ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝὉ περὶ τῶν ὑπὸ σελήνην θεῶν λόγος συνεχής ἐστι τῇ θεωρίᾳ τῶν οὐρανίων θεῶν καὶ τῷ ἐκείνης ἐξηρτῆσθαι τὸ τέλειον ἔχει καὶ τὸ ἐπιστημονικόν, ἐπειδὴ καὶ αὐτὸς ὁ γενεσιουργὸς τῶν θεῶν χορὸς συνέπεται τοῖς ἐν οὐρανῷ θεοῖς καὶ κατὰ μίμησιν τοῦ οὐρανίου κύκλου συνελίσσει καὶ τὰ ἐν τῇ γενέσει κύκλῳ· κατὰ γὰρ τὴν ἀδιαίρετον καὶ ἡνωμένην πρόοδον ἕπεται τὰ δεύτερα τοῖς πρὸ αὐτῶν. διότι δὴ οὖν συνεχῶς ὑπέστησαν οἱ τὴν γένεσιν διακυβερνῶντες ἀπὸ τῶν οὐρανίων, διὰ δὴ τοῦτο καὶ ἐπιστρέφονται πρὸς αὐτοὺς κατὰ μίαν καὶ ἀδιάζευκτον ἕνωσιν, ὥσπερ δὴ καὶ ἐκεῖνοι πρὸς τοὺς ὑπερουρανίους, ἀφʼ ὧν προσεχῶς ἀπεγεννήθησαν, οἳ δὲ πρὸς τοὺς νοερούς, ὑφʼ ὧν διεκοσμήθησαν, οἱ δὲ αὖ νοεροὶ πρὸς τοὺς νοητούς, ἀφʼ ὧν ἐξεφάνησαν ἀρρήτως καὶ ἀφθέγκτως τὰ πάντα καὶ κρυφίως περιεχόντων. αὐτῆς γοῦν πάσης τῆς χρυσῆς ὄντως σειρᾶς ἀκρότης μέν ἐστι τὸ τῶν νοητῶν θεῶν γένος, πέρας δὲ τὸ τῶν ὑπὸ σελήνην τῶν τὴν γένεσιν ἀγενήτως καὶ τὴν φύσιν ὑπερφυῶς ἐπιτροπευόντων, ὃ δὴ καὶ νῦν ὁ δημιουργικὸς ὑφίστησι νοῦς, ἄνωθεν ἀπὸ τοῦ οὐρανοῦ τῆς τῶν θεῶν ἡγεμονίας διατεινούσης ἄχρι τῶν ἐσχάτων· περὶ οὗ καὶ ἡμῖν προκείσθω λέγειν, καὶ πρῶτον, ὅτι πάντες μὲν οἱ νῦν ὑφιστάμενοι θεοὶ τὸ γεννητικὸν καὶ τὸ τελεσιουργὸν ἀποσῴζουσι τοῦ γεννήσαντος τό τε δημιουργικὸν καὶ τὸ σταθερὸν τῆς ποιήσεως, μέτρα δὲ καὶ ὅρους καὶ τάξιν ἀπὸ τοῦ πατρὸς παρεδέξαντο, καὶ ὅσα ἐκεῖνος ἐξῃρημένως ἐπιτροπεύει καὶ ὁλικῶς, ταῦτα οὗτοι διελόμενοι κατὰ κλήρους δημιουργοῦσι καὶ γεννῶσι καὶ τελειοῦσι. καὶ οἳ μὲν αὐτῶν ἐγγύς εἰσι τῶν οὐρανίων θεῶν, οἳ δὲ πορρωτέρω προεληλύθασιν, ὥστε τοὺς μὲν τὴν ἰδέαν αὐτῶν ἀποσῴζειν ὡς ἐν τῇδε τῇ τάξει, τοὺς δὲ κατὰ τὴν οἰκείαν ἵστασθαι δύναμιν· πάσης γὰρ τάξεως τὸ ἀκρότατον ἀνὰ λόγον ἐστὶ τῇ πρὸ αὐτῆς τάξει, καθάπερ ἡ μὲν τῶν νοητῶν ἀκρότης ἑνάς ἐστιν, ἡ δὲ τῶν νοερῶν νοητή, νοερὰ δὲ ἡ τῶν ὑπερκοσμίων, ὑπερκόσμιος δὲ ἡ τῶν ἐγκοσμίων. καὶ οἳ μὲν μᾶλλον συνήνωνται πρὸς τὴν μονάδα τὴν δημιουργικήν, οἳ δὲ πλέον αὐτῆς ἀφεστήκασιν, ὡς τοὺς μὲν ἀνὰ λόγον αὐτῇ πάσης ἐξηγεῖσθαι ταύτης τῆς σειρᾶς, τοὺς δὲ μερικωτέραν ἔχειν πρὸς αὐτὴν ὁμοιότητα· πάσῃ γὰρ τάξει δυνάμεις ἐφίστησιν ὁ πατὴρ ἀνὰ λόγον αὑτῷ τεταγμένας· οὕτω γὰρ καὶ ἐν πάσαις διακοσμήσεσιν ἀνὰ λόγον τῷ ἀγαθῷ προέστηκέ τις αἰτία καὶ ταύτῃ οὐ μόνον δεῖ τὰς ἐτη...αι μονάδας, ἀλλὰ καὶ τὰς ...τεταγμένας. ὅτι δὲ οἱ ...ν ἔχουσιν οὐσίαν οἳ μὲν τῶν πρώτων, οἳ δὲ τῶν μέσων, οἳ δὲ τῶν ἐσχάτων κατʼ ἄλλας καὶ ἄλλας ἰδέας. οἳ δὲ καὶ τῇ ὕλῃ ἀναλογοῦσιν· οἳ μὲν γὰρ πρὸς τὸ οὐράνιον, οἳ δὲ πρὸς τὸ ἀεροπόρον, οἳ δὲ πρὸς τὸ ἔνυδρον, οἳ δὲ πρὸς τὸ πεζόν· κατὰ γὰρ ταύτας τὰς μονάδας αὐτοί τε προῆλθον καὶ τὴν γένεσιν διεκόσμησαν. καὶ οἳ μὲν τάσδε τὰς βουλήσεις ἀποπληροῦσι τοῦ πατρός, οἳ δὲ ἑτέρας τινάς· οἳ μὲν γὰρ τὰς συνεκτικὰς τῶν ὅλων, οἳ δὲ τὰς γονίμους, οἳ δὲ τὰς κινητικάς, οἳ δὲ φρουρητικάς, οἳ δὲ ἄλλας τινάς. καὶ οἳ μὲν ἐπὶ ψυχαῖς, οἳ δὲ ἐπὶ δαίμοσιν, οἳ δὲ καὶ ἐπὶ θεῶν ἡγεμονίαις ἐτάχθησαν. πάντες δέ εἰσιν οὗτοι νοεροὶ μὲν κατὰ τὴν οὐσίαν, ἐγκόσμιοι δὲ κατὰ τὴν λῆξιν, τελεσιουργοὶ … δυνατοί, τὴν γένεσιν ἀγενήτως ἐπιτροπεύοντες καὶ τὰ ἀνόητα νοερῶς καὶ τὰ ἄψυχα ζωτικῶς· πάντα γὰρ κατὰ τὴν ἑαυτῶν οὐσίαν διακοσμοῦσιν, ἀλλʼ οὐ κατὰ τὴν ἀσθένειαν τῶν δεχομένων. δηλοῖ δὲ ὁ Πλάτων, ὅτι μὲν σώμασιν αὐτοὺς χρῆσθαι βούλεταί τισιν ἄλλοις, τῶν στοιχείων τούτων ἁπλουστέροις καὶ ἀιδιωτέροις, λέγων φαίνεσθαι αὐτοὺς ὅταν ἐθέλωσι καὶ γίγνεσθαι καὶ ἡμῖν ὁρατούς, ὅτι δὲ καὶ ψυχὰς αὐτοῖς δίδωσιν, ἐκ τοῦ πάντα θεὸν ἐγκόσμιον φάναι διὰ ψυχῆς συνάπτεσθαι τοῖς σώμασι — καὶ γὰρ τὸν κόσμον τότε θεὸν αὐτὸς ἐκάλεσεν, ὅτε ψυχὴν αὐτῷ πρῶτον ἐπέστησεν. ὅτι δὲ αὖ καὶ νόας αὐτῶν ἐξάπτει, ἐξ ὧν τὰς ψυχὰς αὐτῶν εἶναι νοερὰς καὶ ἀμέσως ἐπιστρέφεσθαι πρὸς τὸν δημιουργὸν ὁ ἑπόμενος περὶ αὐτῶν λόγος ἐνδείξεται. δεῖ δὲ καὶ τοὺς ἑ... θεωρεῖν ἀγγέλους καὶ τοὺς ... αὐτῶν δαίμονας καὶ ἥρωας ἐ διορίζοντας καὶ συνάπτοντας τὰ ἡμέτερα τοῖς θεοῖς, εἰ μὴ διώρισε νῦν μὲν ἐν τούτοις τὰ κρείττονα ... τῶν χειρόνων ἐν ἄλλοις ὑπὸ τῶν Πλάτωνος διώρισται λόγων. καὶ ἐπειδὴ δεῖ τὸν ὅλον κόσμον τέλεον εἶναι, δεῖ μετὰ τῶν θείων γενῶν κἀκεῖνα νοεῖν συναπογεννώμενα πρὸ τῶν ἡμετέρων ψυχῶν, ἃς ὑποστήσει μικρὸν ὕστερον· πᾶν γὰρ τὸ δαιμόνιον τὴν μεταξὺ χώραν ἀναπληροῖ θεῶν τε καὶ ἀνθρώπων. διότι δὴ παντελὴς ἀπόστασίς ἐστι τῶν τε ἡμετέρων καὶ τῶν θείων πραγμάτων — τὰ μὲν γὰρ αἰώνιά ἐστι, τὰ δὲ ἐπίκηρα καὶ θνητά, καὶ τὰ μὲν ἀγαπᾷ τοῦ κατʼ ἐνέργειαν ἀπολαύοντα νοῦ μερικῶς, τὰ δὲ καὶ αὐτοῖς ἐπιβέβηκε τοῖς ὅλοις νοῖς —, διὰ δὴ τοῦτο καὶ τριάς ἐστιν ἡ συνάπτουσα τὰ ἡμέτερα τοῖς θεοῖς, ἀνὰ λόγον προελθοῦσα ταῖς τρισὶν ἀρχικαῖς αἰτίαις, εἰ καὶ πᾶσαν δαιμόνιον αὐτὸς εἴωθε καλεῖν· τὸ μὲν γὰρ ἀγγελικὸν πρὸς τὸ νοητὸν τὸ πρώτως ἐκφανὲν ἀπὸ τῆς ἀρρήτου καὶ ἀποκεκρυμμένης τῶν ὄντων πηγῆς ἀναλογίαν ἀποσῴζει, διὸ καὶ αὐτὸ τοὺς θεοὺς ἐκφαίνει καὶ τὸ κρύφιον αὐτῶν ἐξαγγέλλει. τὸ δὲ δαιμόνιον πρὸς τὴν ζωὴν τὴν ἄπειρον, διὸ πανταχοῦ πρόεισι κατὰ πολλὰς τάξεις καὶ πολυειδές ἐστι καὶ πολύμορφον. τὸ δὲ ἡρωικὸν κατὰ τὸν νοῦν καὶ τὴν ἐπιστροφήν, διὸ καὶ αὐτὸ καθάρσεώς ἐστιν ἔφορον καὶ ζωῆς μεγαλουργοῦ καὶ ὑψηλῆς χορηγόν. ἔτι δὲ τὸ μὲν ἀγγελικὸν κατὰ τὴν νοερὰν τοῦ δημιουργοῦ προέρχεται ζωήν, διὸ καὶ αὐτὸ νοερόν ἐστι κατὰ τὴν οὐσίαν καὶ ἑρμηνεύει καὶ διαπορθμεύει τὸν θεῖον νοῦν εἰς τὰ δεύτερα. τὸ δὲ δαιμόνιον κατὰ τὴν δημιουργικὴν τῶν ὅλων πρόνοιαν καὶ τὴν φύσιν κατευθύνει καὶ τὴν τάξιν ὀρθῶς συμπληροῖ τοῦ παντὸς κόσμου. τὸ δὲ ἡρωικὸν κατὰ τὴν ἐπιστρεπτικὴν αὖ τούτων πάντων προμήθειαν, διὸ καὶ τοῦτο τὸ γένος ὑψηλόν ἐστι καὶ ἀναγωγὸν τῶν ψυχῶν καὶ ἁδρότητος αἴτιον. τοιαῦτα δὲ ὄντα τὰ τριπλᾶ ταῦτα γένη συνήρτηται τοῖς θεοῖς, τὰ μὲν τοῖς ὑπερουρανίοις, τὰ δὲ τοῖς οὐρανίοις, τὰ δὲ τοῖς ἐφόροις τῆς γενέσεως, καὶ ἔστι περὶ ἕκαστον θεὸν οἰκεῖος ἀγγέλων τε καὶ ἡρώων καὶ δαιμόνων ἀριθμός· ἕκαστος γὰρ ἡγεῖται πλήθους παραδεξαμένου τὴν ἑαυτοῦ μορφήν, καὶ διὰ τοῦτο τῶν μὲν οὐρανίων θεῶν ἐξήρτηνται οἱ οὐράνιοι καὶ οἱ ἄγγελοι καὶ οἱ δαίμονες, τῶν δὲ γενεσιουργῶν γενεσιουργοί, καὶ τῶν μὲν ἀναγωγῶν ἀναγωγοί, τῶν δὲ δημιουργικῶν δημιουργικοί, τῶν δὲ ζῳογόνων ζῳογονικοί, τῶν δὲ ἀτρέπτων ἄτρεπτοι, καὶ πάλιν ἐν τοῖς ἀναγωγοῖς τῶν μὲν Κρονίων Κρόνιοι, τῶν δὲ Ἡλιακῶν Ἡλιακοί, καὶ ἐν τοῖς ζῳογονικοῖς τῶν μὲν Σεληνιακῶν Σεληνιακοί, τῶν δὲ Ἀφροδισιακῶν Ἀφροδισιακοί· φέρονται γὰρ ἀπὸ τῶν θεῶν, ὧν ἐξήρτηνται, τὰς ἐπωνυμίας, ὡς συνεχεῖς ὄντες πρὸς αὐτοὺς καὶ τὴν μίαν ἰδέαν μετὰ ὑφέσεως ὑποδεξάμενοι. καὶ τί θαυμαστόν, ὅπου γε καὶ ψυχαὶ μερικαὶ τοὺς ἑαυτῶν προστάτας καὶ ἡγεμόνας ἐπιγνοῦσαι θεοὺς τοῖς ἐκείνων ὀνόμασιν ἑαυτὰς προσεῖπον; ἢ πόθεν ἡμῖν Ἀσκληπιοὶ καὶ Διόνυσοι καὶ Διόσκουροι προσηγορεύθησαν; ὥσπερ οὖν ἐπὶ τῶν οὐρανίων θεῶν, οὕτω χρὴ καὶ ἐπὶ τῶν γενεσιουργῶν θεωρεῖν περὶ ἕκαστον αὐτῶν πλῆθος ὁμόστοιχον ἀγγελικόν, δαιμόνιον, ἡρωικόν, καὶ ἀπὸ τῆς μονάδος τὴν ἐπωνυμίαν φέρειν τὸν ἐξηρτημένον αὐτῆς ἀριθμόν, ὥστε καὶ οὐράνιον θεὸν εἶναι καὶ ἄγγελον καὶ δαίμονα καὶ ἥρωα, καὶ ἐπὶ γῆς ὁμοίως, καὶ τὸν Ὠκεανὸν κατὰ πάσας τὰς τάξεις προϊέναι καὶ τὴν Τηθὺν παραπλησίως, καὶ ἐπὶ τῶν ἄλλων κατὰ ταὐτὰ θεῶν· ἔστι γὰρ καὶ Δίιον πλῆθος καὶ Ἡραῖον καὶ Κρόνιον, ὃ διὰ τοῦ αὐτοῦ προσαγορεύεται τοῖς θεοῖς ὀνόματος· καὶ οὐδὲν ἄτοπον· ἄνθρωπον γὰρ καὶ τὸν νοητὸν καὶ τὸν αἰσθητὸν λέγομεν, καίτοι γε τῆς ἀποστάσεως ἐν τούτοις πλείονος οὔσης.
Ταῦτα μὲν οὖν κοινῇ περί τε θεῶν εἰρήσθω καὶ δαιμόνων τῶν γενεσιουργῶν, ὅπως ἂν ὁμοῦ τοῖς θεοῖς καὶ τὸν περὶ τῶν δαιμόνων θεωρῶμεν συνεζευγμένον λόγον· διὰ γὰρ τῶν αὐτῶν ὀνομάτων ἑκάτερα τὰ γένη περιέλαβε, καὶ ἔοικε καὶ διὰ ταύτην τὴν αἰτίαν τοὺς αὐτοὺς καὶ δαίμονας καλέσαι καὶ θεούς, ἵνα νοῶμεν καὶ τὸ δαιμόνιον γένος μετὰ τῶν θεῶν τούτων ὁμοῦ συνηρτημένον καὶ τὰ ὀνόματα ὡς δαίμοσι καὶ θεοῖς ἐφαρμόζωμεν. καὶ τοῦτο καὶ ἐν ἄλλοις πεποίηκε, τὸ πανταχοῦ διατεῖνον τῆς θεωρίας ἐπιδεικνύμενος καὶ τὸ τῆς ἐπιστήμης ὄμμα τὸ πάντα ὁμοῦ καὶ συνεχῆ θεωροῦν. δῆλον δὲ αὖ, ὅτι καὶ τὴν κατʼ εἶδος διάκρισιν τῶν γενῶν τούτων φυλάξομεν, πάντα μὲν γενεσιουργὸν θεὸν κατʼ αὐτὴν ὁρῶντες τὴν ἀγαθότητα, νοῦν περὶ ἑαυτὴν ἔχουσαν καὶ ψυχὴν καὶ σῶμα θεῖον, καταλάμπουσαν δὲ καὶ τούτων τινὰ μοῖραν τῶν ὑπὸ σελήνην, καὶ ταύτῃ πλεονάσαντα τὰ ὑπὸ σελήνην τῶν οὐρανίων, πάντα δὲ δαίμονα τῶν ἡμετέρων κρείττονα ψυχῶν καὶ νοερὰν ἔχοντα ψυχὴν καὶ ὄχημα αἰθέριον, ὅπου γε καὶ τῆς ἀνθρωπίνης ψυχῆς ἐξήρτηταί τι τοιοῦτον, ὡς αὐτός φησιν· ἐμβιβάσαι γοῦν εἰς ὄχημα καὶ αὐτήν φησι τὸν δημιουργόν· καὶ γὰρ πᾶσαν ψυχὴν ἀνάγκη πρὸ τῶν θνητῶν σωμάτων ἀϊδίοις καὶ ἀεικινήτοις καὶ κυκλοφορητικοῖς τισι χρῆσθαι σώμασιν, ὡς κατʼ οὐσίαν ἔχουσαν τὸ κινεῖν. εἴρηται δὲ καὶ περὶ τῶν ἀλόγων δαιμόνων ἔμπροσθεν ἡμῖν, τίνας αὐτῶν οἴεσθαι δεῖ τοὺς ὑποστάτας· ἐπεὶ περί γε τῶν λογικαῖς ψυχαῖς χρωμένων δῆλον, ὡς καὶ τούτων τὸν δημιουργὸν αἰτιατέον. καὶ μήποτε διὰ ταῦτα, ὡς εἴρηται, καὶ ποτὲ μὲν καλεῖ δαίμονας οὓς ὑφιστάνειν μέλλει, ποτὲ δὲ θεούς, οὐ μόνον ὡς τῶν μὲν οὐρανίων, καὶ εἰ δαίμονες εἶεν, ὀφειλόντων καλεῖσθαι θεῶν, τῶν δὲ ὑπὸ σελήνην, καὶ εἰ θεοὶ εἶεν, δαιμόνων, ἀλλὰ καὶ πρὸς τούτοις ἵνα κοινοὺς ποιήσῃ τοὺς περὶ αὐτῶν λόγους τοῖς τε θεοῖς τοῖς γενεσιουργοῖς καὶ τοῖς προσεχῶς αὐτῶν ἐξημμένοις δαίμοσι. τούτου μὲν οὖν καὶ ἄλλας εἴπομεν αἰτίας οὐκ ἀπιθάνους.
Λοιπὸν δὲ περὶ αὐτῶν τῶν θεῶν τούτων, ὧν ἐμνημόνευσεν ὁ Πλάτων, ὁποίας ἔχειν ἐννοίας προσήκει ῥητέον, διότι καὶ τῶν παλαιῶν οἳ μὲν εἰς μύθους τὸν περὶ αὐτῶν λόγον ἀνήνεγκαν, οἳ δὲ εἰς πάτρια πόλεων, οἳ δὲ εἰς φυλακικὰς δυνάμεις, οἳ δὲ εἰς ἠθικὰς ἀποδόσεις, οἳ δὲ εἰς ψυχάς. οὓς καὶ ὁ θεῖος Ἰάμβλιχος αὐτάρκως διήλεγξεν ὡς τῆς τε τοῦ Πλάτωνος διανοίας ἁμαρτόντας καὶ τῆς τῶν πραγμάτων ἀληθείας. ῥητέον δʼ οὖν τοῦτον τὸν τρόπον, ὅτι Πυθαγόρειος ὢν ὁ Τίμαιος ἕπεται ταῖς τῶν Πυθαγορείων ἀρχαῖς. αὗται δέ εἰσιν αἱ Ὀρφικαὶ παραδόσεις· ἃ γὰρ Ὀρφεὺς διʼ ἀπορρήτων λόγων μυστικῶς παραδέδωκε, ταῦτα Πυθαγόρας ἐξέμαθεν ὀργιασθεὶς ἐν Λεβήθροις τοῖς Θρᾳκίοις Ἀγλαοφάμω τελεστᾶ μεταδόντος ἣν περὶ θεῶν Ὀρφεὺς σοφίαν παρὰ Καλλιόπης τῆς μητρὸς ἐπινύσθη· ταῦτα γὰρ αὐτός φησιν ὁ Πυθαγόρας ἐν τῷ Ἱερῷ λόγῳ. τίνες οὖν αἱ Ὀρφικαὶ παραδόσεις, ἐπειδήπερ εἰς ταύτας ἀναφέρειν οἰόμεθα χρῆναι τὴν τοῦ Τιμαίου περὶ θεῶν διδασκαλίαν; θεῶν βασιλέας παραδέδωκεν Ὀρφεὺς κατὰ τὸν τέλειον ἀριθμὸν τῶν ὅλων προεστηκότας Φάνητα Νύκτα Οὐρανὸν Κρόνον Δία Διόνυσον· πρῶτος γὰρ ὁ Φάνης κατασκευάζει τὸ σκῆπτρον·
καὶ πρῶτος βασίλευσε περικλυτὸς Ἠρικεπαῖος· δευτέρα δὲ ἡ Νύξ, δεξαμένη παρὰ τοῦ πατρός, τρίτος δὲ ὁ Οὐρανὸς παρὰ τῆς Νυκτός, καὶ τέταρτος ὁ Κρόνος, βιασάμενος, ὥς φασι, τὸν πατέρα, καὶ πέμπτος ὁ Ζεύς, κρατήσας τοῦ πατρός, καὶ μετὰ τοῦτον ἕκτος ὁ Διόνυσος. οὗτοι δὴ πάντες οἱ βασιλεῖς ἄνωθεν ἀπὸ τῶν νοητῶν καὶ νοερῶν ἀρξάμενοι θεῶν χωροῦσι διὰ τῶν μέσων τάξεων καὶ ἐς τὸν κόσμον, ἵνα καὶ τὰ τῇδε κοσμήσωσι· Φάνης γὰρ οὐ μόνον ἐστὶν ἐν τοῖς νοητοῖς, ἀλλὰ καὶ ἐν τοῖς νοεροῖς, ἐν τῇ δημιουργικῇ τάξει καὶ ἐν τοῖς ὑπερκοσμίοις καὶ τοῖς ἐγκοσμίοις, καὶ Νὺξ καὶ Οὐρανὸς ὁμοίως· αἱ γὰρ ἰδιότητες αὐτῶν διὰ πάντων χωροῦσι τῶν μέσων. αὐτὸς δὲ ὁ μέγιστος Κρόνος οὐχὶ καὶ πρὸ τοῦ Διὸς τέτακται καὶ μετὰ τὴν Δίιον βασιλείαν, μετὰ τῶν ἄλλων Τιτάνων τὴν Διονυσιακὴν μερίζων δημιουργίαν, καὶ ἄλλος μὲν ἐν τῷ οὐρανῷ, ἄλλος δὲ ἐν τοῖς ὑπὸ σελήνην, καὶ ἐν μὲν τῇ ἀπλανεῖ ἄλλος, ἐν δὲ ταῖς πλανωμέναις ἄλλος, καὶ Ζεὺς ὁμοίως καὶ Διόνυσος; ταῦτα μὲν οὖν καὶ διαρρήδην εἴρηται τοῖς παλαιοῖς. εἰ δὲ ταῦτα ὀρθῶς φαμεν, πάντα πανταχοῦ ἀνὰ λόγον ἐστί, καὶ ὁ βουλόμενος τὰς ἐν οὐρανῷ τῶν θεῶν προόδους ἢ τὰς ὑπὸ σελήνην θεωρῆσαι πρὸς τὰς πρώτας ἀποβλέψει καὶ ἀρχηγικὰς αἰτίας τῶν βασιλειῶν· ἐκεῖθεν γὰρ πάσαις καὶ κατʼ ἐκείνας ἡ γένεσις, διὸ δὴ καὶ ἡμῖν πρὸς ἐκείνας ἀποβλεπτέον. ἔνιοι μὲν οὖν φασιν, ὅτι τοὺς μὲν ἀνὰ λόγον τοῖς δύο βασιλεῦσιν ἐν οὐρανῷ καταλέλοιπε ζητεῖν, Φάνητι λέγω καὶ Νυκτί· δεῖ γὰρ τοὺς ἐν ὑπερτέρᾳ τάξει ποιεῖν καὶ ἐν τοῖς ἐγκοσμίοις, διότι δὴ καὶ πρὸ τοῦ κόσμου τῶν νοερῶν ἡγοῦνται θεῶν, ἐν τῷ ἀδύτῳ διαιωνίως ἱδρυμένοι, καθά φησιν Ὀρφεύς, αὐτοῦ τοῦ Φάνητος, τὴν κρύφιον αὐτῶν τάξιν καὶ ἀνέκφαντον ἐκεῖνος ἄδυτον ἀποκαλῶν. εἴτε οὖν τὴν ταὐτοῦ περιφορὰν καὶ τὴν θατέρου τάττειν ἐθέλοι τις εἰς τὴν τούτων ἀναλογίαν ὡς ἄρρεν καὶ θῆλυ καὶ πατρικὸν καὶ γεννητικόν, οὐκ ἂν ἁμαρτάνοι τῆς ἀληθείας, εἴτε ἥλιον καὶ σελήνην ὡς ἐν τοῖς πλανωμένοις ἀντιθέτους, ὁ μὲν ἥλιος τὴν ὁμοιότητα τὴν πρὸς τὸν Φάνητα διασώσει, ἡ δὲ σελήνη τὴν πρὸς τὴν Νύκτα. εἰ δὲ τοῦτο ἀληθές, ὡς ἐμοὶ δοκεῖ, τὸν ἕνα τῶν ὅλων δημιουργὸν ἀνὰ λόγον ἱδρύσας τῷ πατρὶ τῷ Φάνητι νοερὸν ... καὶ αὐτόν — καὶ γὰρ ... ταύτης ἐστὶ τῶν κόσμων ... ποιεῖν ὁ θεολόγος, ὥσπερ οὗτος τοῦ τε Οὐρανοῦ καὶ τῆς Γῆς· τὸν δὲ κρατῆρα τὸν ζῳογόνον τῇ Νυκτὶ τῇ πᾶσαν ἐκ τῶν ἀφανῶν παραγούσῃ ζωὴν μετὰ τοῦ Φάνητος, ὡς καὶ ὁ κρατὴρ πᾶσαν λοχεύει τοῖς ἐν τῷ κόσμῳ ψυχήν· βέλτιον γὰρ ἄμφω πρὸ τοῦ κόσμου νοεῖν καὶ τὸν μὲν δημιουργὸν αὐτὸν ἀνὰ λόγον τῷ Φάνητι τάττειν, ἐπειδὴ καὶ πρὸς αὐτὸν ἀφομοιοῦσθαι λέγεται κατὰ τὴν ποίησιν τῶν ὅλων, τὴν δὲ συνεζευγμένην αὐτῷ καὶ γεννητικὴν τῶν ὅλων δύναμιν τῇ Νυκτὶ ἀφανῶς τὰ πάντα ἐκ τοῦ πατρὸς προαγούσῃ, μετὰ δὲ τούτους τὰς λοιπὰς παραδιδόναι βασιλείας διακεκοσμημένας ἀνὰ λόγον ταῖς νοεραῖς. καὶ εἰ καὶ αὐτὸ τοῦτο ζητοίημεν, διὰ τί μὴ καὶ τὰς δύο διαρρήδην βασιλείας ἔλαβεν ἀνὰ λόγον, προσεχέστερόν ἐστι λέγειν, ὅτι καὶ ἐκείνους μὲν ἡ Ὀρφέως εἶχε παράδοσις … διʼ οὗ τὴν Οὐρανοῦ πρώτην καὶ Γῆς ἐξυμνεῖ βασιλείαν, συνηθεστέρα τοῖς Ἕλλησιν οὖσα, καθάπερ καὶ αὐτὸς ἐν τῷ Κρατύλῳ λέγει, τῆς Ἡσιόδου μεμνημένος διαφερόντως Θεογονίας καὶ μέχρι ταύτης ἀνατρέχων κατὰ τὸν Ἡσίοδον. ἀπὸ ταύτης οὖν ὡς γνωριμωτέρας ὁρμηθεὶς καὶ τὸν Οὐρανὸν καὶ τὴν Γῆν ὡς πρώτους βασιλέας ὑπὲρ τὸν κόσμον λαβὼν εἶδε καὶ ἐν τῷ κόσμῳ τοὺς ἀνὰ λόγον ἐκείνοις τόνδε τὸν οὐρανὸν παρήγαγε καὶ τὴν γῆν, ἣν ἐντὸς αὐτοῦ πρεσβυτάτην ἐξύμνησε, καὶ ἀπὸ τούτων ἄρχεται τῆς θεογονίας τῶν ὑπὸ σελήνην θεῶν. ταῦτα μὲν οὖν διὰ τῶν ἑπομένων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον ἐστίν, ἔστω κατάδηλα. νῦν δὲ τοσοῦτον προσθέντες τοῖς εἰρημένοις ἐπὶ τὴν λέξιν χωρῶμεν, ὅτι δὴ καὶ κατὰ τοὺς εἰρημένους μὲν τρόπους δεῖ ταῦτα πάντα τὰ ὀνόματα θεωρεῖν, θείως ἢ δαιμονίως, καὶ κατὰ τὰς λήξεις δὲ τὰς ἐν τοῖς τέτρασι στοιχείοις· ἔστι γὰρ ἡ ἐννεὰς αὕτη καὶ ἐν αἰθέρι καὶ ἐν ὕδατι καὶ ἐν γῇ καὶ ἐν ἀέρι παντοίως, κατά τε τὴν θείαν ἰδιότητα καὶ κατὰ τὴν δαιμόνιον, καὶ πάλιν τὰ αὐτὰ ἐν ὕδατι ἐνυδρίως καὶ ἐν ἀέρι ἀερίως καὶ δὴ καὶ ἐν γῇ χθονίως, ἵνα πάντα ᾖ πανταχοῦ παντοίως· εἰσὶ γὰρ καὶ τρόποι τῆς προνοίας πολλοὶ θεῖοι καὶ δαιμόνιοι καὶ λήξεις πλείους κατὰ τὴν τῶν στοιχείων διαίρεσιν, πανταχοῦ δὲ πάντων ὄντων ὁ τοῦ ταυτοῦ καὶ ὁμοίου πάλιν ἀριθμὸς ἀναφανήσεται. ταῦτα καὶ περὶ τούτων. αὐτὴν δὲ τὴν λέξιν ἐκθεμένοις κατὰ δύναμιν ἕκαστον αὐτὸ καθʼ ἑαυτὸ βασανιστέον.
Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανὸς καὶ Τηθὺς ἐγενέσθην.
