eul_wid: gek-aa
ἈποσπάσματαOn Inventions and Discoveries
Scamon of Mytilene On Inventions and Discoveries PDF
| t1-5 | ΕΥΡΗΜΑΤΑ. E LIBRO PRIMO. |
| 1 (t) [1] | Athenaeus XIV: Σκάμων δ’ ἐν πρώτῳ Περὶ εὑρημάτων, σίκιννιν αὐτὴν εἰρῆσθαι ἀπὸ τοῦ σείεσθαι· καὶ πρῶτον ὀρχήσασθαι τὴν σίκιννιν Θέρσιππον. E LIBRO SECUNDO. |
| 2 (t) [10] | Suidas Lex. Φοινικήϊα γράμματ α: Λυδοὶ καὶ Ἴωνες τὰ γράμματα ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος τοῦ εὑρόντος ἔλαβον· τούτοις δὲ ἀντιλέγουσι Κρῆτες ὡς εὑρέθη ἀπὸ τοῦ γράφειν ἐν φοινίκων πετάλοις· Σκάμων δὲ ἐν τῇ δευτέρᾳ τῶν Εὑρημάτων ἀπὸ Φοινίκης τῆς Ἀκταίονος ὀνομασθῆναι· μυθεύεται δ’ οὗτος ἀρσένων μὲν παίδων ἄπαις· γενέσθαι δ’ αὐτῷ θυγατέρα Ἄγλαυρον, Ἕρσην, Πάνδροσον, Φοινίκην· τὴν δὲ Φοινίκην ἔτι παρθένον οὖσαν τελευτῆσαι· διὸ καὶ Φοινικήϊα καλέσαι γράμματα τὸν Ἀκταίονα, βουλόμενόν τινος τιμῆς ἀπονεῖμαι τῇ θυγατρί. EX LIBRIS INCERTIS. |
| 3 | Athenaeus XIV: Φοίνικα δὲ τὸ ὄργανον Ἔφορος καὶ Σκάμων ἐν τοῖς Περὶ εὑρημάτων ὑπὸ Φοινίκων εὑρεθέντα ταύτης τυχεῖν τῆς προσηγορίας. Idem XIV, 637, B: Τῇ σαμβύκῃ πρώτην φησὶ χρήσασθαι Σίβυλλαν Σκάμων ὁ προειρημένος· ὀνομασθῆναι δ’ αὐτὴν εὑρεθεῖσαν ὑπὸ Σάμβυκος τινός. |
| 5 [45] | Clemens Alex. Strom. I, 74.: Αἰγύπτιοι γοῦν πρῶτοι ἀστρολογίαν εἰς ἀνθρώπους ἐξήνεγκαν, ὁμοίως δὲ καὶ Χαλδαῖοι. Αἰγύπτιοι λύχνους τε αὖ καίειν πρῶτοι κατέδειξαν καὶ τὸν ἐνιαυτὸν εἰς δώδεκα μῆνας διεῖλον καὶ ἐν ἱεροῖς μίσγεσθαι γυναιξὶν ἐκώλυσαν, μηδ’ εἰς ἱερὰ εἰσιέναι ἀπὸ γυναικὸς ἀλούστους ἐνομοθέτησαν, γεωμετρίας τε αὖ εὑρεταὶ γεγόνασιν. Εἰσὶν δὲ οἳ Κᾶρας τὴν δι’ ἀστέρων πρόγνωσιν ἐπινενοηκέναι λέγουσιν. Πτήσεις δὲ ὀρνίθων παρεφυλάξαντο πρῶτοι Φρύγες· καὶ θυτικὴν ἠκρίβωσαν Τοῦσκοι Ἰταλίας γείτονες. Ἴσαυροι δὲ καὶ Ἄραβες ἐξεπόνησαν τὴν οἰωνιστικὴν, ὥσπερ Τελμισεῖς τὴν δι’ ὀνείρων μαντικήν. Τυρρηνοὶ σάλπιγγα ἐπενόησαν καὶ Φρύγες αὐλόν· Φρύγες γὰρ ἤστην Ὄλυμπός τε καὶ Μαρσύας. 75. Κάδμος δὲ Φοῖνιξ ἦν ὁ τῶν γραμμάτων Ἕλλησιν εὑρετὴς, ὥς φησιν Ἔφορος, ὅθεν καὶ Φοινικήια τὰ γράμματα Ἡρόδοτος κεκλῆσθαι γράφει. Οἱ δὲ Φοίνικας καὶ Σύρους γράμματα ἐπινοῆσαι πρώτους λέγουσιν. Ἰατρικὴν δὲ Ἆπιν Αἰγύπτιον αὐτόχθονα πρὶν εἰς Αἴγυπτον ἀφικέσθαι τὴν Ἰώ. Μετὰ δὲ ταῦτα Ἀσκληπιὸν τὴν τέχνην αὐξῆσαι λέγουσιν. Ἄτλας δὲ ὁ Λίβυς πρῶτος ναῦν ἐναυπηγήσατο καὶ τὴν θάλασσαν ἔπλευσε. Κέλμις τε αὖ καὶ Δαμναμενεὺς οἱ τῶν Ἰδαίων