὶ τοῦ ἰατροῦ εἶπεν ὅτι ἐμπεσεῖται ἐπὶ τοῦ ἑνὸς μέρους· ἐρεῖ γὰρ, φησὶν, ὁ ἰατρὸς, δὸς μάρτυρας, πόθεν ὠνησάμην τὸ φάρμακον· δῆλον δέ ἐστιν, ὅτι ἡ τῶν ἐλέγχων ἀπαίτησις τοῦ ἐγκλήματός ἐστιν. οἷον δὸς μάρτυρας, ὅτι τύραννός εἰμι, ὅτι φονεὺς, καὶ τὰ τοιαῦτα· τὸ μέντοι φαρμακείας οὔσης καὶ φόνου, μὴ λέγειν ὅτι δὸς τοὺς ἐλέγχους εἰ ἐγὼ ἀνεῖλον, ἀλλ’ εἰ ἐπριάμην τὸ φάρμακον, καὶ παρὰ τοῦ, οὐκ ἔστι τῆς τῶν ἐλέγχων ἀπαιτήσεως· δῆλον γὰρ ὅτι ἀναγκαῖόν ἐστι τὴν τῶν ἐλέγχων ἀπαίτησιν πάντως πρὸς τὸ ἔγκλημα γίνεσθαι. μετὰ ταῦτα θήσεις τὴν βούλησιν πρώτην τὴν τοῦ μελετωμένου· ὅτι οὐκ ἂν ἠβουλήθην· ὁ μὲν ἀποκήρυκτος λέγει ἐλπίζων αὐτὸν ἀπολήψεσθαί με. εἰδὼς ὅτι οἱ διαβάλλοντές εἰσιν οἱ τούτων αἴτιοι· καὶ πρὸς τούτοις, ὅτι ἐκ τῶν δακρύων ἐλπίσας, ὅτι τυχὸν ἄν με ἀπολήψεται.
8.19 σὺ δὲ ἀνῄρηκας, ἵνα μή με ἀναλάβῃ, μηδὲ τῆς οὐσίας σχῇς κοινωνόν· καὶ τὰ τοιαῦτα· ὁ δὲ ἐπὶ τῆς οἰκίας ἐρεῖ, ὅτι οὐκ ἂν ἀνεῖλον τὸν πατέρα οὕτω τιμώμενος τῆς οἰκίας δεσπότης, καὶ τὰ τοιαῦτα· σὺ δὲ ἀνεῖλες μνησικακῶν, ὅτι σε ἀπεκήρυξεν· ἡ δύναμις τοῦ ἀποκηρύκτου· ὅτι οὐκ ἂν ἠδυνήθην ἀνελεῖν ἐκτὸς τοῦ χωρίου γενέσθαι μὴ δυνάμενος διὰ τὸ γεωργεῖν, καὶ θητεύειν μισθοῦ· σὺ δὲ ἐν ἐξουσίᾳ ὢν καὶ τοῦ πράττειν καὶ τοῦ φίλοις χαρίσασθαι, καὶ ἐξελθεῖν ἀνῄρηκας καὶ τὰ τοιαῦτα· καὶ ὅλους εὑρήσεις τοὺς τόπους τῆς βουλήσεως καὶ τῆς δυνάμεως, ἐπ’ ἀμφοτέρων τῶν προσώπων ἐμπίπτοντας· τοῦ μὲν μελετωμένου ἀνασκευαστικοὺς τοῦ ἐγκλήματος· τοῦ δὲ ἀντεγκαλουμένου κατασκευαστικούς· μετὰ ταῦτα θήσεις τὸν ἐπίλογον· ἔστι δὲ κοινὸς, καταδρομὴν ἔχων τοῦ ἐγκαλουμένου. ΑΛΛΟΣ ΑΝΤΕΓΚΛΗΜΑΤΙΚΟΣ. Ἀπολλυομένου χρυσίου ἐξ ἀκροπόλεως, εὑρέθη Δημοσθένης λόγον ὑπὲρ ἱεροσυλίας γράφων καὶ Αἰσχίνης ἐπ’ ἐρημίας κατορύττων χρυσίον καὶ ἀντεγκαλοῦσιν ἀλλήλοις. ΔΗΜΟΣΘΕΝΗΣ. Προοιμίοις χρήσῃ τούτοις. Προςέθηκεν Αἰσχίνης, ὦ θεοὶ, ταῖς ἑαυτοῦ πολιτείαις τὸ λειπόμενον· οὐκ ἔτι τὰ κοινὰ δίκαια τῶν Ἑλλήνων μισθοῦ τοῖς Μακεδόσι προΐεται, ἀλλ’ ἤδη καὶ κατ’ αὐτῶν ἐκτείνει τῶν θεῶν τὴν οἰκείαν ἀπόνοιαν, λόγῳ μὲν προδιδοὺς καὶ δημηγορίᾳ τὰς πόλεις, ἔργοις δὲ τὴν ἱεροσυλίαν ἐν χερσὶν ἐργαζόμενος. δεύτερον· ᾤμην μὲν οὖν μηδὲ λόγου προσδεῖσθαι τὴν γραφήν· ἐπειδὴ δὲ εἰς τοσοῦτον ἧκε τῆς γοητείας, καὶ τὴν πόλιν καθυποκρίνεται καὶ πιθανὸς εἶναι δοκεῖ τὰ τῆς αὐτοῦ πονηρίας ἐγκλήματα μετάγων εἰς ἕτερον, αὐτοὺς, ὦ Ἀθηναῖοι, πρῶτον, παρακαλέσας τοὺς κρείττονας, ἐπὶ νοῦν τῷ δικαστηρίῳ παραστῆσαι κρίσιν καὶ ψῆφον τὴν εὔλογον δεῖξαι πειράσομαι τοῖς ἔργοις τὸ συναμφότερον, συκοφάντην αὐτὸν κατὰ Δημοσθένους, ὡς κατὰ τῆς πολιτείας τὴν ἱεροσυλίαν τολμήσαντα.
8.20 τρίτον· θαῤῥεῖ μὲν οὖν, ὡς ἔοικεν, Αἰσχίνης, ὅτι τῇ φωνῇ τὸν δῆμον καθυποκρινόμενος ἀπατήσει τὸ δικαστήριον, παρὰ τοὺς ὅρκους καὶ τὸ δίκαιον τὴν ψῆφον ἐνέγκαι, καὶ τὴν κρίσιν ποιήσασθαι. οὐ μὴν ὑμᾶς οὕτω νενόμικα τῶν δικαίων καταμελεῖν, ὡς ἀθῷον τοῦτον τηλικαῦτα τολμήσαντα διαδρᾶναι τὴν δίκην. ΚΑΤΑΣΤΑΣΙΣ. Οὐ νῦν δὲ Αἰσχίνης πρῶτον ἡμῖν, οὐδ’ ἐντεῦθεν τῆς ἀσεβείας κατάρχεται· πάλαι ταύτην, ὦ Ἀθηναῖοι, τὴν νόσον νοσεῖ, πάλαι ταύτην ἐμελέτα τῇ προαιρέσει τὴν τοῦ κέρδους ὑπόθεσιν· ἐξ οὗ μετὰ τῶν ἀνακτόρων προὐδίδου τὰς πόλεις, ἐξ οὗ τῆς ἀμφικτυονίας καὶ Πυλῶν εἴσω προήγαγε Φίλιππον, ἐξ οὗ τοιαύτην περὶ Δελφοὺς τὴν ἐρημίαν ἐπραγματεύσατο· δρᾶμα τῶν Φωκέων ἀληθινὸν ποιήσας τὰς πόλεις, ἀμφικτύονα ποιήσας τὸν Φίλιππον, καὶ τῶν Πυθίων ἀγωνοθέτην ἐπιδείξας, ὥσπερ ἐν δράματι κατηγόρουν, ἐγραφόμην, καὶ τότε δυσσεβῆ τὴν πρᾶξιν ἀπεκάλουν γραφόμενος· ἐκεῖνα τῆς ἱεροσυλίας ἦν αὐτοῦ τὰ προοίμια, δημηγόρου πραχθέντα προσχήματι καὶ κρυπτόμενα· εἰ τότε κατηγοροῦντος ἐπείθεσθε, εἰ τὴν ἔξω τῆς Ἀττικῆς ἀσέβειαν καταγνόντες ὑμεῖς ἐκολάζετε, οὐκ ἂν μετῆγεν εἴσω καὶ καθ’ ἡμῶν τὰ τοιαῦτα τολμήματα· οὐ δ’ ἂν τῆς ἐφόρου θεᾶς τῶν ἀναθημάτων ἐφήπτετο· νῦν δὲ κέρδους τοῦ τοιούτου γευσάμενος, καὶ μεγέθει τοῦ πράγματος τὴν πίστιν τῶν ἐγκλημάτων ὑμᾶς ἀφαιρούμενος τοὺς δικάζοντας ἐργασίαν ποιεῖται τὸ ἔγκλημα· καὶ οὐχ ὅπως τολμᾷ μόνον, ἀλλ’ ἤδη καὶ τὰ τοῦ συμβούλου τοιαῦτα πάρεστιν αἰτιώμενος, καὶ λόγοις πολυπραγμονῶν καὶ γυμνασίοις, ἣν φοιτῶντες ἐν διδασκάλοις ἐκ παίδων μέχρι γήρως κανῶνα εἰς παιδείαν αὐτοῖς προτεθείκαμεν, μεταφέρων εἰς ἔγκλημα αὐτὰ τῆς ἱεροσυλίας, αὐτὸς ἐπὶ τῆς ἐρημίας κατορύττων τὰ φώρια καταλαμβάνει τὸ δικαστήριον, φόβῳ τῆς κατηγορίας ἡμᾶς ἐπισχεῖν βουλόμενος· ταῦτα δὴ τῆς Αἰσχίνου πολιτείας τὰ συνήθη παλαίσματα· τούτοις καὶ νῦν οὐ ταῖς ἀληθείαις τεθάῤῥηκεν.
8.21 Ἐλέγχων ἀπαίτησις οὐκ ἐμπίπτει, διὰ τὸ ἐξισάζειν ἐν τοῖς ἐγκληματικοῖς, ὅπερ γὰρ ἐὰν εἴπῃ κατὰ τοῦ ἑτέρου, καὶ καθ’ ἑαυτοῦ δῆλός ἐστι τοῦτο φθεγγόμενος. ΒΟΥΛΗΣΕΙ ΜΙΚΤΗ. Πάλιν ἐξ ἀμφοτέρων ὡς ἐπὶ τῆς καταστάσεως· μὴ γὰρ ἑλεῖν τὸν κατηγορηθέντα βούλεται, διασῦραι σπουδάζει τὴν κατ’ αὐτοῦ γραφήν· καὶ τοσοῦτον μᾶλλον ὑποπτεύειν ἄξιον, ὅσῳ καὶ μᾶλλον ἐσπούδακεν, οὐ διδοὺς τῶν ἐγκλημάτων λόγον, ἀλλ’ ἀντὶ τῆς ἀπολογίας εἰσάγων γραφήν, ὢ τῆς συκοφαντίας, ὦ πάντα ἂν εἰπὼν καὶ τολμήσας Αἰσχίνη, ἐφ’ ἱεροσυλίᾳ κρίνειν τὸν ῥήτορα, τὸν Παιανιέα, τὸν ἐκ παίδων ἐλεύθερον, τὸν ὑπὲρ τῆς πατρίδος ἅπαντα πολιτευσάμενον, τὸν χορηγὸν πολλάκις ἐκ Διονύσου γεγενημένον, τὸν ὅλης φυλῆς ἑστιάτορα, τὸν ἐκ παίδων τριήραρχον, τὸν πολλὰς πατράσι γενομένοις συνεκδόντα παρθένους εἰς γάμον· ταῦτα καὶ τοιαῦτα ἐρεῖς δακρύων, ὅτι ὁ ἀεὶ χρημάτων καταφρονήσας οὐκ ἂν ἱεροσύλησα, εἶτα ὑπὲρ τούτων καὶ τῆς ὑπὲρ τούτων εὐνοίας ἐμαυτὸν ἀφῃρούμην· εἰπέμοι· οὐχ ὑπεῖχον Κλειτάρχῳ τὴν δεξιὰν τόσα διδόντι καὶ τόσα, ἵνα μένῃ τῆς Θετταλίας ὁ κακοδαίμων δεσπότης· ἀφῃρούμην δὲ τῆς παρθένου τὰ ἀναθήματα· οὐ διέφθειρέ μου τῷ Μακεδονικῷ χρυσίῳ τὴν γνώμην ὁ Φίλιππος, πλέον διδοὺς ὅσῳ καὶ πλέον ᾔδει μισθούμενος, ἀλλ’ ὑπὲρ αὐτοῦ τοῦ δικαίου διατελῶ κατ’ ἐκείνου πολιτευόμενος· μεταβέβλημαι δὲ ἐξαίφνης, καὶ τῶν ἀναθημάτων ἅπτομαι, ἐκ ποίας προδοσίας εἰπέ μοι τὴν ἀρχὴν τῆς ἀσεβείας λαμβάνων; ἂν δείξῃς τὸ κέρδος πολιτευόμενον γνωρίζω τὸ ἔγκλημα· τοῦτο τῆς ἱεροσυλίας ἀρχή· τοῦτο καὶ πέρας ἐκείνου γίνεται· ποῖον τοιγαροῦν τοιοῦτον Δημοσθένους πολίτευμα; δεῖξον, εἰπέ μοι, σιωπᾷς, οὐ λέγεις; οὐκοῦν τὰ σαυτοῦ μοι σκόπει· καὶ γνώσῃ τὸ ἔγκλημα· τίς, ὦ θεοὶ, τίς ἐπὶ Φωκεῦσιν ἐλάμβανε· τίς ὁ Φωκέας πολλάκις ἐπὶ τῆς ἐκκλησίας κατοδυρόμενος; τίς ὁ Φιλίππῳ συνεξαπατήσας τὴν πόλιν; τίς τὴν ἀπάτην διήλεγξεν; τίς ὁ πρεσβεύειν αἱρούμενος καὶ τοῦτο πάλιν παραγραφόμενος ὅρκου προσχήματι; ὁ ταύτην, ὦ θεοὶ, τὴν πολιτείαν πολιτευσάμενος δυσσεβὴς, ἀλάστωρ, τῆς ἐνεγκούσης πολέμιος· ὁ οὐδένα γενεθλίων θεῶν ἢ πατρίδος λόγον ποιησάμενος πότ’ ἂν θεῶν ἱεροῦ τε καὶ φείσαιτο, πῶς δὲ ἑτέρου τινὸς καὶ οὐκ Αἰσχίνου τὸ ἔγκλημα.
8.22 Ἡ δύναμις ἐκλιμπάνει διὰ τὸ ἰσάζειν ὥσπερ ἐπὶ τῶν ἐλέγχων. Τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐξ ἀντιθέσεως· ἑάλως γὰρ, φασὶ, λόγον ὑπὲρ ἱεροσυλίας γράφων· λύσεις τῇ ἀντιλήψει καὶ χρώματι· ὅτι οὐ γράφομεν μόνον καθ’ ἑαυτοὺς μελέτης καὶ εὐπορίας ἕνεκα τῆς εἰς τοὺς λόγους τὰ τοιαῦτα γυμνάσματα, ἀλλ’ ἤδη καὶ ἐπὶ τῶν δικαστηρίων αὐτῶν συνηγοροῦμεν μοιχοῖς, ἀνδροφόνοις, τυμβωρύχοις καὶ τοῖς τὰ δεινότατα δόξασιν ἐγχειρεῖν καὶ ἐργάζεσθαι· καὶ οὐχ ὅτι συννηγορεῖν ἀνεπίφθονον· διὰ τοῦτο καὶ τῶν ἐγκλημάτων τὰς κρίσεις διώκονται· εἰ τοίνυν συναγορεύειν ἔξεστι, πολὺ δήπου πρότερον καὶ τὸ συγγράφειν συγκεχώρηται· συνηγόρεις, Αἰσχίνη, Πλουτάρχῳ τῆς Εὐβοίας τυράννῳ ποτέ· ἀλλ’ οὐδεὶς εἶπεν Αἰσχίνην εἶναι τὸν τύραννον, οὐδ’ ἄλλον ὅτι Κλειτάρχῳ παρίστατο· τῷ χρώματι λύσεις πάλιν, τὰ κατὰ Δημοσθένους ἀπ’ ἀρχῆς ἄχρι τέλους.
8.23 εἰ δ’ ἄρα δεῖ τι καὶ τοιοῦτον εἰπεῖν, καὶ λόγον δοῦναι τοῦ λόγου, μελέτη τὸ σπούδασμα ὂν γυμνασίᾳ πρὸς λόγων ἐπίδοσιν τὸ γινόμενον ἦν· σὺ δὲ ἀγνοεῖς εἰκότως, Αἰσχίνη, χθὲς γὰρ δὴ καὶ πρῴην Ἀθηναίων ἐγένου, καὶ σύμβουλος, καὶ φυλῇ ἐνεγράφου, καὶ ἐτέλεις ἐξ ἐκείνης εἰς ῥήτορας· ἀλλ’ ἄκουε δὴ παρ’ ἡμῶν ἃ τὴν πρώτην ἡλικίαν μανθάνειν εἰς διδασκάλου φοιτῶντα ἐχρῆν· μέγας εἰς σοφίαν Γοργίας, μύδρον εἶναι λέγων τὸν ἥλιον· καὶ τῷ λόγῳ φιλονεικῶν πρὸς τὴν τοιαύτην ὑπόθεσιν. Σωκράτης παρ’ ἡμῖν εἰς παιδείαν θαυμάζεται, καὶ μάρτυς αὐτῷ τῆς σοφίας ἐκ τριπόδων ὁ Πύθιος· τὸ δὲ τῆς δόξης αἴτιον γυμνασία τῶν λόγων· καὶ τὴν σὴν σκόπει τραγῳδίαν, πόθεν εἰς τὰς σκηνὰς εἰσέδυ καὶ μέγαν ᾖρεν Αἰσχύλον καὶ Διονύσου φίλον· τὸν Ὅμηρον αὐτὸν εἴ τις λογίζοιτο τῶν λόγων πάντων πατέρα καὶ δογμάτων γενόμενον, οὐ μελέτης δίχα καὶ τῆς τοιαύτης ἀσκήσεως σοφὸν εὕροι γενόμενον, ἀλλὰ κἂν μάχας λέγῃ καὶ συνουσίας κρειττόνων καὶ δεσμοὺς καὶ μοιχείας αὐτῶν καὶ δοράτων βολὰς ἐξ ἀνθρώπων ὑφίστασθαι, τὴν χρείαν εἰδότες πρὸς τὸν μῦθον οὐδὲν ἐταράχθημεν· ὅλως δὲ ὧδέ πως ἁπάντων ἐστὶν ἀλογώτατον, παρέντα τὰ πράγματα λόγους περιεργάζεσθαι· τί γὰρ δὴ τότε πρὸς θεῶν, τὸν Ἀτρομήτου παῖδα ἐρωτήσατε, τί τὸ χρυσίον κατώρυττε; τί τοῦτο μόνον ἁπάντων ὧν κέκτηται κρύπτειν ἐσπούδαζε, καὶ τὴν Φίλωνος μὲν οὐσίαν τοῦ κηδεστοῦ κατὰ τὴν οἰκίαν ἀποκειμένην ἔχει, τουτὶ δὲ μόνον λανθάνειν ἐσπούδαζεν; εἰπὲ, λέγε τούτου τὴν αἰτίαν, Αἰσχίνη.
8.25 ΠΕΡΙ ΜΕΤΑΛΗΨΕΩΣ. Εἶτα θήσεις τὸ ἀντιληπτικὸν Αἰσχίνου· ὃ λύσεις μεταληπτικῶς, συντρέχων τῇ ἐξουσίᾳ· κατορύττειν ἔξεστιν, ἂν πολεμίων ἔφοδος ᾖ, ἂν ἡ χώρα λῃστεύηται· ὅτε δὲ τούτων ἐκτὸς πόλις ἐστὶ, καὶ δέους ὑμεῖς καὶ δειμάτων τοιούτων ἐλεύθεροι, τί δεῖ κατορύττειν ἐπὶ τῆς ἐρημίας τὰ πράγματα. Εἶτα θήσεις καὶ τὸ χρῶμα Αἰσχίνου, ἀσφαλείας ἕνεκά φησι κατορύττειν τὰ χρήματα. Τί γάρ σοι τῶν ἐπὶ τῆς ἑστίας ἀπώλετο; οὐκ ἔχεις τὰ κατὰ Φωκέων, εἰπέ μοι, σωζόμενα; οὐ μένει σοι τῶν χρημάτων ἡ κτῆσις ἀκέραιος, ἣν κατὰ τῆς Θρᾴκης εἶχες δεξάμενος; ποῖον τῆς οἰκίας σου μέρος ἐπιβεβούλευται; ποίας εἰσῆλθες λῃστείας ἰδίαν γραφήν; οὐκ ἔστιν εἰπεῖν· ἀλλ’ οὐκ ἔχων ὅ τι πρὸς ἀλήθειαν ἐρωτῶσιν ἡμῖν ἀποκρίνασθαι, τὰ τοιαῦτα πλάττεται· βούλεσθε, ὦ Ἀθηναῖοι, τὴν ἀληθεστέραν ἐγὼ πρὸς ὑμᾶς αἰτίαν τοῦ κατορύττειν εἴπω τὰ χρήματα; ᾔδει σπουδὴν οὐ μετρίαν ὑμᾶς ποιησομένους, μετὰ τὴν ἱεροσυλίαν καὶ ζήτησιν· ᾔδει πᾶσαν ἑστίαν ὑμᾶς ἐρευνήσοντας· καὶ τῶν χρημάτων τὴν ζήτησιν πᾶσαν ἡλικίαν καὶ δῆμον εἰς αὐτὸν μερισόμενον. καὶ θᾶττον οὕτως ἐπὶ τῆς ἑστίας ἁλώσεσθαι. οὐ μὴν οὐδὲ τῶν φίλων ἢ γνωρίμων τινὶ παραθέσθαι ῥᾴδιον αὐτῷ κατεφαίνετο· καὶ γὰρ ὁ καιρὸς κατεκώλυσε, καὶ λαθεῖν ζητοῦντα τὸ ἔγκλημα προσεπιθεῖναι καὶ μαρτυρίαν αὐτῷ κατεφαίνετο· οὗτος ὁ φόβος αὐτῷ τὴν ἐρημίαν ἐξεύρηκε, διὰ ταῦτα ἐπὶ ταύτης κατορύττει τὰ χρήματα· ἀλλ’ οὐκ ἦν ὡς ἔοικεν, ὦ Ἀθηναῖοι, λανθάνειν τοὺς κρείττονας, εἰς τοὺς θεοὺς οὕτω τολμήσαντα· ἀλλ’ ὅσῳ τὸν ἐπὶ τῆς οἰκίας ἔλεγχον ἀπεκρύπτετο, τοσούτῳ καὶ μᾶλλον εὑρίσκεται· καθ’ αὑτοῦ μάρτυς οἷς ἐποίει, γιγνόμενος.
8.26 Πιθανὴ ἀπολογία οὐκ ἐμπίπτει· οὐδεὶς γὰρ λέγει· ἀλλ’ εἰ ἱεροσυλήσας ἐτύγχανον, οὐ κατώρυττον τὰ χρήματα, ἢ οὐκ ἂν εἰς ἀπολογίαν ἔγραφον λόγον· ἀντιστρέφει γὰρ ἡ πιθανὴ ἀπολογία τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· γράφεις λόγον περὶ ἱεροσυλίας, ἱεροσύλησας ἄρα· ἀλλ’ εἰ ἱεροσυλήσας ἐτύγχανον, οὐκ ἂν λόγον ἔγραφον; οὐδεὶς τοῦτο λέγει· μωρὸν γὰρ, ἀλλ’ ἀντὶ τῆς πιθανῆς ἀπολογίας τοιοῦτον ἦν δυνατὸν λέγειν· οὐκ εἴ τις λόγον ὑπὲρ ἱεροσυλίας γράψει, ἢ κατορύττει ἐπ’ ἐρημίας τὰ χρήματα, οὗτός ἐστιν ἱερόσυλος· οὐκ ἔστιν δὲ αὕτη κυρίως πιθανὴ ἀπολογία ἐπιχειρήσεις οὖν οὕτω· μικροῦ δέ με παρῆλθεν εἰπεῖν, ὃ καὶ τοῦτον ἱεροσυλοῦντα δείκνυσι, καὶ Δημοσθένη τῶν ἐγκλημάτων ἐλεύθερον· τῷ μὲν γὰρ οὐκ ἦν ἔχοντι μὴ κατακρύπτειν· ἢ πάντως ἐπ’ αὐτοφώρῳ τῆς ἱεροσυλίας ἁλίσκεσθαι· ἐμοὶ δὲ εἴ τι τοιοῦτον ἑαυτῷ συνεγίνωσκον, οὐκ ἀνάγκη συγγράφειν τὸν λόγον· οὐδ’ ἐν τῷ φανερῷ τοῦτο ποιοῦντα δείκνυσθαι· ἐπιλόγῳ λοιπόν· ἐγὼ γὰρ, ὁμολογήσω δὲ πρὸς ὑμᾶς, ὦ δικασταὶ, καὶ φιλοτιμοῦμαι τῷ λόγῳ.
8.27 καὶ πανταχοῦ τῆς οἰκουμένης αὐτὸν διαπέμψω. μετὰ τοῦτο δικαστήριον· ἐπὶ τούτῳ παρ’ ὑμῖν συνάξω καὶ θέατρα, καὶ τοῖς νέοις καὶ τοῖς διδασκάλοις αὐτὸν ἀναγνώσομαι· ὁ μὲν ἐπαινέσας τὰ τῆς διανοίας εὑρήματα, ὁ δὲ τὴν λέξιν, ὡς ἐπιχώριον. ἄλλος τὴν τῶν ὀνομάτων εὐρυθυμίαν θαυμάσῃ· πάντες δὲ εἶναι σοφὸν νομιοῦσι τὸν λόγον, οὐχ ἱεροσύλου τὸ σπούδασμα· ἀλλὰ τί ταῦτα μέλλομεν; τί δὲ οὐ τὴν δικαίαν ψῆφον ὑμεῖς ὑπὲρ τῆς Πολιάδος ἐξοίσετε; περιαγγελλέτω τις, ὦ δικασταὶ, τῶν Ἑλλήνων ἁπανταχοῦ τοῖς πᾶσιν εὐσεβὲς κηρύττων, τὸ κήρυγμα· εἴ τις που Φωκέων εἴτε ποῦ τῶν δυστυχῶν Ὀλυνθίων λανθάνει περισωζόμενος, σπευδέτω, παρ’ Ἀθηναίους ἡκέτω· δεῦτε οἱ Θετταλοί· δεῦτε οἱ δι’ Αἰσχίνην δεκαδαρχούμενοι· ἡκέτω, διὰ τοῦτον δουλεύων Μεσσήνιος· ἥκετε καὶ ὑμεῖς Ἀρκάδες, αὐτόχθονες, δι’ Αἰσχίνην μεταβαλόντες τὴν τύχην καὶ τέως Φιλίππῳ διὰ τοῦτον δουλεύοντες· κομιζέτω τις τῇ Παρθένῳ τὰ χαριστήρια· ὁ μὲν ὕμνον ποιήσας αὐτῇ· ὁ δὲ κοσμῶν ἀναθήμασιν· ὁ δὲ δεικνὺς προσόδῳ τὴν χάριν· αὕτη τὸν Ἀτρομήτου τὸν προδότην ὑμῶν μανῆναι παρεσκεύασεν· αὕτη τῆς ἱεροσυλίας τὸν ἔλεγχον τοῖς δικασταῖς ἐκκαλύψασα μίαν ὑπὲρ ὑμῶν ἀναγκαίαν λαμβάνει διὰ τῶν Ἀθηναίων τὴν δίκην· εἰ ταύτην ἐλθόντες ἐπόψεσθε, εἰ τῆς Ἀττικῆς πεπεισμένοι κηρύγμασιν ἥξετε, τῶν προλαβόντων ἀτυχημάτων ἕξετε παραμυθίαν· καὶ περὶ τῶν μελλόντων ἀγαθὰς τὰς ἐλπίδας, ἃς Δημοσθένης ὑμῖν μετὰ τῶν Ἀθηναίων κατεπαγγέλλεται· ἐκποδὼν Αἰσχίνης· οὐδεὶς ἔτι παρενοχλήσει προδότης πολιτευόμενος· ἀποδώσει τὴν ἐλευθερίαν ὑμῖν Δημοσθένης λέγων, καὶ στρατευομένους τῶν Ἀθηναίων ἡ πόλις.
8.28 ΑΝΤΕΓΚΛΗΜΑΤΙΚΟΣ ΑΤΕΛΗΣ ΕΚ ΠΡΑΓΜΑΤΩΝ. Ἀριστεὺς αἰχμαλώτῳ καὶ μητρυιᾷ συνοικῶν εὑρέθη τεθνεὼς ἐπὶ σημείοις φαρμάκων· καὶ ἀντεγκαλοῦσιν ἀλλήλαις ἡ τε μητρυιὰ καὶ ἡ αἰχμάλωτος. Παθητικὸν τὸ ζήτημα· χηρεύει γὰρ ἀριστέως ἡ πόλις, καὶ ὁ τῆς ἐλευθερίας αἴτιος φαρμάκοις ἀνῄρηται· προςτίθησι δὲ τῷ πάθει καὶ τῷ τὴν ἀθλίαν αἰχμάλωτον οὖσαν καὶ ξένην τῇ συμφορᾷ προσθήκην ποιεῖν· καὶ ἡ ποιότης δὲ τῆς μητρυιᾶς, σπουδὴν παρέχει τῷ δράματι· ὅθεν καὶ τοῖς προοιμίοις μετὰ πάθους χρησόμεθα· οὐκ ἤρκεσεν, ὦ δικασταὶ, τῇ μητρυιᾷ τὸν ἀριστέα διαφθεῖραι φαρμάκῳ, ἀλλ’ ἔτι καὶ τὴν ἀθλίαν ταύτην αἰχμάλωτον συκοφαντεῖν ἐτόλμησε, προσθεῖναι τῷ ἀριστεῖ τῆς ἀνδρείας σύμβολον ἐθελήσασα· οὐ μὴν ἀνύσει τοῦτον ἑαυτῆς τὸν σκοπὸν, ἐὰν ὑμεῖς μετὰ ὅρκων καὶ περὶ νόμων φυλάξητε δίκαια. Οἶδα μὲν οὖν ὅτι τὸ μῖσος τῆς μητρυιᾶς πλέον ἢ τῆς ἀριστείας ἐπηύξησεν εὔκλεια· τὸ γὰρ ἀοίδιμον τὸν ἀριστέα γενέσθαι κατὰ πόλιν παρώξυνε πρὸς τὸν φόνον τὴν μητρυιάν. Σοφίσασθαι μὲν οὖν ἡ μητρυιὰ βουλομένη τὸ ἔγκλημα, ἐπ’ ἄλλον μετατίθησι τὴν γραφὴν παρατρέψαι τῆς ἀληθείας θέλουσα τοὺς δικάζοντας· οὐ μὴν οὕτω ῥητορεύσει ποτὲ, ὡς αὐτὴν μὲν ἐλευθέραν ἀπολῦσαι τοῦ βήματος, ὑπεύθυνον δὲ ἄλλον τὸν μηδὲν ἀδικήσαντα παραστῆσαι τῇ δίκῃ. Ποιότης τῆς μητρυιᾶς τῇ καταστάσει τὴν ὕλην ποιεῖ· οἷον, ἀλλὰ γὰρ ἄνωθεν αἱ μητρυιαὶ τοῖς προγόνοις πολέμιαι.
8.29 τούτων δὲ ἔνιαι φανερῶς διὰ τὸ μῖσος τὴν ἔχθραν ἐνδείκνυνται· αἱ δὲ λόγῳ τὴν ἐπιβολὴν ἐπικρύπτουσιν, ὅσαι δειναὶ κρύπτειν εἰσὶ τὴν προαίρεσιν· ἐροῦσι γὰρ πρὸς ἑαυτὰς πολλάκις, ἂν ἐνδείξωμαι τὴν διάνοιαν, οἴχεταί μοι τὰ τῆς μηχανῆς· φυλάξει γὰρ ὁ πρόγονος τὴν ἐπήρειαν καὶ τεῖχος αὐτῷ πρὸς τῷ μὴ παθεῖν ὁ τῆς μητρυιᾶς γενήσεται χωρισμός· συνόντα δὲ καὶ τραπέζης καὶ ἄλλων κοινωνοῦντα ῥᾷστα χειρώσομαι· τοιαύτην ἐπινοήσασα τέχνην πέρας ἐπέθηκε τῷ βουλήματι· κακοήθης δὲ καὶ δύστροπος ἡ μητρυιὰ τυγχάνουσα διπλοῦν ἀνθ’ ἁπλοῦ τὸ δρᾶμα συντίθησι· τὸν μὲν γὰρ πρόγονον ταῖς μαγγανείαις διεχρήσατο· τὴν δὲ ἀθλίαν αἰχμάλωτον προσθεῖναι ἐκείνῳ προῄρηται· ταύτην γὰρ αὐτῷ εὔνουν ἠπίστατο οὖσαν· ἐπὶ ταύτην οὖν ἄγει τὸ ἔγκλημα, τὴν μάλιστα πάντων ἐκείνῳ κεχαρισμένην, ἣ καὶ μητρὸς εὔνοιαν καὶ γαμετῆς ἐπλήρου κηδεμονίαν· ἤρων γὰρ ἀλλήλων ἀντίῤῥοπον ἔρωτα, καὶ φιλοτιμίαν εἰς προσθήκην ἑκατέροις εἶχεν ὁ πόθος· ἡ δὲ θεοῖς ἐχθρὰ καὶ βάσκανος, αὕτη μόνη μὲν ἄρχειν τῆς οἰκίας ἐπιθυμήσασα, τῇ δὲ τούτων ὁμονοίᾳ φθονήσασα, τὸν μὲν ἤδη φαρμάκῳ διεχρήσατο, τὸ δὲ λειπόμενον προσθεῖναι τὴν αἰχμάλωτον βούλεται. ΕΠΙ ΤΗι ΚΑΤΑΣΤΑΣΕΙ Δ’ Η ΒΟΥΛΗΣΙΣ. Τῶν γὰρ πραγμάτων οὐκ ὄντων, τὰ τῶν πραγμάτων ἐκλιμπάνει κεφάλαια· ἐλέγχων ἀπαίτησις, ἀπ’ ἀρχῆς ἄχρι τέλους, χρῶμα, πιθανὴ ἀπολογία· μόνῃ οὖν βουλήσει καὶ δυνάμει διαιρεθήσεται· προηγησάμην οὖν, εἰσάξεις τὴν βούλησιν· δῆλον γὰρ ὡς ἡ αἰχμάλωτος πάντων ἀποστερηθεῖσα τῶν ἀπὸ τύχης καλῶν, γένους, πατρίδος, φίλων, τῶν ἐν τῇ πόλει γνωρίμων, μόνην δὲ τῶν συμφορῶν παραμυθίαν ἔχουσα τὸν ἀριστέα, οὐκ ἂν ἑαυτὴν ἀποστερῆσαι τῆς τούτου κηδεμονίας ἠθέλησεν, ἵνα πᾶσιν ἀνθρώποις εὐεπιβούλευτος ᾖ, πενίᾳ συζῶσα καὶ δυστυχήμασιν· οὐκ ἂν οὖν ἠβουλήθη τοιούτοις ἑαυτὴν περιπεῖραι κακοῖς ὑπὸ ψεκτοῦ φόνου, στενοχωρίᾳ τροφῶν, τρυφῆς ἐκ τοῦ συνοικεῖν καὶ τὰ τοιαῦτα· τὴν δὲ μιαρὰν μητρυιὰν πολέμιον τῷ προγόνῳ φύσει τυγχάνουσαν, διὰ τὸν φόνον εἰκὸς μηδὲ μιᾶς ἀποσχέσθαι κατὰ τοῦ ἀριστέως ἐπιβουλῆς; ᾤετο γὰρ ἐκποδὼν ποιησαμένη τὸν πρόγονον πάντων ἐγκρατὴς, τῶν ἔνδον γενήσεσθαι, τῇ δὲ παντάπασιν ἐρήμῳ καὶ ξένῃ οὐδὲν ἐπῄει τοιοῦτο λογίζεσθαι· τὸ γὰρ κατὰ μηδένα τρόπον ἐλπίζειν κληρονομεῖν, οὐδὲ βραχεῖά τις ἐλπὶς ὑπολείπεται· οὐ μὴν οὐδὲ ἀπέχθειά τις ἐτύγχανεν οὖσα τῇ αἰχμαλώτῳ πρὸς αὐτόν· ᾔδει γὰρ εὐεργέτην καὶ σωτῆρα γενόμενον.
8.30 ἡ μὲν γὰρ τῆς πατρίδος ἅλωσις τοῦ δαίμονος ἔργον ἦν· ἡ δὲ δυστυχημάτων ἀφαίρεσις καὶ ἡ τῶν ἀγαθῶν μετάδοσις εὐεργεσίαν εἶχεν ἀναμφισβήτητον· χάριν οὖν ἀπὸ τῆς εὐεργεσίας ἡ αἰχμάλωτος εἶχεν ἀναμφισβήτητον καὶ περιόντος μὲν τῶν καλῶν αὐτῷ συναπολαύειν ἐξῆν, ἀναιρεθέντος δὲ συναπολέσθαι πάντα ἀναγκαίως ὠφείλετο· εἶτα ἡ δύναμις· σκεψώμεθα δὴ ποτέρῳ τούτων τὰ τῆς ἐπιβουλῆς ἐτύγχανε ῥᾴδια· ἡ μὲν γὰρ αἰχμάλωτος οὔτε συγγενῶν οὔτε φίλων οὔτε οἰκετῶν ηὐπόρει, οὐδ’ εὕρισκεν ὅστις αὐτῇ διακομίσει τὸ φάρμακον· ἡ μητρυιὰ δὲ πάντας εἶχε συμπράττοντας, συγγενεῖς, φίλους, οἰκέτας, γνωρίμους· ᾔδει καὶ τίνες εἰσὶν ἐν τῇ πόλει πωλοῦντες τὰ δηλητήρια· ἡ δὲ αἰχμάλωτος πάντων τούτων ἄπειρος ἦν, ξένη τυγχάνουσα καὶ ἀγνὼς τῶν ἐν τῇ πόλει τυγχανόντων ἀνθρώπων· τίσι δὲ μᾶλλον ὑπακούειν ἔθος τοὺς γόητας; οὐ τοῖς ἀργύριον πλεῖστον παρέχουσιν; οὐκοῦν ἡ μὲν μητρυιὰ χρημάτων ηὐπόρει· ἡ δὲ οὐδὲν πρὸς τὸ πρίασθαί τι τούτων ἐκέκτητο· καὶ ἡ μὲν εἶχε συνεστῶτας πολλοὺς, ἡ δὲ πάντων ἔρημος ἦν, καὶ τοῖς μὲν λάθρα διαλεχθῆναι τοῖς πιπράσκουσιν ἦν· τῇ δὲ αἰχμαλώτῳ τοῦτο πάντως μᾶλλον ἀδύνατον· οὔτε γὰρ ἐντυχεῖν τοῖς τὰ τοιαῦτα δεινοῖς εὐχερὲς ἦν αὐτῇ, οὔτε ἐξειπεῖν ἀσφαλές· οὐδὲ γὰρ ὥραν ἢ καιρὸν τοῦ ἀριστέως ὅλως ἀπελιμπάνετο, συνοῦσα διόλου καὶ πληροῦν τὴν ὑπηρεσίαν καὶ τὴν χρείαν σπουδάζουσα· φόβῳ γὰρ τοῦ λυπῆσαι τὸν ἀριστέα ἢ κινῆσαι πρὸς ἀγανάκτησιν οὐδ’ ὅλως ἐκτὸς τῆς οἰκίας τῶν περιβόλων ἐγένετο· εἰ γὰρ καὶ σμικρὰν ἦν αὐτῷ παρασχομένη λύπης αἰτίαν, πάντων ἂν τῶν καλλίστων ἐξέπεσε, καὶ ἀβίωτος ἦν ὁ βίος αὐτῇ, μᾶλλον δὲ οὐδὲ ἔξω κινδύνου προσκρούσασα ἦν τῷ ἀριστεῖ.
8.31 οὐκοῦν τὸ μὲν περιεῖναι τὸν ἀριστέα εὐδαιμονίαν ἑαυτῆς ἡ αἰχμάλωτος ὑπελάμβανε· τὸν δὲ ἐκείνου θάνατον, δυστυχίαν ἀνήκεστον. διὰ ταῦτα περιέπειν ἐσπούδαζε· πολλὴν αὐτοῦ τῆς σωτηρίας ἐποιεῖτο τὴν πρόνοιαν. ἐντεῦθεν τῆς μητρυιᾶς ὁ φθόνος, ἐντεῦθεν τὸ μῖσος ἐφύετο. ΕΠΙΛΟΓΟΣ ΤΟΥ ΠΑΘΟΥΣ ΕΧΩΝ ΤΗΝ ΑΥΞΗΣΙΝ. Φεῦ τοῦ δράματος· νεανίας ἐν πολέμοις ἀήττητος, ἐν ἀριστείαις ἀοίδιμος, ἐκ μέσης ἀριστείας ἀνήρπασται· καὶ τοὺς μὲν πολεμίους διέφυγεν ἄτρωτος· τὸν δὲ παρὰ τῆς μητρυιᾶς πόλεμον οὐ διέφυγεν· ὦ μητρυιᾶς βέλη, τῶν φανερῶν χαλεπώτερα· οὐκ ἐνῆν προϊδέσθαι ταῦτα καὶ προφυλάξασθαι· οὐκ ἐνῆν ἐκκλῖναι βαλλόμενον· ὁ μὲν οὖν γενναῖος ἐκεῖνος, ὁ τοὺς πολεμίους τρεψάμενος, φαρμάκοις ἡλίσκετο, ἀφύλακτος, ὡς ἐν πατρῴᾳ διάγων ἑστίᾳ· δεινὸν δὲ οὐδὲν πείσεσθαι προορώμενος· ἡ δὲ τῶν κακῶν αὐτουργὸς αὕτη ποινὴ προσῆξε τὸ φάρμακον· προσενεχθέντος δὲ, μικρὸν ὕστερον σπαραγμοὶ τῶν ἐντὸς, καὶ τοῦ χρώματος ἐπὶ τὸ χεῖρον τροπὴ, καὶ σπασμοὶ νεύρων καὶ χειρῶν ἐκτάσεις καὶ ἀφωνία πολλὴ, δεινὸν οἱ παραγενόμενοι διηγοῦντο θέαμα· ὀψὲ καὶ μόλις ὁ δείλαιος, ἔφασαν, ἐπέγνω τὸν ἀρχηγὸν τῶν κακῶν· καὶ τῇ μὲν ἀχθόμενος καὶ καταρώμενος ἐδήλου τὸ μῖσος τῷ βλέμματι· τὴν δὲ αἰχμάλωτον ὕστατα πάντων ἠσπάζετο περιβάλλων ἀνόητα, χεῖρας ὀρέγων, τὴν δεξιὰν ἐμβάλλων, εὐμενῶς λαμβανόμενος, οἰκτείρων τοῦ πάθους ἑαυτόν· ἐλεεινὸς δὲ καὶ ὁ τῆς αἰχμαλώτου θρῆνος ἐπ’ αὐτῷ κινηθείς· εἴθε δορὶ πληγεῖσα τὸ σῶμα μετὰ τῶν ἄλλων ἐκείμην· ὦ καὶ τῆς ἐνεγκαμένης ἐμοὶ προτιμώτερε· ὦ καὶ ἀγχιστέων ἐμοὶ προσηνέστερε· νῦν ὄντως πεπτώκαμεν· νῦν ἀληθῶς ἐγενόμην αἰχμάλωτος, νῦν ἐλεεινὴ, νῦν ἀθλία· περιόντος δέ σου ζήλου μᾶλλον ἢ ἐλέου τυγχάνειν ἀξία· οἰκτείρατε οὖν, ὦ δικασταὶ, πρῶτον μὲν τὸν ἀριστέα, τὸν οὕτως ὠμῶς ἀνηρπασμένον, εἶτα τὴν στερηθεῖσαν τῆς προσδοκωμένης ἐλπίδος· ἐλεεινὰ γὰρ τῶν παθῶν τὰ ἀνήμερα· τὴν δὲ αὐτόχειρα τοῦ δράματος ὑπὲρ ἀμφοτέρων ἀμύνεσθε· μᾶλλον δὲ τῷ κειμένῳ δότε τὴν χάριν· οὐδὲν γὰρ προγόνοις μητρυιᾶς χαλεπώτερον· ἴσασι δὲ τὴν ὑπερβολὴν τοῦ κακοῦ, ὅσοι πεῖραν ἐδέξαντο, οὓς ἐξ ὧν πεπόνθασι χρὴ συνοργίζεσθαι, καὶ τὴν μητρυιὰν τιμωρήσασθαι, ἵνα μὴ τῶν ἀριστέων τὴν πόλιν ἀποστερῆτε.
8.32 ΠΡΟΚΑΤΑΣΚΕΥΑΖΟΜΕΝΟΣ ΣΤΟΧΑΣΜΟΣ. Πλούσιος καὶ πένης ἐχθροὶ τὰ πολιτικά. πολέμου καταλαβόντος τὴν πόλιν, ὁ πλούσιος κεχειροτόνηται στρατηγὸς, καὶ τοῦ πένητος παῖδες τρεῖς κατελέγησαν στρατεύεσθαι· φήμης γενομένης ἐν τῷ στρατοπέδῳ, ὅτι προδιδόασιν οἱ τοῦ πένητος παῖδες, ὁ στρατηγὸς λαβὼν τὸν πρῶτον ἐβασάνισεν· οὐδὲν ἐξειπόντα ἀπέκτεινεν· τὸν δεύτερον ὁμοίως· τὸν τρίτον ἐξειπόντα ἀπέκτεινεν· οὐκ ἐπέξεισιν ὁ πατὴρ, καὶ κρίνεται συνειδότος.
8.33.(1a) Πικρὸς καὶ ἀπαραίτητος ἐχθρὸς ὁ πλούσιος, ὃς καὶ σιωπὴν ἐγκαλεῖ, καὶ μετὰ τριῶν παίδων ἀναίρεσιν ἐπεμβαίνει δυστυχοῦντι τῷ πένητι· μικτὸς δὲ ὁ λόγος, ἔκ τε ἀγῶνος καὶ πάθους· ὁ μὲν γὰρ φόνος πάθος ποιεῖ· ἡ δὲ ἀπόδειξις τοῦ συνεγνωκέναι τὸν ἀγῶνα συνίστησιν. ΠΡΟΟΙΜΙΟΝ ΠΡΩΤΟΝ. Ὤιμην μὲν, ὦ δικασταὶ, ὅτι τρεῖς παῖδας ὁ πλούσιος ἀνελὼν κόρον εἰλήφει τῆς ἔχθρας, καὶ παυσάμενος τῶν πολέμων ἐτύγχανε· νῦν δὲ, ὡς ἔοικεν, ἀπέραντόν ἐστι καθ’ ἡμῶν τὸ δεινὸν, καὶ οὐ παύσεται πάντα καθ’ ἡμῶν ὁ πλούσιος μηχανώμενος, ἕως οὗ καὶ τὴν ἑστίαν αὐτὴν καὶ τὸ γένος αὐτὸ διαχρήσηται· οὕτως ἀείμνηστον ἔχει τὸν πόλεμον· εἶτα ἀπόδοσις· ὑμέτερον εἶναι μὴ ταῖς τούτου κακοτεχνίαις προσέχειν τὸν νοῦν, ἀλλὰ τὰ δίκαια κατὰ τοὺς νόμους βουλεύσασθαι, ἵνα δυνηθῶ καὶ θρηνῆσαι τοὺς παῖδας καὶ τιμωρήσασθαι διὰ τὸν τῶν παίδων φόνον τὸν πλούσιον. ΔΕΥΤΕΡΟΝ ΠΡΟΟΙΜΙΟΝ. Οἶδα μὲν οὖν, ὡς εἴ τίς ἐστιν τοῖς τελευτήσασιν αἴσθησις, παρεστᾶσιν οἱ παῖδες κρινομένῳ μοι τήμερον, καὶ τῷ πατρὶ βοηθῆσαι βουλόμενοι, καὶ τὸν πλούσιον τιμωρήσασθαι. ΤΡΙΤΟΝ ΠΡΟΟΙΜΙΟΝ. Χαίρει μὲν οὖν ὁ πλούσιος, ὁρῶν οὕτω δυστυχοῦντα τὸν πένητα, καὶ παρὰ τῶν παίδων οὐκ ἔτι δορυφορούμενον, ἀλλὰ καὶ τῆς ἐπιτιμίας τὸ λοιπὸν κινδυνεύοντα. Ἡ ΚΑΤΑΣΤΑΣΙΣ. Ἀλλὰ γὰρ οὐχ οὕτως ἀπάνθρωπον ἡγούμην τὸν πλούσιον, ὡς ἄρδην μοι τοὺς παῖδας ἀνελεῖν ἀδίκως· ἐμνησικάκει μὲν γάρ μοι, καὶ πολλάκις ἠπείλει βλάβην καὶ συμφοράς· ᾤμην δὲ λοιδορίαν εἶναι ἢ σώματος αἰκίαν τὴν ἀπειλὴν, ἢ νὴ Δία φυγὴν, ἤ τινα ἄλλην τοιαύτην ἐπήρειαν· χρήματα γὰρ οὐκ ἦν μοι· διόπερ οὐκ ἐδεδοίκειν τὴν τούτων ἀφαίρεσιν· εὐήθης ὤν τις ἐλάνθανον μικρὰ τῆς ἔχθρας τὰ ἐπίχειρα προσδοκῶν· ἐκβέβηκε δὲ οἷον οὐκ ἔδει τῆς ἐπηρείας τὸ πέρας· τοῦ γὰρ κακῶς μὲν ποιεῖν καιρὸν ἐπιτηδειότατον τὴν στρατείαν ἡγούμενος τῷ ταύτης προσχήματι τὴν εἰς ἐμὲ δυσμένειαν ἐπεδείκνυτο· καὶ τὸ τῆς ἀρχῆς εὔφημον ὄνομα μιαιφονίας ἐγίγνετο πέρας· λογοποιοὺς γὰρ ἐν τῷ στρατοπέδῳ καθεὶς, ὡς οἱ ἐμοὶ προδιδόναι μέλλουσι παῖδες, οὐ πρότερον πικρῶς σπανίζων ἐπαύσατο, πρὶν ἀπολέσαι μὲν τοῖς κολαστηρίοις τοὺς δύο τοὺς πρώτους, καταπλῆξαι δὲ τοῖς ἀλγηδόσι τὸν τρίτον, ἵνα τῷ τῶν στρεβλωτηρίων φόβῳ τὸ δοκοῦν τούτῳ καὶ ἄκων φθέγξηται· καὶ μετὰ τὸ δρᾶμα τοσοῦτον κἀμὲ τοῖς παισὶ προςαπολέσθαι ζητεῖ.
8.34 ΚΑΙ ΑΛΛΩΣ Η ΚΑΤΑΣΤΑΣΙΣ. Ἡ πολιτεία τοῦ πένητος ἀπὸ διανοίας. ἐπειδὴ γὰρ ἐπηρείᾳ τῆς τύχης ἠπόρουν χρημάτων, ἵνα μηδὲν ἐν περιουσίᾳ χρησιμεύσω τῇ πόλει, ἄλλως ἐπεδεικνύμην τὴν εὔνοιαν, νόμους εἰσφέρων, γράφων ψηφίσματα, γνώμας λυσιτελεῖς εἰςηγούμενος, ἐλέγχων τοὺς ἀδικοῦντας τὴν πόλιν τὰ παράνομα λέγοντας, τοὺς μὴ βουλομένους τριηραρχεῖν, μὴ χορηγεῖν, μήδ’ ὅλως εἰσφέρειν· ταῦτά μοι τὸν φθόνον παρὰ τοῦ πλουσίου κεκίνηκεν, ὡς λέγειν πολλάκις, πῶς παύσω τὴν πολιτείαν τὴν κατὰ τῶν πλουσίων τοῦ πένητος; πῶς σιωπᾷν ἐπὶ τῆς ἐκκλησίας ποιήσω τὸν πένητα; ἂν οἰκείας ὀδύρηται συμφορὰς, ἂν θρηνήσῃ τὴν τύχην, ἂν οἰκείοις σχολάσῃ τοῖς πάθεσιν, ὀδυρεῖται τότε τὰς ἑαυτοῦ συμφορὰς, δακρύσει τὰ δυστυχήματα· ταῦτα καὶ τὰ τοιαῦτα καθ’ ἑαυτὸν ἐννοῶν, πολέμου μέλλοντος, καὶ τριῶν ἢ τεττάρων χειροτονησάντων αὐτὸν, στρατηγὸς ἀνεῤῥήθη, καὶ μετὰ τὴν ψῆφον τὸ τῆς πόλεως ἀξίωμα λαβὼν χαίρειν μὲν εἴασε τοὺς χορούς· ἐπὶ δὲ τοὺς παῖδας τοὺς ἐμοὺς ἐστρατεύετο, καὶ τὰ ἑξῆς· φήμη τὸ βασανίζειν τὸν πρῶτον, καὶ ζητεῖν ἀπάνθρωπα βασανιστήρια· ἐν δὲ τούτοις κατάμιξον καὶ θρῆνον τοῦ πατρός· ὡς δὲ βασανιζόμενος ὁ πρῶτος ἀπέθανεν, εὐθὺς ἐστρέβλου τὸν δεύτερον, οὐδαμοῦ τὸ δικαστήριον, οὐδὲ τὸ παραδοῦναι τοῖς νόμοις τοὺς παῖδας σκοπῶν, ἀλλ’ ἀνελὼν καὶ τὸν δεύτερον ὡς ἐπὶ ἑρμαίοις, καὶ τὸν τρίτον παρήρχετο· ἀλλ’ ὁ δυστυχὴς πολὺ τῆς ἐλπίδος ἐσφάλην· θαῤῥήσας γὰρ, ὅτι δικαστηρίῳ παραδοθήσεται, καὶ κατὰ νόμους τὰ τῆς ὑποθέσεως ἐξετασθήσεται, ὡμολόγησε τὴν προδοσίαν· ὁ δὲ καὶ τρίτον ἀνελὼν, καὶ τὸν πατέρα συντίθησι τοῖς παισὶ κειμένοις νεκροῖς· καὶ συνειδότος με κρίνων ἐπὶ τοὺς δικάζοντας ἤγαγε.
8.35 μετὰ ταῦτα θήσεις γραφικὸν, ὥς φησι Πορφύριος, ἀπὸ τοῦ πρώτου· φησὶ γὰρ οὐκ ἄλογον εἶναι τὴν τοῦ συνειδότος κατηγορίαν· μὴ ἐννομίμῳ δικαστηρίῳ κριθέντων ἐκείνων, μηδὲ ἁλόντων κατὰ νόμους, ἀλλ’ ὑποπεσόντων ἐχθρῶν κακοηθείᾳ· τινὲς μὲν οὖν ἐπὶ τούτου τοῦ ζητήματος καὶ τῶν τοιούτων χρῶνται παραγραφικῷ· τινὲς δὲ οὔ· λύσεις δὲ τὰ παραγραφικὰ, ὅτι ταῦτα μὴ θαῤῥοῦντός ἐστι τῇ γραφῇ· οὐ γὰρ δεῖ τὴν κατηγορίαν διασύρειν, ἀλλ’ ἀπολογεῖσθαι πρὸς τὸν προκείμενον· οὐδὲ τρόπον αἰτιᾶσθαι, ἀλλὰ τὴν γραφὴν λύειν, τῷ πρὸς τὸν προκείμενον ἀπολογήσασθαι.
8.36 ΕΛΕΓΧΩΝ ΑΠΑΙΤΗΣΙΣ ΤΟΥ ΠΡΩΤΟΥ ΣΤΟΧΑΣΜΟΥ. Τίς οὖν, εἰπέ μοι, πίστις τῆς ἐκείνων γέγονε προδοσίας; τίς μαρτυρία; τίς ἔλεγχος; τί τεκμήριον ἄλυτον; ποῦ τοῖς πολεμίοις ὤφθησαν κοινολογούμενοι, δῶρα ἔχοντες, αὐτομολοῦντες; τίς τῶν συνειδότων αὐτοὺς κατεμήνυσεν; συνομώσας ἑάλω τίς; ἐπιστέλλοντες τοῖς πολεμίοις ὤφθησαν; τούτων γὰρ ἕν τι δεῖξον, καὶ συναπόλεσον κἀμὲ τοῖς παισίν· ἀλλὰ τὴν φήμην εἰς μαρτυρίαν καλεῖς, ἣν οὐ δύνασαι παραστῆσαι τῷ βήματι· ἣν αὐτὸς θρυλλήσας διέσπειρας· εἰ δὲ κατήγορος σὺ, καὶ τὰ ψεύδη μαρτυρεῖς, καὶ σφαγεὺς ἄδικος τῶν ἀθλίων παίδων γεγένησαι· τί καὶ νῦν δυστυχῶν παίδων δυστυχῆ πατέρα συκοφαντεῖς; εἶτα ἐπάγαγε παραδείγματα· πολλαὶ δίκαι πολλάκις εἰς τοῦτο τὸ δικαστήριον ἐῤῥώσθησαν· ἀλλ’ ἐφ’ ἑκάστης μάρτυρες παρεμίχθησαν, μοιχείας, φόνου, τυραννίδος, τυμβωρυχίας· ἐπειδὴ γὰρ αὐτόπτας τῶν ἐγκλημάτων οὐχ οἷόν τέ ἐστιν γενέσθαι τοὺς δικαστὰς, ἀναγκαίως εἰσάγονται μάρτυρες, οἵ τινες καὶ βασάνῳ μαρτυρῆσαι δύνανται τὴν ἀλήθειαν, καὶ ὅσα τοιαῦτα. ΠΕΡΙ ΒΟΥΛΗΣΕΩΣ ΚΑΙ ΔΥΝΑΜΕΩΣ. Βουλήσει καὶ δυνάμει τὰς αἰτίας τιθείς· ἀλλ’ εἰκὸς ἦν αὐτοὺς χρημάτων ἐφιεμένους ἐπὶ τὴν προδοσίαν ἐλθεῖν· καὶ τὸ μὴ βούλεσθαι πάντως εἰκὸς, οὐ γὰρ ὅστις πένης, πάντως καὶ πονηρός· μᾶλλον γὰρ ὑμῶν τῶν τοῦ πλείονος ὀρεγομένων οἱ τοῖς ὀλίγοις ἀρκούμενοι σωφρονέστεροι ὄντες, πρὸς τὸ δεινὸν ἀτολμότεροι, δεδοικότες τοὺς νόμους, ἀπὸ τῶν πατέρων καλῆς ἀγωγῆς μεμνημένοι, τὴν ἀδοξίαν τῆς κατηγορίας τοὺς δικαστὰς ὑμῶν εὐλαβούμενοι· οὐδεὶς λῃστείας κρίνει τὸν πένητα, διότι χρημάτων οὐκ εὐπορεῖ· ἕτερον γὰρ τρόπος καὶ τύχη καὶ παιδεία καὶ βούλησις· οὐ γὰρ ἐπάναγκες εἶναι δεινοὺς τοὺς μικρὰ κεκτημένους· οὐδ’ ἐπιθυμεῖν χρημάτων, τοῖς ὀλίγοις ἀρκεῖσθαι μεμαθηκότας· εἶτα ἡ δύναμις.
8.37 ἀλλὰ γὰρ οὐδὲ πένησιν οὐδὲ στρατιώταις περὶ προδοσίας διαλέγεσθαι τοῖς πολεμίοις ἔθος· ἀλλὰ τοῖς δυνατοῖς ἐν φάλαγγι· τίνες δὲ μᾶλλον ἢ στρατηγοὶ ἐν τῷ στρατοπέδῳ ὀνομαστότεροι; οὗτοι κατὰ τὸ πλῆθός εἰσιν ἐνδοξότατοι, τούτοις ὑπάρχει τὸ δύνασθαι, τούτοις πιστεύουσιν οἱ πολέμιοι, τούτοις θαῤῥοῦσιν παρέχειν τὰ χρήματα· τοῖς δὲ πένησι καὶ οὐδὲ ἔχουσιν ἀξίωμα οὐδὲ προσέρχεταί τις, οὐδὲ κοινολογεῖται τοῖς ῥήμασι· ταῦτα στρατηγῶν ὑπάρχει τολμήματα, ταῦτα ὑπάρχων, ταῦτα ἐπιχειρούντων δημόσια, οὐκ ἀδόξων ἀνδρῶν, οὐκ ἀνωνύμων, οὐ τῶν ἀγνώστων πολλοῖς.
8.38 τίς ἔστιν τυραννεῖν δυνατός; οὐχ ὁ τολμηρός; οὐχ ὁ πλούσιος; πένητι δὲ πόθεν παράνομόν τι τολμᾷν ἐρήσω καὶ μόνῳ, καὶ τοῦτ’ εἰδότι ποιεῖν, ὅπερ ὁ καθηγούμενος ἐν τῷ στρατοπέδῳ κελεύσειε; καὶ τὰ τοιαῦτα. θήσεις ἄλλα παραδείγματα ἀπ’ ἀρχῆς ἄχρι τέλους· εἶτα λέγεις, ὡς ἐξεῖπε πρὸ τῶν βασάνων τὴν προδοσίαν ὁ τρίτος· οὐ λέγεις δὲ, ὡς οἱ πλείους ὄντες ἰσχυρῶς βασανισθέντες οὐδὲν ὡμολόγησαν· ὁ τρίτος καθωμολόγησε· τί γὰρ οὐκ ἔμελλεν ἀπολωλότων ἀδελφῶν δύο, διότι μὴ ἀπεῖπον ἑαυτῶν μήδ’ ἐπήγαγον ἑαυτοῖς αἰτίαν ψευδῆ, εἶτα καὶ τὸν ἐκ τῶν βασάνων φόβον οὐ μικρὸν ὁρῶν, καὶ σοὶ χαρίσασθαι βουλόμενος, εἰ συκοφαντήσειεν αὐτὸς ἑαυτὸν, εἶπεν, ὅπερ ἠνάγκαζες· σὺ δὲ οὔτε τῶν ἀρνησαμένων, οὔτε τοῦ φόβῳ τῶν κολαστηρίων ὁμολογήσαντος ἀπέσχου· χρώματι τοῦ ὁμολογῆσαι τὸν τρίτον· δοκεῖ δὲ ὁ τρίτος μοι βεβουλεῦσθαι σωφρόνως· εὐτυχῶς γὰρ εἰπεῖν οὐκ εἴασας· κακόηθες γὰρ οὐδ’ ὁτιοῦν τοῖς ἀδελφοῖς συνειδὼς, εἶτα κολαζομένους ἀπανθρώπως ὁρῶν, δυεῖν ἡγεῖτο θατέρου τεύξεσθαι, μᾶλλον δὲ ἀμφοτέρων τυχεῖν, καὶ βασάνων ἀπαλλαγήσεσθαι, καὶ δικαστηρίῳ παραδοθήσεσθαι· ὅπου κατὰ νόμους ἡ κρίσις γενήσεται· ἀλλ’ ἀμφοῖν ἀπέτυχεν ὁ δυστυχής· καὶ γὰρ βιαζόμενος τέθνηκεν· καὶ δικαστήριον οὐκ εἶδεν ἔννομον· καὶ γὰρ ἔξαρνον ἀναιρεῖσθαι χρὴ, ἢ τό γε δὴ σχετλιώτατον αὐτὸν ἑαυτοῦ κατήγορον γενέσθαι καὶ βασανίζεσθαι φρίττοντα. Ἐλέγχων ἀπαίτησις, τοῦ συνειδέναι· πλὴν ἐκείνην προσθεῖναι τὴν εὐπορίαν εὔλογον, εἰ ἀπεδείχθησαν οἱ παῖδες οὐ προδεδωκότες, οὐδὲ ὁ πατὴρ σύνοιδε· πῶς γὰρ δύναται συνειδέναι τοῖς μηδὲν πεποιηκόσι δεινόν; ἡ λύσις· αὐτοῦ ἐπεξιέναι ὑποπτεύεται συνειδότος· μενόντων οὖν τῶν σημείων, ὑποψία μένει· ὥστε ἀναγκαίως ἡ ἐργασία γίνεται τοῦ δευτέρου στοχασμοῦ τοῦ μὴ συνειδέναι· ἀλλ’ ἔστω, δεδόσθω προδεδωκέναι τοὺς παῖδας· τίνες γὰρ τοῦ συνειδέναι με μάρτυρες; τίνες διελέγχουσι τοῖς παισὶ τῆς προδοσίας κοινωνεῖν; τοῖς δικασταῖς τοὺς μαρτυροῦντας παράστησον, δούλους, ἐλευθέρους, ξένους, πολίτας, στρατιώτας· οὐ γὰρ δίκαιον ἀμάρτυρον εἰσάγειν τὴν δίκην· οὐδὲ δυνατὸν μαρτύρων χωρὶς καταψηφίσασθαι τῶν κατηγορουμένων ἐκτός· ἀλλ’ ἢ παρέχειν ἀνάγκη τοὺς μάρτυρας, ἢ συκοφαντοῦντας τιμωρήσασθαι τὸν κατήγορον, καὶ τὰ τοιαῦτα.
8.39 εἶτα ἡ βούλησις τοῦ πένητος· ὅτι οὐκ ἂν ἠβουλήθην οὕτω ἀδίκου κατὰ πατρίδος κοινωνῆσαι πράγματος· οὐδὲ ὑπεύθυνον ἐμαυτὸν ποιῆσαι τοῖς νόμοις· οὐδὲ μισηθῆναι παρὰ τῶν πολιτῶν, καὶ τὰ τοιαῦτα. Ἡ δύναμις ἐκλιμπάνουσα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀλλὰ δῆλος εἶ, φησὶ, συνειδὼς τοῖς παισὶν, ἐξ ὧν οὐκ ἐγράψω με φόνου· λύσεις τῷ χρώματι· δυσχεραίνων πάθει καὶ σχολάζων ταῖς οἰμωγαῖς· τρεῖς ἦσαν παῖδες νεκροί· ἔρημος ἡ ἑστία τῶν παίδων ἐτύγχανε· τούτων οἱ τάφοι τὴν ἀσχολίαν εἰργάζοντο· τούτων τὰ πάθη τέως σιωπᾷν κατηνάγκαζε· τὴν σιωπὴν ἐγκαλεῖς, ὅρα τῆς συμφορᾶς τὸ μέγεθος· τὸν ποιητὴν σκόπει τοῦ δράματος. ἄρα τοῖς ὁσίοις τῶν παίδων καταμελήσαντα ἔδει τρέχειν εἰς δικαστήριον καὶ ἐάσαι τοὺς παῖδας κειμένους. γράφεσθαι δὲ καὶ λέγειν ἐπὶ τοῦ βήματος, οὐκ εἴα κατηγορεῖν με τὰ δάκρυα, καὶ τὰ τοιαῦτα· εἶτα τῷ ἀντιληπτικῷ· ἐπειδὴ ἅπαντα βιάζει καὶ καιρὸν καὶ γνώμην καὶ δυστυχοῦντά με τῆς σιωπῆς ἀπαιτεῖς τὴν αἰτίαν· οἱ νόμοι μοι τὸν καιρὸν τῆς κατηγορίας ἐδείκνυον· οἱ νόμοι τῆς γραφῆς τὴν ἐξουσίαν παρείχοντο, σαφῶς ἡμῖν τοῖς πεπονθόσι κηρύττοντες· κατηγόρησον, ὅτε προῄρησαι, οὐκ ἐμπρόθεσμός ἐστιν ἡ γραφή· εἰ διὰ νόσον οὐ δύνασαι, ῥᾳΐσας γράφου.
8.40 εἰ σιωπᾷν ἀναγκάζει διὰ τὸ πάθος καὶ δάκρυα, τῇ δυνάμει τῇ σεαυτοῦ τὴν κατηγορίαν συμμέτρησαι· ἀνέῳκταί σοι τὸ δικαστήριον, ὅτε προῄρησαι· κατηγορεῖ τις καὶ μοιχείας, καὶ ὅτε βούλεται· καὶ ἑξῆς ἄλλα θεὶς παραδείγματα ἔπαγε τὸ προκείμενον· οἷον συμβουλεύει καὶ τοῖς πολεμίοις στρατηγοῖς, ὅτε συμφέρον ὁρᾷ πρὸς συμβολὴν, τότε παρασκευάζεται, οὐχ ὅτε τοῖς πολεμίοις δοκεῖ. οὕτω κἀγὼ ἐσιώπησα νῦν, δακρύων, ἐπιπενθῶν, τῆς οὐσίας ἐπιμελούμενος· παυσάμενος δὲ τῶν κακῶν καὶ τὴν ἀνακωχὴν τῶν δυστυχημάτων εὑρὼν ἐπ’ ἀδείας εἰσῄειν γραφόμενος· οὐ γὰρ οὕτως ἀνόσιος ἦν, ὡς μὴ δεῖξαι τὴν ἐπιβουλὴν, καὶ ποιῆσαι τοῖς νόμοις ὑπεύθυνον τὸν οὕτως ἀναίτιόν με παρασκευάσαντα. Πιθανὴ ἀπολογία οὐκ ἐμπίπτει· οὐ πιθανὸν γὰρ στρέψαι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· εὔηθες γὰρ τὸ λέγειν, ἀλλ’ εἰ συνεγνώκειν τῇ προδοσίᾳ, οὐκ ἐσιώπων. ΟΙ ΕΠΙΛΟΓΟΙ ΛΟΙΠΟΝ. Ἀλλ’ εἴθε πρὸ τῆς τῶν παίδων τελευτῆς ὁ δαίμων ἐκτός με τῶν ἀνθρωπίνων καταστήσας ἐτύγχανε· διόλου γὰρ παθητικοὶ τυγχάνουσιν οἱ ἐπίλογοι· εἴθε πρὸ τῶν παίδων με, πλούσιε, διεχειρίσω τῷ ξίφει· τοσαύτην γὰρ καὶ τηλικαύτην συμφορὰν τῶν παίδων ἐκέρδαινον· εἴθε πρὶν ἰδεῖν νεκρῶν πολυάνδριον κατ’ ἐμοῦ τὴν καιρίαν ἐπήνεγκες· νῦν δ’ ἀνήκεστον ἐμηχανήσω μοι συμφορὰν, ἐμὲ μὲν ἐκ πολύπαιδος ἄπαιδα, τὴν δὲ πόλιν φάλαγγος ἀφελόμενος· ὠνειροπόλουν νικηφόρους ἐπανιόντας κοσμήσειν λαφύροις τὴν ἑστίαν, τροπαίοις δὲ τὴν πόλιν, μετέστησέ μοι τὰς ἐλπίδας εἰς τοὐναντίον ὁ πλούσιος.
8.41 ἐδεξάμην οἴμοι τοὺς στρατιώτας νεκροὺς, τοὺς ὁπλίτας ἀνῃρημένους, οὐ τραυματίας ἐκ πολεμίας αἰχμῆς, ἵν’ ἀριστεία μοι τοῦ πάθους ᾖ παραμύθιον, φέροντας τῆς ἀνδρείας γνωρίσματα· ἀλλ’ ἐπιβουλῆς εἶδον τεκμήρια, βασάνων σύμβολα, κολαστηρίων σημεῖα, κακούργων δυστυχῆ πάθη, καὶ συμφορὰς, καὶ ζῶντας ἀθλίους, καὶ νεκροὺς δυστυχεῖς· οὐ γὰρ νόμῳ κατακριθέντες ἑάλωσαν· καταγνόντων τὴν κόλασιν, οὐ γὰρ ἂν οὕτως αὐτὸς ὠδυρόμην· ἀλλ’ ὡς μὲν γεννήσας ἐδάκρυον, ὡς δὲ καταγνωσθέντων ἐκαρτέρουν τὸν θάνατον. ἐφ’ ὑμῶν, ὦ δικασταὶ, νῦν αὐθαίρετον ὑποστήσομαι θάνατον· οὐ γὰρ ἀσφαλὴς ὁ πρὸς πλούσιον πόλεμος, οὐδὲ ἀκίνδυνον μείζονι κατὰ περιουσίαν προσκρούειν· ἀλλ’ ἀνάγκη δουλεύειν στρεβλούμενον, καὶ τῶν νόμων κρείττονας ὑπολαμβάνειν· οἷος ὁ πλούσιος· καὶ γὰρ ἂν δούλοις χρήσασθαι βούλωνται, τῶν ἀργυρωνήτων οἱ πένητες οὐδὲν διοίσομεν οἱ ἐλεύθεροι· ἀλλ’ ἐπὶ τούτοις ἡ πόλις ἔσται· καὶ πάντων ὁ δῆμος ἄκυρος· οὐ τοσούτους τῶν πολεμίων ἄγει αἰχμαλώτους, ὅσους τῶν πολιτῶν ἀπώλεσεν· οὐ φέρω τὸν ἀλάστορα τῶν παίδων ὁρᾷν, οὐδὲ ὑπομένω θεωρεῖν τὸν δήμιον τῶν παίδων γενόμενον· ἂν στρεβλουμένους τοὺς παῖδας λογίσωμαι, θεωρῶ τὴν κατασκευὴν ὅλην τοῦ δράματος· ὦ γῆρας ἄθλιον, ὦ γηροκόμων ἀπεστερημένον, ὦ πατέρων ἐγὼ δυστυχέστατος, ὅσων ἐξαίφνης παίδων ἀφῄρημαι· οὐδὲν ἀκίνδυνον ἄρα τυγχάνει διὰ τὸν πλούσιον· οὐ παῖδες τῆς οἰκίας ὑπερασπίζοντες.
8.42 οὐκ ἀπραγμοσύνῃ καὶ σιωπῇ, ἀλλ’ οἱ μὲν οὐκ ἔτ’ εἰσίν, ἐγὼ δ’ ἐπὶ ταύτην φεύγω γραφήν· δοκῶ δέ μοι καὶ τὰς τῶν τε τελευτηκότων παρεῖναι ψυχὰς ἀποιμωζούσας τὸ πάθος, καὶ τὴν ἄδικον καὶ πρὸ μοίρας φθορὰν ἐπιμαρτύρεσθαι, τιμωροὺς ἐπικαλουμένους δαίμονας, οἳ τοῖς οὐχ ὁσίως ἀνῃρημένοις ἀμύνειν λέγονται· φρίττω μεταξὺ τῶν λόγων τὴν ἀνθρωπίνην ἐννοῶν φύσιν, τὴν ὠμότητα λογιζόμενος, ἅπερ οὐκ ἐάσει καθ’ ὑμῶν ἰσχῦσαι ψῆφος ὑμετέρα φιλάνθρωπος. Εὔβουλος ἐγράψατο Ἀρίσταρχον ἐπὶ τῷ Νικόδημον πεφονευκέναι· πρὸ τῆς δίκης ἔφυγεν Ἀρίσταρχος, καὶ κρίνεται Δημοσθένης συνειδότος. Βαρὺ κατὰ Δημοσθένους τὸ ἔγκλημα· οὐ γὰρ Δημοσθένους πολιτείας ἄξιον τὸ φόνῳ συγγινώσκειν καὶ κρίνεσθαι, καὶ ἀγῶνος δὲ ὁ λόγος μετέσχηκε· δεῖ γὰρ ἐνθυμηματικῶς ἀποδεικνύειν, ὡς οὐκ εἴ τις φίλος, οὗτος συγγινώσκει καὶ φόνῳ· δεῖ οὖν πρῶτον κατασκευάσαι μέχρι τοῦ χρώματος πᾶσι τοῖς τοῦ στοχασμοῦ κεφαλαίοις· ὅτι Ἀρίσταρχος οὐ πεφόνευκεν· εἶθ’ οὕτως ἀπὸ τοῦ χρώματος μεταβῆναι ἐπὶ τὸ δεῖξαι, ὅτι οὐδὲ Δημοσθένης συνεγίνωσκε. Παραπλήσιος δὲ τυγχάνει κατὰ τὴν ἐργασίαν ὁ προκατασκευαζόμενος στοχασμὸς τοῖς ἐμπίπτουσι στοχασμοῖς· διαφέρει δὲ τούτῳ, ὅτι ἐν μὲν τῷ ἐμπίπτοντι πρῶτον ἔχει τὸ ἔγκλημα, ὅ ἐστιν προηγούμενον, δεύτερον δὲ τὸ ζήτημα, ὅ ἐστιν χρῶμα· ζητεῖται εἰ καὶ τὸν πένητα ὁ πλούσιος ἀνῄρηκεν, οὐκ ἀπαιτῶν τιμωρίαν τοῦ φόνου· οὕτω γὰρ οὐκ ἐγκαλεῖ τὸν φόνον, ἀλλὰ ζητεῖ, ἵνα ὁ φόνος ἀπόδειξις γένηται τοῦ προτέρου ἐγκλήματος· ἄλλο δὲ ζήτημα καὶ ἄλλο ἔγκλημα.
8.43 ζήτημα γάρ ἐστιν, ὃ ζητεῖ μόνον, καὶ ἀποδείκνυσι τιμωρίαν οὐκ ἀπαιτῶν· ἔγκλημα δὲ, ὅταν καὶ τιμωρίαν ἀπαιτεῖ τοῦ γενομένου ἀδικήματος· ὁ δὲ προκατασκευαζόμενος πρῶτον μὲν ἔχει καὶ προηγούμενον τὸ ζήτημα· δεύτερον δὲ τὰ ἐγκλήματα, ὅπερ ἐν τῷ ἐμπίπτοντι ἀναστρέφει· πρῶτον γὰρ τυγχάνει τὸ ἔγκλημα καὶ προηγούμενον· διαιρεθήσονται οὖν μετὰ τὰς προκαταρκτικὰς ἐννοίας, τοῦτον τὸν τρόπον, καταστάσει· ἐπειδὴ γὰρ γενόμενος καθ’ ἡμῶν καὶ μετασχὼν τροφῶν, καὶ τῶν μυστηρίων ἀξιωθεὶς ἐδεόμην καὶ τῆς παρ’ ὑμῶν ἀρίστης παιδεύσεως, ἐζήτουν κατ’ ἐμαυτὸν, ὅς τις παρ’ ὑμῶν καὶ ἤθεσι καὶ λόγοις καὶ τὸν ἄριστόν με λόγον παιδεύσειεν· οὕτω περὶ πολλοῦ μὲν ἐξ ἀρχῆς ἐποιούμην τὸν Πλάτωνα, περὶ πολλοῦ δὲ τὸν Ἰσαῖον, καὶ τοὺς παρ’ ὑμῖν ἅπαντας ἐπ’ ἀρετῇ δόξαν ἀείμνηστον ἔχοντας· καὶ παρὰ μὲν τῶν ἐπιζητῶν δόγματα καὶ δικαιοσύνην καὶ τῆς ἄλλης ἀρετῆς σύμβολα· παρὰ δὲ τῶν λόγους καὶ τὴν ἐν τούτοις ἄσκησιν· εἶτα ἐπὶ τούτοις ἐντυχὼν τοῖς νόμοις τοῦ Σόλωνος καὶ τοῦ Δράκοντος νομοθέτου, θαυμάσας, ὅτι φιλάνθρωπον οὐδὲν ἐν τοῖς νόμοις κατὰ τῶν ἀνδροφόνων ἔγραψαν, ἠβουλήθην αὐτοῖς ἔργοις ἐπιδεῖξαι τῇ πόλει τὴν παίδευσιν· καὶ καταλαβὼν τὴν ἐκκλησίαν μετὰ τοῦ βήματος μετὰ νόμων ἐπολιτευόμην τοῦ Σόλωνος, σύμφορα τοῦ Δράκοντος νομοθετῶν ἐνθυμήμασιν· τοῖς παρ’ ἡμῖν ἐψηφισμένοις ἀκολουθῶν, νόμων πιστότερον τὴν τοῦ δήμου κρίνων προαίρεσιν· ἐντεῦθεν οἱ μὲν νέοι δι’ ἔρωτος τὴν ἐμὴν πολιτείαν ἐλάμβανον, καὶ ἀνθ’ ἑρμαίου τινὸς τὴν ἐμὴν συντυχίαν ἐσπούδαζον, ὀνειροπολοῦντες τὴν μίμησιν, πρὸ τῶν ὀφθαλμῶν τὴν ὠφέλειαν τιθέμενοι· οἱ δὲ τῷ χρόνῳ τὴν πολιτείαν φθάσαντες τὴν ἐμὴν ἐστενοχωροῦντο τῷ φόνῳ βασκαίνοντες, τὰς δημηγορίας διασύροντες τὰς ἐμὰς, τὰς πράξεις μεμφόμενοι, συντόμως εἰπεῖν ἐπὶ τοῖς λόγοις ἀρχόμενοι· τοιγαροῦν Ἀριστάρχου ζηλωτοῦ τῆς ἐμῆς πολιτείας ὑπάρξαντος, καὶ τῇ συντυχίᾳ τὴν ἐπιθυμίαν ἐκτείναντος, ἐπετήρουν τὸ μειράκιον ἅπαντες, ἐσκόπουν, ὅτῳ τρόπῳ τὴν καθ’ ἡμῶν ἐπιβουλὴν ἐκπεράνοιεν, καὶ τὴν Νικοδήμου φιλίαν πόθεν συσκευάσαντες ἕνα λοιπὸν εἶχον σκοπὸν, ὅπως ἐμὲ διαφθείροιεν· νῦν ἀνελεῖν Δημοσθένην καιρὸς, νῦν τὴν πολιτείαν ἀπώσασθαι, νῦν πληρῶσαι τὰ κατὰ τοῦ ῥήτορος δράματα, ἐκ ταύτης τῆς φιλίας Δημοσθένης ἁλώσεται, ἐκ ταύτης πληρῶσαι τὴν ἡμετέραν προαίρεσιν· τοῦτον νῦν Νικόδημος παρασκευάσει κατὰ Δημοσθένους τὸν φόνον· πληρώσει τὴν σκευὴν τὸ μειράκιον· ἂν τοῦτον ἀφανῆ καταστήσωμεν, συλληψώμεθα καὶ Δημοσθένην τῇ κρίσει, καὶ τὰ τοιαῦτα· εἶτα τοιαῦτα καὶ τοσαῦτα πρὸς αὐτὸν λογισάμενοι, καὶ ταύτην τὴν ἔχθραν ταῖς ἐλπίσιν αὐξήσαντες, καιρὸν ἐπετήρουν πρὸς τοιαύτην βουλὴν ἐπιτήδειον, καὶ διατριβὴν μαθόντες τῶν μειρακίων ἐν Πειραιεῖ, καὶ συμποσίου παρασκευὴν, ἀφαρπάζουσι μὲν τὸ μειράκιον, γράφονται δὲ τὸν Ἀρίσταρχον, καὶ φόνου συντιθέντες ἔγκλημα ἀπειλαῖς ὁμοῦ καὶ λοιδορίαις ἐθορύβουν Ἀρίσταρχον, ἕλκοντες, δεδιττόμενοι· πολλάκις ἐκδειματοῦντες τοῖς σχήμασι· πῆ μὲν τοῖς δικασταῖς διανεύοντες, πῆ δὲ τὴν ἡμετέραν γνῶσιν ταῖς ἀπειλαῖς προλαμβάνοντες· καὶ τὰ τοιαῦτα ἐρεῖς κατασκευαστικὰ ὄντα τοῦ χρώματος Ἀριστάρχου, ὅτι φοβηθεὶς ἔφυγεν· εἶτα ἐπάγει ταύτην Ἀρίσταρχος τὴν παρασκευὴν συσκεψάμενος, καὶ τὸν τρόπον ἐπιγνοὺς τοῖς ἐγχειρήμασι φεύγει πρὸ τῆς ψήφου τὸ δικαστήριον· καὶ τὴν ἀπολογίαν ἀφεὶς φυγῇ τὴν σωτηρίαν ἀσπάζεται· καὶ τὸ πλέον ὑπείξας τῷ φόβῳ ἀφίησι καθ’ ἑαυτοῦ τὴν ὑποψίαν ἀκέραιον· τοῦτον, ὦ ἄνδρες, τὸν τρόπον ἀφέντες τὸ δικαστήριον ταυτηνὶ τὴν καλὴν οἱ χρηστοὶ κατήγοροι καθ’ ἡμῶν εὗρον ὑπόθεσιν· καὶ τοῦ συνειδέναι γραψάμενοι χειρώσασθαί με συκοφαντίᾳ προῄρηνται· εἶτα τούτοις ἔπαγε τὰ κινοῦντα τούτοις κρότον ἁπλᾶ καὶ θεατρικὰ νοήματα.
8.45 Δημοσθένης Ἀριστάρχῳ τοῦ φόνου συνέγνωκεν· ὁ προπαιδευθεὶς τοῖς νόμοις τοῦ Σόλωνος, ὁ τὴν τούτων τιμωρίαν περὶ τῶν νόμων μαθὼν, ὁ σαφῶς εἰδὼς, οἷα Δράκων κατὰ τῶν τοιούτων διώρισε, καὶ τὰ τοιαῦτα. μετὰ τὴν κατάστασιν θήσεις τὸ παραγραφικὸν προηγουμένως· ὁ γὰρ ἕτερον μέρος μελετῶν θήσει αὐτὸ ἐξ ἀντιθέσεως· οἷον ἀλλ’ οὐκ ὀφείλω, φησὶν, κρίνεσθαι, μηδὲν μηδενὸς Ἀρίσταρχον ἐλέγξαντος, καὶ λύσεις κατ’ ἀκολουθίαν· ὅτι καὶ ἐλεγχθέντος καὶ μὴ τὸ συνειδέναι δύνασαι κατ’ αὐτὸ κρίνεσθαι, καὶ τὰ τοιαῦτα· ἐρεῖς οὖν τὰ παραγραφικὰ προηγουμένως· οἷον καί τοι ποῦ· οὐκ ἄτοπον μηδενὸς ἑλόντος Ἀρίσταρχον, ἐμὲ κρίνεσθαι καὶ συκοφαντεῖσθαι τανῦν, Ἀριστάρχου μηδέ πω πεφωραμένου φονεύσαντος· εἰ μὲν γὰρ, τοὺς συνειδότας ἀνερεύνα τῷ φόνῳ· εἰ δὲ μήπω τὴν κρίσιν ἐπλήρωσεν, ἀνθ’ ὅτου τοὺς συνεγνωκότας ἐπιζητεῖς, ἀγνοῶν ἔτι σαφῶς, εἰ τοῦτον ὑπάρχει τὸν τρόπον ἀνδροφόνος Ἀρίσταρχος. ἐλέγχει μὲν γάρ τις πρῶτον τοὺς ἁμαρτήσαντας, ἐπιζητεῖ δὲ μετὰ τὴν κρίσιν τοὺς συνειδότας τοῖς πλημμελήσασιν· ἀδήλων δὲ τῶν πρώτων ἔτι φυλαττομένων, τῇ κρίσει παραβαίνειν τὴν τάξιν οὐκ εὔλογον. εἶτ’ ἐπὶ τούτοις παραδειγματικῶς ἐπιχείρησον καὶ ἐπιφωνηματικῶς· οἷον εἰ τυμβωρυχοίη τις, εἶτ’ ἄδηλος ὁ πράξας τυγχάνει, μὴ οἷόν τέ τινα συνειδότος κρίνεσθαι, μὴ γινωσκομένου τοῦ πράξαντος· καὶ τὰ τοιαῦτα παραδείγματα.
8.46 εἶτα ἁπλᾶ ἐπιφώνησον· ἔλεγξον πρῶτον Ἀρίσταρχον, καὶ τὴν κατ’ ἐμοῦ κρίσιν κατέπειξον. πρῶτόν μοι τὴν κατ’ ἐκείνου ψῆφον ἐπίδειξον· καὶ γίνομαί σοι πρὸς τὴν κρίσιν ὑπεύθυνος, καὶ ὅσα τοιαῦτα. μετὰ τὸ παραγραφικὸν ἔρχῃ ἐπὶ τὸ προκατασκευάζειν λοιπὸν, ὅτι Ἀρίσταρχος οὐκ ἐφόνευσεν· οἷον ἐλέγχων ἀπαιτήσει, τίς ἐλέγχει τὸν Ἀρίσταρχον, ὅτι πεφόνευκεν; τίς ἔλεγχος ἕστηκε, δοῦλος ἢ ἐλεύθερος; καί τοι προσῆκόν ἐστιν ἐλέγχους ἐν ἅπασιν ὑπάρχειν τοῖς δικαστηρίοις, κἂν μικρὸν ὑπάρχῃ, κἂν εὐτελὲς τὸ κατηγόρημα· ἂν δὲ τῶν δικαστηρίων ἀνέλῃς τὸν ἔλεγχον, ἀπέραντα ἔσται τοῦτον τὸν τρόπον τὰ κατηγορήματα. μᾶλλον δὲ πάντες ἁπλῶς ἔσονται ὑπεύθυνοι, χωρὶς μαρτύρων κρινόμενοι· ἔπειτα φόνου κατηγορῶν τις πῶς οἷός τέ ἐστιν χωρὶς μαρτύρων ταύτας καὶ τὰς παραπλησίας κρίσεις ἀποπληροῦν; πῶς δ’ ἂν τῷ γραψαμένῳ πιστεύσειαν οἱ δικάζοντες αὐτόπται μὴ δυνάμενοι γενέσθαι τοῦ πράγματος; καὶ ὅσα τοιαῦτα. φανερὰ δέ ἐστιν ἐκ τῶν ἄλλων στοχασμῶν ἡ τοῦ κεφαλαίου τούτου κατασκευή. εἶτα ἡ βούλησις Ἀριστάρχου, τουτέστι τοῦ πρώτου στοχασμοῦ· οὐδ’ Ἀρίσταρχος ἠβουλήθη ἀνελεῖν, πρῶτον μὲν ἐναγὴς γενέσθαι σαφῶς παραιτούμενος, ἔπειτα τὰς κρίσεις, τὰς τιμωρίας, τοὺς νόμους τοῦ Σόλωνός τε καὶ Δράκοντος, οὐκ ἂν ἐπὶ ταύτην ἦλθεν ἂν τὴν ἐγχείρησιν· πρὸς δὲ τούτοις οὐδὲν λυπηθεὶς οὐκ ἂν ἐπεχείρησε φόνον ἐργάσασθαι, τὴν δημοκρατίαν εἰδὼς πάντων μᾶλλον παραιτουμένην τοὺς φόνους, καὶ ὁρῶν, ὅτι εἰσὶν ἐν τοῖς τοιούτοις ἅπαντες ἀπαραίτητοι, καὶ τὰ τοιαῦτα.
8.47 εἶτα ἡ δύναμις. ἀλλ’ οὐκ ἂν ἠδυνήθην ἀνελεῖν παρόντων καὶ συνεστιωμένων, πρὸς τούτοις ἐν Πειραιεῖ, τῷ κοινῷ Ἑλλάδος ἐμπορίῳ πολυανθρώπῳ τυγχάνοντι· εἶτα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. ἀλλ’ ἔφυγε, φησὶν, ἑαυτοῦ καταγνοὺς ὁ Ἀρίσταρχος· λύσεις τῷ χρώματι· ὅτι νέος ὢν καὶ πραγμάτων ἄπειρος, φοβηθεὶς ἀνεχώρησε, καὶ τὰς γινομένας ἐν τῇ πόλει συστάσεις εὐλαβούμενος ἐξέκλινε τὴν ἐπιβουλήν· ἐκτενεῖς δὲ αὐτὰ πλατύνων τὰ νοήματα, τῷ ἕκαστον ἀναπτύσσειν ἐπιχειρήματα· ὁτὲ μὲν κατ’ εὐθεῖαν, ὁτὲ δὲ ἐκ τοῦ ἐναντίου· εὑρήσεις δὲ κατὰ πολλοὺς τρόπους ἐκτεῖναι τὸ προκείμενον, ὅτι ὁ φόβος καὶ τῶν προσηκόντων οἶδεν ἐκκρούειν. δῆλον γὰρ ὡς ἐνθυμηθεὶς ὡς ἐπιβουλαὶ καὶ συνεδρίαι καὶ φωνῆς ὑποκρίσεις τῶν κατηγόρων, καὶ τὰ ἄλλα τὰ παρ’ αὐτῶν γενόμενα παρακρούεται τοὺς δικάζοντας, καὶ ὡς ἐντεῦθεν ἀναρπασθήσεσθαι, ἔφυγε καταπλαγείς. γνωστέον δὲ, ὅτι ἐν ταῖς τοιαύταις ὕλαις τῶν στοχασμῶν οὐκ ἐμπίπτει πιθανὴ ἀπολογία· οὐ γὰρ ἀντιστρέψαι δυνατὸν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὡς εἶπον καὶ ἀλλαχοῦ· μωρὸν γάρ ἐστι λέγειν, εἰ πεφόνευκεν, οὐ πέφευγεν ὁ Ἀρίσταρχος, τὸ δὲ λέγειν, οὐκ εἴ τις φεύγει ἑαυτῷ σύνοιδεν, πιθανὴ μὲν ἀπολογία οὐκ ἔστιν· ἐπιχειρήματα δὲ τῆς πιθανῆς ἀπολογίας καθάπερ τόπον τηροῦντα, καὶ κατασκευαστικὰ τυγχάνοντα τοῦ χρώματας· οἷον πέφευγε διὰ τὸν φόβον, καὶ ὅτι τοῦτο ἀληθὲς, ἐκεῖθεν δῆλον· οὐ γὰρ εἴ τις φεύγει ἑαυτῷ σύνοιδε· διὸ παρατηρεῖν δεῖ, τί μὲν ἀντιστρέφει κυρίως τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τί μή· μετὰ ταῦτα ἀνέρχῃ ἐπὶ τὸν Δημοσθένους στοχασμὸν, ὅτι συνέστηκεν· ἀλλ’ ἔστω, δεδόσθω ἀνῃρῆσθαι παρὰ τοῦ Ἀριστάρχου Νικόδημον· τίς με ἐλέγχει; οἶδε πρὸς ταύτην τὴν σκέψιν τὸν Δημοσθένην ὁρμήσαντα παῖς συμπαρὼν, ἑταῖρος, φίλος, συγκοινωνήσας τοῦ σκέμματος· ἀλλ’ αὐτὸς Ἀρίσταρχος συνεγνωκέναι με κατήγγειλε· καὶ μὴν οὐ προσῆκον φθόνῳ τὰς κατηγορίας συνίστασθαι μηδὲ βασκανίᾳ καθιστᾷν τινα περὶ τῶν ὅλων εἰς κίνδυνον, ἀλλ’ ἐλέγχοις ὑποδεικνύειν τὸ ἔγκλημα, καὶ μαρτυρίᾳ πιστῇ διελέγχειν τὰ δράματα· ἐκοινώνησε Δημοσθένης τοῦ σκέμματος· ἀναπολόγητον νῶτον μετὰ τὴν μαρτυρίαν ἀπέκτεινε· συνέγνωκεν Ἀρίσταρχος βουλευσαμένῳ τὸν φόνον· πίστωσαι ταύτην ἐλέγχων τὴν κοινωνίαν γραφόμενος· ἕως δὲ ἀποσυλᾷς τῆς γραφῆς τὴν ἀπόδειξιν, καὶ τὸν ἔλεγχον οὐ προστιθῇς κατηγορῶν, συκοφαντῶν Δημοσθένην, ἑάλωκας σοφιζόμενος τὴν γραφήν.
8.48 οὐ γὰρ δυνατὸν τοὺς δικάζοντας μὴ πανταχοῦ τοὺς ἐλέγχους ἐπιζητεῖν. εἶτα βουλήσει Δημοσθένους· οὐ γάρ ἐστιν εἰπεῖν, ὡς ἐπὶ ταύτην ἄσμενος ἐγὼ τὴν κοινωνίαν ἐλήλυθα· οὐδὲ συσκέψασθαι τοῦτον Ἀριστάρχῳ τὸν φόνον ὑπέμεινα· κρίνων αὐτὸς τοὺς συνειδότας ἐπὶ τοῦ βήματος, αὐτὸς τοὺς κοινωνοὺς μετὰ τῶν ἁμαρτημάτων γράφεσθαι προδοσίας εἰπὼν παραπρεσβείας, ἱεροσυλίας καὶ κλοπῆς· εἶτα αὐτὸς ἑτέρους τοῦ συνειδέναι γραφόμενος, οἷς ἐγκαλῶ περιπίπτειν ὑπέμεινα· μηδὲν ὑπὸ Νικοδήμου λυπούμενος, μηδὲν ἄδικον ὑπὸ τοῦ μειρακίου παθὼν, τοὺς νόμους εἰδὼς, αὐτὸς ἑτέροις τὴν κατὰ τῶν τοιούτων κόλασιν ἐξηγούμενος· καὶ τὰ τοιαῦτα. εἶτα ἐκ τοῦ προσώπου λάβε Ἀριστάρχου τῆς βουλήσεως ἐπιχείρημα· ὅτι οὐδ’ ἂν αὐτὸ τὸ μειράκιον ἀνακοινώσασθαι ἠνέσχετο, εἰδὼς, ὅτι οὐκ ἂν συνεχώρησα.
8.49 φύσει δὲ φεύγουσι τὸ γινώσκειν τι τοιοῦτον τοὺς διδασκάλους οἱ νέοι διὰ τὸ μὴ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν διδασκάλων ἐλέγχεσθαι· καὶ τοὺς πρεσβυτέρους εἰώθασιν ἀποκρύπτεσθαι οἱ πάντες ἀκροώμενοι, διὰ τὸ μήτε συνεργεῖν καὶ ὡς οἷόν τε μάλιστα ἀποτρέπειν αὐτοὺς τῶν τοιούτων πράξεων· ἡ δύναμις ἐπὶ τούτου μέρους ἐκλείπει· οὐ γὰρ δυνατὸν εἰπεῖν, ὅτι οὐκ ἂν ἠδυνήθη συγγνῶναι· θήσεις οὖν ἑξῆς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀλλὰ φίλος ἦσθα, φησὶν, Ἀριστάρχῳ, καὶ εἰκός σε συνεγνωκέναι τὸν φόνον· ταῦτα οὐκ ἔστιν ἀπ’ ἀρχῆς ἄχρι τέλους· οὐ γὰρ ἔχει τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τὸν χαρακτῆρα· ἀλλὰ ποιότης ἔστιν ἡ φιλία, ὅπερ οὐκ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀλλὰ μέρος ἐστὶ τῆς βουλήσεως· εἰκός σε φίλον ὄντα συνεγκωκέναι· διὸ καὶ ποιότης· καθόλου οὐχ οἷόν τε δίδοσθαι χρώματα· ἔργων γὰρ καὶ παθῶν καὶ λόγων, ὧν ἕτεροι πεποιήκασιν ἄντικρυς εἰς ἡμᾶς ἀναφερομένων δίδοσθαι τὰ χρώματα, μεμαθήκαμεν· διὸ καὶ λύσις ἐστὶν ἐπιχειρηματικὴ, ἀλλ’ οὐ τὰς ἀφορμὰς ἀπὸ χρώματος ἔχουσα· ἐρεῖ οὖν οὐκ εἴ τις φίλος, οὗτος καὶ τῶν ἀποῤῥήτων κοινωνεῖ· καὶ διὰ τὴν φιλίαν ἅπαντα φέρειν δεῖν ἐς μέσον οἴεται· εἶθ’ ὅτι καὶ οἱ ἄλλοι πολλοὶ φίλοι Ἀριστάρχου· ἀλλ’ οὐ διὰ τοῦτο ὡς κοινωνοὶ τῶν ἁμαρτημάτων εὐθύνονται· πρὸς δὲ τούτοις οἰκειοτέρα μᾶλλον Δημοσθένους ἡ Ἀριστάρχου μήτηρ· ἀλλ’ οὐ διὰ τοῦτό τις τῆς μητρὸς ὡς συνειδυίας κατηγορεῖ· μετὰ ταῦτα τοὺς ἐπιλόγους θήσομεν, πιθανῆς γὰρ ἀπολογίας, ὡς προλαβόντες εἰρήκαμεν, οὐκ ἐμπιπτούσης διὰ τὴν ὕλην, ὥσπερ οὐδὲ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἀλλὰ λύσαντες τὴν ἀπὸ ποιότητος ἀντίθεσιν ἐπὶ τοὺς ἐπιλόγους ἥξομεν· ἔχουσι δὲ οἱ ἐπίλογοι καὶ πομπείαν τῆς πολιτείας τῆς Δημοσθένους, καὶ φιλοτιμίαν πολλὴν καὶ καταδρομὴν τῶν συκοφαντῶν καὶ ποικιλίαν διάφορον· οἷον ἀλλὰ μέχρι τινὸς συκοφάντου τανῦν ἐκτείνω τοὺς λόγους· Φιλίππου σαφῶς ὄντος ἐπικειμένου τοῖς Ἕλλησι τῶν κοινῶν ζητήσων τὰ Δημοσθένους σαφῶς πολιτεύματα, Θηβαίων, Φωκέων, Ὀλυνθίων, Θρᾴκης, καὶ κατὰ μέρος ἐπεξελθὼν τοῖς τοιούτοις ἔπαγε· ἀλλὰ τί ταῦτα διαπραξόμεθα; πῶς ἐπίδω καὶ κατὰ τῶν συκοφαντῶν καὶ κατὰ τοῦ Φιλίππου καλῶς ἐμαυτὸν, τοῖς μὲν συνήθεσιν ἐγὼ πολιτεύμασι χρήσομαι· πέμψω δὲ τοὺς ἀναζητοῦντας Ἀρίσταρχον, τοὺς ἀνερευνήσοντας ἅπαντας, τοὺς διδάξαντας τῶν κατηγόρων τὰ δράματα· φάνηθί μοι νῦν ἐπὶ τοῦ βήματος, Ἀρίσταρχε, κοινῇ τὴν ἐπιβουλὴν ἐλέγξωμεν, δεῦρο τοὺς φονεύσαντας μετὰ τὴν ἀπολογίαν ζητήσωμεν, δεῦρο τελευταίαν ταύτην χάριν τῷ κειμένῳ παράσχωμεν· τάχα που ἐπὶ σοὶ κἀκεῖνος ἀγανακτεῖ· δυσχεραίνει κἀκεῖνος φίλον ὁρῶν οὕτω διαβαλλόμενον· ἀγανακτεῖ πάντως, εἴ τις ἐστὶν αἴσθησις τὴν συσκευὴν ταύτην θεώμενος, καλέσει μοί τις τὴν Ἀριστάρχου μητέρα· νῦν ἐπὶ τοῦ βήματος ἐλθὲ, γύναι, τῷ δήμῳ τὸν παῖδα καλέσασα ἐπάγγειλαι· ἔγνω τὴν ἐπιβουλὴν τὸ δικαστήριον· οὐ παραχθήσεται βασκάνων ῥητόρων δεινότητι· οὐ παρασκευή τις ἑτέρα νικήσει τὸ δικαστήριον· ἀλλὰ σὺ μὲν, Ἀρίσταρχε, παρὼν, αἱρήσεις, ὡς πέπεισμαι, τὸν γραψάμενον· ἐγὼ δὲ ὑπὲρ τῶν Ἑλλήνων ἁπάντων σωτηρίας τὸν Φίλιππον.
8.50 ΕΜΠΙΠΤΩΝ ΣΤΟΧΑΣΜΟΣ. Πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικά· ὁ πένης ἀναχωρῶν ἀπὸ δείπνου ἐτρώθη, μέλλων τελευτᾷν ἔφη τὸν τρώσαντα κεκαυκέναι δαλῷ κατὰ πρόσωπον· κατὰ τὴν αὐτὴν νύκτα καὶ ἡ τοῦ πλουσίου κέκαυται οἰκία· καὶ εὕρηται ὁ πλούσιος κεκαυμένος τὸ πρόσωπον· καὶ κρίνεται φόνου ὑπὲρ τοῦ πένητος.
8.51.(1a) Τοῦ ἐμπίπτοντος στοχασμοῦ διπλοῦ τυγχάνοντος, τὸ μέν τοι μέρος αὐτοῦ ἐστιν ἔγκλημα, τὸ δὲ ζήτημα· ἐγκαλεῖται μὲν γὰρ ὁ φόνος, ζητεῖται δὲ, εἰ ὁ πλούσιος τὴν οἰκίαν ἐπυρπόλησε· καὶ καθόλου τοῦτ’ ἐστιν ἐν τοῖς ἐμπίπτουσι τὸ θεώρημα· οἷον, ἐν συμποσίῳ πλούσιος ὤμοσε τυραννήσειν· πένης ἐχθρὸς ὤμοσε τυραννοκτονήσειν· εὑρέθη ὁ πένης μετὰ τὸ δεῖπνον νεκρὸς ἀσκύλευτος· καὶ κρίνεται ὁ πλούσιος τυραννίδος ἐπιθέσεως· ἔγκλημα μὲν ἡ τυραννίς· ζήτημα δὲ ἐνταῦθα ὁ φόνος· ζήτημα δὲ λέγεται τὸ ζητούμενον καὶ κατασκευαζόμενον μόνον, οὐ μὴν ἔχον τιμωρίαν· ζητεῖται μόνον, εἰ ὁ πλούσιος ἀνεῖλε τὸν πένητα, καὶ ἐπὶ τούτου· ἐγκαλούμενος στρατηγὸς προδοσίας ἐδέδετο κατὰ νόμον παρὰ τῷ συστρατήγῳ, ἕως ἂν εἴπῃ τοὺς συνειδότας· ἀνεῖλεν αὐτὸν ὁ συστράτηγος ὡς μοιχὸν, καὶ κρίνεται ὁ στρατηγὸς ὡς συνειδὼς τῇ προδοσίᾳ· καὶ γὰρ ἐνταῦθα ἔγκλημα μὲν τὸ συνειδέναι, ζήτημα δὲ ὁ φόνος· διὸ καὶ χρῶμά ἐστι τὸ ζητούμενον ἐγκλήματος ὁ ἐμπίπτων στοχασμὸς ὅλος· λέγοντος γὰρ τοῦ κατηγόρου τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὅτι ἀλλ’ ἔφησεν ὁ πένης κεκαυκέναι δαλῷ κατὰ τρόπον τοῦ τρώσαντος, καὶ σὺ τὰ σημεῖα φέρεις ἐπὶ τοῦ προσώπου τῆς καύσεως, ὁ πλούσιος λύει τῷ χρώματι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, φάσκων ἐκ τοῦ κεκαῦσθαι τὴν οἰκίαν πεποιθέναι τὸ πρόσωπον· καὶ ἀντιτιθέντος τὸ ζήτημα τοῦ κατηγόρου τῷ χρώματι, καὶ φάσκοντος ἐπίτηδες αὐτὸν κεκαυκέναι τὴν οἰκίαν, ἵνα διαδράσῃ τὸ ἔγκλημα, ἀνατρέχει ἐπὶ τὴν ἀρχὴν τῶν κεφαλαίων ὁ πλούσιος, καὶ χρῆται τῇ τῶν ἐλέγχων ἀπαιτήσει τοῦτον τὸν τρόπον· καὶ τίς μου καταμαρτυρεῖ, ὅτι τὴν οἰκίαν ἐγὼ πυρὶ κατηνάλωσα; εἶθ’ οὕτως ἔρχεται ἐπὶ τὴν βούλησιν, καὶ παραλείψας τὴν δύναμιν, ἐπειδὴ ἐκλιμπάνει· δῆλον γὰρ, ὅτι ἔνδον ὢν καὶ δεσπότης τυγχάνων καῦσαι τὴν οἰκίαν δυνατὸς ἦν· ἔρχεται ἐπὶ τοῦ λόγου ἀπ’ ἀρχῆς ἄχρι τέλους, τοῦ δευτέρου οὐκ ἐμπίπτει, κατὰ τὸ δεύτερον μέρος· πλὴν εἰ μὴ ἡ ὕλη ἐκ τῶν παρειμένων δῷ τινα ἀντὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀντίθεσιν, ὡς ἐπὶ τοῦ στρατηγοῦ τοῦ ἀνελόντος τὸν συστράτηγον ὡς μοιχὸν καὶ κρινομένου συνειδότος· μετὰ γὰρ τὴν βούλησιν καὶ δύναμιν ἐκ τῶν παρειμένων ἀπ’ ἀρχῆς ἄχρι τέλους πίπτει ἀντίθεσις, ὅτι ἔδει αὐτὸν ὡς μοιχὸν καταμηνῦσαι τῷ δήμῳ· διέλωμεν δὲ τὸ προκείμενον πλᾶσμα σαφέστερον προοιμίοις ἀπὸ βαρύτητος· ὅτι οὐκ ἤρκεσε τοσαύτῃ καὶ τοιαύτῃ συμφορᾷ κατὰ τὴν ἑστίαν περιπεσεῖν τοὺς οἰκείους τοῦ πένητος· ἀλλ’ ἔτι καὶ δικαστήριον ὁ πλούσιος συγκροτεῖ, ὡς οὐδὲν διαπραξάμενος ἄτοπον· δεύτερον ἀπὸ τῆς πολιτείας· τοῖς μὲν οὖν πολιτευομένοις καλῶς τοιοῦτον εἶναι τῶν βεβιωμένων ὁ πλούσιος ἔδειξε τὸ τέλος [γεννήσεσθαι] οὐ γὰρ ἀκίνδυνον ἐχθρὸν εἶναι πλουσίῳ· τὸ τρίτον ἀπὸ τῆς τύχης· τῶν θεῶν ἡ κατάστασις, ἡ τοῦ κατηγόρου τὴν ἀγωγὴν ἔχει τὴν ἀντιπολιτείαν κεκρυμμένην καὶ λανθάνουσαν· εἰ δὲ μὴ, ἐὰν λέγῃς ἐχθρὸν φανερὸν τὸν πλούσιον, ἀντιπίπτει οὗτος· πῶς οὖν ἐκαλεῖτο πρὸς ἑστίαν; φίλων γάρ ἐστι τὸ καλεῖν ἐπὶ δεῖπνον τοὺς λόγῳ, τοῦ πένητος τὴν ἀναίρεσιν οἰκονομοῦντός σου κατ’ ἔμφασιν, ἐν τῇ καταστάσει, ὅτι ὁ πλούσιος ἔκαυσε τὴν οἰκίαν, παραγραφικὸν οὐκ ἐμπίπτει· ΠΕΡΙ ΕΛΕΓΧΩΝ.
8.53 Ἐλέγχων ἀπαίτησις· καὶ τίς μου καταμαρτυρεῖ, ὅτι ἐγὼ τὸν πένητα ἔτρωσα; λύσις, τὰ πράγματα, ἡ ἔχθρα· οὐ γὰρ δή που μετὰ μαρτύρων ἔμελλε τοῦτο ποιῆσαι, ἀλλὰ λάθρα κατὰ καιρὸν, ὥραν καὶ τρόπον πρὸς τὸ λαθεῖν ἐπισκεψάμενος· καὶ τὰ τοιαῦτα ἡ βούλησις καὶ ἡ δύναμις· ἡ μὲν γὰρ βούλησις ἔχει τὰς αἰτίας· ἀνεῖλες, ὥστε ἀπαλλαγῆναι τῆς ἔχθρας, ὥστε μὴ εὐθύνεσθαι ἐν τῇ πολιτείᾳ, ὥστε μὴ ἐφορᾶσθαί τινα, μηδὲ κατηγορεῖσθαι παρὰ τοὺς νόμους πολιτευόμενος· ἡ δύναμις πρόδηλον ἔχει τὴν κατασκευὴν, ὅτι ἠδυνήθη πλοῦτον ἔχων, οἰκείους, ἄλλους φίλους τοὺς ὑπηρετοῦντας αὐτῷ πρὸς ἡδονὴν, καιρὸν τὴν νύκτα, ἐν ᾗ πάντες ἠρέμουν. εἶτ’ ἀπ’ ἀρχῆς ἄχρι τέλους προηγουμένως τάξεις, ὅτι καὶ ἔφησεν αὐτὸς δαλῷ κεκαυκέναι τὸ πρόσωπον τοῦ τρώσαντος· εἶτα ἐξ ἀντιθέσεως τὸ χρῶμα· ἀλλ’ ἐκ τοῦ κεκαυκέναι τὴν οἰκίαν οὕτω περιφέρω τὸ πρόσωπον· λύσις· ἐξεπίτηδες ἔκαυσας, ἵνα μὴ ἐλεγχθῇς· εἶτα ἐξ ἀντιθέσεως πάλιν, καὶ τίς μου καταμαρτυρεῖ, ὅτι τὴν οἰκίαν αὐτὸς ἔκαυσα· καὶ λύσιν ὁμοίως τὴν τῶν ἐλέγχων ἀπαίτησιν· καὶ πάλιν ἐξ ἀντιθέσεως τῇ βουλήσει· ἀλλ’ οὐκ ἂν ἠβουλήθην κτῆμα ἐμὸν ἀφανίσαι πυρί· ἠβουλήθης μᾶλλον καταφρονῆσαι τοῦ κτήματος, πλούσιος ὢν, ἵνα μὴ ἔχωσιν ἐλέγχειν σε οἱ κατήγοροι διὰ τοῦ προσώπου καὶ τῆς ἐν αὐτῷ καύσεως· ἄλλως τε καὶ πλοῦτος, ἐπικαλύπτων τὴν ζημίαν, προθυμότερόν σε μᾶλλον ἐπὶ τοῦ καῦσαι τὴν οἰκίαν παρεσκεύασεν· ἡ δύναμις ἐκλιμπάνει ἀπὸ τοῦ πλούτου· προηγουμένως οὖν αὐτὴν τάξεις· καὶ ἠδύνασο καῦσαι ἔνδον ὢν ἀδιαφόρως μηδενὸς αἰσθανόμενος· καὶ τὰ τοιαῦτα ἀπ’ ἀρχῆς ἄχρι τέλους τοῦ δευτέρου μέρους οὐκ ἔστι· διὸ ἐπισυνάψεις τὴν πιθανὴν ἀπολογίαν, ὅταν ἐμπίπτῃ· ἐνταῦθα δὲ οὐκ ἐμπίπτει, οὐ γὰρ δύναται εἰπεῖν, οὐκ ἂν ἔκαυσα τὴν οἰκίαν, εἰ πεφονεύκειν.
8.54 ἠλέγχετο γὰρ ἐκ τοῦ κεκαυκέναι τὸ πρόσωπον. οὐκοῦν μετὰ τὴν βούλησιν ὁ ἐπίλογος· ἔστι δὲ κοινὸς καταδρομὴν ἔχων καὶ αὔξησιν· ὅτι καὶ ἄδικόν ἐστιν καὶ ἄτοπον μὴ τιμωρήσασθαι· καὶ σύμφορον δὲ καὶ ἀπὸ ἐγκωμίου τοῦ πένητος, ὅτι καλὸς, ὅτι χρήσιμος τῇ πόλει, ὅτι τοιοῦτον πολίτην ἀπολέσας ὁ δῆμος μεγάλης ἀσφαλείας ἐστέρηται. ΣΥΓΚΑΤΑΣΚΕΥΑΖΟΜΕΝΟΣ ΣΤΟΧΑΣΜΟΣ. Γυνὴ καὶ ἀνὴρ κατὰ ταὐτὸ ἐκακώθησαν τῷ αὐτῷ νοσήματι· μετεπέμψαντο ἰατρὸν φίλον τοῦ ἀνδρὸς, καὶ ὁ μὲν ἀνὴρ ἀπέθανεν, ἡ δὲ γυνὴ ὑγίανε· μετὰ ταῦτα ἔγημεν ὁ ἰατρὸς τὴν γυναῖκα, καὶ κρίνεται φαρμακείας [ἀπολογία]. Τοὺς συγκατασκευαζομένους στοχασμοὺς οὕτως ἂν ἄριστα διαιρήσεις, εἰ δι’ ἀλλήλων κατασκευάζων τὰ ἐγκλήματα τὸ προηγούμενον πρῶτον κατασκευάζοις, εἶτα ἐπάγεις τὸ συγκατασκευαζόμενον, καὶ πάλιν ἀνατρέχεις ἐπὶ τὸ προηγούμενον καὶ ἁπανταχοῦ λαμβάνεις τῶν ἑξῆς κεφαλαίων τὰ σπέρματα· οἷον ἐπὶ τῆς βουλήσεως ἤ τινος ἄλλου τῶν στοχαστικῶν κεφαλαίων· οὐκ ἂν ἠβουλήθην φαρμάξαι διὰ τάδε καὶ τάδε· τοῦτο δὲ μὴ αἱρούμενος οὐδ’ ἂν μοιχεῦσαι ἐπεχείρησα· εἶτα ἀνέδραμον ἐπὶ τὸ προηγούμενον· μοιχὸς δὲ μὴ ὢν οὐδὲ φαρμακείας δικαίως ὑποπτεύομαι· ἔπειτα εἰ καὶ τῆς προαιρέσεως ἦν, πῶς ἂν ἠδυνήθην φαρμάξαι; καὶ ὁμοίως τούτῳ τῷ τρόπῳ προϊτέον· ἰστέον δὲ, ὅτι ἐνταῦθα προεκλείπει ἡ δύναμις· ἰατρὸς γὰρ ὢν δῆλον ἦν, ὅτι ἠδύνασο φαρμάξαι· ὑποδείγματος δὲ ἕνεκα Σώπατρος ἐγὼ, τῶν Ἀθηναίων διδάσκαλος, μαθὼν ἐξεθέμην τὸ θεώρημα· τὸ δὲ πλᾶσμα σκοπήσωμεν τὸ προκείμενον· πάθους ἐστὶ καὶ βαρύτητος μεστὸν τὸ ζήτημα· ὅτε γὰρ τοῦ φίλου θανόντος χορηγεῖ τὸ πάθος τῷ πλάσματι, ἥ τε ποιότης ἡ καὶ τοῦ ἰατροῦ καὶ τὸ ἔγκλημα πολλὴν ποιεῖ τὴν βαρύτητα· δεῖ οὖν καὶ δυσχεραίνειν διόλου τῷ πάθει· ἐναντίον γὰρ τῇ περὶ τοῦ φόνου ὑπολήψει τὸ μὴ φέρειν εὐχερῶς τὸ συμβὰν, καὶ πρὸς τὴν γραφὴν ἄγειν· τὸ γὰρ ἐπὶ μοιχείᾳ καὶ φόνῳ παρὰ τὴν ἀξίαν εὐθύνεσθαι τοὺς ἐπιεικεῖς μᾶλλον ἐγείρει πρὸς ἀγανάκτησιν· εὐθὺς οὖν τὸν ἰατρὸν καὶ ἀπὸ προοιμίων ἐπιδείκνυσθαι δεῖ τὴν ἐπιείκειαν μετὰ τοῦ πάθους· τῇ μὲν ὕλῃ τοῦ πλάσματος πρὸς τὸ πάθος προσχρώμενον, τῇ δὲ τοῦ ἤθους ἀρετῇ ἀπό τε τῆς τέχνης καὶ τοῦ προσόντος αὐτῷ τρόπου χρηστοῦ· μεμνῆσθαι δὲ δεῖ, ὅτι δι’ ὅλου τοῦ ἀγῶνος ἐν τοῖς κατασκευαζομένοις στοχασμοῖς θάτερον δι’ ἑτέρου κατασκευάζεσθαι δεῖ· τὴν μὲν μοιχείαν διὰ τῆς φαρμακείας· ἡ γὰρ θατέρου κατασκευὴ συγκατασκευάζει τὸ ἕτερον· καὶ γὰρ ὁ φεύγων τὸν ἕτερον ἀνελὼν ἀμφότερον συνῄρηκεν· καὶ γὰρ συμπλέκειν εὔλογον τὰ ἐγκλήματα, ὡς τὸ εἶδος διδάσκει· συγκατασκευαζόμενον γὰρ ὀνομάζεται· καὶ πρὸς τὴν τοῦ ἑτέρου κατασκευὴν καταγινόμενον συνάγει εἰς τέλος ἀμφότερα τὰ ἐγκλήματα· καὶ οὐδαμοῦ διαιρεῖ τὴν μοιχείαν τῆς φαρμακείας· ἀλλ’ ὥσπερ ὁ κατήγορος σημεῖον ἔχων τῆς μὲν φαρμακείας τὸν θάνατον, τῆς δὲ μοιχείας τὸν γάμον, καὶ κατασκευάζει δι’ ἀλλήλων ἀμφότερα, τὸν αὐτὸν τρόπον δεῖ ποιεῖσθαι καὶ τὴν ἀπολογίαν τὸν φεύγοντα, καὶ μηδαμῶς διαιρεῖν ἀπ’ ἀλλήλων τὰ ἐγκλήματα· ἀλλὰ τὴν μοιχείαν ἀναιροῦντα διὰ τῶν κατασκευῶν καὶ τὴν φαρμακείαν ἀνασκευάζοντα συνανασκευάζειν καὶ τὸ μὴ μεμοιχεῦσθαι τὸ γύναιον· ἐργαζόμενος δὲ τὰ προοίμια μὴ τροπικαῖς κέχρησο λέξεσιν· ἄτοπον γὰρ ἐν ἀρχῇ λόγου τοιαύταις χρῆσθαι λέξεσιν· μήτε καλοειδέσι νοήμασι καὶ στροφαῖς· ἀγῶσι γὰρ τὸ κῶλον μᾶλλον ἁρμόδιον· καὶ ἄμφω τοῦ προοιμιακοῦ χαρακτῆρος ἀλλότριον.
8.56 γνωστέον δὲ καὶ τοῦτο, ὅτι κακὸν καὶ προοιμίων καὶ ἐπιλόγων ἀλλότριον· παθητικὰ γάρ ἐστι κατὰ φύσιν ἀμφότερα· καὶ γὰρ ἀρετὴ λόγου σαφήνεια· κεράσας δὲ τὸν ἀγῶνα τοῖς ἀγωνικοῖς καὶ ἀνθηροῖς καλουμένοις νοήμασιν εὐφρανεῖς μὲν ἐπιπολὺ τοὺς ἀκροατὰς τοῖς μελετηρίοις καὶ ἁπλοῖς χρώμενος. τοῖς γὰρ κώλοις ἐπιπολὺ χρῆσθαι δεῖ, συνέχει γὰρ τὸν νοῦν τῶν ἀκροατῶν εἰπόντα τοίνυν δύο στροφὰς νοημάτων ἢ τρεῖς ἀπαλλάττεσθαι. ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ ΑΠΟ ΒΑΡΥΤΗΤΟΣ. Τὸ πρῶτον εἰλήφθω σοι προοίμιον ἀπὸ βαρύτητος· οἷον οὐκ ἤρκεσεν, ὡς ἔοικεν, ὡδὶ τῇ τύχῃ μικροῦ πρόσθεν ἡ φθάσασα συμφορὰ, ἀλλὰ μετὰ τὸν φίλου θάνατον ὡς φαρμακὸς ἅμα καὶ μοιχὸς ἐξετάζομαι· οἰκεῖα δὲ τὰ ἀνακλητικὰ τὸ, οἴμοι, πρὸς πάθος, ἂν προοιμιακῶς λαμβάνηται καὶ τὰ παθητικά. Δεύτερον προοίμιον ἀπὸ τοῦ προσώπου τοῦ ἰατροῦ καὶ τῆς ποιότητος· εἴπομεν γὰρ, ὅτι δεῖ τὸν ἰατρὸν ὡς ἐπιεικῆ καὶ εὔτροπον διὰ τὴν τέχνην ὑπολαμβάνεσθαι πανταχοῦ· οἷον· μικροῦ μὲν οὖν καὶ πρὸς τὴν ἀπολογίαν ἐμέλλησα, τὰ πρόσθεν ὑπὲρ τῶν πολιτῶν ἐξειργασμένα μοι διαλῦσαι πιστεύσας τὸ ἔγκλημα· ἐπειδὴ δέ μοι καὶ ὁ λόγος μετὰ τῶν βεβιωμένων νικήσει τὸν συκοφάντην καὶ τιμωρήσεται, ἥκω ψήφῳ κυρῶν τὸν ἐμαυτοῦ τρόπον· μᾶλλον δὲ πάσης διαβολῆς ἰατρῷ τὴν προσήκουσαν προσφέρεσθαι· τρίτον προοίμιον ἀπὸ τοῦ κατηγόρου· ἐλέγχει μὲν οὖν ὁ κατήγορος αὐτοῦ τὴν προαίρεσιν, μετὰ τὸν γάμον εὐθὺς συνάγων τὸ δικαστήριον· καὶ φαρμακείας φέρων γραφὴν, ἣ φιλίας δεσμοὺς ἀναιρεῖ· καὶ δημοτικὸς ἀνὴρ ἀποστρέφεται· ἔχεις καὶ ἀπὸ τοῦ φίλου τοῦ τετελευτηκότος προοίμια· ἢ γὰρ ἀπὸ προσώπου ἢ ἀπὸ πράγματος δεῖ λαμβάνειν τὰς προοιμιακὰς ἐννοίας· οἶδα μὲν οὖν ὡς ἐφορᾷ, καὶ παρέστηκε τῷ βήματι, καὶ ἀγανακτεῖ πρὸς τὴν κρίσιν· ἀλλ’ ἐπιλογικὸν ὑπάρχει τὸ νόημα· διὸ οὐ χρηστέον, δυνατὸν δὲ ἦν μᾶλλον ἐννοίᾳ τοιαύτῃ χρήσασθαι· εἶθε μὲν οὖν αὐτὸς περιῆν φίλος, καὶ τῆς ἑαυτοῦ συνοίκου ταύτης ἀπήλαυνον· οὕτω γὰρ ἂν ἐγὼ καὶ τῶν τοῦ φίλου μετελάμβανον πλεονεκτημάτων πολλῶν καὶ καλῶν· καὶ διαβολῆς ἐκτὸς καὶ δικαστηρίων ἐτύγχανον.
8.58 Η ΚΑΤΑΣΤΑΣΙΣ. Ἐπειδὴ πάθος ἐστὶν ἐν ὅλῳ τῷ πλάσματι, δεῖ παρατηρεῖν, ὅτι καλὸν ἐν τοῖς τοιούτοις τῶν ζητημάτων προκαταστατικοῖς χρήσασθαι νοήμασι, καὶ μὴ ἁπλῶς εἰςβάλλειν εἰς τὴν κατάστασιν· σφόδρα γὰρ τὸ τοιοῦτον ἀῤῥητόρευτον· τοῦτο γὰρ πανταχοῦ καὶ Πολέμωνος ποιοῦντος αἰσθανόμεθα· δεῖ οὖν προπαθαίνεσθαι ἐν τῷ καταστατικῷ· ἀπορῶ μὲν οὖν, πόθεν τῶν λόγων ἄρξομαι· καὶ γὰρ θρηνεῖν ὑπὸ τοῦ πάθους καταναγκάζομαι· καὶ σιωπᾷν οὐ συγχωρεῖ μοι τὰ πράγματα, εἶτα τὸ τοιοῦτον πάθος πρὸς ὀλίγον ἐκτείνας τῆς καταστάσεως ἅψῃ τοῦτον τὸν τρόπον· ἐσκόπουν γὰρ ὡδὶ τὸ κατ’ ἀρχὰς τὸν βίον τοῦτον τὸν τρόπον ἐγώ· καὶ πρὸς πολλὰς ὁδοὺς μεριζόμενος οὐκ εἶχον, ὅπου καὶ τράπωμαι· εἶτα ἐπέξελθε ἕκαστον ἐπιτήδευμα, ἑκάστου τὰ προσόντα καταλέγων ἐλαττώματα· ὅτι τοῖς ῥήτορσι τὸ φεύγειν ἀεὶ τοὺς συκοφάντας ἐπετείχιστο, καὶ τοῖς στρατηγοῖς· μετὰ τοὺς πολέμους εὐθύνεσθαι φόνοις ὁμοῦ καὶ σφαγαῖς συμπαλαίουσι· καὶ ἀεὶ πανταχόθεν πάντα ἄλλα διαβάλλων τὰ ἐπιτηδεύματα τῷ τοῦ ἰατροῦ τρόπῳ συνεστάναι· καὶ ἐπάγει πρὸς τοῦτο, ὅτι ἀπορῶ· ἰατρικὴν μόνην εἶδον ἅπαντα πρὸς αὐτὴν συλλαβοῦσαν τὰ κάλλιστα· ἐντὸς ἐνταῦθα θετικοῦ ὀλίγον ἔπαινον ἰατρικῆς ἐπέξελθε· ὅτι καὶ πρὸς τὸ εὐεργετεῖν ἡ τέχνη ἐπιτηδείως ἔχει, καὶ πρὸς τοὺς θεοὺς ᾠκείωται οὕτως, διότι τῆς τέχνης κάλλιστον καὶ εὐεργετικὸν καὶ φιλάνθρωπον. Ἀσκληπιὸς προστάτης τῆς τέχνης, Ἀπόλλων καὶ τὰ τοιαῦτα· εἶτα ἂν θέλῃς ἐκτεῖναι κατάστασιν, ἠθοποιΐαν ὀλίγην πλάσον· ἐμψυχοῖς γὰρ τῇ ἠθοποιΐᾳ τὴν κατάστασιν πρὸς τοὺς θεοὺς τοῦ ἰατροῦ, καθάπερ εὐχήν· οἷον ὅτι ὑμεῖς, Ἀσκληπιὲ καὶ Ἄπολλον, τῆς τέχνης ταύτης ὄντες προστάται, πάντας εὐποιεῖν ἀνθρώπους προείλεσθε, τὰς νόσους ἰώμενοι, τὰ βλάπτοντα προμηνύοντες· δότε τοίνυν κἀμοὶ προχείρως εὐεργεῖν, σώζειν, ἰᾶσθαι τοὺς κάμνοντας, καὶ τὰ τοιαῦτα· εἶτα λέγεις οὕτω τῆς τύχης Ἀσκληπιὸν προστησάμενος, καὶ τοῖς θεοῖς ἀναθεὶς ἐμαυτὸν ἔσωζον· ἰώμην τοὺς προςτυγχάνοντας· ἐντεῦθεν φίλοι καὶ συνήθεις πολλοί· σπουδὴ τῶν κατὰ πόλιν οἰκειοῦσθαί με σπουδαζόντων ῥητόρων, στρατηγῶν, πολιτευομένων ἀνθρώπων ἁπάντων συντόμως εἰπεῖν, μόνος σώζειν ἐπιστευόμην πάθους τοὺς κάμνοντας· μόνῳ πιστεύειν ἐθάῤῥουν ἅπαντας, συγγενεῖς, φίλους, τὰ φίλτατα· οὕτως ἐθαυμαζόμην μετὰ τῆς τέχνης τοὺς τρόπους, οὐ πρὸς χάριν ἰώμενος, οὐ μισθοῦ τὴν τέχνην ἐπιδεικνύμενος.
8.59 ἀλλ’ ὅλον ἐμαυτὸν ἀναθεὶς πρὸς τοὺς κρείττονας, καὶ πρὸς ἐκείνους ἀφορῶν ἐν ταῖς πράξεσιν ὅρον ἐποιούμην τῇ τέχνῃ σώζειν, καθάπερ ἐκεῖνοι, τῶν ζώων τὸ τιμιώτατον. εἶτα σύναψον οὕτω λοιπὸν τὰ πράγματα· ταῦτα ὁρῶν ὁ σεμνὸς ἐκεῖνος ἀνήρ· εἶτα σχετλίασον διὰ τὴν μνήμην τοῦ φίλου, καὶ δυσχεραίνοντα δεῖξον σαυτὸν ἐν τούτῳ τῷ μέρει· ἡσθεὶς οὖν μοι τῷ τρόπῳ φίλον με πεποίηται· καὶ συνῆν ἀεὶ τὴν προαίρεσιν τὴν ἐμὴν, τὴν σωφροσύνην αὐτὴν ἐκπληττόμενος, θαυμάζων τὸν βίον, ἤπιον ἐπαινῶν τὸν τρόπον· ὡς δὲ λοιπὸν ὁ χρόνος βάσανος τῆς φιλίας ἐγένετο, καὶ σπουδάζειν ἦν εὐνοίᾳ νικᾷν τῷ θατέρῳ τὸν ἕτερον, ἀγαγέσθαι γύναιον ἐπεζήτησα· εἶτα πολλῶν οὐσῶν τὴν ἐξέτασιν ἐποιούμην πρὸς τὴν τοῦ φίλου σύνοικον ἀφορῶν· εἶτα πλάσον ἠθοποιΐαν ἐνταῦθα λόγων, ὅτι πρὸς ἐμαυτὸν πολλάκις, οὐδεμία βλασφημία οὐδὲ πώποτε λελύμανται· δεῖ οὖν καὶ κατὰ τὸν γάμον οὕτω διαθέσθαι, ὡς μηδὲ μίαν διαβολὴν ἰσχῦσαι· κοσμῆσαι σωφροσύνῃ τὴν οἰκίαν, καὶ τὰ τοιαῦτα· ὡς δὲ ταῦτα διελογιζόμην κατ’ ἐμαυτὸν, νόσημα δεινὸν ἐνεχθὲν τὴν τοῦ φίλου κατέσχεν οἰκίαν· πάλιν τὸ οἴμοι καὶ σχετλιάζειν δεῖ πάθος κινήσαντα· εἶτα ὅτι πάντα ἐποίουν ἀπὸ τῆς ἰατρικῆς.
8.60 παρατήρει δὲ μηδαμῶς ὡρισμένως εἰπεῖν, οἵα ἦν ἡ νόσος. ἀορίστως γὰρ ὑπόκειται καὶ ἁπλῶς, ὡς ἐνόσησαν· εἶτα εἰπὼν, ὅτι πολλὰ τὰ ἀπὸ τῆς ἰατρικῆς, πάντα μοι γεγένηται, καὶ τὸ πάθος οὐδαμῶς ὑπεῖκεν, οὐ φαρμάκοις, οὐ τομαῖς, οὐ καύσεσιν, ἔπαγε ὅτι πρὸς αὐτὴν λοιπὸν γενόμενος τὴν τελευτὴν παρετίθετο τὴν οἰκίαν· πάντα μετὰ σχετλιασμοῦ λέγων· τὸ γὰρ ὀδύρεσθαι νῦν εὔκαιρον· εἶθ’ ὅτι καὶ πρὸς αὐτὴν ἔλεγε τοιαῦτα τὴν σύνοικον· ἐὰν θέλῃς ὑπὲρ αὐτῆς προστησόμενόν τινα, ἔχεις τὸν φίλον· ἐὰν ἐπιζητήσῃς σύμβουλον, τῷ ἰατρῷ πρὸς τὴν σκέψιν ἀρκέσθητι· ἂν ἀνδρὸς δεηθῇς, τοῦτον σύνοικον ἑλέσθαι θέλησον· εἶτα μετὰ τὸν θάνατον ἀναλαβὼν ἐπὶ τῆς οἰκίας τὸ γύναιον φαρμακείας ὁμοῦ καὶ μοιχείας εὐθύνομαι· καὶ γάμῳ μὲν ὁ συκοφάντης τὴν φαρμακείαν τεκμαίρεται· τῇ δὲ ἀπὸ τῆς εἱμαρμένης ἀνάγκῃ τὴν μοιχείαν σοφίζεται· μοιχὸς, ἢ φαρμακὸς ἐγὼ, Ἀσκληπιὸς τῆς βλασφημίας καὶ Ἀπόλλων· φαρμακὸς ἐγὼ καὶ τῇ τέχνῃ τοῖς νοσοῦσι λυμαίνομαι· ἵνα πῶς καλέσω συνεργοὺς πρὸς τὴν πρᾶξιν τοὺς κρείσσονας· ἐλέγχων ἀπαίτησις· ὅτι δίκαιον παρασχεῖν μάρτυρας τῶν ἐγκαλουμένων τὸν γραφόμενον, καὶ συστήσεις διὰ πολλοὺς μάρτυρας· καὶ κατασκευάσεις, ὅτι λαθεῖν οὐχ οἷόν τε ἦ, τηλικαῦτα ἐγκλήματα ἐργαζόμενον· ἐὰν δὲ ἰδιοποιήσῃς ὡς ἐπ’ ἀληθείας τὴν ἀπολογίαν, καὶ συμπαθὴς τοῖς πράγμασιν εὑρήσεις πολλά· διαβαλεῖς οὖν τοῖς εἰκόσι πιστεύειν· ἐρεῖς δὲ καὶ τοῦτο, ὅτι ἑνὸς παράσχου τοὺς μάρτυρας· καὶ ἀμφοτέρων ἑάλωκα· καὶ κατασκεύασον ἐπὶ πολὺ τοῦτο τὸ δεινὸν παρασχεῖν μάρτυρας μοιχείας, λέγων, ὅτι μοιχὸν ἀδύνατον ἐν παραβύστῳ καὶ λάθρα γίνεσθαι· τίνι τοιγαροῦν ἐφθεγξάμην ἐρωτικόν· εἰπὲ τὸν λόγον· εἰπὲ τὸν κοινώσαντα· ὅπου δὲ τούτων ἀποδεικνύεις οὐδὲν συκοφαντείας ἑάλωκας· τὸ γὰρ τῆς φαρμακείας ἀπαιτεῖν μάρτυρας οὐκ ἰσχυρόν· ἰατρὸς γὰρ ὢν καὶ φαρμάξαι δυνατὸς ἦν λεληθότως.
8.61 ἀλλὰ σὺ τῇ τῆς μοιχείας ἀναιρέσει αἰτῶν πολλαχοῦ τοὺς μάρτυρας, ποικίλλων ἐπιχειρήμασι, σχήμασι λόγων πρὸς τοὺς δικαστὰς ἀποστρέφων τὸν λόγον, αἰτῶν ἑνὸς γοῦν τὴν ἀπόδειξιν, αἰτῶν τῆς μοιχείας τοὺς μάρτυρας, σχετλιάζων πολλάκις, λέγων, γάμων καὶ γενέσεως ἔφοροι δαίμονες, γαμῶν τις μοιχὸς ὀνομάζεται, καὶ τὸ νόμῳ γινόμενον καλεῖς παρανόμῳ προῤῥήματι. ΒΟΥΛΗΣΕΙ ΚΑΙ ΔΥΝΑΜΕΙ. Φανερὸν ὅτι πᾶσα βούλησις καὶ δύναμις ἀπὸ τῶν ἐγκωμιαστικῶν τόπων κατασκευάζεται, καὶ τῇ τῶν αἰτιῶν ὑπεξαιρέσει· πρῶτον μὲν οὖν ἐπιχείρημα ἀπὸ τῆς ἀγωγῆς· ὅτι οἱ φαῦλόν τι πράττοντες ἐν τοῖς ἐλάττοσι δεινοῖς ἐντραφέντες πρότερον οὕτω τῶν μειζόνων δεινῶν ἐφίενται· εἰ μὲν οὖν αὐτὸς οὕτω βεβίωκα, ὡς προτέραν αἰτίαν ἢ μέμψιν συκοφαντίας παρασχεῖν, ἀκόλουθον ἂν ἦν με καὶ τὰ μείζω θρασύνεσθαι· εἰ δὲ οὐδαμῶς παρέσχον αἰτίαν οὐδεμίαν κατ’ ἐμοῦ, πῶς ἐξαίφνης ἐπὶ τηλικαῦτα ἀνῆλθον ἐγκλήματα, τάξει προβαίνων τῶν ἀκολάστων ἐπὶ τὰ χείρονα, καὶ ὡς οὐκ ἂν ἠδυνήθην φαρμάξαι φίλον ἢ φίλου μοιχεῦσαι γύναιον, ἵνα καὶ τῆς φιλίας ἀποστερηθῶ, καὶ διαβάλω πρὸς ἅπαντας ἐμαυτὸν, καὶ γένωμαι τοῖς νόμοις ὑπεύθυνος· τιμωροῦνται γὰρ καὶ μοιχὸν καὶ φαρμακὸν οἱ νόμοι· εἶτα γνωμικῶς ἀπάντησον· παιδεύσεως μὲν γὰρ διακρίνειν ἃ φεύγειν ἄξιον· ἀνοήτου δὲ περιπίπτειν πολλάκις ἐγκλήμασιν· εἶτ’ ἄλλο προςθήσεις ἐπιχείρημα· εἰ μοιχὸς ἦν, πότ’ ἂν εἱλόμην ταύτην ἀγαγέσθαι σύνοικον, ἧς αὐτὸς κατέγνωκα· καὶ ὅτι οὐδείς τινος καταγνοὺς τὰ χείρονα, τοῦτον ἐπὶ τοῖς αὐτοῖς ὡς βέλτιστον κρίνει καὶ σώφρονα· καὶ σχετλιάσαι καιρὸς οὕτω· μοιχὸς ἐγὼ διὰ τὸν γάμον· τῶν γάμων θεοὶ καὶ γενέσεως ἔφοροι· μοιχὸς θύσας γαμηλίοις καὶ τοῖς θεοῖς παρὰ τὴν πανήγυριν· καί ποτ’ ἂν εἱλόμην οὕτω τοῖς θεοῖς εὔχεσθαι, ἢ καλεῖν ἐφ’ οὕτως ἀνοσίοις ἔργοις τοὺς κρείττονας· εἶτα ἐρεῖς, πῶς δ’ ἂν οὕτως ἀνόσιόν τι δρᾷν ἐκαρτέρησα, ἐν τοῖς βελτίστοις ἀεὶ συνειθισμένος διάγειν καὶ πολιτεύεσθαι· εἶτα ἐρεῖς, ὅτι οἱ θεοὶ, ἵν’ εὖ ποιῶσι, τὴν τέχνην ταύτην πεπαίδευνται, καὶ τοῦτο τὸ μάθημα πρὸς ἡμᾶς ἐξαπέστειλαν ἑτοίμως ἡμᾶς ἐπὶ τὰς εὐεργεσίας ἔρχεσθαι προδιδάσκοντες· πότ’ ἂν οὖν αὐτὸς οὕτω πράττειν ᾑρούμην· ἀλλά με οἱ θεοὶ καὶ πάντες ἄνθρωποι διὰ τὴν πρᾶξιν ἐμίσησαν· πότε φονεύειν, ἵν’ ὡς ἐναγῆ με πάντες ἐκτρέποιντο· καὶ τοῦτον ἐκτείνας τὸν νοῦν εἰπὲ ὅσα τοῖς φονεῦσι πρόςεστιν κακὰ, τὸ μὴ μεταλαμβάνειν πυρὸς, μὴ στέγης, μὴ ἱερῶν, μὴ σπονδῶν· πότε μοιχεύειν ἂν εἱλόμην, ἵνα τίς μετὰ τὴν τοιαύτην ἐνέργειαν ἐπίστευσεν ἄν μοι τὰ φίλτατα; τίς δὲ τιμᾷν, τίς κολακεύειν, ὡς σώφρονα; εἶτα μετὰ ταῦτα πρὸς τοὺς θεοὺς τὸν λόγον ἀπόστρεψον, φεῦ τῆς λοιδορίας, Ἄπολλον ἀποτρόπαιε, σοὶ περὶ τῶν πρακτέων ἀεὶ καθ’ ἑκάστην εὐχόμενος, τοιαύτην ὑπόθεσιν γράφω, σὲ ζηλῶν ἐμιμησάμην τοὺς πολεμίους κατὰ τοῦ γένους, καὶ πρᾶξιν ἀνήκεστον ἂν ἔδρασα, ἣν τάχα φεύγειν κἀκεῖνοι κατὰ φίλων σπουδάζουσιν· εἶτα ἔπαγε· μὴ γὰρ ἠγνόουν τοὺς νόμους, μὴ γὰρ οὐκ ᾔδειν, ὡς μοιχὸς ἅμα καὶ φαρμακὸς παρὰ τοῖς νομοθέταις μεμίσηνται· πῶς τοίνυν πράττειν τοῦτ’ ἂν εἱλόμην, ἃ μισεῖσθαι παρὰ τοῖς νόμοις καὶ παρὰ ἀνθρώποις ἐγίνωσκον; τῇ δυνάμει μετὰ τὴν βούλησιν, ὡς ἔθος, ὅταν ἐκλείπῃ ἡ δύναμις, οὐ δεῖ σιωπᾷν· τὰ γὰρ παρὰ τῶν ἐναντίων προφερόμενα, ἐὰν μὴ λύωμεν, ἀλλ’ ἐῶμεν διὰ τὸ προσὸν αὐτοῖς ἰσχυρὸν, οὐδὲν, ἀλλ’ ἢ σιωπῇ τὴν διαβολὴν καθ’ ἑαυτῶν βεβαιώσωμεν· δεῖ οὖν τὰς οὕτω ἐκλειπούσας δυνάμεις λύειν, μάλιστα μὲν τῇ βοηθήσει, ὅτι μὴ βουλόμενος οὐδ’ ἂν ἔπραξα· δεῖ γὰρ πρότερον βουληθῆναί τι ποιεῖν, εἶθ’ οὕτως ἐγχειρεῖν τοῖς δόξασιν, ἔνθα δ’ ἂν ἐλλείπῃ τὸ ἕτερον, μάταιον εὐθὺς καὶ τὸ κοινὸν λειπόμενον· οὔτε γὰρ πρᾶξαι δυνατὸν μὴ βουλόμενον, οὔτε βουλεύσασθαι χρήσιμον ἔργῳ περᾶναι τὸ δοθὲν, οὐκ ἰσχύσαντα ἐπιλῦσαι τὴν δύναμιν· ἔστι καὶ ἄλλῳ ἐπιχειρήματι· ἐπειδὴ γὰρ δύο ἐστὶν ἐγκλήματα, ἥ τε μοιχεία καὶ ἡ φαρμακεία, τὸ μὲν δυνατὸν τῆς φαρμακείας ἐκλείπει· ἰατρὸς γὰρ καὶ τὸ δύνασθαι ἰατρὸν ἐπιβουλεύεσθαι διωμολόγηται, τὸ δὲ δυνατὸν τοῦ μοιχεῦσαι ἐκλέλοιπεν· ἀλλ’ ἔῤῥωται πᾶσα ἡ κατασκευὴ τοῦ μὴ δύνασθαι μοιχεῦσαι· τῇ δὲ τοῦ μοιχεῦσαι κατασκευῇ ἄνελε τὸ φαρμάξαι μὴ δύνασθαι· ἅμα γὰρ ποιεῖς καὶ τὴν τοῦ κατασκευαζομένου ἐργασίαν, καὶ τὸ δοκοῦν ἰσχυρὸν ἐκ σιωπῆς οὐκ ἐᾷς ἄλυτον· οἷον, οὔτε συνετύγχανον πρὸ τῆς κακώσεως τῇ γυναικὶ, ἵνα καὶ μοιχεῦσαι δυνηθῶ, οὔτε συνήθη τῶν ἀπὸ τῆς οἰκίας εἶχόν τινα, δι’ οὗ τὴν ἐπιθυμίαν ἐκφῆναι ῥᾴδιον ἦν· ἀλλὰ μὴν καὶ τὸ διαπέμψασθαι χρήματα ἦν πάντως ἀδύνατον· εἰ δὲ τοῦτο μηδ’ ἕτερον γενέσθαι πρότερον ὡμολόγηται, τὸ μὴ τὴν ἀρχὴν μεμοιχεῦσθαι τὸ γύναιον οὐκ ἀμφίβολον· εἰ δὲ τοῦτο διωμολόγηται, καὶ τὸ τῆς μοιχείας ἐκ τούτων ἀνῄρηται, ἀνθ’ ὅτου λοιπὸν τὸν φόνον εἰργαζόμην, ἢ φαρμάττειν ἠδυνάμην τὸν φίλον μήτε τῆς μοιχείας ὑπαρχούσης, μήτε τῆς προαιρέσεως δρᾷν τι συγχωρούσης ἀνήκεστον· μετὰ τὴν βούλησιν, καὶ τὴν δύναμιν τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀλλὰ τέθνηκε, φησὶν, ὁ ἀνήρ· καὶ δεῖ τοῦ θανάτου τὸν ἰατρὸν ὑπάρχειν ὑπεύθυνον· ἡ λύσις ἀπὸ τῆς φύσεως, οὐκ ἐπηρεία τέχνης.
8.64 ἰατρὸς ἄνθρωπος τῶν θεῶν κυριώτερος, καὶ τέχνη πρὸς θεῶν δυνατωτέρα τῆς φύσεως, ἵνα τι εἱμαρμένη καὶ μοῖρα μετὰ τὴν τέχνην μετάσχωσιν· εἶτα ἐρεῖς, ὅτι πάντα τὰ ἀπὸ τῆς τέχνης ἐποίησα, ὡς ἐνόμιζον τὸ πάθος βιάσασθαι· ἀλλ’ οὐδαμοῦ κυριώτερος τῆς εἱμαρμένης γεγένημαι, ἰσχυρὸν τὸ πάθος ἦν καὶ πάσης τέχνης ἰατρικῆς δυνατώτερον· μηδαμοῦ δὲ τὴν τέχνην διέγραφεν· οὐ γὰρ ὡρισμένον καιρὸν ἔχει τὸ νόσημα, ἀλλ’ ἁπλῶς ὅτι νοσήσας ἀπέθανεν· λέγε οὖν ὅτι πάντα λογισμὸν ἐζήτησα, τοὺς ὁμοτέχνους εἰσήγαγον, οὐδένα παρῆκα σύμβουλον, οὐ φίλον, οὐ τεχνίτην, οὐκ ἄλλον τινά· οὐκοῦν ἔχεις εἰπεῖν, ὡς ἀσθενείᾳ τὴν τελευτὴν ἐπηγαγόμην· ἐπάγαγε τούτοις καὶ παραδείγματα· οἷον κυβερνήτης ἰσχυροτέρου γενομένου τοῦ κλύδωνος οὐκ εὐθύνεται· οὐδὲ στρατηγὸς πάντα πρὸς νίκην παρασκευάσας, κατὰ τῶν κρειττόνων ἥττων γενόμενος. ἀνθρώπου μὲν γὰρ τὸ καλῶς περὶ τῶν παρόντων βουλεύσασθαι, τῆς δὲ τύχης πρὸς τὴν προθυμίαν ἡμῶν πέρας ἐπιθεῖναι τοῖς ἐπιχειρήμασιν· εἰπὲ τοῦτο τὸ ἐπιχείρημα, ὅτι, εἰ ἐφ’ ἡμῖν ἐστιν τὸ ὑγιάζειν, οὐδεὶς ὅλως ὀφείλει τῶν ἀνθρώπων ἀπόλλυσθαι.
8.65 εἰ δὲ τοῦτο τοῖς ἀνθρώποις ὤφειλε, πῶς ἡμεῖς περὶ ὧν τὰ τῇ φύσει δοκοῦντα ὑμῖν εὐθυνόμεθα· ἀπ’ ἀρχῆς ἄχρι τέλους. ἄλλο. ἀλλ’ ἠγάγου, φησὶ, μετὰ τὴν τελευτὴν ἐκείνου τὸ γύναιον. λύσεις τῷ ἀντιληπτικῷ, ὅτι γαμεῖν ἔξεστι, καὶ εἰ μὲν παρὰ τὸ κοινὸν ἔθος ἠγαγόμην, ἠδίκησα, εἰ δ’ ἐσφάλην οὐδὲν, οὐδὲ τὴν ἀρχὴν ὅλως ἠδίκησα· ἐργάσῃ δὲ ὡς ἔθος ἐστὶν τὰ ἀντιληπτικά· εἶτα ἐρεῖς, ὅτι κωλύεταί τις ἀγαγέσθαι γάμον ὃν βούλεται, καὶ πράξας ὡς νόμος δίδωσι μοιχὸς ὀνομάζεται· εἶτα πρόςθες ὅτι εἰ τοῦτο μοιχεία, ὅρα πάντας εἶναι μοιχοὺς τοὺς ἀνθρώπους τοὺς οὕτω γαμήσαντας. εἶτα σχετλιάσας ἐπὶ τοῦτο καιρὸν ἔχεις ἐνταῦθα μάλιστα τὸν γάμον ἐπαινέσαι θετικῶς· λύσεις δὲ καὶ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῷ χρώματι, ὅτι διὰ σωφροσύνην ἠγαγόμην τὴν γυναῖκα· καὶ ἔχεις τὰς κατασκευὰς καὶ τὰς ἐργασίας ἀπὸ Μητροφάνους λαβὼν καὶ ζητημάτων ἐντεύξεως· εἶτα πιθανὴ ἀπολογία τοῦ γάμου· τῆς γὰρ φαρμακείας οὐκ ἔχεις· οὐδεὶς γὰρ λέγει, ὅτι οὐκ ἂν ἐφάρμαξα ἵνα ἀποθάνῃ· ἀλλὰ δύνασαι μὲν λέγειν, ὅτι οὐκ ἄν τις ἀπέθανεν οὗτος πεφάρμακται· οὐ μὴν τοῦτ’ ἔστιν κυρίως πιθανὴ ἀπολογία, ἀλλ’ ἐπιχείρημα τόπον τηροῦν, ὡς ἔφην ἐν ἄλλῃ διαιρέσει τῇ πιθανῇ ἀπολογίᾳ· ἡ γὰρ ἀληθὴς καὶ πιθανὴ ἀπολογία ἀντιστροφή ἐστι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἐρεῖς οὖν τοῦ γάμου τὴν πιθανὴν ἀπολογίαν, ὅτι οὐκ ἂν ἐγάμησα, ἵνα μὴ ὑποπτευθῶ· ἐξῆν γὰρ διατρίβειν μετὰ τῆς γυναικὸς ὁμοίως εἴπερ ἐμοίχευον. ΕΠΙΛΟΓΟΣ. Ἐπίλογός ἐστιν ἀπὸ τῆς ποιότητος τοῦ ἰατροῦ, ὁ μὲν γὰρ κοινὸς ἐπίλογος λαμβάνεται ἀπὸ δικαίου καὶ τοῦ συμφέροντος, ὅτι δίκαιόν ἐστιν τὸν οὕτω κατεγνωσμένον ἀνελεῖν· καὶ ὅτι συμφέρον ἐστὶν, ἵνα μηδεὶς μηκέτι συκοφαντῇ· ἐνταῦθα δὲ ἀπὸ τῆς τέχνης λήψῃ τὸν ἐπίλογον· ὅτι ἀποδώσετε, ὦ ἄνδρες, τῇ πόλει, πολλοὶ κατὰ τὸν δῆμόν εἰσι καλούμενοι, πολλοὶ παρ’ ὑμῖν ἰατροῦ δεόμενοι· ὁρᾶτε πόσοι περιεστᾶσι τὸ δικαστήριον πατέρες ὑπὲρ παίδων δεόμενοι, ἀδελφοὶ, φίλοι, συγγενεῖς, καὶ τὰ τοιαῦτα· χρήσει καὶ διατυπώσει· οἷον, ἐὰν ἐπὶ πολὺ κατάσχῃ τὸ δικαστήριον, οὗτοι οἱ περιεστῶτες ἔξωθεν τὸν συκοφάντην ἀναιρήσουσιν, ἐὰν ὀλίγον ἔξωθεν τοῦ δικαστηρίου αὐτὸν ἐξαγάγητε· ἀρκέσουσιν ἀντὶ δημίου οἱ δεόμενοι· διατύπωσον δὲ καὶ τὰ πάθη τῶν νοσούντων, καὶ ἠθοποιΐας εἰπέ· τοῦ μὲν λέγοντος, ὅτι πατὴρ διὰ τοῦτόν εἰμι· τοῦ δὲ γονεῖς ἔχοντος διὰ τὸν ἰατρόν· τοῦ δὲ τὸ περιεῖναι ἀνατιθέντος· τοῦ δὲ ἀδελφὸν ἔχειν φιλοτιμουμένου διὰ τὴν τέχνην· εἶτα μετὰ τὰ τοιαῦτα ἀποστρέψεις τὸν λόγον πρὸς τὴν γυναῖκα, λέγων ὅτι δεῦρο γύναι, οὐδὲν ἄτοπον σώφρονα γυναῖκα παριέναι εἰς δικαστήριον.
