eul_wid: boa-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Olympic Victors by Pindar

The Olympic Victors is a lost catalogue poem by the lyric poet Pindar. According to the 10th-century Byzantine encyclopedia known as the Suda, it was a comprehensive list of the victors of the Olympic Games, composed in elegiac couplets and spanning 1238 lines. This work is distinct from Pindar's surviving Epinician Odes, which are commissioned choral odes for individual athletes; the Olympic Victors was instead a systematic record. The poem served to commemorate the names and civic origins of the victors, celebrating this peak achievement within the shared Panhellenic athletic and religious tradition. By lending poetic prestige to the official history of the Games, it functioned as an early authoritative effort to systematize the Olympic record, a concept later influential for historical chronology. The work is now lost, with no surviving fragments, and knowledge of it derives entirely from later testimonia. Its disappearance aligns with the loss of most of Pindar's non-epinician poetry, yet it illustrates a different facet of his literary output, extending his craft into the realm of catalogic verse.

Ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ
ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου·
εἰ δʼ ἄεθλα γαρύεν
ἔλδεαι, φίλον ἦτορ,
μηκέτʼ ἀελίου σκόπει
ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεν- νὸν ἄστρον ἐρήμας διʼ αἰθέρος,
μηδʼ Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν·
ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται
σοφῶν μητίεσσι, κελαδεῖν
Κρόνου παῖδʼ ἐς ἀφνεὰν ἱκομένους
μάκαιραν Ἱέρωνος ἑστίαν,
θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμήλῳ
Σικελίᾳ δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν,
ἀγλαΐζεται δὲ καί
μουσικᾶς ἐν ἀώτῳ,
οἷα παίζομεν φίλαν
ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δω- ρίαν ἀπὸ φόρμιγγα πασσάλου
λάμβανʼ, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις
νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν,
ὅτε παρʼ Ἀλφεῷ σύτο δέμας
ἀκέντητον ἐν δρόμοισι παρέχων,
κράτει δὲ προσέμειξε δεσπόταν,
Συρακόσιον ἱπποχάρ- μαν βασιλῆα· λάμπει δέ οἱ κλέος
ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ·
τοῦ μεγασθενὴς ἐράσσατο Γαιάοχος
Ποσειδάν, ἐπεί νιν καθαροῦ λέβη- τος ἔξελε Κλωθώ,
ἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον.
ἦ θαύματα πολλά, καί πού τι καὶ βροτῶν
φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον
δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοι.
Χάρις δʼ, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς,
ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστόν
ἔμμεναι τὸ πολλάκις·
ἁμέραι δʼ ἐπίλοιποι
μάρτυρες σοφώτατοι.
ἔστι δʼ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαι- μόνων καλά· μείων γὰρ αἰτία.
υἱὲ Ταντάλου, σὲ δʼ ἀντία προτέρων φθέγξομαι,
ὁπότʼ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον
ἐς ἔρανον φίλαν τε Σίπυλον,
ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων,
τότʼ Ἀγλαοτρίαιναν ἁρπάσαι,
δαμέντα φρένας ἱμέρῳ, χρυσέαισί τʼ ἀνʼ ἵπποις
ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι·
ἔνθα δευτέρῳ χρόνῳ
ἦλθε καὶ Γανυμήδης
Ζηνὶ τωὔτʼ ἐπὶ χρέος.
ὡς δʼ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολ- λὰ μαιόμενοι φῶτες ἄγαγον,
ἔννεπε κρυφᾷ τις αὐτίκα φθονερῶν γειτόνων,
ὕδατος ὅτι τε πυρὶ ζέοισαν εἰς ἀκμάν
μαχαίρᾳ τάμον κατὰ μέλη,
τραπέζαισί τʼ ἀμφὶ δεύτατα κρεῶν
σέθεν διεδάσαντο καὶ φάγον.
ἐμοὶ δʼ ἄπορα γαστρίμαρ- γον μακάρων τινʼ εἰπεῖν· ἀφίσταμαι·
ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους.
εἰ δὲ δή τινʼ ἄνδρα θνατὸν Ὀλύμπου σκοποί
ἐτίμασαν, ἦν Τάνταλος οὗτος· ἀλ- λὰ γὰρ καταπέψαι
μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δʼ ἕλεν
ἄταν ὑπέροπλον, ἅν τοι πατὴρ ὕπερ
κρέμασε καρτερὸν αὐτῷ λίθον,
τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται.
ἔχει δʼ ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον
μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτους ὅτι κλέψαις
ἁλίκεσσι συμπόταις
νέκταρ ἀμβροσίαν τε
δῶκεν, οἷσιν ἄφθιτον
θέν νιν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει.
τοὔνεκα προῆκαν υἱὸν ἀθάνατοί οἱ πάλιν
μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.
πρὸς εὐάνθεμον δʼ ὅτε φυάν
λάχναι νιν μέλαν γένειον ἔρεφον,
ἑτοῖμον ἀνεφρόντισεν γάμον
Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν
σχεθέμεν. ἐγγὺς ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ
ἄπυεν βαρύκτυπον
Εὐτρίαιναν· ὁ δʼ αὐτῷ
πὰρ ποδὶ σχεδὸν φάνη.
τῷ μὲν εἶπε· «Φίλια δῶρα Κυπρίας ἄγʼ εἴ τι, Ποσείδαον, ἐς χάριν
τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον,
ἐμὲ δʼ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων
ἐς Ἆλιν, κράτει δὲ πέλασον.
ἐπεὶ τρεῖς τε καὶ δέκʼ ἄνδρας ὀλέσαις
μναστῆρας ἀναβάλλεται γάμον
θυγατρός. ὁ μέγας δὲ κίν- δυνος ἄναλκιν οὐ φῶτα λαμβάνει.
θανεῖν δʼ οἷσιν ἀνάγκα, τά κέ τις ἀνώνυμον
γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν,
ἁπάντων καλῶν ἄμμορος; ἀλλʼ ἐμοὶ μὲν οὗτος ἄεθλος
ὑποκείσεται· τὺ δὲ πρᾶξιν φίλαν δίδοι.»
ὣς ἔννεπεν· οὐδʼ ἀκράντοις ἐφάψατο
ἔπεσι. τὸν μὲν ἀγάλλων θεός
ἔδωκεν δίφρον τε χρύσεον πτεροῖ- σίν τʼ ἀκάμαντας ἵππους.
ἕλεν δʼ Οἰνομάου βίαν παρθένον τε σύνευνον·
ἔτεκε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς.
νῦν δʼ ἐν αἱμακουρίαις
ἀγλααῖσι μέμικται,
Ἀλφεοῦ πόρῳ κλιθείς,
τύμβον ἀμφίπολον ἔχων πολυξενω- τάτῳ παρὰ βωμῷ· τὸ δὲ κλέος
τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις
Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται
ἀκμαί τʼ ἰσχύος θρασύπονοι·
ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον
ἔχει μελιτόεσσαν εὐδίαν
ἀέθλων γʼ ἕνεκεν· τὸ δʼ αἰεὶ παράμερον ἐσλόν
ὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαι
κεῖνον ἱππίῳ νόμῳ
Αἰοληΐδι μολπᾷ
χρή· πέποιθα δὲ ξένον
μή τινʼ ἀμφότερα καλῶν τε ἴδριν ἅ- μα καὶ δύναμιν κυριώτερον
τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς.
θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται
ἔχων τοῦτο κᾶδος, Ἱέρων,
μερίμναισιν· εἰ δὲ μὴ ταχὺ λίποι,
ἔτι γλυκυτέραν κεν ἔλπομαι
σὺν ἅρματι θοῷ κλεΐ- ξειν ἐπίκουρον εὑρὼν ὁδὸν λόγων
παρʼ εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦν
Μοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει·
ἄλλοισι δʼ ἄλλοι μεγάλοι· τὸ δʼ ἔ- σχατον κορυφοῦται
βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον.
εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν,
ἐμέ τε τοσσάδε νικαφόροις
ὁμιλεῖν πρόφαντον σοφίᾳ καθʼ Ἕλ- λανας ἐόντα παντᾷ.