Ὥσπερ ὁ σύμπας οὑτοσὶ κόσμος πολὺς καὶ ποικίλος ὤν, ἅτε δὴ τὴν νοερὰν τάξιν τῶν εἰδῶν ἀπεικονισάμενος, ἔχει δύο ταύτας ἀκρότητας ἐν ἑαυτῷ, γῆν καὶ οὐρανόν, τὸν μὲν ἐν πατρὸς ὄντα μοίρᾳ, τὴν δὲ ἐν μητρός — διὰ γὰρ τοῦτο καὶ πρεσβυτάτην εἶπεν εἶναι τὴν γῆν τῶν ἐντὸς οὐρανοῦ θεῶν, ἵνα ἑπομένως λέγῃ μητέρα τὴν γῆν ὧν ἐστιν ὁ οὐρανὸς πατήρ, ἅμα κἀκεῖνο δηλῶν, ὅτι τὰ μερικὰ αἴτια οὐ μόνον ἐστὶ καταδεέστερα τῶν γεννημάτων, ὡς ἡ Πενία τοῦ Ἔρωτος, ἀλλὰ καὶ κρείττονα γεννῶντα, ὡς ὑποδεχόμενα μόνον τὰ γεννώμενα προϊόντα ἀπὸ τῶν πατέρων· δύο δʼ οὖν αὗται καὶ ἐν τῷ κόσμῳ νοείσθωσαν αἱ ἀκρότητες, ὁ οὐρανὸς ὡς πατὴρ καὶ ἡ γῆ μήτηρ οὖσα τῶν κοινῶν αὐτῆς γεννημάτων· καὶ γὰρ τὰ ἄλλα πάντα εἰς ταῦτα τελεῖ, τὰ μὲν τὸν οὐράνιον ἀριθμὸν συμπληροῦντα, τὰ δὲ τὴν ὁλότητα τῆς γῆς —, τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν ἑκάστῳ τῶν τοῦ κόσμου στοιχείων τὰς δύο ταύτας ἀρχὰς ὑποθετέον, γῆν καὶ οὐρανόν, ἀερίως μὲν ἐν ἀέρι, ἐνυδρίως δὲ ἐν ὕδατι, χθονίως δὲ ἐν γῇ, καὶ κατὰ πάντας τοὺς εἰρημένους τρόπους, ἵνα καὶ ἕκαστον ᾖ κόσμος τέλειος ἐκ τῶν ἀνὰ λόγον ἀρχῶν διακεκοσμημένον· ὅπου γὰρ καὶ ὁ ἄνθρωπος λέγεται μικρὸς εἶναι κόσμος, πῶς οὐ πολλῷ πρότερον δεῖ τῶν στοιχείων ἕκαστον οἰκείως ἔχειν ἑαυτῷ πάντα ὅσαπερ ὁ ὅλος κόσμος ὁλικῶς; διό μοι δοκεῖ προσεχῶς μετὰ τὸν περὶ οὐρανοῦ καὶ γῆς λόγον παραδοῦναι τὴν περὶ τῶν θεῶν τούτων θεωρίαν, ἀπὸ γῆς καὶ οὐρανοῦ τὴν ἀρχὴν ποιούμενος· ἐκείνοις γὰρ ἀνὰ λόγον καὶ οὗτοι προεληλύθασιν. ἀλλʼ ἐκεῖνοι μὲν ὁλικῶς αἴτιοι πάντων τῶν νῦν παραγομένων, οἳ δὲ ἐκείνοις ἀνὰ λόγον τῷ ὅλῳ οὐρανῷ καὶ τῇ ὅλῃ γῇ καὶ ἑκάστῳ πάντως εἰσὶ τῶν στοιχείων κατὰ τὴν αὐτοῦ τάξιν, οἷον, ὡς εἴπομεν, ἀερίως ἢ ἐνυδρίως ἢ χθονίως· ἔστι γὰρ καὶ ἐν γῇ οὐρανὸς καὶ ἐν οὐρανῷ γῆ, καὶ ἐνταῦθα μὲν ὁ οὐρανὸς χθονίως, ἐκεῖ δὲ οὐρανίως ἡ γῆ καὶ γὰρ οὐρανίαν γῆν τὴν σελήνην Ὀρφεὺς προσηγόρευσε, καὶ οὐ δεῖ πρὸς ταῦτα θαυμάζειν, καὶ πῶς ὁ οὐρανὸς ἐν γῇ· πῶς γὰρ ἄνθρωπος ἐν γῇ, πῶς δὲ ἵππος, πῶς δὲ ἕκαστον τῶν νοητῶν εἰδῶν α... πρόοδον εὔτακτον; τί οὖν θαυμαστὸν καὶ οὐρανὸν εἶναι ἐν γῇ ... ἰδιότητα σῴζοντα τῆς οἰκείας σειρᾶς τὴν συν...ν τῇ διακοσμήσει τοῦ παντός; ἀλλὰ τοῦτο μὲν παραμυθίας ὅλως τινὸς ἀξιοῦν περίεργον εἰθισμένους τὰ αὐτὰ πανταχοῦ κατὰ τὸ ἀνὰ λόγον θεωρεῖν, ἐν νοητοῖς, ἐν νοεροῖς, ἐν ὑπερκοσμίοις, ἐν οὐρανῷ, ἐν τῇ γενέσει, κατὰ τὴν οἰκείαν ἕκαστον τάξιν. περὶ δὲ ἑκάστου τῶν θεῶν τούτων ἀποδοτέον τοὺς ἡμῖν δοκοῦντας λόγους. οἶδα μὲν γάρ, ὅτι τῶν ἐξηγητῶν οἳ μὲν τὴν στερεὰν ταύτην ἤκουσαν εἶναι γῆν, οἳ δὲ τὴν ἐν ὕλης τάξει προϋποτεθεῖσαν τοῖς γιγνομένοις, οἳ δὲ τὴν νοητὴν ὕλην, οἳ δὲ τοῦ νοῦ δύναμιν, οἳ δὲ ζωήν, οἳ δὲ ἀσώματον εἶδος τῆς γῆς ἀχώριστον, οἳ δὲ ψυχὴν αὐτὴν ὑποτίθενται, οἳ δὲ νοῦν, καὶ οὐρανὸν ὡσαύτως οἳ μὲν τὸν φαινόμενον, οἳ δὲ κίνησιν τὴν περὶ τὸ μέσον, οἳ δὲ δύναμιν τὴν μετὰ κινήσεως ἐμμελῶς προϊοῦσαν, οἳ δὲ τὸν ἔχοντα νοῦν, οἳ δὲ τὸν καθαρὸν καὶ χωριστὸν νοῦν, οἳ δὲ φύσιν τῆς περιφορᾶς, οἳ δὲ ψυχήν, οἳ δὲ νοῦν. οἶδά γε μήν, ὅτι καὶ ὁ θεῖος Ἰάμβλιχος γῆν μὲν ἀκούει τὴν τὸ μόνιμον πᾶν καὶ σταθερὸν κατά τε οὐσίαν τῶν ἐγκοσμίων θεῶν καὶ κατʼ ἐνέργειαν καὶ κατὰ τὴν ἀΐδιον περιφορὰν καὶ δυνάμεις κρείττονας καὶ ζωὰς ὅλας περιέχουσαν, οὐρανὸν δὲ τὴν προϊοῦσαν ἀπὸ τοῦ δημιουργοῦ δημιουργικὴν ἐνέργειαν ὅλην καὶ τελείαν καὶ πλήρη τῆς οἰκείας δυνάμεως καὶ περὶ τὸν δημιουργὸν ὑπάρχουσαν, ὡς ὅρον ἑαυτῆς οὖσαν καὶ τῶν ὅλων. οἶδα δέ, ὅπως καὶ ὁ θαυμαστὸς Θεόδωρος ἐν τῇ πρώτῃ κατὰ σχέσιν ζωῇ ταύτας ἀμφοτέρας τὰς δυνάμεις ὑφίστησιν· ἐν γὰρ τῇ κατὰ σχέσιν ζωῇ τῆς τοῦ κόσμου ψυχῆς, διʼ ἧς εἰς ἑαυτὴν κατελθοῦσα πάλιν εἰς τὴν πηγαίαν ἐτέλει σὺν ἑτερότητι, τρεῖς εὐθὺς αἱ πρῶται σὺν ὁλότητι σχέσεις ἐθεωροῦντο, τοῦ μὲν ἐκ τῆς ἑκατέρωθεν ὁλότητος ὑφισταμένου τοῦ πρώτου καὶ τὴν πρὸ τῶν μερῶν ἔχοντος ὁλότητα τῆς τελούσης ὅλης εἰς ὅλην τὴν πηγαίαν, τοῦ δὲ τὴν μὲν πηγαίαν ὅλην τηροῦντος, ἑαυτὸν δὲ μερίζοντος καὶ τὴν ἐκ τῶν μερῶν ὁλότητα ἔχοντος, τοῦ δὲ τὴν πηγαίαν μερίζοντος, ἑαυτὸν δὲ ὅλον τηροῦντος, καὶ τριῶν ἐν τῷ πρώτῳ γῆν τε εἶναι καὶ οὐρανόν· τὸ μὲν γὰρ ὑλικὸν τὸ ἐν τῷ πρώτῳ γῆν καλεῖσθαι, τῶν ἀρχαίων θεολόγων τῷ ὀνόματι τούτῳ τὴν ὕλην προσαγορευόντων, οὐρανὸν δὲ αὐτὸν τὸν τοιοῦτον νοῦν, ὡς διορίζοντα τὸ ἔσχατον ἀπὸ τοῦ ἐν σχέσει πρῶτον καὶ ὡς ὑφιστάντα τόνδε τὸν οὐρανὸν διὰ τῆς ἑαυτοῦ σχέσεως· σῴζει γοῦν τὸ σῶμα καὶ ἐφʼ ἡμῶν ἡ τῆς ψυχῆς πρὸς αὐτὸ σχέσις. ταῦτα δὲ εἰδὼς ἡγοῦμαι δεῖν ὥσπερ ἀσφαλοῦς πείσματος ἔχεσθαι τῆς τοῦ καθηγεμόνος ἡμῶν παραδόσεως· διὰ γὰρ ταύτης τὰ μὲν πλημμελῆ τῶν δοξασμάτων φευξόμεθα, ταῖς δὲ καθαρωτάταις ἐννοίαις Ἰαμβλίχου συνεψόμεθα. πρῶτον οὖν ὑπομνήσομεν ἡμᾶς αὐτούς, ὅτι περὶ τῶν ὑπὸ σελήνην θεῶν ὁ λόγος καὶ ὅτι πανταχοῦ πάντες καὶ ὅτι κατʼ ἀναλογίαν προεληλύθασι τῶν νοητῶν καὶ νοερῶν βασιλέων. ἔπειθʼ οὑτωσὶ τούτοις πιστεύοντες λέγομεν, ὅτι καθάπερ ὁ πρώτιστος οὐρανὸς τῶν νοερῶν θεῶν ὅρος ἐστὶ καὶ συνοχεὺς τὸ μέτρον ἔκ τʼ αὐτοῦ τἀγαθοῦ καὶ ἀπὸ τῶν νοητῶν θεῶν εἰς τοὺς νοεροὺς διακόσμους ἧκον συνέχων, τὸν αὐτὸν τρόπον καὶ οὗτος ὁ οὐρανὸς ὅρος ἐστὶ τῶν γενεσιουργῶν θεῶν καὶ συνοχεὺς τὸ μέτρον τὸ δημιουργικὸν καὶ τὸ ἐκ τῶν οὐρανίων θεῶν προελθὸν εἰς τοὺς τὴν γένεσιν λαχόντας συνέχων ἐν ἑνὶ πέρατι καὶ συνάπτων αὐτοὺς πρὸς τὴν οὐράνιον ἡγεμονίαν τῶν θεῶν· ἀνὰ λόγον γὰρ ὡς ὁ δημιουργὸς πρὸς αὐτὸ τἀγαθόν, οὕτως ἡ μία τοῦ οὐρανοῦ τοῦδε θεότης πρὸς τὸν νοερὸν οὐρανόν. ὥσπερ οὖν ἐκεῖ τὸ μέτρον καὶ τὸ πέρας ἐκ τοῦ ἀγαθοῦ ἐφήκει διὰ τοῦ οὐρανοῦ πᾶσι τοῖς νοεροῖς, οὕτω δὴ καὶ ἐνταῦθα τοῖς γενεσιουργοῖς θεοῖς τε καὶ τοῖς κρείττοσι γένεσιν ἀπὸ τοῦ δημιουργοῦ καὶ τῆς ἀκρότητος τῶν ἐγκοσμίων ὁ ὅρος ἐφήκει, λέγω δὴ τῆς τοῦ οὐρανοῦ τοῦδε συνοχικῆς μεσότητος· ταύτην γὰρ ἔλαχε τὴν τάξιν ὁ πανταχοῦ προϊὼν οὐρανός, ὅπου μὲν ἡνωμένως καὶ κρυφίως, ὅπου δὲ ἐκφανῶς καὶ διῃρημένως· ὅπου μὲν γὰρ ψυχαῖς ἐπιφέρει τὸν ὅρον, ὅπου δὲ τοῖς τῆς φύσεως ἔργοις, ὅπου δὲ ἄλλως ἄλλοις, καὶ ἐν ἀέρι μὲν πρώτως, ἐν δὲ ταῖς ἐνυδρίοις τάξεσι δευτέρως, ἐν δὲ τῇ γῇ καὶ τοῖς χθονίοις ἔργοις ἐσχάτως. εἰσὶ δὲ καὶ συμπλοκαὶ τούτων· ἄλλο γὰρ τὸ θείως ἐν ἀέρι καὶ τὸ δαιμονίως ἐπὶ γῆς· ὅπου μὲν γὰρ ὁ τρόπος ὁ αὐτὸς ἐν διαφόροις τάξεσιν, ὅπου δὲ ὁ τρόπος ἕτερος ἐπὶ μιᾶς λήξεως. ταῦτα μὲν οὖν περὶ τῆς οὐρανοῦ δυνάμεως. Ἐπὶ δὲ τὴν γῆν μετὰ τοῦτον τραπόμενοι καὶ παρακαλέσαντες αὐτὴν συνεφάψασθαι τῶν περὶ αὐτῆς λόγων ἡμῖν πάλιν ἀπὸ τῆς πρώτης αὐτῆς ἐκφάνσεως τὸν περὶ αὐτῆς ὅρον ἀποδῶμεν. ἐκείνη μὲν οὖν ἐν ταῖς μέσαις τριάσιν ἐκφανεῖσα τῶν νοερῶν θεῶν ἅμα οὐρανῷ τῷ συνοχεῖ τῶν ὅλων νοερῶν θεῶν ἀνὰ λόγον τε πρόεισι πρὸς τὴν νοητὴν γῆν, ἣν καὶ πρωτίστην εὑρίσκομεν τῶν νοερῶν τριάδων, καὶ ὡς ἐν ζῳογόνοις τάξεσιν ἀφομοιοῦται πρὸς τὴν ἀπειρίαν τὴν πρώτην, ἔστι δὲ ὁ ἐκδόχιος κόλπος τῆς οὐρανοῦ γεννητικῆς θεότητος καὶ τὸ μέσον κέντρον τῆς ἐκείνου πατρικῆς ἀγαθότητος, συμβασιλεύουσα αὐτῷ καὶ οὖσα δύναμις αὐτοῦ πατρὸς ὄντος. ἡ δὲ ἀνὰ λόγον αὐτῇ καὶ ἐν τοῖς ὑπὸ σελήνην προϊσταμένη γῆ οἷον δύναμίς ἐστι γόνιμος τοῦ οὐρανοῦ, τὴν πατρικὴν αὐτοῦ καὶ ὁριστικὴν καὶ μετρητικὴν καὶ συνοχικὴν πρόνοιαν ἐκφαίνουσα, καὶ γονίμοις ἐπὶ πάντα διατείνουσα δυνάμεσιν, αὐτὴ τὴν ἀπειρίαν πᾶσαν τῶν ὑπὸ σελήνην ἀπογεννῶσα, ὥσπερ ὁ οὐρανὸς τὴν τοῦ πέρατος συστοιχίαν, ὁ τὸν ὅρον καὶ τὸ πέρας ἐπιφέρων τοῖς δευτέροις. ὁ μὲν οὖν ὅρος οὗτος καὶ τὸ πέρας ἀφορίζει τὴν ὕπαρξιν ἑκάστου, καθʼ ἣν καὶ δαίμονες καὶ θεοὶ καὶ ψυχαὶ καὶ σώματα συνέχεται, καὶ ἑνοποιεῖ τὰ μιμούμενα τὴν μίαν ἑνάδα τῶν ὅλων. ἡ δὲ ἀπειρία πολλαπλασιάζει τὰς ἑκάστων δυνάμεις· πολὺ γὰρ τὸ πέρας ἐν ἅπασι τοῖς ὑπὸ σελήνην, πολὺ δὲ καὶ τὸ ἄπειρον διά τε θεοῦ καὶ τῶν μετὰ θεοὺς διατεῖνον πάντων. ἔχομεν οὖν τὰς δύο ταύτας τάξεις γεννητικὰς τῶν ἐν πᾶσι τοῖς γένεσι καὶ πᾶσι τοῖς στοιχείοις προόδων θείων ἢ δαιμονίων, καὶ μίαν αὐτῶν τὴν βασιλείαν ὥσπερ ἐν τοῖς νοεροῖς. ἀπὸ δὲ τούτων δευτέρα πρόεισι δυάς, Ὠκεανὸς καὶ Τηθύς, οὐ κατὰ συνδυασμὸν γενεσιουργὸν οὐδὲ κατά τινα σύνοδον τῶν κεχωρισμένων οὐδὲ κατὰ μερισμὸν οὐδὲ κατά τινα ἀποτομὴν τῆς ἀπογεννήσεως ταύτης γενομένης — πάντα γὰρ ταῦτα ἀλλοτρίως τῶν θεῶν διαδοξάζουσί τινες —, ἀλλὰ κατὰ μίαν ἕνωσιν καὶ συμπλοκὴν τῶν δυνάμεων ἀδιαίρετον, ὃν καὶ εἰώθασι γάμον οἱ θεολόγοι προσαγορεύειν· οἰκεῖος γὰρ καὶ ὁ γάμος τῇ τάξει ταύτῃ, καθά φησιν ὁ θεολόγος· πρώτην γὰρ νύμφην ἀποκαλεῖ τὴν γῆν καὶ πρώτιστον γάμον τὴν ἕνωσιν αὐτῆς τὴν πρὸς τὸν οὐρανόν· οὐ γὰρ ἐν τοῖς μάλιστα ἡνωμένοις ὁ γάμος, διὸ Φάνητος οὐκ ἔστι γάμος καὶ Νυκτός, ἡνωμένων ἀλλήλοις νοητῶς, ἀλλʼ ἐν τοῖς μετὰ τῆς ἑνώσεως καὶ τὸ διῃρημένον τῶν δυνάμεων καὶ τῶν ἐνεργειῶν ἐπιδεικνυμένοις. καὶ ἔοικε διὰ ταῦτα καὶ οὐρανῷ τούτῳ καὶ γῇ ταύτῃ προσήκειν ὁ γάμος, ὡς ἐκεῖνον οὐρανὸν καὶ γῆν ἐκείνην ἐνεικονιζομένοις. ὃ δὴ καὶ οἱ θεσμοὶ τῶν Ἀθηναίων εἰδότες προσέταττον οὐρανῷ καὶ γῇ προτελεῖν τοὺς γάμους, εἰς δὲ τούτους βλέποντες καὶ ἐν τοῖς Ἐλευσινίοις ἱεροῖς εἰς μὲν τὸν οὐρανὸν ἀναβλέποντες ἐβόων «ὕε», καταβλέψαντες δὲ εἰς τὴν γῆν τὸ «κύε», διὰ τούτων ὡς πατρὸς καὶ μητρὸς τὴν γένεσιν εἶναι πάντων γινώσκοντες. κατὰ ταύτην δʼ οὖν τὴν ἕνωσιν, τὴν μετὰ διακρίσεως λέγω, διὰ τὴν ἀγαθότητα τὴν ἑαυτῶν παράγουσιν Ὠκεανὸν καὶ Τηθύν, μᾶλλον δὲ οὐ τούτους εὐθὺς ἐν ἐκείνοις, ἀλλὰ πρὸ τούτων δύο μονάδας καὶ δύο τριάδας καὶ διπλᾶς ἑβδομάδας, ἐν αἷς ὅ τε Ὠκεανὸς καὶ ἡ Τηθύς. καὶ αἱ μὲν μονάδες μετὰ τῶν τριάδων παρὰ τῷ πατρὶ μένουσι, τῶν δὲ ἑβδομάδων ὁ μὲν Ὠκεανὸς μετὰ τῆς Τηθύος μένει τε ἅμα καὶ πρόεισιν, οἱ δὲ ἄλλοι προεληλύθασιν εἰς ἑτέραν διακόσμησιν τῶν θεῶν. ἐκεῖ μὲν οὖν οὕτως. ἐνταῦθα δὲ τὰς μὲν πάντη μεινάσας αἰτίας ἐν τῷ πατρὶ παρῆκεν ὁ λόγος, τὰς δὲ προελθούσας ἅμα καὶ μεινάσας παραδέδωκε, διότι περὶ θεῶν γενεσιουργῶν ὁ λόγος ἐστὶν ὁ προκείμενος, οἰκεία δὲ τούτοις ἡ πρόοδος καὶ ἡ κίνησις καὶ ἡ ἑτερότης καὶ τὸ μετὰ τοῦ ἄρρενος τὸ θῆλυ συντάττειν, ἵνα καὶ γένεσις ᾖ καὶ διακόσμησις τῆς ὕλης τοῖς εἴδεσι κοσμουμένης καὶ τῇ ταυτότητι τῆς ἑτερότητος συμπλεκομένης. διὸ καὶ ἐξ ἀρχῆς ἀπὸ δυάδος ἤρξατο καὶ πρόεισι διʼ αὐτῆς καὶ καταστρέψει προϊὼν εἰς αὐτήν — ἡ γὰρ δυὰς προσήκει τοῖς ἐνύλοις, ὡς ὑπέμνησται πολλάκις, ὥσπερ καὶ ἡ ἑτερότης διὰ τὸν περὶ τὴν ὕλην μερισμὸν τῶν εἰδῶν — καὶ τὴν δυάδα λέγων ἤρξατο ἀπὸ τῆς γῆς· τοῦτο γάρ ἐστι τοῖς γενεσιουργοῖς πράγμασιν οἰκειότερον. ἀλλὰ τίνες οὗτοι οἱ θεοὶ μένοντες ἅμα ἐν τοῖς αἰτίοις καὶ προϊόντες ἀπʼ αὐτῶν; τὸν μὲν οὖν Ὠκεανὸν οἳ μὲν τὴν σωματικὴν οὐσίαν λέγουσιν, οἳ δὲ τὴν ὠκέως διανύουσαν φύσιν, οἳ δὲ τὴν τῆς ὑγρᾶς οὐσίας φοράν, οἳ δὲ τὸν αἰθέρα διὰ τὴν ὀξύτητα τῆς κινήσεως, οἳ δὲ τὸ νοητὸν αὐτὸ τῆς ζωῆς βάθος. ὁ δὲ θεῖος Ἰάμβλιχος τὴν μέσην κινητικὴν αἰτίαν αὐτὸν ἀφορίζεται θείαν οὖσαν, ἧς πρώτως αἱ μέσαι ψυχαὶ καὶ ζωαὶ καὶ νοήσεις μετέχουσιν αἵ τε δραστήριοι φύσεις καὶ τὰ πνευματικὰ τῶν στοιχείων, ὥσπερ ἀήρ τε καὶ πῦρ. τὴν δὲ Τηθὺν οἳ μὲν τὴν ὑγρὰν αὐτὴν οὐσίαν φασίν, οἳ δὲ τὴν πολυμετάβολον φύσιν, οἳ δὲ τὴν τοῦ παντὸς εὐθημοσύνην. ὁ δὲ θεῖος Ἰάμβλιχος ποιητικὴν διάθεσιν … εἶναι αὐτὴν τὴν ἐν τῷ ἐνεργεῖν δραστήριον ὑποτίθεται κατάστασιν, ἧς αἱ μόνιμοι νοήσεις καὶ ψυχαὶ καὶ φύσεις καὶ δυνάμεις μετέχουσι καὶ πρὸς τούτοις αἱ τὴν ἕδραν παρασκευάζουσαι τῶν στοιχείων στερεαί τινες χῶραι ἢ τῆς γῆς καὶ τοῦ ὕδατος. ταῦτα μὲν οὖν οὗτοι λέγουσιν. ὁ δέ γε Θεόδωρος τῆς προειρημένης πρωτίστης τριάδος κατὰ τὴν ἐν σχέσει ψύχωσιν ἐν τῷ πρώτῳ, λέγω δὴ τῷ πρὸ τῶν μερῶν ὅλῳ, τήν τε γῆν καὶ τὸν οὐρανὸν ἀποθέμενος, τὸν μὲν κατὰ τὸ νοερόν, τὴν δὲ κατὰ τὸ ὑλικόν, τῶν λοιπῶν τὸν μὲν δεύτερον τὸν κατὰ τὸ ἐκ τῶν μερῶν ὅλον Ὠκεανὸν ἀποκαλεῖ, τὸν δὲ τρίτον κατὰ τὴν τοῦ μέρους ὁλότητα Τηθὺν προσαγορεύει. πάλιν δὲ ἡμεῖς ἀντιλαβώμεθα τῶν ἡμετέρων ἀρχῶν καὶ φῶμεν εἶναι μὲν καὶ ἐν τοῖς νοεροῖς θεοῖς τὰς τούτων αἰτίας, εἶναι δὲ καὶ ἐν τῷδε τῷ κόσμῳ· πανταχοῦ γὰρ διορίζειν δεῖν τὰς πρώτας τάξεις ἀπὸ τῶν δευτέρων, οὐκ ἀλόγως καὶ τῶν ποιητῶν Ὠκεανὸν καλούντων τὸν ὁρίζοντα τῆς γῆς. τοῦτον δὲ αὖ τὸν Ὠκεανόν, περὶ οὗ νῦν ὁ λόγος, κινήσεως αἴτιον εἶναι καὶ προόδου καὶ δυνάμεως, ταῖς μὲν νοεραῖς ζωαῖς ἀκμὴν ἐντιθέντα καὶ γόνιμον περιουσίαν, ταῖς δὲ ψυχαῖς ὀξύτητα μὲν ἐν ταῖς ἐνεργείαις, καθαρότητα δὲ ἐν ταῖς ἀπογεννήσεσι, τοῖς δὲ σώμασιν εὐκινησίαν, καὶ ἐν μὲν θεοῖς κινητικῆς καὶ προνοητικῆς αἰτίας παρεκτικόν, ἐν δὲ ἀγγέλοις ἐκφαντορικῆς καὶ νοερᾶς ὀξύτητος, ἐν δὲ αὖ δαίμοσι δραστηρίου δυνάμεως, ἐν δὲ ἥρωσι μεγαλουργοῦ καὶ ἀκμαζούσης χορηγὸν ζωῆς, καὶ δὴ καὶ καθʼ ἕκαστον στοιχεῖον ἰδίως, τὸν μὲν ἀέριον πάσης τῆς μεταβολῆς τῶν ἀερίων καὶ τοῦ κύκλου τῶν μετεώρων αἴτιον, ὡς καὶ Ἀριστοτέλης φησί, τὸν δὲ ἐνύδριον εὐγονίας τε καὶ εὐκινησίας καὶ δυνάμεων παντοίων ὑποστατικόν ἐκ γὰρ τούτου
πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα κατὰ τὴν ποίησιν, τὸν δὲ χθόνιον γεννητικῆς τελειότητος καὶ διακριτικῆς τῶν εἰδῶν τῆς τε γενέσεως καὶ φθορᾶς ποιητήν, εἴτε τινὲς εἶεν χθόνιοι τάξεις ζῳογόνοι καὶ δημιουργικαί, διοριστικὸν αὐτῶν, εἴτε δυνάμεις συνεκτικαὶ τῆς γῆς τῶν λόγων καὶ τῶν γεννήσεων ἔφοροι, καὶ ταύτας ἀνεγείροντα καὶ πολλαπλασιάζοντα καὶ εἰς κίνησιν προκαλούμενον. τὴν δὲ Τηθύν, ὡς μὲν τὸ ὄνομα δηλοῖ, πρεσβυτάτην θεῶν καὶ πρόγονον, ὥσπερ μητέρα τὴν Ῥέαν, ὑπονοεῖν ἄξιον· καὶ γὰρ ἄλλην πρὸ αὐτῆς θεὸν μαῖαν προσηγόρευσεν ὁ θεολόγος· μαῖα, θεῶν ὑπάτη, Νὺξ ἄμβροτε, πῶς τάδε φράζεις; ὡς δὲ ὁ Πλάτων ἠτυμολόγησε, πηγαίαν ἄν τις προσείποι θεόν· τὸ γὰρ ἄχραντον καὶ καθαρὸν καὶ διηθημένον σημαίνεσθαι διὰ τοῦ ὀνόματος αὐτῆς· καὶ γὰρ ἔοικε τοῦ Ὠκεανοῦ πάντα ποιοῦντος καὶ πάσας κινήσεις παράγοντος, ὅθεν καὶ γένεσις καλεῖται θεῶν, τὴν ἑνιαίαν ἐκείνου τῶν κινήσεων αἰτίαν διακρίνειν ἡ Τηθὺς εἰς τὰς πρωτουργοὺς καὶ δευτερουργοὺς κινήσεις, ὅθεν ἀπὸ τοῦ «διαττᾶν» καὶ «διηθεῖν» αὐτὴν εἶπεν ἔχειν τὴν ἐπωνυμίαν· ταῦτα γὰρ ὀνόματά ἐστι διακριτικά, ὡς καὶ τὸ ξαίνειν καὶ κερκίζειν, ᾗ φησιν αὐτὸς ἐν τῷ Σοφιστῇ. τοῦ οὖν Ὠκεανοῦ πᾶσαν κίνησιν γεννῶντος ἀθρόως, θείαν νοερὰν ψυχικὴν φυσικήν, ἡ Τηθὺς οὖσα διακριτικὴ τῶν κινήσεων τῶν ἔνδον καὶ τῶν ἔξω καλεῖται Τηθύς, «διαττῶσα καὶ διηθοῦσα» τὰς ὑλικὰς ἀπὸ τῶν ἀΰλων κινήσεων· πρέπει γοῦν τῷ θήλει τὸ διακριτικὸν καὶ τῷ ἄρρενι τὸ ἑνιαῖον. Πλάτων μὲν οὖν τοιαῦτα ἂν φαίη περὶ τούτων καὶ εἶπεν ἐν Κρατύλῳ σαφῶς. ὡς δὲ ὁ θεῖος Ἰάμβλιχος παραδέδωκε, τὴν τῆς θέσεως καὶ μονίμου καταστάσεως χορηγὸν ἀφοριστέον. ὡς δʼ ἂν ἐκ πάντων τούτων συγκεφαλαιούμενος εἴπειέ τις, τῆς ἐν ἑαυτῇ στάσεως καὶ μονῆς καὶ ἱδρύσεως τῶν κινήσεων τῶν εἰς τὸ ἔξω προϊουσῶν αὐτὴν αἰτίαν θετέον. συλλήβδην οὖν ὃ μέν ἐστι πάσης κινήσεως, θείας νοερᾶς ψυχικῆς φυσικῆς, πᾶσιν αἴτιος τοῖς δευτέροις, ἣ δὲ πάσης διακρίσεως τῶν ἐκ τοῦ Ὠκεανοῦ προϊόντων ὀχετῶν, ἑκάστῳ διδοῦσα τὴν οἰκείαν καθαρότητα τῆς ἐπιβαλλούσης αὐτῷ κατὰ φύσιν κινήσεως, διʼ ἣν ἕκαστον, κἂν ἑαυτὸ κινῇ κἂν ἄλλα, διαφερόντως κινεῖ. δηλοῦσι δὲ οἱ θεολόγοι τὸν Ὠκεανὸν ἁπάσης εἶναι κινήσεως χορηγόν, δέκα λέγοντες αὐτὸν ἐκπέμπειν ὀχετούς, ὧν ἐπὶ θάλατταν τοὺς ἐννέα χωρεῖν, διότι δὴ καὶ τῶν κινήσεων αἱ μὲν ἐννέα σωματικαί εἰσι, μία δὲ μόνη τῆς χωριστῆς τῶν σωμάτων οὐσίας, ὡς ἐν Νόμοις ἠκούσαμεν. ὅσα δʼ οὖν τῶν θείων συναπογεννῶσιν, ὁ μέγιστος Ὠκεανὸς εἰς κίνησιν διεγείρει καὶ δραστήρια ἀποτελεῖ ταῦτα, ἡ Τηθὺς δὲ διορίζει τῶν γεννωμένων καθαρὰ φυλάττουσα τὰ γεννητικὰ αἴτια καὶ ἱδρύουσα ἐν ταῖς πρεσβυτέραις τῶν προϊόντων ἐνεργείαις. ταῦτα μὲν οὖν περὶ αὐτῶν εἰρήσθω χωρίς. ἐπειδὴ δέ, ὥσπερ εἴπομεν, ἡ ἀπογέννησις αὐτῶν ἀπὸ τῶν προτέρων οὐρανοῦ καὶ γῆς οὔτε κατὰ συνδυασμὸν ἐπιτελεῖται τοιοῦτον, οἷός ἐστιν ἐν τοῖς αἰσθητοῖς, οὔτε κατὰ ἕνωσιν τοιαύτην, οἵαν ἐπὶ τῶν νοητῶν ἐθεωροῦμεν τῆς Νυκτὸς καὶ τοῦ Φάνητος, εἰκότως καὶ τὰ γεννώμενα ἀπʼ αὐτῶν καὶ διακέκριται ἀπʼ ἀλλήλων κατὰ τὴν πρὸς τοὺς γεννήσαντας ἀναλογίαν, καὶ ἑκάτερον τὴν πρὸς ἀμφοτέρους ὁμοιότητα παρεδέξατο· καὶ γὰρ ὁ Ὠκεανὸς ὡς μὲν ἄρρην ὁμοιοῦται πρὸς τὴν πατρικὴν αἰτίαν, ὡς δὲ κινήσεως χορηγὸς πρὸς τὴν μητρικὴν προόδων οὖσαν αἰτίαν, καὶ ἡ Τηθὺς ὡς μὲν θήλεια πρὸς τὴν γόνιμον, ὡς δὲ μόνιμον ἐμποιοῦσα κατάστασιν τοῖς παράγουσιν ἐν ταῖς οἰκείαις ζωαῖς πρὸς τὴν ποιητικήν· ἀνὰ λόγον γὰρ τῷ μὲν μοναδικῷ τὸ ἄρρεν, τῷ δὲ δυαδικῷ τὸ θῆλυ, καὶ τῷ μὲν τὸ μόνιμον, τῷ δὲ τὸ κινητικόν. δυὰς οὖν ἐκ δυάδος προελθοῦσα καὶ κατὰ πᾶσαν ἑαυτὴν ὡμοιωμένη πρὸς τὴν γεννητικὴν αὐτῆς δυάδα διορίζει τά τε αἴτια αὐτῆς καὶ πάντα τὸν μετʼ αὐτὴν ἀριθμόν, ἵνα πανταχοῦ τὸ διοριστικὸν ἀποδῶμεν τῇ τοῦ Ὠκεανοῦ τάξει καὶ τῆς Τηθύος· διὰ γὰρ τοῦτο καὶ πολλοὺς Ὠκεανοὺς παραδεδώκασιν, ὡς πολυειδῆ καὶ τὴν τάξιν τῶν θεῶν τῆς διοριστικῆς ταύτης θεότητος ὁρῶμεν. καὶ ταῦτα μὲν ἔχει ταύτῃ. ζητητέον δὲ πάλιν, ἐπειδὴ τὸ ὅλον πλῆθος τῶν ὑπὸ σελήνην θεῶν πρόεισιν ἐξ Οὐρανοῦ καὶ Γῆς καὶ ... ἐκ τῶν θεῶν αὐτῶν ... τῶν σωμάτων, ποῦ τὸν οὐρανὸν ἐψύχωσεν ἰδίᾳ, καθάπερ αὐτὴν τὴν γῆν, ὅτε θεῶν αὐτὴν πρεσβυτάτην ἔλεγε γεγονέναι τῶν ἐντὸς οὐρανοῦ; θεὸς γὰρ πᾶς κατὰ τὴν ἑαυτοῦ τάξιν ἄρχειν ἂν λέγοιτο, καθάπερ καὶ ... τὸ κρεῖττον καὶ ψυχῆς· εἰ μὲν γὰρ ὁ … τὴν ὅλην ἐγέννα ψυχήν, πῶς ἐκείνην τοῦ παντὸς ἔλεγε καὶ ἐρεῖ προϊών; οὐ γὰρ τὸ πᾶν ὁ οὐρανὸς ὡς κοσμικὴν ὑφίστη ψυχήν. πῶς ἐξ Οὐρανοῦ καὶ Γῆς ἡ γένεσις τῶν θεῶν τούτων, ἀλλʼ οὐκ ἐκ τῆς τοῦ παντὸς ψυχῆς, εἴπερ ἄρα καὶ τῆς γῆς; οὐδαμοῦ γὰρ τῷ οὐρανῷ ψυχὴν ἰδίαν ἐπέστησε. λύσις δὲ τούτων τῶν ἀπόρων ἥδε· τὴν ὑποστᾶσαν ψυχὴν ἐκ τῆς ψυχογονίας κοσμικὴν μὲν πάντως ῥητέον — καὶ γὰρ πᾶν τὸ σωματοειδὲς ἐντὸς αὐτῆς ἔφατο τεκτήνασθαι τὸν θεόν, ἀλλʼ οὐχὶ μόνον τὸν οὐρανόν —, τοῦ δὲ παντὸς οὖσαν πρώτως τὸν οὐρανὸν καταλάμπειν καὶ τὸ ὑπὸ σελήνην ὡς ἐξημμένον ἐκείνου ζῳογονεῖν· καὶ διὰ τοῦτο καὶ οὐρανίαν εἶναι πρώτως. καὶ ἱκανὸν τούτου παράδειγμα λάβοις ἂν καὶ ἀπὸ τῆς ἀνθρωπίνης ψυχῆς· καὶ γὰρ ταύτην ὅλον τὸ ζῷον ἡμῶν διοικοῦσαν ὅμως τὴν κεφαλὴν οἰκητήριον αὐτὸς εἰληχέναι φησίν, ὡς ἐκεῖθεν καὶ τὸ λοιπὸν σῶμα διοικοῦσαν τῷ τὴν αἴσθησιν ἐποχετεύειν εἰς πᾶν. οὕτω δὴ οὖν καὶ τὴν τοῦ κόσμου ψυχὴν τοῦ μὲν εἶναι τοῦ παντὸς ...ον, τοῦ δὲ οὐρανοῦ πρώτως μετέχειν, καὶ καθʼ ὅσον ἐστὶν οὐρανία ... ἧς ἀπογεννᾶν τοὺς κατʼ οὐρανὸν θεούς. ταύτῃ ... ἔχει τῆς γῆς, οὐ καθʼ ὅσον ἐφέστηκε καὶ τοῖς ὑπὸ τὸν οὐρανὸν θεοῖς, ἀλλὰ καθʼ ὅσον ἐστὶν οὐρανία ... νῦν δὲ δὴ τοῦτο αὐτὸ ζητητέον, τί δή ποτε μὴ καὶ αὐτὸν τὸν οὐρανὸν ἐψύχωσε ταύτῃ. ἐνταῦθα λέγειν προσῆκεν ἅπερ καὶ πρότερον, ὅτι τῷ Σωκράτει οὐκ ... τῇ προτεραίᾳ ... πρὸς εἰδότας ἀνακυκλεῖν τοὺς παρόντας, ἡνίκα τὰς Μοίρας ἐκεῖνος ἐφίστη τῷ ἀτράκτῳ. διὸ καὶ τῆς ἀπλανοῦς ἢ τῆς πλανωμένης ἰδίαν οὐκ ἐπεισήγαγε ψύχωσιν, ἀλλʼ ὡς ἐκείνων ἀποχρώντων τὰς περιφορὰς τῆς ὅλης ψυχῆς ταύτας ἐπέστησε, τοῖς δὲ ἄστροις αὐτὸς ἰδίας αὐτοῖς διένειμε ψυχάς, περὶ ὧν οὐδὲν ἐκεῖνος ἐτύγχανεν εἰπών, οὐδʼ ἦν τι τοῖς ἀκροαταῖς προεγνωσμένον· ὅσα γὰρ ἠγνόουν ἔδει κατατείνειν, ἀλλʼ οὐ τὰ καταφανῆ προσποιεῖσθαι λέγοντα ἀπομηκύνειν.
Τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα καὶ ὅσοι μετὰ τούτων.
Ἐπὶ μὲν τῆς προτέρας ἀπογεννήσεως δυὰς ἀπὸ δυάδος ἀπεγεννήθη τῆς περατωτικῆς καὶ ὁριστικῆς ἡ γεννητικὴ καὶ κινητική. κατὰ δὲ τὴν δευτέραν ἀπὸ δυάδος τίκτεται πλῆθος ἐπιστρεφόμενον ἐπὶ τὰς αἰτίας διὰ τῆς τριάδος, ἐνδεικνύμενον δὲ καὶ τὴν παντελῆ πρόοδον· διαιρεῖται γὰρ καὶ τοῦτο τὸ πλῆθος εἴς τε τὸ ἀνὰ λόγον τῷ πέρατι καὶ εἰς τὸ τῇ ἀπειρίᾳ σύστοιχον· ἡ μὲν γὰρ τριὰς τὸ ἐν ταύτῃ πέρας ἐστίν, ὁ δὲ ἀριθμὸς ὁ ἀκατονόμαστος τὸ ἐν ταύτῃ ἄπειρον. καὶ αὐτῆς δὲ τῆς τριάδος τὸ μὲν ἀνὰ λόγον μονάδι καὶ πέρατι, τὸ δὲ τῇ δυάδι καὶ τῇ ἀπειρίᾳ. καὶ ἐπὶ μὲν τῆς προτέρας προόδου μόνως κατὰ τὸ πέρας καὶ τὸ νοερὸν προῄει τὰ γεννώμενα, ἐν ταύτῃ δέ ἐστι καὶ τοῦ ἀορίστου μῖξις· μετὰ γὰρ τὸν ἀπὸ τῆς τριάδος ὅρον πρόσκειται τὸ καὶ ὅσοι μετὰ τούτων, τὴν ὁλοτελῆ πρόοδον καὶ τὴν διάκρισιν τῶν τριττῶν τούτων τάξεων ἐνδεικνύμενον, ὥστε καὶ τριαδικὴν εἶναι τὴν ἀπογέννησιν ταύτης διὰ τὸ τῆς ἐπιστροφῆς ἰδίωμα καὶ δυαδικὴν διὰ τὴν τοῦ ἀπείρου καὶ ἀορίστου παρεμπλοκήν. ἀλλʼ ἐπειδὴ καὶ ταῦτα πρὸς τὰς νοερὰς αἰτίας ἀναφέρειν βουλόμεθα, καθάπερ καὶ τὰς προειρημένας τάξεις, ἐν δὲ ἐκείναις Ὠκεανὸς καὶ Τηθὺς ἀδελφοὶ λέγονται Κρόνου καὶ Ῥέας, ἀλλʼ οὐχὶ πατέρες — ἀπὸ γὰρ Οὐρανοῦ καὶ Γῆς καὶ τούτοις ἡ πρόοδος καὶ πᾶσα ἡ Τιτανικὴ τάξις ἐκεῖθεν —, κατίδωμεν, διὰ ποίαν αἰτίαν ὁ Πλάτων ἐνταῦθα Φόρκυν καὶ Κρόνον καὶ Ῥέαν ἀπʼ Ὠκεανοῦ καὶ Τηθύος ὑφίστησι· δόξειε γὰρ ἂν τοῦτο λέγειν οὐχ ἑπομένως ταῖς ἀρχαῖς· ἐκεῖ γὰρ ἀδελφοὶ λέγονται τούτων, ἀλλʼ οὐ γεννήτορες· τίκτει γὰρ ἡ Γῆ λαθοῦσα τὸν Οὐρανόν, ὥς φησιν ὁ θεολόγος,
ἑπτὰ μὲν εὐειδεῖς κούρας,
ἑπτὰ δὲ παῖδας ἄνακτας·
θυγατέρας μὲν Θέμιν καὶ εὔφρονα Τηθύν
Μνημοσύνην τε βαθυπλόκαμον Θείαν τε μάκαιραν, ἠδὲ Διώνην τίκτεν ἀριπρεπὲς εἶδος ἔχουσαν Φοίβην τε Ῥείην τε, Διὸς γενέτειραν ἄνακτος· παῖδας δὲ ἄλλους τοσούτους, Κοῖόν τε Κροῖόν τε μέγαν Φόρκυν τε κραταιόν καὶ Κρόνον Ὠκεανόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε. τούτων οὖν παρὰ τῷ θεολόγῳ προαναγεγραμμένων πῶς ὁ Τίμαιος ἐξ Ὠκεανοῦ καὶ Τηθύος παράγει Κρόνον τε καὶ Ῥέαν; πρὸς δὴ ταῦτα ῥητέον, προϋποκειμένων ἡμῖν τὸν Ὠκεανὸν ἐκεῖνον καὶ τὴν Τηθὺν ἐκείνην ὑπὲρ τὸν Κρόνον εἶναι καὶ Ῥέαν, ὡς μέσους τούτων τε καὶ τῶν πατέρων καὶ ὁροφύλακας ἀμφοῖν, ὥσπερ εἰώθασιν αὐτοὺς ὑμνεῖν, πρὸς δʼ οὖν τὰ ἄπορα τούτων ὑποκειμένων, πρῶτον μέν, ὅτι τοὺς αὐτοὺς καὶ ἀδελφοὺς καὶ διʼ ὑπεροχὴν ἀξίας πατέρας προσαγορεύεσθαί τινων οὐ θαυμαστόν· τὰ γὰρ πρῶτα προϊόντα συμπαράγει τὰ μεθʼ ἑαυτὰ τοῖς σφετέροις αἰτίοις· οὕτως ἀδελφαὶ μὲν αἱ ψυχαὶ πᾶσαι κατὰ τὴν μίαν δημιουργικὴν αἰτίαν καὶ κατὰ τὴν ζῳογόνον αὐτῶν ἀρχήν τε καὶ πηγήν, ὑφιστᾶσιν δʼ ὅμως αἱ θεῖαι ψυχαὶ μετὰ τοῦ δημιουργικοῦ νοῦ καὶ τῶν ζῳογονικῶν αἰτίων τὰς μερικὰς ψυχὰς τῷ πρῶται προελθεῖν καὶ ἐν τῇ ὁλότητι μεῖναι, λαβοῦσαι τὴν τοῦ δημιουργεῖν τὰ ὅμοια δύναμιν. καὶ δὴ καὶ ἐν αὐτοῖς τοῖς θεοῖς οἱ Κρονίδαι πάντες ἀδελφοὶ κατὰ τὴν μίαν αὑτῶν μονάδα τὴν γεννητικήν, ἀλλʼ ὅμως ὁ Ζεὺς πατὴρ καλεῖται καὶ ὑπὸ τῆς Ἥρας καὶ ὑπὸ τοῦ Ποσειδῶνος παρὰ τῷ θείῳ ποιητῇ· Ζεῦ πάτερ, ἀργικέραυνε, ἔπος τί τοι ἐν φρεσὶ θήσω. καὶ Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν· οὗ μὲν γὰρ ὁ Ποσειδῶν, οὗ δὲ ἡ Ἥρα προηνέγκατο τὸ Ζεῦ πάτερ. ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ Ὠκεανὸς καὶ Τηθὺς καὶ ἀδελφοὶ λέγοιντο Κρόνου καὶ Ῥέας καὶ πατέρες, ὡς ἐν ἀδελφοῖς σῴζοντες τὸ πατρικόν. πρῶτον μὲν οὖν οὑτωσὶ λυτέον τὴν ἀπορίαν. ἔπειθʼ ὅτι τῶν δύο Τιτανικῶν ἑβδομάδων ὁ μὲν Ὠκεανὸς πρόεισι καὶ μένει ἑαυτὸν ἑνώσας τῷ πατρὶ καὶ οὐκ ἀφίσταται τῆς ἐκείνου βασιλείας, οἱ δὲ ἄλλοι προόδῳ χαίροντες τῆς μὲν Γῆς τὴν βούλησιν ἀποπληροῦν λέγονται, τῷ πατρὶ δὲ ἐπιβουλεύειν διαιροῦντες ἑαυτοὺς ἀπὸ τῆς ἐκείνου βασιλείας εἰς ἑτέραν διακόσμησιν. μᾶλλον δὲ πάντων τῶν οὐρανίων γενῶν τὰ μὲν μένει μόνον ἐν ταῖς ἀρχαῖς, ὥσπερ αἱ δύο πρῶται τριάδες ὡς γὰρ ἐνόησε, φησίν, αὐτοὺς ὁ Οὐρανὸς ἀμείλιχον ἦτορ ἔχοντας καὶ φύσιν ἐκνομίην, ῥῖψε βαθὺν γαίης ἐς Τάρταρον· κρύπτονται οὖν ἐν ἀφανεῖ διʼ ὑπεροχὴν δυνάμεως, τὰ δὲ καὶ μένει καὶ πρόεισιν, ὥσπερ ὁ Ὠκεανὸς καὶ ἡ Τηθύς· τῶν γὰρ ἄλλων Τιτάνων εἰς τὴν κατὰ τοῦ πατρὸς ἐπιβουλὴν ἱεμένων ὁ Ὠκεανὸς ἀπαγορεύει τε πρὸς τὰς τῆς μητρὸς ἐπιτάξεις καὶ ἐνδοιάζει περὶ τῆς πράξεως·
ἔνθʼ αὖτʼ Ὠκεανὸς μὲν ἐνὶ μεγάροισιν ἔμιμνεν
ὁρμαίνων, ποτέρωσε νόον τράποι, ἢ πατέρα ὅν
γυιώσῃ τε βίης καὶ ἀτάσθαλα λωβήσαιτο
σὺν Κρόνῳ ἠδʼ ἄλλοισιν ἀδελφοῖς, οἳ πεπίθοντο
μητρὶ φίλῃ, ἢ τούς γε λιπὼν μένοι ἔνδον ἕκηλος.