8.66 ἐκρίθης ὑπὲρ σωφροσύνης τήμερον· ψῆφον ἔχεις μαρτυροῦσαν τῷ βίῳ τὰ κάλλιστα· ἐρεῖς δὲ, ὅτι τάχα που πάρεστιν καὶ ὁ φίλος ἀγανακτῶν ἐπὶ τῇ κρίσει, τάχα δυσχεραίνει μέχρι πολλοῦ τὸν συκοφάντην ὁρῶν σωζόμενον· δότε τοίνυν τὴν ψῆφον, ἵνα μή τι δεινὸν ὁ φίλος ἐργάσηται ὡς παρ’ ὑμῶν ἀδικούμενος· χρήσῃ δὲ καὶ βαρύτητι, ὅτι οὐκ ἔτι χρήσομαι τῇ τέχνῃ, οὔτ’ ἰάσομαι οὐδένα· οὐκ ἔτι σώσω τὸν κάμνοντα· ἂν ἄλλο τι περὶ τοῦ συκοφάντου βουλεύησθε, ἀναχωρήσω τῆς πόλεως, παύσομαι τοῦ ποιεῖν τοὺς κάμνοντας εὖ, ἀπαλλαγήσομαι τοῖς θεοῖς τῆς ἐπιστήμης ἀπαλλαττόμενος, καταλύσω μέχρι τοῦ δικαστηρίου, ταμὰ διὰ τῆς τέχνης εὐεργετούμενα· ἐὰν οὕτως συκοφαντεῖσθαι δέοι, ἐντεῦθεν παρεγγυῶ τῇ πόλει, ἐντεῦθεν προλέγω, οὐκ ἔτι τῆς τέχνης ἐπιμελήσομαι, οὐκ ἔτι βοηθήσω τοῖς κάμνουσιν, οὐ νόσῳ φαρμάκῳ παραμυθήσομαι· ἰατρὸς οὐκ ἔτι διὰ τοὺς συκοφάντας ῥηθήσομαι.
8.67 ΑΛΛΟΣ ΣΥΓΚΑΤΑΣΚΕΥΑΖΟΜΕΝΟΣ. Νόμος τοὺς δεσμώτας τοῖς θεσμοφορίοις λύεσθαι· ὑποπτεύσας τις ἐπὶ τῇ ἑαυτοῦ γυναικὶ τὸν οἰκέτην ἔδησε· καὶ δήσας ἀπεδήμησεν. ἐπιστάντων τῶν θεσμοφορίων, ἔλυσε τὸν οἰκέτην ἡ γυνή· ἀπέδρα ὁ παῖς. ἐπανήκων ὁ δεσπότης ἀποδημίας εὕρηται νεκρὸς ἀσκύλευτος· καὶ κρίνεται ἡ γυνὴ συνειδότος. Ὁ ΚΑΤΗΓΟΡΟΣ. Πάθους ἐστὶν καὶ βαρύτητος ὁ λόγος μεστός· καὶ τὴν μὲν βαρύτητα ἡ δοκοῦσα μοιχεία ποιεῖ τῇ τῆς γυναικὸς ἀσελγείᾳ, καὶ ἡ πρὸς δοῦλον ὑποψία, καὶ τὸ δοκεῖν προσφάσει τῶν θεῶν λῦσαι τὸν οἰκέτην· τὸ δὲ πάθος ἡ τοῦ πολίτου ἀναίρεσις, καὶ ἡ κατὰ τὴν μοιχείαν διαφορά· συνειδότος γὰρ ἐπὶ τῷ φόνῳ καὶ μοιχείας εὐθύνεται· προοιμιάσῃ ἀπὸ τῆς γυναικός· οὐκ ἤρκεσεν, ὦ δικασταὶ, οὕτω τὴν γνώμην διαφθαρῆναι τῇ γυναικὶ, ἀλλ’ ἔτι καὶ συνέγνω τῷ φόνῳ τὸν οἰκέτην τῶν δεσμῶν ἀπολύσασα, ἵν’ ἔρημον τοῦ ἀνδρὸς καταστήσασα τὴν οἰκίαν ἔχῃ παρ’ ἑαυτῇ τὸν μοιχὸν, μᾶλλον δὲ τὸν οἰκέτην σωζόμενον. δεύτερον· ἡ μὲν οὖν τὸν φόνον λανθάνειν ἐνόμιζε· τρίτον ἀπὸ τοῦ ἀνδρός· τάχα μὲν οὖν εἴ τίς ἐστιν αἴσθησις, καὶ πάρεστι τῷ βήματι, καὶ χαλεπαίνων ἐπὶ τοῖς γεγενημένοις τολμήμασι συναγωνίζεταί μου τῷ λόγῳ, ἐπεγεῖραι πρὸς τιμωρίαν ἡμᾶς βουλόμενος. Η ΚΑΤΑΣΤΑΣΙΣ. Ποινὴν ὡς ἔοικεν ὁ δυστυχὴς ἐκεῖνος τὴν γαμετὴν ταύτην ἠγάγετο· θρῆνος ἦν ὁ ὑμέναιος· τάφος ὁ θάλαμος· ἔδειξε δὲ τὸ πέρας τοῦ δράματος, ὃ πάλαι μὲν ἐσκευώρησε, νῦν δὲ κατώρθωσε· πάλαι γὰρ ὕποπτος ἦν· καὶ πολλὰ μοιχείας ὑπεδήλου τεκμήρια· πρὸς τὸν ἄνδρα μὲν στασιάζουσα, περὶ πλείστου δὲ ποιουμένη τὸν μαστιγίαν, καὶ τὸν μὲν ὡς κοσμίαν ἐγγυησάμενον ἀτιμάζουσα, προτιμῶσα δὲ δοῦλον ἀκόλαστον.
8.68 τὸν μὲν γὰρ γήμαντα ἀπεστρέφετο καὶ ἀπέπεμπεν, καὶ ταῦτα ποθοῦντα καὶ περιέποντα· τὸν δὲ φθόρον ὑπερηγάπα καὶ προσίετο κακονούστατον ὄντα καὶ ἀσελγέστατον, διαφέροντα δὲ τῶν ὁμοδούλων τὴν ὥραν· ἐκποδὼν δὲ τὸν ἄνδρα βουλευσαμένη ποιήσασθαι· μόλις ταύτην ἐξεύρηκε μηχανήν· ἐξαπατᾷ γὰρ οἷα δὴ πανοῦργος γυνὴ, τὴν οὐκ εὐτυχῆ ταύτην ἀποδημίαν εἰς νοῦν ἐμβάλλουσα, συλλογισαμένη μὲν τὸν τῆς πανηγύρεως χρόνον, ἐπισταμένη δὲ πάλιν ὁπηνίκα ἐπάνεισιν οἴκαδε· ὡς δὲ τάχιστα τὴν ἑορτὴν ἀνήγομεν τῷ θεῷ, καὶ σκῆψις εὔλογος ἦν τοὺς κακούργους ἐᾷν, τηνικαῦτα τὸν οἰκέτην ἐξήγαγε· καὶ ὡπλισμένον τῷ ξίφει κατὰ τοῦ γήμαντος ἐπαφίησιν, οὐ πρότερον ἐπανήκειν προστάξασα, πρὶν ἂν ἐκεῖνον διαχρήσηται· ὁ δὲ ἀλητήριος ἆθλον τοῦ φόνου τὸν ταύτης γάμον ἡγούμενος, ἐπετήρει μὲν νύκτα ἀσέληνον, καιροφυλακεῖ δ’ ἐρημίαν ὁδοιπόρων πολλὴν, καὶ ξιφήρης κατὰ νώτου γενόμενος παίει τὴν κάραν· καὶ ὁ μὲν ἔκειτο πεπτωκὼς ἐλεεινὸν καθ’ ἡμέραν θέαμα· ὁ δὲ ἀποδρὰς ᾤχετο, πρὸς μὲν τὸ παρὸν λήσειν ἐλπίζων, αὖθις δὲ τῇ γυναικὶ συνεσόμενος ἐπ’ ἀδείας πολλῆς. ΠΑΡΑΓΡΑΦΙΚΟΝ. Ἀλλ’ οὔπω δῆλόν φησιν, εἰ τὸν δεσπότην ὁ θεράπων ἀνῄρηκεν· πῶς οὖν τοῦτο συνειδέναι τὴν ἄνθρωπον. ΛΥΣΙΣ. Πολλὰ τούτου καὶ ἐναργῆ τὰ τεκμήρια· πρῶτον μὲν ἡ βεβαία καὶ πιστὴ καὶ ἀληθὴς ὑπόνοια· δεύτερον τὰ δεσμά. τρίτον ἡ ἄφεσις. ἐπὶ πᾶσιν ἡ τῆς γυναικὸς κακόνοια· τὸ πρὸς τὸν ἄνδρα μῖσος· ταῦτα κρίνεσθαί σε ποιεῖ, καὶ εἰ μηδέπω ὁ πονηρὸς μαστιγίας ἑάλωκε· πολλοὶ γὰρ πολλάκις καὶ τῶν πρώτων μὴ κεκριμένων τετιμώρηνται· τῆς δὲ μοιχείας καὶ δίκην ὑπεῖχεν ὁ παῖς τὸν δεσμόν· ἐκ δὲ τῆς μοιχείας καὶ τὸν φόνον ἔστιν εἰργασμένος· σὺ δὲ δικαίως ἀμφοῖν ὀφείλεις δίκην· καὶ γὰρ μοιχείᾳ καὶ φόνῳ διαῤῥήδην τυγχάνεις ὑπεύθυνος.
8.69 ΕΙΤΑ ΕΛΕΓΧΩΝ ΑΠΑΙΤΗΣΕΙ. Εἶτα ἐπὶ τούτοις τῶν ἐγκλημάτων μάρτυρας ἀπαιτεῖς, ὥσπερ ἀγνοοῦσα, ὅτι θατέρου παρασχόντες τοὺς μάρτυρας καὶ θάτερον συναπεδείξαμεν· μάρτυς τοίνυν τῆς μοιχείας ἀνὴρ ὁ σὸς, οὐ ψευδῆ μαρτυρῶν· ὥστε καὶ μὴ τοιαύτην εἶναί σε τοῖς θεοῖς προσηύχετο· καὶ τέθνηκεν ὑπὸ δούλου μαστιγίου δολοφονηθείς· ὥστε τῶν εἰκότων καὶ τῶν πραγμάτων ἐλεγχόντων τὰ δράματα, περιττὸν ἔτι ζητεῖν μάρτυρας· καὶ μὴν οὐδεὶς οὕτως εὐήθης τυγχάνει, ὡς καὶ δημοσιεύειν μετὰ παῤῥησίας ποιεῖν δεινὸν οὕτως ἀπόῤῥητον· καὶ γὰρ ἡ μοιχεία κεκώλυται, καὶ τὸ φονεύειν ἀπείρηται· πῶς οὖν σὺ μάρτυρας παρ’ ἡμῶν ἀπαιτεῖς, οὓς λανθάνειν πρὸ τούτων ἐσπούδακας· εἶτα κατὰ νόμον συνόντες ταῖς γυναιξὶ καὶ συνοικοῦντες νόμῳ λεληθότως αὐταῖς συγγινόμεθα· μοιχείαν δὲ πληροῦμεν, ὁρώντων τινῶν, ἵν’ εὐθυνόμενοι ἐφόρατοι παρὰ τοῖς δικάζουσι γενώμεθα· εἰ δὲ τοὺς συνειδότας τὴν μιαιφονίαν λέγεις, οὐδένα πλὴν σοῦ συνειδέναι φημί· ὥστε τὴν μιαιφονίαν ἐλέγχω μοιχείᾳ, καὶ τὴν μοιχείαν τῷ φόνῳ· ἄμφω δὲ διὰ θατέρου δείκνυται· ὥστε σπουδάσασα λανθάνειν, ἐν οἷς ἐτόλμας πράττειν ἃ μήδ’ ὅλως ἐχρῆν ἀκούσασα διελέγχῃ τοῖς πράγμασιν.
8.70 Η ΒΟΥΛΗΣΙΣ. Καὶ τίς οὕτω γυνὴ, φησὶν, ἀλιτήριος, ὡς παρασκευάσαι τὸν ἑαυτῆς ἀναιρεθῆναι σύνοικον; τοῖς σοῖς, ὦ γύναι, κατὰ σοῦ χρήσομαι ῥήμασιν· ἡ μὲν γὰρ σώφρων καὶ σώζεσθαι τὸν ἄνδρα καὶ φυλάττειν βούλεται· ἡ δ’ ἕτερον πόθον καὶ ξένον νοσήσασα, ὡς τηρουμένη ἐπιβουλεύει τὸν χαρισμὸν πρὸς ἐπήρειαν· δηλεῖ γὰρ ἔρως καὶ πόθος ὥρας καλῆς· πυρπολεῖταί τις, οὐ βλεπομένου πυρός· καὶ καιρίαν τιτρώσκεται, θεωροῦσα κάλλος ἀλλότριον· καὶ ποιεῖ θέα τὸν πόλεμον· ὄψις τὴν νόσον· ἱστορία τὸν κίνδυνον· κἂν ἀνάγκην λέγῃς τὸν ἔρωτα, ἢ βίαν ἕλκεσθαι τὸν μὴ πειθόμενον, πείθομαι ταῦτα τὴν μοιχείαν πεπληρωκέναι· ταῦτα τὸν φόνον ἐξείργασται· τύραννος ὁ ἔρως ἐστὶν, καὶ κατὰ τῶν θεῶν, ὥς φασιν, ἐστρατεύσατο, καὶ κατ’ ἀνθρώπων ἐξήγαγε πόλεμον· τιτρώσκων καρδίαν, ὅλῳ λυμαινόμενος σώματι, οὐδὲν φροντίζειν ποιῶν ἢ μόνον τοῦ πάθους· ἐρῶσα γυνὴ συνδιαφθείρει τῷ σώματι καὶ τὴν ὁμόνοιαν τὴν πρὸς τὸν σύνοικον, προὔδωκεν ὁμοῦ καὶ τὸν ἄνδρα· καὶ τῶν πρὸς ἐκεῖνον δικαίως ἀμνημονήσασα πρὸς ἡδονὴν μόνην ἀπέκλινε, τραγῳδίαν τὴν γνώμην ποιήσασα, τῶν ἀπὸ τῆς σκηνῆς ἑαυτὴν ἀναπλήσασα· οὐ μὴν δίκαιον, οὐδὲ σύνοικόν σε καλεῖν· τῆς γὰρ προσηγορίας σοι ταύτης οὐδ’ ὅλως μέτεστιν, ἀφ’ ἧςπερ ἡμέρας ηὐτομόλησας πρὸς συνουσίαν παράνομον· ὅμοιον γὰρ τῇ γνώμῃ καὶ τὴν προσηγορίαν ἤμειψας τῆς γυναικός· καὶ διὰ τοῦτο μνησικακοῦσα μὲν ὑποπτεύοντι, χαλεπαίνουσα δὲ, διότι τὸν οἰκέτην δεσμώτην πεποίηκε, τὸν φόνον ἐπλήρωσας· ἡ δύναμις ἐκλιμπάνει ἀπὸ τῆς γυναικός· ἀπὸ δὲ τοῦ κατηγόρου ἔῤῥωται· ἀδείας μὲν ἐπειλημμένη διὰ τὴν ἀπουσίαν τοῦ ἀνδρός· δυναμένη δὲ τὸν φόνον ἐργάσασθαι, διὰ τὸ λῦσαι τῶν δεσμῶν τὸν παῖδα τὸν κακοδαίμονα· καιροφυλακεῖν δὲ τὴν ἐπάνοδον ὑποθεμένη τοῦ δυςτυχοῦς, ᾗ καὶ ῥᾷστα τῷ βουλήματι τὸ πέρας ἐπέθηκας, εἶτα προβάλλει τὴν ἄγνοιαν· ἣν πάντες σκῆψιν τῆς ἑαυτῶν ἀδικίας πεποίηνται· ἀλλ’ οὐχ ἡ ἄρνησις ἀπολύει σε τῶν ἐγκλημάτων· κἂν γὰρ ἐπ’ αὐτοφώρῳ ληφθῇ τις οὐκ ἀπορήσει προφάσεων· ἀλλ’ οὐ τὰς ἀρνήσεις τῶν πραγμάτων δεῖ πιστοτέρας ὑπολαμβάνειν.
8.71 ΤΑ ΑΠ’ ΑΡΧΗΣ ΑΧΡΙ ΤΕΛΟΥΣ. Καὶ μὴν σαφῆ καὶ ἄλυτα ταυτί· πρῶτον μὲν τὸ προαισθέσθαι τὴν μοιχευομένην· εἶτα πιστεύσαντα τὸν αἴτιον δῆσαι· πρὸς τούτοις δὲ τῶν δεσμῶν ἡ λύσις, ὁ δρόμος, ὁ φόνος· ὁρᾶτε γὰρ, ὦ τὸ κακὸν, ὅθενπερ τὴν ἀρχὴν εἴληφε· κατέγνω τῆς γυναικὸς ὁ ἀνήρ· πάντως που καὶ ἐναργῆ τὴν κατάγνωσιν εἴληφε τεκμήρια· οὐδεὶς γὰρ οὕτως ἀπόπληκτος, ὡς αἰσχύνῃ περιβαλεῖν καὶ γυναῖκα καὶ ἑαυτὸν καὶ παῖδας· συγκρύπτειν γὰρ τὰ αἰσχρὰ μᾶλλον, ἢ δημοσιεύειν ἔθος τοῖς ἅπασιν· ἤδη δέ τινες δι’ ἀμετρίαν αἰσχύνης φόβῳ καρτεροῦσι· καὶ ἀνιώμενοι τοσοῦτον ἀπέχουσι καὶ τὴν αἰτίαν εἰπεῖν, καὶ τὸ μὴ ὂν περιάπτειν ὄνειδος. ΑΝΤΙΛΗΠΤΙΚΩ. Δίδωσι γὰρ ὁ νόμος, φησὶν, αὖ τῇ πανηγύρει δεσμώτας λύειν. ΜΕΤΑΛΗΨΙΣ. Ὅταν μικρὰ πλημμελήσαντες τύχωσιν, ἢ κατηγορίαν, ἢ ὕβριν, ἢ χρημάτων βλάβην, ἢ ὅ τι δή ποτε εἴη, διότι καὶ δεσμῶν ἄξια δρᾷν· ἱκανὴν γὰρ ἡγεῖτο τιμωρίαν ὁ τιθεὶς τὸν νόμον κατὰ τῶν τὰ τοιαῦτα ἡμαρτηκότων τὸν δεσμόν· οὒ μὰ Δία ὅςτις ἔνοχος τηλικούτῳ κακῷ, τοῦτον ἀφίησιν· οὐδὲν γὰρ δεινὸν ἔπασχον οὗτοί γε οἱ τοῖς μεγίστοις ἐγκλήμασιν εὐθυνόμενοι, εἰ πρὸς ὀλίγον τὸν δεσμὸν ὑπομένοντες εἶτα ἐπ’ ἐξουσίας ἐπέραινον ἅπερ ἠβούλοντο· εἶτα ἐξάγειν δεσμωτηρίου δίδωσιν, οὓς μετέχειν ἱερῶν καὶ σπονδῶν εὐαγὲς, οὐ τοὺς ἀκαθάρτους καὶ ἐναγεῖς καὶ τῶν περιῤῥαντηρίων ἀπελαυνομένους, οἷος ἐκεῖνός ἐστιν, ὃν σὺ μὲν ἀφῆκας, εἵλου δὲ κινδυνεύειν αὐτίκα μάλα, ἢ ἐκεῖνον ὁρᾷν ἐν τῷ δεσμῷ συνεχόμενον· τοιγαροῦν οὐκ ἤρκεσέ σοι μοιχείας ἔχειν γραφὴν, ἀλλὰ καὶ φόνου κρίνεσθαι.
8.72 ΤΗ ΜΕΤΑΘΕΣΕΙ ΤΗΣ ΑΙΤΙΑΣ, Ο ΚΑΛΕΙΤΑΙ ΧΡΩΜΑ. Ἀλλ’ εἰκὸς ὑπ’ ἐχθροῦ του, φησὶν, ἢ ὑπὸ κακούργων αὐτὸν ἀνῃρῆσθαι· καὶ τίνες ὑμῶν δυσμενέστεροι; τίνες δὲ πονηρότεροι; σημεῖον δὲ, πάντα γὰρ ἀδεῶς ἐτέλει τὸν βίον· πάσης ἐπηρείας ἐχθρῶν κρείττω τὸν χρόνον διαγέγονε παρεχόμενος· τηνικαῦτα δὲ ἐχθροὺς οἰκία ἐκτήσατο, ἡνίκα τὰ ἀπόῤῥητα διελέγχειν ἔμελλον· οὐδὲ γὰρ ὧν ἀδικήσωσιν οἱ πονηροὶ, δίκας ὑπέχειν βούλονται, ἀλλ’ ὧν ἂν εὐθύνεσθαι μέλλουσι χαλεπαίνουσιν· εἶτα μετ’ ἀδείας τὰ πρὸ τοῦ βαδίζων, καὶ παρ’ ὅλον τὸν τῆς ἀποδημίας χρόνον ἀκινδύνως διάγων, δεινὸν οὐδ’ ὁτιοῦν πέπονθεν· ἐκ δὲ τῆς ἀποδημίας ἐπανιὼν ὁπηνίκα τῆς ἐπανόδου τῆς οἴκαδε πάλιν εἴχετο, τότε δὴ τότε καὶ δυσμενεῖς ἅπαντες καὶ λῃσταὶ συνεῤῥύησαν· πόθεν οὖν εἰς τὴν κατὰ σοῦ ταύτην γραφὴν ὡρμήθημεν; εἰ μὲν καὶ τὸν πιστὸν ἐκ τῶν προϋπαρξάντων εἴχομεν· κλοπὴν μὲν καταμηνύει φώρια· προδοσίαν δὲ δῶρα· καὶ τῶν ἄλλων ἑκάστων ἔργων τὰς ἀποδείξεις ἐκ τῶν εἰκότων ἐλάμβανε· τί γὰρ δή ποτε πάντα ἀφέντες ὑμεῖς καὶ πολίτας καὶ ξένους καὶ μετοίκους, καὶ γείτονας καὶ τῶν οἰκετῶν τοὺς λοιποὺς ἐπὶ σὲ καὶ τὸν σὸν κοινωνὸν τὴν αἰτίαν ἄγομεν; οὐ γὰρ δὴ τοῦτ’ ἂν εἰπεῖν ἔχῃς ὡς εὖνοι μὲν ἐκείνοις ἐσμέν· προϋπῆρχε δὲ ἡμῖν τις πρός σε ἀπέχθεια· τὰ γὰρ πραχθέντα ἐκείνους μὲν τῶν ἐγκλημάτων ἀφίησι, σὲ δὲ εἰκότως ἐπάγει τῇ δίκῃ· εἰ μὲν γὰρ ἀναιρεθέντος του ἤχθου, ζητεῖν τὸν αἴτιον μεθ’ ἡμῶν ἐχρῆν· ἐπειδὴ δὲ ἕρμαιον ἡγῇ τὸν ἐκείνου θάνατον, οὐδεὶς πλὴν ὑμῶν ἐκείνῳ πολέμιος.
8.73 ΠΙΘΑΝΗ ΑΠΟΛΟΓΙΑ ΟΥΚ ΕΜΠΙΠΤΕΙ. Οὔτε εἰς τὴν μοιχείαν, οὔτε εἰς τὸν φόνον· οὐδεὶς γὰρ λέγει· ἀλλ’ εἰ ἐμοίχευον, οὐκ ἂν ἔλυσα· οὐδ’ ἂν λυθεὶς, ἀνεῖλεν ὁ παῖς· τίς οὖν εὐήθης φησὶν ὡς δοῦναι καθ’ ἑαυτῆς ὑποψίαν μοιχείας τῷ τὸν οἰκέτην λῦσαι· ΛΥΣΙΣ. Κακοήθης μὲν οὐκ εὐήθης ἡ πρᾶξις ἐλήλεγκται· μᾶλλον δὲ τὸ κακόηθες εὔηθες ὂν ἐπιδείκνυται. σὺ μὲν γὰρ ᾤου τῶν δεσμῶν τὴν ἄφεσιν λύσιν εἶναι τῶν ἁμαρτημάτων· λέληθε δὲ πίστις οὖσα μᾶλλον εἶναι ἡ ἄφεσις· δι’ ὧν γὰρ ἐκφεύξεσθαι τὴν ὑπόνοιαν ἤλπιζες, διὰ τούτων ἑάλωκας· ἐὰν μὲν γὰρ ἐχρῆν τὸν οἰκέτην κατὰ χώραν μένειν καὶ μὴ τὸν τῆς μοιχείας ἔλεγχον ἀφανῆ ποιεῖν· οὐδεὶς γὰρ οὕτως ἀπάνθρωπος, ὡς τὸν μηδὲν ἠδικηκότα δεσμώτην ποιεῖν· ἀλλ’ οἶμαι πρὸς ἔλεγχον ἐναργῆ δήσας ἐφύλαττεν· ἐξὸν γὰρ αὐτῷ καὶ ἀνελεῖν, εἴπερ ἠβούλετο, κυρίους ὑμᾶς ἐποίει τῆς ψήφου, καὶ μᾶλλον εὐλαβείᾳ πλείονι τοῦ προσήκοντος, ἢ ἐξουσίᾳ κατεχρήσατο· σὺ δὲ τὸν ἐκ τῶν βασάνων ἔλεγχον δείσασα λύεις μὲν τὸν οἰκέτην, φυγῆς δὲ δίδως σύνθημα, καὶ ὀργῇ φέρουσα τὴν πρὸς τὸν ἄνδρα δυσχέρειαν.
8.74 αὐτόχειρ ἐκείνου δι’ ἀνδραπόδου γέγονας πονηροῦ. ΕΠΙΛΟΓΟΙ. Ἀλλ’ ὢ τῆς δυστυχοῦς ἐκείνης ἐξόδου, δυστυχεστέρας δὲ ἐπανόδου· ἐριννύες ἄρα τῆς ὁδοῦ προεπόμπευον· χορὸς ἀλαστόρων τῆς πορνείας ἡγεῖτο· κἀκεῖνος μὲν τὴν ἐνέδραν ἠγνόει· συνεσκευώρεις δὲ, ὦ γύναι, τὸν φόνον, δεύτερον ἀγωνιστὴν τοῦ δράματος ἔχουσα δήμιον δοῦλον, σφαγέα δεσπότου, μαστιγίαν ἀνδρὸς ἀλιτήριον, ὃς ἐκ τοῦ δεσμωτηρίου δρόμῳ χωρήσας ἐπὶ τὴν καλὴν ἀριστείαν τῶν σῶν ἐντολῶν οὐκ ἠμέλησεν· οἵαν ἐκεῖνος ἀφῆκε φωνὴν ἀναιρούμενος· οἷον ὕπατον ἐφθέγξατο λόγον· οὐ γὰρ ἠγνόησε τὸν σφαγέα· κτείνει μὲν ξίφος οἰκεῖον καὶ γυναικὸς ἀκολάστου θυμός· τοιοῦτοι γὰρ τῶν ἐξ ἐπιβουλῆς κτεινομένων οἱ λόγοι· ἀφ’ ἑστίας τὸ πάθος· οἴκοθεν ἡ προδοσία· καὶ ὁ μὲν οὕτως ἐξ ἀμφοτέρων ἀνήρπαστο· ἡ γυνὴ δ’ ἤκουεν εὐαγγέλια τοῦ φόνου· ἴσως μὲν ἀποδεξαμένη τὸν αὐτόχειρα, λαθραίως δὲ καὶ ἀγγέλου τινὸς ἥκοντος, ὥσπερ τι σκυθρωπὸν ἀγγέλλοντος τὸ πάθος· ἡ δ’ ἥσθη μὲν πυθομένη, καὶ φαιδρὰ τοῖς ἔνδον ἐφαίνετο· ἐπῄνει δὲ τὸν ὑπηρετήσαντα τῷ βουλήματι, καὶ τίμιον ἦγε πολὺ μᾶλλον ἢ πρότερον. ὦ πλήρης ἑστία δραμάτων. ὦ μεστὴ παθῶν οἰκία· οὐκ ἦν, ὡς ἔοικε, γυναικὸς ἐπιβουλὴν μοιχευομένης διαφυγεῖν· πάντως ὑβρισθέντος, γάμου σώφρονος καὶ γάμος ἕπεται· ἀρχὴ μὲν φόνου μοιχεία· πέρας δὲ ταύτης ἀναίρεσις· ἐνθυμεῖσθε μιαιφόνον ἐντρυφῶντα τοῖς τοῦ δεσπότου κτήμασι· μὴ περιΐδητε τῶν μὴ προσηκόντων ἀπολαύοντα τὸν οἰκέτην· μισήσατε τῆς ἀκολασίας τὸν ἄνθρωπον· τῆς ἐπιβουλῆς τιμωρήσασθε· καθάρσιον ἔστω τοῦ ἄγους ὁ ταύτης θάνατος. διπλῶν ἀδικημάτων εἷς ἔστω κολάσεως τρόπος· ἐκκηρύττομεν δὲ κἀκεῖνον τῆς πόλεως· ἢ συλλαβόντες ἐπὶ ταύτῃ κολάσωμεν· μὴ σωζέσθω μηδεὶς, μὴ καθαρὸς τὰς χεῖρας· μηδὲ περιεῖναι συγχωρείσθω φόνῳ τὰς χεῖρας μολυνόμενος· ταῦτα γὰρ δρῶντες, ὅσια καὶ συμφέροντα δράσομεν· εὑρήσεις δὲ καὶ ἀπὸ τοῦ κοινοῦ ἐπιλόγου τοῦ δικαίου προσθεῖναι καὶ ἐκ τοῦ συμφέροντος ἐπιχειρήματα πολλά.
8.75 ΑΠΟ ΓΝΩΜΗΣ ΣΤΟΧΑΣΜΟΣ. Ἐν τυραννουμένῃ πόλει ἀνελθών τις ἀνεῖλε τὸν τύραννον, δωρεᾶς αὐτῷ προκειμένης· ῥήτωρ ἀντεῖπε, φήσας μεμηνέναι τὸν ἀνελόντα τύραννον· ἐνίκησεν. μετὰ ταῦτα ὡς μεμηνὼς ἀνεῖλε τὸν ῥήτορα, καὶ κρίνεται φόνου. Ὡς ἁπλοῦς διαιρεθήσεται ὁ ἀπὸ γνώμης στοχασμὸς ἐκλιμπάνοντος μόνου τοῦ κεφαλαίου τῆς τῶν ἐλέγχων ἀπαιτήσεως· γνώμης γὰρ καὶ προαιρέσεως οὔσης τῆς κατηγορίας, οὐ δυνατὸν λέγειν, ὅτι δὸς τοὺς ἐλέγχους τῆς πράξεως· ἵνα δὲ σαφεστέρα γένηται ἡ διαίρεσις ἐπὶ παραδείγματος ἴδωμεν τὰ κεφάλαια· δώσεις δὲ τῷ δοκοῦντι μεμηνέναι συνήγορον· τὰ προοίμια, ὅτι οὐ μόνον οὐκ ἤρκεσεν ἀποστερῆσαι τὸν τυραννοκτόνον τῆς δωρεᾶς· ἀλλ’ ὅτι καὶ παρὰ τὸν νόμον γραφόμενοι φόνου κατηγορεῖν σπουδάζουσιν· ἢ οὕτως· ὅτι πολλὰ τὸν τυραννοκτόνον παρὰ τοὺς νόμους ἠδίκησαν, καὶ ἀποστερήσαντες τῆς τιμῆς καὶ φόνου γραφόμενοι. ΔΕΥΤΕΡΟΝ ΠΡΟΟΙΜΙΟΝ· Θαυμάζωμεν οὖν καὶ τοὺς πεπεισμένους τότε τῶν δικαστῶν μὴ παρασχεῖν τὴν δωρεὰν, ἀπολαύειν μὲν ἐῶντας τῆς ἐλευθερίας, μὴ διδόντας δὲ τὴν ἀμοιβήν· ἀλλὰ πεισθέντας τῷ κακοδαίμονι ῥήτορι, τὸν τυραννοκτόνον μεμηνέναι διαγορεύοντι.
8.76 ΑΛΛΟ ΠΡΟΟΙΜΙΟΝ· Οἴομαι μὲν οὖν, ὅτι διὰ τὸ τῆς δωρεᾶς χηρεύειν, μᾶλλον δὲ διὰ τὴν ἐπίπλαστον σκῆψιν τοῦ ῥήτορος λυπούμενος ὁ ἄνθρωπος καὶ τότε πρῶτον ἐμάνη· λύπη γὰρ καθ’ ὑπερβολὴν ἐπισκήψασα δαιμονᾷν τῷ νοσοῦντι ποιεῖ· ἢ οὕτως, ὅτι μεμηνὼς ἀνεῖλε τὸν ῥήτορα καὶ δίκαιον νῦν γοῦν φυλάξαι τοὺς νόμους, καὶ ἀφεῖναι τὸν τοιαύτην μανίαν δυστυχήσαντα· Η ΚΑΤΑΣΤΑΣΙΣ ἔχει τὴν πολιτείαν, εἶτα τὴν τοῦ τυράννου παρανομίαν, κατ’ αὔξησιν εἰσαγομένην καὶ δείνωσιν, εἶτα τὴν ἀναίρεσιν, καὶ τὴν ἐπὶ ἐλευθερίᾳ πομπὴν, καὶ συναγωγὴν τῆς ἐκκλησίας ἐπὶ τῇ δωρεᾷ, καὶ τὴν ἀντίῤῥησιν τοῦ ῥήτορος, καὶ τὴν πειθὼ τῶν πολιτῶν, καὶ τὴν ἐντεῦθεν ἄλλην γινομένην μανίαν, καὶ τὸν ὕστερον τοῦ ῥήτορος φόνον, καὶ τὴν νῦν ἐπὶ τούτῳ κρίσιν· μετὰ ταῦτα ἔρχῃ ἐπὶ τοὺς ἀγῶνας· ἰστέον δὲ καθόλου, ὅτι παραγραφικὸν ἐν τοῖς ἀπὸ γνώμης στοχασμοῖς οὐκ ἐμπίπτει· ζητουμένου γὰρ τοῦ εἰ ἀληθῶς μέμηνεν, ἢ οὒ, οὐ δυνατὸν λέγειν, ὅτι οὐκ ὀφείλω κρίνεσθαι, ὑπὲρ ὧν μαινόμενος ἔπραξα· τοῦτο γοῦν αὐτό ἐστι τὸ ζητούμενον, πότερον ἀληθῶς μέμηνεν, ἢ οὔ· ἡ τῶν ἐλέγχων ἀπαίτησις ὁμοίως καθόλου ἐν τοῖς ἀπὸ γνώμης στοχασμοῖς οὐκ ἐμπίπτει· ἡ βούλησις τοίνυν πρῶτον ὑπάρχει κεφάλαιον· ὅτι οὐκ ἂν, εἰ ἐσωφρόνει, ἠβουλήθη τὸν ῥήτορα διαχρήσασθαι, ἵνα μὴ ἐναγὴς γένηται, καὶ ἑαυτὸν ἀποστερήσῃ σπονδῶν, κρατήρων ἱερῶν, πανηγύρεων συνόδου, καὶ τῶν τοιούτων· ἔτι δὲ καὶ τὴν ἀπὸ τῶν νόμων τιμωρίαν καὶ κρίσιν ὑφορώμενος, καὶ τὰ παρ’ ὑμῖν δικαστήρια, καὶ τὴν περὶ πάντων κατάγνωσιν εὐλαβούμενος, ἐφύλαξα ἂν τοιοῦτόν τι δρᾶσαι· ἀλλ’ ἐχθρὸς ἦν, ἔστιν αἰτία, ἀλλ’ ἐν ἄλλοις αὐτὸν ἀμύνασθαι ἐζήτησεν, οὐκ ἐν φόνῳ, ἐν ᾧ καὶ αὐτῆς τῆς πράξεως εἶχεν εὐθύνεσθαι, καὶ τὰ τοιαῦτα· θὲς αἰτίας καὶ λῦσον· καὶ πληροῖς οὕτω τὴν βούλησιν.
8.77 ΔΥΝΑΜΙΣ. Ἡ δύναμις οὐκ ἐμπίπτει καθόλου· οὐ γὰρ δυνατὸν εἰπεῖν, ὅτι οὐκ ἠδυνήθην ἀνελεῖν καὶ δοκῶν μεμηνέναι· λύσεις δὲ ὡς καὶ τὸ ἐν ἄλλοις εἶπον τῇ βουλήσει· ὅτι μὴ βουλόμενος οὐκ ἂν ἠδυνήθην, καὶ τὰ τοιαῦτα· τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κατὰ τοῦ τυραννοκτόνου τυγχάνει, διὸ ἐξ ἀντιθέσεως τεθήσεται· ἀλλ’ αὐτόν φησιν μόνον ἀνεῖλε τὸν ἀντειπόντα· τῇ δωρεᾷ· ἕτερον δὲ οὐδένα τῶν πολιτῶν, ἀλλὰ τὸν ἀντειπόντα· λύσεις χρώματι ἀντεγκληματικῶς. ὅτι αὐτὸς αἴτιος ὁ ῥήτωρ ἦν, συνεχῶς προϊὼν, συντυγχάνων, συγκαλούμενος, ὀνειδίζων τὴν δωρεὰν, φάσκων νενικημένα συνεχῶς, ἀναγινώσκων τὸν περὶ τῶν τυραννοκτόνων νόμον, καὶ τὰ τοιαῦτα. Η ΠΙΘΑΝΗ ΑΠΟΛΟΓΙΑ ΟΥΚ ΕΜΠΙΠΤΕΙ. Οὐ γὰρ δυνατὸν εἰπεῖν, οὐκ ἂν ἀπέκτεινα φανερῶς, ἵνα μὴ φόνου κριθῶ· μωρὸν γάρ· ἐν μέντοι γε τῇ μητρυιᾷ τοιαύτη τις ἕπεται πιθανὴ ἀπολογία· ἀλλ’ οὐκ ἂν τοῦτον τὸν τρόπον ἀνεῖλε τὸν τύραννον, καὶ τὸν υἱὸν ἔτρωσεν, εἰ μὴ ἀληθῶς ἐμαίνετο· δυνατὸν γὰρ καὶ ἑτέρως ἦν αὐτὸν ἀνελεῖν, ἅτε μεμηνυίας τῆς μητρυιᾶς· μετὰ ταῦτα θήσεις τοὺς ἐπιλόγους, ὄντας ἀπὸ τῆς ποιότητος ἐν μανίᾳ· ἀλλ’ ἤδη τὴν ψῆφον ἐνέγκωμεν· δεινὸν γὰρ ὁρᾷ, δεινὸν βλέπει· καὶ κατ’ αὐτῶν, ὡς ἔοικε, τῶν δικαίων χωρεῖ· ἀγνοεῖ πάντως κρινόμενος· οὐκ οἶδεν, ὅπη τανῦν ἔστηκε· δησάτω τις αὐτόν· μᾶλλον δὲ μετὰ τῆς ψήφου φρουροὺς αὐτῷ χειροτονήσει τὸ δικαστήριον, καὶ τὰ τοιαῦτα.
8.78 ΠΑΡΑΔΟΞΟΣ ΣΤΟΧΑΣΜΟΣ· Φευκτέον τὸ τοιοῦτον εἶδος· τῶν στοχασμῶν γὰρ ὑποπίπτει τῷ ὅρῳ· διὸ προσήκασθαι τὴν τοιαύτην πλάσιν οὐκ εὔλογον· υἱὲ, Καρπωνιανὲ τιμιώτατε· καὶ γὰρ εἰ τύχη σέ τις εὐδαίμων ὑπηρετεῖν βασιλεῖ στρατευόμενον παρεσκεύασεν, ἀλλ’ ἐν ῥητορικῇ σοφιστικὸν ἔργον ποιεῖς, παρακολουθῶν τοῖς θεωρήμασιν ἅπασιν· πλὴν ἵνα μηδὲ τούτων ἄπειρος ἦς, ἴσθι τὴν αὐτὴν αὐτοὺς ἔχειν διαίρεσιν· τοῖς ἁπλοῖς ἐκλιμπανόντων τῶν ἐλέγχων· οἷον εἰκός σε μὴ ἀνῃρηκέναι σκηπτῷ τὸν τύραννον, ἀλλὰ τὸ πῦρ αὐτομάτως πεσεῖν· ἢ εἰκός σε μάλιστα κατασπᾶσαι τὸν σκηπτὸν καὶ κεκληκέναι τοὺς θεοὺς, ἅτε δὴ δικαίου καὶ εὐσεβοῦς τοῦ πράγματος ὄντος, καὶ τὰ τοιαῦτα· καὶ οὕτω διόλου προβαίνουσιν οἱ ἀπαιδεύτως τοιοῦτον εἶδος τῶν στοχασμῶν προδεχόμενοι. ΟΡΙΚΑ ΚΑΤΑ ΚΡΙΣΙΝ. Ἐρῶν τις ἑταίρας τὸν υἱὸν ἀπεκήρυξεν· ὁ παῖς συνῴκησε τῇ ἑταίρᾳ· τεθνηκότα ἔθαψεν ἐν τοῖς ἑαυτῆς μνήμασι· καὶ ἀπελθὼν ὁ πατὴρ νυκτὸς ἔλαβεν αὐτὸν, καὶ κρίνεται παρὰ τῆς ἑταίρας τυμβωρυχίας. Μεστὸν πάθους τὸ ζήτημα· ἡ γὰρ ἀποκήρυξις τοῦ παιδὸς, ὁ θάνατός τε καὶ ἡ τῆς τυμβωρυχίας γραφὴ πολὺ χορηγεῖ τὸ πάθος τῷ ἐγκλήματι· δεῖ οὖν πάντα καιρὸν τὸν πατέρα παθαινόμενον φαίνεσθαι, καὶ τοῦ παιδὸς τὸν θάνατον ὑποπτεύοντα, καὶ σωφρονισμοῦ χάριν οὐ μίσους ποιησάμενον τὴν ἀποκήρυξιν· γνωστέον δὲ, ὅτι οὐδεὶς τῶν παθαινομένων εὐδαιμονίζει τοὺς μὴ τοιαῦτα παθόντας· ὥσπερ εἰώθασί τινες ἀπὸ τούτου τοῦ τόπου λαμβάνειν τὰ προοίμια· οὐ γὰρ εὐδαιμονίζειν ἴδιον τῶν παθαινομένων τοὺς δικαστὰς, οἷα πολλάκις ἐστὶν εὑρεῖν προοιμιαζομένους τινάς· οἷον ἄνδρες εὐδαίμονες καὶ κακῶν τῶν ἀπὸ τῆς ἑταίρας ἀπείραστοι· τὸ γὰρ εὐδαιμονίζειν τινὰ ὅλως, καὶ μὴ πρὸς τὴν οἰκείαν ἐπιγίνεσθαι συμφορὰν τῶν παθαινομένων ἀλλότριον· παρατηρεῖν δὲ κἀκεῖνο καλὸν, ὅτι δεῖ τῇ τῆς ἑταίρας ποιότητι προσηκούσας ποιεῖσθαι τὰς καταδρομὰς, ὡς πολλοὺς ἤδη διαφθειρούσης τῶν νέων· χρήσῃ οὖν τοῖς προοιμίοις οὕτως.
8.79 Συνῆψεν, ὡς ἔοικεν, ὦ ἄνδρες πολῖται, τῇ κατειληφυίᾳ με συμφορᾷ δυστύχημα χαλεπώτερον, καὶ διπλοῖς ἐξαίφνης περιπέπτωκα πτώμασιν· ἔναγχος μὲν ἀπολέσας ὃν ἐκαλούμην πατήρ· καὶ οὔπω λέγω τὴν πρόφασιν, οὔπω τῶν θρήνων ἀναπαυσάμενος ἐπὶ τῷ παιδὶ τελευτήσαντι, τυμβωρύχος ὀνομάζομαι· καὶ δακρύειν μὲν ἔτι παρὰ τὸν τάφον οὐ συγκεχώρημαι κείμενος· κρίνομαι δὲ παρ’ ὑμῖν, ἑταίρας ἀγνοεῖν ὑποκρινομένης τὴν φύσιν· ἀλλ’ ἴσως ἄγει τις δαίμων ἐπὶ τὴν δίκην τὴν πολλοὺς ἤδη πολλάκις πρὸς αὐτὴν νέους ἀπὸ τοῦ δήμου συλήσασαν· καὶ δικαίως ἀγνοῆσαι πεποίηκε τὴν γραφὴν, ἵνα πατρὸς ὡς παιδὸς τάφον σκυλεύσαντος, ἐκ πορνείας ἀπαλλάξῃ τὸν δῆμον πολιορκήσαντα· δεύτερον δέδοικα μὲν, μὰ τοὺς θεοὺς, μὴ κεκρατημένος τῷ πάθει τανῦν οὐκ ἀρκέσω πρὸς τὴν ἑταίραν ἀπολογούμενος, καὶ δόξω τῶν δικαίων οὐκ εὐπορεῖν, ὑπὸ τῶν συμβεβηκότων παραχωρούμενος· ὅταν γὰρ τοῦ παιδὸς τὸν θάνατον ἐννοῶν ἀπίδω πρὸς τὸν ἀγῶνα κρινόμενος, πρὸς ἄμφω τὸν λογισμὸν μεριζόμενος, ὑπείκω τὴν συμφορὰν, πρὸς τὴν ἀπολογίαν ἐξίσταμαι. ὑμέτερον οὖν ἐξ ὀλίγων μὲν ῥημάτων ἐλέγξαι τὴν κατ’ ἐμοῦ γινομένην ἐπήρειαν, ἀφεῖναι δέ με πρὸς τὸν τοῦ παιδὸς τάφον ὀδύρεσθαι τὸν μετὰ τὴν ἀποκήρυξιν εὐθὺς ὀφθέντα τῷ γένει νεκρόν· οὐκ ἂν ἀνέξομαι τοῦ παιδὸς ἔρημον τὴν ἑστίαν ὁρᾷν, ὁ πρὸς ὀλίγον ἀντὶ σώφρονος οὐ καρτερήσας τὴν ἀποκήρυξιν.
8.80 ΤΡΙΤΟΝ ΠΡΟΟΙΜΙΟΝ. Ἡ μὲν οὖν ἑταίρα πρὸς τοὺς ἐραστὰς αὐτῆς, ὡς εἰκὸς, διὰ τὴν γραφὴν ταύτην σεμνύνεται, καὶ ταύτην σοφισαμένη κατὰ πατρὸς τὴν ἐγχείρισιν, οἴεται τοὺς συνόντας μᾶλλον σχήσειν σπουδάζοντας· οὐ μὴν ἀπόχρη τοῦτο πρὸς τὴν ἐπιθυμίαν αὐτῇ τὸ κακούργημα· λήψεται γὰρ ἐπ’ ὀλίγον ἀντ’ ἐραστοῦ παρὰ τῶν νόμων τὸν δῆμον, αὐτὴν μὲν διὰ τὴν προαίρεσιν τιμωρούμενον, ἐπιστρέφοντα δὲ τὰ γένη πρὸς ἄλληλα, μηδενὸς ὄντος μηκέτι τοῦ τὴν φύσιν χωρίσοντος. δυνατὸν καὶ τοιαύτην ἄλλην τοῦ προοιμίου δέξασθαι πρότασιν· ἡ μὲν ἑταίρα προσθεῖναι τῷ παιδὶ τὸν πατέρα βεβούλευται· δύνασαι καὶ ἄλλην προκαταρκτικὴν λαβέσθαι ἔννοιαν· ὅτι μετὰ τῶν ὄντων ἐραστῶν ἡ ἑταίρα ἄλλους ἐραστὰς ταύτῃ προσθεῖναι βεβούληται μᾶλλον, ἢ γράψασθαι· καὶ προθυμότερον ὡς εἰκὸς ἐπὶ τὴν κατηγορίαν ἐλήλυθεν, ἵν’ ἀπὸ τοῦ βήματος μεθ’ ἑτέρων ἐραστῶν δορυφορουμένη πορεύσηται. ΚΑΤΑΣΤΑΣΙΣ. Καταστήσεις δὲ τοῦτον τὸν τρόπον προκαταστάσει χρησάμενος· ὅτι μεριζόμενος πρὸς τὸ πάθος καὶ τοὺς λόγους ἀπορῶ, ποῖ τράπωμαι· οὐδὲ γὰρ ἀδακρυτὶ διεξελθεῖν ἅπαντα δύναμαι, οὔτε τοὺς λόγους τοὺς περὶ παιδὸς ποιούμενος μὴ οὐχὶ πολὺν ἐγεῖραι θρῆνον καὶ δάκρυα. εἶτα ἡ κατάστασις· ἐπειδὴ γὰρ ὡς εἴθε μή ποτε ἠγαγόμην γύναιον ὁ δυστυχέστατος, ηὐχόμην γενέσθαι μοι παῖδα· καὶ πολλὰ τοὺς γενεθλίους ἐλιπάρουν θεοὺς πληρῶσαί μοι διὰ τάχους τὸ σπουδαζόμενον· οὐκοῦν τὴν ἀπὸ τῶν παίδων ἐσκόπουν ὁ κακοδαίμων ἐγὼ, οὐδὲ κωμάσειν ἑταίραν κατὰ τῆς ἐμῆς οἰκίας προσεδόκουν ὁ δείλαιος, καὶ τὰ τοιαῦτα. ὡς οὖν εἶδον τὸν παῖδα γενόμενον, τίς ἦν τότε, ἢ τίς ἐγενόμην, εἰπεῖν οὐκ εὐπορῶ· πολλάκις τότε διὰ τοῦ παιδὸς ἤλπισα γενέσθαι πρὸς τὴν πόλιν εὐδόκιμος· ἀριστεύοντος τοῦ παιδὸς, στρατηγοῦντος καὶ ῥητορεύοντος· ταῦτ’ ἐννοῶν ἦγον, ἐπαίδευον ἀπατώμενος, καὶ τρέφων ἀκολάστου γυναικὸς παίγνιον ἠγνόουν γενόμενος· τί οὖν ἐπὶ τούτοις; εὐθὺς ἐδίδασκον τοὺς νόμους, πρὸς τὰ τακτικὰ παρεσκεύαζον, τῆς δημοκρατίας αὐτὸν ἐποίουν ἐρᾷν· διδάσκων, συμβουλεύων πολλάκις, καλῶν τέκνον πολλάκις· τὸ σωφρονεῖν δημοκρατούμενον ἄριστον, ἂν πρὸς τὸν δῆμον ὁρᾷς, εὑρήσεις ἑπόμενον τῇ πολιτείᾳ τὸν στέφανον, δωρεὰς ἐξίσου καὶ τιμὰς παρὰ τοῦ δήμου πολιτεύματα, καὶ τὰ τοιαῦτα· εἶτα ὅτι ταῦτα λέγοντός μου καὶ συμβουλεύοντος, σκαιοτέρα τις τοῖς ἐλπιζομένοις τύχη ἐβάσκανεν· ὡς γὰρ ἦν λοιπὸν νεανίας ὁ παῖς, καὶ λοιπὸν ἤλπιζον ἔργῳ περαιοῦσθαι τὰ προσδοκώμενα, τὸν υἱὸν ὑπὸ τῆς ἑταίρας ὁρῶ διαφθειρόμενον, καὶ τῶν ἀρίστων μὲν συμβουλευμάτων ἀπεχόμενον, πρὸς ἀκολασίαν δὲ ῥέποντα· τὸ δὲ αἴτιον, πορνεία τὴν ἐμὴν ὑπώρυττεν οἰκίαν· συνεὶς οὖν εὐθὺς τὸ γινόμενον, καὶ συνὼν ὅτι οἱ νέοι πρὸς ἀπάτην εὔκολοι ἠπείλουν, ὠργιζόμην, ἀπέρχεσθαι τῆς ἑταίρας ἐκέλευον· ὡς δὲ οὐκ ἔπειθον, πληγὰς ἐπεφόρουν τὸ πρῶτον τῷ σώματι· εἶτα ἐκ τούτου μηδὲν καθορῶν, μηδὲ κωλύων τῆς ἐπιθυμίας τὸν παῖδα, ὡς δεινόν τι χρῆμα πατὴρ ὀργιζόμενος, ὡς δύσκολον ἐπισχεῖν κατὰ παιδὸς τὸ γένος κινούμενον, τὸν τῶν ἀποκηρύκτων νόμον οὐκ ἀγνοεῖς· χρήσομαι κατὰ σοῦ τῷ κοινῷ τῆς πόλεως κηρύγματι, καὶ τὰ τοιαῦτα· εἶτα ἑξῆς· ἀλλ’ ὢ τῆς τύχης, ἀποκηρύξας πρὸς σωφρονισμὸν ὀλίγον τὸν παῖδα, μετὰ τὸν χωρισμὸν εὐθὺς ἐθεασάμην τὸν παῖδα νεκρόν· καὶ τὸ τῶν ἀνηκέστων δεινότερον, ἔθαπτεν ἡ ἑταίρα παρ’ αὐτῇ τὸν ἐμὸν υἱόν· εἶτα μετὰ τὸν θάνατον τῷ γένει πλασάμενος, καὶ μεταγαγὼν ἐν τοῖς ἡμετέροις τάφοις τὸν κείμενον, τυμβωρύχος διὰ τὴν ὁσίαν τοῦ παιδὸς ὀνομάζομαι· καὶ συναψάσης τῆς ὕλης τὴν ἀποκήρυξιν, τὸν χωρισμὸν, τὴν τελευτὴν, ὡς πολέμιος ἐγὼ τοῦ παιδὸς κρίνομαι· καὶ τὰ τοιαῦτα.
8.82 ΠΡΟΒΟΛΗ ΟΡΟΥ. Γνωστέον, ὅτι τοῦ ἀνθορισμοῦ κατασκευαστικὰ καὶ τὰ ἑξῆς τυγχάνει κεφάλαια· καὶ τὸν αὐτὸν ἐπέχει λόγον ἐπιχειρήμασιν· ἥ τε γὰρ τοῦ νομοθέτου γνώμη καὶ ὁ συλλογισμὸς καὶ ἡ πηλικότης καὶ τὸ πρός τι τὸν ἀνθορισμὸν κατασκευάζοντα τὴν προβολὴν τοῦ ὅρου ἀναιρεῖ· διὸ καὶ εἰκότως μετὰ τὸν ἀνθορισμὸν ἅπαντα ταῦτα τέτακται· τῇ γὰρ τοῦ ἀνθορισμοῦ κατασκευῇ ἡ προβολῆς δύναμις συναιρεῖται· προβολὴ δέ ἐστι τὸ τελευταῖον νόημα τῆς καταστάσεως, ἔνθεν τὸ ὄνομα προβάλλῃ τῆς κρίσεως· οἷον ἂν μέρος τοῦ μελετωμένου τυγχάνῃ· ἀλλὰ διωρύξατο τὸν τάφον. ΑΝΘΟΡΙΣΜΟΣ. Οὐκ ἔστιν ὁ θάψας τινὰ τυμβωρύχος· τυμβωρύχου μὲν γὰρ τὸ τοῖς κειμένοις λυμήνασθαι τοῦ τὴν ὁσίαν πληροῦντος τοῖς τελευτήσασι, τὸ κρύπτειν γῇ καὶ τάφῳ τὰ σώματα· εἰ μὲν οὖν ἔχεις εἰπεῖν, ὡς ἐθρασυνόμην παρὰ τὴν φύσιν, ἢ τολμήσας τι παράνομον εἰς τοὺς κατοιχομένους ἐξήμαρτον, γράφου· εἰ δὲ τούτων οὐδὲν εἰς ἐμὲ πεπλημμέληται, τίνος ἕνεκεν κατ’ ἐμοῦ τὴν τοιαύτην εἰςαγγελίαν πεποίησαι; ἐδυσχέραινον, ὁμολογῶ, τὸν υἱὸν ἀκούων παρ’ ἑταίρᾳ θαπτόμενον, καὶ παρὰ τὴν ἀξίαν τοῦ γένους ὁρῶν ὑβριζόμενον· μέχρι παντὸς κατ’ ἐμοῦ τὴν διαβολὴν ὑπάρχειν οὐκ εἴασα· τίς γὰρ τυμβωρύχος γῇ καὶ τάφῳ καλύπτει τὰ σώματα; τίς πρὸς κέρδος ὁρῶν τῶν προσηκόντων τοῖς θαπτομένοις ὀρέγεται; οὐδεὶς τυμβωρύχος θρήνοις κολάζει μετὰ τὸ δρᾶμα καὶ δάκρυσι· σὺ μὲν τοῦ μὲν ὀρύξαι τὸν τάφον μνημονεύεις ἁπανταχοῦ, τὸ δὲ ἀνῃρηκέναι τὴν ὁσίαν οὐκ αἰτιωμένη τοῦ σώματος τὴν ἐπὶ τοῖς τυμβωρυχοῦσι κόλασιν παρὰ τῶν νόμων ἐπιζητεῖς, καὶ ὅσα τοιαῦτα.
8.83 εἶτα τοῦτο πίστωσαι παραδείγμασιν· ὅτι οὐκ ἐάν τις κινήσῃ τάφον, ἤδη καὶ τυμβωρύχος ἐστίν· οὐκ ἐάν τις γυμνώσῃ ξίφος, ἤδη καὶ πρὸς φόνον μεμόλυνται· οὐδ’ ἂν ἀνατείνῃ τις τὴν χεῖρα, ἤδη καὶ τὴν πληγὴν κατήνεγκεν· οὐδὲ τεῖχος ἀνακτόρων ἐὰν κατενέγκῃ ἐπὶ διωρθώσει τῶν ἱερῶν, ἠσέβησεν· ἀλλ’ ἑκάστου δράματος τὸ τέλος σκοποῦντες ἄνθρωποι, οὕτω καὶ τὰς γραφὰς κατὰ τῶν δρασάντων ἐργάζονται· ὁ συλλογισμὸς ὁ παρὰ τοῦ κατηγόρου συνάγει εἰς ταὐτὸν, τό τε λοιπὸν καὶ τὸ πεπραγμένον διαιρεῖ· καὶ δείκνυσιν, ὅτι ἕτερον τοῦτο καὶ ἕτερον ἐκεῖνο τὸ ἐργαζόμενον· εἰκότως δὲ μετὰ τὸν δεύτερον ὅρον τάττεται· ἵνα μὴ ὁ φεύγων εὐθὺς μετὰ τὸν ἑαυτοῦ ὅρον διαστήσῃ τῷ συλλογισμῷ, καὶ χωρίσῃ τὰ πράγματα· ὁ δὲ κατήγορος τά τε παρὰ τοῦ φεύγοντος καὶ τὰ παρ’ ἑαυτῇ λεγόμενα· ὁ μὲν γὰρ φεύγων λέγει, ὅτι ἕτερον τὸ θάπτειν, καὶ ἕτερον τὸ τυμβωρυχεῖν· ὁ δὲ κατήγορος λέγει· ταὐτόν ἐστι τὸ ἅψασθαι τοῦ τάφου τῷ τυμβωρυχῆσαι· ἀκολούθως γὰρ οὕτω λοιπὸν μετὰ τὸν συλλογισμὸν καὶ συμφωνοῦντα τὸν νόμον τοῖς λεγομένοις δείξομεν· συνάψαντες γὰρ πρότερον ἢ διελόντες τά τε τοῦ φονεύοντος καὶ τοῦ διώκοντος ἀκολούθως, ὅτι καὶ ὁ νόμος τοῦτο λέγει, διέξιμεν· ἀνακόλουθον γὰρ τὸ μετὰ τὸν ὅρον καὶ τὸν ἀνθορισμὸν τιθέντα τὴν νομοθέτου γνώμην οὕτω φυλάττειν ἢ διαιρεῖν τοὺς ὅρους· δεῖ οὖν ὁρισαμένους συνάπτειν ἢ διαιρεῖν τῷ συλλογισμῷ οὕτως, καθάπερ εἰς μαρτυρίαν λαμβάνειν τὸν νόμον, καὶ δεικνύναι, τί ὁ νομοθέτης βούλεται, καὶ τίνα καλεῖ τυμβωρύχον· χρήσῃ οὖν τῷ συλλογισμῷ οὕτως· εἰ μὲν οὖν, ὦ ἄνδρες, καὶ νῦν οὐ πολύ τι κεχώρισται τυμβωρύχος, καὶ θάπτων πατὴρ, παράδοτέ με τῷ θηρίῳ· τί γὰρ τιμὴν τὴν ἐν υἱοῖς τελευτήσασιν· ἀγνοῶν ἐτυμβωρύχουν ἀντὶ τοῦ θάπτειν τὸν δυστυχέστατον· εἰ δὲ τούτων τῶν πράξεων πολὺ τὸ μέσον καὶ μέγιστον, τί μὴ ψηφίζετε προχειρότερον, εἰδότες ὡς θάτερον θατέρου κεχώρισται· κατασκεύαζε καὶ τοῖς ἄλλοις πράγμασι· στενὸς γὰρ ὁ ὅρος ἁπανταχοῦ· καλὸν ἔχει τὸ διὰ παραδειγμάτων πλατύνεσθαι· ἄλλο τὸ νεὼς τρόπιν ἐπὶ τῷ διορθῶσαι λαβεῖν, ἄλλο τὸ ἐπὶ τῷ διαφθεῖραι· ἡ γὰρ διάνοια ἢ χωρίζει ταῦτα ἀπ’ ἀλλήλων, ἢ συνάπτει· οἷον ὁ ναυπηγὸς καὶ ὁ κλέπτης ἀφαιροῦσι τοῦ πλοίου ἑκάτεροι· ὁ μὲν γὰρ ἄλλην βελτίονα τρόπιν ἐντίθησι τὴν πρώτην λαβὼν, καὶ πᾶσαν διασώζει τὴν ναῦν, ὁ δὲ διαφθείρει λαβὼν, καὶ τὴν ναῦν καταλύει σύμπασαν· καὶ πάλιν στρατηγὸς, δηλονότι τοῖς πολεμίοις, ἢ ἀπατῶν ἢ προδιδούς· καὶ τὸ τέλος καὶ ἡ τῶν πραγμάτων ἔκβασις δείκνυσι τὴν προαίρεσιν.
8.84 ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ. Ἤρκει μὲν οὖν, οἶμαι, καὶ ταῦτα τοῖς ἐπιζητοῦσι μαθεῖν, εἰ τυμβωρύχος ἦν ἀκριβῶς δυστυχῶ, ἢ τηνάλλως πρὸς ταύτην τὴν κατηγορίαν εὐθύνομαι· ἐπειδὴ δὲ καὶ νόμος, ὡς οὐκ εἰμὶ τυμβωρύχος, δείξει σαφέστερον, ἐντεῦθεν ἄκουε· τιμωρείσθω, φησὶν, ὁ τοῖς σώμασι λυμαινόμενος· καλῶς ἄρ’ ὑμῖν, ὦ ἄνδρες, δοκεῖ βλάβη γεγενῆσθαι περὶ τὸ σῶμα τοῦ μεταλλάξαντος· ὁ μὲν γὰρ νόμος διὰ τοῦτο καὶ τὸν τρόπον αὐτὸν τοῦ ἐγκλήματος προσέγραψε τῷ νόμῳ, ἵνα μή τις ἁπλῶς ἁρπάσῃ κατὰ τῶν ἐχθρῶν τὴν ἀπὸ τοῦ γράμματος ἀσάφειαν· οὐδὲ γὰρ ἠβούλετο νομοθετῶν μὴ διηγορεῦσθαι διαῤῥήδην κατά τινων ταύτην ὁρίζειν τὴν τιμωρίαν τὰ γράμματα· εἰ μὲν οὖν ἔχει εἰπεῖν ὡς ὑπεύθυνός εἰμι τῷ νόμῳ, καὶ δὴ λέγε· εἰ δὲ πέπρακταί μοι κατὰ τὸν νόμον οὐδὲν, τί φῂς εἶναι τὴν ταφὴν ταύτην ὑπεύθυνον, ἣν οὐδὲ ὁ νόμος ἐμέμψατο τῆς πολιτείας κηδόμενος πηλικότητι· τακτέον πρὸ τοῦ πρός τι τὴν πηλικότητα· ἐπειδὴ γὰρ ἀναγκαῖόν ἐστι τῶν διπλῶν τὰ ἁπλᾶ προλαμβάνεσθαι· καὶ πρῶτον μὲν αὐτό τι καθ’ ἑαυτὸν αὔξειν, ὅπερ ἴδιον τῆς πηλικότητος· δεύτερον αὐξηθὲν παρ’ ἡμῶν συγκρίνειν πρὸς ἕτερον, ὅπερ ἴδιον τοῦ πρός τι· τοῦτο γὰρ ἐν ἐγκωμίοις καὶ πανταχοῦ ποιήσομεν, ἔνθα συγκρίσεως τυγχάνει καιρὸς, πρὸ τῆς συγκρίσεως αὔξοντες· κἀνταῦθα τὴν πηλικότητα προετάξαμεν, ἵνα αὐξήσαντες ὃ βουλόμεθα, δεύτερον ἐπὶ τὸ συγκρίνειν ἔλθωμεν.
8.85 Δημοσθένης δὲ ταύτην τὴν τάξιν διὰ τὸ οἰκεῖον συμφέρον ἐνήλλαξεν· ἐπειδὴ γὰρ ἐβούλετο καὶ τὰ προϋπάρχοντα αὐτῷ παρὰ Μειδίου ἀδικήματα εἰπεῖν, ἔταξε τὴν πηλικότητα τελευταίαν, ἵν’ ὡς δεινὰ καὶ μεγάλα πεπονθότος αὐτοῦ ἀντιπέσῃ, ὅτι ἀνθ’ ὁτουοῦν τηλικαῦτά σε βλάψαι Μειδίας προείλετο· ἤτοι προϋπῆρχεν ἡμῖν, ἵνα τηλικαῦτα Μειδίας εἰς σὲ πλημμελῆσαι προέληται, καὶ ἐκ τῆς συναυξήσεως εὐθὺς ἔλθῃ κατ’ ἀκολουθίαν ἐπὶ τὴν παρέκβασιν· τί γὰρ Δημοσθένης φησίν; „οἶμαι τοίνυν τινὰς ὑμῶν, ὦ δικασταὶ, ποθεῖν ἀκοῦσαι τὴν ἔχθραν, ἥ τις ἦν ἡμῖν πρὸς ἀλλήλους· νομίζειν γὰρ οὐδένα ἀνθρώπων οὕτως ἀσελγῶς καὶ βιαίως οὐδενὶ τῶν πολιτῶν χρήσασθαι, μὴ μεγάλου τινὸς ὄντος, ὃ αὐτῷ προὐφείλετο· βούλομαι δὴ καὶ περὶ ταύτης ἐξ ἀρχῆς εἰπεῖν ὑμῖν.“ ὁ μὲν οὖν Δημοσθένης δι’ ἣν εἶπον αἰτίαν τὴν τάξιν τῶν κεφαλαίων ἐνήλλαξεν· ἐν δὲ τοῖς πλάσμασι πρότερον αὐξήσομεν τὸν ἑαυτῶν ὅρον διὰ τῆς πηλικότητος, εἶθ’ οὕτως ἐν τῷ πρός τι πρὸς τὸ παρὰ τοῦ ἐναντίου λεγόμενον τὴν σύγκρισιν ποιησόμεθα· κατασκευάσομεν οὖν τὴν πηλικότητα θετικῶς, οἷον ἐπὶ τοῦ παρόντος πλάσματος· ὅτι τὸ θάπτειν καλὸν, καὶ ὅτι τοιοῦτον ἡ φύσις ἐξεῦρε τοῖς σώμασιν, ἵνα μὴ διαλυόμενα μετὰ θάνατον γυμνὰ καθάπερ αἰσχύνηται· τοῦτο φύσει καλὸν, τοῦτο φιλάνθρωπον, τοῦτο τοῖς ὅλοις δοκεῖ, εἴτε θεοὶ, εἴτε τινὲς ἥρωες ταύτην μετὰ θάνατον τοῖς ἀνθρώποις τὴν τιμὴν κατεστήσαντο· ἐπειδὴ γὰρ οὐκ εὔλογον τὰ τῆς φύσεως ἀπόῤῥητα μετὰ τὴν τελευτὴν ἅπασι δείκνυσθαι, γῇ κρύπτειν τὸν ἄνθρωπον νενομίκαμεν ἄνωθεν, ἵνα τῷ καλύπτεσθαι μνήματι ἐλάνθανε τὸ σῶμα διαλυόμενον, καὶ ἄξιον τοῦ κρύπτεσθαι· τίς πόλεμος ταύτης τῆς τιμῆς τὸ τῶν ἀνθρώπων γένος ἐστέρησε; τίς ἔχθρα μνησικακήσασα πρὸς τὰ πλημμελήματα παραβῆναι τὸν θεσμὸν τοῦτον ἠνέσχετο; διὰ τοῦτο πολλάκις σπένδονται καὶ πολέμιοι καὶ φίλοι συνέρχονται, ἵνα τοῖς τελευτήσασι τὸ πρέπον ἀποδοθῇ· διὰ ταῦτα καὶ ὁσίαν καλοῦμεν τὸ δρώμενον, ἵν’ ὡς ἄλλο τι δίκαιον τελευταῖον ἀποδῶμεν τοῖς τελευτήσασι· λαμβάνεις δὲ παραδείγματα τοὺς πολεμίους τοὺς κακούργους πληροῦντας ταφὴν, καὶ τοῖς λεγομένοις οὐκ ἀντιλέγοντας· ὅτι καὶ οἱ πόῤῥω που τελευτήσαντες ἀξιοῦνται παρὰ ξένων καὶ τῶν οὐ προσηκόντων ταφῆς καὶ τὰ τοιαῦτα· εἶτα τὸ πρός τι· πρὸς τὸ παρὰ τοῦ ἐναντίου προτεινόμενον ἀεὶ τὴν ἐργασίαν ποιούμενος· οἷον ὁ κατήγορος λέγει, ὅτι τοῦτο τυμβωρυχία ἐστὶν· ἡμεῖς τὸ ἐναντίον μεταλαβόντες ποιήσομεν τὴν σύγκρισιν λέγοντες, ὅτι τοῦτο μάλιστα κηδεμονία τοῦ παιδός ἐστιν· ὥσπερ ἐκεῖνος πρὸς τὸ οἰκεῖον ἔγκλημα ἀφορῶν πρὸς τὸν ἴδιον σκοπὸν ποιεῖται τὴν ἐργασίαν, οὕτως καὶ ὁ φεύγων πρὸς τὸν ἴδιον ἀφορῶν· τί δέ ἐστι τοῦτο, ὅτι οὐκ ἔστι τυμβωρυχία· καὶ πρὸς τὸ λυσιτελοῦν τὸ ἑαυτοῦ ἐκ τῶν ἐναντίων μεταλαμβάνων τὸν τοῦ κατηγόρου λόγον ποιείσθω· τί γάρ φησιν ὁ κατήγορος; τοῦτο τυμβωρυχία ἐστὶν· ὁ φεύγων ἐρεῖ, ὅτι μάλιστα τοῦτό ἐστι κηδεμονία τοῦ παιδός· τὸν γὰρ ἑαυτοῦ ἕκαστος σκοπὸν συγκρίνων ἀποπληροῖ τὴν ἐργασίαν τοῦ πρός τι· ὁ μὲν γὰρ κατήγορος, ὅτι τυμβωρυχία τοῦτο· ὁ δὲ φεύγων, κηδεμονία τοῦτο τοῦ παιδός· ἀρνούμενος γὰρ ὁ φεύγων διόλου οὐδὲν ἕτερον ἐνθυμεῖσθαι δίδωσι τοῖς δικασταῖς, ἢ ὅτι φροντίζων καὶ κηδόμενος τοῦ παιδὸς τοιαύτην πεποίηται τὴν ταφήν· τοῦτο οὖν ἔχων ὁ φεύγων τόπον αὐτὸν καὶ συγκρίνειν ἐν τῷ πρός τι· ἐρεῖς οὖν, ὅτι, εἰ μὲν οὖν ἄλλο τι, καὶ τοῦτο τῇ πατρὸς κηδεμονίᾳ ἐνδείκνυται, καὶ σπουδὴ περὶ τὸν παῖδα ἡ ἔννοια.
8.87 Παρίτω καὶ λεγέτω ἡ ἑταίρα τανῦν ἡ τῶν ἀνηκέστων πάντων ὑπεύθυνος· εἰ δὲ τὰ γενόμενα τὴν διάθεσιν μαρτυρεῖ, τί συκοφαντεῖ λοιπὸν καὶ παράγει τὸ δικαστήριον; εἶτα ἐξ ἀρχῆς ἐρεῖς, τί κηδεμόνος ἴδιον τὸ φθείρεσθαι, τὸ μηδὲν αἰσχρὸν πάσχειν, ἐὰν τὸ ἐπιμελεῖσθαι τὸ ὑπὲρ τῶν καλλίστων αἱρεῖσθαι ποιῇ; εἶτα ἐπάγεις, ὅτι πάντα ταῦτα εἴργασθέ μοι· καὶ γὰρ τῆς τοῦ παιδὸς εὐδοξίας ἐπιμεμέλημαι καὶ σπουδὴν ὑπὲρ τῆς ὁσίας εἰςηνεγκάμην, καὶ τοῖς ἀρίστοις ἐνταφίοις κεκόσμηκα· εἶτα τούτων ὑπαρξάντων μοι εἰς αὐτὸν ἄλλο τι πάρεστιν, ἢ τὴν κηδεμονίαν ἐννοεῖν τοῦ παιδός; ἐκτείνων δὲ τὸ πρός τι ἐρεῖς, ὅτι σεμνὸς ὁ τάφος καὶ μέγιστος· οὐκοῦν ἐλέγχει τὴν φιλίαν τὸ δημιούργημα· πατὴρ περὶ τὴν ὁσίαν φιλότιμος· οὐκοῦν τῆς φύσεως, ὡς οἷός τε ἦν, ἐπεμελεῖτο· ταῦτα πράττειν πατρὶ τυγχάνοντι πρέπον· τοῦτο τιμὴν καλὴν χρὴ κηδεμονίαν τὸ εὖ σώματος καὶ τὰ τοιαῦτα· εἶτα ἔπαγε τὰ συγκριτικὰ πρὸς τὴν ἔννοιαν ἀεὶ τοῦ παιδὸς ἀφορῶν καὶ πρὸς τὸ ταῦτα πεπονηκέναι τὸν πατέρα περὶ τοῦ παιδός· οἷον ὅτι ἐὰν τοῖς θεοῖς θύωμεν ὑπὲρ ἄλλου τινὸς, ἢ τιμῆς τῆς εἰς τὸ κρεῖττον ἱερουργεῖν προαιρούμεθα· οὐκοῦν ἐκεῖνο τιμὴ τῶν θεῶν· τὸ δὲ εἰς τὸν παῖδα γιγνόμενον τιμὴ καὶ γέρας τοῦ σώματος, καὶ πρὸς τοὺς ἀριστέας δωρεαὶ, πρὸς τοὺς νικήσαντας στρατηγοὺς γέρας καὶ κόσμος τῶν ἔτι ζώντων, καὶ καλῶν καὶ ἀγαθῶν ἀνθρώπων εἰσὶ στέφανοι, σιτήσεις, εἰκόνες, προεδρίαι· ταῦτα γὰρ εἰς τιμὴν ἡμῶν ἐξεύρηνται· οὐκοῦν τιμὴ κατοιχομένων, ὁσία, καὶ τάφος καὶ μεγαλουργία καὶ φιλοτιμία τοῦ σώματος· ὁμοίως καὶ ἀπὸ τῶν τόπων συγκριτικὸν ζητήσομεν εὑρεῖν ἐπιχείρημα, ἀπὸ τοῦ ἥττονος, ἀπὸ τοῦ ἴσου, ἀπὸ τοῦ ἐναντίου, ἀπὸ τοῦ μείζονος, ἀκολούθως τοῦ ἀπὸ τῶν θεῶν, ὡς εἴπομεν, παραδείγματος· εἶτα ἀντίθεσιν θήσεις· τὰς δὲ ἀντιθέσεις εὑρήσομεν ἀπὸ τῆς τοῦ προσώπου ποιότητος· πρώτη οὖν ἐκείνη· ἀλλ’ ἀποκήρυκτος ἦν, φησὶ, καὶ οὐκ ἔτι σοι τοῦ παιδὸς μετῆν· λύσεις τῇ φύσει· ὅτι οὐκ εἴ τις τῆς ἑστίας ἐκβέβληται, οὗτος καὶ τὸ νομίζεσθαι ἀπεστέρηται· καὶ ὅτι τὴν προαίρεσιν ἁπανταχοῦ τῶν πραττόντων τι σκοπεῖν δέον· εἰ μὲν γὰρ σωφρονισμοῦ χάριν τοῦτον τὸν νόμον ἐκύρωσαν, καλῶς ἐγκαλεῖς καὶ προφέρῃ τὴν ἀποκήρυξιν· εἰ δὲ πρὸς ἀρετὴν ἐχρησάμην τῷ νόμῳ καὶ ἀγωγὴ μᾶλλον ἢ κόλασις ἦν τὸ γενόμενον, πῶς οὐχὶ τὸν παῖδα τοῖς πατρῴοις ἀποδοῦναι μνήμασιν ὤφελον· πατρὸς μὲν γὰρ φαύλου καὶ οὐ σώφρονος τὸ τοῦ παιδὸς ἀμελεῖν· φιλικοῦ δὲ καὶ γενναίου τὸ τοῦ παιδὸς ἐπιμελεῖσθαι· καὶ σπουδαίου τὴν γνώμην τὸ τῆς φύσεως κολάζειν τὰ πλημμελήματα· τοιαῦτα ὁρῶν καὶ ἐννοῶν, ὅτι προσῆκόν ἐστι τοῦ παιδὸς μηδαμῶς ἀμελεῖν, ἔπειθόν τε κατ’ ἀρχὰς λόγοις καὶ παραινέσεσιν· ὡς δὲ οὐκ ἤνυον, μετὰ πληγῶν ἐπεχείρουν ἀντιλαμβάνεσθαι, καὶ τοῦ σώματος ὑβριζομένου, τὰ δούλων ὁ παῖς ὑπομένειν κατηναγκάζετο· ὡς δὲ ἐκ τούτων οὐδὲν κατώρθουν λυσιτελοῦν, οὐδὲ πόρον πρὸ τοῦ νόμου τῶν συμφερόντων ἐξεύρισκον ἐφ’ ὑμᾶς, καὶ τὸ δικαστήριον ἔσπευσα, καὶ κυροῦν τὸ γράμμα βιαζόμενος ἀδακρυτὶ τὸν παῖδα οὐκ ἀπεκήρυττον, ἀλλὰ θρηνήσας πρότερον πάνυ πολλὰ, κατ’ ἐμαυτὸν ὀδυρόμενος· οὕτως ὀψέ ποτε καὶ μόλις ἀνέγνων τὸν νόμον· εἶπά ποτε πρὸς σωφρονισμὸν τῷ νόμῳ χρησάμενος· νῦν οὐκ ἀναλαμβάνω τὸν παῖδα μετὰ τὴν τελευτήν· μέμνημαι καὶ τότε παρ’ αὐτὴν τοῦ παιδὸς τὴν ἀποκήρυξιν ἀνατιθεὶς τῷ παιδὶ τὰ γιγνόμενα καὶ ὡς ἄκων, παρ’ ὧν τὴν ἀποκήρυξιν ἐνδεικνύμενος· ὡς ἂν παρ’ αὐτὸν ὡς εἰπεῖν ὁ παῖς τὸν φόβον γενόμενος ἀποστραφῇ τοῦ τῆς ἑταίρας ἐρᾷν δύνασαι καὶ ἄλλως λῦσαι· ἀποκήρυκτος ἦν λέγεις· σὺ κατὰ τοῦ παιδὸς ταύτην εἰργάσω τὴν ἀποκήρυξιν· καὶ πατέρα γενέσθαι κατὰ γένους ἀπάνθρωπον κατηνάγκασας· εἰ γὰρ μὴ σὺ τὴν ἀρχὴν ἐκεῖνον διέφθειρας, οὐκ ἂν ἠκολούθει παρὰ τὸν νόμον τὰ δεύτερα· εἶτα σύναξον τὸ Δημοσθενικόν· ὁ γὰρ τὸ σπέρμα παρασχὼν οὗτος· ᾧ γὰρ πάρεστιν ἀναθεῖναι τῶν ὑπαρχόντων τὰ σπέρματα, καὶ τὸ τέλος εὔλογον ἂν συμφορὰν ἔχῃ λογίζεσθαι πάλιν, ἀποκήρυκτον οὐ συγχωρεῖ τοῖς τοῦ πατρὸς θάπτεσθαι μνήμασι, βουλομένου τοῦ γενετοῦ ἁπάντων τοῖς παισὶ μέτεστιν, ὥσπερ ἄκοντος οὐδενός· ὅπου γὰρ ἐξῆν μοι καὶ ζῶντα τὸν παῖδα ἀναλαβεῖν, καὶ συνεῖναι τῷ παιδὶ, καθάπερ καὶ πρότερον, καὶ τοῦτο ποιοῦντι οὐδεὶς ἀντιλέγειν ἐτόλμησε, πῶς οὐχὶ καὶ μετὰ θάνατον ἐπ’ ἐμοί τε θάπτειν ὅπου βούλομαι παρὰ πάντων τηρηθήσεται; ΑΛΛΗ ΑΝΤΙΘΕΣΙΣ ΜΕΤΑΛΗΠΤΙΚΗ.
8.90 Ἐχρῆν ἐς τοῦτο ποιεῖν πρὸ τοῦ θάπτειν ἐμέ· λύσεις, ὅτι οὐ συνεχώρησάς μοι γνῶναι, οὐδ’ ὅλως καλούμενον ἡμῖν ἐμήνυσας τὸν υἱὸν, ἀλλὰ πάντα τρόπον λαθεῖν ἐσπούδακας τὰ γιγνόμενα· εἶθ’ οἱ μὲν ἄλλοι οὐκ ἀποκρύπτονται δυσχερὲς οὐδὲν, οὐ φίλος, οὐ συγγενής· σὺ δὲ παῖδα ἀπολλύμενον λαθεῖν πατέρα βεβούλευσαι· εἰ μὲν γὰρ πέλαγός γ’ ἦν τῆς ἐπαγγελίας τὸ κώλυμα, ἢ πολλή τις ἤπειρος ἡ μέση, ἤ τι τοιοῦτον ὄρος δύσβατον, ἀφίημι τὴν αἰτίαν· εἰ δὲ πόλις ἡμᾶς εἶχεν ἀμφοτέρους μία, καὶ τεῖχος ἓν ἀμφοτέρους ἐκύκλωτο, ἀνθ’ ὅτου ψυχοῤῥαγοῦντά μου τὸν υἱὸν οὐκ ἀπήγγειλας; δύνασαι δὲ καὶ ἠθοποιΐαν τοῦ παιδὸς πλάσαι, ὡς βουλομένου τὸν πατέρα θεάσασθαι, ὡς διαθεῖναί τινα, ὡς ἀπολογήσασθαι, καὶ διαλλάξαι περί τινων· εἶτα ἐπαγαγεῖν ἄλλην· τούτων οὐδέν σε τῶν ῥημάτων ὑπέκαμψεν, ἀλλὰ τίνι μᾶλλον ἀκρίτῳ βουλῇ πᾶσαν σαυτῆς τὴν παρανομίαν ἐκπέπληκας; Δείξεις δὲ καὶ ἀπὸ τῆς ποιότητος τοῦ πατρὸς τὸν τῆς ἀντιθέσεως σκοπὸν συντείνοντα, καὶ ἀπὸ τοῦ παιδὸς καὶ ἀπὸ τοῦ τάφου τῶν ὁμοίων· ἐπὶ τούτοις ἐρεῖς τὸν ἐπίλογον, ὅς ἐστιν κοινὸς λαμβανόμενος ἀπὸ τοῦ δικαίου καὶ τοῦ συμφέροντος, καὶ ἁπλῶς εἰπεῖν τῶν τελικῶν κεφαλαίων· οἷον, ὡς ἂν εἰ λέγοιο, συμφέρει ἀνελεῖν τὴν ἑταίραν, ἵνα μηκέτι μηδεὶς τοιαύτην ὑπομείνῃ παρὰ πόρνης ἐπήρειαν, δίκαιόν ἐστιν ἀνελεῖν συκοφαντίας ἁλοῦσαν· χρήσῃ δὲ καὶ ἀνακεφαλαιώσεσι καὶ διατυπώσεσι, καὶ ἀποστρέψεις τὸν λόγον, πῆ μὲν πρὸς τὴν ἑταίραν, πῆ δὲ πρὸς τὸν παῖδα· καὶ οὕτω καταλύσεις τὸν λόγον.
8.91 Η ΚΑΤΑΣΤΑΣΙΣ. ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ ΕΤΑΙΡΑ. Ἠράσθη τῆς ἑταίρας ὁ παῖς, εἴτε διὰ τύχην, εἴτε διὰ ὥραν, εἴτε καὶ ἄλλως ἡσθείς· ἔρημοι γὰρ χρημάτων αἱ τοιαῦται γυναῖκες τυγχάνουσαι ἐπὶ τὴν τοιαύτην ἔρχονται ἐργασίαν. τοῦτον οὖν ἑλομένης τῆς ἑταίρας τὸν βίον, οὗτος ὁ νέος ἠράσθη μετὰ τοῦ κάλλους καὶ τῆς προαιρέσεως, βέλτιον εὑρὼν καὶ τῶν πατέρων τὸ γύναιον, παρέμεινεν, ἐτελεύτησε· κρείττων ἐγένετο ἡ ἑταίρα τῆς φύσεως, ἔθαψεν, ἐπέδωκε τὴν ταφήν· ὁ δὲ τὸν τάφον διώρυξε, καὶ τοῦ σώματος ἥψατο, μετήνεγκεν, ἡλίῳ τὰ τῆς φύσεως ἀπόῤῥητα ἔδειξεν· καὶ δίκαιον αὐτῷ παρασχεῖν δίκην, ἣν οἱ τυμβωρυχοῦντες παρέχουσι, καὶ τὰ τοιαῦτα. ΟΡΑ ΑΠΟ ΤΟΥ ΑΝΔΡΟΣ. Ἀλλ’ οὐκ εἰμί· τυμβωρύχος οὗτός ἐστιν, ὁ διανοίξας θήκην, ὁ τὸ σῶμα λαβὼν, ὁ τῆς ὁσίας τῆς κειμένης ἀφελόμενος, ὁ τὸ λανθάνον σῶμα εἰς φῶς ἀγαγὼν, καὶ τὸ ὀφεῖλον κρύπτεσθαι, φανερὸν εἰς μέσον ποιήσας ἅπασιν· εἶτα τοῦτον τὸν ὅρον κατασκεύασον τοῖς ἑξῆς κεφαλαίοις· ἰστέον δὲ ὡς τοῦ ὅρου κατασκευαστικά ἐστι τὰ ἑξῆς κεφάλαια· οἷον, συλλογισμὸς, γνώμη νομοθέτου, πηλικότης, πρός τι· ἑξῆς οὖν μετὰ τὸν ὅρον τὸν δεύτερον, ᾧ ἐστιν ἀνθορίσασθαι, τῷ συλλογισμῷ χρησόμεθα· ἔστι δὲ ὁ μὲν συλλογισμὸς παρὰ μὲν τῷ κατηγόρῳ τοῦ λείποντος, καὶ τοῦ πεπραγμένου συναπτικός· οἷον, ταὐτόν ἐστι τὸ ἐπανατείνασθαι τῷ τυπτῆσαι· καὶ ταὐτόν ἐστι τῷ τυμβωρυχῆσαι τὸ διανοῖξαι τάφον· καὶ ἐρεῖ οὖν ἡ ἑταίρα, ὅτι οὐδὲν διαφέρει τὸ μὴ ἅψασθαι τοῦ σώματος· ταὐτὸν γάρ ἐστι τὸ διανοῖξαι τὸν τάφον, καὶ κινῆσαι τὸ σῶμα κείμενον· καὶ τῇ μεταφορᾷ, σκύλλα τὸ τυμβωρυχῆσαι· ταύτῃ γὰρ ταὐτὸ καὶ ὁ τυμβωρύχος ποιεῖ· συστήσεις δὲ αὐτὸ παραδείγμασιν· ἴσον ἐστὶ τὸ φονεῦσαι τῷ συγχωρῆσαί τινα καὶ ἀφεῖναι κατὰ κρημνῶν φερόμενον· καὶ ἴσον ἐστὶ κατασκευάσαι φάρμακον δηλητήριον τῷ παρασχεῖν· ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων, Δημοσθένους· ἰστέον δὲ ὡς ὅρος στενὸς ὢν κατὰ φύσιν τοῦ ὀνόματος εἶναι τὴν ζήτησιν πλατύνεται παραδείγμασι· καὶ ἴσον ἐστὶ τὸ καταδῦσαι τὴν ναῦν τῷ τὸν κυβερνήτην ἑλεῖν οὐ σοφὸν, καὶ τὰ τοιαῦτα.
8.92 ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ. Τοιγαροῦν καὶ ὁ νομοθέτης τυμβωρύχον καλεῖ τὸν ἀνορύξαντα τάφον, τὸν διελόντα σῶμα νεκροῦ, καὶ τὰ τοιαῦτα, πρὸς τὸ συμφέρον λαμβάνων τὴν τοῦ νομοθέτου διάνοιαν. ΠΗΛΙΚΟΤΗΤΙ. Ὅτι δεινὰν καὶ ἀνήκεστον, τὸ θήκας νεκρῶν περιεργάζεσθαι, τὸ διερευνᾶσθαι ταφὴν, τὸ μὴ συγχωρεῖν ἐπ’ ἀδείας διαλύεσθαι σῶμα· ἀλλ’ ἐκκαλύπτειν τὰ τῆς φύσεως ἀπόῤῥητα, καὶ τὰ ἀπρεπῆ, ἐὰν δημοσιεύῃ τοῦ γένους, καὶ τὰ τοιαῦτα· πρός τι συγκριτικῶς· ὅτι χαλεπώτερος οὗτός ἐστιν· οἱ μὲν γὰρ εἰς ξένους διαμαρτάνουσι· καὶ οὗτος δὲ εἰς τοὺς ἰδίους· καὶ οἱ μὲν εἰς ἀγνώστους ἀσεβοῦσιν, οὗτος δὲ εἰς αὐτὸ τὸ γένος, καὶ τὰ τοιαῦτα· μετὰ τὸ πρός τι ἀντίθεσις ἀπὸ τοῦ πατρὸς ἀντιστατική· ὑπὲρ αὐτοῦ πεποίηκα εἰς τὰ οἰκεῖα αὐτὸν μετάγων μνήματα· λίσει ἡ ἑταίρα, ὅτι ἀλλότριος σοῦ ἦν, ἀποκήρυκτος ἦν. καὶ ἐκτενεῖ τὴν ἀποκήρυξιν τῇ ἐκβολῇ τῆς οἰκίας, τῷ μηκέτι μηδενὸς ἔχειν αὐτὸν μετουσίαν, καὶ τὰ τοιαῦτα· εἶτα χρήσῃ τῷ μεταληπτικῷ, ὅτι οὐ νῦν ἔδει· ἀλλὰ παρ’ αὐτὰ τῆς τελευτῆς πρὶν πληρῶσαι τὴν ἑταίραν τὰ νομιζόμενα.
8.93 ΕΠΙΛΟΓΩ. Τί χαλεπὸν ἀφεῖναι τοῦτον ἀθῷον· εἰκὸς καὶ νενεμεσῆσθαί τινα τὸν τῆς πόλεως δαίμονα· εἰκὸς γὰρ ἀγανακτῆσαι τὸν κείμενον, ὅτι καὶ μετὰ τὴν τελευτὴν ἐνυβρίζει τῷ σώματι· ζῶντα γὰρ ἀπεκήρυξε· τελευτήσαντα δὲ ἐτυμβωρύχησε· διὸ τὴν δικαίαν ψῆφον ἐνέγκατε, τὴν τῷ κειμένῳ προσφιλεστάτην, τὴν σώζουσαν ἀκέραια τοῖς φθιμένοις τὰ μνήματα· ἵνα μηδεὶς ἔτι διὰ τὴν ὑμετέραν φιλανθρωπίαν διερευνήσῃ τὸ κείμενον. ΚΑΤΑΞΙΩΣΙΣ ΟΡΟΥ. Νόμος τὸν νοσοῦντα μὴ στρατεύεσθαι· ἐρῶν τις ἀξιοῖ, μὴ στρατεύεσθαι· ἀντιλέγει τις. Ἡ κατάστασις φανερά· γενόμενος παρ’ ὑμῖν ἤχθην, ἐτράφην, ἐν συνήθεσιν ἐγενόμην παιδευτηρίοις· ὡς δὲ λοιπὸν καὶ ἐν ἀνδράσιν ἦν, ἐφανταζόμην γάμον, ἵνα καὶ παισὶν ἔχω κατὰ τὴν πόλιν λαμπρύνεσθαι. εἶτα πολέμου καταλαβόντος τὴν πόλιν, ἕτοιμος ἦν στρατεύεσθαι, ἀριστεύειν, ἐγείρειν κατὰ τῶν πολεμίων τρόπαιον· καὶ ὡς τοιαύτην εἶχον ὑπὲρ τοῦ δήμου φροντίδα, ἰδὼν τὸ γύναιον ἠράσθην· ἀξιῶ συγχωρηθῆναί μοι ὡς νοσοῦντι τὸ μὴ στρατεύεσθαι. ὅρῳ· ἀλλ’ οὐδὲν, φησὶ, κατεμέμφου τοῦ σώματος. ἀνθορισμῷ· ὅτι ἡ λύσις ἐστὶ τὸ ἐναντίον ὅρου· οὐ μόνον τοῦτον· ὅσος ἐστὶν, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς πάθη· ἐκεῖνον μὲν γὰρ καὶ ἰατροὶ καὶ σιτία καὶ μέθοδος καταπαύειν δύνανται· τὴν δὲ τῆς ψυχῆς νόσον οὐδὲν ἰάσασθαι δυνατόν· γνωστέον δὲ, ὥς τινες μὲν ὅρον λέγουσι τὰ παρὰ τοῦ ἑτέρου μέρους πρὸς τὸ μελετώμενον παραβαλλόμενα· ἀνθορισμῷ δὲ τὴν λύσιν τὴν παρὰ τοῦ μελετωμένου, ὃν καλοῦμεν ἀνθορισμόν· ἄλλοτε οὖν ὅρος τοῦ κατηγόρου, ἄλλοτε δὲ τοῦ φεύγοντός ἐστιν· ἀλλ’ ἐὰν ὁρίσῃς αὐτὸν τοῦ ἐναντίου σοι πρὸς τὸ μελετώμενον εἶναι τὸν ὅρον οὐ ταραχθήσῃ.
8.94 Ἰστέον δὲ κἀκεῖνο, ὅτι ὁ ὅρος ἢ ἀπὸ τοῦ λείποντος ἢ ἀπὸ τοῦ πεπραγμένου γίγνεται πρὸς τὸ συμφέρον τοῦ λέγοντος· συλλογισμῷ· ὅτι ἴσον ἐστὶ τῷ πάσχειν τι μέρος τοῦ σώματος· ὁ δὲ ἐναντίος πολὺ διέστηκε, καὶ διαφέρει πάσχειν τι τοῦ σώματος, καὶ τὴν ψυχὴν τοιῶςδε διακεῖσθαι· γνώμη νομοθέτου· καὶ ὁ νομοθέτης ἁπλῶς εἶπεν ἀστρατείαν εἶναι τοῖς νοσοῦσιν, οὐδὲν προσδιορισάμενος. Πηλικότητι· ἦ μέγα τοῦτο καὶ δεινὸν, καὶ ὄντως ἀφόρητον, τὸ τὴν ψυχὴν νοσεῖν· καὶ οὐδεμία παραμυθία τῷ πάσχοντι τὴν ψυχήν· ἀλλὰ πάντα πρὸς τοῦτο τὰ πάθη ἠλάττωται· καὶ κατασκευάζεται μάλιστα ἡ πηλικότης τοῖς ἀπὸ τοῦ τέλους, ὅταν ἢ πολλὰ ἢ μεγάλα δεικνύειν ἔχῃς τὰ ἀποβαίνοντα. ΠΡΟΣ ΤΙ. Ὅτι τοῦτο τῆς ἄλλης νόσου χαλεπώτερον καὶ μεῖζον· οἱ μὲν γὰρ νοσοῦντες, κἂν ἰάσεως μὴ τύχωσιν, ἀλλ’ οὖν ἀκρωτηριασθέντες σώζονται· οἱ δὲ τὴν ψυχὴν μὴ ἰαθέντες παντελῶς ἀπόλλυνται. ΕΠΙΛΟΓΩ. Καλέσῃ μοί τις τὴν κόρην, μάθῃ ὅτι δι’ αὐτὴν οὐ στρατεύομαι· μάθῃ ὅτι τῆς παρατάξεως τὸν παρ’ αὐτῆς ἡγοῦμαι πόλεμον χαλεπώτερον· ἀκουσάτω τοῦ νόμου· μαθέτω με διὰ τῶν αὐτῆς βεβλημένον βελῶν, συγχωρήσει τοῦτον ἡ πόλις καταγωνίσασθαί με τὸν πόλεμον· αὐτὸν οἴκοι νικήσομεν· καὶ τῆς τοιαύτης παύσομαι νόσου. νικήσας τὴν κόρην, γενήσεται πάρεργον ἐραστοῦ, τὴν ἀσπίδα πρὸ τοῦ τείχους καθ’ ἡμῶν προβαλλόμενος· ἂν δὲ φθάσῃ τοῦτον ἡ πόλις νικήσασα, θαῤῥῶν αἰτήσω κατὰ τῆς κόρης τὴν συμμαχίαν ἐπὶ τοῦ βήματος· θαῤῥῶν αἰτήσω τὴν κόρην ταύτην ἰάσασθαι προαιρούμενος· καὶ τὰ τοιαῦτα· πλάτυνον τὸν ἐπίλογον ἠθοποιΐαις, ἀποστροφαῖς, καὶ τοῖς τοιούτοις· ὁ δὲ κυριώτατος ἐπίλογος, συγχωρήσατέ μοι πρὸς τὴν ἐρωμένην ἀπελθεῖν· συγχωρήσατέ μοι σχολῆσαι τῷ πάθει· μή με καταναγκάσητε παρατάξασθαι· μὴ παρὰ τὴν μάχην ἐννοήσας τὴν ἐρωμένην ἀντ’ ἀριστέως γένωμαι ῥίψασπις· Ἔρως ἐστὶ τανῦν, οὐκ Ἄρης θεὸς· τοῦτον ἐγὼ νῦν τὸν θεὸν προσκυνῶ, καὶ ὡς δυνατὸν καὶ μέγαν ἱκετεύω καὶ κρείττονα· ἂν δέ με στρατεύεσθαι καταναγκάσῃς, μετὰ κόρης παρατάξασθαι βούλομαι· αὐτή μοι δότω τὸν ἀσπίδα, αὐτὴ τὸ ξίφος· ἐπὶ μάρτυρι ταύτῃ τὴν ἀριστείαν ποιήσομαι· ἂν μόνον ἴδω ταύτην, παρὰ τὴν μάχην τολμηρότερος κατὰ τῶν πολεμίων γενήσομαι· ἂν δὲ καὶ λόγον εἴπῃ πρὸς ἐμὲ προτρεπτικὸν, καὶ ῥήμασι τὸν ἐραστὴν παρὰ τὴν μάχην παραμυθήσηται, ἀντηχήσας μέλος πρὸς αὐτὴν ἐνυάλιον συνάψω τοῖς λόγοις τὸ τρόπαιον.
8.95 ΚΑΤΑ ΑΙΤΗΣΙΝ ΔΩΡΕΑΣ. Ῥήτωρ ἐν τυραννουμένῃ πόλει ἔπεισε καταθέσθαι τὴν τυραννίδα τὸν τύραννον· καὶ αἰτεῖ δωρεὰν, ὡς ἀνελὼν τὸν τύραννον. Ἡ κατάστασις ἔχει πολιτείαν καὶ τὰ ἀγαθὰ τὰ ἐν τῇ δημοκρατίᾳ· εἶτα τὴν ἐξαίφνης ἐπιβουλὴν καὶ τὰ ἐκ τῆς τυραννίδος κακὰ μετ’ αὐξήσεως· εἶτα τὴν πρὸς τὸν τύραννον ὁμιλίαν· καὶ τὸ πεῖσαι αὐτὸν, καταθέσθαι τὴν τυραννίδα· ἔχει δὲ ἡ κατάστασις καὶ ἠθοποιΐας πρὸς αὐτὸν τοῦ ῥήτορος προτρεπτικὰς ἐπὶ τὸν λόγον καὶ τὰ τοιαῦτα· εἶτα ὅρῳ τοῦ ἀντιλέγοντος, ἀλλ’ οὐκ ἀνεῖλες τὸν τύραννον· εἶτα ἀνθορισμῷ παρὰ τοῦ μελετωμένου, ὅτι οὐκ ἔστιν μόνον τυραννοκτῆσαι τῷ ξίφει τὸν τύραννον διαχρήσασθαι, ἀλλὰ τὸ ἀπαλλάξαι τῆς τυραννίδος τὴν πόλιν, τοῖς πολίταις τὴν ἐλευθερίαν παρασχεῖν, ἀκέραιον τὴν δημοκρατίαν καταστῆσαι τῇ πόλει· τί γὰρ περιεργάζῃ τὸν τρόπον, καὶ μὴ τὴν ἔκβασιν τοῦ πράγματος θεωρεῖς; καὶ τοῦτο σύστησον παραδείγματι· ὥσπερ ἂν εἴ τις εὐθύνοι τὸν ἰατρὸν, ὅτι μὴ σιδήρῳ τὸ πάθος ἐξέτεμεν, ἢ πυρὶ, ἀλλὰ διαίτῃ καὶ λόγῳ· ἢ στρατιώτῃ τοὺς πολεμίους νικήσαντι, ὅτι μὴ συμβαλὼν, μηδὲ τραυματίας γενόμενος ἀπήλλαξε πολιορκίας τὴν πόλιν.
8.96 ΣΥΛΛΟΓΙΣΜΟΣ. Εἶτα ἑξῆς συλλογισμῷ, ὅτι ἴσον ἐστὶ τὸ πεῖσαι καταθέσθαι τὴν τυραννίδα τὸν τύραννον τῷ διαχρήσασθαι· ὁμοίως γὰρ ἀμφότεροι τῆς ἐπηρείας ἀπήλλαξαν· ὥσπερ ἂν εἴ τις ὑπὸ λῃσταῖς γενόμενος ἢ ὑπ’ ἄλλον τινὰ κίνδυνον, οὐ περιεργάζεται τὸν σώσαντα, οὕτως ἴσον ἐστὶ τῷ ξίφει καθελεῖν καὶ λόγῳ τὸν τύραννον· ἐπίσης γὰρ τὴν πόλιν τῆς τυραννίδος ἀπήλλαξαν. ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ. Καὶ ὁ τῆς δημοκρατίας νομοθέτης μὴ τρόπον εἰπὼν μηδὲ ἰδέαν τῆς πράξεως ἁπλῶς εἶπε λαμβάνειν τὴν δωρεὰν, τὴν πόλιν ἀπαλλάξαντα τυραννίδος, καὶ τὰ τοιαῦτα. ΠΗΛΙΚΟΤΗΤΙ. Ὅτι μέγα καὶ παράδοξον τὸ οὕτω καταλῦσαι τὴν τυραννίδα, καὶ θαύματος ἄξιον· ἐάν τε πρὸς τὸν λόγον ἢ τὸν ῥήτορα ἀπίδῃς, ἐάν τε πρὸς τὸν πεισθέντα· καὶ λογισώμεθα τὴν τύχην τὴν μὴ παροξυνθῆναι παρασκευάσασαν παρὰ τοῦ ῥήτορος, τὴν ποιήσασαν οὕτω πρᾷον τὸν τύραννον, ὡς πεισθῆναι τῷ λόγῳ, καὶ ἀφεῖναι δυναστείαν, δορυφόρους, πλοῦτον, ἐξουσίαν, τὸ ποιεῖν ὅτι καὶ βούλεται.
8.97 ΠΡΟΣ ΤΙ. Συγκριτικῶς πρὸς τὴν ἄλλην τυραννοκτονίαν, ὅτι τοῦτο κρεῖττον τοῦ ἀνελεῖν τὸν τύραννον· οὔτε γὰρ εἰς κίνδυνον κατέστην, οὔτε φόνον ἐνείργασμαι· καὶ τῆς τυραννίδος ἀπήλλαγμαι. ΑΝΤΙΘΕΣΙΣ ΣΤΟΧΑΣΤΙΚΗ. Ἀλλ’ εἰκὸς αὐτὸν τυραννῆσαι καὶ δεύτερον· αὕτη δὲ ἀεὶ ἐμπίπτει ἐν τοῖς κατὰ αἴτησιν δωρεᾶς ὅροις· ἐὰν ᾖ τύραννος, ἢ πολέμιοι ὦσι, φέρε εἰπεῖν ὅτι εἰκὸς αὐτὸν πάλιν ἐπιθέσθαι τῇ τυραννίδι· ὁ γὰρ ἅπαξ ἀναιρεθεὶς πῶς τυραννῆσαι δύναται; ἀεὶ οὖν ἐμπίπτει στοχαστικὴ ἀντίθεσις ἐν τοῖς κατὰ αἴτησιν δωρεᾶς ὅροις· ἐὰν τοιαύτῃ στάσει ἢ πολέμιοι ἢ τύραννος περιῇ· καὶ λύσεις στοχαστικῶς· τὰ δὲ τοῦ στοχασμοῦ κεφάλαια ἐν ταῖς τοιαύταις ὑποθέσεσι βούλησις τυγχάνει μόνη καὶ δύναμις· ἔμαθες γὰρ ἐν τοῖς ἀτελέσι στοχασμοῖς, ὅτι τοῦ προσώπου κεφάλαια τυγχάνει δύο μόνα, βούλησις καὶ δύναμις· ἐνταῦθα δὲ περὶ προσώπου ἐστὶν ὁ λόγος· λύσεις οὖν στοχαστικῶς· ὅτι οὐκ εἰκὸς αὐτὸν πάλιν τυραννῆσαι ἅπαξ ἑκόντα παυσάμενον καὶ οὐ βίᾳ· καὶ γνόντα τῷ λόγῳ, ὅτι πολὺ τοιοῦτος βελτίων, ἢ ὁ τῶν τυράννων· ἀδύνατον δὲ ἅπαξ, ἢ δυσχερὲς τὸν ἑκόντα καὶ βουλήσει οἰκείᾳ καταθέμενον τὴν τυραννίδα τοῖς αὐτοῖς δεύτερον βουληθῆναι περιπεσεῖν δυστυχήμασι, τὰς αἰτίας ἅπαξ ἐγνωκότα διὰ τὸ τυραννεῖν ἀτοπώτατον· καὶ οὐ δεδυνήσεται κατασχεῖν τὴν ἀκρόπολιν, οὕτως ἀπατηθέντων ἀποβληθέντων τῶν δορυφόρων, καὶ τὰ τοιαῦτα. ΕΠΙΛΟΓΩ. Λοιπὸν ὅτι καλὸν τιμῆσαι τὸν τυραννοκτόνον, ἵνα πάντες εἰς ζῆλον καταστῶσι τοῦ τὴν πόλιν εὐεργετεῖν· ἔχεις δὲ λαβεῖν τὰ ἐπιλογικὰ νοήματα ἀπὸ τοῦ πρὸς Λεπτίνην· ἐὰν γὰρ μὴ τιμήσητε, οὐδεὶς ἔτι βουλήσεται κινδυνεύουσαν σῶσαι τὴν πόλιν· οὐδεὶς ἔτι ἑαυτὸν εἰς κίνδυνον ὑπὲρ τῆς πολιτείας ἐμβάλλει, εἰδὼς ὅτι ἢ κινδυνεύσας ἢ κατορθώσας παρ’ ὑμῶν οὐ λήψεται δωρεάν· μετὰ ταῦτα ἐρεῖς· ἐγὼ τηρήσω τὸν νόμον, ἐγὼ φρουρήσω τὴν ἀκρόπολιν, ἐγὼ πάλιν ἐγγυῶμαι τὰ δεύτερα, ἀνθ’ οὗπερ μηδεὶς θεῶν συγχωρήσειεν· πάλιν τις κατὰ τῆς πολιτείας μανῇ, τοὺς αὐτοὺς ἐρῶ λόγους καὶ δεύτερον· καὶ ποιήσω μισῆσαι τὴν τυραννίδα, φιλῆσαι δὲ τὴν ἰσοτιμίαν· καὶ πάλιν· ἐρῶ δὲ καὶ πρὸς ἅπαντας πρὶν εἰς λόγους ἐλθεῖν· ὑπὲρ ὑμῶν, ὦ ἄνδρες, τοῖς λόγοις ὁπλίζομαι· ὑπὲρ τῆς πολιτείας τῇ παιδεύσει παρασκευάζομαι· διὰ τοὺς νόμους ἀριστεύσων ἄνειμι· ἐὰν δὲ μηδὲ οὕτως πεισθῇ, τότ’ ἔχω τὸ ξίφος· ἔχω τὴν ὑπὲρ τῆς πόλεως ὁπλιζομένην δεξιάν· χρήσομαι κατὰ τοῦ μὴ πειθομένου τοῖς ξίφεσιν.
8.98 ΟΡΟΣ ΔΙΠΛΟΥΣ ΚΑΤΑ ΑΜΦΙΣΒΗΤΗΣΙΝ. Ἀνῆλθέ τις εἰς ἀκρόπολιν, ὡς ἀναιρήσων τὸν τύραννον· ἔφυγεν· ἄλλος συντυχὼν ἀπέκτεινεν· ἀμφισβητοῦσι τῆς δωρεᾶς. Ὁ κατὰ ἀμφισβήτησιν ἔχει ὁρισμὸν μὲν τοῦ αὐτοῦ πράγματος· ἀναίρεσιν δὲ τοῦ ἐναντίου καθ’ ἕκαστον κεφάλαιον· ἡ κατάστασις ἔχει τὴν πολιτείαν καὶ τὴν τυραννίδα μετ’ αὐξήσεως, καὶ τὰ ἀπὸ τῆς τυραννίδος κακά· εἶτα τὴν ἄνοδον μετὰ τῆς διανοίας, ὅτι οὐκ ἤνεγκα τὴν σκηνὴν, τὰς τραγῳδίας, τὰ δράματα, καὶ μὴ φέρων ἐμαυτὸν εἰς κίνδυνον ἐπιδέδωκα, καὶ τὴν ἀναίρεσιν καὶ τὴν ἀπαλλαγὴν τῆς τυραννίδος, καὶ τὴν ἐπὶ τούτοις δωρεάν. ΤΩ ΑΠΟ ΤΟΥ ΕΝΑΝΤΙΟΥ ΟΡΩ. Ἀλλ’ οὐκ ἀνεῖλες τὸν τύραννον· ἡ λύσις διπλῆ· ὅτι καὶ τοῦτό ἐστι τυραννοκτονία· οἷον, οὑτωσὶ τῷ ἀνθορισμῷ λύσις· ὅτι τοῦτο μάλιστά ἐστι τυραννοκτονία, τὸ ἀνελθεῖν, τὸ προθυμίαν ἔχειν ἀναιρέσεως, τὸ διῶξαι, τὸ καθαρὰν δεῖξαι τυράννου τὴν ἀκρόπολιν, τὸ καταστῆσαι δορυφόρων ἔρημον· σὺ δὲ φυγάδα μὲν ἀνῄρηκας, τύραννον δὲ οὐδαμοῦ· καὶ φεύγοντα ἐξ ἀκροπόλεως, οὐχὶ μετὰ δορυφόρων προκαθεζόμενον· εἶτα παραδείγματα· ὥσπερ ἂν εἰ τῶν πολεμίων εὕρῃς στρατηγὸν φεύγοντα χωρὶς στρατιωτῶν, χωρὶς ἄλλης τινὸς φάλαγγος, ἢ πολεμίων ἄρχοντα· καὶ τὰ τοιαῦτα.
8.99 ΣΥΛΛΟΓΙΣΜΩ. Οὐκ ἴσον ἐστὶ τὸ διῶξαι καὶ ἐκβαλεῖν τῷ ἀνελεῖν τὸν φεύγοντα· τὸ δὲ φεύγοντα ἀνελεῖν καὶ διωκόμενον παρατάξαι ἴσον ἐστὶ τῷ ἰδιώτην ἀνελεῖν. ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ. Τοιγαροῦν καὶ ὁ νομοθέτης τῷ καθαρὰν παρανομίας δείξαντι τὴν ἀκρόπολιν ἔδωκε τὴν δωρεὰν, οὐ τῷ ἁπλῶς ἰδιώτην ἀνελόντι. ΠΗΛΙΚΟΤΗΣ. Ὅτι μέγιστον τὸ ἐγχείρημα, τὸ ἀνελεῖν, τὸ διῶξαι τὴν προαίρεσιν, τὸ μεταξὺ τῶν δορυφόρων φανῆναι μετὰ ξίφους· τὸ δὲ φεύγοντα ἀνελεῖν οὐδενὸς ἄξιον θαύματος, μᾶλλον δὲ οὐδεμιᾶς ἄξιον δωρεᾶς· κείμενον γὰρ καὶ ὥσπερ νεκρὸν ἀπὸ τοῦ ἡμετέρου τολμήματος τὸν τύραννον ἔτρωσε καὶ πρὸς τὴν σφαγὴν ἕτοιμον γενόμενον· διὸ οὐ δωρεᾶς ὁ ἄνθρωπος ἄξιος, ἁπλῶς κατὰ τοῦ τυχόντος χρησάμενος τῇ δεξιᾷ, οὐχὶ κατὰ τοῦ τυράννου· καὶ ὅτι σχεδὸν αὐτὸς ὁ τύραννος ἑαυτὸν ἐπιδέδωκεν, ἕτοιμος πρὸς τὴν σφαγὴν γενόμενος, καὶ τὰ τοιαῦτα· ΠΡΟΣ ΤΙ ΟΥΚ ΕΜΠΙΠΤΕΙ. Οὐ δυνατὸν γάρ ἐστιν εἰπεῖν, ὅτι μεῖζόν ἐστι τὸ ὑπ’ ἐμοῦ πεπραγμένον τοῦ ὑπὸ σοῦ· ὁ μὲν γὰρ ἐδίωξεν, ὁ δὲ ἀνῄρηκεν· οὕτως οὐδὲ ἐν τοῖς κατὰ ἀμφισβήτησιν ὅροις δυσκόλως ἐμπίπτει τὸ πρός τι· πλὴν εἰ μὴ κατά τινα περίστασιν· σπανίως δὲ πάνυ καὶ σχεδὸν οὐδέποτε· τοῦ γὰρ πρός τι τὴν σύγκρισιν ἔχοντος πρὸς τὸν ὅρον τοῦ ἀντιδίκου, οὗτος οὐ δύναται εἰπεῖν, ὅτι καὶ μᾶλλον τοῦτο τυραννοκτονία ἐστὶν, ἢ τὸ σόν· μωρὸν γὰρ, ἄλλως τε καὶ ἐν τῇ πρώτῃ ἐργασίᾳ ἡμῶν ἐπιδειξάντων, ὅτι τὸ τοῦ ἀμφισβητοῦντος οὐκ ἔστιν ἔργον τυραννοκτόνου· διὸ οὐκ ἐμπίπτει.
8.100 ΕΠΙΛΟΓΩ. προτρεπτικοῖς ἐπιχειρήμασι χρήσῃ πρὸς τὸ παρασχεῖν τὴν δωρεὰν, καὶ μὴ ἀποστερῆσαι τὸν καμόντα καὶ ἐπιδειξάμενον τὴν εὔνοιαν, ἵνα καὶ πάντες τὴν τοιαύτην προθυμίαν ζηλώσωσι· τὸ δὲ παρασχεῖν ἑτέρῳ τὴν δωρεὰν καὶ μὴ ἀποστερῆσαι τὸν καμόντα καὶ ἐπιδειξάμενον τὴν εὔνοιαν, ἵνα καὶ πάντες τὴν τοιαύτην προθυμίαν ζηλώσωσι· τὸ δὲ παρασχεῖν ἑτέρῳ τὴν δωρεὰν, ὅτι οὐ δίκαιον οὐδὲ πρέπον, καὶ ὅτι πολλοὶ ἐντεῦθεν ἀποτραπήσονται, εἰδότες ὅτι τοῦ πόνου αὐτοῖς πλέον οὐδὲν, ἐὰν μὴ καὶ χεῖρα τῷ φόνῳ μιάνωσιν· ἂν δὲ παράσχωσι τὴν ἀμοιβὴν, ὅτι καὶ ὑπὲρ τῆς πόλεως ἔσται πάντων ἀκουόντων, ὅτι δικαίως τῷ ἀνελόντι ἀποδεδώκασι τὴν δωρεὰν, καὶ ὅτι πάντες ἀποδέξονται, καὶ ὅτι μὴ γένοιτο μὲν καιρὸν τοῦτον γενέσθαι καὶ δεύτερον· ἂν δ’ ἄρα συμβῇ, μόνος φιλονεικήσει προσθεῖναι καὶ τὴν σφαγὴν τοῖς ἐπιχειρήσασι. ΑΛΛΟΣ ΟΡΟΣ ΤΟΥ ΚΑ Τ ’ ἈΜΦΙΣΒΗΤΗΣΙ Ν . Δημοσθένους πολιορκοῦντος τοὺς ἐν Πύλῳ τριακοσίους, Κλέων ἐπηγγείλατο ἄξειν αὐτούς· ἤγαγε· καὶ προκειμένης αὐτοῖς δωρεᾶς, ἀμφισβητοῦσι Κλέων καὶ Δημοσθένης. Ὁ μὲν Δημοσθένης κατάστασιν ἔχει τὴν χειροτονίαν, καὶ τὴν ἐπὶ Πύλῳ ἔξοδον, καὶ τὴν πολιορκίαν, καὶ ἐν καθαιρέσει τὴν ἐπαγγελίαν τοῦ Κλέωνος, καὶ τὴν τῶν τριακοσίων καθαίρεσιν· ἐν οἷς οἰκονομήσεις, ὅτι εἰ καὶ μὴ Κλέων παρῆν, αὐτὸς εἰλήφειν τοὺς Σπαρτιάτας, ἀποκαμόντας τῇ πολιορκίᾳ καὶ τῷ πόνῳ· ἡ δὲ τοῦ Κλέωνος, ὅτι καὶ τοῦ πολέμου γενομένου τούτου τοῦ πρὸς Λακεδαιμονίους, καὶ πολεμούντων ἡμῶν, ὁ δῆμος χειροτονήσας τινὰς στρατηγοὺς οἷα εἰκὸς ἁπλῶς χειροτονεῖσθαι ἐν δήμῳ, θορύβου γενομένου, καὶ στάσεως οὔσης, ἐχειροτόνησε καὶ Δημοσθένην· καὶ ἐξέπεμψε κατὰ Λακεδαιμονίων· εἶτα ἐρεῖς τὰ κατὰ Πύλον, Δημοσθένους μὲν καὶ τὸν τόπον καὶ τὴν θέσιν τῆς χώρας ἐξαίροντος πρὸς δυσχέρειαν, Κλέωνος δὲ τὰ τοιαῦτα παρατρέχοντος· εἶτα ὅτι οὐκ ἠδυνήθη λαβεῖν τοὺς τριακοσίους, ἐν χερσὶν αὐτοὺς ἔχων· εἶτα ὅτι ἀπηγγειλάμην, ἀπῆλθον, ἤγαγον· προκειμένης δωρεᾶς δίκαιός εἰμι ταύτην λαβεῖν.
8.101 ΟΡΩ ΑΠΟ ΤΟΥ ΚΛΕΩΝΟΣ. Ἀλλ’ οὐκ ἤγαγες τοὺς τριακοσίους· διὸ ταύτης τυχεῖν οὐκ εἶ ἄξιος τῆς δωρεᾶς. ΑΝΘΟΡΙΣΜΩ ΑΠΟ ΔΗΜΟΣΘΕΝΟΥΣ. Οὐκ ἔστιν κατορθῶσαι τὸ ἀγαγεῖν μόνον, ἀλλὰ τὸ περιστῆσαι τὸ στρατόπεδον, τὸ πολιορκῆσαι, τὸ τοῖς τείχεσι προσβαλεῖν, τὸ συῤῥῆξαι Σπαρτιάταις μαχόμενον· σὺ δὲ τούτων οὐδὲν πεποίηκας, ἀλλ’ ἁπλῶς καμόντας καὶ κειμένους, καὶ σχεδὸν τοῖς ἐμοῖς εἰλημμένους στρατηγήμασιν, ἤγαγες. ΣΥΛΛΟΓΙΣΜΩ, Ὅτι ἴσον ἐστὶν τὸ συγκλεῖσαι [τῷ πολιορκῆσαι] τῷ παντελῶς ἑλεῖν· τὸ δὲ ὥσπερ ἐν ἑτοίμῳ κειμένους λαβεῖν οὐκ ἔστιν ἴσον τῷ προευτρεπίσαι καμόντα καὶ μαχεσάμενον. ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ ΟΥΚ ΕΜΠΙΠΤΕΙ. Νόμος γὰρ οὐδεὶς πρόκειται τῷ πλάσματι· ἀλλὰ παρὰ τοῦ δήμου προκειμένη δωρεά· ἐρεῖς οὖν ἀντὶ τῆς γνώμης τοῦ νομοθέτου τὴν γνώμην τοῦ δήμου· οἷον· διὸ καὶ ὁ δῆμος εἰδὼς προὔθηκε δωρεὰν τῷ κατορθώσαντι, οὐχὶ τῷ ἁπλῶς ἀγαγόντι· καὶ τὰ τοιαῦτα. ΠΗΛΙΚΟΤΗΤΙ. Ὅτι θαυμαστὸν καὶ μέγιστον τὸ ἡμέτερον κατόρθωμα· τὸ δὲ σὸν εὐτελές. ΠΡΟΣ ΤΙ ΟΥΚ ΕΜΠΙΠΤΕΙ. Οὐκ ἔχει γὰρ οὔτε Δημοσθένης οὔτε Κλέων πρός τι ποιήσονται τὴν σύγκρισιν· ὡς ἐν τῇ προλαβούσῃ διαιρέσει εἴπομεν. ΕΠΙΛΟΓΩ. Ὁ ἐπίλογος πομπείαν ἔχει πολλήν· ἐπαγγελίαν ἑτέρων κατορθωμάτων κατ’ εἶδος· δώσω καὶ τούσδε, καὶ τούσδε δώσω, καὶ Λακεδαίμονα καὶ τὰ τοιαῦτα· ἠθοποιΐας παρὰ τῶν πόλεων· τί ἐροῦσι Πλαταιεῖς ἀκούσαντες, ὅτι τετίμηται ἐπὶ τοῖς τριακοσίοις· εὐγνώμονες Ἀθηναῖοι καὶ τὰ τοιαῦτα· ἂν δὲ μάθωσιν, ὅτι Δημοσθένης οὐδεμίαν δεξάμενος δωρεὰν ἀπῆλθε τοῦ βήματος, ἐροῦσιν ὅτι μῦθος τὰ περὶ Ἀθηναίων λεγόμενα· ποῦ τὸ πρὸς ἀξίαν νέμειν τὰς δωρεάς; Σπαρτιάταις πολεμοῦντες τὸν χειρωσάμενον Λακεδαιμονίους οὐ τετιμήκασι, καὶ τὰ τοιαῦτα.
8.102 Ο ΑΝΤΟΝΟΜΑΖΩΝ. Ἐξ ἱεροῦ τις ἰδιωτικὰ ὑφείλετο χρήματα· καὶ κρίνεται ἱεροσυλίας. Ἡ κατάστασις ἔχει, πῶς χρήσιμος τοῖς ἀνθρώποις ὁ πλοῦτος· καὶ ὅτι πολλῆς φυλακῆς δεόμενος· ἀποροῦντες οὖν οἱ ἄνθρωποι τί καὶ δράσειαν, μίαν εὗρον ταύτην καταφυγὴν, τὸ τοῖς θεοῖς παραθέσθαι τὰ χρήματα, τῷ τοῖς ἱεροῖς πρὸς φυλακὴν χρήσασθαι τῶν χρημάτων· ὅθεν λαθὼν οὗτος καὶ τοὺς θεοὺς αὐτοὺς ἐν παρέργῳ θέμενος, οὐκ αἰδεσθεὶς τὸν τόπον, οὐ τοὺς ἐφόρους δαίμονας, ὑφείλετο τὰ χρήματα· οἱ δὲ ἀντονομάζοντες ὅροι διπλοῖς καὶ τοῖς κεφαλαίοις κέχρηνται· τοῦ μὲν κατηγόρου ὁριζομένου κλοπὴν εἶναι· ἱεροσυλίαν δὲ, μὴ ὡς εἶναι τοὺς πάντας ὅρους τέσσαρας· δύο τοῦ κατηγόρου καὶ δύο τοῦ φεύγοντος· δείξει δὲ αὐτὴ σαφέστερον ἡ διαίρεσις· ἔστι γὰρ εὐθὺς μετὰ τὴν κατάστασιν ὁ παρὰ τοῦ φεύγοντος ὅρος τοιοῦτος. ΟΡΟΣ. Ἀλλ’ ἱερόσυλός ἐστιν, φησὶν, ὁ τὰ ἀναθήματα ὑφελόμενος· εἶτα ὁ ἄλλος ὅρος· κλέπτης δὲ ὁ τὰ ἰδιωτικὰ λαβών· λύσεις τῷ ἀνθορισμῷ, τὸ μὲν ἀναιρῶν, τὸ δὲ κατασκευάζων· καὶ τί μέν ἐστι κλοπὴ, τί δὲ ἱεροσυλία· οἷον ἱερόσυλός ἐστιν ὁ τὰ ἱερὰ δεξάμενος καὶ εἴσω τῶν ἀνακτόρων γενόμενος, καὶ ἐπὶ προφάσει χρημάτων ἐντὸς τῶν ἀναβάτων γενόμενος· εἶτα τοῦτο ὡς ἔνι μάλιστα διὰ πλειόνων κατασκευάσας· ὅτι καὶ ὁ τόπος δίδωσι τὰς προσηγορίας· καὶ τὸ παρ’ ἡμῖν σκεῦος κείμενον, ἂν ἐν τῷ ἱερῷ τεθῇ, ἱερωτικὸν γίγνεται· καὶ ὅτι σὺ ἐλάμβανες οὐκ ἀγνοῶν, ὅτι ἱερὸς ὁ τόπος· καὶ τὰ τοιαῦτα· καὶ ὅτι οὐχὶ τὰ χρήματα τοῦ τόπου κυριώτερα· ἀλλ’ ὁ τόπος καὶ τῆς ἑαυτοῦ ἀξίας τοῖς χρήμασι μεταδίδωσι· εἶτα ἐκ παραδειγμάτων· ὅτι τὰ χρήματα, ἂν ἐν δημοσίῳ κείμενα ᾖ, γίγνεται δημόσια· ἂν παρὰ στρατηγῷ, γίγνεται στρατιωτικά· ἂν ἱερῷ, γίγνεται ἱερατικὰ καὶ τὰ τοιαῦτα· εἶτα ἔπαγε καὶ τὸν ἕτερον ὅρον τὸν ἐπιδεικνύντα μετὰ τὸν πρῶτον ὁρισμὸν, τὸν ὅτι ἱερά ἐστι τὰ χρήματα, τὸν ἐπιδεικνύντα, ὅτι δημοτικὰ οὐκ ἔστι τὰ χρήματα· οἷον εἰ μὲν γὰρ ἐξ ἰδιωτικῆς οἰκίας εἴληφας τὰ χρήματα, καλῶς κλοπὴν ὀνομάζεις τὸ ἔγκλημα· εἰ δὲ ἐξ ἱεροῦ, τί σοι κλοπῆς ἐπὶ τοῦ παρόντος τὸ πρόςρημα· κλέπτην ἴσμεν ἅπαντες, τὸν εἰς οἰκίαν εἰςελάσαντα, τὸν ἐρευνησάμενόν τινος τῶν παρ’ ἡμῖν τὴν ἑστίαν, καὶ τὰ ὅμοια· εἶτα συλλογισμῷ ὁμοίως διπλῷ· ἑνὶ μὲν τῷ ἐπιδεικνύντι, ὅτι τὸ ἀφ’ ἱεροῦ λαβεῖν ἰδιωτικὰ ἢ ἱερατικὰ τὰ χρήματα ταὐτόν ἐστι· ἑτέρῳ δὲ τῷ ἐπιδεικνύντι, ὅτι πολὺ διενήνοχεν εἰς οἰκίαν ἰδιωτικὴν εἰςελθεῖν, καὶ εἰς ἱερόν· οἷον, τίς γὰρ οὐκ οἶδε τῶν καθεζομένων ὑμῶν, ὅτι οὐδὲ διαφέρει τῷ ἱεροσυλοῦντι ἐντὸς ἅπαξ τῶν ἀνακτόρων καὶ τῶν σηκῶν γενόμενον, εἴτε ἰδιωτικὰ, εἴτε ἱερατικὰ τυγχάνει τὰ χρήματα· μόνου γὰρ γίνεται τοῦ ὑφελέσθαι τὰ εὑρισκόμενα· οὐδεμίαν τοιαύτην ποιούμενος τῶν δρωμένων διάκρισιν· ὥσπερ ἂν εἴ τις εἰς ναῦν ἐπὶ τῷ τι τῶν κειμένων φορτίων λαβεῖν εἰσελθὼν, οὐ διακρίνει πότερον ἐμπορικόν ἐστιν, ἢ ναυτικὸν τὸ εὑρισκόμενον, ἀλλ’ ἁπλῶς τοῦ παραπίπτοντος ἔχεται, καὶ τοῦτο παρ’ ἑαυτῷ ἐμπορικὸν ὀνομάζει τὸ φόριον, οὕτω καὶ ὁ εἰς τὸ ἱερὸν εἰσελθὼν μόνον γίγνεται τοῦτο λαβεῖν, ἢ οὐχὶ τοῦ διακρίνειν, πότερον ἰδιωτικόν ἐστιν ἢ ἱερατικὸν τὸ εὑρισκόμενον· εἶτα ἐπισυνάπτεις δεύτερον συλλογισμὸν, ᾧ μάλιστα κέχρηται ὁ ἀντίδικος, διαιρετικὸν ὄντα· ὅτι καὶ πολὺ διενήνοχεν εἰς οἰκίαν ἰδιώτου εἰσελθεῖν, ἢ εἰς ἱερόν· ἡ μὲν γὰρ τῶν ἱερατικῶν κόσμων ἐστὶν ἔρημος, οὔτε ναοὺς οὔτε βωμοὺς ἔχουσα· τὸ δὲ τοῦτον κατεσκαμμένον τὸν τρόπον καὶ ἐφόρους ἔχει τοὺς καθιερουμένους δαίμονας· τοῦτο δὲ πομπιεῖται πρὸς τὰς τῶν ἰδιωτῶν οἰκίας τὸ διάφορον.
8.104 ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ. Ἐντεῦθεν λοιπὸν μέχρι τοῦ πρός τι ἁπλᾶ ἐστι τὰ κεφάλαια· οἷον ὅτι καὶ ὁ νομοθέτης τὸν ἱερόσυλον ἁπλῶς τιμωρεῖσθαι προσέταξεν, οὐκ ἐπιζητῶν πότερον ἰδιωτικὰ, ἢ ἱερωτικά ἐστι τὰ χρήματα, οὐδεμίαν διαφορὰν διδοὺς, ἀλλ’ ἁπλῶς κολάζων τὸν ἁμαρτήσαντα· πλατύνεις δὲ τὸ κεφάλαιον, ἀναγνώσει τοῦ νόμου, ἐκθέσει τῶν ῥημάτων, ἐξετάσει τῇ κατὰ μέρος, χρήμασι, τῷ ἀποστρέφειν ἐρωτᾷν, τῷ λέγειν, ὅτι οὐδὲν τοιοῦτον οἷον ὁ φεύγων λέγει ἐν τῷ νόμῳ γέγραπται. ΠΗΛΙΚΟΤΗΤΙ. Δεινὸν καὶ χαλεπὸν καὶ οἷον οὐδὲν ἕτερον τὸ ὑφελέσθαι τὰ χρήματα, καὶ ἔρημον καταστῆσαι τὸ ἱερὸν, καὶ τὴν λειπομένην ἀφορμὴν, πρὸς φυλακὴν τῶν χρημάτων ἀφελέσθαι τοὺς ἔχοντας· καὶ τὰ τοιαῦτα· ΠΡΟΣ ΤΙ. Ὅτι οὗτος τῶν ἄλλων κλεπτῶν καὶ ἱεροσύλων χαλεπώτερος· οἱ μὲν γὰρ τοὺς ἰδιώτας μόνους ἀδικήσαντες, τὴν τῶν ἱερῶν οὐκ ἐλυμήναντο φυλακὴν, οἱ δὲ τὰ ἀναθήματα λαβόντες τοῖς τῶν ἰδιωτῶν οὐκ ἐλυμήναντο κτήμασιν· οὗτος δὲ καὶ τοὺς ἰδιώτας καὶ τοὺς θεοὺς ἀδικεῖ· τοὺς μὲν ἀφαιρούμενος τῆς οὐσίας· τοὺς δὲ εἰς ἀπιστίαν καταφρονεῖσθαι ποιῶν· καὶ τὰ τοιαῦτα ὑποδιαιρῶν, συγκριτικῶς ἐκτενεῖς.
8.105 ΕΠΙΛΟΓΩ ΚΟΙΝΩ προτροπὴν ἔχοντι πρὸς τιμωρίαν καὶ αὔξησιν τοῦ ὑποκειμένου, καὶ διατύπωσιν τῆς κλοπῆς πῶς ἔλαβε, πῶς ὑφίκετο, ποίας ἀφῆκε πρὸς αὐτὸν φωνὰς, ὅτι καὶ τῶν ἱερῶν περιγεγένημαι· ὅτι καὶ ταύτην τῶν ἀνθρώπων τὴν ἀσφάλειαν διώρυξα· ὅτι δεῖ τοῦτον κολάσαι, ἵνα καὶ τοὺς ἄλλους ἀποτρέψωμεν πονηρούς· ὅτι σωθήσεται τοῖς ἀνθρώποις ἡ περὶ τὴν τοιαύτην παρακαταθήκην πίστις, ἐὰν οὗτος τὴν προσήκουσαν δῷ τιμωρίαν· ἴσασι γὰρ ὅτι οὐδεὶς ἔτι τολμήσει, ὅτι οὐδεὶς ἀγανακτῆσαι θεοὺς, ἐὰν μὴ τιμωρησώμεθα· ὁμοίως ἐρεῖς, πῶς προσκυνήσω τοὺς κρείττονας, τοῦτον παρὰ τοὺς νόμους ἀφείς; πῶς αἰτήσω τινὰ δωρεὰν τὸ δαιμόνιον, οὕτως ἀφεὶς τὰ ἱερὰ διορύττεσθαι; ἂν δὲ λάβω τὴν τιμωρίαν, μίαν ταύτην ἡγήσομαι τῶν χρημάτων τὴν φυλακὴν, τὸ τοὺς πονηροὺς ἁλισκομένους παρ’ ὑμῶν ἀθῴους μὴ παραπέμπεσθαι. Ο ΚΑΤΑ ΣΥΛΛΗΨΙΝ ΟΡΟΣ. Νόμος τὸν βιασάμενον κόρην διδόναι χιλίας· τοῦ συστρατήγου τις ἐβιάσατο θύγατρα, καὶ διδοὺς τὰς χιλίας κατὰ τὸν νόμον κρίνεται δημοσίων ἀδικημάτων. Ὁ κατὰ σύλληψιν ὅρος ἔοικε τῇ τῶν συσκευαζομένων στοχασμῶν ἐργασίᾳ· καὶ γὰρ ἐκεῖνοι καθ’ ἕκαστον κεφάλαιον κοινὴν ποιοῦνται τὴν ἔκθεσιν· κἀνταῦθα καθ’ ἕκαστον κεφάλαιον διπλᾶ τὰ κεφάλαια· τοῦ μὲν φεύγοντος, δίδωμι κατὰ τὸν νόμον τὰς χιλίας· καὶ ὁριζομένου, ὅτι δημοσίᾳ τὴν πόλιν ἠδίκησε· γίνεται δὲ αὐτῷ τὸ μὲν τῆς βίας ἐν αὐξήσει· ὁμολογούμενον γάρ ἐστι· τὸ δὲ τοῦ δημοσίου ἀδικήματος ἐν κατασκευῇ ῥητορικῇ· καὶ τὸ μὲν δημόσιον πρῶτον μὲν ὁρίζεται καθ’ ἕκαστον κεφάλαιον· εἰσάγει δὲ ἑξῆς τὴν βίαν· οἷον δημοσίᾳ οὐκ ἠδίκησα τὴν πόλιν, διὰ τάδε καὶ τάδε, ἀλλ’ ἐβιασάμην, καὶ δίδωμι κατὰ τὸν νόμον τὰς χιλίας· διαφέρει δὲ τοῦ ἀντονομάζοντος, ὅτι τὸ κατὰ φύσιν κοινὸν ὁ ἀντονομάζων διαιρεῖ· κλοπῆς γὰρ ἴδιον καὶ ἱεροσυλῆσαι καὶ κλέψαι· ὁ δὲ διαιρεῖ καὶ λέγει· ἄλλο κλοπὴ, καὶ ἄλλο ἱεροσυλία· ὁ δὲ κατὰ σύλληψιν τὰ φύσει κεχωρισμένα συνάγει κατ’ αὐτόν· ἄλλο γὰρ διαπαρθενεῦσαι, καὶ ἄλλο δημόσιον ἀδίκημα τῇ φύσει· ὁ δὲ συλλαμβάνει τὰ δύο φάσκων, καὶ τὴν κόρην ἐβιάσω, καὶ δημοσίᾳ τὴν πόλιν ἠδίκησας· πάλιν ἐν τῷ κατὰ σύλληψιν πρώτῳ κέχρηται τῷ ἀντονομάζοντι ὁ φεύγων· εἶθ’ οὕτως ὁ διώκων συλλαμβάνει ἀμφότερα· καὶ πάλιν ἐν τῷ ἀντονομάζοντι ἑκάτερα ἀτελῆ, καὶ ἱεροσυλία καὶ ἡ κλοπὴ· λείπει γὰρ τὸ τὰ χρήματα εἶναι ἱερατικά· ἐν δὲ τῷ κατὰ σύλληψιν ἡ μὲν βία ὁμολογουμένη τυγχάνει· ἀμφίβολον δὲ τὸ δημόσιον ἀδίκημα.
8.106 ΚΑΤΑΣΤΑΣΙΣ. Ἔστιν οὖν ἡ κατάστασις ἀπὸ τῆς προβολῆς τῆς γενομένης ἐπὶ στρατηγίαν· καὶ ὅτι ὁ στρατηγὸς ὑπερηγάπα τὸν συστράτηγον, οἰόμενος πιστὸν ἕξειν ἐν τοῖς πράγμασι κοινωνὸν, καὶ ὅτι μεγίστας ἐλπίδας εἶχε δι’ αὐτοῦ κατορθώσειν ἅπαντα, τοῦ μὲν ὑποτιθέντος γνώμας, τοῦ δὲ ἐνεργοῦντος, καὶ τοῦ πολέμου θᾶττον δεχομένου πέρας διὰ τὴν τῶν στρατηγῶν ὁμόνοιαν, ταῦτα ἐλπίσας, ταῦτα προσδοκήσας ἕξειν, ἐμαυτὸν αὐτῷ πρὸς πάντα ἐπέδωκα, τὴν οἰκίαν τὴν ἐμὴν, τὰ φίλτατα· εὐθὺς οὖν μετὰ τῶν ἐμῶν ἦν ὡς εὔνους συστράτηγος· εἶτα ἐπιτηρήσας ἐβιάσατο· ἕξεις δὲ καὶ ἠθοποιΐας ἐν αὐτῇ· ὅτι ἔλεγες πρὸς αὐτὸν διαλογιζόμενος, ὅτι καιρὸς νῦν ἐπιθέσθαι τῇ κόρῃ, καὶ ὅτι ἐκαιροφυλάκει· ἕξεις δὲ καὶ ἀνακλητικά τινα, ὅτι ἐλάνθανε πονηρὸς ὢν, καὶ πόῤῥωθεν τὴν ἐπιβουλὴν ταύτην σκευαζόμενος· οἶμαι γοῦν ὅτι καὶ ταύτην τὴν στρατηγίαν αὐτὸς συνεσκεύαζεν, ἵνα τὸ γένος ἐνυβρίσῃ, καὶ τὰ τοιαῦτα.
8.107 ΟΡΩ ΤΟΥ ΣΥΣΤΡΑΤΗΓΟΥ. Ἀλλ’ οὐδὲν ἠδίκησα δημοσίᾳ τὴν πόλιν· ποῖον γὰρ τεῖχος ἢ ναύσταθμος, ἤ τι τῶν κοινῶν διέφθαρται· ἐβιασάμην δὲ τὴν κόρην· καὶ δίδωμι κατὰ τὸν νόμον τὰ χρήματα. ΑΝΘΟΡΙΣΜΟΣ. Λύσεις ἀνθορισμῷ τὸν ὅρον τοῦ συστρατήγου· τὰ μέγιστα τὴν πόλιν ἠδίκησας· τὰ γὰρ εἰς τὸν στρατηγὸν ἀδικήματα κοινὰ τῆς πόλεώς ἐστιν ἀδικήματα, ὥσπερ γὰρ ἄν τι στρατηγὸς κατόρθωμα κατορθώσῃ, τοῦτο τῆς πόλεώς ἐστι τὸ κατόρθωμα, οὕτως ἄν τις στρατηγὸς ἀδικηθῇ, τοῦτο τῆς πόλεως γίνεται· ἔτι καὶ οὐχ εἷς τρόπος ἐστὶ τῶν τῆς πόλεως ἀδικημάτων· οὐ γὰρ ἐπειδὴ ναῦς ἢ τεῖχος οὐ καθῄρηκας, διὰ τοῦτο δημοσίᾳ τὴν πόλιν οὐκ ἀδικεῖς· ἀλλὰ καὶ στρατηγὸν ἀδικήσας τὴν πόλιν ἠδίκησας· εἶτα ὅτι τίνος τὸ ὄνομά ἐστι τοῦ στρατηγοῦ ἢ τῆς πόλεως· οὐδενὶ γὰρ στρατηγός ἐστιν ὄνομα, ἀλλὰ τοῦτο τίθησιν ἡ πόλις· καὶ ὅτι τὸ ἀξίωμα τῆς πόλεώς ἐστι· καὶ ἐάν τις εἰς τοῦτο πλημμελήσῃ τι, εἰς τὴν πόλιν ἀνάγει τὸ τόλμημα· εἶτα ἔπαγε τὴν βίαν· ἐν οἷς μὲν γὰρ τὴν πόλιν ἐβίασας, ἰδίᾳ με ἠδίκησας· ἐν οἷς δὲ εἰς τὸν στρατηγὸν ἐτόλμησας, ἐν τούτοις τὴν πόλιν ἠδίκησας· εἶτα ἔχεις καὶ παθητικὰ πολλά· τίς γὰρ ἔτι διεφθαρμένην τὴν κόρην δέξεται, οὕτως ἐξυβρισμένην; τίς δὲ οὐκ ἐρεῖ, ὅτι τοῦ πατρὸς στρατηγοῦντος καὶ περικειμένου τὸ κοινὸν τῆς πόλεως ἀξίωμα, ἡ κόρη διέφθαρται; καὶ τὰ τοιαῦτα· ἔχεις δὲ τὰ ἐπιχειρήματα καὶ τὰ παραδείγματα ἐκ τοῦ κατὰ Μειδίου λαβεῖν· καὶ τῶν ἐν τῷ λόγῳ τόπων πολλῶν.
8.108 ΣΥΛΛΟΓΙΣΜΟΣ. Μετὰ ταῦτα θήσεις τὸν συλλογισμὸν, ὅτι οὐδὲν διαφέρει βλάψαι τι τῆς πόλεως, καὶ στρατηγοῦ ἀδικῆσαι θυγατέρα· ὥσπερ γὰρ ἄν τις τὴν ναῦν καταδύσῃ, οὐ μόνον τὸν κυβερνήτην, ἀλλὰ καὶ τοὺς ἐμπλέοντας ἀδικεῖ, καὶ ἕν τι κατὰ πάντων γίνεται τόλμημα· οὕτω καὶ ὁ στρατηγοῦ θυγατέρα βιασάμενος οὐ μόνον εἰς αὐτὸν ἐκεῖνον τὸν στρατηγὸν ἐξήμαρτεν, ἀλλὰ καὶ εἰς πᾶσαν τὴν πόλιν. ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ. Ἀκολούθως τοιγαροῦν καὶ ὁ νομοθέτης οὐκ εἶπεν, εἰ τόδε ἢ τόδε τις καταπράξεται, δημοσίᾳ τὴν πόλιν ἀδικεῖ· ἀλλὰ καθόλου τὸ ἀδίκημα θεὶς ἐπὶ τοῖς πάσχουσιν ὥρισε τὴν διάκρισιν· τί οὖν ὁ νόμος λέγει· ἄν τις ἀδικήσῃ τὴν πόλιν, ἔνοχος ἔσται τῷ δήμῳ· σὺ δὲ τὸ μέγιστον καὶ κυριώτατον μέρος τῆς πόλεως τὸν στρατηγὸν ἠδίκησας, τὸν ὑπὲρ τῆς πόλεως ἀναδεχόμενον τοὺς κινδύνους, δι’ οὗ νικηφόρος ἡ πόλις· ἢ τοὐναντίον, ὅπερ μὴ γένοιτο, ὑπήκοος, καὶ τὰ τοιαῦτα. ΠΗΛΙΚΟΤΗΣ. Ὅτι δεινὸν ἀδικῆσαι τὸν στρατηγόν· δεινὸν τὸ γένος βίαν τοιαύτην ὑπομεῖναι· ἡμῶν διὰ τοῦτο στρατευομένων, ἵνα μηδεὶς ὑβρισθῇ τοῦ γένους, ἔνδον ὑφ’ ἑστίας ὑπομεῖναι τὸ τόλμημα· καὶ καθάπερ ἐπὶ σκηνῆς διὰ τοῦτο τοῖς πολεμίοις μαχόμενον, ἔνδον ὑπομεῖναι τὰ χαλεπώτερα· εἶτα ὅτι καὶ σωφροσύνη μέγιστον ᾖ παρὰ πᾶσιν ἀνθρώποις, ἐξαιρέτως δὲ παρὰ ταῖς γυναιξίν· ἐὰν οὖν αὐτῶν ταύτην τις ἀφέληται, τὸ πᾶν συνανῄρηκε καὶ τὰ τοιαῦτα.
8.109 ΠΡΟΣ ΤΙ. Σύγκρισιν ἔχει πρὸς τὸ ὑπὸ τοῦ φεύγοντος μαχόμενον· λέγει δὲ ἐκεῖνος, ὅτι δημοσίᾳ τὴν πόλιν οὐκ ἠδίκησα· οὐκοῦν ὁ στρατηγὸς ἐρεῖ, ὅτι τοῦ καθελεῖν τεῖχος, τοῦ ἐμπρῆσαι τὰς ναῦς, τοῦτο τυγχάνει χαλεπώτερον· ἐκεῖνα μὲν γὰρ ἐπὶ τοῦ οἰκείου καταστῆσαι πάλιν τις δύναται σχήματος· τοῦτο δὲ ἀφανισθὲν ἅπαξ οὐδαμῶς ἔτι σωθῆναι δυνήσεται· τίς γὰρ ἔτι προσελεύσεται; τίς ταύτην κοινωνὸν ἔχειν τοῦ βίου βουλήσεται, οὕτως ἐνυβρισμένην τὴν κόρην μαθὼν, οὕτως ὑπομείνασαν χαλεπώτατα; καὶ τὰ τοιαῦτα· τινὲς μετὰ τὸ πρός τι ἀντίθεσιν παρὰ τοῦ στρατηγοῦ τιθέασι συγγνωμικήν· ὅτι ἐρῶν ἐβιασάμην· ἀποδοκιμάζουσι δὲ τοῦτο ἔνιοι· διὸ ἐν τῇ περιστάσει οὐκ ἔστιν ὡς ἤρα ὁ συστράτηγος, πλὴν οἶμαι καλῶς τεθεῖσθαι αὐτήν· δῆλον γάρ ἐστιν ὅτι στρατηγοῦ θυγατέρα οὐδεὶς βιάζεται, ἐὰν μὴ ἔρως ᾖ τῆς πράξεως προηγούμενος· λύσεις οὕτως μεταληπτικῶς· ὅτι ἔδει τῷ πατρὶ ἀναγαγεῖν, ἔδει αἰδεσθῆναι, ἔδει πεῖσαι, ἔδει τοῖς κατὰ τὸν πόλεμον ἀριστεύσασί με προτρέψασθαι, μὴ τολμῆσαι κατὰ τῆς κόρης τι προπετέστερον, μὴ λάθρα τὴν τοιαύτην ἀδικίαν ἐργάσασθαι. ΕΠΙΛΟΓΩ. Ὑποσχέσεις ἔχοντι κατορθωμάτων καὶ τροπαίων· ὅτι ἀρκέσει καὶ μόνος, ὅτι ἡ τοῦ ἀδικήσαντος αὐτὸν τιμωρία πρὸς τὰ κοινὰ τῆς πόλεως προτρέψεται κατορθώματα, ὅτι δεινὸν τὸ μὴ δοῦναι τιμωρίαν· εἶτα διατυπώσει τοῦ ἀδικήματος· εἶτα ὅτι πάντες πρὸς τὴν ὑμετέραν κρίσιν ἐσπουδάκασι, τὴν ψῆφον τὴν ὑμετέραν νόσον ἡγούμενοι· ἂν μὲν οὖν καταψηφίσησθε, κέχυται τὸ πᾶν, νόμοι, σωφροσύνη, κατάστασις, οὐκ ἔντιμόν τις ἡγήσαιτο εἰ ἀληθῶς ἐστιν πατὴρ ἑτέρου πρὸ τοῦ γάμου διακορεύσαντος· γνωσθήσεται δὲ ὅτι οὐδὲν ὁ στρατηγὸς διαφέρει τῶν ἰδιωτῶν· καὶ πρὸς τούτοις ἐροῦσιν ἅπαντες· οὐκ ᾐδέσθη τὸ σχῆμα τὸ οἰκεῖον· οὐ τετίμηκε τὴν ἑαυτοῦ χειροτονίαν τὸ δικαστήριον, οὐκ εἶδεν, οὐκ ἐλογίσατο, ὅτι τὸν στρατηγὸν εὐνούστερον τῇ κατὰ τοῦ ἀδικήσαντος τιμωρίᾳ κατασκευάσει· ἂν δὲ μιᾶς τιμωρίας τυχὼν ἐξέλθω κατὰ τὸν πόλεμον, πῶς ὑπὲρ ὑμῶν ἀγωνίσωμαι, πῶς κινδυνεύσω ὑπὲρ παίδων, ὑπὲρ γυναικῶν, ὑπὲρ σωφροσύνης παραταττόμενος· οὐδὲ τοὺς νόμους αὐτοὺς πρὸς συμμαχίαν εὑράμενος θρηνήσω, καὶ παρ’ αὐτὸν τὸν πόλεμον οὐ δυνήσομαι παρατάξασθαι τὴν κόρην ὑβρισμένην ἐννοῶν· ἂν δὲ πρὸ τοῦ πολέμου λάβω τὴν δίκην, ἐρῶ· τοῦτό μοι τοῦ τροπαίου προοίμιον· τοῦτο τῆς μάχης πρῶτον κατόρθωμα· τοὺς οἴκοι πολεμίους νικήσαντες συνάψομεν καὶ τὴν τῶν πολεμίων νίκην τοῖς οἴκοθεν.
8.110 ΕΜΠΙΠΤΩΝ ΣΤΟΧΑΣΜΟΣ. Νόμος τὸν ἐξειπόντα τὰ μυστήρια τεθνάναι· ὄναρ τις θεασάμενος τὴν τελετὴν ἤρετό τινα τῶν μεμυημένων, εἰ ταῦτα εἴη, ἅπερ ἑώρακεν· ἐπένευσεν καὶ κρίνεται ἀσεβείας. ΠΟΙΟΤΗΣ. Δεῖ πρῶτον παντὸς ζητήματος ἐπισκοπεῖν τὴν ποιότητα· ποιότης δέ ἐστιν ἡ ἀπὸ φανερῶν ἀξιωμάτων ὁμολογουμένη περὶ τοῦ προσώπου ὑπόληψις· ὁρᾷν οὖν δεῖ τὴν τοῦ κατηγόρου ὑπόληψιν καὶ ποιότητα· καὶ ταύτῃ συμφώνους ποιεῖσθαι τοὺς λόγους· ἔξεστιν οὖν σκοπεῖν περὶ τοῦ παρόντος ζητήματος, ὡς εὐσεβὴς ὁ κατήγορος· ἄδηλον γὰρ εἰ μεμύηται ἢ οὔ· τὴν γοῦν εὐσέβειαν δεῖ διὰ τῆς κατηγορίας ὁρᾷν· ὅπου γὰρ νεύσαντος μόνου τοῦ φεύγοντος τὴν κατηγορίαν πεποίηται, δηλονότι τὸ φυλάττειν τὸν περὶ τῶν μυστηρίων νόμον, καὶ τὴν τελετὴν περισπούδαστον ἐποιήσατο· ὁμοίως δὲ καὶ ὁ φεύγων ἐστὶν εὐσεβής· μεμύηται γὰρ καὶ πρὸς τὴν ἐρώτησιν οὐδένα λόγον προήκατο· δεῖ οὖν ποιεῖσθαι τοὺς λόγους ἀφορῶντα πρὸς τὴν ἀμφοτέρων ποιότητα· ὡς εὐσεβέστατοί τινές εἰσι καὶ πρὸς τὴν τελετὴν δεισιδαίμονες· ἐπιφορᾶς δὲ μεστὸς ὁ λόγος ἐστὶν οὐδαμοῦ κεχρημένων ἡμῶν καταφορᾷ· διενήνοχε δὲ ταύτῃ, ὅτι ἐπιφορὰ μετὰ τὴν ἀπόδειξιν τῆς ἀσεβείας τὴν καταδρομὴν ποιεῖται· ἡ δὲ καταφορὰ καὶ προαποδείξεως κατατρέχει· τὸ γὰρ ὁμολογούμενον ἀδίκημα ἢ ἀσέβημα τὴν καταφορὰν εὐθὺς ἀπαιτεῖ· ὡς καὶ Δημοσθένης ἐν τῷ κατὰ Μειδίου, ὁμολογουμένης οὔσης τῆς ὕβρεως, εὐθὺς κατατρέχει· τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρες δικασταὶ, καὶ τὴν ὕβριν· ἐπὶ δὲ τοῦ δημοσίου ἀδικήματος μετὰ τὸν ἔλεγχον καὶ τὴν ἀπόδειξιν ἐπάγει τὴν ἐπιφορὰν· οὕτως οὖν καὶ ἐνταῦθα ποιήσομεν· πρότερον ἀγωνισάμενοι καὶ ἀποδείξαντες, ὅτι ἀσεβείας ἐστὶ τὸ εἰπεῖν καὶ ἐπινεῦσαι, καὶ οὕτω χρησόμεθα τῇ ἐπιφορᾷ· γνωστέον δὲ ὡς οἱ ἐμπίπτοντες ὅροι φύσει τὴν ἴσην ἐργασίαν ἔχουσι τῷ ἐμπίπτοντι στοχασμῷ· ὥσπερ γὰρ ἐκεῖνος προϊὼν μέχρι τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους ἐν ἁπλῇ ἐργασίᾳ ἀπὸ τοῦ χρώματος ἐπὶ τὸν δεύτερον ἔρχεται στοχασμὸν, οὕτω κἀν τοῖς ἐμπίπτουσιν ὅροις προελθόντες, μέχρι τοῦ πρός τι ἐν ἁπλῇ τῶν ὁρικῶν κεφαλαίων ἐργασίᾳ, ἐντεῦθεν ἐπὶ τὸν ἐμπίπτοντα ἀνατρέχομεν ὅρον, ὅτι οὐδὲ ἀμύητος οὗτος ὁ ὑπὸ τῶν θεῶν ὄναρ τελεσθείς· παρὰ δὲ τοῦ κατηγόρου τὸ ἐμπίπτον, ὅτι καὶ ἀμύητος οὗτος· ἐρεῖς οὖν τὰ προοίμια ἀκολούθως τῇ ποιότητι τὸ εὐσεβὲς ἀεὶ καὶ τὸ περὶ τοὺς θεοὺς σκοπεῖν.
