eul_wid: spc-ab

Εἰσαγωγὴ εἰς Ἀριστείδην
Introduction to Aristides

Sopater of Athens Introduction to Aristides PDF

3 737 [20] Τρεῖς φοραὶ ῥητόρων γεγόνασιν, ὧν ἡ μὲν πρώτη ἀγράφως ἔλεγεν, ἧς ἐστι Θεμιστοκλῆς καὶ Περικλῆς καὶ οἱ κατ’ ἐκείνους ῥήτορες· ἡ δὲ δευτέρα ἐγγράφως ἔλεγεν, ἧς ἐστι Δημοσθένης καὶ Αἰσχίνης καὶ Ἰσοκράτης καὶ σὺν αὐτοῖς ἡ πραττομένη τῶν ῥητόρων δεκάς. καὶ αὗται οὖν αἱ δύο φοραὶ ἐν Ἀθήναις γεγόνασιν. ἡ δὲ τύχη καὶ τῇ Ἀσίᾳ τούτων δωρεῖται φορὰν, τρίτην οὖσαν ἐπιστήμην, ἧς ἐστι Πολέμων, Ἡρώδης καὶ Ἀριστείδης καὶ οἳ κατὰ τούτους τοὺς χρόνους γεγόνασι ῥήτορες. ἤνεγκεν οὖν ἡ τρίτη φορὰ, λέγω δὲ ἡ τῆς Ἀσίας προελθοῦσα, σοφὸν καὶ θαυμάσιον ἄνδρα τὸν Ἀριστείδην. καὶ γὰρ τῶν πάνυ ἐλλογίμων ἐγένετο καὶ πολὺ μᾶλλον καὶ σώφρων λίαν καὶ χρηστῶν κρείττων, ὡς καὶ αὐτὸς εἶπεν ἐν τῷ ὑπὲρ τῶν τεττάρων. τούτου λέγουσι πατέρα Εὐδαίμονα, μητέρα δὲ ὡς ἄσημον οὖσαν οὐ προστιθέασιν. ἐγένετο δὲ ἀπὸ Ἀδριανουπόλεως τῆς Ἰωνίας. Ἀδριανοὶ γὰρ οἱ πολῖται λέγονται. τινὲς δὲ λέγουσιν αὐτὸν Σμυρναῖον, πλανηθέντες ἀπὸ τοῦ ἐκεῖσε φοιτᾶν τῷ Πολέμωνι τῷ διδασκάλῳ, ἔπειτα ὅτι καὶ μεγίστην εἰς αὐτὴν εὐεργεσίαν κατεβάλετο. σεισμοῦ γὰρ κατενεγκόντος αὐτὴν ἔγραψε λόγον περὶ αὐτῆς τῆς πτώσεως πρὸς τὸν Ἀντωνῖνον βασιλεύοντα Ῥωμαίων τότε· ὅντινα ἀναγνοὺς Ἀντωνῖνος εὐθέως ἐδάκρυσε, καὶ πέμψας ἀνῴκισεν αὐτὴν, καὶ σύνοδον ποιήσας ἐν τῇ Ἐφέσῳ Ἀσιανῶν ἀνδρῶν ἀνενέωσεν αὐτήν. ἐπαιδεύθη καὶ ἐν Ἀθήναις τὰ φιλόσοφα.
3 738 [30] οὗτος δὲ ὁ Ἀριστείδης νέος ὢν πικροτάτην λέγεται νενοσηκέναι νόσον· ἐπιληπτικὸν γὰρ αὐτὸν λέγουσι γεγονέναι, καὶ τὸ τῶν λόγων αὐτοῦ διὰ τοῦτο ἠργηκέναι ἐπί τινα χρόνον, εἶτα ἀπελθὼν ἐν Περγάμῳ, ὡς δὴ τοῦ Ἀσκληπιοῦ πολὺ ἐκεῖσε φοιτῶντος, καὶ παραμείνας χρόνον ἔτυχεν ἰάσεως. ὑπὲρ τούτου ἀμείψασθαι τὴν εὐεργεσίαν βουλόμενος ἔγραψεν ἓξ λόγους τοὺς ἱεροὺς λεγομένους, ἐν οἷς μόνους τοὺς ὀνείρους ἐξηγεῖται, οὓς ἰδὼν ἰάθη. ἐκελεύσθη δὲ παρὰ τοῦ Ἀσκληπιοῦ καθ’ ἡμέραν τριάκοντα λέγειν στίχους, καὶ περαιτέρω μὲν ἐξεῖναι τούτων λέγειν, ἥττονας δὲ οὔ. ὅθεν καὶ ἄπειροι αὐτοῦ λόγοι φέρονται ἐκ ταύτης τῆς προφάσεως. ἐγένετο δὲ κατὰ τοὺς αὐτοὺς χρόνους Ἀντωνίνῳ τῷ βασιλεῖ καὶ Μάρκῳ. ἐλθόντος δὲ ἐν τῇ Σμύρνῃ τοῦ Ἀντωνίνου καὶ πάντων αὐτὸν τῶν παιδευτῶν τιμησάντων ὁ Ἀριστείδης μόνος οὐκ ἀπήντησεν αὐτῷ. εἶτα τοῦ Ἀντωνίνου ἐρωτῶντος ποῦ Ἀριστείδης; ἀπεκρίνατό τις, οὐ πάρεστιν· εἰ γὰρ παρῆν, οὐκ ἂν ἐλάνθανε. καὶ πέμψαντος τοῦ Ἀντωνίνου ἦλθε λέγων ὅτι διὰ τοῦτο οὐκ ἀπήντησα, ὅτι ἐγὼ οὐ δέομαι ὧν οἱ ἄλλοι δέονται, ἀντὶ τοῦ χρημάτων. ὁ δὲ βασιλεὺς ἀκούσας τούτων πλείονα αὐτῷ τῶν ἄλλων δέδωκε χρήματα. ὁ δὲ ἐδέξατο μὲν, ὅμως δεδιὼς μὴ διὰ τὸ μὴ λαβεῖν ἐγείρῃ καθ’ αὑτοῦ τὴν βασιλέως ὀργήν. τοῦ δὲ Μάρκου ἐπιφοιτήσαντος ταῖς Ἀθήναις, ὁ μὲν Ἀδριανὸς ὁ σοφιστὴς εἰπὼν παραχρῆμα πάντας ἐξέπληξε. πᾶν γὰρ ὃ ὡρίζετο αὐτοσχεδιάζων ἔλεγε. πρὸς τοῦτο δὲ εἶπεν ὁ Ἀριστείδης τῷ Μάρκῳ παρὼν καὶ αὐτὸς ἐν ταῖς Ἀθήναις ὅτι ἡμεῖς τῶν ἐμούντων οὐκ ἐσμὲν, ἀλλὰ τῶν ἀκριβούντων καὶ τῶν ἀρεσκόντων. ἀλλ’ ὅμως εἰπὼν καὶ αὐτὸς πλέον ἐξέπληξε καὶ ἐτιμήθη σφόδρα. Βουλόμενος δὲ τότε εἰπεῖν τὸν Παναθηναϊκὸν ἐκωλύετο παρ’ Ἡρώδου τοῦ σοφιστοῦ τῶν Ἀθηναίων ὡς δυνάστου, τοῦτο μὲν ὅτι αὐτὸς ἦν τότε ὁ τὸν θρόνον ἐπέχων τὸν σοφιστικὸν καὶ ἀπὸ ὑπάτων κατήγετο, τοῦτο δὲ ὅτι καὶ Μάρκος αὐτῷ φίλος ἦν.
3 739 [25] ποτὲ γὰρ εὑρὼν θησαυρὸν ἐδίδου τῷ βασιλεῖ αὐτόν· ὁ δὲ βασιλεὺς εἶπε, κέχρησο αὐτῷ· αὖθις δὲ προσάγων αὐτὸν τῷ βασιλεῖ ἔφη εἶναι ὑπὲρ ἰδιώτην τὸν θησαυρόν· ὁ δὲ βασιλεὺς πάλιν εἶπε πρὸς αὐτὸν, καὶ κατάχρησαι. μὴ δυνάμενος οὖν διὰ τὸν φθόνον τὸν Ἡρώδου, μηχανῇ αὐτὸν μετῆλθεν. ἀναθέμενος γὰρ αὐτῷ ἄλλον Παναθηναϊκὸν εὐτελῆ καὶ ψυχρὸν, ὃς καὶ φέρεται, ἠδυνήθη λαβεῖν τὴν ἄδειαν τοῦ λέγειν παρ’ αὐτοῦ, νομίσαντος Ἡρώδου ὅτι αὐτὸν μέλλει λέγειν καὶ ἀσχημονεῖν· εἰσελθὼν δὲ εἶπε τοῦτον τὸν ἀναγινωσκόμενον καὶ θαυμαζόμενον, καὶ πάνυ ηὐδοκίμησε. λέγεται δὲ Παναθηναϊκὸς, διότι ἐν τοῖς Παναθηναίοις ἐλέχθη· ἀνάγεται δὲ ὑπὸ τὸ πανηγυρικὸν εἶδος. τὰ κεφάλαια δὲ ἐν τῷ λόγῳ εἰσόμεθα. διεῖλε δὲ τὸν λόγον εἰς τέσσαρα, διότι ᾔδει αὐτοὺς ὡς ἐν πανηγύρει μὴ μέλλοντας τοῦ παντὸς ἀκούειν λόγου, πολλοῦ ὄντος. περιλαμβάνει δὲ ἐν τούτῳ τῷ λόγῳ, ὡς ἔπος εἰπεῖν, πάσας τὰς ἱστορίας. ἐν γὰρ τῷ πρώτῳ λέγει τὰ πρότερα ὧν ἱστόρησεν Ἡρόδοτος· ἐν τῷ δευτέρῳ δὲ τὰ Ἡροδότου· ἐν τῷ τρίτῳ τὰ Θουκυδίδου· ἐν τῷ τετάρτῳ ἅπερ εἶπεν ὁ Ξενοφῶν καὶ ὁ Θεόπομπος. εἰσὶ δὲ τὰ πρῶτα ὧν ἱστόρησεν Ἡρόδοτος τὰ τοῦ Κελεοῦ, καὶ τοῦ Ἐριχθονίου καὶ Τριπτολέμου καὶ τῶν Ἀμαζόνων καί τινα παλαιὰ πάνυ. ἔτι δὲ εἶπεν Ἡροδότου τὰ Περσικά· τὰ δὲ Θουκυδίδου τὰ Πελοποννησιακά· τὰ δὲ Ξενοφῶντος αἱ Ἑλληνικαί· τὰ δὲ Θεοπόμπου αἱ Φιλιππικαί.