Ἀναξιφόρμιγγες ὕμνοι,
τίνα θεόν, τίνʼ ἥρωα, τίνα δʼ ἄνδρα κελαδήσομεν;
ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα δʼ ἔστασεν Ἡρακλέης
ἀκρόθινα πολέμου·
Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου
γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμʼ Ἀκράγαντος,
εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν·
καμόντες οἳ πολλὰ θυμῷ
ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τʼ ἔσαν
ὀφθαλμός, αἰὼν δʼ ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγων
γνησίαις ἐπʼ ἀρεταῖς.
ἀλλʼ ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων
ἀέθλων τε κορυφὰν πόρον τʼ Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖς
εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον
λοιπῷ γένει. τῶν δὲ πεπραγμένων
ἐν δίκᾳ τε καὶ παρὰ δίκαν ἀποίητον οὐδʼ ἄν
Χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος·
λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτʼ ἄν.
ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνᾴσκει
παλίγκοτον δαμασθέν,
ὅταν θεοῦ Μοῖρα πέμπῃ
ἀνεκὰς ὄλβον ὑψηλόν. ἕπεται δὲ λόγος εὐθρόνοις
Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα· πένθος δὲ πίτνει βαρύ
κρεσσόνων πρὸς ἀγαθῶν.
ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳ
κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί
καὶ Ζεὺς πατήρ, μάλα φιλεῖ δὲ παῖς ὁ κισσοφόρος·
λέγοντι δʼ ἐν καὶ θαλάσσᾳ
μετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτον
Ἰνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον. ἤτοι βροτῶν γε κέκριται
πεῖρας οὔ τι θανάτου,
οὐδʼ ἡσύχιμον ἁμέραν ὁπότε παῖδʼ ἀελίου
ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν· ῥοαὶ δʼ ἄλλοτʼ ἄλλαι
εὐθυμιᾶν τε μέτα καὶ πόνων ἐς ἄνδρας ἔβαν.
οὕτω δὲ Μοῖρʼ, ἅ τε πατρώϊον
τῶνδʼ ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳ
ἐπί τι καὶ πῆμʼ ἄγει, παλιντράπελον ἄλλῳ χρόνῳ·
ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱός
συναντόμενος, ἐν δὲ Πυθῶνι χρησθέν
παλαίφατον τέλεσσεν.
ἰδοῖσα δʼ ὀξεῖʼ Ἐρινύς
ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήϊον·
λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυ- νείκει, νέοις ἐν ἀέθλοις
ἐν μάχαις τε πολέμου
τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις·
ὅθεν σπέρματος ἔχοντα ῥίζαν πρέπει τὸν Αἰνησιδάμου
ἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν.
Ὀλυμπίᾳ μὲν γὰρ αὐτός
γέρας ἔδεκτο, Πυθῶνι δʼ ὁμόκλαρον ἐς ἀδελφεόν
Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τε- θρίππων δυωδεκαδρόμων
ἄγαγον· τὸ δὲ τυχεῖν
πειρώμενον ἀγωνίας δυσφρονᾶν παραλύει.
ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν
καιρὸν βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν,
ἀστὴρ ἀρίζηλος, ἐτυμώτατον
ἀνδρὶ φέγγος· εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον,
ὅτι θανόντων μὲν ἐν- θάδʼ αὐτίκʼ ἀπάλαμνοι φρένες
ποινὰς ἔτεισαν—τὰ δʼ ἐν τᾷδε Διὸς ἀρχᾷ
ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ
λόγον φράσαις ἀνάγκᾳ·
ἴσαις δὲ νύκτεσσιν αἰεί,
ἴσαις δʼ ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον
ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα τα- ράσσοντες ἐν χερὸς ἀκμᾷ
οὐδὲ πόντιον ὕδωρ
κεινὰν παρὰ δίαιταν, ἀλλὰ παρὰ μὲν τιμίοις
θεῶν οἵτινες ἔχαιρον εὐορκίαις ἄδακρυν νέμονται
αἰῶνα, τοὶ δʼ ἀπροσόρατον ὀκχέοντι πόνον.
ὅσοι δʼ ἐτόλμασαν ἐστρίς
ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν
ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρό- νου τύρσιν· ἔνθα μακάρων
νᾶσον ὠκεανίδες
αὖραι περιπνέοισιν· ἄνθεμα δὲ χρυσοῦ φλέγει,
τὰ μὲν χερσόθεν ἀπʼ ἀγλαῶν δενδρέων, ὕδωρ δʼ ἄλλα φέρβει,
ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνους
βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος,
ὃν πατὴρ ἔχει μέγας ἑτοῖμον αὐτῷ πάρεδρον,
πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.
Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται·
Ἀχιλλέα τʼ ἔνεικʼ, ἐπεὶ Ζηνὸς ἦτορ
λιταῖς ἔπεισε, μάτηρ·
ὃς Ἕκτορα σφᾶλε, Τροίας
ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν,
Ἀοῦς τε παῖδʼ Αἰθίοπα. πολλά μοι ὑπʼ ἀγκῶνος ὠκέα βέλη
ἔνδον ἐντὶ φαρέτρας
φωνάεντα συνετοῖσιν· ἐς δὲ τὸ πὰν ἑρμανέων
χατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροι
παγγλωσσίᾳ κόρακες ὣς ἄκραντα γαρυέτων
Διὸς πρὸς ὄρνιχα θεῖον·
ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ· τίνα βάλλομεν
ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀ- ϊστοὺς ἱέντες; ἐπί τοι
Ἀκράγαντι τανύσαις
αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ,
τεκεῖν μή τινʼ ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλον
εὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα
Θήρωνος. ἀλλʼ αἶνον ἐπέβα κόρος
οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπʼ ἀνδρῶν,
τὸ λαλαγῆσαι θέλον κρυφὸν τιθέμεν ἐσλῶν καλοῖς
ἔργοις, ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν,
καὶ κεῖνος ὅσα χάρματʼ ἄλλοις ἔθηκεν,
τίς ἂν φράσαι δύναιτο;
Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳ θʼ Ἑλένᾳ
κλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι,
Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων
ἵππων ἄωτον. Μοῖσα δʼ οὕτω ποι παρέ- στα μοι νεοσίγαλον εὑρόντι τρόπον
Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ
ἀγλαόκωμον· ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι
πράσσοντί με τοῦτο θεόδματον χρέος,
φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν
Αἰνησιδάμου παιδὶ συμμεῖξαι πρεπόν- τως, ἅ τε Πίσα με γεγωνεῖν· τᾶς ἄπο
θεόμοροι νίσοντʼ ἐπʼ ἀνθρώπους ἀοιδαί,
ᾧ τινι κραίνων ἐφετμὰς Ἡρακλέος προτέρας
ἀτρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰ- τωλὸς ἀνὴρ ὑψόθεν
ἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας, τάν ποτε
Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας,
μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἀέθλων,
δᾶμον Ὑπερβορέων πείσαις Ἀπόλ- λωνος θεράποντα λόγῳ·
πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳ
ἄλσει σκιαρόν τε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόν τʼ ἀρετᾶν.
ἤδη γὰρ αὐτῷ, πατρὶ μὲν βωμῶν ἁγι- σθέντων, διχόμηνις ὅλον χρυσάρματος
ἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα,
καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδʼ ἁμᾶ
θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ·
ἀλλʼ οὐ καλὰ δένδρεʼ ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος.
τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀ- ξείαις ὑπακουέμεν αὐγαῖς ἀελίου.
δὴ τότʼ ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα
Ἰστρίαν νιν· ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ
δέξατʼ ἐλθόντʼ Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν,
εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυʼ ἀνάγκα πατρόθεν
χρυσόκερων ἔλαφον θήλειαν ἄξονθʼ, ἅν ποτε Ταϋγέτα
ἀντιθεῖσʼ Ὀρθωσίας ἔγραψεν ἱεράν.
τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιαῖς ὄπιθεν Βορέα
ψυχροῦ· τόθι δένδρεα θάμβαινε σταθείς.
τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου
ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορ- τὰν ἵλαος ἀντιθέοισιν νίσεται
σὺν βαθυζώνοιο διδύμοις παισὶ Λήδας.
