eul_wid: tmy-aa

Περὶ ὀργάνων ἐγχύσεων πρὸς Τιμόθεον
On Infusion Instruments or Clysters to Timothy

Severus the Iatrosophist On Infusion Instruments or Clysters to Timothy PDF

1 (1t) ΣΕΥΗΡΟΥ ΙΑΤΡΟΣΟΦΙΣΤΟΥ ΠΕΡΙ ΕΝΤΗΡΩΝ ΗΤΟΙ ΚΛΥΣΤΗΡΩΝ. — — — Ἕν τι τῶν κατὰ τὴν τέχνην ἀναγκαίων τὴν τῶν ἐνετήρων χρῆσιν παραδοῦναί σοι, ὦ Τιμόθεε, συλλήβδην πειρῶμαι τῷ λόγῳ, πόσαι καὶ τίνες εἰσὶ κατὰ διαφορὰν καὶ ποίῳ νοσήματι ἕκαστος αὐτῶν ἁρμόδιος. οὐ παραιτεῖται μὲν οὐδὲ τοῖς πρὸ ἡμῶν ἡ τῆσδε τῆς μεθόδου γραφὴ, ἀλλὰ σποράδην ἐν τοῖς κατὰ μέρος ἐπ’ αὐτῶν συντάγμασιν ἐγνώρισται. ἀριδηλότατον δὲ κἀκ τῶν τὴν πεῖραν πρεσβευόντων ὡς χρήσιμος ὁ τοῦδε τοῦ γράμματος σκοπὸς, τῶν νοημάτων ζητούντων τὸ κατάλληλον ὡς μὴ μόνον τὴν τέχνην εὑρέτιν γίνεσθαι τοῦδε τοῦ ἄκους, ἀλλὰ καὶ αὐτὴν τὴν φύσιν πρώτην διδάσκαλον. ὡς γάρ φησιν Ἡρόδοτος ὁ ἱστοριογράφος τὴν ἴβιν τὸ ὄρνεον ἀνθρώποις τὴν χρῆσιν γνωρίσαι διὰ τῆσδε τῆς μεθόδου· ἀδηφάγον γὰρ ὑπάρχον τὸ ὄρνεον καὶ ἐκ τῶν αἰγιαλῶν πορίζον τὴν τροφὴν, εἶτ’ ἔμφραξιν ὑπομένον, διαγείρει τὴν φύσιν ἄμυναν τοῦ λυποῦντος, καὶ πλῆσαν τὸ ῥάμφος τοῦ ὕδατος, ἐνίησιν ἑαυτῷ ὄπισθεν, καὶ μετὰ ταῦτα παῦλαν δεξάμενον τῆς πληθύος τῶν περιττωμάτων, δευτέρων τροφῶν ἐμφορεῖται.
2 καὶ οὕτως ἀνθρώποις ἐγνωρίσθη τὸ βοήθημα. καὶ ἄχρι μὲν τούτου τὰ τῆς ἱστορίας. καιρὸς δ’ ἂν εἴη, λοιπὸν καὶ τῶν οἰκείων μεμνῆσθαι, καὶ ἐπὶ τὸ ἐνδοξότατον μετιέναι ζῶον, τὸν ἄνθρωπον φύσει καὶ λόγῳ ἡνιοχούμενον. οὐ γὰρ θέμις τοῖς τὴν Ἀσκληπιάδειον τέχνην μετιοῦσι τὴν μὲν ἀλογωτάτην πρεσβεύειν πεῖραν, ὡς μὴ ὑπάρχοντα δὲ τὸν λόγον ἐρημὸν καταλιμπάνειν. πρέπον δὲ ὡς ἀληθῶς αἰτιολόγον καὶ παθογνώμονα τυγχάνοντα τὸν ἰατρὸν τὴν τῶν βοηθημάτων μετέρχεσθαι χρῆσιν· ἐκ μὲν γὰρ τῶν νοσημάτων τὴν ποιότητα τῶν ὑλῶν εἰσπράττεσθαι δίκαιον ἂν εἴη, ἐκ δὲ τῶν κράσεων τὴν ποσότητα, ἐκ δὲ τῶν αἰτίων τὴν ὁποτέρων ἂν δέῃ, οἷον εἰ θερμὸν τὸ πάθος, ψυχρὸν τὸ ἴαμα, καὶ εἰ ξηρότης τὸ βλάπτον, ὑγρὸν τὸ κατάλληλον καὶ τῶν ἄλλων ὑπεναντίον· αὐτὰ γὰρ τὰ μαχόμενα ἐκ τῶν ἐναντίων δέχεται τὴν μετάστασιν. καὶ ταῦτά τις τῶν παλαιῶν εὐθυβόλως ἔφασκεν, ὡς τὰ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχει, κολάζοντα μὲν τὸ ὑπερβάλλον, ἀντεισάγοντα δὲ τὸ λεῖπον. εὔκαιρον δὲ καὶ τῶν τοῦ Ἱπποκράτους ὅρων μνησθῆναι, πρόσθεσιν καὶ ἀφαίρεσιν ἐπὶ τῆς ἰατρικῆς εἰρηκότος. τούτων δὲ αὖ καὶ τὸ παρὸν γράμμα μέμνηται καὶ τὸν ἐνεστηκότα σκοπὸν ἐπαναπαύει· κενοῖ μὲν γὰρ, καθὼς προεῖπον, ἐκκαθαίρουσα τὰ περιττώματα ἐπὶ τῶν πυρεκτικῶν διαθέσεων, πληροῖ δὲ κατά τι συμβεβηκὸς ἐπὶ τῶν δυσεντερικῶν· ἱστῶσα γὰρ τὴν τῶν ὑγρῶν ῥύσιν καὶ τὰς συνεχεῖς ἐξαναστάσεις παύουσα, ῥωννύουσά τε τὴν δύναμιν, πληρώσεως αἰτία καθίσταται.
3 αὐτὰ δὴ ταῦτα ἡ πεῖρα δείκνυσι, τοῦ λόγου ποδηγοῦντος πρὸς τὴν ἀληθῆ ἐξέτασιν τῶν ζητουμένων, εἰ μὴ τυφλώττοντες πρὸς τὸ καθ’ ἕκαστον πενίᾳ συνδήσομεν τὴν τέχνην. οὐ γὰρ πρὸς ἓν πάθος χρησιμεύει ὁ παρὼν λόγος, πρὸς πολλὰ δὲ ὀνίνησιν ἡ ἐκ τούτων γνωριζομένη ὠφέλεια· ἐπὶ γὰρ τῶν πλείστων νοσημάτων σύμπτωμα παρυφιζάνει ἡ τῆς γαστρὸς στέγνωσις, καὶ τάχα τολμῶ λέγειν, ὡς μᾶλλον αἰτίαν ὑπάρχειν τὴν τῆς γαστρὸς στέγνωσιν τῶν νοσημάτων. οὐχ ἁπλῶς δὲ ἔστι νοσηλεύεσθαι ἐκ τῆς κατὰ τὴν κοιλίαν ἐποχῆς, ἀλλὰ καὶ παντελοῦς φθορᾶς αἰτίαν καθίστασθαι· ὃν γὰρ λόγον ἔχει ἡ ἀτροφία πρὸς ἀπώλειαν, ἐφάμιλλον τούτῳ κέκτηται ὄλεθρον ἡ τῆς κοιλίας ἐπίσχεσις· τῶν γὰρ πραγμάτων τὰ μὲν ἐκ τῆς ἀρχῆς φθείρεται, τὰ δὲ ἐκ τοῦ τέλους συγκαταπίπτει. καί μοι ἔξεστι τὴν παροῦσαν βλάβην καὶ νόσημα καλεῖν καὶ αἰτίαν νοσήματος· τῶν τε γὰρ ἐπὶ λύμῃ συμβαινόντων τῷ ζώῳ κακῶν πρόξενον γίνεται. δηλὸν δὲ ἂν εἴη τοῦτο ἐξ αὐτῶν τῶν πραγμάτων· συνεχεῖς τε γὰρ πυρετοὺς αὔξει, καὶ καύσους δὲ ὁμοίως, ἔτι μὴν καὶ λειπυρίας, ἠπιάλους τε καὶ τοὺς καθ’ ἕκαστον, τριταίων τε καὶ τεταρταίων καὶ ἀμφημερινῶν αὐξητικὸν, προσέτι δὲ ἰκτέρους, περιπνευμονίας ἑτοίμως γεννᾷ, πλευρίτιδάς τε καὶ ὀφθαλμίας, συνάγχας καὶ κεφαλαλγίας, καὶ ἡμικρανίας παρεκτικὸν, νεφρῖτίν τε καὶ ἡπατῖτιν μεγεθοποιεῖται ἀνίαις, δυσουριῶν τε καὶ στραγγουριῶν αἴτιον καθίσταται, στομαχικάς τε πείσεις καὶ ναυτίας ἑτοίμως ποιεῖ, καὶ μὴν ἀνορεξίας καὶ πλάδους, ἐρυγάς τε ἀηδεῖς καὶ βρομώδεις παρέχει, εἰλεοῦ τε καὶ χορδάψου γεννητικὸν, πληθώρας τε καὶ ἀποπληξίας μεγεθύνει αὐτόθεν καὶ τὴν κωλικὴν διάθεσιν προβάλλεται, παροξύνει καὶ τὰ ποδαγρικὰ πάθη καὶ τὰ ἀρθριτικὰ καὶ πᾶσαν ἁπλῶς διάθεσιν ἐκ παχέων ὑγρῶν λαμβάνουσαν γένεσιν.
4 οὐ μόνον δὲ τὰς φυσικὰς δυνάμεις ταῖς παραπλοκαῖς τῶν νοσημάτων διαφθείρει, ἀλλὰ καὶ εἰς αὐτὰς τὰς ἡγεμονικὰς τῆς ψυχῆς ἐνεργείας ἐκπέμπει τὰς βλάβας, κάρους τε καὶ καταφορὰς ἐμποιεῖ, παρακοπήν τε καὶ φρενῖτιν ἑτοίμως γεννᾷ, μνήμην τε ἀμβλύνει καὶ τὸν λογισμὸν κοιμᾷ· προσέτι δὲ καὶ πάσαις ταῖς αἰσθήσεσιν ἀντίκειται· τάς τε γὰρ ὄψεις ἐμποδίζει καὶ ἀχλυώδεις ἀπεργάζεται, ἀμβλύνει δὲ καὶ τὴν ἀκοήν. εἰ γοῦν ταῦτα οὕτως ἔχει, ἀντιφιλοτιμεῖται ταῖς νόσοις ἡ τῆς γαστρὸς ἐπίσχεσις· τίκτει μὲν γὰρ τὴν διάθεσιν, πάλιν δ’ αὖ ἡ νόσος αὐτήν. οὐ μόνον δὲ ἐκ τῶν εἰρημένων αἰτίων ἐπέχεται ἡ γαστὴρ, ἀλλὰ καὶ ἐκ τῆς τῶν καιρῶν ἀνωμαλίας· τὸ γὰρ χειμέριον αὐτὴν κατάστημα λυπεῖ· οὐ γάρ ἐστι τοσαύτη χολὴ ἡ κάτω ἐλαύνουσα τὸ περίττωμα. κατὰ γοῦν τὸν καιρὸν τοῦτον μᾶλλον στενοῦται τὸ ζῶον. βλάπτουσι δὲ καὶ αἱ ἀμέτρως ξηραὶ κράσεις· ὑπερεκφρύττεται γὰρ τὸ σκύβαλον, ἀλλὰ δέον παραμυθεῖσθαι τὴν κράσιν καὶ ἀντιτάττεσθαι τῷ καιρῷ, τῇ διαίτῃ. ἀλλ’ οὐ περὶ τούτων πρόκειται λέγειν· εἰσὶ γὰρ καὶ ἄλλαι πλεῖσται αἰτίαι· περὶ δὲ τῆς τοπικῆς διαθέσεως τανῦν σκοπεῖσθαι δέον, τῆς ἐκ τῶν πυρετῶν συμβαινούσης, ἧς τὸ ἄκος ἡ τῶν ἐνετήρων ἐστὶ χρῆσις, ὧν τὴν σύνθεσιν μικρὸν ὕστερον ὁρίσει ὁ λόγος.
5 καὶ πρῶτον μὲν τοῦ κοινοῦ μεμνῆσθαι χρὴ, ὃς καὶ τοῖς ἰδιώταις ἐστὶ δῆλος. Περὶ τοῦ κοινοῦ κλυστῆρο ς . Ἐκ μέλιτος μὲν οὖν ἁπλοῦ, τριπλοῦ δὲ ἐλαίου καὶ πλείονος ὕδατος. ταῦτα μὲν οὖν τὰ πρῶτα καὶ ὁμολογούμενα, ὧν καὶ τὰς αἰτίας σχολερὸν προσθεῖναι τῷ γράμματι διὰ τὸ ἐξ ἀνομοίων ὑλῶν εἶναι τόδε τὸ βοήθημα, ὅτι δὲ οὐχ εἷς τοῦ πάθους ὁ λόγος. πρῶτον μὲν οὖν ὅτι ἐν ταῖς πυρεκτικαῖς διαθέσεσιν ὑπερεκφρύττεται τὸ σκύβαλον, δεύτερον δὲ ὅτι συμβαίνει καὶ τοὺς μύας τοὺς συντελοῦντας πρὸς τὴν ἔκκρισιν ὑπὸ τῆς δυσκρασίας ἀσθενεστέρους γίνεσθαι, τρίτον δὲ ἐπὶ τούτοις ἡ τῆς χολῆς ἐν ἑτέροις τόποις μετάστασις· ἡ φύσις γὰρ ταύτην γενομένην ἐκ τοῦ ἥπατος σὺν τοῖς ἄλλοις περιττώμασι τόποις οἰκείοις καθίδρυσε· τὰ μὲν γὰρ παχέα καὶ γεώδη, ζοφώδη τε καὶ ψυχρὰ τῷ σπληνὶ προσρίπτειν εἴωθε, τὰ δὲ οἷον λεπτὰ καὶ ὀῤῥώδη τοῖς νεφροῖς προστάττει ἕλκειν, τὴν δὲ ξανθὴν χολὴν ἐν τοῖς σιμοῖς τοῦ ἥπατος ἐν ἀγγείῳ τινὶ κατέταξεν, ὃ κέκληται χοληδόχος κύστις. καὶ τὰ μὲν τοῦ σπληνὸς περιττώματα χολὴν μέλαιναν εἰώθαμεν καλεῖν, αὐτὸ δὲ τὸ τῶν νεφρῶν ὑγρὸν μετενεχθὲν εἰς τὰς κάτω χώρας, οὖρον ὀνομάζεται, τὸ δὲ ἕτερον, περὶ οὗ καὶ τὸν λόγον ποιούμεθα, χολή. τὰ μὲν οὖν ἄλλα περιττώματα πάντη ἀχρεῖα τῇ φύσει κατέστησαν, οὐχ ἥκιστα δὲ καὶ τὸ οὖρον. ἡ μέντοι χολὴ, περιττώματος λόγον ἔχουσα, οὐ τὴν τυχοῦσαν ὠφέλειαν τῷ ζώῳ χαρίζεται· τῷ γὰρ λεπτομερεῖ τῆς οὐσίας καὶ τῷ δριμεῖ τῆς ποιότητος, ῥιπτομένη εἰς τὰς τῶν ἐντέρων ἕλικας, ῥᾳδίαν ποιεῖται τὴν κένωσιν τῶν σκυβάλων.