8.112 ΠΡΟΟΙΜΙΟΝ. Πρώτῳ τοίνυν χρήσῃ τῷ ἀπὸ βαρύτητος· οἷον ἔμελλέ τις, ὡς ἔοικε, φθόνος καὶ περὶ τοὺς θεοὺς εὐσεβοῦντί μοι γενήσεσθαι· καὶ τοῦτο τῆς ἄγαν θρησκείας ἦν πέρας· ὅπου μηδὲν τηλικοῦτον μανεὶς ὡς ἐξειπεῖν τῆς τελετῆς ταὐτὸν πάσχω τοῖς τῶν μυστηρίων νόμον παραβῆναι τολμήσασιν· οὐκοῦν ἀφήσω τὴν κατ’ ἐμοῦ βλασφημίαν ἀκέραιον· δυοῖν γὰρ σπουδάσω θάτερον ὑποκρῖναι κρινόμενος, ἢ πεῖσαι μηδὲν ἠσεβῆσθαί μοι μηδέποτε μεθ’ ὑμῶν τὸν γραψάμενον, ἢ μετὰ τὸν ἔλεγχον αὐτὸν γενέσθαι δήμιον κατ’ ἐμοῦ τὸν κατήγορον· οὐ γὰρ ἀνέξομαι ζῇν ἔτι, περὶ τὰς θεὰς ἐξαμαρτήσας καὶ τὰ μυστήρια. ΠΡΟΟΙΜΙΟΝ ΔΕΥΤΕΡΟΝ. Ἐγὼ μὲν οὖν καὶ νῦν ἀπὸ τῶν ἱερῶν πρὸς τὴν ἀπολογίαν ἀπήντηκα· καὶ πέπεισμαι τὴν γραφὴν ἑλεῖν προχειρότερον τῆς κατ’ ἐμοῦ συκοφαντείας, τοὺς κρείττονας μαρτυράμενος· ἐπεὶ δὲ μετὰ τὴν πρὸς θεοὺς εὐχὴν προςυπολείπεται δέησις, δέομαι, μὴ πρὸς τὸ τῆς γραφῆς μέγεθος ἀφορᾷν· μηδ’ ὅτι δεινὸν τὸ πρὸς θεοὺς πλημμελεῖν προκαταγνῶναί μοι μηδὲν, ἀλλ’ ὁρᾷ εἰ τῶν πεπραγμένων τι κατηγορεῖ τὴν ἀσέβειαν. ΠΡΟΟΙΜΙΟΝ ΤΡΙΤΟΝ. Ὅτι ὑμεῖς μὲν τῆς φιλίας τοὺς θεοὺς θαυμάζετε, καὶ προσεύχεσθε τὴν πόλιν αὐτοὺς, οὕτως ἐποπτεύειν φιλικῶς, ὡς καὶ τὸν τελεσθέντα παρ’ αὐτῶν ἀρτίως ἐπωπτεύκασιν· ὁ δὲ σεμνὸς κατήγορος τὴν τῶν θεῶν εὐεργεσίαν εἰς ἔγκλημα μετενήνοχεν· οὐ μὴν αὐτὸς ἐάσω φρονεῖν αὐτὸν οὕτω τὰ ἐναντία τῇ πόλει· ἀλλ’ ἐπεξέλθω σωφρονεῖν διὰ τῆς τιμωρίας ἀναγκάσας τὸν κατήγορον. ΠΡΟΟΙΜΙΟΝ ΤΕΤΑΡΤΟΝ. Ὁ μὲν οὖν τετελεσμένος παρὰ τῶν θεῶν ἀμφιβάλλων ἔτι περὶ τῶν μυστηρίων καθέστηκε, καὶ τὴν τελετὴν εἰ παραπλησία τίς ἐστιν τοῖς ὀνείρασιν ἀγνοεῖν.
8.113 ἐγὼ δὲ παρ’ ὑμῖν ὡς ἐξειπὼν τὰ μυστήρια κρίνομαι, ὁ λόγον μηδένα πρὸς αὐτὸν ὅλως φθεγξάμενος. ΠΡΟΟΙΜΙΟΝ ΠΕΜΠΤΟΝ. Διπλῆν μὲν οὖν ὁ κατήγορος ἐνστησάμενος τὴν γραφὴν ἐμὲ μὲν εἰσήγγειλε παρ’ ὑμῖν· τὸν δὲ πρὸ τῶν ἱερῶν ἐκμαθόντα τὴν τελετὴν ἐᾷ· οὐ μὴν ἀλλ’ αὐτὸς ἀρκέσω καὶ ὑπὲρ ἐκείνου καὶ ὑπὲρ ἐμαυτοῦ τὴν τιμωρίαν εἰςπράξασθαι. ΠΡΟΟΙΜΙΟΝ ΕΚΤΟΝ. Μικροῦ μὲν οὖν καὶ νῦν σιωπῶν ἐπὶ τὸ δικαστήριον καὶ πρὸς ὑμᾶς ἀπήντηκα τοῖς μυστηρίοις περὶ τῆς σιωπῆς καὶ ἐπὶ τοῦ παρόντος πειθόμενος· ἐπειδὴ δὲ τοῖς νόμοις καὶ ὑμῖν ὑπακούειν ἀκόλουθον, ἦλθον ἀπολογούμενος ἵνα μὴ δόξῳ αὐθάδης τις εἶναι καὶ θρασὺς, κρείττων φανῆναι τῶν νόμων βουλόμενος. ΚΑΤΑΣΤΑΣΙΣ. Ἡ κατάστασις ἔπαινον ἐχέτω τῆς πόλεως ὡς περὶ τὰ μυστήρια διακειμένης, καὶ οἰκονομίαν τῆς περιωπῆς· ὅτι οὐδὲ πώποτε ἐξηγόρευσά τι τῶν κατὰ τὴν πόλιν, οὐκ ἴδιον, οὐδὲ κοινὸν, οὐχ ὕβρισα κατὰ τὴν ἀγορὰν οὐδένα, οὐ τὰ τῶν φίλων ἀπόῤῥητα εἶπον· διὰ γὰρ τῶν ἐλαχίστων τούτων προαναιρεῖς· ὅτι οὐκ ἂν ἐξεῖπον τὰ μυστήρια, οἷον οὕτως· πάνυ δὲ τὰ μυστήρια θαυμάζων ἀεὶ καὶ τὴν πόλιν εὐδαιμονίζων διὰ τὰ δρώμενα ἐπεθύμουν ἀεὶ καὶ συνεῖναι ταῖς θεαῖς διὰ τῶν μυστηρίων ἐσπούδαζον· καὶ πρῶτον μὲν οἱ τῶν φίλων σπουδαῖοι ταύτην μου τὴν ἐπιθυμίαν σκοπήσαντες σιωπᾷν συνεβούλευον, οὐκ εἰδότες ὅτι καὶ πρὸ τῶν ἐκείνων λόγων αὐτὸς καθάπερ βίον ἐποιησάμην τὴν σιωπήν· τοιγαροῦν τίς ἤκουσέ μου κατὰ τὴν πόλιν διαβάλλοντος; τίς λοιδοροῦντος ᾔσθετο; τίς ὡς ἄπιστον ἐμὲ κατεμέμψατο; καὶ τὰ τοιαῦτα· εἶτα ἐντεῦθεν λέγεις ὅτι τοῦτον διάγων τὸν τρόπον ἐγὼ καὶ καθάπερ ἄλλῳ μυστηρίῳ προτελεσθεὶς τῇ σιωπῇ τῶν ἄλλων ἁμαρτημάτων λοιπὸν τὸν ἐμαυτοῦ βίον ἐκάθαιρον, καὶ πρὸς τὴν θείαν τῶν θεῶν τελετὴν ἐπειγόμενος ἐκκλίνειν τῶν ἁμαρτημάτων ἐσπούδαζον· καὶ τὰ τοιαῦτα.
8.114 πάντα δὲ σπούδαζε παρακεκαλυμμένως λέγειν, μὴ λάθῃς ἐν τῷ καθίστασθαι ἐξαγορεύων τι τῶν μυστηρίων, καὶ τοὐναντίον ποιήσῃς ἢ προῄρησαι, δοκῶν μὲν ἀπολογεῖσθαι, ὑπάγων δὲ σαυτὸν τῇ γραφῇ φανερώτερον· τί οὖν ἑξῆς ἐρεῖς; ὅτι ἐντεῦθεν τὸ ἱερὸν καὶ πρὸ τῆς τελετῆς χρῆμα περισπούδαστον ἦν· ἐντεῦθεν ὠνειροπόλουν, ἐφανταζόμην τὰ μέλλοντα· ἐὰν δὲ θέλῃς καὶ πλατύτερον ἐκτεῖναι τὸν λόγον, ἐρεῖς ἠθοποιΐαν τινά· ὅτι βραδύνοντος τοῦ καιροῦ τὴν ἐμαυτοῦ τύχην κατεμεμφόμην· ἐδυσχέραινον. μέλλων δὲ τοῖς καθαρσίοις τοῖς πρὸ τῆς τελετῆς ἐντυγχάνειν, ἐκάλουν εὐδαίμονα ἐμαυτὸν, πιστεύων τὰ πάντα παρὰ τῶν θεῶν ἔχειν. διὸ καὶ τὰς τοιαύτας πρὸς ἐμαυτὸν ἀφῆκα φωνάς. ἂν μυηθῶ τὰ μυστήρια, ἂν μετάσχω τῆς τελετῆς, τῶν ἐμαυτοῦ λοιπὸν προστήσομαι πράξεων· οὐ μέμψεταί μοί τις κατὰ τὴν πόλιν ὡς πλημμελήσαντι. οὐ λοιδορήσεταί τις ὡς λάλον· οὐ διορθώσεταί τις πταίοντα· ἀλλ’ ἔσομαι διὰ τὴν τελετὴν πρὸς πᾶσαν ἀρετὴν ἑτοιμότατος· ἐπεὶ οὖν εἴσω τῶν ἀνακτόρων γεγένημαι, καὶ μύστης ὢν ἱεροφάντην ἅμα καὶ δᾳδοῦχον τεθέαμαι, καὶ τὴν τελετὴν ἐκείνην εἶδον, ἣν οἱ μεμυημένοι πάντες ἐπίστασθε, ἐξῄειν ἀπὸ τῶν ἀνακτόρων ἐπ’ ἐμαυτῷ ξενιζόμενος, μᾶλλον δὲ ᾐσθόμην, καὶ τὰ παραγγέλματα φυλάττων ὡς ἀληθῶς ἀκριβέστερον· συλλογιζόμενος γοῦν πρώην κατ’ ἐμαυτὸν καὶ τὸ τῆς ψυχῆς πρὸς τὸ θεῖον συγγενὲς καὶ διὰ τὴν τελετὴν αἰρόμενος προσδραμόντα μοι τὸν εὐτυχῆ τοῦτον νεανίσκον ὁρῶ, καὶ συστήσας ὀλίγα τοῦ νεανίσκου τὸ πρόσωπον, ὡς εὐτυχὲς, ὡς εὐπρόσωπον, ὡς εὐσεβὲς, τοιοῦτον ἔργον θεασάμενον.
8.115 εἶτα λέγε τὸ ὄναρ ἀσφαλιζόμενος· μή τι τῶν ἀποῤῥήτων ἐξείπῃς διὰ τοῦ ὀνείρου· εἶτα καὶ διηγήσατο, εἶτα ἐπὶ τούτοις ἐγὼ μόνον ἐπινεύσας κρίνομαι, μὴ φθεγξάμενος, μὴ λόγον εἰπὼν, μὴ σχήματι δηλώσας τὴν τελετὴν, καὶ τὰ τοιαῦτα. ἐκτείνειν γὰρ ἐφ’ ὅσον βούλει δυνήσῃ, καὶ πρὸς τὴν κατηγορίαν ὁρῶν καὶ πρὸς τὴν ποιότητα καὶ πρὸς τὰς θέας· καὶ ὅλως ἂν θέλῃς τοιαῦτα ἐγκαταμῖξαι τῇ καταστάσει, εἰς ταῦτα ἀφορῶν, σχήσεις πολλὴν εὐπορίαν· μετὰ τὴν κατάστασιν θήσεις τὸν νόμον οὕτως· ἀλλὰ παρέβης τὸν νόμον ἐπινεύσας, φησὶ, πρὸς τὴν ἐρώτησιν· λύσεις ἀπὸ τοῦ ἄλλου ὅρου τοῦ ἀνθορισμοῦ τοῖς λείπουσι χρώμενος· αὐτὰ δὲ μόνα καλῶς τεθέντα δεῖ λέγειν τὰ ἐλλείποντα, καὶ μηδὲν ἔξωθεν περιεργάζεσθαι· ξηρὸς γὰρ ὢν παντάπασιν ὁ ὅρος, καὶ ἐνθυμημάτων καὶ λογισμῶν ἔστιν ἐνδεής· πλὴν εἰ μή τις ἀπὸ παραδειγμάτων ἕκαστον τῶν κεφαλαίων ἐκτεῖναι θελήσειε· τὴν γὰρ εὐπορίαν τῶν λόγων ἐν ταύτῃ τῇ στάσει ἀπὸ μόνων ἄν τις παραδειγμάτων θηράσειεν· λύσεις οὖν οὕτως τὸν ὅρον, ὅτι τὸ νεῦσαι οὐκ ἐξειπεῖν ἐστι· τί γὰρ τούτου πρὸς τὴν κατηγορίαν ἀλλότριον; ἢ τί τούτου πρὸς τὴν ἀπόδειξιν ἀσαφέστερον; αὐτοῦ μαρτυροῦντος μὲν καὶ γραψαμένου τὴν σιωπήν. εἶτα ὅτι πολλά ἐστι πρὸς τὴν τοιαύτην τῶν μυστηρίων συντελοῦντα ἀσέβειαν, οἷον σχῆμα, λόγος, πρόοδος, καὶ τὰ τοιαῦτα· εἰ μὲν οὖν τι τούτων πρὸς τὸν ἄνθρωπον ἐξεῖπον, ὑπεύθυνός εἰμι τῇ γραφῇ· εἰ δὲ οὐδὲν τοιοῦτον ἐνδέδειγμαι, οὐδὲ ἔχει τηλικοῦτον ψεύσασθαι πρὸς ὑμᾶς ὁ κατήγορος, αὐτόθεν τῆς συκοφαντίας ἐλήλεγκται.
8.116 εἰ μὲν γὰρ ἡ σιωπὴ τοῖς κατηγοροῦσιν ὑπεύθυνος, πολλοί μου πολλοὶ πρότερον ἕτεροι τῶν κατὰ τὴν πόλιν ἐξήμαρτον· καὶ πρόσθες κατ’ εἶδος συντόμως, ὅτι καὶ οἱ περὶ χρημάτων πόρου βουλευομένης τῆς πόλεως ἠδίκησαν· καὶ οἱ περὶ πολέμων σκοπούντων ὑμῶν ὁμοίως καὶ τὰ τοιαῦτα· εἰ δὲ τὴν ἀκοὴν κρίνει, πολλοὶ πολλάκις καὶ τῶν ἐχθρῶν τῶν μυστηρίων ἠκροῶντο· ἐγὼ μὲν οὖν ἐπὶ νεύμασι δικαστήριον ἔγνων οὐδὲ πώποτε ξυναγόμενον· μόνος δὲ τανῦν, ὡς ἔοικεν, ἐπὶ τοῖς παραδόξοις ὑπὸ τοῦ χρόνου τετήρημαι· καὶ ψῆφον, ὡς εἰργασμένος τι κατὰ τῶν σαυτοῦ, προσδοκῶ· μηδὲ πώποτε παρ’ ὑμῖν ὡς ὑβριστὴς ὑπομείνας τύχην καὶ δικαστήριον· φυλάττου δὲ τὸ συνεχῶς λέγειν, ὅτι ἐπὶ σιωπῇ κρίνομαι· ἀσύστατον γὰρ οὕτω τὸν ὅρον ποιεῖς· οὐ γὰρ ἐπὶ τούτῳ κρίνεται· οὐκ ἐπὶ τῷ νεύματι· εἶτα τῷ συλλογισμῷ· ὅτι οὐκ ἔστιν ἴσον τὸ νεῦσαι τῷ ἐξειπεῖν· οἷον, εἰ μὲν οὖν ταὐτόν ἐστιν, ὦ ἄνδρες δικασταὶ, τὸ νεῦσαι καὶ ῥῆξαι φωνὴν, τοιαῦτα γὰρ ἀρτίως κομψευομένου τοῦ κατηγόρου διήκουσα, θᾶττον ὀφείλομεν ἐπὶ τούτοις τὸν κατήγορον τιμωρήσασθαι· αὐτὴν γὰρ τῆς φωνῆς τὴν φύσιν διαφθείρων ἐλέγχεται· καὶ ταὐτὸν ὀνομάζων νεῦμα καὶ λόγον, εἰδὼς ἕτερα ταῦτα καὶ ὡς πολὺ ἀπ’ ἀλλήλων διεστήκασιν ἀγνοεῖ, μάτην εἰσελθὼν καὶ τὴν γραφὴν ταύτην δῆλός ἐστι, καὶ οὐδὲ ἐῤῥωμένος τὸν λογισμὸν· εἰ δ’ ὑμεῖς ἴστε τί νεῦμα καὶ λόγος, καὶ οὐδὲν εἰς τοὺς νόμους καὶ θεοὺς ἐξήμαρτον· τί τούτου ληροῦντος ἀνέχεσθε; καὶ μιγνύντος ἃ φύσις ἄνωθεν ἀπ’ ἀλλήλων διώρισεν; ἀπάτῃ γὰρ ἀγωνίσαι τὸν ἀγῶνα τοῦτον δυνήσεται· ἂν δὲ ὑμεῖς οὕτως πρὸς ἕκαστον ἐξετάζητε, καὶ τὴν ἑκάστου φύσιν ἀκριβῶς δοκιμάζητε, εὐθὺς ὡς συκοφαντοῦντα αὐτὸν ἐλέγξετε· εἶτα ἔπαγε παραδείγματα, ὅτι οὐ ταὐτόν ἐστι τὸ ναυπηγήσασθαι ναῦν καὶ κυβερνήσασθαι, οὐδὲ τὸ δᾷδας παρασκευάσαι τῇ τελετῇ καὶ δᾳδουχῆσαι ταῖς θεαῖς· μετὰ ταῦτα ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ.
8.117 Τὴν δὲ γνώμην ἀεὶ τοῦ νομοθέτου ἐκ τοῦ ἀπροςδιορίστου κατασκεύαζε ὅτι οὐκ εἶπεν ὁ νόμος, κἂν σχηματίσηται, κἂν νεύσῃ, κἂν ἄλλο τι ποιήσῃ, τιμωρείσθω. ἀλλ’ ἁπλῶς ὡρισμένως εἶπεν· ὅτι ἐάν τις τὰ μυστήρια εἴπῃ, τιμωρείσθω· ἁπτόμενος δὲ τῆς γνώμης τοῦ νομοθέτου, ἄρχου οὕτως· ὑμῖν μὲν, ὦ ἄνδρες δικασταὶ, αὐτάρκως ἀπέδειξα τὸ προκείμενον, ὅτι οὐδαμῶς εἰμι πρὸς τὴν γραφὴν ταύτην ὑπεύθυνος· ἐπειδὴ δὲ ἀναισχυντῶν ἔτι πρὸς τὴν γραφὴν ταύτην ὁ συκοφάντης φιλονεικεῖ, κἀκ τῶν νόμων τούτου διελέγξαι πειράσομαι τὴν ἐπήρειαν· τί γὰρ ὄνομά φησιν, ἐξειπόντα τὰ μυστήρια θανάτῳ κολάζεσθαι· μὴ προσέθηκε, κἂν νεύσῃ, κἂν βλέψῃ, κἂν σχηματίσηται, κἂν ἄλλο τι δράσῃ κολάζεσθαι, ἀλλ’ ἁπλῶς αἰτιᾶται τὸν λόγον, καὶ τὸν ἐξειπόντα προσέθηκεν· ἵνα κατὰ τούτων μόνων ἐσαγγέλλωσι τὰς τοιαύτας γραφὰς οἱ κατήγοροι· εἰ μὲν γὰρ ἁπλῶς τοὺς ἠσεβηκότας ὁ νόμος ἐπιζητεῖ, τί τὸ πρὸς τοὺς θεοὺς ἀσεβεῖν ἐστι λογίζου, καὶ σκόπει λογιζόμενος· εἰ δὲ ὡρισμένως ὁ νόμος τοὺς προεμένους φωνὴν ἐπὶ τιμωρίαν καλεῖ, οὐκ οὖν αὐτὸς οὐδεμίαν τινὰ ῥῆσιν φθεγξάμενος ἀφείθην ἔναγχος μὲν ὑπὸ τοῦ λόγου τοσαύτην ἀπόδειξιν ποιησάμενος, τοῦ μὴ περὶ τὰς θεὰς ἀσεβεῖν, νῦν δὲ ὑπὸ τοῦ νόμου φανερῶς τὸν ἐκλαλήσαντά τι κατὰ τῶν μυστηρίων κολάζοντος.
8.118 ΠΗΛΙΚΟΤΗΣ. Ἐντεῦθεν τῷ πηλίκῳ· κατασκευάσεις δὲ, ὡς ἤδη προείπομεν, τοῦτο τὸ κεφάλαιον θετικῶς· οἷον, ὅτι καλὸν ἡ σιωπή. εἰσάξεις δὲ τοῦτον τὸν τρόπον. αὐτὰ μὲν οὖν τὰ τῆς σιωπῆς ἀγαθὰ κηρύττει πρὸ πάντων τὰ τῆς Ἐλευσῖνος μυστήρια, φωνῆς ἅμα καὶ λόγου προσημαίνοντα φείδεσθαι, τῆς σιωπῆς ἀρετῇ συστρέφεσθαι ποιεῖ τὸν τελούμενον· ἐγὼ δὲ καὶ πρὸ τῶν ἱερῶν καὶ πρὸ τῆς φωνῆς ἐκείνης τοῦ κήρυκος, ἡλίκον τὸ χρῆμα παρ’ ἐμαυτῷ λογιζόμενος, ἠπιστάμην, ἐγίνωσκον· τί γὰρ τῆς σιωπῆς αἱρετώτερον· καὶ καταλέγεις τὰ τῆς σιωπῆς ἐγκώμια· οἷον ὅτι σιωπὴ κρύπτει τοῖς βεβήλοις τὴν μύησιν, καὶ τὴν τελετὴν μέχρι τῶν ἀνακτόρων ἐφίστησιν· ἐκτεῖναι δὲ τὸν λόγον δυνήσῃ διατυπώσει τῇ τοῦ ἱεροκήρυκος φωνῇ· ὅτι πρὸ πάντων ἐπιτάττει δημοσίᾳ τὴν σιωπὴν, καὶ καθάπερ τι μέρος τῆς τελετῆς τὴν ἐχεμυθίαν τοῖς μύσταις παραινεῖ, καὶ διὰ ταύτης πρυτανεύεται λανθάνειν τοὺς πολλοὺς τὰ μυστήρια· καὶ οὐ μόνον ἐπὶ τῶν μυστηρίων οὕτως ἔχει τὰ τῆς σιωπῆς, ἀλλὰ καὶ τὰ τοῖς κοινοῖς πράγμασιν ὁμοίως ἐπιδείκνυται τὴν ἴσην δύναμιν· τίς γὰρ οὐκ οἶδεν, ὅτι τὸ σιωπᾷν καὶ φέρειν τὰ παρὰ τῶν νόμων προσταττόμενα κυροῖ μὲν τοὺς νόμους, ἀμετακίνητος δὲ μένει ὁ τῆς πολιτείας θεσμός· καὶ οὐ μόνον ἐν τούτοις ἡμῖν τὸ σιωπᾷν χρήσιμον, ἀλλὰ καὶ πρὸς ἀλλήλους ταύτην φυλάττοντες τὴν μὲν φιλίαν τὴν πρὸς ἀλλήλους διαφυλάττομεν, διαφεύγομεν δὲ μάχην καὶ πόλεμον· εἰ γὰρ λόγος ἀηδὴς κινεῖν οἶδεν ἔριν καὶ πόλεμον, δηλονότι σιωπὴ εἰρήνην ἡμῖν ἅμα καὶ φιλίαν χαρίζεται· τί γὰρ ταύτης κατὰ τὸν βίον θαυμασιώτερον; ἢ τί μάλιστα ἐν τοῖς κοινοῖς χρησιμώτερον· ἐντεῦθεν ὁ τῆς φιλίας νόμος παρὰ τοῖς χρωμένοις ἅπασι βέβαιος.
8.119 οὕτως ἀκίνδυνον γέρας παλαιὸς λόγος κηρύττει τὴν σιωπὴν· εἶτα μετὰ τὸ πληρῶσαι τὰ θετικὰ πρόσαγε τὸ κεφάλαιον πρὸς τὸ ζητούμενον, λέγων, ὅτι ταῦτα εἰδὼς καὶ πεπαιδευμένος ἄνωθεν ἀμφίβολον πεποίημαι τὴν ἀπόκρισιν· καὶ νεύσας μόνον πρὸς τὴν ἐρώτησιν τοῦ θαῤῥεῖν οὐ παρεσχόμην τῷ τοῦτόν μοι πρώην ἐξηγησαμένῳ τὸν ὄνειρον· εἶτα τὸ πρός τι φανερόν· διότι πρὸς τὸ ἐναντίον τοῦ ἐγκλήματος ποιεῖται τὴν σύγκρισιν. ἔστι δὲ τὸ ἐναντίον τῆς ἀσεβείας ἡ εὐσέβεια· ἐρεῖς οὖν ὅτι τοῦτο μάλιστά ἐστιν ἡ εὐσέβεια· τὸ γὰρ τοιαύτην ἀπόκρισιν πεποιῆσθαι καὶ τρόπον τοιοῦτον εὑρεῖν, δι’ οὗ τοῖς μεμυημένοις ὀρθῶς καὶ προσηκόντως παρεῖχον σκοπεῖν ὅπως καὶ νένευκα· τοῖς δὲ ἀμυήτοις οὐδὲν πλέον ἀπὸ τοῦ νεύματος· ἄλλο τι ἄρα πρὸς θεῶν δείκνυσι τὸ γενόμενον, ἢ πολλὴν πρὸς θεοὺς δεισιδαιμονίαν καὶ φόβον. τοῦτο μυηθέντων ἔργον, τοῦτο φυλαττόντων τῶν νόμων, τὸ ποιουμένους τινὰ περὶ τῶν μυστηρίων διάσκεψιν μηδεμίαν ἐκ τούτου διδόναι τοῖς ἀμυήτοις ἐπίγνωσιν· εἶτα χρῆσαι παραδείγμασιν, ἵνα πλατύνῃς τὸν λόγον· οἷον ὅτι οἱ ἄγοντες τοῖς θεοῖς τὰς ἀπαρχὰς ἢ πρὸς τὰς θυσίας ταῖς ἑκατόμβαις φιλοτιμούμενοι εὐσεβεῖς μέν εἰσι· τὸν δὲ τρόπον ὅπως περὶ τῶν μυστηρίων διάκεινται, σαφῆ πρὸς τοὺς ἐντυγχάνοντας οὔπω παρασκευάζουσιν.
8.120 ὁ δὲ τοῖς μυστικοῖς ἐγκαρτερῆσαι παραγγέλμασιν ὑπομείνας καὶ πρὸς τὰς τελετὰς αὐτὰς εὐσεβὴς, καθὸ δεισιδαίμων γενόμενος, περὶ οὐδενὸς ἔτι τὴν περὶ τοὺς θεοὺς ἔχει θρησκείαν ἀμφίβολον, καὶ ἄλλα δὲ παρατιθεὶς παραδείγματα ἀποδεικνύειν σπούδαζε, ὅτι ὁ περὶ τοὺς θεοὺς εὐσεβὴς καὶ πάντων ἐστὶ τῶν ἄλλων εὐσεβέστερος· καὶ ὅτι τὸ περὶ τοὺς θεοὺς εὐσεβεῖν βέλτιον τοῦ εὐνοεῖν τῇ πατρίδι· ὁ μὲν γὰρ τῇ πατρίδι εὐνοῶν ἄδηλον ὅπως διάκειται περὶ τοὺς θεοὺς, ὁ δὲ εὐσεβὴς καὶ περὶ τὴν πατρίδα καὶ περὶ τοὺς πολίτας εὔνους ἐστὶ καὶ φιλάνθρωπος· φόβῳ γὰρ τῶν θεῶν οὐδὲν εἰς οὐδένα πταίει. ΑΡΧΗ ΤΟΥ ΕΜΠΙΠΤΟΝΤΟΣ ΟΡΟΥ· ἐντεῦθεν ἔρχῃ ἐπὶ τὸν ἐμπίπτοντα ὅρον, ὅτι οὐδὲ ἀμύητος ἐκεῖνος· δεῖ οὖν πληρώσαντα τὸν πρῶτον ὅρον ἐπιλογικὸν εἰπεῖν πρῶτον νόημα· εἶθ’ οὕτως εἰσβαλεῖν εἰς τὸν ὅρον· οἷον, ὡς μὲν οὖν ὁ συκοφάντης ἐλήλεγκται ταύτην ἐμοῦ καταψευσάμενος τὴν γραφὴν, καὶ δεῖ μηδαμῶς τοῦτον ἀφεῖναι ἀθῷον τοῦ βήματος, μεμαθήκατε· ἐπεὶ δὲ πολλὴν πεποίηται κατὰ τοῦ πέρα τῶν θεῶν μεμυημένου καταδρομὴν, καὶ πανταχοῦ διεκωμῴδει τοῦ λόγου ἀμύητον ὀνομάζων τὸν ἄνθρωπον, ἀνάσχεσθέ μου μικρὰ περὶ τούτου τανῦν εἰπεῖν.
8.121 ΚΑΤΑΣΚΕΥΗ ΤΗΣ ΜΥΗΣΕΩΣ. Εἶτα εὐθὺς κατασκεύασον, ὅτι οὔτε ἀμύητος μὴ ἐξ ἀντιθέσεως τὸν ὅρον τιθεὶς, ἀλλὰ προηγουμένως κατασκευάζων αὐτόν· οἷον, πολλῶν γὰρ πολλάκις γενομένων παρὰ τῶν θεῶν εὐεργετημάτων τῇ πόλει, ταύτην μόνην ἐγὼ μαθὼν γενομένην τὴν μύησιν ὑπὲρ ἅπαντα τὰ παρὰ τῶν θεῶν ἡμῖν ὑπάρξαντα τεθαύμακα· τί γὰρ τούτου τἀνδρὸς ἐντελέστερον ἐξαίφνης ἅπασαν τὴν τῆς Ἐλευσῖνος ἐποπτεύσαντος τελετήν· αὐτὸς μὲν γὰρ ἀγνοεῖ, καὶ βούλεται κατιδεῖν τοῖς ὁραθεῖσι τὰ δρώμενα· δᾳδοῦχος δὲ τοῦτον ὡς ἐπόπτην μᾶλλον ἢ μύστην ὁρῶ· τὴν δὲ παρὰ τῶν θεῶν τελετὴν πρὸς ὅμοιον οὗτος εἶναι πιστεύων αἰνίγματι, καλῶς ποθεῖ τὰς νύκτας τὰς μυστικάς· καὶ πλέον ἔχειν ἀμυήτου δοκῶν, ἐφ’ ὅσων ἡμῶν ἐστιν ἐνδεέστερος, ἐπιθυμεῖ τῆς ἱεροφάντου κατακοῦσαι φωνῆς· ἡμῖν δὲ πρόδηλα τὰ τούτου λεγόμενα σύμβολα, καθάπερ μύσταις γενομένοις, καὶ τὴν γνῶσιν πεπαιδευμένοις σαφέστερον. ΣΥΛΛΟΓΙΣΜΟΣ. Εἶτα συλλογισμῷ· ὅτι ἴσος ἐστὶν οὗτος τῷ μεμυημένῳ, κἂν ἀμφιβάλλῃ περὶ τῶν μυστηρίων τὴν τελετήν· ὥσπερ γὰρ ἡμεῖς μεμυήμεθα, καὶ οὗτος μεμύηται, καὶ τῆς αὐτῆς ἡμῖν ἀπολέλαυκε προσηγορίας, ὑπ’ αὐταῖς τελεσθεὶς ταῖς θεαῖς· ἡμᾶς μὲν γὰρ ἱεροφάντης ἅμα καὶ δᾳδοῦχος εἴσω τῶν ἀνακτόρων εἰσήγαγε· τουτονὶ δὲ τῆς σεμνῆς ἀπολαῦσαι ταυτησὶ τελετῆς Δημήτηρ καὶ Κόρη παρασκευάζουσι· καὶ πέρας ἀμφοῖν τὸ αὐτὸ γνῶναί τι τῶν ἀποῤῥήτων γεγένηται· εἶτα χρῆσαι παραδείγμασιν· ὅτι ὥσπερ ἰατροῖς οὐδὲν διαφέρει ἂν τῷδε ἢ τῷδε τὴν νόσον ἐκκαθάροιεν, τέλος ἓν τὴν ὑγίειαν πεποιημένοι τῆς πράξεως, οὕτως οἶμαι καὶ νῦν εὔλογον ἐπισκοπεῖν, οὐκ εἰ τὸ σεμνὸν τοῦτο συμφωνεῖ τοῖς κατ’ Ἐλευσῖνα γενομένοις ἐνύπνιον, ἀφίημι γὰρ τοῦτό γε, ἀλλ’ εἰ ταὐτὸν ἀμφοῖν τὸ μυηθῆναι τέλος ἀπήντηκεν.
8.122 Ἡ ΓΝώμη τοῦ νομοθέτου ἐκλέλοιπεν ἐνταῦθα· δεῖ οὖν τὴν γνώμην ἐξετάσαι τῶν θεῶν· τί βουλόμεναι μεμυήκασι· καὶ καθόλου ἔνθ’ ἂν ἐκλείπῃ τοῦτο τὸ κεφάλαιον, τὴν γνώμην τῶν πραξάντων ἐξετάζετε· τί βουλόμενοι τόδε τι ἔπραξαν· οἷον, ἡδέως δ’ ἂν ἐροίμην μὰ τοὺς θεοὺς τὸν κατήγορον, τί ταῖς θεαῖς σπουδαζόμενον ἦν, ἢ τί διὰ τούτων τῶν ἐνυπνίων ἠνύετο· εἰ μὲν γὰρ ἁπλῶς, καθάπερ εἴωθε, τὰ τῶν ὀνειράτων ἐγίγνετο, τί τί ποτε μυστικῇ πρὸς αὐτὸν συνουσίᾳ διὰ τῶν ἐνυπνίων παρεσκευάζετο· εἰ δὲ τοὐναντίον πρόδηλος ὁ σκοπὸς, καὶ σαφῶς ἴσμεν ὅτι βεβούληνται διὰ τούτων οἱ κρείττονες τὴν γνώμην ἀποφαίνειν τὴν ἐναντίαν τοῖς σύμβολα τούτων κινήσασι μυστικὰ, σαφῶς ὅτι ταύτην ἡμῖν τὴν τελετὴν αὗται κατεστήσαντο, δεῖξαι βεβούληνται μύστην ποιήσασαι τοῦτον τὸν εὐτυχέστατον, καὶ τὴν αὐτὴν αὐτῶν τῆς Ἐλευσῖνος ἐκκαλύπτουσαι μύησιν. ΠΗΛΙΚΟΤΗΣ. εἶτα τῷ πηλίκῳ· κατασκευάσεις δὲ θετικῶς αὐτῷ, ὅτι καλὸν ἡ μύησις, ὅτι μέγα καὶ θαυμαστὸν τοῦτον τελεσθῆναι τὸν τρόπον· καίτοι τί τούτου γένοιτ’ ἂν κατὰ τὸν βίον παραδοξότερον, ἢ μυῆναι παρὰ τῶν θεῶν ἐντελέστερον, ἢ ὁ ἱεροφάντης τελέσειε· θεῖα μὲν γὰρ αὐτὰ καὶ καθ’ ἑαυτὰ τὰ μυστήρια, καὶ προφέρειν τὸν ἔπαινον κατὰ τὴν ἀξίαν ἀδύνατον· τὸ δὲ τελετὰς εὑρεῖν τοὺς θεοὺς, καὶ δᾳδουχοῦντας ἅμα, καὶ τὴν τοῦ ἱεροφάντου φωνὴν μιμουμένους τοὺς κρείττονας τίνα καὶ πᾶσιν ὑπερβολὴν οὐκ ἀπολιμπάνεις σαφῶς; ἄνθρωπος μὲν γὰρ πᾶσαν ἐθεάσατο τὴν τελετὴν, ἱερουργῶν δὲ τούτῳ παρειστήκει θεός.
8.123 ΕΙΤΑ τὸ πρός τι ἐκλείπει πάλιν· πλὴν εἰ μὴ θέλῃς συγκρίνειν τὴν διὰ τοῦ ὀνείρατος τελετὴν τοῖς ἀπὸ τοῦ ἱεροφάντου τελουμένοις, οἷον εἰ λέγοις, νῦν θαῤῥῶ καὶ τῆς κατ’ Ἐλευσῖνα μείζονα ταύτην προσειπεῖν τελετῆς· νῦν ὄντως οὗτος ἡμῶν αὐτῶν ἐντελέστερος, αὐτοῖς τοῖς ἀρχηγέταις τῆς τελετῆς μυσταγωγοῖς σεμνυνόμενος· εἶτα ὅτι βελτίων ἡ παρὰ τῶν θεῶν τελετὴ κατασκεύασον οὕτω· εἰ γὰρ τὸ σφάλλεσθαι μᾶλλον ἢ κατορθοῦσθαι τῆς ἀνθρωπίνης οὐκ ἀλλότριον φύσεως· οἱ δὲ κρείττους ἀεὶ πρὸς τὸ πταίειν οὐκ εὔκολοι· βελτίους ἄρα οἱ παρὰ τούτων μεμυημένοι τῶν οὐκ ἀκριβῶς ἐπισταμένων τὰ τῆς Ἐλευσῖνος ἀπόῤῥητα. ΕΠΙΛΟΓΩι. Οἱ δ’ ἐπίλογοι ἀνέχουσι ποιότητα· αὐτὰ τὰ μυστήρια διατυπώσεις γὰρ καὶ ἐρεῖς, οὐδὲν ἀποκαλύπτων ὁμοίως τῶν μυστικῶν· οἷον, καιρὸς λοιπὸν, ἄνδρες δικασταὶ, τὸν ἄνθρωπον ἄγειν ἐπὶ τῆς Ἐλευσῖνος ἀπόῤῥητον τελετὴν, καὶ διδάσκειν ἃ παρὰ τῶν θεῶν δι’ αἰνιγμάτων μεμάθηκεν· εἶτα ἀποστρέψας τὸν λόγον ἐρεῖς· ἂν εἰσέλθῃς εἴσω τῶν ἀνακτόρων, ἐπ’ αὐτῆς τῆς τελετῆς σοι τῶν ἐνυπνίων γενήσομαι ἐξηγητὴς, διδάξω λόγῳ λοιπὸν οὐκ ἔτι νεύματι τὰ μυστήρια, ἂν δᾳδουχίαν θεάσωμαι καὶ σχῆμά τι περὶ τοῦ ἀδελφοῦ γιγνόμενον εὐθὺς ἀναμνήσω τὴν διὰ τῶν ἐνυπνίων θέαν ὑπάρξασαν, ἂν τῶν ἱεροφάντου ῥήσεων αἴσθωμαι, τὸ ὄναρ σοι σαφέστερον ἐξηγήσομαι· εὐθὺς ἐρῶ πρός σε, τοῦτ’ ἐστὶν ὃ τεθέασαι, ταῦτ’ ἦν ἐκεῖνα τὰ σχήματα, ταύτας αἱ θεαί σοι τὰς ῥήσεις διὰ τῶν συμβόλων ἐκείνων ᾐνίττοντο· μή τοι πλέον ἄρα παρὰ ταῦτα τεθέασαι, μή τι καινότερον ἔχεις παρ’ αὐτῶν τῶν θεῶν, ἢ εἰς τὴν τελετὴν ταύτην δεξάμενος· εἰπὲ πρὸς θεῶν, εἴ τι πλέον μεμάθηκας· εἰπὲ πρὸς αὐτῶν τῶν Ἐλευσινίων Κόρης καὶ Δήμητρος· δίδαξον ἄν τι σφαλώμεθα· πρόσθες τοῖς παρ’ ἡμῶν γιγνομένοις τὰ λείποντα· εἰκός σέ τι πλέον παρ’ αὐτῶν μεμαθηκέναι τῶν θεῶν ἅτε τελούμενον ὑπ’ αὐτῇ Κόρῃ καὶ Δήμητρι· πάντα πρόδηλα τὰ μυστικὰ τοῖς θεοῖς· θᾶττον ἡμεῖς τῶν προσηκόντων ἀποσφαλλόμεθα· πρόσθες αὐτοὺς τῇ τελετῇ· μηδὲν ἀποκρύψῃ τὸν παρ’ αὐτάς σε τὰς θεὰς ἱκετεύοντα· μὴ φοβῇς τὸν νόμον· εἰπὲ, μεμυημένος ἐρεῖς, ἵν’ ἔχωμεν ἐπί σοί τι λέγειν παράδοξον, ἔτι μυούμενος ἄνθρωπος αὐτὸν τελούμενον τὸν ἱεροφάντην διόρθωται, καὶ τὰ τοιαῦτα.
8.124 ΔΥΟ ΟΡΟ Ι . Νόμος τὸν ἀλλοτρίῳ τάφῳ χοὰς ἐπιφέροντα τιμωρεῖσθαι· ἀποκήρυκτος τελευτήσαντος αὐτῷ τοῦ πατρὸς εὕρηται δακρύων ἐπὶ τοῦ μνήματος, καὶ ὑπάγεται τῷ νόμῳ. Οἱ δύο καλούμενοι ὅροι, διὰ τοῦτο ταύτην ἔσχον τὴν προσηγορίαν, ὅτι ἁπλοῖ δύο συνεζευγμένοι εἰσὶ, καὶ δυνατὸν ἐφ’ ἑνὶ ἑκάστῳ κατ’ ἰδίαν κρίνεσθαι· οἷον, ἐπὶ τοῖς δακρύοις, εἰ χοαὶ τοῦτο· καὶ ἐπὶ τῷ ἀλλοτρίῳ τάφῳ, εἰ ἀποκήρυκτος ἀλλότριός ἐστι· καὶ δυνατὸν τὸ πλᾶσμα διελόντα δύο ποιῆσαι προβλήματα· ἔστι δὲ ἡ ἐργασία ἡ αὐτὴ σχεδὸν τῷ κατὰ σύλληψιν· διπλῆ γάρ ἐστι καθ’ ἕκαστον κεφάλαιον ἡ ἔκθεσις· διαφέρει δὲ, ὅτι ἐκεῖ μὲν τὸ ἕτερον ὡμολόγηται, τὸ δὲ ἕτερον ζητεῖται· οἷον ἡ βία ὡμολόγηται, τὸ δὲ δημόσιον ἔγκλημα ζητεῖται· ἐνταῦθα δὲ ἀμφότερά ἐστι ζητούμενα· καὶ εἰ ἀλλότριος οὗτος, καὶ εἰ χοαὶ τοῦτο· παθητικὸς δὲ διόλου ὁ λόγος· ἥ τε γὰρ ἀποκήρυξις καὶ τὸ δοκεῖν ὡς ἐπ’ ἀλλοτρίῳ δακρύειν τάφῳ, καὶ τὸ δακρύειν κωλύεσθαι, καὶ τὸ ἐπὶ τούτοις κρίνεσθαι ταῦτα πάντα χορηγεῖ τὸ πάθος τῷ πλάσματι.
8.125 ἔστιν οὖν ἡ κατάστασις τοιαύτη τις. περὶ μὲν τοῦ κατηγόρου ὅτι ἠγάγετο ὁ τούτου πατὴρ ἐπὶ γνησίᾳ παίδων σπορᾷ ἐλπίζων γηροκομεῖσθαι· εἶτα ὅτι πεποίηκε παῖδα· ἀνήγαγε συμβουλεύων τὰ ἄριστα, καὶ ἐν ἠθοποιΐᾳ ἔπαγε τὰ κατὰ μέρος τῆς συμβουλῆς· ὅτι τὰ καὶ τὰ συνεβούλευεν· εἶθ’ ὅτι ἐξήμαρτεν εἰς αὐτὸν οὗτος, καὶ παρὰ τὴν ἀγωγὴν τὴν ἐκείνου βιώσας ἀπεκηρύχθη, καὶ τελευτήσαντος τοῦ πατρὸς εὑρέθη δακρύων ἐπὶ τοῦ μνήματος. ΟΡΩι ΤΩι ΠΡΩΤΩι. Εἶτα ἀλλ’ οὐκ εἰμὶ ξένος, φησὶν, υἱὸς ὤν. ΛΥσεις· ὅτι γενόμενος ἀποκήρυκτος ἠλλοτριώθη τοῦ γένους, καὶ οὐδενὸς αὐτῷ μέτεστιν, οὔτε ζῶντος τοῦ πατρὸς, οὔτε νῦν μετὰ τελευτήν· εἰ γὰρ μετῆν τινος αὐτῷ, τίνος ἕνεκα ἐγίγνετο ἀποκήρυκτος, ἢ τί τέλος ἔχει τὸ ἀποκηρυχθῆναι, οὐχὶ τὸ μηδενὸς μηκέτι κοινωνεῖν, μὴ γένους, μὴ χρημάτων τῶν τοῦ πατρός· εἶτα θὲς πάλιν ἐξ ἀντιθέσεως τὸν δεύτερον ὅρον. ΟΡΟΣ ΔΕΥΤΕΡΟΣ. Ἀλλ’ οὐδὲ χοαὶ, φησὶ, τυγχάνει τὰ δάκρυα. ΛΥΣΕΙ πάλιν τῷ ἀνθορισμῷ· ὅτι πᾶν τὸ ἐπὶ τοῦ μνήματος ἐπιβαλλόμενον ὑγρὸν χοαί· σὺ δὲ ἐπέσπεισας τῷ τάφῳ τὰ δάκρυα· σὺ ἄρα χοὰς τῷ τάφῳ ἐπέβαλες· καὶ ὅτι πᾶν τὸ ἐπὶ τῇ ὁσίᾳ καὶ τῷ τάφῳ ἐπιβαλλόμενον χοαί· σὺ δὲ ἐπ’ αὐτοῦ δακρύων πεφώρασαι.
8.126 ΣΥΛΛΟΓΙΣΜΩι. Ὅτι ἴσον ἐστὶ τὸ μηδεμίαν ὅλως ἔχειν πρὸς γένος συνάφειαν, καὶ τὸ γενόμενον ἀποκηρυχθῆναι· καὶ ἴσον ἐστί τι χοὰς ἐπιβαλεῖν, καὶ δακρῦσαι ἐπὶ τοῦ μνήματος. ΓΝΩΜΗ ΝΟΜΟΘΕΤΟΥ· ὅτι καὶ ὁ νομοθέτης τὸν ξένον εἶπεν ἁπλῶς, οὐδὲν περιεργαζόμενος ἔξωθεν, ἀλλὰ μόνον τὸν ἀλλότριον τοῦ κειμένου λέγων· καὶ ὅτι χοὰς εἶπεν οὐχ ὁρισάμενος οὐδὲν, πότερον τὸ ἢ τὸ ἐπιβάλλεται, ἀλλ’ ἁπλῶς εἶπε χοάς· σὺ δὲ παρὰ τὸν τάφον χοὰς ὤφθης ποιῶν, ὑπεύθυνος ἄρα τυγχάνεις τῷ νόμῳ. ΠΗΛΙΚΟΤΗΣ· ἦ δεινὸν τοῦτο καὶ χαλεπὸν τὸ ἀλλοτρίοις τάφοις ἐπέρχεσθαι, καὶ περιεργάζεσθαι τὴν ὁσίαν καὶ ἐπιδακρύειν ξένοις μνήμασι. ΠΡΟΣ ΤΙ· εἰ χαλεπώτερόν ἐστιν ἀποκήρυκτον ὄντα, πλησίον τοῦ τάφου ἢ ἀληθῶς ξένον. ὁ μὲν γὰρ ἢ οὐδὲ τὴν ἀρχὴν προσῆλθεν ἂν, ἢ εἰ προσῆλθεν οὐκ ἂν ἔβαλε χοὰς κατὰ μηδὲν διαφέρων τῷ κειμένῳ. οὗτος δὲ καὶ προσῆλθε καὶ χοὰς ἐπέβαλε τῷ κειμένῳ. ΕΠΙΛΟΓΟΣ ΚΟΙΝΟΣ. Τιμωρήσασθε αὐτὸν ὡς φίλου ὄντος καὶ ἡδέος τῷ κειμένῳ· εἰ γὰρ ἔστι τις μετὰ τὸν θάνατον αἴσθησις, ἀγανακτήσειεν ἂν ὁ τεθνεὼς, ἐὰν ἀτιμώρητον ἀφῆτε τοῦ βήματος, καὶ τὰ τοιαῦτα, καὶ ὅτι δίκαιον αὐτὸν καὶ συμφέρον τιμωρήσασθαι. ΑΝΤΙΛΗΠΤΙΚΑ ΑΠΛΑ. Μετὰ Μαραθῶνα Μίκων ὁ ζωγράφος τοὺς βαρβάρους γράψας μείζους τῶν Ἑλλήνων κρίνεται. Μεστόν ἐστι πομπείας τὸ ζήτημα, ἥ τε γὰρ τῶν κατορθωμάτων ὑπερβολὴ καὶ ὁ τῆς ἐλευθερίας ἀγὼν καὶ τὸ δοκεῖν δι’ αὐτοὺς ἠλευθερῶσθαι τοὺς Ἕλληνας πομπεύειν τὸν Ἀθηναῖον ποιεῖ· οὐδὲ γὰρ ταύτην ἀνεστήσατο τὴν γραφὴν, λυπῆσαι τὸν ζωγράφον προηγουμένως βουλόμενος, οὐδὲ μετὰ τὸ τρόπαιον μικρόψυχος ἄλλος ἔστι περὶ μικρῶν οὕτω, μᾶλλον δὲ σκιῶν δικαστήριον συγκροτῶν, ἀλλὰ φιλοτιμήσασθαι διὰ τῆς γραφῆς ἐστιν αὐτῷ τὸ προκείμενον, καὶ κηρύξαι μᾶλλον τὰς ἀριστείας ἢ τὸν ἄνθρωπον τιμωρήσασθαι· ἰστέον δὲ ὅτι τῶν ἀντιλήψεων αἱ μέν εἰσιν ἁπλαῖ, αἱ δὲ διπλαῖ· καὶ διπλαῖ μέν εἰσιν αἱ ἐξ ἁπλῶν δύο συγκείμεναι· οἷον ταῖς πάντων γνώμαις ἀντιλέγει τις· καὶ αὐτὸς οὐκ ἀποφαίνεται γνώμην· τό τε γὰρ ἀντιλέγειν καθ’ ἑαυτὸν τέλειον ὂν δύναται ποιεῖν τὴν ἀντίληψιν, τό τε μὴ ἀποφαίνεσθαι γνώμην ὁμοίως καὶ καθ’ ἑαυτὸ δύναται κρίνεσθαι· ἁπλαῖ δὲ αἱ ἐν τῷ ἀπ’ ἀρχῆς ἄχρι τέλους ἔχουσαι· διαφέρουσι δὲ τούτων αἱ ἐκ τοῦ ἀποβεβηκότος ἀντιλήψεις· ὅτι πᾶσαν τὴν τῆς ἁπλῆς ἔχουσαι τῷ ἀποβεβηκότι μόνον ὁμολογουμένῳ ὄντι ἀτόπῳ πλεονάζουσιν· ἔτι κἀκεῖνο γνωστέον, ὅτι οὐδὲν ἕτερόν ἐστι λεληθότως ἐν τῇ ἀντιλήψει κρινόμενον ἢ τοῦ φεύγοντος ἡ προαίρεσις· τὸ γὰρ γελᾷν τὸν Ἀλκιβιάδην ἢ δακρύειν τὸν πένητα ἑπόμενον τῷ πλουσίῳ, καὶ τὰ τοιαῦτα, ποίαν ἐπιδέχεται κρίσιν· οὐκοῦν ἔκ τινος περιστάσεως ὑπεύθυνον ὁ κατηγορῶν τὸ ἀπ’ ἀρχῆς ἄχρι τέλους ποιῶν τοῖς δικάζουσι φαύλην τὴν προαίρεσιν ἐπιδείκνυται· εἰ δέ τις φήσειε κἀν τοῖς στοχαστικοῖς προαίρεσιν κατασκευάζεσθαι κεφαλαίοις, ἴστω ὅτι εἰ μὲν προηγουμένως ἡ προαίρεσις ἐκρίνετο, ὥσπερ ἐν στοχασμῷ, ἀναγκαίως τοῖς τοῦ στοχασμοῦ κεφαλαίοις κατεσκευάζετο.
8.128 ἐπειδὴ δὲ λεληθότως τοῦτο γίγνεται ἐν ταῖς ἀντιλήψεσιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐπιδεχομένων τὴν κρίσιν ἐκ τῆς τῶν ἀντιληπτικῶν κεφαλαίων κατασκευῆς, καὶ τὰ τῆς προαιρέσεως ἐπιδείκνυται· ἔτι εἰ δή τινές φασιν εἶναι τὴν ἁπλῆν καὶ τὴν διπλῆν καὶ τὴν ἐκ τοῦ ἀποβεβηκότος τῶν ἀντιλήψεων ἀνοήτως πάνυ λέγοντες· τὰ γὰρ εἴδη τὰ ἀντιδιαιρούμενα ἀλλήλοις ἴσμεν, ὅτι ἰδίαν καθ’ ἕκαστον ἐπιδέχεται διαίρεσιν· ἐνταῦθα δὲ πᾶσαι αἱ ἀντιλήψεις τοῖς ὁμοίοις διαιροῦνται κεφαλαίοις· καὶ πῶς ἐστιν εἰπεῖν ταύτας εἴδη τυγχάνειν· ὁ δὲ αὐτὸς λόγος μοι καὶ περὶ τῶν στοχασμῶν κεφαλαίων ἐστὶ, καὶ περὶ τῶν ὁρισμῶν. ἄρ’ οὖν ἡ διπλῆ τῶν κεφαλαίων ἔκθεσις, ἐν τοῖς ἀντεγκληματικοῖς στοχασμοῖς, καὶ ἡ ἐξ ἀρχῆς πάλιν διαίρεσις· ὥσπερ ἐν τοῖς ἐμπίπτουσιν οὐκ ἔστιν ἰδία παρὰ τὰς ἄλλας αὕτη διαίρεσις οὐδαμῶς· οἰκονομίας γὰρ τρόπος ἐστί· τῷ γὰρ εἶναι διπλᾶ τὰ ζητούμενα καὶ δύο βούλεσθαι παρασχεῖν ἐγκλημάτων ἀποδείξεις διπλοῖς καὶ τοῖς κεφαλαίοις κεχρήμεθα· πῆ μὲν ἕκαστον κεφάλαιον διπλοῦν ἐκτιθέμενοι, ὥσπερ ἐν τοῖς ἀντεγκληματικοῖς στοχασμοῖς καὶ διπλοῖς ὅροις καὶ διπλαῖς ἀντιλήψεσι· πῆ μὲν ἐπαναλαμβάνοντες τὴν διαίρεσιν, καθάπερ ἐν τοῖς ἐμπίπτουσιν ἔθος ποιεῖν. ἐν μὲν τῷ στοχασμῷ ἀπὸ τοῦ χρώματος ὑποστρέφοντες· ἐν δὲ τοῖς ὅροις ἀπὸ τοῦ πρός τι. ὥστε ἡ αὐτὴ διαίρεσίς ἐστιν ἐν πᾶσι τοῖς προβλήμασι· κεχρήμεθα δὲ ἡμεῖς πῆ μὲν ἁπλοῖς, πῆ δὲ διπλοῖς τοῖς κεφαλαίοις, πῆ δὲ τῇ διαιρέσει δεύτερον· οἰκονομίας χάριν ἂν εἴημεν τοῦτο ποιοῦντες, οὐχ ὡς ἐν εἴδεσιν ἑτέρᾳ τῇ τῶν κεφαλαίων κεχρημένοι τομῇ. παρατηρητέον δὲ, ὅτι ἐν ταῖς ἀπὸ τοῦ βεβηκότος ἀντιλήψεσιν, ἐὰν πράγματα μεταστατικὰ δύο τυγχάνῃ, τῷ μὲν ἑνὶ ὡς παραγραφικῷ χρησόμεθα· τῷ δὲ ἑνὶ ὡς χρώματι· καὶ παραγραφικῷ μὲν τῷ προσώπῳ τὸ ἄτοπον πράξαντι· χρώματι δὲ τῷ πεισθέντι τῇ συμβουλῇ· οἷον ἔπεμπε Φίλιππος ἐξαιτῶν τὸν Δημοσθένην· συνεβούλευσεν Ὑπερίδης μὴ ἐκδοῦναι· ἔπεισεν Αἰσχίνης ἐκδοῦναι· λαβὼν Φίλιππος ἀπέτεμε τῆς γλώττης αὐτόν· καὶ κρίνεται Αἰσχίνης δημοσίᾳ· ἐνταῦθα δύο ἐστὶ μεταστατικά.
8.129 ἓν μὲν ἐπὶ τὸν Φίλιππον ἐκτεμόντα τὴν γλῶτταν, ἕτερον δὲ ἐπὶ τὸν δῆμον τὸν πεισθέντα· οὐκοῦν Αἰσχίνης χρήσεται μὲν παραγραφικῷ τῷ ἑνὶ, ὅτι οὐκ ὀφείλω κρίνεσθαι ὑπὲρ ὧν ὁ Φίλιππος ἔδρασεν· τῷ δὲ ἑτέρῳ τῷ τῶν Ἀθηναίων, ὅτι ὑμεῖς αἴτιοι πεισθέντες μοι συμβουλεύσαντι, χρήσεται εἰς κατασκευὴν τοῦ χρώματος· λέγων γὰρ, ὅτι τὰ ἄριστα συνεβούλευσα, κατασκευάσει τοῦτο τῷ μεταστατικῷ, ἐρεῖ γὰρ ὅτι οὕτω τὰ ἄριστα συνεβούλευσα, ἐκύρωσε δῆμος τὴν εἰσήγησιν· καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον ἡμῖν, ὦ υἱὲ Καρπωνιανὲ, τεχνολογείσθω. χρήσεται δέ τις ἐν τῷ προκειμένῳ ζητήματι προοιμίοις τοῖςδε. ΠΡΟΟΙΜΙΟΝ ΠΡΩΤΟΝ. Ἕως ἔτι μετὰ τῶν ὅπλων ἑστήκαμεν, καὶ βασιλικῶν εἰσι πραγμάτων δι’ ὑμᾶς πάντες ἐλεύθεροι, προσθῶμεν τῷ Μαραθῶνος τροπαίῳ τὴν ἀλαζονείαν τοῦ Μίκωνος, καὶ διπλοῦν τήμερον κατὰ τὴν Ἀττικὴν γενέσθω τὸ τρόπαιον. Ξέρξου μὲν κρατεῖν τῶν οὐκ εἰθισμένων δουλεύειν ἐπιθυμήσαντος, Μίκωνος δὲ χαρισαμένου βαρβάροις παρὰ τὴν ἀξίαν τὰ μὴ προσήκοντα· καὶ τοῖς κατὰ Μήδων προσθῶμεν θαύμασι τὸ λειπόμενον θανάτου μετὰ τὴν τοιαύτην γραφὴν τῷ δημοτικῷ τούτῳ καὶ χρηστῷ τιμησάμενοι, ἵνα μάθῃ μετὰ τὰ Μαραθῶνι σεμνὰ τῆς πόλεως κατορθώματα μὴ τοιαῦτα Μήδοις τοῖς ἡττημένοις χαρίζεσθαι. ΠΡΟΟΙΜΙΟΝ ΔΕΥΤΕΡΟΝ. Δευτέρῳ δὲ χρήσῃ ἐκείνῳ ἔχοντι δριμὺ καὶ χάριεν ἐννόημα· εἰ μὲν οὖν παρὰ Μήδοις ἢ παρὰ Πέρσαις ἦν ἡ γραφὴ, τίς ἂν ἐγένετο παρὰ ζωγράφου μείζων παραμυθία τοῖς δυστυχήμασιν, ἢ γράφεσθαι παρ’ αὐτοῖς τῶν Μαραθῶνι μεμαχημένων καταδεεστέρους τοὺς Ἕλληνας· νῦν δὲ οὐδ’ ἐξὸν τῇ πόλει ταύτην περιθεῖναι τὴν ὕβριν διὰ τῆς τέχνης τετόλμηκεν, καὶ Μηδικὰ φρονεῖν Ἀθηναῖος τυγχάνων βεβούληται· φθόνον ἐξαίφνης τῇ πόλει τῶν κατορθωμάτων ἑάλωκε· καὶ τῆς Ξέρξου παρὰ τὴν ἀρχὴν ἡμῖν ἐλπίδος βαρύτερα τὰ Μίκωνος γέγονε χρώματα· ἀλλὰ μιμήσασθε τὴν αὐτῶν ἀρετὴν πάλιν καὶ δεύτερον, καὶ τοῖς πεπτωκόσι βαρβάρων πρόσθετε τὸν καινὸν ἑαυτῶν τοῦτον πολέμιον· καὶ γὰρ ἄτοπον τιμωρεῖσθαι μὲν Πέρσας Ἑλληνικοῖς ἀντιτεταγμένους φρονήμασι, σώζειν δὲ τοῦτον βαρβαρικοῖς παραπλήσια δράσαντα πλημμελήμασι.
8.130 ΠΡΟΟΙΜΙΟΝ ΤΡΙΤΟΝ. Τρίτον δὲ οὕτως ἂν λάβῃς χάριεν ἐννόημα· Μίκωνα μὲν οὖν ἔγωγε καὶ προσθεῖναι τῇ γραφῇ προσεδόκησα χαριέστερον. καὶ Ξέρξην μετὰ τὴν φυγὴν Ἀθηναίων ὑπήκουον· ἐξουσίας γὰρ ἦν γραφικῆς, πολεμῆσαι Πέρσαις μετὰ τὴν κοινὴν ἀριστείαν διὰ τῆς εἰκόνος καὶ δεύτερον· νυνὶ δὲ πεφιλοτίμηται μὲν ὑπὲρ ἡμῶν οὐδὲ ἓν. κεχάρισται δὲ τοῖς βαρβάροις ὅσον ἡ τέχνη προσέταττε· καὶ τοῖς ἀπὸ τῆς μάχης αὐτῶν δυστυχήμασι τὰ παρὰ τῶν συμμάχων ἀντέθηκε θαύματα· ὑμέτερον οὖν ἔργον περιτρέψαι μὲν εἰς τιμωρίαν αὐτῷ τὴν γραφὴν, δεῖξαι δὲ πᾶσι τοῖς Ἕλλησιν, ὅσον πρὸς ἐλευθερίαν ὡρμήκατε, μηδὲ σκιᾶς ἁπλῶς ἐν γραφῇ βαρβάροις παραχωρεῖν ἀνεχόμενοι· ἔστι κἀκεῖθεν δέξασθαι τὸ προοίμιον. ΠΡΟΟΙΜΙΟΝ ΤΕΤΑΡΤΟΝ. Εἰ μὲν οὖν ἠγνόουν ἔγωγε Μίκωνα, ἐζήτησα ἂν παραχρῆμα μαθεῖν, πότερον Ἕλλην ἢ Πέρσης ἦν ὁ δημιουργήσας τὸν πίνακα.
8.131 ΠΡΟΟΙΜΙΟΝ ΠΕΜΠΤΟΝ. Τὸ πρῶτον ἐπιγνοὺς, ὦ δικασταὶ, τὸ τρόπαιον, πρὸς ὑμᾶς ἀπήντηκα, μαθεῖν ἐπὶ τοῦ δικαστηρίου βουλόμενος Μίκωνος, πότερον τὴν Μαραθῶνι μάχην ἢ ξένην μεμίμηται. ΑΛΛΩΣ. Ἐχρῆν μὲν οὖν παρ’ αὐτὴν τὴν ποικίλην κρίνεσθαι Μίκωνα, ἵνα πλησίον ὧν δέδρακε καὶ τὸ παθεῖν ὑπομένῃ δεινότερον. ΑΛΛΩΣ. ᾤμην μὲν οὖν ἔγωγε Μιλτιάδην ἐλθεῖν ἐπὶ τὴν γραφὴν προθυμότερον· καθάπερ ἀρτίως ἐπὶ Μαραθῶνα παραταττόμενον. Εἰπὲ καὶ ἄλλην προοιμιακὴν ἔννοιαν. Ἔδει μὲν οὖν ἐν Πλαταιαῖς ἐπὶ τὴν κατηγορίαν σπουδάσαι, ἵν’ ὧν κακῶς μετὰ τῶν Ἀθηναίων πεπόνθασι, κοινῇ καὶ τὴν τιμωρίαν ταύτην ζητήσουσι· νῦν δὲ ὑφ’ ἡδονῆς τῆς γραφῆς παραχωρήσαντες ἡσυχάζουσι, καθάπερ ἐν τῷ πολέμῳ τοῖς κατορθώμασι. ΚΑΤΑΣΤΑΣΙΣ. Μετὰ τὰ προοίμια θήσεις τὴν κατάστασιν· διηγήσῃ τὰ κατὰ Μαραθῶνα, τὴν ἔφοδον τῶν βαρβάρων, τὸν δρόμον τὸν Ἀττικὸν, τὴν τῶν θεῶν συμμαχίαν, τὰς ἀριστείας, τὰ πάντα δὲ μετὰ πομπείας καὶ φιλοτιμίας πολλῆς, καὶ μετὰ τὸ προσθεῖναι, ὅτι νικήσαντες ἀπέδωκαν τὴν ἐλευθερίαν τοῖς Ἕλλησι, τὰς τιμὰς τοῖς θεοῖς, κατ’ εἶδος ἐκείνων ἕκαστον· ἀποστρέψεις δὲ καὶ πρὸς Πλαταιέας τὸν λόγον, καὶ ἀξιώσεις αὐτοὺς Μίκωνι διηγεῖσθαι τὰ κατορθώματα· φιλοτίμως οὕτω καὶ ἀποικίλως ἁπανταχοῦ πληρώσεις τὴν κατάστασιν. ΠΑΡΑΓΡΑΦΙΚΟΝ. Μετὰ ταῦτα θήσεις τὸ παραγραφικόν· παρατηρητέον δὲ, ὅτι ἐν πάσαις ταῖς ἀντιλήψεσιν, ὅταν ἰδιωτικὸν τὸ πρόσωπον ᾖ, κρίνηται δὲ δημοσίων ἀδικημάτων, ἐξ ἀνάγκης χρήσεται τῷ παραγραφικῷ, ὡς μὴ ὀφείλων κρίνεσθαι δημοσίᾳ· ἐρεῖς οὖν οὕτω· ἀλλ’ ὑπὲρ ἰδιώτην ἐστὶν ἡ γραφή· ποῦ γὰρ ἰδιώτης ἀδικεῖ δημοσίᾳ τὴν πόλιν· ἢ οὕτως· ἀλλ’ οὐ προσήκουσά μοι, φησὶν, ἡ γραφὴ, ἐκτὸς ὄντι μοι τῶν δημοσίων πραγμάτων· ἢ οὕτως, ἀλλ’ ἐμοὶ δημοσίᾳ βλάψαι τὴν πόλιν πῶς ἐστι δυνατόν; λύσεις κατὰ περιτροπήν· ὅτι τοῦτο γάρ ἐστι τὸ δεινότερον· ὅτι τολμήσας οὕτως ἀνήκεστα καὶ καθ’ ὑπερβολὴν ἀδικῶν οὕτω τὴν πόλιν τολμᾷς λέγειν, ὅτι πολλῷ τυγχάνεις ἐλάττων τοῦ τὴν πόλιν ἀδικεῖν δύνασθαι· καὶ πληρώσας ὃ βεβούλευσαι σαυτὸν ἀντὶ τῆς ἀπολογίας προβέβλησαι· καὶ δυσχεραίνεις μὲν εὐθυνόμενος, ἀγνοεῖν δὲ τῆς αὐτοῦ τέχνης ὑποκρίνῃ τὰ δράματα· καὶ στρατηγὸς, ἢ ῥήτωρ, ἤ τις ἄλλος μεγάλα δυνάμενος, οὗτος ἀεὶ μεγάλα τὰ ἀδικήματα ἔχει· καὶ οὐδέποτε ἂν μικρόν τι δράσειεν ἀδίκημα, οὐ μὴν ἀλλὰ καὶ εἴ τις ἰδιώτης τυγχάνει, τοῦτ’ ἂν εἶπεν ἁπλούστερον, ὡς οὐδέποτ’ ἂν ἠδυνήθη μεγάλα κατὰ τὴν πόλιν ἐργάσασθαι· καὶ εἰ τοῦτον οὕτως ἐφθέγγου τὸν λόγον καλῶς ἐποίεις λέγων, ὡς ὑπὲρ ἰδιώτην ἐστὶν ἡ γραφή· μεῖζον γὰρ ὄντως, ἢ κατὰ Μίκωνα, τὸ νικῆσαι τὴν τέχνην τοῖς ἀδικήμασιν· εἰ δὲ λαμπρὸς ἢ ταπεινὸς ἄλλως βίος οὐκ ἐμποδίζει τοῖς πονηρεύμασιν, οὐδὲ ἔχει τις εἰπεῖν, ὅτι διὰ τύχην τις ἀδικεῖν τὴν πόλιν ἐφείσατο· τί ληροῦντος ἀνεχόμεθα Μίκωνος; οὐ γὰρ οἶδε προαίρεσις τὴν αὐτῆς πρὸ πάντων ἀξίαν λογίζεσθαι· ὥσπερ γὰρ οἱ εὐεργετεῖν τινα προελόμενοι ὅρον ἢ καιρὸν οὐδένα ποιοῦνται τῆς πράξεως, ὡσαύτως ὁ πονηρὸς τὸν τρόπον οὐδὲν ἔχει πρὸς τὴν ἐγχείρησιν κώλυμα, ἀλλὰ τῶν φθανόντων τὸ δρᾶσαι δύνασθαι χείρονα κατὰ τῶν ἀδικουμένων, ἃ καὶ προείρηνται· εἶεν· ἀλλὰ σκέψασθε τί κατὰ τὸν βίον ἐστὶν ὃ παθεῖν ἅπαντες φυλαττόμεθα· φθόνος μικρὸν τοῦτο, ἀλλὰ τυραννίς· καὶ τίς ἐπὶ ταύτῃ κρινόμενος εὐθύνεσθαι παρὰ τὴν ἀξίαν προὐβάλλετο.
8.133 ὥσπερ οὖν εἴ τις τῶν δεινότατα δρασάντων οὐκ ἐξέφυγε τὴν τιμωρίαν μὴ κρίνεσθαι παραιτούμενος, οὕτω καὶ νῦν ἢ σωζέσθω Μίκων ἀποδεικνὺς ὡς οὐκ ἠδίκησεν, ἢ τέως, δι’ ὧν ἀποφεύγειν οἴεται, νῦν ὑμεῖς κατηγορεῖν αὐτὸν ἑαυτοῦ, δι’ ὧν οὐκ ἀπολογεῖται, γινώσκετε. λογίσασθε γὰρ πρὸς θεῶν, μᾶλλον δὲ πρὸς Πανὸς αὐτοῦ, οὗ τὴν ἀριστείαν οὗτος ἐπὶ τῆς εἰκόνος κατῄσχυνεν· εἰ πρὶν ἐγχειρῆσαι τὴν εἰκόνα τῷ Μίκωνι προσελθών τις ὑμῖν τὴν ἀνδρὸς ῥᾳδιουργίαν ἀπήγγειλεν, γράψαι πότ’ αὐτὸν ὕστερον τὸν πίνακα τοῦτον ἠνέσχεσθε οὐδαμῶς. μὴ τοίνυν ἃ πρὸ τοῦ γενέσθαι μαθόντες ἠγανακτήσατε, ταῦτα παθόντες συγχωρήσητε· λοιπὸν δὲ τούτοις τοῖς ἐπιχειρήμασι καὶ λαμπρὰ νοήματα καὶ θεατρικὰ καταμιγνύναι δύνασαι· οἷον, οὐ σὸν, ὦ Μίκων, λέγεις τἀδίκημα· καὶ περὶ τούτου διορίζεσθαι μετὰ Μαραθῶνα πρὸς Ἀθηναίους τολμᾷς, πόθεν εἰπέ μοι τοῦτο μαθών; ἀπὸ τῶν νόμων τοῦ Δράκοντος, ἀπὸ τῶν δογμάτων Σόλωνος, ἀπὸ τῆς συνηθείας τῆς συνήθους ἡμῖν ἐξαίφνης ἀπέφηνας· ἀκούεις, ὦ Μιλτιάδη, τῶν λόγων; ὁρᾷς, ὦ Πλαταιεῦ, καθάπερ τινὰ στρατηγὸν ἕτερον περὶ τῶν σῶν ἀριστειῶν διοριζόμενον, κλεπτομένην τὴν πόλιν μετὰ τὸ τρόπαιον τῶν κατορθωμάτων, ἀφεὶς καὶ σοφιζομένους μετ’ Ἀθηναίων θεοὺς, καὶ τὴν κρίσιν ζωγράφον καινότερον νεανιεύμασιν ἀπωθούμενον; καὶ τὰ τοιαῦτα· καίτοι τί τις οὐχ ὁμολογήσειεν ἂν ὡς ἀπὸ τῶν ἔργων ἅπαντες ἄνθρωποι τίθενται τὰς προσηγορίας τοῖς ἀδικήμασι; λόγοις τις ἀγορεύει κακῶς, οὐκοῦν ὕβρεως ἡ γραφή· σώματος ἅπτεται πλημμελῶν, καὶ τίς οὐκ οἶδεν εὐθὺς, ὡς αἰκίας ἡ κρίσις; καθαιρεῖ τις ἀνακείμενον τρόπαιον, πᾶσαν ὁμοῦ τὴν πόλιν οὗτος ἠδίκησεν, ὡς σύ· τίς ἐπιψεύσεται κατορθώμασι, δι’ ὧν τὸ μὴ δουλεύειν τοῖς βαρβάροις ηὐτύχησεν, εἶτα πῶς οὐκ ἀδικῶν οὗτος δημοσίᾳ πάντας ἐλήλεγκται; μὴ τοίνυν πρὸς μὲν τὴν κρίσιν ἐνίστασο· τοὺς δὲ λογισμοὺς ἀφαιροῦ τοὺς δικάζοντας.
8.134 δι’ ὧν κἂν εἰ μηδὲν ἕτερον, τὸ γοῦν ἀνευθύνῳ γενέσθαι σοι τῶν ἀδικημάτων ὑπάρξειε· κατὰ τίνα γὰρ εἰπέ μοι βούλει καὶ γράφεσθαι ὕβρεως. ἀλλ’ οὐχ ἕνα τῶν Ἀθηναίων ἠδίκησας αἰκίας, καὶ τίς ὁ παθὼν παρὰ σοῦ κακῶς οὗτος τῷ σώματι; οὐκοῦν εἰ μηδὲν ἕτερον ἐκ τῶν εἰρημένων ἀκόλουθον, ὡς εὔδηλον τὸ πᾶσαν ἠδικῆσθαι πόλιν· τοῦτο γὰρ ἐκ πάντων σοι τῶν ἀδικημάτων ἐστὶ τὸ λειπόμενον· εἶτα κατὰ περίοδον ἐν στροφῇ κώλου ὅλον τοῦτο εἰπὲ τὸ ἐννόημα· εἰ γὰρ τὸ τρόπαιον οὐχ ἑνὸς, ἀλλὰ πάντων τῶν Ἀθηναίων ἅμα κατόρθωμα, τοῦτο δὲ σὺ διὰ τῆς τέχνης ἐν τῇ ποικίλῃ καθέστησας, τὴν κοινὴν τῆς πόλεως ἐκ τούτου δόξαν εἴης ἂν καθῃρηκὼς, αὐτὴν Περσῶν ἰδέαν ταυτηνὶ τοῦ σώματος μιμησάμενος· εἶτ’ ἀπείρατον τῆς αὐτοῦ ταύτης ἀσελγείας μηδένα τῶν κατὰ τὴν πόλιν ἀφεὶς, ἀλλ’ ἔν τινι δράματι πάντων τῶν παρ’ ἡμῖν ἐφαψάμενος δόξης, ἀνδρίας, μεγαλοφροσύνης, σεμνότητος, διορίζῃ τὰς δίκας, καὶ τῶν τολμημάτων τῆς προσηγορίας ὑπεξαιρεῖς, ὥσπερ τις Μίνως ἢ Ῥαδάμανθυς· ἀλλ’ οὐ πονηρὸς ζωγράφος τοῖς χρώμασιν ἐπ’ ἀδικήμασι χρώμενος· διὸ καὶ τὴν γραφὴν ἀρνεῖσθαί σε θαυμαστὸν οὐδὲ ἓν.
8.135 οὐ γὰρ ὁ φεύγων ὥσπερ τὸν ἔλεγχον εὐλαβούμενος συνομολογεῖ τῷ κατηγόρῳ τἀδικήματα, ἀλλὰ τῷ κατειπόντι μαχόμενος τὸ φωραθῆναι περιμένει τοῖς πράγμασι. ΕΙΤΑ ΟΡΙΚΩι ΠΑΡΑΓΡΑΦΙΚΩι. Διαφέρει δὲ τὸ παραγραφικὸν τοῦ ὁρικοῦ παραγραφικοῦ, ὅτι τὸ παραγραφικὸν τῷ προσώπῳ μόνῳ διϊσχυρίζεται, τὸ δὲ ὁρικὸν παραγραφικὸν μόνοις τοῖς πράγμασιν· οἷον, ὁρισάμενος γὰρ ὁ φεύγων τί τὸ δημόσιον ἀδίκημα, τούτοις ὡς μὴ πραχθεῖσιν ὑπ’ αὐτοῦ παραγράφεται τὴν κρίσιν. διὸ καὶ τὴν λύσιν ὥσπερ ἐν ὅρῳ ἐργάσῃ τοῖς ὁρικοῖς κεφαλαίοις πᾶσι χρησάμενος, ἀνθορισμῷ, συλλογισμῷ, γνώμῃ νομοθέτου, πηλικότητι, πρός τι· ὁρικοῦ γὰρ ὄντος τοῦ προβαλλομένου, ἀναγκαίως ἐν τοῖς ὁρικοῖς πᾶσι λύσεις τὸν ὅρον· θήσεις δὲ τὸν ὅρον ἢ κατὰ ἀντίθεσιν, ἢ προηγουμένως· οἷον, εἶτα τοσούτων καὶ τηλικούτων ὑπάρξας ἀδικημάτων αἴτιος ναῦς μὴ προδεδωκέναι φησὶ, μηδὲ φρούριον· λύσεις τῷ ἀνθορισμῷ. ὅτι οὐ ταῦτα μόνα ἐστὶν δημόσια ἀδικήματα, ἀλλὰ καὶ ἄλλα πολλὰ, καὶ ὅτι οὐκ εἴ τις τὰ μὴ πραχθέντα λέγει, ταύτῃ τὴν δίκην ἐκφεύγει κρινόμενος· οὐ γὰρ τὰ μὴ γενόμενα τῆς τιμωρίας ἀπολύει τὸν φεύγοντα, ἀλλὰ τὰ πραχθέντα ποιεῖ πρὸς τὴν κατηγορίαν ὑπεύθυνον.
8.136 εἰ μὲν γὰρ μία πρᾶξις ἦν ἢ δύο, δι’ ὧν δημοσίᾳ τὴν πόλιν μόνον ἦν ἀδικεῖν, εἰκότως ἔλεγες ναῦς μὴ προδεδωκέναι μηδὲ φρούριον· ἐπειδὴ δὲ πλείους εἰσὶν ἀφορμαὶ, δι’ ὧν εἰς ἅπαντας Ἀθηναίους ἁμαρτεῖν ἔνεστιν, καὶ τρόποι τινὲς κατὰ τῆς πόλεως ὅσοι καὶ καιροὶ πολλάκις καθ’ ἡμῶν παραπίπτουσιν, ἀνθ’ ὅτου Μίκων τὸ πεπραγμένον ἀφεὶς τὸ μὴ πεπραγμένον προσφέρει κρινόμενος· καὶ ταῦτα ἴσως ἃ μηδὲ δρᾶσαι δεδύνηται, συνάπτει τοῖς ἀδικήμασιν· εἰ μὲν γὰρ τὸ προσδοῦναι τὰς ναῦς μόνον δημόσιον ἀδίκημα τυγχάνον διέγνωσται, ἕτερον δέ τι πλημμέλημα τὸ πολλὴν ἀδοξίαν τοῖς κοινοῖς τροπαίοις ἐργάσασθαι, ἐμάνην, ὁμολογῶ προχείρως, συκοφαντήσας τὸν ἄνθρωπον. ἀλλ’ οὐ Μίκων τὰς Ἀθηναίων ἀριστείας ψευσάμενος· μὴ γὰρ ἃ λέγεις μόνα τυγχάνει κοινὰ κατὰ τῆς πόλεως ἀδικήματα, ἵνα ταῦτα φυλαξάμενος καὶ τῆς τοιαύτης γραφῆς ἀλλότριος γένηται, ἢ τῷ πονηρῷ τὸν τρόπον καὶ φεύγοντι τὰ κοινὰ πᾶσι καὶ φανερὰ τολμήματα τρόπος ἕτερος πρὸς ἀδικίαν κατὰ τῆς πόλεως διηπόρηται· εἶτα τοῦτο πίστωσαι παραδείγματι· ὥσπερ γὰρ τῷ φόνον ὠδίνοντι προφάσεις ὑπάρχουσι κατὰ τοῦ φάσκοντος ἄπειροι, καὶ τῷ μὴ χρησαμένῳ ξίφεσιν ἕτερά τινα πρὸς τὴν χρείαν ἐξήρκεσεν, εἶτα κρινομένῳ τὴν τιμωρίαν ἐκφεύγειν οὐ προσῆκε, διότι καθαρὰν αἵματος ἔχει τὴν δεξιάν· εἶτα προσάγαγε τῇ ὑποθέσει· τὸν αὐτὸν τρόπον καὶ νυνὶ μὴ ναῦς προδοὺς μὴ τεῖχος Μίκων ἀφιέσθω τῆς γραφῆς· ἀλλ’ εἰ τοῖς τυχοῦσιν εἰς ἀφορμὴν προσχρησάμενος ταῦτα δέδρακεν, ἅπερ ἂν ἡμεῖς τῶν νεωρίων ἀπολλυμένων πεπόνθαμεν. εἶτ’ ἔπαγε πάλιν παράδειγμα· τίς τῶν ἱεροσύλων ἀνεύθυνος, ὅτι μὴ πάντη τοὺς κρείττονας τῶν ἀναθημάτων ἐστέρησεν· ὥσπερ γὰρ ἅπασι κατὰ ταὐτὸν ὑπεξελθεῖν τοῖς τῆς ἀσεβείας τρόποις ἀδύνατον, οὕτως εἰ μὴ πάντα δρᾶσαι δεδύνηται τῷ παρασχεῖν τὴν τιμωρίαν ὑπὲρ ὧν ἠδίκησεν ἀποστερείτω τὴν πόλιν· οὐ γὰρ ἀπολύει σε Μίκων τὰ μὴ γινόμενα τῆς γραφῆς, ἀλλὰ τὰ πραχθέντα ποιεῖ σε πρὸς τιμωρίαν ὑπεύθυνον· εἶτα συλλόγισαι ἀπὸ τοῦ τέλους ὅτι ταὐτόν ἐστι καὶ τὸ ὡς σὺ λέγεις προδεδωκέναι τεῖχος ἢ ναῦς, καὶ τοῦτον ἀδικῆσαι τὸν τρόπον τὴν πόλιν· καὶ γράψαι ξένα τινὰ κατὰ τροπαίων ἀλλότρια· τί γὰρ διαφέρει διαφθεῖραι τὰς ναῦς, καὶ τοῦτον ἀδικῆσαι τὸν τρόπον τὴν πόλιν· οὐ γὰρ ταὐτὰ πράγματα τυγχάνειν διάφορα, καὶ τὰ ἀδικήματα γίγνεσθαι· ἐπειδὴ δὲ συμφωνεῖ κατὰ τὸ τέλος ἀμφότερα καὶ τὸ πάθος ἓν καὶ ταὐτὸν τῇ πόλει τῶν ἀδικημάτων εὑρίσκεται· καὶ πάλιν ἔπαγε παραδείγματα· ἔστω δὲ ὅμοια τοῖς κρινομένοις τὰ παραδείγματα.
8.137 οἷον ὁ διαῤῥήξας τὸ σκάφος ἢ βαπτίσας τοῖς κύμασιν, εἶτα λέγει κρινόμενος, μήτε κυβερνῆσαι τὴν ναῦν, μήτ’ ἄλλων ἢ τούτων εἶναι τἀδικήματα· τίς οὕτως ἠλίθιος, ὡς τούτοις ἀπατηθῆναι τοῖς ῥήμασι· καὶ μὴ θᾶττον εἰπεῖν πρὸς αὐτόν· ὅτι ταὐτὸν πονηρῷ κυβερνήτῃ πεποίηκας, καὶ στρατιώτῃ τῶν πολεμίων φεισαμένων τοῖς βέλεσι· ταὐτὸν γὰρ τοῖς προδεδωκόσι στρατηγοῖς εἰργάσω, τοῖς μὴ πολεμοῦσι μὲν, παρορῶσι δὲ, λαμβανόντων τῶν πολεμίων ἃ βούλονται. ΕΙΤΑ γνώμη νομοθέτου. σκόπει γὰρ καὶ τοὺς νόμους τοῦ Σόλωνος· οὐδαμοῦ γὰρ οὗτος τὴν πρᾶξιν ἀλλὰ τὸ πάθος ἐπιτηρεῖ· καὶ γενέσθαι τὴν τιμωρίαν φησὶ κατὰ τῶν ὁπωσοῦν ἀδικησάντων τὴν πόλιν· καὶ τὴν τιμωρίαν ὁρίσας τοῖς πολιτεύμασιν οὐδαμοῦ τὰς πράξεις διώρισεν· ἀλλ’ ἀφῆκε τοὺς παθόντας διακρίνειν τὸ τόλμημα, ἵνα τὸ πάθος οἱ δικάζοντες λογιζόμενοι μηδαμῶς κλαπῶσι τὴν τιμωρίαν ταῖς πράξεσιν· οὐ γὰρ ὁ πληγεὶς ὃ βέβληται πρῶτον σκοπεῖ, οὐδ’ ἂν αὐτὸ τὸ τραῦμα λίθος ἢ ξύλον ἐργάσηται, ἔλαττον ἢ πλέον κατὰ τοῦ τρώσαντος παροξύνεται, ἀλλ’ ὁμοίως ἀμύνεται καὶ πολέμιον ἡγεῖται τὸν τρώσαντα· εἰ γὰρ ἐλαττοῖ πάθος ἀδίκημα, καὶ τόδε μὲν μεῖζον, τόδε δὲ μικρὸν πάθος ἐργάζεται, τί δή ποτε κατὰ τὸν νόμον οὐ πρόσκειται, ἂν ναῦς τις τοῖς πολεμίοις προδῷ, βλάπτειν τὴν πόλιν, ἂν στρατηγῷ φάλαγγα πρόηται, δημοσίᾳ πάντας ἠδίκησεν, ἂν ζημιώσῃ τὴν πόλιν, ἂν ἀπολέσῃ τεῖχος ἢ φρούριον, κοινὸν κατὰ πάντων πλημμέλημα· εἰ γὰρ, ὡς σὺ φῂς, οὕτω διώριστο, πότ’ ἂν παραλεῖψαι τοῦτο κατὰ τὴν πολιτείαν ἠνέσχετο ὁ νομοθέτης· νῦν δὲ τὴν ἐπήρειαν αὐτὴν πρώτην καθ’ ἑαυτὴν λογιζόμενος ἐξ ὧν ἐστιν πλημμελεῖν ἐσιώπησεν, ἵνα καθαρὰ μείνῃ τῶν ἐπιβουλευόντων ἡ πόλις, πανταχοῦ τῶν πονηρῶν φυλαττομένων τὰ γράμματα· εἶτα τῇ πηλικότητι· αὔξησον οὖν ἐν τῷ κεφαλαίῳ, ὡς ἂν οἷός τε ᾖς, αὐτὸ τὸ ἀδίκημα· οἷον, νῦν δὲ τὸ πάντων δεινότατον, ὅτι τῶν κατὰ τὴν πόλιν αὐτὸ τὸ κυριώτατον μέρος διέφθαρται· τί γὰρ ἐν δημοκρατίᾳ τρόπαιον μεῖζον ἢ βέλτιον; τί δὲ τοῦ νικῆσαι τοὺς πολεμίους σεμνότερον; ὃ Μίκων μετὰ τοὺς πόνους ἡμῶν διὰ τῆς εἰκόνος ἀφῄρηται· καὶ θετικῶς ὅλον κατασκευάσας ἐπὶ τὸ λεῖπον μεταβαίνεις τὸ πρός τι συγκριτικῶς· εἶτά φησιν μὴ προδεδωκέναι τὰς ναῦς, ὧν καθάπερ προδέδωκε μείζονα Μίκων· καὶ τὰ μικρὰ ταῦτα μὴ δεδρακέναι προβάλλεται, τὰ μείζονα καθ’ ἡμῶν λυμηνάμενος· τίς γὰρ τῶν παραταττομένων τοσοῦτον ἤλγησε, ναῦς μὲν καταδυομένας ὁρῶν, μετὰ δὲ τὴν μάχην τὸ τρόπαιον ἐγειρόμενον; τίς οὕτω πεσόντος τοῦ τείχους στρατηγὸν ἐδυσχέρανε, νικηφόρος ἐπανερχόμενος, ἢ πόλις πεσούσης ἐπένθησε φάλαγγος πρὸ τῶν τειχῶν ἅπαντας ἔχουσα τοὺς πολεμίους κειμένους; μὴ τοίνυν Μίκων σοφίζου τἀδίκημα, μηδὲ τοὺς νόμους ἀκύρους ποίει τέχνῃ τῶν λόγων· οὐ γὰρ σωθήσῃ φαινόμενος μετὰ τοὺς βαρβάρους πολέμιος, καὶ μετὰ Μαραθῶνα μείζων τοῖς ἐγχειρήμασι, καὶ Δάτιδι τὴν συμφορὰν κουφοτέραν ποιῶν, καὶ Περσῶν ἀφαιρούμενος διὰ τῆς τέχνης τὰ δυστυχήματα.
8.139 ΜΕΤΑ ταῦτα θήσεις τὸ ἀντιληπτικὸν κεφάλαιον. ἀλλὰ γράφειν ἔξεστί μοι, φησί. ΛΥσεις τῷ μεταληπτικῷ· καὶ τίς δρῶν ἃ λυπεῖ καθ’ ὑπερβολὴν οὕτω τοὺς πάσχοντας εἰς ἐξουσίαν ἄγει τἀδίκημα· ἢ οὕτως λῦσον· ἀλλὰ τὸ γράφειν ἀνεύθυνον· πρόσθες ὅτι καὶ τὸ λυπεῖν τὴν πόλιν ἀνεύθυνον. εἶτ’ αὐτὸ τοῦτο κατὰ περίοδον εἰπέ· εἶτα ἡ μὲν τέχνη τοῖς πᾶσι συγκεχώρηται· σὺ δὲ ταύτην ἐφ’ οἷς οὐ προσῆκον ἐπιδέδειξαι τοῖς δοθεῖσι παρὰ τῶν νόμων συνάψας, ἃ μὴ νενόμισται· καὶ τὴν ὡς σὺ φῂς ἐξουσίαν ἀνῄρηκας· εἶτα δυσχεραινόντων ἡμῶν ἐφ’ οἷς εἰς τοὺς νόμους τετόλμηκας τυραννικὰς οὕτως ἀπολογίας, μᾶλλον δὲ Μηδικὰς πρὸς Ἀθηναίους ποιῇ· καὶ τηλικαῦτα παρ’ ἡμῶν ἐγκαλούμενος οὐκ ἀποφαίνῃ μὲν ὡς οὐχ ἥμαρτες· τοῖς δ’ ἐγχειρήμασι προσεῖναι λέγεις τὴν ἄδειαν, καὶ πρὸς τὸ παρὸν ἐπ’ ἄλλοις κρινόμενος τοῦ δήμου παρασπάσασθαι τὴν πολιτείαν ἐπιχειρεῖς, καὶ τοὺς λόγους ἐπάγεις ἐπὶ σαυτὸν ὥσπερ τις ἐξ ἀκροπόλεως, ἢ Δαρεῖος ἄλλος τὸ γράφειν ἃ βούλει συγκεχωρῆσθαί σοι πιστούμενος· τούτων, ὦ Μίκων, τῶν πολεμούντων τῇ πολιτείᾳ, ταῦτα προβάλλεσθαι κατ’ Ἀθηναίων τὰ ῥήματα, τούτων τὴν ἄδειαν δι’ ὧν τὸν θεσμὸν παρακινοῦσιν αἰνίττεσθαι. εἶτα κατ’ αὐτὸν τοῖς ἀντιπάλοις φερόμενος διαδρᾶναι τὴν κόλασιν προσδοκᾷς· καὶ δεινὰ πάλιν τολμήματα συνάπτων τοῖς φθάσασιν ἀπολογεῖσθαι τανῦν ὑπὲρ ὧν ἥμαρτες προσποιῇ· τί τῶν πραττομένων κακῶν παρ’ Ἀθηναίοις ἀνεύθυνον· ἵνα σοι μετ’ ἐκείνων καὶ τὸ γράφειν ἀφῶ· εἶτα λοιπὸν ἔπαγε τὸ κατ’ εἶδος· ἔξεστι λέγειν, ἀλλ’ ἂν δημηγορήσῃ τις παρὰ τοὺς νόμους, φθάνει τὸ τέλος τῶν λόγων τοῦτον κολάζων ὁ δήμιος· ἔξεστιν πλεῖν, ἀλλὰ παρὰ τοὺς πολεμίους κεκώλυται· τὸ κεχρῆσθαι ὕδασιν ἀνεπίφθονον, ἀλλ’ οὐ τοῖς μυστικοῖς· ὅπλα κεχρῆσθαι καλὸν, ἀλλ’ οὐκ αὐτομολεῖν πρὸς πολέμιον.
8.140 ἀδεὲς τὸ γράφειν ἃ βούλεται, ἀλλ’ οὐχ οἷα σὺ τετόλμηκας συγκεχώρηται· ἔξεστιν ἀναιρεῖν, ἀλλὰ τοὺς πολεμίους τοῦτο ποιεῖν, καὶ τὰ τοιαῦτα· εἶτα ἁπάντων ὄντων τῶν καλῶν αἱρετῶν καὶ τῶν νόμων ἐπιτρεπόντων τὰ κάλλιστα, σὺ προστίθης τούτοις τὰ χείρονα· καὶ δράσας οὕτω πάντα ἀνήκεστα τὴν ἐξουσίαν προςτίθης τοῖς ἁμαρτήμασι· κατάβαλε λοιπὸν, ὦ Μίκων, παίζειν ταυτηνὶ τὴν κρίσιν ὑποκρινόμενος· ἔξεστι, λέγεις, μετὰ Μαραθῶνα καὶ τρόπαιον ἔξεστιν ἀδικεῖν· καὶ σὺ τοῦτο πρὸς Ἀθηναίους ἐρεῖς, ὁρῶν οὐδὲ βασιλέα τὸν μέγαν τοῦτο πολέμου τρόπῳ διαπραξάμενον· ἐντεῦθεν ἔκτεινον τὰ κατὰ Μαραθῶνα, λέγων, ἐξεῖναι πάντα ποιεῖν ἐνόμιζεν ὁ βασιλεὺς, ἀλλ’ αὐτὸς ὀψὲ τῆς ἀπάτης διὰ τῆς πείρας ἐπῄσθετο· ἐξεῖναι τῆς ἐλευθερίας ἀποστερεῖν Ἀθηναίους ἐνόμιζεν· ἀλλὰ παρ’ ἐλπίδας εὑρὼν κρείττους ἢ κατὰ δουλείαν ἡμᾶς τὴν τύχην ὠδύρετο, καὶ τὰ τοιαῦτα. εἰ μὲν οὖν τὴν ποικίλην γέγραφας, οὐδὲν δὲ ἐκ τούτου τὴν πόλιν ἠδίκησας, καλῶς ἐπὶ σαυτῷ καὶ τὸ γράφειν ποιῇ· εἰ δὲ ἥμαρτες, ἐξ ὧν τῷ τροπαίῳ τὴν ἀδοξίαν προσέθηκας τῇ πονηρίᾳ τοῦ τρόπου, σαυτὸν τῆς ἐξουσίας ἀφῄρησαι. ΜΕΤΑ ΤΗΝ ΑΝΤΙΛΗΨΙΝ ΘΗΣΕΙΣ ΤΟ ΧΡΩΜΑ ΑΝΤΙΣΤΑΤΙΚΟΝ ΠΕΡΙΕΧΟΝ.
8.141 Διατὶ τοῦτο πεποίηκα, τὸ δὲ χρῶμα ὥσπερ ἐπισφραγίζεται τὴν ἀντίληψιν, ὅτι ὑπὲρ ὑμῶν πεποίηκα· ὡς ἐπὶ τὸ πλεῖστον δὲ ἐν ταῖς ἀντιλήψεσι τὸ χρῶμα κατὰ τὰς ἀντιθετικὰς εὑρίσκεται, ἀντίστασιν, μετάστασιν, ἀντέγκλημα, συγγνώμην· ἀντιστατικὸν οὖν ἐνταῦθα θήσεις τὸ χρῶμα· οἷον, ἀλλ’ ὑπὲρ Ἀθηναίων, φησὶ, τοῦτον ἔγραψα τὸν τρόπον, ἵν’ ἐνδοξότερον τυγχάνῃ τὸ τρόπαιον. ΛΥΣΕΙΣ ΤΗι ΕΙΡΩΝΕΙΑι. Ὅτι τὰ οὕτω φανερὰ καθ’ ἡμῶν σὺ τολμᾷς ὑπὲρ ἡμῶν λέγειν εἶτα ὥσπερ ἐν παραβύστῳ κρινόμενος, καὶ μανδραγόραν πεπωκότων ἡμῶν ἢ οὐκ εἰδότων, τί μὲν ὑπὲρ ἡμῶν, τί δὲ καθ’ ἡμῶν τυγχάνει γιγνόμενον, ὑπὲρ ἡμῶν πεποιηκέναι φησὶν, ὦ Ζεῦ καὶ θεοί. καὶ τῆς εἰκόνος δημοσίᾳ προκειμένης τοῖς ἐντυγχάνουσιν, ὑπὲρ ἡμῶν εἶναι λέγεις τὰ γράμματα, τὸ τρόπαιον ἀπιστεῖσθαι ποιῶν. καὶ τὰ κατὰ Μαραθῶνα κατορθώματα μηδεμίαν ἔχειν ἀλήθειαν ὑπὲρ ἡμῶν ἐστιν ἀπιστεῖσθαι τὸ τρόπαιον. ὑπὲρ Ἀθηναίων, ὦ βέλτιστε, τοσαύτην ἀπιστίαν ἔχειν τὰ θαύματα, καὶ τὴν συμφορὰν ποιεῖς Πέρσαις ἀμφίβολον· καὶ ζητεῖς μαθεῖν τοὺς ἐντυγχάνοντας ἀκριβέστερον εἰ Πέρσαι παρ’ ἡμῶν ὅλως νενίκηνται· εἶθ’ οὕτως ἐκπαροινήσας τοῖς ἀριστεύμασι, καὶ τῶν τῆς πόλεως διαφθείρας τὰ κάλλιστα, εἰς τοὐναντίον περιτρέπεις τοὺς λόγους, καὶ ζητεῖς πείθειν, ὥσπερ ἐν σκότῳ καλῶς γεγενημένον τἀδίκημα· καὶ τοσαύτην, ἄνθρωπε, μετὰ τοὺς πόνους Ἀθηναίων ἀμαθίαν κατέγνωκας, ἵνα τολμήσας οὕτως ἀνήκεστα πείσῃς εἰς εὐεργεσίαν μεταβληθῆναι τἀδίκημα· εἶθ’ ἕνα μὲν ἀδικήσας ἄνθρωπος οὐδαμοῦ τολμᾷ πείθειν, ὡς ὑπὲρ αὐτοῦ τὸ πάθος ἐξείργασται· σὺ δὲ κατ’ Ἀθηναίων προθεὶς τὸν πίνακα, καὶ ποιήσας ὥσπερ αἴνιγμα τὸ πτῶμα τὸ Περσικὸν, τολμᾷς μεταποιεῖν οὕτω τὰ δράματα.
8.142 ΜΕΤΑ ΤΑΥΤΑ ΘΗΣΕΙΣ ΑΝΤΙΘΕΣΙΝ ΑΝΤΙΛΗΠΤΙΚΗΝ. Ἀλλὰ δυνατὸν ἀπαλεῖψαι τὴν ποικίλην. γνωστέον δὲ ὅτι ταύτην οὐκ ἔθηκε τὴν ἀντίθεσιν ὁ πολεμῶν, ἐν τῷ Ἀλκιβιάδῃ τῷ κρινομένῳ ἐπὶ τοῖς ἐκπώμασιν ἐντέχνως ποιῶν. ἐπειδὴ γὰρ κρίνεται Ἀλκιβιάδης ὡς ὑπομνήσας συμφορῶν διὰ τῶν ἐκπωμάτων τὴν πόλιν, οὐ δύναται δὲ λέγειν, ὅτι ἐὰν χωνεύσω τὰς φιάλας οὐκ ἔτι ὑπομνησθήσεσθε τῶν κατὰ Σικελίαν κακῶν· ὑπεμνήσθησαν γὰρ ἅμα τῇ θέᾳ κἂν τἀδικήματα παρελήλυθεν. ἐν δὲ τῷ προκειμένῳ ζητήματι τοιοῦτον οὐδέν ἐστιν. οὐδὲ γὰρ ἠπίστησαν τοῖς κατορθώμασιν, οὔτε πρὸς τὸ παρὸν ἀπιστηθῆναι δυνατὸν τῶν ἔργων οὕτω μαρτυρούντων ταῖς πράξεσι· διὸ καὶ τιθέναι τὴν ἀντίθεσιν ἐν τοῖς τοιούτοις τῶν ζητημάτων ἀκόλουθον· ἡ δὲ λύσις γιγνέσθω τοι ἐντέχνως ἐν τῷ λέγειν, ὅτι ἤδη γενομένην ἀπιστίαν πῶς οἷόν τέ ἐστιν ἀνακτήσασθαι, προσθεῖναι δὲ κἀκεῖνο· οὐκοῦν ἠδικηκέναι τὴν πόλιν ὁμολογεῖς· εἰ γὰρ λέγεις δεῖν μεταποιῆσαι τὰ γράμματα, ὁμολογεῖς δὲ διὰ τούτου τὸ τόλμημα, ἐπὶ τοῖς ἤδη τετολμημένοις τιμωρήθητι, καὶ τοῦτο πίστωσαι παραδείγμασιν· ὅτι δεῖ τὸν ὁμολογοῦντα ἀδικεῖν, τιμωρεῖσθαι, πρότερον οὐκ ἐγχειρίζεσθαι δευτέραν ὑπόθεσιν· οἷον ὁ κλέπτης ἂν ὑφελόμενός τι κατατίθεσθαι φάσκῃ τὰ φώρια, οὐκ ἄπεισι διὰ τοῦτο ἀτιμώρητος· ἐὰν ἀσεβήσας τις περὶ τοὺς κρείττονας ἐπαγγέλληται θύειν πολλάκις, οὐ διὰ τοῦτο γενήσεται τῶν προτέρων ἀσεβημάτων ὑπεύθυνος. ὁ δὲ κυβερνήτης ἀπολέσας τὸ σκάφος ἂν τῷ κεκτημένῳ τὴν ναῦν ἐξεργάσηται, σώζεται ποθέν· εἶτα σὺ μετὰ τὸ πάθος τολμᾷς διαδρᾶναι τὴν κόλασιν.
8.143 μηδὲ Δαρείου προσδοκῶν τὸ λοιπὸν τὰς Ἀττικὰς χεῖρας ἐκφεύξεσθαι· μετὰ ταῦτα εἰσβάλλεις εἰς τὸν ἐπίλογον. Ο ΔΕ ΕΠίλογος ἔχει προτροπὴν μειζόνων κατορθωμάτων, διατύπωσιν τοῦ πλοῦ, τῆς ἀγωγῆς τῆς ἐπὶ βασιλέα, τῶν ἀριστείων, τῆς ἐλευθερίας, τῆς δόξης, καὶ τῶν τοιούτων· διατυπώσεις δὲ λέγων, ὅτι ἐχρῆν σε τοιάνδε ποιῆσαι τὴν γραφήν· γνωστέον δὲ ὅτι εἴπομεν φιλοτιμίας ἕνεκεν γεγενῆσθαι τῷ Ἀθηναίῳ τὴν γραφήν· διὸ καὶ ἀνακαλύπτειν αὐτὸν τὸν σκοπὸν ἐπὶ τῶν ἐπιλόγων οὐκ ἄτοπον, καὶ προτρέπεσθαι ἐπὶ τὸν Περσικὸν πόλεμον τὴν πόλιν, καὶ ζητεῖν ἑαυτῷ προσγενέσθαι μειζόνων κατορθωμάτων κατάλογον. ἀλλὰ τί μοι δεῖ τῆς τιμωρίας τοῦ Μίκωνος; πρόσθες, ὦ Μιλτιάδη, τοῖς σεμνοῖς τούτοις κατορθώμασι τὸ λειπόμενον· πλήρωσον, ὦ στρατηγὲ, τῇ πόλει τὰ προσδοκώμενα· ἄναγε λοιπὸν ἐπὶ Πέρσας τὸν στόλον· δεῖξον βασιλέα τὸν μέγαν Μίκωνι πίπτοντα, οὐχ ὑπὸ χρημάτων, ἀλλ’ ὑπὸ τῆς αὐτοῦ δόξης. Ἐρετρίαν, ὦ στρατηγὲ, τανῦν ἀποδοῦναι τῇ θαλάττῃ σε λείπεται, καὶ Μήδων σαγηνεῦσαί σε τὰς φάλαγγας, καθάπερ ἐκεῖνοι τὴν Νάξον, ἐν μέσοις τοῖς κύμασι· στῆσον ἐν Βαβυλῶνι, καθάπερ ἐν Μαραθῶνι τὸ τρόπαιον· καὶ τῇ γῇ προσπλεύσας τῇ Μηδικῇ, δρόμον ἕτερον πλήρωσον Ἀττικόν· καὶ μετὰ τὴν ἀριστείαν ἀπόδος Ἐρετρίαν τῷ γένει, ἵνα κἀν ταῖς εἰκόσιν γῆν τὴν οἰκείαν ὄφλωσιν ἀπολαμβάνοντες καὶ βαρβαρικὸν ἅπαντες ἴδωσι γένος εἰς δουλείαν μετανιστάμενον πολλῇ κατ’ Ἀθηναίων ἀλαζονείᾳ χρησάμενον· πλήρωσον τῶν τριηρῶν, ὦ Μιλτιάδη, τὸν Πειραιᾶ· συνεπισχύσει τῷ στόλῳ τὰ κύματα, τὴν τύχην τὴν μέλλουσαν μαντευόμενα· τῶν Ἀττικῶν τὸ ῥοθίον στενοχώρησον, ἵν’ Ἀττικῆς ἀριστείας πληρώσας τὰ σύμπαντα τὴν ἐπὶ ταῖς νίκαις ἔχῃς εὐτυχίαν ἀήττητον· γενήσεται καὶ τότε Καλλιμάχῳ τις ἀριστεὺς παραπλήσιος· μιμήσεταί τις καὶ μετὰ ταῦτα Κυναιγείρου τὴν δεξιάν· συστρατεύσεταί σοι πάλιν ὁ Πὰν ταῖς προθυμίαις, καὶ δεύτερον καὶ Πέρσας ὑποτάξας τοῖς Ἕλλησι κοινὸν ἀναστήσεις Ἀθηναίων καὶ θεῶν αὖθις τὸ τρόπαιον· δεῦρό μοι, Πλαταιεῦ, κἀπὶ τῆς πολεμίας συνέργησον· συνάψαι με δεῖ τὴν Ἀσίαν τοῖς Ἕλλησι, καὶ μίαν ἀρχὴν Ἑλληνικὴν ἀποφῆναι τὰ σύμπαντα· ταῦτα, Μίκων, ἡμᾶς ἐργάσασθαι δεῖ· ταῦτα πληρῶσαι παραταττομένους τοῖς Ἕλλησι· συγχωρήσεις τι καὶ τότε Περσικοῖς δυστυχήμασι; οὐκ ἄρα δώσεις καὶ Πέρσαις πάλιν μετὰ τὸ τρόπαιον, καὶ τοὺς Ἀθηναίους ἀδικήσεις καὶ δεύτερον· ἀλλ’ οὐκ ἐπιτρέψω σοι τότε διαγράψαι τοὺς πίνακας.
8.144 οὐδ’ αἱρήσομαί σε ζωγράφον φιλοτιμίαις τὰ τῆς πατρίδος βασκαίνοντα· δός μοι μόνον, ὦ στρατηγὲ, δευτέρων εἰκόνων ὑπόθεσιν. εὑρήσω γὰρ ἕτερον ἐγὼ συμφιλοτιμούμενόν μοι τοῖς εὐτυχήμασι· τότε γράψωμεν, ὦ Μίκων, πάντας παραχωροῦντας τοῖς Ἕλλησι, καὶ μεταπίπτουσαν μὲν ἀρχὴν Μηδικὴν, κρατοῦντας δὲ, καθάπερ ἐν οὐρανῷ Ζεὺς, τῶν ἄλλων ἁπάντων τοὺς Ἕλληνας· καὶ Δαρεῖον μὲν γράψαι δουλεύοντα, γῆν δὲ πορθουμένην πᾶσαν τὴν βάρβαρον, καὶ νικηφόρους μὲν ἐπανερχομένους τοὺς Ἕλληνας, προηγουμένους δὲ τοῦ στόλου τοὺς κρείττονας· ταῦτα, Μίκων, γράψαι με δεῖ· τούτοις ἄξιον κοσμῆσαι τὴν ποικίλην τοῖς γράμμασι, οὐχὶ δὲ τοῖς ὑπὸ σοῦ τούτοις πίναξι τιμᾶσθαι τὴν πόλιν, ὦ Κυναίγειρε καὶ Καλλίμαχε· οἷα Μίκων μετὰ τὴν ὑμετέραν ἀριστείαν βεβούλευται· ὦ Μιλτιάδη καὶ τρόπαιον, οἵαν γραφὴν ἐν τῇ ποικίλῃ μετὰ τὴν νίκην ὁρῶ· ἀφανεῖς μὲν μικροῦ τοὺς νικήσαντας, λαμπροὺς δὲ τοὺς βαρβάρους τοὺς Ἀττικὴν πληγὴν οὐκ ἐνεγκόντας.
8.145 οὐκ εἶδες, Μίκων, ἐπὶ τῆς παρατάξεως Τισαφέρνην τὴν τύχην τῶν Περσῶν ὀδυρόμενον; οὐκ εἶδες ἰσχυρότερον νεὼς Περσικῆς ἀριστέα γενόμενον; καὶ οὕτω πᾶσιν ἐπέξελθε τοῖς Μηδικοῖς, οἷς δυνατὸν ὡς ἐπιλόγῳ χρήσασθαι. Πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικά· καὶ ἠρίστευσε τοῦ πένητος ἀποδημοῦντος ὁ πλούσιος· δωρεᾶς αὐτῷ μετὰ τὴν ἀριστείαν προκειμένης, ᾔτησεν ἔκδοτον ἀποδημοῦντα τὸν πένητα· ὁ πένης μαθὼν τὴν δωρεὰν ἀνεῖλεν αὑτόν· καὶ κρίνεται ὁ πλούσιος αἰτίας φόνου. Μεστόν ἐστι τὸ ἀντιληπτικὸν ὅλον τοῦτο ζήτημα. ὅτε γὰρ τοῦ πένητος θανόντος διὰ τὴν ἀπὸ τῆς δωρεᾶς γενομένην ἔκδοσιν, ὥσπερ ἐπὶ σκηνῆς ὅλον χορηγεῖ τὸ πάθος τῷ δράματι· οὐ μὴν ἀλλ’ ὑφειμένος ὁ λόγος τυγχάνει τῷ συνηγοροῦντι τῷ πένητι· ὅτε γὰρ πλούσιος ἀριστεὺς, ἥ τε δωρεὰ κατὰ τὸν νόμον, ὅ τε δῆμος τὴν ἔκδοσιν κυρώσας κατὰ ψήφισμα· καὶ πρὸς τούτοις ἄτεχνον τὸ καταδρομῇ κατὰ τοῦ πλουσίου χρήσασθαι τὸν κατήγορον· ἐκεῖνόν γε μὴν ὁ κατήγορος ἐπιχειρήσει ποιεῖν, τὸ διαβάλλειν τὸ τρόπαιον ἐν τῇ καταστάσει· καὶ τοῖς ἄλλοις μέρεσι τοῦ λόγου κατασκευαῖς ταῖς ἀπὸ τοῦ βίου τοῦ πλουσίου χρησάμενος, τρυφῇ λέγω καὶ μέθαις καὶ κώμοις καὶ τοῖς τοιούτοις, ἀφ’ ὧν δύσκολον ἀριστέα γενέσθαι τινά· ἰστέον δὲ, ὡς σκοπὸς τῷ ζητήματι ἀποδεῖξαι εἰληφότα τὸν πλούσιον τὴν δωρεὰν, κἂν ὁ πένης ἑαυτὸν τυγχάνῃ διαχρησάμενος· οἰκονομία καὶ μέθοδος τὸ πολλὴν κατὰ τοῦ δήμου ποιήσασθαι τὴν ἐπιτίμησιν.
8.146 διὸ καὶ ταύτῃ διαφέρει σκοπὸς οἰκονομίας, ὅτι πρὸς μὲν τὸν σκοπὸν πάντα συντείνειν ὀφείλει τὰ λεγόμενα, ἡ δὲ οἰκονομία μερῶν τινῶν ἐστι τῶν ἐν τῇ περιστάσει κατασκευαστική· χρησόμεθα δὲ προκαταρκτικοῖς παθητικώτερον οὑτωσί πως εἰπόντες. ΠΡΩΤΟΝ ΠΡΟΟΙΜΙΟΝ. Οἵας μὲν ἐκτίνω χάριτας, ὦ δικασταὶ, τῆς πολιτείας τῷ πένητι, τὸν πλούσιον ὑπὲρ τῆς αὐτοῦ τελευτῆς γραψάμενος, ἑωράκατε· οὐ μὴν οὐδὲ ὑμᾶς διὰ τὴν δωρεὰν ἐπίπροσθεν τὴν χάριν ποιήσασθαι τὴν πρὸς τὸν πλούσιον εὔλογον· τὸ γὰρ κατὰ τοὺς νόμους πάντα ποιεῖν καὶ συνέχει τὴν πολιτείαν καὶ τὸν ὑπὲρ τοῦ δικαίου συνείληφε λογισμόν· ἢ οὕτως· πολλὰ βουλευσάμενος, ὦ δικασταὶ, τήμερον περὶ ταυτησὶ τῆς γραφῆς, εἰ δεῖ πρὸς ἄνδρα πολεμοῦντα τοῖς πένησιν ἀγωνίσασθαι, προςθήσω δὲ τοῦτο καὶ πλούσιον, καὶ δεδοικὼς μὴ πλέον παροξύνας ἐπὶ τῇ κρίσει παρασκευάσω φανερῶς αἰτεῖσθαι πολίτου σφαγήν· εἰς ὑμᾶς τοῦτο καταστήσων ἀπήντησα, ἵνα παρ’ ὑμῶν διδάξω ψήφῳ ταῖς τοιαύταις αὐτοῦ δωρεαῖς ἀκολουθοῦσαν πάντως τιμωρίαν καὶ δικαστήριον· εἰ μὲν γὰρ ἐχθρὸς ὑπάρχων τῷ πένητι τὸν δῆμον ἐπίπροσθεν τῆς οἰκείας ὀργῆς ἐπεποίητο, μέτριος ἂν ἦν ἀποστερῆσαι τὴν πόλιν, εὐνοίας δημοτικῆς οὐχ αἱρούμενος· ἐπειδὴ δὲ καὶ πάντας συνηδίκησεν, ἵν’ ἀμύνηται τὸν προςκρούσαντα, καὶ τέλος τοιούτου τὴν πολιτείαν ἀφῄρηται ῥήτορος, συμφορῶν ἀπολαυσάτω μειζόνων, ἵνα πλουσίου μετὰ τὴν ψῆφον κειμένου μηκέτι παρ’ ὑμῖν πολίτου γίγνηται θάνατος ἐκ δωρεᾶς ὁμοῦ καὶ ψηφίσματος. ΠΡΟΟΙΜΙΟΝ ΔΕΥΤΕΡΟΝ. Ὁ μὲν οὖν πλούσιος, ὡς ἔοικεν, ἥδεται τὴν ἐκκλησίαν ἔρημον καταστήσας τοῦ πένητος καὶ πλέον ἐπὶ τούτῳ φιλοτιμούμενος ἐπὶ τὴν κρίσιν ἀπήντηκεν, ἵνα καθαρὸν ἐχθροῦ τὸ βῆμα θεάσηται, καὶ κατατείνῃ λόγον πολὺν οὐκ ἀνθισταμένου τοῦ πένητος· οὐ μὴν διὰ τοῦτο τὴν τιμωρίαν ὑποστείλασθαι δίκαιον, οὐδὲ σιωπῆσαι τὸν φόνον· οὔτε γὰρ ὑμῖν ὑποπεπτωκέναι τοῦτο δοκεῖν ἀνέξεσθε σήμερον· οὔτ’ αὐτὸς τῶν δικαίων ἀφέξομαι, ἵνα μὴ φόβῳ δόξας ὁ πλούσιος αὐτῷ μηδένα κατασκευάζειν κατήγορον, δεσπότης ἀντὶ πολιτευομένου τῆς δημοκρατίας, ἀντὶ πολίτου γένηται τύραννος.
8.147 ΠΡΟΟΙΜΙΟΝ ΤΡΙΤΟΝ. Θαυμαστὸν μὲν οὖν τάχα καὶ παρ’ αὐτοῖς τοῖς πολεμίοις ἐφαίνετο πλουσίου παρὰ τὴν μάχην ἀριστεύοντος μηδαμοῦ θεωρεῖν τὸν πένητα μετὰ τῶν ὅπλων παραταττόμενον· ἔστι δὲ οὕτως εἰπεῖν· ὁ μὲν οὖν θαυμαστὸς ἐκεῖνος πολίτης μαθὼν τὴν παρὰ τοῦ δήμου δωρεὰν συνεπιδέδωκεν ἑαυτὸν τῷ πλουσίῳ τῇ τελευτῇ· ἔστι δὲ καὶ ἡ ἄλλη ἔννοια· ὁ μὲν οὖν πλούσιος ἔχει καὶ τὴν δωρεὰν ὁμοῦ καὶ τὸν πένητα· ἔστι δὲ οὕτως εἰπεῖν· ὁ μὲν οὖν πλούσιος ἀριστεύσας ὑπὲρ ἡμῶν, ἵνα μὴ πολίτης πάθῃ τι κακὸν, αὐτὸς τοὺς πολεμίους μεμίμηται, πολίτην ἐχθρὸν παρ’ ἡμῶν αἰτησάμενος. ΚΑΤΑΣΤΑΣΙΣ. Μετὰ ταῦτα θήσεις τὴν κατάστασιν· ἔστι δὲ ἡ πολιτεία τοῦ πλουσίου καὶ τοῦ πένητος· φυλάττου δὲ τοῦ λόγου τὸ ὕπτιον· τίθει δὲ τὰ νοήματα ἐξ ἀντιθέσεως· οἷον ἔγραφε νόμους οὗτος· εἱστήκει κατήγορος· εἰσηγεῖτο γνώμην ἐν σκέψεσιν, οὗτος ἀντέλεγεν· πολίτην ὕβρισεν, οὗτος ἐγράφετο· ποιήσεις τὴν εἰςαγωγὴν τῆς καταστάσεως παθητικὴν, ὡς ἔθος ποιεῖν Πολέμωνι· ἐν οἷς, ἐὰν ὑπὲρ πένητος λέγῃς, καὶ καθόλου σοι ἔστω θεώρημα, μὴ ψιλῶς ἄρχεσθαι τῶν καταστάσεων, ἔνθα κατὰ ἀριστέως λέγεις ἐπὶ φόνου κρινομένου· οἷον ἠβουλόμην μὲν τὰ τῆς ἀριστείας λέγειν κατορθώματα· νῦν δέ με περιέλκει τὸ πάθος εἰς ἕτερα καὶ θρηνεῖν ἀναγκάζει πένης δημοτικὸς ἐλεούμενος, καὶ τὰ τοιαῦτα· ἐπειδὴ δὲ δεσπότης ἐπιθυμεῖ γενέσθαι τῶν νόμων κατὰ τὴν πόλιν ὁ πλούσιος, καὶ πρὸς τοῦτο σύμφωνον εἶχε τὴν σκέψιν τοῖς ἐγχειρήμασιν· εἶτα τοῖς κατὰ μέρος κατασκεύασον πρὸς τοὺς νόμους αὐθαδιζόμενος, τῶν τοῦ δήμου ψηφισμάτων ὑπερορῶν, δέων, ἀπάγων, ἄγχων τοὺς ἠτυχηκότας τῶν πολιτῶν· καὶ τὰ τοιαῦτα· εἶτα ἔπαγε ταῦτα· ὁ πένης ὁρῶν ἐδυσχέραινε· τὴν τύχην ὠδύρετο· τοὺς δυςτυχοῦντας ἠλέει, πρὸς τὸν πλούσιον ἤχθετο, ἐζήτει τρόπον ἀμύνασθαι προαιρούμενον τὸν τῆς δημοκρατίας πολέμιον· εἶτα ἔπαγε ΗΘΟΠΟΙΙΑΝ.
8.148 Λέγων, ἄνθρωπε, χρημάτων ἠπόρησας, καὶ πένης τις ὢν ἐν νόμοις στρέφῃ καὶ πολιτεύμασι, δημοτικὸς γενοῦ, τῶν νόμων προστάτης· μὴ ὑπερίδῃς τὸν πλούσιον κατὰ τῆς δημοκρατίας ἐπιφυόμενον, καὶ τὰ τοιαῦτα· εἶτα ἔπαγε ταῦτα πρὸς ἑαυτὸν πολλάκις διαψευσάμενος· ἐπολιτεύσατο, τῶν νόμων προστάτης ἐπὶ τὰς πολιτείας ἐγίγνετο γνήσιος ὁ πλούσιος· ἔγραφε παρὰ τὸν θεσμὸν νόμους, ἀντέλεγεν, εἰςηγεῖτο ψηφίσματα, καὶ παρὰ νόμον εὐθὺς παρὰ τοῦ πένητος ἦν ἡ γραφή· εἶτα καλῶς τὴν πολιτείαν διασκευάσας τοῦ πένητος ἔπαγε· ὅτι ἐντεῦθεν οὐδεὶς ἠδικεῖτο τὴν πόλιν, οὐ νέος, οὐ γέρων, οὐ πολίτης, οὐ ξένος· ἀλλ’ ἀκινήτων μὲν ὄντων τῶν νόμων, ἅπαντες εὐδαίμονες παρὰ τῶν πλησίον ἐμακαριζόμεθα· εἰρήνη γοῦν εἶδε τὴν πόλιν, καὶ πόλεμος οὐδαμόθεν ἠλπίζετο, οὐ στασιαζόντων τῶν πολιτῶν, οὐ τῶν ὁμόρων ἀπειλούντων τὴν μάχην, οὐχ ἑτέρων προςδοκωμένων ἐπάγειν τῇ πόλει μετὰ τῶν ὅπλων τὰ μηχανήματα· ὡς δὲ τὴν πόλιν ὁ πένης εὐνομουμένην εἶδε, μικρὸν τῆς πόλεως ἐχαρίζετο· ὡς δ’ ἐθήρασε τοῦ σεμνοῦ φύλακος ἔρημον τὴν ἐκκλησίαν ὁ πλούσιος, ἀτόπων καὶ παρανόμων πραγμάτων πληρώσας τὴν πόλιν, ὕβρεως, αἰκίας, ἀδικημάτων μυρίων, καὶ πόλεμον οὐκ οἶδα πόθεν εἶναι καθ’ ἡμῶν διηγόρευεν· ὡς δ’ ἐπὶ τούτοις ὁ δῆμος διὰ τὸ συμβὰν ἐταράττετο, καὶ πᾶς ἐπεζήτει πρὸς τὴν ἀριστείαν τὸν πένητα, μαθὼν τὴν ἀπουσίαν ἐγὼ, πόλεμος, ἔφην κατ’ ἐμαυτὸν, εἰς τὴν πόλιν εἰςάγεται, πόλεμος ἀπόντος τοῦ μόνου πρὸς τοὺς πολεμίους ἀρκέσοντος· ὃν ἀπεῖναι πάντως μαθόντες οἱ πολέμιοι καὶ προςβαλεῖν καθ’ ἡμῶν μετὰ τῶν ὅπλων ἐτόλμησαν· ὡς δ’ ἐπετείνετο τὸ δεινὸν, καὶ πρὸς τὴν μάχην ἕκαστος εὐτρεπίζετο, καὶ πεζοὶ μὲν ἕτοιμοι μετὰ τῶν ἀσπίδων εἱστήκεσαν, ἱππεῖς δὲ κατὰ συντάξεις συνήγοντο, καὶ πλῆθος μὲν ἀκοντιστῶν παρὰ τοῖς τείχεσιν ἦν· πᾶσα δὲ κατὰ τῶν δυσμενῶν νεότης κεκίνητο, φθάσας ὁ πλούσιος οὐκ οἶδα πῶς ἀριστεὺς ἐπανήρχετο· εἶτα δοὺς ὑποψίαν τῇ νίκῃ, σαφῶς μὲν μηδὲν λέγων, κατασκευάζων δὲ, ὡς ἐπιβουλῆς πάντα γεγένηται· οἷον καὶ τοῦ πολέμου τὸ τρόπαιον παραδοξότερον ἦν· ὅτι ζήσας ὁ πλούσιος ὡς ἴστε πάντες καὶ μέμνησθε, ἐρῶ γὰρ ἐγὼ βλάσφημον οὐδὲ ἕν, κατώρθου ταῦτα ἃ πένησι μᾶλλον ὠφείλετο τοῖς ἀεὶ περὶ τὰς ἀριστείας σπουδάζουσι, τοῖς τῆς ἐλευθερίας ὡς δημοτικοῖς ἀντεχομένοις ἀεί· εἶτα μετὰ τὴν νίκην νικηφόρος ἐπανερχόμενος, συνάγων ἐπὶ τῆς δωρεᾶς βουλευτήριον πᾶσι παρείχετο περὶ τῆς καθ’ αὑτὸν διαλογίζεσθαι χάριτος· καὶ οἱ μὲν ἔφασκον αὐτὸν εἰκόνα χαλκῆν παρὰ τοῦ δήμου σπουδάσαι λαβεῖν, οἱ δὲ σίτησιν, οἱ δὲ στέφανον εὕρασθαι παρὰ τοῦ δήμου μετὰ τὸ τρόπαιον· ἐγὼ δὲ μὰ τοὺς θεοὺς, ἐρῶ γὰρ πρὸς ὑμᾶς, καὶ πείσασθαι τῷ πένητι τὸν πλούσιον μετὰ τὸ τρόπαιον καὶ τὰ κατορθώματα προςεδόκησα· ἐξ ἀντιπολιτείας ἤλπισα διαλλαγῆναι τοῦτον μετὰ τὸν πόλεμον, καὶ τὴν ἀριστείαν ὀνειδίσαι τῷ πένητι, καὶ τῷ τροπαίῳ μετὰ τὴν χάριν φιλοτιμήσασθαι, καὶ τῇ τρυφῇ τοὺς πόνους ἀντεξετάσαι τοῦ πένητος, ταῦτ’ ἐνόουν, ταῦτα προςεδόκων, ταῦτ’ ἤλπιζον δρᾷν μετὰ τὴν ἀριστείαν τὸν πλούσιον· ὡς δ’ ἐπὶ τὴν ἀριστείαν ἐλήλυθα, καὶ τὸν πένητα λαβεῖν ἔκδοτον αἰτοῦντος ἀκήκοα, εὐθὺς καὶ πρὸς τὸν πόλεμον ὕποπτος ἐγενόμην, καὶ πάντων ὑπόθεσιν ἐπίστευον γεγενῆσθαι τὸν πένητα· μαθὼν οὖν ὁ πένης τὴν δωρεὰν ἠμφέβαλλεν, ἐθαύμαζεν, οὐχ οὕτω κοῦφον εἶναι τὸν δῆμον ἐπίστευεν, οὐχ οὕτω τῶν εὐνῶν τοῖς πλουσίοις ἐξίστασθαι· καὶ ἐνταῦθα τῷ τοῦ πένητος προσώπῳ περίθες ΗΘΟποιΐαν ἐπιτιμητικὴν πρὸς τὸν δῆμον· ὅτι κατεφρόνησεν οὗτος εὐνοίας ἐμῆς· κατεφρόνησε τοῦ προστάτου τῆς πόλεως, τῆς ἐλευθερίας τοῦ τηροῦντος ἀκινήτους τοὺς νόμους, καὶ κατ’ ἀρετὴν τὴν δημοκρατίαν φυλάττοντος· καὶ τὴν ἰσηγορίαν τηροῦντος ἀκίνητον· εἶτα ἔπαγε· ἀλλ’ ὅμως μαθὼν τὴν δωρεὰν ἀκριβέστερον ἑαυτὸν συνεπιδέδωκεν μετὰ τὴν χάριν τῷ σώματι· καὶ τὴν παρὰ τοῦ πλουσίου πληγὴν ἔφθανε κείμενος· καὶ τὴν τοῦ δήμου προαίρεσιν ἐπλήρου τοῖς ἐγχειρήμασιν· ὢ τῆς περὶ τὴν πόλιν σπουδῆς· ὢ δημοτικῆς εὐνοίας καὶ πολιτεύματος· ὠδύρετο κατὰ τοῦτο μόνον τὴν τύχην, ὅτι μὴ τελευτᾷ μετὰ τοῦ πλουσίου παραταττόμενος· εἶτα τοιοῦτον ἁπάντων ὑμῶν ἀπολωλεκότων δημαγωγὸν ἐῶμεν τὸν τῶν καλλίστων τῇ πόλει φθονήσαντα· καὶ τῶν νόμων ἀποστερηθέντος τοῦ φύλακος, αὐτὸς σιωπῶ τὴν ἐπήρειαν· μὴ γὰρ αὐτῷ βασκαίνω τῆς δωρεᾶς, πολέμιον μετὰ τὴν πολιορκίαν ἀμύνομαι· ὡς ἐχθρὸν τῆς δημοκρατίας εἰςήγγειλα.
8.151 ΜΕτὰ τὴν κατάστασιν θήσεις τὰ παραγραφικὰ, ὅτι οὐκ εἰμὶ αἴτιος φόνου· οὔτε γὰρ ξίφος, οὐ δεσμὸν ἐπιδέδωκα, οὔτ’ ἐπὶ βάθρον ἤγαγον. ΚΑΙ Λύσεις τοῖς ὁρικοῖς, ὅτι οὐ ταῦτα μόνον ποιήσας τις αἰτιός ἐστι θανάτου, ἀλλὰ καὶ ὑποχείριον λαβὼν, καὶ ἐμποιήσας προςδοκίαν τῶν δεινοτάτων· ἐργάσῃ δὲ οὕτως· εἶτα ἀποστερήσας τὴν πόλιν ἀριστέως, δημαγωγοῦ πρὸς λῆμμα ἢ χρυσίον μὴ ῥέποντος ῥήτορος, καὶ συλήσας συμβούλου μὲν τὴν ἐκκλησίαν, στρατηγοῦ δὲ τὸν πόλεμον, ἀγανακτεῖς ὅτι μὴ γέγονας πρὸς τὸν θάνατον αὐτόχειρ τοῦ πένητος, καὶ διαβάλλεις τὴν κρίσιν, ὅτι μὴ ξίφος ἢ δεσμὸν παρέσχες ἐκείνου ταῦθ’ ὑπομείναντος· ὥςπερ ἂν αὐτὸς μὴ παρῃτήσω διαθεῖναι δεξάμενος· εἰ μὲν γὰρ οὐκ ἐχθρὸς, οὐδὲ ἐπὶ τῷ λυμήνασθαι πρὸς τὴν αἴτησιν ταύτην ἀπήντησας, μάτην αἰτιῶμαι τὸν φόνον· εὐποιῆσαι γὰρ αὐτὸς οὐκ ἀνελεῖν τοῦτον ἐσπούδαζες· εἰ δὲ ἔκδοτον ᾔτησας, καὶ δέδωκεν ὁ δῆμος χρήσασθαι πρὸς ὅ, τι περ ἂν βουληθείης τῷ πένητι, τί τηνάλλως ἀναστρέφεις τοὺς λόγους· οὐ γὰρ ἡ κομψεία τανῦν, ἀλλ’ ἡ δωρεὰ τὸν φόνον κατηγορεῖ· ξίφος οὐκ ἐπέδωκα, φησὶν, οὐδ’ ἐπὶ βάθρον ἤγαγον, ὥσπερ ἡμῶν οὐκ εἰδότων, ὅτι, εἰ ταῦτα προςῆν, δραμεῖν ἐπὶ τὸν δήμιον ἦν εὐθὺς τὸ λειπόμενον, οὐ συγκροτεῖν δικαστήριον· καὶ τὸν αὐτὸν πρὸς τὴν σφαγὴν ἀμφοτέροις ποιήσασθαι τρόπον γενέσθαι, ἵνα καιρὸν ἔχοντες ἕνα τῆς τελευτῆς ταὐτὸν καὶ τὸν τάφον κληρώσωνται· εἶτα ἔπαγε, ὅτι οὐκ αὐτόχειρ ἐγένετο τοῦ πένητος, ἀλλὰ τῆς σκηνῆς αὐθέντης τοῦ πάθους ἐπὶ τῆς ἀλλοτρίας ἐγένετο, καὶ ὅτι οὐκ ἀπόχρη τοῖς ἁμαρτάνουσι, συνειδέναι μὲν αὐτοῖς τὴν γραφὴν, ἀφ’ ἑτέρων δὲ τὴν ἀπολογίαν προβάλλεσθαι· εἶτα ὅτι οὐχ εἷς τρόπος θανάτου αἰτίας ἐστί· καὶ οὐ προςῆκόν ἐστιν εἰς ὡρισμένα τινὰ περικλείειν τὴν κατηγορίαν· εἰ γὰρ τῶν ἐγχειρημάτων τὸ πλῆθος ἄπειρον, τῷ δὲ τέλει κρίνεται τὸ καθ’ ἕκαστον, ἀνθ’ ὧν δεσμὸν ὁ πλούσιος ἢ ξίφος προτείνεται, καὶ βαδίζει τὴν κύκλῳ· πῶς δὲ τῷ πένητι τῆς τελευτῆς ἐστιν οὐχ ὑπεύθυνος; οὐκ ἀποδεικνύει κρινόμενος· εἶτα πρόσθες ἐνθύμημα· ἢ γὰρ οὐκ εἴληφε κατ’ ἐκείνου τὴν δωρεὰν, ἢ ἐπειδὴ τοῦτο τυχὸν αὐτὸς οὐκ ἀρνήσαιτο, καὶ τῶν δευτέρων δημιουργὸς ἐξελήλεγκται· εἶτα πόμπευσον τῇ φράσει μελετηρότερον· καλὸν ἡμῖν, ὦ πλούσιε, δέδωκας τοῦ πένητος λέγειν ἐπιτάφιον· διορίζεται τὴν γραφὴν, ὥσπερ ἐν τῷ δράματι φιλοτιμούμενος· νῦν περὶ τῶν ἐγκλημάτων ἀμφισβητεῖς τῇ πόλει τοσαύτην διὰ τῆς δωρεᾶς παρασκευάσας τὴν συμφοράν· εἶτ’ ἐπεκτείνας τὰ τοιαῦτα νοήματα κατασκεύασον τοῖς ὁρικοῖς παραδείγμασι τὸ κεφάλαιον· τίς σώζει τυμβωρύχον, καθελόντα μὲν τοῦ πεπτωκότος τὸν τάφον, οὐχ ἁψάμενον δὲ τοῦ σώματος; ἱεροσύλου τίς ἀπαλλάττεται, κινήσαντος μὲν τῶν ἀνακτόρων τὰ ἀναθήματα, οὐ δυνηθέντος δὲ τῶν ἱερῶν ὑπεκκλέψαι τὸ σπουδαζόμενον; ἢ λωποδύτην ἀφίησι θοιμάτιον ὑφελόμενον, ἁλόντα δὲ πρὶν λαθεῖν ὃν ἠδίκησεν; ὥσπερ γὰρ τούτων ἀφελέσθαι τὴν προςηγορίαν αὐτὸς κύριος οὐδεὶς, οὐδὲ τὴν πρᾶξιν ἑλόμενος τοὔνομα νικῆσαι δεδύνηται· ἀλλ’ ὡς τῶν ἀγαλμάτων κλέπτης πλησίον καὶ ἱερόσυλος, καὶ ὡς τῶν τάφων ἐγγὺς ὁ λυμήνασθαι μέλλων τῷ σώματι· καὶ τυμβωρύχος οὕτως ὡς φονεὺς ὁ πλούσιος οὐκ ἀμφίβολος· εἶτα ἐὰν θέλῃς ἐκτεῖναι τὸ κεφάλαιον, δύνασαι καὶ ἀπὸ τῆς τοῦ νόμου ἀναγνώσεως καὶ ἀπὸ τοῦ συλλογισμοῦ καὶ πηλικότητος καὶ τοῦ πρός τι λαμβάνων τὰ νοήματα ἐκτεῖναι τὸ κεφάλαιον· δεῖ μέντοιγε συστέλλειν αὐτὰ καὶ κεκρυμμένως εἰςάγειν, ἵνα μὴ δόξῃς ὅρον τὴν στάσιν μελετᾷν; ἀλλὰ μὴ κεφάλαιον ὁριστικοῖς κατασκευάζειν νοήμασι· καὶ γίνεταί σοι μεῖζον τοῦ ἔργου τὸ πάρεργον.
8.153 ΜΕΤΑ ΤΑΥΤΑ θήσεις ἀντίθεσιν ἀντιληπτικὴν παραγραφὴν οὖσαν καὶ αὐτὴν ἀπὸ τοῦ προσώπου τοῦ πένητος, δύναμιν ἔχουσαν τοιαύτην, ὅτι οὐκ ὀφείλω ἐγὼ κρίνεσθαι, ὑπὲρ ὧν ἄλλος πεποίηκεν. Ἡ ΛΥΣις μεταληπτικὴ, ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τοῦ ψηφίσματος, ἀλλὰ μετὰ τὴν δωρεάν· ἀπαντήσεις δὲ οὕτως· καὶ τίς ὁ παρασχὼν τὴν ὑπόθεσιν; ἀλλ’ οὐκ ἐγὼ, φησὶν, διεχρησάμην τὸν πένητα, ἄλλ’ αὐτὸς παρέσχου τῶν γενομένων τὴν πρόφασιν· εἶτα ἐκτενεῖς τοῦτο τὸ νόημα λέγων, πρόςθες τῷ λόγῳ τὴν δωρεάν· καταβήσομαι γὰρ μετὰ τὴν ἀπολογίαν τοῦ βήματος· εἰπὲ πόθεν ὁ πένης νεκρός· σαυτοῦ γὰρ ἔσῃ παραυτίκα κατήγορος· μὴ πρὸ τῆς ἀριστείας ταύτην εἴχομεν κατὰ σοῦ τὴν γραφήν; μὴ πρὸ τῆς δωρεᾶς ἑαυτὸν ὁ πένης ἀνῄρηκεν; πόθεν. οὐδὲ γὰρ οἶσθα τὴν ἀρχὴν εὑράμενος παρὰ τοῦ δήμου τὴν δωρεάν; οὐδὲ τιμὴν εἶχες τὴν προξενοῦσαν ἐκείνῳ τὴν τελευτήν· αὐτὸς τυγχάνεις τῶν συμβεβηκότων πατήρ· εἶτα τὸ Δημοσθενικὸν νόημα εἰπέ.
8.154 εἰ γὰρ ὁ τὸ σπέρμα παρασχὼν καὶ τέλους ἔχει τὴν πρόφασιν, καὶ τὴν ἀρχὴν ὁ δεδωκὼς τῶν ἑτέρων οὐκ ἀποστερεῖται, σὺ τὴν αἰτίαν τῷ πένητι παρασχὼν ὑπεύθυνος καὶ τοῦ θανάτου γεγένησαι· εἶτα κῶλον ἄλλο εἰπὲ ἀπὸ τοῦ ἐναντίου· εἰ γὰρ ὁ χρηστὴν τῷ δήμῳ πρᾶξιν εἰςηγησάμενος πληρωθείσης ἔχει τὸν ἔπαινον, διότι τὴν ἀφορμὴν αὐτὸς τῶν εὐτυχημάτων παρέσχετο, τῶν ἀτόπων τὴν αἰτίαν ὁ παρασχὼν τὸ μὴ σώζεσθαι δίκαιος· εἶτα ἀπὸ βουλήσεως τοῦ πένητος· ὅτι πάντες ἄνθρωποι σώζεσθαι βούλονται, κἂν σφόδρα δυςτυχῶσιν· εἶδε δὲ ὁ πένης, ὅτι ἅπαξ ὑπὸ σοὶ γενόμενος οὐδὲ μιᾶς ἐλπίδος τεύξεται· καὶ τὰ τοιαῦτα. ΜΕΤΑ ταῦτα θήσεις τὴν ἀντίληψιν. Ἀλλ’ ἔξεστίν μοι, φησὶν, αἰτεῖν δωρεάν. ΛΥΣΕΙΣ τῇ μεταλήψει, ὅτι οὐ τοιαύτην ἔξεστιν αἰτεῖν· μὴ εὐθὺς δὲ ἀπαντῶν ταῖς λύσεσιν ἐπὶ τὰς διαιρέσεις ἔρχου· ἀλλ’ ἐκ περιβολῆς ἀπάντα· οὕτω γὰρ γοργότερος καὶ μελετητικώτερος ὅλος γενήσεται· οἷον καὶ πόθεν οὕτως τυραννικὰς ποιεῖσθαι τὰς ἀποκρίσεις μεμάθηκας; νῦν σε τὴν ἐξουσίαν ὁ πένης ἀνῃρημένος ἐδίδαξε; νῦν οὕτω θρασύνεσθαι κατὰ τοῦ δήμου μεμάθηκας; νῦν ἡμῖν ὥσπερ ἐξ ἀκροπόλεως διαλέγῃ κρινόμενος; καὶ τὸν νόμον ὑπερορᾷς, ἐξεῖναί σοι λέγων ἃ μὴ νενόμισται; εἶτα ἐπὶ τὴν διαίρεσιν τοῦ κεφαλαίου ἐλθὲ, οὖσαν τοιαύτην μεταληπτικήν· ἀλλ’ οὐ ταύτην ἔξεστίν σοι λαμβάνειν τὴν δωρεάν· οἷον ἔξεστι λέγειν. ἀλλ’ οὐχ ἁρπάζειν δημαγωγοὺς ἐκ τῆς πολιτείας συγκεχώρηται· πόθεν τῶν πολιτῶν τις τυγχάνει κατὰ τὴν δημοκρατίαν ἀνεύθυνος; τίς στρατηγὸς ἢ ῥήτωρ ἢ σύμβουλος τοιαύτην ἐπὶ τοῦ βήματος ἀφῆκε φωνήν; τίς τὰς εὐθύνας παρῃτήσατο πώποτε; κύριον ἑαυτὸν τῶν ἐγκαλουμένων ἀποφαινόμενος; τοῦτο τῆς μοναρχίας μόνον ἐξαίρετον· τοῦτο τοῖς τυραννουμένοις παρασχεῖν ἀκόλουθον· ἀκούειν δὲ τοιαῦτα λεγόντων τῶν δημοκρατουμένων ἀλλότριον· εἶτα ἐλθὲ ἐπὶ τὰ παραδείγματα· οὐδεὶς ἐν δημοκρατίᾳ ἀνεύθυνος· στρατηγὸς ἂν νικήσῃ τοῖς ὅπλοις μέχρι τῶν τροπαίων μετὰ τὴν νίκην οὐχ ἵσταται· ἀλλ’ ἐπὶ τὰς εὐθύνας ἔρχεται κἂν προλαμβάνῃ τὴν ὑπὲρ αὐτοῦ ψῆφον τὰ πράγματα· καὶ δίδωσι λόγον τὴν κρίσιν οὐ παραιτούμενος· εἶτα στρατηγὸς μετὰ τῶν ἐν πολέμῳ πραχθέντων οὐ παραιτεῖται τὴν κρίσιν· σὺ δὲ κρινόμενος τὴν ἐξουσίαν βοᾷς; ἐκτείνειν δὲ τὸ κεφάλαιον ἔχεις ἐκ τῶν ἐγκωμιαστικῶν τόπων· οἷον ὢ πόσους νόμους μέλλοντας ὑπὸ τοῦ πένητος τίθεσθαι κεκώλυκας· ὢ πόσα ψηφίσματα, πόσας κατηγορίας, πόσας ἀριστείας, καὶ τὰ τοιαῦτα· ἂν δὲ καὶ μελετητικώτερον θελήσῃς εἰπεῖν, ἐκ τῆς ὑποκειμένης ὕλης λαβὼν εἰπέ· ὢ πολιορκίαν παρασκευάσας ἡμῖν καὶ τοῦ πολέμου χαλεπωτέραν· οὐδεὶς ἐκ τῆς μάχης, ὦ δημοτικὲ φιλόπολι, πένης ἀνῄρηται, οὐδὲ τοιαῦτα πέπονθεν ἐκ πολιορκίας ἡ πόλις· ὦ καὶ τῆς συμφορᾶς τανῦν ἀπανθρωπότερε πλούσιε· ἔξεστι, λέγεις, κατὰ τοῦ δήμου λαμβάνειν τὰς δωρεὰς καὶ συνάπτειν τοῖς ἀνευθύνοις ἐπήρειαν ἔξεστι καὶ δημηγορεῖν· ἀλλὰ κατὰ τοῦ δήμου κεκώλυται· ἔξεστιν ἀποδημεῖν· ἀλλὰ πρὸς τοὺς πολεμίους τοῦτο δράσας εὐθὺς ἔχει μετὰ τὴν πρᾶξιν τὴν κόλασιν· πότε ταύτην τὴν φωνὴν ὁ πένης ἀφῆκε, δημηγορῶν; πότε τινὸς ἐκεῖνος ἑαυτὸν ἐπὶ τῆς ἐκκλησίας ἀπέφηνε κύριον; ἐπολέμει καὶ τοῖς ταῦτα λέγουσιν ὁ δυςτυχέστατος, καὶ τυράννους τοὺς τοιούτους ἀποκαλῶν ἦγεν εἰς δικαστήριον τιμωρούμενος· τηρήσατε ταύτην, ὦ ἄνδρες, τὴν πολιτείαν τοῦ πένητος, καὶ τούτοισι τοῖς ἀλαζόσιν οὐκ ὄντας ὑμᾶς ἀσθενεῖς ἐπιδείξατε· οὕτως ἀποκρινομένους, ὦ πλούσιε, τοὺς πρὸς σοῦ πολιτευομένους, μεμάθηκας· εἰπὲ, τί παρὰ τοῖς δημοκρατουμένοις ἀνεύθυνον, τίς βίος ἢ πρᾶξις ἢ λογισμὸς ἢ προαίρεσις; ἀλλ’ οὐκ ἂν ἔχῃς εἰπεῖν· εἰ μὲν γὰρ ἕτεροι τῶν πλουσίων οἱ νόμοι, ἕτερα δὲ τῶν πενήτων τὰ δόγματα, ἀφίημί σε τῆς γραφῆς, οὐδὲν τὴν πόλιν ἠδίκησας· εἰ δὲ πᾶσιν ἡμῖν ἡ αὐτὴ πολιτεία καὶ γράμματα, τοῖς δικασταῖς ὁμολόγει τὴν χάριν ἔτι σωζόμενος· αἰτεῖ τις, ἀνόητε, χάριν τὴν λυποῦσαν τὴν πόλιν, καὶ δωρεὰν εὑρίσκεται λαμβανομένην τοῖς πράγμασι· τίνος τὸν αἰτοῦντα γραψόμεθα; πότερον τῶν ἀποβεβηκότων κακῶν, ἢ τῆς δωρεᾶς, ἥ τις τὸ δεινὸν τοῖς παθοῦσι προὐξένησε· κατάθου λοιπὸν μετὰ τὴν συμφορὰν τὴν πόλιν εἰρωνευόμενος.
8.156 ΜΕΤΑ ΤΗΝ ἈΝΤΙΛΗΨΙΝ ΘΗΣΕΙΣ ΤΟ ΧΡΩΜΑ Ἀντεγκληματικὸν τυγχάνον διὰ τὴν ἔχθραν· εἶπον δὲ ἤδη ὅτι κατὰ τὰς ἀντιθετικὰς ἐν ἀντιλήψει τυγχάνει τὰ χρώματα. ἄξιος γὰρ, φησὶν, ἦν τοῦ ταύτην αἰτῆσαί με παρὰ τοῦ δήμου τὴν δωρεάν· ἀλλ’ ἄξιος, φησὶν, ἦν. ΛΥσεις τῇ πολιτείᾳ τοῦ πένητος· τῆς τοιαύτης ὁ πένης ἄξιος ἦν συμφορᾶς, ὅτι σε κακοῦργον πολλάκις καὶ παράνομον ἤλεγξεν. ἄξιος ἦν, ὅτι τῶν νόμων οὐχ ὥσπερ σὺ καὶ τῆς πατρίδος ἐφείδετο, ἀλλὰ δημηγοροῦντα μὲν ἤλεγξεν, ἀδικοῦντα δὲ πολλάκις ἐγράφετο· πόθεν ταύτην, εἰπέ μοι, τὴν ἀξίαν ἐπέγνωκας; ἀπὸ τῆς πολιτείας τοῦ πένητος, ἀφ’ ὧν ἔγραφεν ἢ συνεβούλευεν, ἢ καὶ ἐξ ὧν ἡμῖν τὰ πράγματα τοῖς δημοτικοῖς οὐ προςήκατο; ἀπὸ τούτων ἐστοχάσω τῆς ἀξίας, ὦ πλούσιε; ἀπὸ τούτου τοῦ θανάτου ἐκεῖνον τετίμησαι; ἀλλ’ οὐ παρ’ ἡμῖν ὁ δυστυχὴς ἐκεῖνος ταύτην ἔσχε τὴν δόξαν πολιτευόμενος· ἀλλ’ ἄν μοι στεφάνων ἄξιον λέγῃ καὶ κηρυγμάτων καὶ τιμῶν ἄλλων μυρίων, ὁμολογῶ καὶ τὸν ἄνδρα σαφῶς ἐγνωκέναι σὲ πείθομαι.
8.157 ἂν δὲ τιμωρήσῃς με τῇ συμφορᾷ, οὐ συγχωρῶ βλασφημεῖσθαι τὸν κείμενον· οὐ γὰρ ὑπὲρ ἄλλου τινὸς ἢ τῆς πόλεως τὸν πρὸς σὲ πόλεμον ἐπανήρατο· παρώξυνέ σε πολλάκις εὔνους τυγχάνων τῇ πόλει· αὕτη τῆς ἔχθρας ἡ πρόφασις, τὸ λέγειν κατὰ τοὺς νόμους, τὸ δημηγορεῖν τὰ συμφέροντα, τὸ ζητεῖν τιμωρεῖσθαι τοὺς ἁμαρτάνοντας, τὸ μὴ συγχωρεῖν σοι πρὸ πάντων τοὺς ἀσθενεστέρους βιάζεσθαι· νόμον εἰςέφερες καὶ γραφὴ διεδέχετο τὴν ἀνάγνωσιν· ἔγραψες ψήφισμα, καὶ τὴν πόλιν ἠνέσχου παρακρουόμενος· ἐπρέσβευες· καὶ τί τῶν ἀνηκέστων ἐν τοῖς λογισμοῖς οὐκ ἐδείκνυτο; ψευδεῖς ἀπαγγελίαι καὶ λόγοι, χρόνων πλῆθος μάτην ἀπολωλὸς, πράξεις παρὰ τὰ πεπραγμένα γινόμεναι, πρεσβεῖαι καὶ φιλίαι πρὸς τοὺς πολεμίους, καὶ σύνοδοι· ταῦτα τὸν φόνον, ταῦτα τὴν ἔχθραν ἐξέκαυσεν· ὑπὲρ τούτων ἁπάντων ὁ πένης πολέμιος, ὅτι ποτὲ τοῦτον ὡς προδότην εἰςήγγειλε καὶ λειποταξίου γραψάμενος περὶ σωτηρίας κινδυνεύειν ἠνάγκασεν· εἶτα πρόςθες ἀπολογίαν τοῦ πένητος, οὐ μισῶν τὸν πλούσιον· οὐ γὰρ ἀνελεῖν τοῦτον ἐσπούδασεν, ἀλλὰ ζητῶν τὴν πολιτείαν μηδαμοῦ βλάπτεσθαι, καὶ πάντας δημοτικοὺς καὶ τῆς πολιτείας ἐραστὰς εἶναι βουλόμενος· μὴ τῆς παρὰ σοὶ νομιζομένης ἔχθρας ἦν ἡ πόλις ὑπόθεσις· ἐγὼ μὲν γὰρ αὐτὴν καὶ φιλίαν ἀποκαλῶ καὶ διόρθωσιν πρὸς τὸ βέλτιστον· εἰπὲ τί τῶν ἰδίᾳ σοι προςηκόντων ὁ πένης λελύμανται; ποίας ἐμπορίας ἢ συναλλαγῆς ἀπεστέρησε; ποῖον ἀγρὸν ἢ τίνα λελύμανται τὴν οἰκίαν; ἀλλ’ οὐκ ἂν ἔχῃς δεικνύναι· εἰ δὲ τούτων ἠπόρησας, τὴν πολιτείαν καὶ σιωπῶν ὁμολογεῖς· ἡ γὰρ τῶν ἑτέρων ἀναίρεσις τυγχάνει τῶν λειπομένων κατάθεσις· νῦν δὲ ἁμαρτάνων καὶ σαυτὸν ἕτοιμον τῷ πένητι παρέχων πρὸς ἐπανόρθωσιν ἔχθραν τὴν ὠφέλειαν ἀποκαλεῖς· εἶτα πρόςθες, ὅτι καὶ σὺ αἴτιος εἶ τῆς ἔχθρας· τί γὰρ δημοτικὸν πένητα παρὰ νόμον ἠρέθιζες; καὶ ἔκτεινον τὸ τοιοῦτον νόημα, εὐπορίαν ἔχον πολλὴν ἀπ’ αὐτοῦ πρωτοτύπως ἀπὸ τῶν ἐναντίων· οἷον ὅπου γὰρ κατὰ τοὺς νόμους πράττοντι οὐκ ἀντέλεγε, παρὰ τὴν συνήθη τάξιν τῆς πολιτείας δημαγωγοῦντί σοι οὐκ ἀνθίστατο· εἶτα λοιπὸν κοινὰ ἀπὸ τοῦ κεφαλαίου καὶ τῆς πολιτείας καὶ τῆς ποιότητος τὰ κομματικὰ προςτιθῇς, πληρώσεις τὸ κεφάλαιον· οἷον ταῦτα τῷ κακοδαίμονι τὸν φόνον προὐξένησε· τί γὰρ ἐζήτει τῶν κοινῶν οὕτω φροντίζειν καὶ μὴ κήδεσθαι; τί δὲ φυλάττων τὴν δημοκρατίαν ἀκέραιον, πλούσιον πρὸς τὸν καθ’ ἑαυτοῦ παρώρμησε πόλεμον; νῦν δὴ τοῦ περὶ τὴν πολιτείαν ὁ πένης ἡττημένος ἔρωτος ἁπάντων ὑπερεῖδε, τῶν κοινῶν ὑπερμαχῶν, καὶ τὴν δημοκρατίαν φιλῶν, λυπεῖν τοὺς πολεμίους ἠνείχετο· ἔρως ἦν, ὦ βέλτιστε, κατὰ σοῦ παροξύνων τὸν πένητα, καὶ πατρίδος σπουδὴ, θανάτων μυρίων ὑπερφρονεῖν ἀναγκάζουσα· σὺ δὲ τούτων συγγνοὺς οὐδενὶ πολέμιον τὸν τῶν νόμων ἀπεκάλεις ἐραστὴν, καὶ τὰ τοιαῦτα.