τοῖς γὰρ ἐπέτραπεν Οὔλυμπόνδʼ ἰὼν θαητὸν ἀγῶνα νέμειν
ἀνδρῶν τʼ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου
διφρηλασίας. ἐμὲ δʼ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις
Θήρωνί τʼ ἐλθεῖν κῦδος εὐίππων διδόν- των Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν
ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις,
εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς.
εἰ δʼ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος,
νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται
οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δʼ ἐστὶ σοφοῖς ἄβατον
κἀσόφοις. οὔ νιν διώξω· κεινὸς εἴην.
Ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ· τεαὶ γὰρ Ὧραι
ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μʼ ἔπεμψαν
ὑψηλοτάτων μάρτυρʼ ἀέθλων·
ξείνων δʼ εὖ πρασσόντων
ἔσαναν αὐτίκʼ ἀγγελίαν ποτὶ γλυκεῖαν ἐσλοί·
ἀλλὰ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις
ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου,
Οὐλυμπιονίκαν
δέξαι Χαρίτων θʼ ἕκατι τόνδε κῶμον,
χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκει
ὀχέων, ὃς ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι κῦδος ὄρσαι
σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων
εἴη λοιπαῖς εὐχαῖς·
ἐπεί νιν αἰνέω, μάλα μὲν τροφαῖς ἑτοῖμον ἵππων,
χαίροντά τε ξενίαις πανδόκοις,
καὶ πρὸς Ἡσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον.
οὐ ψεύδεϊ τέγξω
λόγον· διάπειρά τοι βροτῶν ἔλεγχος·
ἅπερ Κλυμένοιο παῖδα
Λαμνιάδων γυναικῶν ἔλυσεν ἐξ ἀτιμίας.
χαλκέοισι δʼ ἐν ἔντεσι νικῶν δρόμον
ἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών·
«οὗτος ἐγὼ ταχυτᾶτι·
χεῖρες δὲ καὶ ἦτορ ἴσον. φύονται δὲ καὶ νέοις
ἐν ἀνδράσιν πολιαί
θαμάκι παρὰ τὸν ἁλικίας ἐοικότα χρόνον.»
Ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκύν
τῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ
ἀκαμαντόποδός τʼ ἀπήνας δέκευ Ψαύμιός τε δῶρα·
ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον,
βωμοὺς ἓξ διδύμους ἐγέραρεν ἑορταῖς θεῶν μεγίσταις
ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις,
ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. τὶν δὲ κῦδος ἁβρόν
νικάσας ἀνέθηκε, καὶ ὃν πατέρʼ Ἄ- κρωνʼ ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν.
ἵκων δʼ Οἰνομάου καὶ Πέλοπος παρʼ εὐηράτων
σταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνόν
τὸ τεὸν ποταμόν τε Ὤανον ἐγχωρίαν τε λίμναν
καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν,
κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος,
ὑπʼ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν·
αἰεὶ δʼ ἀμφʼ ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον
κινδύνῳ κεκαλυμμένον· εὖ δὲ τυχόν- τες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν.
Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόν τε ναίων λόφον
τιμῶν τʼ Ἀλφεὸν εὐρὺ ῥέοντα Ἰδαῖόν τε σεμνὸν ἄντρον,
ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς,
αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυταῖς
δαιδάλλειν, σέ τʼ, Ὀλυμπιόνικε, Ποσειδανίοισιν ἵπποις
ἐπιτερπόμενον φέρειν γῆρας· εὔθυμον ἐς τελευτάν
υἱῶν, Ψαῦμι, παρισταμένων. ὑγίεντα δʼ εἴ τις ὄλβον ἄρδει,
ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.
Χρυσέας ὑποστάσαντες εὐ- τειχεῖ προθύρῳ θαλάμου
κίονας ὡς ὅτε θαητὸν μέγαρον
πάξομεν· ἀρχομένου δʼ ἔργου πρόσωπον
χρὴ θέμεν τηλαυγές. εἰ δʼ εἴ- η μὲν Ὀλυμπιονίκας,
βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ,
συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσ- σᾶν, τίνα κεν φύγοι ὕμνον
κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;
ἴστω γὰρ ἐν τούτῳ πεδί- λῳ δαιμόνιον πόδʼ ἔχων
Σωστράτου υἱός. ἀκίνδυνοι δʼ ἀρεταί
οὔτε παρʼ ἀνδράσιν οὔτʼ ἐν ναυσὶ κοίλαις
τίμιαι· πολλοὶ δὲ μέμναν- ται, καλὸν εἴ τι ποναθῇ.
Ἁγησία, τὶν δʼ αἶνος ἑτοῖμος, ὃν ἐνδίκας
ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλεί- δαν ποτʼ ἐς Ἀμφιάρηον
φθέγξατʼ, ἐπεὶ κατὰ γαῖʼ αὐ- τόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.
ἑπτὰ δʼ ἔπειτα πυρᾶν νε- κροῖς τελεσθέντων Ταλαϊονίδας
εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος· «Ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς
ἀμφότερον μάντιν τʼ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι.» τὸ καί
ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.
οὔτε δύσηρις ἐὼν οὔτʼ ὦν φιλόνικος ἄγαν,
καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως
μαρτυρήσω· μελίφθογ- γοι δʼ ἐπιτρέψοντι Μοῖσαι.
ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤ- δη μοι σθένος ἡμιόνων,
ᾇ τάχος, ὄφρα κελεύθῳ τʼ ἐν καθαρᾷ
βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν
καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλ- λᾶν ὁδὸν ἁγεμονεῦσαι
ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ
ἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕ- μνων ἀναπιτνάμεν αὐταῖς·
πρὸς Πιτάναν δὲ παρʼ Εὐρώ- τα πόρον δεῖ σάμερον ἐλθεῖν ἐν ὥρᾳ·
ἅ τοι Ποσειδάωνι μι- χθεῖσα Κρονίῳ λέγεται
παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.
κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις·
κυρίῳ δʼ ἐν μηνὶ πέμποισʼ ἀμφιπόλους ἐκέλευσεν
ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος,
ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισά- νᾳ, λάχε τʼ Ἀλφεὸν οἰκεῖν·
ἔνθα τραφεῖσʼ ὑπʼ Ἀπόλλω- νι γλυκείας πρῶτον ἔψαυσʼ Ἀφροδίτας.
οὐδʼ ἔλαθʼ Αἴπυτον ἐν παν- τὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.
ἀλλʼ ὁ μὲν Πυθῶνάδʼ, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,
ᾤχετʼ ἰὼν μαντευσόμενος ταύ- τας περʼ ἀτλάτου πάθας.
ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα
κάλπιδά τʼ ἀργυρέαν λόχμας ὑπὸ κυανέας
τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ χρυσοκόμας
πραΰμητίν τʼ Ἐλείθυι- αν παρέστασʼ ἔν τε Μοίρας·
ἦλθεν δʼ ὑπὸ σπλάγχων ὑπʼ ὠ- δίνεσσʼ ἐραταῖς Ἴαμος
ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα
λεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτόν
δαιμόνων βουλαῖσιν ἐθρέ- ψαντο δράκοντες ἀμεμφεῖ
ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δʼ ἐπεί
πετραέσσας ἐλαύνων ἵκετʼ ἐκ Πυ- θῶνος, ἅπαντας ἐν οἴκῳ
εἴρετο παῖδα, τὸν Εὐά- δνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν
πατρός, περὶ θνατῶν δʼ ἔσεσθαι μάντιν ἐπιχθονίοις
ἔξοχον, οὐδέ ποτʼ ἐκλείψειν γενεάν.