3 740 [25] ἐπεὶ δὲ λέγουσι τινὲς ἀνταλλάξαι Γαληνὸν τὴν τέχνην κατὰ χρησμὸν, ἰστέον ὅτι οὐδαμοῦ τούτου μέμνηται, ἀλλ’ ἁπλῶς καὶ μάτην λέγουσιν οἱ τοῦτο λέγοντες. ἄλλως τε φαίνεται σβεσθὲν τὸ ἐν Δελφοῖς μαντεῖον κατ’ ἐκεῖνον τὸν χρόνον τὸ παρέχον αὐτοῖς τὸν χρησμὸν, εἴ γε τοῦτο ἐγένετο. ὡς δὲ λέγουσιν, ἐσβέσθη τῶν Φωκέων τότε ἐμπρησάντων αὐτό· ἐπιγενόμενος δὲ Νέρων ὁ βασιλεὺς τότε πάσης ἀσελγείας μεστὸς, μεῖζον καὶ λαμπρότερον αὐτὸ κατεσκεύασεν· ὕστερον δὲ αὐτὸς καθεῖλεν αὐτὸ διὰ τόδε. λέγεται ὅτι εἰσελθόντος εἰς Δελφοὺς εὐτελοῦς τινος καὶ λαβόντος χρησμὸν, Νέρων οὐκ ἔλαβε, ζητῶν καὶ αὐτὸς πυθέσθαι περί τινος, εἶτα ἤρετο ἀνθ’ ὅτου. ἡ δὲ Πυθία ἀπεκρίθη Εὔαδέ μοι χθιζὸς λίβανος κλυτοῦ ἑρμηνῆος. τοῦτο δὲ ἐσήμαινεν ὅτι πλεῖόν μοι ἀρέσκει ὁ ἑρμηνεὺς θύων εὐτελές τι ὢν εὐσεβὴς ἢ Νέρων πολλὰ θύσας. ἦν γὰρ πάνυ ἀσελγὴς οὗτος ὁ Νέρων, ὥστε καὶ τῇ μητρὶ συγκαθευδῆσαι καὶ φονεῦσαι αὐτὴν, ἐπὶ τὸ πολὺ τῆς ἀσελγείας ταύτης οὐκ ἀνεχομένην. ἀμέλει γὰρ τοιοῦτόν τι πάλιν εἰς αὐτὸν εἶπεν ἡ Πυθία Νέρων Ὀρέστης Ἀλκμέων μητροκτόνοι. ἔπαυσε δὲ αὐτὸς τὸ μαντεῖον διὰ τούτου τοῦ τρόπου. πολλὰ ποιοῦντος αὐτοῦ καὶ μὴ δυναμένου αὐτὸ σβέσαι, παρών τις τῶν ἐμπείρων συνεβούλευσεν αὐτῷ, ὡς λέγεται, Τυφῶνος κεφαλὴν ῥῖψαι ἔσω ἐν τῷ ναῷ· καὶ οὕτως ἔπαυσεν αὐτό.
3 741 [25] λέγεται δὲ ὡς ὅτι Ἀριστείδης οὐκ εὐτυχῶς προσῄει τοῖς μαθηταῖς, οὐδὲ εἶχε πολλοὺς μαθητάς. ἀμέλει τινὲς περὶ αὐτοῦ εἶπον τὸ ἐπιφερόμενον τοῦτο λεχθὲν Χαίρετ’ Ἀριστείδου τοῦ ῥήτορος ἑπτὰ μαθηταὶ, τέσσαρες οἱ τοῖχοι καὶ τρία κυψέλια· σκαμνία τρία καὶ θρόνος εἷς. οὐκ ἔστι δὲ, ἀλλὰ περὶ ἄλλου τινὸς νεωτέρου Ἀριστείδου μὴ ἔχοντος μαθητὰς, ἀλλὰ μόνην τὴν διατριβὴν καὶ τὰ σκαμνία παρά τινος εἰσελθόντος καὶ εὑρόντος αὐτὸν μόνον. Περὶ δὲ τοῦ χαρακτῆρος καὶ τῆς ἐν λόγοις φύσεως Ἀριστείδου, τοῦτο γὰρ παρήκαμεν ἐν τοῖς ἄνω εἰπεῖν, ἤδη μὲν Λογγῖνος καὶ πάντες οἱ κριτικοὶ πολλὰ προειρήκασιν, ὡς γόνιμος, ὡς ἐνθυμηματικὸς τυγχάνει καὶ βίαιος καὶ καθόλου τὸν Δημοσθένην μιμούμενος. ὅμως δὲ καὶ παρ’ ἡμῶν ὀλίγα πρὸς τὸ παρὸν προστεθήσεται. φιλότιμός ἐστιν ὁ ἀνὴρ πανταχοῦ καὶ χαίρων καιναῖς ὑποθέσεσι, καὶ πρὸς τοὺς πρώτους τῶν παλαιῶν ταῖς ῥητορείαις μαχόμενος, Ἰσοκράτην, Δημοσθένην, Θουκυδίδην, Ἡρόδοτον, καὶ πρὸς τὸν κορυφαῖον τῶν φιλοσόφων Πλάτωνα. οὗτος οὖν ταῖς ὕλαις ἐφαμίλλους πλέκει τοὺς λόγους, καὶ τῇ τῶν ἐνθυμημάτων πυκνότητι δημοσθενίζει, καὶ δεύτερα τὰ πρῶτα τίθησι πολλάκις καὶ τοῖς πρώτοις ὡς δευτέροις μάχεται, καὶ σχημάτων ἀγωνιστὴς καὶ ὑπηρέτης γεγένηται. πᾶσαν δὲ τὴν γῆν ἀσφαλὴς ὡς κύριος ἐπερχόμενος, οὐδὲν ἐκ τῆς Ἀσίας ἐπεφέρετο κενὸν ἢ κοῦφον ἢ εὔηθες, οὐδὲ ταῖς τροπικαῖς τῶν λέξεων ὡς ἔτυχε χρώμενος, οὐδὲ φαινόμενος τοῖς ἐντυγχάνουσιν ὡς ἐπιπολῆς, ἀλλ’ ἀεὶ βαθὺς ὢν πανταχόθεν, καὶ τῆς λέξεως πλείονα διδοὺς τῷ νοεῖν.
3 742 [30] ὃ γὰρ ὡς ἴδιον Δημοσθένει προσὸν κατενοήσαμεν, τοῦτο ἐπ’ ἀκριβείας τῶν νεωτέρων σοφιστικῶν ἀνδρῶν αὐτὸς μόνος μεμίμηται. νικῶν γὰρ οὐκ ἀναπαύει τὸν νοῦν, ἀλλὰ τῷ γονίμῳ τῆς φύσεως χρῆται. οὐ πάνυ δὲ γηραιὸς τέθνηκε. ΠΕΡΙ ΤΟΥ ΠΑΝΑΘΗΝΑΙΚΟ Υ . Ὁ Παναθηναϊκὸς Ἀριστείδου συμβαίνουσαν οὐκ ἔχει τῇ προσηγορίᾳ τὴν τέχνην. ὅσα μὲν γὰρ ἡ κατὰ τὴν γραφὴν ὑπόθεσις ἀπαιτεῖ, λέγω δὲ τὴν ἑορτὴν καὶ τὴν τῶν Ἀθηναίων πανήγυριν, παρῆκε διόλου, μήτε τῆς ἑορτῆς ἐπαινέτης μήτε τῶν δρωμένων γενόμενος, ἀφειδῶς δὲ ἑαυτὸν εἰς τὸ τῶν Ἀθηναίων ἐγκώμιον ἀφεὶς, οὐχ ὅπερ ἡ τῆς πανηγύρεως ἀπῄτει διαίρεσις, ἀλλ’ ὅπερ ἡ τῶν ἐγκωμίων πεπλήρωκε χρεία, τῆς τε χώρας ἐκφράζων τὴν θέσιν καὶ τοῖς τῆς γῆς ὡραϊζόμενος κάλλεσι, καὶ πανταχοῦ μὲν αὔξησιν ἐκτιθεὶς, πομπεύων δὲ κατὰ μέρος ἐν πᾶσι καὶ ταῦτα λέγων, καὶ πρὸς ἄσκησιν τοῖς νέοις ἐκτείνων τὸ σύγγραμμα τὸ τῆς ἑορτῆς παρῆκεν ἐγκώμιον, τὸν σοφιστὴν Ἰσοκράτην μιμούμενος. ὥσπερ γὰρ ἐκεῖνος ἑαυτοῦ Παναθηναϊκὸν ἐπέγραψε τὸν λόγον, οὕτως Ἀριστείδης τὴν ἀρχὴν παρ’ ἐκείνου λαβὼν καὶ τὴν μεταχείρισιν καὶ αὐτὴν ὡς εἰπεῖν τὴν ὕλην καθαρώτερον ἐξείργασται τὴν ὑπόθεσιν, καίτοι δοκοῦσιν ἀμφότεροι οὐ πρὸς τὸ τῆς ἑορτῆς σημαινόμενον ἀφορῶντες, ἀλλὰ πρὸς τὸ πάντων ὁμοῦ τῶν Ἀθηναίων ἐγκώμιον τὴν ἐπιγραφὴν ταύτην ἐπιγράψαι τὸν λόγον, καὶ δηλοῦν ἐθέλειν σαφῶς διὰ τῆς προσηγορίας τοῦ λόγου τὴν δύναμιν. ἃ δέ τινες περὶ τῶν ἀντιθέσεων ἐγκαλοῦσι τῷ σοφιστῇ, φέρε μετὰ ταῦτα γυμνάσωμεν.
