eul_wid: lqs-aa

Ἀπόσπασμα
On the Temple at Ephesus

Democritus of Ephesus On the Temple at Ephesus PDF

1 (1t) ΠΕΡΙ ΤΟΥ ΕΝ ΕΦΕΣῼ ΝΑΟΥ. E LIBRO PRIORE. Athenaeus XII: Ἀπώλοντο δὲ καὶ Μάγνητες οἱ πρὸς τῷ Μαιάνδρῳ διὰ τὸ πλέον ἀνεθῆναι, ὥς φησι Καλλῖνος ἐν τοῖς ἐλεγείοις, καὶ Ἀρχίλοχος. Ἑάλωσαν γὰρ ὑπὸ Ἐφεσίων. Καὶ περὶ αὐτῶν δὲ τῶν Ἐφεσίων Δημόκριτος Ἐφέσιος ἐν τῷ προτέρῳ Περὶ τοῦ ἐν Ἐφέσῳ ναοῦ, διηγούμενος περὶ τῆς χλιδῆς αὐτῶν καὶ ὧν ἐφόρουν βαπτῶν ἱματίων, γράφει καὶ τάδε· «Τὰ δὲ τῶν Ἰώνων ἰοβαφῆ καὶ πορφυρᾶ καὶ κρόκινα ῥόμβοις ὑφαντά· αἱ δὲ κεφαλαὶ κατ’ ἴσα διειλημμέναι ζῴοις. Καὶ σαράπεις μήλινοι καὶ πορφυροῖ καὶ λευκοὶ, οἱ δὲ ἁλουργεῖς. Καὶ καλασίρεις Κορινθιουργεῖς· εἰσὶ δὲ αἱ μὲν πορφυραῖ τούτων, αἱ δὲ ἰοβαφεῖς, αἱ δὲ ὑακίνθιναι· λάβοι δ’ ἄν τις καὶ φλογίνας καὶ θαλασσοειδεῖς. Ὑπάρχουσι δὲ καὶ Περσικαὶ καλασίρεις, αἵπερ εἰσὶ κάλλισται πασῶν. Ἴδοι δ’ ἄν τις, φησὶ, καὶ τὰς καλουμένας ἀκταίας, ὅπερ ἐστὶ καὶ πολυτελέστατον ἐν τοῖς Περσικοῖς περιβλήμασιν. Ἔστι δὲ τοῦτο σπαθητὸν ἰσχύος καὶ κουφότητος χάριν· καταπέπλασται δὲ χρυσοῖς κέγχροις· οἱ δὲ κέγχροι νήματι πορφυρῷ πάντες εἰς τὴν εἴσω μοῖραν ἅμματ’ ἔχουσιν ἀνὰ μέσον.» Τούτοις πᾶσι χρῆσθαί φησι τοὺς Ἐφεσίους ἐπιδόντας εἰς τρυφήν.