ὣς ἄρα μάνυε. τοὶ δʼ οὔτʼ ὦν ἀκοῦσαι
οὔτʼ ἰδεῖν εὔχοντο πεμπταῖ- ον γεγενημένον. ἀλλʼ ἐν
κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τʼ ἐν ἀπειρίτῳ,
ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀ- κτῖσι βεβρεγμένος ἁβρόν
σῶμα· τὸ καὶ κατεφάμι- ξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ
τοῦτʼ ὄνυμʼ ἀθάνατον. τερ- πνᾶς δʼ ἐπεὶ χρυσοστεφάνοιο λάβεν
καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβαὶς ἐκάλεσσε Ποσειδᾶνʼ εὐρυβίαν,
ὃν πρόγονον, καὶ τοξοφόρον Δά- λου θεοδμάτας σκοπόν,
αἰτέων λαοτρόφον τιμάν τινʼ ἑᾷ κεφαλᾷ,
νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δʼ ἀρτιεπής
πατρία ὄσσα, μετάλλασέν τέ νιν. «Ὄρσο, τέκνον,
δεῦρο πάγκοινον ἐς χώ- ραν ἴμεν φάμας ὄπισθεν.»
ἵκοντο δʼ ὑψηλοῖο πέ- τραν ἀλίβατον Κρονίου
ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον
μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν
ψευδέων ἄγνωτον, εὖτʼ ἂν δὲ θρασυμάχανος ἐλθών
Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρί
ἑορτάν τε κτίσῃ πλειστόμβροτον τε- θμόν τε μέγιστον ἀέθλων,
Ζηνὸς ἐπʼ ἀκροτάτῳ βω- μῷ τότʼ αὖ χρηστήριον θέσθαι κέλευσεν.
ἐξ οὗ πολύκλειτον καθʼ Ἕλ- λανας γένος Ἰαμιδᾶν·
ὄλβος ἅμʼ ἕσπετο· τιμῶντες δʼ ἀρετάς
ἐς φανερὰν ὁδὸν ἔρχονται· τεκμαίρει
χρῆμʼ ἕκαστον· μῶμος ἐξ ἄλ- λων κρέμαται φθονεόντων
τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον
ἐλαυνόντεσσιν αἰδοία ποτιστά- ξῃ Χάρις εὐκλέα μορφάν.
εἰ δʼ ἐτύμως ὑπὸ Κυλλά- νας ὄρος, Ἁγησία, μάτρωες ἄνδρες
ναιετάοντες ἐδώρη- σαν θεῶν κάρυκα λιταῖς θυσίαις
πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τʼ ἀέθλων,
Ἀρκαδίαν τʼ εὐάνορα τιμᾷ· κεῖνος, ὦ παῖ Σωστράτου,
σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.
δόξαν ἔχω τινʼ ἐπὶ γλώσσᾳ λιγυρᾶς ἀκόνας,
ἅ μʼ ἐθέλοντα προσέρπει καλλιρόαισι πνοαῖς.
ματρομάτωρ ἐμὰ Στυμ- φαλίς, εὐανθὴς Μετώπα,
πλάξιππον ἃ Θήβαν ἔτι- κτεν, τᾶς ἐρατεινὸν ὕδωρ
πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων
ποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους,
Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι,
γνῶναί τʼ ἔπειτʼ, ἀρχαῖον ὄνειδος ἀλαθέσιν
λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός,
ἠϋκόμων σκυτάλα Μοι- σᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν·
εἶπον δὲ μεμνᾶσθαι Συρα- κοσσᾶν τε καὶ Ὀρτυγίας·
τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων,
ἄρτια μηδόμενος, φοινικόπεζαν
ἀμφέπει Δάματρα λευκίπ- που τε θυγατρὸς ἑορτάν
καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν
λύραι μολπαί τε γινώσκοντι. μὴ θράσ- σοι χρόνος ὄλβον ἐφέρπων,
σὺν δὲ φιλοφροσύναις εὐ- ηράτοις Ἁγησία δέξαιτο κῶμον
οἴκοθεν οἴκαδʼ ἀπὸ Στυμ- φαλίων τειχέων ποτινισόμενον,
ματέρʼ εὐμήλοιο λείποντʼ Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντʼ ἐν χειμερίᾳ
νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμ- φθαι δύʼ ἄγκυραι. θεός
τῶνδε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων.
δέσποτα ποντόμεδον, εὐθὺν δὲ πλόον καμάτων
ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις
Ἀμφιτρίτας, ἐμῶν δʼ ὕ- μνων ἄεξʼ εὐτερπὲς ἄνθος.
Φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλών
ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ
δωρήσεται
νεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον, κορυφὰν κτεάνων,
συμποσίου τε χάριν κᾶ- δός τε τιμάσαις νέον, ἐν δὲ φίλων
παρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς·
καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροις
ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός,
ἱλάσκομαι,
Ὀλυμπίᾳ Πυθοῖ τε νικών- τεσσιν· ὁ δʼ ὄλβιος, ὃν φᾶμαι κατέχωντʼ ἀγαθαί·
ἄλλοτε δʼ ἄλλον ἐποπτεύ- ει Χάρις ζωθάλμιος ἁδυμελεῖ
θαμὰ μὲν φόρμιγγι παμφώνοισί τʼ ἐν ἔντεσιν αὐλῶν.
καί νυν ὑπʼ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν, τὰν ποντίαν
ὑμνέων, παῖδʼ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον,
εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρʼ Ἀλ- φειῷ στεφανωσάμενον
αἰνέσω πυγμᾶς ἄποινα
καὶ παρὰ Κασταλίᾳ, πα- τέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ,
Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας
ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.
ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου
ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον,
Ἡρακλέος
εὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται· τὸ δʼ Ἀμυντορίδαι
ματρόθεν Ἀστυδαμείας. ἀμφὶ δʼ ἀνθρώπων φρασὶν ἀμπλακίαι
ἀναρίθμητοι κρέμανται· τοῦτο δʼ ἀμάχανον εὑρεῖν,
ὅτι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν.
καὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθον
σκάπτῳ θενών
σκληρᾶς ἐλαίας ἔκτανεν Τί- ρυνθι Λικύμνιον ἐλθόντʼ ἐκ θαλάμων Μιδέας
τᾶσδέ ποτε χθονὸς οἰκι- στὴρ χολωθείς. αἱ δὲ φρενῶν ταραχαί
παρέπλαγξαν καὶ σοφόν. μαντεύσατο δʼ ἐς θεὸν ἐλθών.
τῷ μὲν ὁ χρυσοκόμας εὐ- ώδεος ἐξ ἀδύτου ναῶν πλόον
εἶπε Λερναίας ἀπʼ ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν,
ἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς ὁ μέγας χρυσέαις νιφάδεσσι πόλιν,
ἁνίχʼ Ἁφαίστου τέχναισιν
χαλκελάτῳ πελέκει πα- τέρος Ἀθαναία κορυφὰν κατʼ ἄκραν
ἀνορούσαισʼ ἀλάλαξεν ὑπερμάκει βοᾷ.
Οὐρανὸς δʼ ἔφριξέ νιν καὶ Γαῖα μάτηρ.
τότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδας
μέλλον ἔντειλεν φυλάξασθαι χρέος
παισὶν φίλοις,
ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοι
πατρί τε θυμὸν ἰάναι- εν κόρᾳ τʼ ἐγχειβρόμῳ. ἐν δʼ ἀρετάν
ἔβαλεν καὶ χάρματʼ ἀνθρώποισι προμαθέος αἰδώς·
ἐπὶ μὰν βαίνει τι καὶ λάθας ἀτέκμαρτα νέφος,
καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδόν
ἔξω φρενῶν.
καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμʼ ἀνέβαν φλογὸς οὔ. τεῦξαν δʼ ἀπύροις ἱεροῖς
ἄλσος ἐν ἀκροπόλει. κεί- νοισι μὲν ξανθὰν ἀγαγὼν νεφέλαν
πολὺν ὗσε χρυσόν· αὐτὰ δέ σφισιν ὤπασε τέχναν
πᾶσαν ἐπιχθονίων Γλαυκ- ῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν.
ἔργα δὲ ζωοῖσιν ἑρπόν- τεσσί θʼ ὁμοῖα κέλευθοι φέρον·
ἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει.
φαντὶ δʼ ἀνθρώπων παλαιαί
ῥήσιες, οὔπω, ὅτε χθό- να δατέοντο Ζεύς τε καὶ ἀθάνατοι,
φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ,
ἁλμυροῖς δʼ ἐν βένθεσιν νᾶσον κεκρύφθαι.