6 οὐκ ἠγνοήθη δὲ τοῦτο τοῖς πλείστοις τῶν εὐδοκιμωτάτων ἰατρῶν, οἵτινες ἀκριβέστερον τῇ τέχνῃ δουλεύσαντες, ἐξ αὐτῶν τῶν ἔργων τὴν πρόνοιαν τῆς φύσεως εὗρον. φανερὸν δὲ αὐτοῖς ὤφθη κἀκ τῶν ἰκτερικῶν τὸ ζητούμενον· ὡς ἐπίπαν γὰρ δυσδιαχώρητοί εἰσιν· ἔτι γε μὴν καὶ τὸ σκύβαλον αὐτοῖς τὴν κατὰ φύσιν ἰδέαν ἀμείβει· λευκὸν γάρ ἐστι κατὰ τὸ χρῶμα. εἰ δὲ ἀκριβέστερον βουληθῇς γνῶναι τὸ συμβὰν, ἐκ τῆς κατὰ τὴν ἐπιφάνειαν μεταβολῆς μαθήσῃ κἀκ τῆς τῶν ὀφθαλμῶν μεταλλαγῆς· ὥσπερ γὰρ ἐπιλανθανομένη ἡ ὕλη τῶν οἰκείων ὁδῶν εἰς ἀλλοτρίαν μετέστη χώραν. ἡ οὖν τέχνη πανταχόσε μιμουμένη τὴν φύσιν καὶ ἐκ τῶν αὐτῆς ἐνεργειῶν διδασκομένη, τὸ οἰκεῖον ἀσμένως δωρεῖται· καὶ ἁπλῶς εἰπεῖν, ὅπερ ἔμαθε παρ’ αὐτῆς, τοῦτο πάλιν αὐτῇ δωρεῖται ἀῤῥώστῳ γενομένῃ, καὶ ὥσπερ ἀνταμείβεται τὴν χάριν τῇ ἐπικουρίᾳ. πρώτην γὰρ παθέων διδάσκαλον οἱ πάλαι τὴν φύσιν ὠνόμασαν· αὐτὴ γὰρ καθ’ ἑαυτὴν τὴν ἀσφάλειαν ἐνεδύσατο· ἔστι γὰρ καὶ ἐπὶ τῶν πολλῶν ἰδέσθαι αὐτὴν ἰατρὸν οὖσαν. μόνοι δὲ Ἕλληνες ἐπιπόνῳ σπουδῇ ἐπίκουρον αὐτῇ καὶ θείαν σύμμαχον τὴν τέχνην ὑπεστήσαντο, τῆς φύσεως τὸ πᾶν κυρίως ἡνιοχούσης τῷ ζώῳ· καὶ γὰρ ὑγιαινόντων μὲν ἡγεμονεύει, καὶ νοσοῦσι συμπάρεστιν αὕτη καὶ οἰακίζει τὰ καθ’ ἕκαστον· λογιστεύει μὲν γὰρ τὰ μόρια καὶ ζυγοστατεῖ τὰς χρείας ἑκάστου, ἀπονέμουσα τὸ προσῆκον· τῶν γὰρ τροφῶν τῶν πρὸς τὸ ζῇν ληφθέντων ἐμπιπλαμένη ἑκάστῳ μορίῳ κατὰ τὸ οἰκεῖον ἀξίωμα ἐφιζάνει, καὶ περιττωμάτων ἐστὶ γένεσις· εἰ μὲν ψυχρὸν ἐν τροφῇ, φλέγμα τὸ δυναστεῦον, ξηρὸν δ’ αὐτῆς ἀχώριστον χολῆς μελαίνης τυγχάνει φίλον, ὑγρὸν δὲ συνεπισύρεται καὶ πάρεστιν ἐν ὅλῳ αὐχοῦν τὸ αἷμα, θερμοῦ δὲ ἀνακοπὴ, ᾗ καὶ τρέφεται· χολὴ δὲ οὐχ ἁπλῶς ἔχει τὰς λεχθείσας ποιότητας· κράσις γὰρ τὸ γενόμενον.
7 τὸ δὲ ἡγεμονεῦον ἑκάστῳ ὁ λόγος ἐγνώρισεν· κἂν γὰρ ἁπλοῦν τῇ αἰσθήσει λάβῃς, οὐκ ἐκτός ἐστι τῶν λοιπῶν. ἡ οὖν τροφὴ οὐ μόνον τῶν ἀναγκαίων τῆς αὐξήσεως καὶ διανομῆς λόγον ἐπέχει, ἀλλὰ καὶ χρείας χαρίζεται διὰ τῶν περιττωμάτων, ὡς εἰς μηδὲν αὐτὴν ματαιοπονίαν εὑρεῖν· ὅρα γὰρ αὐτῆς τὴν σοφὴν ἐπίνοιαν καὶ ὅπως τληπαθεῖ πρὸς τὴν τοῦ ζώου σωτηρίαν· κούφης γὰρ καὶ ἀνωφεροῦς τῆς χολῆς ὑπαρχούσης, ταύτην ἔταξε κάτω ταῖς τῶν χυμῶν ῥοπαῖς ἀνταγωνιζομένην· τὸ μὲν γὰρ φλέγμα ὡς ἄνω ἕλκει· οἶδε γὰρ τῇ συμμετρίᾳ τούτου τερπόμενον τὸ φρονοῦν. οὐ πάρεργος δὲ ἡμῖν ἡ παρέκβασις· φύσεως γὰρ τὴν πρόνοιαν ἐζήτει τὸ γράμμα. καιρὸς δ’ ἂν εἴη λοιπὸν ἐφικέσθαι τοῦ σκοποῦ, τίνος ἕνεκα ἡ τοιάδε τοῦ κλυστῆρος σύνθεσις εὕρηται, αἰτίας τοῦ γενομένου τὸ παρὸν σύγγραμμα ὑπέσχετο δεῖξαι· οὕτως γὰρ λογικωτέρας ὀφθείσης τῆς τέχνης, τῆς ἀποδείξεως πλέον τι τῶν δημοτῶν ὁ ἐπιστήμων ἔχει. εἰ μὲν οὖν διὰ τὴν τῆς χολῆς ἀπουσίαν ἡ χρεία τοῦδε τοῦ βοηθήματος, μονοειδὲς αὐτὸ τὸ κατάλληλον· ἀλλ’ ἐπειδὴ σύνθετος ἡ διάθεσις, συνθέτου ἐδεήθη τοῦ ἐναντίου· ἡ γὰρ ἐποχὴ τῆς γαστρὸς διαφερούσας αἰτίας κέκτηται, χωρὶς μὲν τῆς ἐπειγούσης ὕλης, μυῶν τε ἀτονίαν καὶ φρύξιν περιττωμάτων. τῷ μὲν οὖν μέλιτι μιμούμεθα τὴν χολήν· ἐφάμιλλον γὰρ αὐτῇ, φανερὴν κράσιν θερμὸν καὶ ξηρὸν ὑπάρχον.
8 Ὅτι δὲ ἀληθὴς ἡ συγγένεια τῆς χολῆς πρὸς τὸ μέλι, Ἱπποκράτης ἐν τῷ περὶ τροφῆς λέγει· νομοθετῶν γὰρ ἐν ταῖς ἡλικίαις τὰς συμφώνους ὕλας τῶν τροφῶν, γέρουσι παραινεῖ διδόναι τὸ μέλι, τοὺς δὲ ἀκμάζοντας παρακελεύεται φεύγειν τοῦτο ὡς δηλητήριον· τοῖς μὲν γὰρ τὸ λεῖπον χαρίζεται, τοὺς δὲ εἰς ἀμετρίαν φέραν, πολέμιον αὐτοῖς καθίσταται. δῆλον οὖν κἀκ τούτων ὅτι τὰ ὅμοια τῶν ὁμοίων γεννητικὰ ὑπάρχει. ὁμοίως δὲ καὶ ὁ τούτου ὑποφήτης Γαληνὸς ἐν οἰκείῳ συντάγματι εἴργειν παρακελεύεται τὴν τοῦ μελικράτου προσαγωγὴν, οἷς ἡ κράσις πικρόχολος, λέγων οὕτως· πτισάνης τε οὖν χυλὸν, οἷς οὐκ ὀξύνεται, διδόναι, καὶ μελίκρατον, οἷς οὐκ ἐκχολοῦται. πάλιν δ’ Ἱπποκράτης ἐν ἀφορισμῷ διδάσκων ἐν ταῖς νούσοις γὰρ, φησὶ, ἧττον κινδυνεύουσι, οἷς ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίας καὶ τῆς ἕξιος καὶ τῆς ὥρας ἡ νοῦσος ὑπάρχῃ μᾶλλον ἢ οἷς ἂν μὴ οἰκείη κατά τι τούτων ἐστίν. κἂν σοφίζεσθαί τινες δοκῶσι τὸν ἄνδρα, ἀλλὰ τοῦτ’ ἀληθές· οὐ γὰρ ἐξ ἀνομοίων ὁ κίνδυνος· τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα, ἐξ ὁμοίων δὲ ὡς πρὸς νόσον ἡ ἀπώλεια τῆς συμμετρίας τὸν κίνδυνον προκαλουμένη. Δῆλον οὖν ὡς τὸ μέλι διὰ τὴν τῆς χολῆς χρείαν παρείληπται· καιρὸς δ’ ἂν εἴη σκοπεῖν καὶ περὶ τῆς τοῦ νίτρου ἐνεργείας.
9 τί δήποτ’ οὖν καὶ τοῦτο παρέλαβον οἱ ἀρχαῖοι; τεκμαίρομαι δὲ αὐτὸ πρὸς τὴν τῶν μυῶν διέγερσιν παρειλῆφθαι. ἔστι μὲν οὖν λεπτομερὲς καὶ σμηκτικὸν, τὸ πλέον δὲ αὐτοῦ τὴν ἐνέργειάν ἐστι ξηραντικόν. τῷ μὲν οὖν λεπτομερεῖ διανίστανται οἱ μύες, τῷ δὲ ξηραντικῷ τῆς ποιότητος τὸν οἰκεῖον τόνον ἐρανίζονται. Ὅτι δὲ τοῖς μυσὶν ἡ δύναμις ἐκ ξηροῦ, τὰ λουτρὰ καὶ τὰ νότια πνεύματα δηλοῦσι· δυσκινήτους γὰρ πέφυκε τὰ τοιαῦτα ἀπεργάζεσθαι. ὅτι δὲ παντὶ τῷ σώματι ἡ κίνησις ἐκ μυῶν γίνεται, εὔδηλον παντὶ τεχνίτῃ, καὶ μάλιστα τοῖς τὰ Ἱπποκράτους συντάγματα ἀναγνοῦσιν· αὐτὸς γὰρ τὰ τῆς φιλοσοφίας δόγματα κινῶν καὶ τὴν φύσιν διερευνῶν ἐν ἀφορισμῷ λέγει, ὡς τὸ μὲν βόρειον εὔτονα καὶ εὐκίνητα τὰ σώματα ποιεῖ· φανερώτερον δὲ δεῖξαι βουλόμενος τὸ ξηρὸν εἶναι τὸ πνεῦμα, φησὶν, εὐηκοώτερα γὰρ τὰ σώματα καθίστησι, ὡς καὶ τοῦ ἀκουστικοῦ ἡδομένου τῷ συγγενεῖ· τὰ γὰρ ὅμοια τοῖς ὁμοίοις φίλα. δέδεικται δὲ ἡμῖν διὰ βραχέων καὶ ἡ τοῦ νίτρου χρῆσις. Περὶ ὑδρελαίο υ . Τί δ’ οὖν καὶ ἡ τοῦ ὑδρελαίου χρῆσις; Δέον γὰρ καὶ αὐτὴν τῷ λόγῳ δεῖξαι, καὶ μάλιστα πλεῖον ὅσον τῶν λοιπῶν κἀκ τούτων ἀνακεφαλαιώσασθαι τὰ ἐξ ἀρχῆς· τριῶν γὰρ αἰτίων προσεχῶν μνημονεύσας τῶν τὴν ἐποχὴν τῆς γαστρὸς ποιούντων, ἐφάμιλλον τούτοις καὶ τὸ τοῦ ἐνετῆρος ὑπέθηκα βοήθημα. τὸ γοῦν ὑδρέλαιον διὰ τὴν τῶν περιττωμάτων ξηρότητα παρείληπται· ὑγραῖνον γὰρ τὸ σκύβαλον εὐόλισθον αὐτὸ παρασκευάζει πρὸς τὴν ἔξοδον, ἄλλως τε ὅτι καὶ τὰς ἐντέρων ἕλικας εὐρύνει, καὶ τοὺς ἐγκαρσίους δὲ αὐτῶν ἶνας ἀναχαλῶν, ῥᾳδίως εἰς τὴν πρώτην ἀποκαθίστησι φύσιν· τοῦ γὰρ ζώου μηκέθ’ οὕτως τρεφομένου διὰ τὴν ἀῤῥωστίαν, ἀπέπτη καὶ τὰ λιπάσματα.
10 σύμπτωσιν οὖν ὑπομείναντες, ὥσπερ κωφεύουσι πρὸς τὴν συνήθειαν· αὕτη μὲν οὖν ἡ τοῦ πρώτου, καὶ ὡς ἂν εἴποι τις, γενικωτάτου ἐνετῆρος ἐξέτασις τῆς συνθέσεως, τὰς δὲ κατὰ μέρος χρείας, μικρὸν ὕστερον προϊὼν ὁ λόγος διδάξει· οὐ γὰρ πᾶσιν ἡ τῶν προῤῥηθεισῶν ὑλῶν χρῆσις ἀγαθή. τινὲς γοῦν ὥσπερ μόνην ταύτην τὴν σύνθεσιν ἐπιστάμενοι, ἀποτυχίαν ὑφίστανται ἐν τοῖς πράγμασι, ἀντικαταλλάσσοντες τοὺς σκοπούς· κενοῦσθαι γὰρ βουληθέντες, ἐπὶ πλέον εἶρξαν τὴν τῶν περιττωμάτων ἔκκρισιν. δῆλον οὖν ὑπαρχέτω τοῖς τὴν Ἀσκληπιάδειον μετιοῦσι τέχνην, ὡς ἄλλη παρ’ ἄλλοις ὄνησις φαρμάκων· οὐδὲ γὰρ μία τῶν νοσημάτων ἡ κακία, οὐδὲ αὐτὴ τῶν κράσεων ἡ φύσις· ὡς γὰρ Ἱπποκράτης φησὶν, ἡλικίην ἡλικίας μάλα διαφέρειν καὶ φύσιν φύσιος. οὐ μόνον δὲ ἡ τῶν ὑλῶν ἐναλλαγὴ ἀμείβει τὸ βοήθημα, ἀλλὰ καὶ ἡ ποιὰ αὐτῶν σύνθεσις· ποτὲ μὲν γὰρ πλείονος μέλιτος δεῖ ἐπεμβαλεῖν, συχνοῦ δὲ ἐλαίου καὶ βραχυτάτου νίτρου, ποτὲ δὲ τοὔμπαλιν, ἐπιμιγνύντα δαψιλέστερον ἐλαίου. ἔστι δ’ ὅτε καὶ ἡ ἀντιῤῥοπία τῶν ὑλῶν χρηστή· ἐφ’ ὧν μὲν γὰρ διακαέστατός ἐστιν ὁ πυρετὸς, κολάζειν δεῖ τὴν τοῦ μέλιτος ποσότητα· εἰ δὲ ἐν τῇ ἀρχῇ τῆς νόσου δεηθῇ μὲν τοῦ βοηθήματος, τηνικαῦτα τῶν θερμοτέρων καὶ ξηροτέρων ἐπιτείνειν δεῖ τὴν ὕλην· πάρεστι γὰρ δύναμις προτροπῆς μόνον τῆς τῶν ἐρεθιζόντων χρήζουσα.
11 εἰ δ’ ἐν πολυημέρῳ νοσήματι τοῦτο συμβαίη, τῶν χαλώντων δεῖ πλέον τι ἐπιμιγνύναι· κἂν γὰρ προτρέψῃ τὴν φύσιν, ἀλλ’ ἀσθενεῖ πρὸς ὦσιν μαρανθεῖσα τῷ χρόνῳ. Περὶ τῆς τοῦ ὕδατος κοινωνίας πρὸς τὸν κλυστῆρ α . Ἡ μὲν οὖν τοῦ ὕδατος κοινωνία πρὸς τὸν κλυστῆρα ἀναγκαίως μὲν εἴληπται, οὐκ ἀναγκαίου δὲ τὸν λόγον ἔχει· πρὸς γὰρ τὸ τὴν τῶν λοιπῶν οὐσίαν ἐξυδαρῶσαι καὶ οἱονεὶ λεπτῦναι, πρὸς εὐχερῆ πάροδον εἴληπται. ὅτι δὲ τοῦτο ἀληθὲς, καὶ Ἱπποκράτης μαρτυρεῖ, ὑγρασίαν λέγων τὸ φύσιος ὄχημα. ὃν οὖν λόγον ἔχει περὶ τῆς τροφῆς, τὸν αὐτὸν καὶ ἐπὶ τοῦ κλυστῆρος. ἀλλ’ ἐάν τις φιλολοιδόρῳ γνώμῃ διαβάλλῃ τὸν λόγον φάσκων, ὡς καὶ τὸ ὕδωρ ἀναγκαίου λόγον ἐπέχει· εἰ γὰρ πρὸς τὸ λεπτύνειν τὰ λοιπὰ εἴληπται, ἔδει ποτὲ καὶ οἶνον παραλαμβάνειν ἢ ἑτέραν τινὰ ὑγρὰν ὕλην· ἀλλ’ ἔστιν αὐτοὺς ἐλέγχειν ἁμαρτάνοντας πρὸς τὸ ἀληθές· δραστικὴ μὲν γὰρ καὶ οἷον ἀλλόκοτός τις ποιότης ἐν τῷ οἴνῳ πάρεστιν. εἰκὸς οὖν αὐτὸν διασφάλλειν τὴν τῶν λοιπῶν δύναμιν καὶ οἷον ἀνήνυτον ἀποτελεῖν τὸ φάρμακον, ἐπισύρων αὐτὸ εἰς τὴν οἰκείαν ποιότητα· τὸ γὰρ πλῆθος τυραννοῦν πρὸς οὐσίαν ἀμβλύνει τὴν τῶν λοιπῶν ἐνέργειαν· μόνη γὰρ ἡ τοῦ ὕδατος φύσις, ὡς πρὸς τὰ ἄλλα ἄποιος οὖσα, κρύπτει μὲν ἑαυτὴν, προβάλλει δὲ τὰ λοιπά. ὅτι δὲ ἀληθές ἐστι τὸ λεγόμενον, ἐνεργεστάτην πίστιν ἔχει ἐξ αὐτῶν τῶν ἔργων· μόνον μὲν γὰρ τὸ ἔλαιον πολλάκις παρειλήφαμεν, ἐνίοτε δὲ καὶ τῶν ἑτέρων ἐμβληθέντα.