πολλὰ δὲ πορφύρων μένεν ἥμενος ἐν μεγάροισι,
σκυζόμενος ᾗ μητρί, κασιγνήτοισι δὲ μᾶλλον. μένει οὖν οὗτος ἅμα καὶ πρόεισι μετὰ τῆς Τηθύος· συνέζευκται γὰρ αὐτῷ κατὰ τὴν πρώτην ἀπογέννησιν. οἱ δὲ ἄλλοι Τιτᾶνες εἰς διάκρισιν ἐπείγονται καὶ πρόοδον, ἡγεῖται δὲ αὐτῶν ὁ μέγιστος Κρόνος, ὥς φησιν ὁ θεολόγος. καίτοι γε ὅτι ὁ Κρόνος ὑπέρτερός ἐστι τοῦ Ὠκεανοῦ, δεδήλωκεν ὁ θεολόγος πάλιν λέγων τὸν μὲν Κρόνον αὐτὸν καταλαμβάνειν τὸν οὐράνιον Ὄλυμπον κἀκεῖ θρονισθέντα βασιλεύειν τῶν Τιτάνων, τὸν δὲ Ὠκεανὸν τὴν λῆξιν ἅπασαν τὴν μέσην· ναίειν γὰρ αὐτὸν ἐν τοῖς θεσπεσίοις ῥείθροις τοῖς μετὰ τὸν Ὄλυμπον καὶ τὸν ἐκεῖ περιέπειν Οὐρανόν, ἀλλʼ οὐ τὸν ἀκρότατον, ὡς δέ φησιν ὁ μῦθος, τὸν ἐκπεσόντα τοῦ Ὀλύμπου καὶ ἐκεῖ τεταγμένον. τούτων δʼ οὖν οὕτως ἐχόντων ὁ Ὠκεανὸς καὶ ἡ Τηθὺς καθʼ ὅσον μένουσι καὶ ἥνωνται πρὸς τὸν Οὐρανὸν συμπαράγουσιν αὐτῷ τὴν τῶν προϊόντων βασιλείαν, Κρόνου τε καὶ Ῥέας, καὶ καθʼ ὅσον ἐνίδρυνται τῇ μονίμῳ δυνάμει τῆς μητρός, κατὰ τοσοῦτον τὸν Φόρκυν μετʼ αὐτῆς· αὕτη γὰρ αὐτὸν παράγει Πόντου φιλότητι μιγεῖσα μετὰ Νηρέως καὶ Θαύμαντος· οὐ γάρ ἐστιν ὁ Φόρκυς ὁ Οὐρανίδης, ἀλλὰ ὁ Φόρκυς ὁ Πόντιος, ὡς ἔστι δῆλον ἐκ τῆς θεογονίας. καὶ καθʼ ὅσον ἡ Τηθὺς τῆς Γῆς ἐστι πλήρης, κατὰ τοσοῦτον οἷον Γῆ τις οὖσα λέγοιτʼ ἂν τὸν Φόρκυν τοῦτον παράγειν μετὰ τοῦ Ὠκεανοῦ, καθʼ ὅσον καὶ οὗτος ἐν ἑαυτῷ τὸν νοητὸν περιείληφεν· ὥσθʼ ἣ μὲν καθʼ ὅσον ἐστὶ Γῆ κατὰ μέθεξιν, ὃ δὲ καθʼ ὅσον ἐστὶ Πόντος κατʼ αἰτίαν ὑφιστᾶσι μετὰ Κρόνου καὶ Ῥέας τόνδε τὸν θεόν. εἰ δέ τις ἀποδείξοι λόγος ἐκεῖ τὸν Κρόνον ὑπὲρ τὸν Ὠκεανὸν ἢ τὴν Ῥέαν ὑπὲρ τὴν Τηθύν, λεκτέον, ὅτι ἐκεῖ μὲν ἡ τάξις αὕτη — κρατεῖ γὰρ τὰ τοῦ νοεῖν αἴτια τῶν τῆς κινήσεως —, ἐνταῦθα δὲ ἔμπαλιν ἐν μεταβολῇ καὶ ῥύσει πάντων ὄντων· ὥστʼ εἰκότως ὁ Ὠκεανὸς πρὸ τοῦ Κρόνου πηγὴ κινήσεως ὢν καὶ ἡ Τηθὺς προτέρα τῆς Ῥέας, ὥστε ἄλλον τρόπον λελύσθαι τὴν ἀπορίαν· εἰ μὲν κρείττους ὁ Ὠκεανὸς καὶ ἡ Τηθὺς Κρόνου καὶ Ῥέας ὡς ἡνωμένοι τῷ πατρὶ τῶν τῇ μητρὶ συνενουμένων καὶ διαιρούντων ἑαυτοὺς ἀπὸ τοῦ πατρός, … μέσων ὄντων καὶ πατρικὴν ὑπεροχὴν ἐχόντων πρὸς αὐτούς· εἰ δὲ σύστοιχοι ἢ ὑφειμένοι, διὰ τὴν ἐν τοῖς ὑπὸ σελήνην τῶν κινητικῶν αἰτίων ἐπικράτειαν τάχα ἂν τῶν οὕτω λεγομένων ὑπερτέραν εἰληχέναι τάξιν … . πρὸς μὲν οὖν τὴν εἰρημένην ἀπορίαν καὶ ταῦτα ἀρκέσει. Περὶ δὲ ἑκάστου τῶν θεῶν τούτων λέγωμεν πάλιν ὁμοίως ὥσπερ καὶ πρότερον. ὁ μὲν οὖν Θεόδωρος τὰς ἐν σχέσει ψυχὰς τῶν τριῶν τοῦ κόσμου τμημάτων ἐπὶ τούτους ἀναπέμπει τοὺς θεούς, τὸν μὲν Φόρκυν ἐπὶ τῇ ἀνάστρῳ σφαίρᾳ τάττων, ὡς κυοῦντα τὴν φοράν — ἔδει δὲ αὐτὸν ἡμᾶς πείθειν, ὅτι Πλάτων οἶδέ τινα σφαῖραν ἄναστρον, εἶθʼ οὕτω τάττειν ἐπὶ ταύτης τὸν Φόρκυν —, τὸν δὲ Κρόνον ἐπὶ ταῖς τῶν ἄστρων φοραῖς, διότι χρόνος ἀπὸ τούτων καὶ γενέσεις καὶ φθοραὶ τῶν αὐτῶν, Ῥέαν δὲ ἐπὶ τῷ ὑλικῷ, διότι τῷ ὑλικῷ πλεονάζει τῶν πρὸ αὐτῆς. ὁ δὲ θεῖος Ἰάμβλιχος ἐπὶ ταῖς τρισὶ σφαίραις αὐτοὺς τάττει ταῖς μεταξὺ γῆς καὶ οὐρανοῦ· οἱ μὲν γὰρ πρὸ αὐτῶν διχῇ διεῖλον τὸν ὑπὸ σελήνην κόσμον, οὗτοι δὲ τριχῇ, καὶ ὁ μὲν Φόρκυς τῆς ὑγρᾶς ὅλης οὐσίας ἐξάρχει κατʼ αὐτόν, πᾶσαν αὐτὴν ἀμερίστως συνέχων, ἡ δὲ Ῥέα τῶν ῥεόντων ἐστὶ καὶ ἀεροειδῶν πνευμάτων συνεκτικὴ θεός, ὁ δὲ Κρόνος τὴν ὑψηλοτάτην χώραν καὶ λεπτοτάτην κατευθύνει τοῦ αἰθέρος, μέσος παρὰ τῷ Πλάτωνι τεταγμένος, διότι τὸ μέσον ἐν ταῖς ἀσωμάτοις οὐσίαις καὶ τὸ κέντρον κυριώτερον ὑπάρχει τῶν περὶ τὸ μέσον. ἡμεῖς δὲ θαυμάζομεν μὲν τὴν ἐπιβολὴν ταύτην, ἀξιοῦμεν δὲ πανταχοῦ τοὺς θεοὺς τούτους ὁρᾶν καὶ ἐν πᾶσι τοῖς στοιχείοις καὶ ἐν πάσαις ταῖς τάξεσιν· οὕτω γὰρ αὐτῶν τὸ κοινὸν καὶ διατεῖνον ἐπὶ πάντα θεασόμεθα. καὶ τὸν μὲν Φόρκυν ἁπάσης τῆς σπερματικῆς οὐσίας καὶ τῶν λόγων τῶν φυσικῶν καὶ οἷον σπερματικῶν ἔφορον εἶναι φήσομεν, ὡς φέροντα τὴν κύησιν καὶ γεννήσεως αἴτιον· οἱ γὰρ σπερματικοὶ λόγοι καθʼ ἕκαστον στοιχεῖόν εἰσι, καὶ προεστᾶσιν αὐτῶν διάφοροι τάξεις θεῶν τε καὶ δαιμόνων, ἃς δὴ πάσας διὰ τοῦ Φόρκυος περιέλαβε. τὸν δὲ βασιλέα Κρόνον τὸν διαιροῦντα τὰ εἴδη καὶ τοὺς λόγους καὶ τὰς ὁλικωτέρας δυνάμεις ἐπὶ τὰς μερικωτέρας προάγοντα· διὰ γὰρ τοῦτον οὐ μόνον ζῷόν ἐστιν, ἀλλὰ καὶ πεζὸν καὶ ἔνυδρον καὶ πτηνόν, καὶ οὐ μόνον πεζόν, ἀλλὰ καὶ ἄνθρωπος καὶ ἵππος· οἱ γὰρ ἐν αὐτῷ λόγοι μερικώτεροι τῶν οὐρανίων εἰσί· ταύτην γοῦν καὶ ἐν τοῖς νοεροῖς θεοῖς ἔλαχε δύναμιν, πολλαπλασιάζειν τὰ νοητὰ καὶ διαιρεῖν, διὸ καὶ ἡγεῖται τῶν Τιτάνων, ὡς μάλιστα κατὰ τὸ διαιρετικὸν ἰδίωμα χαρακτηριζόμενος. Ῥέαν δὲ τὴν ὑποδεχομένην τὰς ἀφανεῖς τοῦ βασιλικοῦ Κρόνου διαιρέσεις καὶ προάγουσαν εἰς τὰ δεύτερα καὶ τὴν προκαλουμένην τὰς πατρικὰς δυνάμεις εἰς τὴν τῶν ἐμφανῶν δημιουργίαν· οὕτω γὰρ καὶ ἡ πρωτίστη τάξις αὐτῆς κινεῖται καὶ πληροῖ δυνάμεων καὶ ζωῆς καὶ εἰς τὸ ἐμφανὲς προάγει τὰς ἐν τῷ Κρόνῳ μενούσας αἰτίας. ὥσθʼ ὃ μέν ἐστι νοερῶν εἰδῶν χορηγὸς πανταχοῦ, ἣ δὲ ψυχῶν πασῶν καὶ ζωῆς πάσης αἰτία προέστηκεν, ὃ δὲ τῶν φυσικῶν ἐστι λόγων γόνιμος. ἐπειδὴ δὲ εἰς τὴν τούτων βασιλείαν τελεῖ καὶ ἄλλος ἀριθμὸς θεῶν, ὧν ὁ Κρόνος περιεκτικὸς καὶ ἡ Ῥέα, διὰ δὴ τοῦτο προσέθηκε καὶ τὸ ὅσοι μετὰ τούτων· οὐ γὰρ δαίμονας μόνον διὰ τούτου περιλαμβάνει, καθάπερ λέγουσί τινες, ἀλλὰ καὶ ὁ ἀγγελικὸς Κρόνος καὶ ὁ δαιμόνιος ἔχει μεθʼ ἑαυτοῦ πλῆθος, ὃ μὲν ἀγγελικόν, ὃ δὲ δαιμόνιον καὶ ὁ ἐν θεοῖς θεῖον, καὶ ὃ μὲν ἀέριος ἀέριον, ὃ δὲ ἔνυδρος ἐνύδριον, ὃ δὲ χθόνιος χθόνιον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν κρειττόνων γενῶν τῶν ὑπʼ αὐτοὺς τεταγμένων ἔοικε τὸ ὅσοι μετὰ τούτων δηλοῦν τούς τε λοιποὺς Τιτᾶνας, Κοῖον καὶ Ὑπερίονα, Κρεῖον, Ἰαπετόν, Φόρκυν, καὶ τὰς λοιπὰς Τιτανίδας, τὴν Φοίβην, τὴν Θείαν, τὴν Μνημοσύνην, τὴν Θέμιν, τὴν Διώνην, μεθʼ ὧν ὁ Κρόνος καὶ ἡ Ῥέα προῆλθον, καὶ τοὺς ἅμα τῷ Φόρκυϊ προελθόντας, τὸν Νηρέα, τὸν Θαύμαντα, τὴν κινητικωτάτην Εὐρυβίαν, καὶ τοὺς μάλιστα τὴν γένεσιν ὅλην συνέχοντας. ἐκεῖνο μὴν γινώσκειν ἄξιον, ὡς οὐ προσῆκεν ἀκριβολογεῖσθαι περὶ τῆς ἐν αὐτοῖς τάξεως, πότερον ὁ Κρόνος ἐστὶν ὑπέρτερος ἢ ὁ Φόρκυς· ἕνωσις γὰρ αὐτῶν ἐστι καὶ ὁμοιότης. εἰ δὲ χρὴ διαιρεῖν, ἄμεινον κατὰ τὸν θεῖον Ἰάμβλιχον τάττειν, ὡς τοῦ μὲν Κρόνου μονάδος ὄντος, τῆς δὲ Ῥέας δυάδος τινὸς προκαλουμένης τὰς ἐν αὐτῷ δυνάμεις, τοῦ δὲ Φόρκυος τελεσιουργοῦντος τὴν πρόοδον, λοιπὸν δὲ τῶν ἑξῆς βασιλέων ἀπὸ τούτου τὴν ἐμφανῆ διακόσμησιν παραγόντων· ταύτην γὰρ εἰλήχασιν οὗτοι τάξιν.
Ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν.
Τρίτη πρόοδος αὕτη θεῶν γενεσιουργῶν, τετάρτη δὲ τάξις, πέρας μὲν ἐπιτιθεῖσα ταῖς ὀνομασίαις τῶν ἡγεμόνων ὡς τετράς· περιεκτικὴ γὰρ αὕτη τῶν θείων διακόσμων· ὁμοιουμένη δὲ πρὸς τὴν πρώτην βασιλείαν ὡς δυάς, διὸ καὶ αὕτη δυαδική ἐστιν ὥσπερ ἐκείνη, πρόσεστι δὲ αὐτῇ τό τε παντελὲς κατὰ τὴν πρόοδον καὶ τὸ ἀπερίγραφον κατὰ τὸν ἀριθμόν. οὐ μόνον ἠρκέσθη τῷ ὅσους, καθάπερ ἐπὶ τῆς πρὸ αὐτῆς, ἀλλὰ προσέθηκε καὶ τὸ πάντας, ἵνα τὴν ἐπὶ πᾶν αὐτῶν ἐνδείξηται πρόοδον· ἔστι γὰρ τὸ «ὅσον» καὶ ἐπὶ τῶν ἡνωμένων εἰπεῖν, τὸ δὲ πάντας ἐπὶ τῶν διῃρημένων ἤδη καὶ πεπληθυσμένων. ὑπάρχει δὲ αὐτῇ καὶ τὸ ὁλικόν· οἱ γὰρ ἐν αὐτῇ κατωνομασμένοι θεοὶ καὶ οἱ συμπροελθόντες αὐτοῖς πανταχοῦ κατὰ τοῦτο χαρακτηρίζονται τὸ τῆς δημιουργίας εἶδος· ὁλικοὶ γάρ εἰσι δημιουργοὶ πάντες. τίνες οὖν εἰσιν οὗτοι καὶ ποίαν ἔχουσι τάξιν; ὁ μὲν δὴ θεῖος Ἰάμβλιχος τὸν Δία μὲν εἶναι τίθεται τὸν τελεσιουργὸν πάσης τῆς γενέσεως, Ἥραν δὲ τὴν δυνάμεως αἰτίαν καὶ συνοχῆς τοῖς πᾶσι καὶ πληρώσεως καὶ ζωῆς, ἀδελφοὺς δὲ αὐτῶν τοὺς κοινωνοῦντας αὐτοῖς τῆς γενεσιουργοῦ δημιουργίας, νόας καὶ αὐτοὺς ὄντας καὶ συμπληρουμένους κατὰ τὴν ὁμοίαν ἐκείνοις τελειότητα καὶ δύναμιν. ὁ δέ γε Θεόδωρος τὴν τὸ ὑλικὸν ἐν σχέσει ψυχώσασαν ζωὴν πάλιν τριχῇ διελών, ὥσπερ εἴωθε τὰς τριάδας ἀποτελεῖν, Δία μὲν καλεῖ τὴν μέχρις ἀέρος τὸ ἄνω διοικοῦσαν, Ἥραν δὲ τὴν τὸ ἀέριον λαχοῦσαν μέρος, ἀδελφοὺς δὲ αὐτῶν τοὺς τὰ λοιπὰ κληρωσαμένους· Ζεὺς μὲν γάρ ἐστι τὸ οὐσιῶδες τῆς ἐν σχέσει τοῦ ὑλικοῦ ψυχῆς, ὅτι μηδέν ἐστι τῆς οὐσίας ζωτικώτερον, Ἥρα δὲ τὸ νοερόν, ὅτι τοῖς ἀπὸ τοῦ ἀέρος λόγοις διοικεῖται τὰ ἐπὶ γῆς, ὁ δὲ ἄλλος ἀριθμὸς τὸ ψυχικὸν εἰς τὰ καθʼ ἕκαστα διῃρημένον. πάλιν δὲ ἡμεῖς ἑπόμενοι τοῖς εἰρημένοις λέγομεν, ὅτι πολλαὶ μέν εἰσι τάξεις καὶ παρὰ Πλάτωνι τοῦ Διός· ἄλλος γὰρ ὁ δημιουργὸς Ζεύς, ὡς ἐν Κρατύλῳ γέγραπται, καὶ ἄλλος ὁ πρῶτος τῆς Κρονίας τριάδος, ὡς ἐν Γοργίᾳ λέλεκται, καὶ ἄλλος ὁ ἀπόλυτος, ὡς ἐν τῷ Φαίδρῳ παραδέδοται, καὶ ἄλλος ὁ οὐράνιος, εἴτε ὁ ἐπὶ τῆς ἀπλανοῦς εἴτε ὁ ἐν τῇ θατέρου περιόδῳ. καθάπερ μὴν ὁ πρώτιστος Ζεὺς τὴν ἐν ἀφανεῖ κρυπτομένην τοῦ πατρὸς δύναμιν εἰς ἐμφανῆ δημιουργίαν προήγαγεν ὑπὸ τῆς μητρὸς Ῥέας δυναμωθείς, τὸν αὐτὸν τρόπον καὶ οὗτος ὁ παραδιδόμενος ἐνταῦθα γενεσιουργὸς Ζεὺς τὰς ἀφανεῖς διαιρέσεις καὶ διακρίσεις τῶν εἰδῶν, ἃς ἐποιεῖτο μὲν ὁ Κρόνος, προὐκαλεῖτο δὲ ἡ Ῥέα, προῆγε δὲ εἰς κύησιν καὶ γέννησιν ὁ Φόρκυς, αὐτὸς ἐπιτίθησι τῇ ὕλῃ καὶ τὰ αἰσθητὰ παράγει καὶ διακοσμεῖ τὸ ἐμφανές, ἵνα μὴ μόνον ἐν φύσεσι καὶ ἐν ψυχαῖς ὦσιν αἱ διαιρέσεις τῶν λόγων καὶ ἐν ταῖς νοεραῖς πρὸ τούτων οὐσίαις, ἀλλὰ καὶ ἐν τοῖς αἰσθητοῖς· τοῦτο γὰρ ἴδιον δημιουργίας. καὶ εἰ δεῖ φάναι τὸ δοκοῦν, ὁ μὲν Κρόνος νοερὰς ποιεῖται τὰς τομάς, ἡ δὲ Ῥέα ψυχικάς, ὁ δὲ Φόρκυς φυσικάς — ὑπὸ τὴν φύσιν γὰρ οἱ σπερματικοὶ λόγοι πάντες —, ὁ δὲ Ζεὺς αἰσθητὰς καὶ ἐμφανεῖς, διακοσμῶν καὶ οὗτος καὶ εἰδοποιῶν τὰ τῇδε ὁλικῶς ζῶντα καὶ κινούμενα ποιῶν. ἐπειδὴ δὲ τὰ αἰσθητὰ ταῦτα εἴδη γενόμενα καὶ τελεσιουργηθέντα πολυειδῶς ἀνελίττεται κατὰ παντοίους ἐξελιγμοὺς κινούμενα καὶ μεταβάλλοντα, διὰ δὴ τοῦτο τῷ Διὶ συνέζευκται ἡ βασιλὶς Ἥρα, τὴν κίνησιν ταύτην ἐπιτελοῦσα τὴν τῶν ἐμφανῶν καὶ τὸν ἐξελιγμὸν τῶν εἰδῶν — διὸ καὶ οἱ μῦθοι παραδεδώκασιν αὐτὴν ὁτὲ μὲν μανίαν ἐπιπέμπουσάν τισιν, ὁτὲ δὲ ἄθλους ἄλλοις ἐπιτάττουσαν —, ἵνα διά τε νοῦ παρουσίαν εἰς πάντα καὶ ψυχῶν μερικῶν ἐνθέως ἀμφοτέρων ἐνεργούντων πᾶσα ἡ γέννησις καὶ πᾶσα ἡ πρόοδος ἐπιτελεσθῇ τῶν ὑπὸ σελήνην. ταύτης δὲ τῆς δυάδος τοιαύτης οὔσης εἰσὶ καὶ ἄλλαι δημιουργικαὶ δυνάμεις, τριχῇ διελόμεναι τὸν ἐμφανῆ κόσμον τῆς γενέσεως, τῆς μὲν τὸν ἀέρα διοικεῖν λαχούσης, τῆς δὲ τὸ ὕδωρ, τῆς δὲ τὴν γῆν κατὰ τοὺς δημιουργικοὺς κλήρους, διὸ καὶ ἀδελφοὶ λέγονται τούτων, ὡς καὶ αὐταὶ προϊστάμεναι τῆς ἐμφανοῦς ποιήσεως.
Ἔτι δὲ τούτων ἄλλους ἐγγόνους.
Αὕτη ἐστὶν ἐσχάτη πρόοδος τῶν ἐνταῦθα παραδεδομένων, διὸ καὶ ἀνωνύμως παραδέδοται, τὴν εἰς ἔσχατον μερισμὸν ὑπόβασιν αὐτῆς ἐνδεικνυμένου τοῦ Πλάτωνος· ὥσπερ γὰρ ἐν τοῖς ὑπὲρ τὸν κόσμον θεοῖς ἀπὸ τῆς ὁλικῆς δημιουργίας προῆλθεν ἡ μεριστὴ καὶ εἰς ταύτην ἡ τῶν βασιλέων ἐπερατώθη σειρά, τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς ὑπὸ σελήνην ἀπὸ τῆς Διίου τάξεως οἱ ἔγγονοι προέρχονται τοῦ Διός, ἐν οἷς καὶ ὁ τῆς μεριστῆς δημιουργίας χορός· ὁλικῶς γὰρ τῶν εἰρημένων δημιουργῶν τὰ αἰσθητὰ ποιούντων ἔδει καὶ τοὺς διανέμοντας εἶναι δυνάμεις ἄλλας ἄλλοις καὶ ἰδιότητας καὶ μερίζοντας τὴν τῶν ὑπὸ σελήνην γένεσιν εἰς πλῆθος, διὸ καὶ ἄλλους αὐτοὺς προσείρηκε μόνον, ὡς ἑτερότητι παντοίᾳ συνόντας, καὶ οὔτε τὸ ὅσους οὔτε τὸ πάντας παρέλαβεν. ἔχομεν οὖν τὰς ὅλας βασιλείας ἀνὰ λόγον ἐν τοῖς εἰρημένοις, δύο μὲν τῶν πρώτων τεταγμένων, Οὐρανοῦ καὶ Γῆς, τῶν δὲ λοιπῶν ὑπὸ σελήνην, τῆς Οὐρανίας τῆς Κρονίας τῆς Διίου τῆς Διονυσιακῆς. μεταξὺ δὲ τῶνδε τῶν δύο τῶν ἐν τούτοις πρώτων ἡ τοῦ Ὠκεανοῦ παρείληπται τάξις ὡς διορίζουσα πάντα τὰ προϊόντα ἀπὸ τῶν αἰτίων αὐτῶν τῶν πατέρων καὶ ὡς αὐτὴ μένουσά τε ἅμα καὶ προϊοῦσα κατὰ τὴν πρὸς τὰς νοερὰς αὐτῶν ὑποστάσεις ἀναλογίαν. τί οὖν δεῖ προϊέναι λοιπόν, τῶν ἡγεμονιῶν πασῶν ἐνταῦθα παραδεδομένων καὶ ἑκάστῃ τοῦ οἰκείου συνεζευγμένου πλήθους; ὁ μὲν γὰρ Οὐρανὸς περατοῖ πᾶσαν τὴν γένεσιν, ἡ δὲ Γῆ δυναμοῖ, κινεῖ δὲ ὁ Ὠκεανός, ἑδράζει δὲ ἡ Τηθὺς ἕκαστον ἐπὶ τῆς ἰδίας κινήσεως, τῆς νοερᾶς τὰ νοερά, τῆς ψυχικῆς τὰ μέσα, τῆς φυσικῆς τὰ σωματικά, τοῦ Ὠκεανοῦ πάντα κινοῦντος ἀθρόως· διαιρεῖ δὲ νοερῶς μόνον ὁ Κρόνος, ζωοποιεῖ δὲ ἡ Ῥέα, λόγοις δὲ σπερματικοῖς ὁ Φόρκυς διακοσμεῖ, φανερὰ δὲ ἐξ ἀφανῶν ὁ Ζεὺς ἀποτελεῖ, ἐξελίττει δὲ ἡ Ἥρα κατὰ παντοίας τῶν ἐμφανῶν μεταβολάς. καὶ οὕτω δὴ διὰ τῆς ἐννεάδος ταύτης ὁ πᾶς ὑπὸ σελήνην κόσμος συμπληροῦται καὶ ὑποτάττεται δεόντως, θείως μὲν ἀπὸ τῶν θεῶν, ἀγγελικῶς δὲ ἀπὸ τῶν ἀγγέλων, ὡς εἴπομεν ἡμεῖς, δαιμονίως δὲ ἀπὸ τῶν δαιμόνων, τῶν μὲν θεῶν καὶ τὰ σώματα καὶ τὰς ψυχὰς καὶ τοὺς νοῦς ὑφιστάντων, τῶν δὲ ἀγγέλων περί τε ψυχὰς καὶ σώματα τὴν ἑαυτῶν πρόνοιαν ἐπιδεικνυμένων, τῶν δὲ αὖ δαιμόνων περὶ τὴν τῆς φύσεως δημιουργίαν καὶ τὴν τῶν σωμάτων προμήθειαν μεριζομένων. ἔστι δὲ αὖ καὶ ὁ τῆς ἐννεάδος ἀριθμὸς τῇ γενέσει πρέπων· ἀπὸ γὰρ μονάδος πρόεισιν ἄχρι τῶν ἐσχάτων ἀνεπιστρόφως· τοῦτο δὲ ἴδιον γενέσεως, διότι πίπτουσιν εἰς ὕλην οἱ λόγοι καὶ εἰς ἑαυτοὺς πάσας τὰς ἑαυτῶν ἀρχὰς ἐπιστρέφειν ἀδυνατοῦσι. καὶ μὴν καὶ ἡ δυὰς οὖσα τριαδική — τρεῖς γὰρ ἐλήφθησαν τάξεις δυαδικαί, πρώτη, δευτέρα, τετάρτη — τὴν ἐπιπλοκὴν ἐνταῦθα δηλοῖ τοῦ τελείου καὶ ἀτελοῦς καὶ τοῦ ὅρου πρὸς τὴν ἀοριστίαν· τὰ μὲν γὰρ οὐράνια πάντα ὡρισμένα καὶ ἀεὶ ἐν τέλει, φησὶν ἐκεῖνος, τὰ δὲ ἐν γενέσει ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον εἶσι καὶ αὐτὸν τὸν ὅρον ἀορίστως καταδέχεται. πρὸς τούτοις ἡ τῶν ἀπογεννήσεων τετρὰς οἰκεία ταῖς τάξεσίν ἐστι ταῖς γενεσιουργοῖς, ἵνα τὸ πλῆθος ἡνωμένως περιέχωσι καὶ τὸ μεριστὸν ἀμερίστως, καὶ αὐτοῖς τοῖς ἐν γενέσει· καὶ γὰρ τὰ τῇδε στοιχεῖα τέτταρα καὶ αἱ ὧραι, καθʼ ἃς ἡ γένεσις ἀνελίττεται, τέτταρες καὶ τὰ κέντρα τέτταρα καὶ ὅλως πολλὴ τῆς τετράδος ἡ ἐπικράτεια περὶ τὴν γένεσιν. ἀλλὰ διὰ τί, φαίη ἄν τις, ἐν τῇ ἐννεάδι ταύτῃ περιέλαβε πᾶν τὸ πλάτος τῶν γενεσιουργῶν θεῶν; διότι, φήσω, πᾶσαν ἡ ἐννεὰς αὕτη συμπληροῖ τὴν δημιουργίαν τῆς γενέσεως· ἔστι μὲν γὰρ ἐν τοῖς ὑπὸ σελήνην καὶ σώματα καὶ φύσεις καὶ ψυχαὶ καὶ νόες καὶ ὁλικῶς καὶ μερικῶς· καθʼ ἕκαστον γὰρ στοιχεῖον πάντα ταῦτά ἐστιν ἀμφοτέρως, διότι καὶ τὰ ὅλα καὶ τὰ μέρη συνυφέστηκεν ἀλλήλοις. ἀλλʼ ὁ μὲν Οὐρανὸς καὶ ἡ Γῆ τὰς ἀφανεῖς οὐσίας αὐτῶν ἀπογεννῶσιν, ὃ μὲν καθʼ ἕνωσιν, ἣ δὲ κατὰ πληθυσμόν, καὶ ὃ μέν, εἰ βούλει, κατὰ τὸ πέρας, ἣ δὲ κατὰ τὸ ἄπειρον ἡγούμενοι τῆς οὐσίας πᾶσιν. ὁ δὲ Ὠκεανὸς καὶ ἡ Τηθὺς τήν τε κίνησιν αὐτῶν τὴν κοινὴν καὶ τὴν διῃρημένην ἀποτελοῦσιν, ἄλλη δὲ ἄλλων κίνησις, τοῦ ὁλικοῦ νοῦ, τῆς ὁλικῆς ψυχῆς, τῆς ὁλικῆς φύσεως, ὁμοίως δὲ καὶ τῶν μερικῶν. οὕτω δὲ τῶν ὁλοτήτων διακεκοσμημένων ὁ μὲν Κρόνος διαιρεῖ τὰ μερικὰ ἀπὸ τῶν ὁλικῶν, ἀλλὰ νοερῶς, ἡ δὲ Ῥέα προκαλεῖται τὴν διαίρεσιν ταύτην ἀπὸ τῶν νοερῶν καὶ ἐπὶ τὰς παντοίας … μέχρι καὶ τῶν ἐσχάτων εἰδῶν τῆς ζωῆς, ζῳογόνος οὖσα θεός, ὁ δὲ Φόρκυς καὶ ἐπὶ τοὺς φυσικοὺς λόγους προάγει τὴν Τιτήνιον διάκρισιν. μετὰ δὲ τοὺς τρεῖς τούτους αὐτῶν τῶν συνθέτων εἰσὶν οἱ πατέρες, καὶ ὁ μὲν Ζεὺς τὰ αἰσθητὰ διακοσμεῖ κατὰ τὴν πρὸς τὸν Οὐρανὸν μίμησιν ὁλικῶς — καὶ γὰρ ὁ ἐν τοῖς νοεροῖς ἀνὰ λόγον τῷ Οὐρανῷ προελήλυθεν ἐν τῇ βασιλικῇ σειρᾷ —, ἡ δὲ Ἥρα κινεῖ τὰ ὅλα καὶ δυνάμεων πληροῖ καὶ ἐξελίττει κατὰ πᾶσαν πρόοδον, ὡς οἵ γε μετὰ τούτους καὶ τὰ μερικὰ δημιουργοῦσιν ἔργα τῶν αἰσθητῶν, ἄλλοι κατʼ ἄλλην ἰδιότητα δημιουργικὴν ἢ ζῳογονικὴν ἢ τελεσιουργὸν ἢ συνεκτικὴν μέχρι τῶν ἐσχάτων ἀνελιττόμενοι καὶ μερίζοντες ἑαυτούς, ἀνὰ λόγον ὄντες τῇ Κρονίᾳ τάξει· τὸ γὰρ διαιρετικὸν ἀπὸ ταύτης ἄρχεται τῆς ἡγεμονίας. ταῦτα καὶ περὶ τούτων. ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον.
Ἐπεὶ δὲ πάντες ὅσοι τε περιπολοῦσι φανερῶς καὶ ὅσοι φαίνονται θεοὶ καθʼ ὅσον ἂν ἐθέλωσι, γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε.
Πάσας τὰς τάξεις τῶν ἐγκοσμίων θεῶν περιλαβών, τάς τε ἐν οὐρανῷ καὶ τὰς τῆς γενέσεως προϊσταμένας, καὶ προαγαγὼν αὐτὰς ἀπὸ τῆς δημιουργικῆς μονάδος, τὰς μὲν μοναδικῶς, τὰς δὲ ἑβδομαδικῶς, τὰς δὲ κατὰ τὸν τῆς ἐννεάδος ἀριθμόν, ἐπιστρέφει πάλιν αὐτὰς ἐπὶ τὴν δημιουργικὴν αἰτίαν καὶ συνάγει περὶ τὸν ἕνα πατέρα, καθʼ ὃν ὁμόγνιοι πᾶσαι καὶ ὁμοειδεῖς εἰσι, καὶ πληροῖ τῶν νοήσεων τῶν δημιουργικῶν, ἵνα καὶ αὐτοὶ μιμήσωνται τὴν πρόνοιαν τοῦ πατρός. καὶ τοῦτο μὲν εἰς ὕστερον ἔσται δῆλον. νῦν δὲ ὅτι μὲν «φανερῶς περιπολοῦντας» ἀποκαλεῖ τοὺς οὐρανίους πρόδηλον· ἡλιοειδῆ γὰρ αὐτῶν ἐστι τὰ ὀχήματα καὶ μιμούμενα τὴν νοερὰν αἴγλην. «φαινομένους δὲ καθʼ ὅσον ἂν ἐθέλωσι» τοὺς ὑπὸ σελήνην ἐπονομάζει διὰ τίνα αἰτίαν; ἦ ὅτι προβέβληται μὲν αὐτῶν τὰ ἔνυλα ταῦτα στοιχεῖα οἷον παραπετάσματά τινα τῆς αὐγῆς τῶν αἰθερίων ὀχημάτων, ἃ προσεχῶς ἐξήρτηται τῶν γενεσιουργῶν θεῶν — δῆλον γὰρ ὡς ἐγκοσμίους ὄντας ἀνάγκη καὶ ὄχημα ἔχειν ἐγκόσμιον ἀστροειδές —, ἐκφαίνεται δὲ αὐτῶν τὸ φῶς, ὅταν τοῖς τῇδε τόποις μέλλῃ συνοίσειν τοῖς τὴν ἔλλαμψιν αὐτῶν δεχομένοις. εἰ δὲ φαίνεσθαί φησιν αὐτοὺς καθʼ ὅσον ἂν ἐθέλωσιν, ἀνάγκη δήπουθεν ἢ τῶν ἀσωμάτων ἐν αὐτοῖς δυνάμεων τὴν ἔκφανσιν αὐτῶν λέγειν ἢ σωμάτων, ἃ δὴ πάντως ὑπέστρωται αὐτοῖς. ἀλλʼ εἰ τῶν ἀσωμάτων δυνάμεων, κοινόν ἐστι τοῦτο καὶ πρὸς τοὺς ὁρατοὺς θεούς — καὶ γὰρ ἐκεῖνοι ταῖς ἀσωμάτοις δυνάμεσιν οὐκ ἀεὶ φαίνονται, ἀλλὰ ποτὲ καὶ ὅταν ἐθέλωσιν. οὐκ ἔδει τοίνυν ἀντιδιαιρεῖσθαι τούτους ἐκείνοις κατὰ τὸ κοινὸν ἀμφοτέρων, ἀλλὰ καθʼ ὅσον ἔχουσιν ἴδιόν τι πάντως —, εἰ δὲ σωμάτων ποιοῦνταί τινων ἔκφανσιν ὅταν ἐθέλωσιν, ἀνάγκη κἀκείνους πρὸ τῶνδε τῶν ἐμφανῶν ἄλλοις χρῆσθαι σώμασιν ἀφανέσιν ἡμῖν, τότε δὲ φαινομένοις, ὅταν τοῖς χρωμένοις δοκῇ. πάντως ἄρα καὶ τοῖς μὴ ὁρατοῖς θεοῖς ἄλλα ὑπέστρωται σώματα θειότερα τῶν φαινομένων, καὶ κατʼ ἐκεῖνα λέγονταί τε ἐγκόσμιοι καὶ εἰσὶ καὶ διʼ ἐκείνων μέσων καὶ τούτοις ἐπιβεβήκασι τοῖς στοιχείοις, διδόντες καὶ αὐτοῖς ὅσον δύνανται δέξασθαι καὶ συνέχοντες αὐτῶν τὰ εἴδη καὶ τὰς φύσεις ταῖς ἑαυτῶν δυνάμεσι· καὶ γὰρ ἐπειδὴ τούτων οὐδὲν μὲν αἰσθητικόν ἐστι, δεῖ δὲ τὰ ὀχήματα τῶν λογικῶν ψυχῶν εἶναι τοιαῦτα, δῆλον δήπουθεν, ὡς ἄλλοις χρῶνται πρὸ τούτων ὀχήμασιν. ἔτι δὲ εἰ μὲν μηδὲν αὐτῶν ὅλως ἐξῆπται σῶμα, θαυμαστόν, εἴπερ καὶ αἱ οὐράνιαι ψυχαὶ σώμασι χρῶνται, τούτους ἐξῃρημένους εἶναι πάντη σωμάτων καὶ ταῦτα ἐγκοσμίους ὄντας. εἰ δὲ ἔχουσί τι καὶ σωματικόν, ἢ τὰ φαινόμενα ταῦτα ἕξουσι σώματα, καὶ πῶς ἐπιβεβήκασι σώμασι γινομένοις καὶ ἀπολλυμένοις; εἴτε γὰρ αἴσθησιν ἔχει ταῦτα, τῆς ἐν αὐτοῖς παρὰ φύσιν διαθέσεως αἰσθανόμενα τὴν τῶν χρωμένων ζωὴν ἀπράγμονα μένειν οὐκ ἐᾷ, εἴτε μὴ ἔχοι, οὐδʼ ἂν ζῷα εἴη· πᾶν γὰρ ζῷον αἰσθητικόν, ὡς καὶ αὐτῷ δέδοκται, διὸ καὶ τοῖς φυτοῖς αἰσθήσεως μεταδώσει τῆς ἐσχάτης, ζῷα καὶ ταῦτα προσειπών. ὅτι δὲ πᾶν τὸ ψυχῆς ἐξημμένον ἔμψυχόν ἐστι καὶ ζῷον, καὶ τοῦτο πάλιν αὐτός ἐστι λέγων. ἢ οὖν ταῦτα προσεχῶς ἐξήρτηται τῶν ὑπὸ σελήνην θείων ψυχῶν καὶ ἄπορος ὁ λόγος ἢ ἄλλα πρὸ τούτων· καὶ τοῦτʼ ἦν ὅπερ καὶ αὐτὸς ἐδήλωσεν εἰπών, ὅτι φαίνονται καθʼ ὅσον ἂν ἐθέλωσιν, ἀφανεῖς ὄντες ἡμῖν τέως. ταῦτα μὲν οὖν πρὸς τὴν τοῦ Πλάτωνος λέξιν.
Περὶ δὲ ἁπάντων τῶν κατευθυνόντων τὴν γένεσιν θεῶν λέγωμεν, ὡς οὔτε τὴν οὐσίαν ἔχουσι τῇ ὕλῃ συμμεμιγμένην, καθάπερ φασὶν οἱ ἀπὸ τῆς Στοᾶς — οὐδὲν γὰρ δῦνον κατὰ τῆς ὕλης νῷ καὶ φρονήσει δύναται διοικεῖν οὐδὲ κυρίως ἐστὶ ποιητικὸν αἴτιον, ἀλλʼ ὄργανον ἑτέρου τινός —, οὔτε τὴν μὲν οὐσίαν ἔχουσιν ἀμιγῆ πρὸς τὴν ὕλην, τὰς δὲ δυνάμεις καὶ τὰς ἐνεργείας ἀναμεμιγμένας πρὸς αὐτήν, ὡς οἱ περὶ Νουμήνιον λέγουσιν· ἐπεὶ γὰρ τῶν θεῶν αἱ ἐνέργειαι σύνδρομοι πρὸς τὰς οὐσίας εἰσὶ καὶ πρὸ τῶν ἔξω προϊουσῶν ἐνεργειῶν αἱ ἔνδον ὑφεστήκασιν, ὅπου γε καὶ ἡ μερικὴ ψυχὴ πρὸ τῆς εἰς τὸ ζῷον ἐνδιδομένης ζωῆς ἔχει κυριωτέραν ἐν ἑαυτῇ ζωὴν καὶ πρὸ τῆς ἔξω χωρούσης κινήσεως, διʼ ἧς τὰ ἄλλα κινεῖ, τὴν εἰς ἑαυτὴν ἐπεστραμμένην κέκτηται κίνησιν, πάντη ἄρα ἀμιγεῖς ἐκεῖνοι οἱ θεοὶ πρὸς τὴν ὕλην, ἀμιγῶς μὲν τὰ μεμιγμένα διακοσμοῦντες, ἀγενήτως δὲ τὰ γενητὰ καὶ ἀμερίστως τὰ μεριστὰ συνέχοντες, ζωῆς αἴτιοι νοῦ χορηγοὶ δυνάμεως ἀποπληρωταὶ ψυχῆς δοτῆρες ἀγαθῶν ἀρχηγοὶ πάντων, τάξεως καὶ προνοίας καὶ διοικήσεως ἀρίστης ἐξάρχοντες καὶ ζῷα κρείττονα περὶ ἑαυτοὺς ὑποστήσαντες, ἀγγέλων ἡγούμενοι, δαιμόνων ἄρχοντες, ἡρώων προϊστάμενοι κατὰ τάξιν καὶ διὰ τῆς τριφυοῦς ταύτης στρατιᾶς πᾶσαν κατευθύνοντες τὴν γένεσιν. εἰ δὴ βάσιν καὶ ἕδραν ἀποφηναίμεθα τῶν θεῶν ὅλην τὴν περὶ γένεσιν αὐτῶν καθήκουσαν διάταξιν, ὀρθῶς ἂν εἴποιμεν, καὶ εἰ τὸ τέλος αὐτοὺς φαῖμεν συνελίσσειν εἰς τὴν ἀρχὴν τῆς θείας ὑποβάσεως, οὐκ ἂν τῆς ἀληθείας ἁμαρτάνοιμεν. τοιούτων δὲ ὄντων αὐτῶν ὁ μὲν Πλάτων εἰς τοὺς νοερούς τε καὶ νοητοὺς θεοὺς καὶ τοὺς ἰδίως νοεροὺς καλουμένους ἀποβλέπων τὰς τέτταρας αὐτῶν προόδους κοινῶς ἐθεώρησεν. εἰσὶ δὲ ἐν αὐτοῖς καὶ ἀπὸ τῶν ὑπερκοσμίων θεῶν δυνάμεις, εἴτε ἀπὸ τῶν δώδεκα ἡγεμόνων εἴτε ἀπʼ ἄλλων τινῶν καθήκουσαι, καὶ ἀπὸ τῶν οὐρανίων δὲ χορῶν πρόεισί τις εἰς τὴν γένεσιν διάταξις διπλασιαζομένη, ὥς φησιν ὁ θεῖος Ἰάμβλιχος· ἀπὸ μὲν γὰρ τῶν εἴκοσι καὶ ἑνὸς ἡγεμόνων γενέσθαι δύο καὶ τεσσαράκοντα καθʼ ἑκάστην στοιχείου λῆξιν ἡγεμονίας θεῶν γενεσιουργῶν, ἀπὸ δὲ τῶν ἓξ καὶ τριάκοντα δεκαδαρχῶν δύο καὶ ἑβδομήκοντα προεληλυθέναι, καὶ ἄλλους ὡσαύτως θεούς, πλήθει μὲν διπλασίους τῶν οὐρανίων, δυνάμει δὲ ἀπολειπομένους. δεῖ δὲ καὶ τὰς τριπλᾶς αὐτῶν προόδους θεωρεῖν καὶ τὰς πενταμερεῖς διαιρέσεις καὶ τὴν καθʼ ἑβδομάδα θείαν ἀπογένεσιν· ἀνὰ λόγον γὰρ τῷ κόσμῳ παντὶ καὶ τριχῇ διεκοσμήθησαν καὶ πενταχῇ καὶ ἑπταχῇ, ἵνα καὶ ἕκαστον τῶν στοιχείων κόσμος ᾖ καὶ ὄντως μίμημα τοῦ παντός. ἡ μὲν δὴ σύντομος διδασκαλία περὶ τῶν ὑπὸ σελήνην θεῶν τοιαύτη τίς ἐστι κατὰ τὰς διπλᾶς οὐσίας καὶ τὰς διφυεῖς ζωὰς καὶ διττὰς λήξεις προεληλυθότων, ὥσπερ καὶ ὁ Πλάτων δυαδικὰς αὐτῶν πεποίηται τὰς ἡγεμονικὰς ἀπογεννήσεις. ἐφεξῆς δὲ τούτοις ἴδωμεν, τίνες εἰσὶν οἱ λόγοι τοῦ πατρὸς καὶ τίνος ἕνεκα προεληλύθασιν. εἰσὶ μὲν οὖν οἱ λόγοι πάντως οὔτε προφορικοί — τοῦτο γὰρ ἀλλότριον τῆς ἀΰλου καὶ χωριστῆς οὐσίας —, οὔτε φυσικοί — τούτους γὰρ οὐχ ὁ δημιουργὸς ἐνδίδωσι πρώτως τοῖς ἐγκοσμίοις, ἀλλὰ ἡ μία φύσις —, οὔτε ψυχικοί — τούτους γὰρ ἡ ψυχὴ προείληφεν ἥ τε μία καὶ αἱ ἄλλαι πᾶσαι, ὅσαι γένεσιν ἔσχον —, οὔτε νοεροί — καὶ γὰρ τούτους ὁ νοῦς ὁ τοῦ παντὸς ἐν ἑαυτῷ περιέχει καὶ πάντες οἱ ὑποστάντες νόες —, ἀλλʼ ὅπερ ἐστὶν ἐπάξιον τοῦ λέγοντος, δημιουργικοὶ καὶ θεῖοι, πάντας τοὺς ἀπογεννηθέντας θεοὺς δημιουργικοὺς ἀποτελοῦντες, κατὰ τὴν τοῦ λέγοντος θεοῦ δύναμιν χαρακτηριζόμενοι· εἰσὶ γὰρ οἱ λόγοι δυνάμεων μεταδόσεις ἀπὸ τῶν πρώτων εἰς τὰ δεύτερα καὶ θείας προνοίας καὶ ζωῆς θαυμαστῆς, ἣν ὁ τῶν ὅλων δημιουργὸς ἐν ἑαυτῷ προείληφεν. εἰσὶ μὲν οὖν, ὥσπερ εἴπομεν, οἱ λόγοι τοιοῦτοι, τέλος δὲ αὐτῶν ἐστι τὸ δημιουργικοὺς ἀποτελέσαι τοὺς θεοὺς τοὺς δεχομένους τοὺς λόγους· ὡς γὰρ οἱ ἀπὸ τῆς τέχνης λόγοι προϊόντες εἰς τὴν ὕλην τεχνητὰ ποιοῦσι καὶ ὡς οἱ ἀπὸ τῆς φύσεως φυσικὰ καὶ ὡς οἱ ἀπὸ ψυχῆς ἔμψυχα, νοερὰ δὲ οἱ ἀπὸ νοῦ, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀπὸ τῶν θεῶν λόγοι θεῖα ποιοῦσι τὰ κατʼ εἰκόνα γένη πάντα τῶν λόγων. ἐπεὶ δὲ καὶ τῶν θεῶν αὐτῶν οἳ μέν εἰσι δημιουργικῆς τάξεως, οἳ δὲ ζῳογονικῆς, οἳ δὲ ἀτρέπτου καὶ καθαρᾶς ζωῆς, οἳ δὲ ἄλλης τινός, κατὰ τὰς τῶν λεγόντων ἰδιότητας ἀφορίζεται καὶ τὸ εἶδος τῶν λόγων, ὅπου μὲν δημιουργικόν, ὅπου δὲ ζωῆς θείας παρεκτικόν, ὅπου δὲ ἀτρέπτου καθαρότητος χορηγόν· ὥστʼ ἐπειδὴ καὶ νῦν ὁ τοὺς λόγους προϊέμενός ἐστι δημιουργικὸς θεός, οἵ τε λόγοι κατὰ τὴν ἰδιότητα τοῦ λέγοντος προέρχονται δημιουργικοί τινες ὄντες καὶ τοὺς δεχομένους ἀποτελοῦσι δημιουργούς· εἰ γὰρ καὶ διάφοροι τάξεις εἰσὶ τῶν ἐγκοσμίων θεῶν, δημιουργικαὶ ζῳογονικαὶ συνοχικαὶ τελεσιουργοὶ φρουρητικαὶ κριτικαὶ καθαρτικαί, καθάπερ καὶ τῶν ὑπὲρ τὸν οὐρανὸν ἱδρυμένων — κατὰ γὰρ ἐκείνους καὶ οὗτοι προεληλύθασιν —, ἀλλʼ ὅμως καὶ πάντες πασῶν τῶν δυνάμεων μετέχουσιν, ἀφορίζονται δὲ ἄλλοι κατʼ ἄλλην ἰδιότητα μᾶλλον καὶ ἧττον, ὥστε καὶ δημιουργικῆς ἑκάστῳ μέτεστι δυνάμεως, καθʼ ὅσον συντέτακται πρὸς τὴν μονάδα τὴν δημιουργικήν, καὶ ζῳογονικῆς, καθʼ ὅσον ὑπὸ τῆς ζῳογονικῆς ἐλλάμπεται πηγῆς, κἀπὶ τῶν ἄλλων ὁμοίως. ἀλλʼ εἰ μὲν ἦν ζῳογονικὸς θεὸς ὁ λέγων, ἔφαμεν ἂν διὰ τῶν λόγων ζωῆς θείας τοὺς ἀκούοντας αὐτὸν πληροῦν, ἐπειδὴ δὲ δημιουργός ἐστιν ὁ δημηγορῶν, δημιουργικῆς ἰδιότητος μεταδίδωσι τοῖς θεοῖς καὶ διασπείρει τὴν μίαν ἑαυτοῦ δημιουργίαν εἰς τὰ πλήθη τῶν ἐγκοσμίων θεῶν καὶ δημιουργοὺς αὐτοὺς ἄλλων ἀποφαίνει τῶν θνητῶν γενῶν, αὐτὸς ἐν τῇ ἑαυτοῦ περιωπῇ διαιωνίως ἱδρυμένος, ἐν τῇ τοῦ Ὀλύμπου κορυφῇ κατὰ τὴν ἔνθεον ποίησιν. οἱ μὲν οὖν λόγοι τοιοῦτοι καὶ τέλος τοῦτο τῆς δημιουργικῆς ταύτης δημηγορίας. λοιπὸν δὲ ἐπὶ τὴν λέξιν προϊτέον.