3 743 [5] ἁπάντων, φασὶν, εἰδότων, ὡς Ἰσοκράτης φησὶν, ὅτι δεῖ τοὺς μὲν εὖ λέγειν τινὰς βουλομένους πλείω τῶν ὑπαρχόντων αὐτοῖς ἀγαθῶν τὰ προσόντα ἀποφαίνειν, τοὺς δὲ κατηγοροῦντας τἀναντία τούτων ποιεῖν, Ἀριστείδης τοῖς προσοῦσιν ἐγκωμίοις τῇ πόλει κατηγορίας συνέπλεξε, τὰς περὶ Μηλιέων καὶ Σκιώνης ἀντιθέσεις συντάξας τῷ λόγῳ· καὶ γὰρ δὴ ἐγκλήματα καὶ διαβολὰς, οὐκ ἔπαινον ὡς ἐγκωμιαζομένοις προσέφερε. πρὸς οὓς τήνδε προχείρως ἐροῦμεν τὴν λύσιν, ὅτι δεῖ ἁπανταχόθεν τὸν τινὰ ἐγκωμιάσαι βουλόμενον καὶ τὰ νομιζόμενα τιθέναι κατηγορήματα καὶ ταῦτα λύειν, ἐάν γε προχείρως ἔχῃ τὰς λύσεις. καὶ οὗτος μὲν ὁ λόγος κοινότερος· ἐκεῖνος δὲ ἂν εἴη πρὸς τὸ ζητούμενον χαριέστερος, ἐὰν λέγωμεν ὡς τῶν ἐγκωμίων τὰ μέν ἐστιν ἄγαν ἔνδοξα καὶ ὁμολογούμενα ἀγαθὰ, τὰ δὲ ἀμφίδοξα· ἔνδοξα μὲν τὰ τῶν θεῶν ἐγκώμια καὶ τὰ τῶν βασιλέων τυχὸν, οὐδὲ γὰρ τολμῶμεν ἄτοπον περὶ τούτων εἰπεῖν· ἀμφίδοξα δὲ τὰ τῶν ἄλλων ἀνθρώπων, οἷς πὴ μὲν ἔνδοξα, πὴ δὲ ἄδοξα τυγχάνει τὰ πράγματα. ἐὰν μὲν οὖν ἔνδοξα θέλωμεν ποιῆσαι τὰ κατὰ φύσιν ἀμφίδοξα, τότε δεῖ τὰ μὲν ὁμολογούμενα ἀγαθὰ συναύξειν τῷ λόγῳ, τὰ δὲ μέσα δεικνύναι διὰ τῆς μεταχειρίσεως ἔνδοξα, τὰ δὲ διαβολῆς καὶ κατηγορίας ἐχόμενα εἰς ἔπαινον μετατιθέναι ταῖς λύσεσιν· ἵνα ὁ σκοπὸς πανταχόθεν ἡμῖν ἀνύηται, τὸ κατασκευάσαι διόλου τὴν ὑπόθεσιν ἔνδοξον. Δημοσθενικὸν δὲ τὸ τοιοῦτον θεώρημα, τὸ τὰς καθ’ ἡμῶν ἀντιθέσεις εἰς τοὐναντίον μετατιθέναι τῇ τέχνῃ. ὁ γὰρ Ἀριστείδης ποιῆσαι βουλόμενος καὶ τὸ τῶν Ἀθηναίων ἔνδοξον κατασκευάσαι σπουδάζων ἐγκώμιον, ὅσα μὲν ἦν ὁμολογούμενα τῶν ἀγαθῶν, οἷον τὰς παρὰ τῶν θεῶν τιμάς τε καὶ δωρεὰς καὶ τὰς εὐεργεσίας αὐτῶν, καὶ τὰς εὐχὰς τῶν ἱκετευόντων αὐτοὺς, ἄγαν ἐπηύξησεν· ὅσα δὲ μετὰ πολέμων λέγω καὶ τῶν τοιούτων, πρὸς τὸ κρεῖττον μετεχειρίσατο· ἃ δὲ διαβολὴν ἐποίει τοῖς Ἀθηναίοις ἀπὸ Μηλιέων καὶ Σκιωνέων, ἐξ ἀντιθέσεων ἐν μέσῳ δεξάμενος, οὕτω διέλυσεν, ἵνα πανταχόθεν τὸ τῶν Ἀθηναίων ἔνδοξον φαίνηται πρόσωπον.
3 744 [25] ὅτι γὰρ κἀν τῇ θέσει τῆς ἀντιθέσεως παρ’ Ἰσοκράτους τὸν λόγον ἐδέξατο δῆλον τοῖς τὸ Βουσίριδος ἐγκώμιον ἀνεγνωκόσι σὺν τέχνῃ. καὶ γὰρ ἐκεῖνος πανταχόθεν ἔνδοξον θέλων κατασκευάσαι τὸ πρόσωπον τὴν στοχαστικὴν ἀντίθεσιν ἔθηκεν, οὕτως λέγων, Ἀλλ’ ἄδηλον εἰ Βούσιρις τὴν τοιαύτην πολιτείαν τοῖς Αἰγυπτίοις κατέστησεν· ἣν ἔλυσε πάλιν, στοχαστικῶς εἰπὼν, Οὐδένα ἄλλον εἰκὸς ἦν ταῦτα νομοθετῆσαι ἢ τὸν ἐκ Ποσειδῶνος μὲν γεγονότα, καὶ τὰ ἑξῆς. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. ὅτι δὲ κατὰ τὴν ἐπαγγελίαν ὁ λόγος φιλότιμος καὶ τὸ τῶν πανηγυρικῶν εἶδος διόλου τετήρηκε σεμνοτάτην φράσιν διδοὺς, καὶ ὡς αὐξητικὸς ἐν πᾶσι τυγχάνει τοῖς πράγμασι, τὴν Δημοσθένους βίαν μιμούμενος. οὐ γὰρ ἀρκεῖ τὰ τῶν ἐγκωμίων τῇ φύσει, ἀλλά τι κἀκ τῆς τέχνης προστίθησιν, εἰς μέγεθος ἔτι μεῖζον ἐπαύξων τὰ κατορθώματα. μετὰ τούτων δεικνύναι τὸ σαφὲς τῆς λέξεως ἐπεξιόντες παρατηρήσομεν. ΕΙΣ ΤΟΥΣ ΠΕΡΙ ΡΗΤΟΡΙΚΗΣ ΛΟΓΟΥΣ. Ἀριστείδης ὁ σοφιστὴς ἐντυχὼν τῷ Γοργίᾳ τοῦ Πλάτωνος, καὶ τοὺς τῶν Ἀθηναίων ῥήτορας διαβαλλομένους εὑρὼν, τῷ πιθανῷ πρὸς τὴν τῶν ἀναγκαίων λύσιν χρησάμενος τὸν λόγον συνέθηκε· προσποιούμενος παρατρέπειν εἰς τοὐναντίον ἃ Πλάτων μετ’ ἀποδείξεων εἴρηκεν.