12 τὸ δὲ ὕδωρ καθ’ αὑτὸ οὔποτέ τις τῶν ἀρχαίων εἰσέφρησε δίχα τινὸς ἐπιμιξίας. ἀλλὰ εἰ καὶ τοῖς κάτω μέρεσιν ἀχρεῖον ὤφθη γεννώμενον τῶν λοιπῶν, ἀλλ’ οὖν γέ ἐστι χρήσιμον τῇ ἐναντίᾳ διαθέσει· ἐπὶ γὰρ τῶν διακαεστάτων καὶ πικροχόλων πυρετῶν ὀνήσει ὕδωρ χλιαρὸν πρὸ τῆς ἐγχειρήσεως διδόναι πίνειν· ἐπειδὴ γὰρ ἐκ τῆς ἀμέτρου θερμότητος πέφρυκται τὰ ἐντοσθίδια, ζητεῖ δὲ ἀρωγὸν τὴν ἐκ τοῦ ψυχροῦ προσαγωγὴν, ἄρτι ἐνιεμένου τοῦ κλυστῆρος, φθάσαι ἂν ἀποθεῖναι τὸ φάρμακον, καὶ φθάνει παθεῖν πρὶν ἂν ποήσῃ. τινὲς γοῦν ἀσχάλλοντες περὶ τὸ ἔργον, ἀποτυγχάνοντες τοῦ σκοποῦ, καὶ τὴν αἰτίαν ἀγνοοῦσι τοῦ συμβάντος· ἔτι γε μὴν δριμυτέρους καὶ καυσώδεις τοὺς πυρετοὺς ἀπεργάζονται· ὥσπερ γάρ τινας ἁπλοῦ ὑγροῦ ἐμφορηθέντας τὰ φλεγμαίνοντα τῶν μορίων τὴν φαρμακώδη ποιότητα καιριωτέραν τὴν πληγὴν ἀπηνέγκαντο· δελεασθεῖσα γὰρ ἡ φύσις ἐκαύθη τῇ ποιότητι. Ἐδείχθη οὖν καὶ ἡ τοῦ προπινομένου ὕδατος ὄνησις. Περὶ τῶν εἰδικωτέρων κλυστήρω ν . Περὶ μὲν οὖν τῆς ἁπλῆς καὶ πρώτης συνθέσεως εἴρηται· περὶ δὲ τῶν εἰδικωτέρων δέον σκοπεῖσθαι ἀκολούθως, διὰ τοῦτο τὴν ἐξέτασιν ποιητέον. —Οἷς μὲν οὖν πολὺν χρόνον ἐπεσχέθη τὸ διαχώρημα, καὶ ὥσπερ ἀπελιθώθη ἐκ τῆς ἐπιμόνου στάσεως, ἔτι μὴν ἀπεκαρφώθη τὰ ἔντερα, τοτηνικαῦτα ἐπιβάλλειν δεῖ τὸ τῶν πιτύρων ἀπόζεμα· ἔστι γὰρ γλοιῶδες καὶ χαλαστικὸν, ἔτι γε μὴν καὶ συγγένειαν ἔχον πρὸς τὰς σιτώδεις τροφὰς, θᾶττον διεγείρει τὴν δύναμιν πρὸς ἔξωσιν τῶν περιττωμάτων.
13 δέχεσθαι δὲ τὸ ἀπόζεμα τῶν πιτύρων ἅμα τοῖς προειρημένοις. τέτρασι μὲν οὖν ἕλαις ἡ πρώτη σύνθεσις ἀπετελέσθη, στοιχείων ἀριθμὸν μιμησαμένη. ἀκολουθεῖ δὲ τοῖς πρώτοις τὰ δεύτερα, φέρει δὲ τὴν συγγένειαν τὰ δρᾷν δυνάμενα πρὸς τὰ πάσχειν πεφυκότα. Ὅτι μὲν οὖν ἰσάριθμος, δῆλον. σκοπήσωμεν δὲ, εἰ καὶ τὸ εἴκελον αὐτοῖς πάρεστι πρὸς τὰ στοιχεῖα. τῷ μὲν οὖν πυρὶ προσανατίθεμεν τὸ μέλι· σύστοιχον γὰρ αὐτῷ φέρει δύναμιν, θερμότητα καὶ ξηρότητα κεκτημένον· ἀέρι δὲ τὸ ἔλαιον· ἔστι γὰρ κοῦφον ἐν ὑγροῖς, ὡς τὸ ἄμικτον αὐτοῦ τῆς οὐσίας δηλοῖ. περὶ δὲ τοῦ ζητεῖν τὸν ἀέρα εἰ ἀμφοτέρων τῶν ποιοτήτων μετείληφε, τοῖς πλείστοις τῶν φιλοσόφων διαπεφώνηται, Πλάτωνος μὲν καὶ Ἱπποκράτους ψυχρὸν αὐτὸν φασκόντων διὰ τὴν τῆς καρδίας χρείαν· θερμὴ γὰρ οὖσα τὸ ἐναντίον ζητεῖ, ἀὴρ δὲ αὐτῇ τὸ φίλον· ὁ δ’ Ἀριστοτέλης τῇ ῥοπῇ τὴν φύσιν γνωρίζει· τὸ γὰρ θερμὸν κοῦφον λέγει, τὸ δὲ κοῦφον ἀνωφερές· ὁ ἀὴρ δὲ ἀνωφερής· οὗτος ἄρα θερμός. ἀλλ’ οὐ περὶ τούτων τανῦν σκοπούμεθα, οὐδὲ φιλοσόφων δόξαν τανῦν κρίνειν προυθέμεθα, οἰκείου δὲ σκοποῦ ὁρατίζομεν. ἐλαίου τοιγαροῦν ἐπιζητοῦντες οὐσίαν, δεόντως τούτων ἐμνήσθημεν, ἵνα μὴ μόνον ἐν τῷ παρ’ ἡμῶν διαφῶμεν, ὅπου γε καὶ τοῖς πρὸ ἡμῶν τοῦτο συνέβη· τὸ δὲ ἀσυμφώνως ἔχει περὶ τὰ πράγματα· ἀλλ’ ἡμῖν οὐ πρὸς ἔριν ὁ λόγος, πρὸς δὲ ἀλήθειαν ὁ σκοπός.
14 πυρὸς οὖν καὶ ἀέρος μνημονεύσαντες πρὸς οἰκείωσιν ὕλαις ταῖς παρ’ ἡμῶν ῥηθείσαις, τῷ τε μέλιτι καὶ τῷ ἐλαίῳ, μεταβῆναι λοιπὸν δέον καὶ ἐπὶ τὴν λοιπὴν συζυγίαν, ἵνα μὴ δόξωμεν ἀτελῆ τὴν πρόθεσιν καταλιμπάνειν. τὸ μὲν οὖν νίτρον ὡμολόγηται γῆς φέρειν σύστασιν, κἂν ἐξ ὕδατος ἔχῃ τὴν γένεσιν· φέρει γὰρ τὸ ξηρὸν, ὅπερ ἀχώριστον γῆς. τὸ δὲ ὕδωρ οὐκ ἐναλλάττει τὴν φύσιν· οὐδὲ γὰρ ξένην τινα φέρει τὴν ἐνέργειαν. αὕτη μὲν οὖν ἡ τοῦ πρώτου φαρμάκου ἑτοιμολογία τέτρασι ταῖς πάσαις ὕλαις ὥσπερ τετραχόρδῳ λύρᾳ καὶ μελωδεῖ τοῖς κάμνουσι σωτηρίαν. ἡ δὲ τῶν κατ’ εἶδος εἰδῶν ἐξαλλαγὴ ἐκ τῆς τῶν πεπονθότων κράσεως λαμβάνεται καὶ μάλιστα τῆς δυστροπίας τῶν νοσημάτων. Περὶ μὲν οὖν τῆς τῶν πιτύρων χρήσεως εἴρηται· περὶ δὲ τοῦ ἀποζέματος τῶν τεύτλων καὶ μάλιστα τῶν ῥιζῶν ἐφεξῆς λεγέσθω. Περὶ τοῦ ἀποζέματος τῶν τεύτλων καὶ τῶν ῥιζῶ ν . Παρείληπται μὲν οὖν καὶ τοῦτο τὸ βοήθημα, ἐφ’ ὧν πλῆθος περιττωμάτων καὶ πύρωσις κρατεῖ τῶν ἐντέρων. ἀλλ’ εἴ τις ζητοίη, ἐὰν ἡ φλέξις ᾖ τὸ βλάπτον, διὰ τί μὴ μᾶλλον θρίδαξιν ἢ κορίῳ ἐνεπιστεύομεν τὴν ἴασιν; καὶ λέγομεν ὅτι οὐδὲ πρὸς μίαν αἰτίαν ὁ σκοπός· τὸ μὲν γὰρ τεῦτλον σύνθετον κέκτηται τὴν δύναμιν· ψύχει μὲν γὰρ ποσῶς, ἀλλὰ καὶ χαλᾷ. ἀλλ’ ἔδει ἀντὶ μὲν τοῦ ψύχοντος τὴν θριδακίνην παραλαμβάνειν, ἀντὶ δὲ τοῦ χαλῶντος τὴν μαλάχην, ἢ τὴν καλουμένην ἀλθαίαν· ἀλλὰ πλεονεκτεῖ τῶν ἀμφοτέρων ἐν τῷ σμήχειν· ἁλμώδη γάρ τινα ποιότητα κέκτηται, ἄλλως τε ὅτι τὰς ἀκρότητας ἀπέφυγε, τῆς μὲν θρίδακος τὴν ἄμετρον ψύξιν· ἠπείλει γὰρ νέκρωσιν· τῆς δὲ μαλάχης τὸ φυσῶδες.
15 προκριτέον οὖν τὸ ἐν ἑνὶ ἀμφότερα εὑρίσκεσθαι· ἄλλως τε ὅτι καὶ ἄῤῥητόν τινα κέκτηται δύναμιν. ἁρμόζει οὖν ὁ διὰ τοῦ σεύτλου συντιθέμενος κλυστὴρ, οἷς ἐμπαθεῖς οἱ νεφροί· φιλοῦσι γὰρ μάλιστα ἐν ταῖς πυρεκτικαῖς διαθέσεσιν ἐπιτείνειν τὰς ὀδύνας, καὶ μάλιστα εἰ ξηρὰ δυσκρασία τὸ ποιῆσαν ᾖ. Περὶ κενταυρίο υ . Τὸ δὲ κενταύριον εἴληπται, ἐφ’ ὧν ἰσχυρὰ μὲν ἡ δύναμις, ἀκμάζει δὲ τὸ νόσημα ἐξ ἐπιμιξίας χυμῶν γενόμενον οἷον τὸ ἡμιτριταϊκὸν καλούμενον· ἐν τούτῳ γὰρ τῷ νοσήματι οὐ μόνον χολὴ πολεμία, ἀλλὰ καὶ φλέγμα δυναστεύει, ὅθεν καὶ κίνδυνος τὸ ἀπειλούμενον· ἀντιῤῥοπίαν γὰρ ἔχουσι πρὸς ἑαυτοὺς οἱ χυμοί· ἄμφω δὲ τὰ μαχόμενα ἐπισύρεται τὸ διὰ τοῦ κενταυρίου συντιθέμενον φάρμακον. τοῦ μὲν οὖν ἐλαίου ἀφαιρεῖν προσήκει ἐπὶ τοῦ παρόντος, προστιθέναι δὲ τῷ μέλιτι· ἐπὶ μὲν γὰρ τοῦ διὰ τῶν πιτύρων αὔξειν δεῖ τὴν τοῦ ἐλαίου ποσότητα, ἐπὶ μέντοι τοῦ διὰ τῶν σεύτλων, τῶν μὲν ἑκατέρων ἀφαιρεῖν τὸ ποσὸν, προσθεῖναι δὲ μόνου τοῦ νίτρου. τὸ μὲν οὖν ἔλαιον καὶ τὸ μέλι καὶ τὰ λοιπὰ δύο πρὸς τὴν τῶν περιττωμάτων κένωσιν τέτακται, ἡ δὲ τῶν κατὰ μέρος εἰδῶν προσβολὴ πρὸς τὰ τῶν νοσημάτων συμπτώματα.
16 τὸ γοῦν κενταύριον διαδραμὸν τὴν ποιότητα τὰς ὑπερορίους τῶν σπλάγχνων χώρας αὐτὴν τὴν πολεμοῦσαν ἐπισύρεται κακίαν, καθαρτηρίου μιμούμενον χρείαν. οὐ τοσαύτη μὲν οὖν τῶν φαρμάκων ἡ σύνθεσις, ὅση τῶν νοσημάτων ἡ διαφορά· εἰ γὰρ ἰσάριθμα τοῖς λυποῦσι τὰ ἀλεξητήρια, τότε ἂν καὶ ἰδιώταις ἐγνωρίζετο ἡ ἰατρικὴ, ἀλλὰ τῷ ἀπείρῳ τῶν παθῶν ἀριθμῷ ὥρισταί τις ποσότης βοηθημάτων, ἐν ᾗ τῆς τέχνης ἡ ἀρετὴ γνωρίζεται, διαγνωστικοῖς σεμνυνομένη θεωρήμασιν· ἑνὶ γὰρ φαρμάκῳ ὁ ἰατρὸς ἐπιδέξιον χρῆσιν συνάψας πολλοῖς τῶν παθῶν ἀμβλύνει. Τὸ γοῦν κενταύριον, περὶ οὗ καὶ τὸν λόγον ποιούμεθα, πολλοῖς νοσήμασιν ἀλεξητήριον ὑπάρχει, μάλιστα τοῖς συμβαίνουσιν ἐπὶ τῇ τῆς κοιλίας ἐπισχέσει. τὰς μὲν οὖν ἡπατικὰς διαθέσεις παρηγορεῖ καὶ μάλιστα ἐφ’ ὧν ἔμφραξις τὸ γενόμενον· ἔτι μὴν καὶ ταῖς στομαχικαῖς διαθέσεσι συμφέρει, καὶ τοῖς τὰ ἄρθρα ῥευματιζομένοις, καὶ εἴπου τι μόριον ἐκ φλεγματικοῦ χυμοῦ βιάζεται· προσυπακούειν δὲ δεῖ τῇ ἐποχῇ τῆς γαστρὸς τὸ συμβάν· ἢ τὸ ἔμπαλιν διὰ τὴν ἐποχὴν τῆς κοιλίας εἰ συνέβη τὰ προῤῥηθέντα. ὥσπερ οὖν γένος πανταχόσε ἐννόει τὴν τῆς γαστρὸς βλάβην, ᾗ δὴ ὑποκείμενα γνώριζε τὰ κατὰ μέρος λεγόμενα. διὰ ταῦτά γε μὴν τὰ πάθη παρείληπται τὸ κενταύριον. ἐπεὶ δ’ αὐτῶν οὐ μία βλάβη, ποτὲ μὲν γὰρ ἐν ἀτονίαις ἀδικεῖται κατὰ τὴν τοιάνδε κράσιν αὐτῶν ἐλλείψει ἢ πλεονασμῷ τὴν νόσον κεκτημένων ἢ λεπτότητι ἢ δριμύτητι ἢ παχύτητι καὶ γλισχρότητι ἀνιωμένων, ἢ φλεγμονῆς στενοχωρούσης, ἢ τῆς συνεχείας λυθείσης.