Θεοὶ θεῶν.
Ὁ μὲν σκοπὸς τῆς δημηγορίας ἐστίν, ὡς προείρηται, δύναμιν δημιουργικὴν καὶ πρόνοιαν ἐνθεῖναι τοῖς ἐγκοσμίοις γένεσι τῶν θεῶν καὶ προαγαγεῖν εἰς τὴν τῶν λειπομένων γενῶν ἀπογέννησιν καὶ ἀνὰ λόγον αὐτοὺς ἐπιστῆσαι τοῖς θνητοῖς, ὥσπερ αὐτὸς ἐπιβέβηκε τῇ μιᾷ διακοσμήσει τοῦ παντὸς ὁ τῶν ὅλων πατήρ· δεῖ γὰρ τὰ μὲν πρώτως ἀπογεννᾶσθαι παρὰ τῆς δημιουργικῆς μονάδος, τὰ δὲ διὰ μέσων ἄλλων, τοῦ μὲν δημιουργοῦ πάντα παράγοντος ἀφʼ ἑαυτοῦ καὶ ὁμοῦ καὶ διαιωνίως, τῶν δὲ παραγομένων τάξιν ἐχόντων, καὶ τῶν πρώτων προϊόντων συμπαραγόντων ἐκείνῳ τὰ μεθʼ ἑαυτούς, οἷον τῶν μὲν οὐρανίων τοὺς ὑπὸ σελήνην, τούτων δὲ τὰ θνητὰ ζῷα, κἀκείνου μετʼ αὐτῶν ταῦτα παράγοντος — ἐν γὰρ τῷ λέγειν πάντα νοεῖ, τῷ δὲ νοεῖν ποιεῖ καὶ τὰ θνητὰ γένη τῶν ζῴων —, ἐκείνων δὲ ἄλλης δεομένων προσεχοῦς γεννητικῆς αἰτίας καθʼ ὅσον ἐστὶ θνητὰ καὶ διʼ ἐκείνης τὴν εἰς τὸ εἶναι πάροδον δεχομένων. ὁ δὲ χαρακτὴρ τῶν λόγων ἐστὶν ἐνθουσιαστικὸς ὡς διαλάμπων ταῖς νοεραῖς ἐπιβολαῖς, καθαρός τε καὶ σεμνὸς ὡς ἀπʼ αὐτῶν τελειούμενος τῶν θεῶν, ἐξηλλαγμένος τε καὶ ὑπερέχων τῶν ἀνθρωπίνων ἐννοιῶν, ἁδρός τε ὁμοῦ καὶ καταπληκτικὸς καὶ χαρίτων ἀνάμεστος, κάλλους τε πλήρης καὶ σύντομος ἅμα καὶ ἀπηκριβωμένος. διαφερόντως μὲν οὖν ὁ Πλάτων ἐπιτηδεύει ταῦτα ἐν ταῖς μιμήσεσι τῶν θείων λόγων, ὥσπερ καὶ ἐν Πολιτείᾳ δεδήλωκε τὰς Μούσας ὑψηλολογουμένας παραδοὺς καὶ τὸν προφήτην ἐπί τι βῆμα ὑψηλὸν ἀνιόντα καὶ δὴ καὶ ἑκατέρους συντομίᾳ καὶ σεμνότητι κοσμήσας καὶ ταῖς τῶν κώλων ἀπηκριβωμέναις δυνάμεσι χρωμένους, ἄντικρυς διὰ τοῦ τοιοῦδε τύπου τῶν λόγων τὰς θείας νοήσεις ἀπεικονιζόμενος. ἐν δὲ τοῖς προκειμένοις λόγοις οὐδεμίαν ὑπερβολὴν καταλέλοιπεν ἢ ἁδρότητος ἔν τε τοῖς διανοήμασι καὶ ἐν τοῖς ὀνόμασι τοῖς τούτῳ τῷ πλάσματι πρέπουσιν ἢ μεγέθους ἔν τε ταῖς ἐννοίαις καὶ τοῖς σχήμασι τοῖς τὴν ἰδέαν ταύτην συμπληροῦσι, μετὰ τοῦ καὶ τὴν εὐκρίνειαν καὶ τὴν καθαρότητα πολλὴν εἶναι καὶ τὰ τῆς ἀληθείας ἐπιφαίνεσθαι καὶ τὰ τοῦ κάλλους ἐξαίρετα συγκεκραμένα πρὸς τὴν τοῦ μεγέθους ἰδέαν μάλιστα ταύτην προσήκουσαν τοῖς ὑποκειμένοις πράγμασι καὶ τῷ λέγοντι καὶ τοῖς ἀκούουσι· τὰ μὲν γάρ ἐστιν ἡ τοῦ παντὸς τελείωσις καὶ ἡ πρὸς τὸ παντελὲς ζῷον ἐξομοίωσις καὶ ἡ σύμπασα γένεσις τῶν θνητῶν ζῴων, ὁ δὲ πάντων ποιητὴς προϋπάρχων καὶ πάντα κοσμῶν ἐξῃρημένως, οἱ δὲ δεύτεροι δημιουργοὶ πρὸς τὴν τοῦ πατρὸς δημιουργίαν τὸ κατάλοιπον προστιθέντες. ἅτε οὖν πάντων μεγάλων ὄντων καὶ θείων, καὶ τῶν προσώπων καὶ τῶν πραγμάτων, καὶ τῷ κάλλει διαλαμπόντων καὶ τῇ ἀπʼ ἀλλήλων διακρίσει τὰς πρεπούσας αὐτοῖς ἰδέας προσήρμοσεν. Ὅμηρος μὲν οὖν καὶ αὐτὸς ἐνθουσιάζων παραδίδωσι τὸν Δία δημηγοροῦντα καὶ τὰς διττὰς τῶν θεῶν συστοιχίας εἰς ἑαυτὸν ἐπιστρέφοντα καὶ ὥσπερ κέντρον αὐτὸν γιγνόμενον πάντων τῶν ἐν τῷ κόσμῳ θείων γενῶν καὶ πάντα κατήκοα τῆς ἑαυτοῦ ποιοῦντα νοήσεως. ἀλλὰ ποτὲ μὲν ἀμέσως αὐτῷ συνάπτει τὸ πλῆθος τῶν θεῶν, ποτὲ δὲ διὰ μέσης τῆς Θέμιδος· Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι,πάντη δὲ αὕτη φοιτήσασα συνάγει τὸν θεῖον ἀριθμὸν καὶ ἐπιστρέφει πρὸς τὴν μονάδα τὴν δημιουργικήν· ἐπειδὴ γὰρ οἱ θεοὶ καὶ χωριστοὶ τῶν ἐγκοσμίων εἰσὶ καὶ προνοοῦσιν ἁπάντων διαιωνίως καὶ ὁμοῦ κατʼ ἄκραν τε ὑπεροχὴν ἐξῄρηνται καὶ πάντη διατείνουσι τὴν ἑαυτῶν προμήθειαν — οὔτε γὰρ τὸ ἄμικτον αὐτῶν ἀπρονόητόν ἐστιν οὔτε τὸ προνοητικὸν συμμιγὲς πρὸς τὴν ὕλην· διὰ μὲν γὰρ δυνάμεως· ὑπερβολὴν οὐκ ἀναπίμπλανται τῶν διοικουμένων, διὰ δὲ ἀγαθοειδῆ βούλησιν πάντα ἑαυτοῖς παραπλήσια ποιοῦσιν, ἐν τῷ μένειν προϊόντες καὶ τῷ πάντων κεχωρίσθαι πᾶσιν ὁμοίως παρόντες —, ἐπεὶ δʼ οὖν ταῦτα τοῦτον ἔχει τὸν τρόπον καὶ δέχονται τήν τε ἀμιγῆ καθαρότητα καὶ τὴν προνοητικὴν ἐπιστασίαν παρὰ τοῦ πατρὸς αὐτῶν οἱ τὸν κόσμον κατευθύνοντες θεοὶ καὶ οἱ τούτων ὀπαδοὶ δαίμονες, ὅτε μὲν ἀμέσως αὐτοὺς ἐπιστρέφει πρὸς ἑαυτὸν ὁ πατήρ, τὸ χωριστὸν αὐτοῖς ἐπιλάμπει καὶ τὸ ἀμιγὲς καὶ ἄχραντον εἶδος τῆς ζωῆς — ὅθεν, οἶμαι, καὶ προστάττει κεχωρίσθαι πάντων καὶ ἐν τῷ Ὀλύμπῳ μένειν ἐξῃρημένους καὶ μήτε Ἕλληνας μήτε βαρβάρους ἐπιστρέφεσθαι, ταὐτὸν δὲ εἰπεῖν, τῶν διττῶν στοιχείων τῶν ἐγκοσμίων ὑπερανέχειν, ἐν τῇ νοήσει τῇ ἀχράντῳ μένοντας ἀτρέπτως —, ὅτε δὲ διὰ τῆς Θέμιδος, εἰς τὴν πρόνοιαν αὐτοὺς τρέπει τῶν δευτέρων καὶ κατευθύνειν παρακελεύεται τὸν κοσμικὸν πόλεμον καὶ ἄλλους ἐπʼ ἄλλας ἀνεγείρει ποιήσεις· τῆς οὖν Θέμιδος μάλιστα δέονται τῆς συνεχούσης ἐν ἑαυτῇ τοὺς θείους θεσμούς, καθʼ οὓς ἡ πρόνοια συνυφαίνεται τῶν ὅλων. Ὅμηρος μὲν οὖν τοιαῦτα ἄττα διατίθησιν ἐνθέως, διττὰς δημηγορίας ἐπὶ διτταῖς ἐνεργείαις τοῦ Διὸς παραδιδούς. Πλάτων δὲ διὰ τῆς μιᾶς ταύτης δημηγορίας τοὺς διττοὺς τρόπους ἐκείνους τῶν λόγων ὁμοῦ συνείληφε· καὶ γὰρ ἀμιγεῖς ἀποτελεῖ τοὺς θεοὺς ὁ δημιουργὸς πρὸς τὰ δεύτερα καὶ προνοητικοὺς καὶ ὑποστάτας τῶν θνητῶν· προστάττει γὰρ αὐτοῖς κατὰ μίμησιν αὐτοῦ δημιουργεῖν. ἐν δὲ τῷ τοιῷδε … συνείληπται ἑκάτερα, διὰ μὲν τῆς μιμήσεως τοῦ πατρὸς τὸ ἀμιγές — καὶ γὰρ ἐκεῖνος χωριστός ἐστιν ἀφʼ ὅλων τῶν ἐγκοσμίων ἐξῃρημένος —, διὰ δὲ τοῦ δημιουργεῖν καὶ τρέφειν τὰ θνητὰ καὶ αὔξειν τὸ προνοητικόν. μᾶλλον δὲ καθʼ ἑκάτερον ἀμφότερα θεωρεῖν ἔξεστιν· ἔν τε γὰρ τῇ μιμήσει τοῦ δημιουργοῦ προνοητικοὶ τῶν δευτέρων εἰσίν, ὥσπερ ἐκεῖνος τῶν ἀθανάτων, αὐτοὶ τῶν θνητῶν προνοοῦντες, καὶ ἐν τῷ δημιουργεῖν χωριστοὶ τῶν δημιουργουμένων ὑπάρχουσι· πᾶν γὰρ τὸ δημιουργικὸν αἴτιον ἐξῄρηται τῶν ὑφʼ ἑαυτοῦ γεννωμένων, τὸ δὲ συμμιγνύμενον πρὸς αὐτὰ καὶ ἀναπιμπλάμενον ἀπʼ αὐτῶν ἀσθενές ἐστι καὶ ἀδρανὲς καὶ κοσμεῖν αὐτὰ καὶ δημιουργεῖν ἀδύναμον. ταῦτα μὲν οὖν κοινῇ περὶ πάσης εἰρήσθω τῆς δημηγορίας.
Αὐτὸ δὲ τοῦτο πρῶτον τὸ θεοὶ θεῶν τί ποτέ ἐστι καὶ ποίαν ἔχει δύναμιν; ὅτι μὲν γὰρ ἡ ἀνάκλησις αὕτη συναγωγός ἐστι τοῦ πλήθους καὶ τῆς μονάδος καὶ ἐπιστρεπτικὴ καὶ ἀνακλητικὴ τῶν προελθόντων ἐπὶ τὸν ἕνα δημιουργὸν αὐτῶν καὶ ὡς ὅρον αὐτοῖς ἐντίθησι καὶ μέτρον θεῖον, ἐναργές ἐστι τοῖς μὴ παντάπασι τῶν τοιούτων λόγων ἀνηκόοις. πῶς δὲ καλοῦνται θεοὶ θεῶν οἱ τὸν κόσμον διαλαχόντες παρὰ τοῦ πατρὸς καὶ κατὰ ποίαν ἔννοιαν, οὐκέτι ῥᾴδιον ἐνδείξασθαι τοῖς πολλοῖς, εἰκότως· ἀιδίας γάρ ἐστι καὶ θείας νοήσεως ἐν τοῖσδε τοῖς ὀνόμασιν ἔκφανσις. διὰ δὴ ταύτην τὴν αἰτίαν καὶ οἳ μὲν τοῖς ἐφεξῆς συνάπτουσι τὸ θεῶν, τὸ ὅλον ποιοῦντες ὧν θεῶν ἐγὼ δημιουργός, οὐκ ὀρθῶς λέγοντες· οὔτε γὰρ ἄλλων μὲν ἔδει τὸν δημιουργὸν ποιεῖν δημιουργόν, ἄλλων δὲ πατέρα — καὶ ταῦτα τῶν ἀτιμοτέρων· τὰ γὰρ ἔργα τοῦ πατρὸς τῶν θεῶν αὐτῶν ὡς ἕτερα καὶ ἀτιμότερα διαστέλλειν αὐτόν φασι τῷ λέγειν δημιουργὸν μὲν ἑαυτὸν θεῶν, πατέρα δὲ ἔργων· τὸ γὰρ πατρικὸν τοῦ δημιουργικοῦ σεμνότερον —, οὔτε περὶ τὴν λέξιν οὑτωσὶ πλημμελεῖν ἐν τοῖς συνεχέσι τὰς ἐπαναλήψεις ταύτας παρεισκυκλοῦντας· ὅταν γὰρ πολλὰ τὰ μεταξὺ ῥηθέντα τυγχάνῃ, τότε τῆς τοιαύτης παρενθήκης καιρός, ἄλλως δὲ τὸ πρᾶγμα περίεργον. οἳ δὲ θεοὺς τοὺς ἐγκοσμίους θεῶν τῶν νοητῶν εἰρῆσθαί φασιν, ὡς εἰκόνας ὄντας ἐκείνων, ὥσπερ δὴ καὶ ὅλος ὁ κόσμος ἄγαλμά ἐστι τῶν ἀϊδίων θεῶν, καθάπερ εἶπεν ὁ Τίμαιος, οὐδʼ οὗτοι λέγοντες ὀρθῶς, ὅτι μηδὲν ἐξαίρετον λέγουσι τῶν θεῶν· ὁμοίως γὰρ ἂν ἐφαρμόσειε καὶ ἑκάστῳ τῶν θνητῶν ὁ λόγος· καὶ γὰρ ταῦτα πάντα θεῶν ἐστιν, ὡς τῶν νοητῶν εἰκόνες. καὶ εἰ ἔδει πρὸς ἐκεῖνα τὸ θεῶν ἀναπέμπειν, μᾶλλον ἐχρῆν, οἶμαι, θεοὺς θεοῦ προσειπεῖν αὐτούς, ὡς ὑφʼ ἑνὸς τοῦ δημιουργοῦ παραχθέντας μόνους, τῶν θνητῶν οὐχ ὑπʼ ἐκείνου παραγομένων· ἐπεὶ καὶ αὐτός ἐστιν ὁ λέγων ὁ δημιουργός, καὶ διὰ τοῦτο πρεπωδέστερον ἦν ἑνικῶς εἰπεῖν μᾶλλον ἢ πληθυντικῶς. οἳ δὲ τὰς ὁλικωτάτας ἑνάδας τῶν ἐγκοσμίων θεῶν θεοὺς ἔφασαν καλεῖσθαι παρὰ τοῦ πατρός, ὡς ἡγεμόνας ἡγεμόνων καὶ βασιλέας βασιλέων, ἀνὰ λόγον ὄντας αὐτῷ τῷ πατρί, διότι καὶ αὐτὸς πατήρ ἐστι πατέρων καὶ ὕπατος κρειόντων κατὰ τοὺς ποιητάς. πρὸς δὲ τούτους ῥᾴδιον ἀπαντᾶν, ὅτι πρὸς πάντας τοὺς ἐγκοσμίους θεοὺς ἢ θεῶν ὀπαδοὺς ὁ Πλάτων λέγοντα παρεισήγαγε τὸν δημιουργόν, ἀλλʼ οὐ πρὸς τινὰς αὐτῶν· εἰ γὰρ ὅσοι τε φανερῶς περιπολοῦσι καὶ ὅσοι φαίνονται καθʼ ὅσον ἂν ἐθέλωσι συνήγαγον ἑαυτοὺς πρὸς τὸν ἕνα δημιουργὸν καὶ λέγει τάδε πρὸς αὐτοὺς ἐκείνους, οὐ χρὴ μερικῶς τὸ θεοὶ θεῶν ἀκούειν ὡς ἐπὶ τῶν ἡγεμόνων μόνων φερόμενον. εἰ δὲ μηδὲν τῶν εἰρημένων ἀντιλαμβάνεται τῆς Πλατωνικῆς ἐννοίας, τί ποτε αὐτὸ δηλοῦν ῥητέον; κάλλιον δὴ καὶ ἐνταῦθα πρὸς τὴν τοῦ καθηγεμόνος ἡμῶν διάνοιαν ἀνατρέχειν. λέγει δὲ αὕτη τοὺς ἐγκοσμίους πάντας θεοὺς οὐχ ἁπλῶς εἶναι θεούς, ἀλλὰ τὸ ὅλον τοῦτο μεθεκτοὺς θεούς· ἔστι γὰρ ἐν αὐτοῖς τὸ μέν τι χωριστὸν καὶ ἀφανὲς καὶ ὑπερκόσμιον, τὸ δὲ ἐμφανὲς ἄγαλμα τῶν ἐν τῷ κόσμῳ τεταγμένον. καὶ πρώτως μέν ἐστι θεὸς τὸ ἀφανὲς αὐτῶν — νοείσθω γὰρ δὴ νῦν ὡς ἀδιαίρετον καὶ ἕν —, δευτέρως δὲ τὸ ὄχημα τοῦτο τὸ ἐξηρτημένον τῆς ἀφανοῦς ἐν αὐτοῖς οὐσίας· εἰ γὰρ καὶ ἐφʼ ἡμῶν διττὸς ὁ ἄνθρωπος, ὃ μὲν ἐντὸς κατὰ τὴν ψυχήν, ὃ δὲ φαινόμενος ὃν ὁρῶμεν, πόσῳ μᾶλλον ἐπὶ τῶν θεῶν ἀμφότερα ῥητέον καὶ τὸν θεὸν διττόν, τὸν μὲν ἀφανῆ, τὸν δὲ φαινόμενον; τούτων δὲ οὕτως ἐχόντων τὸ θεοὶ θεῶν ῥητέον πρὸς ἅπαντας λέγεσθαι τοὺς ἐγκοσμίους, ἐν οἷς συμπλοκή τίς ἐστι τῶν ἀφανῶν θεῶν πρὸς τοὺς ἐμφανεῖς· μεθεκτοὶ γάρ εἰσιν. ὅλως δὲ διττῶν διακόσμων ὑπὸ τοῦ δημιουργοῦ παραγομένων, τῶν μὲν ὑπερκοσμίων, τῶν δὲ ἐγκοσμίων καὶ τῶν μὲν ἀμεθέκτων ὄντων, τῶν δὲ μεθεκτῶν, εἰ μὲν πρὸς τοὺς ὑπερκοσμίους διελέγετο νῦν, εἶπεν ἂν πρὸς αὐτοὺς θεοὶ μόνον — εἰσὶ γὰρ ἀμέθεκτοι καὶ χωριστοὶ καὶ ἀφανεῖς —, ἐπειδὴ δὲ πρὸς ἐγκοσμίους ὁ λόγος, θεοὺς αὐτοὺς ἀποκαλεῖ θεῶν, ὡς μετεχομένους ὑπʼ ἄλλων ἐμφανῶν θεῶν. ἐν δὴ τούτοις περιλαμβάνονται καὶ οἱ δαίμονες· καὶ γὰρ αὐτοὶ κατὰ τὴν πρὸς τοὺς θεοὺς τάξιν εἰσὶ θεοί, μετέχοντες ἀδιαιρέτως τῆς ἐκείνων ἰδιότητος. οὕτω τοι καὶ ἐν Φαίδρῳ θεῶν καὶ δαιμόνων ἡγεμόνας εἰπὼν τοὺς δώδεκα θεοὺς ὅμως τοὺς ἑπομένους ἅπαντας θεοὺς ἀπεκάλεσεν ἐπενεγκών· καὶ οὗτος μὲν θεῶν βίος. πάντες οὖν εἰσι θεοὶ θεῶν, ὡς συμπεπλεγμένον ἔχοντες τῷ ἀφανεῖ τὸ ἐμφανὲς καὶ τῷ ὑπερκοσμίῳ τὸ ἐγκόσμιον. ταῦτα μὲν οὖν περὶ τῆς ὅλης εἰρήσθω τοῦδε τοῦ προσρήματος ἐννοίας. Δεῖ δέ, ἐπειδὴ δημιουργικοὺς εἶναι τοὺς λόγους ἔφαμεν, οἰκείως αὐτοὺς πρὸς τὴν δημιουργικὴν πρόνοιαν ἐκλαμβάνειν. εἰ δὴ οἱ λόγοι οὗτοι νοήσεις εἰσίν, αἱ δὲ νοήσεις αὗται ποιήσεις, τί ἂν φαῖμεν ἀπὸ τῆς πρωτίστης ἐπιβολῆς τὸν δημιουργὸν εἰς τὸ πλῆθος τῶν ἐγκοσμίων θεῶν ποιεῖν; ἦ δῆλον, ὅτι ταύτην αὐτοῦ τὴν ἐνέργειαν ἐκθεωτικὴν ἐροῦμεν· μία γὰρ αὕτη νόησις ἀπὸ τοῦ δημιουργοῦ προϊοῦσα θεία πρωτίστη καὶ ἁπλουστάτη, ἣ πάντας ἐκθεοῖ τοὺς δεχομένους αὐτὴν καὶ ποιεῖ θεοὺς δημιουργικούς, θεοὺς μεθεκτούς, θεοὺς ἀφανεῖς ἅμα καὶ ἐμφανεῖς· τοῦτο γὰρ ἦν, ὥσπερ εἴρηται, τὸ θεοὺς εἶναι θεῶν· οὔτε γὰρ τὸ θεοὶ μόνον αὐτοῖς οἰκεῖον — οὐ γάρ εἰσιν ἀφανεῖς —, οὔτε τὸ θεοὶ δὶς ῥηθέν, ὡς ἂν εἴ τις φαίη θεοὶ καὶ θεοί· πᾶς γὰρ ὁ τοιοῦτος δεσμὸς μεμηχανημένος ἐστὶ καὶ ἀλλότριος τῆς θείας ἑνώσεως. εἴρηται μὲν οὖν καὶ ταῦτα μετρίως. δεῖ δὲ μηδὲ ἐκεῖνον ἀπεῖναι τὸν λόγον, τὸν τὰς ἐξηγήσεις εἰς μίαν ἄγοντα συμφωνίαν, ὅτι πᾶς ἐγκόσμιος θεὸς ἔχει μὲν καὶ ζῷον ἐξηρτημένον, καθʼ ὃ δὴ καλεῖται ἐγκόσμιος, ἔχει δὲ καὶ ψυχὴν θείαν, ἣ διοικεῖ τὸ ἐξημμένον ὄχημα αὐτῆς, ἔχει δὲ καὶ νοῦν ἄυλον καὶ χωριστόν, καθʼ ὃν ἥνωται πρὸς τὸ νοητόν, ἵνα καὶ μιμῆται τὸν κόσμον, ἐν ᾧ πάντα ταῦτά ἐστι, καὶ τῷ μὲν ζῴῳ τοῦ αἰσθητοῦ μέρος ᾖ, τῷ δὲ νῷ τῆς νοητῆς οὐσίας, τῇ δὲ ψυχῇ συνάπτῃ τὴν ἀμέριστον ἐν αὐτῷ ζωὴν πρὸς τὴν περὶ τὸ σῶμα μεριστήν. τριπλῆς δὲ οὔσης τοιαύτης ἐν ἑκάστῳ συστάσεως οὔτε πρὸς τοὺς νοῦς ὁ Πλάτων ἐνταῦθα παραδίδωσι λέγοντα τὸν δημιουργόν — ἀνεκφοίτητοι γάρ εἰσιν οἱ νόες τοῦ θείου νοῦ καὶ ἀγένητοι παντελῶς· ἡ γοῦν ψυχὴ πρώτη τῶν γενομένων ἐστί, μικρὸν δὲ ὕστερον ἐρεῖ πρὸς αὐτοὺς τὸ ἐπείπερ ἐγένεσθε —, οὔτε πρὸς τὰ ζῷα μόνα τὰ ἐξημμένα τῶν ψυχῶν — ἐκεῖνα γὰρ ἄλλων ἐστὶ καὶ οὐ πέφυκεν ἀμέσως τῆς μιᾶς δημιουργικῆς ἀπολαύειν νοήσεως —, οὔτε πρὸς τὰς ψυχὰς καθʼ ἑαυτάς — αὗται γὰρ ἀθάνατοι πάμπαν εἰσί, τούτους δέ, πρὸς οὓς ὁ λόγος, ἐρεῖ μὴ εἶναι τὸ πάμπαν ἀθανάτους —, ἀλλʼ, εἰ χρὴ τὸ δοκοῦν εἰπεῖν, πρὸς τὸ σύνθετον ἔκ τε τῆς ψυχῆς καὶ τοῦ ζῴου, τοῦτο δέ ἐστι πρὸς τὸ ζῷον τὸ θεῖον καὶ ἔμψυχον· νοῦς μὲν γὰρ οὐ διὰ λόγου γιγνώσκει τὴν δημιουργικὴν βούλησιν, ἀλλὰ διὰ νοήσεως, οὐδὲ διʼ ἐπιστροφῆς, ἀλλὰ διʼ ἑνώσεως τῆς πρὸς τὸν ὅλον νοῦν, ἅτε νοῦς ὢν καὶ οἷον ὁμόχρους πρὸς αὐτὸν ὑπάρχων· ψυχὴ δέ, ἅτε λόγος οὖσα καὶ οὐκ αὐτονοῦς, οἰκείως τῇ ἑαυτῆς οὐσίᾳ λόγου δεῖται καὶ τῆς κατὰ λόγον πρὸς τὸ νοητὸν ἐπιστροφῆς. πρὸς ταύτας οὖν ὁ δημιουργικὸς πρόεισι λόγος ὡς λογικὰς κατʼ οὐσίαν καὶ ἐν λόγοις οὐσιωμένας, διχῶς αὐταῖς ἐφαρμόζων καὶ ὡς μετεχομέναις ὑπὸ σωμάτων — θεοὶ γάρ εἰσιν οὗτοι θεῶν ἐκείνων — καὶ ὡς μετεχούσαις τῶν νόων — καὶ γὰρ ἐκείνων θεῶν ὄντων εἰσὶ θεοὶ μετέχουσαί τε τῶν νόων καὶ μεθεκταὶ οὖσαι τοῖς σώμασι. διὸ καὶ τὸ γενητὸν καὶ τὸ οὐκ ἀθάνατον καὶ πάντα αὐταῖς οἰκείως ἐφαρμόσει, καθʼ ὅσον ἔχουσι πρὸς τὰ ἐγκόσμια σύνταξίν τινα καὶ συμπλοκὴν καὶ καθʼ ὅσον μετέχονται ὑπʼ αὐτῶν, καὶ τὸ μάθετε καὶ τὸ γεννᾶτε, καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι τῶν γεννωμένων θειότερον τοῖς νοεροῖς ἐμπρέπον.
Ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἃ διʼ ἐμοῦ γενόμενα ἄλυτα ἐμοῦ γε ἐθέλοντος.
Ἔοικεν, ὡς συντόμως εἰπεῖν, εἰς τρία τὴν ὅλην δημιουργίαν ἀναπέμπειν ἐνεργήματα τοῦ ἑνὸς δημιουργοῦ πρὸς τοὺς πολλούς, τὸ ἐκθεωτικόν, τὸ τῆς συνοχῆς παρεκτικόν, τὸ τῆς πρὸς τὸ αὐτοζῷον ὁμοιότητος χορηγόν· αὐτὴ μὲν γὰρ ἡ ἀνάκλησις θεοὺς ἀποφαίνει τοὺς ὑπʼ αὐτοῦ προελθόντας, οἱ δὲ περὶ τοῦ ἀλύτου καὶ λυτοῦ λόγοι τὸ μέτρον αὐτοῖς τῆς ἐν τούτοις μεσότητος ἀφορίζοντες τὴν σύμμετρον αὐτῶν τῇ τάξει διαμονήν τε καὶ συνοχὴν ἐπορέγουσιν, οἱ δὲ περὶ τῆς δημιουργίας τῶν θνητῶν αὐτοῖς παρακελευόμενοι τελειωτικούς τε τοῦ παντὸς αὐτοὺς ἀπεργάζονται καὶ ὑποστάτας ζῴων δευτέρων κατὰ τὴν τοῦ παραδείγματος μίμησιν. διὰ δὲ τῶν τριττῶν τούτων ἐνεργειῶν ἐπὶ πάντας τοὺς νοητοὺς θεοὺς ἀνάγει τοὺς ἑαυτοῦ παῖδας ὁ δημιουργὸς καὶ ἐνιδρύει ταῖς νοηταῖς αὐτοὺς τριάσι, τῷ μὲν ἑνὶ ὄντι διὰ τῆς πρώτης — ἐκεῖνο γάρ ἐστι τὸ πρώτως ἐκθεούμενον, ἐν ᾧ τὸ μὲν ἓν θεότης, τὸ δὲ ὂν τὸ πρώτως μετέχον ἐκείνης· τὸ μὲν οὖν αὐτοὲν μόνως θεὸς καὶ αὐτοθεός, οὐδενὸς ὂν οὐδὲ μεθεκτὸν ὑπάρχον, τὸ δὲ ἓν ὄν, ἐν ᾧ πρώτη μέθεξις, θεοῦ θεός· καὶ γὰρ τὸ ὂν θεὸς ὡς ἀκρότατον τῶν πάντων καὶ τὸ ἓν ὡς ἀπὸ τοῦ αὐτοενὸς προελθόν, ὃ δὴ πρώτως ἦν θεός —, τῷ δὲ αἰῶνι διὰ τῆς δευτέρας — ὁ γὰρ αἰὼν πᾶσι τοῖς ὁπωσοῦν τὴν ἄλυτον ἔχουσι διαμονὴν αἴτιος ταύτης ἐστὶ τῆς ἀλύτου διαμονῆς, ὥστε καὶ τὰ ἐγκόσμια πάντα δέδεται κατὰ τὴν δημιουργικὴν βούλησιν καὶ μετέχει τι τοῦ ἀλύτου διὰ τὴν ἐκείνου μετουσίαν, ἄλλων ὄντων τῶν πρώτων ἀλύτων καὶ ὄντως ἀθανάτων διʼ ἐκείνων ὄντων —, τῷ δὲ παντελεῖ ζῴῳ διὰ τῆς τρίτης — τὸ γὰρ ζῳογονικὸν πρὸς ἐκεῖνο καὶ τοὺς ἐγκοσμίους ἐξομοιοῖ καὶ ἐντίθησιν αὐτοῖς τὰ παραδείγματα τῶν ζῴων, ὧν γεννῶσι. καὶ οὗτος εἷς μὲν ἂν εἴη σκοπὸς τῆς δημιουργίας ἐπιστρεπτικὸς καὶ τελεσιουργὸς τοῦ προελθόντος πλήθους τῶν θεῶν. μετὰ δὲ τὸν ἕνα τριπλοῦς ὁ ἐνιδρύων αὐτοὺς τοῖς τρισὶ νοητοῖς διακόσμοις. δευτέρα οὖν νόησις αὕτη δημιουργικὴ μετὰ τὴν πρώτην καὶ ἐκθεωτικήν, μόνιμον κατάστασιν καὶ δύναμιν ἄτρεπτον καὶ αἰώνιον τρόπον τινὰ κατὰ τὴν μίμησιν οὐσίαν ἐπιλάμπουσα τοῖς ἐγκοσμίοις θεοῖς, διʼ ἣν καὶ πᾶς ὁ κόσμος καὶ πᾶσαι αἱ θεῖαι λήξεις ἀεὶ ὡσαύτως ἔχουσι, μετασχοῦσαι διὰ τοῦ πατρὸς τῆς ἀτρέπτου φύσεως καὶ τῆς ἀμεταβλήτου δυνάμεως· πάντα γὰρ τὰ ἐξ ἀκινήτου γιγνόμενα αἰτίας ἄλυτα καὶ ἀμετάβλητά ἐστι, τὰ δὲ ἐκ κινουμένης μεταβλητά. καὶ οὖν καὶ ἐν τοῖς ἐγκοσμίοις ὅσα μὲν ἐκ μόνης προῆλθε τῆς δημιουργικῆς αἰτίας, ἀεὶ ὡσαύτως γιγνόμενα διαμένει καὶ πάσης ἐξῄρηται τῆς τρεπτῆς καὶ ἀλλοιωτῆς οὐσίας, ὅσα δὲ καὶ ἀπʼ ἐκείνης μὲν καὶ ἐξ ἄλλων δὲ κινουμένων ἀρχῶν, ἀμετάβλητα μέν ἐστι καθʼ ὅσον ἀπʼ ἐκείνης, μεταβλητὰ δὲ καθʼ ὅσον ἀπὸ τούτων· ἃ γὰρ μόνος ὁ δημιουργὸς ἀπογεννᾷ, ταῦτα ἄτρεπτα δημιουργεῖ καὶ ἄλυτα κατά τε τὴν αὐτῶν φύσιν καὶ κατὰ τὴν αὑτοῦ δύναμίν τε καὶ βούλησιν· ἐκείνοις τε γὰρ ἐνδίδωσι φρουρητικὴν αὐτῶν καὶ σωστικὴν δύναμιν καὶ αὐτὸς ἐξῃρημένως συνέχει τὴν οὐσίαν αὐτῶν· πάντα γὰρ σῴζεται διχῶς καὶ ἐκ τῆς ἐν αὐτῷ δυνάμεως καὶ ἐκ τῆς προνοητικῆς ἀγαθότητος καὶ δυναμένης ὄντως καὶ βουλομένης πάντα διατηρεῖν, ὅσοις ἀεὶ σῴζεσθαι θέμις. ἔστι μὲν οὖν, ὥσπερ εἴπομεν, καὶ παρὰ τὴν ἑαυτῶν φύσιν ἄλυτα τὰ θειότατα τῶν φανερῶν, ἔστι δὲ καὶ παρὰ τὴν δημιουργικὴν δύναμιν τὴν διήκουσαν διʼ ὅλων καὶ συνέχουσαν αὐτὰ διαιωνίως· αὕτη γάρ ἐστιν ἡ φρουρὰ καὶ ὁ θεῖος θεσμὸς ὁ πάντων συνοχεύς. τούτων δὲ ἔτι κυριωτέρα καὶ μείζων αἰτία ἡ δημιουργικὴ βούλησις καὶ τῇ δυνάμει χρωμένη· τί γὰρ ἄλλο τῆς ἀγαθότητος ὑπέρτερον ἢ ποῖος δεσμὸς ταύτης τελειότερος, ἣ τὴν ἕνωσιν ἐπιλάμπει καὶ τὴν αἰώνιον οὐσίαν συνέχει καὶ πέρας ἐστὶ καὶ μέτρον ἁπάντων; εἰς ἣν καὶ νῦν ὁ δημιουργὸς ἀνήνεγκε τὴν τῆς ἀτρέπτου δυνάμεως αἰτίαν εἰπὼν ἐμοῦ γε ἐθέλοντος· ἐπέστησε γὰρ φρουρὸν τοῖς οἰκείοις ἔργοις τὴν ἑαυτοῦ βούλησιν, ἑνοποιὸν καὶ συνεκτικὴν καὶ μετρητικὴν ὑπάρχουσαν τῶν ὅλων. ἀλλὰ τίς ὁ δημιουργὸς καὶ τίς ὁ πατήρ, εἴρηται μὲν καὶ πρότερον, λεγέσθω δὲ συντόμως καὶ νῦν, ὅτι τέτταρά ἐστι ταῦτα, ὁ πατὴρ καὶ ὁ ποιητής, καὶ τέτταρες οὗτοι οἱ τὴν ἀναλογίαν ταύτην σῴζοντές εἰσιν ἐφεξῆς· πατὴρ μὲν ὁ πρῶτος ἀπὸ τοῦ ἑνὸς προελθὼν Αἰθήρ. πατὴρ δὲ καὶ ποιητὴς ὁ κατὰ παράδειγμα θεός, ὅν τε Φάνητα πρωτόγονον μάκαρες κάλεον. ποιητὴς δὲ καὶ πατὴρ ὁ Ζεύς, ὃς καὶ νῦν λέγεται δημιουργὸς ὑφʼ ἑαυτοῦ πατήρ τε ἔργων, φαῖεν ἂν οἱ Ὀρφικοί. ποιητὴς δὲ μόνως ὁ τῆς μεριστῆς ἐστι δημιουργίας αἴτιος, ὡς ἂν οἱ αὐτοὶ φαῖεν. τῷ μὲν οὖν πατρὶ μόνως ὑπόκειται τὰ νοητὰ πάντα, τὰ νοερὰ πάντα, τὰ ὑπερκόσμια, τὰ ἐγκόσμια· τῷ δὲ πατρὶ καὶ ποιητῇ τὰ νοερὰ πάντα, τὰ ὑπερκόσμια, τὰ ἐγκόσμια· τῷ δὲ ποιητῇ καὶ πατρὶ νοερῷ ὄντι τὰ ὑπερκόσμια, τὰ ἐγκόσμια· τᾷ δὲ ποιητῇ μόνως τὰ ἐγκόσμια. καὶ ταῦτα πάντα ἡμᾶς ἡ Ὀρφέως ἐδίδαξεν ὑφήγησις· καθʼ ἑκάστην γὰρ ἰδιότητα τῶν τεττάρων πλῆθος ὑποτέτακται θεῶν. τίνα δὲ τὰ ἔργα τοῦ δημιουργοῦ καὶ πατρός; ἦ δῆλον ὅτι τά τε σώματα πάντα καὶ ἡ τῶν ζῴων σύστασις καὶ ὁ τῶν ψυχῶν τῶν μεθεκτῶν ἀριθμός. ταῦτα οὖν πάντα ἄλυτά ἐστι διὰ τὸ θέλημα τοῦ πατρός· τοῦτο γὰρ καὶ αὐτοῖς ἐνδέδωκε δύναμιν τῆς ἀτρέπτου διαμονῆς, συνεκτικὸν αὐτῶν καὶ φρουρητικὸν ὑπάρχον ἐξῃρημένως. οἱ δὲ νόες οἱ ταῖς ψυχαῖς ἄνωθεν ἐπιβεβηκότες οὐκ ἂν λέγοιντο ἔργα τοῦ πατρός· οὐδὲ γὰρ γένεσιν ἔσχον, ἀλλʼ ἀγενήτως ἐξεφάνησαν, οἷον ἐντὸς ἀδύτων τεχθέντες καὶ οὐ προελθόντες ἐξ αὐτῶν· ἐκείνων γὰρ οὐδὲ παραδείγματά ἐστιν, ἀλλὰ τῶν μέσων τε καὶ τῶν τελευταίων· ψυχὴ γὰρ πρώτη τῶν εἰκόνων, τὰ δὲ ὅλα, οἷον τὰ ζῷα καὶ ἔμψυχα καὶ ἔννοα καὶ γενητά, ἐκ τῶν νοητῶν ὑπέστη παραδειγμάτων, ὧν καὶ τὸ αὐτοζῷον ἦν περιληπτικόν.
Τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν, τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ.
Τὸ λυτὸν καὶ τὸ ἄλυτον ὅπως ἐπὶ τῶν θεῶν λέγεται, σκοπεῖν χρὴ καὶ τοὺς οἰκείους τρόπους τῆς λύσεως συνάπτειν τοῖς προσήκουσι δεσμοῖς· οὐ γὰρ ὡσαύτως δέδεται πᾶν οὐδὲ τὸ καθʼ ἕνα τρόπον δεθὲν κατʼ ἄλλον λύεται καὶ ἄλλον, ἀλλὰ τὸ μὲν πῂ δεδεμένον καὶ τὴν λύσιν ἔχει κατʼ ἐκεῖνο, τὸ δὲ πάντη δεδεμένον καὶ λύεται πάντη, καὶ τὸ μὲν ὑφʼ ἑαυτοῦ δεδεμένον καὶ ὑφʼ ἑαυτοῦ λύεται, τὸ δὲ παρʼ ἑτέρου δεθὲν ἐπʼ ἐκεῖνο καὶ τὴν λύσιν ἀνηρτημένην ἔχει, καὶ τὸ μὲν ἐν χρόνῳ δεθὲν καὶ λύεται κατὰ χρόνον, τὸ δὲ ἀΐδιον τὸν δεσμὸν λαχὸν ἀϊδίως καὶ λελύσθαι ῥητέον· παντὶ γάρ, ἁπλῶς εἰπεῖν, δεσμῷ συνέζευκται καὶ λύσις εἰκότως· ἔστι γὰρ ὁ δεσμὸς οὔτε ἕνωσις ἀπλήθυντος — οὐδὲ γὰρ δεῖται δεσμοῦ τὸ ἕν —, οὔτε πολλῶν μὲν καὶ διαφερόντων σύνοδος, μηκέτι σῳζόντων τὴν ἰδιότητα τὴν ἑαυτῶν· σύγχυσις γὰρ τὸ τοιοῦτον καὶ τὸ ἐξ αὐτῶν ἕν ἐστιν ἐκ συνεφθαρμένων, ἀλλʼ οὐ δεδεμένων γενόμενον· τὰ γὰρ δεδεμένα δεῖ μένοντα ἅπερ ἐστίν, ἀλλʼ οὐκ ἐφθαρμένα δεδέσθαι. μόνως ἄρα δεσμός ἐστιν, ὅταν καὶ πολλὰ ᾖ καὶ σῳζόμενα μίαν ἔχοντα συνεκτικὴν αὐτῶν καὶ συναγωγὸν δύναμιν εἴτε σωματικὴν εἴτε ἀσώματον. εἰ δὲ τοῦτο, καὶ ἥνωται τὰ δεδεμένα διὰ τὸν δεσμὸν καὶ διακέκριται, διότι σῴζει τὴν οἰκείαν ἕκαστον φύσιν. πανταχοῦ μὲν οὖν, ὅπερ εἴπομεν, ὁ δεσμὸς ἔχει καὶ τὴν λύσιν αὑτῷ συμπεπλεγμένην, ἀλλὰ διαφέρουσιν οἵ τε δεσμοὶ καὶ αἱ λύσεις τῷ πῂ καὶ ἁπλῶς, τῷ παρʼ ἑαυτοῦ καὶ παρʼ ἄλλου, τῷ κατὰ χρόνον καὶ ἀϊδίως· ἐν γὰρ τούτοις αὐτῶν αἱ διαφορότητες. μὴ τοίνυν θαυμάσωμεν, εἰ τὸ αὐτὸ λυτόν ἐστι καὶ ἄλυτον, καὶ εἰ πὼς μὲν ἄλυτον, πὼς δὲ λυτόν· ὥστε καὶ τὰ ἔργα τοῦ πατρὸς εἰ ἄλυτα μέν ἐστιν οὕτως, ὡς κατὰ χρόνον τινὰ μὴ λυθησόμενα, λυτὰ δὲ ὡς ἔχοντα μετὰ τοῦ δεσμοῦ κατὰ τὰς ἐν αὐτῷ τῷ δήσαντι διωρισμένας τῶν δεθέντων αἰτίας καὶ τὴν διάκρισιν τῶν ἁπλῶν, οὐδὲν θαυμαστόν· ὡς γὰρ τὸ αὐθυπόστατον λέγεται διχῶς, τὸ μὲν ὡς μόνον πάντα ἑαυτῷ χορηγοῦν, τὸ δὲ ὡς καὶ παρʼ ἑαυτοῦ μὲν ὑφιστάμενον καὶ παρʼ ἄλλης δὲ τῆς πρὸ ἑαυτοῦ αἰτίας, οὕτως καὶ τὸ ἄλυτον ῥηθήσεται διχῶς, τὸ μὲν ὡς ἁπλοῦν πάντη καὶ ὑφʼ ἑτέρου παντὸς ἄλυτον καὶ ὑφʼ ἑαυτοῦ … , καθάπερ καὶ κινούμενόν ἐστι διχόθεν καὶ ὑφεστὼς ὁμοίως. τούτοις δὲ τοῖς δύο τρόποις ἀντίκεινται τοῦ λυτοῦ δύο τρόποι, τῷ μὲν πῂ παρʼ ἑτέρου τε παντὸς καὶ ὑφʼ ἑαυτοῦ ἀλύτῳ τὸ παρʼ ἑτέρου καὶ ἑαυτοῦ λυτόν, ὃ δὴ καθʼ ἑαυτὸ μέν ἐστι λυτὸν ὡς ἐκ διῃρημένων ὄν, τῷ δὲ ἐν ἄλλῳ τῷ πρὸ αὐτοῦ τὰς αἰτίας προεῖναι τῶν ἁπλῶν, ἐξ ὧν ὑφέστηκε, καὶ ὑπʼ ἐκείνου πῃ καὶ κατʼ αὐτὸ τοῦτο μόνον γίγνεται λυτόν. τῷ δὲ ἁπλῶς ὄντι διχόθεν ἀλύτῳ παρʼ ἑαυτοῦ καὶ παρʼ ἄλλου τὸ διχόθεν ἁπλῶς λυτὸν καὶ ἐν αὑτῷ τε τὴν τῆς λύσεως αἰτίαν ἔχον καὶ ἀπʼ ἄλλου ταύτην ὑποδεχόμενον. τέτταρα δʼ οὖν ταῦτά ἐστιν· ἄλυτον ἁπλῶς παρʼ ἑτέρου καὶ ἑαυτοῦ καὶ λυτὸν ἁπλῶς παρʼ ἑτέρου καὶ ἑαυτοῦ καὶ πάλιν ἄλυτόν πῃ διχῶς, λυτόν πῃ διχῶς. τούτων δὴ τῶν τεττάρων τὸ μὲν πρῶτον ὑπάρχει τοῖς νοητοῖς — ἐκεῖνα γὰρ ἄλυτά ἐστιν ὡς ἁπλᾶ πάντη καὶ οὐδεμίαν ἐνδεχόμενα σύνθεσιν ἢ λύσιν —, τὸ δὲ τέταρτον τοῖς θνητοῖς, ἃ καὶ παρʼ ἑαυτῶν ἐστι λυτὰ καὶ παρʼ ἄλλων, ὡς καὶ ἐκ πολλῶν ὄντα καὶ οὕτως σύνθετα ὑπὸ τῶν αἰτίων. ὡς καὶ λυθησόμενα, τὰ δὲ μέσα τοῖς ἐγκοσμίοις θεοῖς· συντρέχει γὰρ τόδε τὸ δεύτερον καὶ τρίτον ἐπὶ τούτων· καὶ γὰρ ἄλυτά πῄ ἐστι τὰ ἔργα τοῦ πατρός, ὡς καὶ παρʼ ἑαυτῶν τε σῳζόμενα καὶ διὰ τὴν ἐκείνου βούλησιν, καὶ αὖ πάλιν πῃ λυτά, διότι δέδεται μὲν ὑπʼ ἐκείνου, τὸν δὲ λόγον ἔχει τῶν ἁπλῶν ἐκεῖνος, ἐξ ὧν ἡ σύνθεσις τούτοις γεγένηται. πᾶν οὖν τὸ δεθὲν λυτόν, καὶ τὰ ἔργα ἄρα τοῦ πατρός· δέδεται γὰρ τὰ μὲν σώματα διὰ τῆς ἀναλογίας — δεσμὸς γὰρ αὐτῶν αὕτη κάλλιστος —, τὰ δὲ ζῷα τοῖς ἐμψύχοις δεσμοῖς, ὥσπερ εἴρηται πρότερον· αἱ δὲ ψυχαὶ μεριστόν τι ἔχουσαι καὶ αὐταὶ δέδενται ταῖς μεσότησι· δεσμοὺς γὰρ κἀκείνας ἐκάλεσε καὶ τοὺς λόγους πάντας, ἐξ ὧν ἐστιν ἡ ψυχή· μόνα γὰρ τὰ ἀμέριστα δεσμῶν ἐστιν ἀπροσδεῆ· δεδεμένα δὲ ἐκ διακεκριμένων ἐστίν, οὐ κατὰ χρόνον διακεκριμένων τούτων, ἀλλὰ κατὰ τὴν ἐν τῷ δημιουργῷ περιοχὴν τῆς τῶν ἁπλῶν αἰτίας. οὕτως οὖν ἔχει καὶ τὸ λυτὸν ὡς παρʼ ἄλλου, μᾶλλον δὲ ὡς ἐν ἄλλῳ, πῂ οὖν, ἁπλῶς δὲ οὐδαμῶς. φέρε γάρ, εἰ παρʼ ἑαυτῶν μὲν λυτά ἐστι, κατὰ δὲ τὴν βούλησιν ἄλυτα τοῦ πατρός, ὥσπερ εἰώθασι λέγειν Σευῆρος Ἀττικὸς Πλούταρχος, πρὸς οὓς καὶ οἱ ἀπὸ τοῦ Περιπάτου πολλὰ διὰ πολλῶν ἀντειρήκασι, πόθεν ἔχει τοῦτο τὸ παρʼ ἑαυτῶν λυτόν; εἰ μὲν γὰρ κατὰ φύσιν αὐτοῖς ἡ λύσις, τίς ὁ τὴν φύσιν δεδωκώς; οὐ γὰρ ἄλλος ἦν ἢ ὁ δημιουργός· εἰ δὲ ἐκεῖνος ὁ τῆς φύσεως αὐτοῖς χορηγός, ἐκεῖνος καὶ ὁ τῆς λύσεως αἴτιος. εἰ δὲ παρὰ φύσιν τὸ λυτόν, κατὰ φύσιν δήπου τὸ ἐναντίον, τὸ ἄλυτον. εἰ δὲ κατὰ φύσιν, παρʼ ἑαυτῶν ἔχοιεν ἂν τοῦτό που τὸ ἄλυτον, καὶ αὐτὸ τὸ εἶναι αὐτῶν ἔσται τοιοῦτον, ἄδεκτον πάντη τῆς λύσεως· πανταχοῦ γὰρ τὸ κατὰ φύσιν τοιοῦτον. οἷον εἰ τῇ ψυχῇ τὸ ἑαυτὴν κινεῖν κατὰ φύσιν, εἰ τῷ πυρὶ τὸ κοῦφον, εἰ ἑκάστῳ τῶν πάντων ὁτιοῦν, ἀνάγκη κατʼ οὐσίαν ὑπάρχειν τοῦτο πᾶσιν, ὥστε παρʼ ἑαυτῶν ἕξει τοῦτο· λέγω δὲ παρʼ ἑαυτῶν, ὅτι ἀπὸ τῆς οἰκείας συστάσεως, ἣν κατʼ οὐσίαν ἔλαχεν· οὐ γὰρ ὡς αὐθυπόστατον. γελοῖον οὖν τὸ λέγειν λυτὰ ὄντα καθʼ αὑτὰ ἄλυτα μόνως εἶναι διὰ τὴν τοῦ πατρὸς βούλησιν, ὃ δὴ λέγουσιν ἐκεῖνοι, σῴζειν ἐθέλοντες τὸ λέγον ἀξίωμα πᾶν γενητὸν ἔχειν φθορὰν καὶ τὸν κόσμον γενητὸν ποιοῦντες, ἵνα μὴ δοκῇ τῇ προτεραίᾳ τοῦ Σωκράτους ἀκούσας ὁ Τίμαιος τοῦτο λέγοντος ἀντιφάσκειν τὸ γενητὸν ἄφθαρτον τιθείς. ὥστʼ εἰ καθʼ αὑτὸ ἄλυτον τὸ τῶν ἐγκοσμίων θεῶν γένος, καὶ καθʼ αὑτὸ ἀγένητόν ἐστι καὶ οὐ διʼ ἓν μόνον τὴν βούλησιν τοῦ θεοῦ· πῶς γὰρ καὶ τῷ Πλάτωνι συνᾳσόμεθα διττὸν ποιοῦντι, τὸν μὲν κατὰ φύσιν, τὸν δὲ κατὰ τὴν δημιουργικὴν βούλησιν; πῶς δὲ οὐχὶ καὶ εἰς αὐτὸν ἀσεβήσομεν τὸν δημιουργὸν ταῦτα λέγοντες; εἰ μὲν γὰρ βουλόμενος ἄλυτα ποιῆσαι τὰ ἑαυτοῦ δημιουργήματα δύναμιν οὐκ ἔχει ποιητικήν, ἄτοπον τὸ διεζεῦχθαι τὴν βούλησιν ἐκεῖ τῆς δυνάμεως, ὃ μηδὲ ἐπὶ τῶν σπουδαίων ἔχει τινὰ λόγον. εἰ δὲ βούλεται καὶ δύναται ποιεῖν ἄλυτα ταῦτα, καὶ ποιεῖ ἄλυτα δυνάμενος· ὥστε καὶ κατὰ φύσιν ἐστὶν ἐν τούτοις τὸ ἄλυτον· γέγονε γὰρ ἄλυτον αὐτῶν ἕκαστον, ἀλλʼ οὐχὶ γεγονὸς λυτὸν εἰσαῦθις ἄλυτον γέγονε· παρʼ ἑαυτῶν γὰρ ἄλυτα τὰ ἔργα τοῦ πατρὸς διὰ τὴν ἐκείνου δύναμιν γεγονότα καὶ κατὰ βούλησιν τὴν δημιουργικὴν ἄλυτά ἐστιν. ἐπεὶ δὲ σύνθετά ἐστι καὶ δεσμῷ τὸ ἄλυτον ἔχοντα, δῆλον ὅτι καὶ λύσις πῂ αὐτῶν ἐστι, καθʼ ὅσον ἐξ ἁπλῶν συνέστηκεν, ὧν ἔχει διωρισμένας αἰτίας καὶ ὁ πατήρ· ἅμα ἄρα καὶ ἄλυτά ἐστι καὶ λυτὰ καὶ οὐχ οὕτως ἄλυτα, ὡς τὸ νοητόν· ἐκεῖνο γὰρ ἄλυτον διʼ ἁπλότητος ὑπεροχήν, τὸ δὲ ἐν τούτοις ἄλυτον ἅμα καὶ λυτόν ἐστιν, ὡς ἐξ ἁπλῶν σύνθετον καὶ ὡς δεδεμένον ἀϊδίως· τῶν γὰρ δεδεμένων ἁπάντων λυτῶν ὄντων τὰ μὲν ἀΐδια κατὰ τὸν πάντα χρόνον κάλλους μετασχόντα ἀπὸ τοῦ νοητοῦ καὶ ἑνώσεως θείας καὶ ἁρμονίας δημιουργικῆς ἄλυτά ἐστι, τὰ δὲ θνητὰ μόνως ἐστὶ λυτά, διότι σύνεστι τῷ αἰσχρῷ καὶ τῷ ἀναρμόστῳ τῆς ὕλης, καὶ τὰ μὲν ἥρμοσται καλῶς κατὰ τὴν ἀπὸ τοῦ ἁρμόσαντος ἐνδοθεῖσαν αὐτοῖς ἕνωσιν, τὰ δὲ οὐκέθʼ οὕτως διὰ τὸ πλῆθος τῶν αἰτίων οὐκέτι τὴν ὁμοίαν ἕνωσιν ἐνδιδόντων· πολυμιγῆ γὰρ ὄντα τὴν ἕνωσιν ἔχει διαπεφορημένην, ὥστʼ εἰκότως καὶ τὴν ἁρμονίαν ἔλαχε κεχαλασμένην· ὥστε πᾶν μὲν τὸ δεδεμένον λυτόν, ἀλλὰ τὸ μὲν οὕτω, λυτὸν καὶ ἄλυτον, τὸ δὲ λυτὸν μόνον, ὥσπερ καὶ τὸ νοητὸν ἄλυτον μόνον. Διὰ τί οὖν τὸ πρώτως δεδεμένον ἅμα λυτὸν καὶ ἄλυτον; διότι καλῶς ἥρμοσται καὶ ἔχει τὸ εὖ· κέκτηται γὰρ ἀπὸ μὲν τοῦ εὖ τὴν ἕνωσιν — ἑνοποιὸς γὰρ ἡ ἀγαθότης —, ἀπὸ δὲ τοῦ νοητοῦ τὸ καλῶς — ἐκεῖθεν γὰρ ἐφήκει τὸ κάλλος —, ἀπὸ δὲ τῆς δημιουργίας τὴν ἁρμονίαν — αὕτη γὰρ ἡ τῶν Μουσῶν αἰτία καὶ τοῦ ἡρμόσθαι τοῖς ἐγκοσμίοις χορηγὸς δύναμις —, ἵνα πάλιν ἔχωμεν τὰς τρεῖς αἰτίας, τὴν τελικὴν διὰ τοῦ εὖ, τὴν παραδειγματικὴν διὰ τοῦ καλῶς, τὴν δημιουργικὴν διὰ τοῦ ἁρμοσθέν. τὴν δὲ τοιαύτην σύστασιν, τὴν ἁρμοσθεῖσαν μὲν ὑπὸ τῆς μιᾶς δημιουργίας, κάλλους δὲ θείου πληρωθεῖσαν, ἑνώσεως δὲ ἀγαθοειδοῦς τυχοῦσαν, ἄλυτον ὑπάρχειν ἀναγκαῖον· τὸ γὰρ λύειν ἐθέλειν αὐτὴν κακοῦ φησιν αὐτός. ἀλλὰ μὴν καὶ ἀνωτέρω προείρηκεν, ὅτι τὸ πᾶν ἄλυτόν ἐστι πλὴν ὑπὸ τοῦ συνδήσαντος. εἰ δὲ παντὶ μὲν ἄλλῳ λύειν τὸ πᾶν ἀδύνατον, μόνος δὲ ὁ πατὴρ δύναται λύειν, ἀδύνατον δὲ καὶ τοῦτον λύειν — κακοῦ γὰρ τὸ λύειν —, ἀδύνατον λυθῆναι τὸ πᾶν· ἤτοι γὰρ αὐτὸς λύσει ἢ ἄλλος· ἀλλʼ εἰ μὲν ἄλλος, τίς δύναται βιάζεσθαι τὸν δημιουργόν; ἀδύνατον γὰρ λύσιν γενέσθαι μὴ ὑπὸ τοῦ δήσαντος· εἰ δὲ αὐτός, πῶς ἀγαθὸς ὢν λύσει τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ; τὸ γὰρ τούτων ἀνατρεπτικὸν κακοποιόν ἐστιν, ὥσπερ τὸ τῶν κακῶν ἀναιρετικὸν ἀγαθουργὸν ἔλαχε φύσιν. ἴση ἄρα ἀνάγκη τόν τε δημιουργόν, εἰ θέμις εἰπεῖν, κακυνθῆναι καὶ τόνδε τὸν κόσμον λυθῆναι. τοιαύτην οὖν ὁ Πλάτων ἀνάγκην ἐπέθηκε τῇ ἀφθαρσίᾳ τοῦ παντός. ὅτι μὲν οὖν καὶ τὸ ἄλυτον αὐτῶν τῇ συστάσει δίδωσι, δηλοῖ σαφῶς ἡνίκα λέγει τὰ θνητὰ συνδεῖν αὐτοὺς οὐ τοῖς ἀλύτοις, οἷς αὐτοὶ συνείχοντο, δεσμοῖς· εἰ γὰρ οἱ συνεκτικοὶ αὐτῶν δεσμοὶ ἄλυτοί εἰσιν, ἄλυτοι δήπου κατʼ οὐσίαν ὑπάρχουσιν αὐτοί· ἀλλὰ μὴν καὶ ἐν τούτοις εἶπε πάμπαν αὐτοὺς ἀλύτους μὴ εἶναι. δῆλον ἄρα ἐξ ἀμφοτέρων, ὅτι καὶ λυτοί εἰσιν ἅμα καὶ οὐ πάμπαν ἄλυτοι κατὰ τὴν οἰκείαν σύνδεσιν. εἰ δὲ ταῦτα ἀληθῆ, πᾶσα ἀνάγκη τὴν λύσιν ἄλλην εἶναι καὶ οὐ τοιαύτην, οἵαν τὴν φθορὰν λέγομεν· τὸ γὰρ οὕτω λυτόν, ὡς τὸ φθαρτόν, οὐχὶ ἄλυτον ὂν οὐ πάμπαν ἐστὶν ἄλυτον, ἀλλὰ πάμπαν λυτόν. οὐκ ἄρα δεῖ λέγειν, ὅτι φθαρτὰ μέν ἐστι καθʼ αὑτά, διὰ δὲ τὴν βούλησιν τοῦ πατρὸς ἄφθαρτα μένει, ἀλλὰ καὶ κατὰ τὴν αὑτῶν φύσιν ἄφθαρτά ἐστι.
Διʼ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὔκ ἐστε οὐδʼ ἄλυτοι τὸ πάμπαν, οὔ τι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων, οἷς ὅτε ἐγίγνεσθε συνεδεῖσθε.
Ἐπειδὴ τοὺς ἐγκοσμίους θεούς, πρὸς οὓς ὁ λόγος, ὡς εἴρηται, τοὺς ἔκ τε τῶν ψυχῶν τῶν θείων καὶ τῶν ζῴων τῶν ἐξηρτημένων ἀπὸ τῶν ψυχῶν — ταὐτὸν γὰρ οὕτως εἰπεῖν καὶ ψυχὰς μεθεκτάς —, ἐπειδὴ δʼ οὖν τούτους ἅπαντας ἀλύτους ἅμα καὶ λυτοὺς προσηγόρευσε, διότι καὶ τὸ ἄλυτον αὐτῶν οὐκ ἔστι νοητὸν καὶ τὸ λυτὸν οὐκ ἔστι θνητόν, ἀλλὰ τοῦτο μὲν διὰ τὴν ἐξ ἁπλῶν πάροδον, ὧν τὰ αἴτια διῃρημένα περιείληφεν ὁ δημιουργός, ἐκεῖνο δὲ διὰ τὴν ἄτρεπτον τοῦ δεσμοῦ συνοχήν, ἣν ὁ πατὴρ ἐνέθηκεν αὐτοῖς, βούλεται λοιπὸν ἃ χωρὶς καὶ διῃρημένως εἶπε περὶ αὐτῶν, ταῦτα εἰς μίαν ἀλήθειαν ἐν ταὐτῷ συναγαγεῖν. καὶ δὴ καὶ ἐργάζεται τοῦτο διὰ τῶνδε τῶν ῥημάτων· ἀφαιρεῖ γὰρ αὐτῶν ἅμα τὸ ἀθάνατον καὶ ἄλυτον καὶ τίθησι πάλιν διὰ τῆς τῶν ἀντικειμένων ἀναιρέσεως· τὰ γὰρ μέσα τοιαύτην ἔλαχε φύσιν, οὐκ ἐπιδεχομένην τὸν τῶν ἄκρων λόγον καὶ πάλιν ἀμφότερα δοκοῦσαν περιέχειν, ὥσπερ εἴ τις καὶ τὴν ψυχὴν ἀμέριστόν τε ἅμα καλοίη καὶ μεριστὴν ὡς ἐξ ἀμφοῖν οὖσαν, καὶ οὔτε ἀμέριστον οὔτε μεριστὴν ὡς τῶν ἄκρων ἐξηλλαγμένην· ὅρα γὰρ ὅπως καὶ ἐπὶ τῶν ἐγκοσμίων θεῶν ἡ τοιαύτη θεωρεῖται μεσότης. τὸ ἀθάνατον λέγεται κυριώτατα καὶ πρώτως τὸ ἑαυτῷ χορηγὸν τῆς ἀθανασίας, ἐπεὶ καὶ ὂν πρώτως ἐστὶ τὸ παρʼ ἑαυτοῦ ὂν καὶ νοῦς ὁ παρʼ ἑαυτοῦ νοῦς καὶ ἓν τὸ παρʼ ἑαυτοῦ ἕν· πανταχοῦ γὰρ τὸ πρώτως ὁτιοῦν κεκτημένον παρʼ ἑαυτοῦ τοιοῦτόν ἐστιν· εἰ γὰρ μὴ παρʼ ἑαυτοῦ, ἀλλὰ παρʼ ἄλλου, ἐκεῖνο ἔσται πρώτως ἢ ἓν ἢ νοῦς ἢ ζῶν ἢ ἄλλο τι, καὶ ἤτοι τοῦτο πρώτως ἢ εἰ μηδὲν πρώτως ἐπʼ ἄπειρον ἡ ἄνοδος. οὕτως ἄρα καὶ ἀθάνατον ὄντως ἐστὶ τὸ παρʼ ἑαυτοῦ ἀθάνατον καὶ ὃ ἑαυτῷ τῆς ἀθανασίας ἐστὶ παρεκτικόν, τὸ δὲ μήτε καθʼ ὅλον αὑτὸ ζωὴ ὑπάρχον μήτε αὐθυπόστατον ὂν μηδὲ παρʼ ἑαυτοῦ τὴν ἀθανασίαν ἔχον οὐκ ἔστι πρώτως ἀθάνατον. ὥσπερ οὖν τὸ δευτέρως ὂν οὐκ ὄν ἐστιν, οὕτω καὶ τὸ δευτέρως ἀθάνατον οὐκ ἀθάνατόν ἐστιν, οὐ μὴν οὐδὲ θνητόν· τοῦτο γάρ ἐστι τὸ τοῦ ἀθανάτου παντελῶς ἀποστὰν καὶ μηδὲ συμφυᾶ ζωὴν ἔχον μηδὲ ἄπειρον δύναμιν· τρία γὰρ ταῦτά ἐστιν ἑξῆς· τὸ παρʼ ἑαυτοῦ ἄπειρον ζωὴν ἔχον, τὸ παρʼ ἄλλου ζωὴν ἄπειρον ὑποδεξάμενον, τὸ μήτε παρʼ ἑαυτοῦ μήτε παρʼ ἄλλου τὴν ἀπειρίαν τῆς ζωῆς ἐπιδεικνύμενον. καὶ τὸ μὲν πρῶτον ἀθάνατόν ἐστι, τὸ δὲ δεύτερον οὐκ ἀθάνατον, τὸ δὲ τρίτον θνητόν. τὸ δὲ μέσον ἐφήρμοσε τοῖς ἐγκοσμίοις θεοῖς· οὔτε γὰρ παρʼ ἑαυτῶν ἔχουσι τὸ ἀθάνατον, καθʼ ὅσον ἀπὸ τοῦ ὡς ἀληθῶς ἀθανάτου καὶ πρώτως εἰσὶ καὶ καθʼ ὅσον ἐξήρτηται σώματα αὐτῶν, οὔτε πεπερασμένην ἔχουσι ζωήν, ἀλλὰ πληροῦνται μὲν ἀπὸ τῶν ἀϊδίων θεῶν, παράγουσι δὲ τὰ θνητά· συνεχὴς γάρ ἐστιν ἡ δευτέρα δημιουργία πρὸς τὴν πρώτην καὶ περὶ ἐκείνην πρόεισι καὶ ἀπʼ ἐκείνης κατευθύνεται καὶ πρὸς ἐκείνην ἀναπέμπει καὶ τὴν γένεσιν τῶν θνητῶν γενῶν. πάλιν τὸ ἄλυτον κυριώτατα μὲν καὶ πρώτως ἐστὶ τοιοῦτον τὸ ἁπλοῦν καὶ πᾶσαν σύνθεσιν ἐκπεφευγός· ὅπου γὰρ μή ἐστι σύνθεσις, ποία τῆς λύσεως ἔμφασις; δευτέρως δὲ ἄλυτον τὸ συνδέσμῳ ἄλυτον, ὃ καὶ λυτόν ἐστιν ἅμα διὰ τὸ προελθεῖν ἐξ αἰτίων διῃρημένων· οὐ γὰρ ἁπλῶς λυτόν, ἀλλὰ τῇ αἰτίᾳ λυτόν· τὸ γὰρ πρὸ χρόνου παντὸς δεδεμένον κατʼ αἰτίαν δέδεται μόνον, τὸ δὲ κατʼ αἰτίαν μόνον δεδεμένον κατʼ αἰτίαν λύεται μόνον· ἕκαστον γὰρ ᾗ δέδεται καὶ ὑφʼ οὗ καὶ ὅπως, ταύτῃ καὶ ὑπὸ τούτου καὶ οὕτως λύεσθαι πέφυκε. τρίτον δέ ἐστιν ἀπὸ κυρίως ἀλύτου τὸ ποτὲ ἄλυτον, διότι τὸ μὲν κυρίως ἄλυτον μετὰ ἁπλότητος ἄλυτον, τὸ δὲ δευτέρως μετὰ συνθέσεως· τὸ δὲ τρίτον ἀμφοτέρων ἀποπεπτωκὸς τῇ ἑαυτοῦ φύσει ἄλυτόν ἐστιν. οὔτε δὴ ἄλυτοι πάμπαν οἱ ἐγκόσμιοι θεοί — τὸ γὰρ πάμπαν ἄλυτον προσήκει τοῖς ἁπλουστάτοις —, οὔτε λυτοὶ κατὰ χρόνον — τοῦτο γὰρ τὸ οὐ λυθήσεσθε διὰ τοῦ ῥήματος τὴν κατὰ χρόνον λύσιν ἐνδεικνύμενον· ἡ γὰρ σύνθεσις αὐτῶν ἀπὸ τῆς ἑνώσεως γέγονε τῆς δημιουργικῆς. ὡς οὖν ἐν τῇ αἰτίᾳ τῶν ἁπλῶν ἡ ἕνωσις προηγεῖται, τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα τῆς λύσεως ὁ δεσμός· κρείττων γάρ ἐστι καὶ θειοτέρας ἴνδαλμα δυνάμεως ἔν τε ψυχαῖς ὁρώμενος — δεσμοὶ γὰρ ἦσαν καὶ ἐν ἐκείναις αἱ μεσότητες, ὡς ἐν τῇ ψυχογονίᾳ προείρηται — καὶ ἐν τοῖς σώμασιν — ἡ γὰρ ἀναλογία δεσμός — καὶ ἐν τοῖς ζῴοις — δεσμοῖς γὰρ ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη. καὶ τὸ ἀθάνατον οὖν καὶ τὸ ἄλυτον πάμπαν μὲν οὐχ ὑπάρχει τοῖς ἐγκοσμίοις θεοῖς, ὑπάρχει δὲ ὅμως, καὶ οὐ διὰ τὸ μὴ πάμπαν ὑπάρχειν μηδʼ οὕτως, ὡς τοῖς νοητοῖς, ἀναιρετέον ἀπʼ αὐτῶν τὴν ἀθανασίαν. ἐπεὶ καὶ τὸν Ἔρωτα ἐν Συμποσίῳ προσειπεῖν ἀθάνατον οὐκ ἠξίωσεν, οὐ μὴν οὐδὲ θνητόν, ἀλλά τι μεταξὺ τούτων ἀμφοτέρων· πολὺ γὰρ τὸ πλάτος τοῦ θνητοῦ καὶ ἀθανάτου καὶ πολλαὶ ταῦτα συνδέουσι μεσότητες. καὶ ἔοικε τὸ ἀθάνατον τὸ μὲν εἶναι πασῶν κοινὸν τῶν τοῦ μὴ θνητοῦ διαφορῶν, ὅ ἐστι τὸ μὴ στερισκόμενον ἧς ἔχει ζωῆς, καθὸ καὶ ἐρεῖ τὸν δημιουργὸν τῶν ἀθανάτων αἴτιον, τῶν δὲ θνητῶν τοὺς νέους θεούς· τὸ δὲ ἴδιον τῶν νοητῶν, ὅ ἐστι τὸ ἀθάνατον ἀεὶ ὂν τοιοῦτον· τὸ δὲ τῶν ἐγκοσμίων, ὅ ἐστιν ἀεὶ γιγνόμενον ἀθάνατον, ἐν τῷ γίγνεσθαι ἀεὶ τὴν ὑπόστασιν ἔχον. ὅθεν καὶ ἀμέσως εἴποις ἂν ἀντιδιῃρῆσθαι τὸ ἀθάνατον καὶ θνητόν, εἰ λάβοις τὸ κοινὸν τοῦ ἀθανάτου σημαινόμενον, καὶ οὐκ ἀμέσως, εἰ τὸ πρώτως ἀθάνατον, ὃ δή ἐστι τὸ ἀεὶ ὂν ἀθάνατον· τούτου γὰρ καὶ τοῦ θνητοῦ μέσον τὸ ἀεὶ γιγνόμενον ἀθάνατον, κυρίως δὲ ἀθάνατον τὸ ἐν αἰῶνι πᾶσαν ἔχον τὴν ζωήν· τὸ δὲ ἀνὰ πάντα τὸν χρόνον ἀνελιττομένην καὶ μὴ μίαν καὶ ἄτομον τὴν αὐτὴν ἀεί, τοῦτο γιγνόμενόν ἐστιν, ἀλλʼ οὐκ ὂν ἀθάνατον. τούτου δὲ πάλιν τὸ γιγνομένην ἔχον τὴν ζωήν, μὴ μεθισταμένην δὲ ἀπὸ τῆς ἑτέρας ἐπὶ τὴν ἑτέραν, μηδὲ ἀνιὸν καὶ κατιόν, μόνον ἀθάνατον, ὡς οὐκ ἀπολειπομένην ἔχον ζωήν· τὸ δὲ ἀνιὸν καὶ κατιὸν ἐν τῷ νοεῖν ἐγγυτέρω τῶν θνητῶν, ὡς ἀπολεῖπον μὲν τὴν κρείσσονα νόησιν, μεθιστάμενον δὲ εἰς τὴν ὑφειμένην καὶ αὖθις ἀνατρέχον ἄνευ λήθης. καὶ ἔστι τὸ μὲν τῶν ἐγκοσμίων θεῶν ἴδιον, τὸ δὲ τῶν δαιμόνων τῶν τούτοις ἑπομένων. εἰ δὲ τὸ λοιπὸν καὶ λήθης ἀναπίμπλαται κατιόν, ἐγγυτάτω τῶν θνητῶν ἐστιν, ἀπολλύον πάντη τὴν ὡς ἀληθῶς ἐν αὑτῷ ζωὴν καὶ μόνην ἔχον τὴν οὐσιώδη. τοιοῦτον δὲ τὸ τῶν μερικῶν ψυχῶν ἀθάνατον· διὸ καὶ αὐτὸς ἀθανάτοις ὁμώνυμον ἀποκαλέσει τὸ ἐν ταύταις ἀθάνατον. εἰ δέ τι μετὰ ταύτας καὶ τὴν οὐσιώδη ζωὴν ἀποβάλλοι, τοῦτο θνητὸν μόνως ἐστίν. ὥστε τὸ μὲν πρώτως ἀθάνατον καὶ τὸ θνητὸν ἄκρα, τὸ δὲ τῶν ἐγκοσμίων θεῶν καὶ τὸ τῶν μερικῶν ψυχῶν ὕπακρα, μέσον δὲ ὄντως τούτων τὸ τῶν δαιμόνων, διὸ καὶ μέσοι τῷ ὄντι πάντων οἱ δαίμονες. ταῦτα μὲν οὖν περὶ τῆς ὅλης προθέσεως τῶνδε τῶν λόγων.
Φέρε δὲ καὶ τὰ καθʼ ἕκαστον, εἰ δοκεῖ, συντόμως ἐπιδράμωμεν. ἡ μὲν δὴ «γένεσις» ὅπως ἐφαρμόζει τοῖς ἐγκοσμίοις θεοῖς, εἴρηταί μοι πολλάκις καὶ ὅτι τὴν σύνθεσιν δηλοῖ καὶ τὴν μετὰ χρόνου ζωὴν καὶ τὴν ἀπʼ ἄλλης αἰτίας πάροδον καὶ τὴν τῷ χρόνῳ παντὶ συμπαρεκτεινομένην, ἀλλʼ οὐκ ἀεὶ οὖσαν. τὸ δὲ ἀθάνατοι μὲν οὔκ ἐστε οὐδὲ ἄλυτοι δηλοῖ, ὅτι γίγνεσθε ἀθάνατοι καὶ ἄλυτοι· τὸ γὰρ «εἶναι» τούτων ἑκάτερον μόνοις τοῖς αἰωνίοις πάρεστι, τὸ δὲ «γίγνεσθαι» πρέπει τοῖς γενητοῖς, ὧν τὸ ζῆν εἰς τὸν ὅλον χρόνον παρατείνει. τὸ δὲ «μὴ πάμπαν ἀθάνατον μηδὲ πάμπαν ἄλυτον» εἴδη πολλὰ τῆς ἀθανασίας παραδίδωσιν· αὐτὸς γοῦν μικρὸν προελθὼν ἀθανάτους ἀποκαλέσει τὰς θείας ψυχάς, ὁμωνύμως δὲ ἀθανάτους τὰς μερικάς. τὸ δὲ οὐ λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρας ἀφαιρεῖ πᾶσαν τὴν θνητοειδῆ φύσιν ἀπὸ τῶν θεῶν καὶ τὴν ἀεὶ τρεπομένην καὶ μεταβαλλομένην ζωήν· τὸ γὰρ θνητὸν ζωῆς ἐστι κατάληξις ἤδη τῷ μὴ ὄντι συμμεμιγμένης. αὐτὴ δὲ «ἡ τοῦ θανάτου μοῖρα» πολλὰς πάλιν ἡμῖν ὑποφαίνει θανάτων διαφοράς· ἄλλος γὰρ ὁ θάνατος τῶν κατὰ σχέσιν λεγομένων δαιμόνων, ἄλλος ὁ τῶν μερικῶν ψυχῶν, ἄλλος ὁ τῶν ζῴων, ἄλλος ὁ τῶν ἐψυχωμένων σωμάτων, ὃ μὲν μιμούμενος οἷον χιτῶνος ἀπόθεσιν, ὃ δὲ μετὰ συμπαθείας τῆς πρὸς τὸ γενητὸν πτῶσις ὢν εἰς αὐτὸ τῆς ψυχῆς, ὃ δὲ διάλυσις ὢν σώματος καὶ ψυχῆς ἀπʼ ἀλλήλων, ὃ δὲ στέρησις τῆς ἐν ὑποκειμένῳ οὔσης τῷ σώματι ζωῆς. τούτων δὴ πάλιν ἐξῄρηνται παντελῶς οἵ τε ἐγκόσμιοι θεοὶ καὶ οἱ κατʼ οὐσίαν δαίμονες, οἱ συνεπόμενοι τοῖς θεοῖς· οὐδὲ γὰρ ὁ πρῶτος τοῦ θανάτου τρόπος ἐφαρμόσει τούτοις, ὡς καὶ ὁ θεῖος Ἰάμβλιχος παραδέδωκεν ἄτρεπτον φυλάττων τὸ ὡς ἀληθῶς δαιμόνιον γένος. ταῦτα μὲν οὖν δὴ διὰ τί ἐστι «δεσμός»; ἦ ὅτι πάντα ἑνοῖ καὶ μετρεῖ καὶ εἰς μίαν ἄγει σύμπνοιαν ἡ ἀγαθότης, καθʼ ἣν ἡ δημιουργικὴ βούλησις ἀφορίζεται, καὶ ἔοικε κατʼ αὐτὴν μάλιστα θεοὺς ἀποτελεῖν τοὺς ἐγκοσμίους· δεσμῶν γάρ ἐστι δεσμὸς ὑπὲρ τὸν νοῦν οὔσα τῶν συνδεομένων. τὸ δὲ λαχόντες τὴν ἀφʼ ἑνὸς τοῦ δημιουργοῦ διακλήρωσιν τῆς ἀγαθῆς προνοίας τῶν πολλῶν ἐκφαίνει θεῶν· κατὰ γὰρ τοὺς τῆς δίκης κλήρους διῃρημένοι διανέμονται τὴν μίαν τοῦ πατρὸς καὶ ὅλην πρόνοιαν καὶ τὸν ἕνα δεσμὸν τὸν προϊόντα ἀπὸ τῆς δημιουργικῆς μονάδος. οὔτε οὖν ἀθάνατοι οὔτε θνητοὶ οἱ οὐράνιοι θεοὶ καὶ ὅλως οἱ ἐγκόσμιοι πάντες οὔτε ἄλυτοι οὔτε λυτοί, ἀλλʼ ἁπλῶς … ἀμφοῖν. κατεσκεύασε δὲ τὸ μὲν μήτε ἀθάνατον αὐτῶν μήτε ἄλυτον ἐκ τοῦ γενητοὺς εἶναι — τοῦτο γὰρ δηλοῖ τὸ ἐπείπερ γεγένησθε· πᾶν γὰρ γενητὸν ἐπισκευαστὴν ἀθανασίαν ἔχει καὶ δεσμὸν ἀλλαχόθεν ἐνδεδομένον, ἑαυτὸ συνέχειν ἢ ζωοποιεῖν οὐ δυνάμενον —, τὸ δὲ μήτε λυτοὺς αὖ μήτε θνητοὺς ἐκ τῶν δεσμῶν, ὧν τε κατʼ οὐσίαν μετέχουσι καὶ ὧν ἐκ τῆς δημιουργικῆς βουλήσεως. ἀλλὰ τούτους μὲν διʼ ἑνώσεως ἐδήλωσεν, ἐκείνους δὲ διὰ πλήθους, ἐπείπερ ἡ πατρικὴ ἕνωσις δεσμῶν ἐστι δεσμὸς καὶ τῶν μετεχομένων ἑνώσεων μονάς.