3 745 [30] ἵνα δέ σοι σαφέστερον, Ἀλέξανδρε τιμιώτατε, τήν τε τοῦ Πλάτωνος καὶ τὴν τοῦ σοφιστοῦ μεταχείρισιν ἐκκαλύψωμεν, περὶ τοῦ πολιτικοῦ ὀλίγα πρὸ τῆς ὑποθέσεως προλάβωμεν, οἷός ἐστιν ὁ πολιτικὸς ὑπογράφοντες. ὁ πολιτικὸς πάντων ἐστὶ τῇ πόλει τῶν εἰς διοίκησιν αὐτῇ προσηκόντων θεωρητικὸς, ἐνεργῶν μὲν οὐδὲν, ἐπιτάττων δὲ τοῖς ἄλλοις πᾶσι καὶ κατ’ ἀρετὴν ἔχων τὸ τέλειον ἐν ἑαυτῷ, καὶ οὐ κατά τι ἐνδεὴς, οὐδὲ εἰδὼς μὲν ἐπιτάξαι τῷ στρατηγῷ, ῥήτορι δὲ οὒ, καὶ νόμους μὲν θεῖναι δυνάμενος, ῥητορεύειν δὲ ἢ δικάζειν ἀδυνατῶν. ἔχων γὰρ τὸ τέλειον ἐν ἑαυτῷ καὶ τοῖς ἄλλοις πρὸς ὑπηρεσίαν χρώμενος ἀπροσδεής ἐστι τῶν καλῶν. εἰ γὰρ αὐτός τι ἐνεργοίη, οὐκ ἔτι πολιτικὸς ὁ τοιοῦτος. ὡς ἐν εἰκόνι γὰρ εἰπεῖν, βασιλεύς ἐστι. καὶ ἡ τοῦ πολιτικοῦ ἐπιστήμη βασιλικὴ τυγχάνει κατὰ τὴν διοίκησιν πρόνοια, ἐπεὶ τὰ παρὰ τῶν στρατηγῶν ἢ ῥητόρων γινόμενα ἄλλου ἕνεκα γίγνεται. οἷον ὁ στρατηγὸς ἕνεκα τοῦ περιγενέσθαι τῶν πολεμίων στρατηγεῖ, καὶ ὁ ῥήτωρ δὲ τοῦ τιμωρήσασθαι χάριν δικάζεται, ἢ συμβουλεύει, τιμῆς ἢ βοηθείας ἕνεκα, ἤ τινος ἄλλου τοιούτου. καὶ τούτων ἁπάντων τὸ τέλος ἑτέρου ἕνεκα γίνεται, καὶ εἰσὶν αἱ πράξεις τῶν πρός τι. ὅ τε γὰρ χαλινοποιὸς τὸν χαλινὸν ἑτέρου ἕνεκα ποιεῖ καὶ ὁ τέκτων τὸ βάθρον καὶ ὁ οἰκοδόμος τὴν οἰκίαν καὶ ὁ σκυτοτόμος τόδε τι. ὁ μέντοι πολιτικὸς οὐκ ἐν ἄλλῳ τὸ τέλος ἔχει. αὐτὸς γὰρ ἐν ἑαυτῷ τὸ καλὸν καὶ τὴν εὐδαιμονίαν συνείληφεν. ἀλλὰ πάντα καὶ τὰ παρ’ ἄλλων γιγνόμενα ἐφέσει τῆς εὐδαιμονίας γίγνεται. Καὶ ταῦτα μὲν ἀπόχρη περὶ τοῦ πολιτικοῦ. ἃ δὲ καὶ πρὸς τοὺς ῥήτορας λέγουσιν ἀποδεικνύντες αὐτοὺς οὐκ εἶναι πολιτικοὺς, τάδε τυγχάνει. ἀκριβῶς γάρ σοι τὸν πολιτικὸν παραστῆσαι βουλόμενος καὶ τάδε προστίθημι, ἵνα πανταχόθεν θεωρῇς ἐν τοῖς ἐδαφίοις τὸν ῥήτορα, εἰδότα μὲν τὸν πολιτικὸν ἀκριβῶς, ἐπίτηδες δὲ τὸν λόγον πρὸς πιθανὸν τῇ τέχνῃ μετάγοντα.
3 746 [30] οὐδὲ γὰρ, ὥς φασιν οἱ ἀντειπόντες τῷ λόγῳ φιλόσοφοι, καὶ τὰ περὶ Πλάτωνος Ἀριστείδης ἠγνόει καὶ τὸν πολιτικὸν οὐκ ἠπίστατο, ἀλλ’ εἰ ἐντυγχάνοις τῷ λόγῳ τῆς προσηγορίας, εἴπερ τις ἄλλος ἀκριβῶς εὑρίσκεται, ταῦτα καὶ αὐτὸς ἐπιστάμενος ὁ σοφιστής. τί οὖν, φασὶν, ὁ πολιτικὸς πάντων ἐπιστήμων ἐστὶ καὶ ἐπιτακτικὸς, οἱ μέντοι ῥήτορες οὐκ ἐπέταττον, ἀλλ’ ἐπετάττοντο παρὰ τοῦ δήμου καὶ τῶν νόμων, καὶ διακόνων ἀπεπλήρουν τάξιν, τὸ κελευόμενον ποιοῦντες. ἔτι ὁ πολιτικὸς πάσας ἔχων ἐν ἑαυτῷ τὰς ἀρετὰς, εὐεργετικός ἐστι καὶ σπουδαίων ἠθῶν κατασκευαστικός. οἱ δὲ ῥήτορες καλοὺς κἀγαθοὺς Ἀθηναίους οὐκ ἐποίησαν. οὐκ ἄρα ἦσαν πολιτικοί. καὶ εἰ μὲν δικαίως ὁ δῆμος καλῶς εἰς αὐτοὺς ἐξήμαρτεν, οὐκ ἦσαν ἄνδρες πολιτικοί· εἰ δὲ ἀδίκως καὶ ἀναξίως αὐτῶν ὁ δῆμος κατέγνωκεν, οὐκ ἐγένετο παρ’ αὐτῶν τὸ πλῆθος καλὸν κἀγαθόν. τῶν γὰρ πολιτικῶν ἴδιόν ἐστι τὸ τοὺς ὑπηκόους ποιεῖν καλοὺς καὶ ἀγαθούς. ἔτι εἰ δημοκρατία ἦν καὶ τὴν πολιτείαν ταύτην οἱ ἄνδρες ἠσπάζοντο, οὐκ ἦσαν πολιτικοί. εἴπομεν γὰρ ἅπαξ ὅτι ὁ πολιτικὸς ἄλλῃ πολιτείᾳ οὐχ ὑπόκειται, ἀρίστης πολιτείας εἰκὼν αὐτὸς τυγχάνων τῷ βίῳ· βασιλεῖ γάρ ἐστι τὰ πάντα παραπλήσιος. πάλιν εἰ οἱ ἄνδρες νόμοις ἐπείθοντο καὶ οὐκ ἦσαν ἀντὶ νόμων τῇ πόλει, μᾶλλον δὲ εἰ αὐτοὶ νόμοι οὐκ ἦσαν, βίῳ καὶ προαιρέσει καὶ πράξεσι καὶ τῷ ἐπιτακτικοὶ εἶναι, οὐκ ἦσαν πολιτικοί. δεῖ γὰρ τὸν πολιτικὸν ἁπασῶν ὄντα τῶν ἀρετῶν περιεκτικὸν αὐτὸν ἐν ἑαυτῷ τυγχάνειν ἀστασίαστον καὶ ἀτάραχον τὸ κῦρος ἔχοντα τῆς πολιτείας. ὅθεν τὸν δίκαιον Ἀριστείδην πολιτικὸν μέν φασι γενέσθαι, οὐ μέντοι γε χρήσασθαι τῇ πολιτικῇ. Ταῦτά σοι περί τε τοῦ πολιτικοῦ καὶ περὶ τῶν ἀνδρῶν προλαβεῖν ἀκόλουθον ἦν. γνώσῃ γὰρ ἐντεῦθεν τὸν Ἀριστείδην ἐκ τῶν κατὰ μέρος ἐγκωμίων δεινῶς βιαζόμενον παραστῆσαι τοὺς ἄνδρας πολιτικούς. ἵνα δὲ λοιπὸν ἡμῖν ὁ λόγος γένηται πρὸς τὸ τὴν ἐξήγησιν εὑρεῖν ἑτοίμως, Πλάτωνος πρότερον ἐφοδεύσω τὸν διάλογον.
3 747 [30] Σωκράτης περὶ ῥητορικῆς Γοργίᾳ διαλεγόμενος καὶ ὅρους ἀπαιτήσας τῆς τέχνης, εἶτα τοὺς διδομένους διασύρων, εἰς τοῦτο τὸν λόγον συνήγαγεν, ὡς ἀποφήνασθαι περὶ ῥητορικῆς τάδε. δοκεῖ τοίνυν, ὦ Γοργία, εἶναί τι ἐπιτήδευμα τεχνικὸν μὲν οὒ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις. καλῶ δὲ αὖ ἐγὼ τοῦτο τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ἡ ὀψοποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δ’ οὑμὸς λόγος, οὐκ ἔστι τέχνη, ἀλλ’ ἐμπειρία καὶ τριβή. ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τὴν κομμωτικὴν καὶ τὴν σοφιστικήν. τέτταρα ταῦτα μόρια ἐπὶ τέσσαρσι πράγμασι. τί οὖν ἐστι ῥητορική; πολιτικῆς μορίου εἴδωλον. καὶ πρῶτον οὕτως ὁρισάμενος τί ἐστι ῥητορικὴ, ἐπάγει καὶ ὁποία τίς ἐστιν οὕτως· καλὸν ἢ αἰσχρὸν ἔγωγε. τὰ μὲν γὰρ κακὰ αἰσχρὰ καλῶ. εἶθ’ ἑξῆς Γοργίου τὴν ἀσάφειαν, αἰτιασαμένου τοῦ λόγου, ἄνωθεν Σωκράτης ἀναλαμβάνων τὸν λόγον καὶ τὸν πολιτικὸν ὁριζόμενος διαιρεῖ τὸν ἄνθρωπον εἰς δύο, σῶμα καὶ ψυχήν. καὶ τῇ ψυχῇ περιτίθησι νομοθετικὴν καὶ δικαστικὴν, τῷ δὲ σώματι ἰατρικὴν καὶ γυμναστικήν. τεττάρων δὴ τούτων καὶ πρὸς τὸ βέλτιστον θεραπευόντων τῶν μὲν τὴν ψυχὴν, τῶν δὲ τὸ σῶμα· ἥ τε γὰρ νομοθετικὴ τοῖς δόγμασιν ἀποσκευάζει τῶν ἁμαρτημάτων ἡμᾶς ἥ τε δικαστικὴ τῇ τιμωρίᾳ διορθοῦται τὰ πταίσματα· καὶ ἡ μὲν ἰατρικὴ τῷ σώματι τὴν ὑγίειαν περιποιεῖ, ἡ δὲ γυμναστικὴ τὴν παρὰ τῆς ἰατρικῆς ὑγίειαν διατηρεῖ· καὶ τῶν τεσσάρων οὕτω παρασκευαζόντων τὸ βέλτιστον ψυχῇ τε καὶ σώματι ἡ κολακικὴ, τέσσαρα ταῦτα τοῦ πολιτικοῦ ἔργα παρεχομένη, τέτραχα ἑαυτὴν διανείμασα, ἓν ἕκαστον ὑπέδυ τούτων, καὶ τῷ ἀεὶ ἡδίστῳ θεραπεύεται, καὶ τῶν παρόντων τὴν ἄνοιαν ἐξαπατᾶται, καὶ ἐπὶ μὲν τοῦ σώματος ὑποδύεται, τουτέστιν ὑπεισέρχεται, ὑποκρίνεται, ὡς ἐκείνη δοκεῖν εἶναι ταυτὸν τῇ μὲν ἰατρικῇ ἡ ὀψοποιική.