17 Σκοπητέον οὖν ποίᾳ τῶν εἰρημένων βλαβῶν ὀνήσει τὸ φάρμακον. πρόδηλον δὲ κἀκ τῶν συμπιπτόντων ὡς ἐπὶ τῶν ἔμφραξιν ὑπομεινάντων καὶ ὑπὸ παχέων χυμῶν βλαπτομένων τὸ κενταύριόν ἐστιν ὠφελιμώτατον· καὶ γὰρ τοῖς ἀνωτερικοῖς διδόμενον ἐκφρακτικὴν κέκτηται δύναμιν. ὡμολόγηται δὲ αὐτοῦ καὶ ἡ ἐπὶ τῶν ἐκτὸς χρῆσις, ὅτι τὴν προειρημένην κέκτηται ἐνέργειαν. Περὶ κολοκυνθίδο ς . Περὶ δὲ τῆς κολοκυνθίδος τανῦν σκοπητέον, ἐπὶ τίνων καὶ αὕτη χρήσιμος· οὐ γὰρ ἐπικοινωνεῖ τῇ τοῦ κενταυρίου δυνάμει. ὅσον δὲ ἀνόμοιόν ἐστι πρὸς ὕλην, τοσοῦτον στασιάζει πρὸς ἐνέργειαν. δέον οὖν ἡμᾶς διορίζοντας τὴν ὕλην, διαφορὰν αὐτῇ καὶ τῶν παθῶν ὑποβάλλειν· ἄλογον γὰρ καὶ ἀνήνυτον τὸ παντάπασι προσφέρειν, ὡς οὐκ εἰδότας ὅτι ἄλλα παρ’ ἄλλοις τὰ ἐπωφελῆ· ὥσπερ γὰρ τῆς καθολικῆς ἐξαλλαγῆς πεφρόντισται τοῖς παλαιοῖς, οὕτως καὶ τῆς μερικῆς· παρακελεύονται γὰρ ἄλλα μὲν παιδίοις προσφέρειν, ἕτερα δὲ νέοις καὶ γέρουσιν ἄλλα, ἔτι μὴν καὶ τὰ ἔθη καὶ τὰς χώρας διακρίνοντες· οὕτως γὰρ τὸν οἰκεῖον σκοπὸν ἰᾶται λαμβάνειν τὴν φύσιν ἅμα τῷ λόγῳ ποδηγὸν τούτων λαμβάνοντες· ὥσπερ γὰρ ἡ φύσις, ζώου μηχανωμένη κατασκευὴν, ἀπένειμε τοῖς μορίοις ἰδικὰς χρείας, οἷον ποσὶ μὲν τὸ ἐπὶ γῆς ἐρείδεσθαι, χερσὶ δὲ τὰς οἰκειοτάτας πράξεις, καὶ ἄλλο τε μὲν ὀφθαλμοῦ ἔργον, ἄλλο τε δὲ ἀκοῆς, καὶ τῶν λοιπῶν τὰ καθ’ ἕκαστον διαφόρους κέκτηται τὰς ἐνεργείας, τὸν αὐτὸν τρόπον καὶ ἡ τέχνη μιμουμένη τὴν φύσιν, τὴν τῶν φαρμάκων ἐπενόησε σύνθεσιν, ἄλλην ἄλλοις παραδοῦσα τὴν χρείαν· τὸ μὲν γὰρ θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν ἢ ξηρὸν ἡ φύσις δεδώρηται, τὸ δὲ ποσὸν ἡ τέχνη χαρίζεται ἐκ τῶν παρασχόντων καὶ τοῦτο καρπωσαμένη.
18 ἄλλη οὖν ἡ χρῆσις τῆς κολοκυνθίδος παρὰ τὸ κενταύριον· εἰδικὰς γὰρ καὶ οἱονεὶ τοπικὰς φέρει τὰς ὠφελείας τοῖς περὶ κεφαλὴν πάθεσιν ἐνδυσαμένη καὶ τὴν τῶν λοιπῶν σύνθεσιν πρὸς διττὴν καθὼς προεῖπον χρείαν. τοῖς μὲν οὖν φρενιτικοῖς ἐπωφελέστατον· ἀρίστη δὲ καὶ τοῖς καρουμένοις καὶ πρὸς τοὺς μανιώδεις καὶ μελαγχολικοὺς δαιμονίως ποιεῖ, μάλιστα δὲ καὶ ἐπὶ τῶν περιττωματικὸν ἐγκέφαλον ἐχόντων, ὅθεν σκοτώσεσι καὶ καρηβαρίαις, ἡμικρανίαις τε καὶ βαρυηκοΐαις, ἅπασι τούτοις ἄριστον φάρμακον τὸ διὰ τῆς κολοκυνθίδος συντιθέμενον. πολλῶν μὴ μνημονεύσας, τοῦ μείζονος ἐν ἀξιώματι καὶ χαλεπωτάτου ἐν ταῖς νόσοις, ὧν ἡ ἀποβολὴ τῆς ἐνεργείας ἄκοσμον παντελῶς τὸ ζῶον καθιστᾷ, τούτου τὴν ἐξέτασιν παρέστηκεν ὁ λόγος. πολλὰ μὲν οὖν ἐν τοῖς ὀφθαλμοῖς συμβαίνει πάθη· πλεῖστα δὲ καὶ παρὰ τῶν παλαιῶν αὐτοῖς ἀναγέγραπται βοηθήματα, ὧν Ἱπποκράτης ἐν τοῖς ἀφορισμοῖς συλλήβδην ἐμνημόνευσεν εἰρηκὼς, ὀφθαλμῶν ὀδύνας λουτρὸν ἢ πυρία ἢ φαρμακεία ἢ φλεβοτομία ἢ ἀκρατοποσία λύει.
19 ἀλλὰ περὶ λουτροῦ καὶ φλεβοτομίας καὶ τῶν ἄλλων, ἑτέρου ἂν εἴη λόγου σκοπεῖν, περὶ δὲ τῶν φαρμάκων τανῦν λεγέσθω. τρεῖς μὲν οὖν καὶ αὐτῆς αἱ ἰδέαι, ὧν ἡ μὲν πρώτη διὰ καθαρτηρίου, ἡ δὲ δευτέρα διὰ κολλυρίων, ἡ δὲ τρίτη διὰ κλυστῆρος. πλεῖστοι μὲν οὖν καὶ οὗτοι κατὰ διαφορὰν, ἀλλὰ τῶν διὰ τῆς κολοκυνθίδος πρὸς τὸ παρὸν ληπτέον, ὅσον τοῖς ὀφθαλμιῶσιν ὑπάρχει ὠφελιμώτατον, οὐ μὴν πᾶσι· μετὰ προσδιορισμοῦ γὰρ τὴν ἐξέτασιν ποιεῖσθαι δέον· ἐφ’ ὧν μὲν γὰρ δριμὺ καὶ λεπτὸν τὸ ῥεῦμα ἐπιῤῥεῖ, εἴργειν δεῖ τὴν τοῦ φαρμάκου χρῆσιν· ὡς ἐπίπαν γὰρ οὐδὲ τὰ τῆς κοιλίας τούτοις ἐπέχεται· ἐφ’ ὧν δὲ φλεγμονὴ μεγίστη καὶ τῆς ἐπιφανείας ἔρευθος, ἔτι μὴν καὶ τῆς κεφαλῆς βάρος, παχεῖα δὲ ἡ τοῦ ῥεύματος σύστασις, προσυπακούειν δὲ δεῖ, εἰ πρὸς τούτοις καὶ τὰ τῆς γαστρὸς δυσδιαχώρητα, τοτηνικαῦτα πληθὺν περιττωμάτων διαγνοὺς δέχου τὸ βοήθημα· οὐ γὰρ τὴν τυχοῦσαν λήψῃ ὠφέλειαν· παρ’ αὐτὰ γὰρ τὴν μὲν κοιλίαν εὔλυτον παρασκευάζει· αἰσθητὴν γὰρ ὄψει τὴν τῶν λυπούντων ὑγρῶν ἔξωσιν. εἰκὸς οὖν παύσασθαι καὶ τὰς βαρυτάτας ἀνίας. ὅτι δὲ ἀληθῶς ἀῤῥήγει πρὸς τὰς προειρημένας διαθέσεις τὸ διὰ τῆς κολοκυνθίδος συντιθέμενον φάρμακον, ἡ τῶν ἀντιδότων δύναμις ἐπιδείξει· ὡς ἐπίπαν γὰρ αἱ δι’ αὐτῆς συντιθέμεναι ἐξαίρετόν τινα ἐπιτηδειότητα πρὸς τὰ περὶ τὴν κεφαλὴν πάθη κέκτηται, καὶ ἔξεστί μοι ἀντιστρόφους προσηγορίας τοῖς ὑπηλάτοις τιθέναι, καθαρτήρια μὲν καλῶς τοὺς κλυστῆρας, κλυστῆρας δὲ τὰ φάρμακα· τῶν γὰρ ἀμφοτέρων τὸ τέλος κοινὸν, ἡ τῶν περιττωμάτων κένωσις.
20 καὶ περὶ μὲν τῆς κολοκυνθίδος αὐτάρκως εἴρηται. Περὶ καλαμίνθη ς . Περὶ δὲ τῆς καλαμίνθης διαληπτέον, τίσι τῶν νοσημάτων καὶ ἡ διὰ ταύτης σύνθεσις τυγχάνει ὠφέλιμος. ἀῤῥήγει μὲν οὖν τοῖς πλευριτικοῖς καὶ τοῖς εἰλεώδεσι νοσήμασιν, οὕστινας καὶ χορδαψοὺς προσαγορεύουσι. χρησιμεύει δὲ καὶ τοῖς τοὺς πόδας ῥευματιζομένοις καὶ τὰ ἄρθρα ἀνιωμένοις, ἄλλην κατὰ σύνθεσιν τῆς τοῦ φαρμάκου ἐνεργείας ἐκ τῆς ἐπιδεξίου χρήσεως δεχομένη δύναμιν· τὴν μὲν γὰρ τοῦ μέλιτος κολάζειν, τοῦ νίτρου δὲ ἐπαύξειν τὴν ποσότητα· αὐτὴ γὰρ ἡ τῶν νευρωδῶν οὐσία πέπονθε δι’ ἐντέρων μὲν τὴν βλάβην δεικνύουσα ἐπὶ τῶν εἰλεῶν, ἐπὶ δὲ τῶν πλευριτικῶν δι’ ὑμένος τοῦ ὑπεζωκότος. Περὶ τοῦ πρασίο υ . Καὶ τὸ τοῦ πρασίου δὲ ἀφέψημα τῷ κοινῷ κλυστῆρι συμπλεκόμενον κωλικοῖς ἄκρως ἀῤῥήγει, νίτρον δὲ δεῖ ἐμβάλλειν καὶ πηγάνινον ἔλαιον ἀντὶ κοινοῦ, τὸ δ’ ἄνηθον προστιθέναι τῷ φαρμάκῳ συμφέρει, οἷς εὐπαθὴς ὁ στόμαχος, καὶ εἰ μάλιστα εἴη ἀνορεξία τὸ κρατοῦν, καὶ βρομώδης ποιότης, ἐρυγή τε ἀηδὴς, καὶ φλεγμονὴ τοῦ μορίου, ἐπεμβάλλειν δεῖ τοτηνικαῦτα τοῖς λοιποῖς καὶ οὐ συχνὸν κύμινον· ἐναντίως δὲ τοῖς ἔμπροσθεν εἰρημένοις ποιεῖν τὰς μίξεις, ἀφαιροῦντα μὲν τοῦ ἐλαίου καὶ τοῦ νίτρου, ἐπίμετρον δέ τι χαριζόμενον τῷ μέλιτι· οὕτω γὰρ ἀνύσεις τὸ δέον ταῖς τῶν μετρίων ἐναλλαγαῖς.
21 δεῖ δὲ τεκμαίρεσθαι τήν τε τοῦ κυμίνου καὶ ἀνήθου δύναμιν ὅτι παραμυθήσεται καὶ διὰ γαστρὸς ἐμφορούμενον τὸν στόμαχον, ὅπου γε καὶ διὰ τῆς ἐναντίας θέσεως προσαγόμενα αὐτὰ καθ’ αὑτὰ ὠφελεῖ. ὅτι δὲ ἀληθὴς ὁ λόγος, τοῖς ἀνωτερικοῖς τὰ κάτω συμβάλλεσθαι, ὕπνου πολλάκις δεηθέντες ὄπιον τῷ δακτυλίῳ προσθέντες ἠνύσαμεν τὸ δέον. τί δὴ μὴ καὶ αὐτὸν Ἱπποκράτην προσφέρω μάρτυρα τοῦ λόγου φάσκοντα, ξύῤῥοιαν μίαν καὶ ξύμπνοιαν μίαν, μάλιστα τοῦ στομάχου συγγένειαν ἔχοντος πρὸς τὴν κοιλίαν; τί δὲ λέγω συγγένειαν καὶ μὴ μᾶλλον ἓν μόριον ταῖς διαφόροις ἐνεργείαις ἑτέρας κτησάμενον προσηγορίας; Περὶ ἀβροτόνο υ . Ἐστὶ μὲν οὖν δριμυτάτη ἡ τοῦ ἀβροτόνου ποιότης, ἁρμόζει δὲ τοῖς ὑπὸ τῶν ἑλμίνθων ὀχλουμένοις τὴν σύνθεσιν τῶν λοιπῶν καὶ τοῦτο δεξάμενον, μάλιστα δὲ πλέον τι τῶν ἄλλων τὸ νίτρον. συμβαίνει δὲ ἡ τῶν ἑλμίνθων γένεσις μάλιστα τοῖς παιδίοις ἐκ τοῦ ἁβροδίαιτον αὐτὰ ἔχειν βίον, καὶ πλημμύραν ἔχειν ὑγρότητος. ἐξ ἀπεψίας οὖν μάλιστα συμβαίνουσι σηπομένων τῶν χυμῶν, ὅπερ καὶ ἐπὶ τῶν βορβορωδῶν ὑδάτων γίνεται δι’ ἐπίμονον στάσιν, τοῦτο ἐπὶ τῶν παιδίων μάλιστα γίνεται διὰ τὸ ὠμὸν καὶ ἄπεπτον τῶν χυμῶν. πολλὰ μὲν οὖν βοηθήματα παρὰ τῶν παλαιῶν τούτοις ἀναγέγραπται τὰ μὲν διὰ πομάτων, τὰ δὲ δι’ ἐπιθεμάτων. ἡμῖν δὲ νῦν περὶ κλυστῆρος ἡ ἐξέτασις τοῦ πρὸς τοὺς σκώληκας ἀλεξητηρίου· τῶν γὰρ ἀμφοτέρων ἰσχυροτέρα ἡ διὰ τούτου χρῆσις· ῥᾴδιος γὰρ ἡ τῶν ἑλμίνθων ἔσται φθορὰ, διὰ τὸ καὶ τὴν θέσιν τῶν ἐντέρων ἐγγὺς ὑπάρχειν.