Νῦν οὖν ὃ λέγω πρὸς ὑμᾶς ἐνδεικνύμενος, μάθετε.
Ἡ μὲν οὖν πρωτίστη τῶν ἐγκοσμίων θεῶν ἀνάκλησις ἐκθεωτικὴ τῶν ἀκουόντων ἦν· πάντας γὰρ αὐτοὺς ἀπέφαινε θεούς, μεθεκτοὺς μὲν τοῖς σώμασιν, οἷς ἐποχοῦνται — θεοὶ γὰρ καὶ ταῦτα, ὡς ἀγάλματα θεῶν, ὅπου καὶ τὴν γῆν πρώτην εἶπε καὶ πρεσβυτάτην τῶν ἐντὸς οὐρανοῦ θεῶν —, μετόχους δὲ τῶν ὡς ἀληθῶς θεῶν, ὧν ἐξήρτηνται πρὸ γενέσεως ὄντων· οὗτοι γάρ, ὡς εἶπε, γένεσιν ἔσχον. ἡ δὲ μετὰ ταύτην ῥῆσις αἰώνιον αὐτοῖς ἐνετίθει δύναμιν διὰ τὴν μετουσίαν τῆς ἀλύτου συνοχῆς. αὕτη δὲ ἡ νῦν προκειμένη πληροῖ νοήσεων αὐτοὺς θείων καὶ δημιουργικῶν ἄνωθεν ἀπὸ τοῦ νοητοῦ ζῴου προϊουσῶν· ἡ γὰρ μάθησις τῆς τῶν ζῴων δημιουργίας πρέπουσα μέν ἐστι ψυχαῖς ὡς μάθησις, ἀποπληροῖ δὲ τῆς δημιουργικῆς νοήσεως τῶν ἐν τῷ νοητῷ ζῴῳ πάντων εἰδῶν τὸ πλῆθος τῶν θεῶν, διὰ μὲν τοῦ νῦν τὸ αἰώνιόν πως ἐπιδεικνυμένη, διὰ δὲ τοῦ ὅπερ τὸ ἡνωμένον αὐτῆς καὶ συνεσπειραμένον, διὰ δὲ τοῦ λέγω τὸ προϊὸν εἰς τὸ πλῆθος καὶ διασπειρόμενον περὶ τοὺς πολλοὺς θεούς, διὰ δὲ τῆς «ἐνδείξεως» τὴν ἀπὸ τῶν νοητῶν καὶ ἀφανῶν αἰτίων πλήρωσιν· ἐνδεικνύμεθα γὰρ μόνον ἐπὶ τῶν ἀφανῶν τοῖς πολλοῖς. διὰ δὲ πάντων ὁμοῦ δῆλον ὡς ἑαυτὸν μὲν ἀνὰ λόγον ἵστησι πρὸς τὸν νοητὸν νοῦν, πληροῖ δὲ νοήσεως τὸν ἐγκόσμιον ἀριθμὸν τῶν θεῶν, ἔτι δὲ ἐπιστρέφει τὸ πλῆθος εἰς τὴν μίαν νόησιν τὴν δημιουργικὴν καὶ πρὸ τῆς εἰς τὰ δεύτερα προνοίας ἄμικτον αὐτῷ καθαρότητα καὶ σταθερὰν ἐπιλάμπει νόησιν· ὡς γὰρ αὐτὸς νοήσας ποιεῖ καὶ ἀπὸ τῆς ἔνδον ἐνεργείας ἀπογεννᾷ τὴν ἔξω προϊοῦσαν, οὕτω δὴ καὶ ἐκείνους βούλεται μαθεῖν πρῶτον καὶ νοῆσαι τὴν βούλησιν τοῦ πατρός, ἔπειθʼ οὑτωσὶ μιμήσασθαι τὴν δύναμιν αὐτοῦ.
Θνητὰ ἔτι γένη λοιπὰ τρία ἀγένητα. τούτων δὲ μὴ γενομένων οὐρανὸς ἀτελὴς ἔσται· τὰ γὰρ πάντα ἐν αὑτῷ ζῴων γένη οὐχ ἕξει, δεῖ δέ, εἰ μέλλει τελέως ἱκανὸς εἶναι. διʼ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτʼ ἄν.
Αἱ μὲν ὁλικώταται καὶ πρώτισται καὶ θειόταται τῶν ἰδεῶν οὐ μόνον τὰ ἀΐδια τῶν ἐγκοσμίων ὑφιστᾶσιν ἐξῃρημένως, ἀλλὰ καὶ τὰ θνητὰ πάντα κατὰ μίαν καὶ ἡνωμένην αἰτίαν· τὸ γὰρ ἐκεῖ πτηνὸν πάντων ἐστὶ τῶν ὁπωσοῦν λεγομένων πτηνῶν παράδειγμα καὶ τὸ ἐνύδριον τῶν ἐνύδρων πάντων καὶ τὸ πεζὸν τῶν πεζῶν πάντων. αἱ δὲ πρόοδοι τῶν νοητῶν ἐπὶ τὰς νοερὰς τάξεις διαιρετικαὶ γίνονται τῶν ἡνωμένων ἰδεῶν καὶ εἰς πλῆθος προάγουσι τὰς ὁλικὰς αἰτίας καὶ τῶν πολυειδῶν πραγμάτων διωρισμένας ἀναφαίνουσιν ἀρχάς· οὐ γὰρ ἔτι μία πάντων αἰτία νοερὰ τῶν ἀεροπόρων — οὐ γὰρ ἂν διακεκριμένη νόησις ἦν τῶν ἀϊδίων ἀερίων ζῴων καὶ τῶν μὴ ἀϊδίων —, οὐδὲ μία τῶν ἐνυδρίων οὐδὲ τῶν χθονίων ὁμοίως, ἀλλʼ ἡ τῆς ἑτερότητος δύναμις κατακερματίζει τὸ ὅλον εἰς τὰ μέρη καὶ τὰς μονάδας εἰς τοὺς ἀριθμούς. καὶ διὰ ταῦτα λοιπὸν χωρὶς μὲν αἱ τῶν θείων ζῴων αἰτίαι παρὰ τῷ δημιουργῷ, καθʼ ἃς ὑπέστησε τὰς τάξεις τῶν γενεσιουργῶν θεῶν τε καὶ δαιμόνων, χωρὶς δὲ αἱ τῶν θνητῶν, καθʼ ἃς ὑφιστάνειν παρακελεύεται τὰ θνητὰ γένη τοῖς νέοις θεοῖς· προκατάρχει γὰρ αὐτὸς καὶ τῆς τούτων ποιήσεως καὶ αὐτῷ τῷ λέγειν, ὅτι ποιητέον, ποιῶν — οἵ τε γὰρ λόγοι τοῦ πατρὸς νοήσεις εἰσὶ δημιουργικαὶ καὶ αἱ νοήσεις ποιήσεις· ἐπιτρέπει δὲ τὴν προσεχῆ ποίησιν τοῖς πολλοῖς. καὶ ὁρᾷς πάλιν, ὅπως ἡ τάξις ἀναφαίνεται τῶν ποιητικῶν αἰτίων καὶ γεννητικῶν· τὰ γὰρ θνητὰ ζῷα ποιεῖ μὲν καὶ ὁ τῶν ἐγκοσμίων χορὸς θεῶν, ἀλλὰ μετὰ κινήσεως καὶ μεταβολῆς, ποιεῖ δὲ καὶ ὁ δημιουργός, ἀλλὰ τῷ λέγειν — τοῦτο δὲ ταὐτὸν τῷ νοεῖν· λέγει γὰρ δήπου νοῶν καὶ ἀκινήτως καὶ νοερῶς —, ποιεῖ δὲ καὶ τὸ αὐτοζῷον — ἔχει γὰρ μίαν αἰτίαν πάντων πτηνῶν καὶ πάντων ἐνύδρων καὶ πάντων χθονίων —, ἀλλὰ μετὰ σιωπῆς καὶ αὐτῷ τῷ εἶναι καὶ νοητῶς· διαδέχεται γὰρ τὴν μὲν πατρικὴν σιγὴν ὁ δημιουργικὸς λόγος, τὴν δὲ νοητὴν αἰτίαν ἡ νοερὰ ποίησις, τὴν δὲ κατὰ τὸ εἶναι πρόνοιαν ἡ κατὰ τὸ ἐνεργεῖν ἀπογέννησις, καὶ τὸν μὲν λόγον ἡ κίνησις, τὴν δὲ νοερὰν ἐνέργειαν ἡ τῷ αἰσθητῷ συμμεμιγμένη διακόσμησις· τὰ γὰρ ἔσχατα δημιουργήματα δεῖται τοιαύτης ποιητικῆς αἰτίας. πᾶν γοῦν τὸ μεταβλητὸν καὶ ἀλλοιωτὸν καὶ γενητὸν καὶ φθαρτὸν ἐξ αἰτίας γέγονεν ἀκινήτου μὲν κατʼ οὐσίαν, ἄλλως δὲ κινουμένης κατʼ ἐνέργειαν· ἡ γὰρ ἐκεῖ διῃρημένη κίνησις ἀπὸ τῆς οὐσίας ἐνταῦθα κινουμένην ἀπετέλεσεν οὐσίαν, διότι δὴ τὸ ποιοῦν καὶ κατʼ οὐσίαν ἐποίει καὶ κατʼ ἐνέργειαν, ὧν δὴ διαπλεκομένων ἡ μεταβολὴ τῆς οὐσίας ἔσχε τὴν πάροδον. δεῖται οὖν τὰ θνητὰ κινουμένων αἰτίων καὶ τὰ πολυμετάβολα πολλῶν· μονογενῆ γὰρ αὐτὰ διαμένειν ἀμήχανον· οὐ γὰρ ἂν εἴη γένη θνητά. δεῖ δὲ εἶναι καὶ τὸ θνητόν, πρῶτον μέν, ἵνα πάντα ὅσα δυνατὸν ἦν γενέσθαι, ταῦτα ὑποστῇ, τά τε ὄντα ἀεὶ καὶ τὰ μὴ ὄντα ποτέ· τούτων γὰρ ἐπέκεινα τὸ μηδαμῶς ὄν. ἔπειτα, ἵνα μὴ τὰ θεῖα τελευταῖα τῶν ὄντων ᾖ καὶ τὸ ὄν· ἅπαν γὰρ τὸ γεννητικόν τινος κρεῖττόν ἐστιν αὐτοῦ καὶ θειότερον. καὶ τρίτον ἔτι, ἵνα μὴ ἀτελὴς ὁ κόσμος ᾖ μὴ πάντα περιέχων ὅσων εἶχε τὰς αἰτίας τὸ αὐτοζῷον· τὸ γὰρ ἐκεῖ πτηνὸν πάντων πτηνῶν αἴτιον καὶ τὸ ἔνυδρον τῶν ἐνύδρων καὶ τὸ χθόνιον τῶν χθονίων εἴτε θείων εἴτε θνητῶν. καὶ διὰ ταῦτα ἄρα Ὀρφεὺς τὴν τῶν μεριστῶν ζωοποιὸν αἰτίαν ἄνω μένουσαν καὶ ὑφαίνουσαν τὸν διάκοσμον τῶν οὐρανίων νύμφην τε εἶναί φησιν ὡς ἄχραντον καὶ ταῦτα τῷ Διὶ συναφθεῖσαν καὶ μένειν ἐν οἰκείοις ἤθεσι, προελθοῦσαν δὲ ἀπὸ τῶν ἑαυτῆς οἴκων ἀτελεῖς τε καταλείπειν τοὺς ἱστοὺς καὶ ἁρπάζεσθαι καὶ ἀναρπασθεῖσαν γαμεῖσθαι καὶ γαμηθεῖσαν γεννᾶν, ἵνα ψυχώσῃ καὶ τὰ ἐπείσακτον ἔχοντα ζωήν· τὸ γὰρ ἀτελές, οἶμαι, τῶν ἱστῶν ἐνδείκνυται κἀκεῖνο τὸ μέχρι τῶν ἀϊδίων ζῴων ἀτελὲς εἶναι τὸ πᾶν. διὸ καὶ ὁ Πλάτων παρακελεύεσθαί φησι τὸν ἕνα δημιουργὸν τοῖς πολλοῖς «προσυφαίνειν τὰ θνητὰ τοῖς ἀθανάτοις», ἀναμιμνήσκων πως ἡμᾶς, ὅτι τῆς τοῦ παντὸς ὑφαντικῆς ζωῆς τελείωσίς ἐστιν ἡ προσθήκη τῶν θνητῶν, καὶ τῆς Ὀρφικῆς θεομυθίας καὶ τῶν ἀτελῶν ἱστῶν ἐξηγητικὰς ἐννοίας παρεχόμενος. ὁ μὲν οὖν θεῖος ἀριθμὸς ὅρον οἰκεῖον ἔσχε καὶ πέρας καὶ ἔστι τέλειος. δεῖ δὲ καὶ τὸ θνητὸν σχεῖν καὶ τοῦτο τριχῶς, ἀερίως ἐνύδρως χθονίως· οὐρανίως γὰρ ἀδύνατον, διότι πάσης διακοσμήσεως ἡ ἀκρότης καὶ τὸ πρώτιστον γένος ἄχραντόν ἐστι καὶ ἀΐδιον, ὁμοιούμενον πρὸς τὴν πρὸ αὐτοῦ αἰτίαν. ὡς οὖν τὸ πρώτιστον τῶν νοερῶν νοητὸν καὶ τὸ πρώτιστον τῶν ἀγγέλων θεός, οὕτω καὶ τὸ πρώτιστον τῶν αἰσθητῶν ἀΐδιον καὶ θεῖον πᾶν. ἐν δὲ τῇ γενέσει συμπέπλεκται τῷ θείῳ τὸ θνητόν. διὸ καὶ ὑπόλοιπα τὰ θνητὰ γένη προσηγόρευσεν, ὥσπερ ἐλλείμματα ὄντα τῆς τῶν θείων δημιουργίας καὶ οἷον ὑποστάθμαι παρʼ αὐτῶν ἀποτικτόμεναι τῶν θεῶν. ἀλλὰ πῶς ἀγένητα ταῦτα; ἦ ὡς μήπω γενόμενα, διότι δὴ τάξις ἐστὶ τῶν τὸ πᾶν συμπληρούντων καὶ τὰ δεύτερα τῇ τάξει διαφέροντα τῶν πρὸ αὐτῶν διορίζων ὁ δημιουργὸς οὔπω γεγονέναι φησὶν ἐκείνων προϋποστάντων. τάχα δὲ καὶ ἄλλως ἀγένητα· τὰ γὰρ αὐτὰ καὶ θνητά ἐστι καὶ ἀγένητα· ὡς μὲν ἀπὸ τῆς δημιουργικῆς γιγνόμενα μονάδος καὶ τῆς ἀκινήτου καὶ αἰωνίου ποιήσεως ἀγένητα, ὡς δὲ ὑπὸ τῶν νέων θεῶν θνητά· μέτεστι γὰρ καὶ τούτοις ἀϊδίου τινός, διότι κατʼ εἶδος μέν ἐστιν ἄφθαρτα, κατὰ δὲ τὸ καθʼ ἕκαστον φθαρτά· διῄρηται γὰρ ἐπὶ τούτων τὸ εἶδος τοῦ καθʼ ἕκαστον καὶ οὐχ ὥσπερ ἐπὶ τῶν θείων καὶ μόνως ἀϊδίων ζῴων ἔνεστι πᾶν τὴν ὅλην τῶν παραδειγμάτων πρόοδον ὑποδέξασθαι δεδυνημένον. τὸ μὲν οὖν ἀΐδιον τῶν θνητῶν ἀπὸ τῆς δημιουργίας τῆς μιᾶς ἐστι, διʼ ἣν ἀμετάβλητον τὸ εἶδος καὶ ἓν καὶ ταὐτὸν ἐν πολλοῖς ἐστι, τὸ δὲ μεταβλητὸν ἀπὸ τῆς μεριστῆς κινήσεως τῶν αἰτίων ἐξαλλάττει τὴν τῶν ὑποστάντων φύσιν. δεῖ δὲ εἶναι καὶ τὸ θνητόν, ἵνα τέλειος ὁ κόσμος ᾖ, οὐ διῃρημένως μὲν διὰ τὴν νοητὴν αἰτίαν, παντοδαπῶς δὲ ὅμως ἀποτυπωσάμενος· ὅσα γὰρ ἡ μία τῶν πτηνῶν αἰτία περιεῖχε, ταῦτα ἔλαχε τὸ αἰσθητὸν μεριστῶς καὶ ἡ ἐκεῖ μονὰς ἐνταῦθα γέγονεν ἀριθμός. εἰ δὲ ταῦτα κρατοίη, νοῶν ὁ δημιουργὸς ἕκαστον τῶν θνητῶν ᾗ ἀγένητον, περιέχων μέντοι τὸ θνητὸν ἀγενήτως, οὐ μόνον ἔχει τὰς τέτταρας ἰδέας, ἀλλὰ καὶ τοὺς τούτων ὑπομερισμοὺς εἰς τὰ ἀγένητα τῶν ἀθανάτων αἴτια καὶ τὰ ἀγένητα τῶν θνητῶν. ἄλλο οὖν τὸ νοητὸν ζῷον καὶ ἄλλο τὸ ἐν αὐτῷ νοερὸν ζῷον, πλήθει μὲν τοῦτο μερικωτέρων ζῴων χρώμενον, δυνάμει δὲ ἐλάσσονι τοῦ νοητοῦ ζῴου. ἐπειδὴ δὲ πολλαὶ τοῦ κόσμου τελειότητές εἰσι — τέλειος γὰρ καὶ ὅλος ἐξ ὅλων, τέλειος καὶ τὸν χρόνον προσλαβών, τέλειος δὲ καὶ τὰ πάντα περιλαβὼν ζῷα —, τὸ τῆς τελειότητος ταύτης εἶδος ἐνδεικνύμενος ὁποῖόν ἐστι, προσέθηκε τὸ ἱκανὸς εἶναι· παντελὴς γὰρ οὕτως ἔσται πάντα τά τε ζῷα περιέχων καὶ πάσας τὰς νοητὰς καὶ νοερὰς ἐγκολπισάμενος δυνάμεις καὶ πάντων τῶν ἡνωμένων παραδειγμάτων διῃρημένας εἰκόνας ὑποδεξάμενος. διὰ τί οὖν, φαίη τις ἄν, εἰ δεῖ τὸν κόσμον πάντα σχεῖν ἐντὸς τὰ ζῷα καὶ ὅσα θνητὰ διὰ τὴν πρὸς τὸ παράδειγμα ἀφομοίωσιν, οὐκ αὐτὸς ὁ δημιουργὸς καὶ ταῦτα ὑφίστησι; τούτου δὴ τὴν αἰτίαν εὐθὺς ἐπήνεγκεν αὐτός· διʼ ἐμοῦ δὲ ταῦτα γενόμενα καὶ βίου μετασχόντα θεοῖς ἰσάζοιτο ἄν· ἄντικρυς τὸν εἰρημένον λόγον βεβαιῶν, ὅτι πᾶν τὸ ὑπὸ ἀκινήτου γενόμενον αἰτίας ἀγένητόν ἐστι καὶ ἀμετάβλητον, τὸ δὲ ὑπὸ ἀκινήτου μέν, διὰ μέσης δὲ τῆς κινουμένης τῇ μὲν ἀγένητον, τῇ δὲ μεταβλητόν· δέχεται γὰρ ἀπὸ μὲν τῆς ἀκινήτου τὸ ἕν, ἀπὸ δὲ τῆς κινουμένης τὸ πλῆθος, καὶ ἀπʼ ἐκείνης μὲν τὸ εἶναι καὶ τὸ εἶδος, ἀπὸ δὲ ταύτης τὸ ἄτομον καὶ τὸ γενέσθαι· διʼ ἃ δὴ σῴζεται μὲν κατὰ τὸ εἶδας, ἀπόλλυται δὲ τὸ καθʼ ἕκαστον. ἆρʼ οὖν, φαίη τις ἄν, ἐπειδὴ τὰς λογικὰς ψυχὰς ὁ δημιουργὸς ὑφίστησιν αὐτὸς καθʼ αὑτόν, θεοῖς αὗται ἰσάζονται; καὶ πῶς «ὁμωνύμους» αὐτὰς ταῖς θείαις κατὰ τὸ ἀθάνατον μικρὸν ὕστερον ἀποκαλέσει; μήποτε οὖν τὸ ἰσάζοιτο πάνυ μετʼ ἀσφαλείας προσκεῖσθαι φατέον, οὐ τοῦτο λέγον, ὅτι πάντως ἴσον ἔσται θεοῖς, ἀλλʼ ὅτι ὅμοιον· τὸ γὰρ ἰσαζόμενον εἰς ὁμοιότητα χωρεῖ πρὸς τὸ ἴσον, τὸ δὲ ἴσον σύμβολόν ἐστι τῶν ἐγκοσμίων θεῶν, ὡς αὐτὸς ἐν τῷ Παρμενίδῃ παραδέδωκεν· ἄλλως τε καὶ τὸ λογικὸν εἶδος τῆς ζωῆς ἀποκαθαρθὲν καὶ τέλεον γενόμενον θεῖόν ἐστιν· ὥστε τινὰς μηδὲ θεὸν αὐτὸ προσαγορεύειν ἀπογνῶναι διὰ τὸ προβεβλῆσθαι τὸ θεῖον ἐν αὐτῷ καὶ κατὰ τοῦτο συνηνῶσθαι πρὸς τοὺς ὄντως θεούς. τοῦτο μὲν δὴ τοιοῦτον. κἀκεῖνο δὲ ἀκριβῶς εἴρηται τὸ διʼ ἐμοῦ· καὶ γὰρ τὰ θνητὰ τῶν γενῶν ὑπʼ αὐτοῦ γίγνεται, διʼ αὐτοῦ δὲ τὰ ἀΐδια· κατὰ μίαν γὰρ αἰτίαν ἡνωμένην ἔχει τό τε ὑφʼ οὗ καὶ τὸ διʼ οὗ, καὶ ὡς μὲν πατὴρ ὑφʼ ἑαυτοῦ πάντα ποιεῖ, ὡς δὲ δημιουργὸς τὰ ἀΐδια μὲν διʼ ἑαυτοῦ, τὰ δὲ θνητὰ διῃρημένως ὑπʼ αὐτοῦ μέν, διὰ τῶν νέων δὲ γίγνεται θεῶν. καὶ οὐ διὰ τοῦτο οἰητέον τὴν νέαν ἀτιμάζεσθαι δημιουργίαν, ὅτι τὸν διʼ οὗ λόγον ἔχει πρὸς τὴν ὑπερκόσμιον αἰτίαν· ἀεὶ γὰρ τὰ προσεχέστερα αἴτια τὴν τοῦ διʼ οὗ τάξιν ἀποφέρεται πρὸς τὰς ἐξῃρημένας ποιήσεις. ἐπεὶ καὶ τῆς νέας δημιουργίας ὄργανον ἡ φύσις καὶ ταύτης πάλιν ἄλλο τὸ ἔμφυτον θερμόν· ὥστε ὅσοι τῶν Πλατωνικῶν τῷ μὲν πρώτῳ τὸ ἀφʼ οὗ καὶ ἐφʼ ὃ προσοικειοῦσιν, ὥσπερ ὁ μέγας Θεόδωρος, τῷ δὲ νῷ τὸ διʼ ὃ καὶ πρὸς ὅ, τῇ δὲ ψυχῇ τὸ ὑφʼ οὗ καὶ τὸ καθʼ ὅ, λέγουσι μέν τινα τῶν ὀνομάτων διαίρεσιν οὐκ ἄμουσον, ἁμαρτάνουσι δὲ τῆς τοῦ Πλάτωνος κρίσεως· τῷ γὰρ δημιουργικῷ νῷ καὶ τὸ ὑφʼ οὗ καὶ τὸ διʼ οὗ προσῆψεν αὐτὸς καὶ οὐδὲν δεῖ τὰ ὀνόματα διαιρεῖν κατὰ τὰς θείας τάξεις, πλὴν ὅτι τὸ μὲν διʼ ὃ τελικόν ἐστι, τὸ δὲ πρὸς ὃ παραδειγματικόν. κωλύει δὲ οὐδὲν πάντα ταῦτα ἐν τῷ δημιουργῷ θεωρεῖν, ὡς μὲν θεῷ τὸ διʼ ὅ — τέλος γὰρ ἡ ἀγαθότης —, ὡς δὲ νοητικῷ τὸ διʼ οὗ — ποιεῖ γὰρ διʼ ἐνεργείας νοητικῆς οὐ προηγουμένης οὔσης τῆς γνώσεως, συντελούσης δὲ διʼ ἑαυτῆς τῇ δημιουργίᾳ, καθʼ ὅσον δημιουργεῖ πρότερον νοῶν. καὶ μὴν καὶ τὸ βίου μετασχόντα πάνυ δαιμονίως προσέθηκε· τί γάρ; εἰ γένοιτο μὲν ὑπʼ αὐτοῦ τὰ ὅλα στοιχεῖα, πῦρ καὶ ἀὴρ καὶ ὕδωρ, ἄψυχα δὲ ὅμως, ἆρα θεοῖς ἰσάζοιτο ἂν ὥσπερ δὴ καὶ καλοῦμεν τὴν γῆν θεὸν καὶ τὸ πῦρ; οὐδαμῶς· τὸ γὰρ πρώτως ἐκθεοῦν τὰ ὅλα σώματα ψυχή ἐστιν, ὥσπερ καὶ ἐν Νόμοις εἴρηκεν. εἰ δὲ καὶ γένοιτο διʼ αὐτοῦ καὶ βίου μετάσχοι διʼ αὐτοῦ, ζωὴν ἕξει καὶ ψυχήν· ὁ γὰρ βίος ἐν ψυχαῖς. εἰ δὲ μετὰ τῆς ὁλότητος ἔχοι καὶ τὴν ψύχωσιν, θεοῖς ἰσάζοιτο ἄν· καὶ γὰρ ὅτε τῷ κόσμῳ ψυχὴν ἐπέστησε, θεὸν εὐδαίμονα τότε πρῶτον αὐτὸν ὕμνησεν, ὡς τῆς ψυχῆς θεοποιὸν ἐχούσης δύναμιν πρὸς πᾶν τὸ σωματικὸν καὶ θείας οὔσης κατʼ οὐσίαν.
Ἵνʼ οὖν θνητά τε ᾖ τό τε πᾶν ὄντως ἅπαν ᾖ, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζῴων δημιουργίαν.
Διττοὺς παραδίδωσιν ἐν τούτοις τῆς δευτέρας δημιουργίας σκοπούς, ἕνα μὲν τὸν προνοητικόν, δεύτερον δὲ τὸν ἀφομοιωτικόν, τὸν μὲν προσεχέστερον ὄντα, τὸν δὲ ὁλικώτερον· τῆς μὲν γὰρ τῶν θνητῶν ὑποστάσεως ἕνεκα ποιοῦσα πρόνοιαν καὶ τελειότητα δυνάμεως ἐνδείκνυται· τὸ γὰρ ὑπερπλῆρες τῆς δυνάμεως πᾶν γόνιμόν ἐστιν ἄλλων μεθʼ ἑαυτὸ δευτέρων. τῆς δὲ τοῦ παντὸς συμπληρώσεως τὴν ἀφομοιωτικὴν δύναμιν, ἵνα τῷ παντελεῖ ζῴῳ καὶ τόδε τὸ πᾶν ὅμοιον ἀποτελεσθῇ, πᾶσι τοῖς τῶν θείων τε καὶ θνητῶν ζῴων ἀριθμοῖς διακεκοσμημένον· εἴτε γὰρ ἀθάνατα πάντα ἦν, τὰ θειότατα τῶν αἰσθητῶν ἄγονα ἂν ἦν, εἴτε μὴ τὸ πᾶν πᾶσι συμπεπληρωμένον τοῖς εἴδεσι τῆς ζωῆς, οὐκ ἂν τέλειον ἦν οὐδὲ ἱκανῶς ὅμοιον πρὸς τὸ παντελὲς ζῷον. ἵνʼ οὖν μηδέτερα τούτων ᾖ, κινεῖ τὴν δευτέραν δημιουργίαν ὁ πρῶτος δημιουργὸς ἄνωθεν ἀπʼ ἄκρας τῆς ἑαυτοῦ περιωπῆς καὶ δύναμιν ἐπιρρεῖ ζῳογονικήν τε καὶ δημιουργικήν, διʼ ἧς καὶ γεννήσουσι τὰς δευτέρας ἀφʼ ἑαυτῶν οὐσίας καὶ ζωῆς πληρώσουσι καὶ εἰδοποιήσουσιν· ἴδιον γὰρ ζῳογόνου μὲν θεότητος τὸ ζωοποιεῖν, δημιουργικῆς δὲ τὸ εἰδοποιεῖν. καὶ τὸ τρέπεσθε οὖν κινητικόν, ἄντικρυς ἐοικὸς τῷ· ἔρχεσθʼ, ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,ἐπὶ τὸν πόλεμον τῆς γενέσεως καὶ τὴν δημιουργίαν τῶν θνητῶν αὐτοὺς ἀνεγεῖρον, ἣν ἐπιτελοῦσι διὰ κινήσεως πάντες μέν, οὐχ ἥκιστα δὲ οἱ κοσμοκράτορες· οὗτοι γάρ εἰσιν οἱ τρεπόμενοι καὶ διαφερόντως ὁ βασιλεὺς Ἥλιος· τοῦτον γὰρ ἐπέστησε τοῖς ὅλοις ὁ δημιουργός· καὶ φύλακʼ αὐτὸν ἔτευξε κέλευσέ τε πᾶσιν ἀνάσσειν,ὥς φησιν Ὀρφεύς. καὶ μὴν καὶ τὸ κατὰ φύσιν ὁρίζει μὲν τὴν ποίησιν αὐτῶν κατὰ τὸ μέτρον καὶ τὸ ἀγαθόν· ἔτι δὲ ὡς ὄργανον αὐτοῖς ὑποστρώννυσι τὴν φυσικὴν πᾶσαν ποίησιν — κινοῦσι γοῦν αὐτὴν καὶ ποδηγετοῦσιν ὑπηρετουμένην ταῖς βουλήσεσι· καὶ τρίτον ἀφορίζει τὴν μεσότητα αὐτῶν· τῷ γὰρ μέσῳ τὸ τὰ ἔσχατα δημιουργεῖν κατὰ φύσιν· ἀνήρτηται γὰρ τὰ μὲν ποτὲ ὄντα εἰς τὰ κατὰ χρόνον ἀϊδίως ὄντα, ταῦτα δὲ εἰς τὰ αἰωνίως ὄντα· καὶ τὰ μὲν πρῶτα γεννητικὰ τῶν μέσων ἐστί, ταῦτα δὲ τῶν τελευταίων. καὶ τὸ ὑμεῖς δὲ αὐτουργίαν δηλοῖ καὶ αὐτὰς ἀνεγείρει τὰς ζωὰς τὰς θείας ἐπὶ τὴν δημιουργίαν. μὴ δὴ θαυμάζωμεν ἔτι, πόθεν ὑπάρχει ταῖς θείαις ψυχαῖς τὸ δημιουργικόν, ἴδιον ὂν τῶν θεῶν τῶν ὑπερουσίων· ὥσπερ γὰρ Ὀρφεὺς τὴν νοερὰν οὐσίαν ἐνθεὶς τῷ Διὶ τὴν δημιουργικὴν ἀπετέλεσεν, οὕτω δὴ καὶ ὁ Πλάτων τοὺς λόγους προαγαγὼν ἀπὸ τοῦ πατρὸς ἐνθέους τε καὶ δημιουργικὰς ἀπέφηνε τὰς ὅλας ψυχάς. μηδὲ ἀπορῶμεν, διὰ τί τῶν ἐγκοσμίων τὰ μὲν ἀθάνατα, τὰ δὲ θνητά, πάντων κατὰ τὰς νοητὰς αἰτίας γεγονότων· ἔστι γὰρ τὰ μὲν ἀπʼ ἄλλης, τὰ δὲ ἀπʼ ἄλλης προσεχοῦς ποιητικῆς αἰτίας, δεῖ δὲ καὶ πρὸς ταύτας ὁρᾶν, ἀλλʼ οὐ πρὸς τὰ παραδείγματα μόνον. μηδὲ ἐπιζητῶμεν τὴν ἰδέαν Σωκράτους ἢ Πλάτωνος ἢ τῶν καθʼ ἕκαστά τινος· κατὰ γένη γὰρ ὁ δημιουργὸς καὶ τὰ θνητὰ ζῷα διεῖλε καὶ μέχρι τῶν ὁλικῶν ἵσταται νοήσεων καὶ διὰ τούτων περιλαμβάνει πᾶν τὸ μερικόν· ὡς γὰρ τὸ ἔνυλον ἀΰλως καὶ τὸ γενητὸν ἀγενήτως, οὕτω καὶ τὸ καθʼ ἕκαστον ὁλικῶς προείληφε. μηδὲ λέγωμεν, ὅτι οὐ ποιεῖ καὶ τὰ θνητὰ ὁ δημιουργός· ποιεῖ γάρ, ἀλλὰ διὰ τῶν νέων θεῶν· πρὶν γὰρ οὗτοι ποιήσουσιν, ἐκεῖνος πεποίηκε τῷ νοῆσαι μόνον. μηδὲ ἀπογιγνώσκωμεν, ὅτι καὶ θείως ἐστὶ τὰ θνητὰ καὶ οὐ θνητῶς μόνον· ἃ γὰρ προτείνει νῦν ὁ δημιουργὸς ἐν τοῖς λόγοις, ὑποστάσεις εἰσὶ περὶ τοὺς νέους θεούς, ἃς ὁ οὐρανὸς ὑπεδέξατο πρώτως, καθʼ ἃς καὶ δημιουργοῦσιν οἱ νέοι θεοὶ τὰ θνητά· μονάδες γὰρ ἀπὸ τῶν νοητῶν εἰδῶν εἰς τὸν οὐρανὸν προῆλθον πάσης τῆς θνητοειδοῦς ζωῆς, ἀπὸ δὲ τούτων τῶν μονάδων θείων οὐσῶν πᾶν ἀπεγεννήθη τὸ πλῆθος τῶν ἐνύλων ζῴων· ἐὰν γὰρ τούτων ἀνεχώμεθα τῶν νοημάτων, τῷ τε Πλάτωνι συνακολουθήσομεν καὶ τῆς φύσεως οὐκ ἀπολειφθησόμεθα τῶν πραγμάτων.
Μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν.
Τοῦτό ἐστι τὸ ἀκρότατον τέλος τῆς δευτέρας δημιουργίας, ἡ πρὸς τὴν μίαν καὶ ἐξῃρημένην δημιουργίαν ὁμοίωσις καὶ πρὸς αὐτὴν ἐπιστροφή· δεῖ γὰρ τὰ μὲν ἀεικίνητα τοῖς ἀκινήτοις, τὰ δὲ πολυμετάβολα τοῖς ἀεικινήτοις ἕπεσθαι, καὶ μίαν εἴναι σειρὰν ἀεὶ τῶν δευτέρων ὁμοιουμένων πρὸς τὰ πρὸ αὐτῶν. ἐπεὶ δὲ ἐν τῷ δημιουργῷ καὶ βούλησις ἦν θεία καὶ δύναμις, τὴν μὲν βούλησιν αὐτοῖς ἐξέφηνε διὰ τῆς μαθήσεως καὶ διʼ ἐκείνης ἀπετέλεσεν αὐτῶν δημιουργικὴν τὴν βούλησιν, τὴν δὲ δύναμιν διὰ ταύτης τῆς μιμήσεως, καθʼ ἣν προστάττει τὴν δύναμιν αὐτοὺς ἐκμιμεῖσθαι τὴν τοῦ ἑνὸς δημιουργοῦ, καθʼ ἣν ἀπεγεννήθησαν ὑπʼ αὐτοῦ· τῷ γὰρ λέγειν ὃ βούλεται βούλησιν αὐτοῖς ἐνδίδωσι καὶ τῷ λέγειν ὃ δύναται δύναμιν αὐτοῖς χορηγεῖ, καὶ τέλος ἀποφαίνει δημιουργοὺς δευτέρους μιμητὰς τοῦ πατρός. εἴτε οὖν δύναμίς ἐστιν ἐγκόσμιος εἴτε δαιμόνων ἐνέργεια δραστήριος εἴτε ἡρώων ἀλκὴ καὶ ὑπερφυὴς ῥώμη, πᾶσαν ὁ δημιουργὸς ὑφίστησι καὶ ἐνδίδωσιν εἰς τοὺς συμπληροῦντας ὅλην τὴν δευτέραν δημιουργίαν· ἔστι γὰρ ἡ πρώτη δύναμις ἐν αὐτῷ καὶ ἡ τῶν δημιουργικῶν δυνάμεων μονάς. ἐπεὶ δὲ καὶ νοῦς ἐστι καὶ πατήρ, εἴη ἂν ἐν αὐτῷ πάντα, ὁ πατήρ, ἡ δύναμις τοῦ πατρός, ὁ νοῦς ὁ πατρικός· ὥστε οὐδὲ ταύτης τῆς διαιρέσεως ὁ Πλάτων ἀνεννόητος. διὸ καὶ νῦν τὴν δύναμιν τὴν «ἑαυτοῦ» προσείρηκεν ὡς πατρὸς καὶ τοῦτο δεδήλωκεν ἐπαγαγὼν τὸ περὶ τὴν ὑμετέραν γένεσιν· ταύτης γὰρ ὁ πατὴρ αἴτιος μετὰ τῆς δυνάμεως, ὥσπερ καὶ τῆς ἐνταῦθα γενέσεως ὁ πατὴρ μετὰ τοῦ θήλεος.
Καὶ καθʼ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει, θεῖον λεγόμενον ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι, σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω.