8.158 ΜΕΤΑ ΤΟΥΤΟ ΘΗΣΕΙΣ ΤΟ ΜΕΤΑΣΤΑΤΙΚΟΝ ΤΟ ΕΠΙ ΔΗΜΟΝ. Ἀλλ’ ὁ δῆμος πεπεῖσθαί φησι. ΛΥσεις οὕτως· τοῦτο γάρ ἐστι τὸ χαλεπώτατον· ὅτι μὴ μόνον ᾔτηκας, ἀλλὰ καὶ πέπεικας· εἰ γὰρ ὁ λέγων ἃ μὴ δεῖ πλημμελεῖ, ὁ πείθων ταῦτα τὸν δῆμον διπλασιάζει τὰ ἁμαρτήματα· ὥσπερ γὰρ αὐτὸ τοῖς βουλευομένοις γνώμην βλαβερὰν εἰςενέγκασθαι, οὕτω τοῖς πείθουσιν ἄν τι συμβῇ δυσχερὲς, ἡ πόλις προςεπιγράφει τὰ πταίσματα· πονηρὸν, ὦ δικασταὶ, ῥήτωρ κακόνους καὶ σύμβουλος· ἐλεγχθεὶς μὲν γὰρ παραχρῆμα τὴν συμβουλὴν ἀναχωρεῖ τῆς ἐκκλησίας ἀζήμιος· συνεργὸν δὲ τὸν δῆμον τῶν ἐσκεμμένων δεξάμενος ἄπεισι μετὰ τῶν νόμων ἂν ἁρπάσῃ τὰ πράγματα· οὕτω πολιορκεῖται τὸ γένος· οὕτως ἄνθρωποι τυραννοῦνται δημοκρατούμενοι· πιθανῶν μὲν δοκούντων εἶναι τῶν εἰςηγουμένων τὸ κατ’ ἀρχὰς, ἀνατροπὴν δὲ μετὰ ταῦτα τῶν ὑπαρχόντων παρασκευαζόντων πόλεμον· καὶ μετὰ τὸ παθεῖν τότε τούτων παρεχομένων τὴν αἴσθησιν, πέπεικα, λέγεις· καὶ τὴν ἀνάγκην ὀνομάζεις πιθανωτέραν πρὸς ῥήματι· καὶ μετὰ τὴν συμφορὰν τοῦ δήμου κατηγορεῖς· ὁ δῆμος αἴτιος θανάτου τοῦ πένητος· καλὴν ἀποδίδως ἡμῖν ὑπὲρ πενήτων τὴν πρόνοιαν· καλῶς τῷ δήμῳ τηρεῖς ὑπὲρ τῶν πολιτευομένων τὰς ἀμοιβάς· καὶ τὸ πάθος, ὦ σὺ, παρασκευάσας ἐπὶ τὸν δῆμον ἀνάγεις ὡς αἴτιον· καὶ τραγῳδίας πληρώσας τὴν πόλιν ταύτην τῶν συμβεβηκότων ποιεῖς αἰτίαν· τίς οὕτω πονηρὸς ἢ θρασὺς τῶν οἰκείων ἐγκλημάτων τὸν δῆμον ἐμέμψατο; τίς ἐπὶ τοὺς ψηφισαμένους ἤγαγε τὴν γραφὴν, πεπεῖσθαι λέγων ἃ μὲν προείρηται; εἰ μὲν γὰρ διεχρήσατο τὸν πένητα, ὁ δῆμος βεβούληται, καλῶς τὸν κυρώσαντα τὴν δωρεὰν αἰτιᾷ· εἰ δὲ πέπεικας αὐτὸς προςελθὼν, ἃ μηδὲ γενέσθαι προςηύχετο τῶν συμβεβηκότων αὐτὸς, οὐχ ὁ πεπεισμένος ἀνεύθυνος· πολλοὶ περιπεπτώκασι συμφοραῖς συμβούλοις οὐκ ἀγαθοῖς πιστεύσαντες· εἶτα ἔπαγε τὰ παραδείγματα· ἐάν τις πείσῃ τὴν πόλιν πόλεμον πρὸς τοὺς ὁμόρους ποιήσασθαι, ἆρα ἡ πόλις τῶν δεινῶν αἰτία; ἂν δὲ στέφανον σχῇ μετὰ τὸν πόλεμον ἢ τρόπαιον, οὐχ ὁ ποιήσας φιλοτιμεῖται τὰ κατορθώματα; μὴ τοίνυν λέγε ὡς ἡ πόλις πέπεισται· σὸν γὰρ ἅπαν, οὐ τῶν πεπεισμένων τὸ κατηγόρημα· καὶ ὅσα τοιαῦτα.
8.160 ΜΕΤΑ ΤΑΥΤΑ Θήσεις τὴν ἀπὸ τοῦ ἀποβάντος ἀντίθεσιν, πάντη καὶ πάντως ἐν τοῖς ἀπὸ τοῦ ἀποβάντος λυομένην συγγνωμονικῶς· ὥσπερ γὰρ εἰ τὸν πλούσιον ἐμελέτας, ἔθηκας ἂν τὴν ἀπὸ τοῦ κατηγόρου ἀντίθεσιν τοιαύτην· ἀλλ’ ὁ πένης ἀνῄρηται· καὶ ἔλυσεν ὁ πλούσιος συγγνωμονικῶς, ὅτι ἠγνόουν ὡς ἑαυτὸν διαχρήσεται, οὕτω τὴν ἀπὸ τοῦ πλουσίου τιθεὶς ἀντίθεσιν, τὴν ὅτι ἠγνόουν, εἰ ἑαυτὸν ἀναιρήσει. ΛΥσεις ἐνστατικῶς, ὅτι οὐκ ἦν ἄδηλον· οἷον ἀλλ’ ἠγνόουν, φησὶν, ὡς ἐξ ἀνθρώπων ὁ πένης γενήσεται, καὶ τίς μετὰ τὴν τοιαύτην σου δωρεὰν πιστεύσει τὴν ἄγνοιαν; τίς δὲ τὸν λόγον προςδέξεται σωφρονῶν; ὑπ’ ἐχθρῶν γενέσθαι τίς αἱρεῖταί ποτε; καὶ τραφεὶς ἐν νόμῳ καὶ πολιτεύμασιν ἀγαπᾷ δεσπότην ἑαυτοῦ καταστῆσαι πολέμιον; ἄνθ’ ὅτου γὰρ εἰπέ μοι καὶ τοῖς βαρβάροις μαχόμεθα; ἄνθ’ ὅτου δὲ τοῖς πολεμίοις συμβάλωμεν; οὐχ ἵνα μηδὲν πάθωμεν ὑβριστικὸν ὑφ’ ὧν ἥκιστα ἐχρῆν, μηδὲ δουλεύσαντες μὲν ἑαυτοὺς θεασώμεθα· πάσχοντες δέ τι περὶ τὴν ἀταξίαν τῷ σώματι· πῶς τοίνυν προφέρεις τὴν ἄγνοιαν, οὐδενὸς τῶν τοιούτων τὸν πένητα εἰδὼς ἀντεχόμενον, οὐδὲ ζῇν χωρὶς ἐλευθερίας βουλόμενον; ἤλπισας ἂν, ὦ πλούσιε, τὸν δημαγωγὸν ἐπὶ σοὶ γενέσθαι στρεβλούμενον ἰδεῖν, ἢ παρεστάναι δουλεύοντα; πόθεν; οὐχ οὕτω ταπεινὸς ὁ μεγαλόφρων ἐκεῖνος ἐτύγχανεν· οὐχ οὕτως ἀσθενὴς ὁ πολλάκις ὑπὲρ τοῦ γένους παραταξάμενος, ὁ συμβουλεύων τῷ δήμῳ μὴ προέσθαι τὴν ἐλευθερίαν ποτὲ, μηδὲ χαίρειν ἀδόξοις ἐπιτηδεύμασιν, ἀλλὰ φιλοτιμεῖσθαι τοῖς κατορθώμασιν· οὐ ταύτην ἔχων τὴν πολιτείαν ἔκδοτος ὢν πρυτανεύειν αὐτῷ τὴν σωτηρίαν ἠβούλετο, ἵνα τινῶν μετὰ τὴν πολιτείαν ἀπήλασε δουλείας ἀντ’ ἐλευθερίας, ὦ πλούσιε, καὶ κολακίας ἀντὶ δημηγορίας, καὶ λόγων ἢ τρυφῆς τῆς παρὰ σοὶ συντιθέναι τοὺς λόγους, ἀντὶ τοῦ γράφειν λόγους ἢ ψήφισμα.
8.161 μυρίους ἂν ἐκεῖνος ἐνεγκεῖν θανάτους ὑπέμεινεν, ἢ τοιαύτην ἡμέραν αὐτῷ δεῖξαι τὸν ἥλιον· εἰ δ’ ὑπὸ σοὶ ζήσεσθαι προςεδόκησε, καὶ αὐτὸς ἕν τι τούτων ἀτυχήσας ὑπέμεινας· εἰ δὲ τοιαύτην αὐτὸς καρτερεῖς ὑπομεῖναι τύχην, πότε εὐέλπιδες ἡμεῖς οἱ παρὰ σοὶ πολῖται δημαγωγούμενοι; οὕτως ἂν ἐξηγήσω τῇ πόλει τοὺς νόμους, οὕτω τῆς ἐλευθερίας ἀντέχεσθαι· ἀλλ’ οὔτ’ ἂν αὐτὸς τοιοῦτόν τι συμβουλεῦσαι τετόλμηκας, οὔθ’ ὁ πένης τὴν ἔκδοσιν ὑπομεῖναι δεδύνηται· εἰ δὲ ταῦτα πρότερον ὡμολόγηται, κἀκεῖνον ἀνελεῖν ἑαυτὸν μετὰ τὴν δωρεὰν ἀμφίβολον οὐκ ἐγίγνετο. ΜΕΤΑ ΤΑΥΤΑ τοὺς ἐπιλόγους θήσεις, συνάψας εὐθὺς κομματικῶς· οἱ δὲ ἐπίλογοι ἔχουσιν ὅσα ζῶν ὁ πένης τὴν πόλιν ὠφέλησε, διασκευὴν τοῦ πάθους, ἠθοποιΐαν, καταδρομὴν τοῦ πλουσίου, παροξυσμὸν ἐπὶ τὴν τιμωρίαν τῶν δικαστῶν, καὶ τὰ τοιαῦτα. ΑΝΤΙΛΗΨΙΣ ΑΠΛ Η . Συνεχῶς κρινόμενος πλούσιος τυραννίδος ἐπιθέσεως κατεπόντωσε τὴν οὐσίαν καὶ κρίνεται δημοσίᾳ. Ὁ λόγος ἐστὶ τῷ μὲν πλουσίῳ βαρὺς καὶ μετὰ πολλῆς γενόμενος τῆς βαρύτητος, τῷ δὲ κατηγόρῳ ἐπιφορικός· ὅτι μὴ μόνον ἐπιβουλεύων πολλάκις ἑάλωκεν, ἀλλὰ καὶ τῆς οὐσίας τὸν δῆμον ἐστέρησεν· ὅθεν ἡ κατάστασις αὐτῷ τὴν ἀπὸ τοῦ πλούτου γενομένην ἔχει κατὰ τῶν δημοτικῶν ἐπάχθειαν· γραφομένου πολλάκις τινὰς τοῦ πλουσίου, βιαζομένου τοὺς προςτυγχάνοντας, ἔχοντος περὶ αὐτὸν ἀκολάστων πλῆθος, προϊόντος μετ’ οἰκετῶν πλειόνων· ὡς ταὐτὸν εἶναι δορυφορίᾳ τὸ γιγνόμενον, καὶ πάντας λοιπὸν πεφρικέναι τοὺς ἐντυγχάνοντας· ὅθεν ἐπὶ τούτοις τυραννίδος κριθεὶς οὐκ οἶδ’ ὅπως ἐκπέφευγε.
8.162 τί οὖν, ἆρα μετὰ τὴν κρίσιν ἐσωφρόνησεν; ἐφυλάξατο τὴν ὑποψίαν; εἶδεν ὅθεν αὐτῷ τὰ τῆς κατηγορίας γεγένηται; οὐδαμῶς· ἀλλ’ ὅτι χεῖρον τὸ γιγνόμενον ἦν, καὶ φόβος ἐκ τῶν πραττομένων· ὅθεν καὶ δευτέρα κρίσις ἐπὶ τούτῳ συνίστατο· καὶ κατήγοροι τυραννίδος ἐπὶ τοῦ βήματος ἐβόων τὸν τῆς πολιτείας ἐχθρὸν, τὸν περινοοῦντα κατὰ τοῦ δήμου τὴν ἀκρόπολιν· ἀλλὰ καὶ τὸ δεύτερον ἀθῷος διὰ τὴν ὑμετέραν φιλανθρωπίαν φανεὶς, καὶ τρίτον καὶ πολλάκις τοῦ παρ’ ὑμῶν ἐλέους τυχὼν οὐκ ἐσωφρόνησεν· οὐκ εἶδεν ὅτι τῆς φιλανθρωπίας ἀμοιβὰς ὀφείλει τῇ πόλει· ἐξαίφνης δὲ καθ’ ἑαυτὸν βουλευσάμενος ἐπιβουλὴν ἔτι κατὰ τοῦ δήμου χαλεπωτέραν ἐπινοεῖ· ἐν δὲ τούτῳ καὶ ἠθοποιΐαν θὲς, ὅτι πρὸς ἑαυτὸν ἔλεγεν· ὅτι πῶς ἂν καὶ ἐμαυτὸν ἀπαλλάξαιμι κατηγορούμενον, καὶ τῇ πόλει χαλεπωτέραν τὴν ἐπιβουλὴν ποιήσαιμι· εἶθ’ εὑρὼν τὸ πρακτέον ἐπὶ τὴν θάλατταν ἤγαγε τὴν οὐσίαν, ἐπ’ αὐτὸ τὸ πέλαγος τὸν πλοῦτον ἐπέστησεν, καὶ τοῦ κλύδωνος μέσος γενόμενος κατέβαλε τὴν οὐσίαν καὶ κατεπόντωσε τὸν πλοῦτον, καὶ μᾶλλον τὰ χρήματα τοῖς κύμασιν ἢ τῷ δήμῳ κεχάρισται· ἐπὶ τούτοις οὖν παθόντες τῆς τυραννίδος χαλεπώτερα καὶ δεινότερα νῦν, ἢ ὅταν τῆς τυραννίδος ἐκρίνετο, ἐπὶ τὸ δικαστήριον αὐτὸν εἰςαγγέλλοντες ἐληλύθαμεν· καὶ τὰ τοιαῦτα.
8.163 ΜΕΤΑ Ταῦτα θήσεις τὰ ὁρικὰ παραγραφικά· ἔστι δὲ αὐτοῦ τὸ μὲν ἀπὸ τοῦ προσώπου, τὸ δὲ ἀπὸ πράγματος· ἀπὸ προσώπου μὲν, οὐκ εἰμὶ στρατηγὸς, οὐ ῥήτωρ, ἵνα δημοσίᾳ τι δεινὸν τὴν πόλιν ἐργάσωμαι· ἀπὸ πράγματος δὲ, οἷον τί κατέσκαψα, ἢ ποῖον τεῖχος κατέβαλον, ἢ ναῦς ἐνέπρησα, ἢ τί τῶν τῆς πόλεως πραγμάτων διέφθειρα; Θήσεις τὴν ἀντίθεσιν οὕτως· ἀλλ’ οὐδὲν, φησὶ, τὴν πόλιν ἠδίκησα· οὔτε γὰρ τριήρεις οὔτε στρατιώτην προδέδωκα. Λύσεις ὁρικῶς, ἐπιδεικνὺς ὅτι τοῦτο ἐκείνων ἐστὶ χαλεπώτερον· καὶ οὐχ εἷς τρόπος ἐστὶ δημοσίου ἀδικήματος, ἀλλὰ πολλοί· καὶ οὐκ ἐάν τις τὸ μὴ ποιήσῃ, ἤδη καὶ ἀνεύθυνος· τοιγαροῦν ἴσον ἐστὶ τὸ τῆς οὐσίας στερῆσαι τὴν πόλιν τοῦ ναῦς ἢ τεῖχος προδοῦναι· εἰ γὰρ εἰσφορῶν ἐκτὸς ἀδύνατον στρατεύεσθαι, καὶ χρημάτων χωρὶς τριήρεις κατασκευάσαι ἀδύνατον, σὺ δὲ ταῦτα ὁμοῦ διέφθειρας πάντων τῶν ἄλλων ἀδικημάτων διὰ ταύτης τῆς πράξεως χαλεπωτέρας· τοιγαροῦν καὶ ὁ νομοθέτης τὸν ἀδικήσαντα τὴν πόλιν εἶπε δεῖν τιμωρεῖσθαι· καὶ ὅτι δεινὸν τοῦτο καὶ μέγα, καὶ τῶν ἄλλων ἁπάντων δεινότερον· καὶ ὅλοις ὡς ἁπλῶς εἰπεῖν κεφαλαίοις λύσεις τὰ ὁρικὰ παραγραφικὰ κατασκευάζων ὃ βούλει, ὥσπερ ὁ φεύγων τοῖς αὐτοῖς τούτοις παραγραφόμενος ἐν τοῖς ὁρικοῖς ἀπεδείκνυεν, ὅτι οὐκ ἔστι τοῦτο δημόσιον ἀδίκημα. ΜΕΤΑ Ταῦτα θήσεις τὴν ἀντίληψιν. Ἀλλ’ ἔξεστίν μοι, φησίν. ἈΠαντήσεις δὲ, ὅτι ποιῇ τὴν ἀπολογίαν ὡς τύραννος· ἔξεστιν, φῄς; ἐξ ἀκροπόλεως ὡς ἀληθῶς τοῦτο τὸ πρόςρημα. ΕΙΤΑ λύσεις τῇ μεταλήψει, ἢ ἐνστατικῶς, ἢ ἀντιπαραστατικῶς· ἐνστατικῶς μὲν ὅτι οὐκ ἔξεστί σοι τῶν λειτουργιῶν τὴν πόλιν ἀποστερεῖν· ἀντιπαραστατικῶς δὲ, ὅτι οὐ τοῦτον ἔξεστί σοι τὸν τρόπον ποιεῖν, καταποντοῦν, ἄχρηστον καὶ ἀφανῆ τὸν πλοῦτον ποιεῖν· ἐν οἷς κατ’ εἶδος ἐρεῖς· ἔξεστιν ἀποστερεῖν τὴν πόλιν λειτουργιῶν; χορηγιῶν; τριηραρχίας; εἰςφορῶν; καὶ ὅτι ἐν τῇ δημοκρατίᾳ οὐδὲ συγκεχώρηται· κατασκευάσεις τοῦτο λέγων, ὅτι πάντες εὐθύνας τῶν πράξεων διδόασι· καὶ ὅτι ἔξεστι ποιεῖν, λέγειν, δημηγορεῖν, πλεῖν· ἀλλ’ ἐάν τις λέγῃ τι τῶν τῆς πόλεως ἀποῤῥήτων, ὑπεύθυνος· καὶ ἐάν τις συμβουλεύῃ τὰ μὴ συμφέροντα, καταδίκης ἄξιος· ἀλλὰ μὴν ἄν τις πλέῃ πρὸς τοὺς πολεμίους, καὶ αὐτομολῇ πρὸς τοὺς ἐχθροὺς, τοῖς νόμοις ὑπεύθυνος γίγνεται.
8.164 πῶς οὖν σοι λέγειν ἐξῆν τὸ ἔξεστιν τὴν οὐσίαν διαφθείρειν· οὐκοῦν εἰ σοὶ, καὶ πᾶσιν, εἰ δὲ πᾶσι τοῦτο συγχωρηθήσεται, τί πέρας; τὸ πένεσθαι τὴν πόλιν, τὸ τοῖς πολεμίοις γενέσθαι εὐάλωτον, τὸ μηδὲ πόλιν εἶναι, μηδὲ ἔχουσαν μὴ περιουσίαν, μὴ πλοῦτον, ἀφ’ ὧν τοῖς πολεμίοις μαχόμεθα· καὶ πάλιν ἔξεστιν, ὡς βούλεταί τις, κεχρῆσθαι τοῖς χρήμασιν· οὐκοῦν καὶ τοῖς πολεμίοις χαρίζεσθαι, καὶ τοῖς τυράννοις ἐπιδιδόναι, καὶ τοῖς τῆς πόλεως ἐχθροῖς· εἰ δὲ ταῦτα ποιεῖς, οὐκ ἔξεστιν οὐδὲ χαρίζεσθαι οἷς οὐ χρὴ, πόσῳ μᾶλλον κατὰ θαλάττης πέμπειν τὰ χρήματα. Μετὰ τὴν ἀντίληψιν θήσεις τὸ χρῶμα, τίνος ἕνεκεν κατεπόντωσε τὸν πλοῦτον; δίδοται δὲ τὸ χρῶμα, ὡς ἀπὸ τῆς ἐξουσίας· ἐπειδὴ αὐστηρὸν δοκῇ τῆς ἐξουσίας τὸ χρῶμα, προςτίθησι τὴν αἰτίαν διδοὺς ἐκ περιουσίας δι’ ἣν τοῦτο πεποίηκεν αἰτίαν· ἐρεῖς οὖν οὕτω· τὸ χρῶμα ἀεὶ ἐμπίπτον ἀντιθετικόν. Ἀλλ’ ἐφοβήθην, φησὶν, μὴ καὶ πάλιν τυραννίδος κριθῶ. ΛΥσεις στοχαστικῶς· ἢ οὐκ εἰκὸς ἦν κριθῆναι πολλάκις κριθέντα καὶ ἀφεθέντα, καὶ συνεχῶς δόντα τῆς αὐτοῦ προαιρέσεως σύμβολα· εἰ μὲν γὰρ ἅπαξ ἐκρίθης, ἴσως εἶχε τινὰ λόγον τὸ καὶ δεύτερον φοβεῖσθαι τὴν κρίσιν· ἐπειδὴ δὲ πολλάκις κριθεὶς ἀφείθης, ἀνθ’ ὅτου τοῦτον ἐδεδίεις τὸν φόβον; ἔπειτα εἰ ἐφοβοῦ, ἄλλως ἔδει διαλῦσαι τὸν φόβον, ἐπιδεδωκότα τῷ δήμῳ τὰ χρήματα, ὡς ἔγωγε τούτους ἐζήτουν ἀκοῦσαι τοὺς λόγους· ἄνδρες, ὁ πλοῦτός μοι τῆς κατηγορίας παραίτιος· ὁ πλοῦτός μοι τῶν κινδύνων ὑπόθεσις· τοῦτον ἀφίημι τῇ πόλει· ἐλευθερῶ διὰ τοῦτον ἐμαυτὸν τῆς γραφῆς.
8.165 ἐπιδείκνυμι μετὰ τῶν κρίσεων τῷ δήμῳ τὴν εὔνοιαν· ἁπάντων αὐτῷ τῶν ἐμαυτοῦ χρημάτων ἐξίσταμαι· νῦν δὲ τοιούτου μὲν οὐδενὸς ἀκήκοα ῥήματος· ἀντὶ δὲ τοῦ δήμου ἐπ’ αὐτὴν ἥκεις τὴν θάλατταν· ἀντὶ τῆς πόλεως τὸ πέλαγος προτετίμηκας. ἘΠΙΛΟΓΩι ΚΑΤΗΓΟΡΙΚΩι. Νῦν ὡς ἀληθῶς οὗτος τύραννος· νῦν τοῦ δήμου πολέμιος· ἐν μιᾷ ῥοπῇ πάσας τὰς λειτουργίας ἀνῄρηκας. ποῦ μοι τριηραρχίαι λοιπὸν, ποῦ χορηγία, ποῦ φιλοτιμίαις γαννύμενος, ποῦ μοι πομπαὶ, ποῦ θυσίας εἰςφορά; εἶθ’ ὅτι νῦν τοῦτον ἂν ἀνέλωμαι, μαθήσονται πάντες, ὅτι τὰ ἑκάστου χρήματα κοινὰ τυγχάνει τῆς πόλεως, ἵνα μηδεὶς ἔτι τοιαύτην καθ’ ἡμῶν μηχανὴν μηχανήσηται· τοῦτον τιμωρησώμεθα, ἵνα μάθωσιν ἅπαντες, μηδὲν τοιοῦτον καθ’ ἡμῶν πλημμελεῖν· μετὰ τοῦ πλούτου καὶ τὸν τύραννον συνέλωμεν. τύραννον γὰρ τοῦτον καλεῖν μετὰ τόλμην τὴν τοιαύτην ἐστὶ δικαιότερον· τούτου τὴν γνώμην ἂν ἐπισκέψαισθε, ἐπιβουλὴν εὑρήσετε μόνην τυγχάνουσαν· εὑρήσετε γὰρ μεθ’ οἵας γνώμης τοῦτο τετόλμηκεν· εἶτα διατυπώσεις, πῶς ἦγε τὸν πλοῦτον· πῶς πέμπων διέκειτο, τί ῥίπτων ἔλεγεν· ἵνα δῆμος μὴ χρήσηται, ἵν’ ἐν πολέμῳ μὴ λάβῃ, ἵν’ ἐν σιτοδείᾳ μὴ σχῇ πόρον, δι’ οὗ λύσῃ τὴν συμφορὰν, καὶ τὰ τοιαῦτα· διὰ τοῦτο τοῦτον ἀνέλωμεν, ἵνα παρὰ τῶν ἄλλων ὁ πλοῦτος μείνῃ τοῖς ἅπασιν ἡμῖν ἀκέραιος.
8.166 Ὥρκωσε Σωκράτης Ἀλκιβιάδην, μὴ πολιτεύεσθαι, καὶ κρίνεται Σωκράτης. Ὁποῖος λόγος, φανερὸν ἔκ τε Σωκράτους καὶ Ἀλκιβιάδου, εἰ τὸν Σωκράτην μελετῴης· ὁ γὰρ κατήγορος σφοδρὸν ἔχει τὸν λόγον καὶ δεινῶς κατὰ Σωκράτους ἐπιφορικόν. Ἡ ΚΑτάστασις ἔχει περὶ τοὺς πολίτας τοῦ γένους τοῦ Ἀλκιβιάδου σπουδήν· ἀρχομένου σου τοῦτον τὸν τρόπον· ἐπειδὴ γὰρ ἔδει τὴν πόλιν ἡμῶν, ὦ Ἀθηναῖοι, διὰ πάντων εὐτυχεῖν, καὶ περὶ τὴν πόλιν ἔσχεν ἄνδρας σπουδάζοντας, τὸν Περικλέα, καὶ τοὺς ἄλλους Ἀλκιβιάδου προγόνους· ἀλλ’ ὅμως οὐ μέχρι τούτων ἔστη τὰ τῆς τύχης τῇ πόλει· ἀλλὰ καὶ Ἀλκιβιάδης ἐπὶ τούτοις ἐγένετο, καθάπερ διάδοχον ἡμῖν τῆς τούτων πολιτείας βουλομένου δοῦναι τοῦ δαίμονος· ἐπὶ τούτοις ἐρεῖς, ὅτι μεγαλόφρων ἦν ἐν τοῖς διδασκαλίοις φοιτῶν, καὶ ὅτι πάντες ἤλπιζον ἐντεῦθεν στοχαζόμενοι, οἷος ἔσται κατὰ τὴν πολιτείαν τῇ πόλει στρατηγὸς, ῥήτωρ, δημηγόρος καὶ σύμβουλος, καὶ ὅτι τινὲς ὑπερβαλέσθαι τοῦτον τοὺς προγόνους ἐκόμπαζον· ἀλλ’ ὅμως τοῦτον πάντων ἡμῶν διακειμένων τὸν τρόπον οὐκ οἶδ’ ὅπως ἢ πόθεν, Σωκράτης ἐπὶ λύμῃ τῶν νέων συνήφθῃ τἀλκιβιάδῃ, καὶ πάντων ἡμῶν ἔτι μείζους ἐχόντων ἐκ τῆς τούτου συνουσίας τὰς ἐλπίδας, ὡς ἤδη τῆς πολιτείας ἀναγκάσει τὸν Ἀλκμαιωνίδην ἀνθέξεσθαι, ὥςτ’ ἤδη τοῦ βήματος ἐπιλαβέσθαι καταναγκάσει τὸν νέον, αὐτὸς ἐκ τῶν ἐναντίων ἐφάνη τῷ δήμῳ πολέμιος, αὐτὸς ἁπάντων ἡμῶν τὰς ἐλπίδας παρέτρεψε, καὶ τὸν Ἀλκμαιωνίδην κατὰ μικρὸν χειρωσάμενος τὸ μὲν πρῶτον συνεβούλευσεν ἀποσχέσθαι τῆς πολιτείας· καὶ πρόςθες τούτῳ ἠθοποιΐαν· ὅτι ἔλεγε, δεινὸν ἡ πολιτεία, ταραχῆς πεπληρωμένη ὥσπερ ἐν κλύδωνι, ἐπιβουλὰς, φθόνους, βασκανίας ἔχουσα, καὶ τὰ τοιαῦτα· καὶ τοιαύτας ἠφίει πρὸς Ἀλκιβιάδην Σωκράτης φωνὰς, οὐκ ἐννοῶν Περικλέα τὸν Ἀλκμαιωνίδην, οὐ λογιζόμενος τοὺς προγόνους τοὺς ἄνωθεν, τὰ τῆς πόλεως ἐξαίρετα· ἀλλ’ ἐπὶ τούτοις οὐ πείθων τὸν νέον τοῖς ῥήμασι πάσης ἀνάγκης εὗρε τρόπον πρὸς αὐτὸν χαλεπώτερον, καὶ τὸν νέον ὁρκῶν ἀποσχέσθαι τῆς πολιτείας ἔπειθε· καὶ τῆς τοιαύτης αὐτῷ συνουσίας μάρτυρας ἐποιεῖτο τοὺς κρείττονας· οὕτω Σωκράτης παρασκευάζει τῇ πόλει τοὺς νέους· οὕτω ποιεῖ τῆς πολιτείας ἐρᾷν· καὶ τὰ τοιαῦτα.
8.167 ΟΡΙΚΩι ἑξῆς παραγραφικῷ, ὁμοίως τῇ πρώτῃ διαιρέσει· ἀλλ’ οὐδὲν, φησὶν, ἐκ τούτου τὴν πόλιν ἠδίκησα. ΛΥσεις ὁμοίως μετὰ τοῦ κεχρῆσθαι τοῖς περιστατικοῖς· οὐδὲν τὴν πόλιν ἠδίκησας, Ἀλκιβιάδην ἀποστήσας τοῦ βήματος, στρατηγῶν τὸν δῆμον ἐκτὸς ποιησάμενος, ἅπαντα τὰ δεινότατα δι’ ἑνὸς ἐργασάμενος σώματος· προςποιεῖται οὖν τὴν ἀδικίαν Σωκράτης ἀγνοεῖν, καὶ τὴν ἁπάντων τάξιν εἰδέναι βουλόμενος πρὸς τὸ παρὸν ἄγνοιαν ὑποκρίνεται μίαν· τίς; ὁ σοφὸς, ὁ φιλοσοφίαν εἰδὼς, ὁ τὴν τῶν ὅλων διακόσμησιν ἐπιστάμενος· νῦν σοι, Σώκρατες, τὸ δαιμόνιον τὴν κρίσιν οὐ προεῖπε, νῦν σοι τὴν τῆς πόλεως οὐ προείρηκεν ἀγανάκτησιν; ἀλλ’ ἀφελόμενος Ἀλκιβιάδην τῆς πολιτείας οἴῃ μηδὲν ἠδικηκέναι τὴν Ἀττικήν; πόλεις ἢ τεῖχος οὐ προὔδωκας; ὅρα πόσας ἂν εἰλήφαμεν χώρας, στρατηγοῦντος Ἀλκιβιάδου τῇ πόλει, πόσας ναῦς συμβουλεύοντος, πόσα τρόπαια δημηγοροῦντος ἐν τοῖς πολεμίοις τὰ κάλλιστα.
8.168 ταῦτα πάντα Σωκράτης δι’ ἑνὸς ὅρκου τῶν Ἀθηναίων ἀνῄρηκε, ταῦτα προὔδωκεν, ταῦτα διέφθειρεν· εἶτα λέγει, τί τὰς Ἀθήνας ἠδίκησα; ἓν τοῦτο, Σώκρατες, μόνον ἐρῶ· στρατηγοῦ τὸν δῆμον ἀφῄρησαι πολιτευομένου καὶ συμβούλου καὶ δημαγωγοῦ καὶ προστάτου γνησίου. ἈΝΤΙληπτικῷ· ἀλλ’ ἔξεστί μοι, φησίν. ΛΥσεις μεταλήψει· ὁρκοῦν Ἀλκιβιάδην, ὦ Σώκρατες, ὁρκοῦν τῆς πολιτείας ἀναχωρεῖν; ταύτην ἐκ φιλοσοφίας ἐμοὶ τὴν ἀπόκρισιν εἴληφας; ταύτην, εἰπέ μοι, τὴν συνουσίαν ποιῇ; οὕτω παιδεύεις τοὺς νέους; οὕτως ἀναπείθεις τὴν θρεψαμένην ἀμείβεσθαι; πόσων δι’ ἑνὸς ῥήματος ἀμοιβῶν τὴν πόλιν ἀφῄρησαι, ὑπὲρ τροφῶν, ὑπὲρ μυστηρίων, ὑπὲρ τῆς ἄλλης παιδεύσεως· εἶτα τοσούτων τὴν πόλιν ἀποστερῶν ἔξεστι, φῄς· οὐδὲν παρ’ Ἀθηναίων ἀνεύθυνον, οὐ λόγος, οὐ συμβουλὴ, οὐ δημηγορία καὶ ῥήματα· εἶτα πρόςθες ἐξ ἱστορίας τὰ παραδείγματα· ὅσοι διὰ συμβουλὴν ἢ λόγον ἐκρίθησαν· εἶθ’ ὅτι σὺ δὲ τούτων εἰργάσω δεινότερα, προςθεὶς καὶ τὸν ὅρκον τῇ συμβουλῇ· καὶ τὰ τοιαῦτα. ΕΙΤΑ τῷ χρώματι ἀντιστατικῷ· ἀλλ’ ὑπὲρ ὑμῶν ἅμα καὶ αὐτοῦ τοῦτο πεποίηκα, ἵνα μαθὼν πρῶτον πῶς δεῖ προςιέναι τῷ βήματι, οὕτω προςέλθῃ τῇ πόλει. ΛΥσεις πρῶτον ἐν διασυρμῷ, ὅτι καλῶς κέχρηται τοῖς λόγοις Σωκράτης ἁμαρτάνων· εἶτα πιθανὰς εὑρίσκων τὰς ἀπολογίας κρινόμενος· εἶτα τοὺς μεταληπτικούς· οὐκ ἔδει οὖν ὁρκοῦν, ἀλλ’ ἔδει πείθειν μὲν τῆς πολιτείας ἀντέχεσθαι, ὑπερτίθεσθαι δὲ τὴν ἐγχείρησιν· καὶ ὅτι οὐδὲν ἔτι τῆς παιδεύσεως ὄφελος· ὅρκωσας γὰρ παντελῶς τῆς πολιτείας ἀποσχέσθαι· πῶς οὖν ἡ χρῆσις ὑπῆρξεν ἂν τοῖς μαθήμασί σου τὴν πρόσοδον ταύτην ἀπαγορεύσαντος· εἶθ’ ὅτι δυνατὸν, μὴ καὶ πολιτευομένου παρ’ αὐτὴν τὴν χρῆσιν τῶν πραγμάτων ὑποτίθεσθαι τὸ πρακτέον· εἶθ’ ὅτι καὶ αὐτὰ τὰ πράγματα καὶ ἡ πεῖρα ἐδίδαξεν ἂν σαφέστερον· εἶθ’ ὅτι Περικλῆς αὐτῷ πρὸς μίμησιν ἤρκει, Ἀριστείδης, Θεμιστοκλῆς, οἱ ἄνωθεν πάντες πολιτευόμενοι· εἶθ’ ὅτι εἰ τὸ δίκαιον ἐζήτει, Ἀριστείδην ἂν ἔσχε παράδειγμα· εἰ φρόνησιν, Θεμιστοκλέα· εἰ ἀνδρείαν, Μιλτιάδην· εἰ ἀρετὴν ἄλλην, παρ’ ἄλλῳ τινὶ εὗρεν ἄν· ὥστε οὐδὲ τῶν σῶν ἂν χρείαν ἔσχε συνουσιῶν, ἔχων τοὺς νόμους, ἔχων τῶν πραγμάτων τὴν πεῖραν· καὶ τὰ τοιαῦτα.
8.169 ἘΠίλογος καταφορικώτερος· ἀπελαυνέσθωσαν ὡς ἀληθῶς οἱ νέοι, διαφθείρει τούτους Σωκράτης, οὐ ποιεῖ τῆς πολιτείας ἐρᾷν, ἀποδιατίθησιν ἅπαντας, μετέχειν τῶν πολιτικῶν οὐ ποιεῖ· ποῦ μοι γράμματα, ποῦ δικαστήρια; μηδὲ ἐπ’ Ἀλκιβιάδῃ μόνῳ γραφέσθω Σωκράτης· ἐπὶ πᾶσι κατηγορείσθω τοῖς νέοις, ἅπαντας ἀπελαύνει τοῦ βήματος, καὶ τὴν αὐτοῦ συνουσίαν κυριωτέραν τοῦ δήμου ποιεῖ, Ἀκαδημίαν ἔχων τῆς διαφθορᾶς ἐργαστήριον, καὶ Λύκειον τῆς κατ’ Ἀθηναίων συνουσίας τὸν τόπον· ποῦ μοι γραφὴ χαλεπωτέρα, ποῦ δικαστήριον τῆς τούτου συνουσίας ἐπάξιον; ὡς φιλανθρώπων Ἀθηναίων Σωκράτης ὑπερφρονεῖ, ὡς ἀξίαν οὐ φερόντων τῶν ἁμαρτημάτων τὴν δίκην, ἂν τοῦτον λάβῃ μετὰ τὴν κατηγορίαν ὁ δῆμος, πρὸς τὸν δῆμον Ἀλκιβιάδης στραφήσεται· ὡς ἐραστὴν λυπῆσαι Σωκράτην οὐ βούλεται· καὶ ὅτι παθὼν, μηδὲν προΐστασθαι τοῦ δήμου πᾶσιν ἡμῖν τοῖς πολεμίοις κεχαρισμένα ποιεῖ, Λακεδαιμονίοις, Κορινθίοις, Πελοποννησίοις, Μεγαρεῦσι τοῖς γείτοσι· καὶ ὅτι διαπρεσβεύονται πρὸς αὐτὸν ἅπαντες· ὥστε μὴ μόνον ὁρκοῦν τῆς πολιτείας ἀναχωρεῖν, ἀλλὰ καὶ τῆς λειτουργίας ἀπαλλάττεσθαι καὶ τῆς πρὸς τὴν πόλιν εὐνοίας, καὶ ὅσα τοιαῦτα· διὸ ἐντεῦθεν πάντας σωφρονίζειν τοὺς νέους ἀρξόμεθα· ἐντεῦθεν αὐτοὺς πείσωμεν προςέχειν μόνῳ τῷ βήματι, τῇ τιμωρίᾳ τοὺς πάντας παιδεύσωμεν.
8.170 Μηκυνομένου τοῦ Πελοποννησιακοῦ πολέμου, κρίνονται Κορίνθιοι ὑπὸ τῶν Ἑλλήνων τῶν εἰς τοὺς Ἕλληνας ἀδικημάτων ἐπὶ τῇ εἰσηγήσει. Ἡ μὲν πᾶσα οἰκονομία καὶ διαίρεσις τοῦ ζητήματος πρόκειται ἐν τῇ Ἀρχιδάμου δημηγορίᾳ καὶ τῇ τῶν Κορινθίων· ἡ αὐτὴ γάρ ἐστι κἀκεῖ τῶν ἀντιθέσεων ἡ τομὴ καὶ ἡ τῶν κεφαλαίων εὕρεσις· ὅμως δὲ σαφηνείας ἕνεκα τὴν πᾶσαν τοῦ ζητήματος ἀναπτύξω διαίρεσιν. Ἡ ΚΑτάστασις ἔχει τὴν πρὸ τούτου εἰρήνην, καὶ τὰ ἐν αὐτῇ καλά· εἶτα τὰ γενόμενα ἐν τῇ πεντηκονταετίᾳ· εἶθ’ ὅτι διαβάλλοντες πολλοὶ, καὶ πρῶτοι Κορίνθιοι κατηγόρουν Ἀθηναίων, φάσκοντες καταδουλοῦσθαι τοὺς Ἕλληνας· Μεγαρέας ἀπελαύνεσθαι τῆς Ἀττικῆς, τυραννικὰ τυγχάνειν τῶν Ἀθηναίων προςτάγματα· τοιαῦτα λέγοντες συνεβούλευσαν ἄρασθαι τὸν πόλεμον πρὸς Ἀθηναίους, ταράξαι τοὺς Ἕλληνας πολεμῆσαι τῷ γένει· ἡμεῖς ἐπείσθημεν πιθανολογουμένοις Κορινθίοις· πειθόμενοι θᾶττον πέρας λαβεῖν τὸν πόλεμον· νῦν δὲ ὁρᾶτε, ὦ ἄνδρες Ἕλληνες· συνεκτείνεται τῷ χρόνῳ τὸ δεινόν· πέρας οὐ λαμβάνει τὰ δεινὰ δυστυχήματα, καὶ τὰ τοιαῦτα.
8.171 ΟΡικῷ παραγραφικῷ παρὰ Κορινθίων· ἀλλ’ οὐδὲν ἠδικήσαμεν τὸ κοινὸν τῶν Ἑλλήνων· οὔτε γὰρ χώραν προδεδώκαμεν, οὔτε ναῦς· καὶ τὰ τοιαῦτα. ΛΥσεις· ὅτι οὐ μόνον ταῦτά ἐστιν ἀδικήματα, ἀλλὰ καὶ τὸ πεῖσαι πολεμῆσαι τῷ γένει, καὶ συνταράξαι τοὺς Ἕλληνας, καὶ καταναγκάσαι Ἀθηναίοις πολεμῆσαι Σπαρτιάτας· ταῦτα ἐγκαλοῦμεν· ταῦτα δεδράκατε, συνάγοντες ἐκκλησίαν, συμβουλεύοντες, πείθοντες, ὀνειδίζοντες Λακεδαιμονίοις· ἔχεις δὲ καὶ τὰ ἐπιχειρήματα ὅσα ἔλεγον Λακεδαιμονίοις ἐκ τῆς προσηγορίας Κορινθίων· εὑρήσεις γὰρ πάντα σαφῶς κείμενα, ὅσα ἁρμόττει σοι εἰπεῖν εἰς τὰ ὁρικὰ παραγραφικά. τοιαῦτα λέγοντες παρώξυναν Λακεδαιμονίους πρὸ τοῦ καιροῦ ἐξαναστῆναι· παρασκευάσατε Ἀθηναίων ἐπὶ δίκην ἐλθεῖν βουλομένων τὰ ἐγκλήματα· εἶτα τοιαῦτα διαπραξάμενοι οὐδὲν φατὲ ἠδικηκέναι τοὺς Ἕλληνας· καὶ τίς ὑμῶν τούτους ὑπομενεῖ τοὺς λόγους; ΝΑί φησιν· ἀλλ’ ἔξεστιν τὸ συμβουλεύειν τὸ παριστάμενον. ΛΥσεις μεταλήψει· ἔξεστι, λέγεις, ἀναιρεῖν τοὺς Ἕλληνας, καταδαπανῶν πολέμῳ τὸ γένος· ἔξεστι συμβουλεύειν πόλεμον, καὶ ἀσύμφορα πράττειν ἀναπείθειν τοὺς Ἕλληνας· συμβούλευσον ὑπακούειν καὶ βασιλεῖ, εἰ τὸ συμβουλεύειν ἔξεστιν· εἶτα κατασκεύασον τοῦτο ἐκ παραδειγμάτων Ἑλληνικῶν γλαφυρῶν· ταύτην γὰρ ἔχεις ἀντίθεσιν, συνεβούλευε καὶ παρ’ Ἀθηναίοις Κύρσιλος, ἀλλ’ οὐ μέχρι τῆς συμβουλῆς αὐτῷ ἐστιν τὰ πονηρεύματα· οὐ γὰρ ἤρκει λέγειν, συμβουλεύειν ἔξεστιν καὶ παρὰ Λακεδαιμονίοις· εἶτα μηδενὸς ὄντος τοῖς Ἕλλησιν ἀνευθύνου, μὴ λόγου, μὴ συμβουλῆς, μὴ δημηγορίας, μὴ πράγματος, ὑμεῖς ἀνεύθυνοι συμβουλεύσαντες εἶναι φατέ. ποῖος οὗτος παρ’ ὑμῖν, ὦ Κορίνθιοι, νόμος· οὐδὲ ὑμεῖς τοὺς ῥήτορας ἀνευθύνους εἶναι συγκεχωρήκατε· ἀλλὰ κἀκείνους κρίνετε, ὡς πάντων ὑπευθύνων ὄντων ἐν ταῖς πόλεσιν, εἶτα οἴκοι μὴ συγχωροῦντες τινὶ τοιαύτην ποιήσασθαι τὴν ἀπόκρισιν, ὑμεῖς ἐπὶ τῶν Ἑλλήνων συμβουλεύειν ἐξεῖναι φατέ· καὶ πόλεμον συγκεχωρῆσθαι ποιεῖν ἀποκρίνεσθε Πλαταιῶν κειμένων, τοιούτων εἰλημμένων ἐν Πύλῳ, τοιούτων ἀνῃρημένων, τοσαύτης γενομένης παρὰ τοῖς Ἕλλησιν συμφορᾶς.
8.172 ΕΙτα τῷ χρώματι· ἀλλ’ ἠγνοοῦμεν, φησὶν, ἐπὶ πολὺ κατασχήσειν τὸν πόλεμον. ΛΥσεις, ὅτι οὐκ ἦν ἀγνοεῖν Ἕλληνας ὄντας, καὶ ταῦτα Κορινθίους, εἰδότας οἷοι Ἀθηναῖοί εἰσιν ἄρχειν ἀεὶ βουλόμενοι καὶ μὴ ὑπακούειν ἑτέρῳ τινὶ, καὶ πρὸς τούτοις φιλοτιμιῶν καὶ δόξης ὑπειλημμένοι· ἐν ᾧ ἐρεῖς, ὅτι οἱ Ἀθηναῖοι πρὸς φιλοτιμίαν καὶ δόξαν ὁρῶσιν ἀεί· ταῦτα δὲ πάντα παρὰ Δημοσθένει τὰ νοήματα, καὶ πρὸς τούτοις τὴν ἐν Μαραθῶνι μάχην νενικηκότες ταχέως ἔμελλον πρὸς ὑμᾶς διαλύεσθαι· ἄνδρες ἐπ’ ἀρετῇ μεγαλοφρονοῦντες, ἄνδρες ἐν τοῖς τῶν βαρβάρων σώμασι προγεγυμνασμένοι τὰ πολεμικὰ, οὗτοι ἔμελλον θᾶττον διαλῦσαι τὸν πόλεμον. ἐρεῖς δὲ πολλὰ καὶ γνωμικῶς, ὅτι πεφύκασιν ἄνθρωποι φιλονεικότεροι εἶναι, καὶ μὴ ταχέως παραχωρεῖν· ἔτι δὲ ἐνόμιζον ἂν καὶ ἐβούλοντο διαλύσασθαι τὰ πολεμικὰ, καθαίρεσιν τῶν ἐπὶ τῶν Μήδων αὐτοῖς εἰργασμένων ποιεῖν καὶ τῆς παρὰ Μαραθῶνα δόξης ἥττονες φαίνεσθαι. διὸ καὶ ἐπιτείνειν αὐτοὺς ἔδει τὸν πόλεμον μᾶλλον στοχάζεσθαι· ἀπ’ ἐκείνης γὰρ ὄντες τῆς νίκης οὐκ ἂν ταχέως ὑπήκουον· καὶ ὅτι αὐτοὶ πρῶτοι ἑλόμενοι δίκῃ διαλύσασθαι τὰ ἐγκλήματα ἡμῶν μὴ ἑλομένων, ἀλλὰ εἰς χεῖρας ἐλθεῖν διὰ Κορινθίους ἠπειγμένων, οὐκ ἂν ἐκεῖνοι πέρας τῷ πολέμῳ δεδώκασιν· ἀλλὰ ἐζήτησαν ἂν, ὅπως ἐκ τοῦ μήκους τοῦ χρόνου τοὺς Πελοποννησίους συντρίψωσι· καὶ ὅτι πέφυκε φύσει τὰ τῶν πολεμίων τοιαύτας φιλονεικίας ἐμποιεῖν, ὥστε μὴ ταχὺ διαλύσασθαι· ἂν δὲ προςθῶ καὶ Ἀθηναίους τοὺς ὑπὲρ φιλοτιμίας αἰρομένους ἅπαντα κίνδυνον, πῶς ἔτι λέγειν ἐστὶ δυνατὸν, ἠγνοοῦμεν μηκύνεσθαι τὸν πόλεμον; Μετὰ τὸ χρῶμα ἐμπεσοῦνται ἀντιθέσεις αἵδε ἐκ τῆς περιστάσεως πίπτουσαι· ἀλλὰ πολλὰ αὐτοὺς κακὰ εἰργασάμεθα.
8.173 Ἡ λύσις ὅτι οὐ μόνον πεποιήκαμεν, ἀλλὰ καὶ ἐπεπόνθειμεν· οὐκ ἔστι δὲ ἴσον τοῦτο τῷ περιορᾷν τὸ γένος ἀπολλύμενον· εἶτα ἐρεῖς τὰ κατ’ εἶδος· βούλει σοι τοὺς τάφους καταριθμήσομεν; βούλει τὰς συμφορὰς εἴπω; εἶτα ἐρεῖς, ἀλλ’ ἔστω μηδὲν ἡμᾶς μὲν πεπονθέναι, ἀληθὲς δὲ εἶναι ὅτι μόνον πολλὰ αὐτοὺς κακὰ εἰργασάμεθα· ποῦ τοῦτο πρέπον ἢ εὔλογον οὕτω κοπουμένους τοὺς συμμάχους ὁρᾷν, οὕτω τὸ γένος ἀναιρούμενον; οὐ γὰρ δόσις ἐστὶν εἰπεῖν, ὡς Ἀθηναῖοι μὲν Ἕλληνες, Λακεδαιμόνιοι δὲ οὐδαμῶς· ἢ Σπαρτιᾶται μὲν τῷ γένει προσήκουσιν, Ἀθηναῖοι δὲ νόθοι τοῖς Ἕλλησιν. ὥστε καὶ εἰ μόνοι πεπόνθασιν ἐν τῷ πολέμῳ δεινὸν, ἀγανακτεῖν εὔλογον ὅτι πεπείσμεθα ὡς ἀληθῶς ἑτερόφθαλμον καταστῆσαι τὴν Ἑλλάδα· ἔπειτα ἐρεῖς· ὥς τινες εἰργάσαντο κακὰ τοσαῦτα τοῖς Ἕλλησιν, ὥς τινες Μῆδοι ἤ τινες ἕτεροι βάρβαροι τοῦτον τὸν τρόπον κατὰ τῶν Ἑλλήνων ἐχώρησαν, ὡς ἡμεῖς κατ’ ἀλλήλων· καὶ ὅσα τοιαῦτα. δυνατὸν γὰρ πῆ μὲν τῷ κατ’ εἶδος, πῆ δὲ ὑποστροφαῖς, πῆ δὲ κομματικοῖς ἐπιμηκῦναι τὴν ἀντίθεσιν. ΜΕτὰ ταύτην τοίνυν θήσεις ἀντίθεσιν στοχαστικὴν, ἣν λύσεις ὁμοίως στοχαστικῶς. Ἀλλ’ εἰκὸς πέρας ἐπιθεῖναι τῇ μάχῃ. Λύσεις, ὅτι οὐκ εἰκὸς ταχέως διαλυθῆναι τὸν πόλεμον. πῆ μὲν κατ’ εἰρωνείαν, ὅτι νῦν μὲν καὶ μάντεις ἐπὶ τοῦ πολέμου Κορίνθιοι, νῦν δὲ προφῆται τοῦ μέλλοντος· μετὰ τοσοῦτον τὸν Ἑλληνικὸν κίνδυνον εἰκὸς τέλος ἐπιτελεσθῆναί ποτε, πόθεν εἰδότες· εἰ μὲν ἀπὸ τῶν Ἀθηναίων στοχαζόμενοι, οὐδέποτε τέλος ἕξουσιν αἱ συμφοραί· εἰ δ’ ἀφ’ ἑαυτῶν βουλευόμενοι, πιστεύειν οὐ δεῖ, ἀφ’ ὧν ἤδη πεπεισμένοι πεπόνθαμεν.
8.174 οὐκ ἀρκεῖ τὸ πρῶτον ἡμᾶς ἠπατῆσθαι δοκεῖν, ἀλλ’ ἔτι καὶ δευτέραν ἀπάτην προςεξευρίσκουσιν, καὶ δέλεαρ ὥσπερ εἰπεῖν πρὸς τὸ πολεμεῖν τὴν ἐλπίδα προτείνονται· εἶθ’ ὅτι δυστυχῆσαι ἐν τοσούτῳ πόσους τῶν Ἑλλήνων εἰκός· εἶθ’ ὅσους ἀπολέσθαι, πόσους πολιορκηθῆναι· εἶθ’ ὅτι ἀναμένουσι, μέχρις ἂν ἔρημον τὴν ἐλπίδα θεάσωνται· εἶθ’ ὅτι πιθανοῖς λόγοις καὶ τῷ ἐλπίζειν τέλος ἐπιτεθῆναι τῇ μάχῃ, ὥσπερ ἐν σκότῳ καταναλωμένους ἡμᾶς ἐπιθυμοῦσιν ἰδεῖν· εἶθ’ ὅτι ἰσότιμοι ἀμφότεροι Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, καὶ οὐδετέρῳ μέρει παραχωροῦσιν, ἵνα μὴ ἑαυτοὺς καθέλωσι. ΜΕτὰ ταῦτα θήσεις τὸν ἐπίλογον· σχεδὸν δὲ ὁ ἐπίλογος ἐγκώμιον εἰρήνης καὶ προτροπὴ πρὸς τὸ λῦσαι τὴν ἔχθραν, καὶ πρεσβεία πρὸς ἕκαστον τῶν Ἑλλήνων προσαγγέλλουσα τὴν ἀπάτην, καὶ διατύπωσις τῶν πανηγύρεων, Ὀλυμπίων, Ἰσθμίων, Παναθηναίων· ὅτι μετ’ ἀλλήλων ἐσόμεθα καὶ συγγενεῖς, καὶ οὐκ ἔτι δυσμένειαν ὑφορώμενοι· ὅτι Κορινθίους ὡς ἀξίους τιμωρησόμεθα, καὶ ὅτι πρεσβευτὰς χειροτονήσομεν τοὺς διδάξοντας τοὺς Ἕλληνας ἀνακτήσασθαι τὴν φιλίαν· καὶ τοὺς ἡγεμόνας φιλεῖν, καὶ ὅτι τιμωρίας ἄξιοι Κορίνθιοι, εἰς τοσαύτην ἔχθραν τὸ γένος ἐξάψαντες· ὅτι προσῆκον ὑπομνησθῆναι τῶν παλαιῶν διηγημάτων, ὅτι τὴν νῦν οὖσαν κατάστασιν ἐξ ἀλλήλων ἐσχήκατε· Ἀθηναίων μὲν καρποὺς δεξαμένων καὶ τελετὰς, καὶ τοὺς Ἡρακλείδας ὑποδεξαμένων καὶ σωσάντων τὸ τοιοῦτο τῇ Σπάρτῃ πρόσχημα, καὶ ὅτι Λακεδαιμόνιοι ταῖς ἀποικίαις τὸ γένος ἐκόσμησαν, καὶ ὅτι Πλαταιεῖς ἢ Θηβαῖοι ἢ Πελοποννήσιοι ἀεὶ ἀλλήλοις δυστυχοῦσι συνήραντο, καὶ ὅτι ἀνοικίσωμεν Πλάταιαν, Μεγαρέας προςκυνῆσαι τὴν Πολιάδα ποιήσομεν, ἐλεύθεροι Ποτιδαιᾶται τυγχανέτωσαν· ἔστωσαν πάντες αὐτόνομοι· μηκέτι πόλεμος ταραττέτω τοὺς Ἕλληνας.
8.175 Ἀποκηρυχθέντι τῷ παιδὶ ἡ μήτηρ συνεξῆλθε τῆς τοῦ ἀνδρὸς οἰκίας· καὶ μετὰ ταῦτα ἀριστεύσαντι τῷ παιδὶ προςήνεγκε λόγους ἡ μήτηρ πρὸς τὴν δωρεὰν αἰτῆσαι ἀναληφθῆναι ὑπὸ τοῦ πατρός· οὐ πείθεται, καὶ κρίνεται ἀχαριστίας ὑπὸ τοῦ πατρός. Φιλόπαις ἡ μήτηρ καὶ πρὸς τὸν παῖδα φιλόστοργος· ὅθεν αὐτῷ καὶ συνεξῆλθεν ἀποκηρυχθέντι τῆς οἰκίας. καὶ κρίνει νῦν, οὐχ ἵνα τὸν παῖδα τιμωρήσηται· πῶς γάρ; ἀλλ’ ἵνα ἀπολογήσηται τῷ πατρί. τῷ δὲ παιδὶ σκοπὸς ἀναληφθῆναι καὶ μετὰ τὴν δωρεὰν ὑπὸ τοῦ πατρὸς, ἵνα καὶ τὴν δωρεὰν ἔχειν δόξῃ, καὶ τῆς ἀντιλήψεως τύχῃ· ἔστι γὰρ ὅλος ὁ σκοπὸς τῷ προβλήματι· τὸ δὲ εἶδος τοῦ λόγου μικτὸν βαρύτητος καὶ φιλοτιμίας· βαρύτητι μὲν χρωμένης ἐπὶ τῷ ἐγκλήματι τῆς μητρὸς, καὶ ἐφ’ οἷς εὖ παθὼν οὐχ ὑπήκουσε· φιλοτιμουμένης δὲ λάθρα ἐπὶ τοῖς κατορθώμασιν, ἵνα τὸ μὲν ἔχῃ δεινοποιεῖν τὸ ἔγκλημα, τὸ δὲ τὸν σκοπὸν κατεργάσηται· διὸ καὶ ἡ κατάστασίς ἐστιν αὐτῇ ὁ γάμος, ἡ παιδοποιΐα, ἡ περὶ τοὺς παῖδας διάθεσις, ἡ ἀνατροφὴ, μετὰ ταῦτα ἡ παίδευσις, εἶτα ἑξῆς τὰ παρά τινων κατὰ τοῦ παιδὸς ἐγκλήματα, αἱ πρὸς τὸν πατέρα διαβολαὶ, καὶ αἱ τῆς μητρὸς ὑπὲρ τοῦ παιδὸς ἀπολογίαι· καὶ ὅμως κατεπράϋνε τὸν πατέρα· εἶτα ἡ ἐξαίφνης πρὸς τούτοις ὀργὴ, καὶ πρὸς τούτοις ἡ ἀποκήρυξις· εἶτα πρόςθες ἠθοποιΐαν τινὰ ἔχουσαν πάθος ἐν τῇ ἀποκηρύξει, καὶ διαλογισμὸν ἐπὶ τῷ πρακτέῳ.
8.176 ἐρεῖς ὅτι μίαν ταύτην εὗρον τῆς παραμυθίας ὁδὸν, τὸ συνεξελθεῖν τῆς οἰκίας τῷ παιδὶ, τὸ κοινωνῆσαι τῆς συμφορᾶς, καὶ μετασχεῖν τοῦ δυςτυχήματος, καὶ γενέσθαι τὴν αὐτὴν μίαν αὐτῷ διάκονον, μητέρα, ὑπηρέτιν· τί οὖν ἐπὶ τούτοις; ἐζήτουν ἀεὶ καιρὸν ἀπολογίας τῷ πατρὶ, ἐζήτουν ἔλεγχον τοῦ παιδὸς, ἐπόθουν ἰδεῖν καιρὸν τῆς διαβολῆς κρείττονα· τοιγαροῦν ἐξαίφνης ἐπιστάντος πολέμου τῇ πόλει, καὶ αὐξήσας τὰς ἀπὸ τοῦ πολέμου συμφορὰς, ἵνα μείζων ἡ ἀριστεία φανῇ, πρόςθες ὅτι πρῶτος ὑπὲρ ἁπάντων ὁ παῖς ἐδέξατο τὴν ἀσπίδα, ὑπὲρ πατρὸς, ὑπὲρ γένους, ὑπὲρ ἁπάντων ἡμῶν, καὶ συμβαλὼν καὶ νικήσας ἐπανῄει νικηφόρος, τροπαιοῦχος, ἀλεξίκακος παρὰ πάντων ὀνομαζόμενος· ἀλλὰ μέχρι τούτων ἐπαινεῖ καὶ τὴν τοῦ παιδὸς ἀποδέχεται μακροθυμίαν ἡ μήτηρ, καὶ φιλοτιμεῖται τοῖς εὐτυχήμασι, καὶ μόνον ἡγεῖται τοῦτον ὑπὲρ ἁπάντων αὐτῇ ταύτας ἀποδεδωκέναι τὰς ἀμοιβὰς, ὑπὲρ τροφῶν, ὑπὲρ ἀγωγῆς, ὑπὲρ ὧν αὐτῷ συνεπέμεινε συμφορῶν. τίς οὖν τὰ ἑξῆς. ἆρ’ ὁ παῖς παραπλήσιος αὐτῇ· ἆρα μένων ἐπὶ τοῦ σχήματος τὴν ἴσην παρ’ αὑτῷ ἐφύλαττεν ἀρετήν; οὐδαμῶς· προκειμένης γὰρ τοῖς ἀριστεύουσι δωρεᾶς, καὶ γέρως ὑπάρχοντος τοῖς εὖ ποιήσασιν, ἐδέετο διὰ τοῦ νόμου διαλῦσαι τὴν τοῦ πατρὸς ἀποκήρυξιν, τὴν ἀρχαίαν ἀναλαβεῖν τύχην· παρεκάλει διὰ τοῦ νόμου τὴν τοῦ πατρὸς ἑστίαν ἰδεῖν, καὶ κοινωνῆσαι πάλιν τοῦ γένους καὶ παρὰ τοῦ δήμου πάντως ταύτην αἰτῆσαι τὴν ἀμοιβὴν, ἀναληφθῆναι παρὰ τοῦ πατρὸς συνεβούλευεν, ὀνομάσαι πάλιν πατέρα τὸν φύσαντα, καὶ προπεμπόμενον ὑπὸ τοῦ δήμου παντὸς τὴν ἑστίαν καταλαβεῖν· ὁ δὲ ὥσπερ ἐπιλαθόμενος αὐτοῦ παντελῶς καὶ τὴν αἰτοῦσαν ἥτις ἐστὶν ἀγνοῶν ἀπηγόρευεν αἰτεῖν, τοιαύτην οὐκ ἔφασκε δωρεάν· καὶ μετὰ τοσούτους τῆς μητρὸς κινδύνους μὴ πειθόμενος οὐκ ᾐσχύνετο.
8.177 ὉΡΙκὸν παραγραφικὸν οὐκ ἐμπίπτει· οὐ γὰρ ἔχει ὁρίσασθαι, ἀλλ’ ὅτι μὲν εἶναι ἀχαριστίαν· τοῦτο δὲ μὴ ἀντίληψιν ἔχεις ἑξῆς. Ἀλλ’ ἔξεστίν μοι, φησὶν, αἰτεῖν, εἰ βούλομαι, δωρεάν. ΛΥσεις τῇ μεταλήψει. οὐκ ἀντειπεῖν τῇ μητρὶ δίκαιον ἦν· οὔτε μετὰ τοσαύτην δυστυχημάτων ἀπόλαυσιν ἐνστῆναι τῷ συνυπομεῖναί σοι προελομένῃ τὴν ἀποκήρυξιν· ὅλως μὲν γὰρ ἐπὶ τοῖς καλοῖς ἀντιλέγειν οὐ προςῆκον· πολλῷ δὲ πλέον, ἂν πατέρες ὦσιν οἱ συμβουλεύοντες· πρὸς δὲ τούτοις ὁποίας εὐεργεσίας ὤφειλεν ἡ μήτηρ παρὰ σοῦ ἀπαιτῆσαι ταύτην τὴν χάριν, ἀνθ’ ὧν ἀνέθρεψεν, ἀνθ’ ὧν τέτοκεν, ἀνθ’ ὧν εὔνους καὶ φιλόπαις γεγένηται· βούλει τανῦν, ἀριστεῦ, τὰς τῆς μητρὸς εὐεργεσίας καταριθμήσομαι; βούλει πάσας εἴπω τὰς τῆς μητρὸς πράξεις ἐπὶ τοῦ βήματος; ἀπεκήρυξεν ὁ πατὴρ, συνεξῆλθέ σοι τῆς οἰκίας, καὶ διὰ σὲ τὴν κοινὴν οὐκ ἔτι προςκυνῆσαι τοῦ γένους ἑστίαν ἠνέσχετο· πάλιν ἀλᾶσθαι σὺν σοὶ μᾶλλον ἢ τῷ πατρὶ προείλετο. καὶ συνοῦσά σοι διὰ μιᾶς ὑπηρεσίας ἐπλήρου τάξιν μητρὸς, θεραπαίνης, διακόνου φιλτάτου· ἀντὶ τούτων ἁπάντων, ἀριστεῦ, ταύτην ᾐτήσατο παρὰ σοῦ τὴν ἀμοιβὴν, ἀνθ’ ὧν αὐτὴ κέκμηκεν· ἀναληφθῆναί σε προείλετο· εἶτα σὺ πάντας ἐκείνους τοὺς πόνους ἀφεὶς ἐξεῖναι λέγεις μητράσι μὴ πείθεσθαι, καὶ μητρὸς ἱκετευούσης ἐξεῖναι λέγεις τοῦ γένους καταφρονεῖν· μὴ καταφρονήσεις τοῦ δήμου παντὸς κινδυνεύοντος, μηδεμίαν ἀναμείνας τοῦ γένους παράκλησιν, δεομένην τὴν μητέρα παρεώρακας· ὢ τοῦ δεινοτάτου τολμήματος, ὢ πράξεως ἀχαρίστου καὶ ὡς ἀληθῶς ἀνημέρου· καὶ τὰ τοιαῦτα.
8.178 ΜΕτὰ τὴν ἀντίληψιν θήσεις τὸ χρῶμα συγγνωμονικὸν, ὅτι ἠγνόουν εἰ τοῦτο καθ’ ὃ δοκεῖ ἐτύγχανε τῷ πατρί. ΛΥσεις πομπικῶς πάλιν, καὶ μετὰ πολλῆς φιλοτιμίας· γλαφυρωτάτη γὰρ ἡ ἀντίθεσις· οὐκ ἦν κατὰ γνώμην ἀναλαβεῖν τῷ πατρὶ τὸν υἱὸν ἐπὶ τῆς πόλεως ἀριστεύσαντα καὶ διὰ τῶν ἔργων τοῦ προτέρου βίου τὰς βλασφημίας ἐλέγξαντα· εἶθ’ ἅπαντες μὲν εὔχονται τοιούτοις παισὶν ἐναμβρύνεσθαι, καὶ ζητοῦσιν ἰδεῖν μετὰ τὸν πόλεμον ἐμπομπεύοντας· σὺ δὲ φῂς ὡς ἄδηλον εἰ δέξεταί σε μετὰ τὴν ἀριστείαν ὁ πατήρ· εἶθ’ ὅτι τοῦ δήμου κελεύοντος οὐκ εἶχεν ἀντειπεῖν τοῦ νόμου κειμένου· εἶθ’ ὅτι κοινωνὸς ἂν ἐγένετο τῆς σῆς φιλοτιμίας σὲ δεξάμενος· ὅτι ἤκουεν ἀριστέως πατὴρ, ἀλλ’ οὐκ ἀποκηρύκτου· εἶθ’ ὅτι ἐδέξατο ἂν ἐπὶ τοσούτοις τοῦ σοῦ τρόπου μάρτυσιν, ἵνα μὴ δόξῃ πονηρίᾳ καὶ φαυλότητι ἀποκηρυχθῆναί σε· ὑπώπτευσαν γὰρ ἅπαντες αὐτὸν καὶ τό γε μὴ δικαίως ἀποβεβληκέναι τῆς οἰκίας, ὅπου νῦν ἀριστεύσαντά σε οὐκ ἐδέξατο, καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὸ χρῶμα πίπτει ἐκ τοῦ χρώματος ἀντίθεσις· καὶ τὰ τοιαῦτα· ἀλλ’ αἰσχρὸν ἡγησάμην ἀναληφθῆναι κατ’ ἀνάγκην δοκεῖν.
8.179 ΛΥσεις τῷ ὄντι οὐδὲν τῶν προςηκόντων γινόμενον, αἰσχρὸν δέ· οὐδὲ τῶν καλῶν τι φέρει τοῖς πράττουσι διαβολῆς· εἶτα κατὰ μέρος ἐρεῖς· ποῖον αἰσχρὸν ἦν εἰ στεφάνου τὴν τοῦ πατρὸς συνοικίαν προὔκρινας; ποῖον αἰσχρὸν εἰ πάσης δωρεᾶς τὴν ἑστίαν μᾶλλον ἠγάπησας; οὐδὲ γὰρ ἔφερέ σοι τοῦτο μᾶλλον φιλοτιμίαν. οὐ γὰρ ἦν τοῦτό σοι μᾶλλον τῆς ἀριστείας ἐνδοξότερον· ὅτι τοῖς ἔργοις ἀπολογησάμενος καὶ κρείττων κατὰ πολὺ γενόμενος, ἢ ὡς διαβάλλοντες ἔφασκον, τὴν συνοικίαν εἵλω τὴν τοῦ πατρὸς καὶ τὸ γένος ἠσπάσω· εἶθ’ ὅτι πάντες ἂν εἶπον καὶ τοῦ πατρός σε κρείττονα· ὅτι ἐκεῖνος μὲν ἀπατηθεὶς ἀπεκήρυξε· σὺ δὲ μετὰ τὴν δωρεὰν εἴληφας τὴν τοῦ πατρὸς οἰκίαν. ΜΕτὰ ταῦτα ἄλλη πεσεῖται ἀντίθεσις· δυνατὸν καὶ νῦν ἀναλαβεῖν τῷ πατρί. Λύσεις, καὶ ποία αὕτη τῆς ἀχαριστίας ἀπολογία· ποία λύσις τοῦ ἐγκλήματος; παρακληθεὶς ταύτην αἴτησαι τὴν δωρεάν. οὐκ ἐπείσθης γεγράμμεθα· τί νῦν ζητεῖς εἰ καὶ νῦν δυνατόν ἐστιν ἐπαναλαβεῖν τῷ πατρί· ἀλλὰ τὸ παρὰ σοῦ γενόμενον λέγε, πότερον ὀρθῶς ἢ κακῶς βεβούλευται. ὅτι μὲν γὰρ ἀπειθεῖς τῇ μητρὶ συμβουλευούσῃ τὰ κάλλιστα, οὐκ ἔστιν εὔλογον· δῆλον κἂν σὺ μὴ λέγῃς ὅτι κακῶς τετόλμηκας, ἔξεστιν ὁρᾷν ἐξ ὧν γεγράμμεθα. ΕΠΙλογος· ἔχει δὲ προτροπὴν λεληθυῖαν τοῦ ἀναλαβεῖν τὸν παῖδα λεγούσης τῆς μητρός· ποῦ πότ’ ἐστιν ὁ πατήρ· ὅρα τίνα ἀπεκήρυξας· ἀχάριστον μὲν, οὐ γὰρ παύσομαι τοῦτο αὐτὸ κατηγοροῦσα τὸ ἔγκλημα, ἀλλ’ ἀριστέα καὶ δεινὸν ὑπὲρ τοῦ δήμου φιλόπολιν· καὶ ἐπαγγελίαν ἄλλων, ἀριστεῖ, καὶ τροπαίων καὶ ἄλλων εὐεργετημάτων πρὸς τὴν πόλιν, καὶ ὅτι τούτων ἔσται κοινωνὸς ὁ πατὴρ ἐπὶ τῆς ἑστίας τὸν υἱὸν δεξάμενος· καὶ τὰ τοιαῦτα. Ἔχων τις δύο παῖδας τὸν ἕτερον τυραννήσαντα ἀπέκτεινε, μὴ αἰτῶν γέρας, ὑπὲρ τοῦ λειπομένου παιδὸς παρανοίας κρίνεται.
8.180.(1a) ΚΑΤΑΣΤΑΣΙΣ. Ἡ κατάστασις τοῦ παιδὸς ἔχει τὴν ἀνατροφὴν, καὶ τὰς ὑπὲρ τῆς πόλεως πρὸς αὐτοὺς ἠθοποιΐας, καὶ τὴν τυραννίδα ἐν παραδρομῇ, καὶ τὴν τυραννοκτονίαν ἐν αὐξήσει, καὶ ἐν καταδρομῇ τὸ μὴ αἰτεῖν δωρεάν. ΟΡΙΚΟΝ ΠΑΡΑΓΡΑΦΙΚΟΝ. ἐπ’ ἄλλοις ἡ παράνοιά ἐστιν, τὸ μὴ ἐπιγινώσκειν τὸν πλησίον, τὸ τοὺς συγγενεῖς ἀγνοεῖν, τὸ ἑαυτῷ ἀνακόλουθα ποιεῖν, τὸ μὴ συνιέναι τὰ πραττόμενα, τὸ λόγοις σφάλλεσθαι. ΕΓὼ δὲ τούτων οὐδὲν πεποίηκα· οὐκ ἄρα παρανοῶ. Λύσεις· ἢ οὐ μόνα ταῦτά ἐστιν, ἀλλὰ καὶ κατὰ τοὺς νόμους μὴ αἰτεῖν δωρεὰν, μηδὲ τὰς παρὰ τοῦ δήμου τιμᾷν ἀμοιβάς· ἀλλὰ δέχεσθαι μὲν τοὺς πόνους, τῶν δὲ τιμῶν ὑπερφρονεῖν· εἶτα τοῦτο κατασκευάσεις ὅλοις τοῖς ὁρικοῖς. ΜΕτὰ ταῦτα θήσεις τὴν ἀντίληψιν· ἀλλ’ ἔξεστίν μοι μὴ αἰτεῖν δωρεάν. Ἡ λύσις μεταληπτική· ἔξεστι μὴ αἰτεῖν, ἀλλὰ μὴ τὸ παραβαίνειν τοὺς νόμους, οὐδὲ λύειν τὰ κοινὰ τῆς πόλεως δόγματα· ἢ τίνος ἕνεκα ἐνομοθέτουν αἰτεῖν; εἰ ἐφ’ ἡμῖν ἦν καὶ τὸ δέχεσθαι καὶ μή· καὶ ὅτι ἄτοπον ὑπὲρ τῆς δημοκρατίας τυραννοκτονεῖν, ἵνα κύριοι μὲν ὦσιν οἱ νόμοι· τούτους δὲ μετὰ τὴν τῆς τυραννίδος καθαίρεσιν ἀναιρεῖν· καὶ ὅτι τὸ δημοτικὸν δεῖ διόλου τὸ ἴσον φαίνεσθαι, μὴ πῆ μὲν υἱὸν ἀναιρεῖν ὡς κατὰ τῆς δημοκρατείας βουλευσάμενον, αὐτὸν δὲ τῇ δημοκρατείᾳ καὶ τοῖς ταύτης νόμοις μὴ πείθεσθαι.
8.181 ΜΕτὰ ταῦτα θήσεις τὸ χρῶμα· οὐκ ἠθέλησα, φησὶν, ἔχειν τῶν δυςτυχημάτων ὑπόμνημα· ἢ οὐχὶ τῶν δυςτυχημάτων ἂν ἦν σοι τοῦτο μνημεῖον, ἀλλὰ τῶν εὐτυχημάτων ἐγένετο, καὶ ὧν ὑπὲρ τῆς πόλεως βεβούλευσαι· καὶ ζῆλος ἂν ἅπασιν οὗτος ἐγένετο γενναιότατος, τὸ μήτε γένους, μήτε παίδων ὑπὲρ τῆς πολιτείας φείδεσθαι· καὶ ὅσα τοιαῦτα· καὶ ὅτι δύνασαι ἄλλην αἰτῆσαι δωρεὰν, ἥτις ἀφανίζει τὴν μνήμην τῆς συμφορᾶς· δυνατὸν ἀμνηστίαν αἰτῆσαι, δυνατὸν κωλῦσαι τύραννον ὀνομάζεσθαι· καὶ ὅτι πολλαὶ δωρεαί εἰσιν, αἳ οὐ μόνως ἀλλάττουσι τὴν μνήμην τῶν κακῶν, ἀλλὰ καὶ ἥδεσθαι ποιοῦσι· καὶ ὅτι εἰ ἀμνηστίαν ᾔτησας, οὐδεὶς ἂν οὐ γραφὴν ἔσχε δηλοῦσαν τὸν τύραννον, οὐ λόγῳ τὴν συμφορὰν ὑπέμνησε· καὶ τὰ τοιαῦτα. Εἶτα ἑξῆς θὲς ἄλλην ἀντίθεσιν ἀπὸ τῆς διανοίας τοῦ νόμου· ὅτι ξένος τῶν τυράννων νόμος δίδωσι δωρεὰν, οὐ τοῖς ἐξ αὐτοῦ τοῦ γένους, οἷον πατράσιν οὖσιν· ἐρεῖς οὖν, ἀλλ’ ἐφοβήθη, φησὶ, μή τις κωλύσῃ τὴν αἴτησιν· αὕτη ἀναγκαία ἀντίθεσις· ὥσπερ ἐν ἐκείνῳ πρώτῳ ἔστι τῷ πρεσβυτέρῳ· νόμος τὸν τυραννοκτόνον λαμβάνειν δωρεάν· πατὴρ τυραννοῦντα τὸν υἱὸν ἀνελὼν αἰτεῖ δωρεάν· ἀντιλέγει τις. ΠΡώτη ἀντίθεσις· οὐ σοὶ δίδωσιν ὁ νόμος πατρὶ ὄντι, ἀλλὰ τοῖς ξένοις τοῦ γένους ἀνελοῦσι. ΛΥσεις οὖν τὴν ἀντίθεσιν τοῦ προκειμένου στοχαστικῶς, ὅτι πάντες καὶ συνηγωνίσαντο καὶ ἐσπούδασαν ἄνδρες λαβεῖν, εἰδότες οἵων αὐτοὺς ἀπήλλαξε συμφορῶν· καὶ ὅλην ἁπλῶς στοχαστικῶς ἂν κατασκευάσῃς, τιθεὶς τὰ ἀπὸ τῆς τυραννίδος κατ’ εἶδος κοινὰ, λέγων ὑπὲρ τούτων σοι πάντες ἂν προθύμως ἔδοσαν· προςθήσεις δὲ τούτοις κἀκεῖνα· τὸ ὅτι εἰ μὲν γὰρ τύραννος ἦν ὁ παῖς, κατὰ τὸν νόμον καλῶς αἰτεῖς δωρεάν· εἰ δὲ οὐκ ἦν τύραννος, ἀνθ’ ὅτου καὶ παιδοκτόνος γεγένησαι.
8.182 ΕΠίλογος προτροπὴν ἔχων τῆς δωρεᾶς, καὶ ὅτι μηδεὶς ἔτι τὴν τυραννικὴν καλέσῃ οἰκίαν· μηδεὶς εἴπῃ τὸν τοῦ τυράννου πατέρα· λελύσθω τὸ τόλμημα· ἀμνηστία γενέσθω τῆς συμφορᾶς· εἶθ’ ὅτι δεῖξον, ὦ πάτερ, ὅτι οὐ παρανομεῖς· αἴτησον τὸν δῆμον τὴν δωρεὰν, ἄνελθε ἐπὶ τοῦ βήματος, μὴ ὡς τυραννοκτόνος ἀλλ’ ὡς εὐεργέτης ἁπλῶς· διδόασι καὶ τοῖς ἄλλοις εὖ ποιήσασιν οἱ πολῖται δωρεάς· ἀπαίτησον τὸ γένος τεθαῤῥηκότως· πρόκεινται πᾶσαί σοι δωρεαί· αἴτησον σίτησιν, ἀτέλειαν, εἰκόνα χαλκῆν· αἴτησον μὴ τυραννοκτόνος παρὰ πολιτῶν ὀνομάζεσθαι. ΑΝΤΙΛΗΨΙΣ ΑΠΟ ΤΟΥ ΣΥΜΒΕΒΗΚΟΤΟ Σ . Ἐρῶντά τις ἑταίρας τὸν υἱὸν ἔδησεν· ἐπεκώμασεν αὐτῷ ἡ ἑταίρα· ῥήξας ἐκεῖνος τὰ δεσμὰ ἀπήγξατο· καὶ κρίνει ὁ πατὴρ τὴν ἑταίραν αἰτίας θανάτου. Ὁ ΚΑτήγορος. Τοῦ κατηγόρου ἡ κατάστασις ἔχει τὴν σπουδὴν τὴν περὶ τεκνοποιΐας, καὶ τὴν ἀγωγὴν τοῦ παιδὸς, καὶ τὰς πρὸς τοῦτον ἠθοποιΐας, καὶ τὸν ἐξαίφνης ἔρωτα τῆς ἑταίρας, καὶ πάλιν ἑτέραν πρὸς τοῦτο σύντομον ἠθοποιΐαν. ἀπέτρεπον αὐτῷ λέγων οἷαι καὶ αἱ ἑταῖραί εἰσι, καὶ ὅτι μόνον τῷ κέρδει κηλούμεναι εἰς αἰσχρὰς ἡδονὰς δελεάζουσι τοὺς νέους, ἵνα χρηματίζωνται, κολακεύουσιν, ἀπατῶσι, πλεονεξίας, κέρδους χάριν· ὡς δὲ ταῦτα λέγων οὐκ ἔπειθον, ἀλλ’ οἷα παῖς τοῦ ἔρωτος ἦν, ἐζήτουν κατ’ ἐμαυτὸν ὥσπερ τινὸς νοσήματος ἴασιν.
8.183 εἶθ’ εὑρὼν ὅτι δεσμὸς μόνον κωλύσει τῆς ἀκολάστου ταύτης συντυχίας τὸν νέον, τόθ’ εὑρὼν μόνον αὐτῷ τῆς σωφροσύνης φυλακτήριον ἰδίᾳ τὸν νέον ἐφύλαξα ἐπὶ τῆς οἰκίας, κατ’ ἐμαυτὸν ἀνάγκην ἐπέθηκα τοῦ σωφρονεῖν· ἡ δὲ καινὸν ἐζήτησε κατὰ τοῦ μειρακίου τρόπον, καὶ καθάπερ τινὰ μηχανὴν ἀκολασίαν ἐξευρεῖν ἐπεχείρησεν. Εἶτα ἐπ’ αὐξήσει ἔπαγε τὸν κῶμον, διατιθεὶς αὐτὸν, καὶ ὅτι ὠνείδιζεν ἀνέραστον ἀποκαλοῦσα, ἀδιάθετον, ὑποχείριον, ὡς ἀληθῶς τῷ πατρὶ δοῦλον, ὑπήκοον τοῦ πατρός· εἶθ’ ὅτι παροξυνθεὶς ὁ παῖς καὶ ῥήξας τὰ δεσμὰ βρόχῳ τὸν βίον διέλυσεν· εἶτα παθητικὰ καὶ ἀνακλητικὰ λέξας ἐν ἁπλοῖς τισιν οὕτω καταπαύσει τὴν κατάστασιν. ΠΑραγραφικῷ. ΟΥΚ ὀφείλω κρίνεσθαι ὑπὲρ ὧν ἄλλοι πεποιήκασιν. ΛΥσεις. Ὅτι οὐχὶ ὑπὲρ ὧν ἄλλοι πεποιήκασι κρίνῃ, ἀλλ’ ὑπὲρ ὧν σὺ ποιῆσαι παρεσκεύασας, καὶ ὅτι τὰς ἀρχὰς δεῖ ζητεῖν ἐξ ὧν ἕκαστα πράττεται, οὐχὶ τὰ τέλη· ὁ γὰρ τὴν ἀρχὴν παρασχὼν οὗτος καὶ τοῦ συμβεβηκότος ὑπεύθυνος· ὥσπερ γὰρ εἰ μὴ ἦν αὐτὴ τὴν ἀρχὴν παρασχοῦσα, οὐκ ἂν οὐδὲ ἐκεῖνος ἀπήγξατο· οὔτε σύγκρισιν ὑπέμεινας οὕτως· ἐπειδὴ τὴν ἀρχὴν αὐτῇ δέδωκας, οὐκ ὀφείλεις ἀγανακτεῖν, εἰ κρίνῃ, καὶ συνάγομεν δικαστήριον. ΟΡικῷ παραγραφικῷ. Ἀλλ’ οὔτε ξίφος οὔτε βρόχον αὐτῷ πρὸς τὸν θάνατον παρεσχόμην. ΛΥσεις ὁρικῶς τὰ πεπραγμένα κατασκευάζων. ἢ οὐκ ἐπὶ τούτοις μόνοις αἰτίας θανάτου κρίνεται, ἀλλὰ καὶ ὅταν ἐκκαλέσηται πρὸς τὸν θάνατον· οὐ γὰρ εἰ μὴ πρὸς βόθρον τις ἀγάγῃ τινὰ κρίνεται· ἀλλὰ καὶ εἰ λόγοις πρὸς τὴν τοιαύτην ἐπιβουλὴν παρώξυνε.
8.184 καὶ ὅτι ἴσον ἐστὶ τούτοις τὸ ἐπικωμάσαι, καὶ ὅτι ὁ νομοθέτης τὸν ἁπλῶς αἴτιον θανάτου λέγει, οὐ τὸν οἶτον πεποιηκότα, καὶ ὅτι μέγα τοῦτο καὶ μεῖζον τοῦ ξίφος ὀρέξαι ἢ εἰς βόθρον ἀγαγεῖν. ΑΝτιληπτικῷ. Ἀλλ’ ἔξεστίν μοι κωμάζειν, φησίν. ΛΥσεις μεταληπτικῷ. Ὅτι οὐ κατὰ δεδεμένων, οὐδὲ κατὰ μειρακίων μήτε ἔρωτι μήτε συμφορᾷ μέτρον διδόντων, καὶ ὅτι οὐκ ἀρκεῖ μόνον εἰπεῖν τὸ ἔξεστιν· εἰ μὲν γὰρ θάνατον ἐργάζεσθαι ἔξεστιν, περιττὸς ὁ νόμος ὁ δεδωκὼς τὰς τοιαύτας γραφάς· εἰ δὲ οὕτω κωμάζειν οὐκ ἔστιν, ἀνθ’ ὅτου λέγεις τὸ ἔξεστιν, καὶ ὅσα πρὸς τὴν λύσιν ἁρμόζει· ἱκανὰ γὰρ ἤδη προειρήκαμεν. Ὁ μὲν διδάσκαλος ἡμῶν, παῦσαι αὐτὸν τοῦ ἔρωτος βουλομένη ἐπεκώμασα· ἐγὼ δὲ Σώπατρος φημὶ, μὴ οἰκεῖον εἶναι ἑταίρᾳ τὸ τοιοῦτον χρῶμα· οὐδεμία γὰρ ἑταίρα λέγει, ὅτι βουλομένη παῦσαι τὸν ἐραστὴν τοῦ ἔρωτος ἐπεκώμασα. ΛΥσεις οὖν μεταληπτικῷ. Ὅτι οὐχ οὕτως ἐχρῆν, ἀλλὰ ἄλλως παραμυθήσασθαι τῷ καρτερεῖν, τῷ μὴ ἐκτείνεσθαι τοῦ πατρὸς τὴν ὀργὴν, τῷ συνεῖναι πάλιν ἀφεθέντι τῷ νέῳ, τῷ ἐπαγγείλασθαι παρασκευάζειν τινὰς, συμβουλεύειν τῷ πατρὶ ἀφεῖναι τὸν υἱὸν, τῷ πάντα τρόπον πρὸς τὴν ἄφεσιν μηχανήσασθαι· τὸ δὲ τοῦ διδασκάλου χρῶμα λύσεις οὕτως· καὶ πῶς οὐκ ἦν πρόδηλον, ὅτε ὑβριζόμενος καὶ ὀνειδιζόμενος οὐκ ἐπαύετο τοῦ ἔρωτος, ἀλλὰ μᾶλλον παρωξύνετο, καὶ ὅτι οὐκ ἔστι τοῦτο ποιῆσαι τὸν ἔρωτα, ἀλλ’ εἰς λύπην μετατρέψαι τὸν ἔρωτα, καὶ ποιῆσαι εἰς ἀμηχανίαν ἐμπεσεῖν τὸ μειράκιον, καὶ παρασκευάσαι ζητεῖν ὅ τι καὶ δράσειεν· ἐρεῖς θετικῶς· μειράκιον ὑβριζόμενον καὶ ἐπικωμάζουσαν ἑταίραν οὐ φέρει· καὶ τὰ τοιαῦτα· ἀλλ’ αὐτὸς ἑαυτῷ αἴτιος ἀπαγξάμενος.
8.185 ἈΝτίθεσις ἀντεγκληματική. ΛΥσεις οὐκοῦν ἀντεγκληματικῶς· σὺ αἰτία, προςκαλεσαμένη, ἐλθοῦσα ἐπὶ τὴν οἰκίαν· καὶ τὰ τοιαῦτα. ΕΙτα συγγνωμονικὴ ἀντίθεσις, ἥτις ἀεὶ ἐμπίπτει ἐν ταῖς ἀπὸ τοῦ ἀποβεβηκότος ἀντιλήψεσιν· ἀλλ’ ἠγνόησε, φησὶν, ὅτι τοῦτον ἑαυτῷ χρήσεται τὸν τρόπον· ὅτι οὐκ ἦν ἄδηλον ὡς ἐραστὴς συνεχόμενος οὐ φέρει τὸν ἔρωτα· ἂν δὲ καὶ ἡ ἐρωμένη ὑβρίζῃ, ἐπιπλέον πάθος αὔξεται· ἐπικωμάζουσα γὰρ παροξύνει τὸν ἐραστήν· καὶ εἰςδύνουσα εἰς τὸ πάθος ἡ λύπη ἐνεργεῖ τι δεινόν· καὶ μηδενὸς ὁρωμένου τὸ πάθος κρύπτεται. ἐρεθίσαντος δὲ καὶ κινήσαντος, εὐθὺς εἰς ἄτοπόν τι προβαίνει τὸ κακόν· καὶ ὅσα τοιαῦτα ἀπὸ τῆς ἑταίρας καὶ τοῦ κώμου καὶ τοῦ μειρακίου καὶ τῆς ἀπὸ τούτων ποιότητος. ἘΠίλογος καταφορικώτατός ἐστι διόλου ὡς καθ’ ἑταίρας· εὐπορίαν δὲ εἰς καταδρομὴν ἔχει τὸ πρῶτον. Ἐν πολέμῳ τὸν υἱόν τις ἀπαγαγὼν ἔδειξε τοὺς ἐν πολέμῳ νεκρούς· τέθνηκεν ὁ παῖς, καὶ κρίνει τὸν πατέρα ἡ μήτηρ αἰτίας θανάτου. Ὁ λόγος ἔχει τὸ εἶδος παθητικόν· τῶν γὰρ νεκρῶν ἡ θέα καὶ τὸ πλῆθος τῶν κειμένων καὶ τὸ τεθνάναι τὸν παῖδα χορηγεῖ τὸ πάθος τῷ πλάσματι· σκοπὸς δὲ τῇ μητρὶ φοβῆσαι τὸν πατέρα τῇ γραφῇ, ἵνα μὴ ἄλλον ἀπαγαγὼν εἰς τὸν πόλεμον παῖδα πράξῃ τὸ παραπλήσιον, καὶ πάλιν αὐτῇ θάνατος παιδὸς παρακολουθήσῃ. Ἡ ΚΑτάστασις ἔχει τὸν γάμον, τὴν παιδοποιΐαν, τὴν ἀνατροφὴν, καὶ τὰς ἐπὶ τούτοις ἐλπίδας καὶ ἠθοποιΐας, καὶ ἐν παραδρομῇ τὸν πόλεμον καὶ τὴν νίκην, καὶ ὅτι τὸν παῖδα ἀπήγαγεν ὁ πατὴρ, καὶ τοὺς νεκροὺς τῶν πολεμίων ἐπέδειξε, καὶ ὅτι θεασάμενος ὁ παῖς ἐτελεύτησεν· ἐνταῦθα οὐκ ἐρεῖς, ὅτι οὐκ ὀφείλω κρίνεσθαι, ὑπὲρ ὧν ἄλλοι πεποιήκασιν· οὐδὲ γὰρ πεποίηκεν ὁ παῖς οὐδὲν, οὐδέ τινι ἐνεχείρησεν, ἀλλ’ ἁπλῶς αὐτομάτως ἀπέθανε· διὸ εὐθὺς ἐλεύσῃ ἐπὶ τὸ ὁρικὸν παραγραφικόν· ἀλλ’ ἐπ’ ἄλλοις, φησὶν, αἰτεῖς αἰτίας τοῦ θανάτου· γραφαί· λύσις· ἢ τὸ ξίφος παρασχεῖν, ἢ λίθον, ἢ ξύλον, ἢ βρόχον, αἰτίας φέρει θανάτου· ἀλλὰ καὶ τὸ ἀπαγαγεῖν εἰς πλῆθος νεκρῶν τοιούτων παῖδα ἄπειρον· εἶτα τοῦτο κατασκευάζεις ἑξῆς ὅλοις τοῖς τοῦ ὅρου κεφαλαίοις, ὡς πολλάκις προείπομεν, καὶ μετὰ ταῦτα θήσεις τὴν ἀντίληψιν.
8.186 ἈΛλ’ ἔξεστιν, φησὶν, ἀπαγαγεῖν καὶ δεικνύειν τοῖς παισὶν τοὺς ἐν τῷ πολέμῳ νεκρούς. ΛΥσεις μεταλήψει, τοῖς ἐν ἀκμῇ οὖσιν, οὐ τοῖς νέοις ἔτι καὶ μὴ δυναμένοις τὰς τοιαύτας ὑπομένειν θέας· καὶ τοῖς εἰθισμένοις, οὐ τοῖς ἀπείροις· σὺ δὲ τούτων οὐδὲν εὐλαβηθεὶς ἀπήγαγες τὸν παῖδα εἰς πόλεμον· ἔνθα καὶ τὰ ξίφη μόνον φαινόμενα καταπλήττει τοὺς παῖδας· καὶ κράνος καὶ δόρυ τοῖς μειρακίοις φέρει τελευτὴν. οὐ γὰρ δήπου ἐρεῖς, ὅτι οὐ φοβεραὶ αἱ τάξεις. φοβερὸν δὲ αἱ σκευαί· δεινὰ δὲ τὰ ὁρώμενα· ἂν δὲ προςθῶ καὶ πλῆθος νεκρῶν καὶ ἄρθρων ἐπὶ τῆς γῆς κείμενον καὶ ποταμοῦ δίκην αἷμα φερόμενον, τίς οὐ πρὸ πάντων ἐρεῖ, ὅτι ἱκανὸν παῖδας ἐκπλῆξαι τὸ τοιοῦτον ἐς τελευτήν· καὶ ὅλως τῇ μεταλήψει χρώμενος πρὸς τὴν λύσιν ὅρα τὴν ὑποκειμένην ὕλην καὶ τὴν περίστασιν, δι’ ἣν τὸ ἄτοπον ἀποβέβηκεν. ἐντεῦθεν γὰρ σπάσεις πλῆθος ἐπιχειρημάτων πολύ· ἐρεῖς οὖν· εἶτα τοιούτων κακῶν ἐν πολέμοις ὄντων, σὺ λέγεις, ἔξεστιν ἀπαγαγεῖν τὸν παῖδα; εἰπὲ, ὅτι ἔξεστιν κατὰ βόθρον ἄγειν, καὶ σκηπτοῦ φαινομένου ποιεῖν ὁρᾷν· καὶ ἄλλα δεινότερα φάσματα.
8.187 εἴγε ἔξεστιν ἄγειν ἐπὶ τοὺς πολέμους τοὺς παῖδας, καὶ δεικνύειν αὐτοῖς πολεμίους νεκρούς. ΧΡΩματι ἀντιστατικῷ· εἰς ἐπιθυμίαν αὐτὸν τῶν ἐν τοῖς πολέμοις ἀρετῶν ἄγειν ἠθέλησα. ΛΥσεις μεταλήψει πάλιν· οὐχ οὕτως ἔδει, οὐδὲ εὐθὺς ἄγειν ἐπὶ τὸν πόλεμον· ἀλλὰ λόγοις πρῶτον κατασκευάζουσι, καὶ θεάμασι, καὶ γραφαῖς πολεμικαῖς, καὶ ταῖς τῶν ἀριστέων εἰκόσιν· οὕτω γὰρ προεθισθεὶς οὐκ ἂν ἐξενίσθη τὸν πολὺν ἐκείνων τῶν κειμένων κατάλογον, οὐδ’ εἰς ἐπιθυμίαν ὡς ἀληθῶς ἦλθε θανάτου· καὶ ὅτι οὐδεὶς ἐπὶ τὰ ἄκρα εὐθὺς ἄγει· ἄλλ’ ἐκ τῶν μικροτέρων προγυμνάζει τὸν νέον· καὶ τὰ τοιαῦτα. Ἀλλ’ αὐτὸς ἑαυτῷ αἴτιος μὴ ἐνεγκών. ΛΥσεις ἀντεγκληματικῶς· σὺ αἴτιος μὴ προεθίσας πρότερον μηδὲ διδάξας τὰ τακτικά· ἔδει αὐτὸν συνέπεσθαί σοι γυμναζομένῳ τὰ τακτικά· ἔδει κατ’ ἀκολουθίαν ἄγειν ἐπὶ τὰς θέας, καὶ ὅσα τοιαῦτα. ΕΙτα ἡ συγγνωμονικὴ, ἡ συνήθως ἐμπίπτουσα ἐν ταῖς ἀπὸ τοῦ ἀποβεβηκότος ἀντιλήψεσιν· ἀλλ’ ἠγνόουν, φησὶν, ὅτι τεθνήξεται. Ἣν λύσεις ὁμοίως, ὡς καὶ ἐν τῷ πρὸ τούτου ζητήματι διελύσαμεν, ὅτι πρόδηλον ἦν, ὅτι τεθνήξεται μεταξὺ παῖς δεινῶν θεαμάτων γενόμενος, μεταξὺ πανοπλίας καὶ βελῶν, ἵππων χρεμετιζόντων, κτυπουσῶν ἀσπίδων, ὀλολυγῇ χρωμένων τῶν δυςμενῶν· ἐκ τούτων ὁ θάνατος πρόδηλος ἦν· ἐκ τούτων τὸ μέλλον ἔδει προϊδεῖν, καὶ ὡς οὐ φέρει νέος, καὶ ὡς οὐ θλίβεται, καὶ ὡς ὑποπτεύει τιτρώσκεσθαι, καὶ ὅτι θαῤῥεῖν οὐκ εἶχε, καὶ τὰ τοιαῦτα. Ὁ ΕΠΙλογος συμβουλευτικός.
8.188 ὥστε τοῦ λοιποῦ μηδένα μηκέτι φείδεσθαι παῖδα ἄγειν ἐπὶ τὸν πόλεμον, ἀλλ’ ἐᾷν κατὰ μικρὸν τοῖς προγονικοῖς ἐντρέφεσθαι διηγήμασιν. εἶτα τάφον ἐγείρωμεν· θρηνήσωμεν τὸν κείμενον παῖδα· καὶ ὅτι ὁρᾷν ἀκμάζοντας ἐᾷν μᾶλλον, ἢ νηπίους ἔτι τὰς μάχας· καὶ ὅτι πείρᾳ μεμάθηκας, οἷον ἐπὶ τοῖς μειρακίοις ἐπιδεικνύναι τὰ φοβερὰ θεάματα· καὶ ὅσα τούτοις παραπλήσια. Ἐν τῷ Πελοποννησιακῷ πολέμῳ εἰςβαλλόντων Λακεδαιμονίων, ἐδῄωσεν ὁ Περικλῆς τοὺς ἀγρούς· ἀνέζευξαν Λακεδαιμόνιοι. καὶ κρίνεται Περικλῆς δημοσίων. Φανερὸν ἐκ τῆς ἱστορίας τὸ εἶδος τοῦ λόγου· ὅτι γὰρ μεγαλόφρων ὁ Περικλῆς καὶ δεινὸς καὶ ὑψαύχην, ἀρκεῖ Ἀριστείδης ὑποδεικνὺς τὸ ἦθος τοῦ στρατηγοῦ ἐν τῷ ὑπὲρ τεσσάρων· ἐν οἷς λέγει διδασκάλου τάξιν πρὸς παῖδας πρὸς τοὺς Ἀθηναίους αὐτὸν ἔχειν· προκαταρκτικῶς οὖν χρήσῃ τοῦτον τὸν τρόπον· ἄνδρες οἱ διὰ τὰς ἐμὰς βουλὰς τῆς Λακεδαιμονίας μόνον ἀπαλλαγέντες ἐπιβουλῆς. μᾶλλον δὲ δῃουμένην ὑπ’ ἐκείνων τὴν Ἀττικὴν ἰδεῖν· τοῦτο γὰρ ἀκριβέστατον εἰπεῖν· ἃ μὲν ἐχρῆν τέως ὑπάρξαι τῇ πόλει, μετὰ σπουδῆς κατωρθώκαμεν· πεφεύγασι γὰρ ἐξ Ἐλευσῖνος Λακεδαιμόνιοι, καὶ τοὺς καρποὺς ἐκ τῶν ἀγρῶν κεκομίσμεθα, οὕτω νικῶμεν καὶ τοὺς πολεμίους καλῶς βουλευόμενοι· καὶ μεγαλοψυχίᾳ τῆς χώρας Σπαρτιάτας διώκομεν· ἐπεὶ δὲ μετὰ τὰ τῆς ἐμῆς πολιτείας κατορθώματα πάρεισιν οἱ συκόφανται, μέχρι καὶ τῶν δικαστηρίων βασκαίνοντες, καὶ τὸν ἔπαινον τῆς ἐμῆς συμβουλῆς κατηγορίαν πεποίηνται, πάρειμι διδάξων ὑμᾶς, ὡς οὐδὲν ὑπὸ Περικλέους ἠδίκησθε· οὐδὲ ἐβλάβησαν Ἀθηναῖοι τοῖς ἐμοῖς ὑπακούσαντες σκέμμασι· καὶ τὴν δῄωσιν τῶν ἀγρῶν οἱ συκοφάνται πολλάκις ὀδύρονται· δευτέρᾳ ἐννοίᾳ χρήσῃ τοιαύτῃ.
8.189 ἓν μὲν οὖν ἔγωγε, μὰ τοὺς θεοὺς, μετὰ τὴν δῄωσιν παραλέλοιπα· οὐκ ἔπλευσα κατὰ Πελοποννησίων εὐθὺς μετὰ τὴν ἐξ Ἐλευσῖνος τοῦ Ἀρχιδάμου φυγήν· τὰ δὲ τῶν ἀντιθετικῶν κεφάλαια ἔστι τάδε· ὁρικὸν παραγραφικὸν ἐὰν πίπτῃ· εἶτα τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, ὥσπερ ἐστὶν τὸ ἔγκλημα. εἶτα αὐτῇ τῇ ἀντιθέσει. οἷον, ἐὰν ᾖ ἀντιστατική· εἶτα μεταλήψει μιᾷ ἢ καὶ δευτέρᾳ· εἶτ’ ἐπιλόγῳ τρίτην ἔννοιαν λάβοις ἂν τοιαύτην· εἰ μὲν οὖν ἠγνόουν ἔγωγε τὸν γραψάμενον, ἐκ τούτων ἂν εἶπον προθύμως τῶν λόγων, ὡς Σπαρτιάτης οὐκ Ἀθηναῖος ἦν ὁ κατήγορος. Ἡ ΚΑτάστασίς σοι γενήσεται ἐκ τῆς πενταετίας τῆς παρὰ Θουκυδίδῃ. εἰςάξεις δὲ αὐτὴν σφόδρα μεγαλοφρόνως καὶ ἐκ πολλοῦ τοῦ περιόντος, ὅτι βάσκανοι Λακεδαιμόνιοι καὶ φθονοῦντες τῇ πόλει καὶ μὴ βουλόμενοι καθάπαξ αὐτὴν ἐν τοῖς Ἑλληνικοῖς φαίνεσθαι πράγμασι καὶ πανταχοῦ ταύτην αὐτῶν ἐπιδεικνύμενοι τὴν προαίρεσιν· καὶ αἴνιξαι ἐξ ὧν ἐπὶ Μαραθῶνα οὐ συνεμάχησαν κινδυνευούσῃ τῇ πόλει· εἶτα εἰςβάλλεις εἰς τὴν κατάστασιν λέγων, ὅτι φθόνου τοίνυν ὄντος, ὡς ἔφην, τοὺς Σπαρτιάτας καθ’ ἡμῶν παροξύνοντος, διότι τὴν τῆς πόλεως δόξαν ἴσην ἐν ἅπασι τετηρήκαμεν, Πελοποννήσιοι παρωξύνοντο, καὶ κρύπτοντες εἶχον ἐν ὑποψίᾳ τὴν πόλιν· ὅτι πολλῶν ἐξ ἀρχῆς πραγμάτων κατειληφότων τοὺς Ἕλληνας, ἐν ἅπασιν ἐφάνημεν ἡμεῖς δωρεῶν σεμνότεροι· τῶν γὰρ συμμάχων ἐν τοῖς Μηδικοῖς τὴν ἡγεμονίαν λαβεῖν εὐτυχήσαντες οἱ δεύτεροι Σπαρτιᾶται πρὸς τοὺς κινδύνους ἐρχόμενοι, κρατήσαντες οἱ παντάπασιν ἡμῶν ἐλαττούμενοι, ταύτην ἔχειν ἐν τοῖς κοινοῖς τὴν προστασίαν οἱ καρτερήσαντες καὶ δόξας αὐτῆς καὶ τιμῆς τοσαύτης ἀποστερήσαντες, ἐρήμους γενομένους τῆς ἡγεμονίας ἰδεῖν ἅπαντες τετολμήκασιν· εἶτα τῶν Ἑλλήνων οὐκ ἐνεγκόντων τὴν Λακεδαιμονίων φυγὴν τῶν κοινῶν ἀξίους ἡμᾶς προστάτας σκεψάμενοι ἐπέδωκαν ὑμῖν ἑαυτοὺς, Λακεδαιμονίοις δὲ τὸ φθονεῖν παρεσκεύασαν· εἶτα ἔπαγε, ὅτι ἡμεῖς μὲν οὖν ἄρχοντες τῶν Ἑλλήνων γενόμενοι καὶ δείξαντες τῆς ἡγεμονίας οὐκ ἀξίαν τὴν πόλιν, καὶ πολέμων τὸ τηνικαῦτα τῶν ἐν χερσὶν κεκρατήκατε· καὶ βαρβάρους τροπαίοις μαχόμενοι κατεπλήξατε· φράξαντες δὲ τὸν δῆμον τῶν Ἀττικῶν καὶ πληρώσαντες τοὺς λιμένας τριήρεσι, τῷ νεωρίῳ καὶ ταῖς ἄλλαις παρασκευαῖς τοὺς πολεμοῦντας ὑμῖν πεφοβήκατε, ἔχοντες μὲν αὐτάρκως τετειχισμένην τὴν πόλιν, χρημάτων δὲ μεστὴν τὴν ἀκρόπολιν, συμμάχων δὲ καταλόγους τόσους καὶ τόσους.
8.190 ταῦτα τὸν φθόνον τῶν Λακεδαιμονίων κατ’ Ἀθηναίων ἐξέκαυσε· ταῦτα τὸν πόλεμον καθ’ ἡμῶν ὠδίνειν παρώξυνεν· ἀλλ’ οἱ σεμνοὶ Σπαρτιᾶται καὶ χάριν ἀποδιδόναι τοῖς εὐεργέταις καταγινώσκοντες, οἱ τὴν Σπάρτην εἰδότες ὅθεν εἰλήφασι, καὶ τὸ τῶν Ἡρακλειδῶν γένος οὐκ ἀγνοοῦντες τοὺς σώσαντας μετὰ Μήδους ἐπιτάττειν ἡμῖν τετολμήκασι· καὶ μετὰ Ξέρξην Σπαρτιάτης τυραννικὸν βουλευόμενος οὐδαμοῦ τὴν χώραν τῶν Ἀθηναίων αἰσχύνεται, ἀλλ’ ἐπέβη τῆς Ἀττικῆς, Αἴγιναν αὐτόνομον σκυτάλην φέρων κελεύουσαν, καὶ Ποτιδαιάτας ὑπεξαιρούμενος, καὶ τοῖς καταράτοις Μεγαρεῦσι τὰς Ἀθήνας ταυτασὶ χαριζόμενος· ὡς δ’ ἀήθη πρὸς ἐπίταγμα τὴν πόλιν κατείληφε, γίνεσθαι τοῖς κελεύουσιν οὐκ εἰθισμένην ὑπήκοον, ὑπεχώρει τῆς Ἀττικῆς· παρορμῶντας αὐτὸν πρὸς τὴν μάχην καὶ Κορινθίους δεξάμενος· ἡμεῖς μὲν οὖν εὐθὺς αἰτιωμένων τὴν κρίσιν προὐτείναμεν· Πελοποννήσιοι δὲ τὸν πόλεμον προκεκρίκασιν· ἐπεὶ δ’ ἐξεπολεμήθησαν λοιπὸν ἡμῖν φανερώτερον, καὶ μαντείας ἡμῶν ἐξεμάνθανον, καὶ λόγια κατ’ Ἀθηναίων ἐκήρυττον, ἐσκεψάμην ἐπιδεῖξαι τὸν δῆμον τοῖς πολεμοῦσιν οὐκ εὐτελῆ, οὐδενί τινι κτήματι κατὰ τῶν πολεμίων φιλοτιμούμενον· ἀλλ’ ἔχοντα μὲν κτῆμα τὴν θάλατταν μέγιστον· ἀρκούμενον δὲ πρὸς τὰς χρείας φόροις τοῖς ἔξωθεν, καὶ τοῖς συμμάχοις μὲν πρὸς τὰ κατεπείγοντα χρώμενον, καταφρονοῦντα δὲ τῶν γεωργουμένων ἀγρῶν, ὡς μηδὲν ἐχόντων ἐξαίρετον ἐπίδειξιν· τούτῳ τῷ τρόπῳ φοβῆσαι Λακεδαιμονίους βουλόμενος βλάψαι τι τῆς γῆς εἰςβαλοῦσιν συγκεχώρηκα· οὐδ’ εἴασα Πελοποννησίοις λείαν Ἀττικὴν γενέσθαι γεωργίαν· ἀλλὰ φθάσας τὴν ἐπιβουλὴν ἀπράκτους Λακεδαιμονίους ἐκστρατευομένους ἀπέπεμψα· ποίαν τοίνυν ὁ συκοφάντης κατ’ ἐμοῦ φέρει γραφήν; ἢ διατί ταύτην τὴν εἰσαγγελίαν τετόλμηκεν; ἆρ’ ὅτι παρὼν οὐ τεθέαται κατὰ τὴν χώραν πολέμιον; ἢ δῃουμένην τὴν Ἀττικὴν ἰδεῖν ὑπὸ Λακεδαιμονίων οὐ συγκεχώρηται; ἆρα μὴ πυρπολοῦντας τὴν γῆν ἐπεθύμει πρὸ τοῦ τείχους Πελοποννησίους ἰδεῖν; εἰ γὰρ ὅτε δυσχερὲς οὐδὲν ἐμοῦ στρατηγοῦντος παρὰ τῶν ἀντιπάλων γεγένηται, κρίσις συγκροτεῖται καὶ δικαστήρια· σχολῇ γὰρ ἂν Λακεδαιμονίων δῃωσάντων τὴν Ἀττικὴν Περικλῆς ἔμεινε παρ’ ὑμῖν ἀνεξέταστος.
8.191 ΜΕτὰ ταῦτα θήσεις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἥτις ἐστὶν ἡ προβολή· ἀλλ’ ἐδῄωσας, φησὶ, τοὺς ἀγρούς. ΛΥσεις τῇ ἀντιστάσει· πρῶτον δὲ θήσεις ἐπιχείρημα ἀπὸ τῆς διανοίας τοῦ Περικλέους· οἷον καὶ τίς τὴν πρᾶξιν κατηγορῶν οὐ προστίθησιν τὴν αἰτίαν τῷ γράμματι· οὐδὲ λέγει τὴν πρόφασιν, ἵνα σαφῶς ἴδωσιν οἱ δικασταὶ τὴν τοῦ κρινομένου προαίρεσιν· τέτμηκα τὴν χώραν ἐγὼ, ἀλλὰ Λακεδαιμονίων οὐ Περικλέους τὸ κατηγόρημα· καὶ πολλῶν ἔρημος ἡ χώρα φυτῶν, ἀλλὰ τὸν χρόνον εἰπὲ, καὶ τὸν καιρὸν πρόςθες ἀντὶ λοιδορίας τῷ πλημμελήματι, εἰςβαλόντων Λακεδαιμονίων εἰπὲ τὴν τῶν πολεμίων ὕβριν, ἀφελέσθαι τετόλμηκα τῆς χώρας καὶ τέτμηκα τοὺς ἀγροὺς, ἵνα μὴ φιλοτιμήσηται Σπαρτιάτης ἀνὴρ πόνοις τοῖς ἐμοῖς ἐντρυφῶν· πολλὰ τῶν καμάτων, ὦ συκοφάντα, κἂν ἄτοπα τυγχάνῃ γιγνόμενα, σκοπῷ τῷ τοῦ δράματος δοκιμάζεται, κἂν φαύλην ἔχῃ τὴν πρόφασιν ὡς ἠδικηκὼς τὴν πόλιν ὁ πράξας εὐθύνεται· ἂν δ’ ἔχῃ τινὰ αἰτίαν αὐτῷ συναιρομένην εἰς εὔνοιαν ἀναχωρεῖ τοῦ βήματος, ὡς μάτην κρινόμενος εἰκότως· τοῦ γὰρ τρόπου τοῦ δράματος κατηγοροῦντος τοῦ συμβεβηκότος ὡς ἀδικήματος· οὐδὲ τῆς πολιτείας εἰς βλάβην ῥεπούσης ἢ πταίσματα.
8.192 κἂν συμβαίνῃ τι δυσχερὲς πρὸς τὸν ὅλον σκοπὸν καὶ τὸ πραχθὲν ἐξετάζεται· εἶτα πρόσθες παράδειγμα, ὅτι ἰατρὸς καὶ τέμνων καὶ καίων διὰ τὸ τὴν προαίρεσιν ἀγαθὴν ἔχειν καὶ πρὸς καλὸν χρῆσθαι ταῖς καύσεσιν οὐχ ὑπομένει κρίσιν ἢ δικαστήρια· εἶτα ἔπαγε τὴν ἀντίστασιν· εἰ μὲν γὰρ μετὰ τὸ δῃῶσαι τὴν χώραν Λακεδαιμόνιοι καθ’ ἡμῶν ἐγένοντο χαλεπώτεροι πολιορκοῦντες τὴν πόλιν, καὶ μετὰ τὴν τομὴν ἕτερον ἂν εὗρον μηχάνημα πρὸς πολιορκίαν δεινότερον, ὡς ἀδικήσας τανῦν καταβαίνω τοῦ βήματος· πρὸς γὰρ τῷ μηδὲν ὠφελεῖσθαι τὴν πόλιν καὶ Λακεδαιμονίους παρώξυνα. εἰ δὲ μετὰ τὴν πρᾶξιν, ὦ ἄνδρες δικασταὶ, τὴν ἐμὴν ἀπὸ τῆς χώρας πεφεύγασι, καὶ φθάσαντος ἐμοῦ τὴν ἐκείνων ἐπιβουλήν.
8.193 πρὸς μάχην ἡμᾶς οὐκ ἔμειναν ἐκκαλούμενοι, ἀλλ’ οἴχονται τρόπον τινὰ, καὶ μὴ πολεμούντων ἡμῶν ἐλαυνόμενοι· τί τὸ θαυμάζειν τὰ κατὰ τῶν ἀντιπάλων ἐάσαντες στρατηγήματα διαβαλλόντων τὴν πρᾶξιν τῶν βασκαινόντων ἀντέχεσθε, καὶ τὸ μὲν τοὺς παθόντας δοκεῖν ἀνιᾷν συγχωρεῖτε κηρύττεσθαι, τὸ δὲ καθαρὰν πολεμίων τὴν Ἀττικὴν οὐ ζητεῖτε τοῖς γεγενημένοις συνάπτεσθαι· μηδεὶς, ὦ ἄνδρες δικασταὶ, μεριζέτω πρᾶξιν συναπτομένην τῷ στρατηγήματι, μηδὲ τῶν ἀγρῶν προφερέτω τὴν δῄωσιν τῆς γραφῆς. Σπαρτιατικὴν φυγὴν ἀφαιρούμενος ἐγὼ Λακεδαιμονίους εἴσω τειχῶν μείνας νενίκηκα· καὶ πολεμικὴν οὐ παρασκευασάμενος φάλαγγα κρατοῦντας Ἀθηναίους ἀπέδειξα· σὺ δὲ τὸν Δωρικὸν δασμὸν οὐ σκεψάμενος, ὅτι δεδῄωκα τοὺς ἀγροὺς, τοῦτό μου κατηγορεῖς· ἀλλὰ τί ἐχρῆν με ποιεῖν, ὦ τῶν στρατηγῶν ἁπάντων τῶν καθ’ ἡμᾶς ἐμπειρότατε; Πελοποννησίους τὴν Ἀττικὴν κατατρέχειν ἐᾷν; Λακεδαιμονίους προδιδόναι τὴν γῆν; ἐᾷν ὥσπερ ἀστρατήγους τοὺς τῶν Ἑλλήνων προστάτας; καὶ τίς ἂν ἐμοῦ τότε τὴν γνώμην τῶν πολιτῶν οὐκ ἐδέξατο; εἶδον, ὦ συκοφάντα, Σπαρτιᾶται τὴν γῆν, καὶ μετὰ τὴν θέαν πεφεύγασι· ἀπῆλθον ἐξεστρατευμένοι Λακεδαιμόνιοι· καὶ μάτην ἀπὸ τῆς αὐτῶν προςδραμόντες ὑπέστρεψαν· σὺ δὲ προςκαθεσθῆναι πάντως αὐτοὺς ἐπεθύμεις τοῖς τείχεσιν, καὶ πυρσὸν ἰδεῖν Λακωνικὸν τὴν Ἀττικὴν χώραν νεμόμενον, καὶ Κορινθίους μὲν ἀπὸ τῶν ἀγρῶν τοὺς καρποὺς ἀφαρπάζοντας, Ἀρχίδαμον δὲ μετὰ τῶν ἄλλων τὰ κτήματα· ταῦτα συμβῆναι πρὸς τῶν θεῶν ἔδει συγχωρῆσαι τῇ πόλει· ταῦτα γενέσθαι παρὰ τῶν ἀχαρίστων Δωριέων ὠφείλετο· καὶ λυμαινομένους τὴν χώραν ἐᾷν τοὺς δι’ ἡμᾶς ἀπὸ τῆς Σπάρτης συντελοῦντας τοῖς Ἕλλησιν· εἰ δὲ ταῦτα παθεῖν ἀτοπώτατον, τὸ μὴ τοιαύτην ὑπάρξαι τοῖς Ἀθηναίοις συμφορὰν χαριέστερον· εἰ γὰρ αἴτιος τοῦ κακῶς διατεθῆναι τὰς πόλεις ὁ πόλεμος καὶ φύσει πονηρὸς ἐπὶ τὴν χώραν ἀντίπαλος, τὸ Λακεδαιμονίους δῃῶσαι τὴν Ἀττικὴν ἁπάντων ἦν τῶν κατὰ τὸν πόλεμον ἀφορητότερον· ἐντεῦθεν σύναψον τῇ ἀντιστάσει τὸν βίαιον ὅρον καλούμενον, ὥσπερ παρασκευαστικὸν ὄντα τῆς ἀντιστάσεως· ὅτι τοῦτο αὐτὸ μάλιστα οὐκ ἔστι δῄωσις· καίτοι σκέψασθαι δεῖ τὴν Περικλέους καὶ Λακεδαιμονίων προαίρεσιν· καὶ παραθεῖναι, τί μὲν ἠκολούθει Λακεδαιμονίοις δῃοῦσι τὴν Ἀττικὴν, τί δὲ τῷ παρ’ ἡμῖν στρατηγῷ τοῦτο τολμήσαντι.
8.194 εἶτ’ ἐπειδὰν ἐκ τῶν πραγμάτων εὕρητε τὴν διαφορὰν, προχειρότερον τῆς ὠφελείας μηκέτι ζητεῖν ἔλεγχον ἀκριβέστερον· εἰ γὰρ οἱ μὲν δῃοῦσι τὴν γῆν διαφθεῖραι καὶ τὴν χώραν καὶ τοῖς Ἀττικοῖς λυμήνασθαι πράγμασιν ἐπειγόμενοι· ἐγὼ δὲ τέτμηκα τοὺς ἀγροὺς κωλῦσαι τῆς ἐπιβουλῆς Λακεδαιμονίους βουλευόμενος, τῆς ἀτόπου προςηγορίας δικαίως ἄν τις ἀφέλοιτο τὸ πραχθέν· οὐ γὰρ τῆς χώρας δεδύνηται τοὺς πολεμίους ἀπελαύνειν ἡ δῄωσις· εἰ δὲ τανῦν οὐκ ἐνοχλεῖ τῇ πόλει στρατιώτης μαχόμενος, οὐδὲ πολεμικῇ στενοχωροῦμαι τῇ φάλαγγι, ἐκπλήττων τὴν ἐπιχείρησιν, δι’ ἣν πολεμοῦντες ἡμῖν οἱ Λακεδαιμόνιοι μένειν οὐ τετολμήκασι. ΜΕτὰ ταῦτα θήσεις τὴν μετάληψιν, ἐν ᾗ ἐστι τὸ οὐχ οὕτως ἔδει ποιῆσαι Λακεδαιμονίους φυγεῖν· οἷον ἀλλ’ οὐχ οὕτως ἔδει, φατὲ, ἐλευθερῶσαι Πελοποννησίων τὴν πόλιν. Ἡ Λύσις ἀντιληπτική· ὅτι ἔξεστι τοῖς στρατηγοῖς νικᾷν τοὺς πολεμίους, ᾧ βούλονται τρόπῳ· ἀλλ’ ἐλευθεροῦν πολεμίων τὴν πόλιν, ὅπως καὶ βούλονται, τοῖς στρατηγοῖς συγκεχώρηται· εἰ μὲν γὰρ τῶν στρατηγῶν ἡ πόλις ἀφῄρηται τὴν ἐπιχείρησιν, καὶ τοὔνομα μὲν ἔχειν μετὰ τοῦ σχήματος τῶν πολεμίων ἡγούμενος, τοῦ πράττειν δὲ τὸ παριστάμενον ἐν πολέμοις οὐ καθέστηκε κύριος, καλῶς τὸ μὲν γενόμενον αἰτιᾷ, τὸ δὲ μὴ πεπραγμένον ἐπιζητεῖς· εἰ δὲ μετὰ τοῦ σχήματος δῆμος τὴν ἐξουσίαν χαρίζεται, καὶ τοῦ ποιεῖν τὸ νομιζόμενον δίδωσιν ἄδειαν, τί τηνάλλως ταύτην εἰςήγγειλας τὴν γραφὴν, τοῦ πολέμου τοῖς στρατηγοῖς παραχωροῦντος τὰ πράγματα; σκόπει γὰρ τίνος χάριν ὁ δῆμος ἐκπέμπει μετὰ τῆς φάλαγγος ἐπὶ τὴν μάχην ἡγούμενον· οὐχ ἵνα καθ’ ἑαυτὸν καὶ μόνος σκεπτόμενος καὶ συμβαλεῖν ἔχῃ, καὶ κωλύῃ τὸ στράτευμα, καὶ καταναγκάζειν φρούρια, καὶ ζητεῖν τὴν ἐπήρειαν λόχῳ κατὰ τῶν πολεμίων παρασκευάσασθαι· ταῦτα τοῖς στρατηγοῖς τὴν ἐξουσίαν, ταῦτα παρὰ τῶν νόμων τὴν ἄδειαν προξενεῖ· οὕτω κατὰ Λακεδαιμονίων οὐ κατ’ Ἀθηναίων τὸ τόλμημα· καὶ καθαρὰν δείξας τοῖς πολεμίοις τὴν Ἀττικὴν ἀγαπῆσαι τὴν φυγὴν τοῖς καθ’ ἡμῶν εἰςβαλοῦσι παρεσχόμην· εἶτα κατασκευάσεις τὸ ἀντιληπτικὸν παραδείγμασι παλαιοῖς, ἀπὸ τῶν προσώπων τῶν παλαιῶν στρατηγῶν λαμβάνων τὰς ἀφορμὰς, ἀπὸ τῶν συμβόλων, ἀπὸ τῶν πραγμάτων, ἀπὸ τῆς νίκης τῆς κατὰ βαρβάρων· οἷον οὕτως Θεμιστοκλῆς ἐστρατήγει καὶ μετῆγε τὴν πόλιν ἐπὶ τὴν θάλατταν, καὶ παρεδίδου Πέρσαις τὴν Ἀττικὴν ποιεῖν ὅ τι καὶ βούλονται· οὕτως Μιλτιάδης δρόμῳ τὸν Μαραθῶνα κατελάμβανε· καὶ τὰ τοιαῦτα.
8.195 Μετὰ ταῦτα θήσεις στοχαστικὴν ἀντίθεσιν· ἀλλ’ εἰκὸς ὀργισθῆναι τοὺς θεοὺς ἡμῖν τετμηκόσι τὴν Ἀττικήν. ΛΥσεις πάλιν στοχαστικῶς ἀπὸ τῆς ποιότητος τῶν Ἀθηναίων· ὅτι εὐσεβεῖς ἀπὸ τῶν δωρεῶν τῶν θεῶν, ἀπὸ τῆς τοῖς θεοῖς γενομένης φιλονεικίας περὶ τῆς χώρας, ἀφ’ ὧν οἱ θεοὶ τῆς χώρας ἠράσθησαν, καὶ τῶν τοιούτων· ἐρεῖς δὲ οὕτως· ὅτι οἶμαι καὶ τοὺς θεοὺς ἥδεσθαι, ὅτι ὑπὸ Περικλέους, ἀλλὰ μὴ Λακεδαιμονίων ἡ χώρα τέτμηται.
8.196 καὶ ὅτι πιστεύω ταῖς ἐν Ἐλευσῖνι θεαῖς, τοῦτον ἐκβεβηκέναι μοι τὸν νοῦν, καὶ τὸ στρατήγημα τοῦτο ἐξ ἀνακτόρων δοῦναι τῶν μυστικῶν· ἵνα μὴ δῶρον, ὃ πεφιλοτίμηται ἡ Δημήτηρ τῇ πόλει, τοῦτο τῷ πολέμῳ λοιπὸν ἀφαρπάσῃ τῶν Ἀθηναίων Λακεδαιμόνιος, καὶ καρπὸν ὃν παρ’ ἡμῶν Σπαρτιάτης ἐδέξατο, τοῦτον παρ’ αὐτὴν τὴν Ἐλευσῖνα λυμήνηται· οὐ μὴν ἀλλὰ καὶ Ἀπόλλων ὁ πατρῷος τῇ πόλει, ὁ διαφόρους τιμὰς καὶ προςηγορίας παρ’ Ἀθηναίων δεξάμενος, οὐχ οὕτω χαρίζεσθαι Δωριεῦσιν, ὡς Ἀθηναίοις ἐσπούδακεν· οὗτος ὁ πατρῷος ἡμῖν οὐ λυπήσει τὸ γένος ποτὲ, οὐδ’ ἀγανακτήσει κατὰ τῆς χώρας ὁ Πύθιος, πομπαῖς ἀεὶ ταῖς παρ’ ἡμῶν καὶ θυσίαις ἡδόμενος· ἐκ πολλῶν ἔχω τοὺς θεοὺς ἐπιδεῖξαι τὴν πόλιν φυλάττοντας· ἐξ ὧν ἀεὶ πολεμοῦσιν ἡμῖν συλλαμβάνονται, ἐξ ὧν πολλὰς Ἀθηναίοις πεφιλοτίμηνται χάριτας, ἐξ ὧν τὴν πόλιν μᾶλλον τῶν ἁπανταχοῦ χωρίων προτετιμήκασι· ταῦτα ποιεῖ μηδεμίαν γενέσθαι παρὰ τῶν θεῶν ἀγανάκτησιν· ταῦτα δείκνυσι τοὺς θεοὺς καθ’ ἡμῶν οὐδαμῶς δυςχεραίνοντας· τίς γὰρ ἂν ἕλοιτο τῶν θεῶν δεῖξαί τινα κατὰ τῆς Ἀττικῆς ἀγανάκτησιν; εἶτα ἔπαγε τὰ κατὰ μέρος ἐκτείνων ἕκαστον, εἶτα ἔπαγε τὰ κατὰ Κόρην καὶ Δήμητραν, ὅτι Ἀθηναίους μᾶλλον τῶν ἄλλων ἀνθρώπων προτιμήσασαι τὸν σῖτον δεδώκασι καὶ παρ’ Ἀθηναίοις τὴν πλάνην ἡ Δημήτηρ ἔστησεν· καὶ οὐκ ἂν ἕλοιντο, οὓς αὗται αἱ θεαὶ εὖ πεποιήκασι καὶ τετιμήκασι, τούτους κακῶς διαθεῖναι· ὁμοίως τὰ κατὰ τὴν Ἀθηνᾶν, τὰ κατὰ τὸν Διόνυσον, καὶ οὕτως ἐπέξελθε πομπεύων εἰς ἕκαστον· καὶ μελετῶν καὶ δεικνὺς, ὅτι οὐκ ἂν ὀργισθήσονται οἱ θεοί.
8.197 Μετὰ τὴν στοχαστικὴν ἀντίθεσιν θήσεις ἄλλην μετάληψιν· ὅτι ἔδει τῷ δήμῳ ἀνακοινώσασθαι. ΛΥσεις τῷ ἀδυνάτῳ· ὅτι οὐχ οἷόν τε ἦν κατεπειγόντων τῶν πραγμάτων. ἀλλὰ κοινώσασθαι, φησὶν, ἔδει τῇ πόλει, καὶ τοῦτο πρᾶξαι συνεχώρουν Λακεδαιμόνιοι· βουλευομένην δὲ Σπαρτιᾶται τὴν ἐκκλησίαν ἀνέμενον; ἢ μικρὸν ἐπεῖγον τὴν εἰςβολὴν, ἵνα τινὰ καὶ ψῆφον περὶ τῆς μάχης ἐνέγκωμεν; οὐχ οὕτως ἔμελλον καθ’ ἡμῶν βραδύνειν Λακεδαιμόνιοι, ἵνα καὶ συνόδου καὶ ψήφων καὶ ῥήτορος ἠνεσχόμεθα. πρὸς θεῶν οἱ πολέμιοι ἑστήκεσαν, οὐ πολὺ τῆς Ἐλευσῖνος ἀπεῖχον Πελοποννήσιοι· εἶτα τοῦ θορύβου λοιπὸν ἁπτομένου τῆς Ἀττικῆς, ἔδει τὸν δῆμον ἐκδέχεσθαι ἢ μένειν ἀπὸ τῆς ἐκκλησίας τὸ ψήφισμα, ἵνα Λακεδαιμόνιοι πρὸ τοῦ δοκιμασθῆναι γνώμην τινὰ φθάσωσι τὴν γῆν πυρπολήσαντες· ἢ δόξω παρὰ τῷ δήμῳ βαρὺς τῷ καιρῷ μὴ συμμετρήσας τὰ πράγματα, ἢ συγχωρεῖν Λακεδαιμονίοις τὴν πόλιν τὸν καιρὸν μάτην ἐκεῖνον μεταπεμψάμενος· εἰ γὰρ ὁ τὸν καιρὸν στοχασάμενος καὶ τὸ κατορθοῦν ἔχει τοῖς λογισμοῖς συνεπόμενον, ὁ τοὺς καιροὺς καλῶς μὴ στοχασάμενος ἁμαρτάνων πολλάκις οὐδαμοῦ κατορθοῖ τῆς πολιτείας τὸ σπουδαζόμενον. πάλιν δὲ αὐτὸ τοῦτο κατασκευάσεις παραδείγμασι· ἆρα εἰ ἔμενε Μιλτιάδης, ἄχρις ἂν ἀνακοινώσηται τῇ πόλει, ἔδει τρέχειν ἐπὶ Μαραθῶνα; ἢ τὸ μέγιστον ἂν ἐκείνῳ κατώρθουν τὸ τρόπαιον; οὐδαμῶς· ἢ Θεμιστοκλῆς ἐν ταῖς κατὰ Μήδων συμβουλαῖς εἰ συνέμενε, μέχρις ἂν λάβῃ παρὰ τοῦ δήμου τὸ σύνθημα τὸ κατὰ Σαλαμῖνα, περιεποίησεν ἂν τῇ πόλει κατόρθωμα; καὶ τὰ ὅμοια· ἐντεῦθεν θήσεις τοὺς ἐπιλόγους. Οἱ δὲ ἐπίλογοι εἰσὶν ἀπὸ τῆς ποιότητος τοῦ Περικλέους, ἐπαγγελίαν ἔχοντες μεγάλων καὶ πολλῶν κατορθωμάτων, περίπλουν τῆς Πελοποννήσου, καὶ μὴ μόνον Σπαρτιατῶν δῄωσιν, ἀλλὰ καὶ πολιορκίαν καὶ τῆς παρασκευῆς ἔκθεσιν καὶ παράθεσιν τῶν Μηδικῶν, ἐν τῷ λέγειν, ὅτι ὑπερβαλέσθαι με δεῖ τὰ κατὰ Μαραθῶνα, νικήσω τὰ κατὰ Σαλαμῖνα, καὶ τὰ τοιαῦτα, καὶ ἠθοποιΐας, ἃ πολιορκῶ, ἐρεῖ πρὸς Λακεδαιμονίους ἢ πρὸς τοὺς Ἀθηναίων συμμάχους καὶ ἔκφρασιν τοῦ ἀπόπλου τοῦ στόλου, καὶ ὅσα παραπλέων πολιορκήσει, καὶ ὅτι Κορινθίους πρώτους ποιήσει ἀναστάτους, καὶ ἔκφρασιν τοῦ πλοῦ, καὶ ὅτι πάλιν συλλήψονταί μοι αἱ θεαὶ, συμμαχήσουσιν οἱ κρείττονες, καὶ ὅτι ἐπίφοροι πάλιν ἡμῖν κατὰ Λακεδαιμονίων πνεύσουσιν ἄνεμοι, καὶ ὅτι νῦν καλέσω τὸν Ἴακχον εὐκαιρότερον, νῦν τὸ νέφος τὸ μυστικὸν κατὰ Λακεδαιμονίων πεσεῖται καιριώτερον, καὶ ὅτι οὐ λήψομαι μόνον τοὺς Λακεδαιμονίων ἀγροὺς, ἀλλὰ καὶ αὐτοὺς αἰχμαλώτους, ἵνα διδάξω Λακεδαιμονίους μετὰ τὴν μάχην, ὅτι διὰ Περικλέα καὶ Σπαρτιᾶται τοῖς Ἀθηναίους δουλεύουσιν.
8.198 ΑΝΤΙΣΤΑΤΙΚΟΝ ΑΛΛΟ. Πολεμίων ἐπιόντων ἐτείχισεν ὁ στρατηγὸς τὴν πόλιν ἀπὸ τῶν μνημάτων· νίκη γέγονε, καὶ κρίνεται ὁ στρατηγὸς τῆς εἰς τοὺς κατοιχομένους ἀσεβείας. Ἡ κατάστασις ἔχει τὴν τῶν πολεμίων ἔφοδον ἐν αὐξήσει, καὶ τὴν χειροτονίαν τοῦ στρατηγοῦ, καὶ τὴν παράταξιν, καὶ τὴν ἀνάγκην τοῦ τειχισμοῦ, καὶ ὅτι οὐδεμιᾶς οὔσης σωτηρίας, ἐκ τῶν μνημάτων τὴν πόλιν ἐτείχισεν ἀντ’ ἄλλου τινὸς στρατηγήματος, ἀντὶ παρατάξεως, καὶ τῶν τοιούτων· εἶθ’ ὅτι νίκη γέγονεν· οἱ δὲ τὴν εὐεργεσίαν μεταποιοῦσιν εἰς ἔγκλημα· καὶ τὴν χάριν εἰς κατηγορίαν μετάγουσι· καὶ τὰ τοιαῦτα· μετὰ τὴν κατάστασιν ἐμπεσεῖται ΟΡΙκον παραγραφικὸν, τὸν αὐτὸν τρόπον ὥσπερ ἐν τοῖς ἀντιληπτικοῖς ἐπεδείξαμεν· ἃ ῥᾳδίως οὐχ εὑρεθήσεται· οὐκοῦν οὐδὲ ἐνταῦθα ἐμπεσεῖται διὰ τὸ μὴ δυνάσθαι λέγειν, ὅτι τοῦτο ἀσέβεια οὐκ ἔστι· τὸ δὲ παραγραφικὸν ἐμπίπτει, ἐὰν ᾖ γενικὸν τὸ ἔγκλημα· οἷον, ἀσέβεια ἢ δημόσιον ἀδίκημα.
8.199 ἐὰν δὲ ἄτομον, οὐκ ἐμπίπτει· οἷον φόνος ἢ κλοπὴ ἢ πατροτυψία· μὴ ἐμπίπτοντος δὲ τοῦ ὁρικοῦ παραγραφικοῦ, ἔπαγε εὐθὺς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἃ περιέχει τὸ ἔγκλημα. Ἀλλ’ ἐτείχισας ἐκ τῶν μνημάτων τὴν πόλιν. Ἡ Λύσις γίνεται τῇ ἀντιθέσει· ὅτι ὑπὲρ ὑμῶν πεποίηκα, ἵνα μή τι γένηται· τοιγαροῦν καὶ νενικήκαμεν τοὺς πολεμίους, τοὺς δεινοὺς καὶ φοβεροὺς τυγχάνοντας, ἢ τοιούςδε καὶ τοιούςδε ὄντας. εἶτα τῇ διανοίᾳ χρήσῃ· μεθ’ οἵας διανοίας ἐτείχισα τὴν πόλιν· οἷον, εἰ μὲν γὰρ κακόνους ὢν καὶ μηδενὸς ὑποκειμένου πράγματος τοὺς τάφους διώρυττον, καλῶς ἔχει τοῦτο ἔγκλημα· εἰ δὲ βουλόμενός τι πρᾶξαι ὑπὲρ ὑμῶν καὶ κατορθῶσαι τῇ πόλει τὴν ἐλευθερίαν τοῦτο ἔπραξα· εἶθ’ ὅτι καὶ στρατηγὸς ὢν ἐγκεχειρισμένος τὰ τῆς πόλεως πράγματα, ἐπ’ ἐμοὶ ἦν τὸ τειχίζειν ὅπως δήποτε, καὶ τὴν χρείαν γίγνεσθαι· εἶτα ὅτι ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας ἐλευθερίας τοῦτο διαπραξάμενος, ἀνθ’ ὅτου τοῦτο ἔχω τὸ ἔγκλημα· εἶτα πρὸς λύσιν πάλιν χρήσῃ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους τῷ βιαίῳ ὅρῳ· ὁ δὲ βίαιος ὅρος ἐστὶ τὸ δεῖξαι, ὅτι μάλιστα οὐκ ἔστιν ἀσέβεια τοῦτο τὸ εἰς δέον χρήσασθαι τοῖς μνήμασι καὶ ὥσπερ συναγωνιστὰς τοὺς κατοιχομένους λαβεῖν, καὶ συνεργοὺς τῆς νίκης ποιήσασθαι, καὶ τὰ τοιαῦτα. Μετὰ ταῦτα θήσεις καὶ τὴν ἀντίληψιν, ἥτις ἀεὶ ἐν ταῖς ἀντιθετικαῖς ἐμπίπτει· ἄλλως ἔδει τειχίσαι τὴν πόλιν· μὴ μέντοι ἐκ τῶν μνημάτων.
8.200 ΛΥσεις τῇ ἀνάγκῃ, τῶν πολεμίων βίᾳ, τῷ κατεπείγεσθαι. καὶ ὅτι διὰ τὸν καιρὸν τοῖς παρακειμένοις ὡς τάχος ἐχρησάμην· εἶτα ὅτι οὐδὲ ἀλλαχόθεν τειχίσαι τὴν πόλιν οἷόν τε ἦν παρακειμένων τῶν τάφων, καὶ ἐκ τοῦ προχείρου τὴν ὕλην ἐχόντων, καὶ τῶν μὲν εὐθὺς σχῆμα σωζόντων τοῖς τείχεσι, τῶν ἐν τῇ πόλει κεχωρισμένων. εἶθ’ ὅτι οὐδὲ κελευόμενοι στρατιῶται φείδεσθαι ἠδυνήθησαν ἂν, τοῦ πολέμου πάντα κινεῖν ἐκβιαζομένου, τῆς ταραχῆς ἐχούσης μὴ μόνον ἀνακινῆσαι τοὺς τάφους, ἀλλὰ καὶ δημόσια ἔργα εἰ πλησίον ἦν, καὶ ἀπὸ τούτων λαμβάνειν, καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὴν μετάληψιν τοὺς ἐπιλόγους· ἐπιλόγους πομπικοὺς ποιήσει πάνυ τυγχάνοντας, καὶ χαριεστάτους καθ’ ὑπερβολήν· ἐρεῖς γὰρ, νῦν τοὺς τάφους ἐπισκευάσωμεν, νῦν ἐγείρωμεν μείζονα τοῖς κατοιχομένοις τὰ μνήματα, ὡς νενικηκότες, ὡς κατορθώσαντες· κατασκευάσω τοῖς κειμένοις τοὺς τάφους· εἶτα ὅτι ἐπιγράψω τοῖς μνήμασιν· „οὗτοι τῇ πόλει τὸ τρόπαιον, οὗτοι τὴν νίκην προὐξένησαν·“ ἐρῶ ὅτι κοινωνοὶ τῶν κατορθωμάτων ἡμῖν γεγένηνται. ἂν δὲ καὶ τοῦτο ἐργάσωμαι, οὐ μέχρι τούτου στῆναι δεῖ, ἀλλὰ καὶ ἐναγίσαι. εἶτα διασκευῇ χρήσῃ καὶ σχήμασι. ποῦ τὰ λάφυρα προςενέγκοι τις; ἐκ τῶν λαφύρων τοῖς μνήμασιν, ἐκ τῶν αἰχμαλώτων ἐπισφάξαι με δεῖ. ἂν δὲ δοκῇ τῇ πόλει, αὐτὸς καὶ σπονδὰς ὑπὲρ τῶν γεγενημένων ποιήσομαι, καὶ φιλοτιμότερον σπείσω τοῖς τελευτήσασιν, ὡς ὑπὲρ τροπαίων, ὡς ὑπὲρ τῆς νίκης, ὡς τὴν πόλιν ἐλευθερώσασι· ποῦ ποτέ εἰσιν οἱ ῥήτορες· συμβουλεύσει τις πομπὴν, συμβουλεύσει τις γενέσθαι πανήγυριν. μὴ γὰρ ἐγὼ τοῦτ’ εἰργασάμην τὸ τρόπαιον· αὐτοὶ συνεξῆλθον ἡμῖν οἱ πρόγονοι, αὐτοὶ τὴν μάχην ὑπὲρ ἡμῶν κατωρθώκασιν, αὐτοὶ τῆς κοινῆς ἐλευθερίας προέστησαν.
8.201 ΑΝΤΙΣΤΑΣΙΣ ΑΛΛΗ. Λαβών τις ἐπὶ προδοσίᾳ χρήματα ἔδωκε τοῖς στρατιώταις· νίκη γέγονεν· κρίνεται ὁ στρατηγὸς δημοσίων. Ἡ κατάστασις ἔχει τὸν πόλεμον, τοὺς κινδύνους, τὴν παρασκευὴν, τὴν παράταξιν, τὸ παρατεῖναι τὴν μάχην, καὶ χρόνον ἀναλωθῆναι πολὺν, καὶ τὴν πενίαν ἐν αὐξήσει εἰςαγομένην, καὶ ἠθοποιΐας καὶ πλάσεις τεινούσας πρὸς φόβον καὶ ἀνάγκην τοῦ πορίσαι τὰ χρήματα, καὶ ὅτι οἱ μὲν ἐζήτουν φαγεῖν, οἱ δὲ μένοντες ἄλλων ἅψασθαι· εἶτα ὅτι ἐγὼ δεξάμενος χρήματα διέδωκα, φήσας πρὸς ἐμαυτὸν προσῆκον, μὴ μόνον καταστρατηγῆσαι τῶν πολεμίων, ἀλλὰ καὶ τῆς τύχης εἰς ἀπορίαν στρατιώτης ἦλθεν ἀπὸ τοῦ δαίμονος· αὐτὸς εὑρήσω πόρον, αὐτὸς πορίσω τροφὰς, ταῦτ’ ἐννοήσας, ταῦτα ἰδὼν ἐδεξάμην τὰ χρήματα, διέδωκα πενομένοις στρατιώταις φήσας, οἱ πολέμιοι καθ’ ἑαυτῶν ὑμᾶς μισθοδοτοῦσιν· οἱ δυςμενεῖς ὑμᾶς καθ’ ἑαυτῶν προτρέπονται χρήμασι· ταῦτ’ ἐννοήσας, ταῦτ’ εἰπὼν παρέσχον τὰ χρήματα· ἐστρατεύσαντο λαβόντες καὶ νενικήκασι· καὶ μετὰ τὴν νίκην καὶ τὸ κατόρθωμα ἀντὶ τοῦ στεφάνου, ἀντὶ τοῦ ζητεῖν ἀμοιβὴν, ὡς προδότην εὐθύνουσι καὶ τὴν εὐεργεσίαν εἰς ἔγκλημα ἄγουσιν. ΟΡΙκῷ παραγραφικῷ· καίτοι προσῆκον ἦν ἐγκαλοῦντας αὐτοὺς, γραφομένους προδοσίας, μὴ μέχρι λόγων ἱστάναι τὸ ἔγκλημα, ἀλλὰ καὶ ἔργῳ δεικνύειν εἴ τί μοι πέπρακται· ποῖον χωρίον προὐδεδώκαμεν, ποίαν φάλαγγα, ποῖον εἰπὲ ναυτικὸν, ἀλλὰ τί τῶν ἀποῤῥήτων ἐξήγγειλα; τί τῶν πρὸς τὴν νίκην οὐ πέπρακται; εἶτα πάντων ὀφειλόντων εἰς ἐλευθερίαν ὑπάρξαι τῇ πόλει, κατορθωσαμένων ἡμῶν προδότης μετὰ τὴν νίκην προςαγορεύομαι· καὶ δύσνους ὁ τὴν ἐλευθερίαν προξενήσας ὀνομάζομαι· καίτοι προςῆκον ἦν χρωμένους αὐτῷ παρὰ τοὺς νόμους σχήματι δεικνύειν οὕτως καὶ παρὰ τοὺς νόμους τὰ πράγματα· οὐ γὰρ δήπου λόγῳ μὲν προδότης εἰμὶ, πράγματι δὲ οὔ· ΜΕτὰ τὸ ὁρικὸν παραγραφικὸν θήσεις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους.
8.202 ἀλλ’ ἐδέξω, φησὶ, παρὰ τῶν πολεμίων τὰ χρήματα. Εἶτα λύσεις τῇ καταστάσει· ὑπὲρ ὑμῶν ἐδεξάμην, ἵνα νίκη γένηται, καὶ ὅτι εἰ μὴ ἐτράφησαν οἱ στρατιῶται καὶ χρήματα ἔλαβον, οὐκ ἂν ἐγένετο νίκη· εἶθ’ ὅτι χρημάτων ἐστὶ πάντοτε χρεία, καὶ μάλιστα ἐν πολέμοις· ὅταν οὖν ὑπὲρ ὑμῶν δεξάμενος φανῶ, οὐ δεῖ ἐπὶ τούτοις ἀγανακτεῖν, Εἶτα λύσεις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῇ διανοίᾳ. ὅτι δεῖ καὶ τὴν προαίρεσιν τοῦ δεξαμένου ὁρᾷν, καὶ πῶς ἐδεξάμην, καὶ πῶς ὑπὲρ τοῦ τι κακὸν τὴν πόλιν ἐργάσασθαι, οὐ δὲ ὑπὲρ τοῦ ἀληθῶς καταπροδοῦναί τι τῶν κοινῶν, ἀλλ’ ἵνα τοῖς πραττομένοις χαρίσωμαι, καὶ τὴν ἐλευθερίαν φυλάξω τοῖς πολίταις ἀκέραιον, καὶ τὰ τοιαῦτα. εἶτα ἑξῆς λύσεις τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους τῷ βιαίῳ ὅρῳ. καὶ τοῦτο αὐτὸ μάλιστα λαβεῖν χρήματα ὑπὲρ ὑμῶν ἐστι καὶ τῆς πόλεως. οὔτε γὰρ ἐζημιώθητε, καὶ ἡ φάλαγξ ἐγένετο, καὶ νίκη γέγονεν. ὥστε ἀνθ’ ὧν χάριν ὀφείλουσιν ἐγκαλεῖν καὶ κατηγορεῖν ἡμῶν τετολμήκασιν. Μετὰ ταῦτα θήσεις τὴν μετάληψιν· ἀλλ’ ἔδει, φησὶν, τὴν ἀπορίαν ἐνέγκαι τῇ πόλει, καὶ παρὰ τοῦ δήμου δέξασθαι χρήματα. ΛΥσεις ἐξ αὐτῶν τῶν πραγμάτων· ὅτι οὐκ ἦν δυνατὸν, ἐπικειμένου τοῦ πολέμου, τῶν πολεμίων στενοχωρούντων, συγκλειόντων ἡμᾶς, περιστοιχιζομένων τοῦτο ποιεῖν· εἶθ’ ὅτι ἡττήθημεν ἂν, εἰ τοῦτο ἐποίησα. ἔδει γὰρ πρῶτον ἀποστεῖλαι, εἶτα γενέσθαι πρόσοδον τῷ πεμφθέντι, εἶθ’ ὑμᾶς οὕτω βουλεύσασθαι, εἶτα ψηφίσασθαι, εἶτα ἀπαιτῆσαι καὶ συναγαγεῖν οὕτω τὰ χρήματα, καὶ μετὰ ταῦτα ζητῆσαι τοὺς κομίσοντας· ἐν δὲ τούτοις πόσος ἀνηλίσκετο χρόνος, ἢ τίς οὐκ ἐτρίβετο καιρός; εἶτα χρημάτων ἐν ἐνδείᾳ καθεστηκότων ἡμῶν, καὶ χρόνου παριόντος πολλοῦ, τί ἔδει προςδοκᾷν; οὐχὶ δουλείαν; οὐχ ἧτταν; οὐχὶ τῶν πολεμίων νίκην κατὰ κράτος; ταῦτ’ ἐγὼ ὑφορώμενος τῆς χρείας γεγένημαι, καὶ πρὸς τὸ παρὸν ἐχρησάμην τοῖς τῶν πολεμίων χρήμασι· τοιγαροῦν εὐθὺς ἅμα τῇ δόσει καὶ τὸ τρόπαιον ἐπηκολούθησε κατόπιν τῶν χρημάτων, καὶ ἡ νίκη γεγένηται.
8.203 ΕΠίλογος μετὰ ταῦτα. ἔστι δὲ λίαν πομπικὸς, οἷον ἀπὸ τῶν χρημάτων, ὅτι τοσαῦτα προεμαντευσάμην τῇ πόλει τὰ τρόπαια, ἐντεῦθεν νικᾷν τοὺς πολεμίους ἠρξάμην. καὶ τοῦτο παρὰ τὸν πόλεμον γεγένηταί μοι πρῶτον στρατήγημα. ταῦτά μοι πρὸ τοῦ τροπαίου τὰ λάφυρα. ἐντεῦθεν νικᾷν τοὺς πολεμίους ἠρξάμην. Εἶτα μετὰ τὰ τοιαῦτα ἐρεῖς· τί δὴ ἐπαγγέλλομαι τῇ πόλει αἰχμαλώτους· πληρώσω τὸ δεσμωτήριον σωμάτων, τὸ δὲ πεδίον νεκρῶν· τότε μοι φανείτω ὁ κατήγορος, ὅταν ἄγω παῖδας, γυναῖκας, ὅταν αὐτοὺς τῶν πολεμίων τοὺς στρατηγοὺς, ἀλλ’ ἴσως φθόνος ἦν, βασκανία τοῦ κατορθώματος· τοῦτ’ αὐτοῖς τὴν γραφὴν ἀνεκίνησε. τοῦτο συνήγαγε τὸ δικαστήριον, ἀλλ’ αὐτὸς οὐ μνησικακήσω τῇ πόλει. τί με ἐπὶ πολὺ κατέχετε; ἀπολύσατε τοῦ βήματος· ἐντεῦθεν κατὰ τῶν πολεμίων ἐπείγομαι· ἀπὸ τοῦ δικαστηρίου λαβεῖν σπουδάζω τὴν παράταξιν· δεῖξαι τὸν προδότην τοῖς κατηγόροις καὶ δευτέραν νίκην προῄρημαι. Στασιάζουσιν ἐπέστησαν οἱ ἀστυγείτονες ὡπλισμένοι· καὶ πέπαυται μὲν ἡ στάσις· κρίνουσι δὲ οἱ παυσάμενοι τοὺς ἐπιστάντας ἐπιβουλῆς.
8.204.(1a) Ἡ κατάστασις ἔχει τὴν πρὸ τούτου τῆς πόλεως ἡσυχίαν, εἶτα τὴν στάσιν, ἐπεκτείνοντός σου τὰ ἐν τῇ στάσει κακά· καὶ ὅτι φόνοι, καὶ τῶν νόμων ἀναιρέσεις· τῶν μὲν τάδε, τῶν δὲ τάδε βουλευομένων· καὶ ὅτι οὐδεμία ὁμόνοια ἦν, καὶ ὅσα τοιαῦτα· εἶθ’ ὅτι ἐπέστησαν οἱ ἀστυγείτονες ὡπλισμένοι, καὶ ἐπαύσατο ἡ στάσις. ΟΡΙκῷ παραγραφικῷ· καὶ τίς τῆς ἐπιβουλῆς ἡ ἀπόδειξις; οὔτε γὰρ ἀνείλομέν τινα, οὔτε χώραν κατελάβομεν, οὔτε καρποὺς ἐδῃώσαμεν· καὶ πόθεν ἐπιβουλῆς κρινόμεθα; Ἡ Λύσις ὁρική· ὅτι οὐ μόνον ταῦτά ἐστιν ἐπιβουλῆς ἔργα, ἀλλὰ καὶ τὸ ξιφήρεις ἐπέρχεσθαι· καὶ ἐρεῖς αὐτὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους. Εἶτα θήσεις ἐξ ἀντιθέσεως τὴν ἀντίστασιν. ἀλλ’ ἐπαύσαμεν, φησὶν, ὑμᾶς στασιάζοντας. ΚΑΙ λύσεις μεταλήψει· ἐπαύσαμεν, λέγεις, τὴν στάσιν, διότι οὐκ ἠδυνήθησαν εἰς πέρας ἀγαγεῖν τὴν ἐγχείρησιν τοῦτο λέγεις· καὶ διότι θᾶττον ἡμεῖς ἐπαυσάμεθα τοῦτο ἐρεῖς· καίτοι γε λόγοις ἔδει καὶ συμβουλαῖς παῦσαι τὴν στάσιν, οὐχὶ τῷ φανῆναι μετὰ τῶν ὅπλων, πρέσβεις πέμποντας, τοὺς αἰτίους ἀναζητοῦντας τῆς ταραχῆς, πείθοντας, συνάγοντας ἐκκλησίαν, καὶ συμβουλεύοντας ὡς δεινὸν ἡ στάσις, ὡς ἀπόλλυσι πόλιν διχόνοια, ὁμόνοια διαφυλάττει δῆμον· καὶ παράδειγμα ὅτι καὶ τὰς δημοτικὰς οἰκίας στάσις ἀναιρεῖ, καὶ πανταχοῦ στάσις φθείρει τὰ σύμπαντα. ΕΠΙλόγῳ συμβουλὴν ἔχοντι ὁμονοίας· καὶ ὅτι ἐκ τῆς πείρας οἷόν ἐστι τὸ στασιάζειν ἐγνώκαμεν. καὶ ὅτι μηδεὶς μηκέτι διαφερέσθω πρός τινα, σπεισώμεθα, δείξωμεν τοῖς ἀστυγείτοσι τὴν ὁμόνοιαν, πέμψωμεν, ἐξέλθωμεν, τῆς ὁμονοίας ἀρξώμεθα, δείξωμεν ὅπως ἀλλήλων φειδόμεθα, μὴ καταπροδῶμεν τὴν πόλιν, οἱ ἀστυγείτονες ἔδειξαν ὅπως διάκεινται πρὸς ἡμᾶς, τοὺς καθ’ ἡμῶν καιροὺς ἐπιτηροῦσι· καὶ τὰ τοιαῦτα.