ἀπεόντος δʼ οὔτις ἔνδειξεν λάχος Ἀελίου·
καί ῥά νιν χώρας ἀκλάρωτον λίπον,
ἁγνὸν θεόν.
μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλ- λεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν· ἐπεὶ πολιᾶς
εἶπέ τινʼ αὐτὸς ὁρᾶν ἔν- δον θαλάσσας αὐξομέναν πεδόθεν
πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.
ἐκέλευσεν δʼ αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν
χεῖρας ἀντεῖναι, θεῶν δʼ ὅρκον μέγαν
μὴ παρφάμεν,
ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα μιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ
ἐξοπίσω γέρας ἔσσε- σθαι. τελεύταθεν δὲ λόγων κορυφαί
ἐν ἀλαθείᾳ πετοῖσαι· βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς
νᾶσος, ἔχει τέ μιν ὀξει- ᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ,
πῦρ πνεόντων ἀρχὸς ἵππων· ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν
ἑπτὰ σοφώτατα νοήματʼ ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους
παῖδας, ὧν εἷς μὲν Κάμιρον
πρεσβύτατόν τε Ἰάλυ- σον ἔτεκεν Λίνδον τʼ· ἀπάτερθε δʼ ἔχον
διὰ γαῖαν τρίχα δασσάμενοι πατρωΐαν
ἀστέων μοίρας, κέκληνται δέ σφιν ἕδραι.
τόθι λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ
ἵσταται Τιρυνθίων ἀρχαγέτᾳ,
ὥσπερ θεῷ,
μήλων τε κνισάεσσα πομπὰ καὶ κρίσις ἀμφʼ ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας
ἐστεφανώσατο δίς, κλει- νᾷ τʼ ἐν Ἰσθμῷ τετράκις εὐτυχέων,
Νεμέᾳ τʼ ἄλλαν ἐπʼ ἄλλᾳ, καὶ κρανααῖς ἐν Ἀθάναις.
ὅ τʼ ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τά τʼ ἐν Ἀρκαδίᾳ
ἔργα καὶ Θήβαις, ἀγῶνές τʼ ἔννομοι
Βοιωτίων,
Πέλλανά τʼ· Αἰγίνᾳ τε νικῶνθʼ ἑξάκις· ἐν Μεγάροισίν τʼ οὐχ ἕτερον λιθίνα
ψᾶφος ἔχει λόγον. ἀλλʼ ὦ Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου
μεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν,
ἄνδρα τε πὺξ ἀρετὰν εὑ- ρόντα. δίδοι τέ οἱ αἰδοίαν χάριν
καὶ ποτʼ ἀστῶν καὶ ποτὶ ξεί- νων. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδόν
εὐθυπορεῖ, σάφα δαεὶς ἅ τε οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν
ἔχρεον. μὴ κρύπτε κοινόν
σπέρμʼ ἀπὸ Καλλιάνακτος· Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει
θαλίας καὶ πόλις· ἐν δὲ μιᾷ μοίρᾳ χρόνου
ἄλλοτʼ ἀλλοῖαι διαιθύσσοισιν αὖραι.
Μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία,
δέσποινʼ ἀλαθείας, ἵνα μάντιες ἄνδρες
ἐμπύροις τεκμαιρόμενοι παραπειρῶν- ται Διὸς ἀργικεραύνου,
εἴ τινʼ ἔχει λόγον ἀνθρώπων πέρι
μαιομένων μεγάλαν
ἀρετὰν θυμῷ λαβεῖν,
τῶν δὲ μόχθων ἀμπνοάν.
ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς·
ἀλλʼ ὦ Πίσας εὔδενδρον ἐπʼ Ἀλφεῷ ἄλσος,
τόνδε κῶμον καὶ στεφαναφορίαν δέ- ξαι. μέγα τοι κλέος αἰεί,
ᾧτινι σὸν γέρας ἕσπετʼ ἀγλαόν.
ἄλλα δʼ ἐπʼ ἄλλον ἔβαν
ἀγαθῶν, πολλαὶ δʼ ὁδοί
σὺν θεοῖς εὐπραγίας.
Τιμόσθενες, ὔμμε δʼ ἐκλάρωσεν πότμος
Ζηνὶ γενεθλίῳ· ὃς σὲ μὲν Νεμέᾳ πρόφατον,
Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ
θῆκεν Ὀλυμπιονίκαν.
ἦν δʼ ἐσορᾶν καλός, ἔργῳ τʼ οὐ κατὰ εἶδος ἐλέγχων
ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν·
ἔνθα σώτειρα Διὸς ξενίου
πάρεδρος ἀσκεῖται Θέμις
ἔξοχʼ ἀνθρώπων. ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ,
ὀρθᾷ διακρῖναι φρενὶ μὴ παρὰ καιρόν
δυσπαλές· τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδʼ ἁλιερκέα χώραν
παντοδαποῖσιν ὑπέστασε ξένοις
κίονα δαιμονίαν—
ὁ δʼ ἐπαντέλλων χρόνος
τοῦτο πράσσων μὴ κάμοι—
Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ·
τὸν παῖς ὁ Λατοῦς εὐρυμέδων τε Ποσειδάν,
Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦ- ξαι, καλέσαντο συνεργόν
τείχεος, ἦν ὅτι νιν πεπρωμένον
ὀρνυμένων πολέμων
πτολιπόρθοις ἐν μάχαις
λάβρον ἀμπνεῦσαι καπνόν.
γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον,
πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον,
αὖθι δʼ ἀτυζόμενοι ψυχὰς βάλον,
εἷς δʼ ἐνόρουσε βοάσαις.
ἔννεπε δʼ ἀντίον ὁρμαίνων τέρας εὐθὺς Ἀπόλλων·
«Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαις ἁλίσκεται·
ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα
πεμφθὲν βαρυγδούπου Διός·
οὐκ ἄτερ παίδων σέθεν, ἀλλʼ ἅμα πρώτοις ἄρξεται
καὶ τερτάτοις». ὣς ἦρα θεὸς σάφα εἴπαις
Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίπ- πους καὶ ἐς Ἴστρον ἐλαύνων.
Ὀρσοτρίαινα δʼ ἐπʼ Ἰσθμῷ ποντίᾳ
ἅρμα θοὸν τάνυεν,
ἀποπέμπων Αἰακόν
δεῦρʼ ἀνʼ ἵπποις χρυσέαις
καὶ Κορίνθου δειράδʼ ἐποψόμενος δαιτικλυτάν.
τερπνὸν δʼ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν.
εἰ δʼ ἐγὼ Μελησία ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ,
μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος·
καὶ Νεμέᾳ γὰρ ὁμῶς
ἐρέω ταύταν χάριν,
τὰν δʼ ἔπειτʼ ἀνδρῶν μάχας
ἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι
εἰδότι ῥᾴτερον· ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν·
κουφότεραι γὰρ ἀπειράτων φρένες.
κεῖνα δὲ κεῖνος ἂν εἴποι
ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει
ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν.
νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων
νίκαν τριακοστὰν ἑλών·
ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δʼ οὐκ ἀμπλακών
ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις
νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσ- σαν καὶ ἐπίκρυφον οἶμον,
πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος
γήραος ἀντίπαλον·
Ἀΐδα τοι λάθεται
ἄρμενα πράξαις ἀνήρ.
ἀλλʼ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι
χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,
ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπʼ ἀγώνων.
ἔστι δὲ καί τι θανόντεσσιν μέρος
κὰν νόμον ἐρδομένων·
κατακρύπτει δʼ οὐ κόνις
συγγόνων κεδνὰν χάριν.
Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων
Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρόν
κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει
ὤπασεν. ἐσλὰ δʼ ἐπʼ ἐσλοῖς
ἔργα θέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.
εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ νέμεσιν διχόβουλον μὴ θέμεν·
ἀλλʼ ἀπήμαντον ἄγων βίοτον
αὐτούς τʼ ἀέξοι καὶ πόλιν.