Δάκτυλοι πρῶτοι σίδηρον εὗρον ἐν Κύπρῳ, Δέλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης. Ναὶ μὴν Θρᾷκες πρῶτοι τὴν καλουμένην ἅρπην εὗρον, ἔστι δὲ μάχαιρα καμπύλη, καὶ πρῶτοι πέλταις ἐπὶ τῶν ἵππων ἐχρήσαντο. Ὁμοίως δὲ καὶ Ἰλλύριοι τὴν καλουμένην πέλταν ἐξεῦρον. Ἔτι φασὶ Τουσκανοὺς τὴν πλαστικὴν ἐπινοῆσαι, Ἴτανόν τε—Σαυνίτης οὗτος ἦν—πρῶτον θυρεὸν κατασκευάσαι. Κάδμος γὰρ ὁ Φοῖνιξ λιθοτομίαν ἐξεῦρε καὶ μέταλλα χρυσοῦ τὰ περὶ τὸ Πάγγαιον ἐπενόησεν ὄρος. Ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππάδοκες πρῶτοι εὗρον τὸν νάβλαν καλούμενον, ὃν τρόπον καὶ τὸ δίχορδον Ἀσσύριοι. Καρχηδόνιοι (Χαλκηδόνιοι?) γὰρ πρῶτοι τετρήρη κατεσκεύασαν, ἐναυπήγησε δὲ αὐτὴν Βόσπορος αὐτοσχέδιον. 76. Μήδειά τε ἡ Αἰήτου ἡ Κολχὶς πρώτη βαφὴν τριχῶν ἐπενόησεν. Ἀλλὰ καὶ Νώροπες—ἔθνος ἐστὶ Παιονικὸν, νῦν δὲ Νωρικοὶ καλοῦνται—κατειργάσαντο χαλκὸν καὶ σίδηρον ἐκάθηραν πρῶτοι. Ἄμυκός τε ὁ Βεβρύκων βασιλεὺς ἱμάντας πυκτικοὺς πρῶτος εὗρε. Περί τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησεν. Οἵ τε Τρωγλοδύται καλούμενοι σαμβύκην εὗρον ὄργανον μουσικόν. Φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· [τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ὕαγνιν τὸν καὶ αὐτὸν Φρύγα·] κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ μιξολύδιον Μαρσύαν τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας, καὶ τὴν Δώριον Θάμυριν ἐπινοῆσαι τὸν Θρᾷκα. |
| 5 (50) [65] | Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι, τούς τε Σιδονίους τρίκωπον ναῦν κατασκευάσαι. Σικελοί τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον οὐ πολὺ τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν. Ἐπί τε Σεμιράμεως βασιλέως Αἰγυπτίων (sic) τὰ βύσσινα ἱμάτια εὑρῆσθαι ἱστοροῦσιν. Καὶ πρώτην ἐπιστολὰς συντάξαι Ἄτοσσαν τὴν Περσῶν βασιλεύσασάν φησιν Ἑλλάνικος. Σκάμων μὲν οὖν ὁ Μυτιληναῖος καὶ Θεόφραστος ὁ Ἐρέσιο ς , Κύδιππός τε ὁ Μαντινεὺ ς , ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀριστοτέλη ς , πρὸς τούτοις δὲ Φιλοστέφανο ς , ἀλλὰ καὶ Στράτων ὁ περιπατητικὸς ἐν τοῖς Περὶ εὑρημάτων ταῦτα ἱστόρησαν. ΠΕΡΙ ΛΕΣΒΟΥ. |
| 6 (t) [5] | Schol. Iliad. γ, 250: Μήτηρ Πριάμου, ὥς φησι Πορφύριος ἐν τῷ περὶ τῶν παραλελειμμένων τῷ ποιήτῃ ὀνομάτων, κατὰ μὲν Ἀλκμᾶνα τὸν μελοποιὸν Ζευξίππη, κατὰ δὲ Ἑλλάνικον Στρυμώ. Στάμις δὲ ἐν τῷ Περὶ Λέσβου φησὶ Θόασαν τὴν Τεύκρου. |