8.205 ΜΕΤΑΣΤΑΣΙ Σ . Δημοσθένης ἐπέμφθη στεφανώσων Ἀλέξανδρον. εὑρὼν Θήβας κατεσκαμμένας οὐκ ἐστεφάνωσε. καὶ ἐπανελθὼν κρίνεται δημοσίων. Δεινὸς ὁ Δημοσθένης καὶ φιλέλλην ἀεί· τοιαύτην γὰρ καὶ ἐν τοῖς λόγοις τὴν πολιτείαν ὑπὲρ τῶν Ἑλλήνων ὡρίσατο· μετέχει δὲ καὶ πάθους ὁ λόγος· πόλις γὰρ ἡ Διονύσου καὶ Ἡρακλέους κειμένη χωρεῖ τὸ πάθος τῷ πλάσματι· διαβάλλει δὲ καὶ λεληθότως Ἀλέξανδρον· οὐ γὰρ ποιεῖται μετὰ παῤῥησίας τὸν λόγον, καὶ τὴν τύχην Ἀλεξάνδρου καὶ τὴν δύναμιν εὐλαβούμενος· καθόλου δὲ γνωστέον, ὅτι πᾶσαι αἱ ἀντιθετικαὶ τοῖς αὐτοῖς διαιροῦνται κεφαλαίοις, μεταλλαττομένης τῆς ἀντιθέσεως τῆς χαρακτηριζούσης τὴν στάσιν· ἢ γὰρ ὑπὲρ τοῦ παθόντος λέγει πεποιηκέναι, ἢ δείκνυσιν ἕτερον, ἢ ἄξιον εἶναι τὸν παθόντα, ἢ συγγνωμονηκέναι καὶ ἐλεῆσαι. ψυχῆς γὰρ πάθος ἐπὶ συγγνώμῃ προτείνεται. παθητικὴν οὖν ποιήσῃ τοῦ πρώτου προοιμίου τὴν ἔννοιαν· ἁπάντων, ὡς ἔοικεν, ὦ ἄνδρες Ἀθηναῖοι, πειρασθῆναί με τῶν παραδόξων ἀπέκειτο, πόλιν ἰδεῖν ἐν μέσῃ Βοιωτίᾳ κειμένην. καὶ μετὰ Θήβας οὐκ ἔτ’ οὔσας, ὅτι μὴ στεφανοῦντας Ἀθηναίους ἀπέδειξα παρὰ τὴν Καδμείαν Ἀλέξανδρον τοιαύτην ὑπομεῖναι γραφήν· εἰ μὲν γὰρ ἄλλης τινὸς χώρας ἀνῃρημένης πολεμίας ἡμῖν οὐκ ἐπλήρουν τῇ πόλει τὸ σπουδαζόμενον, ἢ βάρβαρον τὸν Μακεδόνα μετὰ τὴν πρᾶξιν ἠτίμαζον, καλῶς ἔδει κατ’ ἐμοῦ τιμωρίας καὶ κρίσεως· καὶ Δημοσθένης ἡγεῖτο παραπρεςβείας μετὰ τὴν ἐπάνοδον εὐθυνόμενος· ἐπειδὴ δὲ τὸ πάθος τὸ κατὰ Θηβαίων ἐκπέπληγμαι, καὶ τηλικαύτην κατὰ τὴν Ἑλλάδα γενομένην οὐκ ἤνεγκα συμφορὰν, ἓν οἶδα τοῦτο κεχωρισμένως τῇ πόλει, τὸ συναλγῆσαι δόξαι τοῖς δυστυχήμασιν· ἵνα μὴ πάθους ἀπανθρώπου κατὰ τὴν Ἑλλάδα γεγενημένου μετὰ τῶν πεπτωκότων ἅπαντες καὶ τὰς Ἀθήνας ὡς ἀπανθρώπους ὀδύρωνται· δεύτερον εἴποις ἂν τοιοῦτον πληκτικὸν καὶ δριμὺ καὶ Δημοσθενικῆς μετέχον βαρύτητος· εἰ οὖν ξένος τις ἦν, καὶ τὴν πόλιν ἠγνόουν, πρὸ πάντων ἔμαθον ἂν παρ’ ὑμῶν, πότερον παρ’ Ἀλεξάνδρῳ ἢ παρ’ Ἀθηναίοις τυγχάνει τὸ δικαστήριον· οὕτω παράδοξος ἡ γραφὴ τανῦν.
8.206 οὐ πρὸς Ἀθηναίων δὲ τὸ γινόμενον· ἐπειδὴ δὲ γεγένημαι παρ’ ἡμῖν, οὐκ ἔστιν προτεῖναι τοῖς δικάζουσι τὴν ἐρώτησιν· ἓν γοῦν περὶ τοῦ κατηγόρου μαθεῖν συγχωρήσατε· πότερον ἐθίζει τὴν πόλιν κολακεύειν Ἀλέξανδρον καὶ τοῖς Ἑλληνικοῖς ἐντρυφᾷν δυστυχήμασιν, ἢ φρόνημα φυλάττειν τὸ σύνηθες, ὡς Ἀθηναίοις ἀκόλουθον· εἰ μὲν γὰρ ἐξ ἅπαντος δεῖν Μακεδόσι χαρίζεσθαι, μάτην ἡμᾶς ἑαλωκότων ὑμῶν ἐπὶ τὴν κρίσιν συνήγαγεν· εἰ δὲ τὸ προγονικὸν φυλάττειν ἀξίωμα, τί τηνάλλως ἡμῖν τὴν ἀπὸ τοῦ στεφάνου μετὰ τὰς Θήβας ταύτην ἀδοξίαν οὐκ ἐντεθύμηται· χρηστὸς γὰρ οὗτος ἂν ἦν, καὶ τοὺς προγόνους μιμούμενος καὶ τοῖς πρεσβεύουσι μετὰ τὴν ἐπάνοδον παρὰ τὴν ἀξίαν οὐ λοιδορούμενος· τρίτον εἰ περιπαθέστατον, θαυμάζω μὲν πῶς οὐδέπω Θηβαίων οἱ λειπόμενοι μετὰ τὴν συμφορὰν ἑστίαν τὴν Ἀττικὴν ἐσπουδάκασι· καὶ τὴν τύχην φέρουσι μετριώτερον, Ἀθήνας ἔχοντες τὴν κοινὴν πάντων τῶν ἐκπεπτωκότων παραμυθουμένην τὰ δυστυχήματα· οὐ μὴν, ἀλλ’ ἐπειδὴ πρὸς τὴν λειπομένην αὐτοῖς τέως βραδύνουσι τὰς οἰκείας ὀδυρόμενοι συμφορὰς, καὶ τὴν ὀφειλομένην αὐτοῖς μετὰ τὴν πολιορκίαν οὐχ ὁρῶσιν ὁδὸν, ὑμεῖς γοῦν τῇ περὶ ἐμοῦ ψήφῳ, προτρέψασθε τοὺς ἀπόλιδας καὶ τὴν ἀπὸ τῆς γραφῆς ταύτης λοιδορίαν φυλάξασθε.
8.207 οὐδὲ γὰρ εὔλογον ἀγανακτούντων ἡμῶν παροξῦναι μὲν Θηβαίοις τὰ παραπτώματα, ἀποκλεῖσαι δὲ τοῖς δυςτυχοῦσι τὴν πόλιν, ὡς Ἀλεξάνδρου μετὰ Θηβαίων καὶ τὴν ὑμετέραν [μὴ] λυμηναμένου προαίρεσιν. Εἴποις δ’ ἂν προοίμιον καὶ οὕτως· οὐκ ἤρκεσεν, ὡς ἔοικε, περὶ τὴν Βοιωτίαν δακρῦσαι Θηβαίους, ἀλλ’ ἔτι καὶ περὶ γραφῆς μετὰ ἐπάνοδον ἀγωνίζομαι. Εἰπὲ καὶ οὕτως· θαυμάζω μὲν οὖν πῶς οὐχὶ μετὰ τὴν κατασκαφὴν Ἀλέξανδρος καὶ Δημοσθένην ἐζήτησεν. Εἰπὲ καὶ οὕτως· χάρις μὲν οὖν τοῖς θεοῖς, ὅτι μὴ τῶν φιλιππιζόντων τις ῥητόρων ᾑρέθη πρεσβευτὴς πρὸς Ἀλέξανδρον, ἵνα μὴ πεσόντων Θηβαίων τὸν στέφανον Ἀλέξανδρος δέξηται, τῇ Βοιωτίᾳ καὶ τοῖς Ἕλλησιν ἅμα σύμπασι λυμηνάμενος. ΤΗΝ κατάστασιν λήψῃ ἀπὸ τῆς γνώμης τῶν Ἀθηναίων· ὅτι βουλόμενοι Ἀλέξανδρον πρᾳότατον καὶ φιλανθρωπότατον καταστῆσαι τὸν στέφανον ἐπέμψαντο· ὁ δὲ κατηγορῶν Δημοσθένους ἐρεῖ, ὅτι φοβούμενοι διὰ τὴν πολλὴν δύναμιν καὶ τὴν ἔξωθεν διαβολὴν Ἀλέξανδρον τοῦτον τὸν στέφανον ἐπέμψατε, καὶ ὅτι φοβερώτερον νῦν αὐτὸν καὶ χαλεπώτερον κατέστησε μὴ στεφανώσας Δημοσθένης· τὴν οὖν κατάστασιν τοῦ Δημοσθένους ἐργάσῃ τοῦτον τὸν τρόπον· τῆς γὰρ πόλεως τῆς ὑμετέρας, ὦ ἄνδρες δικασταὶ, ῥεπούσης ἀνθρώπων πρὸς τὸ βέλτιστον, καὶ ζητούσης μὲν ἔχειν μετὰ τῶν νόμων ὅ τι περ κάλλιστον, ἀχθομένης δὲ πρὸς ἐπιβουλὰς τὰς ἀπὸ τῶν πολεμίων καὶ φόνους, εἶδε μετὰ τῶν ἄλλων καὶ τοῦτο ὁ δῆμος καλῶς τὸ φίλον τὸν Μακεδόνα γενόμενον τῇ πόλει ἐπαχθὲς μὲν ἔχειν κατὰ τῶν συμμάχων μηδὲν, ὁμοῦ δὲ πάντας τοὺς Ἕλληνας σώζειν αὐτὸν ὡς Ἡρακλείδην καὶ κήδεσθαι· οὕτω Μακεδονικὰς μὲν ἐβουλεύετο χάριτας, ἐζήτει δὲ τιμὴν τὸν Ἀλέξανδρον ἐπὶ φιλοτιμίας μετάγουσαν· ἵνα φιλοτιμίαν τὴν παρ’ Ἀθηναίων αἰδούμενος πρᾷος κατὰ τῶν συμμάχων ὑπάρχῃ καὶ σωφρονέστερος· καὶ στέφανος μὲν Ἀλεξάνδρῳ παρὰ τῆς πόλεως ηὐτρεπίζετο, πρεςβευτὴς δὲ παρ’ ἡμῶν ὁ τῷ δήμῳ μᾶλλον δὲ τοῖς συμμάχοις τὴν τῆς πόλεως κατορθώσων προαίρεσιν.
8.208 Εἶτα ἔπαγε, ὅτι ἐζητεῖτε πρεσβευτὴν εὔνουν καὶ φιλόπολιν· καὶ πλεόνασον ἐν τούτῳ, ἵνα δημοτικὸς δόξῃ Δημοσθένης διὰ τὸ μὴ τὴν πόλιν ἐστεφανωκέναι Ἀλέξανδρον· ἢ ὡς κακόνους· οἷον ἐπειδὴ γὰρ ἔδει τοῦτο παρ’ ἡμῶν ὑπάρξαι τοῖς Ἕλλησι, τὸ πρόνοιαν ὑπὲρ αὐτῶν ἔχειν τινὰ καὶ κηδεμονίαν Ἀλέξανδρον, ὁ πρὸς τοῦτον τὸν Μακεδόνα μεταποιῶν ἐζητεῖτο ῥήτωρ φιλαθήναιος, ἀλλ’ οὐ προδότης ἢ κατὰ τῆς δημοκρατίας πολιτευόμενος· εἰκότως· ᾧ γὰρ τὸ πλέον σκοπὸς ζητεῖν, δωρεὰν λαμβάνειν, κἂν ἡ πόλις βλαπτομένη μὴ παύηται, τούτῳ πῶς οἷόν τε ἦν κατορθοῦν τῇ πόλει τὸ σπουδαζόμενον, ἐγχειρισθέντι παρ’ ἡμῶν, ὃ κοινῇ πάντες ὑπὲρ τῶν Ἑλλήνων βεβούλευσθε. ἐντεῦθεν οὐ Φρύνων, οὐ Δημάδης, οὐκ Αἰσχίνης ἐπὶ τῇ πρεσβείᾳ παρ’ ὑμῶν ἀπεστέλλετο· θεᾶσαι γὰρ γνώμην τὴν Ἀττικὴν θεασαμένῳ Μακεδονίαν οὐδενὶ τούτων ἐνῆν, ἀλλὰ λόγους μὲν ὑπὲρ ὑμῶν καταναλώσας πολλάκις, τηρήσας δὲ τὴν τῶν προγόνων γνώμην ἐν τοῖς πολιτεύμασι, καὶ πολεμήσας μὲν Φιλίππῳ τοῖς λόγοις, οὐκ εἴξας δὲ πάλιν οὐδ’ ὑποχωρήσας δώροις κατὰ πατρίδος καὶ χάρισιν· ᾧ γὰρ ἐφαίνετο τὸ τῆς πόλεως πανταχοῦ προὐργιαίτερον, τούτῳ πῶς οἷόντε ἦν τοῦ κοινῇ πᾶσι λυσιτελοῦντος ἀφίστασθαι· οὕτως Δημοσθένης μὲν ἐπὶ τὴν πρεσβείαν, Ἀλεξάνδρῳ δὲ στέφανος παρ’ ὑμῶν ἀπεστέλλετο, καὶ τὸ πασῶν ἅμα τῶν τιμῶν παραδοξότερον τῷ Μακεδόνι γέρας παρὰ τῶν Ἀθηναίων ἐγίγνετο· τίς οὖν μετὰ τὴν ἐκκλησίαν ἐγινόμην ἐγώ; ἢ τίς τὸ τῆς πόλεως ἀξίωμα μετὰ τὴν χειροτονίαν δεξάμενος ἐπὶ τὸ προςτεταγμένον ἐσπούδαζον; ἠπειγόμην, ὁμολογῶ, μετὰ τὸ βουλευτήριον πρὸς Ἀλέξανδρον· ἐφανταζόμην τὴν πρόςοδον, ὠνειροπόλουν τοὺς λόγους, ἤλπιζον πράξειν ἀπὸ τῆς πορείας ὅ τι περ κάλλιστον· ὀνείρατος εὐφροσύνη μετὰ τὴν ἐκκλησίαν ἐῴκει μοι φανερῶς τὸ γιγνόμενον· ὡς γὰρ ἐχωριζόμην τοῦ ἄστεος, κατ’ ἐμαυτὸν ἐγιγνόμην τῶν προςτεταγμένων ἐχόμενος· ἐσκόπουν τοὺς λόγους· δημηγορίας ἐφρόντιζον· συμβουλὴν ἐζήτουν τὴν πείθουσαν, ὡς Ἡρακλείδης ἐστὶν ἐννοῶν, ὡς ἀναγκαίως ζηλώσει τῆς φιλανθρωπίας τὸν πρόγονον, ὡς σπεύσει πάντως τὴν ἀρετὴν ἐκείνου μιμήσασθαι· δόξης ἔρως καὶ φιλοτιμίας ὑπερβολὴ τῶν ὁμοίων ἔργων ἐπιβῆναι σπουδάζουσα· εἶτ’ ἐπειδὴ περὶ τὴν Βοιωτίαν αὐτὸν τυγχάνειν ἀκήκοα, ἐμελέτων τοὺς λόγους.
8.209 Ἀλέξανδρε, λέγων, ἥκω σοι φέρων παρὰ τοῦ δήμου τὸν στέφανον, ὃν οὐδὲ Φίλιππος λαβεῖν παρ’ Ἀθηναίων πεφιλοτίμηται, ὃν οὐδὲ Ἀμύντας, οὐδὲ ἄλλος τις Μακεδονίας βασιλεὺς, ἀλλ’ οὐδὲ Ξέρξης ἢ Δαρεῖος. καὶ ὅτι ἡ μὲν πόλις εἴθισται στεφανοῦσθαι παρὰ τῶν ἄλλων, αὐτὴ δὲ οὐδένα ἐστεφάνωσεν οὐδὲ πώποτε· ταύτην, ὦ βασιλεῦ, φιλανθρωπίας παρὰ τῆς πόλεως δέχου τὴν ἀμοιβὴν, τοῦτο πρὸς τοὺς Ἕλληνας ὑπὲρ ἀρετῆς ἔχε τὸ φιλοτίμημα. ἂν σώσῃς τὰς πόλεις, ἂν μὴ λυμήνῃ τοῖς Ἕλλησι, τάχα που καὶ χαλκῆν εἰκόνα σύμπαντες ἀναστήσουσι. κήδου τοῦ γένους· φίλει τὰς πόλεις· ὁρᾷς ὡς Ἀθηναῖοι μετὰ τῆς Πολιάδος προςκυνοῦσι τὸν ἔλεον.
8.210 ὁρᾷς ὡς οὗτοι βωμὸν ἐπὶ τῆς ἀγορᾶς φιλανθρωπίας ἀναπλάττουσιν. ἡμῶν ἂν μιμήσει τανῦν, Ἀλέξανδρε, τὸ φιλάνθρωπον, τιμηθήσῃ παρ’ ἡμῶν ὡς Ἡρακλῆς, ὡς Διόςκοροι. τούτους ἐσκόπουν τοὺς λόγους· τούτους εἰπεῖν πρὸς Ἀλέξανδρον ἔσπευδον. ὡς δὲ τοῦ Κιθαιρῶνος ἔδει λοιπὸν ἐπιβαίνειν μετὰ τὰς Πλαταιὰς, καὶ Δημοσθένην μετὰ τὴν ὁδὸν τὸ Θηβαίων ὄρος ἐδέχετο, καπνὸν ἀπὸ τῆς πόλεως ἐταραττόμην θεώμενος. εἶτα αὔξησον ὡς δυνατὸν τὸ πάθος τῶν Θηβαίων· καὶ πῦρ ὁρῶν ἀπὸ τῆς πόλεως ἀναπτόμενον σκηπτὸν ἔφην ἀπολωλεκέναι τοὺς Θηβαίους, καὶ πῦρ ἐξ οὐρανοῦ κατὰ τῆς πόλεως ἐνεχθὲν τῇ Βοιωτίᾳ λυμήνασθαι· θρήνου μετ’ ὀλίγον τοῖς ὄρεσιν ἀντηχήσαντος, καὶ πολλῶν ὀδυρμῶν παρεχομένων ἐξαίσιον τεκμαίρεσθαι συμφορὰν, μετεβαλόμην αὖ πάλιν· καὶ σεισμὸν ἐξαίφνης ἐδόκουν κατενηνοχέναι τὴν πόλιν· καὶ ἐπὶ τούτοις ὀδυρομένῳ τὴν τύχην ἐπὶ τοῦ Κιθαιρῶνος αὐτοῦ Θηβαίων οἱ λειπόμενοι φεύγοντες συνετύγχανον· καὶ τὴν Ἀλεξάνδρου ταύτην ὠμότητα κατεμάνθανον· εἶτα ἔκφρασον μετρίως τὸ κακόν. ἀλλ’ οἴμοι τῶν κακῶν· οἷα Θηβῶν τεθέαμαι δράματα, καὶ τὴν Κιθαιρῶνος αὐτοῦ τραγῳδίαν νικήσαντα· ἐπένθει τις ἐπὶ Κιθαιρῶνος τὴν σύνοικον. ἄλλος τὸ γένος ἐδάκρυεν· ἕτερος τὸν φίλον ὠδύρετο· ἔφευγεν ἀπὸ τοῦ πολέμου γυνὴ, καὶ λαβεῖν προθυμουμένη τὰ φίλτατα ἐπὶ τοὺς πολέμους ὑπέστρεφεν, κατὰ τὴν πρᾶξιν ἀδυνατοῦσα πρὸς τὴν συμφορὰν ἐμερίζετο. ἀλλὰ τίς ἂν ἀρκέσει μοι λόγος κατὰ Θηβαίων ἐκφράσαι τὰ δυςτυχήματα; μικρὰ τὰ Κιθαιρῶνος πάθη πρὸς τὰς ἐκεῖ νῦν παραβαλλόμενα συμφοράς· οὐκ ἂν ἐνέγκοι τις τὴν ὑπερβολὴν τῶν νῦν ὄντων κακῶν· ὡς δὲ καὶ Θηβαίων γενέσθαι πλησίον ἐσπούδαζον, φεῦγε, συντυχών μοί τις ἐρεῖ, ἀνήρπασεν, ἄνθρωπε, τὰς Θήβας Ἀλέξανδρος· οὐκ ἔτι ταύτην ἔχει Βοιωτία τὴν πόλιν· κατεστρέψατο πόλιν ὁ Μακεδὼν τὴν θρεψαμένην Διόνυσον· τούτους ἀκούσας τοὺς λόγους τοὺς τῆς πόλεως ἐσκεψάμην ἐπὶ πολὺ λογισμοὺς, καὶ τὴν γνώμην τὴν Ἀλέξανδρον στεφανῶσαι παρασκευάσασαν· ὡς δὲ λοιπὸν ἔγνων ὑμᾶς οὐκ ἐπὶ ταῖς Ἑλληνικαῖς συμφοραῖς στεφανοῦντας τὸν βάρβαρον, οὐδὲ προξενοῦντας τὰ δυςτυχήματα διὰ τοῦ στεφάνου τοῖς Ἕλλησι, πενθῶν Θηβαίους ὑπέστρεφον· αὕτη τῆς κατηγορίας ὑπόθεσις· τοῦτο τῆς εἰςαγγελίας τὸ γνώρισμα· ἀπολωλότων Θηβαίων, ὦ συκοφάντα, κατηγορεῖς· καὶ γραφὴν ἐπάγεις Θήβας οὐκ ἔτι εἶναι μαθών· αὐτόθεν τὴν λοιδορίαν κατέβαλες· οὐκ ἴσασιν Ἀθηναῖοι τιμᾷν Ἑλληνικὴν καταστρεψάμενον πόλιν Ἀλέξανδρον· οὐδὲ παντελῶς ἀπολωλότων Θηβαίων τιμᾷν τὸν αὐτόχειρα τῶν συμμάχων γενόμενον· μετὰ τὴν κατάστασιν θήσεις τὴν προβολὴν, ἥτις ἐστὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἔστι δὲ αὐτὸ τὸ ἀδίκημα.
8.211 ΑΛΛὰ τί, φησὶν, οὐκ ἐστεφάνους Ἀλέξανδρον; ΛΥσεις πρῶτον τῇ διανοίᾳ, ὡς ἐν τῇ ἀντιστάσει, εἶτα τῷ μεταστατικῷ, εἶτα τῷ ὅρῳ βιαίῳ ἀπαντήσεις πρὸς τὴν ὑπόθεσιν· ὡς περιβολῆς, ἵνα καὶ ὁ λόγος γοργότερος γένηται, καὶ χάριν τινὰ λύσις λάβῃ· οἷον ὅτι μηδὲ πρεςβεύων οὗτος Ἑλληνικῆς πεπείραμαι συμφορᾶς· μηδὲ τὰς Θήβας ποτὲ πυρπολουμένας παρέδραμον· καιρὸς ἴσος, συκοφάντα, Θηβαίοις τὴν πόλιν καὶ τὴν ἐμὴν σπουδὴν συναπώλεσε, καὶ τῶν ὁρμησάντων ἐπὶ τὴν κοινὴν ἡγεμονίαν ἀνῃρημένων θρηνῶν οὐκ ἔτι πρόσω βαδίζειν δεδύνημαι· εἶτ’ ἐπιχείρησον ἐκ τοῦ ἐναντίου τῆς διανοίας· εἰ μὲν γὰρ οὐκ ἠβουλόμην πρὸς τὴν χρείαν ὑπηρετῆσαι τῇ πόλει, καὶ τιμῆσαι μὲν τῇ χάριτι τὸ μειράκιον, ἀπαγγεῖλαι τῷ δήμῳ δὲ μετὰ τὴν πρεςβείαν τὸ σπουδαζόμενον, τὰς εὐθύνας αἴτει πονηρίας γραφόμενος· εἰ δὲ προθύμως ψηφισαμένοις ὑπήκουσα, καὶ μετὰ τὴν πρεςβείαν οὐχ ὑπερεθέμην τὸ σπούδασμα, τί Δημοσθένης ἀδικεῖ, γενέσθαι κρείττων οὐ δεδυνημένος τοῦ πάθους; ἠδίκηκα, λέγεις, ὑποστρέψας παρὰ τὸ ψήφισμα, ἀλλὰ τὴν ἄλλην μου πολιτείαν ὁρῶν σαυτὸν τιμωρῆσαι θρασυνόμενος, ἐπρέσβευσα πολλάκις παρὰ τὸν Φίλιππον· ἀλλὰ σωζομένου τοῦ γένους ὑπέστρεφον· πρὸς Θετταλοὺς ὑπηρέτουν τῇ πόλει· ἀλλ’ Ἀθηναίων οἴμοι τῶν δυςτυχῶν συντελούντων τοῖς Ἕλλησιν, ἂν δὲ τούτων τῶν ἀνῃρημένων ὑπομνησθῶ καὶ τῆς παρὰ τὴν Καδμείαν δέξωμαι λογισμὸν, οὐ φέρω τὴν τύχην· πρὸς τὸ πάθος μερίζομαι· ποῦ τοίνυν ἐγὼ κακόνους πρὸς τὴν δημοκρατίαν ἐλήλεγμαι; ποῦ δὲ τῶν τοῦ δήμου προςταγμάτων ἠμέλησα; τὸ μὲν γὰρ πονηρὸν ὄντα τῶν τοῦ δήμου προςταγμάτων καταμελεῖν ἔχει τινὰ πρὸς τὴν κατηγορίαν ὑπόθεσιν· τὸ δὲ τυγχάνοντα δημοτικὸν ἐξαμαρτεῖν, οὐκ ἔτι τοῦ πταίσματος ἀλλὰ τῶν πραγμάτων τὰ ψηφίσματα· στῶμεν γὰρ τὸ πρᾶξαί τι δεξιὸν ἐσπουδάζετο, τῷ δὲ τἀδίκημα τυγχάνει τῶν καλῶν προυργιαίτερον· ὁποίαν γὰρ ἂν ὁ πράττων γενέσθαι τὴν ἐγχείρησιν βούλοιτο, τοιοῦτον ἀνάγκη παρὰ τοῖς ἄλλοις τὸ γεγενημένον δοκεῖν.
8.212 ΜΕτὰ ταῦτα θήσεις τὸ μεταστατικόν· κρίνει τις πρεσβευτὴν ἀφικέσθαι πρὸς ὃν ἐσπούδασεν ὑπὸ τοῦ πολέμου κεκωλυμένον, καὶ δημοτικὸν εἰςαγγέλλει πολιτευόμενον τυραννικὴν ἐκπεπληγμένον ὠμότητα· οὐ πεπρέσβευκα φῄς· τί γὰρ αἱ Θῆβαι πεπτώκασι; καὶ δρᾶμα παρ’ Ἀλεξάνδρου γεγένηται τῶν ἐπὶ σκηνῆς χαλεπώτερον; καὶ ῥήτορος πρεσβεύοντος Ἀττικοῦ μεγίστη πόλις τῶν παρ’ Ἕλλησιν ἀνηρπάζετο· εἰ δὲ ὑπὸ τῶν συμφορῶν κεκωλυμένος ἠδίκησα· εἶτα ἔπαγε ἐκ παραδειγμάτων κρίνων καὶ στρατηγὸν ὑπὸ τῶν πολεμίων κοπτόμενον, ὅτι τῶν πυλῶν κεκλεισμένων παρὰ τὴν μάχην εἴσω γενέσθαι τοῦ τείχους οὐκ ἴσχυσε· καὶ κυβερνήτην ἐν μέσοις τοῖς κύμασιν ὑπὲρ τοῦ σκάφους ἀγωνιζόμενον, ὅτι ζάλῃ καὶ κύμασιν ἄκων ἀπὸ τῶν λιμένων ἐκβέβληται· εἰ δὲ τούτοις οὐκ εἰςαγγέλλεις τῇ τύχῃ μεμφόμενος, ἄφες καὶ πρεσβευτὴν ἀνάγκῃ προςτεταγμένον οὐ πράξαντα· εἶτα ἐπιχείρησον ἀπὸ τοῦ ἐναντίου· ὅρα γὰρ εἰ τὴν Θηβαίων ἀναμείνας κατασκαφὴν παρελθὼν ἐστεφάνωσα τὸν Ἀλέξανδρον· καὶ καταλαβὼν ἐρήμην τὴν πόλιν τετίμηκα τὸν πολέμιον· οὐκ ἐκρινόμην ἂν τότε παρ’ ὑμῖν δικαιότερον.
8.213 οὐκ εἰςηγγελόμην ταῖς Ἑλληνικαῖς ἡδόμενος συμφοραῖς, καὶ δίκην ἂν ἔδωκα προχειρότερον πάθους Ἑλληνικοῦ τοσούτου καταφρονήσας καὶ δυςτυχήματος· τί δὲ, ὁ νῦν Ἀλεξάνδρου κηδόμενος οὐκ ἂν πρῶτον ἐδημηγόρησεν ἀναστὰς, πόλιν, Δημόσθενες, πόλιν Διονύσου παρεῖδες κειμένην· καὶ Θηβῶν ἀνῃρημένων τῶν ἐνεγκαμένων Διόνυσον οὐκ ἐδάκρυσας, ἀλλ’ ἐστεφάνωσας τὸν κοινῇ πᾶσι λυμηνάμενον· οὐκ Ἀθηναῖοι πρῶτον νενομίκασι θεὸν Ἡρακλέα, τὸν παρ’ ἐκείνοις γενόμενον; οὐκ ᾐδέσθης ὁρῶν ὄντα δι’ Ἀλέξανδρον ἄπολιν τὸν Ἀλκμήνης ὄντα ὁμοῦ καὶ Διός· οὐκ ἀκρωτηριαζομένην τὴν Βοιωτίαν ἐστέναξας, ἀλλ’ ἀπῆλθες μετὰ τοῦ στεφάνου πρὸς τὸν ἀπάνθρωπον· εἶτα πρόσθες τὰ παραδείγματα· ὅτι καὶ Φωκέων ἀνῃρημένων ἡ πόλις ἐπένθησεν, καὶ Ὀλυνθίων ἀνῃρημένων ἔκλεισεν ἡ πόλις τὰ ἱερά· καὶ τὰ τοιαῦτα πλεῖστα ὄντα· εἶτα ἔπαγε κατὰ ἀκολουθίαν. εἶτ’ ἐπὶ τῷ τῶν Θηβαίων πάθει στενάξαι τοὺς Ἀθηναίους οὐκ ἤλπισας; ἆρα πενθήσειν τὴν πόλιν οὐκ ἐνεθυμήθης τοὺς Ἕλληνας; εἶτα τοσαύτης καταλαβούσης τοὺς ἅπαντας συμφορᾶς, σὺ τὸν τοῦ γένους πολέμιον στεφανῶσαι τετόλμηκας· οὐ ταῦτα ἦν κατ’ ἐμοῦ μετὰ τὴν πρεσβείαν τὰ ῥήματα· εἶτα πρόςθες τὸν βίαιον ὅρον ἔχοντα, ὅτι οὐδὲ παραπρεσβεῦσαί ἐστι τοῦτο.
8.214 οἷον, εἰ μὲν γὰρ τῷ Φιλίππου παιδὶ συντυχὼν ἕτερόν τι παρὰ τὴν Ἀθηναίων ἐξειργασάμην προαίρεσιν, καὶ παρὰ τὸ δοκοῦν τι τῇ πόλει κατώρθωσα, καλῶς ταύτην ἂν τὴν προςηγορίαν ἐπετίθης τῷ πλημμελήματι. εἰ δὲ τὴν ἀρχὴν οὐ τεθέαμαι τὸ μειράκιον, πῶς παρεπρέσβευσα; μηδὲν ὅλως ἀπὸ τῶν προςτεταγμένων διαπραξάμενος· εἶτα καὶ κωλοειδῶς ἐνθύμημα ἔπαγε. ᾧ γὰρ τῶν ἔργων οὐδὲ τὴν ἀρχὴν γενέσθαι συμβέβηκε, τούτῳ καὶ τοὔνομα τῶν ἀδικημάτων ἀλλότριον· ὥσπερ γὰρ τοῖς εὐεργέταις ἀπὸ τῶν πραγμάτων τὸ πρόςρημα, οὕτω τοῖς μηδὲν ἐνεργήσασιν ἐπιψεύδεσθαι τὴν κατηγορίαν οὐ δίκαιον. ΜΕτὰ ταῦτα θήσεις ἀντεγκληματικὴν ἀντίθεσιν, τὴν ὅτι ἀξίως ταῦτα οἱ Θηβαῖοι πεπόνθασιν. ἔχεις γὰρ ἀπὸ τῆς ἱστορίας, ὅτι τὴν μόραν κατέκοψαν. Ἡ Λύσις ἀπὸ τῆς διανοίας Θηβαίων. ὅτι ἐπιθυμήσαντες τῆς ἐλευθερίας τοῦτο πεποιήκασιν· ἡ δὲ διάνοια ἡ Θηβαίων, λέγω δὴ ἡ παροῦσα τῆς ἀντιθέσεως λύσις, ἐπιδέχεται νοήματα καὶ ἀντιστατικὰ καὶ ἀντεγκληματικὰ καὶ συγγνωμονικά. ἀπαντήσεις δὲ τῆς ἀντιθέσεως οὕτως· καὶ τίς τούτου τοῦ λόγου μετὰ τὴν συμφορὰν χαλεπώτερος; ἄξιοι, φῂς, ἀναρπασθῆναι Θηβαῖοι, διότι προεθυμήθησαν τὴν ἐλευθερίαν ἀσπάσασθαι, καὶ λαβεῖν ὠνειροπόλουν οἱ δυστυχεῖς σχῆμα τὸ πάτριον· ὁρᾷς πῶς τὸ ἀντιστατικὸν ἔχει τὸ νόημα τὸ φάσκειν ὑπὲρ ἑαυτῶν πεποιήκασιν; καὶ τὸ τὴν ἐλευθερίαν ἀπολαβεῖν βούλεσθαι; ἐκτείνας οὖν τὸ νόημα ἔπαγε κομματικῶς· οἴμοι δημοκρατία καὶ νόμοι· παρ’ Ἀθηναίοις ἄνθρωπος ὀνειδίζει Θηβαίοις τὴν συμφοράν· καὶ χαλεπώτερον τὸ συμβὰν ἀπεργάζεται μετὰ τὴν τύχην· οὐκ ἐλεῶν, ἀλλὰ τοὺς παθόντας γραφόμενος· ἂν τυραννεῖσθαί τις μὴ θέλῃ, κολάζεται, ἂν δουλεύειν μὴ βούληται μετὰ τοῦ γένους, ἀπόλλυται· πότε Μακεδόσιν ἐδούλευσαν οἱ Ἕλληνες; πότε Θηβαῖοι τὸν Φίλιππον ὡς δεσπότην ἐκήρυξαν; εἶτα τοῦτο αὐτὸ ἐκ τοῦ ἐναντίου εἰπὲ κωλοειδῶς ἐν στροφῇ· εἰ μὲν γὰρ οὐχ ἅπασιν Ἕλλησι τὸ τυραννεῖσθαι πολέμιον, ἀλλά τινες αὐτῶν τὸ δεσπότην ἔχειν ἠγάπησαν, κατηγόρει Θηβαίων, ὡς οὐ μιμησαμένων τοὺς συγγενεῖς.
8.215 εἰ δ’ ἅπαντες Ἕλληνες αὐτονομεῖσθαι σπουδάζουσι, τί Θηβαῖοι τὸν Ἀλέξανδρον οἱ δυςτυχεῖς ὡς ἀδικοῦντες παρώξυναν, τὴν συνήθη πολιτείαν ζητήσαντες; εἶτα παραδειγματικῶς τοῦτο εἰπέ· διὰ τοῦτο πρὸς Δαρεῖον ἡμεῖς παρεταξάμεθα. διὰ τοῦτο πρὸς Ξέρξην πεπολεμήκαμεν ἅπαντες Ἕλληνες· καὶ πῦρ τὴν Ἀττικὴν νεμόμενον ἡμᾶς ἐφόβησεν. ἱερὰ δὲ θεῶν ἐμπιπράμενα πρὸς τὴν τῶν βαρβάρων τιμωρίαν παρώξυνε, τοῦτο τῆς Ἑλληνικῆς πολιτείας ἐξαίρετον τὸ πρὸς τὴν ἐλευθερίαν ὁρᾷν· καὶ τὴν αὐτονομίαν ἐξ ἅπαντος ζητεῖν ἔχειν ἀκίνητον· εἶτα καὶ Θηβαίων τοῦτον ἐχόντων τὸν τρόπον, πῶς ἦσαν ἄνθρωποι τῶν τοιούτων ἄξιοι συμφορῶν; κατέκοψαν, φῂς, τὴν μόραν. ἀλλὰ Φίλιππος αἴτιος τοῦ ταῦτα τολμῆσαι Θηβαίους· τί γὰρ οὐκ ἐν εἰθισμένῃ πόλει φρουρὰν ἐγκατέστησε; τί δὲ παρὰ τὴν ἀξίαν ἠνώχλει τοῖς δημοκρατεῖσθαι σπουδάζουσιν; ἔσχον Ἀθηναῖοι δουλευούσας αὐτοῖς πόλεις πολλάκις· ἀλλ’ οὐ στρατιώτας μετὰ τὴν ἅλωσιν τοῖς τείχεσιν ἐναπέκλεισαν.
8.216 ἦρξαν πολὺν χρόνον καὶ Λακεδαιμόνιοι. καὶ πότε τὸν τρόπον τοῖς ὑπηκόοις ἐχρήσαντο, ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν· οἷς γὰρ τὸ ζῇν ἐν ἐλευθερίᾳ συνῄδεσαν, τούτοις οὐδὲ παθεῖν τι παρὰ τὴν ἀξίαν οὐ συγκεχωρήκασι· πῶς τοίνυν γεγένηται ταῦτα προςηκόντως κατὰ Θηβαίων τὰ δράματα; εἶτα ἔπαγε ἄλλο νόημα μεταληπτικόν· ἀλλ’ εἰ καὶ δίκην ὑποσχεῖν πάντας ἔδει τοὺς πταίσαντας, οὐ ταύτην Ἕλληνας ὄντας ὑπομεῖναι τὴν κόλασιν· ποῦ γὰρ ἀκόλουθον τὸ κατασκαφῆναι πόλιν τοῖς ἁμαρτήμασι; ποῦ δὲ τὸ μηκέτ’ εἶναι πρὸς μέτρον κατὰ Θηβαίων τετόλμηται; ἤρκεσεν ἀπειλὴ πολλάκις διορθῶσαι τὰ σφάλματα, καὶ κρείττων φόβος παρὰ πολλοῖς πολλάκις τῆς τιμωρίας γεγένηται. εἶτα συγγνωμονικὸν νόημα. ἀλλ’ ὁ δοκῶν παρὰ Μακεδόσι μόνος σωφρονεῖν Ἀλέξανδρος ἀνθρώπινα καθ’ Ἑλληνικῆς οὐ βεβούλευται πόλεως· οὐκ οἶδεν ὡς ἅπας ἄνθρωπος πρὸς τὸ σφάλλεσθαι μᾶλλον ἢ κατορθοῦν ἑτοιμότερος; ἀλλ’ ἐξαίφνης ἐπιδραμὼν τὴν πόλιν ἀνῄρηκεν ὁ λεγόμενος παῖς εἶναι Διὸς, ὁ παιδεύσεως Ἑλληνικῆς μετασχὼν, ὁ διδάσκαλον τὸν Σταγειρίτην φιλοτιμούμενος. καὶ ὅσα ἐγκωμαστικὰ ἀπὸ τῆς Ἀλεξάνδρου ποιότητος· μετὰ ταῦτα θήσεις στοχαστικὴν ἀντίθεσιν, ἀπὸ τῆς ὕλης καὶ τῆς ποιότητος Ἀλεξάνδρου ἐμπίπτουσαν. ΑΛΛὰ δέος, φησὶν, μὴ παροξυνθῇ κατὰ Θηβαίων Ἀλέξανδρος. Ἡ λύσις στοχαστικὴ ὁμοίως ἀπὸ τοῦ τρόπου τοῦ Μακεδόνος· ἐρεῖς οὖν· οὐκοῦν λύσει τὰς πρὸς τὴν πόλιν συνθήκας, καὶ καταφρονήσει τῶν θεῶν ἐπιορκήσας· εἶτα, ὅτι σώφρων ἐν τοῖς πράγμασίν ἐστι, καὶ θαυμάζεσθαι παρὰ τοῖς Ἕλλησι βούλεται. καὶ ὅτι τοὺς φίλους ἀντὶ φυλακῆς ἡγεῖται· οὐκ ἂν οὐ καταφρονήσει τῶν Ἀθηναίων. εἶτα ἐρεῖς. ὅτι ἴδε καὶ Φίλιππον δυσχερῶς φέροντα τὴν ἔχθραν τὴν πρὸς Ἀθηναίους.
8.217 οὐκ ἂν τῶν αὐτοῦ λυσιτελούντων ἀφέξεται. εἶτα ὅτι εἰ καὶ πρὸς τοὺς ἀφανεστέρους τῶν Ἑλλήνων ἔμελλε πολεμεῖν, πολλῷ πρότερον ἂν περὶ τῆς τοιαύτης ἐβουλεύσατο μάχης, ἵνα μὴ δόξῃ πρὸς τοὺς πολεμουμένους εἶναι μικρόψυχος· οὐχ οὕτως ὁ Μακεδὼν εὐήθης ἢ τὸ φρόνημα ταπεινότερος, ἵνα παρ’ Ἀθηναίων μὴ στεφανούμενος μάχην ἀπειλήσῃ καὶ πόλεμον. οὐ γὰρ τοσοῦτον αἱ πράξεις τὴν εὔκλειαν, ὅσον ὁ λογισμὸς κερδαίνει ἢ εὑρίσκει τὸν ἔπαινον· ᾧ γὰρ ἄδοξος ἡ προαίρεσις, τούτῳ πρὸς λοιδορίαν τὰ πράγματα χρησιμώτερα· ᾧ τὴν ἀρχὴν καλῶς περὶ τῶν ἔργων βεβούλευται, τούτῳ καὶ τὸ κατορθοῦν τιμιώτερον· εἶθ’ ὅτι πολλοὺς ἔχει τοὺς συμβουλεύοντας, οἵ τινες, κἂν αὐτὸς ἀπορῇ τῶν συμφερόντων, ὑποβάλλουσι τὸ χρήσιμον, καθ’ ἡμῶν ἐπαιρόμενον ἐπισχήσουσι τὸ μειράκιον καὶ τῆς προπετείας μεμψάμενοι τὸν βάρβαρον καθ’ ἡμῶν ἐπιδείξουσιν ἡσυχάζοντα· εἶτα, ὅτι ἐν ἀτιμίᾳ οὐκ ἔχει τὴν πόλιν, ἀλλὰ καὶ τοὺς πρωτεύοντας τῶν Ἑλλήνων ἐπίσταται. εἰ δὲ τὴν δόξαν τὴν Ἀττικὴν, τὴν ἡμετέραν πολλάκις πρὸς τοὺς ἄλλους φιλίαν πεφιλοτίμηται, καὶ πισταῖς παρ’ ἡμῶν ταύταις συνθήκαις ἡδόμενος οὐχ αἱρήσεται μετακινῆσαι τὰ δόξαντα· εἶτα ὅτι οὐδὲ συνεμαχήσαμεν Θηβαίοις ἔθος ἔχοντες, ἀμύνειν τοῖς Ἕλλησι· καὶ τοῦτο ἐκ παραδειγμάτων σύστησον. Λακεδαιμονίοις ἐβοηθήσαμεν κατὰ Θηβαίων, πάλιν Θηβαίοις κατὰ Λακεδαιμονίων, Ὀλυνθίοις ὑπὸ Φιλίππου ἀδικουμένοις, Εὐβοεῦσι πρότερον, καὶ τὰ τοιαῦτα. ταύτην κατὰ τῶν συμμαχησάντων Θηβαίοις τὴν ὀργὴν ἐπιδείξεται· οὐχ ὥπλισαν μετὰ Θηβαίων τὴν δεξιὰν, οὐκοῦν οὐδὲ κατὰ Θηβαίων· Ἀλέξανδρος κατὰ τῆς μόρας οὐκ ἐφάνη παρατασσόμενος, οὐκοῦν οὐδὲ πόλεμον Μακεδονικὸν ὑποπτεῦσαί με δεῖ· εἰ γὰρ τοὺς ἄρξαντας χειρῶν ἀδίκων ἀμύνασθαι νόμιμον, τοὺς μηδὲν ἄτοπον πράξαντας πολεμῆσαι παράνομον· εἶτα ὅτι ἔξεστι καὶ νῦν αὐτὸν τιμῆσαι, οὐ γὰρ ἡ χάρις ἀπώλετο· καὶ αὔξησον αὐτό· ὅτι μᾶλλον δέξεται τὴν τιμὴν ὡς μείζονα ἢ τὴν προτέραν· ὅτι οὔτε Θηβαίων ἀνῃρημένων μεταβεβλήσεσθε, ἀλλὰ καὶ δεύτερον ψηφισάμενοι τὴν τιμὴν τὸν στέφανον τῷ Ἀλεξάνδρῳ πεπόμφατε.
8.218 εἶτα ἔπαγε κωλοειδῶς· εἰ γὰρ ἁπανταχοῦ βεβαιότερα τῶν φθασάντων τὰ δεύτερα, καὶ κρεῖττον τὸ πολλάκις τιμᾷν τοῦ δοκεῖν ἅπαξ χαρίζεσθαι, τὸ καὶ πάλιν ἀποστεῖλαι τῷ Μακεδόνι τὸν στέφανον ἐντιμότερον, ἢ τὸ πρότερον· ὅτι δυςτυχῶς οὕτως ἀνῃρημένων Θηβαίων πρὸς τὴν Ἀλεξάνδρου τιμὴν ἡ πόλις οὐ μεταβέβληται. ἀλλὰ καὶ μετὰ τὴν συμφορὰν ἐμμένει τοῖς δόγμασι· καὶ θρηνοῦσα τοὺς συγγενεῖς πρὸς τὸ πάθος οὐ μεταβάλλεται· πολλὰ κατ’ αὐτὸν ἀπὸ τοῦ στεφάνου γενήσεται παρὰ τοῖς Μακεδόσι τὰ θαύματα· ὅτι τῶν συμμάχων ἀνηρπασμένων οὐ πολεμοῦμεν, ἀλλὰ στεφανοῦμεν τὸν ταύτην ἡμῖν τὴν λύπην παρασκευάσαντα· καὶ μισεῖν δέον μετὰ τὰ δράματα τιμῶμεν τὸν τῶν ἀνακτόρων Ἑλληνικῶν οὐ φεισάμενον· καὶ πρὸς Φίλιππον πολλάκις ὑπὲρ τῶν ὁμοίων ἀγανακτήσαντες πρὸς Ἀλέξανδρον τάξιν ὁμοίαν οὐ τετηρήκαμεν· καὶ τὰ τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις τοὺς ἐπιλόγους· ἔχουσι δὲ βαθύτητά τε τὴν Δημοσθένους, καὶ λαθραῖον παροξυσμὸν οὐκ ἐκ τοῦ φανεροῦ· ὁ γὰρ καιρὸς οὐ συγχωρεῖ, καὶ ἠθοποιΐας καὶ παραίτησιν τὴν Δημοσθένους τοῦ πρεσβεῦσαι καὶ δεύτερον· καὶ τὰ τοιαῦτα· ἀλλὰ τί μέλλετε; χειροτονήσατε πρεςβευτὴν πρὸς Ἀλέξανδρον· ζητήσατε τὸν δυνάμενον περιθεῖναι μετὰ Θηβαίους Ἀλεξάνδρῳ τὸν στέφανον, τὸ μειράκιον μετὰ Θηβαίους ἐργάσηται· καὶ χρι Καδμείας ἑλληνικὰς ὀδυρόμεθα συμφοράς· τούτους Ἀλεξάνδρῳ μετὰ τὸν στέφανον συμβουλευσάτω τοὺς λόγους· φεῖσαι λοιπὸν τῶν Ἑλλήνων, Ἀλέξανδρε· μετάστησον λοιπὸν ἐπὶ τὴν ἀσπίδα τὰς φάλαγγας· καὶ πρὸς τοῦτο παρασκευάσας ὁμοῦ μετὰ τῶν ὅπλων ἅρπασον· ὁ μέγας μαθέτω βασιλεύς· πολεμούμενός τις παρ’ Ἀθηναίων τῆς Ἑλληνικῆς ἡγεμονείας ἠξίωται· εἶτα βαθέως παροξύνων ἐρεῖς· θάῤῥει ὅτι στρατεύσας ἐπὶ τὴν Ἀσίαν σχήσεις μεμνημένην σου τὴν πόλιν· αὐτή σοι φυλάξει τοὺς Ἕλληνας ὑπακούοντας.
8.219 ἔχει τριήρεις· ἐπὶ τοὺς ἀδικοῦντας στρατεῦσαι δυνήσεται· μεμνημένη τῆς παρ’ Ἀλεξάνδρου εὐεργεσίας ἡ πόλις ἅπαντα Μακεδόσι τὰ κεχαρισμένα διαπράξεται· εἶτα ὅτι ἂν δὲ περὶ τῶν νῦν γεγενημένων ὑπομνησθῇ Δημοσθένους, εἴπατε γεγενῆσθαι τὰ σφάλματα· ἠγανακτηκέναι με δι’ Ἀθηναίους πρὸς αὐτὸν ἀπαγγείλατε· καὶ τὰ τοιαῦτα, ὅσα διὰ τὸ πάθος μάλιστα διασκευάσας δύνασαι παροξύναι τοὺς ἀκούοντας· τοῦτο δὲ φυλάξηται μόνον ὁ βάρβαρος, ἀπὸ τῆς κατασκαφῆς ἐπὶ τοὺς Πέρσας παραιτησάσθω δραμεῖν. ἀπὸ τῶν συμφορῶν ἐπὶ Περσικὸν ὀνειροπολῆσαι κατόρθωμα· πρὸ τοῦ πολέμου τὰς Θήβας ἀναστησάτω· πρὸ τῶν τροπαίων ἀπόδος ὁλόκληρον τὴν Βοιωτίαν τοῖς Ἕλλησιν, ἵνα σωζομένου τοῦ γένους Ἡρακλῆς ἀγωνιζομένῳ συμπαρατάξηται.
8.220 θύσωμεν ἐξιόντες πρότερον ἐν Θήβαις θεοῖς τοῖς ἐγχωρίοις καὶ δαίμοσι, ἵνα σπονδῶν ἅμα καὶ κρατήρων ἁψάμενοι μετὰ Θηβαίων ἐπὶ τοὺς Πέρσας ὁρμήσωμεν. ταῦτα πρὸς αὐτὸν ὁ πρεσβεύων ἐρεῖ· ταῦτα διδάξει μετὰ τὴν πρεσβείαν Ἀλέξανδρον. μὴ μέλλετε τοίνυν, μὴ μέλλετε πρὸς τὴν ὑπὲρ ἐμοῦ ψῆφον, ἀλλὰ ψῆφον δικαίαν κυρώσαντες ἐπὶ τὴν πρεσβείαν ὁρμήσατε, ἵνα στεφανωθεὶς παρ’ Ἀθηναίων Ἀλέξανδρος πλείονας μετὰ τῶν Μηδικῶν τροπαίων ἀποδῷ στεφάνους τοῖς Ἕλλησι. ΜΕΤΑΣΤΑσις ἄλλη ἀντιθετική· κατὰ πατρὸς μὴ εἶναι δίκην, ἢ τὴν τῆς παρανοίας. Ἐγράψατό τις τὸν πατέρα τυραννίδος ἐπιθέσεως· οὐ προσήκατο τὴν δίκην ὁ ἄρχων, καὶ ὁ μὲν παῖς ὑπεξῆλθεν, ὁ δὲ πατὴρ ἐτυράννησε. καθαιρεθέντος αὐτοῦ, κρίνεται ὁ ἄρχων δημοσίων. Καθόλου τὰ κεφάλαια τῶν ἀντιθετικῶν ὡς καὶ πρὸ τούτου εἴπομεν, τάδε· ὁρικὸν παραγραφικόν· ἐμπίπτει δὲ τοῦτο, ἐὰν γενικὸν ᾖ τὸ ἔγκλημα· οἷον δημόσιον ἀδίκημα, ἢ ἀσέβεια, ἤ τι τοιοῦτον· εἶτα τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἅπερ ἐστὶν αὐτὸ τὸ ἔγκλημα. εἶτα τῇ μεταστάσει· εἶτα μεταλήψει μιᾷ, ἢ καὶ δευτέρᾳ· ἔστι δὲ ἡ μετάληψις οὕτως ἀναγκαία· ἐν ταῖς ἀντιθετικαῖς, ὡς ἐν τοῖς στοχασμοῖς πραγμάτων ὄντων τὸ χρῶμα· ἡ δὲ τοῦ ἄρχοντος ποιότης δημοτικὴ καὶ περὶ τοὺς νόμους· καὶ τοῦτο δείκνυσιν ἥ τε αἵρεσις καὶ τὸ πραχθέν· ἔστιν οὖν ἡ κατάστασις τούτου τοῦ προβλήματος ἥδε· ἡ μὲν τοῦ ἄρχοντος ἡ τῆς ἀρχῆς αἵρεσις δι’ εὔνοιαν, διὰ φυλακὴν γεγενημένη τῶν νόμων, ἡ κρίσις τὸ μηδένα μηδὲ πώποτε μέμψασθαι, ὡς παρὰ τοὺς νόμους αὐτοῦ τι δικάσαντος· εἶτα ἡ τοῦ παιδὸς κατὰ τοῦ πατρὸς γραφή· καὶ τὸ μὴ δέξασθαι διὰ τὸν νόμον.
8.221 ἐρεῖς δὲ ταῦτα πλατύτερον· οἷον ἤρκει μὲν ὁ νόμος κωλύων τὴν πρόσοδον· ἔπειτα δὲ καὶ τὸ πρᾶγμα αὐτὸ, παῖς κατὰ τοῦ πατρὸς τυραννίδος φέρων γραφὴν, καὶ ὡς ἐδόκει ἄπιστον· εἶτα ἐν παραδρομῇ ἡ τυραννὶς, καὶ ἡ τοῦ παιδὸς ἔξοδος, καὶ ἡ καθαίρεσις πλατύτερον καὶ πομπική· ὅτι ἐτηρήθησαν οἱ νόμοι, καὶ τὰ τοιαῦτα· ὁρικὰ παραγραφικά· εἶτα ἐν τῇ ἀρχῇ τηρήσαντός μου τοῦτον τὸν τρόπον τοὺς νόμους, ἠδίκησας, φησὶν, δημοσίᾳ τὴν πόλιν· προηγούμενον γὰρ τοῦτο τῷ ἄρχοντι τὸ κεφάλαιον ἐρεῖς· οὐδέν μου τοῦ τῆς πόλεως διαφθείραντος, οὐ νόμον, οὐ δωρεὰν, οὐ χωρίον, οὐ πόλιν. εἶτα πῶς δημοσίᾳ τὴν πόλιν ἠδίκησα, μηδὲν αὐτὸς ἐνεργήσας, καὶ ὅτι ἄτοπον, οὐδέν με διαπραξάμενον κρίνεσθαι, καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὰ ὁρικὰ παραγραφικὰ θήσεις ἀκολούθως τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· οἷον, οὐκ ἐδέξω, φησὶ, τὸν παῖδα κομίζοντα τὴν τῆς τυραννίδος γραφήν. Ἡ Λύσις ἐπὶ τὸν νόμον. ὅτι ὁ νόμος αἴτιος, σαφῶς διακελεύων ἄλλην μὴ δέχεσθαι ἢ τὴν παρανοίας γραφήν· εἶτα τῇ διανοίᾳ, εἰ γὰρ μὴ τοῦτο ἦν, τίνος ἕνεκα οὐκ ἐδεχόμην, ἄνθρωπος μηδέποτε παρ’ ὑμῶν καταγνωσθεὶς, καὶ ὅσα ἐκ διανοίας, ἔχεις δὲ ἐκ τῶν πρώτων τὴν μέθοδον. εἶτα δέξαι καὶ τὸ καθ’ ὑπόθεσιν· εἰ δὲ ἐδεξάμην, καὶ μὴ ἥλω ὁ πατὴρ οἷα εἰκὸς, οὐκ ἂν παρ’ ὑμῖν ὑπεύθυνος ἐγενόμην τῷ νόμῳ· εἶτα χρῆσαι καὶ τῷ βιαίῳ ὅρῳ· ὅτι τοῦτο μάλιστά ἐστι τὸ μὴ ἀδικῆσαι δημοσίᾳ, τὸ φυλάξαι τοὺς νόμους, καὶ τὰ τοιαῦτα.
8.222 μετὰ ταῦτα θήσεις ἀντίθεσιν πίπτουσαν ἐκ διανοίας τοῦ νόμου. ἀλλ’ ὁ νόμος, φησὶ, περὶ τῶν ἰδιωτικῶν ἐστι γραφῶν, οὐ περὶ τῶν δημοσίων κεκυρωμένος, καὶ ἐν μὲν ταῖς ἰδίαις ἄλλην οὐ δίδωσι τοῖς παισὶν ἢ τὴν παρανοίας γραφήν. τὰς μέντοι γε δημοσίας δέχεσθαι τοὺς ἄρχοντας οὐ τετόλμηκεν· ἦ γὰρ ἄτοπος ἦν ὁ νομοθέτης παντάπασιν ἀπείργων τῶν παίδων τὴν πρόσοδον τὴν περὶ προδοσίας, τὴν περὶ τυραννίδος, καὶ περὶ τῆς τοῦ δήμου καταλύσεως [ἔχῃ μηνύουσα] μὴ συγχωρῶν παριέναι τοῖς παισὶ τὸ δικαστήριον. Ἡ Λύσις τούτου· ὅτι σαφῶς διηγόρευσεν ὁ νόμος μηδεμίαν ἄλλην δέχεσθαι γραφὴν, ἢ τὴν τῆς παρανοίας· καὶ ὅτι εἰ τὴν περὶ τῶν δημοσίων δέχεσθαι συνεχώρει γραφὴν, προςέγραψεν ἂν τῷ νόμῳ τούτῳ· νῦν δὲ μὴ προςγράψας ἑνὶ λόγῳ πᾶσαν ἀπηγόρευσε κατηγορίαν εἰςάγεσθαι. καὶ ὅτι εἰκότως· εἰδὼς γὰρ ὅτι πολλαὶ τοῖς παισὶ μικροψυχίαι γίγνονται, καὶ ἐκ τούτου γραφαὶ ψευδεῖς καὶ κατηγορίαι καὶ κίνδυνοι, πᾶσαν μὲν ἐκώλυσε κατηγορίαν εἰςάγεσθαι. τὴν δὲ τῆς παρανοίας συνεχώρησεν, ἥ τις πᾶσιν ἦν φανερὰ τοῖς ὁρῶσι, τοῖς δικάζουσι, τοῖς παρεστῶσιν ἅπασιν. ΜΕτὰ ταῦτα θήσεις τὴν μετάληψιν. ἀλλ’ ἔδει, φησὶ, τῷ δήμῳ ἀνενεγκεῖν, καὶ λίθον, ὅτι περιττὸν ἦν ὁμολογουμένου τοῦ μὴ δεῖν δέχεσθαι, ἀνενεγκεῖν τῷ δήμῳ· ἐπὶ μὲν γὰρ τῶν ἀμφιβόλων δεῖ τῷ δήμῳ ἀνακοινοῦσθαι, ἐπὶ δὲ τῶν ὁμολογουμένον περιττόν· εἶθ’ ὅτι καὶ ἐνόμισα μὴ εἶναι τὴν γραφὴν ἀληθῆ, ἐκ τοῦ ἐμοὶ προσελθεῖν τῷ κωλυομένῳ ἀπὸ τῶν νόμων· εἰ γὰρ ἀληθῶς κατειπεῖν ἠβούλετο, προςῆλθεν ἂν τοῖς δικασταῖς, προςῆλθε τῷ δήμῳ· τί γὰρ αὐτὸν ἐκώλυεν; νῦν δὲ ἐκ τοῦ ἐμοὶ προςελθεῖν ἔνδειξιν εἶναι μόνην ὑπενόησα τὴν γραφήν.
8.223 ΜΕτὰ ταῦτα οἱ ἐπίλογοι· οἱ μὲν κατὰ τοῦ ἄρχοντος καταφρονητικώτεροι, καὶ κινοῦντες ὑπόνοιαν συνειδότος· οἱ δὲ τοῦ ἄρχοντος ἐπιλογίσαι τὸ ἀπὸ τῆς ἀγαθῆς τύχης τῆς πόλεως, ὅτι καὶ τοὺς νόμους τηρεῖ, καὶ τοὺς πονηροὺς ἀναιρεῖ. ΑΛΛΗ ΜΕΤΑΣΤΑΣΙ Σ . Στρατηγὸς συλλαβὼν τοὺς νεκροὺς καὶ τοὺς αἰχμαλώτους εἶχεν ἐν τῇ νηΐ· χειμῶνος γενομένου, ἀπέβαλεν εἰς τὴν θάλασσαν τοὺς νεκροὺς καὶ κρίνεται δημοσίᾳ. Ἡ τοῦ στρατηγοῦ κατάστασις ἔχει τὸν τῶν πολεμίων φόβον, τὴν ταραχὴν τῶν ἀντιπάλων, τὴν ἀπειλὴν μετὰ αὐξήσεως, εἶτα τὴν ἐκκλησίαν, τὴν παρασκευὴν, τὴν χειροτονίαν τοῦ ἄρχοντος· ἐν ᾗ καὶ ἠθοποιΐαι· ὅ τινες πρὸ τῆς ἐκκλησίας βουλόμενοι περὶ τούτων, οὐδένα ἕτερον, ἢ ἐμὲ προὔκριναν, διὰ τὴν εὔνοιαν, διὰ τὸ πολιτικὸν, διὰ τὸ φιλόπολιν εἶναι πανταχοῦ· τοιγαροῦν αἱρεθεὶς στρατηγὸς εὐθὺς ἐπλήρωσα τριηρῶν τὴν θάλατταν· ἀπὸ τῆς ἐκκλησίας ἐπὶ τὰς ναῦς ἦλθον, εἰπὼν πρὸς ἐμαυτὸν πάλιν τὸν ἐπινίκιον, οὕτως ἔλυσα τῶν νεῶν τὰ πρυμνήσια· εἶθ’ ὅτι πλεύσας συνέβαλον, ἐνίκησα, μετὰ τῶν τροπαίων αἰχμαλώτους εἶχον· λοιπὸν ἠπειγόμην πρὸς ὑμᾶς συμβαλὼν τοὺς νεκροὺς εἰς τὰ σκάφη. ἔπλεον παιᾶνας ᾄδων, ἡδόμενος ὅτι καὶ τοὺς νεκροὺς ἔχω καὶ τοὺς αἰχμαλώτους δουλεύοντας· εἶτα βαρέως εἴσαγε τοὺς κατὰ θάλατταν κινδύνους, μετὰ αὐξήσεως.
8.224 καὶ ὅτι ἐφ’ ὅσον οἷός τε ἦν ἀντεῖχον. ἐπειδὴ δὲ κρείττων ἦν ὁ χειμὼν καὶ τὸ δεινὸν ὑπερεῖχε καὶ τὸ κλυδώνιον λοιπὸν τὰς τριήρεις ἐκάλυπτεν· ἐν οἷς καὶ ἠθοποιΐας παρὰ τῶν στρατιωτῶν καὶ τῶν ναυτῶν, καὶ προτροπὴ πρὸς τὸ ῥῖψαι τοὺς νεκρούς· ὅτι δεινὸς ὁ κίνδυνος, καὶ καταδύνουσι τὰ σκάφη νεκροὶ, καὶ ἂν μὴ τούτους ἐκρίψωμεν, ἅπαντες ἀπολλύμεθα· εἶθ’ ὅτι ἐξέῤῥιψα· καὶ ἅμα τῷ τοὺς νεκροὺς ἀποβαλεῖν λέλυτο μὲν τὸ δεινὸν, ἡ σωτηρία δὲ πρόδηλος ἦν. εἶθ’ ὅτι κατεπλεύσαμεν ἄγοντες μετὰ τῶν τροπαίων τοὺς πολεμίους δουλεύοντας· καὶ τὰ τοιαῦτα. εἶτα ὁρικὸν παραγραφικὸν οὐκ ἐμπίπτει. δῆλον γὰρ ὅτι τὸ ῥῖψαι τοὺς νεκροὺς ἀδίκημα κοινόν ἐστιν. ἥξεις οὖν ἐπὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἅπερ ἐστὶ τὸ ἔγκλημα. Ἀλλ’ ἐκβέβληκας, φησὶ, τῶν νεκρῶν τὰ σώματα. ΛΥσεις τῇ μεταστάσει· ὅτι ἐκβέβληκα· ἀλλ’ εἰπὲ, πῶς· πρόςθες τὴν ἀνάγκην· εἰπὲ τὸ δεινόν· ἀποβέβληκα τοὺς νεκροὺς τοῦ κύματος τὴν ὁλκάδα καλύπτοντος· ἐκβέβληκα μὴ δυνάμενος ἀντισχεῖν ἔτι πρὸς τὸ κλυδώνιον. εἶτα ἔκφρασον τὸν χειμῶνα, μὴ ὑπτίως, ἀλλ’ ἀγωνικῶς. πῆ μὲν τοῦ κύματος ὑπερέχοντος· πῆ δὲ τῆς ἄλλης θαλάσσης ἀντιφιλοτιμουμένης τοῖς ὄρεσι καὶ δεινόν μοι ἀντηχούσης ὡς ἀληθῶς, καὶ τοῖς ἐξ οὐρανοῦ παραπλησίως, στρεφομένης δὲ τῆς θαλάσσης αὐτοῖς ὅλοις πελάγεσι, ταῦτα ὁρῶν, ταῦτα θεώμενος, τῷ κρατοῦντι ὑπήκουσα, καὶ πρὸς τὸν καιρὸν ἡρμοσάμην τοῖς ὅλοις. εἶτα πρόσχες τὰ ἐκ τῆς διανοίας· τοῦτο δὲ στοχαστικόν ἐστι τὸ ἐπιχείρημα· οἷον εἰ γὰρ μὴ βεβιασμένος ὡς ἀληθῶς ἐπὶ ταύτην ἐληλύθειν ἐγὼ τὴν ἐπιχείρησιν, τίνος ἕνεκεν ταύτην ἐγὼ τὴν πρᾶξιν ὑπέμενον, τίνος ἕνεκα τοὺς νεκροὺς ἠφίειν ἐν μέσῳ τῷ κλύδωνι; εἰ μὲν μνησικακῶν, ὡς ἠδικημένος, εἰπάτω τις παρελθὼν, γραψάσθω, τί δεινὸν παρὰ τῶν κειμένων ὑπέμεινα· εἰ δ’ ἄλλως πονηρὸς ὢν, τοῦτο μὲν οὐκ ἔτι λόγων χρῄζει μακρῶν· τὴν γὰρ ἡμετέραν προαίρεσιν αἱ πρὸ τούτου πράξεις ἐλέγχουσιν.
8.225 εὑρήσεις δὲ πλεῖστα νοήματα στοχαστικὰ ἀπὸ τῆς διανοίας· πῆ μὲν τὸ κατ’ εἶδος λαμβάνων ἐν τῷ λέγειν ἤδη, τί ἠδίκησά ποτε; τί κατὰ τῆς πόλεως ἐβουλευσάμην; ἢ τίνα πρᾶξιν ὡς πονηρὸς ὑπέμεινα; πῆ δὲ ἐκ τοῦ χρόνου, ἢ πρὸ τῆς στρατηγίας, ἢ ἐν αὐτῇ τῇ ἀρχῇ, ἢ μετὰ τὴν νίκην· εἰ δὲ πανταχόθεν δῆλός εἰμι φρονῶν τὰ ὑμέτερα, τὰ τῆς πόλεως μᾶλλον αἱρούμενος, πῶς ἢ πόθεν ἐγὼ δημοσίᾳ τὴν πόλιν ἠδίκησα; εἶτα ἔπαγε πρὸς τὴν λύσιν τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τὸν καλούμενον βίαιον ὅρον· ὅτι τὸ ῥῖψαι τοὺς νεκροὺς, καὶ τοῦτο αὐτὸ μάλιστα οὐκ ἔστι δημόσιον ἀδίκημα· ἡ δὲ τούτου κατασκευὴ παρὰ τῷ Μητροφάνει. Μετὰ ταῦτα θήσεις τὸ μεταληπτικὸν, ἀλλ’ ἔδει, φησὶν, ἐπιμεῖναι μέχρι παντὸς καὶ συναπολέσθαι εἰ δέοι τοῖς σώμασιν. Ἡ Λύσις τῇ εἰς ἄτοπον ἀπαγωγῇ, ὅτι ἄτοπον καὶ οὐδὲν ἐκ τούτου ὄφελος ἡμῖν εὑρίσκετο, εἰ μήτε τὸν στρατιώτην ἔχομεν τὸν σωζόμενον, μήτε τοὺς αἰχμαλώτους· εἶθ’ ὅτι καὶ βλαβῆναι μᾶλλον ἦν· πόθεν γὰρ ἔτι δεῖξαι τὴν νίκην εἴχομεν, ἢ πόθεν τὸ τρόπαιον; εἶθ’ ὅτι εἰ τοῦτο ἐποίησα, ὑπὲρ αὐτῶν ἂν ἐποίησα τῶν νεκρῶν· εἰ γὰρ ἔδει αὐτοὺς εὔξασθαί τι παθεῖν ἡμᾶς, τί ἕτερον ἂν ἢ τοῦτο παθεῖν ἐζήτησαν ἀπολέσθαι πάντας ἡμᾶς, καὶ τοὺς ἑαυτῶν αἰχμαλώτους, ἵνα ἡμεῖς μετὰ τῆς συμφορᾶς μηδὲ πῶς νενικήκαμεν τοὺς πολεμίους δεῖξαι ἔχωμεν, καὶ ὅσα τοιαῦτα.
8.226 ὅπλα πολλὰ ἐρεῖς, εἰ θεατρικῶς πομπεύειν θελήσειας, εὐτύχημα τοῦτο τῆς πόλεως, τὸ μηδὲ χειροτονῆσαι στρατηγόν· ἵνα μὴ τοιοῦτόν τι βουλευσάμενος ἀφανίσῃς τὴν φιλοτιμίαν τοῦ κατορθώματος. ΠΑλιν ἔδει συναπολέσθαι, λέγει τις, καὶ δυνάμενον σώζεσθαι κινδυνεύειν ἔδει. μετὰ τὴν μετάληψιν ἄλλην θήσεις μετάληψιν. ἀλλ’ ἔδει, φησὶ, ῥῖψαι τοὺς αἰχμαλώτους· προτιμότεροι γὰρ οἱ νεκροὶ, πολῖται τυγχάνοντες, καὶ ὑπὲρ ἡμῶν ἀπολλύμενοι. Ἡ ΛΥσις συγκριτική· ὅτι χρησιμώτεροι μᾶλλον ἦσαν οἱ αἰχμάλωτοι καὶ ζῶντες τῶν νεκρῶν, πρῶτον μὲν τοῖς σώμασι τὰς ὁλκάδας βαρύνοντες, εἶθ’ ὅτι στενοχωροῦντες δὲ μετὰ τοῦ χειμῶνος τοὺς ζῶντας· καὶ ὅτι βαρύτατα τυγχάνοντα τοῖς νεκροῖς τὰ σώματα καταδύνει τὰς ναῦς. καὶ ὅτι εἰώθασι τοῖς νεκροὺς σώζουσιν ἐπακολουθεῖν δαίμονες· καὶ μάλιστα πάντων λόγος ἐστὶ τὸ μηδαμῶς ἀπευθύνεσθαι πλοῦν σώματος διακομιζομένου νεκροῦ· εἶτα τοσούτων τῶν ἐλαττωμάτων ὄντων, λέγει τις προτιμοτέρους τοὺς νεκροὺς, καὶ τὰ τοιαῦτα. ΕΠίλογος· ὁ μὲν τοῦ στρατηγοῦ τοιοῦτος· ἀλλὰ μέχρι τίνος ἐνταῦθα βραδύνομεν; ἐπὶ τὴν θάλατταν πάλιν ὁρμήσωμεν· δότω μοί τις τὰς ναῦς· ἐπιπλεῦσαί μοι δεῖ, τὰς ἀκτὰς, τοὺς λιμένας, τὰ παρὰ τὴν θάλατταν ἅπαντα, ἤδη ζητήσω τὰ σώματα, ἐκβέβληκε ταῦτα πάντως ἡ θάλαττα. ἐντεῦθεν ἀναλήψομαι, πάντα κομιῶ καὶ τοὺς νεκροὺς ὥσπερ καὶ τοὺς αἰχμαλώτους τῇ πόλει. τηρήσω τοῖς τάφοις τὰ σώματα· ἂν δὲ ταῦτα κομίσω, αὐτὸς ἐγὼ τὸν τάφον, αὐτὸς ἐπὶ τῶν χοῶν καταστήσομαι, αὐτὸς τὰ νομιζόμενα πληρώσω. ποῦ μοι πάντες οἱ γέροντες; ποῦ παῖδες; ποῦ γυναῖκες; ἄνδρες πάντες οἱ συγγενεῖς τῶν τελευτώντων, ἑστήκατε, τοὺς αἰγιαλοὺς ἐξορμήσομεν· τὴν θάλατταν καθάπερ τοὺς πολεμίους νικήσωμεν.
8.227 ἐβιάσατο τῶν νέων λαβεῖν διὰ τοῦ χειμῶνος τὰ σώματα. ἀλλὰ μεῖναι παρ’ αὐτῇ ταῦτα μὴ συγχωρήσωμεν. καὶ ὅσα τοιαῦτα· εἶτα καὶ ἐπαγγελίαν, ὅτι ἐὰν στρατευσώμεθά που, τηρήσω μέχρι παντὸς τοὺς νεκροὺς, ἄξω, φυλάξω τῇ πόλει, κινδυνεύσω κἂν ἀπολέσθαι δέοι. καὶ ὅσα τοιαῦτα. ὁ δὲ τοῦ κατηγόρου προτρεπτικὸς μὲν καὶ αὐτὸς ἐπὶ τὸ ζητῆσαι τὰ πράγματα ὁμοίως. ἐρεῖς δὲ κἀκεῖνα. ἂν δὲ μὴ εὑρήσω, στρατηγὲ, τὰ σώματα, ἕνα τούτων, ὦ στρατηγὲ, τάφον κατασκευάσωμεν, πολυάνδριον γενέσθαι τοῖς τελευτήσασι· μέγας ὁ τάφος, καὶ φιλοτιμίας πεπληρωμένος· ἀντὶ δὲ τῆς ὁσίας αὐτὸς ἐπὶ τοῦ τάφου παράταξιν ἡμῖν τὴν τούτου διήγησαι. εἰπὲ πῶς πεπτώκασιν, εἶτα τούτοις ἐπεξελθὼν τοῖς νοήμασι κατὰ μέρος πρόσθες· ὅτι παραμύθησαι τοὺς παρόντας, παῖδας, γυναῖκας, καὶ ὅσα τοιαῦτα νοήματα ἁρμόττοντα εἶπεν ὁ Θουκυδίδης. ΕΙΤΑ κατακλείσεις τὸν ἐπίλογον εἰς συμβουλὴν στρατηγοῦ· ὅτι καὶ ἐὰν ἀλλοτέ ποτε, ὅπερ μή τις θεὸς συγχωρήσειε, πόλεμος, ἢ καὶ νεκροὺς ἕλῃς ἐπὶ τῆς μάχης πεπτωκότας, τήρησον τούτους μέχρι τῶν τάφων. ΑΝΤΕΓΚΛΗΜΑΤΙΚ Η . Ἀποκήρυκτον εὑρών τις ἐν συμποσίῳ κωμάζοντα ἔπληξεν· καὶ κρίνεται ὕβρεως. Τινὲς ἀσύστατον τοῦτο τὸ πλάσμα νομίζουσι, διότι ἀποκήρυκτός ἐστιν· οὐ συνίσταται γὰρ ἐπὶ τοῖς ἀτίμοις ἡ κρίσις. ἀλλ’ ὁ ἀποκήρυκτος ἄτιμός ἐστι παρὰ τῷ πατρὶ, οὐ παρὰ τῇ πόλει. ἡ αὐτὴ δὲ καὶ τῶν ἐγκλημάτων ἐστὶ διαίρεσις ἡ περὶ τῆς ἀντιστάσεως καὶ μεταστάσεως· ἔχει οὖν ἡ κατάστασις τὴν ἀποκήρυξιν μετὰ τῆς αἰτίας· ὅτι δεινὰ ποιοῦντος αὐτοῦ καὶ παράνομα τὸ μὲν πρῶτον συμβουλεύων ὁ πατὴρ οὐκ ἔπειθεν· εἶτα ἠπείλησε καὶ οὐδὲν ὤνησεν.
8.228 εἶθ’ ὅτι νομίσας αὐτὸν σωφρονίζειν ἀπεκήρυξεν· μετὰ ταῦτα ἐρεῖς, ὅτι συνέβη εὑρεθῆναι ἐν συμποσίῳ οἷα εἰκός· εἶτα ὅτι οὐδ’ ἐκεῖ παρόντων πάντων ἐκαρτέρησεν, ἀλλὰ δημοσιεύειν τὴν ἑαυτοῦ κακίαν ἐτόλμησεν· εἶτα τοῦ κώμου αὔξησις καὶ διατύπωσις, καὶ ἐν καθαιρέσει ἐπιτίμησις ἡ τῶν πληγῶν. μὴ ἁπλῶς δὲ ἔλθῃς ἐπὶ τὰς πληγὰς, ἀλλ’ ὅτι κατὰ ἀκολουθίαν ὧν ἔπραξεν ὁ πατὴρ κἀγὼ συνεβούλευσα, ἠπείλησα, μὴ δειδόμενον ἔπληξα. ἐπὶ τούτοις ἡ κρίσις. ἐπὶ τούτοις τὸ δικαστήριον. ΜΕΤὰ τὴν κατάστασιν ὁρικὰ παραγραφικὰ οὐκ ἐκπίπτει· ἥξειεν οὖν εὐθὺς ἐπὶ τὸ ἔγκλημα· ἐτύπτησας γὰρ, φησὶν, ἐπὶ τῆς ἑστίας κωμάζοντα. ΛΥσεις τῷ ἀντεγκλήματι· οἷον ἄξιος ἦν μὴ σωφρονῶν, μηδὲ τὴν πρώτην αὐτοῦ προαίρεσιν διορθούμενος, ἀλλ’ ἐπιμένων τοῖς αὐτοῖς τολμήμασι, καὶ μὴ σωφρονισθεὶς τῇ ἀποκηρύξει, καὶ μὴ ζητῶν πῶς ἂν τὸν πατέρα χρηστῷ καὶ σεμνοτέρῳ βίῳ ἑλεῖν δυνηθῇ, ἀλλὰ δεινότερα τοῖς ἐπὶ τῆς ἑστίας καὶ χαλεπώτερα. εἶτα διανοίᾳ. δῆλον δὲ ὡς ἄξιον ὄντα τῆς τοιαύτης ἐπιτιμήσεως ἔπληξα τῷ μήτε ἐχθρὸς εἶναι, μήτε ἔχειν πρὸς αὐτόν τινος διαφορᾶς ὑπόθεσιν. καὶ ὅτι δεῖ ὁρᾷν τῆς πράξεως τὴν διάνοιαν, καὶ μὴ ἀπροςδιορίστως ὁρμᾷν ἐπὶ τὰς πράξεις, καὶ τὰ τοιαῦτα· εἶτα τῷ βιαίῳ ὅρῳ. ὅτι αὐτὸ τοῦτο μάλιστα οὐκ ἔστιν ὕβρις τὸ ἀπὸ τῆς τοιαύτης διανοίας γιγνόμενον τὸ ἐπὶ τοῖς κρείττοσιν ἐπιτηδεύμασι πραχθῆναι καὶ τὰ τοιαῦτα.
8.229 ΜΕΤαλήψει· ἐπιπλῆξαι ἔδει. Ἡ Λύσις. ὅτι ἐπιπλήξας οὐδὲν ὤνησα, οὐδὲ ἔπαυσα. καὶ δῆλόν ἐστιν ὅτι οὐδὲ δυνατὸν ἦν τι ὠφελῆσαι. ὅπου οὐδὲ ὁ πατήρ τι ὠφέλησεν ἐπιπλήττων. καὶ δῆλον τοῦτο ἐκ τῆς ἀποκηρύξεως. οὐ γάρ ἐστιν εἰπεῖν, ὅτι ἐπὶ πρώτην ὥρμησεν ὁ πατὴρ τὴν ἀποκήρυξιν. ἀλλὰ δῆλον ἐπὶ λόγους, ἐπὶ συμβουλὴν ἦλθεν, ἐπὶ ἐπίπληξιν, καὶ τὰ τοιαῦτα. ταῦτα ἐννοῶν, ταῦτα σκοπῶν, ὅτι οὐδὲν ἕτερον αὐτὸν ἢ τοῦτο σωφρονίζει, ἦλθον ἐπὶ τὰς πληγάς. ΕΠίλογος, ὁ μὲν τοῦ κατηγόρου καταφορικὸς μετὰ τοῦ καὶ πάθος ἔχειν καὶ κινεῖν ὑπὲρ τοῦ ἀποκηρύκτου, καὶ διατύπωσιν ἔχων τῶν ἐν τῷ συμποσίῳ γενομένων κακῶν καὶ τῶν λόγων κατέμφασιν καὶ προτροπὴν ἐπὶ τιμωρίαν καὶ παροξυσμόν. ὅτι οὐδὲ ἀποκήρυκτος ὢν ἡσυχάζει, ἀλλὰ πολυπραγμονεῖ τὴν πόλιν, τὰ δικαστήρια, καὶ τὰ τοιαῦτα. ΑΛΛΟ ΚΑΤΕΓΚΛΗΜ Α . Νόμος τῆς μοιχευθείσης τὴν προῖκα εἶναι τοῦ ἀνδρός· προςέπεμψέ τις τῇ ἑαυτοῦ γυναικὶ ὡς ἀλλότριος· ἐλθοῦσαν ἐγράψατο μοιχείας ὁ ἀνὴρ, εἷλε, κατέσχε τὴν προῖκα. ὁ πατὴρ ἑτέραν ἐπιδέδωκε καὶ τῷ αὐτῷ συνῴκισε. πάλιν ὡς ἀλλότριος μετεπέμψατο τὴν ἑαυτοῦ γυναῖκα. ὑπήκουσεν ἐκείνη. καταλαβὼν οὖν ὁ πατὴρ τῆς γυναικὸς ἀμφοτέρους ἀπέκτεινε, καὶ κρίνεται φόνου. Τὸ ἔγκλημα, ὅτι ἦσαν οὕτω βιοῦντες· ὅτι γὰρ παθητικώτερον τὸ πλάσμα τυγχάνει, παντί τῳ πρόδηλον. Ἡ Κατάστασις τοῦ πατρὸς ἔχει τὸν γάμον, τὴν παιδοποιΐαν, τὴν ἀνατροφὴν, τὴν φιλοπαιδίαν, τοῦ γάμου ὥρας γενομένης τῆς παιδὸς ἐπιζητῆσαι ἄνδρα ὡς οἷόν τε βέλτιστον, τὸ δοῦναι προῖκα μείζονα, ἢ καθ’ ἑαυτόν. εἶτα μετὰ πάθους τὸ βουλεύσασθαι τοιαῦτα τὸν ἄνδρα, καὶ αὐτὸν ἑαυτοῦ διαφθεῖραι τὴν σύνοικον, καὶ ὅτι ἡ παῖς εἴτε φύσει διαφθαρεῖσα, εἴτε ἰδίᾳ, ὅτι πρὸς τὸν ἄνδρα ἄπεισιν, ἄδηλον γὰρ, ἀπελθοῦσα κατὰ τὸν νόμον ἀπώλεσε τὴν προῖκα, ἐγὼ ἐπέδωκα δευτέραν, τῷ αὐτῷ συνῴκισα, νομίσας ὅτι ἐπισχήσει καὶ αὐτὸς τοῦ τοιοῦτόν τι ποιεῖν, καὶ αὐτὴ τοῦ ἀπατᾶσθαι· ἐχέτω γάρ τι ἡ κατάστασις ἐγκατάσκευον· εἶτα ὅτι πάλιν τῷ αὐτῷ τρόπῳ ἐζήτησεν ὁ ἀνὴρ τὴν προῖκα τῆς γυναικὸς λαβεῖν, αἰσχρῶς καὶ ἀναξίως αὐτοῦ, καὶ πάλιν μετεπέμψατο τὴν γυναῖκα ὡς μοιχὸς, καὶ ὅτι εὑρὼν ἐγὼ ἀμφότερα τὰ σώματα ἀπέκτεινα, καὶ τὰ τοιαῦτα.
8.230 ΜΕτὰ τὴν κατάστασιν ὁρικὰ παραγραφικὰ οὐκ ἐμπεσεῖται, ἀλλὰ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἅπερ ἔχει τὸ ἔγκλημα. ἈΛλ’ ἀπέκτεινας, φησὶ, συνοικοῦσαν μετ’ αὐτοῦ. Ἡ ΛΥσις τῷ ἀντεγκλήματι, ὅτι ἄξιοι ἦσαν οὕτω βιοῦντες αἰσχρῶς καὶ παρὰ τοὺς νόμους. ἡ μὲν ὡς ἑταίρα, ὁ δὲ ὡς μοιχός. καὶ ὅτι ἀμφότεροι ἀλλήλοις οὕτω προςῄεσαν, καὶ ὅτι οὐκ ἤρκεσεν ἅπαξ τοῦτο ποιῆσαι, ἀλλὰ καὶ δεύτερον καὶ πολλάκις. καὶ ὅτι πολλαὶ ἦσαν κατ’ αὐτῶν περὶ τὴν πόλιν διαβολαί· καὶ ὅτι δακτυλοδεικτούμενος διῆγον, ὀνειδιζόμενος, παρὰ τῶν ἐχθρῶν γελώμενος. οὕτω μὴ φέρων τὴν ὕβριν, μὴ φέρων τὸν ἐκείνων βίον, ἄξια θανάτου νομίζων εἶναι τὰ δρώμενα, ἦλθον ἐπὶ τὴν σφαγὴν, ἄκων μὲν, ἀλλ’ ὑπὸ τῆς ἀξίας βιαζόμενος, καὶ τὰ τοιαῦτα. Εἶτα τῇ διανοίᾳ, καὶ δῆλον ἐξ ὧν πρὸ τούτου φιλόπαις ἦν καὶ φιλόστοργος, καὶ πρὸς τὴν παῖδα χρηστὸς, ἐπιδοὺς ἐν ὥρᾳ τοῦ γάμου, προῖκα χαριζόμενος τὴν συνήκουσαν, καὶ οὐχ ἅπαξ τοῦτο ποιῶν, ἀλλὰ καὶ δεύτερον. καὶ ὅτι ποίᾳ διανοίᾳ ἀνῄρηκε, βουλόμενος τὴν περὶ αὐτῶν διαλῦσαι διαβολὴν, καὶ ὅσα τοιαῦτα· εἶτα τῷ βιαίῳ ὅρῳ, ὅν τινες ἐπὶ τοῖς τοιούτοις οὐ τιθέασιν.
8.231 οὐ γάρ ἐστι, φησὶν, εἰπεῖν, ὅτι τούτῳ οὐκ ἔστι φθόνος. ἐρεῖς οὖν ὅτι τὸ γεγενημένον ὡς ἀληθῶς ἐστι τῶν δυστυχημάτων ἀπαλλαγὴ, καὶ τῆς ἐπὶ τῇ μοιχείᾳ διαβολῆς, καὶ τῶν τοιούτων. ΜΕτὰ ταῦτα ἐμπεσεῖται στοχαστικὴ ἀντίθεσις, ἥν τινα ὁ τοῦ πατρὸς κατηγορῶν διασπείρει πανταχοῦ, καὶ ἐν τῇ καταστάσει, καὶ ἐν τοῖς ἀγῶσιν, καὶ διόλου τοῦ λόγου. οἷον, ἀλλὰ βουλόμενοι, φησὶ, χρήματα παρὰ σοῦ λαμβάνειν τοῦτο ποιεῖν ἐπεχείρησαν. ἔχεις γὰρ ἐκ τῆς περιστάσεως ὅτι καὶ ἅπαξ καὶ δεύτερον προῖκα ἐπέδωκεν ὁ πατήρ. ΛΥσεις οὖν μεταληπτικῶς, ὅτι ἔδει μὴ κατηγορῆσαι τὸν ἄνδρα, ἀλλὰ προςελθόντα αἰτεῖν. μηδὲ συνάπτειν τῷ πλούτῳ τὴν συμφορὰν, μηδὲ δικαστήριον συγκροτεῖν καὶ καλεῖν μοιχάδα τὴν σύνοικον, καὶ διαβολὴν τοιαύτην κατασπεῖραι περὶ τὴν πόλιν· εἶτα ὅτι ἔδει μηδὲ καταγνῶναι τοὺς δικαστὰς, μηδὲ ψῆφον ἐνέγκαι τοιαύτην· καὶ καθόλου πᾶσα ἡ λύσις ἐκ τούτων σχήσει τὰ ἐπιχειρήματα. ΜΕτὰ ταῦτα ἐμπεσεῖται ἡ μετάληψις. ἔδει τῷ δήμῳ περὶ αὐτῶν ἀνακοινώσασθαι. Ἡ ΛΥσις ἐκ τῶν ἤδη πραχθέντων ἐστὶ τῆς κατηγορίας, λέγω τῆς τοῦ ἀνδρὸς, καὶ τῆς ψήφου τῶν δικαστῶν. οἷον ἅπαξ ἐνεγκόντων περὶ αὐτῶν ψῆφον τῶν δικαστῶν, ἔδει πάλιν κατηγορεῖν. οὐ γὰρ ἤρκει τὸ πρότερον δικαστήριον. καὶ γὰρ οἱ δικασταὶ τὰ κατ’ αὐτοὺς διεγνώκεσαν. εἶτα ὅτι τίνος ἕνεκα ἀνεκοινούμην τῷ δήμῳ. εἰ μὲν ἵνα καταγνῶ καὶ αὐτὸς, ἤδη κατέγνωκεν. εἰ δ’ ἵνα ἀνέλῃ, τοῦτο πεποίηκεν. εἴτε καὶ αἰσχρὸν ἦν ἀεὶ κατηγορεῖσθαι αὐτοὺς, καὶ διαβάλλεσθαι καὶ συνοικεῖν, καὶ ὥσπερ πορνείᾳ χρῆσθαι τῷ βίῳ, συνοικοῦντας ἀλλήλοις, καὶ ὑπονοοῦντας τὴν συνοίκησιν· καὶ τοῦ μὲν, ὡς μοιχοῦ συντυγχάνοντος· τῆς δὲ, ὡς ἑταίρας ἀναπαυομένης, ταῦτα πάλιν ἔδει τῷ δήμῳ λέγειν, ταῦτα ἀναφέρειν τοῖς δικασταῖς· καί τίς ἂν ἔτι ὑμῶν τῶν δικαζόντων ἠνέσχετο; τίς δὲ οὐχὶ λῆρον ἂν ἐνόμισε τὴν γραφὴν τὴν περὶ τῶν αὐτῶν πολλάκις κατηγοροῦντός τινος, περὶ δὲ τῶν αὐτῶν πάλιν ψηφοφορούντων τῶν δικαστῶν; καὶ ὅσα τοιαῦτα.
8.232 Ὁ ΕΠίλογος ὁ παρὰ τοῦ πατρὸς παθητικώτατος, ἔχων καὶ τὰ τοιαῦτα. ὅτι οὐδὲ αὐτῷ ἐπὶ τούτοις ζῇν ἐστιν ἀνεκτόν· οὐ γὰρ ἀκούειν βούλεται παρὰ μὲν τῶν παιδοκτόνος, παρὰ δὲ τῶν ἐναγής· καὶ ὅτι τραγῳδίας μεστὰ αὐτῷ ἐστι τὰ κατὰ τὴν οἰκίαν· καὶ ὅτι μετ’ ὀλίγον ἐπὶ σκηνῆς αὐτὸν οἱ τραγῳδοῦντες εἰςάξουσι· καὶ ὅτι δράματος πολλῷ χαλεπώτερα τὰ γενόμενα, καὶ τὰ τοιαῦτα· ὁ δὲ παρὰ τοῦ κατηγόρου παθητικὸς μὲν καὶ αὐτός· ἔχων δὲ καὶ καταφορὰν κατὰ τοῦ ἀνελόντος καὶ διατύπωσιν τῶν ἀναιρεθέντων, καὶ ἠθοποιΐας αὐτῶν διαφόρους· παρὰ μὲν τῆς γυναικὸς ὡς θυγατρός· παρὰ δὲ τοῦ ἀνδρὸς ὡς καταπιστευθέντος ἐπὶ παίδων σπορᾷ τὸ γύναιον παρ’ αὐτοῦ, καὶ ὅτι ἐπὶ τοῖς τοιούτοις λόγοις αὐτὸς ἐνέγκαι τὴν πληγὴν ἐνεκαρτέρησε· καὶ ὅτι τοῦ λύθρου πάντα πεπλήρωκε, καὶ τὰ τοιαῦτα. ΣΥΓΓΝΩΜ Η . Πόλις νοσοῦσα ἔπεμψεν εἰς θεοὺς τὸν στρατηγὸν, πυνθανομένη πῶς ἀπαλλαγείη τῆς νόσου· ἔχρησεν ὁ θεὸς, εἰ αὐτοῦ ἐκείνου ὁ παῖς ἀναιρεθείη· ἐπανελθὼν τοῦτο μόνον εἶπεν· ὅτι ὁ θεὸς θύειν κελεύει. ὁ παῖς μαθὼν τὸ χρησθὲν ἑαυτὸν ἀπέκτεινεν, καὶ ἐπαύσατο ὁ λοιμὸς, καὶ κρίνεται ὁ στρατηγὸς ἀδικίας. ΑΠΟΛΟΓΙΑ. Σκοπός ἐστι τῷ κατηγόρῳ, μὴ μόνον ἑλεῖν τὸν στρατηγὸν, ἀλλὰ καὶ τῆς ἀρχῆς ἀποστερηθῆναι· ὅθεν ὁ στρατηγὸς, ὡς ἔνι μάλιστα τοῦτο φοβούμενος, διοικήσεται μὴ ἐκβληθῆναι τῆς ἀρχῆς· τοῦτο δὲ ποιήσει τὰς ἀριστείας ἑαυτοῦ πανταχοῦ καταλέγων καὶ διηγούμενος, καὶ τὸ μηδέποτε κατεγνῶσθαι, καὶ τὸ μηδέποτε νενικῆσθαι τὴν πόλιν, ἀλλὰ φυλάξαι παῖδας, γυναῖκας, τοὺς ἐν ἡλικίᾳ, τοὺς γέροντας, καὶ τὸ μηδένα ἐξ ὑμῶν αὐτοῦ μαχομένου λαβεῖν ἢ τρόπαιον ἢ τριήρεις, ἢ αἰχμαλώτους, ἤ τι τοιοῦτον· διὰ γὰρ τούτων καὶ τῶν τοιούτων σαφῶς ἑαυτῷ τὸ μὴ ἐκβληθῆναι τῆς ἀρχῆς διοικήσεται.
8.233 ὅθεν ὁ κατήγορος τοῖς ἀπ’ ἐναντίας ὡς δυνατόν ἐστι χρήσεται· ὁ δὲ λόγος παθητικός τέ ἐστιν καὶ ἐπιεικείας μεστὸς, διὰ τὸ ἔγκλημα καὶ τὴν πρᾶξιν. Ἡ Γοῦν κατάστασις τοῦ στρατηγοῦ τὴν μετὰ δοκιμασίας αὐτοῦ αἵρεσιν ἔχει· καὶ τὰ θαυμασθέντα ἐπ’ εὐνοίᾳ χειροτονηθῆναι στρατηγόν· εἶτα τὰς μάχας, τὰς νίκας, τὰ τρόπαια μετὰ αὐξήσεως· ἐπὶ τούτοις μετὰ βαρύτητος καὶ ἀνακλήσεως τὸν λοιμὸν, οὐδαμοῦ διηγουμένου σου τὰ ἐκ τοῦ λοιμοῦ κακὰ, οὐδὲ ἐκφράζοντος τὰς συμφοράς. κατ’ αὐτοῦ γάρ ἐστιν, εἰ τοσούτων ὄντων κακῶν τὸν χρησμὸν ὁλόκληρον οὐκ ἀπήγγειλεν· ἀλλὰ τοῦτο μὲν ὁ κατήγορος ποιήσει· ὁ δὲ στρατηγὸς κατὰ παραδρομὴν αὐτοῖς χρήσεται· εἶτα τὴν αἵρεσιν τὴν εἰς θεοὺς καὶ τὸν χρησμὸν, ἐν ᾧ καὶ ἠθοποιΐα μεστὴ συμφορᾶς καὶ πάθους, ὅτι ἐξεπλάγην, ὡς ἤκουσα τὸν χρησμὸν, καὶ πλήρης ἐγενόμην τῆς συμφορᾶς, καὶ τὰ τοιαῦτα· εἶτα ὅτι δυςφορῶν, θρηνῶν, δακρύων, τὸν παῖδα θρηνῶν κατ’ ἐμαυτὸν ἦλθον, ἀπήγγειλα τὸ μέρος, ἡγούμενος ἐκ τοῦ θῦσαι μόνον ἐξιλεώσασθαι τὸν θεόν· ἐγκατάσκευον γὰρ ἔστω σοι, τίνος ἕνεκεν θῦσαι μόνον ἀπήγγειλεν· εἶθ’ ὅτι μαθὼν οὐκ οἶδα πόθεν ὁ παῖς τὸ μάντευμα ἀξίως τῆς τοῦ πατρὸς φιλοτιμίας βεβούλευται· ἐμὲ μὲν γὰρ ἡ φύσις τοιοῦτόν τι περὶ αὐτοῦ βουλεύσασθαι κατεκώλυσεν· ἐκεῖνος δὲ τὸ καὶ οὐκ ᾐσχύνετο, ἀλλ’ ἀπέσφαξεν ἑαυτὸν ὑπὲρ παίδων, ὑπὲρ γυναικῶν, ὑπὲρ ἁπάσης ὁμοῦ τῆς πόλεως· καὶ κεῖται καθάπερ ἐν παρατάξει πεσὼν, πρὸς τὸν λοιμὸν μόνον μαχόμενος, καὶ τὰ τοιαῦτα.
8.234 ἐπὶ τούτοις ἡ γραφὴ, ἐπὶ τούτοις τὸ ἔγκλημα, μᾶλλον δὲ καὶ κατὰ τῆς φύσεως ἡ γραφὴ, καὶ τὰ τῆς διαθέσεως· ὅτι στέργειν τὸ γένος διὰ τὴν φύσιν ἠνάγκασμαι, καὶ τὰ τοιαῦτα· μετὰ ταῦτα ὁρικὰ παραγραφικὰ οὐκ ἔστιν· ἀλλ’ εὐθὺς ἥξεις μετὰ τὴν κατάστασιν ἐπὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· οὐ γὰρ ὁλόκληρον ἡμῖν, φησὶ, τὸν χρησμὸν κατεμήνυσας· ἡ λύσις συγγνωμονική· ἠλέησα τὸν παῖδα τῆς συμφορᾶς. πλησίον γενόμενος οὐ συνεχωρούμην εἰπεῖν τὰ λειπόμενα· καὶ ὅτι πεφύκασιν οἱ ἄνθρωποι ἐν ταῖς συμφοραῖς καὶ ἑαυτῶν ἐξανίστασθαι, καὶ μόνοις σχολάζειν τοῖς πάθεσιν· καὶ ὅτι μόνος ὢν ὁ παῖς γηροκόμος καὶ ἔσεσθαι διάδοχος ἐλπιζόμενος μεῖζόν μοι τὸ δεινὸν παρεσκεύασε· καὶ ὅσα τοιαῦτα ἐρεῖς, τὰ μὲν συγγνωμονικῶς, τὰ δὲ τυπῶν τὰς τοῦ πατρὸς ἐλπίδας· τὸ μόνον εἶναι τὸν παῖδα, τὰ ἀπὸ τῆς φύσεως, ὅτι πεφύκαμεν ἅπαντες ὑπὲρ τῶν οἰκείων μάλιστα δυςφορεῖν· καὶ ὅτι στρατηγὸς ὢν καὶ ὑπὲρ τῶν ἄλλων παίδων μαχόμενος καὶ διὰ τῆς νίκης προξενῶν αὐτοῖς σώζεσθαι, μάλιστα τὸν ἑαυτοῦ ἠβουλόμην ὁρᾷν· εἶθ’ ὅτι καὶ νῦν ὑπομιμνησκόμενος οὐ φέρω· μεστὸς γὰρ ἔστω σοι πάθους ὁ λόγος· εἶτα μετὰ ταῦτα πρόςθες τὰ ἀπὸ τῆς διανοίας τοῦ στρατηγοῦ· δῆλον γὰρ ὅτι ἐλεῶν καὶ θρηνῶν τὸν παῖδα καὶ τῆς σωτηρίας τούτου γλιχόμενος ἐσιώπησα· εἰ δὲ μὴ τοῦτό ἐστιν ἀληθὲς, τίνος ἕνεκα εἶχον σιωπῆσαι· ἐν ᾧ ἐρεῖς ἅπαντα τὰ προςόντα τῷ στρατηγῷ φιλοτίμως, εὔνους ὢν, δημοτικὸς, φιλόπολις, στρατηγῶν, νικήσας, τὰ καὶ τὰ, καὶ ὅσα ἀπὸ τῶν ἐγκωμιαστικῶν τόπων ἐστὶ δυνατὸν εἰς κατασκευὴν τῆς διανοίας· ὅτι ταῦτα τῇ διανοίᾳ τῇ πρὸς τὸν παῖδα, καὶ οὐδεμιᾷ πονηρίᾳ τῇ πρὸς ὑμᾶς ἀπεσιώπησα· εἶτα ἐπιχείρησον καὶ ἀπὸ τοῦ ἐναντίου τῆς διανοίας· εἰ γὰρ μὴ τοῦτό ἐστιν ἀληθὲς, πότε πονηρὸς ἐλήλεγμαι; πότε δυςχερές τι τῶν ἀτόπων ἐξείργασμαι; εἶτα ἔπαγε καὶ νόημα ἀγωνιστικόν· εἰ δὲ οὐδέποτε πονηρὸς, δῆλον ὅτι οὐδὲ νῦν, καὶ ὅσα τοιαῦτα· εἶτα μετὰ τὴν διάνοιαν ἔπαγε τὸν βίαιον ὅρον· ὅτι τοῦτο αὐτὸ μάλιστά ἐστι τὸ μὴ ἀδικῆσαι τὴν πόλιν, παιδὸς ὄντος καὶ ἐπὶ ἐλέῳ· καὶ ἔπαγε καὶ βιαιότερον νόημα· καὶ τοῦ παιδὸς δηλονότι μέρους ὄντος τῆς πόλεως· ὥστε καὶ εἰ ἠδίκησα, οὐ καθόλου τὴν πόλιν ἠδίκησα· πῶς γὰρ ὑπὲρ τοῦ ἡμετέρου παιδὸς μέρους καὶ αὐτοῦ ὄντος τῆς πόλεως ἐποιούμην τὴν πρόνοιαν; καὶ τὰ τοιαῦτα· μετὰ ταῦτα ἐμπεσεῖται ἄλλα ἀπ’ ἀρχῆς ἄχρι τέλους, ἐκ τῆς περιστάσεως καὶ τῆς ὕλης ἐμπίπτοντα· ἐπειδὴ γὰρ μαθὼν τὸν χρησμὸν ὁ παῖς ἀνεῖλεν ἑαυτὸν, τοῦτο αὐτὸ πάλιν φήσεις εἰς λύσιν τῆς συγγνώμης· οἷον, ἀλλὰ κατὰ γνώμην ἦν τῷ παιδί· λύσεις πάλιν συγγνωμονικῶς· ὅτι τοῦτο μάλιστα μὲν ἠγνόουν, εἰ κατὰ γνώμην ἐστὶ τῷ παιδὶ ὁ θάνατος ἢ οὔ· πόθεν γὰρ εἶχον ἰδεῖν, ἁπάντων ἀνθρώπων φευγόντων τὸν θάνατον· εἶτα εἰ καὶ ἠπιστάμην, ταύτῃ μάλιστα ἐφοβούμην ἀφαιρεθῆναι τοῦ παιδὸς, μόνου ὄντος, μόνου διέποντος τὴν οἰκείαν, συγκάμνοντος, παραμυθουμένου ἐν ταῖς δυστυχίαις, ἀρκοῦντος πρὸς λύσιν τῶν συμφορῶν, ἐν ταῖς εὐτυχίαις συνηδομένου· εἶτα ὅτι καὶ πεφύκασιν ἅπαντες δυςαποσπάστως ἔχειν πρὸς τὸ γένος, καὶ μάλιστα πρὸς τοὺς παῖδας· ὥστε τοῦτον διακείμενος τὸν τρόπον πῶς ἠδυνάμην εἰπεῖν; πῶς δ’ ἂν ἐκαρτέρησα τὸν χρησμὸν ἐννοῶν, ἀνατροφὴν τοῦ παιδὸς, παίδευσιν, ἀναγωγὴν, χωρισμὸν, θάνατον; ταῦτα παρεσκεύασέ μοι τὴν σιωπὴν, ταῦτα τὸν χρησμὸν μὴ καταμηνῦσαι πεποίηκε, καὶ ὅσα τοιαῦτα.
8.236 ΜΕτὰ ταῦτα θήσεις τὴν μετάληψιν· ἄλλ’ ἔδει, φησὶ, προτιμῆσαι τὴν πόλιν. Ἡ Λύσις ἐκ τῶν ὑποκειμένων κατὰ συνδρομήν· ὅτι φημὶ καὶ αὐτός· καὶ γὰρ οὕτως ἤχθην καὶ τῷ παιδὶ ταῦτα παρήγγελλον· ἀλλ’ ἡ φύσις ἀναγκαιοτέρα· καὶ ὅτι αὐτὴ ἄγει καὶ ἄγχει τὰ σύμπαντα· καὶ ὅτι με κατηνάγκασεν· εἶτα καὶ ἐκ παραδειγμάτων τοῦτο πίστωσαι· ὅτι καὶ τὰ θηρία ὁρῶμεν καὶ πᾶν ἄλογον ζῶον ἀγόμενον ὑπὸ τῆς φύσεως, καὶ μάλιστα πάντων τοῦ γένους προνοούμενον διὰ τὴν φύσιν, καὶ ἀπομαχόμενον ὑπὲρ τῆς φύσεως, καὶ κινδυνεῦον πολλάκις, καὶ ὅσα τοιαῦτα· εἶτα ἐρεῖς, οὕτως καὶ αὐτὸς ἤχθην ὑπὸ τῆς φύσεως, κατηναγκάσθην ἐπὶ ταύτην ἐλθεῖν τὴν ἐγχείρησιν· καὶ ὅτι πολλοὶ ὑμῶν πολλὰ παρορῶσι κατὰ τὴν φύσιν· καὶ ὁ μὲν ζημίας ὑπερεῖδε πολλάκις, ἵνα τί χαρίσηται τῷ παιδὶ· ὁ δὲ προςέσται, πάντα διὰ τὴν τούτου σωτηρίαν ἐπίσταται· καὶ ὅτι ἀκόλουθόν ἐστιν, οὕτω διακεῖσθαι μέρους τινὸς τῶν παίδων ὄντων ἡμῶν, καὶ τὰ τοιαῦτα, τὰ μὲν φυσικῶς ἐξετάζων ἐρεῖς, τὰ δὲ γνωμικῶς, τὰ δὲ ἐκ παραδειγμάτων, τὰ δὲ ἐκ παραβολῶν· εὑρήσεις δὲ πολλὰ πρὸς τοῦτο νοήματα.
8.237 ΜΕτὰ ταῦτα θήσεις ἄλλην μετάληψιν· οἷον, ἀλλ’ ἔδει ἀπαγγείλαντα δεηθῆναι τῆς πόλεως ὡς ἐπανέρεσθαι τὸν θεόν. Ἡ λύσις κατὰ ἀναίρεσιν· ὅτι οὐδεὶς ἄν μοι συνεχώρησε τοῦτο ποιῆσαι· οὐδ’ ὑμεῖς ἄν μου ἠνέχεσθε δεομένου καὶ λιπαροῦντος ἔρεσθαι τὸν θεόν· καὶ ὁ ἔχων λοιμὸς αὐτοὺς καὶ ἡ νόσος οὐδὲ ἕνα ἔδωκεν ἄν μοι καιρὸν παρακλήσεως, τοῦ μὲν κειμένου, τοῦ δὲ μέλλοντος· εἶτα ὅτι πάντες οἱ νοσοῦντες περιέστησαν ἀντιλέγοντες. οὐδ’ ἂν ἠνέσχοντο ἔτι πλείονα χρόνον τῇ νόσῳ συμπλέκεσθαι· ἕως πάλιν ἀπελθὼν δεηθῶ τοῦ θεοῦ· εἶτα ὅτι καὶ εἷς ὢν ὁ παῖς ἀντὶ τοσούτων ἀπελθεῖν οὐδὲν δεινὸν ὑμῖν ἐνομίσθη ἀντὶ παίδων, ἀντὶ γυναικῶν, ἀντὶ πρεσβυτέρων, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα οἱ ἐπίλογοι· ὁ ἐπίλογος τοῦ μὲν στρατηγοῦ· ὅτι πολλὰ κέκμηκα ὑπὲρ ὑμῶν, ὑπὲρ παίδων, ὑπὲρ γυναικῶν· καὶ μάλιστα πολλοὺς ἐτήρησα· καὶ ὅτι οὐδέποτε τοῦ οἰκείου ἐγενόμην, καὶ ὅτι οὐδεμίαν μάχην ἥττημαι, καὶ ὅτι οὐδὲ παῖς ὑμῶν δι’ ἐμὲ ἐδούλευσεν· τὸ διὰ τούτων καὶ τῶν τοιούτων τὸ μὴ ἀποχειροτονηθῆναι αὐτὸν οἰκονομήσεις· εἶτα ἐρεῖς· ὅτι, ἀλλ’ ἐπειδὴ ἅπαξ ὁ παῖς ἀπέθανεν, συγχωρήσατέ μοι γενέσθαι περὶ τὸν τάφον· συγχωρήσατέ μοι σχολάσαι τοῖς πάθεσιν, ἐναπολαῦσαι τῆς συμφορᾶς, καὶ τὰ τοιαῦτα· εἶτα ἐρεῖς· δεῦτε πάντες περὶ τὸν τάφον, χοὰς ἐνέγκωμεν, ὁ μὲν ὑπὲρ παίδων, ὁ δὲ ὑπὲρ γυναικός· εἷς οὗτος, ἄνδρες, ὑπὲρ ἡμῶν ἐκινδύνευσεν· εἷς οὗτος τὸν λοιμὸν τὸν καθ’ ἡμῶν ἀπεκώλυσεν· οὗτος καὶ τοῦ πατρὸς εὐτυχέστερος· οὗτος ὡς ἀληθῶς εὐδαίμων· εἶθ’ ὅτι τοιόνδε καὶ τοιόνδε τὸν τάφον κατασκευάσωμεν· ἐπιγράψωμεν τοῦτον εὐεργέτην, σωτήριον, ἀλεξίκακον· ἐπιγράψωμεν τῷ τάφῳ, οἷον ὁ λοιμὸς ἦν, ἵνα τοῖς μετὰ ταῦτα μένῃ τῆς εὐεργεσίας τὸ γνώρισμα· ἵνα ζηλῶσιν ἅπαντες, ἵνα γινώσκωσιν, οἷος ὁ παῖς μετὰ τὴν ἀναίρεσιν ἔτυχεν· εἶτα ἐρεῖς, ὅτι σπουδάσωμεν ἵλεων τοῦτον ἔχειν καὶ εὐμενῆ διὰ τῶν τιμῶν, διὰ τῶν ἐναγισμῶν· διὰ γὰρ τῶν τοιούτων καὶ τοσούτων νοημάτων τὸ ὅτι ἐάν με ἀποχειροτονήσητε τῆς [σιωπῆς, λυ—]πηθήσεται ὁ παῖς ἐμφανής· ἐρεῖς οὖν, ἔστι τοῖς τελευτήσασι καὶ μετὰ θάνατον αἴσθησις· γινώσκουσιν ἅπαντα· ἐπισκοποῦσι τὰ γιγνόμενα· πάντως που καὶ παρὰ τὸ δικαστήριον ἕστηκε· πάντας ὑμᾶς ψηφοφοροῦντας ὁρᾷ· εἶτα ἀποστρέψας τὸν λόγον πρὸς τὸν παῖδα, κατάκλινον εἰς εὐχὴν τὸν λόγον· ἀλλ’ ὦ παῖ πρὸς τὸ δεινὸν εὐτολμότατε· ὦ μεγαλοψυχίᾳ νικήσας τὰ σύμπαντα· εἴτε παρὰ τὸ δικαστήριον ἕστηκας, εἴτε ἄνωθεν ἡμᾶς ἐπισκοπεῖς, καὶ δήμου τὸν λοιμὸν ἀπελαύνεις ἀεὶ, πόῤῥω τῆς πόλεως τὴν συμφορὰν, καὶ προξενοίης τὰ μέγιστα, ἵνα ταῖς περὶ τὸν δῆμον χάρισι τοὺς φθάσαντας ἅπαντας εὐεργέτας νικήσειας.
8.239 ΑΛΛΗ ΣΥΓΓΝΩΜ Η . Ἀλεξάνδρου ἐπίοντος, ἔπεμψαν Θηβαῖοι πρὸς Μεσσηνίους, συμμαχίας δεόμενοι· οὐκ ἐπηγγείλαντο τὴν βοήθειαν· κατεσκάφησαν Θηβαῖοι· καὶ κρίνονται μετὰ τὸν ἀνοικισμὸν ὑπ’ αὐτῶν ἀχαριστείας Μεσσήνιοι. Ὁ λόγος πομπείας μεστὸς καὶ τῆς Θηβαίων μεγαλοψυχίας ἐπάξιος· σκοπὸς δὲ αὐτοῖς οὗτος· οὐ τοὺς Μεσσηνίους ἑλεῖν, ἀλλὰ φοβῆσαι πάλιν Λακεδαιμονίους· ὡς τὴν ἀρχὴν πάντες καὶ τὴν δυναστείαν ἀνειληφότες· ὅθεν αὐτοῖς ἡ κατάστασις ἕξει πῶς διακειμένων Μεσσηνίων πρὸ τοῦ, καὶ τίνα σχόντων ὑπὸ Λακεδαιμονίων, αὐτοὶ προὔστησαν, ἠλευθερώθησαν· εἶτα μετὰ τὴν τῆς τοιαύτης εὐεργεσίας αὔξησιν τὰ κατ’ Ἀλεξάνδρου ἐρεῖς, καὶ τὴν ἔφοδον καὶ τὴν πρεσβείαν τὴν πρὸς Μεσσηνίους· εἶθ’ ὅτι οὐκ ἐδέξαντο, ἀλλ’ ἀμνήμονες τῶν παρ’ ἡμῶν αὐτοῖς ὑπαρξάντων γεγένηνται. εἶτα ἐρεῖς τὴν κατασκαφὴν, καὶ τὸ μετὰ ταῦτα ἀνακτήσασθαι τὴν πόλιν, καὶ τὴν νῦν οὖσαν γραφήν. ΟΡΙΚὰ παραγραφικὰ ἐξ ἀντιθέσεως· ἀλλ’ οὐκ ἠμνημονήσαμεν, φησὶ, τῆς χάριτος, οὐδὲ τῆς παρ’ ὑμῶν ἐπιμελείας ἐπιλελήσμεθα· τῷ γὰρ λέγειν, τί ἐστιν ἀχαριστῆσαι, τὸ μηδὲ ἐμβαλεῖν εἰς τὴν ὑμετέραν, τὸ μὴ δῃῶσαι, τὸ μηδὲν τοιοῦτον ἐργάσασθαι, οὐκ ἔστι τὸ τῆς ἀχαριστείας ἔγκλημα ἀκόλουθον, ἀλλ’ εἰ ἄρα ἀδικίας ἐκρίνοντο. ΛΥσεις, ὅτι οὐ μόνον ταῦτά ἐστιν, ἀλλὰ τὸ πολεμουμένοις ὑμῖν μὴ βοηθῆσαι, καὶ Ἀλεξάνδρου ἐπιόντος μὴ προαπαντῆσαι διατύπωσις ἦν τῆς πολιορκίας, καὶ τῆς ἐφόδου Ἀλεξάνδρου, καὶ τῆς αὐτῶν καρτερίας· καὶ ποικίλοις σχήμασιν αὔξων ἀποδείξεις τοῖς ὁρικοῖς τόποις τοῦτο εἶναι ἀχαριστείαν.
8.240 ΜΕΤΑ ταῦτα παραγραφικὰ θήσεις, τὸ ἔγκλημα προηγουμένως αὐτὰ κατασκευάζων· ὅτι καλούμενοι οὐχ ὑπηκούσατε, οὐδὲ ἀπηντήσατε πρὸς τὴν μάχην, οὐδὲ συνεβάλεσθε ἡμῖν κάμνουσιν. ΕΙτα κατασκευάσεις αὐτὰ τῇ διανοίᾳ· εἰδότες ὅτι πόλεις καὶ ἀγροὺς δηλεῖται, καὶ τείχη πυρπολεῖ, καὶ δῃοῖ χώραν, καὶ παντάπασιν ἀναιρεῖ τὴν πόλιν, καὶ τὰ τοιαῦτα. ΕΙΤΑ ὁ βίαιος ὅρος· ὅτι καὶ τούτῳ μάλιστα αὐτό ἐστι τὸ ἀχαρίστους εἶναι. ΜΕτὰ ταῦτα θήσεις ἀντίθεσιν συγγνωμονικήν· ἀλλ’ ἐφοβήθημεν, φησὶ, τὸν Ἀλέξανδρον. Ἡ Λύσις κατὰ ἀναίρεσιν· πρῶτον ἐφοβήθητε, μὴ δῃώσῃ τὴν πόλιν ὑμῶν· μὴ γὰρ εἰς τὴν ὑμετέραν ἐνέβαλεν· μὴ γὰρ ὑμῖν ἐπὶ τῆς χώρας ὁ κίνδυνος ἦν· εἶτα ὅτι ἔδει καὶ συμπαθεῖν ἡμῖν, ὅπερ ἐστὶ τῆς μεταλήψεως· εἶτα ἐπάξεις μετὰ τῆς μεταλήψεως τὴν κατασκευήν· εἰ δὲ μὴ βοηθεῖν ἠβούλεσθε φοβούμενοι Ἀλέξανδρον, τί πρὸς αὐτὸν ὑπὲρ ἡμῶν οὐκ ἐπρεσβεύετε; τί μεθ’ ἱκετηρίας αὐτοῦ οὐκ ἐδέεσθε; τί τῆς ὀργῆς αὐτὸν οὐκ ἐκωλύετε; ΜΕΤΑ ταῦτα θήσεις ἀντίθεσιν στοχαστικὴν παρὰ Μεσσηνίων· ἀλλ’ εἰκὸς ἦν φιλονεικότερον γενέσθαι καθ’ ἡμῶν τὸν Ἀλέξανδρον· ἢ οὕτως, ἀλλ’ εἰκὸς ἦν μηδὲν ἡμᾶς ὠφελῆσαι πρεσβευσαμένους πρὸς τὸν Ἀλέξανδρον.
8.241 Ἡ Λύσις κατὰ ἀνατροπὴν, ὅτι παρακαλούμενοι οἱ ἄνθρωποι καὶ ἱκετευόμενοι πεφύκασι μεταβάλλεσθαι· καὶ ὅτι ἅπαν ἔργον λύει ὀργὴν ἱκέτης φαινόμενος· καὶ ὅτι εἰ ἐν τῷ πολέμῳ τοὺς ἱκέτας σώζουσι, πολλῷ πλέον πρὸ τοῦ πολέμου παρακαλούμενοι· εἶθ’ ὅτι καὶ νόμος ἐστὶ τοὺς ἱκέτας σώζειν ἐν πολέμοις, καὶ ὅτι πάντες ἄνθρωποι τοὺς ἱκέτας αἰσχύνονται, καὶ ὅτι καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ τοὺς ἱκέτας αἰδούμεθα, καὶ ὅσα τοιαῦτα. ΜΕΤΑ ταῦτα ὁ ἐπίλογος Θηβαίων· ἔχει δὲ φιλοτιμίαν πολλὴν καὶ ἐπίδειξιν· μηδεὶς ἔτι ὑμῶν ταραττέσθω· γινώσκετε, ὅτι Θῆβαι ἔῤῥωνται, ἂν ἀδικῶσι Λακεδαιμόνιοι· πρεσβεύσατε καὶ ὑπακουσόμενοι, βοηθήσομεν οἱ ἡγεμόνες, τοῦ γένους ἡμεῖς οὐ περιοψόμεθα· καὶ ἐκ τούτων ἅπαντα εὑρήσεις τὰ ἐπιλογικά. ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ ΟΙ ΜΕΣΣΗΝΙΟΙ. Ἡ κατάστασις Μεσσηνίων ἔχει τὴν βαρύτητα Λακεδαιμονίων καὶ τὴν ἐλευθερίαν Θηβαίων· φαινέσθω γὰρ διόλου Μεσσήνιος εὐγνώμων, ἵνα ἀπ’ ἐναντίας ὁ λόγος ᾖ τῷ ἐγκλήματι· εἶτα λεγέτω μετὰ βαρύτητος σφόδρα τὴν τῆς φρουρᾶς ὑπὸ τοῦ Φιλίππου κατάστασιν· καὶ ἀποστρεφέτω τὸν λόγον πρὸς τοὺς Θηβαίους· ὅτι ὑμεῖς τούτων αἴτιοι· τί γὰρ ἐδέχεσθε τὴν φρουράν; τί ἀνάξια τῆς Βοιωτίας ἐπράττετε; καὶ εἴσω τῶν πυλῶν ἐδέχεσθε τὸν Φίλιππον; εἶτα μετὰ ταῦτα τὴν ἐξ ἀκολουθίας Ἀλεξάνδρου ἐπήρειαν· ἐν ᾧ μέρει αὐξήσεις τὴν δύναμιν τὴν Ἀλεξάνδρου· καὶ ὅτι πᾶσι φοβερὸς ἦν τοῖς Ἕλλησι, καὶ λάθρα τὴν συγγνώμην τῇ καταστάσει τοῦτον ἐγκατάσπειρον τὸν τρόπον.
8.242 ΕΙΤΑ ἔπαγε τὴν ἔφοδον καὶ τὴν πρεςβείαν μετὰ τοῦ λέγειν· ὅτι ὥσπερ σκηπτοῦ ἢ ζάλης ἤ τινος δαιμονίου ἐπιόντος πρὸς βοήθειαν ὑμεῖς ἐπρεσβεύσατε. ΕΙΤΑ τὴν κατασκευὴν καὶ μετὰ πολλῆς ἡδονῆς τὴν ἀνοίκησιν καὶ περιχαρείας λέγων· ἀλλὰ καὶ χάρις τοῖς κρείττοσι τοῖς ταχέως τὴν Βοιωτίαν ἀναστήσασι, καὶ τὰ τοιαῦτα, ΕΙτα ὅτι μετὰ τὸν ἀνοικισμὸν ἡμᾶς ὡς ἀχαρίστους γράφονται. ΜΕΤὰ ταῦτα ἐρεῖς τὸ ὁρικὸν παραγραφικὸν προηγουμένως κατασκευάζων· καί τοι τί ἀχαριστείας ἡμεῖς ἐνεδειξάμεθα ἔγκλημα; τί τῆς τοιαύτης κατηγορίας καθ’ ἑαυτῶν ἐξηνέγκαμεν; οὐχ ὁμολογοῦμεν τοὺς εὐεργέτας; τοὺς ἐλευθερωτὰς οὐ γνωρίζομεν; οὐκ ἴσμεν ὅτι Λακεδαιμονίων ἡμᾶς ἐξέλεσθε; ταῦτα ὁμολογοῦμεν, ταῦτ’ ἴσμεν, ταῦτα κηρύττομεν ἅπασι, καὶ ὅσα τοιαῦτα. ΕΙΤα ἐξ ἀντιθέσεως τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· ἀλλ’ οὐχ ὑπηκούσατε, φησὶν, ἡμῖν καλούμενοι. Ἡ Λύσις τῇ συγγνώμῃ· ὅτι ἐφοβήθημεν Ἀλέξανδρον· οὐκ ἠνέγκαμεν αὐτοῦ τὴν κατὰ πάντων Ἑλλήνων ἀλαζονείαν. διὰ τοῦτο οὐχ ὑπηκούσαμεν, τῶν μὲν ἀναιρουμένων, τῶν δὲ δουλευόντων, τῶν δὲ μεθισταμένων, ἐκείνου δὲ καθάπερ ἐξ οὐρανοῦ τοῖς ἅπασιν ἐπιτάττοντος, ἐφοβήθημεν ἄνθρωπον ὑπερβαίνοντα τὴν τύχην, καὶ τὴν οἱκείαν φύσιν οὐκ ἐπιγινώσκοντα, ἀλλὰ θεοὺς ἑαυτοῦ πατέρας ἐπιφημίζοντα· ταῦθ’ ὁρῶντες, ταῦτα μανθάνοντες, ἐφοβήθημεν ἀντιστῆναι, καθάπερ σκηπτῷ ἐπιόντι τῷ μειρακίῳ. καὶ ὅσα τοιαῦτα. ΕΙΤΑ τῇ διανοίᾳ. εἰ γὰρ μὴ δι’ Ἀλέξανδρον ὑμῖν οὐχ ὑπηκούσαμεν, τίνος ἕνεκα οὐκ ἐβοηθοῦμεν τοῖς εὖ ποιήσασιν. οὐκ ἄνωθεν ὑμῖν ὑπηκούσαμεν; οὐ διὰ παντὸς ἐμείναμεν εἰς ἅπαντα Θηβαίοις πειθόμενοι; ΕΙΤΑ τὸν ἔμπροσθεν χρόνον οὕτω πρὸς ὑμᾶς διατεθέντες, τίνος ἕνεκα νῦν οὐκ ἐβοηθοῦμεν ὑμῖν; ἀλλ’ ἔστι πρόδηλον τὸ δεινόν· καταφανές ἐστι τὸ κώλυμα.
8.243 Ἀλέξανδρος οὖν ὁ κωλύων φανῆναι Μεσσηνίων τὴν πρὸς ὑμᾶς διάθεσιν. ΕΙτα τῷ βιαίῳ ὅρῳ, ὅτι οὐδὲ τοῦτο ἀχαριστία ἐστὶ, τὸ κινδύνου τοσούτου ἐπηρτημένου φυλάξασθαι, ὡσανεὶ πυρὸς ἢ σκηπτοῦ ἐπιόντος τὸ καθ’ ἑαυτὸν ἑκάστου ποιουμένου τι τῶν δεινῶν, καὶ αὐτὸ τὸ μέρος οὐ μετελάμβανε, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις τὴν ἀντιληπτικὴν ἀντίθεσιν. ἀλλ’ ἔδει, φησὶ, συμπαθεῖν. Ἡ Λύσις, καὶ τί τὸ κέρδος ἡμῖν; τί δὲ ὄφελος εἰ κείμενοι Μεσσήνιοι μετὰ Θηβαίων ἐφάνησαν; τί γὰρ παθόντες ἡμεῖς ὑμᾶς ἀπεῖρξαι τῆς συμφορᾶς ἐμέλλομεν; καλῶς εἶχεν οὗτος ὁ λόγος· εἰ δὲ καὶ παθόντων ἡμῶν ὑμεῖς κινδυνεύειν ἠμέλλητε, τίνος ἕνεκα καὶ συμπαθεῖν ἡμᾶς ἐβούλεσθε; ὥσπερ ἂν εἴ τις ναύκληρος χειμαζομένης αὐτῷ τῆς νεὼς καλοίη ναύκληρον ἕτερον τῶν κινδύνων αὐτῷ κοινωνεῖν. καὶ ἄλλα παραδείγματα, νοσοῦντα, κινδυνεύοντα, ζημιούμενον, καὶ οὐδεμία ῥοπὴ ἦν ἐκ τῆς προσθήκης ἡμῶν Ἀλεξάνδρου καθ’ ἡμῶν τόσου καὶ τόσου ἐπαγομένου. ΑΛΛη μεταληπτικὴ ἀντίθεσις· ἀλλ’ ἔδει δεηθῆναι Ἀλεξάνδρου. ΛΥσις συγγνωμονική· ὅτι ἐφοβήθημεν μὴ ἀποτύχωμεν καὶ προςελθόντες ματαιοπονήσωμεν, καὶ πρὸς τῇ ζημίᾳ καὶ αἰσχύνην ὀφλήσωμεν, κερδάναντες μὲν μηδὲν, χλευασθέντες δὲ, ἐξ ὧν οὐκ ἐπείσαμεν. εἶτα ὅτι καὶ φιλονεικότεροι πάντες εἰώθασι γίγνεσθαι, ὅσοι συνίσασιν αὐτοῖς μᾶλλον δυναμένοις. εἶτα ὅτι καὶ εἰκὸς ἦν ἀγανακτῆσαι πλέον καὶ χαλεπώτερον γενέσθαι καθ’ ὑμῶν, καὶ τὰ τοιαῦτα. ΕΠίλογοι· οἱ ἐπίλογοι τῶν Μεσσηνίων φιλοτιμίας μεστοὶ, χάριν ὁμολογούντων τοῖς κρείττοσιν, ὅτι πάλιν αἱ Θῆβαι ἀνέστησαν, ὅτι πάλιν Μεσσήνιοι τοὺς αὐτῶν ἐλευθερωτὰς ἀπειλήφασιν· ὅτι Λακεδαιμόνιοι τοὺς ἡγεμόνας μετὰ πάντων Ἑλλήνων ἔχουσι.
8.244 καὶ χάρις ὅτι Θῆβαι οὐκ ἔμειναν ἔρημοι· ἡ Βοιωτία δὲ γεωργουμένη μεμένηκε γῆ, ἡ Ἡρακλέα καὶ Διόνυσον ἐνέγκασα, ἡ τὸ μέγα τρόπαιον κατὰ Λακεδαιμονίων ἐγείρασα, ἡ τῶν Ἑλλήνων καὶ παντὸς ἅμα τοῦ γένους ἡγεμονεύσασα, καὶ τὰ τοιαῦτα. Πατὴρ τῷ ἑτέρῳ παίδων ἐνεχείρησε τὸν υἱὸν ἀνελεῖν· ὁ δὲ ἐκπέμψας αὐτὸν εἰς τὴν ἀλλοδαπὴν ἀποκηρύττεται. Ἡ κατάστασις τοῦ πατρὸς ἔχει τὴν ἐπιθυμίαν τοῦ γάμου διὰ παῖδας, καὶ τὴν τῶν παίδων γένεσιν, καὶ τὴν ἀνατροφὴν αὐτῶν, καὶ τὰς αὐτοῦ συμβουλὰς, καὶ τὰ ἁμαρτήματα τοῦ ἑνὸς κατὰ ἔμφασιν, καὶ τὴν παραίνεσιν τὴν ἐπὶ τούτοις, καὶ ἀπειλῶν ἐνδεικνύμενος οὐκ ἐπαυόμην, ἐλπίζων αὐτὸν ἐπιστρέφειν. ὡς δὲ πάσης ἐπιτιμήσεως τὰ γιγνόμενα μείζονα ἦν, καλέσας τὸν λειπόμενον εἶπον. ἄτοπος μὲν ὁ λόγος, ἀλλ’ ὅμως ὑπάκουσον· ὑπερῇρεν ὁ ἀδελφὸς ἅπασαν ἐπιτίμησιν τοῖς ἑαυτοῦ πλημμελήμασι, νενίκηκεν ὀργὴν, πατρὸς ἀγανάκτησιν· τί οὖν εὗρον αὐτῷ τῆς ἀπαλλαγῆς ταύτην ὁδὸν, μίαν τῶν ἁμαρτημάτων διόρθωσιν, ἀναίρεσιν καὶ σφαγήν· σοὶ οὖν ἐγχειρίζω τὸν ἀδελφὸν, σοὶ τὴν τούτου πιστεύω σφαγήν· ὁ δὲ δεξάμενος οὐκ ἀνεῖλε μὲν, πεποίηκε δὲ ἐκποδὼν, καὶ τὴν τοῦ πατρὸς ἠκύρωσε πρόσταξιν, καὶ κατημέλησε τῶν ἐμῶν ἐντολῶν. ὅθεν εἰκότως ἦλθεν ἐπὶ τὸν νόμον· ἦλθον ἐπὶ τὸ δικαστήριον ἀποκηρύξαι τοῦτον, ὡς οὐκ ἐμὸν ὄντα προήγημαι· καὶ τὴν συγγνώμην ἐξ ἀντιθέσεως. ΑΛΛ’ ἠλέησα, φησὶ, τὸν ἀδελφόν. ΛΥσεις· τὸν δὲ πατέρα τοιαῦτα πεπονθότα οὐκ ἠλέησας· καίτοιγε πρὸ πάντων ἔδει ἐλεῆσαι ἐμέ· εἶθ’ ὅτι προτιμότερος ἦν ἐγώ· κἀμοὶ μᾶλλον ἔδει συναγανακτῆσαι, καὶ οὐ τῷ ἀδελφῷ.
8.245 εἶτα ὅτι εἰ καὶ ἠλέησας, οὐκ ἔδει παρακοῦσαι τοῦ πατρὸς, καὶ δεξάμενον μὴ ποιῆσαι τὸ κελευσθέν· εἶτα τῇ μεταλήψει λυούσῃ τὴν συγγνώμην, ὅτι ἔδει τὴν ἀρχὴν μὴ λαβεῖν τὸν παῖδα, μηδὲ ἐγχειρισθῆναι τὴν ἀναίρεσιν· μηδὲ ὑπουργῆσαι τῷ πατρὶ, μηδὲ ἐκ τοῦ δέξασθαι συγκαταθέσθαι τῷ τολμήματι· νυνὶ δὲ σκεψάμενος παραλαβὼν τὸν ἀδελφὸν ὁμολογήσας ἀνελεῖν οὐχ ὑπήκουσεν· οὐκ ἤνυσε τὸ προςταχθὲν, ἀλλὰ κατεφρόνησε τοῦ πατρός. παρεῖδε τὰς ἐμὰς ἐντολὰς, μίαν μοι ταύτην ὑπὲρ τροφῶν, ὑπὲρ ἀγωγῆς ἐδίδου τὴν χάριν· νῦν δὲ οὐδὲν ἀνύσας τῶν ἐμοὶ καθ’ ἡδονὴν καὶ ἠπάτησε· καὶ ἐκπέμψας, ὡς ἀνελὼν τὸν παῖδα οὕτω σοφίζεταί με· ἀλλὰ ταὐτὸν εἶναί φησιν παρά σοι ἀποδημίαν καὶ θάνατον. Ἢ Οὕτως· ἀλλ’ ἀφανῆ, φησὶ, κατέστησα τὸν παῖδα τῷ πατρὶ, ἐναγὴς γενέσθαι μὴ προαιρούμενος. ΛΥσεις μεταληπτικῶς· ἔδει παρακαλεῖν, οὐκ ἀπατᾷν οὐδὲ ψεύδεσθαι· οὐ γὰρ ταὐτόν ἐστι τεθνάναι καὶ ζῇν· οὐδὲ περιεῖναι καὶ διεφθάρθαι. ΕΠίλογος κοινὸς τῇ ποιότητι τοῦ πατρὸς πρὸς τὴν ὀργὴν παροξυντικὸς, γνώμη ὅτι καλὸν, ὑπήκοον ἔχειν υἱὸν, ὅτι δίκαιον αὐτὸν τιμωρήσασθαι, ὅτι συμφέρει, ἵνα ὦσιν οἱ παῖδες πειθήνιοι. ΜΕτάληψις· διαιρεῖται ἡ μετάληψις παραγραφικῷ ἀναγκαίῳ ὄντι, καὶ ἀεὶ ἐμπίπτοντι αὐτοῖς τοῖς κεφαλαίοις, ὁρικοῖς κεφαλαίοις, κατασκευάζουσι τὴν μετάληψιν ἢ ἀναγκάζουσι· μιᾷ τῶν λογικῶν, μεταλήψει δευτέρᾳ ἐὰν ἐμπίπτῃ. ἘΠιλόγῳ· οἷον τὸ παραγραφικόν ἐστιν· οὐκ ὀφείλω κρίνεσθαι, μοιχὸν ἢ ἄδικον ἢ προδότην ἤ τινα τοιοῦτον ἀνελών. ΕΙΤΑ οὐ μετάληψις· ἀλλ’ οὐ σοὶ δέδοται, ἢ ἀλλ’ οὐ νῦν σοι δέδοται ἀναιρεῖν, ἢ ἀλλ’ οὐκ ἐνθάδε σοι δέδοται ἀναιρεῖν, ἤ τι τοιοῦτον· οἷος ἐὰν ὑπάρχῃ ὁ τρόπος τῆς μεταλήψεως ἢ κατὰ χρόνον ἢ πρόσωπον ἢ τόπον ἢ ἀφορμήν· οἷον οὐ διὰ χρήματα ἀναιρεῖν.
8.246 εἶτα τὴν μετάληψιν κατασκευάσεις τοῖς ὁρικοῖς κεφαλαίοις· ὥςπερ γὰρ ἐν τῷ ὅρῳ τὴν πρότασιν τοῦ ὅρου τὰ ἑξῆς κεφάλαια κατασκευάζει καὶ ἀνασκευάζει, ἐὰν ἔχῃ ἡ ὕλη τοῦ μελετωμένου πλάσματος, εἴτε χρεία τοῦ κατασκευάζειν εἴη, εἴτε τοῦ ἀνατρέπειν τὰς προτάσεις ὁρικὰς, οὕτω καὶ ἐν τῇ, μεταλήψει κατασκευάσεις ὁρικοῖς κεφαλαίοις, ὅρῳ, συλλογισμῷ, πηλικότητι· οἷον τῆς μεταλήψεως οὔσης, οὐ σοὶ δέδοται ἀναιρεῖν, κατασευάσεις αὐτὴν οὕτω τοῖς ὁρικοῖς· ὅρῳ· ἕτερόν ἐστι τὸ τὸν δήμιον ἀνελεῖν, ἢ σέ· καὶ συλλογισμῷ, ὅτι οὐκ ἔστιν ἴσον τὸ τὸν δήμιον ἀνελεῖν, καὶ σὲ ἀνελεῖν· καὶ πηλικότητι· ὅτι δεινόν ἐστιν ὑπὸ σοῦ ἀναιρεθῆναι, ἐχθροῦ ὄντος. οὐδὲν δὲ τὸ ὑπὸ τοῦ δημίου· ὁ δὲ ἀντιλέγων ἤτοι ὁ φεύγων ἀνασκευάζων τὴν μετάληψιν, ὁμοίως τοῖς ὁρικοῖς τόποις, οὕτω χρήσεται ὅρῳ· οὐδὲν διαφέρει τὸ ὑπ’ ἐμοῦ ἢ τοῦ δημίου ἀναιρεθῆναι· εἶτα τῷ πηλίκῳ, ὅτι οὐδέν ἐστι τοῦτον τὸν τρόπον ἢ ἐκεῖνον ἀναιρεθῆναι· μετὰ τὴν κατασκευὴν τῆς μεταλήψεως ἔστι μία τῶν λογικῶν· πάντως γὰρ κατὰ μίαν τούτων ἐστὶν ἡ μετάληψις· ἣν ἐὰν εὕρῃς, ῥᾷστα τὴν ἀντίθεσιν εὑρήσῃς τὴν ἐμπίπτουσαν· οἷον, ἢ ἀντεγκληματική ἐστιν, ὡς ἐπὶ τῶν ἀνελόντων μοιχόν· καὶ ἐρεῖς ὅτι ἄξιος ἦν τοῦ ἀναιρεθῆναι, ἢ κατὰ ὅρον ἐστὶν, ὡς ἐπὶ τῆς ἱερείας τῆς μυούμενον ἀνελούσης τύραννον· ἐρεῖ γὰρ ὅτι οὐδὲ τύραννος ἦν οὗτος ὁ μυούμενος, καὶ ἐκτὸς ὢν δορυφόρων, καὶ αὐτῆς ἀκροπόλεως, καὶ σχήματος τυραννικοῦ, ἢ κατὰ στοχασμὸν, ἤ τινα ἄλλην στάσιν· εἶτα μετὰ τὴν τοιαύτην ἀντίθεσιν πίπτει πάλιν μεταληπτική· οὐκ ἀναγκαίως δὲ, οἷον ἔδει σε ἀνακοινώσασθαι τῷ δήμῳ, ἔδει κατηγορεῖν, ἔδει ἀναμεῖναι, ἤ τι τοιοῦτον, πρὸς τὴν ἐμπίπτουσαν ὕλην· ὑποδείγματος γὰρ εἵνεκα καὶ χαρακτῆρος ταῦτα προείρηται· μετὰ ταῦτα ἐπίλογος· ἴδωμεν οὖν ἐπὶ προβλήματος τὴν διαίρεσιν.
8.247 Νόμου ὄντος τοῦ κατὰ μοιχῶν, καταλαβοῦσα ἡ γυνὴ τὸν ἄνδρα ἀπέκτεινε· καὶ κρίνεται φόνου. Ἡ κατάστασις γυναικὸς, δῆλον δὲ ὅτι συνήγορος λέγει, ἔχει τὴν τῶν πατέρων ἀναγωγὴν, καὶ πλεονάζοντας τοὺς περὶ σωφροσύνην λόγους ὅτι ἔλεγεν, ἐντεῦθεν ἡ δημοκρατία συνέστηκεν, ἂν ταύτην ἔχῃς, ὦ τέκνον, ἕξεις ἅπαντα κατ’ ἀκολουθίαν ἑπόμενα· αὕτη σώζει τοὺς νόμους, αὕτη τὴν πολιτείαν συνίστησιν· εἶτα ἐρεῖς· ὅτι τούτοις ἡ γυνὴ ἐντραφεῖσα τοῖς λόγοις, ἐν τούτοις τὰ κατὰ τὸν βίον ἀναλώσασα, ἐπειδὴ πρὸς τέκνων σπορὰν ηὐτύχησεν σύνοικον, ἔρως ἦν καὶ ἐπιθυμία τοῦ φυλάττειν τὰ παραγγέλματα, τοῦ ζητεῖν μετὰ σωφροσύνης τὴν συνοικίαν ἀσπάζεσθαι· ἀλλ’ οὐκ οἶδα πόθεν ἰδοῦσα τὸν ἄνδρα τοὺς νόμους παραβαίνοντα, καὶ τὸν τῆς πολιτείας ἀναιροῦντα θεσμὸν, καὶ διαλύοντα τὰ παρ’ ἡμῖν νόμιμα, καὶ διαφθείροντα τὸ γένος, τὴν διαδοχὴν, τὴν διάθεσιν, τοῖς νόμοις ἐπήμυνε, καὶ τὰ τοιαῦτα· εἶτα ἔπαγε τὸ παραγραφικόν· προηγούμενον γὰρ αὐτὸ ἕξει ἡ γυνή· εἶτα μοιχὸν ἀνελοῦσα κρίσιν ὑπομένει καὶ δικαστήριον· καὶ τῶν νόμων αὐτῶν προκατεγνωκότων τοῦ δράματος, αὐτὴ κρίσιν ὑπομένει. καὶ τανῦν ὡς ἀδικοῦσα παρ’ ὑμῖν εὐθύνεται, δεδωκότων σαφῶς ἀναιρεῖν· καὶ ὅσα τοιαῦτα παραγραφικά.
8.248 ΜΕτὰ τὸ παραγραφικὸν θήσεις τὴν μετάληψιν, ἥτις ἀεὶ καὶ ἀναγκαίως ἐμπίπτει, ἔστι γὰρ αὕτη ἡ χαρακτηρίζουσα τὴν τάσιν· ἔστι δὲ τῇ γυναικὶ ἐξ ἀντιθέσεως· ἀλλ’ οὐ σοὶ, φησὶν, ὁ νόμος δίδωσιν ἀναιρεῖν. ΛΥσεις πρῶτον τῇ διανοίᾳ· πᾶν γὰρ ῥητὸν ἀντιτιθέμενον ἐξ ἀνάγκης καὶ πάντως τῇ διανοίᾳ πρώτῃ λύεται· εἶθ’ οὕτως ταῖς ἐμπιπτούσαις λύσεσιν· οἷον ἀλλ’ οὐ διῄρηκεν ὁ νόμος, πότερον ἄνδρας ἢ γυναῖκας δεῖ ἀναιρεῖν· εἶτα τοῦτο κατασκεύασον τοῖς ὁρικοῖς· οἷον, οὐδὲν διαφέρει ὑπὸ γυναικὸς, ἢ ὑπὸ ἀνδρὸς τὸν μοιχὸν ἀναιρεῖσθαι· ὅπου τὸ τέλος ἔνεστι καὶ ταὐτὸν, ἡ ἄλλη διαφορὰ παντελῶς ἐστι μάταιος· εἶτα ὅτι καὶ πάντες πρὸς τὸ τέλος ὁρῶσιν, οἱ πλέοντες, ὅπως ἂν καταχθῶσιν· οὐ ζητοῦσιν οἱ νοσοῦντες τὸν τρόπον, ὅπως ἂν θεραπευθῶσιν, οὐ ζητοῦσιν πότερον τοιῶςδε ἢ τοιῶςδε τοῦ πάθους ἀπηλλάγησαν· εἶτα συλλογισμῷ· τοιγαροῦν καὶ ταὐτόν ἐστιν ὑπ’ ἀνδρὸς καὶ γυναικὸς δέξασθαι τὴν ποινὴν καὶ τὴν σφαγήν· εἶτα τῷ πηλίκῳ· ὅτι οὐδέν ἐστιν τοῦτον τοιῶςδε ἢ τοιῶςδε δρᾷν εἴρηται, ἀλλ’ εἰ προςηκόντως ἀνῄρηται, τοῦτο λογίσασθε· εἶτα ἐπειδὴ μοιχός ἐστι κατὰ μίαν τῶν ἀντιθετικῶν ἐμπίπτει ἀντίθεσιν, λέγω δὴ τῷ ἀντεγκλήματι· ὅτι ἄξιος ἦν ἀναιρεθῆναι λυμαινόμενος τῷ γένει, διαφθείρων τὴν τῶν γυναικῶν πρὸς ἄνδρας ὁμόνοιαν, τὴν τῶν παίδων παρὰ τῶν πατέρων διάθεσιν, μὴ συγχωρῶν ὅτου οἱ παῖδες τυγχάνουσι διαγινώσκεσθαι, καὶ τὰ τοιαῦτα. διὰ ταῦτα ἀπέκτεινα, διὰ ταῦτα κατ’ αὐτοῦ τὴν ἑαυτοῦ ὥπλισα δεξιὰν, διὰ ταῦτα τὴν καιρίαν ἐπήνεγκα, ἄξιον εἶναι τοῦ θανάτου νομίζουσα, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ τὸ ἀντέγκλημα θήσεις τὴν δευτέραν μετάληψιν· ἥτις οὐκ ἀναγκαίως ἐμπίπτει, ἀλλ’ ἐκ τῆς περιστάσεως εὑρίσκεται ὡς ἐνθάδε· οἷον, ἀλλ’ ἔδει, φησὶν, ἀνακοινώσασθαι περὶ τούτου τῇ πόλει.
8.249 ΛΥσεις τῷ νόμῳ, ὅτι οὐδὲν πλέον ἦν· εἰ μὲν γὰρ ἀμφίβολος ἦν ὁ νόμος, καλῶς εἶχεν ἀνακοινώσασθαι τῷ δήμῳ· εἰ δὲ διαῤῥήδην διηγόρευσεν τὸ πρακτέον τὰ γράμματα, τί ἔδει τῷ δήμῳ δι’ ὄχλου γίνεσθαι; εἶτα ὅτι εἰ καὶ ἤγαγον τῷ δήμῳ πάντως ἂν κατὰ τοὺς νόμους περὶ τοῦτον ἔκρινε, καὶ τοῖς νόμοις ἀκολουθῶν οὕτω τὸ πρακτέον ὑπέβαλεν· ὥστε οὐδὲν ἄτοπον εἰ τοῦ δήμου τοῖς νόμοις μέλλοντος πείθεσθαι, αὐτὴ προβαλοῦσα τοῖς νόμοις κατηκολούθησεν· λοιπὸν ὅτι ἀπόδοτε τοῖς νόμοις τὴν ἰσχὺν, ἀπόδοτε τῇ δημοκρατίᾳ τὸ προςῆκον· δείξατε, ὅτι διὰ σωφροσύνην ἡ δημοκρατία συνέστηκεν· καὶ ὅτι ἀποδημούντων τῶν ἀνδρῶν τὰς γυναῖκας πάντες τηρήσουσιν, ἀδελφοὶ, γυναῖκες, συγγενεῖς ἅμα καὶ γνώριμοι. γινωσκέτωσαν ἅπαντες, ὅτι διὰ σωφροσύνην ὁ νόμος καὶ τὰς γυναῖκας ὁπλίζειν προῄρηται καὶ τηρεῖν, καὶ αὐταῖς τὸν τῆς σωφροσύνης κίνδυνον ἐφίησιν. Εἶτα τῷ κοινῷ ἐπιλόγῳ, ὡς ἐν κοινῷ τόπῳ, μοιχὸς γὰρ, καὶ ἔχεις ἐκ τοῦ προγυμνάσματος ἅπαντας ἐναρμόσαι τοὺς τόπους. ΕΚ ΤΟΥ ΕΝΑΝΤΙΟΥ ΚΑΤΗΓΟΡΟ Σ . Ἡ κατάστασις τοῦ κατηγόρου μικτὴν ἔχει τὴν διήγησιν, πῆ μὲν κατὰ τῆς γυναικὸς, πῆ δὲ ὑπὲρ τοῦ μοιχοῦ· κατατρέχειν μὲν καὶ τῆς γυναικὸς εὔλογον ὡς ἀνελούσης παρὰ τὸν νόμον, ἀπολογεῖσθαι δὲ ὑπὲρ τοῦ ἀνδρὸς ἐς δυνατὸν πιθανώτατα· ἐρεῖς οὖν ὅτι συνῴκουν ἀλλήλοις· καὶ ὅτι ἀνὴρ οὐδέποτε παρὰ τοῦ δήμου καταγνωσθεὶς καὶ ὅτι κατ’ ἀρχὰς αὐτὸν καὶ ἡ γυνὴ ἐπὶ σωφροσύνῃ ἐθαύμαζεν· εἶθ’ ὅτι συντυχόντα γυναικὶ οὐκ οἶδ’ ὅπως οἷα εἰκὸς, ἄνδρα εὐθὺς, ὥσπερ τινὸς λαβομένη δεινοῦ, οὐ συνεῖδε τὴν φύσιν, οὐ συνέγνω τῷ σφάλματι, ἀλλ’ εὐθὺς ἦλθεν ἐπὶ τὸν φόνον, ἦλθεν ἐπὶ τὴν σφαγὴν, καὶ τὰ τοιαῦτα.
8.250 ΜΕτὰ τὴν κατάστασιν τὸ παραγραφικὸν, θήσεις δὲ ἐξ ἀντιθέσεως τῆς γυναικός· εἶτά φησιν, οὐκ ὀφείλω κρίνεσθαι μοιχὸν ἀποκτείνασα. Ἡ ΛΥσις τῇ μεταλήψει· ἔστι γὰρ αὐτὴ τοῦ κατηγόρου· ὥςπερ ἡμῶν λεγόντων ὅτι μοιχὸς ὢν ἀναιρεθῆναι οὐκ ὤφειλεν· οὐ γὰρ τοῦτό φησιν, ἀλλ’ ὅτι οὐκ αὐτῇ προςῆκεν ἐπιθεῖναι τὸ ξίφος· εἶτα μετὰ τὴν μετάληψιν λῦσον εὐθὺς τὴν ἀπὸ τοῦ νόμου διάνοιαν· οἷον, νῦν δὲ μετὰ τὸ παραβῆναι τὸν νόμον, ὑπεξηγεῖσθαι τολμᾷ πᾶσιν ἡμῖν τὰ γράμματα· καί φησι καθόλου πᾶσι δεδωκέναι τὸν νόμον τὴν κατὰ τῶν μοιχευόντων σφαγήν. Εἶτα ἔπαγε τούτου τὴν λύσιν οὕτω γνωμικῶς· πᾶσα γὰρ διάνοια γνώμῃ λύεται· ἐγὼ δέ φημι, ὅτι μάλιστα μὲν διῄρηκεν ὁ νόμος σαφῶς, τίνι τιμωρεῖσθαι προςῆκεν μοιχόν· εἰδὼς γὰρ, τίνες εἰσὶ τὴν ὕβριν μάλιστα πάσχοντες, καὶ ὅτι τὸ πάθος τῶν ἀνδρῶν ἐστιν, ἐκείνοις καὶ τὸ ἀμύνεσθαι συγκεχώρηκεν. εἰδὼς γὰρ, τίνας μάλιστα ἡ τῆς μοιχείας λυπεῖ συμφορὰ, καὶ ὅτι πᾶσι τυγχάνουσιν οἱ πεπονθότες κατάδηλοι, τούτοις καὶ τὸ τιμωρεῖσθαι κεκύρωκεν· ἂν δὲ καὶ δῷ τις τὴν τοιαύτην ἀδιόριστον εἶναι παρὰ τῷ νόμῳ τῶν προςώπων διαίρεσιν, τὸ τιμωρεῖσθαι τοῖς συγγενέσιν ὀφείλεται, τὸ τιμωρεῖν διαφθειρομένῳ τῷ γένει, τὸ μὴ συγχωρεῖν λυμαίνεσθαί τινα τῇ διαδοχῇ τοῦ γένους· εἶτα ἔπαγε τὰ ὁρικά· σὺ δὲ κατὰ μηδὲ ἓν τούτῳ προςήκουσα, ἀλλὰ παντάπασιν οὖσα ξένη τοῦ γένους τῇ τιμωρίᾳ σαυτὴν ὑπεύθυνον τῷ νόμῳ καταστῆσαι βεβούλευσαι· εἶτα τίς ἀγνοεῖ, ὅτι πολὺ διενήνοχεν ἄνδρα καταλαβεῖν ἐπὶ τῇ συνοίκῳ μοιχὸν, καὶ σὲ διαφθεῖραι τὸν μοιχεύοντα.