Τὸ μὲν Ἀρχιλόχου μέλος
φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς
ἄρκεσε Κρόνιον παρʼ ὄχθον ἁγεμονεῦσαι
κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις·
ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων
Δία τε φοινικοστερόπαν σεμνόν τʼ ἐπίνειμαι
ἀκρωτήριον Ἄλιδος
τοιοῖσδε βέλεσσιν,
τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ
ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας·
πτερόεντα δʼ ἵει γλυκύν
Πυθῶνάδʼ ὀϊστόν· οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι,
ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγʼ ἐλελίζων
κλεινᾶς ἐξ Ὀπόεντος· αἰνήσαις ἓ καὶ υἱόν,
ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν
μεγαλόδοξος Εὐνομία. θάλλει δʼ ἀρεταῖσιν
σόν τε, Κασταλία, πάρα
Ἀλφεοῦ τε ῥέεθρον·
ὅθεν στεφάνων ἄωτοι κλυτάν
Λοκρῶν ἐπαείροντι ματέρʼ ἀγλαόδενδρον.
ἐγὼ δέ τοι φίλαν πόλιν
μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς,
καὶ ἀγάνορος ἵππου
θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ
ἀγγελίαν πέμψω ταύταν, εἰ σύν τινι μοιριδίῳ παλάμᾳ
ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον·
κεῖναι γὰρ ὤπασαν τὰ τέρπνʼ· ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμονʼ ἄνδρες
ἐγένοντʼ· ἐπεὶ ἀντίον
πῶς ἂν τριόδοντος Ἡ- ρακλέης σκύταλον τίναξε χερσίν,
ἁνίκʼ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδάν,
ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων
Φοῖβος, οὐδʼ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον,
βρότεα σώμαθʼ ᾇ κατάγει κοίλαν πρὸς ἄγυιαν
θνᾳσκόντων; ἀπό μοι λόγον
τοῦτον, στόμα, ῥῖψον·
ἐπεὶ τό γε λοιδορῆσαι θεούς
ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρόν
μανίαισιν ὑποκρέκει.
μὴ νῦν λαλάγει τὰ τοι- αῦτʼ· ἔα πόλεμον μάχαν τε πᾶσαν
χωρὶς ἀθανάτων· φέροις δὲ Πρωτογενείας
ἄστει γλῶσσαν, ἵνʼ αἰολοβρέντα Διὸς αἴσᾳ
Πύρρα Δευκαλίων τε Παρνασσοῦ καταβάντε
δόμον ἔθεντο πρῶτον, ἄτερ δʼ εὐνᾶς ὁμόδαμον
κτισσάσθαν λίθινον γόνον·
λαοὶ δʼ ὀνύμασθεν.
ἔγειρʼ ἐπέων σφιν οἶμον λιγύν,
αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δʼ ὕμνων
νεωτέρων. λέγοντι μάν
χθόνα μὲν κατακλύσαι μέλαιναν
ὕδατος σθένος, ἀλλά
Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας
ἄντλον ἑλεῖν. κείνων δʼ ἔσαν
χαλκάσπιδες ὑμέτεροι πρόγονοι
ἀρχᾶθεν, Ἰαπετιονίδος φύτλας
κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί,
πρὶν Ὀλύμπιος ἁγεμών
θύγατρʼ ἀπὸ γᾶς Ἐπει- ῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλος
μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν
Λοκρῷ, μὴ καθέλοι νιν αἰὼν πότμον ἐφάψαις
ὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστον
ἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν,
μάτρωος δʼ ἐκάλεσσέ νιν
ἰσώνυμον ἔμμεν,
ὑπέρφατον ἄνδρα μορφᾷ τε καί
ἔργοισι. πόλιν δʼ ὤπασεν λαόν τε διαιτᾶν.
ἀφίκοντο δέ οἱ ξένοι
ἔκ τʼ Ἄργεος ἔκ τε Θη- βᾶν, οἱ δʼ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται·
υἱὸν δʼ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων
Αἰγίνας τε Μενοίτιον. τοῦ παῖς ἅμʼ Ἀτρείδαις
Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ
μόνος, ὅτʼ ἀλκάεντας Δαναοὺς τρέψαις ἁλίαισιν
πρύμναις Τήλεφος ἔμβαλεν·
ὥστʼ ἔμφρονι δεῖξαι
μαθεῖν Πατρόκλου βιατὰν νόον·
ἐξ οὗ Θέτιος γόνος οὐλίῳ νιν ἐν Ἄρει
παραγορεῖτο μή ποτε
σφετέρας ἄτερθε ταξιοῦσθαι
δαμασιμβρότου αἰχμᾶς.
εἴην εὑρησιεπὴς ἀναγεῖσθαι
πρόσφορος ἐν Μοισᾶν δίφρῳ·
τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμις
ἕσποιτο. προξενίᾳ δʼ ἀρετᾷ τʼ ἦλθον
τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτʼ ἀμφότεροι κράτησαν
μίαν ἔργον ἀνʼ ἁμέραν.
ἄλλαι δὲ δύʼ ἐν Κορίν- θου πύλαις ἐγένοντʼ ἔπειτα χάρμαι,
ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον·
Ἄργει τʼ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δʼ ἐν Ἀθάναις,
οἷον δʼ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων
μένεν ἀγῶνα πρεσβυτέρων ἀμφʼ ἀργυρίδεσσιν·
φῶτας δʼ ὀξυρεπεῖ δόλῳ
ἀπτωτὶ δαμάσσαις
διήρχετο κύκλον ὅσσᾳ βοᾷ,
ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις.
τὰ δὲ Παρρασίῳ στρατῷ
θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου,
καὶ ψυχρᾶν ὁπότʼ εὐδιανὸν φάρμακον αὐρᾶν
Πελλάνᾳ φέρε· σύνδικος δʼ αὐτῷ Ἰολάου
τύμβος ἐνναλία τʼ Ἐλευσὶς ἀγλαΐαισιν.
τὸ δὲ φυᾷ κράτιστον ἅπαν· πολλοὶ δὲ διδακταῖς
ἀνθρώπων ἀρεταῖς κλέος
ὤρουσαν ἀρέσθαι·
ἄνευ δὲ θεοῦ, σεσιγαμένον
οὐ σκαιότερον χρῆμʼ ἕκαστον· ἐντὶ γὰρ ἄλλαι
ὁδῶν ὁδοὶ περαίτεραι,
μία δʼ οὐχ ἅπαντας ἄμμε θρέψει
μελέτα· σοφίαι μέν
αἰπειναί· τοῦτο δὲ προσφέρων ἄεθλον,
ὄρθιον ὤρυσαι θαρσέων,
τόνδʼ ἀνέρα δαιμονίᾳ γεγάμεν
εὔχειρα, δεξιόγυιον, ὁρῶντʼ ἀλκάν,
Αἶαν, τεόν τʼ ἐν δαιτί, Ἰλιάδα, νικῶν ἐπεστεφάνωσε βωμόν.
Τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι
Ἀρχεστράτου παῖδα, πόθι φρενός
ἐμᾶς γέγραπται· γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθʼ· ὦ Μοῖσʼ, ἀλλὰ σὺ καὶ θυγάτηρ
Ἀλάθεια Διός, ὀρθᾷ χερί
ἐρύκετον ψευδέων
ἐνιπὰν ἀλιτόξενον.
ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος
ἐμὸν καταίσχυνε βαθὺ χρέος.
ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος θνατῶν· νῦν ψᾶφον ἑλισσομέναν
ὁπᾷ κῦμα κατακλύσσει ῥέον,
ὁπᾷ τε κοινὸν λόγον
φίλαν τείσομεν ἐς χάριν.
νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων,
μέλει τέ σφισι Καλλιόπα
καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύ- κνεια μάχα καὶ ὑπέρβιον
Ἡρακλέα· πύκτας δʼ ἐν Ὀλυμπιάδι νικῶν
Ἴλᾳ φερέτω χάριν
Ἁγησίδαμος, ὡς
Ἀχιλεῖ Πάτροκλος.
θάξαις δέ κε φύντʼ ἀρετᾷ ποτί
πελώριον ὁρμάσαι κλέος ἀ- νὴρ θεοῦ σὺν παλάμαις.
ἄπονον δʼ ἔλαβον χάρμα παῦροί τινες,
ἔργων πρὸ πάντων βιότῳ φάος.
