eul_wid: aic-aa

Ἀποσπάσματα
On Spartan Customs and Cuisine

Molpis of Elea On Spartan Customs and Cuisine PDF

t1-3b ΛΑΚΕΔΑΙΜΟΝΙΩΝ ΠΟΛΙΤΕΙΑ.
2 Athenaeus IV: Τίς δ’ ἐστιν ἡ κοπὶς, σαφῶς ἐκτίθεται Μόλπις ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ, γράφων οὕτως· «Ποιοῦσι δὲ καὶ τὰς καλουμένας κοπίδας. Ἔστι δὲ ἡ κοπὶς δεῖπνον, μᾶζα, ἄρτος, κρέας, λάχανον ὠμὸν, ζωμὸς, σῦκον, τράγημα, θέρμος.» Athenaeus IV: Ὁ δὲ Μόλπις καὶ ματτύην φησὶ προσαγορεύεσθαι τὰ ἐπάϊκλα.
3b Idem IV: Μόλπις δέ φησι· «Μετὰ δὲ τὸ δεῖπνον εἴωθεν ἀεί τι παρά τινος κομίζεσθαι, ἐνίοτε δὲ καὶ παρὰ πλειόνων, παρ’ αὐτοῖς κατ’ οἶκον ἠρτυμένη ματτύη, ὃ καλοῦσιν ἐπάϊκλον. Τῶν δὲ κομιζομένων οὐδεὶς οὐδὲν ἀγοράσας εἴωθε φέρειν· οὔτε γὰρ ἡδονῆς οὔτ’ ἀκρασίας γαστρὸς οὕνεκεν κομίζουσιν, ἀλλὰ τῆς αὑτῶν ἀρετῆς ἀπόδειξιν τῆς κατὰ τὴν θήραν ποιούμενοι. Πολλοὶ δὲ καὶ ποίμνι’ αὐτῶν τρέφοντες ἀφθόνως μεταδιδόασι τῶν ἐκγόνων. Ἔστι δ’ ἡ ματτύη φάτται, χῆνες, τρυγόνες, κίχλαι, κόσσυφοι, λαγὼ, ἄρνες, ἔριφοι. Οἱ δὲ μάγειροι σημαίνουσι τοὺς ἀεί τι κομίζοντας εἰς μέσον, ἵνα πάντες ἴδωσι τὴν τῆς θήρας φιλοπονίαν καὶ τὴν εἰς αὐτοὺς ἐκτένειαν» Idem XIV: Μόλπις δ’ ὁ Λάκων τὰ παρὰ τοῖς Σπαρτιάταις ἐπαΐκλεια (ὃ σημαίνει τὰς ἐπι δειπνίδας) ματτύας φησὶ λέγεσθαι παρὰ τοῖς ἄλλοις.