8.251 εἶτα τῷ συλλογισμῷ· δῆλον γὰρ ὡς ἕτερον τἀνδρὸς τυγχάνει καὶ γυναικὸς τὸ πρόσχημα· καὶ ταὐτὸν οὐκ ἔστι παρὰ τοῖς νόμοις τὸ πρόςρημα. ταῦτα δὲ πάντα πλατῦναι δεήσῃ παραδείγμασι, γνώμαις, παραβολαῖς, τοῖς τοιούτοις· εἶτα μετὰ τὸν συλλογισμὸν θήσεις τὴν πηλικότητα, ὅτι μέγιστόν ἐστι τοῦτο καὶ δεινὸν καὶ ὑπερβάλλον τῇ συμφορᾷ, τὸ τὴν γυναῖκα διαχρήσασθαι τὸν μοιχόν· εἶτα ἐκ τοῦ ἐναντίου· εἰ μὲν γὰρ ἀνὴρ ἦν, ᾧ παρὰ τῶν νόμων τὰ τῆς τιμωρίας ὀφείλονται, οὐδὲν ἀντείπομεν κειμένου τοῦ σώματος· ἐπειδὴ δὲ γυνὴ, ταύτην κατὰ τοῦ συνοίκου τὴν τραγῳδίαν ἐπλήρωσε, καὶ πλήρη τὴν ἑστίαν πεποίηκε συμφορῶν, δεινὸν, ἀφόρητον εἶναι νομίζω τὸ τόλμημα, καὶ ὅσα τοιαῦτα. Εἶτα μετὰ τὰ ὁρικὰ θήσεις τὴν ἀντεγκληματικὴν ἀντίθεσιν ἀπὸ τῆς γυναικός· ἀλλ’ ἄξιος ἦν τῆς σφαγῆς. ΛΥσεις τῇ μεταλήψει τῇ ὅτι ἔδει σε ἀνακοινώσασθαι τῷ δήμῳ· οἷον ἄξιος ἦν, φημὶ, καὶ αὐτὸς, ἀλλὰ παρὰ τοῦ δήμου παθεῖν, ὑπ’ αὐτῶν ἀναιρεθῆναι τῶν νόμων· σὺ δὲ τὸν δῆμον ἄκυρον μετὰ τὸν νόμον ποιήσασα, ἀφεῖσα ἐρεῖς τὴν ἀξίαν, τὸν τρόπον· ἄξιος ὁ μοιχὸς κολάσεως· ἀλλὰ παρὰ τοῦ δημίου παιόμενος, ὑπὸ τοῦ δημίου κρινόμενος, καὶ ὅσα τοιαῦτα. Εἶτα ἐρεῖς τὸν ἐπίλογον ὄντα κοινόν. οἷον τιμωρήσασθε αὐτὴν ὡς ἀνελοῦσαν παρὰ τὸ δίκαιον, ὡς καταφρονήσασαν τῶν νόμων, καὶ ὡς ἐν κοινῷ τόπῳ πληρώσεις τὸν ἐπίλογον.
8.252 Κρινόμενός τις ὡς τὴν γυναῖκα ἀποκτείνας μόνην, τὸν δὲ μοιχὸν οὐκ ἀνελὼν, ἔφη καὶ τὸν μοιχὸν ἀνῃρηκέναι· καὶ εἰ ζῇ προαγαγεῖν αὐτὸν ἠξίωσε τὸν κατήγορον· τῶν δικαστῶν ἀναβαλλομένων, προαχθέντα ἀπέκτεινε, καὶ κρίνεται φόνου. Ἡ μετάληψις αὕτη κατὰ στοχασμόν ἐστιν, ἐκ τοῦ ἀνῃρηκέναι τὸν μοιχὸν, καὶ παραχθέντα νῦν ἀνελεῖν. Ἡ κατάστασις ἔχει τὸν τῆς σωφροσύνης ἔπαινον, καὶ τὸ περὶ αὐτὴν θαῦμα, καὶ τοὺς νόμους τοὺς ἐπὶ τούτῳ ἄγοντας, καὶ ὅσα τοιαῦτα. εἶτα ὅτι τούτοις ἐντραφεὶς καὶ ἀγαγέσθαι ἠθέλησα, καὶ ὡς ἔνι μάλιστα σωφροσύνῃ ἐντραφεὶς, ζητήσας γύναιον, καὶ ὅτι συνὼν αὐτῇ μάλιστα πάντων τοὺς νόμους τοὺς περὶ σωφροσύνης ἐδίδασκον, ἔλεγον, οἷον ἡ μοιχεία κακὸν, καὶ ὅσα ἐξ αὐτῆς τοῖς ἀνθρώποις συμβαίνει κακά. καὶ πρόςθες τὸ κατ’ εἶδος, διαφθορᾷ, ἀνατροπῇ τοῦ γένους, ἀμφιβολίᾳ τῶν παίδων, ὁμονοίας ἐναλλαγῇ, καὶ ὅσα τοιαῦτα. εἶτα ὅτι οὐκ οἶδα πῶς ἐξαίφνης ἐθεασάμην τὸ γύναιον ἀποστρεφόμενον, καὶ μηκέτι ὁμοίως μοι συνὸν, μήτε τὴν αὐτὴν ἀποσῶζον διάθεσιν, μήτε πρὸς ἐμὲ, μήτε πρὸς τοὺς παῖδας. καὶ ἔλεγον πολλάκις, μή τι τῶν κατὰ τὴν οἰκίαν λυπεῖ, μὴ δυσχερές τι περὶ τοὺς παῖδας ἀπήντηκεν· εἶτα ταύτην ἠθοποιΐαν ἐκτείνας πρόσθες μετὰ βαρύτητος ἅμα καὶ πάθους ἐξαίφνης εἰςελθὼν, ἀπορῶν ὅθεν ἀηδῶς μοι σύνεστιν ἡ σύνοικος, τῶν πολιτῶν αὐτῇ συνόντα κατέλαβόν τινα, κατέλαβον οἴμοι ἀντ’ ἐμοῦ ἀγαγόμενον ἕτερον. εἶτα ὑπὸ τοῦ θεάματος ὠδίνας τὸν φόνον καὶ τὴν ψυχὴν πρὸς τὴν σφαγὴν παρορμηθεὶς ἐχρησάμην τῷ δεξιῷ, καὶ τῆς συμφορᾶς ἐγίγνετο τὸ συμβὰν χαλεπώτερον, διέδρασκεν ὁ ἐκ τῆς ἐμῆς ἑστίας μοιχὸς, καὶ φυγὴν μετὰ τὸ δρᾶμα τὴν σωτηρίαν ἠσπάζετο, καὶ τοῦτ’ ἦν ἁπάντων τῶν γεγενημένων τὸ χαλεπώτερον.
8.253 μοιχὸς ἀπὸ τῆς ἐμῆς ἑστίας σωζόμενος· κείμενον μὲν ἐπὶ τῷ δράματι γύναιον. ὁ δὲ πρὸ πάντων ὀφείλων δοῦναι δίκην καὶ πρὸ τῆς γυναικὸς ὁπλίσαι τῷ ξίφει τὴν δεξιὰν, οὗτος ἀθῷος ἀπὸ τῆς ἑστίας ἐγίγνετο. τί οὖν ἐπὶ τούτοις ἐγώ; ἐθρήνουν, ἐδάκρυον, ἐζήτουν τὸν μοιχὸν πανταχοῦ· καὶ τὸ γιγνόμενον ἄπορον ἦν, ἄχρις οὗ ὁ δαίμων τὸν πονηρὸν εἰς μέσον παρήγαγε, καὶ τῆς ἐμῆς πεποίηκε τὸ λειπόμενον παρανάλωμα δεξιᾶς. γραψάμενος γὰρ οὗτός με ὁ κατήγορος ἐπὶ τῷ μόνον ἀνῃρηκέναι τὸ γύναιον ὡς δίκαιον, ὡς ἀληθῶς εὐεργέτην ἐπὶ κατηγορίαν καλεῖν ἀναγκάσει στενοχωρεῖν τῷ λόγῳ, ὅτι διεχρησάμην τὸν μοιχὸν ἀποκρίνεσθαι. καὶ πεποίηκεν εἰς τὴν τοῦ μοιχοῦ παραγωγὴν ἀναβάλλεσθαι τὸ δικαστήριον. ὡς οὖν ἦλθεν ἡ κυρία ἡμέρα, κἀκεῖνος, ὁ λυμεὼν τῆς ἐμῆς οἰκίας εἰς μέσον προήγετο, εὐθὺς ἦλθον ἐπὶ τὸ ξίφος, ὥπλισα τὴν δεξιὰν, προςέθηκα τοῖς ἐμαυτοῦ κακοῖς τὸ πάλαι ζητούμενον. καὶ νῦν τοῦ μοιχοῦ κειμένου γραφὴ καὶ δικαστήριον ἐπὶ τῷ φόνῳ, καὶ ὁ πάλαι κατηγορῶν καὶ μεμφόμενος, ὅτι τὸν μοιχὸν οὐκ ἀνῄρηκα, νῦν ὅτι τὸν μοιχὸν διεχρησάμην, ἐγράψατο· εἶτα ἔπαγε εὐθὺς τῇ καταστάσει τὰ παραγραφικὰ, ἀεὶ καὶ διὰ παντὸς καὶ ἀναγκαίως ἐμπίπτοντα. σχεδὸν γὰρ αὕτη ἐστὶ μετάληψις οὐχ ὁλόκληρος. ἂν γὰρ τούτοις ὁ τρόπος προςτεθῇ, κυρίως ἡ μετάληψις γίγνεται· ἐρεῖς οὖν ὅτι οὐκ ὀφείλω κρίνεσθαι, μοιχὸν ἀνελὼν κατεγνωσμένον ὑπὸ τῶν νόμων· ὃν καὶ αὐτὸς ὁ κατήγορος οὐκ ἀρνεῖται μοιχόν· εἶτα φανεροῦ τοῦ ἀδικήματος ὄντος ἐφ’ ᾧ ἀνῄρηκα, καὶ τοῦτο καθομολογησαμένου τοῖς ἅπασιν ὅτι μοιχὸς ἐκεῖνος καὶ πονηρὸς, πῶς ὀφείλω κρίνεσθαι; ΜΕτὰ τὸ παραγραφικὸν θήσεις τὴν μετάληψιν ἐξ ἀντιθέσεως οὖσαν ἀεὶ τοῦ κατηγόρου.
8.254 ἀλλ’ ἔδει, φησὶ, παραχρῆμα, μὴ νῦν ἀνελεῖν. Ἡ Λύσις πρώτη ἐκ διανοίας τοῦ ῥητοῦ· εἴπομεν γὰρ πολλάκις ὅτι ἀναγκαῖόν ἐστι τὸ ῥητὸν ἀεὶ πρώτῃ διανοίᾳ λύεσθαι, εἶτα ταῖς ἐκ τῆς ἀκολουθίας, λέγω δὲ τῶν ἐπιχειρηματικῶν καὶ μετρικῶν λύσεων· οἷον εἰς ἀεὶ δίδωσιν ὁ νόμος, καὶ οὐδαμοῦ διώρισεν, πότε δεῖ ἀναιρεῖν καὶ πότε μὴ, καὶ ὅτι εἰ εἶχέ τινα τοῦτο παρὰ τῷ νομοθέτῃ παρατήρησιν, προςέγραψεν ἄν. νῦν δὲ τὸ ἀεὶ καὶ διὰ παντὸς δεῖν ἀναιρεῖν τὸν μοιχὸν ἐπιστάμενος, οὐδὲ προςέγραψεν, οὐδὲ ἐπεσημήνατο τοιοῦτον οὐδέν. ἀλλὰ ἁπλῶς εἶπεν ἀναιρεῖσθαι τὸν μοιχὸν, καὶ δικαίως· οὐδὲ γὰρ ὁ ἅπαξ ἐγχειρίσας τοιούτῳ τινὶ, οὗτος χρόνου παρελθόντος τινὸς οὐκ ἔτ’ ἐστὶν πονηρός· καὶ ὅτι φονεὺς καὶ τυμβωρύχος, ἂν μὴ νῦν κολασθῇ, οὐκ ἔτι ὑπεύθυνός ἐστι τῇ τιμωρίᾳ, ἢ οὐκ ἔτι τοιοῦτός ἐστιν οἷος καὶ νομίζεται. ἀλλ’ ἀεὶ καὶ διὰ παντὸς ὁ φονεὺς ἠλλάξατο τοῦτο τῆς ἐπωνυμίας τὸ πρόςρημα καὶ τυμβωρύχος ἀπὸ τοῦ τολμήματος τούτου ἔχει τὴν κλῆσιν ἀκόλουθον. ὥστε εἰ τὸ ὄνομα ἐκ τῆς πράξεως κατ’ αὐτῶν κύριον, καὶ ἡ τιμωρία μετὰ τῶν νόμων κατ’ αὐτῶν κυρία εἶναι ὀφείλει ἀεί· εἶτα λύσεις τοῖς ὁρικοῖς, ὅτι οὐδὲν διαφέρει τότε καὶ νῦν ἀνελεῖν, καὶ ἐπὶ τῆς οἰκίας, καὶ νῦν ἐπὶ τῆς ἀγορᾶς. εἶτα τῷ συλλογισμῷ, ὅτι ἴσον ἐστὶ τὸ χθὲς καὶ πρώην ἀνελεῖν τῷ νῦν διαχρήσασθαι· εἶτα τῷ πηλίκῳ, ὅτι οὐδέν ἐστι τὸ χρόνον ὀλίγον καὶ μίαν ἡμέραν καὶ δευτέραν γενέσθαι ἐν μέσῳ· ἰστέον δὲ ὅτι ταῦτα τὰ ἀπὸ τοῦ ὅρου ἐπιχειρήματα νοήματά ἐστι, καὶ τόποι ἀφορμὴν ἡμῖν διδόντες πρὸς ἐπιχείρησιν. ἐξ ὧν τόπων ὀφείλειν ὁρικῶς προςεπινοεῖν ἐπιχειρήματα· μετὰ τὴν μετάληψιν οὖν τὴν τοῦ κατηγόρον καὶ τὴν λύσιν αὐτῆς τὴν ὁρικὴν ἐρεῖς λοιπὸν τὴν ἀντίθεσιν, τὴν ἀπὸ τῆς συμπλεκομένης στάσεως· ἔφαμεν δὲ πολλάκις ὅτι κατὰ μίαν γίνεται τῶν λογικῶν· ἐνταῦθα οὖν ἐστι κατὰ στοχασμὸν, πότερον ἀληθῶς ἀνῄρηκεν, ἢ οὔ.
8.255 καὶ πότερον οὗτός ἐστιν ἢ οὔ. ΕΡεῖς οὖν στοχαστικῶς τῇ ὕλῃ ἀκολουθῶν τὰς ἀντιθέσεις· οἷον, ἀλλ’ ἔφης ἀνῃρηκέναι, φησὶ, τὸν μοιχόν. καὶ πῶς οὐ τοῦτον ἀνῄρηκας; αὕτη γὰρ κατὰ στοχασμόν ἐστιν ἡ ἀντίθεσις. ζητούντων ἡμῶν τὴν γνώμην τῆς πράξεως καὶ τοῦ λόγου, ὡς ἐπὶ τῶν ἀπὸ γνώμης στοχασμῶν. ΛΥσεις δὲ οὕτως· ψευδόμενος εἶπον, καὶ βουλόμενος αὐτὸν φανερὸν γενέσθαι, καὶ θαῤῥῆσαι αὐτὸν θέλων, ὡς ἀπατωμένου μου καὶ νομίζοντος ἀνῃρῆσθαι· καὶ τὸν μοιχὸν ἀνεπίφθονον δὲ λαμβάνειν τοὺς ἀδικήσαντας, καὶ ζητεῖν ὅπως δήποτε· ἡ γὰρ λύσις πᾶσα ἡ τῆς ἀντιθέσεως ἐκ τούτων καὶ τῶν τοιούτων ἐστί. Μετὰ ταῦτα ἐρεῖς ἄλλην στοχαστικὴν, ἀλλ’ εἰκὸς μὴ τοῦτον εἶναι. Καὶ λύσεις τοῖς στοχαστικοῖς κεφαλαίοις, ὅσοις ἐστὶ δυνατὸν, ἐλέγχων ἀπαιτήσει, ἀντιληπτικῷ, χρώματι. οἷον αὐτὸς ἑαυτοῦ κατεμαρτύρησε, παρελθὼν, φανεὶς, καὶ ἐλθὼν ὡς μοιχός· ἐξὸν δὲ τοὺς τοιούτους τοῖς ἠδικημένοις ἀναιρεῖν· εἶτα τῷ χρώματι, ὅτι ὀργὴ καὶ πάθος τὸν φόνον αὐτοῦ καθάπερ κωμάζοντος καὶ παρόντος εἰς μέσον ἐπὶ τῇ καταφρονήσει τοῦ νόμου, καὶ τὰ τοιαῦτα. ΜΕτὰ ταῦτα πάλιν ἄλλη στοχαστικὴ ἐμπίπτει ἀντίθεσις· ἀλλ’ εἰκὸς μὴ εἰδότα ἐφ’ ᾧ ἤγετο ἀπηντηκέναι. ἢ οὕτως, ἀλλ’ εἰκὸς παρακεκλημένον ἀπηντηκέναι. ΛΥσεις οὖν ὅτι οὐχ οἷόν τε ἦν αὐτὸν ἀγνοεῖν περιφανῶς οὕτω γενομένης τῆς χρήσεως. ἁπάντων εἰδότων τῶν πολιτῶν τήν τε τῶν δικαστῶν κρίσιν, καὶ τὴν ἐμὴν ἀπόκρισιν, καὶ τὴν σὴν ὑπόσχεσιν, καὶ τὴν τῶν δικαζόντων ἀναβολὴν, καὶ ὅτι ἅπαντες μὲν μάλιστα τὰ ἐν δικαστηρίοις πραττόμενα ἴσασι.
8.256 πολλῷ δὲ πλέον ἐὰν παράδοξα ὦσι. σοῦ οὖν ὑποσχομένου, καὶ ἐπαγγειλαμένου τὸν μοιχὸν κομιεῖν, τίς οὐκ ἂν ἐγένετο μετέωρος; τίς τὴν ἡμέραν ἐκείνην τῆς κρίσεως οὐ προσεδέχετο; τίνι δὲ τὸ γεγονὸς οὐ διήγγειλεν; οἶμαι ὅτι καὶ εἰς τὴν ὑπερορίαν ἡ φήμη διέδραμεν, ὅτι ὁ μὲν ἔφη ἀνῃρηκέναι, ὁ δὲ ἐπηγγείλατο τὸν μοιχὸν κομιεῖν. καὶ ὅτι καθάπερ τι τέρας ἅπαντες ἐνόμιζον εἶναι τὸν λόγον. καὶ ὅτι καθάπερ τι τῶν παραδόξων θεαμάτων ἰδεῖν ἅπαντες ἤλπισαν ἄνθρωποι· καὶ τὰ τοιαῦτα. ΜΕτὰ ταῦτα πεσεῖται ἄλλη ἀντίθεσις ἐκ τῆς πιθανῆς ἀπολογίας τοιαύτη. ἀλλ’ οὐκ ἀνῆλθε, φησὶν, εἰ ἑαυτῷ συνῄδει μοιχεύσαντι. ΛΥσις, ὅτι οἱ θεοὶ ἤγαγον, καὶ οἱ θεοὶ πεποιήκασι συμφέρον μοι συνιδεῖν. καὶ καθόλου λύσεις αὐτὴν ὡς πιθανὴν ἀπολογίαν. ταύτην μὲν οὖν τὴν ἀντίθεσιν τὴν ἐκ τῆς πιθανῆς ἀπολογίας λεκτέον. ΕΚείνην δὲ θήσεις τὴν μεταληπτικήν· ἀλλ’ ἔδει γνῶναι, τί κρίνουσιν οἱ δικασταὶ, καὶ γὰρ ἀναγκαῖά ἐστι καὶ ἐμπίπτει. ΛΥσεις· ὀργὴ, ἀγανάκτησις, τὸ θεάσασθαι τὸν μοιχὸν παρώξυνέ με καὶ τὰ τοιαῦτα. Ἐπίλογοί εἰσι παθητικώτατοι· καὶ ὅτι τηρήσατε τοὺς νόμους. δείξατε ὅτι διαφυγὼν μοιχὸς οὐκ ἔστιν ἀθῷος· ἀλλὰ καὶ φανεὶς δώσει τιμωρίαν· καὶ ὅτι συμβαίνει δόντος τοῦ κοινοῦ τὴν τιμωρίαν, σωφροσύνη κατὰ τὴν πόλιν, τῶν νόμων φυλακὴ, καὶ ὁ τῆς δημοκρατίας θεσμὸς μὴ καταλυόμενος καὶ ὅτι συμβήσεται τἀναντία, ἐὰν καταψηφισάμενοί μου δείξητε, ὅτι οὐκ ἐξόν ἐστι τὸν μοιχὸν ἀναιρεῖν. εἶτα διατύπωσις τοῦ πάθους καὶ τῆς μοιχείας· καὶ ὅτι ἕκαστος ὑμῶν ἔχει σύνοικον, καὶ ὅτι ὡς ἑαυτοῖς δικάζοντες κάθησθε.
8.257 ἄδηλον μήτις, ὅπερ ἀπείη, καὶ καθ’ ὑμῶν γενήσεται πονηρός. καὶ παροξύνει διόλου πρὸς τὴν τιμωρίαν τοὺς δικαστὰς, καὶ τὰ τοιαῦτα. ΕΚ ΤΟΥ ΕΝΑΝΤΙΟΥ Ο ΚΑΤΗΓΟΡΟΣ. Ἡ κατάστασις ἡ τοῦ κατηγόρου πολλῆς ἐστιν οἰκονομίας μεστή. ἐπειδὴ γὰρ ὁ μοιχὸς παρελήλυθεν εἰς μέσον, καὶ τοῦτό ἐστι πρόδηλον, χρήσεται ὡς σφόδρα ἰσχυροῖς τοῖς τοῦ φεύγοντος λόγοις, ὅτι αὐτὸς εἶπεν ἀνῃρηκέναι τὸν μοιχὸν, καὶ τοῖς τοιούτοις. ἐρεῖς οὖν· ἐπειδὴ γάρ τις ἐθρυλλεῖτο γεγενῆσθαι μοιχεία κατὰ τὴν πόλιν, καὶ περιβόητον ἦν τὸ δεινὸν, τοῦ μὲν ἀνδρὸς εὑρηκότος, φασὶ, τὸν τὴν οἰκίαν διορύξαντα, τῆς δὲ γυναικὸς, ὑπὸ τούτῳ κειμένης, ἐπῄνουν τὸν νόμον, ἐθαύμαζον τὴν πολιτείαν ὅτι κατ’ ἀμφοτέρων μίαν τιμωρίαν ἐνομοθέτησε· καὶ δι’ ἑνὸς καιροῦ πίπτουσιν ἄμφω, ὅ τ’ ἐπείξας διαφθαρῆναι τὸ γύναιον, καὶ ἡ ταύτην ἑλομένη τὴν ἐγχείρησιν. ἐπὶ τούτοις ἠρώτων, ἐζήτουν, εἰ μετὰ τῆς γυναικὸς ὁ μοιχὸς συνανῄρηται. καὶ κατὰ τὸν νόμον ἀμφότεροι τὴν σφαγὴν μετὰ τὴν μοιχείαν κατέλαβον. ὡς δὲ κείμενον μὲν εἶδον τὸ γύναιον, τὸν δὲ μοιχὸν ἀφανῆ, ἐβόων, ἐλοιδορούμην τῷ δράσαντι· ὅτι πῆ μὲν τὸν νόμον ἐκύρωσε, πῆ δὲ παρέβη τὰ γράμματα. καὶ πῆ μὲν οἶδεν ὁπλίσαι τὴν δεξιὰν, πῆ δὲ τὴν καιρίαν κατώκνησεν. ἔφασκον τοιγαροῦν ὅτι προσῆκον, ἢ μηδένα πεσεῖν, ἢ διαχρήσασθαι μετὰ τῆς ὑπηρετησαμένης τὸν δράσαντα. ὡς δὲ τούτων ἦν πλέον τῶν λόγων οὐδὲν, ἀλλ’ ἀνῄρητο μὲν ἡ γυνὴ, ὁ δὲ μοιχὸς ἦν ἐκποδὼν, ἦλθον ἐπὶ τοὺς νόμους καὶ γραφὴν πεποίημαι τὸ γενόμενον. ὁ δὲ παρελθὼν καὶ διὰ τοῦτο κρινόμενος ἔφη σαφῶς οὐ συνανῃρηκέναι τῇ γυναικὶ τὸν μοιχεύσαντα, καὶ κατ’ ἀμφοῖν μίαν ἐνηνοχέναι πληγήν.
8.258 ὡς δὲ τὸν λόγον ἐθαύμασα, καὶ δοκιμάσαι τὴν ἀλήθειαν ἔγνωκα, σώζεσθαι τὸν μοιχὸν ἐβόων, ὡς δυνατὸν εἰς μέσον ἐστί. καὶ τούτων ὑμεῖς ἀκούοντες τῶν λόγων, εἰδότες αὐτοὶ καὶ τοῦ γνῶναι εἰ ἀληθῶς ἀνῄρηται μετὰ τοῦτον τὸν λόγον τὴν κρίσιν ἀνεβάλεσθε. ὡς δὲ κατὰ τὴν κυρίαν συνὼν ὤφθη ἑτέρῳ τινὶ, οὐ γὰρ οἶδα σαφῶς εἰ τοῦτον εἶχεν ἡ γυνὴ τὸν μοιχὸν, ὥρμησεν ἐξαίφνης, ἥρπασε κατὰ τοῦ πολίτου τὸ ξίφος, ἐχρήσατο κατὰ τοῦ ἀνδρός· ὦσε, φησὶ, κατὰ τοῦ μοιχοῦ τῇ δεξιᾷ. ἐπὶ τούτοις ἡ κρίσις, ἐπὶ τούτοις τὸ δικαστήριον, ὅτι κατὰ μέσην τὴν πόλιν εἷς ἐξ ὑμῶν ἀνῄρηται, καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὴν κατάστασιν θήσεις τὸ παραγραφικὸν ἐξ ἀντιθέσεως, ὅπερ τοῦ φεύγοντος προηγούμενον ἦν. οἷον, ἀλλ’ οὐκ ὀφείλω κρίνεσθαι μοιχὸν ἀνελών. Ἡ Λύσις γίνεται τῇ μεταλήψει, τοῖς ὁρικοῖς, τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὅτι ἔφησεν ἀνῃρηκέναι, καὶ παρελθὼν πρὸς τὸ δικαστήριον παρόντων τῶν πολιτῶν, διεβεβαίους καὶ ἔφασκες συνανῃρῆσθαι τῷ γυναίῳ τὸν φθείραντα. ἔπειτα καὶ εἰ μοιχὸς ἦν, τότε σε ἔδει ἀναιρεῖν, καὶ μὴ νῦν, ὅτε μετὰ τῆς γυναικὸς ὤφθη συνανακείμενος, ὅτε παρὰ τοὺς νόμους ἐπεχείρει τοῖς πράγμασιν, ὅτε καὶ τὴν γυναῖκα ἀνῄρηκας· τοιγαροῦν οὐδεὶς αἰτιᾶται, ὅτι τὴν γυναῖκα ἀνῄρηκας, ἀλλ’ ὅτι τότε τὸν μοιχὸν οὐκ ἀνελὼν, ἀλλὰ, φῂς, νῦν ἐχρήσω τῷ φόνῳ. ὥσπερ εἰ τότε ἀφεὶς τὸ γύναιον καὶ παρὰ τὴν πρᾶξιν καὶ τὴν ὀργὴν συνεχώρησας σώζεσθαι, μετὰ ταῦτα καὶ ὕστερον αὐτὸ ἀνῃρήκεις, ἐκρίνομέν σε ὡς παρανόμως τολμήσαντα, οὕτως ἐπειδὴ τότε, ὅτε καὶ οἱ νόμοι διδόασι, τὸν μοιχὸν οὐκ ἀνῄρηκας, νῦν ἀνελὼν ὑπεύθυνος εἶ τῷ γράμματι· εἶτα λῦσον εὐθὺς αὐτοῦ τὴν τοῦ νόμου διάνοιαν· οὐ γὰρ ἁπλῶς εἶπε δεῖν τὸν μοιχὸν ἀναιρεῖν, ἀλλ’ ὅτε ἐκ τῆς πράξεως ταύτην ἔχει τὴν πρόςρησιν· εἰ μὲν οὖν ὡς σὺ φῂς τότε αὐτὸν ἀνῄρηκας, τί νῦν κατ’ αὐτοῦ τετόλμηκας; εἰ δὲ τότε ὅτε ἡ πρᾶξις ἦν ἐν χερσὶν, ὅτε ἡ θέα πρὸς ὀργὴν ἐκίνει πρὸς τὴν σφαγὴν, οὐκ ἀνῄρηκας, οὐδὲ νῦν αὐτὸν ὤφειλες ἀνελεῖν, ὅτε καιρὸς, μᾶλλον δὲ σὺ τούτῳ ἐδεδώκεις τὴν ἄδειαν· εἶτα τοῖς ὁρικοῖς· δῆλον γὰρ ὡς ἕτερον ἦν τότε ἀνελεῖν τὸν μοιχὸν, ἕτερον δὲ τὸ νῦν· καὶ ὅτι ὁ καιρὸς πολλὴν ἐν μέσῳ πεποίηκε τὴν διαφοράν.
8.259 καὶ ὅτι ἁπλῶς αὐτὸν ὄντα ἐπὶ τῆς ἀγορᾶς ἀνῄρηκας τότε ὅτε ἀνῄρεις οὐκ ὄντα μοιχόν· ἡ γὰρ πρᾶξις δίδωσι τὴν προσηγορίαν τῷ δράσαντι. τῆς δὲ πράξεως οὐκ οὔσης, συναφανίζεται καὶ ἡ φύσις τολμήματι, καὶ τὰ τοιαῦτα. ΕΙΤΑ συλλογισμῷ, ὅτι οὐδὲν ἴσον ἐστὶ τότε καὶ νῦν ἀνελεῖν· τότε μὲν δὴ ἡ ὀργὴ, τὸ πάθος, ἡ συμφορὰ, τὸ ἔνδον ληφθῆναι ἐπὶ τῆς οἰκίας ἐποίει τὴν ἀναίρεσιν· νῦν δὲ ἐπὶ τῆς ἀγορᾶς μεθ’ ὁμολογίαν καὶ κρίσιν, μετὰ τὸ εἰπεῖν ἀνῃρῆσθαι τὸν αὐτὸν μοιχὸν, λελυμένης τῆς ὀργῆς, πεπαυμένου τοῦ πάθους, τὴν πληγὴν ἐπήνεγκας. ΕΙΤΑ τῷ πηλίκῳ. εἶτα τοῦτον τούτων πεπραγμένων τὸν τρόπον, πῶς οὐ δεινὸν τὸ ἐγχείρημα, πῶς οὐκ ἀνόσιον τὸ πραχθὲν, καὶ μηδεμίαν ὑπερβαῖνον ὑπερβολήν; καὶ ἁπλῶς ὅλοις ἐξελεύσῃ τοῖς τοῦ πηλίκου τρόποις. ΜΕΤΑ τὴν λύσιν τοῦ παραγραφικοῦ ἐρεῖς, ἀλλὰ προτρεπόμενος εἶπον, ἵνα φανῇ ἡ λύσις. καίτοι πῶς οὐκ ἄτοπον καὶ πάσης μανίας γέμον καὶ παραχρῆμα τιμωρίας ἄξιον τὸ λέγειν ἐψεῦσθαι τοὺς δικαστὰς, καὶ συκοφαντίας ψήφῳ καθ’ ἑαυτοῦ φέροντα ἑστάναι.
8.260 εἶτα ὅτι εἰ τότε ἐψεύσω, πόθεν δῆλον, εἰ νῦν ἀληθεύεις; εἰκὸς γὰρ καὶ νῦν ψεύδεσθαί σε. οὐ γὰρ μοιχὸν ἀνῄρηκας, ἀλλ’ ἁπλῶς ἄνθρωπον. πόθεν δῆλον, εἰ οὗτος μοιχός· ἔπειτα οὐ προςῆκεν ὡς αὐτὸς βούλεται διαπαίζειν τὸ δικαστήριον, καὶ ἀληθῶς καταλύειν τοὺς νόμους. καὶ ὥσπερ τινὶ τῶν θεῶν, οὕτω πιστεύειν λέγοντι· καὶ παραχωρεῖν μὲν ψευσαμένῳ, καὶ συντίθεσθαι τούτῳ, ὡς ἀληθῶς τοὺς δικάζοντας ἠπάτησε. νῦν δὲ ἀνελόντι πιστεύειν καὶ συγχωρεῖν τὴν αἵρεσιν· εἶτα ὅσα ἐκ τούτου ἐπιχειρήματα δυνατὸν ἀνευρεῖν. ΑΛΛ’ αὐτὸς αὐτοῦ, φησὶ, τῇ παρουσίᾳ κατεμαρτύρησεν. Ἡ Λύσις ὁμοίως στοχαστικὴ τοῖς ἐμπίπτουσι πρώτοις τόποις ἐκ τῆς τῶν ἐλέγχων ἀπαιτήσεως. οἷον, οὐκ εἴ τις πάρεστιν ἁπλῶς, οὗτος ὡς μοιχὸς πάρεστιν. οὐδὲ εἴ τις συνακολουθεῖ τινι εἰς δικαστήριον, οὗτος ὡς δράσας παρέρχεται. εἰκὸς γὰρ αὐτὸν καὶ ἀγνοοῦντα ἐληλυθέναι καὶ μὴ γινώσκοντα εἰς ὅ τι καὶ πάρεστιν, ἀλλ’ ἁπλῶς ἀπηντηκέναι. τοῦτο δὲ οὐδεμίαν τινὶ φέρει κατάγνωσιν· εἶτα κατασκευάσεις τοῦτο παραδείγμασιν, ὅτι πολλοὶ ἀγνοοῦντες καὶ φίλοις ἀγνοοῦσιν ἀδικοῦσι συνέρχονται. ἆρ’ οὖν ἐπειδὴ ἠγνόησαν, εἰδότες εἰσὶν ὃ ἔπραττον, καὶ ὅτι ἀγνοοῦντες πολλοὶ καὶ εἰς οἰκίας ἀλλοτρίας εἰσίασι, καὶ εἰς τόπους ἀλλοτρίους. καὶ πολλά ἐστιν εἰπεῖν ἃ κατὰ ἄγνοιαν ἄνθρωποι σφάλλονται. εἶτα ἐρεῖς συγγνωμονικῶς τὸ πάλαι ῥηθέν· ὅτι φύσει σύμπαντες ἄνθρωποι εἰώθασιν ἐλάσσονα μὲν κατορθοῦν, πλείονα δὲ σφάλλεσθαι. εἶτα προςθήσεις τούτοις ἐκ τῆς πιθανῆς ἀπολογίας τὴν λύσιν, ὅτι εἰ συνῄδει ἑαυτῷ μοιχῷ ὄντι, οὐκ ἂν ἀπήντησεν, οὐκ ἂν ἦλθεν εἰς δικαστήριον· τίς γὰρ οὕτως ἄφρων ἢ ἠλίθιός ἐστιν, ὃς ἅπαξ ἐκφυγὼν τὴν σφαγὴν ἑαυτὸν εἰς προὖπτον φέρει κακόν.
8.261 καὶ ὅτι πάντως εἰδὼς, πάντως πείσεσθαί τι κακὸν εἰ φανείη, οὐκ ἂν ἦλθεν· εἰ μὲν γὰρ ὅτι ἐλθὼν εἰς τὸ δικαστήριον τῷ ἀνδρὶ τῆς γυναικὸς οὐ συντεύξεται· καὶ οὕτως μὲν ἄτοπον. ὅμως δὲ ἔχει τινὰ τὸ ἑλέσθαι ἐλθεῖν. ἐπεὶ δὲ ἀναγκαίως ἦν τὸ σοὶ ὀφθῆναι, καὶ εἰς χεῖρας αὐτὸν τοῦ μέλλοντος ἀναιρεῖν αὑτὸν ἐμβαλεῖν, δῆλόν ἐστιν ὡς οὐκ ἂν ἠνέσχετο ἐλθεῖν, οὐδ’ ἂν ὤφθη ποτέ· ὥστε πῶς ἀνῄρηκας τοῦτον ὃν πανταχόθεν ὁ λόγος ἐλέγχει μὴ δικαίως ἀνῃρημένον. ΜΕτὰ ταῦτα θήσεις ἀντίθεσιν συγγνωμονικήν· ἀλλ’ ἐπιγνοὺς, φησὶ, τὸν μοιχὸν, πρὸς τὸν φόνον παρώξυμμαι. Ἡ Λύσις μεταληπτική· καίτοι γε μάλιστά σε ταύτῃ πρέπον ἦν ἀναμεῖναι τὴν κρίσιν, καὶ ἐκδέξασθαι τὴν παρὰ τῶν δικαστῶν κατάγνωσιν· καὶ ὅτι οὐχ οἷόν τε ἦν αὐτὸν διαφυγεῖν τὴν δίκην, εἰ ἀληθῶς ὁ μοιχὸς ἦν, ἔνδον ὄντα τοῦ δικαστηρίου καὶ περὶ αὐτοῦ τούτου δικαζόμενον. καὶ ὅτι ἅπαξ αὐτοῦ διαφυγόντος, ἔδει γενέσθαι μετὰ κρίσεως τὴν σφαγήν. ΜΕτὰ ταῦτα θήσεις τοὺς ἐπιλόγους, ἔχοντας καταδρομὴν τοῦ ἀνελόντος μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ ὅτι πάντα δεῖ τηρεῖν τοὺς δικαστὰς, κἂν ἡ τύχη ἡμῶν τὴν ἐξουσίαν ἀνέληται μὴ φιλονεικεῖν ἐναντία τῶν νόμων, ἀλλ’ ἐφ’ ὑμᾶς ἄγειν τὴν κρίσιν, καὶ παρ’ ὑμῶν τὴν τιμωρίαν ἐκδέχεσθαι, καὶ ζητεῖν ὅπως ὁ μοιχεύσας ἀσφαλέστερον παράσχοι τὴν δίκην· νῦν δὲ καθάπερ ἐν τυραννίδι ὁρώντων δικαζόντων ὑμῶν τετόλμηκεν, αὐτὸν κύριον καταστήσας φόνου. καίτοι πῶς οὐκ ἄτοπον τούτοις συγχωρεῖν τοῖς τολμήμασι, καὶ δημοκρατίας προσχήματος, καὶ τὰ τοιαῦτα. Ἄχειρ ἀριστεὺς προςέταξε τῷ παιδὶ μοιχὸν ἀνελεῖν. ἀνεῖλεν ὁ παῖς καὶ κρίνεται φόνου. Ἡ τοῦ παιδὸς κατάστασις ἔχει τὴν εὔνοιαν τὴν περὶ τὸν πατέρα, καὶ τὴν παρ’ αὐτοῦ παίδευσιν· καὶ ὅτι πολλῆς ἦν ἀμοιβῆς ἄξιος.
8.262 εἶτα τὸν πόλεμον καὶ τὴν ἀλήθειαν φιλοτίμως· καὶ ὅτι ἄχειρ ἦλθεν ὑπὲρ ὑμῶν, ὑπὲρ τῶν νόμων τὰς αὐτοῦ χεῖρας ἀφεὶς, ἵνα παῖς μὴ ὑβρισθῇ, μηδὲ γυνὴ διαφθαρῇ, ἵνα μὴ δουλεύσῃ ἡ πόλις. εἶτα ὅτι συνῆν τῇ μητρὶ μετὰ πολλῆς εὐνοίας, μετὰ πολλῆς σωφροσύνης, ἄλλην τινὰ γυναῖκα οὐκ εἰδὼς, ἢ τὴν ἐμὴν μητέρα. εἶτα ὅτι ταῦτα ἡ μήτηρ οὐκ εἶδεν, οὐκ ἐμιμήσατο, οὐκ ἐζήλωσεν, ἀλλ’ ἕτερόν τινα τοῦ πατρὸς προετίμησε. καὶ αἱ πρὸς τοῦτο ἠθοποιΐαι. καὶ ὅτι ἐλήφθη ὁ μοιχός· καὶ οὐκ ἔχων ὁ πατὴρ χρήσασθαι ταῖς ἑαυτοῦ χερσὶ προςέταξέ μοι ἀνελεῖν, καὶ ἀνεῖλον κατὰ τὸν νόμον. εἶτα ἐπισύναψον τῇ καταστάσει τὰ παραγραφικὰ, ὅτι ἄτοπον ὑπὲρ μοιχοῦ κρίνεσθαι οὕτω παρανόμως βιώσαντος, λυμηναμένου οἰκίαν τοιαύτην, καὶ ὅτι προκατεγνωσμένου ὑπὸ τῶν νόμων καὶ διαφθείραντος τὴν μητέρα, καὶ τοὺς τῆς φύσεως ἀνελόντος θεσμοὺς, καὶ τὰ τοιαῦτα. Εἶτα θήσεις ἐξ ἀντιθέσεως τὴν μετάληψιν. ἀλλ’ οὐ σοὶ, φησὶν, ὁ νόμος δίδωσιν ἀναιρεῖν. ΛΥσεις πρῶτον τῇ διανοίᾳ. ἔφαμεν γὰρ πολλάκις ὅτι πᾶν ῥητὸν τῇ διανοίᾳ λύεται. ὁ νόμος ὁ τὸν μοιχὸν εἰπὼν ἀναιρεῖν οὐ διῄρηκεν, πότερον ὑπὸ τοῦδε, ἢ ὑπὸ τοῦδε δεῖν ἀναιρεῖσθαι, ἀλλ’ ἁπλῶς εἶπεν ἀναιρεῖν. εἰ γάρ τις ἦν τοιαύτη διαφορὰ, ἐπεσημήνατο ἄν. νῦν δὲ μηδὲν διορισάμενος ἅπασι δέδωκεν ἀναιρεῖν. εἶτα τοῖς ὁρικοῖς. τί γὰρ διαφέρει τὸν πατέρα ἢ ἐμὲ ἀνελεῖν, ἅπαξ εἰπόντος τοῦ νόμου τὸν μοιχὸν ἀναιρεῖν· καὶ συστήσεις τοῦτο παραδείγμασιν. ὥσπερ ἂν εἰ ναύκληρόν τις δεξάμενος ἕτερος ἀκούων παρ’ αὐτοῦ διευθύναι τὴν ναῦν, εἶτα ἐκεῖνος μὴ εὐθύνοντα τὴν ναῦν κρίνοι τὸν ἄνθρωπον. ἢ ἰατρὸς καιρὸν οὐκ ἄγων πρὸς τὴν θεραπείαν τῷδε ἢ τῷδε ἰάσασθαι τὸ πάθος προςτάξειεν, εἶτ’ ἐκεῖνος λέγοι, οὐ παρὰ σοῦ μοι προςῆκον ἦν, ἀλλὰ παρὰ τοῦ ἰατροῦ γενέσθαι τὴν ἐπιμέλειαν, ταὐτὸν τοίνυν τοῦτο κἀνταῦθα.
8.263 τί διαφέρει πότερον ὁ πατὴρ ἢ ἐγὼ τὸν πονηρὸν ἀνῄρηκα; εἶτα τῷ συλλογισμῷ, ὅτι ταὐτόν ἐστιν, καὶ ὑπ’ ἐμοῦ καὶ ὑπὸ τοῦ πατρὸς ἀναιρεθῆναι· τὸ γὰρ τέλος ὁρᾷν δεῖ, καὶ μὴ ζητεῖν τὴν ἀρχήν. καὶ τοῦτο αὐτὸ σύστησον ἐκ τῶν παραδειγμάτων. ἆρα ἂν ἡ πόλις τὸ ἢ τὸ προςτάξειέ τινι ποιῆσαι; εἶτα ἐκεῖνος προςτάξειέ τινι τῶν ἐν χερσὶν, ἆρ’ ὑπεύθυνός ἐστι τῇ πόλει ὡς παρακούσας τοῦ προςτάγματος; οὐδαμῶς· τὸ γὰρ τέλος ὁρῶσα οὐ ζητεῖ τὸν τρόπον τοῦ κατορθώματος· εἶτα ἡ πηλικότης· ὅτι οὐδὲν ἄτοπόν ἐστι τοῦτο τὸ ὑπ’ ἐμοῦ ἀναιρεθῆναι τὸν μοιχόν· οὐδὲ, ὥς φησιν ὁ κατήγορος, δεινὸν καὶ ὑπερβάλλον. εἶτα τῷ ἀντεγκλήματι, ὅτι καὶ ἄξιος ἦν· ἡ γὰρ μεταχείρισις οὕτω σοι γενήσεται· ἔδει γὰρ κατὰ τὴν ἀξίαν αὐτὸν δοῦναι καὶ δίκην, καὶ τὰ τοιαῦτα. εἶτα ἐρεῖς καὶ τὸ τοῦ παιδός· ὅτι ἔδει πεισθῆναι τῷ πατρί. καὶ κατασκευάσεις τοῦτο ἐκ τοῦ πάθους, ἐκ τῆς συμφορᾶς, ἐκ τοῦ πᾶσι τὴν σωφροσύνην φυλάξαντα ἐπὶ τῆς οἰκίας μόνος μὴ εὑρεῖν ταύτην φυλαττομένην. εἶθ’ ὅτι ἐγκελευομένου τοῦ πατρὸς ὀργίζοντος, φλεγμαίνοντος, ὠδίνοντος καθάπερ ἐν πολέμῳ τὸν φόνον, τί ἔδει ποιῆσαι; οὐχὶ πεισθῆναι τῷ πατρὶ, οὐδὲ ποιῆσαι τὸ κελευόμενον; οὐχὶ πρὸς τὴν χρείαν ὑπηρετήσασθαι; ἀλλ’ ἔδει ἀπιθῆσαι, ἀναχωρῆσαι, ἐᾶσαι τὸν φύσαντα, ἐᾶσαι τοιαύτην κατὰ τῆς ἑστίας παρανομίαν, ἀφεῖναι μοιχὸν ἐπ’ αὐτοῖς τοῖς τοῦ πατρὸς ὀφθαλμοῖς, ἑστῶτος τοῦ πατρὸς ἐᾶσαι ἀθῷον, ἀπαθῆ τῆς οἰκίας τὸν πονηρευσάμενον, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα ἐμπεσεῖται ἀντίθεσις παρὰ τοῦ κατηγόρου. ἀλλ’ ἔδει, φησὶ, προτιμῆσαι τὸν νόμον.
8.264 Ἡ Λύσις. ὅτι ἄχειρ ἦν ὁ πατὴρ, καὶ πῶς οἷόν τε προτιμῆσαι τῶν νόμων· εἰ γὰρ σωζομένης αὐτῷ τῆς δεξιᾶς, αὐτὸς ἑκὼν ἐπὶ ταύτην ἀπήντηκα τὴν ἐγχείρησιν, εἰκότως ὑπὸ σοῦ τοῦτ’ ἔχω τὸ ἔγκλημα· εἰ δὲ ἀδυνατοῦντος τοῦ πατρὸς, αὐτὸς ὑπηρετησάμην τῷ φύσαντι, ἀνθ’ ὅτου τοῦτ’ ἔχω τὸ ἔγκλημα· εἶτα ἐρεῖς, ὅτι μηδεὶς μηδὲ μιᾶς οὔσης ἀνάγκης βούλεται ἐναγὴς εἶναι, οὐδὲ λύθρῳ πληροῦν τὴν δεξιὰν, οὔτε ὡς ἔτυχεν ἐμβαλεῖν ἑαυτὸν εἰς τὸν φόνον, οὐδ’ ἐναγὴς εἶναι δοκεῖν· ἀλλ’ ἂν μὲν ἀνάγκη τις ἦν, οὐκ ἔγκλημα τὸ πραττόμενον· ἂν δὲ ἑκών τις ἑαυτὸν ἐπιφέρῃ τοῖς μὴ προςήκουσιν, ἀδίκημα τὸ γιγνόμενον· εἶθ’ ὅτι ἄτοπον δι’ ὑμᾶς αὐτοὺς ἀφαιρεθέντα τῶν χειρῶν, καὶ διὰ τὴν ὑμετέραν εὔνοιαν ὑπερασπίσαντα κοινῇ τοῦ δήμου παντὸς μὴ τυχεῖν αὐτὸν καὶ παρ’ ἐμοῦ τῆς τοιαύτης ἐπικουρίας. ΕΞῆς θήσεις καὶ ἄλλην μεταληπτικὴν ἀντίθεσιν ἐκ τοῦ κατηγόρου· ἄλλ’ ἔδει φρουρῆσαι, φησὶ, τὸν μοιχόν. ΛΥσεις· ὅτι ἄτοπον ἦν, τοῦ νόμου εἰπόντος ἀναιρεῖν, φρουρεῖν· ἡ δὲ κυριωτάτη λύσις ἐστὶ συγγνωμονική· ὅτι ὠργίσθη, παρωξύνθη, ἅμα τὴν θέαν, τὴν σφαγὴν ὤδινε, καὶ τὰ τοιαῦτα. ΕΠίλογος κοινός. ΕΚ ΤΟΥ ΕΝΑΝΤΙΟΥ Ο ΚΑΤΗΓΟΡΟΣ. Ἡ κατηγόρου κατάστασις καθαίρεσιν τῆς ἀριστείας, καὶ τῆς νίκης ἀναφορὰν εἰς τὴν τύχην, καὶ μετρίαν ἀπολογίαν ὑπὲρ τοῦ μοιχοῦ ἐν διασυρμῷ· οἷον ἐπειδὴ γὰρ ἡ τῆς πόλεως τύχη πανταχοῦ τηρεῖ τὴν πόλιν ἀπὸ τῶν πολεμίων ἀπήμαντον, καὶ τῆς πολιτείας μετὰ τοῦ δήμου ποιεῖται τὴν πρόνοιαν, καὶ μανέντων τῶν ἐχθρῶν καθ’ ἡμῶν καὶ πολιορκήσας ἅπας ὁ δῆμος ἐξαναστὰς, καὶ προαπαντήσας ταῖς φάλαγξι, τοῖς φόνοις, τῇ δίκῃ τῶν τροπαίων, πρὸς σωφρονισμὸν ἀπέστρεφεν· ἐν ᾧ τροπαίῳ πάντων ἡμῶν κατὰ τὸ δυνατὸν ἐπαμυνόντων τῇ πόλει, μόνος οὗτος τὴν ἀριστείαν θρυλλεῖ.
8.265 μόνος τὸ δι’ ἡμᾶς τῶν χειρῶν ἀφῃρῆσθαι προβάλλεται· καὶ οὐ τοῦτό φησιν ὅτι τὴν ἀριστείαν ἐψεύσατο, ἀλλ’ ὅτι βούλεται μόνου τυγχάνειν τὸ τρόπαιον, ἁπάντων ἡμῶν στρατευσαμένων, φανέντων μετὰ τῶν ὅπλων, δειξάντων μετὰ τῶν ὅπλων κατὰ τὴν μάχην κοινὴν τῆς πόλεως τύχην· ἀλλ’ ἵνα μὴ δοκῶ φθόνῳ τινὶ διασύρειν τὸ τῆς ἀριστείας κατόρθωμα, σιωπῶ τὰ λοιπὰ, ἀφίημι τοῦτον μόνον ὡς ἀληθῶς τῆς ἐλευθερίας προστάτην· τί οὖν μετὰ τὴν μάχην, μετὰ τὴν ἀριστείαν, μετὰ τὸ κοινὸν τῆς πόλεως τρόπαιον μοιχὸν εἰληφέναι φησὶν, ὥσπερ ἀπὸ τῆς μάχης ἐπανελθὼν, ἵνα τοῦτον ἐπὶ τῆς ἑστίας θηράσῃ· λαβὼν οὖν, ὥς φησι, διαφθείραντα κατὰ τὴν οἰκίαν τὸ γύναιον τὸν νόμον εἰδὼς τὸ κοινὸν τῆς πόλεως πρόςταγμα, ὥσπερ ἐν ἐξουσίᾳ καὶ τυραννίδι τῷ παιδὶ προςέταξεν ἀναιρεῖν· καὶ τρόπον οὐδένα νομίσας πρὸς τὴν τιμωρίαν αὐτῷ νομικώτερον ἀντὶ δημίου τὸν παῖδα, ἀντὶ τῆς αὐτοῦ δεξιᾶς τῷ παιδὶ παρεστήσατο· καὶ τὸν νόμον ἐῤῥῶσθαι πολλὰ φράσας τῷ γράμματι μόνου τοῦ φόνου γεγένηται· εἶτα δικαστηρίων τανῦν συγκροτουμένων καὶ νόμων, καὶ τῆς παρανομίας οὕτως ἐκδήλου οὔσης τοῖς ἅπασιν, οὐκ ὀφείλω, φησὶν, ὁ παῖς κρίνεσθαι, μοιχὸν ἀνελών· μετὰ γὰρ τὴν κατάστασιν ἐπάγεις τὸ παραγραφικόν· καὶ λῦσον τῇ μεταλήψει καὶ τοῖς ὁρικοῖς, ὥσπερ ἡμῶν τοῦτο ἐγκαλούντων, ὅτι καὶ μοιχὸς τυγχάνων ἀνῄρηται· ἀλλ’ οὐχὶ μὴ προςῆκον αὐτῷ ὁπλίσαι τῷ ξίφει τὴν δεξιὰν αὐτὸς τὸν φόνον τετόλμηκεν· μὴ γὰρ ζητῶ τὴν ἀναίρεσιν· μὴ γὰρ τὸν φόνον ὀδύρομαι· ἐγκαλῶ σοι τανῦν ὑπηρετησαμένῳ τῷ δράματι· διακονίαν ἣν ἐποιήσω μέμφομαι· κατὰ σοῦ γραφὴν τὴν τοιαύτην ὑπηρεσίαν ἐμποιῶ· εἶτα ἔπαγε καὶ τὴν λύσιν τῆς διανοίας αὐτοῦ· ὁ γὰρ παῖς λέγει, πᾶσι δέδωκεν ἀναιρεῖν ὁ νόμος τῷ εἰπεῖν, τὸν μοιχὸν δεῖ ἀναιρεῖν· εἰ μὲν γὰρ αὐτὸς ἦν ὁ παθὼν, καλῶς ἐβόα τὸν νόμον, καλῶς ὑπανεγίνωσκεν ἡμῖν τὰ γράμματα, ὡς ἅπασιν ἀναιρεῖν συγχωρήσαντα· εἰ δὲ μηδὲν αὐτὸς ἠδίκηται, τί τοῦ νόμου πρὸς αὐτὸν οὐκ ἀποτεινομένου τὴν κέλευσιν ἰσχυρίζεται μόνος, οὐ προςηκόντως τῷ δόγματι· εἰ γὰρ ἅπασι δέδοται ἀναιρεῖν, κἀμοὶ καὶ τῷ τυχόντι καὶ ξένῳ πόθεν τοῦτο ποιεῖν συγκεχώρηται; εἰ δὲ τοῦτο κελεύειν τὸν νόμον οὐκ ἂν συγχωρήσειας, τί σαφῶς εἰδὼς τὸ μὴ πᾶσιν ἐξὸν ὑπομεῖναι τετόλμηκας; εἶτα ἔπαγε τὰ ὁρικά· νῦν δὲ τοῦ νόμου τῷ πατρὶ κελεύοντος ἀναιρεῖν καὶ αὐτῷ τῷ παθόντι προςτάττοντος, αὐτὸς, ὦ παῖ, μὴ προςῆκον τῷ φόνῳ διαχρήσασθαι τὸν μοιχὸν οὐ κατώκνησας· καίτοι τίς τοῦτ’ ἀγνοεῖ ὡς ἕτερος σὺ τυγχάνεις· ἄλλος δέ τις ὁ παρασχών σοι τὴν γένεσιν· καὶ διάφορα μὲν τὰ παρὰ τοῦ πατρὸς ἐνεργηθέντα πολλάκις· ἕτερα δὲ τὰ ὑπὸ σοῦ τοῦ παιδὸς μετ’ ἐκεῖνον πραττόμενα· εἶτα τῷ πηλίκῳ· ὅτι καὶ δεινὸν καὶ πολλῆς ἄξιον ἀγανακτήσεως τὸ πραχθὲν, καὶ ὅσα τοιαῦτα.
8.266 ΕΙΤΑ θὲς τὴν ἀντεγκληματικὴν ἀντίθεσιν τὴν παρὰ τοῦ παιδός· ἀλλ’ ἄξιος ἦν, φησὶν, ἀναιρεθῆναι παρ’ ἡμῶν ὁ μοιχός. Ἡ Λύσις κατὰ συνδρομήν· εἶτα τῷ ἔδει προτιμῆσαι τὸν νόμον, ἄξιος τῆς κολάσεως ὁ μοιχὸς φημὶ καὶ αὐτός· ἀλλ’ οὐ τοῦτον ὑπομεῖναι τὸν τρόπον τὴν δίκην· οὐδ’ ὥσπερ ἐπὶ σκηνῆς ἕτερον ἠδικῆσθαι, ἕτερον δὲ τὴν τιμωρίαν παρασχεῖν· καίτοι καὶ εἰ ἄξιος ἦν, προτιμῆσαι μᾶλλον τὸν νόμον ἐχρῆν, μὴ παρακοῦσαι τοῦ γράμματος· φύλαξαι τὴν ἐξουσίαν τῶν νόμων· νῦν δὲ τὸ πρακτέον ἀφεὶς ἐγκαλεῖς ὡς ἀξίῳ τῷ μοιχῷ τοῦτο παθεῖν καὶ κατηγορίαν ἀντ’ ἀπολογίας ποιῇ· καὶ τούτῳ μὲν ἐγκαλούμενος ἀφεὶς ἀλλαχόθεν σαυτῷ πορίζῃ τοὺς λόγους, καὶ τὰ τοιαῦτα· ἀντίθεσις· ἀλλ’ ἔδει, φησὶ, πεισθῆναι τῷ πατρὶ, εἰ μὲν κατὰ νόμους, καλῶς, εἰ δὲ παρὰ τὸ πρέπον, οὐκ εὔλογον· καὶ ὅτι πεισθῆναι ἐχρῆν τοὺς λόγους φυλάσσοντα· καὶ ὅτι οὐχ ἅπαντα δεῖ πείθεσθαι τῷ πατρί· εἰ γὰρ ἅπαντα δεῖ πείθεσθαι, πάντα καὶ ὅσα κελεύουσι ποιεῖν δεῖ· εἰ δὲ τοῦτο ἀληθὲς, κἂν τυραννεῖν ἡμῖν κελεύσωσι, πράξωμεν καὶ παραβῆναι τοὺς νόμους ἀκούσομεν· εἶτα, ὅτι οὐχ ἡ φύσις ἡμᾶς ἀναγκάζει ὑπακούειν τοῖς πατράσιν ἡμῶν καὶ πείθεσθαι, ἀλλὰ τὸ ὀρθὸν, καὶ τὸ συμβουλεύειν αὐτοὺς τὰ προςήκοντα, καὶ τὰ τοιαῦτα· ἐρεῖς γὰρ συγγνωμονικῶς τὰ μὲν, τὰ δὲ παραδειγματικῶς, τὰ δὲ ἐνθυμηματικῶς.
8.267 Ἀλλ’ ἄχειρ, φησὶν, ἦν ὁ πατήρ. ΛΥσεις μεταληπτικῶς· ὅτι ἐχρῆν φυλάττοντα, δεομοῦντα, φυλακὴν ποικίλην ἐπινοοῦντα, καὶ τοῖς τοιούτοις· τί γὰρ οὐκ ἐφρούρεις τὸν ἄνθρωπον; τί δὲ τοῖς ἄρχουσιν οὐ παρεῖχες πρὸς κόλασιν; εἶτα ὅτι ἔδει ἀνενέγκαι τῷ δήμῳ· ἔδει κατηγορῆσαι λέγοντα τὰ καὶ τὰ, ἠθοποιΐαν γὰρ πλάσεις ἐντεῦθεν· εἶτα ὅτι ἢ ἐπέτρεπέ σοι τὸ δικαστήριον ἢ οὔ· εἰ μὲν ἐπέτρεπεν, ἀνῄρεις· εἰ δὲ οὒ, ἀνεύθυνος ἦς μετὰ τοῦ τὸν μοιχὸν δοῦναι τὴν δίκην· εἶτα ὅτι κατὰ πολλοὺς τρόπους δυνατὸν ἦν μὴ παραβῆναι τὸν νόμον, κατηγοροῦντα, γραφόμενον, συνόντα, δεσμοῦντα, φυλάττοντα, καὶ τὰ τοιαῦτα. ΕΠίλογος μετὰ ταῦτα κατὰ τοῦ παιδὸς, ὡς παραβάντος τοὺς νόμους καὶ σωφρονισθῆναι ὀφείλοντος· ἡ παραγραφικὴ ἓν μὲν ἔχει τὸ κύριον ὄνομα· συνέζευκται δὲ κατὰ εὐθυδικίαν πάντως ἄλλῃ τινὶ, ἢ μιᾷ τῶν λογικῶν, ἢ μιᾷ τῶν νομικῶν· γνώριμος δέ ἐστιν, οὐκ ἐκ τοῦ προςκεῖσθαι παραγράφεται· μὴ γὰρ τοῦτο μόνον ἴδιον αὐτῆς εἶναι νομίσῃ τις, ἀλλ’ ἐκ τοῦ δὶς περὶ τῶν αὐτῶν μὴ εἶναι κρίσιν, εἶτα δὶς περὶ τοῦ αὐτοῦ κρίνεσθαι, ἢ δὶς διδόναι τιμωρίαν, ἢ δὶς περὶ τοῦ τι ποιεῖν ἀναγκάζεσθαι, ἤ τι τοιοῦτον· τοῦτο γὰρ μόνον παρατηρεῖν ἄξιος εἶ ἐπὶ τῷ αὐτῷ πράγματι· ποιῆσαι τί δεύτερον ὁ φεύγων ἢ δὶς παθεῖν ἀναγκάζεται· ὡς ἂν μὴ τοῦτο μὲν ᾖ προηγουμένως· ὑπάρχῃ δὲ προςκείμενον μόνον τὸ παραγράφεται, οὐχ ἕξει τὸν οἰκεῖον χαρακτῆρα ἡ γραφή· οἷον ὡς ἐπ’ ἐκείνου τοῦ πράγματος, τῷ ἀτίμῳ μὴ μετεῖναι δίκης καὶ εἰς τὰς τῶν ὀρφανῶν δίκας οἱ ἐπίτροποι εἰςίτωσαν· ἐπιτροπεύων τις ὀρφανοῦ ἠτιμώθη· ἐγράψατό τις ὡς ὑβριστὴν τὸν ὀρφανόν· ὁ ἐπίτροπος ἀξιοῖ λέγειν ὑπὲρ αὐτοῦ τὴν δίκην· ὁ δὲ παραγράφεται· τοῦτο γὰρ τὸ ζήτημα ἔστιν μὲν ἀντινομία· τὸ γὰρ παραγράφεται κεῖται ἐνταῦθα ἀντὶ τοῦ ἀντιλέγειν ἢ κωλύειν· αὐτὸς δὲ οὗτος ὁ δοκῶν παραγράφεσθαι, οὔτε ὡς γενομένης ἤδη κρίσεως περὶ τῆς ὕβρεως παραγράφεται, οὔτε τιμωρία τις ἐπὶ τούτῳ δευτέρα παρηκολούθησεν, οὔτε ἄτιμος ἂν ἦν γενόμενος, ὥστε δύνασθαι παραγράφεσθαι· οὔτε ὅλως ἐπὶ τῇ νῦν παρούσῃ γραφῇ φαίνεταί τις γενομένη πρώτη ἢ τιμωρία ἢ κρίσις ἤ τι τοιοῦτον· ὥστε ἐκ τούτου δῆλον ὅτι τινὲς ἥμαρτον τῶν τεχνογράφων, εἰπόντες ὅτι γνωρίζεται ἡ παραγραφὴ ἐκ τοῦ προςκεῖσθαι ὅτι παραγράφεται· διὸ προςῆκε μὴ τούτῳ προςέχειν, ἀλλὰ τῷ τῆς παραγραφῆς ἰδίῳ· τῷ εἰ δίς τι περὶ αὐτοῦ γίγνεσθαι συμβέβηκεν· διαιρεῖται δὲ ἡ παραγραφὴ τῇ τοῦ ῥητοῦ θέσει· ὅτι ὁ νόμος κελεύει τὸν ἅπαξ κριθέντα δὶς περὶ τῶν αὐτῶν μὴ δικάζεσθαι· εἶτα λύσεις τοῦτο ἐκ διανοίας· γίγνεται δὲ ἡ διάνοια πρὸς τὸ συμφέρον τοῦ λέγοντος· ἂν μὲν κρίσις ᾖ γενομένη, οὕτως ἐρεῖ ὁ χρώμενος τῇ διανοίᾳ, ὅτι νόμος κεκώλυκε, δὶς περὶ τῶν αὐτῶν τιμωρίαν μὴ γίγνεσθαι· κρίσιν δὲ εἶπε τὴν τιμωρίαν· ὁ τῇ διανοίᾳ χρώμενος λέγει, ὅτι νόμος δὶς μὴ γίγνεσθαι εἶπε διαδικασίαν· ἐὰν δὲ ἰδιωτικὸν ᾖ, λέγει, ὅτι ὁ νόμος οὐ πρὸς πρεσβύτας· καὶ καθόλου ὁ λύων τῷ ῥητῷ καὶ τῇ διανοίᾳ χρώμενος πρὸς τὸ ἑαυτῷ συμφέρον ἁρμόζει τὴν διάνοιαν, τὴν κρίσιν τιμωρίαν λέγων, καὶ τὴν τιμωρίαν κρίσιν· καὶ ὡς φθάνοντες εἴπομεν, καθ’ ἕκαστον μετατιθεὶς εἰς ἕτερον τὸ ῥητόν· εἶτα μετὰ τὴν θέσιν τοῦ ῥητοῦ καὶ τὴν ἐργασίαν τῆς διανοίας καὶ τὴν ἀπὸ τοῦ ῥητοῦ ἀπάντησιν τῇ ἐμπιπτούσῃ στάσει ἀπὸ τῆς εὐθυδικίας χρῆται· καὶ οἷα ἂν ἐμπίπτει στάσει τῇ ταύτης, κεφαλαίοις διαιρήσεις τὸ ὑπόλοιπον μέρος τοῦ ζητήματος· καὶ ἂν μὲν ᾖ στοχαστικὴ ἡ συνεζευγμένη στάσις, τοῖς τοῦ στοχασμοῦ κεφαλαίοις διαιρεθήσεται, ἂν δὲ ὅρος, τοῖς ὁρικοῖς, ἂν δὲ μετάληψις, τοῖς τῆς μεταλήψεως, ἂν δὲ μία τῶν νομικῶν, τοῖς ἐκείνοις κεφαλαίοις· καὶ ἔστιν ἡ τῶν νομικῶν ἐργασία καθαρά· ὥσπερ γὰρ εἰς στοχασμὸν ἐμελετῶμεν ἢ μίαν τῶν νομικῶν, ἢ λογικῶν· οὐδὲν γὰρ ὅλως ἡ παραγραφὴ διαφέρει τῶν ἄλλων στάσεων κατὰ τὴν ἐργασίαν, ὑφαιρεθέντων τῶν ἄλλων κεφαλαίων τῶν τῆς παραγραφῆς δηλωτικῶν, ὅτι ὁ νόμος κελεύει δὶς περὶ τῶν αὐτῶν μὴ κρίνεσθαι· καὶ τῆς τούτου λύσεως· ὅτι κρίσιν εἶπε τὴν τιμωρίαν καὶ τὴν διαδικασίαν.
8.269 παρατηρεῖν δὲ ἄξιον μετὰ τὴν τοῦ ῥητοῦ θέσιν καὶ τὴν λύσιν τὴν ἀπὸ τῆς διανοίας, ὅπως ἀκολούθως εἰςβάλλῃς εἰς τὴν τῆς ἐμπιπτούσης στάσεως διαίρεσιν, καὶ μὴ ἀπηρτημένον ποιήσῃς τὸν λόγον· διέλωμεν οὖν τὸ πρόβλημα, ἵνα σαφὴς ἡ διαίρεσις γένηται.
8.270 Πληγάς τις δούς τινι ἀπεκηρύχθη ὑπὸ τοῦ πατρός· καὶ εἰςάγοντος τοῦ ὑβρισθέντος τὴν τῆς ὕβρεως γραφὴν, παραγράφεται κατὰ τὸν νόμον τὸν δὶς περὶ τῶν αὐτῶν κρίνεσθαι κεκωλυκότα. Ἐνταῦθα ἡ συνεζευγμένη κρίσις ἐστὶ μετάληψις· οὐ γὰρ τῷ ὑβρισθέντι δέδωκεν, ὥσπερ εἰπεῖν, ἀλλὰ τῷ πατρί· καὶ ἔστιν ἡ τῆς παραγραφῆς εὐθυδικία μετάληψις· λέγοντος γὰρ τοῦ φεύγοντος, δέδωκα τὴν δίκην, ὁ κατήγορος λέγει, οὐκ ἐμοὶ δέδωκας, ἀλλὰ τῷ πατρί· ἔστι δὲ ἡ διαίρεσις αὕτη, μελετώντων ἡμῶν τὸν ὑβρισθέντα. Ἡ Κατάστασις ἔχει μετὰ αὐξήσεως καὶ ἐπαίνου, εἰ δεῖ τοὺς νόμους καὶ μέτριον τῆς πολιτείας ἐγκώμιον ἐν θέσει διεξιόντων ἡμῶν, ὅτι κακὸν καὶ χαλεπὸν ἡ ὕβρις· ἐρεῖς γὰρ ὅτι εἰδυῖα τοῦτο ἡ πόλις, ὅτι ἄλλως οὐχ οἷόν τε ἦν συγκροτεῖσθαι τὴν πόλιν, ἔθετο κατὰ τῶν ὑβριστῶν νόμους· ἵνα μὴ ὥσπερ ἐν ἐρημίᾳ τινὶ καὶ τυραννίδι ἕξῃ τοῖς μὲν ὑβρίζειν, τοῖς δὲ μὴ λαμβάνειν τὴν τιμωρίαν· ἀλλ’ οἱ μὲν τῆς αὐτῶν προπετείας ἀνέχοιντο· οἱ δὲ παθόντες κουφίζοιντο τῇ τιμωρίᾳ τὴν συμφοράν· ταῦτα εἰδὼς, ταῦτα ἐννοῶν, διῆγον κατὰ τὴν πόλιν, οὐδενὶ τῶν συντυγχανόντων μοι ἀπεχθὴς, οὐδενὶ τῶν πολιτῶν βαρὺς, ἀλλ’ ἴσος ἐδόκουν εἶναι πρὸς πάντας καὶ πρᾷος, καὶ πρὸς οὐδένα τῶν πολιτῶν μηδεμίαν ἔχων δυςμενείας ὑπόθεσιν, ἀλλὰ φίλος καὶ προσηνὴς παρὰ πάντων ὀνομαζόμενος· ἔτι μᾶλλον ἐμοὶ πρὸς τὸν τοιοῦτον βίον παρεσκεύαζε, λέγων δεινὸν ἡ ὕβρις· αὕτη τὰς ἔχθρας, αὕτη τοὺς πολέμους ἀνακινεῖ, διὰ ταύτην πολιορκίαι καὶ μάχαι, διὰ ταύτην ἔχθραι καὶ πόλεμοι· ἂν ταύτην φύγῃς, οὐκ ἔσται σοι κατὰ τὸν βίον συμφορῶν ὑπόθεσις· τούτοις ἐμαυτὸν ἀεὶ παιδεύων τοῖς λόγοις, τούτοις πρὸς τὴν καθ’ ἡμέραν τῶν πολιτῶν συνουσίαν ἀσκῶν περιπέπτωκα τοῖς ἀπ’ ἐναντίας ἐμαυτῷ κακοῖς καὶ πάσης πεῖραν ἐξαίφνης ἐλάμβανον ὕβρεως· ἄνθρωπος οὐδὲ πώποτε παθὼν τοιοῦτον οὐδὲν ὑβριζόμην, ἐλοιδορούμην· εἶτα κατ’ ὄνομα τὴν ὕβριν αὐξήσας εἰπὲ, ὅτι ἐμαυτὸν παρεμυθούμην, ἐπέχειν συμβουλεύων, ἐμαυτῷ λέγων, ὅτι ἐὰν ἐπιπλέον καρτερήσω, τούτου μὲν ἅπαντες καταγνώσονται· ἐμὲ δὲ τῆς ἀνεξικακίας θαυμάσουσι· καὶ ὅτι οὐχ ἅπαξ, οὐ δεύτερον ἐκεῖνος μὲν ὕβρισεν, ἐγὼ δὲ ἐκαρτέρησα· ὡς δὲ εἶδεν, ὅτι οὐδὲν πλέον ἐμαυτῷ τῆς ὕβρεως, ὥσπερ τῆς ἡσυχίας μοι βασκαίνων πληγὰς ἐνεφόρησεν· ἐν ᾧ καὶ αὐξήσεις πάλιν τὰς ὕβρεις, τὰς πληγὰς, ὡς ὁ Δημοσθένης τῷ σχήματι, τῷ βλέμματι, τῇ φωνῇ· εἶτα ὅτι οὐκ οἶδα, πῶς ὁ πατὴρ αὐτὸν ἀπεκήρυξεν· οἰκονομήσεις δὲ τοῦτο τῷ κατ’ ἔμφασιν σχήματι, ἐνδεικνύμενος, ὅτι οὐ διὰ σεαυτὸν ἀπεκήρυξεν· εἶτα ὅτι εἰςάγω τὴν γραφὴν κατὰ τοὺς νόμους, καὶ τὸ κελευσθὲν ὑπὸ τῶν νόμων ποιῶν οὐ συγχωροῦμαι.
8.271 Μετὰ τὴν κατάστασιν θήσεις τὴν παραγραφὴν· ἔστι δὲ τὸ μὲν ῥητὸν ἐξ ἀντιθέσεως, ἡ δὲ διάνοια λυτικὴ τοῦ ῥητοῦ τυγχάνουσα τοῦ μελετωμένου· οἷον ἀλλ’ ἅπαξ, φησὶ, δέδωκε τὴν δίκην· νόμος δὲ οὐδεὶς περὶ τῶν αὐτῶν τιμωρεῖσθαι κελεύει· καὶ δεύτερον ἡ λύσις τῇ διανοίᾳ· ἰστέον δὲ ὅτι οὐ μιᾷ μόνῃ, ἀλλὰ καὶ πλείοσιν ἂν εὑρίσκοι τις διανοίας· λύσει τὸ ῥητὸν μόνον, ἂν μὴ ὦσιν ἐναντίαι· ἰσχυρίζεται δὲ ἐκεῖνος τῇ τιμωρίᾳ· σὺ τῇ διανοίᾳ χρώμενος λέγε, ὅτι κρίνεσθαι εἶπεν ὁ νόμος ἅπαξ· λύσεις οὕτως· δέδωκα, φησὶ, δίκην ἄνθρωπος μὴ κριθεὶς, ἄνθρωπος μὴ καθίσας ἐφ’ ἑαυτῷ δικαστήριον· καί τοι πῶς οἷόν τε τιμωρίαν λαβεῖν, μήτε τινὸς κατειπόντος, μήτε αὐτοῦ ἀπολογησαμένου, μήτε κληρωθέντων τῶν δικαστῶν· εἶτα ἄλλῃ διανοίᾳ χρῆσαι· καί τοι ὁ νόμος εἶπε δὶς περὶ τῶν αὐτῶν τιμωρεῖσθαι μηδένα, δεικνὺς ὅτι δὶς περὶ τοῦ αὐτοῦ γίγνεσθαι κρίσιν οὐ προςῆκεν· ἀκόλουθον γὰρ ἐφ’ ἑκάστῳ τῶν τοιούτων δίκην καὶ τιμωρίαν ἐπακολουθεῖν· εἰ μὲν οὖν ἐτιμωρήθη κατὰ τὸν νόμον, εἰπὲ τὸν καταψηφισάμενον δικαστήν· εἰπὲ τοῦ δικαστηρίου τὸν τόπον· εἰπὲ πόσοι συνήχθησαν δικασταὶ, πῶς δὲ τὰς ψήφους οἱ κρίνοντες ἤνεγκαν· νῦν δὲ τούτων καὶ μέρος εἰπεῖν ἀπορῶν, καὶ χρήσασθαί τι μὴ δυνάμενος ἁπλῶς σοφίζῃ τὸν νόμον, καὶ καταλύεις τὴν πολιτείαν σοφίσμασι, δεδωκέναι μὲν τὴν τιμωρίαν βοῶν, οὐκ ἔχων δὲ τοὺς καταψηφισαμένους εἰπεῖν δικαστάς· εἶτα εὐφυῶς καὶ ἀκολούθως ἐκ τῆς διανοίας ἔμβαλε εἰς τὴν μετάληψιν· ἥτις ἐστὶν ἡ εὐθυδικία· ἵνα δὲ μὴ ἀπηρτημένος σοι ὁ νόμος γένηται, πρόςθες, ἀλλ’ ἔστω δεδόσθω δεδωκέναι τὴν δίκην, καὶ τιμωρίαν ὑπεσχηκέναι τῆς ὕβρεως· λογίζομαι γὰρ ὡς ἀπό τινος δικαστηρίου τὴν ἀποκήρυξιν· τίνι ταύτην εἰπέ μοι τὴν τιμωρίαν παρέσχηκας; τίνι δέδωκας τὴν δίκην; τῷ πατρὶ πάντως ἐρεῖς· οὗτος οὖν παρὰ σοῦ καὶ τὴν ὕβριν ὑπέμεινεν· οὗτος ἐπὶ τοῦ σώματος ἤνεγκε τὰς πληγάς· καὶ τοῦτον αἰκισάμενος τὴν δίκην κατ’ ἀκολουθίαν ὑπέμεινας· ἀλλ’ οὐδαμῶς ἀπαναισχυντήσεις πρὸς ταύτην τὴν ἀπόκρισιν· οὐδὲ τὸν ἀληθέστατον τουτονὶ λόγον εἰς τὸ ἐναντίον μεταβαλεῖς· εἶτα κατασκευάσεις τοῦτο τοῖς ὁρικοῖς, ὡς διαιροῦντες καὶ τὴν μετάληψιν εἴπομεν, ὅτι πᾶσα μετάληψις τοῖς ὁρικοῖς καὶ κατασκευάζεται καὶ ἀνατρέπεται· ἐρεῖς οὖν ἀπὸ τοῦ ὅρου, ὅτι οὐκ ἔστι ταὐτὸν τῷ πατρὶ δοῦναι τὴν τιμωρίαν κἀμοὶ, ἀλλ’ ἕτερος μὲν ἐκεῖνος, ἕτερος δὲ ἐγὼ, καὶ ὅτι ἐκεῖνος μὲν οὐχ ὑβρισμένος ἀνέλαβεν τὴν δίκην, καὶ τοῖς τοιούτοις· εἶτα τῷ συλλογισμῷ, ὅτι οὐκ ἴσον τὸ ἐκείνῳ δοῦναι τιμωρίαν κἀμοί· ἐγὼ μὲν γὰρ ἂν ὥσπερ εἰπεῖν ἐκουφιζόμην τῆς λύπης· ἐκεῖνος δὲ ὁ αὐτός ἐστι νῦν τοῖς πρὸ τούτου· εἶτα τῷ πηλίκῳ, ὅτι οὐδὲν τοῦτο πραχθὲν, ἀλλὰ κατὰ πολὺ μέγα, τὸ μὴ ἐμοὶ δοθῆναι τὴν τιμωρίαν, καὶ τοῖς τοιούτοις, ἵνα μὴ ταυτολογῶμεν τοῖς ἐπιχειρήμασι· μετὰ ταῦτα θήσεις τὴν μεταληπτικὴν ἀντίθεσιν, ἀπὸ τοῦ κατηγόρου· ἀλλ’ ἔδει πρὸ τῆς ἀποκηρύξεως κατηγορεῖν· ἡ λύσις γίγνεται· πρῶτον μὲν τὸ ὅτι ἠπείχθη σε ἀποκηρύξαι ὁ πατήρ· ἔπειτα ὅτι καὶ ἐνόμισέ με ἐκ τούτου παῦσαι τῆς γραφῆς· εἶτα ὅτι ἔξεστιν ὅταν βούλωμαι κατηγορεῖν, καὶ οὐδεὶς νόμος τῆς κατηγορίας οὔτε καιρὸν, οὔτε χρόνον ὁρίζει· ἀλλ’ ἐπὶ τοῖς παθοῦσιν ἐστὶ τὸ εἰςελθεῖν ὅτε καὶ βούλονται τὴν δίκην· καὶ εἰκότως· ἐπειδὴ γὰρ οἱ ἄνθρωποι πολλάκις ἄπειροι ὄντες τῶν πραγμάτων ἐπὶ πλέον βούλονται βουλεύεσθαι, ἢ χρόνου πρὸς παρασκευὴν χρῄζουσιν, εἶπεν ὁ νόμος ἐξεῖναι κατηγορεῖν, ὅτε καὶ βούλονται, ἵνα ἐπὶ τοῖς ἠδικημένοις γένηται τὸ δικάζεσθαι, καὶ μὴ, καὶ διόλου κατασκευάσεις ὡς ἀντιληπτικὸν κεφάλαιον· καὶ μετὰ ταῦτα προςθήσεις τῇ λύσει καὶ στοχαστικὰ ἐπιχειρήματα· ἐρεῖς γὰρ, ὅτι εἰκός σε καὶ δι’ ἄλλας ἀποκεκηρύχθαι αἰτίας· πάλιν ἁμαρτήσαντός σου κατὰ τὴν οἰκίαν, ἢ λόγον εἰπόντος σου πρὸς αὐτὸν τὸν μὴ προςήκοντα, ἢ καὶ ἁψαμένου τῇ χειρί· εἶτα ἔπαγε βίαιον νόημα πρὸς κατασκευὴν τούτου· οὐδὲ γὰρ ἂν ὤφθης κατὰ τὴν ἀγορὰν τοιοῦτος, εἰ μὴ καὶ κατὰ τὴν οἰκίαν ἦς παραπλήσιος· πεφύκασι γὰρ ἅπαντες ἄνθρωποι, οἷοι ἂν ὦσιν ἐπὶ τῶν οἰκιῶν τρόπον, τοιοῦτοι κἀπὶ τῆς ἀγορᾶς φαίνεσθαι· ὅτι οἱ ἔνδον ἡσύχιοι καὶ πρᾷοι καὶ ἐπὶ τοῦ δημοσίου τοιοῦτοί τινές εἰσι, καὶ ὅτι οὐδέποτ’ ἂν ὀφθεῖεν οὗτοι τὴν ἑαυτῶν ἀγωγὴν παραβαίνοντες, οἱ δὲ ἐπὶ τῆς ἀγορᾶς ὑβρισταὶ καὶ τὸν τρόπον ἀηδεῖς δηλονότι καὶ ἑαυτοῖς εἰσι, καὶ ἐπὶ τῆς ἑστίας παραπλήσιοι· καὶ ὅτι εἰ μὴ καὶ τοῦτ’ ἐστιν ἀληθὲς, ἐπὶ προσχήματί σε ἀπεκήρυξεν ὁ πατὴρ, ἵνα πάλιν ἀναλάβῃ· ποία οὖν αὕτη δίκη ἢ ποία τιμωρία, ἡ ἐπὶ προσχήματι γενομένη, ἡ ἀπατῶσα τοὺς ἠδικημένους, καὶ τὰ τοιαῦτα· μετὰ ταῦτα οἱ ἐπίλογοι προτρεπτικοὶ τῶν δικαστῶν, καὶ συμβουλευτικοὶ μὴ δέξασθαι τὴν παραγραφὴν, ἵνα μὴ πρόφασις ἅπασι γένηται, τοῦτον ἐκφεύγειν τὸν τρόπον τὴν τιμωρίαν, καὶ ὅτι καὶ ἑτέρους ὑβρίσας τῇ αὐτῇ ἀγωγῇ διαφεύξεται· καὶ οὕτω συμβήσεται πάντας μὲν τοὺς κατὰ πόλιν ὑβρίζεσθαι, τιμωρίαν δὲ μὴ κατακολουθεῖν ἐκ τῶν νόμων, καὶ ὅσα τοιαῦτα προτρεπτικὰ πρὸς τὴν τιμωρίαν ὑβριστὴς καὶ ὁμολογούμενος· διὸ καὶ τὴν καταφορὰν οἰκείαν ἕξει.
8.274 ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΑΠΟΚΗΡΥΚΤΟΣ. Ὁ ἀποκήρυκτος ἐπιείκειαν ὑποκρίνεται τῷ λόγῳ, καὶ πρὸς τοὺς δικαστὰς τρόπον χρηστόν· ἀπὸ γὰρ προοιμίων τοῦτο παραθήσῃ αὐτῷ, ἵνα τὴν γενομένην διὰ τῶν ἔργων κατάγνωσιν διαλύσῃ τῷ λόγῳ, καὶ δόξῃ δι’ ὀργὴν τοῦ πατρὸς καὶ τραχύτητα μᾶλλον, ἢ διὰ τὰς πληγὰς ὑπομεῖναι τὴν ἀποκήρυξιν· ὅθεν ἡ κατάστασις αὐτῷ πολλὴν ἕξει τὴν τοῦ πατρὸς ὀργὴν ἐπὶ τοῖς πραττομένοις, καὶ ἐπὶ τοῖς ἐλαχίστοις ἁμαρτήμασιν ἀπαραίτητον· καὶ φόβον ἐπὶ τούτοις αὐτοῦ κατὰ τὴν οἰκίαν πολὺν, καὶ ἤθους τραχύτητα· πρὸς δὲ τούτοις ἐρεῖς, ὅτι οὐκ οἶδα πῶς τύχη τις ἐπεβούλευσε σκαιὰ, καὶ δαιμόνιον εἰς ταύτην με τὴν τύχην κατήγαγεν· εἶτ’ ἐπὶ τούτοις μικρὸν παθηνάμενος εἰς ταυτὴν εἰςβαλεῖ τὴν τῶν πραγμάτων διήγησιν· ἐρεῖ γὰρ ὅτι συνουσία τις ἦν καὶ κοινωνία φιλικὴ, καὶ οἷα εἰκὸς ἦν ἐν συνόδῳ πολλάκις τοὺς νέους ποιεῖν, λόφος ἦν καὶ παιδιά· τὴν γὰρ ὕβριν ὁ ἀποκήρυκτος καὶ τὰς πληγὰς παιδιὰν ἐρεῖ· εἶτα ὅτι τραχὺς οὗτος ὢν καὶ πρὸς παιδιὰν ἀνάρμοστος ἐξήχθη πρὸς ὀργὴν, καὶ τὴν συνουσίαν οὐκ ἤνεγκεν.
8.275 ἀλλ’ εἰδὼς ὅτι ἀπαραίτητός ἐστιν ὁ πατὴρ, καὶ πρὸς τὰ τοιαῦτα ἀσύγγνωστος, κατεῖπε, κατηγόρησεν, ἀνήγαγε τῷ πατρί· εἶτ’ ἐκεῖνος καταγνοὺς ἀπεκήρυξε, καὶ μείζονα τὴν τιμωρίαν τῆς ἁμαρτίας ἐξήνεγκεν. διαθήσει γὰρ ὁ ἀποκήρυκτος περὶ τούτων λόγον, ὡς κατειπόντος, ὡς προςελθόντος τῷ πατρὶ, ὡς κατηγορήσαντος, ὡς ἐν τρόπῳ δικαστηρίου [τρόπῳ] καταγνόντος τοῦ πατρὸς, καὶ κακωθέντος, καὶ διακούσαντος ἀμφοτέρων, καὶ τὴν τῆς ἀποκηρύξεως οὕτω ψῆφον ἐξενέγκαντος· εἶτα ἐπὶ τούτοις ἐρεῖς, ὅτι τούτων τοῦτον πραχθέντων τὸν τρόπον, πάλιν εἰςάγει τὴν ὕβριν, πάλιν κατηγορεῖ, καὶ εἰςβάλλει εὐθὺς πρὸς τὴν παραγραφήν· καὶ τὸ ἀπὸ τοῦ νόμου ῥητὸν, ὅτι τῶν νόμων εἰρηκότων ἅπαξ ἐπὶ τοῖς ἁμαρτήμασι κρίνεσθαι, καὶ δὶς ἐπὶ τοῖς αὐτοῖς οὐ συνάγεσθαι τὸ δικαστήριον. καὶ ἀπὸ γνώμης εὐθὺς κατασκεύασον τὸ ῥητὸν λέγων. εἰκότως· ἵνα μὴ περιπεσὼν πλημμελήματι πολλάκις τὴν τιμωρίαν διδῷ, μηδὲ ἐπὶ τοῖς αὐτοῖς καὶ ἅπαξ τις τιμωρεῖται καὶ δεύτερον, καὶ τὰ τοιαῦτα· εἶτα θήσεις τὴν ἀπὸ τῆς διανοίας ἐκείνου ἀντίθεσιν.
8.276 ἀλλ’ οὐκ ἐκρίθης, φησί· καὶ λύσεις τοῖς ἀπὸ τοῦ πατρὸς γενομένοις ὁρικοῖς, ὅτι κρίσις ἦν τὸ μαθεῖν τὸν πατέρα, τὸ δέξασθαι τὴν ἀκοήν· ὥσπερ κατηγορίαν τὸν φύσαντα· εἰ γὰρ μὴ σὺ κατεῖπες τῷ πατρὶ, ἀλλ’ ὡς εἰπὼν τῷ πατρὶ τὴν αὐτὴν ἂν σύνταξιν ἐπλήρου, τὸ καταψηφίσασθαι τὸν πατέρα, τὸ ἀποκηρύξαι, καὶ ὅσα τοιαῦτα. Εἶτα ἐλεύσῃ ἐπὶ τὴν μετάληψιν, τιθεὶς αὐτὴν ἐξ ἀντιθέσεως, ἢ λύων μόνον· ἐπὶ σοὶ γὰρ ἔσται σχηματίσαι ὡς προῄρηται· ἀλλ’ οὐκ ἐμοὶ, φησὶν, ἔδωκας τὴν δίκην. Ἡ Λύσις· οὐκοῦν ἐχρῆν πρὸ τῆς ἀποκηρύξεως κατηγορεῖν, πρὶν ὁ πατὴρ ταύτην ὑπὲρ σοῦ ζητήσει τὴν κόλασιν, πρὶν ἀλλότριος τοῦ γένους γένωμαι, πρὶν τῆς οὐσίας ἀποστερηθῶ, καὶ τὰ τοιαῦτα· εἶθ’ ὁρικὴ, ὅτι σὺ ἐδέξω· ἐπὶ γὰρ τῇ ὕβρει ἡ ἀποκήρυξις γέγονεν. καὶ ὅτι πῶς λέγεις τὸ μὴ σοὶ δεδόσθαι τὴν δίκην· εἰ μὴ ἄρα τὸ μὴ εἰς χεῖρας νομίζεις τὴν τιμωρίαν λαβεῖν καὶ σέ· ὅρα γὰρ ἐπὶ τίνι ἡ ἀποκήρυξις· καὶ ὅτι ἡ ὑπόθεοις τῆς ἀποκηρύξεως δείκνυσιν, ὅτι σὺ τὴν τιμωρίαν εἴληφας. εἶτα τῇ πηλικότητι, ὅτι μεῖζον ἢ κατὰ ὕβριν ἡ δίκη, καὶ χρήσῃ ὅσα αὐτῷ πρόςεστιν ἐκ τῆς ἀποκηρύξεως, καὶ ὅτι οἱ δικασταὶ οὐκ ἂν ταύτην τὴν τιμωρίαν ἐζήτησαν, καὶ ὅτι πολλῷ ταύτης ἐλάττονα ἀνέλαβον τιμωρίαν, καὶ τὰ τοιαῦτα. Εἶτα μετὰ ταῦτα θήσεις τὴν ἀντίληψιν· ἀλλ’ ἔξεστίν μοι, φησὶ, κατηγορεῖν, ὅτε καὶ βούλομαι. Ἡ Λύσις μεταληπτική· δῆλον γὰρ ὅτι πᾶσα ἀντίληψις τῇ μεταλήψει λυθήσεται· ἔξεστίν μοι καὶ αὐτός φημι, ἀλλ’ οὐκ ἐπὶ τοῖς ἤδη κεκολασμένοις, οὐδὲ ἐπὶ τῶν ἤδη τετιμωρημένων· καὶ πρὸς τὴν τοιαύτην δυνατόν ἐστι λύσιν εὑρεῖν ἐπιχειρήματα· ἀλλ’ ἠπείχθη σε, φησὶν, ἀποκηρύξαι ὁ πατήρ. λύσεις· τίνος γενομένου, τίνος ἁμαρτήματος, ποίας μέμψεως; ἅμα γὰρ λύσεις μετὰ ταύτης καὶ ἄλλην ἀντίθεσιν τὴν ὅτι εἰκός σε ἐπ’ ἄλλοις ἀποκεκηρύχθαι ἐγκλήμασι.
8.277 Μετὰ ταῦτα θήσεις τὴν στοχαστικήν· ἀλλ’ εἰκὸς ἐπὶ προσχήματί σε τοῦ πάλιν ἀναλαβεῖν ἀποκηρύξαι τὸν φύσαντα. ΛΥσεις στοχαστικῶς· ἢ οὐκ εἰκὸς ἅπαξ ἐκβαλόντα τῆς οἰκίας, ἅπαξ ἄτιμόν με ποιήσαντα. καὶ καθόλου πᾶσιν ἐπεξελεύσῃ τοῖς ἀπὸ τῆς βουλήσεως ἐπιχειρήμασιν· εἶτα ὅτι εἰ ὅλως ἐπὶ τούτῳ με ἀπεκήρυττε, τίνος ἕνεκα καὶ τὴν ἀρχὴν ἐνέβαλλε, καὶ τὰ τοιαῦτα. Ἐπίλογος παθητικὸς, καὶ τοὺς δικαστὰς κινῶν εἰς ἔλεον, καὶ διατυπώσει τῶν καθ’ ἑαυτῶν χρώμενος, καὶ ὅσας ἔχει συμφορὰς, παρὰ πάντων ὀνειδιζόμενος, ὑβριζόμενος, ἐκβαλλόμενος, καὶ τὰ τοιαῦτα. ΔΙΣ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ ΜΗ ΕΙΝΑΙ ΔΙΚΑΣ. Κρινόμενός τις λῃστείας ἠφείθη· ἕτερός τις ἐπὶ τῇ αὐτοῦ λῃστείᾳ βασανιζόμενος κατεῖπεν αὐτοῦ ὡς κεκοινωνηκότος. πάλιν κρίνεται, ὁ δὲ παραγράφεται. Τοῦτο τὸ ζήτημα τὴν εὐθυδικίαν ἔχει στοχαστικήν. ἀπὸ γὰρ τοῦ εἰπεῖν τὸν κλέπτην βασανιζόμενον ἐκεῖνος κρίνεται. διὸ μετὰ τὸ ῥητὸν τοῦτο ἀπὸ τῆς παραγραφῆς, καὶ τὴν λύσιν αὐτῆς τὴν τῆς διανοίας ἀκολούθως ἕξεις ἐπὶ τὰ ἐμπίπτοντα τοῦ στοχασμοῦ τὰ κεφάλαια· ἔστιν οὖν ἡ κατάστασις τοῦ κατηγόρου φανερά· αὔξησιν ἔχει καὶ καταδρομὴν τοῦ κακοῦ, καὶ δείνωσιν τῆς τοιαύτης συμφορᾶς, καὶ ὅτι εἰδότες οἱ νόμοι ὅτι πολλοὶ τῶν ἀνθρώπων τῶν ἀλλοτρίων ἐφίενται, καὶ τιμωριῶν οὗτοι καὶ κολαστηρίων οἱ τοιοῦτοι χρῄζουσιν, πρὸς σωφρονισμὸν ἔθεσαν τὸν νόμον. εἶτα ἐρεῖς ὅτι εἰς τὴν πολιτείαν οὗτοι σώζουσι καὶ τὴν δημοκρατίαν, καὶ τὰ τοιαῦτα. εἶτα ἐρεῖς, ὅτι πολλοὶ ληφθέντες ἐκολάσθησαν, τοιγαροῦν καὶ οὗτος αὐτὸς ληφθεὶς καὶ μέλλων κολάζεσθαι, οὐκ οἶδα πῶς ἀπάτῃ καὶ ψευδολογίᾳ διέφυγεν καὶ τὸ δικαστήριον διαδρὰς πιθανὴν ἀπολογίαν αὐτῷ πρὸς τὰς μετὰ ταῦτα λῃστείας πεπόριστο.
8.278 τοιγαροῦν ληφθέντος τινὸς καὶ κρινομένου κατὰ τὸν νόμον, οὐ μόνον ὑμεῖς αὐτὸν ἐξηλέγξατε, ἀλλὰ καὶ τοὺς κεκοινωνηκότας ἐγνώκατε. βασανιζόμενος γὰρ ἐκεῖνος, καὶ πολλάκις παρ’ ὑμῶν ἐρωτώμενος μίαν ἔφη ταύτην φωνήν· οὗτος ὁ παρ’ ὑμῶν ἀφεθεὶς, ὦ ἄνδρες δικασταὶ, μοὶ συνέγνωκεν, οὗτος ἐμοὶ τῆς λῃστείας μετέσχηκεν, οὗτος ὁ παρ’ ὑμῶν δόξας τῶν τοιούτων ἐγκλημάτων ἀνεύθυνος, καὶ τὰ τοιαῦτα. τοιγαροῦν ἡμεῖς, ἐπειδὴ κατὰ τὸν νόμον ἀκόλουθον ἦν, τὰ γράμματα πάλιν τῆς λῃστείας αὐτὸν παρελθεῖν, διὰ τῆς κατηγορίας εἰς ὑμᾶς πάλιν κατηνέγκαμεν· καὶ χάρις γε τοῖς θεοῖς ὅτι μὴ διέφυγεν ὑμᾶς ὁ πονηρός. ἀπὸ τούτου δὲ καὶ προοίμιον ἕξεις ἁρμόττον τῇ ὑποθέσει. Εἶτα μετὰ τὴν κατάστασιν θήσεις ἐξ ἀντιθέσεως τὴν παραγραφήν, οἷον, ἀλλ’ ἐκρίθην, φησί· νόμος δὲ δὶς περὶ τῶν αὐτῶν εἶναι τὰς δίκας ἐκώλυσεν. Ἡ ΛΥσις τῇ διανοίᾳ τοῦ νόμου, ὅτι δίκας εἶπε τὰς τιμωρίας ὁ νόμος· εἰ μὲν οὖν αὐτὸς τετιμώρησαι, καλῶς κέχρησαι τῷ νόμῳ. εἰ δὲ οὐδέ πω τιμωρίαν παρέσχηκας, ἀνθότου τοῦτον ἀντ’ ἀπολογίας προβάλλῃ τὸν νόμον; εἰ μὲν γὰρ ἤρκει τοῦτον ἀναγνῶναι πρὸς τὴν κατηγορίαν τὸν νόμον, ἅπαντες ἂν τὴν ἀρχὴν εὐθυνόμενοι, εἶτα διαδρᾶναι τὴν κατηγορίαν τολμήσαντες, ἀνεύθυνοι τοῦ λοιποῦ τῶν ἐγκλημάτων ἐγίγνοντο. ἐπειδὴ δὲ τοῦτον ἀπόχρη τὸν λόγον εἰπεῖν, πάλιν κρίσεις καὶ τὰ δικαστήρια, καὶ μάλα γε εἰκότως. ἐπειδὴ γὰρ εἴδηλον ἦν, ὅτι πᾶσα καταλύεται πολιτεία τοῦτον τὸν τρόπον, καὶ νόμοι καὶ δικαστήρια διαφθείρονται, ἂν τοῦτον ἰσχύσωσι τὸν τρόπον παραπέμψασθαι τὰς γραφὰς οἱ πονηροὶ, ἐδέξασθε παρ’ ἐμοῦ ταύτην τὴν πρόςοδον, καὶ πάλιν τοῦτον παραδοῦναι τοῖς νόμοις συγκεχωρήκατε, ἵνα πανταχόθεν σώζηται τῇ δημοκρατίᾳ τὸ προςῆκον, καὶ μή τις τῶν πολιτῶν ἀδικούμενος τοῦ λαβεῖν παρ’ αὐτοῦ δίκην ἐκκρούηται.
8.279 εἰ μὲν οὖν τετιμώρηται παρ’ ὑμῶν, εἰπάτω τοὺς καταψηφισαμένους δικαστὰς τὴν τιμωρίαν, ἣν τοῖς δικάζουσιν ἡμῖν παρέσχον. ὅτε δὲ τούτων οὐδέτερον εἰπεῖν εὐτυχεῖ, ἀνθότου τὸν νόμον, ἀνθότου προβάλλεται τὰ γράμματα, καὶ τὰ τοιαῦτα. εἶτα ἐντεῦθεν ἀκολούθως εἰςβάλλεις εἰς τὴν τῆς εὐθυδικίας στόχασιν, καὶ ἐρεῖς εὐθὺς τὴν τῶν ἐλέγχων ἀπαίτησιν. καὶ τίς μου καταμαρτυρεῖ, φησὶν, ὅτι τῷ λῃστῇ κεκοινώνηκα; Ἡ ΛΥσις φανερὰ ἐκ τῶν στοχαστικῶν ζητημάτων. πρῶτον μὲν, ἐκβολῇ τῶν μαρτύρων, καὶ ὅτι οὐ δεῖ τούτοις ἰσχυρίζεσθαι. εἰδότες γὰρ ὑμεῖς τὰς κατηγορίας τούτους μάλιστα πρὸς ἔλεγχον λανθάνειν σπουδάζετε. καὶ ὅτι εἰ καὶ παρῆσαν, εἶπεν ἂν καταψευδομαρτυρεῖσθαι, καὶ ὅτι τὰ πράγματα ἰσχυρά. καὶ ἔπαγε τὴν βούλησιν, εὐθὺς συνάψας αὐτὴν τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, τουτέστι τῷ κατειπεῖν· οὐ γὰρ ἂν ἠβουλήθην σου κατειπεῖν ἄνθρωπος ἐν κρίσεσιν ὢν καὶ βασάνοις, καὶ εἰδὼς ὅτι ψευσάμενος μὲν ἐπὶ πλέον ἑαυτὸν τιμωρήσεται. τἀληθῆ δὲ εἰπὼν οὐδὲν τοιοῦτον πείσεται· καὶ πρὸς τούτοις οὔτε ἐχθρὸς ὢν, οὔτε διαφορὰν ἔχων πρὸς σέ τινα, τούτους εἰπεῖν ἂν τοὺς λόγους προήχθη. ἀλλ’ ὑπ’ αὐτῆς ἂν τῆς ἀληθείας καὶ τῶν γεγενημένων σοι σὺν αὐτῷ λῃστειῶν. πεφύκασι γὰρ ἅπαντες ἄνθρωποι ἐν ταῖς βασάνοις μάλιστα τἀληθῆ εὑρίσκειν, ὅτι αὐτὸ τὸ δικαστήριον, ὁ φόβος, αἱ βάσανοι, οὐκ ἂν αὐτὸν συνεχώρησαν ψεύσασθαι, καὶ τὰ τοιαῦτα, ὅσα ἂν εἰς τὸν στοχασμὸν μελετῶν ἔλεγες.
8.280 ΜΕτὰ τὴν βούλησιν καὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, δύναμις γὰρ οὐκ ἐμπίπτει, ἐρεῖς ἐξ ἀντιθέσεως τὸ χρῶμα. ἀλλὰ παῦσαι, φησὶν, αὐτὸν τῶν βασάνων βουλόμενος ἐπὶ τοῦτον ἦλθε τὸν λόγον. ΛΥσεις ὡς χρῶμα λύων ἐν στοχασμῷ, ὅτι οὐκ ἂν ἑαυτὸν μᾶλλον ἂν ἔπαυσεν, ἀλλὰ πλέον ἐν ταῖς βασάνοις συνέκλειεν ἂν, εἰ τοῦτον τὸν τρόπον διακείμενος κατεῖπεν. εὑρόντες γὰρ οἱ δικασταὶ τὴν ἀλήθειαν, πλέον ἂν αὐτὸν ἐβασάνισαν, εἶτα ὅτι οὐχ ἅπαξ εἶπεν, ἀλλ’ ἀπ’ ἀρχῆς καὶ τούτου οὐ μεταπέπτωκε τοῦ λόγου. καὶ ὅσα τοιαῦτα πρὸς λύσιν ἐστὶν τοῦ χρώματος ἁρμόττοντα. ΜΕτὰ τὸ χρῶμα πιθανὴ ἀπολογία οὐκ ἐμπίπτει· ἀλλ’ ἑξῆς ἔχει τοὺς ἐπιλόγους. εἰσὶ δὲ οἱ ἐπίλογοι προτρεπτικοὶ πρὸς τὸ μὴ προςέχειν τῇ παραγραφῇ· καὶ ὅτι ἐξ αὐτῆς εὕρηται τῆς ἀληθείας ὑπεύθυνος. καὶ ὅτι κοινωνός ἐστι τῆς κλοπῆς, καὶ ὅτι ἐργαστήριόν ἐστιν αὐτῶν, καὶ πρὸς τὴν τοιαύτην ἐργασίαν ὁλόκληρος σύλλογος. καὶ ὅτι ἂν τιμωρήσησθε, ἐκκαθήρατε τῶν πονηρῶν τὴν πόλιν. εἶτα διατύπωσιν τῶν ἀπολλύντων καὶ συλουμένων, καὶ αὔξησιν τοῦ πάθους. ὁ μὲν ἔτι κεκτημένος ἀπώλεσεν, ὁ δὲ ἀλλότρια ἔχων ἀφῄρηται, καὶ τὰ τοιαῦτα, ὅσα ἐστὶν ἐπιλογικά. Ἐγράψατό τις ἐπίτροπός τινα φόνου ἐπὶ τῷ πατρὶ τοῦ ἐπιτροπευομένου ὡς ἄκοντα ἀποκτείναντα. καὶ εἷλεν. ἐν ἡλικίᾳ γενόμενος ὁ παῖς ἐγράψατο τὸν ἐπίτροπον καθυφέσεως· καὶ εἷλε κατελθόντα ἐκεῖνον, μετὰ τὴν πενταετίαν κρίνει ὡς ἑκόντα ἀποκτείναντα. ὁ δὲ παραγράφεται. Ἡ συνεζευγμένη στάσις τῇ παραγραφῇ στοχαστικὴ τυγχάνει, καὶ οὐχ ἁπλῶς στοχαστικὴ, ἀλλὰ καὶ ἀπὸ γνώμης· ἡ γνώμη γὰρ ζητεῖται τοῦ ἐπιτρόπου· πότερον ἑκὼν καθυφῆκεν, ἢ ἄκων· ἡ οὖν κατάστασις τοῦ παιδὸς πάθος ἕξει, ὡς ἐπὶ πατρὶ ἀναιρουμένῳ ποιουμένου τὴν γραφὴν, καὶ βαρύτητα, ὅτι καθυφῆκεν ἐπίτροπος· ἔχεις γὰρ ὅτι εἷλε καθυφέσεως τὸν ἐπίτροπον.
8.281 καὶ ὅλος αὐτῷ διατεθήσεται ὁ λόγος, μικτὸς πάθους καὶ βαρύτητος αὐτῷ πληρούσης τὸν λόγον. ἕξει δὲ καὶ συμφορὰς ἐν τῇ καταστάσει τοιαύτας· ὅτι μικρὸς καὶ πάνυ, κατὰ δὲ τὴν ἡλικίαν παρὰ τῶν πατρῴων καταληφθεὶς ἕνα τοῦτον ἐνόμιζον εἶναι πατέρα καὶ συγγενῆ καὶ ἐπίτροπον, καὶ τὰ τοιαῦτα· εἶτα ὅτι ἤκουον παρ’ αὐτοῦ καὶ τῶν συνοικούντων παίδων ἡμῖν, ὅτι ὁ τὸν πατέρα τὸν σὸν ἀποκτείνας οὗτός ἐστιν. καὶ ἐζήτουν ἀεὶ γενέσθαι μοι δικαστηρίου τὸν καιρὸν πρὸς τὸ ἀμύνασθαι, καὶ ὅσα τοιαῦτα· εἶθ’ ὅτι ἐμοῦ πάλιν θρηνοῦντος, δακρύοντος, ὀδυρομένου τὴν τοῦ πατρὸς ἀποβολὴν, ὁ ἐπίτροπος πρότερον τὸ μέλλον στοχαζόμενος, καὶ χαρίσασθαι τἀνδρὶ βουλόμενος, ἀφίημι γὰρ τὸν τρόπον τῆς καθυφέσεως, ἀκουσίου φόνου τοῦ ἀνδροφόνου ἐγράψατο· εἶθ’ ὅτι ὁρῶν τὸ γιγνόμενον ἔστενον, ἐσιώπων, καιρὸν γενέσθαι βουλόμενος τῆς δίκης, καὶ τὰ τοιαῦτα. εἶθ’ ὅτι, διατυπώσαντες οὖν ὡς ἠβούλοντο τὴν γραφὴν, ὡς τῇ ὁσίᾳ πληρώσας· τὸ γὰρ προςῆκον οὕτω διέκειτο· εἶθ’ ὅτι μὴ φέρων ἐγὼ ἐγραψάμην αὐτὸν καθυφέσεως, καὶ πρὸς ὑμᾶς εἰςήγαγον. τοιγαροῦν καὶ ἡμεῖς καλῶς καὶ μετὰ τοῦ δικαίου δικάζοντες συνείδετε τῆς κατηγορίας τὴν ὑπόκρισιν, καὶ τὴν σκηνὴν ὅλην ἐσκέψασθε τῆς γραφῆς, καὶ τοῦ ἐπιτρόπου κατεχειροτονήσατε. ἐντεῦθεν ἐγὼ κατελθόντα τὸν τοῦ πατρὸς σφαγέα, τὸν ἀνδροφόνον, τὸν ἀλιτήριον εἰςαγαγεῖν πάλιν ἐσπούδασα, καὶ τὴν γραφὴν ἀληθεστάτην πεποίημαι, καὶ ἑκουσίου πρὸς αὐτὸν φόνου δικάζομαι· ὅθεν δέομαι ὑμῶν, ὦ ἄνδρες δικασταὶ, μὴ περιΐδητε τὸν πατέρα οὕτως οἰκτρῶς ἀνῃρημένον, μηδὲ συγχωρήσατε τούτῳ ἀνδροφόνῳ μὴ δοῦναι δίκην, ἀλλ’ ἀνέλετε, καὶ καθάρατε τῶν ἀνδροφόνων τὴν πόλιν, καὶ ψῆφον ἐνέγκατε τὴν προςήκουσαν, καὶ τὰ τοιαῦτα.
8.282 ΜΕτὰ τὴν κατάστασιν θήσεις τὴν παραγραφήν. ἀλλ’ ἐκρίθην, φησί· νόμος δὲ μὴ κρίνεσθαι περὶ τῶν αὐτῶν οὐδένα κελεύει καὶ δεύτερον. ΛΥσεις τῇ διανοίᾳ ἐκ τοῦ ἐναντίου, τρόπῳ λέγω καὶ προςώπῳ· ὅτι εἰ μὲν ἀκουσίου πάλιν ἔκρινον, καλῶς πρὸς τὴν κατηγορίαν ἀνθίστασο. ἐπειδὴ δὲ ἑκουσίου τοῦτον οὐκ ἀφεὶς, τανῦν προφέρει τὸν νόμον· καὶ εἰ μὲν πάλιν ὁ ἐπίτροπος ἔκρινε, καλῶς ἐμέμφου τὴν προαίρεσιν. ἐπειδὴ δ’ ἐγὼ ὁ μήτε κρίνας πρὸ τούτου, μήτε πρὸς σὲ δικασάμενος, τίνος ἕνεκα τοῦτον προβάλλῃ τὸν νόμον; εἶτα καὶ ὁ νόμος εἶπε μηδένα κρίνεσθαι περὶ τῶν αὐτῶν, ἵνα μηδ’ εἰς ἀπέραντον τὰς κατηγορίας ἐκτείνωσιν, ὑπὸ δ’ ἑτέρων κρίνεσθαι πάλιν ὡς κατηγόρησε· καὶ ὅτι εἰ ἰσχυρὸν ἦν τοῦτο τὸ ὑφ’ ἑτέρου κριθέντα ὑπ’ ἄλλου πάλιν μὴ κρίνεσθαι, οὐδὲν ἂν ἐκώλυσεν ἅπαντας τοὺς φονεύοντας μὴ διδόναι δίκην καθιέντας καθ’ ἑαυτοὺς κατηγόρους τινὰς, καὶ σχήματι μόνῳ τὴν γραφὴν προβαλλομένους, εἶτα ἀποφεύγοντας καὶ τῆς μετὰ ταῦτα τιμωρίας αὐτοὺς ἀπαλλάττοντας· εἶτα ἀκολούθως τούτῳ τῷ νοήματι εἴςβαλλε εἰς τὸν στοχασμὸν τὸν τῆς εὐθυδικίας τὴν τῶν ἐλέγχων ἀπαίτησιν παρείς· ἔφαμεν γὰρ πολλάκις, καὶ ὅτε τὰ στοχαστικὰ διῃροῦμεν, ὅτι ἐν τοῖς ἀπὸ γνώμης στοχασμοῖς οὐδέποτε ἐμπίπτει ἐλέγχων ἀπαίτησις· καὶ τὴν αἰτίαν ἐκεῖ προείπομεν· ἐρεῖς οὖν, ὅτι δῆλον γάρ ἐστι καὶ νῦν, ὅτι τοῦτον τὸν τρόπον ὑπὸ τοῦ ἐπιτρόπου κριθεὶς ἀπέφυγε τὴν τιμωρίαν, καὶ τὰ τοιαῦτα.
8.283 ΕΙΤα ἐξ ἀντιθέσεως τὴν βούλησιν. ἀλλ’ οὐκ ἂν ἠβουλήθη, φησὶν, ἑκόντα με ἀποκτείναντα ἀκουσίου γράφεσθαι φόνου. ΛΥσεις, ὅτι εἰκὸς βεβουλῆσθαι, καὶ διὰ φιλανθρωπίαν κατὰ μηδὲν αὐτῷ τοῦ τελευτήσαντος διαφέροντος· πληρώσας καὶ τῇ ὁσίᾳ τὸ νομιζόμενον, καὶ σὲ μὴ ἀνελεῖν. εἶτα ὅτι πεφύκασιν ἅπαντες ἐν οἷς αὐτοῖς κέρδος οὐδὲν ὑπολείπεται μᾶλλον εἰς φιλανθρωπίαν ῥέπειν· καὶ κατασκευάσας τὴν βούλησιν ἔπαγε εὐθὺς τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους· δύναμις γὰρ οὐκ ἐμπίπτει. ὅτι τοιγαροῦν ἐγραψάμην καθυφέσεως αὐτὸν καὶ εἷλον, καὶ δῆλον ὅτι κἀκεῖνος ἑκὼν καθυφῆκε τὴν κρίσιν, ἵνα μὴ δῷς κατηγορίαν, καὶ ὅτι οἱ δικασταὶ ἐπιγνόντες τὴν ὑπόθεσιν ἅπασαν εὐθὺς καὶ παραχρῆμα κατεψηφίσαντο. ὅθεν ἐκ τούτου προςῆκόν σε νῦν δοῦναι κατηγορίαν, ὡς ἑκόντα τὸν πατέρα διαχρησάμενον. ΜΕΤὰ ταῦτα λύσει ἐξ ἀντιθέσεως ὁ παραγραφόμενος τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους, τῷ χρώματι. οἷον, ἀλλὰ τοιαύτη, φησὶ, τῶν δικαστηρίων ἡ τύχη, τῶν μὲν νικώντων, τῶν δὲ ἡττωμένων. ΛΥσεις, ὅτι οὐκ ἐκ τύχης τινὸς ἐνίκησα τὸν ἐπίτροπον, ἀλλ’ ἐκ τῆς ἀληθείας αὐτῆς, καὶ τοῦ δικαίου τὴν δίκην προξενοῦντος. καὶ ὅτι οἱ τοιοῦτοί εἰσιν ὡς δικάσαντες, ὡς τύχῃ διδόναι τὰς κρίσεις. ἀλλ’ ἀκριβῶς ἐπεξέρχονται, καὶ καθ’ ἕκαστον ἐρευνῶσι τὰ λεγόμενα. καὶ οὐχ οἷόν τε παρακρούσασθαι, ἂν μετ’ ἀληθείας τις χρήσηται τοῖς λόγοις, καὶ τοῖς τοιούτοις πιθανὴ ἀπολογία οὐκ ἐμπίπτει. ἀλλ’ ἥξεις εὐθὺς ἐπὶ τοὺς ἐπιλόγους παθητικοὺς ὄντας, καὶ καταδρομὴν πολλὴν ἔχοντας τοῦ φονεύσαντος ἐπιτρόπου. καὶ ἠθοποιΐας πρὸς τὸν ἐπίτροπον· ὅτι δεῦρο ὅρα καταψηφισαμένους τοὺς δικαστὰς, τιμωρουμένους τὸν ἀνελόντα· καὶ ὅτι τάχα που πάντως καὶ ὁ πατὴρ ἐπισκοπεῖ τὰ γιγνόμενα.
8.284 καὶ ἠθοποιΐα πρὸς αὐτὸν ἁρμόττουσα· ὅτι τοῦ φῦσαι ταῦτα καὶ εἰς φῶς ἀγαγεῖν ἀποδίδωμί σοι τὰς χάριτας. τῶν γὰρ τροφείων διὰ τῶν ἀνδροφόνων τούτων οὐ συγκεχώρημαι. καὶ ὅσα τὰ τοιαῦτα. Νόμον τις εἰσέφερεν, ἄλλος αὐτὸν ἐγράψατο· ὁ τὸν νόμον εἰςενεγκὼν ἀριστεύσας ᾔτησεν ἀναιρεθῆναι τὴν γραφήν· ἔλαβεν αὖθις, τὸν αὐτὸν εἰσφέρει νόμον. γράφεται αὐτὸν πάλιν ἐκεῖνος. ὁ δὲ παραγράφεται κατὰ τὸν νόμον, τὸν δὶς περὶ τῶν αὐτῶν μὴ εἶναι κρίσεις κελεύοντα. Ἡ εὐθυδικία κατὰ ἀντίληψιν, τὸ χρῶμα ἔχουσα ἀντιστατικόν· ὅτι ὑπὲρ τῆς πόλεως εἰςφέρει τὸν νόμον. διὸ καὶ ἡ κατάστασις ἔχει ἐν ἀρχῇ τὴν σύστασιν τῆς πολιτείας ἐκ τῶν νόμων. καὶ ὅτι ἄλλως οὐχ οἷόν τε δημοκρατεῖσθαι, εἰ μὴ πάντως οἱ νόμοι συγκροτῶνται. εἶτα ὅτι τοῦτο εἰδὼς εἰςῆγον τὸν νόμον ὑπὲρ τῆς πόλεως, ὑπὲρ τῆς δημοκρατίας, ἵνα πάντες ὠφελῶνται διὰ τοῦ γράμματος. διὰ γὰρ τοῦ λέγειν, ὅτι σφόδρα ὠφέλιμος ἦν ὁ νόμος, δεικνύεις ὅτι ἡ ἀντίῤῥησις κατὰ δύςνοιαν ἐγένετο. εἶτα ὅτι ἀντεῖπέ τις ὑμῶν πεπραγμένων, συγκαταθεμένων τῷ νόμῳ. μεθ’ ὃ τὸν πόλεμον καὶ τὴν τῶν πολεμίων ἔφοδον καὶ τὴν παρασκευὴν καὶ τὴν νίκην καὶ τὸ τρόπαιον. εἶθ’ ὅτι προκειμένης δωρεᾶς μετὰ τὸ τρόπαιον οὐδαμῶς τι κατ’ ἐμαυτὸν ἐζήτησα. ἐν ᾧ καὶ ἠθοποιΐα, ὅτι βέλτιον προκρίνειν τὰ δημόσια, ἢ τὰ ἴδια ὠφελεῖν· εἶθ’ ὅτι τούτους τοὺς λόγους σκεψάμενος οὐκ ᾔτησε σίτησιν, οὐ χαλκῆν εἰκόνα, οὐ στέφανον, οὐδέ τι τοιοῦτον ἕτερον, ἀλλ’ ἀναίρεσιν τῆς γραφῆς, ἵν’ ὁ νόμος ὑπὲρ ἡμῶν κείμενος ἀντ’ ἄλλης τινὸς εὐεργεσίας μένῃ τῇ πόλει· εἶτα ὅτι τοιγαροῦν ὅτι καὶ νῦν μετὰ τὴν ἀναίρεσιν τῆς γραφῆς, οἰόμενος πεπαῦσθαι τῆς ἀνοίας τὸν κατήγορον, καὶ λοιπὸν τὰ λοιπὰ τῆς πόλεως φρονεῖν δίκαια, εἰςήγαγον εἰς ὑμᾶς πάλιν τὸν νόμον, καὶ τὰς αὐτὰς ἀφιέντος μου φωνὰς, ὥσπερ καὶ πρότερον, ἐνίσταται κατηγορῶν, οὐ συγχωρεῖ κυρωθῆναι γράμματα.
8.285 ΜΕΤΑ τὴν κατάστασιν θήσεις τὴν διάνοιαν ἐξ ἀντιθέσεως· τὸ γὰρ ῥητὸν τοῦ νόμου τοῦ γραφομένου τυγχάνει. οἷον, ἀλλ’ οὐκ ἐκρίθη, φησὶν, οὐδεμία γὰρ παρὰ τῶν δικαστῶν ὑπὲρ τοῦ νόμου ψῆφος ἐνήνεκται. ΛΥσεις τῷ νόμῳ, καὶ τοῖς γενομένοις εἰςαχθεὶς ἅπαξ, καὶ γνωσθεὶς τοῖς δικασταῖς καὶ φανερὸς γενόμενος κρίσιν ἔσχεν πρὸς αὐτὸν τὴν προςήκουσαν. ὅθεν καὶ ὁ νόμος δὶς περὶ τῶν αὐτῶν λέγει μὴ κρίνεσθαι οὐχ ἁπλῶς, ἀλλ’ ἵνα μὴ δὶς περὶ τοῦ αὐτοῦ γραφὴ ἐν δικαστηρίοις γίγνηται. μηδὲ πολλάκις τῆς αὐτῆς δίκης ἀκούωσιν οἱ δικασταί. εἶτα τοῖς ὁρικοῖς, ὅτι ταὐτόν ἐστι νῦν ὥσπερ καὶ πρότερον. καὶ ἡ αὐτὴ κρίσις γίγνεται νῦν, ἥπερ καὶ πρότερον· τοῦτο δὲ ἀπαγορεύει ὁ νόμος· εἶτα ὅτι καὶ ἴσον ἐστὶ τὸ νῦν γιγνόμενον τοῖς πρὸ τούτου. πάλιν γὰρ καθεσθέντες ἔχουσιν ἀκοῦσαι τῆς γραφῆς καὶ τῆς αὐτῆς ἀνασχέσθαι φλυαρίας, καὶ πάλιν σου γνῶναι τὴν συκοφαντίαν, ὅπερ καὶ πρότερον γέγονεν· εἶτα τῷ πηλίκῳ, ὅτι δεινόν ἐστι τοὺς αὐτοὺς κατηγόρους δέχεσθαι ἐπὶ τοῖς αὐτοῖς· εἶτα πιθανῶς καὶ ἀκολούθως σύμβαλε εἰς τὴν ἀντίληψιν. κἂν συνεχῶς τις ὑπὲρ ὑμῶν νομοθετεῖν θέλῃ, ὅπερ ὑπὸ τῶν προτέρων γενομένων νόμων κυρίων συγκεχώρηται· καὶ κατασκευάσεις διόλου ὡς ἀντίληψιν. ΕΙΤΑ μετὰ τὴν ἀντίληψιν θήσεις τὸ μεταληπτικόν· ἀλλ’ οὐ τοῦτον, φησὶν, ἔδει σε τὸν νόμον εἰςφέρειν. ΛΥσεις τῷ χρώματι. εἰδὼς αὐτὸν χρήσιμον ὄντα τῇ πόλει εἰςήνεγκα, καὶ δυνάμενον ἅπαντας ὠφελεῖν, καὶ ὅσα τοιαῦτα κατασκευαστικὰ τοῦ χρώματος.
8.286 ΜΕτὰ ταῦτα θήσεις τοὺς ἐπιλόγους κοινοὺς, ἀπὸ τοῦ δικαίου καὶ τοῦ συμφέροντος. ΠΡΑΓΜΑΤΙΚ Α . ΝΟΜΟΣ ΤΟΝ ΑΡΙΣΤΕΑ ΛΑΜΒΑΝΕΙΝ ἣν βούλεται δωρεάν. Πένης καὶ πλούσιος ἐχθροὶ τὰ πολιτικά· ἠρίστευσεν ὁ πλούσιος· ἔλαβε δωρεὰν κατὰ τὸν νόμον τὸν πένητα, πολέμου προςδοκωμένου, καὶ δεύτερον ἀξιοῖ τις στρατεύεσθαι τὸν πένητα. Μέσον ἐστὶ τὸ ζήτημα ἤθους καὶ σχήματος· ἤθους μὲν, ἐν οἷς ὑπὲρ τῆς πόλεως ὁ λέγων ἀξιοῦν ὑποκρίνεται, καὶ τοῦ τῆς πόλεως συμφέροντος οὐ τοῦ πένητος ἔχεται, σχήματος δὲ ἐν οἷς ἐγκωμιάζει τὸν πλούσιον, καὶ πρὸς τὴν ἄφεσιν τοῦ πένητος ἐπάγεται· χρῄζει γὰρ αὐτοῦ τανῦν ὁ δημηγορῶν, καὶ πρὸς τὴν σπουδὴν ἀντιπράττοντος· διὸ καὶ καιρὸν ἔχει τὸν πλούσιον ἐπαινεῖν ὡς φιλάνθρωπος· ὅτι παρὰ τοῦ δήμου τὴν χάριν εὑράμενος τὸν ἐχθρὸν οὐκ ἀνῄρηκεν. ἐπιεικοῦς γὰρ λόγου καιρός· ἐν οἷς ἡμῖν συλλαβέσθαι τὸν πλούσιον παρακαλοῦμεν. ὡς ἐὰν πρὸς τὸν πλούσιον μαχώμεθα παροξύναντες αὐτὸν, τοὐναντίον ἢ βουλόμεθα πράξομεν· διὸ τῆς ἀντιπολιτείας αὐτὸν μεμνῆσθαι καλὸν, ἀνασκευάσομεν γὰρ τὸ προκείμενον εἰς ὑπόμνησιν τὴν ἔχθραν ἄγοντες. οὔτε τὴν τοῦ πλουσίου ἀριστείαν ἐξαιρήσομεν· ἀφελῶς γὰρ αὐτῆς ὡς γενομένης χάριτος καθαψόμεθα. οὔτε μὴν ἀριστεύειν ἐπαγγελλόμεθα τὸν πένητα, ἵνα μὴ τῆς τοῦ πένητος ἀριστείας ἐλπίδα ποιήσαντες δῶμέν τι τῷ πλουσίῳ πρὸς φόβον ὡς καὶ τοῦ πένητος ἂν μετὰ τὴν ἀριστείαν τὸν πλούσιον ἀνταιτήσαντος· παρατηρητέον δὲ, ὅτι βαρὺ καὶ ἐπαχθὲς εἶναι δοκεῖ τὸ τὸν πλούσιον ἀντιλέγειν ὑπὲρ τῆς ἑαυτοῦ δωρεᾶς, καὶ ταῦτα ἀριστέα ὄντα.
8.287 καὶ τὸ σαυτοῦ μᾶλλον ἢ τὸ τῆς πόλεως προκρίνειν δοκεῖ. βέλτιον οὖν καὶ ἄλλον ἀντιλέγειν, καὶ τὰς ἀντιθέσεις μὴ ἀπὸ τοῦ προσώπου τοῦ πλουσίου τιθέναι. ΠΡΟοιμίοις γὰρ χρησόμεθα τοῦτον τὸν τρόπον· ἕως ὅτου πρὸς τὸ βουλεύσασθαι παρέσχεν, ὦ πολῖται, καιρὸν ἡμῖν ἡ τύχη, καὶ μηδέπω πάντας ἡμᾶς ἀφῄρηται τὴν ὑπὲρ τῶν κοινῶν σκέψιν ὁ πόλεμος, ἀλλ’ ἔτι σκοπεῖν ὑπὲρ τῶν ἐν χερσὶν ἡμῖν συγκεχώρηται. κρίνατέ τι τῆς δημοκρατίας ἐπάξιον, καὶ τὸν πένητα κατὰ τῶν πολεμίων ἐκπέμψατε, ἵνα μὴ πάντων ὁπλιζομένων ἡμῶν εἷς τῶν παρ’ ἡμῖν εὔνους καὶ φιλοκίνδυνος τῶν ὑπὲρ τῆς πολιτείας ἀγώνων στερίσκηται· εἰ γὰρ μὴ καλούσης τῆς χρείας, μόνος ἐπὶ ταύτην ἀπήντων ἐγὼ τὴν προαίρεσιν, καὶ τοῦ καιροῦ σιωπῶντος τὸν πένητα συνῆγον ἐπὶ τὴν ἐκκλησίαν τοὺς ἅπαντας, περιττὸν ἂν ἦν ψῆφον ἐπιζητῶν παρ’ ὑμῶν εἰρήνην λαβεῖν πρὸς τὸ παρὸν οὐ κατήπειγεν· ἐπειδὴ δὲ κίνδυνος ἐφώρμα τῇ πόλει καὶ δεύτερον· καὶ δὴ καθέκαστον ἅπαντας ὑπὲρ τῶν νόμων συμβάλλεσθαι, γενέσθω τι πρὸ τῆς ἀγωνίας τῷ πένητι σύνθημα· καὶ μετὰ τῆς ἀσπίδος τοῦτον τῆς ἐκκλησίας προπέμψομεν· ἵνα δοῦλον ἀπὸ τοῦ βήματος ἐξορμήσαντες νικῶντα ἀριστέα μετὰ τὴν ἀγωνίαν δεξώμεθα. ΔΕΥτέρῳ δὲ χρήσῃ τοιούτῳ· ὁ μὲν οὖν πένης τὴν συμφορὰν μᾶλλον φέρει καὶ πείθεται· καὶ παρέστηκε σιωπῶν, καθ’ ἣν τοῦτο λυπούμενος, ὅτι μὴ προλαβὼν τοὺς ἐναντίους κεχείρωται. ἀλλ’ ἀναμένει τὸν πλούσιον, καὶ πρὸ τῶν νόμων· τοῦτον ὡς δεσπότην δορυφορεῖ· ἡμεῖς δὲ τοῦ πολέμου τὸ δεινὸν ἀποκηρύττοντος, καὶ μελλόντων ὅσον οὐδέπω τῶν φόβων ἀγλαὸν γενέσθαι τινὰ περὶ τὴν πόλιν, κατοκνοῦμεν ψηφίσματι· καὶ στρατιώτην κατὰ τῶν πολεμίων ὠδίνοντα τῇ παρ’ αὐτῶν ἐπέσχομεν ἡμεῖς μόνῃ βραδυτῆτι· ὃ μὴ πάθοιτε νῦν, οὐ γὰρ εὔλογον εὖ μέν τινα τὸ γένος προαιρεῖσθαι ποιεῖν, ἀποφοιτᾷν δὲ τῶν ἔργων τῷ μὴ τὸν δῆμον συναίρεσθαι· εἰ γὰρ τοῦ μὲν δράσαντος ὁ κωλύσας μεμπτότερος, τοῦ πράξαντος εὖ ὁ παρασχὼν τὴν ἀφορμὴν δικαιότερος· ὥστε εἰ τούτῳ παράσχοιμεν ὑπὲρ τῶν κατειληφότων τὴν ἄδειαν, αὐτοῖς ἡμεῖς τὴν ἐλευθερίαν, οὐ τῷ πένητι πρυτανεύσομεν· πολλάκις ἐπεσημηνάμην, ὅτι τὰ κωλοειδῆ καιρὸν ἐν προοιμίοις οὐκ ἐμπίπτει.
8.288 ἀλλὰ κατάγνωσιν φέρει τιθέμενα. τρίτον δὲ τοιοῦτον ἐρεῖς· οἱ μὲν οὖν κακοδαίμονες ἐκεῖνοι πολέμιοι τάχα που πάντως ἔκδοτον τὸν πένητα γεγενῆσθαι νενομίκασι, καὶ θαῤῥοῦντες, ὡς εἰκὸς, ἐπὶ τὴν ἀγωνίαν σπουδάζουσιν, ἅτε δὴ μηδενὸς αὐτοῖς πρὸς τὴν καθ’ ἡμῶν ἐπιβουλὴν ἀντιπράττοντος· ὑμέτερον οὖν ἔργον ἐκείνοις μὲν ἀποτειχίσαι τῇ τούτου προθυμίᾳ τὴν πόλιν, ἐπιδεῖξαι δὲ προδόταις τοῖς παρ’ ἡμῖν, ὅτι καὶ πρότερον οὐ προςηκόντως εὔνουν πολίτην καὶ δημοτικὸν προέμενοι, νῦν ὅτε τῇ πείρᾳ τὰ σφάλματα μεμαθήκαμεν, ἑκόντες τὸ λυσιτελὲς οὐκ ἀφήκαμεν. ἑτέρα δὲ ἔννοια προοιμιακὴ ἐκείνη ἂν εἴη· ὁ μὲν οὖν πλούσιος ἔκδοτον τὸν πένητα παρὰ τοῦ δήμου καὶ ζῶντα μέχρι τοῦ δεῦρο κατέσχηκε, καὶ τυχὸν τοῦτον ὑπὲρ τῆς πολιτείας τετήρηκεν. εἶτα κατασκευάσεις τοῦτο αὐτὸ οὕτως. ὅπου γὰρ ἐξὸν ἀνελεῖν ἐφείσατο, πῶς οὐ δῆλον, ὅτι ὑπὲρ ἡμῶν προνοῶν οὐ προπετῶς τοῦτον ἀνῄρηκεν; εἶτα συμπεραίνεις· οὐκοῦν εὔλογον τοῦτον ἀφεῖναι, ὃν καὶ ὁ ἐχθρὸς τῇ πόλει διεφύλαξεν. ΔΥΝατὸν καὶ οὕτως εἰπεῖν· ᾤμην μὲν, ὦ πολῖται, τὸν πλούσιον ἀφ’ ἑαυτοῦ παρασχήσειν τὸν πένητα πρὸς τὸ μέγεθος τῶν κατειληφότων φιλοτιμούμενος.
8.289 ἐπειδὴ δὲ πρὸς τὸ πρέπον βραδὺς, ὡς ἔοικεν, οὗτος ἐλήλεγκται, αὐτὸς ἥκω γράφων ἐξιέναι τὸν πένητα, καὶ τὰ τοιαῦτα. ΔΥΝατὸν καὶ οὕτως· εἰ μὲν οὖν πρὸ τοῦ πολέμου μάθοιεν οἱ πολέμιοι τὸν πένητα στρατευόμενον, τάχα πρὸ τῆς συμφορᾶς, οἶμαι, τῇ πόλει παραχωρήσουσιν. ἐπειδὴ δὲ τέως τοῦτον ἰδεῖν οὐκ ἐλπίζουσι στρατευόμενον, ἡμεῖς αὐτὸν ἐξαίφνης μετὰ τῶν ὅπλων ἐπὶ τὸν πόλεμον ἐξορμήσομεν, ἵνα στρατιώτης παρ’ ἐλπίδα φανεὶς μετὰ τῶν ἔργων ἐν τῷ πολέμῳ γένηται φοβερώτερος. Ἡ ΚΑτάστασις· ὁ καθιστάμενος οὐκ εὐκαίρως τῆς ἀντιπολιτείας μνησθήσεται. καὶ γὰρ ἐὰν λέγῃ ὅτι δεινὰ ποιῶν καὶ παρανομῶν ὁ πλούσιος τὸν πένητα ἔσχε κωλύοντα, αὐξήσει μὲν τὴν τοῦ πλουσίου θρασύτητα. ἐκτείνων δὲ τὴν πολιτείαν τοῦ πένητος παροξύνει διὰ τῆς μνήμης τὸν πλούσιον δηλονότι. ἐκεῖνος δὲ λαβὼν τὸν πένητα δωρεὰν, καὶ τῆς πρότερον λαμβάνων ἔχθρας ὑπόμνησιν, οὐκ ἀφήσει τὸν πένητα. ἔστιν οὖν ἡ κατάστασις τοιαύτη ἔχουσά τι πρὸς ἐγκώμιον πλουσίου, καὶ μετὰ βαθύτητος διασυρμὸν, ὡς καὶ τοῦ πολέμου διὰ τὸν πλούσιον γενομένου, καὶ τῆς ἀριστείας ἐξ ἐπιβουλῆς αὐτῷ προςγενομένης· οἷον, ἐπειδὴ γὰρ ἅπαντα μετὰ τῆς ἀγαθῆς τῆς πόλεως τύχης ὁ πλούσιος πολιτευόμενος ὑπῆρχεν, ὡς εἰκὸς, καὶ λόγοις καὶ χρήμασι χρήσιμος, καὶ τῶν κοινῶν οὐδὲν ἐνόμιζε προυργιαίτερον, οὐκ ἔχθραν, οὐ κέρδος, οὐ φιλοτιμίαν, οὐκ ἔρωτα πολέμου ποθὲν συμβεβηκότος τῇ πόλει, καὶ τὴν φύσιν προλαβόντος τοῦ πράγματος, εὐθὺς μετὰ τῶν ὅπλων ἀπαντήσας ἐπὶ τὸν πόλεμον, καὶ αὐτὸν προλαβὼν τὸν πένητα, μᾶλλον δὲ καὶ τὴν ἁπάντων παράταξιν, ἀγνοούντων ἔτι τῶν πολλῶν τὸ δεινὸν, καὶ τοῦ θορύβου τὴν πρόφασιν τινῶν βουλομένων μαθεῖν, μετὰ τῶν τροπαίων ἀριστεὺς ἐπανήρχετο.
8.290 καὶ συνῆπτε τῇ φύσει τὸ τρόπαιον, καὶ τοὺς λόγους ἡ ἀριστεία κατελάμβανεν. τότε μὲν οὖν ἁπάντων θαυμαζόντων ἡμῶν καὶ τὴν τῶν πολεμίων παράταξιν καὶ τοῦ πλουσίου τὸ τρόπαιον, καὶ κατ’ αὐτὸν ἐκπληττομένων, ἀριστείας ἅμα καὶ πολέμου ταχύτητα παρὰ τῆς δωρεᾶς κατὰ τὸν νόμον ἡδόμενοι συνηρχόμεθα. καὶ τοῦ γέρως προςτιθέντες τὴν αἴτησιν ἕνα τινὰ πάντες εἶχον σκοπὸν τῷ πλουσίῳ χαρίσασθαι· τί γὰρ οὐκ ἔμελλον θᾶττον οὕτως ἄνθρωποι τὴν ἐλευθερίαν ἀπειληφότες, οὐ ταχθέντες μετὰ τῶν ὅπλων, οὐ περὶ τῆς τοῦ πολέμου τύχης εὐλαβηθέντες, καὶ τέλος οὐ τραυματίας ἰδόντες τοὺς ἑαυτῶν γνωρίμους καὶ φίλους. τοιγαροῦν ἐπειδὴ ἐζήτησε τὸν πένητα, καὶ τὴν αὐτοῦ προαίρεσιν ἅπαντες μεμαθήκαμεν, οὐκ ἀντείπομεν πρὸς τὴν ἐπιθυμίαν, μεμψάμενοι τὴν δωρεὰν οὐκ ἠχθέσθημεν. τί δέ μοι τούτων τῶν λόγων αὐτὸς ἑαυτὸν ἑκὼν ἐπεδίδου μετὰ τὴν αἴτησιν καὶ τὴν τῶν πολλῶν ψῆφον ὁ δῆμος προὐλάμβανεν, οὐ δυςχεράνας, οὐ τῷ κοινῷ τι μεμψάμενος, οὐ τῆς ἑαυτοῦ ποιήσας πολιτείας κατάλογον. εἶτα τὰ τοιαῦτα πιθανῶς διασκευάσας, ὡς μηκέτι παροξυσμὸν εἰπεῖν πρὸς τὸν πλούσιον, ἀλλὰ καὶ βαθέως αὐτοῦ τε καὶ τοῦ δήμου καθάψασθαι, ἔπαγε· εἰ μὲν οὖν μέχρι τούτων εἱςτήκει τὰ πράγματα, περιττὸς ἂν ἦν γράφων τανῦν, ἃ μηδὲ ὁ καιρὸς κατηνάγκασεν· ἐπειδὴ δὲ πρόδηλοι τυγχάνουσιν οἱ πολέμιοι, μετὰ παρασκευῆς ἐπερχόμενοι πλείονος, καὶ καταχθέντες οὕτως, ὡς καὶ πρὸς πᾶσαν τὴν πόλιν ἀντισχεῖν, εἰ στρατεύοιτο δὲ, αἰτῶ κοινῇ μεθ’ ἡμῶν συμπονῆσαι τὸν πένητα. γράφω καὶ τὸν δοῦλον συστρατεύεσθαι.
8.291 εἰς ταύτην γάρ με κατέστησε τὴν ἀνάγκην ὁ πόλεμος. ὅθεν δ’ ἂν γλαφυρά τις ἡ κατάστασις γένοιτο, καὶ ἀπὸ ποίων νοημάτων τούτου εὐπορήσομεν, σκοπῶν κατὰ μέρος τὴν κατάστασιν εὑρήσεις. οἷον εὐθὺς ἀπὸ τοῦ ψηφίσματος εἰπὼν ὅτι διὰ τὸ πάντας τοὺς πολεμίους παρεσκευασμένους παρέρχεσθαι. δεύτερον δύνασαι τὸν λόγον ἀποστρέψαι πρὸς τὸν πλούσιον, καὶ εἰπεῖν αὐτὸ ὑπὲρ ἐμοῦ τοῦτο· συμβούλευσον, πλούσιε, αὐτὸς ἀκριβέστερον τὰς τοῦ πολέμου τύχας μεμάθηκας· ὅμοιόν τι τοῖς πρότερον αὐτοῦ πεπολίτευσαι κατορθώμασιν, ἀντὶ λειτουργείας, ἀντὶ εἰσφορᾶς, ἀντὶ χρημάτων, ἀντὶ δωρεᾶς ἑτέρας καὶ χάριτος κοινήν τινα πρὸς τὴν πόλιν φιλοτιμίαν ὑπόμεινον, καὶ τὰ τοιαῦτα. μὴ ἐπὶ πολὺ δὲ, ἐπειδὴ ἐπίλογον ποιεῖς. μετὰ ταῦτα θήσεις παραγραφικὴν ἀντίθεσιν τὴν ἀπὸ τῆς δουλείας τοῦ πένητος· ὅτι ἄτιμός ἐστι καὶ οὐ μέτεστιν αὐτῷ στρατείας. αἱ λύσεις ἀπὸ τῆς τοῦ πένητος ποιότητος· ὅτι εὔνους τῇ πόλει, καὶ οὐδὲ πώποτε καταγνωσθεὶς ἀπὸ τῶν πολεμίων, ἀπὸ τοῦ καιροῦ καὶ τῆς χρείας· ἀπαντήσεις δὲ ἐνστατικῶς· οἷον καὶ πότε διακρίνει τοιαύτην πόλεμος συμφοράν· πότε δὲ τοιαύτην ἀρετὴν ἐξετάζει τύχη, καὶ πταίσματα οὐκ οἶδεν ἀνδρεία μηκέτ’ εἶναι δουλείας προσχήματι, καὶ οὐδ’ ἀτιμία φεύγει κατόρθωμα. εἶτα ἔπαγε τοῦ καὶ τοὺς ἀτίμους πολλὰ κατορθοῦν παραδείγματα. οἷον ὅτι πολλοὶ καὶ φύγαδες δυστυχούσῃ πόλει συνήλγησαν, καὶ ψήφῳ ξένοι τῆς πολιτείας γενόμενοι ταὐτὰ τοῖς ἐπιτίμοις κατώρθωσαν. καὶ ἀπ’ αὐτοῦ τὸ εὐθὺς ἀγωνιστικὸν ἐννόημα· εἰ μὲν γὰρ τοῦτο φῂς, ὡς τοὺς ἀξίους κρίνουσιν οἱ πολέμιοι, καθάπερ τοὺς ἐν ἀρχαιρεσίαις ἡ πόλις, καὶ τοὺς μαχομένους ἅπαντας πρὶν εἰς χεῖρας ἐλθεῖν δοκιμάζουσι, καλῶς τὴν μάχην ἀπαγορεύῃς τῷ πένητι· εἰ δὲ πρόςκειται τοῖς τολμῶσιν ἐπίσης ἡ τύχη, καὶ δεύτεροι πολλάκις ἄπεισι τῶν ἐλασσόνων οἱ κρείττονες, τί τηνάλλως περιεργάζῃ τὰ πράγματα, καὶ τὴν τοῦ δήμου πολυπραγμονεῖς δωρεὰν, καὶ δεύτερον ἐργάζῃ τῷ δυστυχήσαντι συμφοράν.
8.292 εἶτα ἀνάδραμε ἐπὶ τὸ παράδειγμα· πόσοι ξένοι πολλάκις πολεμοῦντες μεμίσθωνται, καὶ δεξάμενοι μεθ’ ἑαυτῶν φάλαγγα μὴ προσήκουσαν ἀτίμους συστρατευομένους ἐσχήκασι· καὶ τὴν αὐτὴν ὀδυρομένους τῷ πένητι συμφορὰν, κοινωνοὺς αὐτοὺς τῶν κατορθωμάτων ἐπέδειξαν· καὶ πρὸς τοῦτο ἕτερον Δημοσθενικὸν παράδειγμα· ὅτι χορηγοῦσι καὶ ξένοι καὶ ἄτιμοι. καὶ οὐδεὶς οὐδὲ πώποτε ἐπέλαβεν. ἀλλ’ ἐκ τίνος; ὀκνεῖ τῆς ἀσελγείας ταύτης αὐτόχειρ ὀφθῆναι γιγνόμενος. εἶτα τύχην τοῦ μισθουμένου μὴ κρίνοντος, ὥςπερ ἐν χρυσῷ τινα βάσανον κατὰ τῶν στρατευομένων ἐπιζητεῖς, καὶ γίγνῃ τοῦ δήμου τῷ πένητι μετὰ τὴν συμφορὰν χαλεπώτερος. μᾶλλον δὲ τὴν χάριν μετὰ τοὺς πόνους λαβὼν προθύμως οὐκ αὐτοῖς ἐπαμείβῃ τὴν πόλιν. οὐδὲ συγχωρεῖς ἀπαλλαγῆναι τὸν δῆμον τῶν δεινῶν εὐχερέστερον. ἀλλ’ ἵνα μείνῃ τις ἡμῶν κατορωρυγμένος ἐν σκότῳ, καὶ μηδεμίαν εὕρῃ τῶν κατεχόντων ἀπαλλαγὴν, ἐπιπολὺ διαγενώμεθα πολεμούμενοι, καὶ τοῦ παθεῖν εὖ παρὰ πόδας κειμένου, συμβῇ τι τῶν ἀβουλήτων διὰ τὴν σὴν ἔχθραν τῇ πόλει ποιεῖσθαι. τοιαύτην ἄνωθεν, εἰπέ μοι, τὴν πολιτείαν μεμάθηκας; τοῦτόν ποτε δημαγωγουμένους ἡμᾶς ἔγνως τὸν τρόπον; ἢ τῶν σαυτοῦ προγόνων οὕτω πρὸς τὴν χρείαν σμικρολογουμένων; εἶτα θὲς πάλιν τὴν ἀντίθεσιν, λῦσον ὡς ἐν διανοίᾳ· τῶν ὅπλων οὐ μέτεστιν.
8.293 φῂς, εἰ μὲν ἐν εἰρήνῃ, καλῶς· εἰ δὲ ἐν πολέμῳ μὴ συμμαχεῖν τὴν ἀνάγκην ἀφεὶς, ἀκαίρως γίγνῃ τοῦ παρόντος κριτής· εἰ γὰρ χρηστὴ πολλάκις προαίρεσις μεῖναι βεβαίαν τὴν ὑπόληψιν οὐκ ἐᾷ, πῶς ὁ σφόδρα σπουδαῖος ἐν δευτέρῳ τὴν τῶν ἄλλων κατάγνωσιν παρὰ τὴν χρείαν οὐ θήσεται; εἶτα ἁπλοῖς τὸ κεφάλαιον καταχρηστικῶς· ὁ πόλεμος ἐπιταράττει τὴν πόλιν καὶ δεύτερος, καὶ τῶν ἔργων ὁ φόβος ἅπασιν ἐμπέπτωκε χαλεπώτερος, καὶ πολίτην εὔνουν τις οὐκ ἐᾷ τοὺς πολεμίους λυμήνασθαι. οὐδὲ στρατιώτην τις ἐν τοῖς κινδύνοις αἱρεῖται μᾶλλον πιστότερον. ἀλλ’ ἀφεὶς ἐν τῷ πολέμῳ τὸν βέλτιστον, ἀμφίβολον αἱρεῖται συμπαραστάτην μαχόμενος· καὶ προςφυλάττει καὶ πολεμούμενος. καὶ πρὸς τὴν τύχην οὐ σπένδεται, αὐτῇ πρὸ τῶν ἔργων ἐξιλεούμενος. πεῖραν πολλάκις τῆς αὑτοῦ γνώμης δέδωκεν ἄνθρωπος. καὶ δημηγορῶν ἐπὶ τοῦ βήματος ὡς πονηρὸς οὐχ ἑάλωκεν· οὐδὲ διέφθειρε τούτου διαβολὴ τὴν προαίρεσιν, εἶτ’ ἔχοντες ὁπλίτην, εὔνουν, σπουδαῖον, φιλόπολιν, ἑκόντες ἀποστῶμεν τοῦ πρέποντος, καὶ κακοήθεις περὶ ὑμᾶς αὐτοὺς οὕτω γενώμεθα· ἐπιδεῖξαι πάλιν τὴν πρὸς τὴν πόλιν διάθεσιν ὁ πένης ἐπείγεται καὶ δεξιὰν ἐκ πολλοῦ τῶν πολεμίων σχολάσασαν γυμνάσαι προῄρηται. ἀλλάξας, ὦ πολῖται, τὴν τύχην τὴν πρὸς τὴν πόλιν γνώμην οὐκ ἤμειψεν, ἀλλὰ καὶ δοῦλος γενόμενος τὴν πρώτην ἐτήρησεν εὔνοιαν· εἶτα τὴν ἀτιμίαν προφέρει, τίς ὁπλιζόμενος καὶ θᾶττον αὐτόχειρ γενέσθαι τῶν ἐχθρῶν ἐπειγόμενος δυστυχοῦντα περιεργάζεται πένητα, καὶ τῆς μάχης ἄνθρωπον ἀπωθούμενος ἐᾷ τοὺς πολεμίους θρασύνεσθαι; οὐδεὶς δούλῳ πρὸ τῶν πολεμίων δικάζεται.
8.294 οὐδὲ τῶν παρόντων ἕτερα νενόμικε προὐργιαίτερα· εἰ γὰρ τοῦ κατεπείγοντος ἅπαντες ἀμελήσομεν, ἄλλο τι θέμενοι τῶν ἐν χερσὶ τιμιώτερον, εἶτα ἀφῶμεν ὡς μὴ λυποῦντα τὸν πόλεμον, δουλείαν σαφῶς, οὐκ ἐλευθερίαν τιμήσομεν. μετὰ τὴν παραγραφικὴν ἀντίθεσιν ἐμπεσεῖται λοιπὸν ἑτέρα ἀντίθεσις τοιαύτη. ἀλλ’ ἄτοπον τῆς δωρεᾶς ἀφαιρεθῆναι τὸν πλούσιον. ἔστω δέ σοι ἐπιμελὲς μὴ πάσας ἑνὶ σχήματι τιθέναι, μηδ’ εἰς τὸ ἐναντίον ἀεὶ χρηματίζειν αὐτὰς, ἀλλὰ πολυτρόπως καὶ ποικίλως τάττειν αὐτὰς, ποτὲ μὲν ἀορίστῳ σχήματι, ποτὲ δὲ ὡς ἀπ’ ἐνδόξου κρίσεως, ποτὲ δὲ ὡς ἀπ’ αὐτῶν τῶν ἀντιλεγόντων· οὕτω γὰρ ἔσται σοι μᾶλλον ὁ λόγος εὐσχημάτιστος. οἷον ἀορίστως εἶπε τὴν ἀντίθεσιν. ΑΛΛ’ ἄτοπον τῆς δωρεᾶς ἀφαιρεθῆναι τὸν πλούσιον. Λύσεις ἐνστατικῶς· καὶ πῶς αἰτοῦντι τὸ κατ’ ἀρχὰς τοιαύτην οὐκ ἀφῆκε, τίς τότε φωνὴν οὐκ ἄτοπον εἴρηκε, τὴν ἐλευθερίαν μεταμαθεῖν ὀψέ ποτε πένητα, ἀλλ’ ἀφειδῶς οὕτω πολίτου τὸν δῆμον ἀφείλετο καὶ δημαγωγοῦ πένητος ἰδεῖν ἔρημον τὴν πόλιν τετόλμηκεν. οὐκοῦν οὐδὲ λέγειν καλόν· ὅτι δεσπότης γενόμενος ἀπαλλοτριοῦται τοῦ κτήματος· οὐδ’ ἐφ’ ἑαυτοῦ μέν τινα φυλάττειν τὸ προςῆκον, τῇ πόλει δὲ μὴ τετηρηκέναι τὸ δίκαιον. εἰ μὲν γὰρ αὐτοῦ τανῦν ἄτοπον ἀφαιρεθῆναι τῆς δωρεᾶς δηλονότι, πολὺ πρὸ τούτου τὴν πόλιν ταὐτὸν τοῦτο παθεῖν εὐλογώτερον. εἰ δὲ μηδὲν ἡμᾶς δυςχερὲς ἔχειν πιστεύων, εἰδὼς ὅτι τοιαύτην παρ’ ὑμῶν εἴληφε δωρεὰν, τί τηνάλλως ἀκριβολογεῖται τανῦν δρῶν μᾶλλον αὐτὸς ἢ πάσχων παρὰ τὴν χρείαν τὰ μὴ προσήκοντα. ξενίζεις ἡμᾶς, ὦ πλούσιε, νῦν ἐν πολέμῳ μικρολογούμενος.