3 748 [30] ἐκείνης γὰρ τὴν ὄντως ὑγίειαν περιποιούσης ἡμῖν ὀψοποιικὴ ὄψοις καὶ ζωμοῖς ἡδέσι καὶ ἡδονῇ τὸ σῶμα τὸ δοκεῖν ἀναρώννυσι. τὴν δὲ γυμναστικὴν ὑποδύεται ἡ κομμωτική. ἡ μὲν γὰρ τὴν ἀληθῆ εὐεξίαν περιποιεῖ καὶ εὐανθῆ τὰ σώματα τῇ γυμνασίᾳ παρίστησιν, ἡ δὲ ἀλοιφαῖς καὶ χρίσμασι δοκεῖ καλλωπίζειν τὰ σώματα. πάλιν ἐπὶ τῆς ψυχῆς τὴν νομοθετικὴν ὑποδύεται ἡ σοφιστική. ἡ μὲν γὰρ τὴν ἀρετὴν ὄντως τοῖς ὑπηκόοις διὰ τῶν δογμάτων περιποιεῖ, ἡ σοφιστικὴ δὲ ἀρετῆς φάσκους’ εἶναι διδάσκαλος οὐδὲν ἀληθὲς τοιοῦτο τοῖς συνοῦσι περιποιεῖ. καὶ πάλιν ὑπεισέρχεται τὴν δικαστικὴν ἡ ῥητορική. ἡ μὲν γὰρ ὄντως τοῦ δικαίου ποιεῖται τὴν πρόνοιαν, ἡ δὲ τῷ δοκεῖν. Οὕτως ἀποδεδειγμένης τέταρτον μέρος κολακείας ῥητορικῆς ἐπήνεγκε Πῶλος· καὶ οἱ ῥήτορες ἄρα κόλακες ἦσαν. ὅθεν Σωκράτης καὶ τοῦτο δεῖξαι βουλόμενος ζητεῖ πόρρωθεν ποῖος βίος ἐστὶ πρὸς ἡδονὴν καὶ ποῖος πρὸς τὸ βέλτιστον. οἷον ὅτι πρὸς ἡδονήν ἐστι κιθαρῳδικὴ, αὐλητικὴ, ποιητικὴ, διθύραμβος. εἶτα περὶ ῥητορικῆς ἐρωτῶν φησιν ὁ Σωκράτης ὅτι ἐὰν περιέλῃ τις τῆς ποιητικῆς τὰ μέτρα, δημηγορία ἐστὶ τὸ λειπόμενον. καὶ τοῦτο λαβὼν ὁμολογούμενον δείκνυσιν ὅτι καὶ ἡ ῥητορικὴ πρὸς ἡδονὴν ὁρᾷ, ὥσπερ ἡ ποιητική. εἶτα σαφέστερον ἑξῆς ἠρώτησεν ὁ Σωκράτης πότερον οἱ δημηγοροῦντες Ἀθήνησι τοῦ βελτίστου ἀντιποιούμενοι τοῦτο ποιοῦσι ζητοῦντες ὅπως βέλτιστοι ἔσονται οἱ πολῖται, ἢ καὶ αὐτοὶ πρὸς ἡδονὴν ἀφορῶσιν, ἐνέστη φάσκων· τί δὲ Θεμιστοκλέα οὐκ ἀκούεις καὶ Κίμωνα καὶ Μιλτιάδην καὶ Περικλέα; ὁ Σωκράτης καταναγκάζων αὐτὸν ὁμολογῆσαι ὅτι οὐκ ἦσαν πολιτικοὶ, ἀλλὰ κόλακες, πόρρωθεν πάλιν ὅπερ αὐτῷ σύνηθες τῶν προκειμένων ἁπτόμενος διαλαμβάνει περὶ τάξεως καὶ ἀταξίας, παραδειγματικῶς ἐρωτῶν τίνι βελτίων γίγνεται οἰκία, τάξει ἢ ἀταξίᾳ.
3 749 [30] τί δὲ ναυπηγὸς, πῶς διατίθησι τὸ πλοῖον, τί δὲ ζωγράφος, ἢ οἰκοδόμος, ἢ ἄλλοι πάντες δημιουργοί; ὁμολογηθέντος τούτου ὅτι ἡ τάξις ἐπὶ τὸ βέλτιον ἄγει, ἐζήτησε τίς ἡ τοῦ σώματος τάξις ᾗ βέλτιστον τὸ σῶμα γίγνεται. λέγει ὁ Καλλικλῆς, ὑγίεια. τίς δὲ ἡ τῆς ψυχῆς τάξις, ᾗ βελτίων γίγνεται; ἠπόρησε Καλλικλῆς. ἀπεκρίνατο Σωκράτης ὅτι ἐμοὶ δοκεῖ δικαιοσύνη τε καὶ σωφροσύνη. συμφήσαντος Καλλικλέους ὁ Σωκράτης ἐπήνεγκεν, οὐκοῦν πρὸς ταῦτα ἀποβλέπων ὁ ῥήτωρ ὁ τεχνικὸς καὶ ἀγαθὸς καὶ τοὺς λόγους προσοίσει ταῖς ψυχαῖς, ἂν λέγῃ καὶ τὰς πράξεις ἁπάσας καὶ δῶρον ἐάν τι διδῷ, καὶ ἐάν τι ἀφαιρῆται, ἀφαιρήσεται, πρὸς τοῦτο ἀεὶ τὸν νοῦν ἔχων ὅπως ἂν αὑτοῦ τοῖς πολίταις δικαιοσύνη μὲν ἐν ταῖς ψυχαῖς γίγνηται, ἀδικία δὲ ἀπαλλάττηται, καὶ ἄλλη δὲ ἀρετὴ ἐγγίγνηται, κακία δὲ ἀπῇ. συγχωρήσαντος Καλλικλέους, ἐρωτᾷ περὶ Περικλέους, πρῶτον εἰ πεποίηκε βελτίους Ἀθηναίους ἀργοὺς ποιήσας καὶ φιλαργύρους, καὶ εἰς μισθοφορὰν καταστήσας. καὶ ὁμοίως περὶ Κίμωνός φησιν, ἐφυγάδευσαν αὐτὸν, φησὶν, ἐτῶν δέκα, ἵνα αὐτοῦ τῆς φωνῆς μὴ ἀκούσειαν. καὶ περὶ Θεμιστοκλέους ταὐτά φησι. Μιλτιάδην δὲ τὸν ἐν Μαραθῶνι εἰς τὸ βάραθρον ἐμβαλεῖν ἐψηφίσαντο. καὶ εἰ μὴ διὰ τὸν πρύτανιν ἐνέπεσεν ἄν. καίτοι εἰ ἦσαν ἄνδρες, ὡς σὺ φῂς, ἀγαθοὶ, οὐκ ἄν ποτε ταῦτα ἔπασχον. ὥστε εἰ οὗτοι ῥήτορες ἦσαν, οὐ τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο· ἀληθινὴν δὲ λέγει τὴν πολιτικήν· οὐ γὰρ ἂν ἐξέπεσον, ἀλλὰ μεγάλα ἔργα εἰργάσαντο. φησὶν ὁ Καλλικλῆς. οὐδὲ ἐγὼ, φησὶ, ψέγω τούτους ὡς διακόνους, οἷον ὡς καλῶς ὑπηρετήσαντας τῇ πολιτείᾳ. τούτῳ γὰρ τῷ σημαινομένῳ καλεῖ διακόνους τοὺς ῥήτορας, ὡς ἐπὶ λέξεως ἐστὶ παρὰ Πλάτωνι τὸ ῥητόν. μᾶλλον οἷοί τε ἐκπορίζειν τῇ πόλει ὧν ἐπεθύμει, ἀλλὰ γὰρ μεταβιβάζειν τὰς ἐπιθυμίας ἐπὶ τοῦτο, ὅθεν ἔμελλον ἀμείνους ἔσεσθαι οἱ πολῖται, ὡς ἔπος εἰπεῖν· οὐδὲν τούτων διάφορον ἐκεῖνοι, ὅπερ μόνον ἔργον ἐστὶν ἀγαθοῦ πολίτου, ναῦς δὲ καὶ τείχη καὶ νεώρια καὶ ἄλλα πολλὰ τοιαῦτα.