ἀγῶνα δʼ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος
βωμῷ ἑξάριθμον ἐκτίσσατο,
ἐπεὶ Ποσειδάνιον
πέφνε Κτέατον ἀμύμονα,
πέφνε δʼ Εὔρυτον, ὡς Αὐγέαν λάτριον
ἀέκονθʼ ἑκὼν μισθὸν ὑπέρβιον
πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφʼ ὁδῷ,
ὅτι πρόσθε ποτὲ Τιρύνθιον
ἔπερσαν αὐτῷ στρατόν
μυχοῖς ἥμενον Ἄλιδος
Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας
Ἐπειῶν βασιλεὺς ὄπιθεν
οὐ πολλὸν ἴδε πατρίδα πολυ- κτέανον ὑπὸ στερεῷ πυρί
πλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας
ἵζοισαν ἑὰν πόλιν.
νεῖκος δὲ κρεσσόνων
ἀποθέσθʼ ἄπορον.
καὶ κεῖνος ἀβουλίᾳ ὕστατος
ἁλώσιος ἀντάσαις θάνατον αἰπὺν οὐκ ἐξέφυγεν.
ὁ δʼ ἄρʼ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατόν
λᾴαν τε πᾶσαν Διὸς ἄλκιμος
υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ· περὶ δὲ πάξαις Ἄλτιν μὲν ὅγʼ ἐν καθαρῷ
διέκρινε, τὸ δὲ κύκλῳ πέδον
ἔθηκε δόρπου λύσιν,
τιμάσαις πόρον Ἀλφεοῦ
μετὰ δώδεκʼ ἀνάκτων θεῶν· καὶ πάγον
Κρόνου προσεφθέγξατο· πρόσθε γάρ
νώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βρέχετο πολλᾷ νιφάδι. ταύτᾳ δʼ ἐν πρωτογόνῳ τελετᾷ
παρέσταν μὲν ἄρα Μοῖραι σχεδόν
ὅ τʼ ἐξελέγχων μόνος
ἀλάθειαν ἐτήτυμον
Χρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν,
ὁπᾷ τὰν πολέμοιο δόσιν
ἀκρόθινα διελὼν ἔθυε καὶ πενταετηρίδʼ ὅπως ἄρα
ἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳ
νικαφορίαισί τε·
τίς δὴ ποταίνιον
ἔλαχε στέφανον
χείρεσσι ποσίν τε καὶ ἅρματι,
ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών;
στάδιον μὲν ἀρίστευσεν, εὐθὺν τόνον
ποσσὶ τρέχων, παῖς ὁ Λικυμνίου
Οἰωνός· ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων· ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν·
Δόρυκλος δʼ ἔφερε πυγμᾶς τέλος,
Τίρυνθα ναίων πόλιν·
ἀνʼ ἵπποισι δὲ τέτρασιν
ἀπὸ Μαντινέας Σᾶμος ὁ Ἁλιροθίου·
ἄκοντι Φράστωρ ἔλασε σκοπόν·
μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον
παραίθυξε μέγαν· ἐν δʼ ἕσπερον
ἔφλεξεν εὐώπιδος
σελάνας ἐρατὸν φάος.
ἀείδετο δὲ πὰν τέμενος τερπναῖσι θαλίαις
τὸν ἐγκώμιον ἀμφὶ τρόπον.
ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νυν ἐπωνυμίαν χάριν
νίκας ἀγερώχου κελαδησόμεθα βροντάν
καὶ πυρπάλαμον βέλος
ὀρσικτύπου Διός,
ἐν ἅπαντι κράτει
αἴθωνα κεραυνὸν ἀραρότα·
χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων,
τὰ παρʼ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν·
ἀλλʼ ὥτε παῖς ἐξ ἀλόχου πατρί
ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον·
ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα
ἐπακτὸν ἀλλότριον
θνᾴσκοντι στυγερώτατος·
καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ,
Ἁγησίδαμʼ, εἰς Ἀΐδα σταθμόν
ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δʼ ἁδυεπής τε λύρα
γλυκύς τʼ αὐλὸς ἀναπάσσει χάριν·
τρέφοντι δʼ εὐρὺ κλέος
κόραι Πιερίδες Διός.
ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος
Λοκρῶν ἀμφέπεσον, μέλιτι
εὐάνορα πόλιν καταβρέχων· παῖδʼ ἐρατὸν δʼ Ἀρχεστράτου
αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ
βωμὸν παρʼ Ὀλύμπιον
κεῖνον κατὰ χρόνον
ἰδέᾳ τε καλόν
ὥρᾳ τε κεκραμένον, ἅ ποτε
ἀναιδέα Γανυμήδει θάνατον ἆλκε σὺν Κυπρογενεῖ.
Ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα
χρῆσις· ἔστιν δʼ οὐρανίων ὑδάτων,
ὀμβρίων παίδων νεφέλας·
εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι
ὑστέρων ἀρχὰ λόγων
τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς·
ἀφθόνητος δʼ αἶνος Ὀλυμπιονίκαις
οὗτος ἄγκειται. τὰ μὲν ἁμετέρα
γλῶσσα ποιμαίνειν ἐθέλει,
ἐκ θεοῦ δʼ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως.
ἴσθι νῦν, Ἀρχεστράτου
παῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκεν
κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας
ἁδυμελῆ κελαδήσω,
Ζεφυρίων Λοκρῶν γενεὰν ἀλέγων.
ἔνθα συγκωμάξατʼ· ἐγγυάσομαι
ὔμμιν, ὦ Μοῖσαι, φυγόξεινον στρατόν
μήτʼ ἀπείρατον καλῶν
ἀκρόσοφόν τε καὶ αἰχματὰν ἀφίξε- σθαι. τὸ γὰρ ἐμφυὲς οὔτʼ αἴθων ἀλώπηξ
οὔτʼ ἐρίβρομοι λέοντες διαλλάξαιντο ἦθος.
Λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου,
Ἱμέραν εὐρυσθενέʼ ἀμφιπόλει, σώτειρα Τύχα.
τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαί
νᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοι
κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶν
πόλλʼ ἄνω, τὰ δʼ αὖ κάτω
ψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντʼ ἐλπίδες·
σύμβολον δʼ οὔ πώ τις ἐπιχθονίων
πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν,
τῶν δὲ μελλόντων τετύφλωνται φραδαί·
πολλὰ δʼ ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν,
ἔμπαλιν μὲν τέρψιος, οἱ δʼ ἀνιαραῖς
ἀντικύρσαντες ζάλαις
ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν χρόνῳ.
υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν
ἐνδομάχας ἅτʼ ἀλέκτωρ συγγόνῳ παρʼ ἑστίᾳ
ἀκλεὴς τιμὰ κατεφυλλορόησεν ποδῶν,
εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας σʼ ἄμερσε πάτρας.
νῦν δʼ Ὀλυμπίᾳ στεφανωσάμενος
καὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τʼ, Ἐργότελες,
θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις ὁμι- λέων παρʼ οἰκείαις ἀρούραις.
Τρισολυμπιονίκαν
ἐπαινέων οἶκον ἥμερον ἀστοῖς,
ξένοισι δὲ θεράποντα, γνώσομαι
τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου
πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον·
ἐν τᾷ γὰρ Εὐνομία ναίει κασι- γνήτα τε, βάθρον πολίων ἀσφαλές,
Δίκα καὶ ὁμότροφος Εἰ- ρήνα, τάμιʼ ἀνδράσι πλούτου,
χρύσεαι παῖδες εὐβούλου Θέμιτος·
ἐθέλοντι δʼ ἀλέξειν
Ὕβριν, Κόρου ματέρα θρασύμυθον.
ἔχω καλά τε φράσαι, τόλμα τέ μοι
εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.
ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος,
ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν
ἄκραις ἀρεταῖς ὑπερελ- θόντων ἱεροῖς ἐν ἀέθλοις,
πολλὰ δʼ ἐν καρδίαις ἀνδρῶν ἔβαλον
Ὧραι πολυάνθεμοι ἀρ- χαῖα σοφίσμαθʼ. ἅπαν δʼ εὑρόντος ἔργον.