8.295 καὶ πάντα φιλοτιμησάμενος χρόνον τὸν ἔμπροσθεν, οὐκ οἶδα πόθεν ἡμῖν οὐ συναγωνίζῃ φροντίζουσιν οὐδ’ ἐπὶ ταύτην ἥκεις τὴν χάριν αὐθαιρέτως. τῆς τοῦ δήμου ταύτης ὑπομνήσθητι δωρεᾶς, τῆς τιμῆς τὸν τρόπον ἐπίσκεψαι. οὐκ οἶδα πῶς τότε τοὺς νόμους ἡ παρὰ πάντων πρὸς σὲ νενίκηκεν εὔνοια. καὶ παρεῖδεν ἡ πόλις τοῦ πρέποντος, ἵνα σοὶ μᾶλλον παρὰ τὴν ἀριστείαν χαρίσηται, ἔκδοτον ἀπ’ ἐκκλησίας γενέσθαι πρὸς ταύτην αὐτῆς συγχωρήσασα, καὶ δοῦλον τὸν περὶ τῆς δωρεᾶς μετ’ αὐτῆς βουλευσάμενον· εἶθ’ ὑποβάλλει τις ὡς ἄτοπον καὶ μεταποιεῖται τοῦ πένητος· ἢ γὰρ ἐκ καταδίκης ὑπήκουσε, καὶ τὸ δουλεύειν αὐτῷ πονηρίας γέγονε τίμημα· ἢ μέμψιν ἔσχε τινὰ, τὴν ἀτιμίαν ταύτην αὐτῷ πρυτανεύουσαν, οὐκ ἔστιν εἰπεῖν. τίς γὰρ ἦν τῷ πένητι τότε παρὰ τῷ δήμῳ κατάγνωσις; ποίας προδοσίας γραφή; τίνα πρὸς τιμωρίας ἐγκλήματα; ἐπειδὴ γὰρ οὐ τότε, νῦν ἀνελθών τις εἰπάτω, τίς λόγος, τίς ἀγανάκτησις ἐπὶ ταύτην αὐτὸν τὴν τύχην κατήγαγε; ποία πολιτείας γραφή; τίς λοιδορίας ὑπόθεσις; παῤῥησιάσομαι γὰρ, κἂν δοκῶ παρὰ τὸ πρέπον θρασύνεσθαι· καὶ πρὸς θεῶν ἀχθέσθητε μηδὲν, ἂν μικρὸν τοῖς λόγοις χρήσωμαι καὶ τολμηρότερον. καὶ τοῦ δήμου κατηγορήσω παντὸς, ὅτι δουλεῦσαι τοῖς ἐχθροῖς φυλαττόμενον ἄνθρωπον εὔνουν περιεῖδε δουλεύοντα, καὶ πολίτην ἔσχε μετὰ τὴν νίκην αἰχμάλωτον, καὶ δημαγωγὸν εἶδεν οὐχ ὑπὸ τῶν πολεμίων ἀλλ’ ὑπ’ ἀριστέως ἀγόμενον. εἰ μὲν γάρ ἐστιν εἰπεῖν, ὡς οὐδεμία ἦν τὸ γιγνόμενον συμφορὰ, ἀλλ’ ἔσχε τι τὸ πάθος καὶ καθ’ ἑαυτὸ μετριώτερον, μεταβολὴν τὸ δεινὸν ἦν ἐκ ταὐτομάτου λαβεῖν, οὐδ’ οὕτως ὑπερορᾷν καλῶς εἶχε τοῦ χρήματος ἂν, ἀλλὰ καὶ νόμων τὴν χρείαν καὶ ψηφισμάτων ἐπίπροσθεν τίθεσθαι.
8.296 ἐπειδὴ δὲ τὸ δεινὸν ἐμμένον τοῖς δεδογμένοις ἐστὶν ἐμποδὼν, καὶ κρατεῖ τῶν ἔμπροσθεν τὸ παρὸν, μαθέτω τοῦτο παρ’ ὑμῶν προχείρως ὁ πλούσιος. εἶτα κατασκεύασον ὁρικῶς, ὅτι οὐδὲ ἀφαιρεθῆναί ἐστι τοῦτον ἅπαξ λαβόντα καὶ χρησάμενον. ὅτι καὶ σώζει τὴν δωρεὰν, καὶ τοῦτον αὐτὸν οὐδεὶς ἀφαιρεῖται τοῦ πένητος· εἰ μὲν γὰρ αἰτοῦντι τὴν χάριν ἦμεν ἡμεῖς ἐμποδὼν, καλῶς ἂν εἶχε λέγειν πλεονεκτεῖσθαι τὸν πλούσιον· ἐπεὶ δὲ καὶ τὴν παρ’ ἡμῶν δωρεὰν, καὶ τῆς τιμῆς ἀπήλαυσεν οὐ φθονούμενος, καὶ γὰρ ἔσχε τὸν πολίτην δουλεύοντα, καὶ σιωπῶντα τὴν τύχην, καὶ πρὸς τὴν αἴτησιν οὐ μαχόμενον, ἀλλ’ ἀκολουθοῦντα τῷ δόγματι, καὶ τὴν ψῆφον δεχόμενον, τί τὴν παρ’ ἡμῶν σοφιζόμενος αἴτησιν λαμβάνειν ὑπολαμβάνει τεχνιτευόμενος; καὶ ταῦτα τὴν καλὴν εἰσφορὰν ἀφαίρεσιν ὀνομάζει τῆς χάριτος, αὐτὸς φυλάξας μὴ τὴν αἴτησιν ὡς ὀφειλόμενον σώζεσθαι, καὶ τηρήσας ἀκέραιον ὡς χρηστὸς πολίτην καὶ σώφρονα, ὦ τοῦ δήμου παντὸς φιλανθρωπότατε πλούσιε, ὦ στρατιώτην τηρήσας ἡμῖν, ὃν ὁ δῆμος αὑτῷ μὴ τετήρηκε, καὶ φυλάξας ἄνθρωπον, ὃν εἰς σφαγὴν ἅπαντες ἐκδεδώκασιν. ἕτερον ἀπὸ τῆς σῆς οἰκίας ὁπλίτην ἐπιζητῶ. ὑπὲρ τοῦ πολέμου τοῦτον ἀνείληφας. ὑπὲρ χρείας τῆς αὐτῆς παραχώρησον· καὶ γενέσθω τι καινὸν ἐπὶ σοὶ φιλοτίμημα. παραταττέσθω κατάδικος μὴ φιλονεικοῦντος δεσπότου. μετὰ ταύτην τὴν ἀντίθεσιν νομικὴ πεσεῖται ἑτέρα ἀπὸ τοῦ δικαίου ἐγγράφου. ἢ ὅτι ἐδεξάμην κατὰ νόμον τὴν δωρεὰν λαβών. Γλαφυρὰ δὲ πανταχοῦ αὕτη ἡ ἀντίθεσις πίπτουσα. καὶ γὰρ χρήσῃ τῇ διανοίᾳ τοῦ νόμου. καὶ πολιτείας ἔξεστιν ἐξετάσαι, ὅτι οὐδαμοῦ δουλεία τετίμηται. καὶ ἀπὸ τοῦ πένητος οἷόν τε λαβεῖν, ὡς μὴ προσηκόντως δουλεύοντος, καὶ ἀπ’ αὐτῆς τῆς τοῦ πράγματος ἀτοπίας, καὶ ἀπ’ αὐτῆς τῆς τοῦ νόμου ἀναγνώσεως, ὅτι οὐ λέγει δουλεύειν, καὶ ἀπὸ τῶν μετὰ ταῦτα, ὅτι οὐδεὶς ἔτι ἕλοιτ’ ἂν εὐνοεῖν τῇ πόλει, τοιαύτας ὁρῶν ἐν ἡμῖν οὔσας τὰς ἀμοιβὰς, καὶ ὅλως ὅπου δ’ ἂν τοιαύτη ἐμπέσῃ ἀντίθεσις, γλαφυρωτάτην αὐτὴν οὖσαν εὑρήσεις.
8.297 ἵνα δὲ μὴ πάσας ἐξ ἀντιθέσεως θῶμεν, ἐπὶ τοῦ παρόντος τὰς λύσεις τάξομεν, προηγουμένως τὴν ἀντίθεσιν λύοντες· νῦν δὲ τῆς ἀπὸ τοῦ πένητος ἀφελείας λόγος ἅπασιν οὐδὲ εἷς. ἀλλὰ τοὺς νόμους κομπάζοντες οἴονται λύσειν καθάπερ ἐν θήρᾳ τῶν ἐμπιπτόντων ἐχόμενοι, καὶ δεδόσθαι θρυλλοῦντες κατὰ τὸν νόμον τὸν πένητα. ὥσπερ ἡμῖν τι χρηστὸν ἐπιγράφοντος τὴν ἀπὸ τοῦ ῥήματος ἀδοξίαν οὐ φεύγουσιν οὐδὲ σκοποῦσι κείμενα παρ’ ἡμῖν ἐπ’ ἐλευθερίᾳ τὰ γράμματα· καὶ τῆς δωρεᾶς ἐπ’ αὐτονομίᾳ κειμένης οὐχ ὁρῶσιν ἕνα τινὰ τῶν παρ’ ἡμῖν πολίτην δουλεύοντα· εἶτα τὴν πολιτείαν ποιήσαντες παροιμίαν αἰνίγματι καὶ καθάπερ ἐπὶ σκηνῆς τὸ δεινὸν, πῆ μὲν ἐκκλίνοντες, πῆ δὲ δεχόμενοι, παίζοντες καὶ εἰς τὴν τύχην ἐλέγχονται· φέρε γὰρ αὐτόν μοι τις ὑπαναγνώτω τὸν νόμον καὶ τὴν ἐκείνου φωνὴν ἐπὶ τοῦ παρόντος ὑποκρινάμενος εἰπάτω, δουλείαν ὀνομάζει τὰ γράμματα. δεχέσθω, φησὶν, ἣν βούληται δωρεὰν καλῶς· τί τοίνυν ὁ τὸν νόμον δοὺς ἐπὶ τούτῳ προῄρηται; ἢ τίνι τῶν παρ’ ἡμῖν τιμᾶσθαι τοὺς ἀριστεύσαντας βούλεται; ἀλλὰ μήπω τούτῳ τὴν δεσποτείαν, ᾗ χρησάμενοι πρῶτον οἱ πρόγονοι, τὸν νόμον τουτονὶ κεκυρώκασι, καὶ τῶν θεσμῶν ὑπομνησθέντες τῶν προτέρων οὕτως ἐξετάσωμεν τὸ παρὸν ἀκριβέστερον· ἐξ ἀρχῆς τοίνυν πολιτεία τις ἦν, τῶν πάνυ τις ἀποκρινάσθω σοφῶν· ἢ πάντως διασύρας ταυτηνὶ τὴν ἐρώτησιν δημοκρατίαν ἐρεῖ· καὶ τῇ φωνῇ σεμνότερον προςχρησάμενος τὴν αὐτὴν ἄνωθεν εἴποι κατάστασιν ἔχειν ἡμᾶς.
8.298 οὐκοῦν δοκεύειν ταῖς πολιτείαις οὐ πάτριον, ἀλλὰ ταύταις χρῆμα τοῦτο ἁπάντων ἐχθρότατον· εἰ γὰρ ἴσον δεῖν ἔχειν ἅπαντας νεμομίκασι, καὶ τὴν ἰσηγορίαν ταύτην εἶναι πιστεύουσι, δουλεία τούτοις ἀπεναντία ὑπάρχουσα μὴ νόμιμον εἶναι διδάσκει τὴν αἴτησιν. παρὰ τίσι γὰρ ἑτέροις, ἢ παρὰ τοῖς ἐλευθέροις οἱ νόμοι; καὶ τίνες μᾶλλον ἑτέρων κέχρηνται δόγμασιν ἀληθέστερον. οὐ παρ’ οἷς ἐστι τὸ δουλεύειν ἀπάνθρωπον, οὐ παρ’ οἷς δουλείας θάνατος αἱρετώτερος; πῶς τοίνυν εἰκάζειν καλὸν, ὅτι δεδωκότος τοῦ νόμου λαμβάνειν, ἣν βούλεται δωρεὰν, καὶ τὸ τοιαύτην περιθεῖναί τινι συμφορὰν συγκεχώρηται; εἰ μὲν γάρ ἐστιν εἰπεῖν ὡς ἔν τινι τῶν ἄλλων, στρατηγίας, ἢ ναυαρχείας, μᾶλλον δὲ δεσμῶν ἢ τιμωρίας ἑτέρας, καὶ τὸ δουλεύειν ἦν παραπλήσιον καλῶς ἐκ τῶν ἐνόντων λαμβάνειν, ἔφασκέ τις λαμβάνειν ὃ βούλεται. εἰ δ’ ὑπακούειν οὐ σύνηθες, πῶς τὸ μὴ ὂν ὡς ὑπάρχον σοφίζεται; ἐπεὶ φρασάτω τις ἐμοὶ παρελθών. πόθεν ἄλλοθεν ἄνθρωπος τοὺς πολεμίους ἀμύνεται μεθ’ ὅπλων μὲν, ἀπελαύνει τὸν πρὸς τὴν χώραν φαινόμενον. εἴ τις τοῦ τείχους οὐ δέχεται μετὰ τῆς ἀσπίδος ἀλλόφυλον, οὐκ ἐλευθερίας ἐκπεσεῖν φυλαττόμενος, οὐ τηρῶν τὴν αὐτονομίαν τῷ γένει, καὶ φεύγων μὲν παθεῖν τῷ πένητι παραπλήσια, κεῖσθαι δὲ μᾶλλον ἐθέλων, ἢ μεταλλάξαι τὴν τύχην. διὰ τοῦτο τραυματίαι πάντες ἀπὸ τῶν πολεμίων οἱ φιλοκίνδυνοι. καὶ τροφαὶ μὲν τοῖς μαχομένοις καὶ χρήματα, τιμαὶ δὲ καὶ γέρα μετὰ τὴν νίκην τοῖς ἀριστεύσασιν· οὕτω τοὺς προδότας κακίζομεν.
8.299 οὕτω τοὺς λείποντας τὴν τάξιν ἐκβάλλομεν· καὶ φρουροῦμεν τὴν μὲν πόλιν τοῖς τείχεσι, πόνοις δὲ τὴν ἐλευθερίαν ἀκέραιον, καὶ δημοκρατούμενοι τοὺς πολέμους οὐ φεύγομεν, ὀλιγαρχούμενοι δὲ τὴν δουλείαν πεφρίκαμεν· ἄλλ’ ἴσμεν πολιτείαν, ἐν ᾗ τὸ δουλεύειν φιλάνθρωπον. οὐδὲ δεσμὸν, ἐν ᾧ μὴ πάντες τοὺς παθόντας οἰκτείρουσιν. αὕτη καὶ βαρβάρῳ πολέμιος, αὕτη καί τισι τῶν ἀλόγων οὐ πρέπουσα. κἂν τῶν ἁπάντων εἴποις ἐχθρότατον τύραννον, οὐδὲ τοῦτον εὑρίσκεις δεχόμενον. εἶτα πανταχόθεν τῆς τοιαύτης ἀπελαυνομένης συμφορᾶς, λέγει τις οὐκ ἐᾷν τὸν νόμον τύχην χαρίζεσθαι. καὶ συκοφαντεῖ προχείρως οὕτω τὰ γράμματα καὶ τῆς τοῦ νόμου φωνῆς καταψεύδεται· μὴ γὰρ οὐκ ἐνῆν εἰπεῖν δουλείαν χαρίζομαι· μὴ γὰρ οὐκ ἐνῆν εἰπεῖν γιγνέσθω καὶ πολίτης τοῖς ἀριστεύουσιν ἔκδοτος. ἀλλ’, οἶμαι, τὸ δεινὸν σεσιώπηκεν, οὕτως ἀπάνθρωπον ἔσεσθαι πολίτην οὐ προςδεχόμενος. ἐλπίσειν οὐδένα ποτὲ τοιαύτην ὁ νομοθέτης ἤλπισε δωρεάν· οὐδ’ ἐπὶ ταύτην ἐλθεῖν ποτε τὴν τιμὴν εὔνουν πολίτην καὶ σώφρονα. εἰ δ’ εὕρασθαι τὴν ἀρχὴν οὐχ ὑπώπτευσεν, πῶς οὐ σφόδρα δοῦναι τὸν δῆμον κεκώλυκεν; εἰ γὰρ ὅρον νομίζει τις εἶναι τῶν τιμῶν τὴν προαίρεσιν, καὶ περιγράφει τὴν χάριν τῷ λαμβάνειν ἃ βούλεται, δεχέσθω καὶ πολιτείας κατάλυσιν· γιγνέσθω μετὰ τὴν ἀριστείαν καὶ τύραννος. καὶ δορυφόρους αἰτείτω, καὶ μετ’ ἐκεῖνον πολιτῶν ἀναίρεσιν ἕτερος· τί γὰρ ἄτοπον καὶ τοιαύτας δίδοσθαι δωρεὰς, καὶ πληροῦν τὴν προθυμίαν ἐνδιδόντας τοῖς ἅπασιν. εἰ γὰρ ὅτι τις βούλεται, δώσομεν, καὶ μηδὲν ἀντεροῦμεν αἰτούμενοι, τοῦ τιμᾷν ἐξ ἀνάγκης συμβαίνοντος, καὶ τούτῳ τι τῷ βουλομένῳ παραχωρήσομεν, νῦν δ’ οἶμαι σίτησιν προξενεῖν ἀτέλειαν συγχωροῦντος τοῦ νόμου, ἡμεῖς δουλείαν δεδώκαμεν, καὶ χαλκοῦς ἐπ’ ἀγορᾷ στῆναι τοὺς εὐεργέτας εἰ βούλοιντο, ἔκδοτον γενέσθαι πένητα παρὰ τὸν νόμον ἀφήκαμεν.
8.300 ὢ τῆς παραδόξου ταύτης καὶ λυμηναμένης ἅπασι δωρεᾶς. σωθείς τις ἀπόλλυσιν ἕτερον· καὶ τραυματίας ἵνα μὴ δουλεύσῃ γενόμενος, δεσπότης μετὰ τὴν νίκην νομίζεται καὶ τὸν ἐχθρὸν ἀποφαίνει τοῦ παρ’ ἡμῖν πένητος εὐτυχέστερον. βουλευσόμεθά τι κἂν νῦν πρεπωδέστερον, καὶ διορθώσομεν δευτέρᾳ ψήφῳ τὰ πταίσματα καὶ τῇ χρείᾳ πρὸς βουλὴν ἀρίστην χρησάμενοι διαβολὴν τῶν καθ’ ἑαυτῶν ἐπικρύψομεν. φανείτω τοῖς πολεμίοις ὁ πένης παραταττόμενος· ἵνα μὴ μαθόντες ἐκεῖνοι τὴν ἔκδοσιν τὰς ἀπὸ τοῦ πολέμου τύχας ἡμᾶς αὐτοὺς κατεγνωκέναι νομίσωσιν. ἐνῆν καὶ ἔτι πλατύτερον ἐκτεῖναι τὰ νοήματα λέγοντα, ἂν αἰτήσῃ τις σίτησιν, οὐ βασκαίνομεν, εἰκόνα χαλκῆν οὐκ ἀντιλέγομεν. πόσοι πολλάκις τετίμηνται παρ’ ἡμῖν, πολλοὶ καὶ τῶν δικαζόντων ἡμῶν δωρεᾶς τετυχήκασιν· ἀλλ’ οὐδεὶς οὐδέποτε παρὰ τοῦ δήμου τοιαύτην χάριν ἀνείληφε. κἂν ἐρωτήσῃ τις ἡμῶν τὸν ἕτερον, σίτησιν εὑρήσει τὴν δωρεὰν, ἀτέλειαν τὴν χάριν, εἰκόνα χαλκῆν, ἀστρατείαν, ἄλλα μυρία· τί τοίνυν πρὸς τὴν νῦν δωρεὰν, ποῦ τοιαύτην ἡμῶν τις κεκάρπωται. εἶτα καὶ ὅτι ἄτοπόν ἐστιν ὑπὲρ τοῦ μὴ δουλεῦσαι τοὺς παῖδας ἢ τὸ γένος ἡμῶν ποιουμένους τὸν πόλεμον, συγχωρεῖν τὰς τοιαύτας αἰτήσεις βούλεσθαι. ἔτι δὲ καὶ τὰ κυριώτατα νοήματα λυτικὰ τῆς ἀντιθέσεώς ἐστι. τί οὖν καὶ νῦν ἄρα ἐπαγγελλόμεθα τοιαύτην τινὶ δωρεάν; ἆρ’ ἐὰν καὶ νῦν ἀριστεύσωσιν ἕτεροι, πάλιν τινὰς τῶν πολιτῶν ἐκδότους ποιήσωμεν; εἶτα ἁπλοῖς χρησάμενον νοήμασιν, ὅτι ἐντεῦθεν προλέγομεν, ὅτι τοιαύτην οὐδεὶς λήψεται δωρεὰν, ὅτι τῶν πολιτῶν τινας οὐ προδώσομεν.
8.301 καὶ ἔπαγε ἐκεῖνα τὰ νοήματα, μάλιστα πληκτικὰ τυγχάνοντα, ἃ καὶ τὴν πρώτην ἀριστείαν κακούργως γενομένην αἰνίττεται· κηρύξωμεν ὅτι τοὺς λείποντας τὴν τάξιν ἐκδώσομεν· ἐγὼ προλέγω πρὸ τῶν ἔργων τοῖς ἀριστεύουσιν, ἂν ἀφῇ τις τῇ ἀ τοῦτον ἐκδίδωμι. ἂν προδότης ἁλῷ, τοῦτον κἀγὼ τοῖς αἰτοῦσι χαρίζομαι· ἂν δειλὸς, ἂν τρέσας τὸν κίνδυνον, τοῦτον ποιῶ τῆς πολιτείας ἐκτός· τοῦτον ἐπὶ βήματος οὐκ ἐάσω δημηγορεῖν, κἂν ὁ κῆρυξ καλῇ, κἂν ἀπαιτῇ πολλάκις ἡ χρεία, καὶ τὰ τοιαῦτα πλατύτερον, ἃ μάλιστα πλήττει τὸν πλούσιον. ἕξεις τὴν ἀντίθεσιν λυομένην μάλιστα τεχνικώτερον. μετὰ ταῦτά τις ἄλλη ἐμπεσεῖται ἀντίθεσις ἀντεγκληματικὴ, ὅτι ἄξιος ἦν ἐξαιτηθῆναι παρ’ ἐμοῦ ἐχθρὸς ὢν, ἣν λύσεις τῇ τοῦ προσώπου ποιότητι, τῇ τῆς πολιτείας ἀφορμῇ. ὅτι διὰ τὸ τὰ τῆς πόλεως φρονεῖν ἡ ἔχθρα γέγονεν. εἶτα τῷ χρόνῳ, ὅτι πρὸ τῆς πολιτείας ἐχθρὸς ἦν· τῷ τε μεταληπτικῷ καὶ τοῖς ἄλλοις ἐμπίπτουσι νοήμασιν. οἷον, ἀλλ’ ἐχθρὸν ὄντα, φησὶ, μετὰ τὰς ἀριστείας ἐζήτησα. ἡ λύσις ἔστω γοργοτέρα καὶ εὔθικτος, καὶ ποῦ γένοιτ’ ἂν τούτων ἐν εἰρήνῃ μετὰ τὴν ἀριστείαν ὠμότερον; ἢ οὕτως, καὶ πῶς ἐν ταὐτῷ μετὰ τοῦ πένητος ἡ πόλις στενάζει τὴν συμφοράν; πῶς δὲ χρηστοῦ πολίτου μετὰ τὴν νίκην ἀφῄρηται; ἢ πῶς τὴν ἔχθραν αὐτὸς εἰς τὸν βίον μετέστησας; καὶ τὸ κοινὸν τῶν δεινῶν συναπέλαυσας ἐξαιτουμένου τοῦ πένητος· καὶ πληγὴν κατ’ ἄμφω μίαν καὶ τὴν αὐτὴν ἀγαγὼν τὸν σύμβουλον ἅμα καὶ τὴν ἐκκλησίαν ἠδίκηκας· εἰ μὲν γάρ τι βίᾳ τῶν σῶν ὑπεξῄρηται, ἢ τῶν κτημάτων ἀποστερήσας τὴν πρόσοδον τῆς τρυφῆς ἀφῃρεῖτο τὸν πλούσιον, καλῶς, ὦ ἄνδρες, ὡς ἐχθρὸς ὁ πένης μεμίσηται.
8.302 πολέμιος ὄντως ὁ τὸν εὐδαίμονα μὴ συγχωρῶν ἀπολαύειν τῆς τύχης, καὶ φιλαπεχθήμων ἀληθῶς ὁ βασκαίνων τοῖς κρείττοσιν· εἰ δέ τις συμμετρησάμενος τοῦ μὲν καθ’ ἑαυτὸν βίου τὴν ἐπιείκειαν, τῇ δὲ πόλει τὴν εὔνοιαν τὴν ἑαυτοῦ πόλιν δημοσιεύειν ἠπίστατο, καὶ βουλῆς προκειμένης τοῖς ἅπασι τὸ συμφέρον οὐκ ἀπεκρύπτετο, τί μὴ παθόντες, ἃ παρ’ ἐχθρῶν εἰκὸς ἦν, τῇ δυσμενείᾳ τὸν φόβον καλύπτομεν. καὶ πρὸς τὸν δῆμον ἀχθόμενοι κλέπτομεν ἀλλοτρίοις πάθος ἐγκλήμασιν; οὐδεὶς ἐχθρὸς ὁ μὴ λυπήσας ἰδίᾳ τὸν ἕτερον, οὐ φανερὸς δυσμενὴς ὁ μὴ τοῖς τοῦ πλουσίου ἐπιβουλεύσας πλεονεκτήμασιν. εἶτα τῶν τοιούτων ὄντων ἐχθρῶν καὶ νομιζομένων παρὰ πᾶσι, τί σαφῶς ὁ πένης ἠδίκησεν, ἢ τί τῶν τοῦ πλουσίου καλῶν ἐξαίφνης ἀφῄρηται· μᾶλλον δὲ τίνι τῶν ἁπάντων ἡμῶν ὡς πονηρὸς ὁ δοῦλος λελύμανται, ἢ τίνα τιμῆς ὀφειλομένης ἢ κέρδους ἀφείλετο; εἰ δὲ τούτων τις οὐδὲν ἐγκαλεῖ, οὐδὲ σκῆψιν ἔχει τοιαύτην εἰπεῖν, φιλονεικήσας ὁ πλούσιος, ἐκ τίνος ἢ πόθεν ἐχθρὸς μαθεῖν ἐστι τὸ λειπόμενον. νῦν δ’ οἶμαι τοιαύτην αὐτῷ τύχην ἡ πρὸς ἡμᾶς προὐξένησεν εὔνοια, καὶ παρὰ πάντα τὸν βίον ἔσχε πολεμοῦντα τὸν πλούσιον. σιωπᾷν οὐκ ἔγνω τὸ παριστάμενον, οὐδ’ ἀφῆκέ ποτε φωνὴν ἑτέροις χαριζομένοις ἃ βούλονται. ἀλλ’ ἐξήλεγχεν ἅπαντας· ἐτιμώρει βλαπτομένῃ τῇ πόλει.
8.303 καὶ μὴ πράττων ὑπὲρ ἡμῶν οὐδ’ ἂν ταύτην ὁ δυστυχὴς οὗτος ὠδύρετο συμφοράν. οὐδ’ ἔσχεν αὐτῷ τινα προςκαθήμενον· ἀρκεῖ βίος ταύτην ἐπιδεῖξαι τὴν τύχην ὁ πρότερος· τότε τοίνυν καθ’ ἑαυτὸν ζῶντι τῷ πένητι καὶ μηδέπω προςαπτομένῳ τοῦ βήματος, μὴ μεταδιοικεῖν τι τῶν ἡμετέρων μετειληφότι, ἦν μὲν πολέμιος οὐδὲ εἷς. τῷ δὲ πλουσίῳ τοιοῦτον ἔχθρας μετῆν, ὡς τιμᾷν ἐπαινεῖν οὐκ ἔχειν ὅ τι προςείπῃ κατ’ ἀξίαν τὸν πένητα, παρεχούσης μὲν ἐν μέρει τῆς ἐπιεικείας τὰ θαύματα, τῆς δὲ σωφροσύνης τὴν ἔκπληξιν. ἀλλ’ ἐπειδὴ τὸν κοινὸν ἔδει προστάτην νομίζεσθαι, καὶ δημηγόρον ἐπ’ ἐκκλησίας εἶναι καὶ σύμβουλον, τότε τὸ μῖσος κατ’ αὐτοῦ δυσχεραίνοντα, σαφῶς δὲ τὴν ἐξαίτησιν φανταζόμενον, ἐνταῦθα δυνατὸν καὶ ἠθοποιΐαν πλάσαι, ὅτι αἰσθανόμενος ἔλεγον πρὸς ἐμαυτὸν, ὅτι ἀκράτῳ τῇ πρὸς τὴν πόλιν εὐνοίᾳ ὁ πένης κέχρηται. κινήσει τινὰ κατ’ αὐτοῦ πάντως ἐπὶ τοῦ βήματος πόλεμον. δεινὸς ὁ φθόνος, οἶδε βασκανία πόρον εὑρεῖν κακουργήματος, οἶδε σπουδῇ πολλοὺς παρασκευάσαι πρὸς μάχην, καὶ τὰ τοιαῦτα. Ἐὰν θέλῃς, ἐν ταὐτῷ καὶ πρὸς τὸν πένητα κατὰ ἀντιστροφὴν ἐρεῖς, ἐπίσχες μικρὸν, φείδου τῶν λόγων· μὴ πάντα τὸν τρόπον πρὸς τὸν δῆμον ἐνδείκνυσο, τοὺς πλησίον ὅρα, τοὺς παρισταμένους ἐπίσκεψαι, καὶ τὰ τοιαῦτα· εἶτα τῆς πολιτείας, ὦ πλούσιε, τῆς ἔχθρας παρασχούσης τὴν πρόφασιν ταύτην, προσῆκον ἦν ἐπενεγκεῖν τῇ φιλονεικίᾳ τὴν δίκην, καὶ σπουδὴν τοιαύτην δουλείας τιμήσασθαι. ὡς οὐ δέον αὐτὸν ἅμα καὶ καθάπαξ ἀπολωλέναι, προςκρούσαντα καὶ λυπήσαντά τι μηκέτ’ εἶναι κατὰ τὸν δῆμον ἐλεύθερον· ἢ καθάπερ ἄφωνον ἡσυχῆ μένειν, καὶ δευτέραν ἀτιμίαν ἔχειν τὴν σιωπήν.
8.304 μὴ γὰρ οὐκ ἦν, ὦ ἄνδρες, τοῦτον ἑτέρως κατὰ τὴν πόλιν ἀμύνασθαι; μὴ γὰρ οὐκ ἐνῆν πολεμεῖν, φιλοτιμίαν ἐκ τῆς μάχης καρπούμενον; καὶ λυπεῖν τῷ δοκεῖν εἶναι μὴ παρὰ τούτῳ μόνῳ τὴν εὔνοιαν, καὶ ζηλοῦν ἀκολουθοῦντα τοῖς νόμοις τὸ λυσιτελοῦν εἰςηγούμενον, τῶν δικαίων μηδαμῶς ἀφιστάμενον. ἐν ᾧ ὅτι εἰ ἔγραφε νόμον, συλλειτουργεῖν ὤφειλε χρήμασι· καὶ ψηφίσμασι μὲν ἀντιτιθέναι τὰς συμφορὰς, γνώμαις δὲ χορηγίας καὶ χρήματα, καὶ τὰ τοιαῦτα. τούτοις στενοχωρεῖν ἐκεῖνον προσῆκον ἦν, τούτοις πολεμεῖν πολιτευόμενον πένητα τῷ γράφειν ἃ δεῖ, τῷ συμβουλεύειν τὰ πρέποντα, τῷ πείθειν τὰ κάλλιστα, τῷ πανταχοῦ συνεισφέρειν τὴν εὔνοιαν, οὕτω καὶ χοροὶ πολλάκις πρὸς ἀλλήλους πεπολεμήκασιν, οὕτω νικᾷν τοὺς ἐναντίους νομίζουσιν, ὅταν αὐτοὶ μᾶλλον τῶν ἐναντίων θαυμάζωνται· εἰ μὲν γὰρ δεῖ μηκέτ’ εἶναι τὸ ἐναντίον καὶ βλάπτεσθαι, τί μὴ νόμος κυροῦται καινὸς, δύο τοὺς αὐτοὺς μὴ μετέρχεσθαι ἐπιτηδεύματα. εἰ καθάπαξ τοὺς ἀντικειμένους ἡμῖν ἀναρπάζομεν, ἀλλὰ συγχωροῦντες χορηγεῖν, καὶ τοὺς αὐτῶν συγκροτεῖν οὕτως ἡμεῖς τὰς ὑπερβολὰς τῶν καλῶν τῶν παρ’ ἐκείνοις θησείομεν· καὶ τοῖς ὁμοίοις πανταχοῦ τῇ χορηγίᾳ χρησάμενοι κόσμῳ καὶ παρασκευαῖς πλείοσιν, τοὺς πολεμίους ὑπερακοντίζειν σπουδάσομεν· τίς τοίνυν τὴν ὁμοίαν σε καθιέντα σπουδὴν οὐκ ἂν ἐθαύμασε, πλούσιε, καὶ κέρδος εἶναι τὴν τοιαύτην φιλονεικίαν ἐπίστευσεν, ἀμφοῖν ἡμῶν αἱρουμένων τὰ κάλλιστα, φαύλου δὲ παρ’ ὑμῶν τῇ πόλει συμβαίνοντος μηδενὸς, εἶτα τὴν χρηστὴν ἔριν καὶ μάχην ἀφεὶς παρ’ ἡμῶν ἐξαιτεῖσθαι τοῦτον τετόλμηκας· καὶ τούτου τοῦ πάθους ἄξιον νομίζειν τὸν πένητα.
8.305 εἶτα ὅτι οὐδὲ ἄξιος ἦν ταύτης τῆς ἐξαιτήσεως. δεξάμενος γὰρ οὐκ ἀπέκτεινας· εἶτα ἔπαγε. οὕτω θανάτου φῂς καὶ τοιαύτης δωρεᾶς ἄξιος ὁ παρὰ σοὶ μέχρι καὶ δεῦρο σωζόμενος, ὁ τῷ δήμῳ παρὰ σοῦ τετηρημένος μετὰ τὴν χάριν, ὁ παθὼν μετὰ τὴν δουλείαν ἀνήκεστον παρὰ σοῦ μηδὲ ἕν. εἰ μὲν γὰρ αὐτόχειρ, ὦ ἄνδρες, μετὰ τὴν δόσιν παραχρῆμα γεγένοιτο, ἀληθῶς ἂν ἔδοξεν εἶναι τυχὸν τῆς ἀξίας κριτής· νῦν δὲ φυλάξας οὗτος ὃν ὁ δῆμος ἐπ’ ἀναιρέσει προήκατο, τοῦ μὴ καλῶς ἐπὶ τῷ πένητι γεγενῆσθαι τὴν ἀρχὴν τοιαύτην δωρεὰν, ἀπὸ τῶν δευτέρων ᾐνίξατο· ἀλλ’, οἶμαι, τοῦτον μὲν πρὸς τὸν δῆμον, ὦ πλούσιε, τὸν λόγον ἐρεῖς· οὐδὲ προπετῶς οὕτω λοιδορήσεις μετὰ τὴν δουλείαν τῷ πένητι· μηδὲ γὰρ εἶναι καλὸν ποιεῖν ἀπεχθέστερα τῷ λόγῳ τὰ δυστυχήματα· συγχώρει δὲ λοιπὸν ἐπ’ ἀδείας μετὰ τὴν ἐκκλησίαν στρατεύεσθαι, καὶ τὴν ἀσπίδα λαβεῖν, ὑπὲρ ἐλευθερίας καὶ νόμων γενέσθω σοι κατὰ τὸν πόλεμον παραστάτης, ὦ πλούσιε· μαθέτω τὸ πονεῖν παρὰ τὴν μάχην πεπαιδευμένος, καὶ συμπλέκεις μὲν τοῖς ἀλλοφύλοις παραταττόμενος· οὐ παραχωρεῖς δὲ τῆς νίκης τοῖς πολεμήσασιν. οὕτω τὸν δῆμον μετὰ τοὺς πόνους διδαξάτω τὴν εὔνοιαν καὶ διηγησάσθω τὰ σὰ μετὰ τὸν πόλεμον κατορθώματα. τῶν σῶν ἔργων αὐτόπτης, ἐξηγητής σου τῶν ἔργων μετὰ τὸ τρόπαιον γένηται. μετὰ ταῦτα θήσεις ἀντίθεσιν ἀπὸ τῆς ὕλης ἐμπίπτουσαν. ἀλλ’ οὐδὲν ὠφελήσει μόνος ἡμῖν προςτιθέμενος, ἣν λύσεις αὐξητικῶς πολλοῖς καὶ διαφόροις ἐπιχειρήμασιν, πρῶτον τῷ κατὰ τὸν πλούσιον, ὅτι καὶ αὐτὸς μόνος νενίκηκε, καὶ μόνος ἀριστεύσας ἔλαβε δωρεάν· εἶτα ἡ προθυμία τοῦ πένητος ἱκανή ἐστι μεγάλην ποιῆσαι ῥοπὴν, καὶ ὅτι εὔνους στρατιώτης πλεῖστα κατὰ τὸν πόλεμον ὠφελεῖ· τοῦ μὲν εἰςηγουμένου, τοῦ δὲ ἔργῳ τὸ λεχθὲν πληροῦντος.
8.306 εἶθ’ ὅτι καὶ οἱ πολέμιοι φοβηθήσονται, εἰ πρὸς σὲ μόνον οὐκ ἀντισχόντες νῦν σχήσουσιν ἀνταγωνιστὴν καὶ τὸν πένητα· εἶθ’ ὅτι καὶ στρατιῶται πάντες προμαχέσονται προθυμότερον, πολλῶν ὄντων τῶν συναιρομένων πρὸς τὸ τρόπαιον· μετὰ ταῦτα χρήσῃ καὶ διατυπώσει, λέγων ὅτι ὁ μὲν τοῦ δεξιοῦ κέρως ἡγήσεται, ὁ δὲ θατέρου προστήσεται, καὶ ὁ μὲν φυλάξει, ὁ δὲ τοὺς ἀντιτεταγμένους λοχήσει· καὶ ὁ μὲν διώξει, ὁ δὲ στήσει τὸ τρόπαιον· καὶ ὅτι πολλῶν ὄντων τῶν ἔργων κατὰ τὸν πόλεμον, τοὺς πόνους μερίσεσθε, καὶ τὰ τοιαῦτα. μετὰ ταῦτα ἐμπίπτει, ὅτι δέος μὴ μνησικακήσῃ μετὰ τὴν μάχην· ἣν λύσεις τῇ εὐνοίᾳ. Εἶθ’ οὕτω τοὺς ἐπιλόγους ἐρεῖς ἔχοντας πολλὴν εὐπορίαν ἐπαγγελιῶν, προτροπῆς δωρεὰν, τὸ μηκέτι τοὺς πολεμίους στρατεύεσθαι, τῇ τῆς εἰρήνης πολιτείᾳ· ὅτι συννομούμενοι διώξομεν τῇ φιλίᾳ τῇ πρὸς τὸν πλούσιον· ὅτι φίλοι ὄντες πολλὰ τὴν πόλιν ὠφελήσετε. ΕΙΣΑΓΓΕΛΙ Α . Τὸν ἀριστέα γέρας λαμβάνειν, καὶ τοῦτο ἀναφαίρετον εἶναι, καὶ ὁ βουλόμενος ἀποθανεῖν ἑαυτὸν τῇ βουλῇ προςαγαγέτω. ἐφημίζετό τις ἐπὶ τῇ τοῦ υἱοῦ γυναικί· πολέμου ἐπιστάντος, ἐξῆλθον εἰς πόλεμον ὅ τε πατὴρ καὶ ὁ υἱὸς, ἔλιπε τὴν τάξιν· ᾔτησεν ὁ πατὴρ τοῦ υἱοῦ τὴν σωτηρίαν, ἔλαβε· μετὰ ταῦτα προςαγγέλλοντος ἐκείνου ἑαυτὸν, ὁ πατὴρ ἀντιλέγει. Ἐσχηματισμένον τὸ ζήτημα· τῶν γὰρ κατ’ ἔμφασίν ἐστι· καὶ δῆλον ὅτι διὰ τὴν τοῦ πατρὸς φήμην ἑαυτὸν ὁ νεανίσκος προςήγγειλεν, ὡς εἰ μὴ τὸν πατέρα περὶ τὴν τοῦ παιδὸς γυναῖκα διέβαλλον, οὐδ’ ἂν ἀποθανεῖν ὁ παῖς ἐπεθύμησε· καὶ τοῦτο ὡμολόγηται· οὐδεὶς γὰρ οὐδέποτε τὰ δεινότατα τυγχάνει διαπραξάμενος, δυνηθεὶς σώζεσθαι, πρὸ τῆς σωτηρίας αἰτεῖται τὸν θάνατον, διὸ προςῆκον ἐπικρύπτειν μὲν πανταχοῦ τὴν προαίρεσιν καὶ δηλοῦν τὴν φήμην κατ’ ἔμφασιν, ἵν’ ἐκ τοῦ φανεροῦ μηδὲν τῶν θρυλλουμένων κατηγόρων ἔχωσι πάντες μανθάνειν τὸ περὶ τὴν γυναῖκα δυςτύχημα· τὴν κατάστασιν εὑρήσεις ἐκ τῆς πολιτείας καὶ τῆς τοῦ πατρὸς ἀγωγῆς· ἐν ᾗ δυνήσῃ διασκευάσαι τὸ κατὰ τὴν φήμην· λέγων ὅτι σωφρονεῖν ἡμᾶς ἐδίδασκε, μηδενὸς παρὰ τοὺς νόμους ἐπιθυμεῖν, ὑπὲρ τῆς πατρίδος πάντα ποιεῖν, πολεμεῖν, ἀριστεύειν, στρατεύεσθαι· ἐπεὶ οὖν λιπεῖν με τὴν τάξιν συμβέβηκεν, ἀξιῶ ἀποθανεῖν, καὶ τὰ τοιαῦτα· ἰστέον δὲ, ὅτι πανταχοῦ πρὸ τῆς ἐμπιπτούσης ἀντιθέσεως μεταληπτικῆς, τῆς οὐδέν σοι πέπρακται θανάτου ἄξιον, ἐνταῦθα ἐκλέλοιπεν αὕτη ἡ ἀντίθεσις· ἔλιπε γὰρ τὴν τάξιν.
8.307 ΠΡώτη οὖν ἐμπεσεῖται ἀπὸ τοῦ δικαίου· οὐ σοὶ δίδωσιν ὁ νόμος προςαγγέλλειν αὑτὸν ὑπὸ πατρὶ τυγχάνοντι. ΛΥσεις ἀντιληπτικῶς· ὅτι πᾶσιν ὁ νόμος τοῖς βουλομένοις προςαγγέλλειν ἐκέλευσεν, ἐν ᾧ σχηματίσεις καὶ τὰ κατὰ τὴν γυναῖκα· ἐὰν οὖν δυστυχῇ, ἐὰν δὲ τὴν γυναῖκα μοιχευομένην αἰσθάνηται, ἢ τοὺς παῖδας ὁρᾷ μὴ γνησίους ὑπάρχοντας, οὐχ αὑτὸν αἱρεῖται μᾶλλον ἢ τὸ γένος ἰδεῖν ἀπολλύμενον. ΑΛΛ’ ἡ νεότης αἰτία τοῦ λιπεῖν σε τὴν τάξιν γεγένηται. ΛΥσεις κατὰ συνδρομὴν, διὰ τοῦτο μᾶλλον ὀφείλω ἀποθανεῖν. ΤΡίτη· ἀλλ’ ἀφαιρήσῃ τὴν τοῦ πατρὸς δωρεάν. ΛΥσεις ὁρικῶς· οὐκ ἔστι τοῦτο ἀφελέσθαι, εἴληφε γὰρ, εἰ δ’ ἐγὼ οὐ βούλομαι, πῶς ἐκεῖνον ἀφαιρεῖται τῆς χάριτος.
8.308 ΤΕτάρτη· ἀπολογήσῃ τῷ δήμῳ στρατευσάμενος δεύτερον. ΛΥσεις· εἰ δὲ μηδεὶς μὴ γένοιτο πόλεμος, αὐτὸς τὴν οὖσαν διαβολὴν οὐκ ἐκφεύξομαι. ΠΕμπτη· ἀλλ’ οὐδεὶς γηροκομήσει τὸν πατέρα· ἐν ᾗ τὸ πᾶν σχῆμα εὐπορώτερον διαθήσεις, κατ’ ἔμφασιν λέγων, ἔχεις τὴν γυναῖκα, πάτερ, ἔχεις τοὺς παῖδας· αὐτοί σε γηροκομήσουσιν, αὐτοί σοι θεραπείαν δώσουσι τὴν προςήκουσαν, καὶ τὰ τοιαῦτα. ΕΠΙλογος μετὰ ταῦτα· αἱ δὲ ἀντιθέσεις αἱ προειρημέναι πᾶσαι ἀπὸ τοῦ δικαίου τυγχάνουσι· δυςχερὲς γὰρ ἀπὸ τοῦ συμφέροντος ἐμπεσεῖν. Φιλάργυρος πωλήσας χωρίον, τοῦ πριαμένου αὐτὸ θησαυρὸν εὑρόντος, ἑαυτὸν προςαγγέλλει. Σκοπός ἐστι τῷ φιλαργύρῳ τὸν θησαυρὸν ἀπολαβεῖν· διὸ καὶ ἐπὶ τὴν προςαγγελίαν ἐλήλυθεν· ἵνα διὰ τοῦτο κατασκευάσας τὸ αὐτοῦ εἶναι χρήματα τὸν ὠνησάμενον τῶν ἑρμαίων ἀφέληται. Ἡ Κατάστασις φανερά· ὅτι καλὸν χρῆμα νομίσας τὰ χρήματα ἔσπευδον μὲν περὶ ταῦτα, ἵνα τι καὶ πλέον καρπώσωμαι, καὶ περὶ τὸν ἀγρὸν ἐπενόουν· ὡς δὲ οὐκ ἐπλήρου μου τὴν ἐπιθυμίαν ἡ τύχη, προηκάμην τὸ γήδιον· ἐκεῖνος λαβὼν εὗρε τὰ χρήματα. ΠΡώτη ἀντίθεσις μεταληπτικὴ ἀεὶ ἐμπίπτουσα, ἀλλ’ οὐδέν σοι θανάτου πέπρακται ἄξιον. Ἡ ΛΥσις ἐνστατικῶς· καὶ τί τούτου γένοιτ’ ἂν χαλεπώτερον· καὶ τὸ λαβεῖν ἕτερον ἐκ τῶν ἐμῶν κτημάτων τὰ χρήματα. ΔΕύτερον· ἀλλ’ ἔχεις τοῦ χωρίου τὸ τίμημα. ΛΥσεις διασυρμῷ καὶ τῷ ποσῷ· καὶ ὅτι τὴν ἐμὴν ἐπιθυμίαν ἂν ἐπλήρωσεν ὁ θησαυρός· νῦν δὲ ἄλλου λαβόντος τί τοιοῦτόν με ὠφελεῖ τοῦ χωρίου τὸ τίμημα. ΤΡίτη· δύνασαι περὶ τῶν χρημάτων δικάσασθαι. ΛΥσεις οὕτως· ὅτι τοῦτο χαλεπώτερον τὸ μὴ εὑρεῖν· ἔστι γὰρ ἐν τῷ δικάζεσθαι καὶ τὰ ὄντα προςαναλῶσαι.
8.309 ΤΕΤάρτη· οὐδεὶς προςαγγέλλει χρημάτων ἕνεκα ἑαυτόν. ΛΥσεις θετικῶς· ὅτι τὰ χρήματα μετὰ τὰ κτήματα κάλλιστόν ἐστι χρῆμα· ἐὰν οὖν τούτου τις ἀποτύχῃ, οὐδέν ἐστι τὸ λειπόμενον· διὸ πρέπον τούτου χάριν πᾶν ὁτιοῦν ὑφίστασθαι. Ο ΕΠίλογος ἔχει διασκευὴν καὶ ἔκφρασιν καὶ διατύπωσιν ὑπηρεσίας, χρημάτων, πλούτου, δορυφόρων, καὶ τῶν τοιούτων. Βιασάμενός τις κόρην ἔτρωσε· ἀποθνήσκουσα ἐκ τῆς πληγῆς ἡ κόρη ἐπέσκηψε τῷ πατρὶ μὴ ἐπεξελθεῖν τῷ τρώσαντι· οὐκ ἐπέξεισιν· προσαγγέλλει ἑαυτὸν ὁ βιασάμενος· ἀντιλέγει ὁ πατὴρ τῆς κόρης· οὐδὲν ἄξιον πέπρακται. δευτέρα· ἐρῶν ἔπραξας. τρίτη· ἀφῆκέ σε ἡ κόρη τῆς γραφῆς. τετάρτη· πολλοὶ καὶ ἄλλοι βουλόμενοι γυναῖκα λαβεῖν ἀπέτυχον. Φιλάργυρος ἑταίρας ἐρασθεὶς ἔδωκεν αὐτῇ τάλαντον· καὶ ἑαυτὸν προςαγγέλλει. Σκοπὸς τῷ φιλαργύρῳ τὸ χρυσίον ἀπολαβεῖν· καὶ τοῦτο διὰ τῆς προςαγγελίας ἑαυτῷ πρυτανεύεται· διὸ καὶ τὸ εἶδος ἠθικὸν τυγχάνον τοῦ λόγου σχήσει πολλάκις τὸν φιλάργυρον πρὸς τὴν δόσιν ἀποδυρόμενον· κατάστασις ὅτι ἀθρόως ὢν περιπέπτωκα πάθει τῇ φιλαργυρίᾳ· καὶ διὰ τοῦτο οὔτε εἰς συμπόσια, οὔτε εἰς ἑτέρας ἀπήντων συνόδους, φυλαττόμενος ἐλαττῶσαι τὰ χρήματα· τοὺς οὖν τούτων τι ποιοῦντας ἠλέουν αὐτοὺς, σωφρονῶν αὐτὸς, τὰς τοιαύτας ἀποστρεφόμενος ἡδονὰς, καὶ τὰ τοιαῦτα· τοὺς δὲ ἑταιρῶν γιγνομένους ἐραστὰς δυστυχεῖν ἐνόμιζον ἐπὶ πλέον· ἀλλ’ ὅμως οὕτω διακείμενος οὐκ οἶδα πῶς ἠράσθην ἀθλίου γυναίου καὶ κακοδαίμονος· καὶ δυςχεράνας ἐπὶ πλέον κατ’ ἐμαυτὸν ἔλεγον. ἐρῶ· πόθεν οὐκ οἶδα πρὸς τοῦτο ῥέποντα φιλάργυρον· οὐκ ἔστιν ἐραστὴς ὁ χρημάτων φειδόμενος, καὶ τὰ τοιαῦτα· ἀλλ’ ὅμως προςῆλθον ἀνέχειν ἐπιπολὺ μὴ δυνάμενος, καὶ προςήδρευον, παρέμενον· ὡς δὲ οὐδὲν ἤνυον, προςῆλθον, εἶπον, ἔχεις ἔκδοτον τὸν φυλάργυρον, δοῦλον, ὑπήκοον, συγχωρῶ σοι καὶ τὸ σῶμα προςλαβεῖν, καὶ τὰ τοιαῦτα· εἶτα χρησάμενος ἀνακλήσεσιν ἐπ’ ὀλίγον, καὶ τούτους αὐτοὺς ἄφες τοὺς λόγους· πρὸς τὴν ἑταίραν οὐκ ἠλλαξάμην μετὰ τὴν συνουσίαν παραχρῆμα τὸν θάνατον· οὐδὲν παραβαίνων τὸν ἐμαυτοῦ τρόπον ἐγίνωσκον· ἀλλ’ ἀφεὶς ᾐσθανόμην παραδοξότερα ῥήματα, οἴμοι τῆς τύχης, φιλάργυρος ἐραστὴς οὐκ ἐφοίτων πρὸς θάνατον, καὶ τὰ τοιαῦτα.
8.310 νῦν δὲ οὐκ οἶδα, πόθεν μεθύων ὑπὸ τοῦ ἔρωτος ἐπηγγειλάμην καὶ τάλαντον· εἶτ’ ἐπὶ τούτῳ μικρὸν παθηνάμενος ἐπάξεις τοὺς ἀγῶνας, πρώτην ἀπὸ τοῦ δικαίου ἀντίθεσιν· ὡς ἐπὶ πλεῖστον καὶ ἀπὸ τούτου τοῦ κεφαλαίου πᾶσαι ἐμπίπτουσαι. ΠΡώτη μεταληπτικὴ παραγραφική· ἀλλ’ οὐδέν σοι θανάτου πέπρακται ἄξιον. Ἡ ΛΥσις ἀπὸ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους, καὶ τῆς τοῦ φιλανθρώπου ποιότητος, καὶ τοῦ ἠλαττῶσθαι τὴν οὐσίαν, καὶ τοῦ τὴν ἑταίραν τοῖς τοῦ φιλαργύρου χρήμασιν ἐντρυφᾷν· καὶ ἀπὸ τῆς πηλικότητος· ὅτι πολὺ καὶ μέγιστον τὸ δοθὲν, καὶ τῶν τοιούτων. ΔΕΥτέρα ἀντίθεσις μεταληπτική· οὐ δεῖ ὑπὲρ χρημάτων ἀπόλλυσθαι. ΛΥσεις κατὰ διασυρμὸν διατιθεὶς τὴν προτέραν οὐσίαν καὶ τὴν νῦν ἀπορίαν· ἐν αἷς ἐρωτήσεις συνεχέστερον, τὸ εἰ οὐ δεῖ ὑπὲρ χρημάτων ἀπόλλυσθαι, δεικνὺς πανταχοῦ τὴν ἀτοπίαν τῆς ἀντιθέσεως. ΤΡίτη ἀντεγκληματική· σὺ σαυτῷ αἴτιος τοσοῦτον δούς. Ἡ ΛΥσις κατὰ συνδρομὴν, ὅτι διὰ τοῦτο μάλιστα θανάτου ἐπιθυμῶ, ὅτι ἀπάτῃ ζημιωθεὶς μετὰ τὴν πεῖραν ἔγνων τὴν συμφοράν· προςθήσεις δὲ ἑξῆς καὶ παραδείγματα τὸν σκοπὸν ἀνύων τὸν σεαυτοῦ· ἐν οἷς ἐρεῖς, ὅτι ἄλλοι μὲν ζημίᾳ παραπεσόντες ἔσχον παραμυθίαν, ἢ πλῆθος χρημάτων ἀποκείμενον, καὶ πόρους ἑτέρους, ἢ φίλων παραμυθίαν, ἐμοὶ δὲ τούτων μηδὲν, ἀλλ’ ὅσα τῷ πόνῳ καὶ τῷ χρόνῳ συνήγαγον, ταῦτά μου γύναιον ἐξαίφνης ἀφείλετο· δυνήσῃ δὲ καὶ παθήνασθαι πάλιν συγκριτικώτερον αὔξων τὴν συμφοράν· αἱ συγκρίσεις τὴν αὔξησιν ἐργάζονται· λέγων ὅτι ποῦ τοιοῦτον λυπηρόν· τίς τοιαύτη τῶν πολεμίων ἐπιδρομή; λάφυρον ἐν εἰρήνῃ τῆς ἑταίρας ἐγενόμην ὁ δυςτυχὴς, καὶ τὰ τοιαῦτα.
8.311 ΤΕτάρτη ἀντιστατική· ὑπὲρ σαυτοῦ δέδωκας. ΛΥσεις κατὰ εἰρωνείαν λέγων· ποῖον κέρδος μοι προςγέγονε, πάντα τὰ ἄλλα τῶν ἀνθρώπων κέρδη διεξιών· τὰ δὲ κατὰ τὴν λύσιν τοῦ ἔρωτος μὴ λέγων· εἶθ’ ὅτι καὶ αὐτὸ τοῦτο τὸ ἀπαλλαγῆναι τοῦ ἔρωτος ἄλλως ἐνῆν πρυτανεύσασθαι, καὶ γὰρ χρόνος καὶ φίλων συμβουλὴ καὶ ἀποδημία καὶ ὅσα τοιαῦτα. Πέμπτη ἀντίθεσις· δυνατὸν πάλιν κτήσασθαι χρήματα. Ἣν λύσεις τῇ δυςχερείᾳ, τῷ χρόνῳ, τῷ μὴ ῥᾳδίως εἶναι, τῷ πολλάκις τὴν τύχην ἐναντιοῦσθαι. ΕΠίλογος πάθους μεστὸς διὰ τὴν ζημίαν, ἄλλη τοῦ αὐτοῦ ζητήματος διαίρεσις. ΤΡΙΤΗΝ θήσεις ἀντίθεσιν, καὶ ταύτην οὖσαν ἀντιστατικήν· ἀλλ’ ἀπηλλάγης τοῦ ἔρωτος. ἫΝ λύσεις διασύρων· ἀλλὰ προςαπώλεσα τάλαντον καὶ ὁρικῶς· ὅτι οὐκ ἔστι τοῦτο ἀπαλλαγῆναί τινος, τὸ τὸ ἕτερον προςαπολέσαι, καὶ τὰ τοιαῦτα. ΤΕτάρτην θήσεις ἀντεγκληματικήν· ἀξίαν αὐτὴν σὺ τοσούτου ἔκρινας. ἫΝ λύσεις ἐνστατικῶς τῷ πάθει, ὅτι μὴ συνορῶν μηδὲν, μηδὲ ἐν ἑαυτῷ τυγχάνων διὰ τὸν ἔρωτα, οὗτος τὴν ἀξίαν οὐκ οἶδε. ΠΕμπτη μετὰ ταύτην, ὅτι καὶ ἄλλοι μετὰ ταύτην χρήματα ἀπώλεσαν.
8.312 ἫΝ λύσεις τῇ αἰτίᾳ καὶ τῷ τρόπῳ. ΕΠίλογος παθητικὸς τῆς ἀπολογίας τῶν χρημάτων. Ὁ κατὰ τῶν μοιχῶν νόμος, καὶ ὁ τῆς προςαγγελίας ἐραστὴς τὸν ἐρώμενον μοιχὸν καταλαβὼν καὶ ἀποκτείνας ἀμφότερα τὰ σώματα ἑαυτὸν προςαγγέλλει. Σκοπός ἐστι τῷ ἑαυτὸν προςαγγέλλοντι παραμυθίας παρὰ τοῦ δήμου τυχεῖν. ἔτι γὰρ καὶ νῦν ἐρᾷ τοῦ παιδὸς, καὶ τὴν ἀπὸ τοῦ πράγματος διαβολὴν ἐκκλῖναι βούλεται, ὅτι ἐραστὴς ὢν ἀπέκτεινε τὸν ἐρώμενον· διὸ καὶ τοῦτο καθιστάμενοι οἰκονομήσομεν τὸν μὲν κατὰ τῶν μοιχῶν νόμον καὶ τὴν μοιχείαν οὐκ ἐπεκτείνοντες· ἐναντίον γὰρ τῇ ποιότητι τοῦ ἐραστοῦ τὸ τὰ τῶν ἐρωμένων αὔξειν ἐγκλήματα· τῇ δὲ ὀργῇ καὶ τῷ θυμῷ χρήσασθαι τῷ ξίφει λέγοντες οὕτως ἂν μᾶλλον συγκρύπτοιμεν τὸ περὶ τὸν ἐρώμενον πάθος· ἡ μὲν οὖν κατάστασις δήλη· ἔχει γὰρ ἐγκώμιον τοῦ ἐρωμένου. ὅτι τῶν καλῶν ἄνωθεν ἐραστὴς ὢν καὶ τιμῶν σφόδρα τὰ κάλλιστα, ἄλλων ἐρώντων καὶ ἀψύχων πολλάκις, αὐτὸς ἠράσθην γε, ἐν ᾧ ὅτι χρηστὸς ἦν, ἐλεύθερος, πρὸς ἀρετὴν νενευκώς· οὕτω γὰρ καὶ συνεῖναί μοι τὸν νέον προὔτρεψα καὶ μετὰ τῶν φιλτάτων συνδιατρίβειν συγκεχώρηκα· ἀλλ’ οὐκ οἶδα πόθεν δαίμων ἐπικωμάσας ἐμοὶ καὶ βασκήνας τοῦ ἔρωτος δρᾶμα καινὸν ἐπὶ τὴν ἐμὴν ἐτόλμησεν οἰκίαν. καὶ σιωπῶ τὸ πάθος· τί γὰρ ἐμαυτὸν ὑπομιμνήσκω τὰς συμφοράς; καὶ μᾶλλον ἐμαυτὸν τοῖς λόγοις παροξύνω πρὸς δάκρυα; ἐδεξάμην τὸ πλῆθος, ἀνεῖλον ἄμφω τὰ σώματα· ἐν ᾧ ὅτι καὶ τετόλμηκα ἰδεῖν προςκείμενον τὸν ἐρώμενον ἐπὶ τῆς οἰκίας, καὶ τῶν παιδικῶν αὐτόχειρ ὀνομαζόμενος θανάτων ταύτην λῦσαι προῄρημαι τὴν συμφοράν· γνωστέον δὲ ὅτι ἐν ταῖς προςαγγελίαις συντόμους δεῖ μᾶλλον τὰς καταστάσεις ἐργάζεσθαι.
8.313 ΠΡώτη μετὰ τὴν κατάστασιν ἡ συνήθης ἀντίθεσις· οὐδέν σοι θανάτου πέπρακται ἄξιον. ἫΝ λύσεις ὥςπερ τὰς ἄλλας. ΔΕΥτέρα ἀντιληπτικὴ ἀπὸ τοῦ νόμου τοῦ περὶ τῶν μοιχῶν· ὅτι κατὰ τὸν νόμον ἀπέκτεινας. ἫΝ λύσεις μεταλήψει· ὅτι ἄλλως ἔδει κρῖναι· ἐν γὰρ τῷ ἀνατρέπειν τὴν ἀντίληψιν ἄξιον αὐτὸν μᾶλλον τοῦ θανάτου κατασκευάσει. ΤΡίτη ἀντεγκληματική· ἀλλ’ ἄξιος ἦν· ᾧ ἀπαντήσεις δυςχερῶς· ἄξιος ἦν παρ’ ἐραστοῦ ταύτην δέξασθαι τὴν σφαγήν· ὡπλισμένον ἰδεῖν τὸν συνήθη καὶ φίλον, καὶ τὰ τοιαῦτα. ΕΙΤΑ τὴν ἐκ τοῦ σκοποῦ ἀνακύπτουσαν ἀντίθεσιν· ἀλλ’ ὁ χρόνος σε παραμυθήσεται, ἢ ὅτι λύσει σοι τὸν ἔρωτα ἡ τῶν ἀδικημάτων ὑπόμνησις, ἤ τι τοιοῦτον. ἫΝ λύσεις ἐν τῷ φάσκειν, ὅτι οὐδ’ ἕτερον λύσει τὸν ἔρωτα ἢ θάνατος· ἐξετάσεις καὶ τὸν νόμον, ὅτι διὰ τοῦτο κεῖται ὁ τῆς προςαγγελίας, ἵνα ἐπὶ τοῖς ἀνιάτοις ἀποθνήσκειν, εἰ θέλοι τις, ἐπιτρέπῃ, καὶ τὰ τοιαῦτα· ἔστι δὲ καὶ ἀπὸ παραδειγμάτων καθ’ ἕκαστον κεφάλαιον πλειόνων εὐπορῆσαι λύσεων. ΜΕτὰ ταῦτα θήσομεν ἐπιλόγους διασκευὴν ἔχοντας τοῦ πάθους καὶ τῆς σφαγῆς καὶ λόγους τοῦ ἐρωμένου, καὶ τὰ τοιαῦτα. Τρεῖς τις ἔχων παῖδας, τοὺς δύο κατὰ τὸν τῶν ἀκρίτων νόμον ἀπέκτεινεν· ὁ τρίτος ἑαυτὸν προςαγγέλλει. Σκοπὸς τοῦ ζητήματος οὐχ ὁ φαινόμενος, ἀλλ’ ἕτερος· τὸν γὰρ πατέρα πεφόβηται καὶ τὸ ἐλπίζειν ἀναιρεθῆναι καὶ αὐτόν· διὸ ἀσφάλειάν τινα παρὰ τοῦ πατρὸς ἑαυτῷ πρυτανεύσασθαι βούλεται· τὸ δὲ εἶδος παθητικόν· ἀδελφοὶ γὰρ δύο παρὰ τοῦ πατρὸς ἀνῄρηνται· ὁ δὲ τρίτος ἀποθανεῖν προςποιεῖται· ἵν’ εἰ βούλει τὴν ἀσφάλειαν αὐτῷ πρυτανεύσηται· ἡ μὲν οὖν κατάστασις σχήσει τὸν πρότερον βίον τὸν τοῦ πατρὸς οἷος ἦν· καὶ ὅτι εὐσθενεῖν ἐδόκει οἰκίαν, καὶ ὅτι πλήρης ἦν κόσμου, σεμνότητος, ἁπάντων ἡμῶν τὴν πρὸς τὸν πατέρα εὔνοιαν ἀποπληρούντων, καὶ ζητοῦντος τοῦ ἑτέρου ὑπερβαλέσθαι τὸν ἕτερον, καὶ τὰ τοιαῦτα· εἶτα, ὅτι μηδενὸς ὄντος ἐγκλήματος ὁ πρῶτος ἀνῄρηται· ἐν ᾧ δυνήσῃ καὶ πομπικώτερον τῷ λόγῳ χρήσασθαι· σχηματίζων τὸν λόγον ἐλεγκτικώτερον, εἰπὲ, πάτερ, ὁ πρῶτος τί δέδρακεν; τί παρὰ τὴν σὴν τολμῆσαι προαίρεσιν ἀναπέπεισται; τί σοι μὴ καθ’ ἡδονὴν οὐ πεπλήρωκεν; ἀλλ’ ἐκεῖνος μὲν ἐάσθω εἴτε διαβληθεὶς, εἴτε δαιμονός τινος πονηροῦ τοῦτο πρυτανεύσαντος· εἶθ’ ὁπωσοῦν οὐδὲν πολυπραγμονῶ οὐδ’ ἐπιζητῶ· τὴν αἰτίαν ἀφίημι· ἀλλ’ ὁ δεύτερος, κἂν συγχωρήσω τὸ πάθος ἀναμιμνήσκει μου· εἶτ’ ἐλεγκτικῶς χρηματίσας καὶ ἐπὶ τοῦ δευτέρου τὸν λόγον ἐρεῖς· ὅτι διὰ τοῦτο τοίνυν καὶ αὐτὸς ἀποθανεῖν ἐπιθυμῶ, ἵνα μὴ ἔργον γένωμαι πατρός· ἐν ᾧ ἁπλᾶ ποικίλα θήσεις· σχήσεις, πάτερ, μόνος σου τὴν οἰκίαν· οὐδεὶς ἔτι σοι διοχλήσει παῖς.
8.314 ΠΡώτη μὲν οὖν μεταληπτικὴ ἀντίθεσις· οὐδέν σοι θανάτου πέπρακται ἄξιον. ἫΝ λύσεις ὁμοίως ταῖς ἄλλαις, τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους· καὶ ὅτι ὕποπτος γέγονας κἀμοί· καὶ ὅτι τοὺς δύο ἀνελὼν οὐδὲν ἐμοὶ ζῇν συγχωρεῖς· καὶ ἡ σφαγὴ τῶν πρώτων συνήθειαν πεποίηκε, καὶ τὰ τοιαῦτα. ΔΕΥτέρα ἀντίθεσις· ἀλλ’ ἐξῆν πατρὶ ὄντι καὶ τοὺς παῖδας ἀνελεῖν. ἫΝ λύσεις τῇ περιστάσει καὶ τῷ νόμῳ, ὅτι ἔξεστιν ἐὰν ἁμάρτῃ τι. καὶ ὅτι ὁ νόμος τοῦτο εἰδὼς ὡς εἰλικρινὴς γένοιτ’ ἂν δικαστὴς ὁ πατὴρ, τοῦτο προςέταξεν· ἐφ’ ὅσον οὖν ὁ πατὴρ οὐδεμίαν αἰτίαν λέγει, περιττὸν τὸ λέγειν ἔξεστι.
8.315 ΤΡίτη· ἀλλ’ ἄξιοι ἦσαν. ἫΝ λύσεις ὁμοίως τῷ διαπορεῖν, τί πρόσθεν ἔδρασαν· τί λόγῳ ἢ ἔργῳ ἐξήμαρτον· τί προςέκρουσαν ὅλως τῷ πατρί· τί δράσαντες ἀνῃρέθησαν· καὶ τῷ ὅτι οὐδεὶς λέγει ὅτι ἄξιος ἦν οὐ προςτιθεὶς τὸ ἁμάρτημα. ΜΕτὰ ταύτην ἐρεῖς, ὅτι μόνος εἶ τῷ πατρί. ἫΝ λύσεις, ὅτι ἀδιάφορον καὶ αὐτό· κἀμὲ γὰρ τυχὸν ὁμοίως ἐκείνοις ἀναιρήσει. ΜΕτὰ ταύτην ἐρεῖς, ὅτι γηροκόμον οὐχ ἕξει μετὰ τὸν θάνατον ὁ πατήρ. ἫΝ λύσεις διασυρμῷ· ὅτι δυνατὸν ἦν ἐφ’ ἑκάστῳ τοῦτον αὐτὸν ἀφεῖναι τὸν λόγον, ἀλλ’ ὅμως ἀπέκτεινε. ΜΕτὰ ταῦτα θήσομεν τὸν ἐπίλογον, παθητικὸν, πληκτικὸν, ἐν διασκευῇ τῆς ἀναιρέσεως, ἐν ἠθοποιΐα τῶν παίδων, ἐν θαύματι· ὅτι οὐκ ἠλέησεν ὁ πατὴρ, ὁρῶν δακρύοντας, ἐλεεινολογουμένους οὐ τῶν ἐκτὸς τῶν πολλῶν διαβολὴν, οὐ τὴν ἀπανθρωπίαν τοῦ πράγματος, ὅτι φύσει πολεμεῖ, καὶ τὰ τοιαῦτα. Τὸν εὑρόντα θησαυρὸν διδόναι χιλίας· φιλάργυρος εὑρὼν πεντακοσίας δέδωκε χιλίας, καὶ ἑαυτὸν προςαγγέλλει. Σκοπός ἐστι τῷ φιλαργύρῳ, τὰς χιλίας ἀπολαβεῖν· διὸ καὶ προςαγγέλλει ἑαυτὸν, ἵνα τούτῳ θηράσας τὴν ἐκκλησίαν ἀπολάβῃ τὰ χρήματα· ἠθικὸν δὲ διόλου τὸ ζήτημα, ἥ τε τοῦ φιλαργύρου ποιότης ταύτην ἀπαιτεῖ τὴν τάξιν καὶ ἡ τοῦ δεδωκέναι τὰ χρήματα δυςχέρεια· διὸ καὶ προςαγγέλλει ἑαυτόν· καὶ ἦθος οὕτω περιποιεῖ τῷ λέγοντι· ἡ μὲν οὖν κατάστασις καὶ ἐκ τῶν πρώτων διαιρέσεων τῶν ζητημάτων ἐστὶ φανερά· ἡ δὲ τάξις τῶν ἀντιθέσεων τοῦτον ἔχει τὸν τρόπον. ΠΡώτη μεταληπτική· οὐδέν τι θανάτου πέπρακται ἄξιον. ΔΕΥτέρα· κατὰ τὸν νόμον δέδωκας τὰς χιλίας. ἫΝ λύσεις τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους· ὅτι αὐτή ἐστι τῆς προςαγγελίας ἡ πρόφασις· θησαυρόν τις εὑρὼν προςζημιοῦται οἴκοθεν· καὶ νομίζεται μὲν ἑρμαίῳ περιπεσεῖν, προςαπόλλυσι δέ τι καὶ οἴκοθεν, καὶ τὰ τοιαῦτα.
8.316 ΤΡΙΤΗ· πολλοὶ καὶ ἄλλοι χρήματα ἀπώλεσαν. ἫΝ λύσεις· ὅτι ἄλλου δόξαντες τυχεῖν ἄλλα προςαπώλεσαν. ἫΝ λύσεις· οὐδὲ τοῖς ἔξωθεν περιπεπτώκασι δυςτυχήμασιν, οὐδὲ ὄντες φιλάργυροι. ΤΕΤΑΡτη· ὅτι οὐ δεῖ θανάτου τούτου χάριν ἐπιθυμεῖν. ἫΝ λύσεις τῇ ποιότητι· καὶ ὅτι ὅταν τις ἃ νομίζει τίμια ἀπολέσῃ, δηλονότι οὐδὲ εἶναι ἔτι βούλεται. ΜΕτὰ ταῦτα θήσομεν καὶ τὸν ἐπίλογον. Πένης καὶ πλούσιος ἐκ πολιτείας ἐχθροί· λιμοῦ γενομένου ὁ πλούσιος ἔφη θρέψειν τὸν δῆμον, εἰ λάβῃ τὸν πένητα πρὸς σφαγήν· ἐψηφίσατο ὁ δῆμος χρόνον τινά· ὥρισεν ἀφ’ οὗ δώσει τὰς τροφάς· ἐξῆλθεν ὁ πλούσιος ἐπὶ σίτου συλλογῇ· οὐκ ἦλθε κατὰ τὸν ὡρισμένον καιρόν· καὶ ὁ πένης ἑαυτὸν προςαγγέλλει. Σκοπός ἐστι τῷ πένητι λῦσαι τὴν δωρεάν· καὶ γὰρ ἡ προθυμία παρῆλθε· καὶ τὰς τροφὰς οὐδέπω τῷ δήμῳ παρέσχεν ὁ πλούσιος, καὶ πρὸς τὴν ψῆφον ὀνειδίσαι τῇ πόλει προῄρηται· ὅτι δὲ παθητικὸν ὅλον τὸ ζήτημα μὴ καὶ περιττὸν εἴη λέγειν. Ἡ Κατάστασις ἔχει τὴν ἀντιπολιτείαν καὶ πλαγίως τὸν λιμὸν γεγενημένον διὰ τὸν πλούσιον· ὅτι σῖτον ἔχων οὐκ ἐπίπρασκεν, ἀλλὰ συνῆγε, καὶ τοὺς θησαυροὺς στενοχωρῶν οὐκ ἐπαύετο· τὸ δὲ τῶν πολιτῶν διὰ τὸν λιμὸν πάθος οὐ πάνυ αὐξήσομεν, θήσομεν γὰρ ἐντεῦθεν ἀντίθεσιν· εἶθ’ ὅτι ᾔτησεν ἐμὲ πρὸς σφαγήν· δέδωκε δὲ ὁ δῆμος, οὐχ ἧκε κατὰ τὸν ὡρισμένον χρόνον, καὶ προςαγγέλλω ἐμαυτόν. ΠΡώτη ἀντίθεσις· οὐδέν σοι θανάτου πέπρακται ἄξιον. ἫΝ λύσεις ὡς ἔθος.
8.317 ΔΕΥτέρα μεταστατικὴ, ὁ λιμὸς αἴτιος. ΤΡίτη, ἀπὸ τῆς ἐκδόσεως, ὅτι οὐδὲν πέπρακας ἄξιον παρὰ τοῦ πλουσίου μετὰ τὴν ἔκδοσιν. ἫΝ λύσεις, ὅτι τῷ χρόνῳ πλέον ἐκόλασε, καὶ τοῖς τοιούτοις. ΤΕτάρτη μεταστατική· εἰκὸς καὶ ἐπανελθόντα φείδεσθαι. ΠΕμπτη, ἀπὸ τοῦ παραβεβᾶσθαι τὸν χρόνον ἀνεξόμεθά σου ὡς παραβάντος τοῦ πλουσίου τὸν χρόνον. ἐγὼ δὲ ἀπὸ τοῦ χρόνου ἔθηκα τοιαύτην ἀντίθεσιν· λέλυται τοῦ δήμου διὰ τὸν χρόνον ἡ δωρεά· εἶθ’ ὅτι ἄλλην ἂν ἔλθῃ δώσομεν. Πεπηρωμένῳ τινὶ ἔχρησεν ὁ θεὸς, ἀναβλέπειν, εἰ ὁ παῖς αὑτὸν ὑπὲρ αὐτοῦ ἐπιδοίη. πυθόμενος ὁ παῖς ἀνῄρηκεν ἑαυτόν· ἀνέβλεψεν ὁ πατὴρ, καὶ μετὰ ταῦτα ἑαυτὸν προςαγγέλλει. Ἡ κατάστασις ἔχει τοῦ παιδὸς τὴν γένεσιν μετὰ σπουδῆς γενομένην, τὸ πάθος τοῦ παιδὸς, τὸν θάνατον. θήσεις δὲ καὶ τὴν ἀρετὴν τοῦ παιδὸς, καὶ τὴν πρὸς τὸν πατέρα διάθεσιν. ΠΡώτη ἀντίθεσις· οὐδέν σοι θανάτου πέπρακται ἄξιον. ΔΕυτέρα· ἐπείσθη τῷ χρησμῷ ὁ παῖς. ΤΡίτη· ὑπὲρ σοῦ τοῦτο πεποίηκε. ΤΕτάρτη· ἔχει τὴν δόξαν ὁ παῖς. Πέμπτη, ἔδει φυλάττεσθαι. Ἕκτη· πολλοὶ καὶ ἄλλοι παῖδας ἀποβεβλήκασιν. Ἐπίλογος. Δέκα νέοι συνέθεντο τύραννον ἀνελεῖν· ἕνα αὐτῶν λαβὼν ὁ πατὴρ ἐπυνθάνετο τί συντέθεινται· μὴ λέγοντα ἀπέκτεινεν· οἱ ἐννέα ἐτυραννοκτόνησαν, καὶ ἐτιμήθησαν· ὁ πατὴρ τοῦ ἀναιρεθέντος προςαγγέλλει ἑαυτόν. Σκοπός ἐστι τῷ πατρὶ οὐκ ἀληθῶς ἀποθανεῖν· δῆλον γὰρ ὅτι οὐ τοῦτο προῄρηται, ἀλλὰ τιμηθῆναι παρὰ τῆς πόλεως· ὡς καὶ τοῦ αὐτοῦ παιδὸς κεκοινωνηκότος τοῦ σκέμματος, καὶ τυραννοκτονήσαντος ἂν εἰ περιῆν· οὗτος γὰρ διόλου τοῦτον ἔχων τὸν σκοπὸν ἐκφαντικῶς αὐτὸν, μᾶλλον δὲ μετὰ παῤῥησίας καὶ τυραννοκτόνον καλεῖ.
8.318 καὶ διόλου πρὸς τοῦτο τεινούσας ποιεῖται τὰς κατασκευὰς τοιαύτας· ὅθεν καὶ ἡ κατάστασις τῷ πατρὶ τὴν ἀγωγὴν ἔχει καὶ τὴν ἄλλην παίδευσιν, καὶ τὴν τοῦ παιδὸς πρὸς τὸν δῆμον εὔνοιαν· εἶτα ὅτι ἑώρων αὐτὸν μετὰ ταῦτα ὀργιζόμενον πολλάκις, ἑαυτῷ προςομιλοῦντα, ἐπὶ τὸ ξίφος ὁρμῶντα, καὶ τὰ τοιαῦτα· διὰ γὰρ τούτων κατασκευάσεις, ὅτι ἐτυρραννοκτόνει ἂν καὶ αὐτὸς εἰ περιῆν· ἐν οἷς καὶ ἠθοποιΐαι τοῦ πατρὸς πρὸς αὐτὸν ἔχουσαι τὴν ἐρώτησιν· εἶτα ὅτι ὡς οὐδὲν ἐμάνθανον ἔξωθεν περιεργαζόμενος, ἔμαθον τὴν συνωμοσίαν· εἶτα ἐπὶ πολὺ αὐτῷ ἐπετέθην· πάλιν αὐτὸν ἐν τοῖς αὐτοῖς ὁρῶν παροξυνόμενον σχήμασιν καὶ πῆ μὲν θερμαινόμενον, πῆ δὲ παρὰ τὴν ἑστίαν ἐπὶ τὸ ξίφος ὁρμῶντα· ὡς δὲ ἐπὶ πολὺ ἐρωτῶν οὐκ ἐμάνθανον, ἀπέκτεινα, οἱ δὲ λοιποὶ ἐτυραννοκτόνησαν, ἃ μηκυνεῖς ὡς οἷόν τε· διὰ ταῦτα ἐμαυτὸν ἀνελεῖν προῄρημαι· διὰ ταῦτα ἐπὶ τὸν θάνατον ἔσπευσα. ΜΕτὰ τὴν κατάστασιν πρώτη ἀντίθεσις· ἀλλ’ οὐδέν σοι θανάτου πέπρακται ἄξιον. ἫΝ λύσεις τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους, παῖδα ἀνελὼν τυραννοκτόνον καὶ τοιόνδε καὶ τοιόνδε ἀκούω, ὅτι οὐδέν μοι πέπρακται θανάτου ἄξιον. Κατασκευάσεις δὲ αὐτὴν διὰ τῶν ἐγκωμιαστικῶν τόπων τοῦ παιδός· εἶτα ἐρωτηματικῶς· τί οὖν ποιήσας ἄρα θανάτου ἦν ἄξιος; καὶ ἐπάγεις εὐτελῆ τινα, ἃ φανερὰν ἔχει τὴν ἐπίδειξιν· ὅτι οὐ δεῖ ἐπὶ τοιούτοις προςαγγέλλειν ἑαυτὸν, ἀλλ’ ἐπὶ μεγάλοις τισίν· οἷον παῖδα ἀνελὼν τυραννοκτόνον, παῖδα εὔνουν δημοτικὸν, καὶ τὰ τοιαῦτα· ὁ μέντοι σοφιστὴς Ἱμέριος ἔφη· ταύτην ἐγὼ τὴν ἀντίθεσιν μελετῶν οὐδέποτε ἔθηκα, ἀλλ’ ἀεὶ ἔλυσα. διότι καὶ τὰ τέλη τῆς καταστάσεως ταύτης ἐστὶ λυτικὰ τῆς ἀντιθέσεως.
8.319 ΔΕυτέρα ἀντίθεσις· ἀλλ’ αὐτὸς ἑαυτῷ παῖς αἴτιος ἦν. ΛΥσεις, τοῦτο γάρ ἐστι τὸ χαλεπώτερον· καὶ διὸ μάλιστα πρὸς ταύτην τὴν προςαγγελίαν ἀπήντησα, ὅτι οὐκ εἶπεν, ὅτι τὴν γνώμην φανερὰν οὐκ ἐπέστησεν· ἀλλὰ σιωπήσας ἕτερά μοι δέδωκεν ὑπονοεῖν· καὶ χαλεπάς μοι περὶ αὐτοῦ ὑποψίας παρέσχετο, οὐκ εἰπὼν, οὐκ αἰνιξάμενος, καὶ ὅσα τοιαῦτα· ἰστέον δὲ ὅτι ἐὰν οἱ συνομόσαντες παῖδες ὦσι κρίνοντες τὸν πατέρα φόνου, οὐ τεθήσεται αὕτη ἡ ἀντίθεσις, ἀλλὰ τοὐναντίον οἱ παῖδες ἀποδέξονται. καὶ θαυμάσουσιν αὐτὸν μὴ ἐξειπόντα· καὶ τοὐναντίον ἐπὶ τῇ σιωπῇ ἐγκωμιάσουσιν· ὅθεν καὶ τὰς προοιμιακὰς ἐννοίας τοιαύτας οἱ παῖδες ποιήσονται· ὁ μὲν πρὸ ἡμῶν ὡς ἀληθῶς τυραννοκτόνος καὶ τῇ καρτερίᾳ νικήσας τὴν παρὰ τοῦ πατρὸς ἀπειλὴν παρὰ τὴν ἀξίαν ἀνῄρηται· νῦν δὲ ἐπειδὴ ἀόριστόν ἐστι τὸ τοῦ κατηγόρου πρόσωπον, ταύτην τεθείκαμεν τὴν ἀντίθεσιν. ΤΡίτη ἀντίθεσις· ἀλλ’ ἐφοβήθη μὴ ἔκπτυστος ἡ συνθήκη γένηται. ΛΥσεις ὅτι οὐχ οἷόν τε ἦν· πατὴρ γὰρ ὢν καὶ εἰς τὰ τοιαῦτα ἐπιτηδεύματα αὐτὸν ἀναθρεψάμενος καὶ τῶν τοιούτων αὐτῷ ἐπιθυμιῶν διδάσκαλος γενόμενος οὐκ ἂν ἐξεῖπεν οὐδὲ τὴν γνώμην ἐδημοσίευσεν. ΤΕτάρτη ἀντίθεσις· ἀλλὰ κοινώσας τοῦ σκέμματος παραμυθεῖταί σου τὴν συμφοράν· ἢ οὕτως· ἀλλὰ καὶ αὐτὸς τῇ προαιρέσει τυραννοκτόνος γεγένηται· αὕτη δὲ ἡ ἀντίθεσις οὐχ ἁπλῶς ἐτέθη, ἀλλ’ ἀπὸ τοῦ σκοποῦ· διὸ καὶ δοκῶν λύειν μᾶλλον αὐτὴν κατασκευάσει ὡς ἀληθῶς τοῦ παιδὸς τυραννοκτονήσαντος. Ὅτι οἶδα μὲν καὶ αὐτὸς ὅτι εἷς τῶν τυραννοκτόνων ἐστὶ καὶ ὁ παῖς ὁ ἡμέτερος· ἀλλ’ οὐ διὰ τοῦτο λυπεῖσθαι οὐκ ὀφείλει, ἀλλὰ πολὺ πλέον· ὅτι τοιόνδε καὶ τοιόνδε ὄντα αὐτὸν ἀπέκτεινα.
8.320 ΠΕμπτη ἀντίθεσις, ἀλλὰ παραμυθήσεται. ΛΥσεις ὁμοίως τῇ πρώτῃ· οἶδα μὲν τὸ τῆς πόλεως μεγαλόδωρον, καὶ τὸ πρὸς τοὺς εὔνους φιλότιμον· ἐξ ὧν καὶ τοὺς ἑτέρους παῖδας τετίμηκεν, ἀλλὰ τί μοι τῆς δωρεᾶς ὄφελος; ποῖον κέρδος τῆς ἀμοιβῆς; ποία παραμυθία τοῦ γήρως τοῦ παιδὸς κειμένου· ἑνὸς οὐ τῶν τυραννοκτόνων τετελευτηκότος, μέλλοντι ἐν τάφῳ διάγειν, θρηνεῖν, δακρύειν τὸν παῖδα. ΕΠίλογος πάθους μεστὸς καὶ συνεχῶν τῶν ἀνακλήσεων· καὶ ὅτι διὰ τάφου, διὰ τῶν χοῶν τῷ παιδὶ ἀπολογήσομαι· καὶ ὅτι τὸν τάφον οἰκήσω· καὶ ὅτι τάχα που παρέστηκε· καὶ ὅτι ἀπελογήσω, παῖ, διὰ τῶν συνωμοτῶν. καὶ ὅτι ἀπελογήσατο τὰ ἔργα ὑπὲρ σοῦ, πέπεισαι ὅτι ἡ συνεχὴς ὀργὴ καὶ ὁ πολὺς ἐκεῖνος παροξυσμὸς καὶ ἡ εὔνοια οὐ δι’ ἑτέραν τινὰ αἰσχρὰν ἦν πρόφασιν, ἀλλὰ διὰ τὸν τύραννον, διὰ τὴν πρὸς τὴν πόλιν εὔνοιαν· καὶ ὅτι οὐ χοὰς ἀποδώσω κοινῇ, καὶ ὅσα τοιαῦτα· μετὰ τῶν ἄλλων παίδων τάφον ἐγείρω πολύτιμον· ἅπαντα ὅσα προςῆκον, εἰκόνα γράψω ἐν τῷ τυραννοκτόνου σώματι· διὰ τούτων σοι, ὦ παῖ, τῶν ἔργων ἀπολογήσομαι. Σὺν δυσὶ παισὶν ἀριστεύσας τις ἐδεῖτο ἑτέρου παραχωρῆσαι τῷ ἀδελφῷ τοῦ γέρως· μονομαχήσας ἀπέκτεινε τὸν ἀδελφόν· καὶ ἐξίσταται τῷ πατρὶ δωρεᾶς· ὁ δὲ ἀξιοῖ μονομαχεῖν. Σκοπός ἐστιν ὀνειδίσαι τῷ πατρὶ τὴν ἀδελφοκτονίαν· καὶ ὅτι οὐκ ἐπείσθη τῷ πατρί. διὸ καὶ ἡ κατάστασις αὐτῷ μετὰ τὴν ἀγωγὴν καὶ τὸν πόλεμον καὶ τὴν ἀριστείαν ἐν ἠθοποιΐαις ἔχει τὴν συμβουλὴν, τὴν περὶ τοῦ δεῖν παραχωρῆσαι τῆς δωρεᾶς· εἶθ’ ὅτι οὐκ ἐπείσθη συμβουλεύοντι· ἃ βαρυτάτως ἐρεῖς λέγων, ὅτι ἔφην· τί ταῦτα, ὦ παῖ, οὐ πείθῃ περὶ τούτων τῷ πατρὶ, οὐδὲ παραχωρεῖς ἀδελφῷ, ἀλλ’ ἀδελφοκτόνος ὀνομάζεσθαι θέλεις· ἐν οἷς αὐξήσεις μετὰ τὴν μονομαχίαν τὴν συμφοράν· ἔτι δὲ καὶ τὰ ἐν τῇ μονομαχίᾳ γενόμενα πάθη ἐκφράζων πληγὰς, σχήματα, ὀργὰς, πτώσεις, καὶ ὅσα τοιαῦτα· εἶτα ἡ κατὰ τὸν νόμον ἀξίωσις τοῦ πατρός.
8.321 ΠΡώτη ἀντίθεσις ἐκ διανοίας τοῦ νόμου· ὁ νόμος εἶπε μονομαχεῖν ἂν βούλωνται. ΛΥσεις τοῖς ἀπ’ ἀρχῆς ἄχρι τέλους· νῦν οὖν οὐ προῄρησαι, ἀλλ’ ὅτε ὁ ἀδελφὸς ἦν, πολλὴν ἐπεδείξω τὴν προθυμίαν· νῦν δὲ περὶ τοῦ πατρὸς ἀναχαιτίζεις τὴν μάχην. Δευτέρα ἀντίθεσις, ἐξῆν μοι μὴ πείθεσθαί σοι. Ἡ ΛΥσις μεταληπτική· ἐγὼ δὲ πρώτην ἀντίθεσιν εἶπον ἐκ διανοίας, ὅτι οὐ δεῖ πατράσι μονομαχεῖν, πολλῷ πλέον οὐδὲ ἀδελφοῖς. δεῖ οὖν, φησὶ, διάνοιαν τοιαύτην λαβεῖν, ἥ τις καὶ τὸ πρῶτον ἰσχυρὸν ἐᾷ, καὶ τὸ νῦν μὴ θέλειν οὐκ ἀναιρεῖ. πῶς οὖν ἐρεῖς, φησὶν, ἂν θῇς οὕτω τὴν διάνοιαν· νόμος δέδωκε μονομαχεῖν ἂν βούλωνται. τὴν δευτέραν εἶπον ἀντιληπτικήν· ἔξεστι παραχωρεῖν μοι τῆς δωρεᾶς· ὁ δὲ εἶπεν, οὕτω μᾶλλον ἔξεστίν μοι μὴ πείθεσθαι, διότι παρακληθεὶς οὐκ ἀνεχώρησε. καὶ διὰ τοῦτο νῦν ὁ πατὴρ ἀξιοῖ μονομαχεῖν. ΤΡίτη ἀντίθεσις· ἔδει κἀκεῖνον παρακαλεῖν. Ἡ ΛΥσις, ὅτι οὐκ ἂν ἤρκουν ἐγώ. εἶτα ὅτι καὶ πολλῷ προτιμότερος ἦν ὑπὲρ τοῦ ἀδελφοῦ παρακαλῶν· καὶ ὅτι ἡ φύσις ἱκανὴ ἦν δυςωπῆσαι· καὶ ὅτι τοῦτο θαῤῥῶν οὐκ ἠξίωσα, καὶ ὅσα τοιαῦτα. ΥΠὲρ τῆς εὐδοξίας ἐποίησα. Ἡ Λύσις μετὰ διασυρμοῦ· τί οὖν κωλύει καὶ νῦν πρὸς τὸν πατέρα μονομαχεῖν ὑπὲρ τῆς εὐδοξίας; ἐπαχθὲς, νεμεσητὸν, ἀμφοτέροις μονομαχεῖν.
8.322 Ἢ οὕτως ἀπαραμύθητος ἡ συμφορὰ, ἀδελφῷ καὶ πατρὶ μονομαχεῖν. Ἡ ΛΥσις, ὅτι τὴν ἀρχὴν οὖν οὐκ ἦν νεμεσητὸν, ὅτι τὸν ἀδελφὸν ἑώρας ὑπὸ τῆς σῆς ἀναιρούμενον δεξιᾶς, καὶ ὅτι σὺ τὴν ἀρχὴν δέδωκας. καὶ εἰ τὸ πρᾶγμα νεμεσητὸν, ἀλλ’ οὖν γε σὺ τὴν αἰτίαν παρέσχες. ΕΠίλογος παθητικὸς πρὸς τὴν μονομαχίαν ὀνειδιστικὸς ἐν τῷ λέγειν. καλέσω τὸν ἀδελφὸν, αὐτός μοι μαχομένῳ παρασταθήσεται. δεῦρο, παῖ, ὁπλίσθητι πάλιν τὴν δεξιάν· μὴ νομίσῃς δειλίᾳ νενικῆσθαι τὸν ἀδελφόν· ᾐδέσθη τὴν φύσιν, καὶ τὰ τοιαῦτα. ΤΟΝ ΛΙΠΟΝΤΑ ΤΗΝ ΤΑΞΙΝ μονομαχεῖν, καὶ τοὺς νικήσαντας φεύγειν. Πένης μετὰ δύο υἱῶν ἔλιπε τὴν τάξιν. ἐμονομάχησε καὶ ἐνίκησεν· καὶ πλούσιος ἐχθρὸς ἠριστευκὼς αἰτεῖ γέρας μένειν αὐτόν· ὁ δὲ φεύγειν ἀξιοῖ. Κατ’ ἀντινομίαν ἐστὶν ἡ ὕλη τοῦ ζητήματος· διὸ καὶ κατὰ τὴν διαίρεσιν πῆ μὲν συγκριτικῶς προάξεις τὰς ἀντιθέσεις, πῆ δὲ ἀπὸ τοῦ πάθους τῶν παίδων· ἀφορῶν ὅτι τὸ φεύγειν ἀντὶ τῆς τιμωρίας νενομοθέτηται· ὁ δὲ σκοπὸς μένειν ὡς ἀληθῶς ἐν τῇ πόλει τὸν πένητα· βούλεται γὰρ ἐχθρὸς ὢν ἐν τοιαύταις ἂν καταναλίσκεσθαι συμφοραῖς· ἡ δὲ κατάστασις πολλὴν ἔχει τὴν μεταχείρισιν. ἐσχηματισμένως γὰρ προάξεις τὸν λόγον, πῆ μὲν δοκῶν ὑπὲρ τοῦ πένητος ταύτην αἰτεῖν τὴν δωρεὰν, πῆ δὲ λανθανόντως ἐμφαίνων τὸ διάφορον· εἶτ’ ἐπάξεις τὸ λιπεῖν τὴν τάξιν κατὰ βαρύτητα· καιρὸν γὰρ ἔχει νῦν καὶ ἐν ἠθοποιΐας σχήματι εἰπεῖν, ὅτι ἐθαύμασα τὸν δημοτικὸν, τὸν εὔνουν ὀνομαζόμενον λιπόντα τὴν τάξιν· ἐν οἷς εἶπον πρὸς ἐμαυτόν· τί ταῦτα; ὁ πάντας ἀκριβῶς τοὺς νόμους εἰδὼς, ὁ τοὺς ὡς παρανομοῦντας πολιτευομένους γραφόμενος, ὁ δημοτικὸς, ὁ φιλόπολις, ἐπεὶ τὴν αὐτοῦ δόξαν ἐξήλεγξε, πῶς λιπεῖν τὴν τάξιν ἐτόλμησε; καὶ τὰ τοιαῦτα· αἰτήσεις τὴν δωρεὰν μετὰ τὴν κατάστασιν.
8.323 ΠΡώτη ἀντίθεσις· ὁ νόμος δίδωσι λαβεῖν ἣν βούλομαι δωρεάν. Ἡ ΛΥσις μεταληπτικὴ, ἀλλ’ οὐ παράνομον· ἀλλ’ οὐ λυμαινομένην δόγμασιν· οὐ γὰρ πᾶσαν ἁπλῶς ἔξεστιν αἰτεῖν· ἦ γὰρ ἂν οὗτος καὶ κατάλυσιν αἰτήσῃ τῶν νόμων, καὶ τὰ τοιαῦτα· εἶτα ἐπειδὴ ἡ ὕλη ἀντινομικὴ ἐκ συγκρίσεως, θήσεις τῶν νόμων τὴν δευτέραν ἀντίθεσιν. ἀλλ’ ὁ τοῦ ἀριστέως νόμος προτιμότερος. ἀλλ’ ἐπίσης κατὰ τὴν ἰσχύν εἰσιν ἅπαντες. καὶ οὐκ ἐὰν τὸν σόν τις φυλάξῃ νόμον, οὗτος οὐ παραβέβαται· ἔξεστι δὲ καὶ τοῦτον φυλάξαι, καὶ σὲ λαβεῖν δωρεὰν ἣν βούλει. ἐν οἷς καὶ τὰ πάθη κινήσεις ὅτι μέρος ἐγένετο τοῦ νόμου· ἐμονομάχησα, τοὺς παῖδας ἀνεῖλον· ἐνίκησα νίκην, τραγῳδίας ὑπόθεσιν, καὶ κατὰ μὲν τῶν πολεμίων οὐκ ἴσχυσα ταύτην τὴν νίκην ἄρασθαι. κατὰ δὲ τῶν νέων νικηφόρος γεγένημαι· ἔασον οὖν καὶ τὰ ἀκόλουθα κυρωθῆναι τοῦ γράμματος. ΑΛΛὰ κατὰ τὸν νόμον πεποίηκας. Ἡ ΛΥσις κατὰ συνδρομήν. τούτου γὰρ φημὶ, ὅτι γενομένης μοι ταύτης κατὰ νόμον τῆς συμφορᾶς· τὸ μένειν οὐκ ὀφείλει μοι γενέσθαι παράνομον, αὐτάρκη δέδωκας δίκην. Ἡ ΛΥσις κατὰ διασυρμόν· ὅτι ἐχθρὸς ὢν ἐλεεῖς καὶ φιλανθρωπεύῃ τὸν πένητα. καὶ κόρον τῶν ἡμετέρων λαβὼν συμφορῶν μέχρι τούτου ἵστης μοι τὰς συμφορὰς, καὶ τὰ τοιαῦτα· οὐδείς σοι ὀνειδιεῖ· καὶ πῶς οἷόν τε, εἰ μὴ καὶ τὴν μνήμην ἀφαιρεθήσονται πάντες ἄνθρωποι· ἀλλ’ ἂν ὀλίγη μοί τις ὑπάρξῃ διαφορὰ εἰς τὰς συμφορὰς, εἰ προςφέρουσιν ἅπαντες τὸν παιδοκτόνον, τὸν λιπόντα τὴν τάξιν ὀνομάζοντες.
8.324 Εἶτα ὅτι ἀφόρητα ταῦτά ἐστι, καὶ τὰ τοιαῦτα χρησιμεύσει τῇ πόλει. Ἡ ΛΥσις στοχαστική. καταπονηθέντα καὶ συντριβέντα τοῖς πάθεσιν, πῶς ἔτι εἰκὸς χρήσιμον γενέσθαι τῇ πόλει. Ὁ ΕΠίλογος παθητικός· ὁ δὲ τοῦ πλουσίου φιλοτιμίαν ἔχων, πομπείαν παράγων, εἰς τὰς ἐκκλησίας τὸν πένητα σωφρονεῖν συμβουλεύων, πείθων φρονεῖν μέτρια εἰδότα ὅτι ἡ τύχη πολλάκις οὐκ ἀκόλουθα ταῖς διανοίαις ἡμῖν πρυτανεύεται, καὶ τὰ τοιαῦτα. Τύραννος τὰ γεννώμενα ἐπώλει, καταλυθείσης τῆς τυραννίδος, ἀξιοῦσιν ἐπὶ τῶν ἀμφικτυόνων οἱ πατέρες τὰς τιμὰς καταθέμενοι ἀπολαμβάνειν τοὺς παῖδας, οἱ δεσμῶται ἀντιλέγουσιν. Ἔοικε κατὰ διαίρεσιν τοῦτο τὸ πρόβλημα ἐκείνῳ τῷ ὅρῳ· ἐκτίθενται Ἀθηναῖοι ἐπὶ τῶν τριάκοντα, καὶ καθαιρεθείσης τῆς τυραννίδος αἰτοῦσι τὰ βρέφη· σκοπὸς δὲ οὐδεὶς ἕτερος ἢ ὁ φαινόμενος. Ἡ Κατάστασις ἔχει τὴν πολιτείαν καὶ τὴν ἐν αὐτῇ ῥᾳστώνην. εἶτα μετὰ τῆς προςηκούσης κατασκευῆς τὴν τυραννίδα· ἐν ᾗ θήσεις καὶ τὰς γινομένας δι’ αὐτὴν συμφοράς. εἶτα τὴν πρᾶσιν τῶν βρεφῶν· εἶτα τοὺς δεξαμένους τὴν αἴτησιν. ΠΡώτη ἀντίθεσις· ἀλλ’ ἐπριάμεθα, φασὶ, τοὺς παῖδας τοῦ τυράννου πωλήσαντος. ἔοικε δὲ ἡ ἀντίθεσις αὕτη τιθεμένη πολλάκις ἐν πολλοῖς ζητήμασιν, ἀλλ’ ἔδοξεν ἅπαξ. ὅθεν καὶ ἡ λύσις ἀμφοτέραις μία μεταληπτική. ΕΠρίασθε, ἀλλ’ οὐ τοῦτο δεῖ ζητεῖν εἰ ἐπρίασθε, ἀλλ’ εἰ καλῶς καὶ προςηκόντως νῦν ἔχετε, καὶ τί κωλύει λαμβάνειν, εἶτα ἀποδοῦναι τοῖς οἰκείοις; καὶ ὅσα τοιαῦτα. Δευτέρα ἀντίθεσις. ἀλλ’ ὑπὲρ ὑμῶν πεποιήκαμεν. ΛΥσις μεταληπτική· ἔδει οὖν εὐθὺς ἀποδιδόναι. ἔδει μὴ ἀναμεῖναι τὴν αἴτησιν· νῦν δὲ οὐδὲ αἰτούντων δίδονται, καὶ τὰ τοιαῦτα.
8.325 Τρίτη ἀντίθεσις· ἀλλ’ ὡς ἐλευθέροις αὐτοῖς προςφερόμεθα. καὶ πῶς οἷόν τε τοῦτο, ὅπου πᾶσίν εἰσιν ὡς ἀργυρώνητοι φανεροὶ, ὅπου παραμένουσιν ὡς δοῦλοι ὑπηρετούμενοι. Οἱ ἐπίλογοι· καλέσει μοί τις τοὺς παῖδας· καλῶς μὲν πεποιήκασιν ὑμᾶς καὶ οὗτοι ὑποδεξάμενοι· ὅμως δὲ ὑμεῖς ἐπίγνωτε τὴν φύσιν, καὶ τὰ τοιαῦτα. Μισθοφόροι τινὲς οὐκ ἔχοντες ἀποδοῦναι μισθὸν γῆν ἔδοσαν· οἱ δὲ πόλιν ἔκτισαν· μετὰ ταῦτα χρημάτων εὐπορήσαντες τὸν μισθὸν ἀξιοῦσι δοῦναι, καὶ τὴν γῆν κομίσασθαι. Σκοπὸς λαβεῖν ἀληθῶς τὴν πόλιν· ἡ κατάστασις ἔχει τοῦ πολέμου αὔξησιν, καὶ τῶν ἐν αὐτῷ γεγενημένων κακῶν, εἶτα τὴν ἐπὶ τοὺς μισθοφόρους πρεςβείαν, ὡς μίαν αὐτοῖς ταύτην οὖσαν μόνην παραμυθίαν, εἰ βοηθήσαιεν. εἶτα ὁμολογία χάριτος. ὅτι ἦλθον προθύμως ἡμῶν ἐπαγγελομένων δώσειν χρήματα. εἶτα οἷα εἰκὸς ἐν πολέμῳ καταδαπανηθέντες, καὶ μὴ ἔχοντες ἀποδοῦναι, διὰ τὸ μὴ βούλεσθαι δοκεῖν τινες τυγχάνειν ἀγνώμονες γῆν ἀντὶ χρημάτων δεδώκαμεν, καὶ τὰ τοιαῦτα. ΠΡώτη ἀντίθεσις· ἀλλ’ ἄτοπόν ἐστιν αὐτοὺς τῆς πόλεως ἐκβαλεῖν. ΛΥσεις ὁρικῶς· ὅτι εἰ μὲν τῆς οἰκείας, καλῶς. εἰ δὲ τῆς χώρας τῆς ἡμετέρας, καὶ ἣν ὥσπερ ἀντ’ ἐχθροῦ τινος εἰλήφασι, πῶς ἄτοπον τὸ ἐκβαλεῖν; εἶτα ὅτι οὐδὲ τοῦτο ἐκβολή ἐστιν ἀλλ’ ἀπόδοσις, καὶ τὰ τοιαῦτα. ΑΛΛὰ κύριοι μὲν κεχρῆσθαι ὡς ἠβουλόμεθα τῇ χώρᾳ. καὶ ἔδει κωλύειν τειχίζοντας. ΛΥσις, οὐκ ἂν εἰλήφειμεν ἑαυτοὺς, καὶ περὶ τὰ οἰκεῖα ἠσχολούμεθα γένη. καὶ ὑπωπτεύομεν ἔχθραν, καὶ πολλὰ ἦν ἐξ ἀρχῆς ἡμῖν ἐναντιώματα, καὶ ἄτοπον ἦν εὐθὺς μετὰ τὸ λυθῆναι τὸν πόλεμον κωλύειν, καὶ τὰ τοιαῦτα.
8.326 καὶ μεταληπτικῶς ἐν ἀρχῇ σπείρειν ἔδει, γεωργεῖν, καρποῦσθαι, καὶ τὰ τοιαῦτα· καὶ ὅτι κωλύειν ἔδει εἰ καὶ κακῶς τῇ χώρᾳ ἐκέχρησθε, καὶ τὰ τοιαῦτα. ΑΛλ’ οὐκ ἐπὶ τῷ πόλιν ποιῆσαι δεδώκατε. ΛΥσις· ἀλλ’ ἐπὶ συνθήκαις ἄλλαις, ὥστε, εἰ εὐπορήσομεν χρημάτων, τὴν χώραν ἀπολαβεῖν· καὶ φανερὸν ὅτι ἐπὶ τούτῳ δίδομεν, οἱ γὰρ ὁμολογήσαντες δώσειν χρήματα, εἶτα μὴ δόντες διὰ τὸ μὴ ἔχειν δηλονότι εὐπορήσαντες δώσειν ἔμελλον, καὶ τὰ τοιαῦτα. Ἀλλὰ χρήσιμοί ἐσμεν παροικοῦντες ὑμῖν. Λύσεις κατὰ συνδρομὴν, ὅτι οἴδαμεν, ἀλλὰ προςῆκον, μὴ διὰ τὸ δοκεῖν βλάπτειν, καὶ τὴν πόλιν ἔχειν χρησιμεύειν, ἀλλ’ οἴκοθεν καὶ διὰ τὴν οἰκείαν προαίρεσιν. Ὁ Επίλογος πραγματικώτερος καὶ ἐναγώνιος. ΕΚ ΤΟΥ ΕΝΑΝΤΙΟΥ ΟΙ ΜΙΣΘΟΦΟΡΟΙ. Ἡ κατάστασις αὔξησιν ἔχει τῆς συμμαχίας, καὶ βαρύτητα τῆς αἰτήσεως τῆς χώρας. ΠΡώτη ἀντίθεσις· ἀλλ’ ἥκομεν μισθὸν ἀποδώσοντες· ἢ οὕτως· ἀλλ’ ἄξιον ἀποδοῦναι τὴν χώραν, λαβόντας τὰ χρήματα. Ἡ ΛΥσις, ὅτι εἰλήφαμεν τὸν μισθὸν, καὶ οὐκ ἔτι μισθὸς οὗτος, καὶ τῆς χώρας οὐκ ἔστιν ἐκβαλέσθαι δίκαιον. Δευτέρα ἀντίθεσις· ἀλλὰ τὴν γῆν δεδώκαμεν, ἕως ἂν πορισώμεθα χρήματα. ἀλλὰ πίστεως ἕνεκα τὴν χώραν δεδώκαμεν. Ἡ ΛΥσις ἢ οὐ πίστεως· οὔτε γὰρ προειρήκατε, οὔτε διδόντες οὕτως ἐδίδοτε, οὔτε ὅλως ἐνεχύρου λόγῳ τὸ διδόμενον ἦν, ἀλλὰ τῶν μισθῶν ἀπόδοσις. Τρίτη ἀντίθεσις· ἀλλ’ οὐκ ἔδει τειχίζειν τὴν μὴ προςήκουσαν. Ἡ Λύσις ὅτι κύριοι ἦμεν, καὶ ἔδει ἡμᾶς τειχίζειν, καὶ κεχρῆσθαι τῇ γῇ καθ’ ὃν ἂν βουλώμεθα τρόπον. Ἔδει ἀνακοινοῦσθαι.
8.327 Ἡ Λύσις ὅτι περιττὸν ἦν ἅπαξ λαβόντας, ἔχοντας ἐξουσίαν ἀνακοινοῦσθαι περὶ ὧν ὑμεῖς ἐχαρίσασθε. Ἀλλὰ δέος μή τι κακὸν ἐργάσησθε παροικοῦντες ἡμᾶς. Ἡ Λύσις στοχαστική· ὅτι οὐκ εἰκὸς τοιοῦτόν τι εἰς ὑμᾶς τολμῆσαι ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον εὐποιῆσαι, καὶ καθόλου βουλήσει καὶ δυνάμει κατασκευάσεις τὸ κεφάλαιον. ΕΠίλογος ἐπαγγελίαν ἔχων συμμαχίαν βοηθείας· καὶ ὅτι ἡμᾶς οὐκ ἔτι καλοῦσα περιελεύσεται, ἀλλ’ αὐτόθεν ἁρπάσω τὸ ξίφος, τὴν ἀσπίδα λήψομαι, καὶ τὰ τοιαῦτα. ΤΟΝ ΥΠΕΡΗΜΕΡΟΝ ΔΟΥΛΟΝ ΕΙΝΑΙ. Ὑπερήμερος συνέπλει τῷ δανειστῇ· χειμῶνος ὄντος καὶ τοῦ κυβερνήτου τὴν σωτηρίαν ἀπαγορεύοντος, μὴ γενομένης ἐκβολῆς, ἐξέῤῥιψε τὸν ὑπερήμερον ὁ δανειστής· ὁ δὲ σωθεὶς ἀξιοῖ ἐλεύθερος εἶναι. ὁ δανειστὴς ἀντιλέγει. Ἡ κατάστασις ἔχει τὴν χρῆσιν τοῦ δανείου, τὴν ἀπαίτησιν, ἐν ᾗ καὶ ἠθοποιΐα βάρος ἔχουσα, διότι μὴ ἀπολαμβάνει, καὶ συμβουλευτικά τινα, ὅτι προςῆκον ἀποδοῦναι διὰ τὰς συνθήκας τὰς τῆς προθεσμίας, καὶ τὸν νόμον οἶδας τὸν περὶ τῶν χρεῶν κείμενον, καὶ τὰς τῶν ὑπερημέρων τύχας, καὶ τὰ τοιαῦτα. εἶτα ὅτι ὑπερήμερος ὢν συνῆν μοι, διῆγε, μηδενὸς ἐπαχθοῦς πειρώμενος. εἶτα ὅτι δεῆσαν πλεῦσαι, ἔπλευσε χειμῶνος γενομένου καὶ κινδυνευόντων ἡμῶν ἐξεῤῥίφθη. εἶτα σωθεὶς δουλεύειν οὐ βούλεται, οὐδὲ δεύτερον εὐεργετηθεὶς ἐπίσταται, διὰ τὸ χρέος μὲν ἐν δουλείᾳ σχὼν μηδὲν ἐπαχθὲς, νῦν δὲ σωθεὶς καὶ τὰ τοιαῦτα. ΜΕτὰ τὴν κατάστασιν θήσεις παρὰ τοῦ ὑπερημέρου πρώτην ἀντίθεσιν. ἀλλ’ ἅπαξ με, φησὶ, τῆς νεὼς ἐξέῤῥιψας. ΛΥσεις πρῶτον ὁρικῶς, ὅτι ἐκριφθεὶς οὐδὲν ἐλευθερίας ἔτυχες.
8.328 εἶτα ἀντιστατικῶς καὶ ἀντιληπτικῶς. Δευτέρα ἀντίθεσις· ἀλλὰ δι’ ἐμὲ ἐσώθητε. ΛΥσεις ἐνστατικῶς, ὅτι οὐ διὰ σὲ, ἀλλὰ διὰ τὴν τύχην· καὶ διὰ τὸ οὕτω συνενεχθῆναι, καὶ ὅσα τοιαῦτα. Τρίτη ἀντίθεσις. ἀλλ’ ἡ τύχη με ἔσωσε. ΛΥσεις ὅτι κἀμοὶ πρὸς τὴν δουλείαν ἡ τύχη σε ἔσωσε. διὰ τοῦτο ἄρα πρὸς ἐλευθερίαν ἀποστεῖλαι ὀφείλεις, καὶ ὅσα τοιαῦτα. ΕΠίλογος κοινός. ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΥΠΕΡΗΜΕΡΟΣ. Ὁ ὑπερήμερος μετὰ βαρύτητος χρήσεται τῷ λόγῳ τὴν τύχην καταμεμφόμενος, ὅτι διὰ πενίαν ὑπερήμερος ἐγένετο. εἶτα χάριν ὁμολογήσαντι τῷ δαίμονι τῷ σώσαντι. ὅτι διὰ τοῦ κατὰ θάλασσαν κινδύνου αὐτὸν εἰς ἐλευθερίαν πάλιν ἐπανήγαγε. ΠΡώτη ἀντίθεσις παρὰ τοῦ πλουσίου. δοῦλος ἐμὸς εἶ. ΛΥσεις ὁρικῶς, ὅτι οὐκ ἔτι δοῦλος ἐκριφθεὶς, καταφρονηθεὶς, ὁ τῇ θαλάττῃ δοθεὶς καὶ τῷ κύματι, δοῦλος ἔτι, καὶ τὰ τοιαῦτα. Δευτέρα ἀντίθεσις· διὰ τὸν κίνδυνον ἔῤῥιψα. Οὐκοῦν ὁμολογεῖς δι’ ἐμοῦ τὴν σωτηρίαν εὐτυχηκέναι. ὅτι κινδυνεύων ἀφεὶς ἐμὲ τὴν σωτηρίαν ἀντείληφας, καὶ τιμὴν ἀπέλαβες πολλῷ τιμιωτέραν τοῦ δανείσματος, καὶ ὅσα τοιαῦτα. ΤΡίτη ἀντίθεσις, καὶ σωθεὶς ἐμὸς εἶ. Λύσεις βαρέως, ὅτι καὶ τύχης με ἀφαιρεῖται, καὶ τοῦ συμβεβηκότος ἑρμαίου, καὶ τῆς περιστάσης με παραδόξου σωτηρίας· ἡ τύχη μοι τὴν ἐλευθερίαν προὐξένησε, καὶ σὺ κωλύεις τὸ εὐεργέτημα, καὶ τὰ τοιαῦτα. ΑΛΛΑ ΠΡΑΓΜΑΤΙΚΑ ΠΡΟΒΛΗΜΑΤΑ.
8.329 Πένης πλουσίῳ ἐξ ἀντιπολιτείας ἐχθρῷ διαλλαγεὶς, τρεῖς υἱοὺς ἔχων ἔδωκε θέσθαι. οἱ δύο ἐπ’ ἀμφιβόλοις σημείοις φαρμάκων τεθνήκασιν, αἰτεῖ τὸν τρίτον ὁ πένης. Σκοπὸς διαβαλεῖν τὸν πλούσιον ὡς ἐπιβουλεύσαντα τοῖς παισὶ, καὶ διὰ τοῦτο τὴν φιλίαν ὑποκρινόμενον· μικτὸς οὖν ὁ λόγος ἐκ πάθους καὶ βαρύτητος· πάθους μὲν διὰ τοὺς παῖδας· βαρύτητος δὲ διὰ τὸ ἠπατῆσθαι ὑπὸ τοῦ πλουσίου. ΤΑ προοίμια μετὰ βαρύτητος. Ἡ Κατάστασις ἐκ τῆς ἀντιπολιτείας καὶ διαλλαγῆς καὶ τῆς τῶν παίδων εἰςποιήσεως καὶ τῶν ἑξῆς ἔχει ἠθοποιΐαν μετὰ βαρύτητος τῆς κατὰ φιλίαν· ἀπὸ τῆς πρώτης μὲν εὐθὺς μετὰ τὴν ἀντιπολιτείαν, ὅτι νενίκητο ὁ πλούσιος· καὶ λοιπὸν ᾤμην χρήσιμον αὐτὸν εἶναι τῇ πατρίδι, ζηλοῦντα τὸν πένητα, καὶ πίστιν ᾤμην εἶναι τούτου τὴν πρὸς ἐμὲ φιλίαν αὐτῷ· ἔχεις δὲ καὶ ἄλλην ἠθοποιΐαν παρὰ τοῦ πλουσίου· προςελθὼν γὰρ εἶπεν, ἐσφάλην, ἔγνων ὅτι τῇ πατρίδι πολιτεύεσθαι δεῖ, τοῖς νόμοις πείθεσθαι, κοινώσασθαί σοι τὰ πάντα βούλομαι. ἐγώ σοι τὸν πλοῦτον, σύ μοι τὸ γένος. ὠφελησάτω τι τοὺς σοὺς παῖδας ἡμῶν ἡ διαλλαγή· ἔστωσαν ἀμφοτέρων υἱεῖς· σοῦ μὲν τῇ φύσει· ἐμοῦ δὲ τῷ νόμῳ· ταῦτ’ εἰπὼν ᾤχετο. ἀπώλοντο οἱ δύο. αἰτῶ τὸν λειπόμενον· μετὰ δὲ ταῦτα ἀποστροφαῖς καὶ αἰτήσεσι τοῦ παιδὸς τέως οὐ χρήσεται. ἄκαιρον γὰρ πρὶν τὸν ἀγῶνα κρατεῖν. ἀλλὰ δέδωκας ἅπαξ, καὶ οὐκ ἔστιν οἷόν τε οἰκεῖν. γνωστέον ὅτι καὶ ἐπὶ ταύτης τῆς ἀντιθέσεως ἐμπεριέχεται καὶ τὸ, ὅτι οὐκ ἔξεστιν αἰτεῖν. ἐμοὶ γάρ εἰσιν οἱ παῖδες τῇ ποιήσει. πᾶσα δὲ ἡ τοιαύτη ἀντίθεσις ἐνστατικοῖς λύεται· καὶ ἀγῶνα ἥττονα μὲν ἐν οἷς ἂν τὸ πάθος ἐπικρατῇ, δέχεται δ’ οὖν ὅμως διὰ τὸ τῆς ἀντιθέσεως ἰσχυρὸν καὶ φανερόν· ὡς εἰ μὴ τοιοῦτον εἴη, ὁ ἀγὼν ἐπὶ πλέον γενήσεται, τὰ δὲ περιστατικά ἐστιν αὐτὰ τὰ ἐπιγενόμενα.
8.330 οἷον οὐκ ἐπὶ τῷ ἀπολέσθαι δέδωκα, οὐχ ἵνα τοιαύτην ἐργάσωμαι κατ’ ἐμαυτοῦ συμφορὰν, καὶ τὰ τοιαῦτα. ΔΕΥτέρα ἀντίθεσις· εἰκός τινας τῇ φιλίᾳ βασκαίνοντας καὶ διαλῦσαι πειρωμένους ἐπιβεβουλευκέναι. ἫΝ λύσεις μεταλήψει. λέγοντος τοῦ φύσει πατρὸς ὡς φρουρεῖν ἔδει. καὶ οὐκ ἄν τι τοιοῦτον ἔπαθον οἱ παῖδες, ὥσπερ ὄντες παρὰ ἐμοὶ οὐδὲν τοιοῦτον ἔπαθον, οὕτω καὶ παρά σοι ὄντες ἐσώθησαν ἄν. αἱ τούτων ἀφορμαὶ ἐκ τῆς τοῦ πλουσίου χορηγίας εὑρέθησαν. φρουροὺς παιδαγωγοὺς ἐπιστῆναι δυνατὸν ἦν. ΤΡίτη ἀντίθεσις· ἀλλὰ φρουρήσω τὸ λειπόμενον. ΛΥσομεν στοχαστικῶς. ὅτι νῦν οὐκ ἔθ’ οἷόν τε γενήσεσθαι φρουράν. ὅτι μὲν γὰρ τοὺς πρώτους οὐκ ἐφρούρησας ὁμολογεῖς· ἀμελήσας δὲ ἐκείνων οὐ δίκαιος εἶ τὸν τρίτον ἔχειν. καὶ ὅτι εἰ τοὺς πρώτους φρουροῦντας ἀλλήλους ἔλαθέ τις, πολλῷ πλέον ὅτε μόνος ἐστὶν ὁ παῖς. ἅπαντα δὲ τὰ ἐπιχειρήματα ἐκ τούτων εὑρήσομεν. ΤΕτάρτη ἀντίθεσις κατὰ ἀντίθεσιν· ὅτι εἰκὸς αὐτὸν παρά σοι ὄντα ἐπιβουλευθῆναι, ταύτην δὲ, ὡς ἔφην, κατὰ ἀναίρεσιν εἴςαγε. διότι καὶ ἀσθενεστέρα δοκεῖ. οὐδὲν γὰρ διαφέρει τῷ πένητι εἰ πάθοι καὶ παρ’ αὐτῷ τυγχάνων ὁ παῖς· ὁ γὰρ λόγος ὁ νῦν ὁ περὶ τοῦ δοθῆναι τὸν παῖδά ἐστι, καὶ οὐ περὶ ἑτέρου τινός. ΛΥσεις στοχαστικῶς· εὐλαβηθήσεται πατέρα ὄντα· καὶ ὅτι εἰδὼς ὡς ἡ φύσις ἱκανὸς φρουρὸς, καὶ ὅτι αὐτὸς ἐγὼ δι’ ἐμαυτοῦ φρουρήσω, οὐκ ἐπαγόμενος πλούτῳ καὶ περιουσίᾳ, οὐδὲ τρυφῇ, οὐδὲ τῶν τοιούτων οὐδενί. γνωστέον δὲ ὅτι ταῦτα πάντα πανταχοῦ κατασκευάζει κακεμφάτως, ὥσπερ εἴρηται ἀκολούθως τῷ σκοπῷ.
8.331 ΠΕΜπτη μετὰ ταύτην ἀντίθεσις· ἀλλ’ ἀποστερήσεις πλούτου τὸν παῖδα. Ἡ Λύσις κατὰ ἀντίστασιν· ἀρκεῖ αὐτῷ τὰ παρ’ ἐμοί· τουτέστιν εὔνοια πρὸς τὸν δῆμον, καὶ παρ’ ἐκείνου αὐτῷ· καὶ ὅτι προτιμοτέρα ἡ σωτηρία τῶν χρημάτων· καὶ ὅτι οὐδὲν ὄφελος αὐτῷ ἀπολλυμένῳ τῶν χρημάτων. καὶ ὅτι δύναται καὶ παρ’ ἐμοὶ ὄντι δοῦναι χρήματα. ΕΠίλογος ἐπὶ τούτοις ἔσται παθητικὸς περὶ τῶν παίδων τῶν ἀπολωλότων, ὅτι ἐστέρηται. καὶ παραινετικὸς πρὸς τὸν πλούσιον, ὥστε ἐκστῆναι αὐτὸν τοῦ παιδός· κινήσεις δὲ μάλιστα καὶ ἔλεον ὑπὲρ αὐτοῦ τὴν ἐρημίαν καὶ τὴν πενίαν, καὶ τὸ ἀπαραμύθητον προβαλλόμενος· τοῦτο γάρ ἐστι τοῦ ἐπιλόγου μάλιστα τὸ κυριώτατον· χρήσεται δὲ καὶ ἐσχηματισμέναις ἠθοποιΐαις, ὡς ἐπὶ τοῦ πλουσίου· θάρσει, ὦ πλούσιε· οὐ περιεργάζομαι τὸν παῖδα. οὐκ ἐρωτῶ πῶς ἀπέθανον οἱ ἀδελφοί, καὶ τὰ τοιαῦτα. καταλύσεις δὲ τὸν ἐπίλογον οὕτως· λαβὼν ἔχω παρ’ ἐμαυτοῦ τὸν υἱόν· ὑπὲρ τῆς φιλίας τοῖς κειμένοις ἀπολογησάμενος, ὡς οὐκ εὐτυχῶς αὐτοῖς ἐσπεισάμην· ἂν συγχωρῇ τὸ δαιμόνιον, ἐπιδώσω τὸν τρίτον τῷ βήματι. Πατὴρ τριῶν παίδων τοὺς δύο τυραννήσαντας ἀνελὼν αἰτεῖ γέρας, φεύγειν τὸν τρίτον. ἀντιλέγει τις. Σκοπὸς οὐκ ἀπολογήσασθαι τῷ πατρὶ, περιττὸν γὰρ, ἐπειδὴ τυραννοκτόνος γεγένηται, ἀλλὰ βούλεται φυλακὴν γενέσθαι τῷ παιδί· καὶ τυχὸν σκοπὸς ὁ φαινόμενος ἀσφαλίσασθαι πρὸς τὸ μὴ τυραννῆσαι τὸν παῖδα τὸ φεύγειν καθεστηκέναι· εἰ γὰρ καὶ μόνον ἔχων, ἔτι διὰ τῆς φυγῆς ὡς εἰπεῖν καὶ τούτου στερίσκεται. ἀλλὰ πλέον φιλόπολις ἢ εἴπερ φιλόπαις ἐκ τῶν ἔργων φαίνεται. διόπερ οὐχ ὑποθετέον ἕτερον αὐτῷ τινα τὸν σκοπὸν, ἢ τὸν φαινόμενον εἴπερ προείπομεν, συντεινέτω δὴ οὖν αὐτῷ τὰ προοίμια πρὸς τὸ παθαίνεσθαι· τὴν γὰρ αὐτῶν τυραννοκτονιῶν φιλοτιμίαν οἱ τύραννοι παῖδες ὄντες ἐπιθραύουσιν.
8.332 Ἡ Κατάστασις τὴν ἀγωγὴν ἔχει τῶν παίδων ἐπὶ πλέον παρατείνουσαν, καὶ περὶ τοῦτο διατρίβουσαν μάλιστα. ποιήσει γὰρ οὕτως ἑκάτερον· καὶ ὡς χρηστὸς πατὴρ καὶ ὡς ἅμα φιλόπολις. πρὸς τὸ μηδὲν παρ’ αὐτοῦ μοχθηρὰν ἀγωγὴν ἐπιδείκνυσθαι τοὺς παῖδας τετυραννηκότας, ἀλλὰ τύχης εἶναι καὶ βασκανίαν τινὰ δαίμονος τὸν ἐπὶ τυραννίδι τῶν παίδων φόνον. ὅθεν εὔκαιρός τις καὶ ἠθοποιΐα γίγνεται μετὰ τὴν τοῦ πρώτου παιδὸς γεγενημένην ἀναίρεσιν. οἷα τοῖς λειπομένοις προήγγειλεν, ὅπως αὐτοῖς τὸ ξίφος τῆς τυραννοκτονίας ἐδείκνυεν· καὶ ὅλως οὐδὲν ἂν παραλείψειας καθιστάμενος, ὃ μὴ διὰ τῆς παιδοφιλίας αὐτὸν καὶ φιλόπολιν ἀποδείκνυσιν· ἀλλήλοις γὰρ ἄμφω συμπλεκόμενα ὁμοῦ καὶ βαρύτερον ποιεῖ λόγον καὶ ἀνύει τὸ σπουδαζόμενον· ἐπειδὴ δὲ ὑποθετέον αὐτὸν καὶ φιλόπαιδα, τὸ γὰρ μὴ τοῦ τρίτου τὴν σφαγὴν διὰ τῆς φυγῆς ταμιεύεσθαι, πρᾷος ἔστω πρὸς τὸν παῖδα καὶ ὑφειμένος τῷ λόγῳ, καὶ τὸ κέρδος τῷ παιδὶ δεικνύων· οἷον οὐ κατεγνωσμένος ἀπελεύσῃ τῆς πόλεως, ὦ παῖ, νικήσεις διὰ τῆς φυγῆς μετὰ τοῦ πατρὸς τὸν δαίμονα. στῆσον ἡμῖν τὰ δυστυχῆ κατορθώματα· ἀλλήλοις τι διὰ τὴν φύσιν χαρισόμεθα. ἐγώ σοι τὸ μὴ τυράννῳ γενέσθαι διὰ τῆς φυγῆς· σύ μοι τὸ μὴ παιδοκτόνῳ διὰ τῶν αὐτῶν τούτων χαρίζεσθαι δίκαιον. τοιαῦται μὲν αἱ καταστάσεις· αἱ δὲ ἀντιθέσεις εἰσὶ μὲν αἱ αὐταὶ ἐκείνῳ τῷ πλάσματι, ἐν ᾧ πολλῶν ἀπὸ τοῦ γένους τυραννούντων, γράφει τις ἐλαύνεσθαι τὸ γένος· πλὴν ὅσον ἐκεῖ μὲν ἐπὶ τιμωρίαν γράφει τὴν φυγὴν, ἐνταῦθα δὲ οὔ.
8.333 Ἡ τοίνυν πρώτη ἐνταῦθά ἐστιν· ἀλλ’ ἄτοπον αἰτεῖς δωρεάν· ἐμπεριέχεται δὲ ταύτῃ τῇ ἀντιθέσει τὸ οὐδὲν αὐτῷ πέπρακται φυγῆς ἄξιον. Ἡ Λύσις κατὰ συνδρομὴν· τὸ συμφέρον ἐν τῇ λύσει προβάλλεται· ὑπὲρ πάντων ὁμοῦ, ὑπὲρ τῆς πατρίδος, ὑπὲρ τοῦ παιδὸς, ὑπὲρ ἐμαυτοῦ· αὕτη δὲ ἡ δωρεὰ δίδοσθαι πρέπουσα καὶ τῷ νόμῳ χρήσεται, πρὸς ἀπόδειξιν τοῦ δεῖν λαμβάνειν. εἶθ’ ὅτι καὶ πατήρ ἐστι, καὶ δίχα τοῦ νόμου τούτου ἐξουσίαν ἔχει. καὶ οὐδὲν ἐκ τῆς φυγῆς βλάβος, μήτε πονηρίας ἐξεληλεγμένης, μήτε ἑτέρου τινὸς ἐγκλήματος· καὶ ὅτι οὐδὲ φεύγειν τοῦτό ἐστιν, ἀλλὰ φυλάξασθαι τῆς τυραννίδος τὸ δέος· τάχα δὲ καὶ μαρτυρία χρηστότητος, ἀτυχίας δὲ τὸ μὴ φεύγειν. Δευτέρα ἀντίθεσις· ἀλλ’ εἰκὸς αὐτὸν σωφρονισθῆναι· ἔνθα καὶ εὐμεθόδως καὶ ὑπὲρ τῶν προτέρων ἀπολογήσεται· ὡς οὐδὲ ἐκεῖνοι τοῦτο βεβούληνται. καὶ πίστις τούτου τὸ δεύτερον ἐπιθεῖναι τῇ τυραννίδι, τοῖς τοῦ προτέρου σωφρονισθέντα πάθεσι. καί τοι οὐδέν ἐστι δεινὸν ὃ ὑπερβαίνει θάνατον. ἀλλ’ ὅμως ἐπειδὴ καὶ τοῦτο παράλογον, ὁ δεύτερος τέθυται. δῆλον ὅτι πονηρία τύχης ἐστὶν, οὐ κακίας ἐπιθυμία τῶν παίδων τὸ ἔγκλημα. ταῦτα οὖν καὶ περὶ τρίτου δέδοικα οὐ καταγινώσκων τῆς ὑποθέσεως, ἀλλὰ δεδοικὼς τὴν ἠθοποιΐαν τοῦ δαίμονος· ἐν ᾧ καὶ ἠθοποιΐα ἁρμόσει σοι ὡς ἐν ἀγῶνι σύντομος. ὅτι διὰ τοῦτο μετὰ τὴν τοῦ πρώτου σφαγὴν οὐδὲν περὶ τῶν λειπομένων τούτων ἠξίωσα. ἐλογισάμην γὰρ κατ’ ἐμαυτὸν, ὡς ἀδελφοὶ τὴν φύσιν ἀλλ’ οὐ τὴν προαίρεσιν· τοῖς πταίσμασι τὸ λειπόμενον σωφρονήσει τοῦ γένους. ὥστε μή μοί τις λεγέτω ταῦτα, οἷα ἀπατηθεὶς ἐδυςτύχησα.
8.334 Δεύτερον. ἀλλὰ συγχωρείτω τὴν χάριν εἴτε πατέρα δυςτυχῆ, εἴτε τυραννοκτόνον ἀτυχέστατον, εἶτα ὅ τι καὶ βούλεται τρίτην τις συμφορὰν, ὑποτέμνοντος πατρὸς ἅμα καὶ πόλεως. ΤΡίτη ἀντίθεσις· ἄλλως αὐτὸν φυλάξομεν· Αἱ λύσεις καὶ φανεραὶ καὶ σύντομοι ἐρωτῶντος τὸν τρόπον τῆς φυλακῆς. βουλομένῳ μαθεῖν ἀκούειν ἐστίν. καὶ ὅτι ὁμολογήσει τῆς δωρεᾶς μείζονα τῷ τρόπον ὑποτιθεμένῳ δι’ οὗ καὶ ὁ παῖς μένει, καὶ ἡ πόλις οὐ τυραννηθήσεται. καὶ καθ’ ἑκάστην μελετητότερον ποιήσεται τῶν φρουρῶν τὴν ἐξέτασιν· οἷον, τοὺς φρουροῦντας περιστήσομεν. ἀλλὰ ταῦτα μάλιστα ἂν φοβήσειε, μὴ τῆς τυραννίδος αὐτῷ τοὺς φρουροῦντας ὁ δαίμων δορυφόρους παραστήσειε. καὶ τὰ ἀπὸ τῆς ἱστορίας ἀορίστως λέγε· οἷον, ὅτι πολλοὶ φρουρὰς δεξάμενοι ἀορίστως κατέλαβον τὰς ἀκροπόλεις. οὐκοῦν τοῦτο ἐχέγγυον. εἶτα ἐφ’ ἕτερον φρουρᾶς τρόπον δήσομεν ἢ καθείρξομεν ἐν οἰκήματι. ἔπαγε λύσεις σχετλιαστικάς· οἷον ἄπαγε τοῦ ῥήματος· τοῦτο τῶν πονηρῶν ἐστιν ἐπιτίμιον, καὶ ἡ φυγὴ αἱρετώτερον· τὸ μὲν γὰρ καὶ πόνον καὶ βάσανον καὶ τὰ τοιαῦτα ἔχει. καθάπερ ἑαλωκὼς ἐπὶ τῷ πονηρῷ τινι ἐπὶ τῷ διδόναι τὴν δίκην διὰ παντὸς γενήσεται. τὸ δὲ τῆς φυγῆς ἅπασιν ἐλευθερίαν ἔχει, ἀποδημίαν ἔχει· ἀποδημίαν εἶναί τις τοῦτο νομίσειε. τύχης ἐστὶν ἔργον τοῦτο οὐκ ἀδικήματος. αἱρετώτερον δὲ τὸ παρὰ τῆς τύχης ἀδικεῖν μᾶλλον, ἢ κατὰ γνώμην δοκεῖν πονηρεύεσθαι, καὶ τὰ τοιαῦτα. ΤΕτάρτη ἀντίθεσις· ἀλλ’ ἂν τυραννήσῃ, δώσει τὴν δίκην. Αἱ λύσεις συγκριτικαί· τί αἱρετώτερον τὸ ὑπομεῖναι τὴν πεῖραν, καὶ τὴν δίκην ἀκολουθεῖν, ἢ τὸ ἑκατέραν τὴν ἀρχὴν μὴ γίγνεσθαι; καὶ ὅτι τούτου τὴν πρόνοιαν ἔχει ἡ νῦν αἴτησις τῆς δωρεᾶς· ὁ δὲ λέγων τῇ τυραννίδι ἐπακολουθήσειν τὴν τιμωρίαν, αὐτὴν λέγει τὴν ἀνάγκην, δι’ ἣν λαβεῖν τὴν δωρεὰν ὀφείλομεν.
8.335 ἑκατέρᾳ γὰρ τὸ δεινὸν ἀφόρητον, καὶ τῇ πόλει καὶ τῷ παιδί· τῇ μὲν εἰ τυραννηθήσεται, τῷ δὲ εἰ τὴν ἐπὶ ταύτῃ περιμενεῖ δίκην· εἰ δὲ δὴ προςθείη τις, ὃ μή τις θεῶν ποιήσειε, καὶ κατὰ τοῦ πατρὸς γενέσθαι τὴν σφαγὴν, ὅσα δεινὰ, ὅσα ἄτοπα, ἐξὸν πᾶσι χαρίζεσθαι διὰ τῆς δωρεᾶς. Ἐπίλογος πάθος ὁμοίως ἔχει καὶ παραίνεσιν πρὸς τὸν παῖδα, ὅπως ἂν πρᾴως, ὅπως ἂν μὴ χαλεπὸν εἶναι τὸν παῖδα δοκῇ, ἀναμιμνησκόμενος παιδεύσεως, ἀγωγῆς, γενέσεως, συντόμως ταῦτα ἀναφωνικῶς καὶ ἁπλῶς, ἵνα μὴ τοῖς ἐν τῇ καταστάσει περιπίπτοιμεν φανερῶς. καὶ κινήσει καὶ πάθος ἄξιον, καὶ ἱκετεύειν τὸν παῖδα, ἐπιστέλλειν τῷ πατρὶ τὰς ἑαυτοῦ τύχας, τοῦ βίου τὸν τρόπον, καὶ δεήσεις πρὸς αὐτὸν μὴ τοῦ ἀδελφοῦ διηγεῖσθαι τὸν θάνατον, μηδὲ τυραννοκτόνον ὀνομάζειν τὸν φύσαντα. ἀλλ’ εἰ δοκεῖ, τὶ καὶ καταψεύδου πρὸς τοὺς ἐρωτῶντας τοῦ πατρὸς, ὡς χαλεπὸς, ὡς ἀπηνὴς, ὡς ἀπαραίτητος, ὡς ἐπὶ τοῖς μικροῖς μεγάλας [πρὸς] ὀργὰς τοῖς ἔργοις ἐπιδεικνύμενος, ταύτην λέγε τῆς φυγῆς τὴν πρόφασιν· καὶ ὅτι οὐδὲν τῶν δεόντων ἐπιδείξει· τί μέλλεις, πρὸς ποίαν πόλιν, δοκεῖς, κατὰ νῆσον, κατ’ ἤπειρον ποιήσει τὴν φυγὴν ἀνεπαχθεστέραν, ἡ βούλησις, καὶ ὅσα τοιαῦτα. καταλύσεις δὲ οὕτως. ἂν δέ τις γιγνώσκων τὴν δωρεὰν, τὴν αἴτησιν, ταύτης τὴν πρόφασιν τῇ φυγῇ προςφερῆ, καὶ τὰς ἐκ τῆς ἑστίας τυραννίδας ἡμῖν, καὶ τὸν τοῦ τυραννοκτόνου γε πῶς ὀνομάζει τὸν πατέρα· μίαν μοι τῶν πάντων καὶ φεύγων ἀπόδος τὴν χάριν, τύχης εἶναι μετὰ τῶν κατορθωμάτων λέγε τῆς ἑστίας τὰ σφάλματα. ΤΩι ΕΚ ΠΡΟΣΑΓΓΕΛΙΑΣ ΑΠΟΘΝΗΣΚΟΝΤΙ παρεῖναι τὸν στρατηγὸν, καὶ διδόναι τὸ φάρμακον.
8.336 Ἀποκήρυκτος, στρατηγοῦντος αὐτῷ τοῦ πατρὸς, ἑαυτὸν προςαγγέλλει. Ἐσχηματισμένον τὸ ζήτημα· οὐ γὰρ ἀποθανεῖν, ἀλλ’ ἀναληφθῆναι βούλεται φοβῶν τῷ νόμῳ τὸν φύσαντα, καθ’ ὃν ὁ πατὴρ αὐτὸς ἀναγκάζεται δοῦναι τὸ φάρμακον· ἔχει δὲ ἅμα καὶ ἀπολογίαν λεληθυῖαν ὑπὲρ τῆς ἀποκηρύξεως. δι’ ἧς ἀνύει τὸ συναμφότερον· καὶ εἰς τὴν τῆς ἀποκηρύξεως μετάνοιαν ἄγει τὸν πατέρα καὶ ἀποτρέπει πολλῷ μᾶλλον δοῦναι τὸ φάρμακον. ὅπου γὰρ, εἰ καὶ ἦν εὐλόγως ἀποκηρυχθεὶς, παρῃτήσατο ἂν ὁ πατὴρ αὐτὸς διδόναι τὸ φάρμακον, πολλῆς πλέον τῆς ἀπολογίας ὑποτρεχούσης τὸ ζήτημα, τοῦτο ποιεῖν ἀποτραπήσεται· ἀπεκήρυξε μὲν γὰρ, ἀποθανεῖν δὲ οὐ προῄρηται. καὶ γὰρ αὐτὰς ποιοῦνται τὰς ἀποκηρύξεις σωφρονισμοῦ, καὶ οὐχ ἑτέρου τινὸς ἕνεκα· ὁ σκοπὸς τοιοῦτος, ἡ μέθοδος αὕτη· πρὸς τοῦτο τὰ προοίμια. ἐκ τούτων γὰρ τῶν προειρημένων καὶ πρὸς ταῦτα. Ἡ κατάστασις ἀγωγὴν ἔχει τοῦ παιδὸς, φιλοστοργίαν, κηδεμονίαν εἰς ταὐτὸν τοῦ πατρὸς, εἰς εὔνοιαν, ὅπως τε τῆς τῶν πονηρῶν κοινωνίας ἐκώλυεν, οὐ κοινωνοῦντα μὲν, οἷς δὲ πρὸς τὸ εὖ ἔχον ἤγαγε, τούτοις καὶ τὴν ἀρχὴν ὅλως τῆς πρὸς τοιούτους συντυχίας ἀπεκώλυεν· ἐπαινετοὶ ἦμεν ἑκάτεροι ἐν τῇ πόλει· καὶ τὸν μὲν τῆς εὐπαιδευσίας πάντες ἐθαύμαζον· ἐμὲ δὲ τῆς τοῦ πατρὸς εὐνοίας εὐδαιμόνιζεν ἕκαστος· ἐντεῦθεν διέβαλλόν με πρὸς τὸν πατέρα τινὲς χρηστὸν ὄντα, συνήρπασαν τὸν πατέρα· οὗτος ἀνέγνω τὸν νόμον ἐμοῦ σιωπῶντος, καὶ πάντα ἀνεχομένου ποιεῖν, καὶ καρτεροῦντος ὅσα ἂν ὁ δαίμων καὶ ὁ πατὴρ βούλεται.
8.337 ἐπειδὴ δὲ οὐδὲ ζῇν ἐμοὶ καλὸν τὴν τῶν ἀποκηρύκτων προςηγορίαν ἀτυχήσαντι, καὶ τοῦ πατρὸς πρὸς ὀλίγον κεχωρισμένῳ· στρατηγεῖ δὲ ὁ πατὴρ, καὶ νόμος ἐστὶ τῆς πολιτείας ἡμῶν ἄξιος, ὅπερ ἐστὶ τῷ παιδὶ κεφάλαιον προηγούμενον, ὁ τοῖς δυστυχοῦσιν ἐπικουρῶν. οὐ γάρ ἐστιν ἀποθνήσκειν ἐθέλειν μὴ δυστυχήσαντα· κελεύει δὲ οὗτος ὑπὸ τοῦ στρατηγοῦ τὸν ἀποθανεῖν προῃρημένον λαμβάνειν τὸ κώνειον. τούτου ἕνεκα ἐμαυτὸν προςαγγέλλω· ὁ στρατηγὸς πεισθήτω τῷ νόμῳ, διδότω κατὰ τοῦτον τὸ φάρμακον. ΠΡώτη ἀντίθεσις, ἀλλ’ οὐ τοῖς ἀποκηρύκτοις τοῦτο ὁ νόμος δίδωσιν. ΛΥσεις κατ’ ἔνστασιν· καὶ τούτοις μάλιστα καὶ αὐξήσει τὴν ἀποκήρυξιν, ὡς πάντων δεινότερον· καὶ συλλογιεῖται ἐκ τοῦ νόμου· ὅτι μάλιστα αὐτῶν δίδωσι τὴν προςαγγελίαν ταῦτα καὶ τὰ τοιαῦτα. Δευτέρα ἀντίθεσις· πολλοὶ καὶ ἄλλοι ἀπεκηρύχθησαν. Ἡ Λύσις τῇ διαφορᾷ· οἱ μὲν κατεγνωκότες καὶ ἔχοντες εἰδέναι τῆς ἀποκηρύξεως τὴν πρόφασιν, καὶ ἐλπίζοντες εἰ σωφρονίσειεν, ἀναληφθήσεσθαι· ἐγὼ δὲ ἐπ’ οὐδενὶ ἐγκλήματι, ἀλλ’ ἐπὶ βουλήσει πατρός· ἔπειτα ὅτι καὶ τοῖς ἄλλοις ἑξῆς εἰ ἐβούλοντο προςαγγέλλειν ἑαυτούς· νῦν δὲ τυχὸν εἶχον παραμυθίαν τῶν ἀτυχημάτων· δι’ ἣν τὸ ζῇν αὐτοῖς αἱρετὸν ἴσως ἐτύγχανεν, ἐμοὶ δὲ ἀφόρητον τὸ γιγνόμενον· ὥσπερ οὖν οὐδεὶς ἐκείνους ἐπὶ τὴν προςαγγελίαν ἰέναι κατηνάγκαζεν, οὕτως οὐδὲ ἐμὲ κωλύειν βουλόμενον εὔλογον· καὶ ἐξ αὐτοῦ δὲ τοῦ νόμου, ὅτι τῷ προαιρουμένω δίδωσι τὴν ἄδειαν· οὐκ εἰμί τις πρότερος, ἀνέγνω τὸν νόμον τὰ αὐτὰ παθὼν ἤδη, καὶ τὸν τοῖς ἴσοις περιπεπτωκότα κεκώλυκεν· κατὰ γὰρ τοῦτον τὸν νόμον ἢ πάντας ἔδει τοὺς ἀφισταμένους τὰ ἴσα ἀπόλλυσθαι, ἢ οὐδένα ὅλως· ἀλλ’ ἄτοπον· πολύτροπος γὰρ οὖσα τῶν ἀνθρώπων ἡ φύσις τοὺς μὲν εὐχερῶς ἔχει τὰ δεινὰ δυναμένους ὑφίστασθαι, τοὺς δὲ καὶ ἐπὶ τοῖς κουφοτέροις ἀπαγορεύοντας· διόπερ οὐ πρὸς ἑτέρους ὁ νόμος ἀπεῖδεν, ἀλλὰ τῷ βουλομένῳ τῆς τελευτῆς παρέχει τὴν ἄδειαν· ἐπάξεις δὲ καὶ παραδείγματα.
8.338 οἷον εἴ τις ἠρίστευσεν, ἐπὶ πολλοῖς ἄλλοις προτέροις ἀριστεύμασιν, εἶτα αἰτοίη τὴν δωρεάν· ἆρα τὴν αὐτὴν τῷ προτέρῳ λήψεται, ἢ ἣν ἔχειν αὐτῷ καὶ συμφέρον νομίσειεν; καὶ ἐν ἄλλοις οἷον τῶν ἀνδροφόνων οἱ μὲν ἀειφυγίᾳ, οἱ δὲ δημεύσει, οἱ δὲ θανάτῳ ἐζημιώθησαν· καὶ οὐ πάντες τὴν αὐτὴν ὑπέσχον δίκην· τὸ δὲ πρότερον παράδειγμα δοκεῖ μὴ ἕτερον εἶναι πρὸς τὸ ὑποκείμενον· διότι ἐπὶ κατορθώσαντι εἴληπται· τὸ δὲ προκείμενον θανάτου ἔχει τὴν ζήτησιν. ΤΡίτη ἀντίθεσις· ἀλλὰ σωφρονισμοῦ σου ἕνεκεν ἀπεκήρυξα. ΑΙ λύσεις μεταληπτικαί· ποίου σωφρονισμοῦ, καὶ ἐπὶ ποίοις ἀδικήμασιν, ἢ ποίων ἐγκλημάτων, ἢ ὅτι ἐξῆν ἑτέρως πληγαῖς, ἀπειλαῖς. καὶ ὅτι αὐτὴν τὴν ἀποκήρυξιν ἦν ἀνελεῖν, καὶ ὅτι χρόνου παρελθόντος οὐκ ἐπεκλάσθη πρὸς τὴν ἀτυχίαν, καὶ ἵνα τῷ πατρὶ χαρίσωμαι κρείττω σωφρονισμοῦ τὰ ἐμὰ ἁμαρτήματα· οὐ γὰρ ἂν εἰς τοῦτο ἦλθεν ὁ πατὴρ, εἰ μὴ τηλικαῦτα ἔγνω τυγχάνοντα. ΤΕτάρτη ἀντίθεσις· ἀλλ’ εἰκὸς ἀναλαβεῖν. ΑΙ Λύσεις. οὐκ ἂν ἕλοιτο εὐμετάβολός τις καὶ εὐχερὴς εἶναι δόξαι νῦν ἀποκηρύττων, ἀναλαμβάνων ὕστερον. εἰ δ’ ἄρα καὶ ἕλοιτο, ἐμοὶ καὶ τῆς ἀναλήψεως ὁ θάνατος αἱρετώτερος· οὐ γὰρ δυνατὸν τὴν τῆς ἀποκηρύξεως ἀνελεῖν ἀδοξίαν καὶ μνήμην· οὐδὲ ἐὰν εἰςποιήσηται πάλιν τῷ γένει τὰ ὀνείδη ἀφόρητα, ἃ πρὸς ἁπάντων ἀκούειν ἐστίν· ἀποκήρυκτος ἐξ ἐλέου πατρὸς ἀναληφθείς· πρὸς δὲ τούτοις ἔτι καὶ πάλιν οἱ διαβάλλοντες, οἱ φθονοῦντες, πάλιν παροξύνουσιν αὐτὸν, καὶ πάλιν ἐπὶ τὴν αὐτὴν ἴσως ἀποκήρυξιν ἐλεύσεται ἔχων τὴν ἐξουσίαν· ὅπου γὰρ τὸ πρῶτον ἐτόλμησεν, δῆλον ὡς καὶ τὸ δεύτερον εὐχερέστερον τολμήσειεν ἄν· ὃ αἱρετώτερον θανάτου, ἐφ’ ὃν ἐλήλυθα· δότω οὖν τὸ φάρμακον· περὶ τούτου προςελήλυθα, οὐ περὶ ἀναλήψεως· μηδεὶς λυπείτω τὸν πατέρα, μηδὲ ἀνάγκῃ ποιείτω τὴν ἀνάληψιν· ἀποκηρύκτου πατὴρ ἀκήκοεν.
8.339 ὀνομαζέσθω καὶ τοῦ προςαγγείλαντος. ΠΕμπτη ἀντίθεσις· οὐ τοῖς πατράσι κελεύει δοῦναι τὸ φάρμακον. ΑΙ λύσεις ὁριστικαί. ἢ οὐκ εἰμὶ παῖς ἀποκήρυκτος ὤν; καὶ τοῖς τοῦ ὅρου πᾶσι, τελευταῖον δὲ φυλάξει ὁ νῦν νόμος μετὰ τὸ πρῶτον. καὶ ὅτι ὁ νόμος οὐ πρὸς ἓν διώρισεν, τίνι δοτέον, καὶ τίνι μή· εἰ μὲν γὰρ ἔτι παῖς ὢν προςῄειν, καλῶς ἐλέγετο ταῦτα· ἐπειδὴ δὲ ἀποκήρυκτός εἰμι καὶ ξένος τοῦ στρατηγοῦ, οὐ προςηκόντως λέγεται· καὶ ὅτι παραβῆναι τὸν νόμον ἄτοπον. ΕΠίλογος παθητικός· δὸς τὸ φάρμακον, μὴ μέλλε· ἐγὼ δὲ καὶ ἐν προσώπῳ σου καὶ ὁρῶντος ἐμφορηθήσομαι τοῦ φαρμάκου, καὶ ἀντιλήψομαι· χάρισαί μοι τοῦτο τελευτήσαντι· σπεῖσαί μου διὰ τοῦ θανάτου μέσου διάστειλον, τὰ νομιζόμενα ποίησον, μηδαμοῦ καλῶν τὸν ἀποκήρυκτον· ἀπολογήσομαί σοι καὶ τοῖς ἅπασι διὰ τῆς τελευτῆς ἐλεηθήσομαι· ἂν δέ τις λέγῃ, σὺ δέδωκας τὸ φάρμακον, λέγε τὸν νόμον· μὴ λυπηθῇς ἐπὶ τῷ πάθει. γνωστέον δὲ ὅτι μικρός ἐστι καὶ ἄπειρος ὁ ἐπίλογος. Πλούσιος ἀριστεύσας ᾔτησε πένητος θυγατέρα πρὸς γάμον· ἔλαβεν· ἀνήρτησεν ἑαυτὴν ἡ κόρη, τὴν ἑτέραν αἰτεῖ· ἀντιλέγει ὁ πένης. Δῆλός ἐστιν ὁ σκοπός· οὔτε γὰρ δοῦναι βούλεται, καὶ ὀνειδίσαι τῷ δήμῳ διὰ τὴν προτέραν. τὸ δὲ εἶδος τοῦ λόγου παθητικώτερον διὰ τὴν τῆς θυγατρὸς ἀπώλειαν.
8.340 καὶ πολλῷ πλέον, ὅσῳ καὶ σφόδρα μισῆσαι τὸν τοῦ πατρὸς ἐχθρὸν διὰ τοῦ ἑαυτὴν ἀναρτῆσαι ἐπιδείκνυσι· μετέχει δέ τι καὶ ἀγῶνος τῷ κατασκευάζειν, ὡς εἴληφε τὴν δωρεὰν ὁ πλούσιος. τὴν δὲ νῦν αἴτησιν καὶ διὰ τούτου, καὶ διὰ τοῦ προγεγενημένου πάθους ἀνατρέψαι πειράσεται· ὁ μὲν οὖν σκοπὸς καὶ τὸ εἶδος τοιοῦτόν ἐστι. ΤΑ προοίμια παθητικώτερα· ἐκ τούτων γὰρ καὶ πρὸς ταῦτα ἡ κατάστασις, ἡ ἔχθρα, ἡ πολιτεία· τῶν δύο ἡ ἀριστεία καθαιρουμένη· ἐπὶ τούτοις ἡ αἴτησις, ἣν ἀφηγούμενος καὶ πλήξεις τὸν δῆμον βαρύτερον· τοῦτο δὲ οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ πρὸς τὰ νῦν αὐτῷ κατ’ ἀπόῤῥητόν τινα χρησιμεύει μέθοδον· οἱ γὰρ γνόντες ὅτι καὶ ἐπὶ τῆς προτέρας ἐξήμαρτον καὶ φθόνου παραίτιοι τῷ δοῦναι γεγόνασιν· εἰς ταὐτὸ καὶ δεύτερον ὄνειδος ἐμπεσεῖν παραιτήσονται· ἑξῆς μετὰ τὴν κατάστασιν ὁ πένης ἕξει διπλοῦν προηγούμενον. ἓν μὲν ὡς ἔλαβεν· ἕτερον δὲ, ὅτι κύριος ὁ πατὴρ τοῦ δοῦναι καὶ μή· ὃ κατασκευάσει αὐτὸν καταιτιώμενος, καὶ ποιῶν τὸν λόγον βαρύτερον, ὅτι μὴ καὶ ἐπὶ τῆς προτέρας ἀντεῖπεν. ἐδίδου γὰρ αὐτῷ τὴν ἐξουσίαν ἡ φύσις· εἰ μὲν γὰρ ᾔτει ἔκδοτον πρὸς θάνατον ὁ δῆμος τὴν κόρην τοῦ δοῦναι καὶ μή. ἐπειδὴ δὲ πρὸς γάμον, κύριος ὁ πατὴρ τοῦ δοῦναι καὶ μή· οὐ ῥητέον δὲ ταῦτα· ἀλλὰ τούτῳ ἀκολουθοῦντα γράφειν τὸ προηγούμενον· παράδειγμα γάρ ἐστι τοῦ πῶς κύριος ὁ πατήρ. ΠΡώτη ἀντίθεσις· ἀλλ’ οὐκ ἐχρησάμην τῇ δωρεᾷ. Ἡ Λύσις· ὅτι πεπλήρωται ὁ νόμος καὶ εἴληφε τὴν δωρεάν· καὶ ἀναγνώσεται τὸν νόμον τὸν κελεύοντα λαμβάνειν μίαν, οὐ πλείους δωρεάς· τοῖς τοῦ ὅρου λόγοις ἑξῆς πᾶσιν ὥσπερ ἀπ’ ἀρχῆς ἄχρι τέλους ὁρμωμένου τοῦ πένητος ἐκ τῶν γεγονότων· λέγω δὲ τῆς ἐκκλησίας, τῆς δόσεως, τοῦ ψηφίσασθαι τὸν δῆμον, τοῦ ἀποστερῆσαι τοῦ πατρὸς, τοῦ παρ’ ἑαυτῷ λαβεῖν, τοῦ ἀναρτῆσαι ἑαυτὴν τὴν κόρην.