3 750 [5] καὶ ἐγώ σοι ὁμολογῶ δεινοτέρους εἶναι ἐκείνους τούτων ἐκπορίζειν. καὶ ἑξῆς πάλιν· ἄνευ γὰρ σωφροσύνης καὶ δικαιοσύνης λιμένων καὶ νεωρίων καὶ τειχῶν καὶ φόρων καὶ τοιούτων φλυαριῶν ἐμπεπλήκασι τὴν πόλιν. καὶ ἡ μὲν ἔφοδος πᾶσα τοῦ διαλόγου τοιαύτη. εἰ δὲ δεῖ τὴν ὑπόθεσιν ἀναλαβόντα συντόμως εἰπεῖν, Σωκράτης τὴν νῦν ῥητορικὴν διέβαλεν οὐκ οὖσαν πολιτικὴν, ἀλλὰ κολακικήν. καὶ ἦν ὁ λόγος αὐτοῦ πρὸς Γοργίαν καὶ Πῶλον. τοῦ δὲ Καλλικλέους προσαγαγόντος Θεμιστοκλέα καὶ Περικλέα καὶ Μιλτιάδην καὶ Κίμωνα ὡς ῥήτορας πολιτικοὺς ἀποδείκνυσιν ὁ Σωκράτης οὐχ οὕτως ἔχοντα τὸν λόγον, ἐξ ὧν βελτίους πεποιήκασιν Ἀθηναίους· τοὐναντίον δὲ φαύλους τῷ πρὸς ἡδονὴν ἀεὶ πολιτεύεσθαι. καὶ ἔστιν ὁ μὲν Γοργίας ἐκ σοφιστικῆς ὡρμημένος. ὅθεν ὁ περὶ τῆς ῥητορικῆς λόγος Σωκράτει πρὸς τοῦτον γεγένηται. Καλλικλῆς δὲ πολιτεύεται. διὸ καὶ περὶ τῶν Ἀθήνησι πολιτευσαμένων γέγονε πρὸς τοῦτον ἡ ζήτησις. ὁ τοίνυν Ἀριστείδης ταύτην τὴν διασκευὴν τοῦ λόγου δεξάμενος, πρὸς μὲν τὸν περὶ ῥητορικῆς λόγον τοὺς ὑπὲρ ῥητορικῆς λόγους συνέγραψε, πρὸς δὲ τὴν διαβολὴν τῶν ἀνδρῶν τὸν νῦν εἰς ἐξήγησιν ἡμῖν προκείμενον, ἐν μεθόδῳ τὰς λύσεις πρὸς τὰς ἀπὸ τῶν συλλογισμῶν καὶ τῶν ὅρων βίας ἀπεργασάμενος. Πλάτωνος μὲν γὰρ ἐν ἀρετῇ τὸν πολιτικὸν ὑπογράψαντος, ὡς προλαβόντες ἐδείξαμεν, εἶτα δεικνύντος πολιτικοὺς οὐκ ὄντας τοὺς ῥήτορας, Ἀριστείδης σὺν τέχνῃ τὴν ὕλην οἰκονομούμενος τὰς πράξεις τὰς μερικὰς ἐπὶ τὴν ἀρετὴν τὴν καθόλου μετήνεγκεν, ἀποδιδοὺς τὸ κατ’ ἀρετὴν τοῖς ῥήτορσι τέλειον. καὶ τοὐναντίον πεποίηκε Πλάτωνι. ὁ μὲν γὰρ ἀπὸ τῶν ὅρων ἀρξάμενος μετῆλθεν ἐπὶ τὰ πρόσωπα, εἶτ’ ἀπὸ τῶν προσώπων ἐπὶ τὰ πράγματα· ὁ δὲ κάτωθεν ἀπὸ τῶν πράξεων ἀπὸ τῶν ῥητόρων ἀρξάμενος ἐπὶ τὸν πολιτικὸν ἀνατρέχει, ἔνια μὲν τῶν κατορθωμάτων μεταφέρων ἐπὶ τὰ δίκαια, ἔνια δὲ ἄξια σωφροσύνης ἐπιδεικνὺς, ἄλλα δὲ ἀνδρείας, ἕτερα δὲ πάλιν φρονήσεως.
3 751 [30] καὶ οὕτω φαινόμενος ἐκ τοῦ κατὰ μέρος τὰς ἀρετὰς συνάγων τοῖς ῥήτορσι, πολιτικοὺς δοκεῖ δεικνύναι τοὺς περὶ Περικλέα καὶ Θεμιστοκλέα καὶ Μιλτιάδην καὶ Κίμωνα. φεύγει μὲν γὰρ πανταχοῦ καθόλου περὶ τοῦ πολιτικοῦ πρὸς τὸν φιλόσοφον ἀνθορίζεσθαι, ἂν δέ πως ἀναγκασθῇ, πρὸς τὸ χρήσιμον πιθανῶς ποιεῖται τοὺς ὅρους. ἐνδιατρίβει δὲ διόλου ταῖς πράξεσι, τὰς ἀποδείξεις ἑαυτῷ διὰ τούτων ἐρανιζόμενος, καὶ πολιτικοὺς αὐτοὺς ἐκ τῶν κατὰ μέρος εἶναι πιστούμενος. καὶ δοκεῖ ἐκ τῶν Ἰσοκράτους παραινέσεων εἰληφέναι τὴν μεταχείρισιν. ὡς γὰρ ἐκεῖνος περὶ δικαιοσύνης καὶ σωφροσύνης καὶ φρονήσεως καὶ ἀνδρίας δογματίζει μὲν οὐδέν· οὐδὲ γὰρ λέγει τὸ δίκαιον, ἢ τί σωφροσύνη πάλιν, ἢ φρόνησις, ἐκ δὲ τῶν κατὰ μέρος παραγγελμάτων ἀρετὴν ἐμποιεῖ, ποὺ μὲν δικαίας πράξεις ὑποτιθέμενος, ποὺ δὲ διδάσκων ὅπως ἂν εἶναι δόξαιμεν φρόνιμοι, ποὺ δὲ τῶν ἡδονῶν ἀμελεῖν παραινῶν καὶ διὰ τούτων τὴν σωφροσύνην ἐργαζόμενος, οὕτως Ἀριστείδης ἐκ τῶν κατὰ μέρος πράξεων τὴν ἀρετὴν τῶν ῥητόρων ἐπιδεικνὺς πολιτικοὺς εἶναι τοὺς ἄνδρας βιάζεται, ἀντεγείρων τῇ τῶν συλλογισμῶν ἀνάγκῃ τὴν τέχνην, καὶ τῇ μεταχειρίσει τὸν ψόγον μετατιθεὶς εἰς ἐγκώμιον. δείκνυσι γὰρ καὶ τὸ εἶδος τοῦ λόγου σαφῶς τὰ πράγματα κείμενα. καὶ νῦν εἰ δοκεῖ σαφέστερον τοῦτο ὀψώμεθα. Φασί τινες τῶν τὰς βαθείας ὑπήνας ἑλκόντων δικανικὸν εἶναι τὸν λόγον. πρῶτον μὲν ἐκ τῆς ἐπιγραφῆς· ὑπὲρ τῶν τεττάρων γὰρ, φασὶν, ἐπιγέγραπται. ἡ δὲ ὑπέρ πρόθεσις ἀπολογία ἐστίν· ἔπειθ’ ὅτι ἀντιθέσεις ὁ λόγος ἔχει.
3 752 [30] καὶ τὸ δεύτερον δὲ μέρος ἀγῶνας κεκλήκασιν. οὔτε δὲ ἀγῶνες οὔτε ἀντιθέσεις ἐν ἄλλῳ τινὶ ἢ δικανικῷ εἴδει συμβαίνουσιν. ἐκ δὲ τούτων δῆλον ὅτι δικανικὸς ὁ λόγος καλεῖται. πρὸς τούτοις φασὶν ὡς αὐτὸς Ἀριστείδης δικανικὸν εἶναι τὸν λόγον ὡρίσατο, ἤδη καὶ πρὸ ἡμῶν κατηγορίαν εἶναι τὸν Πλάτωνος λόγον ἀποφηνάμενος, ἔνθα φησὶ, καὶ τὴν κατηγορίαν ἣν ἐποιήσατο Μιλτιάδου καὶ Θεμιστοκλέους. πρὸς οὓς ἐροῦμεν ταυτί· πρῶτον μὲν ὡς ἀδιαφόρως οἱ παλαιοὶ κέχρηνται ταῖς προθέσεσι. καὶ γὰρ τῇ κατά ἀντὶ τῆς ὑπέρ Δημοσθένης ἐχρήσατο, καὶ παρὰ τῷ Θουκυδίδῃ ἐνηλλαγμένως πάσας εὑρήσεις τὰς προθέσεις κειμένας, ὥστε οὐχ ἡ πρόθεσις δικανικὸν τὸν λόγον ποιεῖ. ἔπειτα αἱ ἀντιθέσεις οὐ μόνον ἐμπίπτουσιν ἐν δικανικαῖς ὑποθέσεσιν, ἀλλ’ ἤδη καὶ ἐν ἐγκωμιαστικαῖς, ὡς Ἰσοκράτης ἐν τῷ Βουσίριδι καὶ αὐτὸς Ἀριστείδης ἐν Παναθηναϊκῷ. καὶ τὰς αἰτίας ἐκεῖ ἐξηγησάμενοί σοι πρῶτον τοῦτον τὸν λόγον εἰρήκαμεν· ἔφαμεν γὰρ ὅτι τὰ ἀμφίδοξα τῶν ἐγκωμίων, ἐὰν ἀκριβῶς ἔνδοξα κατασκευάσαι θελήσωμεν, ἐξ ἀντιθέσεως λαβόντες τὰ δοκοῦντα διαβολῆς ἄξια εἰς ἐγκώμια μετατίθεμεν, ἵνα τελείως ὁ λόγος ἔνδοξος γένηται. πρὸς δὲ τὸ ἀγωνιστικὸν εἶναί τι μέρος τοῦ λόγου διὰ τὸ μάχιμον τὸ κατὰ τὴν σύνταξιν εἴρηται, ὅτι καὶ αὐτὸ δι’ ἀγῶνος ἐσπούδασται ἀποδεῖξαι τοὺς ἄνδρας πολιτικούς. ἀγωνιστικὸς γὰρ λέγεται λόγος ὅταν μαχίμως παρ’ ἡμῶν συντεθῇ. ὥσπερ ἂν εἰ καὶ τόπον Ὁμηρικὸν λαβόντες μαχίμως μεταφράσαι θελήσαιμεν. κυρίως μὲν γὰρ τὸ τῶν ἀγώνων ὄνομα ὑπὸ δικανικῆς ὑποθέσεως τέτακται, ἐπειδὴ πρὸς ἀλλήλους ἀγωνίζονται περὶ τῆς νικῆς ἀμφότεροι. οὐδὲν δὲ ἄτοπον καλούσης τῆς χρείας καὶ ἐν ἐγκωμιαστικαῖς ὑποθέσεσιν, ἢ φράσει χρήσασθαι ἀγωνιστικῇ, ἢ μαχίμοις ἐπιχειρήμασι.