Τῆς τῶν ζῴων ἁπάντων δημιουργίας διῃρημένης εἴς τε τὴν τῶν θείων ζῴων ἀπογέννησιν καὶ τὴν τῶν θνητῶν, καὶ αὖ πάλιν τῆς τούτων γεννήσεως συμπλεκομένης ἔκ τε ἀθανάτου καὶ θνητοῦ τινος, οὐ πάσης, ἀλλʼ ἐκείνης, ἧς ἐστι καὶ τὸ λογικὸν εἶδος τῆς ζωῆς, εἴτε ἐν ἀερίοις εἴη τι τοιοῦτον εἴτε ἐν πεζοῖς εἴτε ἐν τοῖς μεταξὺ τούτων — καὶ γὰρ τὰ φυτά, ζῷα κατʼ αὐτὸν ὄντα, θνητά ἐστιν, οὐκ ἔχοντα ψυχὴν λογικὴν τὴν ψυχοῦσαν, ὡς αὐτὸς ἐρεῖ σαφῶς —, πᾶσάν τε τὴν τῶν θείων ζῴων δημιουργίαν ὑφίστησι καθʼ ἑαυτὸν ὁ τῶν ὅλων πατὴρ καὶ τῆς τῶν θνητῶν συστάσεως τὸ λογικὸν εἶδος τῆς ζωῆς ἐν ἑκάστῳ τῶν τριῶν γενῶν θεωρούμενον· τὸ δὲ λοιπὸν ὑφίστησι μέν, ἀλλὰ προσεχῶς τοῖς νέοις θεοῖς παραδίδωσιν αὐτοῦ τὴν ἀπογέννησιν καὶ ἐκείνους κυρίους ἀποφαίνει τῆς θνητῆς ἁπάσης φύσεως καὶ ὥσπερ αὐτὸς παραλαβὼν προϋποστὰν ἀλλαχόθεν πᾶν ὅσον ἦν ὁρατὸν πλημμελῶς κινούμενον εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, οὕτως ἄρα τὰ τέλη τῆς τοῦ παντὸς ποιήσεως ἄλλως παραδίδωσι τοῖς νέοις θεοῖς. παραλαμβάνων οὖν καὶ παραδιδοὺς μέσος ἐστὶ τοῦ τε νοητοῦ θεοῦ τοῦ κατὰ τὸ αὐτοζῷον καὶ τῶν πολλῶν δημιουργῶν. τί δὴ οὖν οὐχὶ καὶ τὸ τοῖς ἀθανάτοις ὁμώνυμον ἐν ἡμῖν παραδέδωκε τοῖς ἐγκοσμίοις θεοῖς γεννᾶν, εἴπερ καὶ ἀθανάτων αὐτῶν τινές εἰσι πατέρες, ὡς ἐκ τῆς θεογονίας μεμαθήκαμεν; ἦ ἵνα γνῶμεν, ὅτι πάντων αὐτός ἐστιν αἴτιος ὁ εἷς δημιουργός, εἴπερ καὶ τὰ πρῶτα τῶν ἀθανάτων αὐτὸς παρήγαγε καὶ τὰ ὁμώνυμα τοῖς ἀθανάτοις. εἰ δʼ ἦν καὶ τούτων ἐκείνοις ἐπιτρέψας τὴν γένεσιν, ἔδοξεν ἂν μόνων εἶναι τῶν οὐρανίων αἴτιος, τοὺς μὲν ὑπὸ σελήνην ἀπὸ τούτων παραγαγών, τὰς δὲ ψυχὰς ἀπὸ πάντων τούτων. ἀλλὰ μεμηχάνηται διὰ τῆς τῶν ἄκρων παραγωγῆς ἐνδεῖξαι τὴν πάντων τῶν ὁπωσοῦν ἀθανάτων ἀφʼ ἑνὸς τοῦ δημιουργοῦ γένεσιν· ὃ δὴ καὶ ἐρεῖ προελθών, ὡς τῶν ἀθανάτων πάντων αὐτός ἐστι πατήρ, τῶν δὲ θνητῶν τὴν γένεσιν ἄλλοις ἐπέτρεψε. ταῦτα μὲν περὶ τῆς ὅλης προθέσεως τῶνδε τῶν ῥημάτων. Ἐκ δὲ τούτων ὁρμώμενοι παρρησιασόμεθα πρὸς τοὺς Πλατωνικούς, ὅσοι τὴν ἡμετέραν ψυχὴν ἰσοστάσιόν τε ἀποφαίνουσι τοῖς θεοῖς καὶ ὁμοούσιον ταῖς θείαις ψυχαῖς καὶ ὅσοι φασὶν αὐτὴν αὐτὸν γίγνεσθαι τὸν νοῦν καὶ αὐτὸ τὸ νοητὸν καὶ αὐτὸ τὸ ἕν, ἀπολείπουσαν πάντα καὶ στᾶσαν κατὰ τὴν ἕνωσιν· πολλοῦ γὰρ δεῖ τοιοῦτόν τι περὶ αὐτῆς λέγειν ὁ Πλάτων, ὅς γε ὁμωνύμως ἀθάνατον αὐτὴν ἀποκαλεῖ ταῖς θείαις ψυχαῖς, καὶ οὐ παρὰ τὴν γένεσιν τοῦτο ὑπομένειν, ἀλλὰ ταύτην εἰληχέναι τὴν ἀπὸ τοῦ δημιουργοῦ τάξιν, καὶ λέγεσθαι θείαν, ἀλλʼ οὐχ ἁπλῶς εἶναι θείαν· τὸ γὰρ θεῖον προσήκει ταῖς ἀχράντοις καὶ ἀεὶ νοούσαις καὶ τὸ ἀθάνατον ταῖς πόρρω τῶν θνητῶν ἱδρυμέναις. τὸ δὲ πῖπτον εἰς γένεσιν καὶ τὸ τοιαύτην οὐσίαν ἔχον καὶ δυνατὸν συμμίγνυσθαι τοῖς θνητοῖς οὔτε θεῖόν ἐστιν ἁπλῶς οὔτε ἀθάνατον. καὶ ὁρᾷς πάλιν ἄλλας μεσότητας καὶ τάξιν ἄλλην· τὰ μὲν γάρ ἐστι πρώτως ἀθάνατα, τὰ δὲ ἀθάνατα μέν, ἀλλὰ δευτέρως, τὰ δὲ ὁμωνύμως ἀθάνατα, τὰ δὲ θνητά· τελευτᾷ γὰρ μέχρι τούτων ἡ φύσις, ὧν ἐπέκεινα τὸ μηδαμῶς ὄν. οὔτʼ οὖν θείαν ἁπλῶς τὴν ἡμετέραν ψυχὴν ῥητέον οὔτε ἀθάνατον, καίτοι πολλαχοῦ δέδεικται ἀθάνατος, ἀλλʼ οὐ πρώτως ἔχει τὴν ἀθανασίαν οὐδὲ δευτέρως μέν, εἰλικρινῶς δὲ ὑπάρχουσαν, ἀλλὰ συμμιγῆ πρὸς τὸ θνητόν. εἰς ὃ καὶ ἀποβλέποντές τινες θνητὴν αὐτὴν ὑπέλαβον. ἀλλὰ μὴν οὐδὲ εἰς ταὐτὸν ἄξομεν τοῖς ἀχωρίστοις εἴδεσι τῆς ὕλης ἢ ταῖς ἀλόγοις ζωαῖς· ἡγεμονοῦσαν γὰρ ἔλαχε φύσιν, ὥς φησι καὶ αὐτὸς ἐν τούτοις ὁ γεννήσας αὐτὴν πατήρ, διὸ κατὰ φύσιν αὐτῆς τὸ κρατεῖν τῆς ἀλόγου ζωῆς, καὶ ἕπεται δίκῃ καὶ θεοῖς ὡς ἐπιστρεφομένη πρὸς αὐτοὺς καὶ πληρουμένη παρʼ αὐτῶν καὶ ὀπαδὸς οὖσα αὐτῶν. πᾶν οὖν τὸ τοιοῦτον εἶδος τῆς ζωῆς τὸ λογικὸν ἐκ τῆς μιᾶς ὑφίσταται δημιουργίας· δεῖ γὰρ αὐτὸ καὶ ἀπὸ νοῦ παράγεσθαι καὶ ἀπὸ τοῦ ὅλου νοῦ· τρία γάρ ἐστι ταῦτα, τὸ τῆς αὐτῆς μὲν τάξεως, ὁλικὸν δέ, τὸ κρείττονος μὲν τάξεως, μερικὸν δέ, ὁ καὶ κρείττονος ὂν τάξεως καὶ ὁλικόν· τὸ γὰρ τέταρτον οὐδʼ ἀμφισβητεῖ πρὸς τὸ γεννᾶν· τί γὰρ διοίσει τοῦ γεννωμένου; καὶ γὰρ τοῦτο μερικόν ἐστι τῆς αὐτῆς ἐκείνῳ τάξεως. ἀλλὰ τὸ μὲν ἐν κρείττονι τάξει τεταγμένον, μερικὸν δὲ κύριον εἶναι τῆς ὅλης ἀπογεννήσεως ἀδύνατον· δεῖ γὰρ πάντη κρατεῖν τὸ ὄντως αἴτιον. τὸ δὲ ὁλικὸν μέν, τῆς δὲ αὐτῆς ὑπάρχον τάξεως ὡς μιᾶς ὂν σειρᾶς οὐκ ἔχει τὴν ἀληθινὴν τοῦ γεννᾶν δύναμιν. μόνον δὴ τὸ ὅλον ἐν τῇ κρείττονι κυριώτατόν ἐστιν αἴτιον, ἀμφοτέροις ὑπερέχον τοῦ γεννήματος, τὰ δʼ ἄλλα τούτῳ συμπαράγει καὶ μετὰ τούτου δημιουργεῖ. καὶ διὰ τοῦτο ἡ ψυχὴ πρώτως μὲν ἀπὸ τοῦ δημιουργοῦ πρόεισι, δευτέρως δὲ καὶ ἀπὸ τῆς ὅλης ψυχῆς, προσεχῶς δὲ καὶ ἀπὸ τοῦ μερικοῦ νοῦ· ποιεῖ γὰρ οὗτος μέν, ὁ μερικὸς λέγω νοῦς, τοῦτο ὢν ἐν τῇ τάξει τῶν νοητῶν, ὅπερ ἐστὶν αὕτη κατὰ τὴν σειρὰν τῶν ψυχῶν, ποιεῖ δʼ οὖν οὗτος αὐτὴν μερικήν, ἡ δὲ ὅλη ψυχὴ λογικήν, ὁ δὲ δημιουργὸς ἀμφότερα, διὸ καὶ πρώτως αἴτιός ἐστι. διόπερ ἐνταῦθα μὲν τὸν δημιουργὸν ἐφίστησι τῇ ἀπογεννήσει τῆς ψυχῆς, ἐν Φιλήβῳ δὲ ἀπὸ τῆς ὅλης ψυχῆς ἐνδίδωσιν αὐτῇ τὴν οὐσίαν· ὡς γὰρ τὸ ἐν ἡμῖν πῦρ ἀπὸ τοῦ κοσμικοῦ πυρὸς καὶ ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀὴρ τὰ ἐν ἡμῖν ἀπὸ τῶν ὅλων, οὕτω δὴ καὶ τὴν μερικὴν ἐκεῖ ψυχὴν ἀπὸ τῆς τοῦ παντὸς γεννᾶσθαί φησι. ταῦτα μὲν οὖν περὶ τούτου. τὴν δὲ «δίκην» συντάττει τοῖς ἐγκοσμίοις θεοῖς εἰκότως· ἔστι γὰρ ὀπαδὸς μὲν τοῦ Διός, ὥς φησιν ὅ τε Ὀρφεύς, ὅταν λέγῃ· τῷ δὲ Δίκη πολύποινος ἐφέσπετο, καὶ ὁ Ἀθηναῖος Ξένος· τῷ ἀεὶ συνέπεται Δίκη, συνιδρυμένη δὲ τοῖς ἐγκοσμίοις θεοῖς καὶ συγκατευθύνουσα τὸ πᾶν κατʼ ἀξίαν· ἐκ μέσης γὰρ τῆς ἡλιακῆς σφαίρας πάντη διατείνει τὴν ἑαυτῆς πρόνοιαν καὶ διασπείρει τὴν τῶν ἀγαθῶν διανομήν. τὴν δὲ δὴ «σπορὰν» τίνα ῥητέον; ἆρα ταύτην, ἣν οἱ πολλοὶ τῶν Πλατωνικῶν διαθρυλοῦσι, τὴν περὶ τὰ ἄστρα τῶν ψυχῶν διανομήν; ἔσπειρε γάρ, φησί, τὰς μὲν εἰς γῆν, τὰς δὲ εἰς ἥλιον, τὰς δὲ εἰς σελήνην· καὶ διττὴν τὴν σπορὰν θησόμεθα, τὴν μὲν περὶ τοὺς θεούς, τὴν δὲ περὶ τὴν γένεσιν, ἣν ἐν τῷ Πολιτικῷ παραδέδωκεν; ἀλλὰ νῦν ὁ Πλάτων βούλεται τῆς οὐσίας τῶν ψυχῶν ἐπὶ τὸν δημιουργὸν τὴν αἰτίαν ἀνενεγκεῖν· δεῖ γὰρ αὐτὰς γενέσθαι πρῶτον, ἔπειτα οὕτως ἄλλας περὶ ἄλλους ἡγεμόνας διανεμηθῆναι. βέλτιον οὖν, ὡς ὁ διδάσκαλος ἡμῶν ἐπέκρινε, σπορὰν τὴν γένεσιν ἀκούειν, ἐπεὶ καὶ προσήκει τῷ πατρὶ τὸ σπείρειν καὶ τὸ λόγους γεννᾶν, ἡ δὲ ψυχὴ λόγος ἐκ λόγων ἐστὶ καὶ ὡς ἀπὸ πατρὸς πρόεισι τοῦ δημιουργοῦ τῶν ὅλων· καὶ γὰρ αὕτη μέν ἐστιν ἡ πρώτη σπορά, δευτέρα δὲ ἡ περὶ τοὺς νέους θεούς, τρίτη δὲ ἡ περὶ τὴν γένεσιν. καὶ τῆς μὲν πρώτης μετέχουσι καὶ αἱ θεῖαι ψυχαί, τῆς δὲ δευτέρας καὶ οἱ δαίμονες — καὶ γὰρ τούτων αἱ τάξεις διανενέμηνται περὶ τοὺς θεούς —, ἡ δὲ τρίτη μόνων τῶν γενεσιουργῶν ἐστι ψυχῶν.
καὶ μὴν καὶ τὸ «ὑπάρξασθαι» σφόδρα οἰκείως εἴρηται· διότι γὰρ συναπογεννᾷ καὶ ἄλλα αἴτια τῷ δημιουργῷ τὴν ψυχήν, οἷον τὰ ζῳογονικὰ λέγω, διὰ τοῦτο αὐτὸς ὑπάρχεσθαι λέγεται. καὶ διότι καὶ τὸ ὄχημα τῆς ψυχῆς αὐτὸς ἀπογεννᾷ καὶ πᾶσαν τὴν ἐν αὐτῷ ζωήν, ᾗ προσυφαίνουσιν οἱ νέοι θεοὶ τὸ θνητὸν εἶδος τῆς ζωῆς, διʼ ὅ μοι δοκεῖ καὶ τὸ ἀθάνατον κοινὸν ὑπάρχον ἐπʼ ἀμφοτέρων παραλαβεῖν, ἀλλὰ μὴ τὸ λογικόν, καὶ τοῦτο προάγειν ἀπὸ τῆς μιᾶς δημιουργίας, λέγων καὶ καθʼ ὅσον μὲν αὐτῶν ἀθανάτοις ὁμώνυμον εἶναι προσήκει· πᾶν γὰρ ἀεὶ τὸ ὄχημα μετὰ τῆς οἰκείας αὐτοῦ ζωῆς καὶ τῆς λογικῆς ψυχῆς, ἧς ἐξήρτηται, κατʼ οὐσίαν ἀΐδιόν ἐστιν. ἄμφω γοῦν ἀπὸ τοῦ δημιουργοῦ γεννᾶται καθʼ ὁμοιότητα τῶν ἄστρων, ὧν καὶ τὰς ψυχὰς καὶ τὰ ὀχήματα παρήγαγεν ὁ δημιουργός. σπείρει μὲν οὖν τὴν ψυχὴν γεννῶν ὡς λόγων πατήρ, ὑπάρχεται δὲ τὸ ὄχημα παράγων· τοῦτο γὰρ ἀρχή ἐστιν ἤδη τῆς θνητοειδοῦς ζωῆς.
Τὸ δὲ λοιπὸν ὑμεῖς, ἀθανάτῳ θνητὸν προσυφαίνοντες.
Τί τὸ ἀθάνατόν ἐστι τοῦτο καὶ τί τὸ θνητόν, ἐζήτηται παρὰ τοῖς τοῦ Πλάτωνος ἐξηγηταῖς. καὶ οἱ μὲν τὴν λογικὴν ψυχὴν μόνην ἀθάνατον ἀπολείποντες φθείρουσι τήν τε ἄλογον ζωὴν σύμπασαν καὶ τὸ πνευματικὸν ὄχημα τῆς ψυχῆς, κατὰ τὴν εἰς γένεσιν ῥοπὴν τῆς ψυχῆς τὴν ὑπόστασιν διδόντες αὐτοῖς μόνον τε τὸν νοῦν ἀθάνατον διατηροῦντες ὡς μόνον καὶ μένοντα καὶ ὁμοιούμενον τοῖς θεοῖς καὶ μὴ φθειρόμενον, ὥσπερ οἱ παλαιότεροι καὶ ἕπεσθαι τῇ λέξει κρίναντες, διʼ ἧς ὁ Πλάτων φθείρει τὴν ἄλογον, θνητὴν αὐτὴν καλῶν, τοὺς Ἀττικοὺς λέγω καὶ Ἀλβίνους καὶ τοιούτους τινάς. οἱ δὲ τούτων μετριώτεροι, ὥσπερ οἱ περὶ Πορφύριον, καὶ πρᾳότεροι παραιτοῦνται μὲν τὴν καλουμένην φθορὰν κατασκεδαννύναι τοῦ τε ὀχήματος καὶ τῆς ἀλόγου ψυχῆς, ἀναστοιχειοῦσθαι δὲ αὐτά φασι καὶ ἀναλύεσθαί τινα τρόπον εἰς τὰς σφαίρας, ἀφʼ ὧν τὴν σύνθεσιν ἔλαχε, φυράματα δὲ εἶναι ταῦτα ἐκ τῶν οὐρανίων σφαιρῶν καὶ κατιοῦσαν αὐτὰ συλλέγειν τὴν ψυχήν, ὥστε καὶ εἶναι ταῦτα καὶ μὴ εἶναι, αὐτὰ δὲ ἕκαστα μηκέτʼ εἶναι μηδὲ διαμένειν τὴν ἰδιότητα αὐτῶν. καὶ δοκοῦσιν ἕπεσθαι τοῖς λογίοις ἐν τῇ καθόδῳ τὴν ψυχὴν λέγουσι συλλέγειν αὐτὸ λαμβάνουσαν αἴθρης μέρος ἠελίου τε σεληναίης τε καὶ ὅσσα ἠέρι συννήχονται· πρὸς οὓς ἐπακτέον τὰ τοῦ Πλάτωνος οὐκ ἐναργῶς φθείροντα πᾶν τὸ ἄλογον. τρίτοι δὲ αὖ εἰσιν οἱ πᾶσαν φθορὰν ἀνελόντες ἀπό τε τοῦ ὀχήματος καὶ τῆς ἀλογίας καὶ εἰς ταὐτὸν ἄγοντες τήν τε τοῦ ὀχήματος διαμονὴν καὶ τὴν τοῦ ἀλόγου καὶ τὸ θνητὸν ἐπʼ αὐτοῦ τὸ σωματοειδὲς καὶ περὶ τὴν ὕλην ἐπτοημένον καὶ ἐπιμελούμενον τῶν θνητῶν ἐξηγούμενοι, ὡς Ἰάμβλιχος οἴεται καὶ ὅσοι τούτῳ συνᾴδειν ἀξιοῦσι, καὶ οὐχ ἁπλῶς ἀπὸ τῶν σωμάτων τῶν θείων αὐτῷ διδόντες τὴν ὑπόστασιν, ἵνα δὴ γενόμενον ἐκ κινουμένων αἰτίων καὶ μεταβλητὸν ᾖ κατὰ τὴν ἑαυτοῦ φύσιν, ἀλλʼ ἀπὸ τῶν θεῶν αὐτῶν τῶν τὸν κόσμον κατευθυνόντων καὶ πάντα διαιωνίως ποιούντων. ἐπὶ δὲ τοσούτοις καὶ τοιούτοις δοξάσμασιν ἥκει τις λόγος τό τε θνητὸν αὐτόθεν ἀποδεχόμενος καὶ τοῖς πράγμασι καὶ πᾶσι τοῖς Πλατωνικοῖς δόγμασι συνᾴδων· ὅτι μὲν γὰρ τὴν ἄλογον ζωὴν ὁ Πλάτων καὶ μετὰ τὴν τοῦ ἐνύλου σώματος διατηρεῖν βούλεται φθοράν, δῆλον ἡμῖν ποιεῖ διʼ ὧν καὶ κολαζομένην ἐν ᾍδου παραδίδωσι τὴν ψυχὴν διά τε θυμοὺς καὶ ἐπιθυμίας, οὐδὲν δεομένην κολάσεων, εἰ πάντων ἀφῄρηται τῶν παθῶν — λόγος γὰρ ἂν ἦν καθαρός —, καὶ πρὸ τοῦ σώματος ἐν ταῖς αἱρέσεσι τῶν βίων τυραννικοὺς βίους αἱρουμένην ὑπὸ λαιμαργίας καὶ σοφιστικοὺς καὶ δημοκοπικοὺς ὑπὸ φιλοδοξίας, καὶ ταῦτα τὴν πρώτως ἀπὸ τοῦ οὐρανοῦ κατιοῦσαν καὶ αὐτὴν τὴν νεοτελῆ ψυχήν. ὅτι δὲ καὶ τὸ ὄχημα διασῴζει τῆς ψυχῆς ἀΐδιον, ἐμφανές· καὶ γὰρ ἐν ᾍδου τὰς ψυχὰς ποιεῖ τοῖς ἑαυτῶν ὀχήμασι χρωμένας — ἀναβάντες γάρ, φησίν, ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπεραιοῦντο τὸν ποταμόν, ὥς φησιν ὁ ἐν Φαίδωνι Σωκράτης — καὶ νῦν ἀπὸ τοῦ δημιουργοῦ τὸ ὄχημα γεννᾷ· αὐτὸς γάρ ἐστιν ὁ εἰς ὄχημα ἐμβιβάζων τὴν ψυχὴν καθʼ ὁμοιότητα τῶν θείων ψυχῶν. καὶ πῶς γὰρ ἂν ἄλλως εἴη δυνατὸν ἐγκόσμιον εἶναι τὴν ψυχὴν ἢ ὄχημα ἔχουσαν ἐν τῷ παντί; τὸ γὰρ ἐγκόσμιον πᾶν ἕδραν ἔχει καὶ τάξιν ἐν τῷ κόσμῳ καὶ μόριον αὐτοῦ συμπληροῖ. πότερον οὖν ἡ μερικὴ ψυχὴ κρείττων ἔσται πρὸ τῆς τοῦ ὀχήματος συναρτήσεως ἢ χείρων; εἰ μὲν γὰρ κρείττων, ἔσται θειοτέρα καὶ τῶν ὅλων ψυχῶν, αἷς ὀχήματα δέδωκεν ὁ δημιουργός· εἰ δὲ χείρων, πῶς γεννηθεῖσαν αὐτὴν εἰς ὄχημα ἐνεβίβασεν εὐθύς; οὐ γὰρ ἀπὸ τοῦ παρὰ φύσιν ἄρχεται τὰ ἀΐδια τῶν πραγμάτων, ἀλλʼ ἀπὸ τοῦ κατὰ φύσιν. ταῦτα μὲν οὖν ὅτι δέδοκται τῷ Πλάτωνι, φανερόν. Ἐπεὶ δὲ διαρρήδην ἐνταῦθα προσαγορεύει θνητὸν τὸ προσυφαινόμενον ἀπὸ τῶν ἐγκοσμίων θεῶν, τί ποτε περὶ αὐτοῦ ῥητέον; ἆρα τοῦτο, ὅ φασί τινες, ὅτι τὴν ἐν τῷ ὀχήματι ζωὴν καὶ προσυφαίνεσθαι λέγει παρὰ τῶν νέων θεῶν καὶ θνητὴν προσαγορεύει, διὸ σωματοειδής ἐστι καὶ περὶ τὸ θνητὸν διατρίβει; καὶ ποῦ ταύτην ὁ Πλάτων τὴν προσυφαινομένην ἀπὸ τῶν νέων θεῶν ἀθάνατον προσεῖπεν, ἵνα τὸ θνητὸν ἐν τούτοις τοιοῦτον ὑπολάβωμεν; πῶς δὲ κἀκεῖνο παραδέδωκε κοινόν, ὅτι τῶν μὲν ἀθανάτων αὐτός ἐστι δημιουργός, τῶν δὲ θνητῶν τὴν γένεσιν ἐκείνοις παραδέδωκε; μετὰ γοῦν τὴν παράδοσιν τῆς δημιουργίας μόνων εἰσὶ δημιουργοὶ θνητῶν οἱ νέοι θεοί.
ἀλλʼ ἆρα τοῦτο, ὃ λέγουσί τινες, ὅτι μένει καὶ διαλύεται τὸ αὐτὸ διὰ τῆς ἀναστοιχειώσεως, καὶ διὰ τοῦτο θνητόν τε ἅμα καὶ οὐ θνητόν ἐστιν; ἀλλὰ τοῦτο καὶ καθʼ ἑαυτὸ μὲν ἄτοπον· τῆς γὰρ ἑνώσεως ἀπολομένης πῶς ἔτι τὸ αὐτὸ διαμένειν φήσομεν; οὐ γάρ ἐστι ζωῶν συμφόρησις ἡ ἄλογος, ἀλλὰ μία ζωὴ πολυειδής. πρὸς δὲ τούτοις καὶ τὰ οὐράνια ποτὲ μὲν ἀφαιρέσεις, ποτὲ δὲ προσθέσεις δέχεσθαι δίδωσιν, ὃ δὴ παντάπασιν αὐτῶν ἀλλότριόν ἐστιν. ἀλλʼ ἆρα φθαρτὴν ἀπολείψομεν τὴν ζωὴν ταύτην ἅμα τῷ σώματι σκεδαννυμένην; καὶ πῶς αἱ κολάσεις, πῶς δὲ αἱ καθάρσεις, πῶς δὲ αἱ τῶν βίων αἱρέσεις, αἳ μὲν κατὰ φαντασίαν, αἳ δὲ κατὰ θυμόν, αἳ δὲ κατʼ ἐπιθυμίαν; αἵ τε εἰς τὰ ἄλογα τῶν ζῴων εἰσδύσεις πῶς; διʼ ἀλογίας γὰρ ἡ συναφὴ πρὸς τὸ ἄλογον, ὥσπερ διὰ νοῦ πρὸς τὸν νοῦν. μήποτε οὖν κάλλιον οὕτω λέγειν, ὥσπερ ὁ ἡμέτερος διδάσκαλος, τὰς μὲν ἀκρότητας τῆς ἀλόγου ζωῆς τὸ πνεῦμα περιέχειν καὶ εἶναι ταύτας μετὰ τοῦ ὀχήματος ἀϊδίους ὡς ἀπὸ τοῦ δημιουργοῦ παρηγμένας, ταύτας δὲ ἐκτεινομένας καὶ μεριζομένας ποιεῖν τὴν ζωὴν ταύτην, ἣν προσυφαίνουσιν οἱ νέοι θεοί, θνητὴν μὲν οὖσαν διότι τὸν μερισμὸν τοῦτον ἀποτίθεσθαί ποτε τὴν ψυχὴν ἀναγκαῖον, ὅταν ἀποκαταστῇ τυχοῦσα καθάρσεως, πολυχρονιωτέραν δὲ τῆς τοῦ σώματος τούτου ζωῆς· καὶ διὰ τοῦτο τὴν ψυχὴν καὶ ἐν ᾍδου καὶ τοὺς βίους αἱρουμένην ἔχειν τὴν τοιαύτην ζωήν· κατὰ γὰρ αὐτὴν τὴν ῥοπὴν προσλαμβάνει τὴν θνητὴν ταύτην ζωὴν ἀπὸ τῶν νέων θεῶν. εἰ οὖν ταῦτα κρατήσειε, τὴν μὲν ἀκρότητα τῆς ἀλόγου ζωῆς ὑφίστησιν ὁ δημιουργός, αὐτὴν δὲ οὐχ ὑφίστησιν, ἐπεὶ καὶ τοὺς δαίμονας ὑφιστὰς δῆλον ὅτι παρήγαγε καὶ ἐν ἐκείνοις ἄλογον ζωήν, ἀλλʼ οὐχὶ ταύτην, ἣν οἱ νέοι θεοὶ προσυφαίνουσιν ἡμῖν· οἰκεία γὰρ αὕτη τῶν εἰς γένεσιν πιπτουσῶν ἐστι μόνον ψυχῶν· οἱ γὰρ οὖν θεοὶ καὶ τοῖς ὀχήμασιν αὐτῶν λογοειδεῖς ἐλλάμπουσι ζωάς, αὐτοὶ νοερὰς ἔχοντες ψυχάς, δαίμονες δὲ οἱ κατὰ λόγον ἰδίως ἀφωρισμένοι καὶ ἀλόγοις χρῶνται δυνάμεσι κρατοῦντες αὐτῶν, αἱ δὲ ἡμέτεραι ψυχαὶ πολλῷ πλέον ἔχουσι τὴν ἐν τῷ ὀχήματι ζωὴν ἄλογον οὖσαν ὡς πρὸς αὐτάς, πλεονάζουσι δὲ τῷ καὶ ἄλλην ἄλογον προσλαμβάνειν, ἔκτασιν οὖσαν τῆς ἐν τῷ πνεύματι ζωῆς, ἣν οἱ νέοι θεοὶ προσυφαίνουσι. πᾶν μὲν οὖν ἐκεῖνο ἀθάνατον, ὃ κατὰ μίμησιν ἔχουσι τῶν ὅλων, ἡ δὲ προσθήκη τῆς δευτέρας ἐστὶ θνητοειδής. ἡ δʼ οὖν ἐν ἐκείνῳ μία αἴσθησις καὶ ἀπαθὴς ἐν τῷ πνευματικῷ ὀχήματι μίαν αἴσθησιν ἀπογεννᾷ παθητικήν, αὕτη δὲ τὰς ἐν τῷ ὀστρεώδει σώματι πολλὰς καὶ παθητικάς, καὶ ἡ ἐν ἐκείνῳ μία δύναμις ὀρεκτικὴ τὰς ἐν τῷ πνεύματι παρήγαγε πλείους ὀρεκτικὰς δυνάμεις ἐχούσας τι χωριστὸν ἀπὸ τοῦ ὀστρεώδους σώματος καὶ παιδεύεσθαι δυναμένας, αὗται δὲ τὰς ἐν τῷδε τῷ σώματι τελευταίας καὶ ἐνύλους. ἐπειδὴ δὲ τὰ μέρη μετὰ τῶν ὅλων ἐνεργεῖ, πάντως καὶ οἱ θεοὶ πολλῷ πρότερόν εἰσιν αἴτιοι τῶν δευτερουργῶν τούτων δυνάμεων, καὶ αἱ τῶν ψυχῶν δυνάμεις συμπαράγουσιν ἐκείνοις τὰ ἑαυταῖς ἀνὰ λόγον, διὸ καὶ ἐμπνέουσιν αὐτὰς καὶ δυναμοῦσι. καὶ ὅτι μὲν ὄχημά τι δίδωσι τῇ ψυχῇ καὶ αὐτὸς ἐνταῦθα δῆλον· ἐμβιβάσει γὰρ αὐτὴν μικρὸν ὕστερον ὡς εἰς ὄχημα, ποιῶν ἐγκόσμιον καὶ πολῖτιν τοῦ παντός. δεῖ δὲ κατανοεῖν, ὡς καὶ τὴν ἄλογον προϋφίστησι τοῦδε τοῦ σώματος· εἰ γὰρ μὴ τοῦτο, δυοῖν θάτερον, ἢ ὡς ἐν ἐκείνῳ τῷ ὀχήματι παραγαγὼν αὐτὴν οὐκέτι παρήγαγεν ἐν ἄλλῳ ὀχήματι καὶ ταύτην ἱδρύσας, ἢ ἐν μόνῳ τῷδε τῷ σώματι τὴν ὑπόστασιν αὐτῇ δίδωσιν. ἀλλʼ εἰ μὲν τοῦτο, θνητὴ μὲν εἰκότως ἂν αὐτὴ λέγοιτο· πῶς δὲ ἔτι φυλάξομεν τὰ ἐν ἄλλοις ῥηθέντα περὶ αὐτῆς, οὐχ ἕξομεν, λέγω δὲ τὰς αἱρέσεις τῶν βίων, τὰς ἐν ᾍδου κολάσεις, ἐν αἷς πάντως ἐστὶ καὶ τὸ ἄλογον. εἰ δὲ ἐν τῷ ὀχήματι καὶ ταύτην εἶναι φήσομεν, ἀθάνατος ἂν ἐξ ἀνάγκης εἴη καὶ κρατοίη ἂν ὁ ἀπαθανατίζων καὶ ταύτην λόγος, καὶ οὐκέτʼ ἀληθὲς τὸν μὲν ἕνα δημιουργὸν ἀθανάτων αἴτιον εἶναι, τοὺς δὲ πολλοὺς θνητῶν, τοὺς ἐγχειρισθέντας τὴν τῶν θνητῶν δημιουργίαν. δειχθέντος δέ, ὡς εἴπομεν, ὅτι οἱ νέοι θεοὶ παράγουσι πρὸ τοῦδε τοῦ σώματος τὴν ἄλογον καὶ ὄχημα ἄλλο πνευματικόν, οἷον καὶ Ἀριστοτέλης ὑπέλαβε, συνεξιὸν τῷ ἀθανάτῳ τῷ ἐν ἡμῖν καὶ συνεισιόν, θνητὸν δὲ ὅμως ὄν, λέλυται πάντα ἡμῖν τὰ ποιοῦντα τὰς ἀπορίας. ταῦτα μὲν οὖν καὶ προϊόντος τοῦ λόγου ἔσται καταφανέστερα. πόθεν δὲ ἄρχονται τῆς δημιουργίας οἱ νέοι θεοὶ καὶ ποίας μεσότητας ἔχουσι καὶ ποίοις χρῶνται τέλεσιν, ἱκανῶς ὁ φιλόσοφος ἀναδιδάσκει διὰ τούτων.
Ζῷα ἀπεργάζεσθε καὶ γεννᾶτε τροφήν τε διδόντες αὐξάνετε καὶ φθίνοντα πάλιν δέχεσθε.
Ἀρχὴ μὲν οὖν ἐστι τῆς δημιουργίας ἡ ἀπογέννησις τῆς ἀλόγου ζωῆς, ἧς τὰς ἀκρότητας περιεῖχε τὸ ὄχημα τῆς ψυχῆς. ἐπὶ δὲ ταύτῃ πρόεισιν ἡ τῶν ζῴων ἀπεργασία καὶ γένεσις. κελεύει γοῦν αὐτοῖς ζῷα ἀπεργάζεσθαι καὶ γεννᾶν τῷ ἀθανάτῳ προσυφαίνουσι τὸ θνητόν, καὶ τοῦτο ἀδιορίστως εἰπών, ἀλλʼ οὐχὶ πάντα τὰ ζῷα, διότι καὶ τὰ φυτὰ ζῷα προελθὼν ἐρεῖ καὶ ἀποδείξει χρῆναι ζῷα προσονομάζειν καὶ ἐκεῖνα. ζῷα δὴ οὖν ἀπεργάσονται διὰ τῆς ἀθανάτου ψυχῆς, ὅσα μὴ τὸ ἔσχατον ἔχοντα μόνον τῆς ζωῆς εἶδος, τὸ ἐπιθυμητικόν, διὰ τοῦτο ζῷα προσαγορεύεται, ἀλλὰ πᾶν τὸ θνητόν, ὃ δημιουργήσουσιν αὐτοὶ καὶ ἀπεργάσονται καὶ γεννήσουσιν. εἰ δὲ μὴ μόνον ἄνθρωπον αὐτοῖς δημιουργεῖν παρεκελεύσατο τῷ ἀθανάτῳ τὸ θνητὸν προσυφαίνουσιν, ἀλλὰ ζῷα, δῆλον ὅτι καὶ τὰ ἄλλα ζῷα, ὁπόσα δημιουργοῦσιν· ὥστε εἰκότως καὶ ὁ Τίμαιος πρὸς τῷ τέλει τὴν τῶν ἄλλων ζῴων γένεσιν διὰ τῆς ἀνθρωπίνης ψυχῆς εἰς αὐτὰ μετιούσης μεταπλάττει, καὶ τοῦτο κατὰ τὴν δημιουργικὴν πρόσταξιν τῶν νέων ποιούντων θεῶν, τὰ δὲ φυτὰ μόνα χωρὶς ταύτης γεννώντων· οὐ γὰρ εἶναι καὶ ἐν τούτοις λογικὴν ψυχὴν ἀκινήτοις οὖσι κατὰ τόπον· … τούτοις πᾶσιν αἰτίαν εἶναι τὴν αὐτοκίνητον ψυχήν· διότι γὰρ ἀρχὴ κινήσεώς ἐστιν, ἀνάγκη τῆς πρωτίστης εἶναι κινήσεως ἀρχὴν αὐτὴν τοῖς ζῴοις. πρωτίστη δὲ ἡ κατὰ τόπον τῶν ἄλλων, ὡς καὶ Ἀριστοτέλης ἔδειξεν· ὥστε πᾶν ζῷον κατὰ τόπον κινούμενον ἔχει τὴν αὐτοκίνητον αὐτῷ παροῦσαν ψυχήν· διὸ τὸ φυτὸν ἐν γῇ κατερρίζωται ταύτην οὐκ ἔχον· ὥστʼ εἰκότως οἱ νέοι θεοὶ πλὴν τῶν φυτῶν τὰ ἄλλα ζῷα γεννῶσι καὶ ἀπεργάζονται τῷ ἀθανάτῳ τὸ θνητὸν αὐτοὶ προσυφαίνοντες. τροφὴν δὲ διδόντες τῶν φυτῶν μηχανῶνται τὴν γένεσιν, ὑφʼ ὧν ἄνθρωποι τρέφονται, καὶ τἆλλα ζῷα· καὶ γὰρ ὑφʼ ὅσων ἄνθρωποι μὴ τρέφονται, πάντως οὐδὲν κωλύει τινὰ τρέφεσθαι τῶν ζῴων, ἄλλα ὑπʼ ἄλλων, οἷς ἐστι συγγενὴς ἡ ἐκείνων φύσις, ὥσπερ ἡμῖν ἡ τούτων, ὑφʼ ὧν τρεφόμεθα. διὰ μὲν οὖν τῆς ἀπεργασίας συμπληροῦσι τὴν τοῦ ἑνὸς δημιουργοῦ ποίησιν — ἐκεῖνος μὲν γὰρ ὑπήρξατο μόνον, οὗτοι δὲ ἀπεργάζονται —, διὰ δὲ τῆς γεννήσεως ὅλον ὑφιστᾶσι τὸ ζῷον. καὶ διὰ μὲν τῆς ἀπεργασίας μιμοῦνται τὴν δημιουργικὴν δύναμιν, διὰ δὲ τῆς γεννήσεως τὴν πατρικήν, καὶ διὰ μὲν τῆς ἀπεργασίας τὰ μέρη τῶν λογικῶν ζῴων τὰ θνητοειδῆ ποιοῦσι, διὰ δὲ τῆς γεννήσεως τὰ ἄλογα ζῷα καθόσον ἐστὶν ἄλογα τίκτουσιν· ὅλων γάρ εἰσιν ὑποστάται τῶν τοιούτων ζῴων. εἰ δὲ παραλαβόντας ἀθάνατον, ἣν ὁ δημιουργὸς ὑφίστησι, κελεύει θνητὸν ἀθανάτῳ προσυφαίνοντας ζῷα δημιουργεῖν, ἤδη ποιεῖ φανερόν, ὅτι κατὰ τὴν δημιουργικὴν βούλησιν ἅπαν ζῷον ἐθέλει ψυχὴν ἔχειν ἀθάνατον πρὸ τῆς θνητῆς, καὶ τὴν μὲν ἀπεργάζεσθαι τοὺς νέους θεούς, τὴν δὲ τὸν ἕνα δημιουργόν. καὶ εἰ μὲν ἀλόγους ὁ δημιουργὸς καὶ λογικὰς ὑφίστησι ψυχάς, οὐδὲν ἐκώλυε τὸ ἐν ἐκείνοις ἀθάνατον εἶναι ἄλογον. ἐπειδὴ δὲ μόνας ἐνταῦθα γεννᾷ λογικάς, πρὸς ἃς καὶ διαλέγεται τοὺς εἱμαρμένους νόμους αὐταῖς ἐντιθείς, δῆλον, ὅτι πᾶν ζῷον ἀνάγκη λογικὴν ἔχειν καὶ ἀθάνατον ψυχήν, ὃ καὶ κυρίως ἐστὶ ζῷον, κινήσεως μετέχον. ὅταν ἄρα μετάγῃ τὴν ψυχὴν καὶ εἰς ἀλόγους οἰκήσεις, οὐκ ἐπιτρέψει τοῖς λέγουσιν ἀνθρωπίνας ταύτας εἶναι κατὰ τὸ ἄλογον ζῷον τῶν ἀνθρώπων, ἀλλʼ ὄντως ἀλόγων ζῴων· καὶ γὰρ οὐ μόνον διὰ τούτων δῆλός ἐστι ταῦτα λέγων, ἀλλὰ καὶ ἐν τῇ γενέσει τῶν θνητῶν εἰπὼν περὶ τῶν ἄλλων τι ζῴων ἐρεῖν διὰ τῆς ἀνθρωπίνης ψυχῆς πάντων παραδίδωσι τὴν γένεσιν, ἑξῆς μεθιστὰς αὐτὴν ἀπʼ ἄλλων εἰς ἄλλα καὶ μεταπλάττων τὰς τῶν σωμάτων ἰδέας κατὰ τὴν ταύτης μετάβασιν καὶ κατὰ τὸ εἶδος τῆς ζωῆς, ὃ δὴ προβάλλουσα τὴν πρὸς αὐτὰ καταδέχεται σχέσιν. πάντα δʼ οὖν τὰ ζῷα καὶ νῦν ἀπεργάζεσθαι προστάττει τοῖς νέοις θεοῖς ὁ πατὴρ καὶ γεννᾶν τῷ ἀθανάτῳ τὸ θνητὸν προσυφαίνουσι, καὶ ὅτι τὸ ἀθάνατον διττὸν εἴπομεν, ψυχὴν καὶ ὄχημα, καὶ ὅτι τὸ θνητὸν ὡσαύτως, καὶ ὡς τὰ ἕτερα τοῖς ἑτέροις ἀνὰ λόγον ἐστί, τὰ θνητὰ τοῖς ἀθανάτοις, ἐπειδὴ τούτοις ἡ τῆς τροφῆς ἕπεται δόσις, τελεσιουργὸς οὖσα τῶν θνητῶν, διὰ δὲ ταύτην καὶ τὰ φυτὰ πάντα παράγουσι, τῶν τιμιωτέρων ἕνεκα ταῦτα ὑποστήσαντες· πολλοῦ ἄρα δεῖ τὴν ζῳοφαγίαν ὁ δημιουργὸς ἀποδέχεσθαι, ὅς γε μετὰ τὴν τῶν ζῴων ἁπάντων γέννησιν τὴν τροφὴν ἀποτίκτειν αὐτοῖς παρακελεύεται. τελευτᾷ δὴ καλῶς ἡ δημιουργία τῶν νέων θεῶν κατὰ τὴν τοῦ πατρὸς βούλησιν εἰς τὴν παλιγγενεσίαν· τὸ γὰρ «τὰ φθίνοντα δέχεσθαι πάλιν» οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τὴν γένεσιν ἀνανεοῦν καὶ τὴν φθορὰν ἐπανάγειν εἰς τὴν γένεσιν· διὰ γὰρ τοῦτο καὶ οὐδὲν εἰς τὸ μηδαμῶς ὂν ὅλον ἄπεισιν, ὅτι δὴ οἱ προεστῶτες θεοὶ τῆς γενέσεως συνάπτουσι ταῖς ἑαυτῶν περιόδοις τὰς τῆς γενέσεως μεταβολὰς καὶ συνεχῆ ποιοῦσι τῇ φθορᾷ τὴν γένεσιν, τὸ μὴ ὂν τῆς φθορᾶς εἰδοποιοῦντες καὶ τὴν στέρησιν εἰς μορφὴν περιάγοντες. ἐν τοῖς νέοις ἄρα θεοῖς καὶ τὴν ἐξ ἀρχῆς δημιουργίαν τῶν θνητῶν καὶ τὴν τῆς παλιγγενεσίας αἰτίαν ὁ δημιουργὸς ἐνέθηκεν, ὥσπερ ἁπάντων τῶν ἐγκοσμίων ἐν τῇ μονάδι τῶν νέων θεῶν, ἣν καὶ αὐτὴν νέον θεὸν προσηγόρευσεν Ὀρφεύς. ὁρᾷς οὖν, ὅπως καὶ ἑνοποιοὺς αὐτοῖς καὶ ἐκθεωτικὰς δυνάμεις ἐνδέδωκε θεοὺς θεῶν ἀποκαλέσας, καὶ συνεκτικὰς καὶ μονίμους διὰ τῆς τοῦ λυτοῦ καὶ ἀλύτου μεσότητος καὶ γνωστικὰς διὰ τῆς μαθήσεως καὶ τελειωτικὰς διὰ τοῦ τελειοῦν τὸν κόσμον ταῖς προσθήκαις τῶν θνητῶν καὶ δημιουργικὰς διὰ τῆς δημιουργικῆς καὶ κινητικὰς καὶ ἀφομοιωτικὰς διὰ τῆς μιμήσεως τοῦ πατρός, καὶ πάλιν, εἰ βούλει λέγειν, Ἡφαιστιακὰς μὲν διὰ τῆς κατὰ φύσιν ἐνεργείας, Ἀθηναϊκὰς δὲ διὰ τῆς τοῦ προσυφαίνειν τῷ ἀθανάτῳ τὸ θνητὸν παρακελεύσεως, Δημητριακὰς δὲ καὶ Κορικὰς διὰ τοῦ γεννᾶν καὶ τρέφειν, Τιτανικὰς δὲ διὰ τοῦ θνητὰ καὶ ἐπίκηρα παράγειν, Διονυσιακὰς δὲ διὰ τῆς παλιγγενεσίας· ἃ γὰρ γεννῶσι, φθίνοντα δέχονται πάλιν εἰς τὰς ὁλότητας αὐτῶν ἀναπέμποντες καὶ ἕκαστα τοῖς οἰκείοις διανέμοντες καὶ ἐκ τούτων ἄλλα πάλιν λαμβάνοντες καὶ συντιθέντες εἰς ἄλλων γενέσεις· πάντα γὰρ αὐτοῖς ὑπόκειται τὰ στοιχεῖα πρὸς τὰς γεννήσεις τῶν θνητῶν ζῴων καὶ τὸν κύκλον ἀεὶ πληροῦσιν ἀπαύστως τῶν γενέσεων καὶ φθίσεων. δέχονται οὖν φθίνοντα ὅσα ἔδοσαν γιγνομένοις καὶ προστιθέασι τοῖς ὅλοις ὅσα ἀφαιροῦσι τῶν ὅλων, καὶ τοῦτο ἀπέραντον ἔχει τὴν ἀμοιβὴν διὰ τὴν ἀεικινησίαν τῶν δημιουργούντων τὰ θνητὰ θεῶν πάντων, οἷς ἐπέτρεψε τὴν δημιουργίαν ὁ πατήρ.