22 ἐπεὶ δὲ λογικωτέραν μέθοδον ὑπεθέμεθα, ἀναγκαῖον καὶ τῶν ἡλικιῶν μνημονεῦσαι· οὐ γὰρ τὰ αὐτὰ παισὶ καὶ γέρουσι συμφέρει, ἀλλὰ παισὶ μὲν ὡς ἅτε ὑγροτέροις, πλέον τι τῶν ξηροτέρων ἐπεμβάλλειν οἷον νίτρου καὶ μέλιτος πλέον τι τοῦ φαρμάκου ἔχοντος· ἀνέχεται γὰρ τούτων ἀλύπως. διὰ μὲν γὰρ τῶν ὁμοίων τὴν ὑγείαν φυλάττομεν, διὰ δὲ τῶν ἐναντίων τὰς νοσώδεις αἰτίας ἀποβάλλομεν. ὅτι δὲ ῥᾳδίως ἀνέχεται τὰ παιδία τῶν δριμέων φαρμάκων, τὰ κολλύρια δῆλα ὧν ἡ χρῆσις πρόδηλος καὶ τοῖς τὴν πεῖραν πρεσβεύουσιν· ἐκ γὰρ τοῦ μέρους δεῖ καὶ τὸ πᾶν σύγκριμα τεκμήρασθαι. ὅτι δὲ τὰ ὑγρότερα δεῖται τῶν ξηροτέρων, Ἱπποκράτης μαρτυρεῖ λέγων, ἕλκεα ξύμπαντα τέγγειν οὐ χρή. ὅπερ οὖν νόσος ποιήσει τῆς συνεχείας λύσιν, τούτῳ ἡ τῶν παίδων φύσις τῷ ἐναύλῳ τῆς γενέσεως. τοῖς δὲ ἀκμάζουσιν ἀφαιρεῖν μὲν προσήκει τοῦ μέλιτος, ἐπαύξειν δὲ τὴν τοῦ ἐλαίου οὐσίαν· πάρεστι γὰρ ἐπὶ τούτων πολὺ τὸ θερμὸν, καὶ ἐν τούτῳ ἡ νόσος δυναστεύει. ἐπέχεται οὖν τούτοις τὸ περίττωμα οὐ τοσοῦτον τῷ τὴν χολὴν ἐλλείπειν, ὅσον διὰ τὴν οἰκείαν αὐτῶν ξηρότητα καὶ φρύξιν. γέρουσι δὲ τοὔμπαλιν ἐπαύξειν δεῖ τὴν τοῦ μέλιτος ποσότητα· ψύξει γὰρ πάσχουσι τὴν βλάβην τῷ τὴν χολὴν ἐλλείπειν, ὥστε κατ’ ἔλλειψιν τῆς χολῆς ἡ ἐποχὴ τῆς γαστρὸς ἐπὶ τῶν γερόντων γίνεται. ὅτι δὲ ἀληθές ἐστι τοῦτο καὶ τῇ ἀπουσίᾳ τυφλώττει τῆς ὕλης καὶ δυσαρεστεῖ περὶ τὸ ἔργον ἡ γαστὴρ πρὸς ἔκκρισιν, αὐτὸς Ἱπποκράτης ἐν ἀφορισμοῖς δηλοῖ λέγων, ὁκόσοισι νέοισιν αἱ κοιλίαι ξηραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται, τῇ μεταβολῇ τῶν ἡλικιῶν συμμεταβαλλομένων τῶν χυμῶν εἰς ἐναντιότητα περιτρέπονται τὰ τῶν χειρῶν· ἀεὶ γὰρ μαχόμενα ἑαυτοῖς τὴν φορὰν ποιεῖται τῇ τῶν καιρῶν διαδοχῇ, οἷον εἰ τῷ ἀκμάζοντι χολὴ περιττεύει κατ’ οὐσίαν καὶ ὑγρὰ ἡ γαστήρ· ἔστι γὰρ ὅτε ποιότητι ἀμέτρως θερμὴ οὖσα ξηραίνει τὸ σκύβαλον.
23 εἰ μὲν οὖν ἐν οὐσίᾳ δέξεται τὴν ὑπερβολὴν, ῥᾳδίως ἀπωθεῖται τὸ σκύβαλον· εἰ δὲ τῇ ποιότητι πλεονεκτήσει ἀναποθεῖσα ἐν τοῖς στερεοῖς, πλέον ξηραίνει τὴν κοιλίαν. καὶ ταῦτα μὲν περὶ τῶν ἡλικιῶν ἡμῖν διώρισται κατὰ δύναμιν· ἐν τοῖς πρὸ τούτων μὲν γὰρ καὶ τὴν ἐν τοῖς νοσήμασιν ἐξαλλαγὴν τῶν βοηθημάτων διεῖλεν ἡ διδασκαλία. δυνήσῃ δὲ αὐτὸς ποδηγηθεὶς ἐκ τῶν πρώτων καὶ τὰς κρίσεις μετιέναι καὶ τὰς φύσεις ἁρμόζεσθαι· γυναῖκας μὲν γὰρ γέρουσι παραβάλλων, εὐνούχους δὲ γυναιξὶ, καὶ τῶν ἄλλων καθ’ ἕκαστον ἓν ἑνὶ παραβάλλων, δυνήσῃ μὴ ξενίζειν ταῖς προσαγωγαῖς τῶν βοηθημάτων, κοινὴν μέθοδον τὴν τῶν ἡλικιῶν διαγνούς. καὶ γὰρ τὸ ἄριστον καὶ ἐπισπαστικὸν τῆς τέχνης διὰ τούτων λαμβάνεται. ἡμῖν οὖν τὴν συντομίαν ἑλομένοις διὰ τὸ εὐμνημόνευτον, καὶ ταῦτα εἰς θήραν βοηθημάτων αὐτὸς δυοῖν στοιχειωθεὶς κατακερμάτιζε τὸν λόγον πρὸς τὰ κατὰ μέρος. Περὶ πυρετῶν καὶ τῶν ἐν τούτοις ἐνετήρω ν .
24 (1t) Ἡ τῶν πυρετῶν κακία οὐ πᾶσα πᾶσιν ἡ αὐτή· ἐναλλάττει γὰρ ἢ παρὰ τὴν κράσιν τῶν πασχόντων, ἢ παρὰ τὴν ποιοῦσαν αἰτίαν, ἢ διὰ τὴν τῶν μορίων διάθεσιν καὶ οἷον συμπάθειαν ἢ παρὰ αὐτοὺς τοὺς ὑποδεξαμένους τόπους τὴν νόσον· οἱ μὲν γὰρ ἐπὶ τροπῇ πνεύματος λαμβάνουσι τὴν γένεσιν, οἱ δὲ ἐπὶ σήψει χυμῶν, οἱ δὲ αὐτοῦ τοῦ στερεοῦ τὴν βλάβην ἢ πρώτως ἢ δευτέρως ὑπομείναντος· ποτὲ μὲν γὰρ ὁ χρόνος τῇ τάξει παράγει τὴν νόσον τῷ στερεῷ, ποτὲ δὲ εὐπαθείᾳ φθάνει τὰ λοιπὰ ἐν φθορᾷ. τῶν μὲν οὖν ἐπὶ σήψει χυμῶν πάλαι τὸν λόγον ἐποιησάμεθα, ὁπηνίκα τὸν τῶν περιττωμάτων διεξηρχόμεθα σκοπὸν τῇ κοινῇ τῶν φαρμάκων συνθέσει χρώμενοι. ἐπὶ μὲν γὰρ τῶν ἀμφημερινῶν νίτρου πλέον κλυστῆρι ἐμβάλλειν καὶ συμμέτρου μέλιτος καὶ βραχυτάτου ἐλαίου· ἐπὶ μέντοι τῶν τριταίων τὸ ἐναντίον, πλείονος μὲν ἐλαίου, τῶν λοιπῶν δὲ τῶν δυοῖν κεκολασμένων ἐν ποσότητι, ἀποζέματος προστιθεμένου τεύτλων. ἐπὶ δὲ τῶν τεταρταίων ἰσόῤῥοπος ἡ τῶν λοιπῶν ποσότης· χαλᾶσθαι γὰρ φιλεῖ ὁ χυμὸς ὅτι ξηρός ἐστι, θερμαίνεσθαι δὲ ὅτι ψυχρός. συνεψεῖν δὲ δεῖ τῷ ὕδατι τῆς χρείας ἐλέβορον μέλανα διττῆς ἕνεκεν αἰτίας, ἀποβολῆς περιττωμάτων, κενώσεως χυμοῦ. Καιρὸς δὲ λοιπὸν ἂν εἴη μεταβῆναι πρὸς τὴν τῶν ἑκτικῶν ἐνετήρων σύνθεσιν ἐκτὸς πάντων τὴν πρώτην γενομένων. οὐ γὰρ ῥυπτικῶν ἡμῖν φαρμάκων χρεία, ἀλλὰ μαλακτικῶν καὶ τῶν ποσῶς δυναμένων ἐμψύχειν πρώτως, δρώντων ὁμιλίᾳ τῶν πασχόντων· οὐ γὰρ διὰ μέσου τῆς κενώσεως ἀῤῥήγουσιν· ἄπεστι γὰρ χυμὸς ἐν στερεῷ τῆς ὕλης ἀῤῥήκτῳ δεσμῷ προσδεδείσης· ἔτι μὴν οὐδὲ περίττωμα ἐναποκέκλεισται· ἀτροφία γάρ ἐστι τῆς φύσεως, ὑπὸ τοῦ χρόνου μαρανθείσης τῆς δυνάμεως.
25 τοῖς μὲν οὖν περιφρυγῶς καυσουμένοις, ἀρήγει τὸ τοῦ λινοσπέρμου ἀπόζεμα, οὐχ ἁλμυρῷ οὐδὲ δηκτικῷ, ἀλλὰ γλυκεῖ καὶ κούφῳ. ἑψεῖν δὲ τὸ λινόσπερμον ἐν τῷ ὕδατι μὴ λαύρῳ πυρὶ, ἵνα μὴ φρυγὲν ἐξίτηλον πάθῃ τὴν ἐνέργειαν. διὰ μέσου οὖν ἑτέρου ὕδατος δεῖ τούτου τὴν ἕψησιν ποιεῖσθαι, ὅνπερ τρόπον καὶ ἐπὶ τῶν ἀρωμάτων φυλάττομεν τῇ τέχνῃ τὴν εὐωδίαν. οὐχ ὥσπερ δὲ ἐπὶ τῶν ῥυπτικῶν πλῆθος δεῖ ἐνιέναι· οὐ γὰρ πρὸς ἔξωσιν εἴληπται, οὐδὲ τὴν ἀνθυποστροφὴν ἐπαγγέλλεται· τὴν γὰρ παραμυθίαν τῇ μονῇ παρέχει, χρησιμεύει δὲ πρὸς τὰς τῶν ὑγρῶν δριμείας ἐπιῤῥεύσεις τοῖς κατὰ τὰ ἔντερα ὑφιζάνουσιν· ὀδύνη γάρ τις καὶ δῆξις ἀνιαρὰ κατὰ τοὺς τόπους ἐκείνους ἐστί. τῇ μὲν οὖν γλισχρότητι παρεμπλάσσει τὸ σῶμα, τῇ δὲ δυνάμει σβέννυσι τὴν φλέξιν. συμβαίνει οὖν ἡ καῦσις δι’ ὃν προστίθημι λόγον, ὅτι ἐν τοῖς νοσήμασι τούτοις ἀσιτία κρατεῖ τὸ ζῶον. ἀναφθέντος δὲ παντὸς τοῦ συγκράματος, εἰκὸς δριμυτέραν τὴν χολὴν γενέσθαι. ὅσον οὖν αὐτοῖς περιττεύει, εἰς τὰς ἐν τοῖς ἐντέροις ἕλικας φέρεται, ἀναπίνεται δὲ διὰ λεπτότητα, ὅθεν συμβαίνει δῆξις αὐτοῖς καὶ ἄμετρος πύρωσις. προσακτέον οὖν τὸ βοήθημα θερμὸν πρὸς παραμυθίαν διττὴν τῆς τε ἐπιφανείας καὶ τοῦ βάθους· ταῖς γὰρ δρώσαις ὕλαις τὰ μέν ἐστιν ἐπίκτητα, τὰ δὲ σύμφυτα, οἷον τῷ ὕδατι σύμφυτον μὲν τὸ ψύχειν, ἐπίκτητον δὲ τὸ θερμαίνειν.
26 τὸ μὲν οὖν πρῶτον τῇ φύσει δεῖ ἀπονέμειν, τὸ δὲ δεύτερον τῇ τέχνῃ. τῷ μὲν οὖν θερμῷ εὐτρεπίζομεν τὴν πάροδον, τῷ δὲ ψυχρῷ ἐμπιστεύομεν τὴν διάθεσιν. τὰ αὐτὰ δέ ἐστι τὰ ἐκ τῆς τέχνης μηχανήματα, πρὸς τὸ τὰς ὕλας εὐπαραγώγους ποιεῖν τοῖς ἐν βάθει τῶν σωμάτων δεομένοις βοηθείας. Καὶ περὶ μὲν τοῦ λινοσπέρμου ἱκανὰ καὶ ταῦτα. Περὶ ὑδροροδίνο υ . Διαληπτέον δὲ καὶ περὶ τοῦ ὑδροροδίνου ἐνετῆρος, τίσιν ἐστὶ συμφέρον· οὐ γὰρ ὡς πάρεργον τοῦτο τῇ πείρᾳ παρείληπται· ἀληθῆ γὰρ αὐτοῦ τὴν τοῦ ἐλαίου εὕρομεν δύναμιν, ἰδικὴν δὲ ταύτην ὑπάρχουσαν. τινὲς μὲν γὰρ τοῦ ὑδροροδίνου καὶ τοῦ λινοσπέρμου μίαν ὑπέλαβον δύναμιν, σκοπὸν ἕνα τὴν ψύξιν εἰσηγούμενοι, οὐ δοκιμάσαντες τὰς οὐσίας οὐδὲ διαγνόντες τὰ μέτρα τῶν δυνάμεων. εἰδέναι οὖν δεῖ ὡς καὶ ὕλην ἀρίστην δεῖ ἐπιλέγεσθαι, ἵνα κἀν τῇ ποιότητι φέρῃ τὸ χρήσιμον καὶ μὴ στασιάζῃ τῇ οὐσίᾳ. ἄλλη μὲν οὖν ὕλη τοῦ λινοσπέρμου καὶ ἄλλη τοῦ ὑδροροδίνου. εἰ οὖν διαφέρουσά ἐστιν ἡ ὕλη, ἐναλλαγὴ καὶ τῶν ὑποκειμένων αὐτοῖς παθῶν ἔσται. ἐπὶ μὲν οὖν τῶν ἑκτικῶν πλέον ὀνήσει τοῦ ψύχοντος τὰ χαλῶντα, ἐπεὶ καὶ ἡ νόσος μᾶλλον ἐν ξηρῷ ὑπάρχει ἤπερ ἐν θερμῷ· δεῖ γὰρ τεκμαιρόμενον τὸ νικῶν τῆς συζυγίας τῶν κράσεων εἰς κακίαν, αὐτῷ πλέον προσοικειοῦν τὸ βοήθημα· οὕτως γὰρ ἐπιτευκτικὴ γενήσεται τῶν φαρμάκων ἡ δύναμις, ζυγοστατούντων ἡμῶν τὰς καθ’ ἑκάστου νοσήματος ῥοπάς.
27 Περὶ μὲν ὑδροροδίνου ἱκανὰ καὶ ταῦτα. Περὶ τῆς διὰ κωδύων συνθέσεω ς . Ξένη δέ τις νενόμισται ἡ διὰ τῶν κωδύων σύνθεσις πρὸς τὴν τῶν ἐνετήρων χρείαν. περὶ μὲν οὖν τῶν περὶ κεφαλὴν πᾶσιν ὡμολόγηται, ἐπὶ δὲ τοῦ ἐνεστῶτος σκοποῦ πᾶσι διαπεφώνηται, ἀλλ’ οὐ μὴν τοῖς λόγῳ τὴν τέχνην μετερχομένοις, διδάσκαλον τὸν Ἱπποκράτους νόμον λαβοῦσι, φάσκοντα ὡς ἔμπροσθεν εἴρηται, ξύῤῥοιαν καὶ ξύμπνοιαν μίαν. προσακτέον δὲ τὸν προκείμενον ἐνετῆρα, οἷς ξηρότης ἄμετρος κρατεῖ καὶ ἀγρυπνία· ἀλλ’ οὐ πρώτως διὰ τὴν ἀγρυπνίαν τὸ βοήθημα, ἀλλὰ διὰ τὴν ξηρότητα. τοπικὰς μὲν οὖν δεῖ προσφέρειν τῇ κεφαλῇ βοηθείας· οὐ γὰρ εἴργομεν ταῦτα, ἀλλ’ ὅμως καὶ διὰ τῶν μερικῶν χρήσεων τοῖς πρωτοπαθοῦσιν ἐπιβοηθεῖν δέον. δεόμεθα δὲ τοῦ ὑδρελαίου διὰ τὴν οἷον ἀπολίθωσιν τῶν μορίων· οὐ γὰρ ὕλη τὸ βλάπτον, ἀλλ’ αὐτὴ ἡ τοῦ σώματος οὐσία ὥσπερ εἰς ἀλίβαντα περιέστη. δεῖ δὲ φροντίζειν τῆς ποσότητος τοῦ ἐνιεμένου, ὡς μάλιστα στοχαζόμενον τῆς κρατούσης νόσου. εἰ γὰρ πλέον ἢ ἔλαττον προσενέγκοις τοῦ βοηθήματος, ἐξ ἑκατέρου τοῦ ποσοῦ μεγεθύνεις τὸ νόσημα· εἰ μὲν γὰρ ἐν τῷ πλείονι τὸ πταῖσμα συμβῇ, μετὰ τὴν κάθαρσιν τῆς νόσου τὸ περιττὸν δεύτερον εἰς πάθος προκαλεῖται τὴν φύσιν, καὶ μεταστάσει ἑνὸς τὸ δεύτερον παρυφίσταται. καὶ τὸ ἔμπαλιν δὲ ἐλλεῖπον οὐ χρηστὸν, ἰσοσθενῆ μὴ κεκτημένον τῇ νόσῳ τὴν δύναμιν· τυραννηθὲν γὰρ ὑπ’ αὐτῆς καὶ οἱονεὶ μεταδουλωθὲν, μοῖρα γίνεται τῆς νόσου, καὶ ὅπερ τὸ νικῶν βούλεται, ὑπομένει τὸ ἡττηθέν.