3 753 [25] δεῖ δὲ πανταχοῦ τῶν πραγμάτων τὴν φύσιν καὶ τῆς ὕλης τὸ εἶδος ὁρᾶν, καὶ μὴ τῇ τῶν ὀνομάτων θέσει παράγεσθαι. τὸ γὰρ λέγειν ὡς οὐκ εἰσὶν οἱ ἄνδρες πολιτικοὶ δηλοῖ τούτους οὐκ ἔχειν τὰς ἀρετὰς, ὅπερ οὐ δικανικοῦ εἴδους, ἀλλὰ διαβολὴ τυγχάνει τῆς φύσεως. οὐχ ὁ χαρακτὴρ τοίνυν τοῦ λόγου μάχιμος ὢν δικανικὸν τὸ εἶδος ποιεῖ, ἀλλὰ τῶν πραγμάτων ἡ φύσις ἐγκωμιαστικὴν τὴν ὑπόθεσιν δείκνυσι. πρὸς δὲ τὸ ὅτι καὶ αὐτὸς Ἀριστείδης κατηγορίαν ὠνόμασεν ἐοίκασιν ἀγνοεῖν ὅτι κατηγορία ἀντὶ τοῦ καταγόρευσις εἴρηται, ὡς καὶ Ἀριστοτέλης τὸ τῶν κατηγοριῶν βιβλίον ὠνόμασε διὰ τὸ κατά τινος πράγματος τὸ λεγόμενον ἀγορεύεσθαι. ὅθεν καὶ Ἀριστείδης κατηγορίαν εἶπε τὴν ἐξέτασιν Πλάτωνος, διὰ τὸ τοὺς παρ’ αὐτοῦ λόγους κατὰ τῶν ἀνδρῶν ἀγορεύεσθαι. εἰ δὲ δεῖ πρὸς τὴν λέξιν καὶ θεωρήματι χρήσασθαι, Δημοσθενικῶς Ἀριστείδης τὴν ἐξέτασιν κατηγορίαν ὠνόμασεν, ἵν’ αὐξήσας τὸν λόγον τῇ λέξει καθάψηται Πλάτωνος, ὡς κατηγοροῦντος, οὐ δοκιμάζοντος. περιττὸν μὲν οὖν ἐντεῦθεν οἶδ’ ὅτι καὶ περὶ στάσεώς τινα λόγον ποιήσασθαι. εἰ γὰρ ἀποδέδεικται οὐ δικανικοῦ εἴδους ὁ λόγος, οὐκοῦν πῶς στάσιν ἐπιδέξαιτο ἂν ἡ ὑπόθεσις; οὐ μὴν καὶ περὶ τούτου ποιησόμεθα τὴν ἐπίσκεψιν, ἵνα μηδὲν ἀνεξέταστον ᾖ. Τινὲς τῶν ἐμπρεψάντων ἐνδόξως ἐφ’ ἡμῶν ὥσπερ τι μέγα καὶ σεμνὸν ἐπινοήσαντες μετάστασιν εἶναι τὴν ὑπόθεσιν ἔφασαν, ἔγκλημα προφέροντες τὸ κατὰ Περικλέους λεγόμενον. ἀργοὺς γάρ φησι καὶ φιλαργύρους Ἀθηναίους ἐποίησε, καὶ τὴν αἰτίαν ἐπὶ τοὺς πρὸ αὐτῶν μετάγουσι ῥήτορας.
3 754 [25] οἶσθα δὲ ὅτι οὐκ ἔγκλημα λαμβάνεται παρὰ τοῦ Πλάτωνος τὸ ἀργοὺς καὶ φιλαργύρους· ἀλλ’ ἡ πρώτη μὲν πρότασίς ἐστιν ὅτι οὐκ ἦσαν οἱ ἄνδρες πολιτικοὶ, ἡ δὲ τούτου κατασκευή· οὐδὲ γὰρ καλοὺς κἀγαθοὺς Ἀθηναίους ἐποίησαν, τοὐναντίον δὲ καὶ κακοὺς καὶ ἀργοὺς καὶ φιλαργύρους. ὁ δὲ τὰ συνέχοντα τὴν παρὰ τῷ Πλάτωνι ζήτησιν μὴ νοῶν τὰς ἀποδείξεις λαβὼν εἰς ἐγκλήματα μετάστασιν εἶπε τὴν στάσιν, ἵν’ ἀδιορθώτῳ πταίσματι περιπέσωμεν. ἀνάγκη γὰρ ἐν ταῖς ἀντιθετικαῖς πρῶτον ἡμᾶς ὁμολογεῖν τὸ ἐπιφερόμενον ἔγκλημα, εἶθ’ οὕτω μετάγειν εἰς ἕτερον. εἴτε οὖν τὸ μὴ εἶναι τοὺς ἄνδρας πολιτικοὺς ἐγκαλοῦσιν, ἀνάγκη διὰ τὴν μετάστασιν πρῶτον ὁμολογεῖν ὅτι οὐκ εἰσὶ πολιτικοὶ, ὅπερ Ἀριστείδης οὐ ποιεῖ διόλου τοὺς ἄνδρας κατασκευάζων πολιτικούς· εἴτε τὸ ἀργοὺς καὶ φιλαργύρους ἐγκαλεῖ, ἀνάγκη καὶ ταῦτα πρῶτον ὁμολογεῖν διὰ τὴν φύσιν τῆς μεταστάσεως· ὅπερ ἐστὶν ἀτοπώτατον. ἔτι τὰ ἐν ταῖς ἀντιθετικαῖς ἐγκλήματα κατὰ φύσιν, οὐ κατὰ θέσιν ἐστίν· οἷον τὸ τεῖχος καθελεῖν, ἢ τὸν ἵππον ἀνελεῖν ἐν ἀντιστάσει, ἢ τὸ ἀποκτεῖναι τὸν υἱὸν ἐν ἀντεγκλήματι, ἢ τὸ μὴ πρεσβεῦσαι ἐν μεταστάσει, τὸ τυπτῆσαι τὸν πατέρα ἐν συγγνώμῃ. πάντα ταῦτα καὶ τὰ τοιαῦτα κατὰ φύσιν ἐστὶν ἐγκλήματα. καὶ γὰρ μόνα λεγόμενα καὶ χωρὶς περιστάσεως κατηγορίαν ποιεῖ· διὸ καὶ κατὰ φύσιν ἐγκλήματα εἴρηται παρ’ ἡμῶν. τὰ δὲ ἐν ταῖς ἄλλαις στάσεσιν ἐκ τῆς ἔξωθεν ὕλης κατὰ θέσιν ἐγκλήματα γίγνεται. μὴ νεοσφαγεῖ γοῦν τις παρεστὼς οὐ κριθήσεται, τὸ ἐπανατείνασθαι τὰς χεῖρας διὰ τὴν προϋπάρχουσαν ἔχθραν ὑβριστικὸν εἶναι δοκεῖ.
