eul_wid: yds-ad
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Aelius Aristides: Sacred Tales II by Scholia on Aelius Aristides

A hostile reader wrote these few notes on the second of the Sacred Tales. Beside a handful of glosses, he scoffs at the bewilderment of a man reputed wise, says the god appeared to Aristides alone because he alone was out of his mind, and asks what in such talk deserves a divine epiphany. Asclepius, he tells Aristides, kept him as a toy in place of a pet goose, driving him through so many baths.

Part of Scholia on Aelius Aristides

ΙΕΡΟΣ ΛΟΓΟΣ Βʹ.

ὄξει διειμένον ἀντὶ τοῦ πεφυρμένον, συνεφθαρμένον.

ἀπῶζε δὲ καὶ τῆς αἰγίδος ὅτι ἥδιστον ἴδε ἐμβροντησίαν καὶ ἐμπληξίαν ἀνθρώπου, καὶ ταῦτα δόξαν σοφοῦ ἔχοντος.

ἐφαίνετο μὲν δὴ μόνῳ μόνῳ ἐφαίνετο, ἅτε καὶ μόνῳ παραφρονοῦντι.

ἀνεμίμνησκέ με τῆς Ὀδυσσείας, καὶ ἔφασκεν καὶ τί τούτων ἄξιον θεοφανείας, ἤ τινος οἱ λόγοι σωφροσύνης ἐχόμενοι, ἀλλʼ οὐχὶ λήρου μακροῦ καὶ φασματοφανείας προσήκοντες.

κατὰ μικρὸν οὕτω συνηγειρόμην μόλις τε καὶ χαλεπῶς καλῶς γε τοῦτο μόνον εἰσελθὸν, ὡς ἂν ἀποκαθάρῃ τὴν φαντασιοκοποῦσαν κόπρον, καὶ πρὸς τὸ φρονεῖν τε καὶ σωφρονεῖν ἐπαναχθείης, εἰ καὶ μηδὲ ὄντως τῷ δέοντι μετεγένου.

ἔπεμψέ με λυσόμενον θαλάττῃ ὡς ἔοικεν, ἀντὶ χηνὸς ἀθύρματί σοι ἐκέχρητο, Ἀριστείδη, ὁ θαυμαστός σου θεὸς, Ἀσκληπιὸς, τοσούτοις λουτροῖς σε διάγων.

εἰ δὴ ταῦτά τις προσλογίσαιτο ἐπανάληψις.