8.341 ἐκ τούτων κατασκευάσεις τὰ ὁρικὰ πάντα· ἡ γὰρ λύσις ὥσπερ ἔκποθεν ὁρική. ΔΕΥτέρα ἀντίθεσις μεταστατική· αὐτὴ ἑαυτῇ τοῦ πάθους αἰτία. Ἡ Λύσις ὁμοίως μεταστατική· σὺ παρέσχες τοῦ θανάτου τὴν ἐπιθυμίαν γάμον ποιήσας ἐξ ἐπιτάγματος· καὶ ταῦτα συμβαίνοντα τῷ σῷ τρόπῳ· τί γὰρ πένης καὶ πλούσιος· καὶ τὴν ἔχθραν παρίημι, ἥ τις ἐφόβει τὴν παῖδα καὶ ὄνειδος οὐκ ὀλίγον ἐκ τῆς κοινωνίας παρίστη τῷ παιδὶ, ἔκδοσιν νομιζούσῃ καὶ εἰς γάμον τὸ γιγνόμενον πρὸς ἄμυναν ἔχειν πατρῴας πολιτείας ἐνόμιζεν, οὐ πρὸς βίου κοινωνίαν· καίτοι γε εἰ μὴ ἔχθρα ἦν, οὐδ’ οὕτως ἐκτὸς ὑποψίας ἦν τὸ πραττόμενον· τὸ γὰρ ἄνισον τῆς τύχης πονηρὰν ἐκίνει τὴν ὑπόνοιαν· ὅτε δὲ καὶ καθ’ ἑαυτὸ μόνον ἀφόρητον ἂν τοῖς σωφρονοῦσι τὸ τοιοῦτον δοκῇ, πῶς ταῖς σώφροσιν, ὅταν ἔχθρα προσῇ, τὰ τῆς συνοικίας οὐχὶ καὶ θανάτου βαρύτερα; εἶτα ὅτι ἐκ τῶν φθασάντων δῆλον ὡς δι’ αὐτὸν ἐπὶ τὴν ἀγχόνην ἢ τὸν βρόχον ἐλήλυθε· τί γὰρ μὴ πρὸ τούτου ἑαυτὴν ἀνήρτησε; τί δὲ μὴ ἐπεθύμει θανάτου; ἀλλ’ ἔμενεν ἐν λιτότητι πενίαν ἀγαπῶσα καὶ βίον· ἔμεινεν ἂν καὶ νῦν κἀμοὶ σωζομένη καὶ τοῖς αὐτοῖς ἤθεσι διοικουμένη καὶ τρόποις, εἰ μὴ τὰ τῆς αἰτήσεως τὴν αἰσχύνην προὐξένει· ὥσπερ οὖν σοῦ μὴ αἰτήσαντος περιῆν ἂν ἐμοὶ καὶ ἐσώζετο, οὕτως ἐπειδὴ διὰ τὴν αἴτησιν ἑαυτὴν ἀνήρτησεν, ὁ τὴν αἴτησιν ποιησάμενος καὶ τῆς ἀπωλείας αἴτιος. εἶτα ἑξῆς· τίς γὰρ ἐρᾷ θανάτου, τίς δὲ ἀπροφασίστως ἐπὶ τοῦτον ἔρχεται, τίς μεγάλου τινὸς ὄντος κακοῦ ἀπαλλαγῆναι τοῦ βίου προῄρηται; καὶ ὅσα τοιαῦτα. οἷον, ὅ τι καὶ ἐκ τούτων δὲ δῆλον, ὡς οὐκ αἰτεῖν σοι μέτεστι τὴν δευτέραν· ἠμύνω τὸν ἐχθρόν· διείλου πρὸς ἐμὲ τὸ γένος.
8.342 πάντων πανηγυρισάντων, ἐν θυσίαις ὄντων, καὶ προσόδων γιγνομένων τοῖς θεοῖς· μόνον εἶδες θρηνοῦντα τὸν πένητα, μόνον τὴν σὴν δωρεὰν ὀδυρόμενον. πῶς αἰτεῖς καὶ δευτέραν, ὑπὲρ ἑνὸς τροπαίου δύο δωρεὰς, ὑπὲρ εὐημερίας τινὸς ἐκ μιᾶς αἰτίας διττὰς κόρας ἐκδότους αἰτεῖς· μὴ πρὸς τοῦ τροπαίου, πλούσιε, φύλαξον ἀριστεύσας τοὺς νόμους, ἰσαρίθμους ταῖς νίκαις τὰς δωρεὰς οἰόμενος, τροπαίῳ καὶ δεύτερον, καὶ λαμπρὸς ἐπανέλθῃς ἀπὸ τῆς τάξεως· αἴτει τότε δευτέραν, μηδὲν τότε τῶν πενήτων τὰς ἑστίας περιεργαζόμενος, τότε προςιὼν τῷ δήμῳ δέχου χάριν ἀδάκρυτον· πλουσίου τινὸς ἀριστέως ζήτει παρθένον, αἴτει καὶ κήρυγμα, δέχου στεφάνους, σιτήσεως ἀτέλειαν. αἴτει πρεπούσας τιμὰς τοῖς κατορθώμασιν· παράδος σου καὶ γραφῇ τὸ κατόρθωμα. ποίει τοὺς πολεμίους ὡς ἦσαν τοῖς ἔργοις μαχόμενοι. δεῖξον καὶ τὴν πόλιν ἐξιοῦσαν μετὰ τῶν ὅπλων καὶ τρέχουσαν καὶ σαυτὸν μετὰ ξίφους τὸν πλούσιον. ποιείτω σε πανταχοῦ τοῖς χρώμασιν ὁ ζωγράφος φαινόμενον, νῦν μὲν ἐξορμῶντα τῆς φάλαγγος, νῦν δὲ κατὰ τῶν πολεμίων χορεύοντα, ἀπιστούμενον ὑπὸ τῶν ὁρώντων ποτέροις μάχῃ, ποτέροις συναγωνίζῃ κατὰ τὸν πόλεμον. ἀλλὰ τί μοι ταῦτα; νῦν αὐτὸς ὑποθήσῃ τῷ ζωγράφῳ τὴν τῶν κατορθωμάτων ὑπόθεσιν ἀκριβέστερον· ἐμὲ δὲ μὴ βιάζου πρὸς δευτέραν τὴν συμφοράν· ἔασον ἀπελθεῖν με τῆς ἐκκλησίας. τὴν μὲν, ἵνα θρηνήσω κειμένην. τὴν δὲ, ἵνα φυλάξω καὶ ζῶσαν ἐπὶ τῆς ἑστίας, εἰ ἔτι καταλάβω μετὰ τὴν αἴτησιν· ὡς δέδοικά γε μὴ μελλόντων ἡμῶν, ὦ πολῖται, καὶ βουλευομένων ἔτι, ὑποπτεύσῃ μὲν ἡ παῖς ἡ λειπομένη τῇ προτέρᾳ τὰ παραπλήσια.
8.343 φθάσῃ δὲ τὴν ἐκκλησίαν ἑαυτὴν διαχρησαμένη, καὶ μηδέν μοι πρὸς παραμυθίαν ἔτι τῶν πρώην ὑπολειφθῆναι. αἰτῶ χάριν ὑμᾶς καὶ αὐτὸς, ὦ πολῖται, οὐχ οἵαν ᾔτησεν ἀριστεύσας τις πλούσιος· ἀλλ’ οἵαν ἂν πένης τυχὸν πρὸς παραμυθίαν λαβεῖν ἄξιος εἴη. τιμήσατέ μου τὴν πολιτείαν ἀτυχήσασαν· δότε μοι κοινωνὸν τοῦ πάθους· ἤρας ἐκείνης, ὦ πλούσιε; ἔασον ὑπὸ τῆς ἀδελφῆς τυχεῖν τῶν νομιζομένων κειμένην· ἀλλήλοις ἐπὶ τοῦ τάφου συγκλαύσωμεν· ἐκείνη μὲν τὴν ἐμὴν πολιτείαν, ἐγὼ δὲ τῆς ἀπελθούσης τὸν θάνατον. ταύτην ὑπὲρ τῶν νόμων, ταύτην ὑπὲρ ψηφισμάτων, ὑπὲρ δημηγοριῶν καὶ πόνων πολλῶν, ὧν ὑπέστην ἐπὶ τοῦ βήματος, χαρίσασθέ μοι τὴν ἄδειαν. μηδὲν παρ’ ἡμῶν ἐπιζήτει περαιτέρω, πλούσιε· δίδωμί σοι κἀγὼ μετὰ τὸν δῆμον ἐκ τῆς ἐμαυτοῦ προαιρέσεως, εἰ δοκεῖ, καὶ δευτέραν δωρεάν· οἰκήσω μετὰ τῆς θυγατρὸς τὸν τάφον. θάρσει σιωπήσω λοιπὸν σιωπὴν μακράν· οὐκ ἔτι μετὰ ταῦτα πολιτεύσομαι· ἐν δὲ τῇ θεωρίᾳ ἐπισημήνασθαι δεῖ, ὅτι περιττὸν τὸ τιθέναι· φυλάξω τὴν ἑτέραν. οὔσης τῆς ζητήσεως περὶ τοῦ εἰ δεῖ δοθῆναι· εἰ μὴ γὰρ ἐπαγγελλομένου τοῦ δῆμον ἐκώλυεν, εἰκότως ἂν ἔπιπτεν ἡ τοιαύτη ζήτησις· ἐπεὶ δὲ οὐδὲ αἰτεῖν συγχωρῇ, δῆλον ὡς ἰσχυριζόμενος, τὸ μὴ μετεῖναι δευτέρας αὐτῷ δωρεᾶς· πῶς οὐ περιττὸν παντί τῳ καταφαίνεται τὸ περὶ ταύτης λέγειν. ΤΗΝ ΕΙΣΕΛΘΟΥΣΑΝ ΕΙΣ ΤΟ ΓΥΜΝΑΣΙΟΝ ΓΥΝΑΙΚΑ ἔδει κολάζεσθαι· καὶ ἐξεῖναι καὶ μητράσιν ἀκρίτους ἀναιρεῖν τοὺς παῖδας.
8.344 Πορνεύοντα τὸν υἱὸν ἐδίωκεν ἡ μήτηρ ἀναιρήσουσα· ὁ παῖς ἔφθη καταφυγὼν εἰς τὸ γυμνάσιον. συνειςελθοῦσα ἡ μήτηρ, διεχρήσατο αὐτὸν ἐν τῷ γυμνασίῳ, καὶ ὑπάγεται νόμῳ. Ταραχθείη μὲν ἄν τις ὡς ἀντινομίας οὔσης τοῦ πλάσματος, διὰ τὴν ἐν αὐτῷ τῶν νόμων ἐναντιότητα. ὅσοι δὲ ἀκριβέστερον καὶ μετὰ τέχνης κατανοεῖν τὰ τοιαῦτα παιδεύονται, ῥητὸν εἶναι καὶ διάνοιαν χαρακτηριοῦσιν αὐτό· οὐ γὰρ περὶ ἑνὸς πράγματος ἀμφότεροι τοὺς νόμους προβάλλονται, ὅπερ ἐπὶ τῆς ἀντινομίας ἔθος ὁρᾷν, ἀλλ’ εἰς τὴν τοῦ δοκεῖν καὶ μὴ παρανενομηκέναι πίστιν, τὰ ἑξῆς ἡ μήτηρ προβάλλεται· λέγω δὲ τὴν τοῦ νόμου διάνοιαν· οἷον, εἰςελήλυθας εἰς τὸ γυμνάσιον οὐκ ἐξόν. ὁ νόμος τὴν ἀπροφασίστως εἰσιοῦσαν, τὴν ἐπὶ τῇ κατασκοπῇ τῶν γιγνομένων λέγει. καὶ εἰς τούτου κατασκευὴν τὸ ὅτι ἐξῆν μοι διαχρήσασθαι τίθησι, καὶ τὰ ἑξῆς· γνωστέον δὲ, ὅτι πᾶν ῥητὸν καὶ διάνοια μετὰ τὴν ἀπὸ τοῦ νόμου πρότασιν καὶ τὴν διάνοιαν, ἥ τις τοῦτο λύει, κατὰ μίαν τῶν δικαιολογικῶν στάσεων τὴν ἐμπίπτουσαν διαιρεῖται. ὥσπερ καὶ ἐπὶ τούτου τοῦ πλάσματος μετὰ τὴν ἀπὸ τοῦ νόμου πρότασιν, καὶ τὴν ἀπὸ τῆς διανοίας λύσιν. Ἡ ΕΜπίπτουσα στάσις ἐστὶν ἀντιληπτική· ἐξεῖναι γὰρ ἀναιρεῖν ἡ μήτηρ φησί. κατὰ ταύτην οὖν ἡ διαίρεσις· καὶ ἔστιν ὡς ἐν ὑποδείγματος τρόπῳ, τοιάδε τις τοῦ πλάσματος ἡ τομή. ΠΡώτη ἀντίθεσις ἡ ἀπὸ τοῦ νόμου. εἰςῆλθες παρὰ τὸν νόμον εἰς τὸ γυμνάσιον. ΛΥσις τοῦ ῥητοῦ ἡ διάνοια. εἰσιέναι κωλύει τοῖς ἐπὶ περιεργίᾳ τὰς ἁπλῶς εἰσιούσας, τὰς ἐπὶ κατασκοπῇ, οὐχὶ τὰς διὰ χρείαν· ὅπερ ἐμοὶ συμβέβηκε· τιμωρήσασθαι δέον ἑταιροῦντα παῖδα, ὡς ἐφίησιν, ὅπερ ἐγὼ πεποίηκα.
8.345 μέχρι τούτου ἐστὶν ἡ νομικὴ ζήτησις· ἑξῆς γὰρ εἰς τὴν τῆς διανοίας ταύτης κατασκευὴν ἡ μήτηρ τίθησι τὴν ἐμπίπτουσαν στάσιν, ὡς ἐνταῦθα τὴν ἀντίληψιν· ἐρεῖ γὰρ, ἐξῆν μοι ἀναιρεῖν κατὰ τὸν νόμον· εἶτα κατασκευάζων τὴν ἀντίληψιν ἅμα καὶ τὴν λύσιν πλατύνεις, καὶ τὴν διάνοιαν ἰσχυροτέραν ποιεῖς, οὐδὲν μὲν ἔτι τῆς διανοίας προςαπτόμενος. διὰ δὲ τῆς ἀντιλήψεως, ὅτι τὸν νόμον τὸν προβαλλόμενον οὐ παραβέβηκεν, δικαστὴς ἅμα συμπείθεται. ΜΕτὰ τοίνυν τὴν ἀπὸ τῆς ἀντιλήψεως ἐργασίαν θετέον ἀντίθεσιν μεταληπτικήν· ἔδει ἄλλως τιμωρήσασθαι. ἫΝ λύσεις τῷ χρώματι, ὅ ἐστιν ἀντέγκλημα. εἶτα ἐπισυνάψεις τῷ ἀντεγκλήματι Ἑτέραν ἀντίθεσιν, τὴν ὅτι οὐκ ἐνταῦθα ἔδει. ἫΝ λύσεις τῇ συγγνώμῃ λέγων, ὅτι θυμῷ ἐπειςελθοῦσα ἔλαθεν ἐκ τῆς διώξεως. ΜΕτὰ ταῦτα θήσεις τοὺς ἐπιλόγους, ἐρεῖς, ἔχοντας γενναιότητα τῆς μητρὸς καὶ σωφροσύνην πολλὴν, καὶ ὅλως ἀνδρεῖον τὸ φρόνημα, πανταχοῦ ταύτης ὑποστήσασθαι δεῖ. Ἀριστεὺς ἀπὸ πολέμου ἐπανελθὼν εὗρε τὴν πόλιν λοιμώττουσαν· νόμος ἐντὸς ἡμερῶν τριάκοντα τὸν ἀριστέα λαμβάνειν τὸ γέρας· παυσαμένου τοῦ λοιμοῦ μετὰ τὴν προθεσμίαν αἰτεῖ τὴν δωρεὰν ὁ ἀριστεύς. Ἔλεος τὸν ἀριστέα καὶ λαμπρὰ τύχη μερίζεται, καὶ τὰ μὲν ἔξω ζηλωτὸς τοῖς κατορθώμασι· ταῖς δὲ λοιμοῦ συμφοραῖς τὴν πομπείαν ἀφῄρηται. τὸ γὰρ ἅμα τῷ τροπαίῳ συμπεπτωκέναι τῶν ἀναγκαίων τὴν ἔνδειαν, καὶ μέχρι τῆς προθεσμίας τῆς κατὰ τὸν νόμον ἐπικεῖσθαι τῇ πόλει, καὶ τὴν χάριν τῆς νίκης ἀμβλυτέραν ἐργάζεται· καί τι καὶ πρὸς εὐσέβειαν καθέστηκεν ὕποπτον· ὥσπερ ἐπιτηδευτοῦ δαιμονίου τὸν λοιμὸν τῆς τιμῆς ἐπιθέντος ἐμπόδιον· ὅθεν αὐτῷ τις καὶ ἀντίθεσις κινηθήσεται· ὡς δέος μὴ τῷ δαιμονίῳ κινήσωμεν ἀγανάκτησιν, τιμῶντες ὃν τιμᾶσθαι τῇ συμφορᾷ κεκώλυκεν· βαρυνόμενος οὖν πάθει καὶ νόμῳ ἐπιεικὴς μὲν ἔσται πρὸς τὴν αἴτησιν.
8.346 τοιοῦτον γὰρ αὐτὸν ἡ λύσις τῆς ὑποτρεχούσης ὑποψίας καθίστησι. Δημοσθενικῇ δὲ τῇ μεταχειρίσει χρώμενος εἰς τοὐναντίον ὑποστήσει τὴν ὑπονοουμένην καθ’ ἑαυτοῦ τῆς τύχης ἐπήρειαν, καὶ καθάπερ ἐκεῖνος τύχης πεποιημένος διαίρεσιν ἰδίας καὶ κοινῆς ἔσχεν ἐν τῷ περὶ στεφάνου εὐνοίας χορηγίας τὸ ἔγκλημα, οὕτω δὲ καὶ ὁ νῦν μελετώμενος δράσει ταὐτὸ διπλῇ τῆς πατρίδος εὐεργέτην αὐτὸν μεθόδῳ δεικνὺς καὶ τοὺς ἔξω πολεμίους κεκρατηκότα τοῖς ὅπλοις, καὶ τὴν κοινὴν τύχην ἰδίοις τοῖς πόνοις ἐπανορθούμενον προνοίᾳ τῇ κρείττονι, ἣν τοῖς θεοῖς διηκονήσατο. Δημοσθενικῶς δὲ καὶ τοῦτο θεώρημα, ἤδη δὲ καὶ εἰ βούλει καὶ Ἀριστείδειον· ὁ μὲν γὰρ ἐν τοῖς περὶ Θηβαίων, ὁ δὲ ἐν τῷ περὶ τεσσάρων αὐτῷ κατεχρήσατο, διακόνους γεγενῆσθαι τοὺς ἄνδρας εἰπὼν εἰς τὰ καλὰ τοῖς κρείττοσι· ταῦτα μὲν οὖν ὡς ἐν συντόμῳ λελέχθω τοῦ πλάσματος. ἡ δὲ λέξις ἔστω, καθάπερ προείρηται, ἐπιεικοῦς μὲν καὶ συναλγοῦντος τοῖς πρότερον· προϊόντος δὲ ἡδομένου καὶ μετρίως, εἴπου καιρὸς ἐμπίπτει, πομπεύοντος.
8.347 ΤΟ πρῶτον προοίμιον ἐκ περιχαρίας. χάρις μὲν, ὦ ἄνδρες πολῖται, τοῖς κρείττοσιν, οἳ καὶ τροπαίῳ δυςφοροῦσαν ἐπὶ τῷ λοιμῷ τὴν πόλιν παρεμυθήσαντο, καὶ καιρὸν εὐγνωμοσύνης παρέσχοντο τὸ δεινὸν ἰασάμενοι· ἐκκλησία γοῦν, ὡς ὁρᾶτε, καὶ βουλευτήριον καὶ δῆμος μανθάνων ἀριστέως προθυμίαν ἅμα καὶ τρόπαιον· ἵνα μὴ τοῦ πολέμου λάθῃ τὰ διηγήματα καὶ τῆς πατρίδος εὐγνώμων τρόπος κηρύττοιτο. εἶτα ἡ κατασκευή· ἐπειδὴ δὲ εἰσί τινες καὶ τοῦ λοιμοῦ καὶ τοῦ πολέμου τῆς βασκανίας δεινότεροι, καὶ τὸν δῆμον ἀγνωμονεῖν βιάζονται, συλλαβὰς μόνον ἀναγινώσκοντες, τὴν δὲ τοῦ νόμου σιωπῶντες προαίρεσιν, ἥκω μὴ συγχωρῇς ἀπατᾶσθαι τὴν πόλιν. εἰ γὰρ ἄτοπον ἀνδρείᾳ τοὺς πολεμίους καὶ κινδύνοις ἐλέγξαντα παριδεῖν ἀναξίους ὀφθῆναι τοῦ κατορθώματος· ὃ παθεῖν οὗτοι βιάζονται τὴν δωρεὰν ἀφαιρούμενοι· δευτέρα ἔννοια· μικροῦ μὲν οὖν οὐδ’ ἐπὶ τοῦ παρόντος προςῆλθον αἰτήσων τὴν δωρεὰν, αὐτὸν ἀναμείνας τὸν δῆμον μαθεῖν εἰ τὴν οἰκείαν σώζει μετὰ τὸ πάθος προαίρεσιν. τρίτη ἔννοια. ὁ μὲν οὖν ἀντιβαίνων ἡμῖν πρὸς τὴν αἴτησιν μάρτυς ἐστὶ τῆς φιλανθρωπίας τῆς ἐμῆς. οὐ φοβεῖται διὰ τῆς τιμῆς δεσπότην ἀριστέα γιγνόμενον. Ἡ Κατάστασις δήλη· ἔστι γὰρ ἡ εὔνοια τοῦ ἀριστέως, καὶ φθόνος τοῦ δαίμονος, καὶ σύντομος διατύπωσις. Ἡ ΠΡώτη ἀντίθεσις· ἔδει πρὸ τῶν τριάκοντα ἡμερῶν αἰτεῖν. ΛΥσεις ἐπὶ τὸν λοιμόν· ἡ μετάστασις αὐξητικῶς πάνυ· αὕτη γὰρ τοῦ μὴ αἰτῆσαι ἡ πρόφασις· δῆλον δὲ, ὅτι προταξάντων ἡμῶν τὰς διανοίας τοῦ νόμου, ὅτι ὁ νόμος ἐὰν οὐδὲν κωλύῃ, καὶ ὅτι ἵνα λαμβάνωσιν ἐπάναγκες, οὐχ ἵνα μὴ μετὰ ταῦτα ἀποστερῶνται· εἰ γὰρ τοῦτο ἐδόκει τῷ νομοθέτῃ, εἶπεν ἂν προςθεὶς μὴ λαμβάνειν ἔτι μετὰ τὴν προθεσμίαν· νῦν δὲ, ἵνα καὶ ἐπὶ σχολῆς αἰτῶσιν ἃ βούλονται, καὶ ἵνα καὶ προςπίπτοντα παραμυθῶνται ταῖς δωρεαῖς, ὅσα συμβαίνει πολλάκις, ὁ νόμος τὴν προθεσμίαν ὥρισεν, ὥσθ’ οἷς καθ’ ἡμῶν τις ἀναγινώσκει τὸν νόμον, τούτοις ἡμῖν λανθάνειν συνηγοροῦντα δεικνύς· ταῦτα πρῶτον μετὰ τὴν ἀντίθεσιν.
8.348 εἶτα ἡ εἰς τὸν λοιμὸν μετάστασις αὐξητικῶς, δι’ ἣν αἰτίαν προείπομεν, μετὰ τὴν ἀντίθεσιν. Ἀλλ’ ἡ τύχη αἰτία. Ἡ ΛΥσις κατὰ τὴν τῶν τυχόντων διαίρεσιν. πῶς οὖν ἠρίστευσα δυστυχῶν; πῶς δὲ ἡ ἰδία τύχη τῆς κοινῆς κεκράτηκεν, ἡ μικρὰ τῆς μείζονος; καὶ ὅσα Δημοσθένης περὶ τύχης διεξῆλθεν. ΑΛΛη ἀντίθεσις· ἀλλ’ εἰκὸς ἀγανακτῆσαι τὸ δαιμόνιον, εἰ τιμήσομεν ὃν τιμᾶσθαι τῇ συμφορᾷ κεκώλυκεν. Ἡ ΛΥσις στοχαστική· δῆλον καὶ αὐτὸν τὸν ἀριστέα μόνον κακῶς διέθηκεν· εἴ γε διὰ τοῦτο ἠγανάκτει, καὶ τὸν λοιμὸν διεκίνησε, καὶ μετὰ τὴν ἀριστείαν ἐπανελθεῖν ἐκώλυσε. ΜΕτὰ ταῦτα ὁ ἐπίλογος κοινός. ΝΟΜΙΚΩΝ ΡΗΤΟΥ ΚΑΙ ΔΙΑΝΟΙΑΣ. Αἱ νομικαὶ κοινῇ πᾶσαι μίαν ἔχουσι συνεζευγμένην τῶν λογικῶν στάσεων· ὃν τρόπον ἐπὶ τῆς παραγραφῆς φθάσαντες ἐπεδείξαμεν· διὸ κἀνταῦθα μία ἡ τῆς συνεμπιπτούσης στάσεως ὑπάρχει διαίρεσις μετὰ τὸ πρῶτον κεφάλαιον τὸ τῆς ὑποκειμένης στάσεως ἴδιον· ἐπὶ μὲν γὰρ ῥητοῦ καὶ διανοίας θέντες τὸ ῥητὸν, εἶτ’ ἐπάγοντες τὴν διάνοιαν, εἰςάγομεν τὰ λοιπὰ κεφάλαια κατὰ ἀντίστασιν. ὡς ἐπὶ τοῦ ἀνελθόντος ἐπὶ τοῦ τείχους ξένου καὶ ἀριστεύσαντος, καὶ ὑπαγομένου τῷ νόμῳ· πλὴν ἰστέον καθόλου καὶ πανταχοῦ, τὴν ὕλην παρατηρεῖν ἄξιον· κανονίζουσα γὰρ αὕτη τὰ πράγματα πολλάκις καὶ πλείους ἀντιθέσεις δίδωσι τῷ ζητήματι· ἐπὶ δὲ τῆς ἀντινομίας ὁμοίως.
8.349 τῶν γὰρ πρώτων κεφαλαίων ὥσπερ διπλῶν ὄντων ῥητοῦ καὶ διανοίας, πάλιν ἐπάξεις κατὰ τὴν ὑποκειμένην ὕλην τὴν ἐκ τῆς συνεμπιπτούσης στάσεως ὡρισμένην διαίρεσιν· καὶ ἐπὶ τῶν λοιπῶν δὲ τὸν αὐτὸν τρόπον ἀμφιβολίας καὶ συλλογισμοῦ, ὡς ἐπιδείξομεν ἐν τοῖς κατὰ μέρος ἐπεξιόντες ζητήμασι. ΤΟΝ ΑΠΟΓΡΑΨΑΜΕΝΟΝ ΟΛΥΜΠΙΑΣΙΝ, ΕΑΝ ΜΗ ἀγωνίσηται, μηκέτι Ὀλύμπια ἀγωνίζεσθαι. Ἀπογραψάμενός τις ἐπύθετο πολεμουμένην τὴν πατρίδα, πορευθεὶς συνεμάχησεν, ἠρίστευσεν· ἀπογράφεται τὸ δεύτερον ἐν Ὀλυμπίᾳ· καὶ κωλύεται ὁ ἀριστεύς. Ἡ κατάστασις τῷ ἐγκλήματι τῶν μὲν ἄλλων βίων ἔχει καθαίρεσιν, ἀθλητικῆς δ’ αὔξησιν· ἔχει γὰρ, ἐζήτουν βίον ἐμαυτῷ πρὸς τὰς ἀριστείας καὶ τοὺς πολέμους ἁρμόττοντα, καὶ ὅτι πολλὰ διασκοπούμενος εὕρισκον ἰατρικὴν μὲν παντελῶς τῶν προκειμένων ἀποσκευάζουσαν, φιλοσοφίαν δὲ πολλῷ πλέον τῶν πολεμικῶν ἔργων ἀπέχουσαν, καὶ ὅσα τοιαῦτα. εἶθ’ ὅτι τὴν ἀθλητικὴν δὲ καὶ ταύτην τὴν περὶ τὰ γυμνάσια παρασκευὴν μόνην εὑρὼν ὥσπερ τι τῆς ἀριστείας προγύμνασμα, ἦλθον ἐπὶ τὸ γυμνάζεσθαι προθυμότερον, εἰπὼν πρὸς ἐμαυτὸν, αὕτη πρὸς τοὺς πολεμίους ἡ τέχνη ἁρμόδιος· αὕτη καθάπερ ἐν ἱεροῖς προτελεῖ με πρὸς τὴν μέλλουσαν τύχην καὶ κατορθώματα· εἶτα εἰπὼν ὅτι πανταχοῦ ἀγωνιζομένῳ ταινίαι ἐγίγνοντο καὶ στέφανοι καὶ εὐφημίαι καὶ τιμαὶ παρὰ τῶν πολεμίων· εἶτα ἐρεῖς, ἀλλὰ τούτων οὐδὲν ἐνόμιζον κέρδος εἶναί μοι, εἰ μὴ καὶ τὰ παρ’ ὑμῶν προςτεθείη τοῖς πρότερον, ἡ νίκη μία τῶν Ὀλυμπίων τοὺς φθάσαντάς μοι μόνους ἐπιψηφίσηται· οὕτως ἦλθον ἐπὶ τὸν ἀγῶνα· οὕτως τὸν ἐν ἅπασιν οὕτω θαυμαστὸν ἀγῶνα κατέλαβον· ὀλυμπιονίκης ἐπιθυμῶν προςαγορεύεσθαι, καὶ τὰ τοιαῦτα· εἶθ’ ὅτι ἦλθον εἰς τὸν ἀγῶνα, παρεγενόμην προθύμως, ἀπεγραψάμην· εἶτα ἐν τῷ μεταξὺ ἐβάσκηνεν ἡ τύχη· καὶ πρότερον ὀλίγα ὀδυρόμενος ἐρεῖς μετὰ πάθους καὶ αὐξήσεως τὴν ἀγγελίαν, τὸν φόβον, τὸν πόλεμον, καὶ ὅπως ἀκούσας διετέθην, καὶ οἷα εἶπεν ἀναχωρῶν τοῦ ἀγῶνος, ὅτι νικήσας εὐθὺς ἐπανελεύσομαι, καὶ ἀγωνιοῦμαι, καὶ ὅσα τοιαῦτα.
8.350 εἶτα μετὰ αὐξήσεως τὰ κατὰ τὸν πόλεμον ἐρεῖς, ὅπως ἐπορθεῖτο, ὅπως ἐπολιορκεῖτο ἡ πόλις, καὶ ὅτι ἐξελθὼν ἐνίκησα· δήλη δὲ τοιούτων ἡ διασκευή. εἶτα ἐπάγεις· ὅτι δευτέρων ὄντων Ὀλυμπίων καὶ ἀγῶνος ἑτέρου πάλιν ἐλθὼν, πάλιν παραγενόμενος κωλύομαι ἀγωνίζεσθαι· μετὰ τὴν κατάστασιν θήσεις πρῶτον τὸ χαρακτηρίζον ἐν τάξει κεφάλαιον, τουτέστιν ῥητὸν καὶ διάνοιαν· ῥητὸν μὲν ἐξ ἀντιθέσεως, τοῦ γὰρ κατηγόρου τυγχάνει· τὴν διάνοιαν δὲ λυτικὴν τοῦ ῥητοῦ· ταύτῃ γὰρ χρήσεται πρὸς τὴν λύσιν τῆς ἀντιθέσεως ὁ νῦν μελετώμενος· οἷον, ἀλλ’ ἀπογραψάμενος, φησὶ, καὶ διαγωνισάμενος ὑπὸ τοῦ νόμου κωλύῃ ἀγωνίζεσθαι. δεύτερον ἡ λύσις ἐκ διανοίας· ἔφαμεν γὰρ πολλάκις, ὅτι πᾶν ῥητὸν διανοίᾳ λύεται, καὶ ἐνταῦθα μὲν τὸ ῥητὸν ἀεὶ τοῦ κατηγόρου τυγχάνει· ἡ δὲ διάνοια τοῦ φεύγοντος· ἐρεῖς οὖν, ὅτι πρῶτον μὲν ὁ νόμος αὐτῶν τῶν Ὀλυμπίων εἶπε, μὴ ἀγωνιζόμεθα δεύτερον· οὐχ ὡς ὁ κατήγορος ἕτερα Ὀλύμπιά φησι μηκέτ’ εἶναι ἀναλαμβάνειν, ἵνα μὴ τὸν αὐτὸν ἀγῶνα ἐξῇ καταλιμπάνειν, καὶ πάλιν ἀναλαμβάνειν· εἶτα ὅτι τὸν χωρὶς ἀνάγκης ἀπολιπόντα τὸν ἀγῶνά φησι μήκετ’ εἶναι ἐξὸν ἀγωνίζεσθαι· μηδὲ τύχης τινὸς ἢ δαίμονος τὴν προθυμίαν ἀποσκευάζοντος· εἰ γὰρ τοῦτ’ ἦν, ἁπάντων ἂν ἐγένετο τῶν ἄλλων ὁ νόμος ἀπανθρωπότατος· φέρε γὰρ εἰ νόμος κατέσχε παρ’ αὐτὸν τὸν ἀγῶνα τὸν ἀγωνίζεσθαι μέλλοντα, καὶ παρὰ τὴν Ὀλυμπίαν αὐτὴν ἀῤῥώστημά τι συνέβη τῷ σώματι· εἶτα πρὸς τὴν προθυμίαν ἔσχεν αὐτῷ τὸ πάθος ἀντεγειρόμενον, καὶ παρ’ αὐτὸ τὸ στάδιον ἔσχεν αὐτῷ τὴν νόσον πρὸς τὴν ἰσχὺν ἀντιβαίνουσαν, ἆρα καὶ τοῦτον ὁ νόμος ἐκώλυσεν ἄν· ἢ τοῦ καὶ δεύτερον ἀθλῆσαι πάλιν ἀπέκλεισε τὸν καὶ τὴν πρώτην τύχην ὑπὲρ τῶν φθασάντων ἀποδυρόμενον, καὶ κατ’ αὐτὸ τοῦτο κατηγοροῦντα τοῦ δαίμονος· ὅτι μὴ καὶ πρότερον μετὰ τὴν πανήγυριν στεφανίτης προςηγορεύετο· ἀλλ’ ἄφνω καὶ παρ’ ἐλπίδα τῶν προκειμένων ἀπεχωρίζετο· εἶτα τοσαύτης ἀνάγκης πρὸς τὴν ἀπολογίαν παρορμησάσης ἡμᾶς, αὐτοὶ τὸν νόμον ἡμῖν ἀντὶ τῆς συγγνώμης κομίζουσιν· εἶτα μετὰ τὰ τοιαῦτα ἐρεῖς μεταστατικῶς, ἐν οἷς καὶ συγγνώμη τὸ ἐλεῆσαι πορθουμένην τὴν πατρίδα, καὶ ἡ ἀντίστασις ἔχουσα τὴν ἀριστείαν, καὶ τὰ ὑπὲρ τῆς πατρίδος αὐτῷ πεπραγμένα, καὶ τὰ πρὸς τὸν πόλεμον γεγενημένα ἅπαντα πομπικῶς καὶ μετὰ πολλῆς φαντασίας ἐρεῖς τὴν ἀνάγκην, καὶ τὸ μὴ καταφρονήσει δοκεῖν ἀποκεχωρίσθαι τοῦ ἀγῶνος προβαλλόμενος.
8.351 ἕξεις δὲ μετὰ ταῦτα καὶ ὁρικοῖς χρήσασθαι ἐπιχειρήμασι, λέγων ὅτι οὐδὲ τοῦτό ἐστιν ἀπολειφθῆναι, οὔτε ἴσον τῷ ἑτέρως, καὶ διὰ καταφρόνησιν, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα πεσεῖται ἀντίθεσις αὐτῷ μεταληπτικὴ, ἐκ τῆς ὕλης ἐμπίπτουσα, οἷον, ἀλλὰ δυνατὸν ἦν καὶ ἄνευ σου περιγενέσθαι τὴν πόλιν. Ἡ ΛΥσις ὅτι ἄτοπον ἦν νέου μου τυγχάνοντος οὕτω πορθουμένην τὴν πόλιν περιϊδεῖν· καὶ ὅτι πάντες ἂν εἰς ἀδοξίαν ἐμὴν ἔλαβον τὸ πραττόμενον· ὅτι νέος ὢν καὶ πρὸ πάντων ὀφείλων ἐν ταῖς τοιαύταις χρείαις τῇ πατρίδι προφαίνεσθαι, οὐ μόνον πολεμουμένης αὐτῆς πρὸς τὴν ἀνάγκην οὐκ ἀπήντησα, ἀλλὰ καὶ πανηγύρεσιν ἐσχόλαζον καὶ στεφάνοις καὶ φιλοτιμίαις, ἐκείνης περὶ δουλείας, περὶ ἀνδραποδισμοῦ ἐχούσης τὸν κίνδυνον, καὶ ὅσα τοιαῦτα.
8.352 ΜΕτὰ ταῦτα θήσεις ἑτέραν ἀντιληπτικὴν ἀντίθεσιν· ἀλλ’ ἔδει, φησὶ, μετὰ τὰ Ὀλύμπια πρὸς τὴν μάχην σπουδάσαι. Ἡ ΛΥσις τῷ καιρῷ· ὅτι πεπληρωμένης ἅπαξ τῆς μάχης, καὶ κινδυνευσάσης καὶ κατορθωσάσης τῆς πόλεως, τί τὸ κέρδος ἦν ἢ τί τὸ ὄφελος, κειμένων παίδων καὶ γυναικῶν καταλαβεῖν τότε τὴν πόλιν, τότε μᾶλλον ἐπὶ τοῖς κειμένοις ὀδύρεσθαι προσῆν, ὅτε θρηνεῖν, ὅτε στένειν τὴν συμφοράν· εἰ μὴ γὰρ τοῦτό μοι πρὸς τὴν πόλιν ὠφείλετο μετὰ τὴν χρείαν ἀπαντῶν, καλῶς εἶχε τοῦτον τὸν λόγον ἐρεῖν· εἰ δὲ προςῆκον θρεψαμένης ἡμᾶς τῆς πόλεως καὶ συγκινδυνεύειν τοῖς δυςτυχήμασι καὶ μὴ περιορᾷν πυρπολουμένην, πολιορκουμένην, γινομένην ἁλώσιμον· τί τὸν καιρὸν μετατιθεὶς κλέπτῃ τὴν ἀνάγκην τοῖς ῥήμασιν; εἶτα ἐρεῖς εἰ ἀναμείνας ἦν τὸν ἀγῶνα, οὐδ’ ἂν ἠρίστευσα· οὐδ’ ἂν τοιαύτην ἔσχον φιλοτιμίαν ἐν τῇ πόλει, σώσας παῖδας, γονέας, πολίτας ἅπαντας, νικηφόρος τροπαιοῦχος ὀνομαζόμενος, ὡς ἀπ’ Ὀλυμπίων αὐτῶν φανεὶς τοῖς κινδυνεύουσι σύμμαχος, καὶ τὰ τοιαῦτα. Εἶτα μετὰ ταῦτα θήσεις ἑτέραν μεταληπτικὴν, οἷον, ἄλλ’ ἔδει, φησὶ, τοῖς ἑλλανοδίκαις ἀνακοινώσασθαι. Ἡ ΛΥσις στοχαστική· ὅτι ἐνεχώρει καὶ κωλυθῆναι· εἶτα κωλυθέντος τὸ συμβὰν, οἷον ἂν ἦν δουλεία πατρίδος, πολεμίων νίκη, ἅλωσις τῆς γῆς, ἐξανδραποδισμὸς, καὶ τὰ τοιαῦτα. εἶτα οὐδεμία ἐκ τούτου βλάβη τοῖς Ὀλυμπίοις ἦν· οὐδὲ πλέον οὐδὲν παραιτησαμένου τοὺς ἑλλανοδίκας· τί γὰρ καὶ τὸ κέρδος ἦν, καὶ τὰ τοιαῦτα. εἶτα ὅτι εἰ μὲν ἐπέτρεψαν, τοῦτο ἂν ἐποίησαν, ὥσπερ κἀγὼ, συνεχώρησαν γὰρ σῶσαι τὴν πόλιν, περιγενέσθαι τῶν πολεμίων, μὴ περιϊδεῖν τὴν θρεψαμένην, γιγνομένην ἁλώσιμον.
8.353 εἰ δὲ μὴ ἐπέτρεψαν, ἐμποδίζεσθαι ἦν τὴν ἀριστείαν, τὴν σωτηρίαν, τὸ τρόπαιον, τὸ σώζεσθαι νῦν καὶ περιεῖναι τὴν πόλιν, καὶ τὰ τοιαῦτα· μετὰ ταῦτα θήσει τοὺς ἐπιλόγους. εἰσὶ δὲ οἱ ἐπίλογοι πομπικοὶ ἔχοντες διασκευὴν τῆς ἀριστείας, καὶ ἐκφράσεις τῆς μάχης τῶν ἀναιρουμένων, τῆς νίκης. ἐν οἷς καὶ ἠθοποιΐαι, ὅτι νῦν γεγένημαι τῶν Ὀλυμπίων ἄξιος ἀριστεὺς μετὰ τηλικοῦτον τρόπαιον παρ’ ὑμῖν ἀγωνιζόμενος, συνάψαι βουλόμενος τουτονὶ τὸν παρ’ ὑμῶν στέφανον τοῖς κατὰ τὸν ἐχθρὸν κατορθώμασι, συνάψαι [με] δὲ ταῖς ἀριστείαις καὶ τὰ τῶν Ὀλυμπίων κατορθώματα, νικᾷν ἐκ τῆς μάχης δεδίδαγμαι· καὶ γέγονε παίδευμά μοι τῶν μετ’ ὀλίγον ἐσομένων ἀγωνισμάτων ὁ πόλεμος. εἶτα ἐρεῖς, ὅτι μὴ φθονήσητέ μοι τοῦ στεφάνου, μὴ τῆς νίκης βασκήνητε, ἀλλὰ δείξατε ὅτι τὸ νικᾷν ἐμοὶ παρὰ τῆς τύχης πεπλήρωται. εἶθ’ ὅτι, μετὰ τὸν ἀγῶνα παραπέμψουσιν ἅπαντες ἐπὶ τὴν πόλιν, οἱ μὲν ὀλυμπιονίκην, οἱ δὲ ἀριστέα προςαγορεύοντες, καὶ ὅτι ἐροῦσιν οἱ πολῖται μετ’ εὐφημίας σωτήριον, ὀλυμπιονίκην προςαγορεύουσι, καὶ τὰ τοιαῦτα. ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΚΑΤΗΓΟΡΟΣ. Ὁ κατήγορος ἐν τῇ καταστάσει καὶ δι’ ὀλίγου τοῦ λόγου δεινοποιήσει καὶ πείσει μὴ δεῖν παραβῆναι τὸν νόμον, καὶ τὴν ἀριστείαν καθαιρήσει, οὐκ ἰδίαν αὐτὴν τοῦ ἀθλητοῦ, ἀλλὰ κοινὴν εἶναι φάσκων τῆς πόλεως, καὶ καταφρόνησιν ἐρεῖ τὸ γιγνόμενον, καὶ ὥσπερ πολιτείας διάλυσιν· πῆ μὲν διὰ τοῦ νόμου κωλύων ἀγωνίζεσθαι δεύτερον· πῆ δὲ καὶ στοχαστικῶς εἰς ἀσέβειαν ἄγων τοῦτο ἀγωνίζεσθαι δεύτερον· ἐρεῖς ὅτι ἐπειδὴ γὰρ ὁ τῶν Ὀλυμπίων ἀγὼν κατεστάσθη τοῖς Ἕλλησι, μᾶλλον δὲ πᾶσιν ἀνθρώποις ἐγένετο, εἴτε θεοῦ τινος, εἴτε καὶ ἥρωος ἀρχηγοῦ ταύτης γενομένου τῆς πανηγύρεως, ὥσπερ ἐν πολιτείᾳ ἤ τινι κρείττονι καὶ νόμοι παρὰ τῶν ἠγωνισμένων καὶ ἤθη κεκύρωται.
8.354 ἢ οὕτως εἰπέ· ὅτι ἐπειδὴ γὰρ ταύτης εὑρεθείσης τοῖς ἀνθρώποις τῆς πανηγύρεως, φιλονεικίαι πολλαὶ καὶ μάχαι παρὰ τοὺς ἀγωνιζομένους ἐγίγνοντο, νόμοι πολλοὶ καὶ ἤθη τινὰ περὶ τὸν ἀγῶνα τοῖς Ἠλείοις ἐξεύρηνται. οἷς πρὸ πάντων τοὺς ἀγωνιζομένους προςῆκον πείθεσθαι. καὶ μάλα εἰκότως· ἐπειδὴ γὰρ τῶν ἁπανταχοῦ ὁ κορυφαῖος ἀγὼν οὗτος εἶναι νενόμισται, καὶ τῶν ἄλλων ἁπάντων καθάπερ τι παίδευμα κοινὸν οὗτος ὑπείληπται, τάς τε τῶν ἀγωνιζομένων προςόδους, καὶ τοὺς τῶν ἀγωνοθετούντων θεσμοὺς καὶ κρίσεις, καὶ ἆθλα καὶ ἀγωνίσματα νόμοις διειλήφασιν, ἵνα μηδὲν ὑπάρχῃ περὶ τὸν ἀγῶνα τοῦτον ἀνομοθέτητον· τὰς μὲν οὖν τῶν ἀγωνιζομένων προςόδους πῶς γίγνεσθαι κεκελεύκασιν. λέγειν ἐστὶ περὶ τῶν ἁπάντων ἀεὶ τῶν ἐνταυθοῖ τὸν ἀγῶνα τοῦτον ἀνειληφότων, καὶ πρό γε τούτων τοῦ νῦν ἀγωνίζεσθαι θέλοντος δεύτερον πεπειραμένου τοῦ γράμματος. καὶ γὰρ προςῆλθον ὑμῖν κατὰ τὸν νόμον, καὶ θεσμοῦ τὴν ἀπογραφὴν τὴν περὶ τῶν ἀγωνιζομένων πεπλήρωκε. καὶ μέχρι τούτου γε οὐδὲν ἐγκαλοῦμεν ὑμῖν. πλήν γε ὅτι τὰ δεύτερα οὐδαμοῦ φαίνεται τοῖς προτέροις ἀκόλουθα. κελεύοντος γὰρ ἐμμένειν τοῖς αὐτῶν ἐπαγγέλμασι τοὺς ἀγωνιζομένους τοῦ γράμματος, καὶ μὴ παραβαίνειν τὰ περὶ τὴν ἀγωνίαν, ὑποσχέσει προςτάττοντος ἁπάντων τῶν νόμων φυλαξάντων τῶν πώποτε, καὶ μηδενὸς τὸν παρ’ ὑμῖν τύπον καὶ θεσμὸν τοῦτον παραβῆναι τολμήσαντος· εἰ καὶ μόνος οὗτος παραλῦσαι τὸν νόμον ἐτόλμησε, καὶ φήσας πολιορκεῖσθαι τὴν πόλιν, καὶ τοὺς ἐχθροὺς προςκαθῆσθαι τοῖς τείχεσιν, ὥσπερ ἐρήμου τυγχανούσης τῆς χώρας ἀνδρῶν, καὶ μηδεμίαν ἐχούσης ἐπικουρίαν, εἰ μὴ τῶν ἀθλητῶν εἰς αὐτὴν σύμμαχος ἐξ Ὀλυμπίας ἀφίκοιτο ῥίψας, ἐάσας τὸν παρ’ ὑμῖν ἀγῶνα καὶ στέφανον, ὥσπερ τις φυγὰς ἐξ Ὀλυμπίας ἀπέδρασεν.
8.355 εἶτα τοῦτον τὸν τρόπον χλευάσας ἡμᾶς ἀγῶνος τοῦ προτέρου, καὶ διασύρας τὰ κοινὰ τῆς Ὀλυμπίας μυστήρια, πάλιν ἐπὶ τὴν αὐτὴν ἀκολουθίαν ἀπήντησεν· εἶτα ἔπαγε τὸν νόμον καὶ κωλυόμενος καθάπερ κικλίσι τῷ γράμματι τὸν μέγαν τῆς Ὀλυμπίας θεσμόν· καταλῦσαι γὰρ τὸν κοινὸν τῆς Ὀλυμπίας ἀγῶνα προῄρηται, ὥσπερ ἀγνοῶν, ἢ τοῦτον Ὀλυμπιᾶσι δεδεγμένος τὸν νόμον· καὶ διεξελεύσῃ καὶ καθ’ ἕκαστον μέρος αὐτοῦ καὶ ἐρωτήσεις, εἴτι ἕτερον λέγει, καὶ τὰ τοιαῦτα. μετὰ τὴν κατάστασιν θήσεις ἐξ ἀντιθέσεως μίαν τῶν διανοιῶν αὐτοῦ· εἰδὼς τοῦτο ὅτι ἀναγκαῖον ἐπιθεῖναι μὲν μίαν, λῦσαι δὲ ἐν τῇ λύσει καὶ τὴν ἑτέραν. Οἷον ἀλλ’ ὁ νόμος, φησὶ, τὸν αὐτὸν ἀγῶνα ἐκώλυεν ἀπογράφεσθαι. Ἡ Λύσις. ὥσπερ ἐν ὅρῳ γνώμη νομοθέτου, ὅτι εἰ τοῦτο ἦν ἀληθὲς, εἶπεν ἂν ὁ νομοθέτης καὶ σαφῶς τοῦτο προέγραψε τῷ γράμματι· νῦν γὰρ καθόλου εἶπε μὴ ἀγωνίζεσθαι δεύτερον τὸν ἅπαξ ἀπογραψάμενον, εἶτα τὴν ἀγωνίαν διαδράσαντα. καὶ δῆλον οὐδεμίαν συγγνώμην ἀπένειμες τοῖς ἢ δι’ ἀνάγκην, ὡς σὺ φῂς, ἢ δι’ ἔλεον τῆς πατρίδος ἀπολειφθεῖσι, καὶ καθόλου καὶ διαῤῥήδην εἶπε μηδεμίαν μετουσίαν τῆς ἀγωνίας ὑπολιμπάνεσθαι, καὶ ὅσα τοιαῦτα, τῷ λέγειν τί κεκώλυκε προγράψαι, προςθεῖναι τῷ νόμῳ. δῆλον γὰρ ὅτι οἱ νομοθέται σαφῶς ἅπαντα διαγορεύουσιν, ἃ ποιεῖν τοῖς δημόταις προςτάττουσιν· ὥστε ἀνθ’ ὅτου σαφῶς οὐ προέγραψεν. ἀλλ’ οὐκ ἔστιν ἀπολογίαν, μᾶλλον δὲ ἀπάτην ὑπὸ τούτου οὐδεμίαν εὑρεῖν, καὶ τὰ τοιαῦτα. μετὰ τὴν τοιαύτην ἀντίθεσιν θήσεις τὰς ἀπὸ τῆς συνεμπιπτούσης στάσεως ἀντιθέσεις· ἔστιν δὲ ἡ ἀντίθεσις ὡς διὰ τὴν νίκην ἐπὶ τὸ τρόπαιον.
8.356 ἡ μετάστασις ὡς ἐπὶ τὴν πόλιν. ἡ συγγνώμη, ὡς ἐπὶ τὸν ἔλεον, τὸν πολιορκουμένης τῆς πατρίδος γιγνόμενον. ΑΛΛ’ ἠλέησα, φησὶ, πολιορκουμένην τὴν πατρίδα μαθών. Ἡ Λύσις· καὶ τὸν ἅπαξ ἀπογραψάμενον ἔδει μένειν· καὶ μὴ τὸν ἐνταῦθα παραβαίνειν. μηδὲ ἵνα ἕτερον φυλάξῃς νόμον ἢ ἔθος ἕτερον παραβαίνειν. εἶτα ὅτι ἄλλοι ἦσαν οἱ ὑπὲρ τῆς πόλεως ἀγωνιζόμενοι, εἶτα αὐτὸς οὐδὲν μέγα παρασχεῖν εἶχες τῇ πατρίδι πολλῶν ὄντων τῶν ἀμυνομένων ὑπὲρ αὐτῆς, καὶ εἰ μάλιστα ἔδει ἀναχωρῆσαι τοῦ ἀγῶνος, ἀνακοινώσασθαι προςελθεῖν ἔδει τοῦ ἀγῶνος τοῖς κυρίοις, ἐν οἷς καὶ ἠθοποιΐα ὑπὸ τοῦ ἀριστέως πεπλασμένη, ὅτι ἐγὼ μὲν ἠβουλόμην τιμωρηθῆναι παρ’ ὑμῶν. ἐπεὶ δὲ ἡ πατρὶς κινδυνεύει, συγχωρήσατε καὶ δεηθῆναι ὡς ἔνι μάλιστα τῶν ἑλλανοδικῶν, καὶ τὰ τοιαῦτα. οὐδὲν ποιήσας τούτων, οὐδὲν ἐάσας ἀναχωρῆσαι τοῦ παραβῆναι τὸν νόμον πρόνοιαν οὐδεμίαν πεποίησαι, καὶ τὰ τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις ὡς ἀνθυποφορὰν πίπτουσαν ἐκ τοῦ εἰπεῖν, ἔδει ἀνακοινώσασθαι, ἀλλ’ ὁ καιρὸς οὐκ ἐνεδίδου, φησί. ΛΥσεις τῷ εὐχερεῖ· ὅτι ῥᾷον ἦν προςελθεῖν εἰπεῖν, καὶ οὐδεμία ἐκ τούτου ἀναβολὴ ἦν, ἢ χρόνος τις ἐνεγίγνετο. οὐδ’ οὕτως ἦν ὁ πόλεμος ὀξὺς, ὥστε σχεῖν πέρας σοῦ προϊόντος, καὶ τὰ τοιαῦτα. ΕΠίλογοι συμβουλευτικοὶ τοῦ φυλάττειν τὰ πάτρια. ΝΟΜΟΣ ΤΟΝ ΑΝαλώσαντα τὰ πατρῷα κωλύεσθαι λέγειν. Ὁ νεανίσκος φιλόπολις καὶ εὔνους καὶ φιλότιμος· συνέζευκται δὲ τῷ πλάσματι ἀντίληψις. Ἡ κατάστασις ἔχει τὴν τοῦ πατρὸς ἀγωγὴν, τὴν πρὸς τὴν πόλιν εὔνοιαν αὐτοῦ, τὴν συμβουλὴν, τὴν ὑπὲρ τῆς πόλεως, καὶ ἄλλα ὅσα δημοτικά. εἶτα τὴν πολιτείαν αὐτοῦ, καὶ τὸ μικρὸν πᾶν ἡγεῖσθαι τὸ εἰς τὴν πατρίδα γιγνόμενον.
8.357 ἐν οἷς καὶ γνῶμαι, ὅτι πάντα ὑπὲρ τῆς πατρίδος ποιεῖν. εἴτε τὸ μέχρι πάντων τῶν χρημάτων καὶ τῆς οὐσίας ἐλθεῖν· ἐν οἷς καὶ ἀναφώνησις, καὶ τὸ ἀποδύρεσθαι ἔχει καιρὸν, ὅτι μὴ πλείονα ἐκέκτητο, ὥστε εἰς τὴν ἐνεγκαμένην ἀναλῶσαι, καὶ τὰ τοιαῦτα. ΑΛΛ’ ἀναλώσας, φησὶ, τὰ πατρῷα, καὶ κωλύουσί σε λέγειν οἱ νόμοι. Ἡ Λύσις ἐκ τῆς διανοίας, ἢ οἱ νόμοι κωλύουσι τοὺς εἰς ἀσέλγειαν καὶ μέθην καὶ ἀσωτείαν καὶ κώμους καὶ ἑταίρας ἀναλώσαντας, καὶ συμπόσια κροτήσαντας. εἰ μὲν οὖν ἕν τι τούτων πεποίηκα, σαφῶς εἰπὲ, ποία μέθη, πότε διεφθάρην τὸν λογισμὸν, ποία τὴν οὐσίαν ἑταίρα διέφθειρε. ταῦτ’ εἰπὲ, ταῦτα καιρὸν κατηγορίας ἔχει τὸν κάλλιστον. ὑπὸ τούτων αὐτὸς οὐ μόνον ἀπαλλαγῆναι τῆς πολιτείας, ἀλλὰ καὶ δοῦναι δίκην προῄρημαι, καὶ ὅσα τοιαῦτα. ὥστε τοὺς μὲν ἀφεὶς ἴσθι παρ’ ἡμῶν, ὅτι τὸν ὑπὸ τῆς πόλεως τῷ πλούτῳ χρησάμενον οὐκ ἀπείργει τῆς πολιτείας τὰ πράγματα. οὐδὲ τοιαύτην τοῖς εὔνοις ἀποδίδωσιν ἀμοιβήν· οὐδὲ ὥσπερ ἀδίκους τοὺς φιλοτιμησαμένους ἀμύνεται, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις ἀντίθεσιν τοιάνδε. ἀλλ’ ἔδει, φησὶ, τῇ φιλοτιμίᾳ μεμετρημένως χρήσασθαι. Λύσεις τῷ λέγειν οὐδὲ ταῦτα τῆς πατρίδος ἄξια. ΕΙτα ἀντιληπτικῇ, ὅτι ἔξεστιν εἰς τὴν ἑαυτοῦ τινα ἀναλίσκειν ὅσα καὶ βούλεται· ἣν κατασκευάσεις ὡς ἀντίληψιν. ἀλλ’ εἰκός σε πενόμενον ἐν τῇ πολιτείᾳ κακουργεῖν. ΛΥσεις ὁμοίως στοχαστικῶς τοῖς ἐγχωροῦσι τοῦ στοχασμοῦ κεφαλαίοις. οἷον βουλήσει καὶ δυνάμει καὶ τοῖς τοιούτοις· ἢ μᾶλλον καθαρῶς καὶ ἀδωροδοκήτως πολιτεύσομαι, ὅσῳ καὶ δόξης ἕνεκα τοῦτο πεποίηκα, καὶ προκρίνω δόξαν χρημάτων. οὐ γὰρ δὴ κατεφρόνησα μὲν τῶν πατρῴων, ἵνα εὐδοξήσω.
8.358 ᾑρούμην δὲ τὰ μὴ προςήκοντα λαμβάνειν, ἵνα καὶ τὴν ὑπάρχουσαν δόξαν ἀπολέσω, καὶ ὅσα τοιαῦτα. εὑρήσεις δὲ ἐκ τούτων αὐτῶν πλείονα σπᾶσαι ἐπιχειρήματα, καὶ ἐκ τῶν στοχαστικῶν ἀφορμῶν. ΕΠίλογος ἔχει προτροπὴν καὶ πρὸς τοὺς ἄλλους, ὥστε πάντα τῆς πατρίδος νομίζειν καὶ τὰ ἴδια, καὶ τὰ δημόσια, καὶ τὸ ἀπὸ τοῦ βήματος ἔσται μοι πολιτείας ἑτέρας ἀφορμή· προςθήσω γὰρ τῷ νόμῳ μὴ λέγειν τοὺς τὴν πατρῴαν οὐσίαν καταναλώσαντας. πλὴν εἰ μὴ τῇ πόλει ταύτης ἐξέστησαν, καὶ τὰ τοιαῦτα. ὥστε φανερὸν εἶναι τὸν νόμον, ὁ λόγος καὶ μὴ τοῖς συκοφάνταις ἀφορμὴν εἶναι κατηγορίας τὰ γράμματα, καὶ ὅσα τοιαῦτα. εἶτα, ὅτι ἐπιτρέψατε οὖν, ἀπόδοτέ μοι τὴν πολιτείαν, ἐμαυτὸν ζηλώσω πάλιν, ὑπὲρ τῆς πολιτείας πᾶσαν ἀφήσω φωνήν· φιλεῖ τὴν πόλιν ταύτην νομίζειν εἶναι τὰ σφέτερα. καὶ ὅτι καθαρῶς πολιτεύσομαι, σώσω τὸ πρόςφορον σχῆμα τοῖς φράσασι, καὶ τὰ τοιαῦτα. ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΚΑΤΗΓΟΡΟΣ. Ἰστέον ὅτι ὁ κατήγορος μετὰ τὸ συμπλέκεσθαι τῷ ζητήματι τὴν ἀντίληψιν καὶ ὑποτρέχοντα ἔχει τὸν στοχασμόν· ἐρεῖ γὰρ ὅτι πρόσχημά ἐστιν ἡ πολιτεία, ἀνάλωκε δὲ τὰ πατρῷα, εἰς ἃ ἀνάλωσε. κατ’ ἔμφασιν γὰρ ὃ προῄρηται σημαίνει. προάξει δὲ τὴν κατάστασιν τοῦτον τὸν τρόπον. οὗτος γὰρ, ὦ ἄνδρες πολῖται, πλούσιος καὶ πολυκτήμων, ἄνωθεν ἐκ προγόνων γενόμενος, καὶ πάντας ὑπηρέτας τοὺς πώποτε μετὰ τὴν πρώτην ἀγωγὴν, ἢ ὅπως διήγαγεν οὐκ ἐρῶ, ἵνα μὴ τῆς παρούσης προςηγορίας δόξω πολυπραγμονεῖν ἔξωθεν ἕτερα.
8.359 πλὴν προςελθὼν τῷ βήματι, καὶ πρὸ πάντων ὑπαναγινώσκω τῷ δήμῳ τοὺς νόμους εἰδὼς, ἐπιστάμενος τίνας λέγειν οἱ νόμοι κωλύουσι, καὶ πολλοὺς πολλάκις εἰδὼς ἀποκλεισθέντας τοῦ βήματος, μίαν ἢ δευτέραν ποιησάμενος εἰς τὴν πόλιν χρημάτων καταβολὴν, ὥσπερ τις κλέπτης τῶν οἰκείων γενόμενος ἅπαν τὸ λεῖπον τῇ πόλει λελόγισται· καὶ νῦν τὸν νόμον εἰδὼς, καὶ θᾶττον ἐκ τῆς αὐτοῦ προπετείας ὑπεύθυνος τῷ νόμῳ γενόμενος, λέγειν ἀπαγορεύειν προῄρηται, καὶ ὅσα τοιαῦτα. ΕΙτα θήσεις ἀντίθεσιν ἐκ τῆς διανοίας τοῦ νόμου. ἀλλὰ τὸν εἰς ἀσωτείας, φησὶν, ἀναλώσαντα λέγειν ὁ νόμος κεκώλυκεν· τὸν δὲ πρὸς τὴν πόλιν φιλοτιμησάμενον οὐκ ἀπείργει τοῦ βήματος. Ἡ Λύσις ἀπὸ τοῦ ῥητοῦ, ὅτι τοιοῦτον οὐδὲ ὁ νομοθέτης διῄρηκεν, οὐδὲ τὸν μὲν ἀπεδέξατο, τὸν δὲ τῆς πολιτείας κεκώλυκεν. ἀλλὰ καθόλου εἶπε τὸν τὴν πατρῴαν οὐσίαν φυλάξαι μὴ δυνηθέντα καὶ τοῦ λέγειν ἐκβάλλεσθαι. εἶτα ἐπάγεις διάνοιαν κατασκευάζουσαν τὸ ῥητόν· καὶ τοῦτο πεποίηκεν εἰκότως. ἐπειδὴ γὰρ ὁ τὴν ἰδίαν οὐσίαν φυλάξαι μὴ δυνηθεὶς, οὗτος τῶν ἀλλοτρίων γενέσθαι κηδεμὼν οὐ δυνήσεται, ἀπείργεσθαι τῆς ἐκκλησίας τοὺς τῆς πατρῴας οὐσίας ἐκστάντας ἐκέλευσεν, ἵνα μὴ καὶ τῇ πολιτείᾳ κακῶς, ὥσπερ καὶ τοῖς σφετέροις χρήσωνται χρήμασι. νῦν δὲ, ὅπου μὴ μεμετρημένως, μὴ πεφεισμένως περὶ τῶν οἰκείων βεβούλευσαι, πῶς βουλήσῃ ποτὲ περὶ τῶν πολιτικῶν ὀρθὸν ἢ μεμετρητὶ βουλεύσασθαι; Μετὰ ταῦτα θήσεις ἀντιληπτικὴν ἀντίθεσιν· οἷον ἔξεστί μοι, φησί. ΛΥσεις τῇ μεταλήψει· οὐχ οὕτως ἔδει ἀναλῶσαι ὡς ἑαυτὸν γενέσθαι πένητα καὶ τῷ νόμῳ τυγχάνειν ὑπεύθυνον, καὶ ὅσα λυτικά ἐστι τῆς ἀντιλήψεως ἐρεῖς.
8.360 πολλάκις δὲ τὰς ταύτης λύσεις ἐν πολλοῖς ἐπεξῆλθον ζητήμασι. μετ’ αὐτὴν θήσεις ἀντιστατικὴν ἑτέραν ἀντίθεσιν. ἀλλὰ πάντα, φησὶν, ὑπὲρ τῆς πατρίδος ἀνάλωσα. καὶ ἄξιός εἰμι πολιτεύεσθαι· καὶ πῶς ὑπὲρ τῆς πατρίδος, ὅπου πρὸ πάντων τοὺς ταύτης παρέβης νόμους; καὶ πῶς ἄξιος εἶ πολιτεύεσθαι νόμους παραβὰς, καὶ πένης γενόμενος; εἶτα γνωμικῶς ἀποδεικνύεις, ὅτι ἡ πενία πολλὰ ἀναγκάζει ποιεῖν καὶ αἰσχρὰ, καὶ τὸν πενόμενον οὐχ οἷόν τε μὴ αἰσχροῖς τισιν ἐπιχειρεῖν πράγμασιν ὑπὸ τοῦ τῶν ἀναγκαίων πόρον εὑρεῖν. καὶ ὅτι ἂν μὴ βούληται τολμῆσαι, αὐτὴ ἀναγκάζει αὐτὸν ἐγχειρῆσαι ἡ πενία καὶ νόμον ἀσύμφορον εἰςενεγκεῖν, καὶ γραψάμενον χρημάτων ἀφεῖναι τὸν ἁμαρτήσαντα, καὶ ὅσα τοιαῦτα· εἶτα ὅτι διὰ τοῦτο οὖν, ὅτι πένης ἐγένετο, προςῆκον αὐτῷ μὴ πολιτεύεσθαι, καὶ τὰ τοιαῦτα. ΕΠίλογος ἐσχηματισμένος καταδρομὴν ἔχων καὶ τῶν χρημάτων ἐξέτασιν, καὶ λογισμὸς ἁπάσης αὐτοῦ φιλοτιμίας, δι’ ὧν ἐπιδείξεις τοῖς ἀκούουσιν, ὅτι οὐχ ὑπὸ τῆς πόλεως, οὐδ’ εἰς τὴν πόλιν ἀνάλωσε τὰ χρήματα, ἀλλ’ εἰς αἰσχρὰς χρείας· καὶ ὅτι προςῆκον κωλύειν, ἵνα μὴ πρόσχημα γένηται ἡ πολιτεία τῆς αὐτῆς ἀσωτείας, ὅτι φυλάττειν τοὺς νόμους, καὶ τὰ τοιαῦτα. Οἱ Μεγαρεῖς χειμῶνι χρησάμενοι κατήχθησαν εἰς τὸν λιμένα τοῦ Πειραιῶς, καὶ ὑπάγονται ψηφίσματι. Τινὲς συγγνώμην εἶναι βούλονται, ὡς ἀκόντων αὐτῶν καταχθέντων· τινὲς δὲ ῥητὸν καὶ διάνοιαν, ὅτι βέλτιστον· τῷ ῥητῷ γὰρ καὶ τῇ διανοίᾳ συμπλέκεται καὶ ἡ μετάστασις· καὶ γὰρ παραβέβασται τὸ ψήφισμα, καὶ τῷ ῥητῷ χρῆται ὁ κατήγορος· τῇ δὲ διανοίᾳ οἱ φεύγοντες· ἔστιν οὖν ἡ κατάστασις τὴν ἔχθραν ἔχουσα τὴν Μεγαρέων καὶ τὰ ἁμαρτήματα τὰ εἰς Ἐλευσῖνα· ἔτεμον γὰρ τὴν ὀργάδα· εἶτα τὸ Περικλέους ψήφισμα.
8.361 καὶ ὅτι ἐπείσθη ὁ δῆμος, εἰδὼς ὅτι ὑπὸ τῶν Ἐλευσίνων δεῖ τιμωρεῖσθαι Μεγαρέας· εἶτα, ὅτι πλέοντες εἰς τὸν Πειραιέα κατήχθησαν, καὶ τὰ τοιαῦτα· εἶτα θήσεις τὴν τοῦ ῥητοῦ διάνοιαν ἐξ ἀντιθέσεως. ΑΛΛ’ ἄκοντες, φησὶ, κατήχθημεν. Ἡ Λύσις ἀπὸ τοῦ ῥητοῦ. ὡς καὶ ἐπὶ τῶν ἑτέρων ζητημάτων, ᾗ ὁ νόμος εἶπεν, εἴτε ἑκόντα, εἴτε ἄκοντα, ἁπλῶς μὴ μετασχεῖν τῆς Ἀττικῆς· ἐν οἷς προςπλάσεις καὶ ἀποστροφὰς πρὸς τὸν Περικλέα. καὶ περὶ τῶν ἐν Ἐλευσῖνι γιγνομένων, καὶ ὅσα τοιαῦτα. ὅτι διὰ ταῦτα οὐδεμίαν ὑποδιαίρεσιν ἔχει τὸ ψήφισμα. ἀλλὰ καθόλου καὶ διαῤῥήδην μὴ μετέχειν Μεγαρέας τῆς Ἀττικῆς. ΜΕτὰ ταῦτα ἐλεύσῃ ἐπὶ τὴν μετάστασιν· ἀλλ’ ὁ χειμὼν, φησὶν, αἴτιος. Ἡ Λύσις, ὅτι καὶ ἀντισχεῖν ἔδει καὶ μὴ λῦσαι τὸ ψήφισμα, καὶ ἀντιβῆναι τῷ πνεύματι. καὶ εἰ οἷόν τε κινδυνεῦσαι, ἵνα μὴ μετὰ ταῦτα κινδυνεύσητε. ἐπὶ μὲν γὰρ τῆς θαλάσσης εἰκὸς ἦν καὶ σωθῆναι. ἐπὶ δὲ τῆς Ἀττικῆς ἀναγκαῖον τὸ δοῦναι τὴν τιμωρίαν, καὶ τὰ τοιαῦτα. ΜΕτὰ ταῦτα ὁ ἐπίλογος. ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ ΟΙ Μεγαρεῖς. Ἡ κατάστασις τῶν ἐν βαρύτητι, καὶ ὅτι Περικλῆς ἄγει καὶ φέρει, καὶ δι’ ἰδίαν [καὶ] ἔχθραν, οὐχὶ διὰ τὴν ὀργάδα κατ’ αὐτῶν ἔγραψε τὸ ψήφισμα. τοῦτο δὲ πεφεισμένως ποιοῦσι· μεγίστης γὰρ οὔσης τῆς Περικλέους δόξης, καὶ κρινομένων αὐτῶν Ἀθήνησιν ἀμεθόδευτον εἰς ἔχθραν ἐκκαλέσασθαι τὸν Περικλέα. καταβοήσει δὲ πολλὰ καὶ τῆς τύχης, καὶ ἐν τῇ καταστάσει καὶ ἐν τοῖς προοιμίοις, καὶ ὅτι οὐ μόνον τοιοῦτον κατ’ αὐτῶν κυρωθῆναι πεποίηκε ψήφισμα, ἀλλὰ καὶ κατὰ θάλατταν δυςτυχήσαντας καταχθῆναι εἰς τὴν Ἀττικήν.
8.362 Ἀλλὰ παρέβης, φησὶ, τὸ ψήφισμα, καὶ τιμωρίᾳ ὑπάρχεις ὑπεύθυνος. Ἡ Λύσις ὁρικῶς· ὅτι οὐ παρέβην, πρώτοις ἐπιχειρήμασι χρησάμενος τοῖς ἀπὸ τῆς διανοίας. ὅτι τὸ ψήφισμα ἔχει τοὺς ἑκόντας καὶ μετ’ ἐξουσίας καταίροντας, οὐ τοὺς ὑπὸ βίας χειμῶνος καὶ πνευμάτων ἐκβαλλομένους· ἐν οἷς διαθήσεις τὸν χειμῶνα καὶ τὴν ἀνάγκην, καὶ πλάσεις ἠθοποιΐας ἐχούσας τὸν φόβον καὶ τὸν κίνδυνον. καὶ παραθήσεις ἀμφοτέροις καὶ ἀμφότερα χαλεπὰ δείξεις. εἶτα ἑξῆς ὅτι ἀναγκασθέντες καὶ εἴσω τοῦ χειμῶνος γενόμενοι ἐνενοήσαμεν τὴν Ἀθηναίων φιλανθρωπίαν, καὶ τὸν τοῦ ἐλέους βωμὸν, καὶ ὅσα τοιαῦτα. ΕΙΤα μεταληπτικὴ ἀντίθεσις· ἀλλ’ ἔδει, φησὶ, καὶ κινδυνεῦσαι. Ἡ λύσις, ὅτι μείζων ἦν ὁ χειμὼν καὶ ἀντεχόμενος ὡς ἔνι μάλιστα. καὶ ὑπὸ τοῦ πνεύματος ἐνικήθημεν, καὶ ὅσα τοιαῦτα τοῦ κύματος ἐγειρομένου, τοῦ κλύδωνος μὴ συγχωροῦντος διεκπεραιωθῆναι τοῖς σκάφεσι, καὶ τὰ τοιαῦτα. Μετὰ ταῦτα ὁ ἐπίλογος. ΑΝΤΙΝΟΜΙΚΑ Ι . ΝΟΜΟΣ ΤΟΝ ΒΙΑΣΑΜΕΝΟΝ Κόρην διδόναι χιλίας· καὶ νόμος αἰτίας θανάτου δίδοσθαι δίκας. Κόρην τις πατέρα χειραγωγοῦσαν τυφλὸν ἐβιάσατο· ἠνέχθη κατὰ κρημνῶν ὁ πατήρ· καὶ βούλεται μὲν διδόναι χιλίας ὁ βιασάμενος· ἡ δὲ κόρη ὑπάγει αὐτὸν τῷ τῆς αἰτίας θανάτου νόμῳ. Πάλιν κατὰ τὴν αὐτὴν μέθοδον καὶ κατὰ τὴν ἀντινομίαν τὸν αὐτὸν τρόπον ταῖς ἄλλαις διαιρήσομεν· μία γὰρ ἡ τομὴ τῶν νομικῶν στάσεων κατὰ τὴν ἐμπίπτουσαν στάσιν δέχεσθαι τὴν διαίρεσιν. ὥσπερ καὶ ἐπὶ τοῦ προκειμένου ζητήματος· μετὰ γὰρ τὰς δύο προτάσεις τὰς νομικὰς, τήν τε ἀπὸ τοῦ νόμου καὶ τῆς διανοίας, τοῦ ἑτέρου νόμου ἐπὶ τὴν ἐμπίπτουσαν στάσιν· ὥσπερ γὰρ διπλῆν ῥητὸν καὶ διάνοιαν τὰς πρώτας νομικὰς ζητήσεις κατασκευάσομεν· εἶθ’ οὕτως ἐπὶ τὴν ἐμπίπτουσαν στάσιν μετελευσόμεθα· ζητήσεις τοιγαροῦν τὰς δύο προτάσεις· καὶ κατασκευάσαντες ἐπὶ τὴν οἰκείαν τῷ προβλήματι στάσιν μετελευσόμεθα.
8.363 ζητήσεις τοιγαροῦν τὰς δύο πρώτας προτάσεις· καὶ κατασκευάσαντες ἐπὶ τὴν οἰκείαν τῷ προβλήματι μετελευσόμεθα ζήτησιν, ἥ τις ἐμπίπτουσα κατὰ συγγνώμην εὑρίσκεται. βία γὰρ καὶ πρόφασις ἐρωτικὴ τὸ γινόμενον, διὸ καὶ τοιαύτη τις ἄνωθεν ἡ διαίρεσις προφανήσεται. ΠΡώτη ἀντίθεσις· ἀλλ’ αἴτιος εἶ, φησὶ, θανάτου, πηροῦ τὴν χειραγωγὸν ὑφελόμενος. ΛΥσεις ὁρικῶς λέγων, ὅτι ἔστι τὸ αἴτιον εἶναι θανάτου· οἷον, τὸ εἶναι τὸ φάρμακον, τὸ ξίφει παρασχεῖν, ἐμπρῆσαι οἰκίαν, βόθρον ὀρύξαι, καὶ ὅσα τοιαῦτα. εἶτα μετὰ τὸ ὁρικῶς λῦσαι θήσεις ταῦτα τὰ ἀπὸ τῆς διανοίας τοῦ νόμου· ὅτι εἰ μὲν ἐχθρὸς ὢν ὑφειλόμην, αἴτιος εἰκότως τοῦ θανάτου γεγένημαι. εἰ δὲ μία μοι πρὸς τὸν πονηρὸν οὐδὲ πώποτε διαφορὰ γέγονεν, οὐχ ὕβρις, οὐ πρᾶξις, οὐ χρήματα, οὐ κοινὸν οὐδὲν, οὐ λύπη τις, οὐ πόλεμος, ἄνθ’ ὅτου καὶ τὴν τοιαύτην ἐγὼ καταφορὰν ἐπεχείρησα· ἔπειτα οὐδὲ κέρδος ἐμοὶ τὸ τελευτῆσαι τὸν πηρὸν ἐγένετο. τοὐναντίον δὲ βλάβη, τὸ λυπεῖσθαι τὴν κόρην, τὸ νομίζειν τοῦ γένους πολέμιον, τὸ τοῦ θανάτου δοκεῖν τῷ πατρὶ παρεσχηκέναι τὴν πρόφασιν, ὥστε ἐξ ἁπάντων ἐγὼ τῆς τοιαύτης αἰτίας ἀνεύθυνος· αὐτὸς δὲ τῆς τοιαύτης αὐτῷ συμφορᾶς συναίτιος, μὴ μείνας, μὴ χειραγωγὸν ἐπικαλέσας ἕτερον, μή τινος τῶν παριόντων λαβόμενος, ἀλλ’ ὁρμήσας πρὸς δρόμον, καὶ τῆς αὐτοῦ σωτηρίας μὴ φεισάμενος, μὴ τὴν ἀπειρίαν τῆς ὁδοῦ φυλαξάμενος, μὴ ταύτην ἐννοήσας τὴν συμφορὰν, μὴ προσκεψάμενος, ὡς καὶ βόθρῳ περιπεσεῖταί τινι ὡς ἔτυχε πορευόμενος· εἶτα ἐπὶ τούτοις ἐρεῖς· καὶ ζῶν ἂν ὠφέλησε τὸν βιασάμενον· ἔπαυσε γὰρ μὴ χαλεπαίνειν οὕτω κατὰ τοῦ βιασαμένου τὴν κόρην, χειραγωγὸν σχήσειν ἐλπίσας, καὶ δεύτερον ὑπηρέτην, σωτήριον, ἡγεμόνα, κατ’ οὐδὲν τῆς κόρης λειπόμενον, καὶ τὰ τοιαῦτα.
8.364 ΜΕτὰ τὴν ἀπὸ τοῦ νόμου πρότασιν θήσεις δευτέραν ἀντίθεσιν· ἀπὸ τῆς διανοίας τοῦ ἑτέρου νόμου. ἀλλ’ οὐ ταῖς χειραγωγούσαις πατέρα τυφλὸν διδόναι τὰς χιλίας τοῖς βιασαμένοις ὁ νόμος προςτέθεικε. Ἡ Λύσις ἀπ’ αὐτοῦ τοῦ νόμου· εἰ τὰς βιασθείσας ἁπλῶς λαμβάνειν χιλίας ὁ νόμος ἐκέλευσε καὶ διαφορὰν οὐδεμίαν ἐν τῷ νόμῳ παρέθηκεν. εἰ γάρ τι παρατηρεῖσθαι τοιοῦτον ἐκέλευσεν, οὐδὲν ἦν ἐμποδὼν προςθεῖναι τῷ γράμματι. πλὴν εἰ μή τις χειραγωγοίη πατέρα τυφλόν· νῦν δὲ τὸ καθόλου κεῖσθαι τὸν νόμον οὐδεμίαν τοιαύτην διαφορὰν τῷ γράμματι προςέθηκεν, καὶ ὑπαναγνώσεις τὸν νόμον, καὶ κατὰ μέρος ἐξετάσεις, μηδὲν τοιοῦτον τὸν νομοθέτην κεκελευκέναι σαφῶς, ἀλλ’ εἶναι κομψείαν ἄλλως τῆς κόρης τὰ ῥήματα. ἰστέον δὲ ὅτι ἐν πάσαις ταῖς ἀντινομικαῖς ἰσχυρὸν καὶ ἀναγκαῖόν ἐστιν ἐπιχείρημα, τὸ λέγειν ὅτι τοῦτον φυλάξαντες τὸν νόμον κἀκεῖνον φυλάξομεν, καὶ δεῖ τοῦτο τιθέναι τὸ ἐπιχείρημα. εἶτα τοῦτον κατασκευάζων τὸν νόμον, καὶ τὸν νομοθέτην ἐγκωμιάζων ἐπὶ τῷ γράμματι, ἐπὶ τὴν συγγνώμην σαφῶς εἰςβάλλεις, λέγων μηδὲν τοιοῦτον διειρηκέναι τὸν νόμον. ἔδει γὰρ τοὺς βιαζομένους τῷ ἔρωτι δουλεύοντας, καὶ μηδὲν τῶν κατὰ φύσιν βουλεύοντας, ἀλλ’ ἁπλῶς ἐξεστηκότας τῷ πάθει, καὶ τῶν μὲν ἄλλων ἀπροόπτους τυγχάνοντας, πάντα δὲ δρᾶσαι καὶ παθεῖν ἀναπειθομένους ὑπ’ ἔρωτος, εἶτα τὴν συγγνώμην πλατύνας, ὡς ἔνι μάλιστα ἀποστροφαῖς τε καὶ ποικίλοις ἐπιχειρήμασι· πῆ μὲν φυσιολογεῖν περὶ τοῦ πάθους, πῆ δὲ τὸν λόγον ἀποστρέφειν πρὸς τὴν κόρην.
8.365 Εἶτα ἑτέραν θήσεις ἀντίθεσιν, τὴν ὅτι ἔδει προςελθεῖν τῷ πατρὶ μεταληπτικήν. Εἶτα λύσεις πάλιν τῇ συγγνώμῃ, ὅτι θεασάμενος ὥρμησα, κατασχεῖν τῆς ἐπιθυμίας οὐκ ἴσχυσα, βουλεύσασθαί τι τῶν χρησίμων οὐ δεδύνημαι· εἰ δὲ μή τις οὐκ ἂν προςελθὼν ἐδεήθη τοῦ πατρὸς, καὶ τὸ πάθος καθωμολόγησε, καὶ τὸν ἔρωτα κατεμήνυσε. νῦν δὲ πολὺς χορεύσας, καθ’ ἡμῶν τῶν συμφερόντων οὐδὲν συνεχώρησεν. ἔπειτα ὅτι ἄδηλον ἦν εἰ προςελθὼν ἂν ἠδυνήθην τυχεῖν, καὶ τὰ τοιαῦτα. Εἶτα θήσεις τοὺς ἐπιλόγους, ἐρωτικῶς τὴν πᾶσαν ἔχοντας διατύπωσιν καὶ παραμυθίαν τῆς τοῦ πατρὸς συμφορᾶς, καὶ γάμου ἐπαγγελίαν, καὶ ὁμονοίας ὑπόσχεσιν, καὶ βίων καὶ τῶν τοιούτων κατάστασιν χρηστὴν, καὶ τὰ τοιαῦτα. ΤΗι ΕΠΙΚΛΗΡΩι ΕΠΙΔΙΚΑΖΕΣΘΑΙ ΤΟΝ ΑΓΧΙΣΤΕ Α . Πλέων τις μετὰ θυγατρὸς ὑπὸ λῃσταῖς ἐγένετο· μετὰ ταῦτα ἔπεμψεν εἰς τὴν ἑαυτοῦ, ἐπαγγελλόμενος δώσειν τὴν θυγατέρα πρὸς γάμον τῷ λυτρωσαμένῳ· πλεύσας τις ἐπὶ τὴν λύτρωσιν τὸν μὲν κατέλαβε τετελευτηκότα, τὴν δὲ λυτρωσάμενος ἐπανήγαγεν. ἀμφισβητεῖ τις τῶν ἀγχιστέων τῷ γάμῳ αὐτῆς, καὶ ἀντιλέγει ὁ λυτρωσάμενος. Τὴν ἀντινομίαν ἐργάσῃ ἐν τοῖς πρώτοις κεφαλαίοις, ὥσπερ διπλῆν ῥητὸν καὶ διάνοιαν. ῥητοῦ γὰρ ἀντιτεθέντος, λύσεις τῇ διανοίᾳ.
8.366 εἶτα ἀντίθεσιν θεὶς ἐκ τῆς διανοίας τοῦ οἰκείου ῥητοῦ λύσεις αὐτῷ τῷ ῥητῷ. εἶτα μετὰ ταῦτα τῇ συνεμπιπτούσῃ στάσει χρήσῃ πρὸς τὴν διαίρεσιν· ὥσπερ ἐνταῦθά ἐστι συνεζευγμένη πραγματική. τίς γὰρ μᾶλλον ὀφείλει λαβεῖν, ἐστὶ τὸ ζητούμενον, πότερον ὁ ἀγχιστεὺς ἢ ὁ λυτρωσάμενος. Ἡ κατάστασις ἀπὸ γνώμης ἐστὶ τοῦ πατρός· ὅτι εἰδὼς ὅπως εἰμὶ εὔνους αὐτῷ ἐγὼ, ἐκήρυξε τῷ λυτρωσαμένῳ δώσειν· τὴν γὰρ γνώμην ἐρεῖς. τίνος ἕνεκα ὁ πατὴρ περὶ τῶν λύτρων οὐκ ἐδήλωσεν· ἢ οὕτως· ἔχει δὲ ἡ κατάστασις τοῦ λυτρωσαμένου τὴν σπουδὴν τὴν ἄνωθεν, καὶ τὴν πρὸς τὸν πατέρα τῆς κόρης διάθεσιν· ταύτην γὰρ δίδωσιν αὐτῷ τὴν ποιότητα τὸ τὴν κόρην λυτρώσασθαι. διὸ καὶ τὴν ἄνωθεν πρὸς αὐτὸν φιλίαν ἐρεῖς, καὶ τὴν λανθάνουσαν πρὸς τὴν κόρην διάθεσιν· εἶτα τὴν ἀποδημίαν μετ’ αὐτῆς τοῦ πατρὸς, καὶ τὴν ὑπὸ τοῖς λῃσταῖς ἅλωσιν· εἶτα τὴν πρὸς τὴν λύσιν τοῦ πατρὸς προτροπὴν καὶ τὴν ἐπαγγελίαν τοῦ γάμου. ἐν οἷς καὶ πλάσεις, καὶ ἠθοποιΐαι ἐρωτικαὶ, καὶ τὰ τοιαῦτα. εἶτα ἐρεῖς, ὅτι ἐπεδήμησα καταφρονήσας τοῦ μισθοῦ· εἶτα τεθνηκότα τὸν πατέρα εὗρον· ἐν οἷς καὶ πάθη κινήσεις τινά· εἶτα ὅτι ἐλυτρωσάμην τὴν κόρην, ἐν ᾗ καὶ ἠθοποιΐαι πρὸς τοὺς λῃστὰς προτρεπτικαὶ τοῦ ἀφεῖναι τὴν κόρην. εἶτα ὅτι ἐπανήγαγον, καὶ λαβὼν ἀπὸ τῶν λῃστῶν ἔχω παρ’ ἐμαυτῷ καὶ γαμῆσαι κωλύομαι. ΜΕτὰ τὴν κατάστασιν θήσεις τὰς τῆς ἀντινομίας χαρακτηριστικὰς πρώτας ἀντιθέσεις. τουτέστιν αὐτὴν ἀντινομίαν· οἷον, ἀλλ’ ὁ νόμος, φησὶ, τοὺς ἐπικλήρους τοῖς ἀγχιστεῦσι παρέχεται. Ἡ Λύσις ὁμοίως, ὥσπερ ἐν ῥητῷ καὶ διανοίᾳ, καὶ παντὶ ἁπλῶς ἐξ ἀντιθέσεως εὑρισκομένῳ ῥητῷ τῇ διανοίᾳ. οἷον, κατὰ συνδρομὴν πρῶτόν φημι καὶ αὐτός. ἀλλ’ ἂν μὴ προκαταβληθείσης εὐεργεσίας ὁ γάμος ἀμοιβὴ τυγχάνῃ, μηδὲ ὑπὸ τῶν λῃστῶν τις αὐτὴν ἀφέληται.
8.367 εἶτα κατασκευάσεις ταύτην τὴν διάνοιαν διὰ ποικίλων καὶ διαφόρων ἐπιχειρημάτων συστατικῶν τῆς διανοίας, τῷ λέγειν, εἰ δὲ ἐχθρὸς ἦν ὁ ἀγχιστεὺς, εἰ δὲ πλείονα εὐεργετήσας ἕτερα, εἰ δὲ καμὼν εἰς τὴν κόρην, εἰ δὲ κινδύνοις αὑτὸν παραβαλών, ὥσπερ ἐγὼ, εἰ δὲ καθάπερ ὠνησάμενός τις· ἧς ἄρα καὶ τοῦτον διὰ τὸν ἀγχιστέα ὁ νόμος ἀποστερεῖ οὐδαμῶς, ἀλλὰ δῆλον ὅτι τῷ ἀγχιστεῖ δίδωσιν. ἂν μηδὲν ἕτερον ᾖ τοῦτον ἀντιβαίνων τὸν νόμον. ΕΙτα θήσεις ἐξ ἀντιθέσεως τὴν διάνοιαν τοῦ οἰκείου ῥητοῦ. ἵνα λύσῃς αὐτὴν τῷ ῥητῷ· ἀλλ’ ὁ πατὴρ, φησὶ, τοῦ διδόναι τὴν κόρην ᾧ βούλεται κύριος μέχρις ἂν ζῇ, καὶ εἰλήφεισαν ἂν τὴν κόρην, εἰ ὁ πατὴρ περιῆν. ΛΥσεις τῷ ῥητῷ· δῆλον γὰρ ὅτι κειμένης τῆς ἀντιθέσεως διανοίας. ἡ λύσις ἂν ἐκ διανοίας ἐγένετο. οἷον, ἐκήρυξας δώσειν τῷ λυτρωσαμένῳ πρὸς γάμον, ὥσπερ τινὰ νόμον ἐπὶ τῆς θυγατρὸς τὴν ἐπαγγελίαν πεπλήρωκεν, καὶ οὐχ οἷόν τ’ ἐστιν εἰπεῖν ὅτι ζῶντος μέν ἐστιν ἡ ὑπόσχεσις κυρία, τελευτήσαντος δὲ ἄκυρος. εἰ μὲν γὰρ μηδὲ μιᾶς ἀφορμῆς ὑποκειμένης ἁπλῶς ἐπηγγείλατο, καλῶς εἶχε τοῦτο λέγειν· ἐπεὶ δὲ ἐπὶ τῷ λύσασθαι καθάπερ ἐπ’ ἔργῳ τινὶ τὸν μισθὸν τοῦτον ἐκήρυξεν, οὐχ οἷόν τε λέγειν, ὅτι ζῶν μὲν ἐνέδωκε, τελευτήσας δὲ οὐκ ἔχει τὴν ὑπόσχεσιν μένουσαν, καὶ ὅσα τοιαῦτα. Εἶτα ἐλεύσῃ ἐπὶ τὴν πραγματικὴν, ἥ τις συμπλέκεται τῇ ἀντινομίᾳ. ἀλλ’ ἔμελλον, φησὶ, κἀγὼ τὴν κόρην λύεσθαι. Ἡ Λύσις· οὐκοῦν αὐτῷ αἴτιος. καὶ τὴν βραδυτῆτα μᾶλλον μὴ τὴν ὑπόσχεσιν αἰτιῶ· εἶτα ὅτι σὺ αὐτὸς ἐμὲ κρίνεις τοῦ γάμου ἄξιον, μελλῆσαι πρὸς τὴν λύτρωσιν φάσκων· εἰ γὰρ καταμέμφῃ σαυτὸν ὡς μελλήσαντα, τί μὴ ἐπαινεῖς μᾶλλον ὡς σπουδάσαντα· εἶτα παραδείγμασιν, ὥσπερ ἂν εἴ τις ἐν ἀγωνίσμασιν, ἢ δρόμῳ τοῦ φθάσαντος τὸ ἆθλον γίνεται, καὶ ὅσα τοιαῦτα κατασκευαστικὰ τοῦ ὅτι ἄξιος μᾶλλόν ἐστιν οὗτος τοῦ γάμου ὁ ἀπολυτρωσάμενος.
8.368 ΜΕτὰ ταῦτα οἱ ἐπίλογοι προτρεπτικοὶ τοῦ δοῦναι αὐτῷ τὴν κόρην, ἔχοντες καὶ ἀποτροπήν τινα τοῦ μὴ τῷ ἀντιλέγοντι παρασχεῖν, ἐν ᾧ καὶ σχήματα καὶ ἀποτυπώσεις τοῦ γάμου, καὶ πανηγυρικὰ πολλὰ καὶ συμβουλευτικὰ τοῖς πολίταις λύεσθαι τοὺς ἐπαγγελομένους τὸν γάμον· ἐν ᾧ οὔτε ἐκεῖνοι τοῦ λύσαντος ἀστοχήσουσιν, οὔτε οἱ δεδωκότες τὰ χρήματα. ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΑΓΧΙΣΤΕΥ Σ . Ἡ κατάστασις ἔχει τὴν συγγένειαν καὶ τὰ γεγενημένα ἔν τισι διηγήμασιν. ἐπειδὴ γὰρ ἄνωθεν ἡμᾶς συνῆψε καὶ πρὸς συγγένειαν ἡ τύχη, καὶ τῆς συναφείας τοῦτο πρῶτον ἡμῖν ὁ δαίμων ἐπρυτανεύσατο, οὐκ οἶδα πῶς ὁ συγγενὴς, ὁ τῆς κόρης πατὴρ ἐκδημῆσαι πρὸ μικροῦ ἐβουλεύσατο. εἶτα ὅτι ἐξελθὼν ὑπὸ λῃσταῖς ἐγένετο. εἶτα ὅτι περὶ τῶν λύτρων γέγραφεν εἰδὼς ἀκριβῶς, ὅτι πρὸ πάντων αὐτὸς ἀπαντήσω πρὸς σωτηρίαν αὐτῷ, καὶ τὰ τοιαῦτα· εἶτα ἐρεῖς ὅτι ἐπιβουλεύοντες ἔκρυπτον, ἐσιώπων· εἷς οὗτος ἦν ὅστις πρῶτον μαθὼν ἐσπούδασεν, ὡς ἔνι μάλιστα κρῦψαι τὴν ἐπαγγελίαν, λαθεῖν ποιῆσαι τὴν συμφοράν· εἶτα πόῤῥωθέν ποθεν μαθὼν εἶπον πρὸς ἐμαυτὸν, τίς ταῦτα περὶ λύτρων οὐ δηλοῖ, τίς τῷ συγγενεῖ οὐ γράφει περὶ χρημάτων, ἀλλὰ φέρει τὴν δουλείαν ἐπαχθῶς, καὶ τὰ τοιαῦτα· εἶτα, ὅτι μέλλων καὶ παρασκευαζόμενος, εὐπρεπίσας τὰ χρήματα ἕτοιμος ἦν, ὡς δὲ λοιπὸν τῆς ἀποδημίας εἰχόμην, ἔμαθον ἐφθακέναι τοῦτον, καὶ τὸν πατέρα τῆς κόρης τετελευτηκέναι, καὶ τοῦτον εἰληφέναι τὴν παῖδα, τὴν ἐπίκληρον λοιπὸν γενομένην, καὶ τὰ τοιαῦτα.
8.369 οὕτως ὑπέστρεψα, οὕτω τὴν ἀποδημίαν ἐπέσχον, καὶ ὅσα τοιαῦτα. ΕΙτα θήσεις τὸ ῥητὸν τοῦ ἐναντίου ἐξ ἀντιθέσεως. ἀλλὰ τῷ λυτρωσαμένῳ, φησὶν, ὁ πατὴρ καθυπέσχετο δώσειν τὴν κόρην. ΛΥσεις τῇ διανοίᾳ, ὅτι αἱ τοιαῦται ἐπαγγελίαι ἀβέβαιοί εἰσι, μέχρις ἂν ζῶσιν οἱ ἐπαγγελλόμενοι· οὓς καὶ πρὸς τὴν ὑπόσχεσιν καταναγκάσαι δυνατὸν ἦν. εἶτα ὅτι ἐπηγγείλατο δώσειν πρὸς γάμον, ἂν μηδεὶς ἀντιλέγῃ τῶν συγγενῶν, καὶ ὅσα τοιαῦτα. ἐν ᾧ ὅτι ᾔδει τὸν τῶν κληρονόμων νόμον, καὶ ὅτι ἐμοὶ πρὸ πάντων ὠφείλετο τοῦ πατρὸς τελευτήσαντος. ΑΛΛ’ ἐλυτρωσάμην, φησὶ, τὴν κόρην, ὅθεν ὁ νόμος οὐκ ἀφαιρεῖταί με τοῦ γάμου. ΛΥσεις τῷ ῥητῷ. ὅτι ὁ νόμος εἶπε τοὺς ἀγχιστεῖς ἁπλῶς γαμεῖν τὰς ἐπικλήρους, οὐδὲν διορισάμενος, οὐδ’ ὑποδιαίρεσιν οὐδεμίαν καταλιπὼν, ἀλλ’ ἁπλῶς δοὺς τοῖς συγγενέσιν. καὶ τοῦτο εἰκότως. ἵνα μὴ ἁπλῶς ἑαυτὰς ἐπιδιδῶσιν αἱ κόραι ἀγνῶσιν ἀσυνήθεσιν ἀνθρώποις, τούτου χάριν τοὺς συγγενεῖς γαμεῖν τὰς ἐπικλήρους ἐκέλευσεν, ὥστε περιττὸν τὸ λέγειν ἐλυτρωσάμην. εἰ μὲν γὰρ νῦν ἐπίκληρος οὐκ ἔστι τοῦτο, εἰπέ· εἰ δέ ἐστιν ἐπίκληρος, καὶ περὶ τούτων ὁ νόμος λέγει, καὶ κηρύττει τὸν γάμον νυμφίου τὰ γράμματα, τίνος ἕνεκα σὺ φιλονεικεῖς, καὶ ὅσα τοιαῦτα.
8.370 ΑΛΛ’ ἄξιος μᾶλλόν εἰμι λυτρωσάμενος. Ἡ Λύσις, ὅτι ἔφθασας τούτου χάριν, ἵν’ ἔχῃς πρὸς ἐμὲ φιλονεικεῖν περὶ γάμου, καὶ σπουδή σοι γεγένηται τὸ λύειν. οὐ διὰ τὸν γάμον ἀληθῶς, ἀλλὰ διὰ τὴν πρὸς ἐμὲ βασκανίαν. εἶτα τοῦτο ὅτι κἀγὼ ποιεῖν ἔμελλον καὶ εὐτρεπίσθην, καὶ ὅσα τοιαῦτα. ΕΙτα ὁ ἐπίλογος, μὴ λῦσαι τὸν νόμον, μὴ ἄκυρον ποιῆσαι, μὴ διαλῦσαι τὴν συγγένειαν ὀμωμοκότας κατὰ τοὺς νόμους δικάζειν. εἶτα, ὅτι τάχα που καὶ ὁ πατὴρ ἕστηκε, καὶ ἥδεται καὶ σπεύδει τὸν συγγενῆ τὴν παῖδα λαβεῖν, καὶ ὅσα τοιαῦτα προτρεπτικὰ πρὸς τὸ δοῦναι τὴν κόρην. μὴ ἔστω δὲ ὁ ἐπίλογος χάριτος μελετητικῆς ἐκτὸς, μηδὲ διατυπώσεως τοῦ γάμου, μηδὲ γνωμῶν, ὅτι οὗτος μάλιστ’ ἔστιν ὁ ἄριστος γάμος, ὁ κατὰ τὸν νόμον καὶ τὴν συγγένειαν γιγνόμενος. καὶ διαβολὴν δὲ ἐδέχετο τοῦ ἀντιποιουμένου, καὶ ἀποτροπὴν τῶν δικαστῶν, ὥστε τῷ λυτρωσαμένῳ μὴ παρασχεῖν, καὶ ὅσα τοιαῦτα. ΤΟΝ ΦΘΟρέα μυρίας ἀποτίνειν, καὶ αἰτίας θανάτου δίκας εἶναι. Χειραγωγοῦσάν τις τὸν πατέρα πεπηρωμένον ἐβιάσατο ἁρπάσας. ὁ πηρὸς κατὰ κρημνῶν ἐνεχθεὶς ἀπέθανεν· ὁ μὲν ἀξιοῖ μυρίας ἀποτίνειν· ἡ δὲ οὐ λαμβάνουσα κρίνειν αὐτὸν αἰτίας θανάτου. Ἡ διαίρεσις· πρῶτον ὁ κατήγορος τίθησιν ἐξ ἀντιθέσεως τὸ ῥητόν· εἶτα λύει αὐτὸ τῇ διανοίᾳ, καὶ τῷ οἰκείῳ ῥητῷ. εἶτα μετὰ τὸ οἰκεῖον ῥητὸν τίθησιν ἐξ ἀντιθέσεως αὐτοῦ τὴν διάνοιαν· εἶτα λύει αὐτὴν τοῖς ὁρικοῖς λέγων, ταὐτὸν εἶναι, ὅπερ ἐκεῖνος λέγει καὶ ὁ νόμος· εἶτα ἔρχεται ἐπὶ τὰς ἐκ τῆς ὕλης ἀνατυπούσας ἀντιθέσεις.
8.371 Ἡ Κατάστασις ἔχει τὴν ἀνατροφὴν τῆς κόρης ἐν παραδρομῇ καὶ διεξόδῳ, τὴν ἐξαίφνης γινομένην συμφοράν. εἶτα τὴν χειραγωγίαν τὴν παρὰ τῆς κόρης, καὶ τὴν παρ’ αὐτῆς παραμυθίαν ἐν αὐξήσει γιγνομένην· εἶτα τὴν ἐξαίφνης ἁρπαγὴν, ἣν αὐξήσεις δεινοποιῶν· ἐν οἷς καὶ ἠθοποιΐα τοῦ πατρὸς βαρυτάτη, ὅτι ποῖος πόλεμος ἄρα, τί τὸ πραχθέν; τίς οὕτω τολμηρὸς καὶ ἀνόσιος, ὡς μόνον περιϊδεῖν πηρὸν ἀλώμενον; εἶτα τὴν ἐρημίαν αὐτοῦ, ἐν ᾗ καὶ ἑτέρα ἠθοποιΐα· πότερον βαδίσει μή που περιτύχῃ τὴν κόρην· μᾶλλον δὲ, ὅτι ἡ φωνὴ τῆς κόρης ἐξεκαλεῖτο τὸν πατέρα, καὶ τολμηρότερον πεποίηκε πρὸς τὴν συμφοράν· εἶτα ὅτι ἀκολουθῶν ἀεὶ τῇ φωνῇ, καὶ πρὸς τὴν κραυγὴν τῆς κόρης τὴν πορείαν ποιούμενος, κατὰ κρημνῶν ἐνεχθεὶς ἐτελεύτησεν· ἐν οἷς τὰ πάθη κινήσεις, καὶ τὴν συμφορὰν ὡς οἷόν τε αὐξήσεις. ΜΕτὰ τὴν κατάστασιν θήσεις πρῶτον τὰς ἀντιθέσεις νομικάς· οἷον, ἀλλ’ ἐβιασάμην, φησὶ, καὶ κατὰ τὸν νόμον δίδωμι τὰς μυρίας. ΛΥσεις τῇ διανοίᾳ· ὁ νόμος δίδοσθαι κελεύει τὰς μυρίας, ἐὰν βιάσηται κόρην ἐν πανηγύρει. μᾶλλον ἀδικῶν μὴ παραβαίνων τὸν νόμον, μηδὲ ἑτέρου αἴτιος θανάτου γιγνόμενος. ὅπερ ἐπὶ τοῦ παρόντος ἐποίησας, τὴν μὲν κόρην λαβὼν, τὸν δὲ πατέρα κατὰ κρημνῶν ἐάσας πεσεῖν, καὶ ὅσα τοιαῦτα ἀπὸ τοῦ οἰκείου νόμου κατασκευαστικά· ἐκ γὰρ τούτων καὶ τῶν τοιούτων ἅπαντα ἐποίσεις τὰ ἐπιχειρήματα. ΕΙτα θήσεις τὴν διάνοιαν ἐξ ἀντιθέσεως τοῦ ἑτέρου νόμου. ἀλλ’ ὁ νόμος φησὶ κρίνεσθαι αἰτίας θανάτου τὸν αὐτὸν, ἢ ὤσαντα, ἢ ξίφος δόντα, ἢ φάρμακον, καὶ ἐᾶσαι πηρὸν πρεσβύτην κατὰ κρημνῶν πεσεῖν. ΕΙτα τῷ συλλογισμῷ, ὅτι ἴσον ἐστὶ τούτων ποιῆσαί τι, καὶ τῆς χειραγωγοῦ ἀφελέσθαι τὸν τῶν ὀφθαλμῶν γενόμενον ἔρημον. ΕΙτα τῇ γνώμῃ τῇ τοῦ νομοθέτου· τοιγαροῦν καὶ ὁ νόμος οὐκ εἶπε τὸ, ὁ ποιήσας αἴτιός ἐστι θανάτου, ἀλλ’ ἁπλῶς ἐπὶ τῇ κρίσει τῶν πασχόντων καὶ τῶν πραγμάτων αὐτῶν πεποίηται τὴν διάκρισιν· εἶτα τῷ πηλίκῳ καὶ τῷ πρός τι· οἰκείως δὲ καὶ προςεχῶς φαίνηται διαστάσεως.
8.372 ΑΛΛη ἀντίθεσις· ἀλλ’ αὐτὸς ἑαυτοῦ αἴτιος, μὴ στὰς καὶ μείνας ἀφαιρεθείσης τῆς χειραγωγοῦ. Ἡ Λύσις· ὅτι πατὴρ ὢν, τῆς βοῆς αἰσθανόμενος ἐπέδραμεν εἰκότως ἐπιζητῶν ὑπεξελέσθαι τὴν κόρην, οἰόμενος αὐτὴν πλησίον εἶναί που, ἀφελέσθαι ταύτην βουλόμενος, καὶ ὅσα τοιαῦτα. ΑΛΛ’ ἐρασθεὶς, φησὶν, ἐποίησα. ΛΥσεις τῷ ἐναντίῳ· καί τοι οὐκ ἦν ἔρωτος ἄξιον, ἀλλ’ ἐλέου καὶ οἴκτου τὸ τοιοῦτον· κόρη παρθένος πηρὸν χειραγωγοῦσα τὸν φύσαντα· εἰ δὲ ἀληθῶς ἔρως ἦν, ἔδει τῷ πατρὶ προςελθεῖν, πρὸς γάμον αἰτήσασθαι, ἐκλιπαρῆσαι, πεῖσαι, ὡς ἔνι μάλιστα, καὶ βιάσασθαι, καὶ ὅσα τοιαῦτα. Ὁ Επίλογος προτρεπτικὸς εἰς τιμωρίαν, ὡς ἀσελγοῦς, ὡς ὑβριστοῦ, ὡς μηδὲν ἀνθρώπινον ἐπιδεικνυμένου. εἶτα ἡ διατύπωσις οἵα ἦν ἀποσπωμένη ἡ παῖς, οἷα ἔλεγεν. ὁ δὲ οἷος ἦν θαῤῥῶν τῷ πλούτῳ, καὶ ταῖς μυρίαις, καὶ τῇ περὶ αὐτὸν δυνάμει, καὶ ὅσα τοιαῦτα. τούτου μέμνησο τοῦ ἐπιχειρήματος, ὅτι τούτου φυλαχθέντος τοῦ νόμου, κἀκεῖνός ἐστι κύριος. καὶ ἐκ τοῦ ἐναντίου, ὅτι τούτου παραβεβασμένου τοῦ νόμου, κἀκεῖνος παραβέβασται. χρησιμώτατον γὰρ καὶ ἀναγκαῖον τὸ τοιοῦτον ἐπιχείρημα ταῖς ἀντινομικαῖς. ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΒΙΑΣΑΜΕΝΟΣ. Ὁ βιασάμενος ἐν τῇ καταστάσει συστήσει ἑαυτοῦ τὸ πρόσωπον. ταύτῃ δὲ τοῦτο ποιήσει, ἐπιεικῆ καὶ πρᾷον ἐκ τῶν βεβιωμένων ἐπιδεικνύων· τὴν δὲ βίαν ταύτην οὐ δι’ ἀσέλγειαν, οὐδὲ ὕβριν, ἀλλὰ δι’ ἔρωτα μᾶλλον πεποιηκέναι ἐνδεικνύμενος καὶ σύνοικον ἔχειν βουλόμενος· εἶτα διοικήσεται τὴν ἁρπαγὴν οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν πεποιῆσθαι· ἀλλ’ εἰδὼς ὡς οὐδὲν ὀνήσει προςιὼν, παρακαλῶν, καὶ ὅσα τοιαῦτα.
8.373 εἶτα ὅτι θεασάμενος αὐτὴν ἐπὶ πλέον παρώξυμμαι· ἐν οἷς ἐρεῖς καὶ γνωμικὰ, ὅτι ἐν τῇ θέᾳ ἔρως ἐστί. καὶ ἐπιθυμία φαινομένης τῆς ἐρωμένης πέφυκεν αὔξεσθαι· ὅτι ἔλαβον, ἐβιασάμην, δίδωμι κατὰ νόμον τὰς μυρίας. ΕΙΤΑ θήσεις διάνοιαν τούτου· ἀλλ’ ὁ νόμος, φησὶ, τὰς μυρίας ἐπὶ βίᾳ μόνῃ προςέταξεν. Ἡ λύσις τῷ ῥητῷ, ὅτι οὐ διῄρηταί τι τοιοῦτον οὐδὲν, οὐδὲ γέγραπται πῶς διδόναι, ἢ πότε μὲν δώσομεν, πότε δὲ μὴ, ἀλλ’ ἁπλῶς εἴρηται τὰς μυρίας διδόναι τὸν βιασάμενον, καὶ ὅσα τοιαῦτα. εἶτα πάλιν ἔπαγε τὸν νόμον. ἐγὼ ἐβιασάμην, δίδωμι κατὰ νόμον τὰς μυρίας. Εἶτα θήσεις τὸν ἐναντίον νόμον ἐξ ἀντιθέσεως. ἀλλ’ αἴτιος γέγονας θανάτου, χειραγωγοῦσαν τὴν κόρην ὑφελόμενος, καὶ κριθήσῃ κατὰ τὸν νόμον. Ἡ Λύσις ὁρικὴ, ὅτι οὐ γέγονεν αἴτιος θανάτου τῷ πατρί. αἴτιος γάρ ἐστιν ὁ δοὺς τὸ ξίφος, ὁ φάρμακον, ἢ ὤσας κατὰ βάθρου, καὶ ὅσα τοιαῦτα. Εἶτα κατασκευάσεις τοῦτο ὁρικῶς, [ὅτι πολὺ τοῦτο τοῦ πραχθέντος κατασκευάσῃ τοῦτο ὁρικῶς·] ὅτι οὐκ ἔστι τοῦτο αἴτιον θανάτου· εἶτα συλλογιστικῶς, ὅτι πολὺ τοῦτο τοῦ πραχθέντος ἀληθῶς αἴτιον θανάτου εἶναι κεχώρισται. εἶτα ὅτι οὐδὲ ὅλως δεινὸν τοῦτο, καὶ ὅσα τοιαῦτα. Ἀλλ’ ἐπικουρῆσαί μοι βουλόμενος ἐβάδισεν. Ἡ Λύσις ἀπὸ τοῦ πάθους· ποία ἦν ἡ ἐπικουρία δυνατὴ μὴ ὁρῶντι ἀνθρώπῳ καὶ αὐτὸν ἐπιγνῶναι τὸ πάθος, καὶ ὅσα τοιαῦτα. εἶτα ὅτι ἔδει αὐτὸν ἐννοῆσαι ἰδεῖν, ὅτι οὐχ οἷόν τέ ἐστιν ἐρῶντος ἀνδρὸς ἀφελέσθαι τὴν κόρην, καὶ ὅτι οὐδ’ εἰ ἑώρα δυνατὸς ἂν ἐγένετο βιάσασθαι τὸν ἔρωτα. ἐν ᾧ ὅτι μέγας καὶ ἰσχυρὸς οὗτος ὁ θεός ἐστιν ὁ ἐπεγείρων πρὸς τὰ ἐπιχειρήματα, καὶ ὅτι τῶν ἐρώντων οὐδεὶς ὡς ἐνθουσιώντων περιγίνεται. ΑΛλ’ ἐχρῆν, φησὶν, ἀνακοινώσασθαι τῷ πατρί.
8.374 Ἡ Λύσις ὅτι ἐφοβήθην ἀποτυχεῖν, καὶ τὰς τῶν παρακαλουμένων εἶδον ἀνατάσεις, καὶ ἐνενόησα ὅτι παρακαλέσας καὶ ἀποτυχὼν φυλάττειν αὐτὸν ποιήσω ἐπὶ πλέον τὴν κόρην, καὶ ὅτι οὐκ ἔτι οἷός τε ἦν οὐδὲ τοῦτον αὐτὴν τὸν τρόπον λαβεῖν, καὶ τὰ τοιαῦτα. Ὁ ἐπίλογος ἔχει πάθος τοῦ πατρός. ἔχει δὲ καὶ προτροπὴν τοῖς δικασταῖς ὡς συγχωρῆσαι αὐτῷ, δοῦναι τὰς μυρίας ἀντὶ προικός. εἶτα πρὸς τὴν κόρην καὶ τοὺς δικαστὰς περὶ ταφῆς τοῦ πατρὸς διαλέξεται, καὶ ὅτι κοινῇ τοῦτον δακρύσωμεν, ὁμοῦ τοῦτον θρηνήσωμεν, τάφον ἐγείρωμεν ἐπίσημον, ἐπιγράψωμεν αὐτῷ ἐπιγράμματα, ὡς τυφλὸς ἦν, καὶ διὰ βίαν τινὸς τοιαύτην ἔσχε τὴν τελευτήν. ΠΑΙΔΕΣ ΥΒΡΙΖΟΜΕΝΟΙΣ ΤΟΙΣ Πατράσι βοηθείτωσαν· καὶ τῷ ἀτίμῳ μὴ μετεῖναι δίκας. Ἀτίμῳ τυπτομένῳ ὁ υἱὸς ἐπαμύνας, κρίνεται ὕβρεως ὁ παῖς. Ἡ συνεζευγμένη στάσις τῇ ἀντινομίᾳ τυγχάνει μεταληπτικὴ, τοῦ παιδὸς λέγοντος· οὐκ ἔστιν αὕτη ἡ δίκη, ἧς τὸν πατέρα ἀπείργει ὁ νόμος. οἷον τὸ ἐπαμῦναι, ἀλλὰ τὸ μὴ δέχεσθαι ἐν δικαστηρίῳ τιμωρίαν. διὸ καὶ ἡ κατάστασίς ἐστιν ἐν αὐτῷ πολλὴν ἔχουσα διάθεσιν αὐτοῦ πρὸς τὸν πατέρα, καὶ στοργὴν ἐκ τῆς ἀνατροφῆς, ἐκ τῆς παιδείας, ἐκ τῆς ἄλλης παιδεύσεως, εἶτα ὅτι κατ’ ἐπιβουλὴν αὐτῷ τινες βασκαίνοντες ἄτιμον αὐτὸν πεποιήκασιν, ἵνα μὴ πολιτεύηται, ἃ καὶ διόλου οἰκονομήσεις ἐν τῇ καταστάσει· ὅτι εὔνους, ὅτι τηρῶν τοὺς νόμους, ὅτι δημοτικώτατος· διὸ καὶ παρὰ τῶν ἄλλων πολιτευομένων ἠτίμωται· ὧν εἷς καὶ οὗτος. εἶτα ὅτι ὑβριζόμενον αὐτὸν οὐ περιεῖδον, ἀλλ’ ἐπήμυνα κατὰ τὸν νόμον, καὶ ἐβοήθησα τῷ πατρί· εἶτα λήψῃ τὸν δι’ ἐναντίας νόμον ἐξ ἀντιθέσεως.
8.375 ΑΛλ’ ἐπήμυνας, φησὶ, τῷ πατρὶ δίκης τοῦ νόμου τοὺς ἀτίμους ἀποστερήσαντος. ΛΥσεις τῇ διανοίᾳ· τίνα δίκην ὁ νόμος λέγει, τὴν ἐν τοῖς δικαστηρίοις, τὴν ἐν ταῖς κρίσεσι καὶ κατηγορίαις, οὐχὶ τὴν παρὰ τοῦ παιδὸς βοήθειαν; εἶτα ὁρικῶς, ὅτι βοήθεια τοῦτο, οὐχὶ δίκη· εἶτα ἐπάγεις καὶ τὸν οἰκεῖον νόμον· τοιγαροῦν τοῦτο εἰδὼς ὁ νομοθέτης, ὅτι δίκη αὕτη οὐκ ἔστιν, ἕτερον νόμον τὸν κελεύοντα ἐπάναγκες εἶναι βοηθεῖν τῷ πατρί. Εἶτα θήσεις τούτου τοῦ νόμου τὴν διάνοιαν ἐξ ἀντιθέσεως. ἀλλ’ ὁ νόμος βοηθεῖν εἶπε τοῖς πατράσιν ἐντίμοις οὖσιν οὐκ ἀτίμοις. Ἡ ΛΥσις ὅτι οὐ τοῦτο μόνον ἐστὶ βοηθεῖν, ἀλλὰ ὑβριζομένοις βοηθεῖν. Εἶτα οὐδὲ διῄρηκεν ὁ νόμος πῶς δεῖ βοηθεῖν, ἢ πότε, ἀλλ’ ἁπλῶς βοηθεῖν. Φανερὰ δὲ ἡ λύσις ἐκ τοῦ προτέρου ζητήματος. εἶτα ὅτι καὶ ᾔδειν, ὅτι μάλιστα φυλάξας τὸν νόμον, ἕτερον οὐ παραβήσομαι. βοηθήσας γὰρ τῷ πατρὶ οὐδεμίαν παράβασιν ἑτέρου νόμου ἐποιούμην, καὶ ὅσα τοιαῦτα. ΑΛλ’ ἔδει παρακαλεῖν ὑπὲρ τοῦ πατρὸς, καὶ τοῦτον αὐτὸν βοηθεῖν τὸν τρόπον. Ἡ ΛΥσις ἀπὸ τοῦ πράγματος, ὅτι πατὴρ ὢν ὑβριζόμενος, τυπτόμενος, εἰς ὀργὴν, εἰς παροξυσμόν με κεκίνηκε, καὶ τὰ τοιαῦτα. Ὁ ἐπίλογος συμβουλευτικὸς περιϊδεῖν τὸν πατέρα, μὴ καταφρονῆσαι τῆς φύσεως· ἐν οἷς πολλοῖς ὑμῶν παῖδές εἰσιν, πολλοῖς δὲ καὶ πατέρες δικάζουσιν. καὶ ὅτι ἐννοεῖν τὴν φύσιν ἀκόλουθον· ἐν οἷς θήσεις καὶ διατύπωσιν τῆς ὕβρεως, τῶν πληγῶν, τῆς ἀτιμίας, καὶ τῶν τοιούτων. εἶτα καὶ ἐς ἔλεον ἐκκαλέσεις τὸν δικαστὴν μὴ διπλαῖς αὐτὸν περιβαλεῖν τιμωρίαις, μιᾷ μὲν τῇ τοῦ πατρὸς ἀτιμίᾳ, ἃ παθητικῶς διέξελθε. ἑτέρᾳ δὲ τῇ αὐτοῦ τιμωρίᾳ. ἀλλὰ δείξει κἂν ἄτιμοί τινες ὦσιν, οὐ πάντη τῆς ἀπὸ τῶν νόμων φιλανθρωπίας ἐστέρηνται, καὶ ὅσα τοιαῦτα. εἶτα ὅτι ποίας ἀπέδωκα τῷ πατρὶ τὰς ἀμοιβὰς, τῶν τροφῶν, τῆς παιδεύσεως, εἴπερ εἶδον αὐτὸν ὑβριζόμενον.
8.376 καὶ ὅτι πλείστη ἂν κατ’ αὐτοῦ διαβολὴ κατὰ τὴν πόλιν ἐγένετο, καὶ ὅτι εἶπον ἄν τινες καὶ πατραλοίαν με ὡς ἀληθῶς, ὅτι τυπτόμενον τὸν πατέρα παρεῖδον, καὶ ὅσα τοιαῦτα. νῦν δέ με κἂν τιμωρήσησθε, φέρω καὶ ταύτην ὑπὲρ τοῦ πατρὸς τὴν τιμωρίαν. ὑπομενῶ τὴν ψῆφον διὰ τὴν δίκην, καὶ ὅσα τοιαῦτα. ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΚΑΤΗΓΟΡΟΣ. Ἡ κατάστασις καταφορικὴ τοῦ βίου, τῆς πράξεως τοῦ πατρὸς, καὶ ὅτι ἀξίως διὰ τὴν αὐτοῦ προαίρεσιν ἠτίμωται. τοιγαροῦν οὐκ ἐσωφρονίσθη οὐδὲ μετὰ τὴν τιμωρίαν, ἀλλ’ ἐπιμένει κατὰ τῶν πολιτῶν. θρασύνεται γοῦν ὡς καὶ κατ’ ἐμοῦ ἐθρασύνετο. εἶτα εἰδὼς ὅτι χαλεπὸν ἡ ὕβρις ἐλευθέρῳ ἀνδρί· εἶτα λέγεις, ὅσα ἐν τῷ κατὰ Μειδίου περὶ τῆς ὕβρεως· ὅτι κινεῖ, ἐξίστησιν ἀνθρώπους ἀήθεις ὄντας τοῦ προπηλακίζεσθαι. τοιγαροῦν αὐτὸν ἠμυνόμην ἀδικοῦντα, ὑβρίζοντα, ὃ δὲ δέον ἐπισχεῖν τὸν πατέρα, κωλῦσαι προπετευόμενον· ἐπεξῆλθεν, ὕβρισεν, δεινότερά μοι τοῦ πατρὸς παρέσχετο, εἶτα ἀκολούθως θήσεις τὸν νόμον. Αλλ’ ὁ νόμος, φησὶν, ἐπάναγκες εἶπεν, βοηθεῖν τῷ πατρί. ΛΥσεις τῇ διανοίᾳ, ὅτι ἐν πολέμῳ καὶ οὐκ ἐν εἰρήνῃ. καὶ ἐπιτίμοις οὖσιν οὐκ ἀτίμοις, καὶ ἀδικουμένοις, οὐκ ἀδικοῦσιν ἅπαντα κατασκευάσει παραδειγματικῶς· καὶ πρὸς τούτοις ἐρεῖς, ὅτι καὶ ταῦτα δεῖ ποιεῖν, μὴ παραβαίνοντα νόμον ἕτερον· νῦν δὲ αὐτὸς παραβέβηκας· τοῦ γὰρ νόμου λέγοντος μὴ μετεῖναι δίκης τοῖς ἀτίμοις αὐτὸς ἐβοήθησας, καὶ τὰ τοιαῦτα. Εἶτα ἀντιθήσεις τούτου τοῦ νόμου τὴν διάνοιαν· ἀλλὰ δίκην ὁ λόγος λέγει τὴν τιμωρίαν.
8.377 Ἡ ΛΥσις ὅτι οὐ τὴν τιμωρίαν μόνην λέγει· ἀλλὰ καὶ τὴν ἐκδικίαν καὶ τὴν βοήθειαν, καὶ ὅτι τοιοῦτον οὐδὲν διῄρηται ἐν τῷ νόμῳ, καὶ ὅτι εἰ τοῦτο ἦν ἀληθὲς, καὶ τίς ἐν δικαστηρίῳ τιμωρίας ἀποστερεῖ τοὺς ἀτίμους; εἶπεν ἂν σαφῶς καὶ διαῤῥήδην ὃ βούλεται. νῦν δὲ τὴν κοινῶς καὶ κατὰ πάντων εἰπεῖν, καὶ τῆς τοιαύτης δίκης ἀποστερῶν τοὺς ἀτίμους ἐλέγχεται, καὶ ὅσα τοιαῦτα. εἶτα ὁρικῶς κατασκευάσεις ὅτι τοῦτο μάλιστά ἐστιν ἡ τιμωρία. ΜΕτὰ ταῦτα θήσεις συγγνωμονικὴν ἀντίθεσιν. ἀλλ’ ἠλέησα, φησὶ, τὸν πατέρα τυπτόμενον. ΛΥσεις ὅτι εἰ ἠλέεις τὸν πατέρα, ἐζήτεις ἂν ὅπως παύσει τὴν ὕβριν· οὐχὶ πλείονα τὸ ἐπαμύνειν κατ’ αὐτοῦ παρεσκεύαζες, καὶ εἰ ἠλέεις ἐμὲ ἠξίους καθυφεῖναι, καὶ εἰ ἠλέεις αὐτῷ παύσασθαι συνεβούλευες. Ἐπίλογοι καταφορικοὶ, ὅτι παραπλήσιος οὗτός ἐστι τῷ πατρὶ, καὶ ἐὰν μὴ δῷ τιμωρίαν, πλείονα καθ’ ἡμῶν ποιήσει κακὰ, ἢ ὁ πατὴρ πεποίηκε, καὶ τὰ τοιαῦτα. ΑΜΦΙΒΟΛΙ Α . Ἡ ἀμφιβολία ὁμοίως ταῖς ἄλλαις διαιρεῖται διάνοιαν, τί μᾶλλον ἠθέλησεν εἰπεῖν. Λέοντι πάντα ἢ Πανταλέοντι τἀμαυτοῦ καταλιμπάνω. εἶτα καὶ τὴν ὕλην ταῖς ἐμπιπτούσαις ἀντιθέσεσιν. ἐνίοτε δὲ οὐδεμίαν τιθεὶς ἀναφαίνεται, ἐνίοτε δὲ καὶ τοῖς τελικοῖς διαιρεῖται τοῦτο μᾶλλον συμφέρον ὑμῖν. καὶ τοῦτο μᾶλλον δυνατὸν ἢ ἐκεῖνο· ὡς ἐπὶ τὸ, Τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. καὶ τοῦ μὲν τὰς τριήρεις, τοῦ δὲ τὴν ἀκρόπολιν τειχίζειν βουλεύοντος, ἐν τοῖς Μηδικοῖς ἔχρησεν ὁ θεός. Τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς· καὶ ὁ μὲν συμβουλεύει τὰς ναῦς.
8.378 ὁ δὲ ξυλίνῳ τείχει τειχίζειν τὴν ἀκρόπολιν. ἡ ἀμφιβολία τὰ ῥητὰ ἐν αὐτῇ στοχαστικῶς ἔχει κατασκευαζόμενα. εἶτα μέχρι τούτων ἵσταται τὸ ζήτημα τῆς ὕλης, μηδεμίαν ἐχούσης ἀντίθεσιν. ἢ ὥσπερ καὶ τοῖς ἄλλοις ἐκ τῶν λογικῶν, καὶ ἐκ τῆς πραγματευτικῆς. ὥσπερ ἐνταῦθα τοῦτο συμφορώτερον μᾶλλον ἢ ἐκεῖνο· καὶ τοῦτο δίκαιον μᾶλλον ἢ ἐκεῖνο, καὶ ὅσα τοιαῦτα. οἷον, ὡς ἐπὶ τοῦ προκειμένου ζητήματος. μετὰ τὴν κατάστασιν ἥ τις ἔχει τὴν διαίρεσιν φανερὰν, τὰ γὰρ μὴ δίκαια ἔστι καὶ φόβος. εἶτα ἡ ἐρώτησις ἡ εἰς τὸν θεόν· εἶτα ὁ χρησμός· ἐρεῖς προηγουμένως, ὅτι τὰς τριήρεις ὁ θεὸς εἶπε· ξύλινον γὰρ τεῖχος αἱ τριήρεις. ΕΙΤΑ ἀντίθεσιν τιθεὶς τὸ ἕτερον ῥητὸν οὐκ εἶπε, φησὶ, τὰς τριήρεις ὁ Πύθιος, ἀλλὰ φράξαι ξυλίνῳ τείχει τὴν ἀκρόπολιν. καὶ γὰρ προτοῦ ξυλίνῳ τείχει ἐπέφρακτο. Ἡ Λύσις στοχαστική. ὅτι τοῦτο οὐκ εἶπεν ὁ θεός· οὐδὲν γὰρ ἡμῖν τοῦτο τὸ τεῖχος χρησιμεύει εἰς τὸν πόλεμον· φανερὰ δὲ ἡ διασκευὴ τῆς λύσεως· τί γὰρ ἡμῖν τοῦτο τὸ τεῖχος χρησιμεύει τῆς θαλάσσης ἀνῃρημένης; τῶν ὅρων κατεσκευασμένων; τῶνδε πραχθέντων καὶ τῶνδε; εἶτα διασύρων τὸ τεῖχος τῆς ἀκροπόλεως. καὶ ὅτι οὐ δυνατὸν ἀντισχεῖν πρὸς τοσαύτην τοῦ βαρβάρου παρασκευήν· πρὸς τί γὰρ ἀντιβῆναι δυνήσεται, πρὸς πῦρ, πρὸς μηχανήματα; καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις πάλιν ἑτέραν ἀντίθεσιν. ἀλλ’ ἐργῶδες, τὸ τριήρεις κατασκευάσαι, καὶ καμάτου πολλοῦ καὶ τῶν τοιούτων. Ἡ Λύσις ὅτι οὐ δεῖ ζητεῖν εἰ ἐργῶδες, ἀλλ’ εἰ τοῦτο δυνησόμεθα τοῦ βαρβάρου κρατῆσαι. Ο Επίλογος προτροπὴν ἔχει ἐπὶ τὰς ναῦς, καὶ διατυπώσεις τὰς μάχας καὶ στοχαστικὰ πολλά. ὅτι οἱ θεοὶ συμμαχήσουσιν ἡμῖν· ἐκ μὲν τῆς πόλεως Ἀθηνᾶ, ἐκ δὲ τῆς Ἐλευσῖνος ἡ Δημήτηρ καὶ ὁ Ἴακχος· ἐκ Δελφῶν ὁ Πύθιος, καὶ τοῖς τοιούτοις.
8.379 ἐρεῖς καὶ οἷα ἔσται καὶ μετὰ τὴν νίκην τὰ πράγματα, καὶ ὅτι τὴν ἡμετέραν γνώσονται σύνεσιν ἅπαντες Ἕλληνες, καὶ οἷον σχήσομεν φρόνημα, καὶ τὰ τοιαῦτα. ΕΙτα ὁ συλλογισμὸς κατὰ τὴν διαίρεσιν, οὐδὲν διαφέρει τοῦ ὅρου πλὴν τοῦτο· ὅτι ἐν ἀρχῇ εὐθὺς τὸν συλλογισμὸν πρῶτον τίθησιν; ἴσον λέγων εἶναι τοῦτο ἐκείνῳ· εἶτα ὅτι ταὐτόν ἐστι καὶ ὁ νόμος τοῦτο λέγει. εἶτα τῷ πηλίκῳ, εἶτα τῷ πρός τι. ἐρεῖς οὖν ὅτι ἴσον ἐστὶ τὸ πραχθὲν τῷ ὑπὸ τοῦ νόμου εἰρημένῳ· εἶτα ὅρος, ὅτι ταὐτόν ἐστι τοῦτο ἐκείνῳ· εἶτα γνώμην νομοθέτου· ὅτι τῇ διανοίᾳ ταύτῃ ἔθηκε τὸν νόμον, ἵνα καὶ οἱ ἐκ πόνου κωλύωνται. εἶτα ἡ πηλικότης. εἶτα τὸ πρός τι· μεθ’ ἃ ζητήσεις, μή τις ἂν τῆς ὕλης ἐμπίπτῃ ἀντίθεσις· ἐνίοτε γὰρ εὑρήσεις καὶ συγγνωμονικὴν, καὶ μεταληπτικὴν, ἤ τινα τῶν λογικῶν μίαν ἢ δευτέραν γιγνομένην ἀντίθεσιν· ἃς χαρακτῆρι ὑποβαλεῖν χαλεπὸν, ἅπερ οὐ τῆς τῶν πραγμάτων ὑπαρχούσης περιστάσεως· καὶ τῆς ὕλης μόνης τὴν τῶν ἀντικειμένων εὕρεσιν παρεχούσης τοῖς δυναμένοις ἐνορᾷν τὴν τῶν ὑποκειμένων πραγμάτων πλοκήν. τέμνε δὲ ἐπὶ παραδειγμάτων τὸν συλλογισμόν. ὁ ἄρχοντα τύψας ἀποτιννύτω μυρίας· ὁ ἰδιώτην χιλίας· ἄρχων ἄρχοντα ἔτυψε. καὶ ὁ μὲν αἰτεῖ μυρίας· ὁ δὲ χιλίας δίδωσιν· ἡ κατάστασις ἡ τοῦ κατηγόρου ἔχει τὴν γνώμην τῶν θεμένων τὸν νόμον τὸν περὶ τῶν πληγῶν, καὶ τὴν διαφοράν· τίνος ἕνεκεν ἐπὶ μὲν ἰδιώτου χιλίας ἔταξεν, ἐπὶ δὲ ἄρχοντος μυρίας· καὶ ἐρεῖς, ἵνα ἡ πόλις πανταχόθεν καθαρεύῃ τῆς ὕβρεως· εἶτ’ ἐπὶ πολὺ τοῦτον ἐπαινέσας τὸν νόμον, καὶ εἰπὼν, ὅτι οὔτε ἡ πόλις τῶν ὕβρεων καθαρὰ, οὔτε οὐδὲν ἀλλήλους διατιθεμένων, ὧν κρατήσαντες οἱ πολέμιοι.
8.380 μεταβαίνεις ἐπὶ τὴν ὑποκειμένην περίστασιν. ἐρεῖς γὰρ, ἀλλὰ νῦν οὐκ οἶδα πῶς ὁ χρηστὸς οὑτοσὶ φέρων τὸ κοινὸν τῆς δημοκρατίας ἀξίωμα καταφρονήσαντος τοῦ νόμου· ὑπεριδὼν τοῦ γράμματος εἰς τὰς ὕβρεις, χορηγῷ μόνῳ χρησάμενος τῷ πλούτῳ ἐτύπτησε, πληγὰς ἐνεφόρησε, προπηλακίζων τὸ σῶμα διέτριβε τῷ σχήματι, τῷ βλέμματι, τῇ πληγῇ πᾶσαν αἰκίαν ὑποβαλλόμενος· εἶτα προηγουμένως κατασκευάσεις καὶ τὸ ῥητόν. παρατηρητέον γὰρ τοῦτο ἀεὶ ἐν τῷ συλλογισμῷ, ὅτι προηγουμένως τὸ ῥητὸν κατασκευάζεται ἀεὶ τοῦ κατηγόρου καὶ τοῦ φεύγοντος. οἷον εἶτα τοῦ νόμου σαφῶς εἰπόντος μυρίας διδόναι τῷ ἄρχοντι χεῖρας ἀδίκους ἐπενεγκόντα. καὶ τοῦ γράμματος πρόςτιμον ὡρισμένον ἐπὶ τῶν ἀρχόντων διατυπώσαντος· οὕτως ἀντὶ τῶν μυρίων χιλίας ἀποτιννύειν προῄρηται. οὐχ ὡς ἰδιώτην, ἀλλ’ ὡς ἄρχοντα πατάξας· ὡς ἕνα τινὰ τῶν ὀλίγων· ἀλλ’ οὐ τὸ κοινὸν ἀξίωμα τῆς πόλεως περικείμενον. καὶ δευτέραν παρανομίαν ἐπὶ μαρτύρων ἐργάσεσθαι βούλεται. πρότερον παραβὰς τῇ προπετείᾳ τὰ γράμματα. νῦν δὲ ἐφ’ ἡμῶν τῷ προςτίμῳ, ἰδιώτην ἐμφαίνων τὸν τὴν ἀρχὴν ταύτην παρ’ ἡμῶν ἐμπεπιστευμένον, καὶ ὅσα τοιαῦτα. ΕΠιχειρήσεις δὲ καὶ ἐκ τοῦ ἐναντίου. ὅτι εἰ αὐτὸς ἦν ὑβριστὴς, πῶς ἂν εἰςῆλθε τὴν γραφήν; πότερον τὰς χιλίας ἢ τὰς μυρίας ἂν προετίμησε; καὶ ὅλως ἀγωνιστικώτερόν ἐστι τὸ κεφάλαιον· διὸ καὶ πολλῶν εὐπορήσεις ἐπιχειρημάτων μετὰ τὸ προηγούμενον. λέγε δὲ τὴν τοῦ ὁριστικοῦ κατασκευὴν, ἔρχῃ ἐπὶ τὰ ὁρικά· τὸν αὐτὸν τρόπον φύσεως ἔργον ἐργαζόμενος. οὐδὲν γὰρ διαφέρει, κατὰ τὴν ἐργασίαν τὰ κεφάλαια.
8.381 πρῶτον οὖν θήσεις τὸν συλλογισμὸν διπλοῦν, ἀλλ’ οὐδὲν διαφέρει ὑπὸ ἰδιώτου τυπτηθῆναι καὶ ἄρχοντος· ἢ οὕτως· ἀλλ’ ἴσον ἐστὶν ἰδιώτην ἄρχοντα τυπτῆσαι, καὶ ἄρχοντα ἄρχοντα. Ἀλλὰ τετύπτηκα, φησὶν, ἄρχων τυγχάνων τὸν ἄρχοντα. Ἡ Λύσις συλλογιστική· ὅτι οὐκ ἔστι ταὐτὸν ἰδιώτης καὶ ἄρχων. καὶ ὁ μὲν τὴν ἰδίαν ἔχει τύχην, ὁ δὲ τὴν κοινὴν τῆς πόλεως, καὶ τὸ ταύτης ἀξίωμα· καὶ ὅτι ἄρχοντα ἐτύπτησας καθ’ οὗ καὶ τὰς μυρίας ὀφείλεις, καὶ ὅσα ἐν συλλογισμῷ, δεικνὺς ὅτι οὐκ ἔστι ταὐτό· εἶτα ἐπὶ τὸν ὅρον, ὅτι ταὐτόν ἐστιν· ὁμοίως γὰρ παισθῆναι ἐστὶ καὶ τὴν αὐτὴν ὑπομένει ὕβριν ὁ ἄρχων. καὶ οὐδ’ εἰ ἰδιώτης ἦν ὁ τυπτήσας, ἄλλη ἂν ἡ ὕβρις ἐγένετο, ἐπὶ δὲ ἄρχοντος ἄλλη, ἀλλ’ ἡ αὐτή ἐστι, καὶ τὸ πραχθέν ἐστι τὸ αὐτό. εἶτα γνώμη νομοθέτου. καὶ ὁ νόμος εἶπε τὸν ἄρχοντα τυπτήσαντα διδόναι μυρίας, οὐκ εἰπὼν, οὐδὲ περιεργασάμενος, πότερον ἰδιώτης ἐστὶν ἢ ἄρχων. καὶ ἂν μὲν ἰδιώτης, διδότω τὰς μυρίας· ἂν δὲ ἄρχων, διδότω χιλίας· ἀλλ’ αὐτὸς ὁ πρὸς τὸν ἄρχοντα τυπτήσας διδότω μυρίας. καί τοι εἶχεν, ὡς σὺ φῂς, διαφορὰν, προςέγραψεν ἂν τοῦτο ὁ νόμος. καὶ ἐπὶ μὲν τῶν ἄλλων ἐτίθει τὴν διαφορὰν, καὶ ἔταττεν ἰδιώτῃ ὑβρισθέντι τοσόνδε πρόστιμον, ἄρχοντι δὲ τοσόνδε· ἐπὶ δὲ τοῦ παρόντος οὐκ ἐτίθει τὴν διαφοράν. ἀλλ’ εἰδὼς ὅτι οὐδὲν διαφέρει ὑπὸ ἄρχοντος ὑβρισθῆναι, ἢ ὑπὸ ἰδιώτου τὸν ἄρχοντα, εἶπε τὸν ἄρχοντα τυπτήσαντα διδόναι μυρίας· καὶ ὁ νόμος οὐ πρὸς τὴν γῆν, ἀλλὰ πρὸς τὰς πληγὰς ἀπεῖδεν. εἶτα ἡ πηλικότης, ὅτι δεινὸν ἡ πληγή· καὶ τούτου τι χαλεπώτερον οὐκ ἂν γένοιτο. καὶ ἐρεῖς πάντα τὰ τὴν πηλικότητα κατασκευάζοντα ἐπιχειρήματα.
8.382 ταῦτα δὲ φανερὰ ἐκ τῶν ὁρικῶν, καὶ τῆς Πορφυρίου τέχνης. εἶτα τὸ πρός τι, ὅτι χαλεπώτερόν ἐστι τὸ ὑπ’ ἄρχοντος τυφθῆναι, ἢ ὑπὸ ἰδιώτου. ὁ μὲν γὰρ οὐ τολμᾷ, ἢ τολμήσας εὐθὺς δώσει τὴν δίκην· ὁ δὲ ἄρχων καὶ ἰσοτιμίᾳ θαῤῥῶν, καὶ ἐπιμένει καὶ ἐπαύξει τὸ δεινὸν, καὶ οὐδὲ παραχωρεῖ, οὐδὲ παύεται, ἄχρις ἂν κόρον λαβὼν τοῦ προπηλακίζειν τὸν ἄρχοντα ἀνύσει τὸ σπουδαζόμενον, καὶ ὅσα τοιαῦτα. εἶτα ἀντίθεσις συγγνωμονική. ἐπειδὴ γὰρ πληγαί εἰσι, δῆλον ὅτι πᾶς ὁ πληγὰς ἐπιφέρων ὀργῇ τοῦτο ποιεῖ. Καίτοι τοιαύτην θήσεις ἀντίθεσιν· ἀλλ’ ὀργῇ, φησὶ, τοῦτο τετόλμηκας. Ἡ Λύσις μεταληπτική· πρῶτον δὲ κατὰ ἀναίρεσιν θετικῶς· ὅτι ἔδει οὐδ’ ὅλως ἀγανακτεῖν· οὐδὲ ἐπὶ τοσοῦτον ἐργάζεσθαι, ἄχρις ἂν πληγῇ διαλύσῃ τὴν ὁρμήν· οὐδὲ ὅλως προςῆκον κατὰ ὁμοφύλου τοιούτῳ πάθει κατέχεσθαι· πολλῷ δὲ πλέον καὶ κατὰ ἀρχόντων. εἶτα τὸ μεταληπτικόν. εἰ δὲ ὅλως ὀργὴ πρὸς ταύτην ἐκίνησε τὴν ἀγανάκτησιν, ἔδει κατηγορεῖν, ἔδει προςιέναι τῷ δήμῳ, ἔδει κατ’ ἐμοῦ συγκροτεῖν δικαστήριον, καὶ ὅσα τοιαῦτα. Ὁ Ἐπίλογος καταφορικὸς, ὡς κατατυπτήσαντος, ἔχων καὶ διατύπωσιν τῶν πληγῶν. ΕΙΣ ΤΟ ΕΝΑΝΤΙΟΝ Ο ΑΠΟΛΟΓΟΥΜΕΝΟΣ. Ὁ ἀπολογούμενος, τουτέστιν ὁ ἄρχων, ἐπιεικῆ ἑαυτὸν ἐπιδείξει καὶ πρᾷον, καὶ ἐπὶ μεγίστων, θρασὺν δὲ καὶ δεινὸν τὸν ἕτερον, καὶ τὸ σύμπαν εἰπεῖν αἴτιον τῶν γενομένων πληγῶν, καὶ ὅτι αὐτὸς εἰς τὸ χρήσασθαι ταῖς χερσὶ προηγάγετο καὶ τὰ τοιαῦτα. εἶτα ὅτι ὁ τυπτήσας οὖν κατὰ τὸν νόμον δίδωσι τὰς χιλίας· εἶτ’ εὐθὺς ἐπάγει τὸ συλλογιστικόν· εἰ γὰρ ὁ τὸν ἑαυτοῦ κατὰ τύχην κρείττονα τυπτήσας δώσει τὰς μυρίας, τὸν ἰσότιμον ταὐτὸ τοῦτο δράσας δώσει τὰς χιλίας· ταὐτὸν γάρ ἐστι τὸ πραχθέν.
8.383 καὶ ὅπερ ἂν ἰδιώτης τυπτήσας ἔδωκε, τοῦτο αὐτὸς ἄρχων ὢν τὸν ἄρχοντα τυπτήσας δίδωμι, ὅπερ ἐστὶν ὅρος. εἶτα συγγνώμῃ τοῦ νομοθέτου. ὅτι καὶ ὁ νομοθέτης τοῦτο βούλεται· τὴν γὰρ τιμὴν ὁρῶν καὶ τὸ ἀξίωμα ἐκεῖνος τῷ μὲν ἔταξε τὰς χιλίας, εἰς τὸ ἰσότιμον τυπτήσαντι· τῷ δὲ τὰς μυρίας, ὡς τὸν κατὰ πολὺ τῇ τύχῃ κρείττονα. εἰ μὲν γὰρ οὖν κρείττων ἐστὶ τῇ τύχῃ, δίδωμι τὰς μυρίας. εἰ δὲ τὴν αὐτήν μοι ἔχει τιμὴν, περιττὸν πολυπραγμονεῖν· δοῦναι γὰρ κἀμὲ τὰς χιλίας ὁ νόμος προῄρηται· εἶτα τὸ, εἰ οὖν τις διαφορὰ, ἐπεσημήνατο ἂν ὁ νομοθέτης· νῦν δὲ μηδὲν ἐπισημηνάμενος, δῆλον ὅτι τὰς χιλίας ἐκτῖσαι κεκέλευκεν. εἶτα ἡ πηλικότης, ὅτι οὐδὲν δεινὸν οὐδὲ μέγα ἔπαθεν, καὶ ὅλως πράξεις καθαιρετικῶς τὸ κεφάλαιον, φάσκων ὀργὴν εἶναι τὴν αἰτίαν, καὶ ὅσα τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις ἀντίθεσιν ἀντιληπτικήν. ἀλλ’ ἔδει, φησὶ, τὴν ὀργὴν ἑτέρως παραμυθήσασθαι. ΛΥσεις, ὅτι τὸ πάθος τούτου αἴτιον καὶ ἡ ὀργὴ τὸ πρακτέον, μὴ συγχωροῦσα ἰδεῖν, ἀλλὰ τὴν παρουσίαν ταράττουσα, καὶ τὰ τοιαῦτα· ἐρεῖς δὲ ὅτι, εἰ γὰρ μὴ τούτου αἰτία ἦν ἡ ὀργὴ, διὰ τί οὐκ ἂν ἦλθον εἰς δικαστήριον; διὰ τί οὐκ ἂν ἐγραψάμην; εἰδὼς καὶ ἐμαυτὸν ὅτι τηρήσω ἀζήμιον καὶ τοῦτον μειζόνως τιμωρήσομαι, καὶ ὅσα τοιαῦτα. Ο Ἐπίλογος παρακλητικός· μὴ ψηφίσασθαι τὰς μυρίας, καὶ ὅτι ἡ αὐτὴ τιμωρία ἐστὶ τὸ δοῦναι τὰς χιλίας καὶ τὰς μυρίας· ὁμοίως γὰρ ζημιοῦνται ὁ διδοὺς, καὶ ὅσα τοιαῦτα. ΟΝΟΜΑΣΤΙ ΜΗ Κωμῳδεῖν ὁ νόμος ἐκέλευσεν. Αὐτοπροσώπους τις εἰςάγων τοὺς κωμῳδουμένους ὑπάγεται τῷ νόμῳ. Πάλιν κἀνταῦθα ἡ αὐτὴ διαίρεσις· ὥσπερ ἐν ὅρῳ οὐκ ἔστιν ἴσον ὀνομαστὶ κωμῳδῆσαι, ὅπερ ἐστὶ συλλογισμοῦ, οὐδὲ ταὐτὸν τὸ ὀνομαστὶ λέγειν καὶ πρόσωπα δεικνύναι ἁπλῶς· εἶτα ἡ γνώμη τοῦ νομοθέτου, ὅτι καὶ ὁ νομοθέτης εἶπεν ὀνομαστὶ μὴ κωμῳδεῖν· εἶτα ἡ πηλικότης· τὸ χαλεπώτατον κωμῳδεῖν καὶ δεινόν· εἶτα τὸ πρός τι· ὅτι χαλεπώτερον δεικνύναι πρόσωπα τοῦ ὀνομαστὶ λέγειν τοὺς κωμῳδουμένους· τῷ μὲν γὰρ ὀνόματι τυχὸν ἄν τις καὶ ἀμφιβάλλῃ· τῷ δὲ προσώπῳ οὐδαμῶς, αὐτὸν σαφῶς δεικνύντος τοῦ προσώπου τὸν κωμῳδούμενον καὶ οὐχ ἕτερον.
8.384 ΕΙτα θήσεις ἀντίθεσιν μεταληπτικὴν τὸ, σωφρονίζων αὐτοὺς τότε πεποίηκα. Καὶ λύσεις μεταληπτικῶς, ἑτέρως ἔδει ποιεῖν, κατηγορεῖν, συμβουλεύειν, πλήττειν, ὀνειδίζειν καὶ μὴ παραβαίνειν τὸν νόμον. Ο Επίλογος ἀκολούθως καταφορικὸς, ἔχων καὶ διατυπώσεις, ἔχων καὶ ἠθοποιΐας, ἔχων καὶ οἷα οἱ ἑαυτοὺς ὁρῶντες ὑπομένουσι, καὶ τὰ τοιαῦτα. Νόμου ὄντος τοῦ κατὰ τῶν μοιχῶν, καταλαβοῦσα ἡ γυνὴ ἄνδρα μοιχεύοντα ἀπέκτεινε, καὶ κρίνεται φόνου. Νομίσειεν ἄν τις μεταληπτικὸν τυγχάνειν τὸ πρόβλημα, διὰ τὸ ζητεῖσθαι μόνον τὸ τῆς γυναικὸς πρόσωπον· πότερον ταύτῃ δίδωσιν ὁ νόμος ἀναιρεῖν τοὺς μοιχοὺς, ἢ τοῖς ἀνδράσι τῶν γυναικῶν· ἔστιν οὐχ οὕτως ἔχον τὸ ζήτημα· συλλογισμὸς γὰρ ἡ στάσις, διὰ τὸ λέγειν ἐπίσης δεδωκέναι τὴν ἐξουσίαν καὶ ἀνδράσι καὶ γυναιξί· καὶ εἶναι τὴν ζήτησιν περὶ τὸ ῥητὸν, ὅπερ ἐν μεταλήψει οὐ γίγνεται, ὅπερ καὶ πρώην εἴπομεν· ὅτι πᾶσα νομικὴ διαίρεσις μετὰ τὴν ἐκ τοῦ ῥητοῦ πρότασιν τῇ ἐμπιπτούσῃ στάσει διαιρεθήσεται· αὐτὸ τοῦτο καὶ ἐπὶ τοῦ προκειμένου ζητήματος ποιήσομεν. ΕΣτι δὲ ἐν αὐτῷ πρώτη ἀντίθεσις ἡ ἀπὸ τοῦ νόμου. ἀλλ’ οὐ σοὶ δέδωκεν ὁ νόμος τοὺς μοιχοὺς ἀναιρεῖν.
8.385 Η Λύσις κατὰ τὸ ἴσον γίγνεται, ὅτι ἴσον ἐστὶ τὸ πρᾶξαι τοὺς μοιχοὺς ἀναιρεῖν τοῖς ἀνδράσιν, καὶ τὸ ταῖς γυναιξὶ δεδωκέναι τὴν ἄδειαν· εἰ γὰρ μὴ τοῦτο σαφῶς ὁ νομοθέτης ἐβούλετο, προεῖπεν ἂν, μὴ δεῖν τὰς γυναῖκας τοὺς μοιχοὺς ἀναιρεῖν, ἢ μόνοις τοῖς ἀνδράσι τοῦτο ποιεῖν· μετὰ ταύτην, ὅτι οὐδὲν διαφέρει ὑπὸ γυναικὸς ἢ ὑπὸ ἀνδρὸς τὴν τιμωρίαν γίγνεσθαι· καὶ τὸ μάλιστα ἐμοὶ δέδωκεν ἣν ἐλύπει μοιχεύων, καὶ ὅλως εἰς τὴν τοῦ ῥητοῦ λύσιν πάντα τὰ ἐκ τοῦ ὅρου ὅσα ἐμπίπτει ἕως τῆς πηλικότητος καὶ τοῦ πρός τι. ΜΕτὰ τὴν νομικὴν ζήτησιν καὶ τὴν λύσιν τὴν ὁρικὴν ἐμπίπτει ἀντιθετικὴ στάσις· τὸ ἀντέγκλημα κατ’ ἀκολουθίαν τῶν ὁρικῶν, ἣν ἑξῆς ἐργάσεται. Λύσει δὲ αὐτὸς ὁ κατήγορος ἀντίθεσιν πρὸς ἀντέγκλημα τιθεὶς τὴν μεταληπτικήν. ΕΔει κατηγορεῖν ἢ ἀνακοινοῦσθαι τῷ δήμῳ. ΛΥσει ἡ γυνὴ τῇ λύπῃ, τῇ ὀργῇ, τῷ καιρῷ, καὶ ὅτι οὐκ ἂν κατηγοροῦσα πάντως ἂν τιμωρίαν ἔλαβεν· ἄδηλα γὰρ τὰ ἐκ τῶν δικαστηρίων. καὶ ὅτι οὐδὲν ἂν ἕτερον ἐποίησαν οἱ δικασταὶ, κατὰ τοὺς νόμους δικάζοντες, ἢ θανάτῳ ὑπέβαλλον κατὰ τὸν νόμον, καὶ τὰ τοιαῦτα. ΜΕτὰ ταῦτα θήσεις τοὺς ἐπιλόγους, βαρύτητα ἔχοντας, καὶ τὸ συμφέρον ὑπὲρ τῶν γυναικῶν, ἵνα σωφρονῶσιν οἱ ἄνδρες, καὶ μὴ διπλᾶ ἁμαρτάνωσιν, τὰς μὲν ὑβρίζοντες τῇ μοιχείᾳ, τὰς δὲ λυποῦντες οἷς ὑβρίζουσιν. ΤΕΛΟΣ ΤΩΝ ΤΟΥ ΣΩπάτρου διαιρέσεων ζητημάτων.