28 καὶ περὶ μὲν τούτου ἱκανὰ καὶ ταῦτα. Περὶ τοῦ ὑδρομέλιτο ς . Περὶ δὲ τοῦ ὑδρομέλιτος νῦν σκοπητέον. καὶ γὰρ καὶ ἡ τούτου χρῆσις πολλοῖς τῶν παλαιῶν ἐγνώρισται. ὠφελιμώτατον οὖν καὶ τούτου τὴν χρῆσιν εἰπεῖν, καὶ τὴν τῶν νοσημάτων κακίαν διερευνῆσαι, πρὸς ἃ μάλιστα ἁρμόζει. ὅτι μὲν οὖν ἑκτικῶν καὶ μαρασμῶν τανῦν ἐμνημονεύσαμεν, δῆλον· μετὰ γὰρ τὴν τῶν ἐπὶ σήψει χυμῶν ἐπίσκεψιν πυρετῶν, τὸ τηνικαῦτα καὶ περὶ τούτων διειλήφαμεν. πολλῆς μὲν οὖν ἐξετάσεως δεῖται τὰ μαρασμώδη νοσήματα καὶ μάλιστα τὰ πυρεκτικά· ἕκαστον γὰρ αὐτοῖς εὕροις ἂν πλεονεκτοῦν, πῇ μὲν ἐν θερμότητι, πῇ δὲ ἐν ψυχρότητι, ὡς εἶναι τὴν διάθεσιν γῆρας ἐκ νόσου. τοῦ μὲν οὖν ἐν πρώτοις πλεονεκτοῦντος, τὸ τοῦ λινοσπέρμου ἀπόζεμα παραλαμβάνομεν, ὥσπερ ἐν βραχείᾳ παρακμῇ γενομένου τοῦ κακοῦ· καὶ ἡμεῖς ἀντάμειψιν τῶν ὑλῶν ποιοῦμεν· ἀντὶ γὰρ τοῦ ἀποζέματος τοῦ λινοσπέρμου τὸ ὑδρορόδινον προσφέρομεν. ὡς δὲ ἡ ἐναντία διεδέχετο δυσκρασία ξηρὰ, ἐναλλαγὴ τῶν βοηθημάτων ἐγίγνετο· ὑδρέλαιον γὰρ τοῖς αὐανθεῖσι προσαγόντων ἡμῶν, τὴν ψυχρὰν δυσκρασίαν τὸ ὑδρόμελι ἠξιοῦμεν λαμβάνεσθαι· πάρεστι γὰρ αὐτῷ ἰδία τις θερμότης προσηνὴς καὶ φίλη τῇ φύσει· αἱ γὰρ ἄλλαι ὕλαι κἂν δοκῶσι θερμαίνειν, ἀλλ’ ὅμως σὺν ὀδύνῃ καὶ δήξει. εἰ μὲν οὖν ἐπικρατεῖ ἡ ψυχρὰ δυσκρασία μᾶλλον τῆς ξηρᾶς, χρηστέον τῷ ὑδρομέλιτι· εἰ δὲ ἰσόῤῥοπον ἔχουσι πρὸς ἑαυτὰς κακίαν ἥ τε ψυχρότης καὶ ἡ ξηρότης, τὸ τηνικαῦτα προσεπεμβάλλειν βραχύτατον ἐλαίου, ζυγοστατοῦντα μέντοι τὰς ἐναντίας ῥοπὰς πρὸς τὴν ἀρίστην τῶν ὑγρῶν μίξιν.
29 ποτὲ μὲν οὖν δεῖ πλέον ἐπεμβάλλειν ὕδατος ταῖς προειρημέναις ὕλαις, καὶ ταύτας δεῖ ἐναλλάττειν κατὰ τὸ ποσόν· πρὸς γὰρ τὰς κρατούσας βλάβας προσφέρειν χρὴ τὰ βοηθήματα. Περὶ τῶν κωλικῶν φαρμάκω ν . Περὶ δὲ τῶν κωλικῶν φαρμάκων τὰ νῦν σκοπητέον· καὶ γὰρ τούτοις μάλιστα κεκοινώνηκεν ὁ παρὼν λόγος. ὥσπερ οὖν ἐπὶ τῶν προειρημένων ἐκ μέρους τῷ ὅλῳ παρεπέμπετο ἡ βλάβη, καὶ ἐξ ὅλου πρὸς μέρος ἐνέμετο ἡ αἰτία, οὕτως καὶ ἐπὶ τῆς παρούσης διαθέσεως ἐκ μέρους πρὸς ὅλον διαβαίνει ἡ νόσος, ταῖς ἀνίαις τὰς βλάβας ἐπιπέμπουσα· ἀγρυπνίας γὰρ ἐμποιεῖ καὶ πυρετοὺς ἀποτίκτει, καὶ αὖθις πρὸς τὰ σύστοιχα τούτων κακὰ ἐπινέμεται. ἐφάμιλλα μὲν οὖν τοῖς πρώτοις τὰ δεύτερα πρὸς κακίαν. καὶ γὰρ ἐπ’ ἐκείνων ἡ αἰτία νόσος γίνεται, καὶ ἡ νόσος αἰτία, καὶ συντόμως εἰπεῖν τῶν ὑπαλλήλων δηλούντων τὴν τάξιν. ὅθεν δὴ καὶ ἡγοῦμαι καὶ τούτοις μικράν τινα διάγνωσιν προσθεῖναι τοῖς τῶν παλαιῶν ἴσως ἑπόμενον ὑπομνήμασιν· ἀπαραμύθητος γάρ ἐστιν ἡ νόσος, ὅταν προσάδουσαν ἑαυτῇ εὕρῃ διάγνωσιν. ἡ μὲν οὖν κωλικὴ διάθεσις συνίσταται περὶ ἔντερον τὸ καλούμενον κῶλον, ὅθεν καὶ τὴν προσηγορίαν ἡ διάθεσις ἀπενέγκετο.
30 τοῦτο οὖν τὸ μόριον βλάπτεται ἐκ πολλῶν καὶ διαφερόντων αἰτίων. ποτὲ μὲν οὖν ἐκ τῶν ἔξωθεν ὑφαίνεται ἡ νόσος, ποτὲ δὲ ἐκ τῶν οἰκείων προσέρχεται· καὶ ἐκ μὲν τῶν ἔξωθεν ἡ αἰτία, τροφῶν μοχθηρία καὶ ψύξις τοῦ περιέχοντος. πᾶσαι μὲν οὖν αἱ ξηρότεραι τροφαὶ γεννῶσι τὸ πάθος, καὶ μάλιστα αἱ διὰ τῶν ἁλῶν συντιθέμεναι, καὶ τῶν ἄρτων οἱ πιτυρίαι, καὶ λαχάνων κράμβαι, καὶ ὅσα ὅμοια τούτοις. Ὅσα δὲ ἅμα τῇ ξηρότητι προσλάβοι καὶ ψυχρότητα, ἑτοίμως γεννῶσι τὸ πάθος. ἀποτίκτεται μὲν οὖν ὁ ὑλώδης χυλὸς καὶ τῇ ῥοπῇ τῶν κάτω θέσιν λαμβανόντων, πληρώσας τε τὴν τοῦ ἐντέρου κοιλότητα, ἀνιαρὰ ἐπάγει συμπτώματα. προκαλεῖται δὲ εἰς συμπάθειαν καὶ τὸν στόμαχον τῇ κοινωνίᾳ τοῦ ὑπαλείφοντος ὑμένος· ἐκ γὰρ τοῦ στομάχου τὴν ἀρχὴν εἴληφε. πληρωθέντος οὖν τοῦ ἐντέρου καὶ συνδιατείνοντος τὸν ὑμένα, ἐπάγει τὸ σύμπτωμα. καὶ ἄλλῳ μὲν τὸ πάθος, ἑτέρῳ δὲ ἡ ὕβρις. ὅτι δὲ ἀλήθειά ἐστι τὸ εἰρημένον, ἐξ αὐτῶν τῶν κατὰ τὴν τέχνην ἔργων δυνήσῃ μαθεῖν· πρὸς γὰρ τὰς διαβροχὰς καὶ τὰ καταπλάσματα πλέον ἀγριαίνεται τὸ πάθος. δῆλον δὲ, ὅτι χύσιν ὑπομένοντος τοῦ χυμοῦ, μεγεθύνεται τὰ συμπτώματα. εὖ μὲν οὖν παρὰ τῶν ἰατρῶν τὰ βοηθήματα προσάγεται· ψυχρὸν γὰρ τὸ ποιοῦν· ἀλλ’ ἐν ταῖς ἀρχαῖς τῆς προσαγωγῆς ἐπὶ πλέον ἔσται ἡ τῆς ὀδύνης ἐπίθεσις, κινηθέντος καὶ οἱονεὶ λυθέντος τοῦ λυποῦντος χυμοῦ· ἐμμεινάντων δὲ ἡμῶν τῇ χρήσει, τὴν παῦλαν ἐργαζόμεθα· ὥσπερ γὰρ ἐπὶ τῶν καταντλήσεών ἐστιν ἰδέσθαι, ὡς πρότερον μὲν αὐτὸ ἑαυτοῦ μεῖζον φαίνεται τὸ καταιονούμενον, ἔπειθ’ οὕτως λεπτύνεται κατὰ βραχὺ τῇ ἐπὶ πλέον ἐπιχύσει τοῦ θερμοῦ.
31 εἴρηται μὲν ἡμῖν ὅτι ὑμήν τις ἐστὶν ἐκ τοῦ στομάχου ὑπαλείφων τὸ ἔντερον, καὶ τῇ διατάσει τούτου συμπάσχει ὁ στόμαχος. τὸ δὲ αὐτὸ συμβαίνει καὶ ἐπὶ τοῦ πνεύμονος καὶ τῆς καρδίας· ὑμέσι γάρ τισιν ἐκτὸς περιστρέφονται. ὁμοίαν οὖν καὶ ταῦτα βλάβην πείσονται τῷ προκειμένῳ λόγῳ. καὶ ταῦτα μὲν ἡμῖν εἴρηται πρὸς διάθεσιν τῶν κωλικῶν διαθέσεων, πῶς τὴν βλάβην ἄχρι τοῦ στομάχου παράγει. ὅτι δὲ ἐκ ψυχροῦ καὶ ὑελώδους χυμοῦ τοῦτο συμβαίνει, καὶ αὐτῇ τῇ διαθέσει πολλάκις μεμαθήκαμεν, ἐκκριθέντος αὐτοῦ καὶ κοιμηθέντος τοῦ συμπτώματος. χρηστέον δὲ τοῖς ἐνετῆρσιν οὐχ ἁπλῶς, ἀλλὰ διαφέρουσι κατὰ τὴν ὕλην. πρώτη μὲν οὖν σύνθεσις ἡ τῆς κεδρίας ἐστίν. ταύτην δὲ παραλαμβάνομεν, ἐφ’ ὧν ἡ προειρημένη διάθεσις δυναστεύει ἡ ἐκ τοῦ ὑαλώδους χυμοῦ συστᾶσα· μείζοσι γὰρ κακοῖς βαρύνεται τῶν λοιπῶν. ὅθεν δὴ καὶ στρατικωτέραις ταῖς ὕλαις ἐστὶ χρήσασθαι. κεδρίας μὲν ἁπλοῦν μέρος προσδιωρισάμεθα, εἰ μή που ὁ στόμαχος ἀσθενὴς εἴη· δεῖ γὰρ φροντίζοντα τοῦ μέρους μὴ ἐπιβουλεύειν τοῖς λοιποῖς. ἀλλ’ εἰ μὲν ἰσχυρά ἐστι τὰ μόρια ἀντιβαίνοντα τοῖς ἐνιεμένοις φαρμάκοις, τὸ τηνικαῦτα δεῖ τὴν χρῆσιν μὴ ἀναβάλλεσθαι πρὸς σύντομον τοῦ πάθους καθαίρεσιν. εἰ δὲ ἀσθένεια τὸ κρατοῦν, ἐπιμετρεῖν δέον τῶν φαρμάκων τὴν ὕλην· ἔσται γὰρ μεθ’ ὑπερθέσεως μὲν ἡ ῥᾳστώνη. οὐ μὴν πρόσφατος ἡ τῶν γειτνιαζόντων ἀδυναμία. ἔστι δὲ πρώτη σύνθεσις κωλικοῦ φαρμάκου κατωτερικοῦ, βουτύρου μὲν λαμβάνοντος μέρη βʹ κεδρίας μέρος αʹ, κυμίνου ἅμα τῷ ἐλαίῳ συνεψηθέντος· ἡ μέντοι τοῦ ἐλαίου ὡς ἡμικοτύλιον παραλαμβανέσθω.
32 ἄριστον μὲν οὖν φάρμακόν ἐστι καὶ τοῖς πολλοῖς δῆλον ἐν ἰσχυρᾷ ἀδυναμίᾳ τοῦ στομάχου παραλαμβανόμενον. ἐφ’ ὧν δ’ ἀσθένεια κρατεῖ τῶν ἑτοίμην τὴν φύσιν ἐχόντων πρὸς βλάβην, τὸ διὰ τῶν δαφνίδων προσακτέον βοήθημα. λαμβάνοντος καὶ τούτου χήνειον στέαρ, καὶ συνεψόντων ἅμα τῷ ἐλαίῳ τῶν δαφνίδων, αὖθις συντηκέσθω τὸ στέαρ· ὀνήσει γὰρ μάλιστα ἔνθα φλεγμονὴ τὸ κρατοῦν δίχα πλήθους χυμοῦ. ὑποκατιὼν δὲ ὁ λόγος τάξιν τινὰ ποιήσεται τῶν βοηθημάτων μάλιστα καὶ τῇ διαθέσει μὴ πάντοτε τῆς αὐτῆς ὑπαρχούσης. ἐν μὲν οὖν τῇ σφοδρότητι καὶ οἱονεὶ τῇ ἀρχῇ πρὸς τὸ ἐκμοχλεῦσαι τὸν παχύτατον χυμὸν, τὸ διὰ τῆς κεδρίας ὡς ἅτε δραστικὸν ὑπάρχον προσφέρομεν. προκοψάντων δὲ ἡμῶν εἰς παρακμὴν, ἀρκέσει μόνον ἀποζεσθὲν κύμινον ἐν ἐλαίῳ, καὶ ἐνεθὲν κατὰ συμμετρίαν. ἐπεὶ δὲ τὸ μόριόν ποτε μὲν ἐξ ὕλης φορτιζόμενον τῷ βάρει σὺν διατάσει καὶ βάρει λυπεῖ πάσχον, ποτὲ δὲ ψιλῇ ποιότητι ἀνιᾷ οὐκ ἄχρι τοῦ στομάχου ἐπεκτείνουσα τὴν νόσον· οὔτε μὴν βριθόμενον ἔσται τῇ ὕλῃ. περὶ δὲ αὐτοὺς τοὺς τόπους ἐστὶν ἡ ἀνία ὡς ἐπὶ τῶν τεινεσμωδῶν· καὶ γὰρ διανιστάμενοι ἐκκρίνουσιν οὐδὲν ἄξιον λόγου. ὅταν ταῦτα τὰ συμπτώματα ὄψῃ παρόντα, ἀποδιόριζε τὴν ὀργανικὴν νόσον ἐκ τῆς ὁμοιομεροῦς. καὶ περὶ μὲν τῆς ὑλικῆς δυσκρασίας προείρηται, περὶ δὲ τῆς ἄλλης διαληπτέον. καὶ ἧς ἡ κακία οὐ κατὰ τὴν τοῦ σώματος ἐπιφάνειαν, ἀλλ’ ἄχρι τοῦ βάθους διϊκνεῖται, ταύτῃ γοῦν προσοικειοῦντα τὰ βοηθήματα, ψυχρᾶς οἷον αὔρας τινὸς αὐτῆς ὑπαρχούσης, ὡς μὲν οὖν οἱ παλαιοὶ ἱστόρησαν, ὅτι χολῆς τῆς ξανθῆς κατασκηψάσης ἐν τῷ μορίῳ καὶ οἷον ἀναποθείσης, συμβαίνει τὸ πάθος· ὅθεν τινὰς ὤνησε καὶ ψυχρὸν ὕδωρ ποθέν.