ταὶ Διωνύσου πόθεν ἐξέφανεν
σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ;
τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα,
ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον
ἐπέθηκʼ; ἐν δὲ Μοῖσʼ ἁδύπνοος,
ἐν δʼ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.
ὕπατʼ εὐρὺ ἀνάσσων
Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν
γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ,
καὶ τόνδε λαὸν ἀβλαβῆ νέμων
Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον·
δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας,
πενταέθλῳ ἅμα σταδίου νικῶν δρόμον· ἀντεβόλησεν
τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον.
δύο δʼ αὐτὸν ἔρεψαν
πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν
φανέντα· Νέμεά τʼ οὐκ ἀντιξοεῖ·
πατρὸς δὲ Θεσσαλοῖʼ ἐπʼ Ἀλφεοῦ
ῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται,
Πυθοῖ τʼ ἔχει σταδίου τιμὰν διαύ- λου θʼ ἁλίῳ ἀμφʼ ἑνί, μηνός τέ οἱ
τωὐτοῦ κρανααῖς ἐν Ἀθά- ναισι τρία ἔργα ποδαρκής
ἁμέρα θῆκε κάλλιστʼ ἀμφὶ κόμαις,
Ἑλλώτια δʼ ἑπτάκις· ἐν δʼ ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν
Πτοιοδώρῳ σὺν πατρὶ μακρότεραι
Τερψίᾳ θʼ ἕψοντʼ Ἐριτίμῳ τʼ ἀοιδαί·
ὅσσα τʼ ἐν Δελφοῖσιν ἀριστεύσατε,
ἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν
περὶ πλήθει καλῶν· ὡς μὰν σαφές
οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν.
ἕπεται δʼ ἐν ἑκάστῳ
μέτρον· νοῆσαι δὲ καιρὸς ἄριστος.
ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλείς
μῆτίν τε γαρύων παλαιγόνων
πόλεμόν τʼ ἐν ἡρωΐαις ἀρεταῖσιν
οὐ ψεύσομʼ ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν,
καὶ τὰν πατρὸς ἀντία Μή- δειαν θεμέναν γάμον αὐτᾷ,
ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις·
τὰ δὲ καί ποτʼ ἐν ἀλκᾷ
πρὸ Δαρδάνου τειχέων ἐδόκησαν
ἐπʼ ἀμφότερα μαχᾶν τάμνειν τέλος,
τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος
Ἑλέναν κομίζοντες, οἱ δʼ ἀπὸ πάμπαν
εἴργοντες· ἐκ Λυκίας δὲ Γλαῦκον ἐλ- θόντα τρόμεον Δαναοί. τοῖσι μέν
ἐξεύχετʼ ἐν ἄστεϊ Πει- ράνας σφετέρου πατρὸς ἀρχάν
καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον·
ὃς τᾶς ὀφιώδεος υἱ- όν ποτε Γοργόνος ἦ πόλλʼ ἀμφὶ κρουνοῖς
Πάγασον ζεῦξαι ποθέων ἔπαθεν,
πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινόν
Παλλὰς ἤνεγκʼ, ἐξ ὀνείρου δʼ αὐτίκα
ἦν ὕπαρ, φώνασε δʼ· «Εὕδεις Αἰολίδα βασιλεῦ;
ἄγε φίλτρον τόδʼ ἵππειον δέκευ,
καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργάεντα πατρὶ δεῖξον.»
κυάναιγις ἐν ὄρφνᾳ
κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν
ἔδοξεν· ἀνὰ δʼ ἔπαλτʼ ὀρθῷ ποδί.
παρκείμενον δὲ συλλαβὼν τέρας,
ἐπιχώριον μάντιν ἄσμενος εὗρεν,
δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευ- τὰν πράγματος, ὥς τʼ ἀνὰ βωμῷ θεᾶς
κοιτάξατο νύκτʼ ἀπὸ κεί- νου χρήσιος, ὥς τέ οἱ αὐτά
Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν
δαμασίφρονα χρυσόν.
ἐνυπνίῳ δʼ ᾇ τάχιστα πιθέσθαι
κελήσατό νιν, ὅταν δʼ εὐρυσθενεῖ
καρταίποδʼ ἀναρύῃ Γαιαόχῳ,
θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ.
τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρʼ ὅρ- κον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν.
ἤτοι καὶ ὁ καρτερὸς ὁρ- μαίνων ἕλε Βελλεροφόντας,
φάρμακον πραῢ τείνων ἀμφὶ γένυι,
ἵππον πτερόεντʼ· ἀναβαὶς δʼ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.
σὺν δὲ κείνῳ καί ποτʼ Ἀμαζονίδων
αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου
τοξόταν βάλλων γυναικεῖον στρατόν
καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν.
διασωπάσομαί οἱ μόρον ἐγώ·
τὸν δʼ ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται.
ἐμὲ δʼ εὐθὺν ἀκόντων
ἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρή
τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν.
Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκών
Ὀλιγαιθίδαισίν τʼ ἔβαν ἐπίκουρος.
Ἰσθμοῖ τά τʼ ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρʼ ἀθρόʼ, ἀλαθής τέ μοι
ἔξορκος ἐπέσσεται ἑξηκοντάκι δὴ ἀμφοτέρωθεν
ἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ.
τὰ δʼ Ὀλυμπίᾳ αὐτῶν
ἔοικεν ἤδη πάροιθε λελέχθαι·
τά τʼ ἐσσόμενα τότʼ ἂν φαίην σαφές.
νῦν δʼ ἔλπομαι μέν, ἐν θεῷ γε μάν
τέλος· εἰ δὲ δαίμων γενέθλιος ἕρποι,
Δὶ τοῦτʼ Ἐνυαλίῳ τʼ ἐκδώσομεν πράσσειν. τὰ δʼ ὑπʼ ὀφρύϊ Παρνασσίᾳ
ἕξ· Ἄργεΐ θʼ ὅσσα καὶ ἐν Θήβαις· ὅσα τʼ Ἀρκάσιν ἀνάσσων
μαρτυρήσει Λυκαίου βωμὸς ἄναξ·
Πέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρʼ Αἰακιδᾶν τʼ εὐερκὲς ἄλσος
ἅ τʼ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών
ταί θʼ ὑπʼ Αἴτνας ὑψιλόφου καλλίπλουτοι
πόλιες ἅ τʼ Εὔβοια· καὶ πᾶσαν κάτα
Ἑλλάδʼ εὑρήσεις ἐρευνῶν μάσσονʼ ἢ ὡς ἰδέμεν.
ἄγε κούφοισιν ἔκνευσον ποσίν·
Ζεῦ τέλειʼ, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.
Καφισίων ὑδάτων
λαχοῖσαι αἵτε ναίετε καλλίπωλον ἕδραν,
ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι
Χάριτες Ἐρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,
κλῦτʼ, ἐπεὶ εὔχομαι· σὺν γὰρ ὑμῖν τά τε τερπνὰ καί
τὰ γλυκέʼ ἄνεται πάντα βροτοῖς,
εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.
οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ
κοιρανέοντι χοροὺς οὔτε δαῖτας· ἀλλὰ πάντων ταμίαι
ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι πάρα
Πύθιον Ἀπόλλωνα θρόνους,
αἰέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.
ὦ πότνιʼ Ἀγλαΐα
φιλησίμολπέ τʼ Εὐφροσύνα, θεῶν κρατίστου
παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε
ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπʼ εὐμενεῖ τύχᾳ
κοῦφα βιβῶντα· Λυδῷ γὰρ Ἀσώπιχον ἐν τρόπῳ
ἐν μελέταις τʼ ἀείδων ἔμολον,
οὕνεκʼ Ὀλυμπιόνικος ἁ Μινύεια
σεῦ ἕκατι. μελαντειχέα νῦν δόμον
Φερσεφόνας ἔλθʼ, Ἀ- χοῖ, πατρὶ κλυτὰν φέροισʼ ἀγγελίαν,
Κλεόδαμον ὄφρʼ ἰδοῖσʼ, υἱὸν εἴπῃς ὅτι οἱ νέαν
κόλποις παρʼ εὐδόξοις Πίσας
ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.