3 755 [30] ἐὰν γοῦν περιέλωμεν τὴν ποιότητα, ὁ ἐπανατεινάμενος οὐκέτι κρίνασθαι δύναται. τὸ ἀποκτεῖναι μοιχὸν ἀνεύθυνον ὂν, διὰ τὴν ποιότητα τοῦ τρισαριστέως εὐθύνεται. ἔστι συνιδεῖν εἰ καὶ τὸ ἀργὸν καὶ φιλάργυρον ἐγκλήματα κατὰ φύσιν ἐστὶν, ἢ οὔ. ἴσμεν δὲ ὅτι οὐδεὶς ἀργίας ὑπέστη γραφὴν οὐδὲ φιλαργυρίας, ἀλλὰ μισεῖται μὲν ταῦτα ὡς ἄτοπα, οὐ μὴν κρίνεται. οὐκοῦν οὐδὲ τιμωρίαν τούτων ὥρισαν οἱ νόμοι. πῶς οὖν ἐστι μετάστασις μήτε τῶν ἐγκλημάτων ὄντων μήτε ὁμολογούντων ἡμῶν πρῶτον τὰ παρὰ τῶν ἀντιδίκων λεγόμενα μήτε ὅλως ἐκ περιστάσεως γιγνομένων ἐγκλημάτων αὐτῶν; οὐκοῦν ταύτην πρῶτον ἐκβλητέον τὴν στάσιν. Ἄλλοι πραγματικῆς ὑποθέσεως εἶναι τὸν λόγον προῄρηνται, λέγοντες ζητεῖσθαι εἰ δεῖ πολιτικοὺς τοὺς ἄνδρας καλεῖν ἢ οὔ. ἴσμεν δὲ ὅτι ἐν τῇ πραγματικῇ ἐνεστώτων ἔτι καὶ ὑπαρχόντων τῶν πραγμάτων περὶ τοῦ μέλλοντος ποιούμεθα ζήτησιν εἰ δεῖ δοθῆναι τόδε, ἢ ποιῆσαι τόδε, ἢ ὀνομάσαι Περικλέα Ὀλύμπιον, τοῦ σκοποῦ τῆς ὑποθέσεως τὴν ἀναφορὰν πρὸς τὸ μέλλον ἔχοντος. κἂν γάρ τινα λόγον τῶν παρελθόντων ποιώμεθα, διὰ τὸ μέλλον αὐτῶν μνημονεύομεν τοῦ μέλλοντος τὸ κῦρος τῆς ὑποθέσεως ἔχοντος. ἐνταῦθα δὲ ὁποῖοί τινες ἦσάν ἐστιν ἡ ζήτησις, πότερον πολιτικοὶ, ἢ οὔ· ὅπερ περὶ παρελθόντος ἔχει τὴν ἐπίσκεψιν. πῶς οὖν ἔτι πραγματικῆς ἂν ὁ λόγος γένοιτο στάσεως; ἔτι δὲ καὶ τόδε ἄτοπον προσθεῖναι καλόν. ὑποθώμεθα γὰρ τὸν μὲν ἐγκωμιάζειν τινὰ, τὸν δὲ ψέγειν. οὐκοῦν κατὰ τὸν αὐτὸν λόγον ζητηθήσεται πότερόν εἰσιν οὗτοι καλοὶ ἢ κακοὶ, κἀκ τούτου πραγματικῆς στάσεως τὸ πανηγυρικὸν εἶδος γενήσεται· ὅπερ ἐστὶν ἀτοπώτατον.
3 756 [30] ἴσμεν δὲ ὅτι ἐν ταῖς πανηγυρικαῖς ὑποθέσεσι μέχρι τῶν παρελθόντων ὁ λόγος ἵσταται, ἐν δὲ τῇ πραγματικῇ πρὸς τὸ κατορθῶσαι τὰ μέλλοντα τὰ παρελθόντα λαμβάνομεν, ὥστε καὶ ταύτην ἐκβλητέον τὴν στάσιν. ἔτι πρὸς τούτοις ἄλλοι φασὶν, εἰ περὶ ὀνόματός ἐστιν ἡ ζήτησις, πότερόν εἰσι πολιτικοὶ ἢ οὔ· ὅρος ἡ στάσις πρὸς οὓς λέγομεν. ἕτερόν ἐστι φάσκειν πολιτικοί εἰσιν ἢ οὒ, καὶ πότερον πολιτικοὺς δεῖ καλεῖν ἢ οὔ. ἐν μὲν γὰρ τῷ πότερον πολιτικοί εἰσιν ἢ οὒ, μὴ ζητουμένου τοῦ ὀνόματος ζητεῖται τὰ πράγματα, εἰ τάδε ὑπάρχει τινί. ἐὰν γὰρ τάδε ὑπάρχῃ τινὶ, ἅπερ ἐν ἀρχῇ περὶ τοῦ πολιτικοῦ λέγοντες ὡρισάμεθα, οὗτος πολιτικός. ἐν δὲ τῷ πότερον πολιτικοὺς δεῖ καλεῖν ἢ οὒ, ὁμολογουμένων τῶν πραγμάτων ζητοῦμεν τὸ ὄνομα· πότερον δεῖ καλεῖν τῷδε τῷ ὀνόματι τὰ ὑπάρχοντα πράγματα ἢ οὔ· ὅπερ ἐξ ἐναντίας ὑπάρχει τῷ λόγῳ. οὐχ ὑφεστώτων γὰρ τῶν τοῦ πολιτικοῦ πραγμάτων κατὰ τὸν Πλάτωνα, ζητοῦμεν εἰ πολιτικοί εἰσιν ἢ οὔ. ἔτι ἐν τῷ ὅρῳ τὸ μὲν πέπρακται, τὸ δὲ λείπει, καὶ ὁμολογεῖται παρ’ ἑκατέρων τό τε λεῖπον καὶ τὸ πεπραγμένον. δεῖ γὰρ τὰ ἀπ’ ἀρχῆς μέχρι τέλους τυγχάνειν ὁμολογούμενα οὕτως, ὡς προστεθέντος τοῦ λείποντος ἀσύστατον γίνεσθαι ἔτι τὴν ὑπόθεσιν. ἐν δὲ τῷ ὑπὲρ τῶν τεττάρων οὔτε λείπει τι πρὸς τὴν τοῦ ὀνόματος θέσιν, ἀλλὰ τέλεια τυγχάνει τὰ πράγματα, οὔτε τί ἐστιν ὃ προστεθὲν ἀσύστατον τὴν ὕλην ποιεῖ. Ἄλλοι παραπαίοντες ἀνασκευὴν λέγουσιν εἶναι τὸν λόγον. κατὰ δὲ τοῦτον τὸν λόγον πᾶσαν ἀντίρρησιν ἀνασκευὴν ὥρα καλεῖν. ἴσμεν δὲ ὅτι τῶν λόγων αἱ διαιρέσεις τὸ τέλειον ἢ ἐλλιπὲς δεικνύουσιν. εἰ μὲν οὖν τοιαύτη τοῦ λόγου τίς ἐστιν ἡ τομὴ, ὡς προγυμνάσματος ἐπέχειν διαίρεσιν, καλῶς ἀνασκευαστικὴν εἶναί φασιν. εἰ δὲ αἱ πράξεις εἰσὶ τέλειαι καὶ ὕλης ἐγκωμιαστικῆς ἐστι πλῆθος ἐν τῷ λόγῳ, πῶς ἀνασκευὴ τὸ τοιοῦτον ἂν ἔτι ῥηθείη; πῶς δὲ προγύμνασμα τοσοῦτο μέγεθος ὑποθέσεως; καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον.
3 757 [25] λοιπὸν δέ ἐστιν εἰπεῖν ὡς πανηγυρικὸς ὁ λόγος ἐστίν· εἰ καὶ τοῦτ’ ἤδη σπερματικῶς ἡμῖν ἀποδέδεικται, πρῶτον μὲν τοίνυν ἀναγκαῖόν ἐστιν ἐν τοῖς τρισὶν εἴδεσι τῆς ῥητορικῆς καὶ τόπον ὡρίσθαι καὶ πρόσωπα καὶ σκοπόν. τόπον μὲν, δικαστήριον, βουλευτήριον, θέατρον· πρόσωπα δὲ, κατήγορον, σύμβουλον, ἐπαινέτην· σκοπὸν δὲ, τιμωρίαν, συμφέρον, καλόν. ζητουμένου τοίνυν πότερον οἱ ἄνδρες πολιτικοί εἰσιν, ἢ οὒ, οὐ δικαστήριον, οὐ βουλευτήριον πρόκειται, οὐ κατήγορος, οὐ σύμβουλος, οὐ τιμωρίαν ὁ λέγων, οὐ συμφέρον ἐπιζητεῖ, ἀλλὰ πρῶτος Πλάτων ἐν διαλέξει σκοπεῖ πότερον οἱ ἄνδρες εἶχον τὰς ἀρετὰς ἢ οὒ, δικαιοσύνην λέγω, σωφροσύνην, ἀνδρίαν, καὶ φρόνησιν, ἅπερ ἔχει συλλαβὼν ὁ πολιτικός. καὶ ὁ μὲν φιλόσοφος ἀναιρεῖ τὸ τοὺς ἄνδρας ἔχειν τὰς ἀρετὰς, τουτέστιν εἶναι πολιτικοὺς, Ἀριστείδης δὲ τίθησι. καὶ ὁ μὲν τρόπος θεάτρῳ παρέοικεν, οἱ δὲ διαλεγόμενοι ἀκροαταῖς, σκοπὸς δὲ τὸ γεγενῆσθαι καλούς. καὶ διαλέγεται Πλάτων, οὐ κρίνει, καὶ Ἀριστείδης ἐν ἀκροαταῖς ποιεῖ τὸν λόγον, οὐκ ἐν δικάζουσιν. ὥστε δῆλον ἐκ τούτων ὡς πανηγυρικῆς ὁ λόγος ἐστὶν ὑποθέσεως. ταῦτ’ ἐγώ σοι Σώπατρος ἐπιδίδωμι, ὅσα γε ἔμαθον παρὰ τῶν διδασκάλων Ἀθήνησι καὶ ὅσα μεθ’ ἑτέρων ζητῶν καὶ ἐξ ἀναγνωσμάτων ποικίλων συνήγαγον.