33 ἐπὶ μέντοι τῆς ψυχρᾶς διαθέσεως τανῦν σκοπητέον, ποίοις βοηθήμασιν αὐτὴν μεταστῆσαι δυνατόν. καστόριον μὲν οὖν κοπὲν εὖ μάλα καὶ λειωθὲν ἅμα ἐλαίῳ διασκεδάννυσι τὴν διάθεσιν· ὡσαύτως πηγάνινον ἔλαιον μετὰ καστορίου καὶ τοῦ ἀφεψήματος τοῦ πρασίου, κωλικοῖς βοηθεῖ. τὰ αὐτὰ δὲ ποιεῖ καὶ κύμινον αἰθιοπικὸν συνεψηθὲν ἐλαίῳ· πήγανόν γε τὸ ἄγριον, ἀλείμματά τε τούτοις πρὸς βοήθειαν. πολλάκις δὲ τούτους τέλεον ἀπήλλαξε τῆς διαθέσεως καὶ τὸ σκορδοφαγεῖν. ἐνεργεῖ πρὸς βοήθειαν, πᾶσαι αἱ φαρμακώδεις τροφαὶ, οἷον κύμινόν τε καὶ πέπερι καὶ γλήχων καὶ ὅσα τοιαῦτα. τῇ δ’ αὖ θερμῇ ἄριστόν ἐστι φάρμακον τὸ τοῦ Φίλωνος φάρμακον ἐνιέμενον· ἐφ’ ὧν μὲν γὰρ διὰ στόματος λαμβάνεται, δεῖται χρόνου πρὸς σύμπεψιν, κάτωθεν δ’ ἐνιέμενον πρόσφατον μᾶλλον ἐνεργήσει· τῷ γὰρ ἐναύλῳ τῆς ὑπάρξεως ναρκώσει τὰς ὀδύνας, οὐ μὴν ὑπαλλάξει τῆς διαθέσεως. ἐνίοτε μέντοι προσμιγόμενον ὕδατι, ποτὲ δὲ ἐλαίῳ τῷ ὠμοτριβεῖ καλουμένῳ, ἔστι δ’ ὅτε καὶ χυλῷ κόρεως παραλαμβάνεται, ἐφ’ ὧν ἀμετρία ὀδύνης κρατεῖ καὶ ἀγρυπνία πολλή. ὧν ὑπεσχόμην τὴν εὐθύνην, χρεωστῶ τῶν δυσεντερικῶν βοηθημάτων τὴν ἐξέτασιν ποιήσασθαι, μικρὰς καὶ τούτοις προσθεὶς διαγνώσεις πρὸς δύναμιν· οὐ γὰρ πάσῃ ἐντέρων διαθέσει ἁρμόσει τὰ διὰ τῆς ἕδρας προσαγόμενα· οὐδὲ γὰρ εἷς ἐστιν ὁ τούτων τῶν νοσημάτων λόγος, οὐδὲ μία ἡ δρῶσα αἰτία. γίνεται δὲ τὸ πάθος ποτὲ μὲν φθορᾶς στομάχου προηγησαμένης· δριμυτέρων γὰρ τῶν ὑγρῶν γενομένων, ἡ πάροδος ἑλκοῖ τὴν τῶν ἐντέρων σύστασιν· ποτὲ δὲ ἐκ τῆς καλουμένης χολέρας τῆς πρώτης αἰτίας, καὶ ταύτῃ μίμημα φέρουσα πρὸς κακίαν· τρίτη δὲ διάθεσις ἡ ἐκ τοῦ καλουμένου τεινεσμοῦ παρακολουθεῖ, τῇ τε συνεχεῖ ἐξαναστάσει συνεχομένη βιαίως καὶ ἐκθλίψασα τὰ οἰκεῖα σκεπάσματα· ἡ γὰρ φύσις εἰδυῖα τὴν ἐκ τῆς χολῆς πάροδον βλάπτουσαν οἷον γανώματά τινα περιεποίησεν αὐτοῖς τῇ ὑπαλειφῇ τοῦ μελαγχολικοῦ χυμοῦ.
34 εἰκὸς οὖν αὐτὰ ῥᾳδίαν τὴν βλάβην δέξασθαι διὰ τὴν ἀποβολὴν τῶν οἰκείων σκεπασμάτων, τῆς χολῆς λοιπὸν αὐτοῖς γυμνοῖς ὁμιλούσης. ἔστι δὲ καὶ ἑτέρα τις αἰτία δυσεντερίας, ἧς καὶ Ἱπποκράτης ἐμνημόνευσεν εἰρηκὼς, δυσεντερίη ἢν ἀπὸ μελαίνης χολῆς ἄρξηται, θανάσιμον. ἡ δὲ αἰτία αὕτη οὐκ ἔξωθεν τὴν βλάβην κινεῖ, ἀλλ’ ὥσπερ ἐκ βάθους ἀνακύπτει ὅλην μεθ’ ἑαυτῆς τὴν νόσον προφέρουσα, ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν ἐλεφαντιώντων. ἔστι δὲ καὶ ἔτι τις αἰτία, νομιζομένη δὲ αὐτὴ γεννᾷ τὸ πάθος, ἐφ’ ᾧ παρελύθη ἡ τοῦ ἥπατος δύναμις· ἀποκρίνεται γὰρ ὅμοια κρεῶν πλύσμασιν, ὥς τινας φαντασθέντας δυσεντερίαν ὑπολαμβάνειν εἶναι· πολλοὺς δὲ ἠπάτησε καὶ ἡ καλουμένη αἱμοῤῥοῒς ἐπὶ νόσῳ ἐντέρων ὀφθεῖσα. δέον οὖν τὸν ἰατρὸν ἀκριβῶς ἐπισκεψάμενον, εὔκαιρον ποιεῖσθαι τὴν ἴασιν· διακρίνας γὰρ ἀπ’ ἀλλήλων τὰ συμπτώματα καταλήψει τοῦ ζητουμένου, εὐεπίτευκτον ἂν προσενέγκοις τὸ βοήθημα. εἰ δὲ πρὸς τὴν διάγνωσιν ἁμαρτοίης, οὐ μόνον ἀποτυχία ἔσται πρὸς ἴασιν, ἀλλὰ καὶ διπλασιασθήσεται ἡ διάθεσις, τῶν σύνεγγυς τὴν νόσον τὴν τῆς ἀγνωσίας ὑποδεχομένων.
35 σημειωτέον δὲ ἕκαστον αὐτῶν, καὶ ἀποδιοριστέον ἕτερον ἑτέρου, μὴ μόνον τοῖς ἐκκρινομένοις προσέχοντα, ἀλλὰ καὶ ταῖς αἰτίαις καὶ τοῖς τόποις καὶ ταῖς ποσότησι καὶ ταῖς ἰδιότησι τῶν ὀδυνῶν, ἔτι μὴν καὶ τοῖς χρώμασι τοῦ χυμοῦ καὶ ταῖς δυσωδίαις. ἐπὶ μὲν γὰρ τῆς τοῦ ἥπατος ἀτονίας ἔστι γνῶναι τὴν ἀτροφίαν τοῦ παντὸς κρατοῦσαν καὶ αὐτοῦ τοῦ μορίου ποιὰν διάθεσιν, τό τε πλῆθος τῶν ἐκκρινομένων καὶ τὸ ἄοσμον. ἡ δὲ αἱμοῤῥοῒς καὶ αὐτὴ γνωρίζεται ἐκ τοῦ μὴ μετὰ περιστάσεως αὐτὴν ποιεῖσθαι τὴν κένωσιν· ἔτι γε μὴν καὶ ὅτι ῥαγδαίως φέρεται καὶ οὐ στάγδην ὡς ἐπὶ τῶν δυσεντερικῶν. αὐτὸ δέ [σοι] τὸ ἦθος τοῦ κάμνοντος πρόδηλόν σοι καταστήσει τὴν διάθεσιν, ἀκριβέστερον δέ σοι ἔστω γνώρισμα τοῦ πάθους, τὸ μὴ σὺν τῷ διαχωρήματι ἐξιέναι, ἀλλὰ καθ’ ἑαυτὸ, ποτὲ μὲν πρῶτον, ποτὲ δὲ ὕστερον. ἔτι γε μὴν καὶ ἐξ αὐτοῦ τοῦ χρώματος δυνήσῃ γνῶναι· ἔστι γὰρ τῷ χρώματι μέλαν. καὶ αὕτη μὲν ἡ τῆς αἱμοῤῥοΐδος διάγνωσις· αἱμοῤῥοῒς δέ ἐστιν ὁ καλούμενος ἀσκληπιασμός· ἡ δὲ τῆς δυσεντερίας ἐφεξῆς λεγέσθω. φανερὸν οὖν ἡμῖν κατέστη ἐκ τῶν προειρημένων σημείων, τῆς τε χολέρας καὶ τοῦ στομάχου φθορᾶς, προσέτι δὲ καὶ τῆς μελαίνης χολῆς εἰς ἔντερα μετάστασις· ἐπὶ μὲν γὰρ τῆς ξανθῆς χολῆς τῷ πλήθει ἡ νόσος ὑφίσταται, ἐπὶ δὲ τῆς μελαίνης χολῆς καὶ διὰ τὸ πλῆθος καὶ ποιότης μόνον ἅμα τῷ βάρει δρᾷ· διὰ τοῦτο μάλιστα ἐκ τῶν κάτω ἄρχεται, ὅτι καὶ τῇ ῥοπῇ ὑφιζάνει.
36 εἴρηται μὲν οὖν ἡμῖν ὡς ἐκ τῶν διττῶν αὕτη χολῶν λαμβάνει τὴν γένεσιν, προσέτι δὲ καὶ τοῦ τεινεσμοῦ λεγομένου. ἡ μὲν οὖν δυσεντερία κἂν ἐκ τῆς χολῆς συσταίη, ἀλλ’ οὐκ ἀθρόως, οὐδὲ ὑφ’ ἓν αὐτῆς τὴν κακίαν γνωρίζει, ἀλλὰ κατὰ μέρος πρόεισι πρὸς ἀπώλειαν τοῦ ζώου. ὅθεν καὶ τοῖς βοηθήμασι τάξιν δέον προσθεῖναι, καὶ τοῖς μὲν ἀσθενῆ κεκτημένοις τὴν δύναμιν ἐπὶ ταῖς ἀρχαῖς τῶν νοσημάτων δεῖ κεχρῆσθαι, ἐπεὶ μέτρον δὲ αὐτοῖς χαρίζεσθαί τι προσήκει πρὸς τὸ ποσόν· φθάνει γὰρ πολλάκις τῇ παρόδῳ τῶν μορίων, πρὶν ὁμιλῆσαι τῷ παθόντι, ἀμβλυνθῆναι τῆς ἐνεργείας. ταυτὶ μὲν οὖν δεῖ ποιεῖν ἐπὶ τῶν ἄνω κακῶν φαρμάκων, κοινὸς δὲ ἤτω λόγος καὶ ἐπὶ τῶν σφετέρων. χρὴ μὲν οὖν καὶ ἀλείμματα προσφέρειν ἐν ἀρχῇ ἐπὶ τούτων. τίνος δὲ ἕνεκα τὰ μὲν ἐν τῇ ἐπιφανείᾳ θερμὰ κατὰ δύναμιν προσάγουσι, τὰ δὲ ἐντὸς διδόμενα στύφοντα μᾶλλον καὶ ψύχοντα τὰς διαθέσεις; τοιαύτας γὰρ καὶ τὰς τροφὰς εἰώθασιν αὐτοῖς κατασκευάζειν. πράττουσι δὲ τοῦτο δι’ ὃν προστίθημι λόγον, ὅτι περ ἐν τοῖς πρόσω μέρεσι δύνασα ἡ χολὴ τῷ πλήθει πολεμεῖ τοῖς ἐντέροις. τοῖς μὲν οὖν ἀλείμμασι χρῶ τοῖς θερμοῖς ἐπὶ τῆς ἐπιφανείας πρὸς τὸ μεταστῆσαι τὸ πολὺ τῆς ὕλης, καὶ τῇ τῶν πόρων ἀναπετείᾳ τοῦτο διαφορῆσαι. καὶ τοιαύτη μὲν ἡ τῶν ἀλειμμάτων χρεία. ἀνόμοια τούτοις κατὰ τὴν δύναμιν τὰ ἐντὸς προσάγεται, ὅπως τονωθέντα τὰ ἔντερα μὴ παραδέξωνται τὴν λυποῦσαν αἰτίαν. ἀλλ’ οὐ περὶ τούτων ἡμῖν πρόκειται λέγειν, περὶ δὲ τῶν κατωτερικῶν βοηθημάτων ὑπεσχόμεθα λέγειν.
37 ἔστι δὲ πρῶτον μὲν ἄριστον τὸ διὰ τοῦ χυλοῦ τῆς ὀρύζης μέρη τινὰ τρία, μύρων τῶν ἅμα αὐτοῖς συναφεψομένων τῆς πάσης ὁλκῆς τοῦ φαρμάκου ὑπαρχούσης γο. δʹ. δῆλον ὡς τῆς συστάσεως αὐτοῦ ὑπαρχούσης παραπλησίας μέλιτι λεπτῷ κατὰ τὴν οὐσίαν, πρὸς τὸ καὶ εὐπάροδον αὐτὸ ὑπάρχειν καὶ ἐμπλαστικόν· ἡ γὰρ τῆς νόσου κακία μᾶλλον δεῖται τῶν ἐμπλαττόντων· οὔπω γὰρ ἕλκωσις βαθεῖα τὸ συμβαῖνον, ἀλλ’ ἐπιπολῆς μόνον ἡ φλέξις. ὅσον δὲ ἐπιτείνεται ἡ τοῦ πάθους κακία, τοσοῦτον δεῖ ὑφαιρεῖν μὲν τῶν ἐμπλαττόντων, προστιθέναι δὲ τοῖς στύφουσιν. Ἄλλη σύνθεσις ἐμπλαστικ ή . Ἔστι δὲ καὶ ἄλλη σύνθεσις ἐμπλαστικὴ τραγακάνθης λαμβάνουσα λυθείσης ἐν ἀφεψήματι ῥόδων, προσλαμβανόντων τούτων καὶ χυλοῦ ὀρύζης ἴσον τοῖν δυοῖν πρὸς μέτρον. ἡ μὲν τραγάκανθα δύναται παρεμπλάττειν τὴν τῶν ἐντέρων ἕλκωσιν, ἡ δὲ ὄρυζα δύναται τὸ αὐτὸ ὃ καὶ ἡ τραγάκανθα ποιεῖ, ἀλλὰ καὶ τονοῖ, τὸ δὲ τῶν ῥόδων ἀπόζεμα δύναται θωπεύειν τὴν χολήν. ταῦτα μὲν οὖν ἐπὶ τῆς ἀρχῆς δεῖ προσφέρειν. Τί δεῖ ποιεῖν ἐφ’ ὧν νομὴ κρατεῖ τῶν ἐντέρων. — Ἐφ’ ὧν δὲ νομὴ κρατήσει τὰ ἔντερα, δυσωδία μὲν τὸ κρατοῦν. ἁρμόζει δὲ τούτοις ἐνιέναι χυλοῦ φακῆς. μέλιτι δὲ αὐτῷ συμμικτέον, μάλιστα τῷ ποντικῷ· ἔστι δ’ ὅτε τούτοις προσεμίσγομεν καὶ στυπτηρίαν.
38 οὕτω γὰρ δυνήσῃ τῷ μέλιτι ἅμα τῇ φακῇ ῥύψαι, τῇ δὲ στυπτηρίᾳ ὑποξηράναι. Τί δὲ ἐφ’ ὧν καὶ σώματα ἐφθαρμένα συναποκρίνονται. —Εἰ δ’ ἐπὶ πλέον τὰ τῶν νομῶν ἐπικρατήσει, ὡς καὶ σώματα ἐφθαρμένα συναποκρίνεσθαι, δεῖ πρῶτον ἅλμην ἐνιέναι ἁλὸς ἀμμωνιακοῦ δῆλον ὡς πρὸς τὴν χρῆσιν λαμβανομένου· ἔστι γὰρ λεπτομερέστερον τοῦ κοινοῦ. τοῦτο μὲν οὖν ὡς πρὸς τὸ ἀποσμῆξαι πρῶτον ἐνιέσθω. εἰ γὰρ τὸ πρῶτον φάρμακον οὐκ ὤνησε τὸ διὰ φακῆς καὶ τοῦ μέλιτος, τεκμαίρου ἐκ τῆς μελαίνης χολῆς κρατεῖν διάθεσιν. ὅσον οὖν χαλεπωτέρα ἡ αἰτία, καὶ κινδυνωδεστέρα ἡ νόσος. δεῖ καὶ τῶν φαρμάκων ἐπιτείνειν τὴν ἐνέργειαν καὶ λαμβάνειν αὐτοῦ μὲν τοῦ ἀμμωνιακοῦ ἁλὸς μέρος αʹ, ἀκάνθης τῆς αἰγυπτίας μέρη γʹ, καὶ ἐλεβόρου μέλανος ἴσον τῷ ἅλατι· ἐναφεψήσας δὲ ὕδατι τήν τε ἄκανθαν τὴν αἰγυπτίαν καὶ τὸν ἐλέβορον τῷ ὕδατι, τοῦ ἁλὸς προσμίξας ἔνιε. Ὁπηνίκα δὲ τὰ τοῦ πάθους ἐπιταθῇ, καὶ ἡ νομὴ οἷον εἰς νέκρωσιν παντελῆ περιστῇ, τὸ τηνικαῦτα τῷ τελευταίῳ πάντων φαρμάκῳ χρήσῃ· ἔστι δὲ τοῦτο σανδαράχης, ἀρσενικοῦ τε καὶ ἀσβέστου ἰσόῤῥοπον ὁλκὴν ἐχόντων ἁπάντων. αὕτη μὲν οὖν ἡ ἀναγραφὴ τῶν βοηθημάτων παρείληπται, ἐφ’ ὧν σῆψις τὸ κρατοῦν καὶ εἰς ἐσχάτην κακίαν περιέστη τὸ πάθος. ὁπότε δὲ μικρὰ τῆς σωτηρίας ἐλπὶς ὀφθῇ διά τε τῆς τῶν τραυμάτων ἀνακαθάρσεως.
39 ὄψει δὲ τοῦτο καὶ ἐκ τῆς τῶν ἐκκρινομένων ἰδέας, καὶ ἐκ τοῦ τὸ πολὺ τῆς δυσωδίας πεπαῦσθαι. ὅσον γὰρ προκόπτει ἡ διάθεσις, τοσοῦτον δεῖ καὶ τὴν τῶν βοηθημάτων ἀμείβειν ὕλην, καὶ ἠπιωτέραν αὐτὴν κατασκευάζειν. οἶνος οὖν μυρτίτης σὺν ἀκακίᾳ λειωθεὶς ποιεῖ. καὶ τὸ διὰ τῶν χάρτων δὲ ἄριστόν ἐστι βοήθημα, δῆλον δὲ ὡς καὶ τούτων καυθέντων καὶ ἐκτεφρωθέντων ἐν οἴνῳ τε σπαθίτῃ ἢ μενδησίῳ ἐνιεμένων. ἁρμόζει δὲ καὶ ὁ τοῦ Μούσα τρόχισκος οἰνομέλιτι προσαγόμενος. δύναται γὰρ ἀποθεραπεῦσαι τὸ πάθος τέλεον. εἰ δὲ μὴ παρείη οὗτος, τὸν διὰ τῶν ἁλικακάβων ληπτέον· ἀρκεῖ γὰρ οἶνος καθ’ ἑαυτὸν ἐνιέμενος. ἔστι γὰρ ἱκανὸς καὶ πρὸς ἐπούλωσιν ἀγαγεῖν, ἔτι γε μὴν καὶ τὰ τῶν ῥευμάτων λείψανα ἵστησι. Καὶ αὕτη μὲν ἡ τῶν συνθέτων φαρμάκων πρὸς ἐπούλωσιν χρῆσις. Περὶ τῆς ἁπλῆς ὕλη ς . Πλείστη δὲ καὶ ἁπλῆ ὕλη τοῖς παλαιοῖς πρὸς ταῦτα ἀναγέγραπται· ῥοῦς συριακὸς χρησιμεύσει καὶ διὰ τῶν δυοῖν τόπων λαμβανόμενος· τὰ δὲ τῶν ῥοῶν κύτινα τὰ καὶ σίδια, ὁμοίως ποιεῖ· πολλάκις δὲ καὶ αὐταὶ αἵ τε ῥίζαι καὶ οἱ ἀκρέμονες, ἀφεψηθεῖσαι ὕδατι καὶ ἐντεθεῖσαι, εὖ μάλα χρησιμεύουσι· τὸ αὐτὸ δὲ ποιεῖ καὶ ἡ τῆς βάτου ῥίζα· καὶ ἄλλα μὲν οὖν πλεῖστα βοηθήματα πολλοῖς μνημονευθέντα. ἀλλ’ ἡμεῖς μὲν τὴν πεῖραν διὰ τῶν ἔργων ἐλάβομεν, τούτων τὴν διδασκαλίαν ἐξεθέμεθα.
40 μικρὰ δέ τις ἡμῖν ὑπολέλειπται μοῖρα τοῦ λόγου, ἡ περὶ τῶν αὐτοφυῶν καὶ ἁπλῶν φαρμάκων ἐνέργεια, ὧν ἡ πεῖρα οὐ μόνον τοῖς τεχνίταις ἐστὶν εὔδηλος, ἀλλὰ καὶ τοῖς ἰδιώταις. ἀλλ’ οὐ πάντα τὰ ἁπλᾶ ἀνεξέταστα καταλιμπάνειν δέον· τινὰ γὰρ αὐτῶν οἱονεὶ ἀποσπάσματα τυγχάνει τῶν συνθέτων. εἰ οὖν τὸ ὅλον λόγῳ συνέστη; ἀνάγκη καὶ τὸ μέρος ὡς συμπληρωτικὸν τοῦ ὅλου τυγχάνον· κἂν γὰρ παρ’ ἰδιωτῶν αἱ προσαγωγαὶ, ἀλλ’ ἐπιστημονικὰ τὰ προστάγματα, κεκρυμμένον ἐν ἑαυτοῖς φέροντα τὸν νοῦν. τινὲς γοῦν χόνδρον ἁλὸς προσάγουσι τῷ δακτυλίῳ πρὸς ἐρεθισμὸν τοῦ περιττώματος· τὸ δ’ αὐτὸ ποιεῖ καὶ νίτρον προσαγόμενον· εὐτονώτερον δὲ δράσει καὶ ἡ τοῦ χαλκάνθου πρόσθεσις. τινὲς δὲ αὐτὸ καὶ τὸ μέλι παραδόντες πυρὶ καὶ οἷον παστιλῶδες ποιήσαντες τὸν καλούμενον βάλανον ἐπενεγκόντες, ἐπέτυχον τοῦ σκοποῦ. τοῦ δὲ αὐτοῦ καὶ Ἱπποκράτης ἐμνημόνευσεν ἐν τῷ προγνωστικῷ καὶ ἐν τῷ περὶ πτισάνης λόγῳ. τινὲς δ’ αὐτῷ καὶ βραχύτατον παραπλέκουσι νίτρον, πρὸς τὸ ἐρεθιστικώτερον αὐτὸ κατασκευάσαι. τὸ δ’ αὐτὸ ποιεῖ καὶ ὁ τῆς μορέας ὀπὸς, ἐρίῳ καθάπερ πεσσὸς προσενεχθεὶς μάλιστα ἐπὶ τῶν δυσαίσθητον ἐχόντων τὴν ἕξιν. πολλοῖς δὲ ἐγνώρισται ἄριστον ὑπάρχειν πρὸς ταῦτα καὶ τὸν τοῦ ῥαφάνου φλοιὸν προστιθέμενον τῇ ἕδρᾳ· ποιεῖ δὲ αὐτὸ καὶ ὁ χυλὸς τῆς ῥαφάνου ἐρίῳ προσενεχθεὶς καθάπερ προείρηται· ὁ δὲ τῶν φύλλων τῆς ῥαφάνου χυλὸς πινόμενος ἐμβάσει μάλιστα δυσουριῶσιν ἀπὸ ψύξεως, ὀνίνησι μεγάλως, διὰ πείρας ἐστί. θαυμάσιον δὲ βοήθημα καὶ τὸ τοῦ κρομμύου ἐπὶ τούτων τῶν χρειῶν εὕρηται, καὶ μάλιστα ἐπὶ τῶν ἰκτερικῶν, οἷς ἡ γαστὴρ ἐπέχεται, καὶ τοῖς ἄλλοις τοῖς δι’ ἀπουσίαν τῆς χολῆς ἐπεχομένοις τὴν κοιλίαν· λαμβάνεται δὲ τὸ κρόμμυον καὶ οἱονεὶ λεπισθὲν, μικρόν τε ὑποθλᾶται· εἶτα κελεῦσαι τὸν ἄῤῥωστον λούσασθαι, ἐξελθόντα τε καὶ ἀπομαξάμενον αὖθις εἰσέρχεσθαι καὶ λαμβάνοντα τὸ κρόμμυον ἀποθέσθαι ἐν θερμοτέρῳ τόπῳ ἀνίκμῳ· εἶτα ἐπικαθίσει ὁ πάσχων ἀμφὶ τῷ δακτυλίῳ προσθεὶς καὶ μικρόν τινα κηρὸν ποιήσας· βορβορυγμόν τινα αἰσθηθεὶς ἐξελθέτω· τοῦτο γὰρ σημεῖον τῆς ἐνεργείας.
41 ἔστι δὲ παραδοξότατον καὶ τὸ ἐκ τῆς βίβλου κατασκευαζόμενον, ἐναργεστάτην πεῖραν δεῖξαν τοῖς χρησαμένοις. λαμβάνοντες οὖν τὴν πάπυρον καὶ οἱονεὶ τῇ συναγωγῇ μικρὸν σφαίριον ποιήσαντες, ἀποτελεῖ τὸ ζητούμενον· γίνεται δὲ τοῦτο δι’ ὃν προστίθημι λόγον· τῶν γὰρ μυῶν σύμπτωσιν ὑπομεινάντων, ἄρτι τῆς παπύρου ἐμβληθείσης δὲ οἷον ἐκ τῆς ἐγχωρίου ὑγρότητος διαφυσηθείσης, διεγείρει τούτους τῇ τῶν τόπων διαστολῇ· τὸ δὲ αὐτὸ συμβαίνει καὶ ἐπὶ τῶν ἑλκῶν τῶν τὴν μύσιν ὑπομεινάντων ἐκ κακοθεραπείας· ἐκ τῆς παπύρου τῆς συμβολῆς ἀνευρυσμὸς γίνεται τῆς ἐπιφανείας. καὶ αὕτη μὲν ἡ ἀπόδοσις τοῦ λόγου τῆς κατὰ τὴν πάπυρον χρείας. ποιεῖ μὲν οὖν πρὸς ταῦτα καὶ τὸ πράσον ὑποτιθέμενον· καὶ τὸ τῶν μυιῶν ἀφόδευμα τὸ αὐτὸ δρᾷν δύναται. εἶδον δέ τινα ἐγὼ καὶ πηλαμύδος τεταριχευμένης τὸν ὀφθαλμὸν ἐξελόντα, προσετίθει τῇ ἕδρᾳ· καὶ τοῦτο γὰρ εὐπορίστως ἤνυσε. καὶ λάρδος ὁμοίως ταριχηρὰ ὡς βάλανοι προστιθέμενοι ὡς βʹ ἢ γʹ δεόντως ἐνεργοῦσι. τὴν μὲν οὖν τῶν ἁπλῶν φαρμάκων χρῆσιν τὸ πλεῖστον ἐκ τῆς πείρας εὕρομεν, δέον δὲ προσπλέκειν αὐτοῖς καὶ τὸν λόγον. τὴν μὲν οὖν πρώτην αὐτῶν ἐνέργειαν παραχωρεῖν τῇ φύσει δέον, κἂν δῶμεν λέγειν ὡς δριμέα καὶ θερμὰ ἐρεθίζει.
42 ἀλλὰ πάρεισι καὶ ἕτεραι ὕλαι τὴν μὲν ὁμοίαν αὐταῖς ἔχουσαι δύναμιν, οὐκέτι δὲ καὶ τὴν ἐνέργειαν, ὥστε καὶ τὴν τούτων ἐξέτασιν σιωπητέον. καθὼς δὲ προεῖπον, τὸν λόγον κίνει πρὸς τὴν ἐπιδέξιον χρῆσιν. καὶ τοῖς μὲν ὀποῖς γάλα προσμίσγειν δεῖ πρὸς τὸ μὴ ἐκκαῦσαι τὸν δακτύλιον· εὐπαθὲς γάρ ἐστιν ἐκ τούτων βλάβην ἀπενέγκασθαι· ἡ γὰρ χολὴ πολλάκις τῇ παρόδῳ ἠδίκησε, καὶ μάλιστα συνηθείαν αὐτῆς ἐχούσης πρὸς τοὺς τόπους. εἰ οὖν τὰ κατὰ φύσιν λυπεῖ, πόσῳ μᾶλλον τὰ ξένα; δῆξιν γὰρ ποιήσαντα ἕλκωσιν γεννᾷ. ἔσται οὖν κακὸν κακῷ διάδοχον, καὶ μᾶλλον τὸ δεύτερον ἀνιαρὸν ἔσται· μετὰ γὰρ τὴν ἐκτὸς βλάβην εἴργεται πλέον καὶ τὰ τῆς κοιλίας· τῇ γὰρ ἀνίᾳ πλεῖον κωλύεται τὰ περιττώματα, ὅθεν δέον φροντίζειν τῆς τῶν προσαγομένων ὑλῶν χρήσεως· τὸ γὰρ ἄριστον ἐκ τούτων ὄψει. περὶ μὲν οὖν τῶν ὀπωδῶν φαρμάκων εἴρηται πῶς ἂν αὐτῶν τὸ δριμὺ τῆς ποιότητος διὰ τῆς τέχνης κατασκευάσῃς, περὶ δὲ τῶν μονοΰλων δέον νῦν ἐπισκέψασθαι ὅπως καὶ ταῦτα μεταρυθμιστέον τῆς βλάβης τῆς πρὸς τὸν δακτύλιον. τὸ μὲν πράσον ἢ τὸ τῶν μυϊῶν ἀποπάτημα καὶ τὰ ὅμοια τούτοις ὅσα ἡμῖν ἐγνώρισται, δεῖ ὑπαλείφειν ῥοδίνῳ ἐλαίῳ ἢ τῷ ὠμοτριβεῖ καλουμένῳ· ἔσται γὰρ εὐλαβὴς ἡ πρὸς τὸν δακτύλιον ὁμιλία τοῦ φαρμάκου· ἕξεις γὰρ ἐξ ἀμφοτέρων τὸ ἄλυπον τῆς τε προσαγωγῆς καὶ τῆς ἐνεργείας· δεῖ γὰρ τὸν ἐγχειροῦντα πρὸς βοήθειαν μὴ ἑνὶ μόνῳ ἀποβλέπειν τῷ παθόντι, ἀλλὰ συντεκμαίρεσθαι μὲν καὶ τὴν δύναμιν τοῦ φαρμάκου, διαγινώσκειν δὲ καὶ τὸ πρῶτον πόσοις ὁμιλῆσαν μορίοις φθάσειε πρὸς τὸ πάθος· οὐ γάρ ἐστιν ἄτοπον τὰς καθολικὰς μεθόδους τῶν ἰάσεων ἐπισύρεσθαι καὶ πρὸς τὰ μέρη· συγγενῆ γὰρ ἀλλήλων τυγχάνει πάντα διὰ πάντων, ἓν κοινὸν τέλος σωτηρίαν τοῦ πάσχοντος μεταδοῦναι.
43 Ἡμῖν μὲν οὖν καταπαῦσαι ἐνταῦθα τὸν παρόντα λόγον ἄριστον, βραχύτατα μὲν κατὰ δύναμιν εἰρηκόσιν· οὐδὲ γὰρ πρὸς ἄπειρον μῆκος λόγων χρείαν πραγμάτων ἐπεκτείνειν ἀγαθόν· ῥητορικῆς γὰρ τὸ τοιόνδε σκέμμα ἐναβρύνεσθαι τῇ μακρᾷ διηγήσει, ἀλλ’ ἡμῖν οὐ πρὸς καλλιλεξίαν ὁ σκοπὸς, οὐδὲ κωλυπηγοροῦμεν πρὸς τὸ παρὸν δόξης ἕνεκεν τῆς οἰκείας, ἀλλὰ πράγμασιν ἑαυτοὺς προσδήσαντες διδασκαλίας ἕνεκα καὶ ἐνδείξεως τόνδε πεποιήμεθα τὸν λόγον. —