Ταῦτʼ εἶπε.
Τὴν πᾶσαν δημιουργίαν διεῖλεν εἴς τε τὴν τῶν θείων γέννησιν καὶ τὴν τῶν θνητῶν, καὶ τὴν μὲν τῶν θείων εἴς τε τὴν τοῦ ὅλου κόσμου τοῦ πρὸ τῶν μερῶν καὶ εἰς τὴν τῶν μεγάλων ἐν αὐτῷ καὶ ἀϊδίων μερῶν, καὶ ταύτην αὖ εἴς τε τὴν τῶν οὐρανίων ζῴων ἀπογέννησιν καὶ τῶν ὑπὸ σελήνην, πάλιν δὲ τὴν τῶν θνητῶν εἴς τε τὴν τοῦ ἐν αὐτοῖς θείου καὶ ἀθανάτου ποίησιν εἴς τε τὴν τοῦ θνητοῦ παντὸς πλαττομένην γένεσιν, καὶ ταύτην εἴς τε τὴν τῶν ψυχῶν καὶ τὴν τῶν σωμάτων ποίησιν, καὶ τὴν τῶν σωμάτων εἴς τε τὴν τῶν ὅλων καὶ τὴν τῶν μερῶν, οἷον κεφαλῆς, καρδίας, ἥπατος. καὶ τὴν μὲν πρώτην πᾶσαν δημιουργίαν εἰς ἑαυτὸν ὁ τῶν ὅλων δημιουργὸς ἀνεδήσατο, τῆς δὲ δευτέρας τὸ ἀθάνατον πάλιν αὐτὸς παραγαγὼν ἐφίστησι τῇ λοιπῇ τοὺς πολλοὺς δημιουργούς· οὗτοι γὰρ οἱ τῶν θνητῶν κηροπλάσται ζῴων, αὐτοὶ μὲν ἀεὶ πληρούμενοι ζωῆς, διδόντες δὲ καὶ τούτοις καθʼ ὅσον αὐτοῖς δέχεσθαι δυνατὸν τὴν ἀφʼ ἑαυτῶν πρόνοιαν, καὶ πληροῦντες καὶ ταῦτα ζωῆς γενεσιουργοῦ καὶ ἐνύλου δημιουργίας· πανταχοῦ γὰρ ἀπὸ τῶν μέσων ὑφίσταται τὰ ἔσχατα, μέσα δὲ τῶν τε πρώτως ἀθανάτων καὶ τῶν θνητῶν τὰ ἀεὶ πληρούμενα τῆς ἀειγενοῦς ζωῆς. τὰ μὲν οὖν ἀφʼ ἑαυτῶν ἀθάνατα ταῖς τῶν ὑδάτων ἔοικε πηγαῖς, τὰ δὲ ἀεὶ πεπληρωμένα παρὰ τῶν πρώτων τοῖς ἀενάοις ποταμοῖς, τὰ δὲ ποτὲ μὲν ζωοποιούμενα, ποτὲ δὲ ἀπολείποντα τὴν ζωὴν τοῖς ἐκλείπουσι τῶν ποταμῶν. πανταχοῦ δὲ τὸ πληρέστερον πληροῦν ἐφίεται καὶ σπεύδει καὶ αὐτὸ γεννᾶν. ἀνάγκη ἄρα τὰ μέσα τοῖς ἐσχάτοις ἀφʼ ἑαυτῶν διδόναι τὴν πάροδον καὶ τὰ ἀεὶ πληρούμενα ζωῆς τοῖς ποτὲ ζῆν δυναμένοις. ταῦτα μὲν περὶ τῆς τῶν πραγμάτων αὐτῶν πρὸς ἄλληλα τάξεως. Τὸ δὲ ταῦτʼ εἶπε τοῦτο δὴ τὸ ἐκκείμενον κῶλον θαυμαστὴν ἔνδειξιν φέρει πρῶτον μὲν τοῦ τελείου καὶ συμπεπληρωμένου τοῖς οἰκείοις ὅροις· μὴ δυνάμενοι γὰρ ἑνὶ περιλαβεῖν ἡμεῖς ὀνόματι τὴν ἑνιαίαν τελειότητα τῶν θείων καὶ τὴν αἰώνιον ἐνέργειαν καὶ τὴν ἄπειρον δύναμιν μεμερισμένως αὐτῆς ἀντιλαμβανόμεθα διὰ τῶν χρονικῶν ὀνομάτων, καὶ διὰ μὲν τοῦ παρεληλυθότος τὴν τελειότητα, διὰ δὲ τοῦ παρόντος τὸ ἀνέκλειπτον σημαίνομεν. καὶ τὸ εἶπεν οὖν τῆς τελειότητος τῶν δημιουργικῶν νοήσεών ἐστι σύμβολον· ὡς γὰρ ἐκεῖναι παντελεῖς εἰσιν, οὕτω καὶ οἱ δημιουργικοὶ λόγοι παντελεῖς εἰσιν, ἐκείνων ὄντες ἐνέργειαι προϊοῦσαι εἰς τὸ πλῆθος τῶν θεῶν. οὕτω καὶ ἐν τοῖς λογίοις αἱ ἐνέργειαι τῶν θεῶν καὶ αὐτοῦ τοῦ πατρὸς ὑπʼ αὐτῶν δηλοῦνται διὰ τοῦ εἰπεῖν, ὡς ὅταν λέγῃ· εἰς τρία γὰρ νοῦς εἶπε πατρὸς τέμνεσθαι ἅπαντα … πατρὸς ἀϊδίου νῷ πάντα κυβερνῶν· καὶ γὰρ οὔτε τοῦ εἶναι οὔτε τοῦ ζῆν ἐστιν ἐνέργεια τὸ εἰπεῖν, ἀλλὰ τοῦ νοεῖν. τοῦτο μὲν οὖν πρῶτον. ἔτι δὲ κἀκεῖνο δηλοῖ τοῦτο τὸ «εἰπεῖν», τὸ οἰκείους εἶναι τοὺς λόγους ταῖς ψυχαῖς· ταύταις γὰρ οἰκεῖον τὸ εἰπεῖν· παρὰ γὰρ τὸ ἔπος τὸ εἰπεῖν. λόγος δὲ ψυχαῖς προσήκει καὶ τῇ τάξει τῶν ψυχῶν, καθάπερ καὶ αὐτὸς ἔλεγεν ἔμπροσθεν λόγον εἶναι τὸν ἐνεργοῦντα περί τε τὸ νοητὸν καὶ τὸ αἰσθητόν, καὶ λέγειν ἐκάλει τὸ νοεῖν. ἔτι καὶ τὸ ταῦτα προσκείμενον ἑνοῖ τὸ πλῆθος τῶν νοήσεων περὶ τὴν μίαν τοῦ δημιουργοῦ νόησιν καὶ συνάγει τὰς διῃρημένας τοῦ λόγου δυνάμεις ἐπὶ τὴν μονάδα τῆς πατρικῆς νοήσεως. δεῖ δὴ καὶ τοῦτο περὶ τῶν θείων παρὰ Πλάτωνι λόγων συννοεῖν; ὡς ἄρα πάντες ἢ πρὸς ψυχάς εἰσιν ἢ περὶ ψυχῶν· ὁ μὲν ἐν Πολιτείᾳ τῶν Μουσῶν καὶ ὁ τοῦ προφήτου πρὸς ψυχάς, ὁ δὲ ἐν Συμποσίῳ παρὰ τῷ Ἀριστοφάνει καὶ ὁ ἐν Ἀτλαντικῷ μελλήσας ῥηθῆναι περὶ ψυχῶν, ὃ μὲν περὶ τῶν κατιέναι μελλουσῶν, ὃ δὲ περὶ τῶν ἐν γενέσει στρεφομένων. καὶ εἴρηται τὸ αἴτιον, ὡς ἄρα ψυχαῖς ἐστι μάλιστα προσήκων ὁ λόγος.
Καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατῆρα, ἐν ᾧ τὴν τοῦ παντὸς ψυχὴν κεραννὺς ἔμισγε, τὰ τῶν πρόσθεν ὑπόλοιπα κατεχεῖτο μίσγων.
Ὅτι μὲν οὖν ἡ δημιουργικὴ νόησις ποίησίς ἐστι καὶ ὅτι ταῦτα οὐ διέστηκεν ἀπʼ ἀλλήλων ἐν τοῖς θεοῖς, ἀλλὰ τὸ αὐτὸ νοεῖν τε καὶ ποιεῖν ὑπάρχει παρʼ ἐκείνοις, οὐδὲ δεῖ κινήσεως ἄλλης πρὸς τὴν γέννησιν, ἀλλʼ αὐτῷ τῷ εἶναι πάντα ὑφιστᾶσιν, ἐδήλωσε καὶ διὰ τούτων ὁ λόγος· εἰπόντα γὰρ τὸν δημιουργὸν εὐθὺς ἐπὶ τὸν κρατῆρα τρέπει καὶ τὴν τάξιν τῶν γενῶν, καὶ οὐδὲν μεταξὺ τούτων, ἀλλὰ καὶ τὸ χωρὶς παραδοῦναι τά τε ἔργα καὶ τοὺς λόγους παρὰ τὴν ἡμετέραν ἀσθένειαν γέγονεν, οὐ δυναμένην ἐν ἑνὶ τήν τε νόησιν ἰδεῖν τὴν ἐξῃρημένην τοῦ πατρὸς καὶ τὴν ποίησιν τὴν ὑποστατικὴν τῶν μερικῶν ψυχῶν. ὅτι δὲ καὶ τὸ τῶν μερικῶν ψυχῶν γένος καθʼ ἑτέραν προελήλυθε διακόσμησιν καὶ παντελῶς ἐξήλλακται τῶν θείων ψυχῶν, τοῖς μὴ παντάπασιν ἐσκοτωμένοις ἐνεδείξατο, χωρὶς μὲν ταύτας, χωρὶς δὲ ἐκείνας ὑποστήσας καὶ ἐν ἄλλῳ χρόνῳ, καὶ τοῦτο οὐ μόνον ὑπὸ τῆς ἀσθενείας τοῦ λόγου παθών, ἀλλὰ καὶ τῇ τῶν πραγμάτων φύσει λαβὼν ἑπομένως· οὐ γὰρ ὁ αὐτὸς χρόνος ἐστὶ κατʼ ἀλήθειαν, εἰ λάβοις χρόνον τὸν μετεχόμενον ἔν τε ταῖς ὅλαις καὶ ταῖς μερικαῖς ψυχαῖς· οὐδὲ γὰρ ἡ αὐτὴ νόησις οὐδὲ τὸ αὐτὸ τῆς κινήσεως εἶδος, ἀλλʼ ἕτερος μὲν ὁ τῶν θείων χρόνος, ἕτερος δὲ ὁ τῶν μερικῶν ψυχῶν. ἔτι δὲ ἀπὸ τοῦ αὐτοῦ μὲν πατρὸς καὶ ταύτας παραγαγών, οὐ μὴν παντελῶς· τὸ γὰρ πάλιν ἐμφαίνει κατὰ δή τινα μερικωτέραν τοῦ δημιουργοῦ δύναμιν γίγνεσθαι τὴν τούτων πρόοδον, τὴν αὐτήν πως οὖσαν πρὸς τὴν πρὸ αὐτῆς καὶ οὐ τὴν αὐτήν· διότι γὰρ οὐκ ἔστι χρονικὸν τὸ πάλιν — οὐ γὰρ θέμις ἐν τοῖς αἰωνίοις κατὰ χρόνον τῶν ἐνεργειῶν εἶναί τινα διαφοράν —, τὴν τάξιν ἂν μόνην δηλοῖ τῶν κατʼ αἰτίαν ἐξηλλαγμένων δημιουργιῶν, ὥστε καὶ ὁ αὐτός πώς ἐστι πατὴρ καὶ οὐχ ὁ αὐτός. ἔτι τοίνυν ἀπὸ τοῦ αὐτοῦ μὲν κρατῆρος, μετὰ ὑφέσεως δὲ ὅμως· αἱ μὲν γὰρ θεῖαι ψυχαὶ μένουσιν ἐν τῷ κρατῆρι καὶ προϊοῦσαι, καὶ ἀνεκφοίτητοί εἰσιν ἐκεῖθεν, αἱ δὲ ἡμέτεραι πάντη διωρίσθησαν ἀπʼ αὐτοῦ καὶ ὁ χωρισμὸς αὐτῶν καταφανής. πρὸς τούτοις καὶ τὰ γένη ταὐτά ἐστι καὶ ἕτερα· πᾶσαι μὲν γὰρ ἐκ τῶν μέσων, ἀλλʼ αἳ μὲν ἐκ τῶν πρώτων, αἳ δὲ ἐκ τῶν ὑπολοίπων καὶ ἐσχάτων ἐπὶ πᾶσι τοῖς ἔμπροσθεν, ἐξ ὧν αἱ πρὸ αὐτῶν ὑπέστης͵αν. ἔτι δὲ καὶ τρόπος ὁ αὐτὸς ἅμα καὶ οὐχ ὁ αὐτός· πλείων γὰρ ἡ ἑτερότης ἐπὶ τῶν μερικῶν· διὸ καὶ ἡ μνεία τῆς μίξεως πλείων. οὐκ ἄρα ἀποδεξόμεθα τῶν νεωτέρων ὅσοι τὴν ἡμετέραν ψυχὴν ἰσάξιον ἀποφαίνουσι τῆς θείας ἢ ὁμοούσιον ἢ οὐκ οἶδʼ ὅπως βούλονται λέγειν· ἀκουέτωσαν γὰρ τοῦ Πλάτωνος δεύτερα καὶ τρίτα λέγοντος καὶ χωρίζοντος ἀπὸ τοῦ κρατῆρος τὰς μερικὰς ψυχὰς καὶ κατὰ δευτέραν νόησιν, ὃ δὴ ταὐτὸν τῷ μερικωτέραν, ἀπὸ τοῦ δημιουργοῦ παράγοντος αὐτάς· ὁ γὰρ ταῦτα λέγων οὐσιώδεις διαφορὰς τῶν ψυχῶν, ἀλλʼ οὐ κατὰ τὰς ἐνεργείας μόνον ὥσπερ ὁ θεῖος ἐνδείκνυται Πλωτῖνος· ἔστωσαν γὰρ αἳ μὲν πρὸς τοὺς ὁλικοὺς ὁρῶσαι νόας, αἳ δὲ πρὸς τοὺς μερικούς, καὶ αἳ μὲν ἀχράντοις χρώμεναι νοήσεσιν, αἳ δὲ ἀποστρεφόμεναί ποτε τὰ ὄντα, καὶ αἳ μὲν ἀεὶ δημιουργικαὶ καὶ κοσμητικαὶ τῶν ὅλων, αἳ δὲ ποτὲ συμπεριπολοῦσαι τοῖς θεοῖς, καὶ αἳ μὲν ἀεὶ κινοῦσαι καὶ ποδηγετοῦσαι τὴν εἱμαρμένην, αἳ δὲ ὑπὸ εἱμαρμένην ποτὲ γιγνόμεναι καὶ τοὺς εἱμαρμένους νόμους, καὶ αἳ μὲν ἡγούμεναι πρὸς τὸ νοητόν, αἳ δὲ ἑπομένων ποτὲ λαγχάνουσαι τάξιν, καὶ αἳ μὲν θεῖαι μόνον, αἳ δὲ εἰς ἄλλοτε ἄλλην μεθιστάμεναι τάξιν, δαιμονίαν ἡρωικὴν ἀνθρωπίνην, καὶ αἳ μὲν ἵπποις χρώμεναι πᾶσιν ἀγαθοῖς καὶ ἐξ ἀγαθῶν, αἳ δὲ μεμιγμένοις, καὶ αἳ μὲν ταύτην ἔχουσαι τὴν ζωὴν μόνην, ἣν παρὰ τῆς μιᾶς δημιουργίας εἰλήφασιν, αἳ δὲ καὶ τὸ θνητὸν εἶδος τὸ προσυφαινόμενον ἀπὸ τῶν νέων θεῶν, καὶ αἳ μὲν κατὰ πάσας ἀεὶ τὰς ἑαυτῶν ἐνεργοῦσαι δυνάμεις, αἳ δὲ ἄλλοτε ἄλλας προβάλλουσαι ζωάς. ἔστωσαν μὲν οὖν αὐτῶν καὶ αὗται διαφορότητες, ἀλλὰ προηγεῖται τούτων πασῶν ἡ κατʼ οὐσίαν ἐξαλλαγὴ καὶ ἡ δημιουργικὴ διαίρεσις· ἐχώρισε γὰρ αὐτὰς τῷ χρόνῳ τῇ αἰτίᾳ τῇ προόδῳ τῷ τρόπῳ τῆς ὑποστάσεως τῇ τῶν γενῶν ὑφέσει. τούτοις οὖν ἅπασι διαφερούσας αὐτὰς ποῖος ἐρεῖ λόγος ὁμοουσίους ποιεῖν; οὐ γάρ ποτε φῦλον ὅμοιον ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀνθρώπων· ἀλλὰ καὶ τὸ λογικὸν αὐτὸ διάφορόν ἐστιν· ἐν μὲν γὰρ θεοῖς νοερόν, ἐν δὲ ταῖς ἡμετέραις ψυχαῖς τῷ ἀλόγῳ συμμιγές, ἐν δὲ τοῖς μέσοις γένεσιν κατὰ τὴν ἑαυτοῦ μεσότητα ἀφώρισται· καὶ ἕκαστον τῶν ἄλλων θείως μέν ἐστιν ἐν ταῖς θείαις ψυχαῖς, ἀνθρωπίνως δὲ ἐν ταῖς ἡμετέραις, οἱ λόγοι, τὸ εἶδος τῆς ζωῆς, ἡ νόησις, ὁ χρόνος. ταῦτα μὲν οὖν πρὸς τοὺς οἰομένους τὴν ἡμετέραν ψυχὴν ὁμοούσιον εἶναι τῇ τε τε τοῦ παντὸς καὶ ταῖς ἄλλαις καὶ εἶναι ἡμᾶς πάντα ἀσχέτως, πλάνητας καὶ ἀπλανεῖς καὶ τὰ ἄλλα, καθάπερ ἐκείνας, ὥσπερ πού φησι καὶ ὁ Ἀσιναῖος Θεόδωρος· ἡ γὰρ τοιαύτη μεγαλορρημοσύνη πόρρω τῆς Πλάτωνός ἐστι θεωρίας.
Περὶ δὲ τοῦ κρατῆρος, φέρε, κατίδωμεν, ὅστις ἐστί, καὶ ποίαν ἔχει πρὸς τὸν δημιουργὸν τάξιν, καὶ τίνων αἴτιός ἐστι ταῖς ψυχαῖς· πολὺς γὰρ καὶ ὁ περὶ τοῦδε λόγος καὶ πλείστης μέντοι θεωρίας ἄξιος· ὁ μὲν γὰρ Θεόδωρος οὗτος διττὸν ποιεῖ τὸν κρατῆρα, τὸν μὲν πρῶτον, τὸν δὲ δεύτερον, καὶ τριττὸν τὸ κρᾶμα θατέρου τούτου· ὁ γὰρ δεύτερος κρατὴρ τὸ κρᾶμα κατʼ αὐτόν ἐστι. μοίρας δὲ λοιπὸν τήν τε τοῦ παντὸς καὶ τὰς τῶν οὐρανίων θεῶν καὶ τὰς ἡμετέρας· τὴν μὲν γὰρ αὐτοψυχὴν πρότερον κρατῆρα καλεῖ, τὴν δὲ καθʼ ὅλου κρατῆρά τε ἅμα τὸν δεύτερον καὶ κρᾶμα, τοῦ Πλάτωνος ἕνα μὲν κρατῆρα καλέσαντος καὶ ἐν αὐτῷ τὰς ψυχὰς κεράσαντος πάσας, τὰς μὲν πρώτως, τὰς δὲ δευτέρως, δευτέρου δὲ κρατῆρος οὐδʼ ὁπωστιοῦν μνημονεύσαντος οὐδὲ τῆς ἐν αὐτῷ κράσεως· τί γὰρ καὶ ἐδεῖτο τοῦ προτέρου κρατῆρος ἀποχρῶντος καὶ εἰς τὴν τῶν ἡμετέρων ψυχῶν ἀπογέννησιν;
καὶ ἔγωγε καὶ τὸν φιλοπονώτατον Ἀττικὸν ἐθαύμασα διττόν που τὸν κρατῆρα λέγοντα εὑρών, καὶ ταῦτα εἰωθότα σφόδρα παρέπεσθαι ταῖς ῥήσεσι· μέμνηται δὲ ὅμως ἐκεῖνος τοῦ διττοῦ κρατῆρος καὶ τὸν Φαῖδρον ἐξηγούμενος. κατὰ δὲ τὸν θεῖον Ἰάμβλιχον ὁ κρατήρ ἐστιν εἷς μέν, ζῳογόνος δέ τις αἰτία περιεκτικὴ τῆς ὅλης ζωῆς καὶ συναγωγὸς αὐτῆς, ἀνέχουσα αὐτὴ ἑαυτὴν δημιουργικοῖς τισι λόγοις, οἳ διὰ πάσης μὲν τῆς ζωῆς διήκουσι καὶ διʼ ὄλων τῶν ψυχικῶν τάξεων, ἐν οἰκείᾳ δὲ λήξει διεκλήρωσαν ἑκάστῃ ψυχῇ μέτρα τῆς συνοχῆς πρέποντα, ταῖς μὲν ἐξ ἀρχῆς πρῶτα διὰ τῆς πρώτης κράσεως, ταῖς δὲ εἰσαῦθις συγκερασθείσαις δεύτερα· ἣν γὰρ ἔχουσι πρὸς ἀλλήλας τάξιν, τοιαύτην ἀπὸ τοῦ κρατῆρος λαγχάνουσι πρόοδον τοὺς τῆς ζωῆς ὅρους ἐκεῖθεν παραδεχόμεναι. τοιαῦτα μὲν οὖν παρὰ τῶνδε τῶν ἀνδρῶν δόγματα προειλήφαμεν. ὁ δέ γε ἡμέτερος καθηγεμών, ἄνωθεν ὥσπερ ἀπὸ σκοπιᾶς τὰ ὄντα θεώμενος καὶ ταῖς τῶν θεολόγων ὑφηγήσεσιν ἑπόμενος, ἤδη μὲν καὶ ἐν αὐτῷ τῷ πατρὶ καὶ δημιουργῷ τῶν ὅλων τὴν γόνιμον ἀπετίθετο δύναμιν, καθʼ ἣν μιμούμενος τὸν νοητὸν θεὸν καὶ πατρικὴν ἔχει καὶ μητρικὴν πρὸς τοὺς ἐγκοσμίους θεοὺς αἰτίαν, αὐτὸς οὐσιοποιός, αὐτὸς ζῳογόνος, αὐτὸς εἰδοποιός. ἐπειδὴ δὲ δεῖ καὶ διωρισμένην αἰτίαν εἶναι τῆς ψυχικῆς ζωῆς τὴν συνδημιουργοῦσαν αὐτῷ τὸν ὅλον κόσμον καὶ ἀπογεννῶσαν πᾶσαν τὴν ψυχικὴν οὐσίαν, καὶ ταύτην διὰ τοῦ κρατῆρος ἔλεγεν ἡμῖν παραδίδοσθαι. καὶ τοὺς μὲν θεολόγους, ἐν ἀπορρήτοις λέγοντας ἃ λέγουσι, γάμους τε καὶ τόκους ἐπινοεῖν θεῶν, διʼ ὧν αἰνίσσονται τὰς ἐν τοῖς θεοῖς τῶν ἀπογεννήσεων ὁμονοητικὰς κοινωνίας, τὸν δὲ Πλάτωνα κράσεις τε καὶ συγκράσεις διαμυθολογεῖν, τὰ μὲν γένη τοῦ ὄντος ἀντὶ τῶν σπερμάτων, τὴν δὲ μῖξιν ἀντὶ τοῦ γάμου παραλαμβάνοντα· καὶ γὰρ αἱ ψυχαὶ κατὰ μὲν τὸ ἐν αὐταῖς ὂν ἀπὸ τοῦ δημιουργοῦ παρήχθησαν, κατὰ δὲ τὴν ζωὴν ἀπὸ τοῦ κρατῆρος· αἰτία γάρ ἐστι ζῳογόνος τῆς ψυχικῆς οὐσιώδους ζωῆς. ἐπειδὴ δὲ μᾶλλόν εἰσι ζωαὶ καὶ πρὸς τὴν ζῳογονικὴν ᾠκείωνται τάξιν, διὰ τοῦτο ἄρχεται μὲν ἡ μῖξις ἀπὸ τοῦ δημιουργοῦ, τελειοῦται δὲ ἐν τῷ κρατῆρι· πανταχόθεν γὰρ οὗτος περιέχει τὰ γένη τῶν ψυχῶν ἐν ἑαυτῷ καὶ μετὰ τοῦ δημιουργοῦ συναπογεννᾷ τὰς ψυχάς. τέτταρα οὖν ταῦτά ἐστιν, ὁ κεραννὺς ὁ κρατὴρ τὰ κιρνάμενα τὸ κρᾶμα, καὶ ὃ μὲν τὴν πατρὸς ἔχει τάξιν, ὃ δὲ τὴν γεννητικὴν καὶ ἀφοριστικὴν τοῦ εἴδους τῶν ψυχῶν, τὰ δὲ πρόεισι μὲν ἀπʼ ἀμφοῖν, μᾶλλον δὲ ἐκ τοῦ πατρός, τὸ δὲ εἰδοποιεῖται κατὰ τὴν γεννητικὴν αἰτίαν ἕν τι γιγνόμενον ὑπὸ τοῦ κρατῆρος. εἰ δὲ δεῖ παραγυμνῶσαι τὴν τοῦ καθηγεμόνος ἡμῶν διάνοιαν, ἰστέον, ὅτι τῆς ζῳογόνου θεότητος πάσας τὰς πηγὰς ἐν ἑαυτῇ περιεχούσης τῆς ζωῆς, ὅσαι τε ψυχῶν εἰσι γεννητικαὶ καὶ ὅσαι τῆς δαιμονίας τάξεως καὶ ὅσαι τὰς ἀγγελικὰς ἀποτίκτουσι σειρὰς καὶ ὅσαι τὴν φύσιν ἐπʼ ἐσχάτοις παράγουσι, πρόεισί τις ἀπʼ αὐτῆς μία θεότης ζῳογόνος, πηγὴ πάσης τῆς τῶν ψυχῶν προόδου καὶ ἀπογεννήσεως, ἣ καὶ τῷ δημιουργῷ συνταττομένη συνυφίστησιν αὐτῷ τὸν ψυχικὸν ὅλον διάκοσμον, πᾶσαν μὲν τὴν ὑπερκόσμιον ἀπογεννῶσα ψυχήν, πᾶσαν δὲ τὴν ἐγκόσμιον, προϊοῦσα δὲ ἐπὶ πάντα καὶ ζωοποιοῦσα καὶ τὸν ὅλον κόσμον, ἣν ὁ μὲν Ὀρφεὺς ἰσοτελῆ τῷ δημιουργῷ καλεῖ καὶ συνάπτει καὶ συζεύξας μίαν ποιεῖ μητέρα πάντων ὧν ὁ Ζεὺς πατήρ, ὁ δὲ Πλάτων κρατῆρα προσείρηκεν, ὡς πηγὴν ζωῆς ψυχικῆς· οὗτος γὰρ ὁ κρατὴρ ὑποδέχεται τὴν γεννητικὴν ἐνέργειαν τοῦ πατρὸς τῶν ψυχῶν, καὶ κατὰ τοῦτον εἰδοποιεῖται τὸ εἶδος τῶν ψυχῶν, ὅθεν καὶ κρᾶμα προσηγόρευται. ἔχει μὲν οὖν καὶ ὁ Ζεὺς ἐν αὑτῷ βασιλικὴν ψυχήν, ὥσπερ εἶπεν ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης, ἔχει δὲ καὶ τὴν πηγὴν ταύτην συνεργαζομένην αὐτῷ τὸν ψυχικὸν διάκοσμον. καὶ οἱ μὲν βάρβαροι τὴν ζῳογονικὴν ταύτην αἰτίαν πηγαίαν ψυχὴν ἀποκαλοῦσι μετὰ τῆς πηγαίας ἀρετῆς ἀναφανεῖσαν ἀπὸ τῶν λαγόνων τῆς ὅλης ζῳογόνου θεότητος, ἐν ᾗ περιέχονται πάσης ζωῆς πηγαί, θείας ἀγγελικῆς δαιμονίας ψυχικῆς φυσικῆς. ὁ δὲ θεολόγος ὁ παρʼ Ἕλλησιν Ἥραν αὐτὴν προσείρηκε μετὰ τῆς Ἑστίας ἀναφανεῖσαν ἀπὸ τῆς μεγίστης Ῥέας, ἣ περιείληφεν ἁπάσας τὰς ζῳογονικὰς δυνάμεις, ἐπὶ τέλει καὶ αὐτὴν ἀποτίκτουσα τὴν Φύσιν, εἰ καὶ συντάττει τῷ δημιουργῷ τὴν Ἥραν ὡς μητέρα πατρί, καὶ πάσης τῆς Τιτανικῆς διαιρέσεως ἔξαρχον αὐτὴν παραδίδωσι τῆς ἐν ψυχαῖς θεωρουμένης κατὰ τὰς μοίρας διακρίσεως αἰτίαν. ὁ δὲ Πλάτων κρατῆρα, καὶ τὸ κρᾶμα καὶ τὰς μοίρας ἀπολαμβάνων· ἐκεῖνος γὰρ αἴτιος τῆς τῶν μοιρῶν διαιρέσεως· διὸ καὶ οὐ πρότερον διαιρεῖ, πρὶν ἐν τῷ κρατῆρι τὰ γένη σπαρῇ. συλλήβδην οὖν ἡμεῖς ἀπὸ τούτων ὁρμηθέντες εἴπωμεν, ὅτι ἄρα ὡς μὲν ὁ κρατὴρ ἕτερος τοῦ δημιουργοῦ, δῆλον — καὶ γὰρ πανταχοῦ διέστηκεν ὁ κιρνὰς ὁ κρατὴρ τὰ κιρνάμενα ἀλλήλων· ἐπεὶ δὲ ἕτερος, ὅτι μὲν ψυχογονικός ἐστι, καὶ τοῦτο φανερόν — οὔτε γὰρ τὸν νοῦν παράγων οὔτε σωματουργῶν παραλαμβάνει τὸν κρατῆρα, μόνας δὲ ὑφιστὰς τὰς ψυχάς, ἐπεὶ καὶ μέσαις οὔσαις αὐταῖς οἰκεία ἡ κρᾶσις· εἰ δὲ ψυχογονικός ἐστιν, δηλαδὴ ψυχῶν ἰδίως ἐστὶν αἴτιος· εἰ δὲ τῷ δημιουργῷ σύστοιχος, ἵνα μὴ δέηται τῶν μεθʼ ἑαυτὸν ἢ ὁλικώτερόν τι ἔχῃ ἑαυτοῦ μὴ πάντων αἴτιον ὂν ὧν αὐτός ἐστι πάντων αἴτιος, νοερὸς δὲ θεὸς ὁ δημιουργὸς ἄριστος ὢν τῶν αἰτίων, νοερὸς δήπου καὶ ὁ κρατήρ· καὶ εἰ πηγαῖος ἐκεῖνος, πηγαῖος καὶ οὗτος. καὶ τί δεῖ λέγειν; πηγαίους μὲν κρατῆρας καὶ οἱ βάρβαροι καὶ τὰς μερικὰς πηγὰς προσειρήκασιν. ἔστιν οὖν καὶ οὗτος ὁ κρατὴρ πηγαῖος κρατήρ· αἰτία γάρ ἐστι τῶν ψυχῶν ᾗ ψυχαί, καὶ οὐ πάσης ζωῆς· οὐ γὰρ νοερᾶς οὐδὲ φυσικῆς· τήν τε ψυχὴν αὐτὸς ἀλλαχοῦ πηγὴν τοῦ φρονεῖν καὶ ἐν Φαίδρῳ πηγὴν καὶ ἀρχὴν κινήσεως προσείρηκε. πολλῷ ἄρα μᾶλλον τὴν πρωτίστην ψυχὴν πηγαίαν προσαγορεύσομεν καὶ κρατῆρα πηγαῖον κατʼ αὐτόν, εἴ τις ἂν εἴη παρὰ τῷ δημιουργῷ τῶν ὅλων ἱδρυμένος. ἐπεὶ καὶ ἄλλοι παραδέδονται κρατῆρες ὑπό τε Ὀρφέως καὶ Πλάτωνος· Πλάτων τε γὰρ ἐν Φιλήβῳ τὸν μὲν Ἡφαίστειον κρατῆρα παραδίδωσι, τὸν δὲ Διονυσιακόν, καὶ Ὀρφεὺς οἶδε μὲν καὶ τὸν τοῦ Διονύσου κρατῆρα, πολλοὺς δὲ καὶ ἄλλους ἱδρύει περὶ τὴν Ἡλιακὴν τράπεζαν. τί δὲ καὶ Ὅμηρος οὐχὶ τήν τε Ἥβην οἰνοχοοῦσαν παραδίδωσι καὶ τὸν Ἥφαιστον ἀπὸ κρατῆρος ἀφύσσοντα καὶ διανέμοντα πᾶσι τὸ νέκταρ; ἀλλὰ ταῦτα μὲν πλείονος δεῖται λόγου· πρὸς δὲ τὸ παρὸν ἀρκέσει τὰ εἰρημένα, τὴν δὲ τελεωτέραν περὶ ἑκάστου παράδοσιν ἐν ἄλλοις ἐξετάσομεν, εἰ ταύτῃ τοῖς θεοῖς φίλον. Ἀπορήσειε δʼ ἄν τις ἐπὶ τούτοις, διὰ τίνα αἰτίαν τὴν μὲν τοῦ παντὸς ψυχὴν ἀπογεννῶν οὐδεμίαν πεποίηται τοῦ κρατῆρος μνήμην, ἀλλὰ τοῦ κράματος μόνου καὶ τῆς συγκράσεως, ἐπὶ δὲ τῶν μερικῶν ψυχῶν ἐμνημόνευσεν, ἅμα καὶ ὡς ἡ τοῦ παντὸς ἐκ τοῦ κράματος ὑπομνήσας. καὶ ῥητέον, ὅτι πρῶτον μὲν αἱ θεῖαι ψυχαὶ καὶ προελθοῦσαι μένουσιν ἐν τῷ κρατῆρι καὶ οὐκ ἐκφοιτῶσι τῆς ἑαυτῶν πηγῆς, αἱ δὲ μερικαὶ χωρίζονται καὶ ἀφίστανται πολλάκις διὰ τὴν εἰς γένεσιν ῥοπήν· ἐπʼ ἐκείνων τε οὖν ὡς ἄγαν ἡνωμένων οὐ διέκρινε τὸν κρατῆρα τοῦ κράματος — διὸ καὶ τὴν τοῦ παντὸς ψυχὴν ἔνιοι πρωτίστην ὑπέλαβον ψυχήν, ἄλλοι δὲ καὶ Ἥραν αὐτὴν προσηγόρευσαν, διελεῖν αὐτὴν ἀπὸ τῆς οἰκείας πηγῆς οὐ δυνηθέντες — καὶ ἐπὶ τούτων ὡς κεχωρισμένων διέζευξε τὴν αἰτίαν ἀπὸ τῶν μετʼ αὐτήν. δεύτερον δέ, ὅτι πᾶς μὲν ὁ ψυχικὸς διάκοσμος ἀπʼ ἀμφοῖν ὑφίσταται, καὶ τοῦ κιρνάντος καὶ τοῦ κρατῆρος. ἀλλʼ ἐπεὶ τὸ μέν ἐστιν αὐτοῦ μένον, τὸ δὲ προϊὸν καὶ τὸ μὲν ἑνώσει χαῖρον, τὸ δὲ διαιρέσει φίλον, ἐκεῖνο μὲν ὁ δημιουργὸς μᾶλλον ὑφίστησι, τοῦτο δὲ ὡς ἐνυλότερον τῷ γονίμῳ μᾶλλον ᾠκείωται· διόπερ ἐκεῖ μὲν τῷ δημιουργῷ τὸ πᾶν ἀπένειμεν, ἐπὶ δὲ τῶν μερικῶν καὶ τοῦτον παρέλαβε. τοιαῦτα δὲ καὶ οἱ παρʼ Ἕλλησι μῦθοι λέγουσι, μανίας μὲν αἰτίαν τὴν Ἥραν, σωφροσύνης δὲ τὸν Δία, καὶ ἄθλων μὲν τῶν περὶ γένεσιν ἐκείνην, ἀναγωγῆς δὲ τὸν πατέρα· κινεῖ γὰρ ἐκείνη πάντα εἰς πρόοδον καὶ πολλαπλασιάζει καὶ γόνιμα ποιεῖ ταῖς ἑαυτῆς ἐλλάμψεσι. ταῦτα μὲν πρὸς τὴν ἀπορίαν. Ἀξιῶ δὲ τὸν θεῖον Ἰάμβλιχον καὶ εἰς ταύτην ἀποβλέπειν τοῦ Πλάτωνος τὴν λέξιν καὶ λαμβάνειν ἀπʼ αὐτῆς, ὅτι τὴν τοῦ παντὸς ψυχὴν ὑπέστησεν ἐκ τοῦ κράματος τῶν μέσων γενῶν, ἀλλʼ οὐ τὴν ὑπερουράνιον· καὶ πῶς γὰρ ἂν εἰς καιρὸν ἐκείνης ἐμέμνητο τὸ πᾶν ὑποστῆσαι προθέμενος, ὅπου γε καὶ τοῦ χρόνου μνησθεὶς ὑπερκοσμίαν τάξιν λαχόντος ὅμως συνέταξεν αὐτὸν τῷ οὐρανῷ, χρόνος δʼ οὖν μετʼ οὐρανοῦ γέγονε λέγων; καὶ τοῦτο μὲν οὕτως ὑπομνηστέον. ἐκεῖνα δὲ ῥητέον ἡμῖν, ὅτι Πλάτων μὲν εἴτε οἶδε ψυχὰς ὑπερκοσμίους εἴτε μή, ζητείσθω· καὶ γὰρ ἄξιον ζητήσεως, οὐδαμοῦ διαρρήδην τοῦ Πλάτωνος εἶναι λέγοντος τοιαύτην ψυχήν. τοῖς δὲ δὴ θεμένοις εἶναι καὶ τοιαύτας ψυχὰς ἀμεθέκτους, μεταβατικῶς μὲν νοούσας καὶ ταύτῃ νοῦ διαστάσας, ἀθρούστερον δὲ καὶ οὐχ ἕν, καὶ ταύτῃ τῶν ἐγκοσμίων ὑπερεχούσας — οὐ γὰρ ἀθρόως ἀπὸ τοῦ πάντα ἅμα νοεῖν εἰς τὸ καθʼ ἓν νοεῖν ἡ πρόοδος, ἀλλὰ διὰ τῶν πλείω μὲν ἑνός, οὐ πάντα δὲ ὅμως ἅμα νοουσῶν —, τοῖς δʼ οὖν θεμένοις διὰ ταῦτα καὶ πρὸ τοῦ κόσμου ψυχὰς ἕπεται λέγειν, πῶς κἀκεῖναι μέσαι τῆς ἀμεροῦς οὐσίας καὶ μεριστῆς, καὶ εἰ μερισταί, τί τὸ μεριστόν, καὶ εἰ ἐμερίσθησαν, εἰ ὡσαύτως ἐσχηματίσθησαν, τίς μηχανὴ λοιπὸν ἐκείνας εἶναι πρὸ τούτων, μηδὲν διαφέρον κατὰ τὴν ὑπόστασιν ἐχούσας. καὶ εἴ τι δεῖ τῇ ἐμῇ μαντείᾳ προσέχειν, ἔχουσι μὲν τὸ ἀμέριστον ὑπὲρ αὑτὰς ἕκασται τὸ νοερόν, οὗ μετέχουσι — πρώτως γὰρ μεθεκτὸς ἐκεῖνος ὁ νοῦς ὁ ὑπερκόσμιος —, ἔχουσι δὲ καὶ τὸ μεριστόν, οὐχ ἁπλῶς, ἀλλὰ καθʼ ὅσον αὐτῶν ἐξήρτηται τὰ πλήθη τῶν ἐγκοσμίων· διὸ καὶ μᾶλλον ἀμέριστοι ἢ μερισταί, καθάπερ αἱ ἔσχαται τῶν ψυχῶν ἔμπαλιν, ὅσαι τὸ μὲν ἀμερὲς ἴδιον οὐκ ἔχουσι, τὸ δὲ μεριστὸν ἴδιον· ὡς τῶν μέσων ἑκάτερον ἴδιον, καὶ τὸ ἀμέριστον — ἑκάστης γὰρ ὑπερκάθηται νοῦς ἴδιος — καὶ τὸ μεριστόν — ἑκάστης γὰρ ἐξήρτηται σῶμα ἴδιον —, καὶ ὡς ἐν τῷ πλάτει τῶν ψυχῶν τοσαῦται αἱ διαφοραί, ποιοῦσαι ἢ μένουσαν ἀεὶ ἄνω ψυχὴν ἢ μένουσαν μέν, ὑπερκόσμιον δὲ οὖσαν ἢ καὶ μένουσαν καὶ ἐγκόσμιον. τοιαύτης δὲ τῆς μεσότητος ἐπʼ αὐτῶν νοουμένης οὐκ ἂν θαυμάσαις, εἰ αἱ κατατομαὶ μὴ εἰς ἴσα γίνοιντο, ἀλλʼ αἳ μὲν εἶεν μέχρι τῶν ἐπιπέδων ἔχουσαι τοὺς ὅρους, αἳ δὲ μέχρι τῶν στερεῶν, ὃ δὴ καὶ ἐποίησε ταύτας ἐγκοσμίους, ὡς καὶ εἰς σώματα προηκούσας, ἐκείνας δὲ ἐφύλαξεν ἔτι πρὸ τοῦ κόσμου μηδὲν ἐχούσας σώμασι συναφές, καὶ ἴσως δὲ κἀκείνων τὰς μὲν μέχρι τῶν γραμμικῶν προελθούσας ὅρων, τὰς δὲ καὶ ἕως τῶν ἐπιπέδων, διὸ καὶ αἳ μὲν αὐτῶν ὑπερκόσμιοι μόνον ὑπέστησαν, αἳ δὲ μέσαι τῶν ὑπερκοσμίων καὶ ἐγκοσμίων, ὡς καὶ οἱ ἐπίπεδοι μέσοι τῶν γραμμικῶν ὅρων καὶ τῶν στερεῶν. καὶ δὴ καὶ τὴν ἁρμονίαν ἄλλην εἶναι τῶν τριῶν γενῶν τῶν ἐν τοῖς αἰσθητοῖς μελῳδουμένων οὐδὲν θαυμαστόν· οὐ γὰρ ἀνάγκη τρεῖς εἶναι μόνας ἁρμονίας, ἀλλὰ τοσαῦται κατελήφθησαν ἐν τοῖς αἰσθήσει συμμέτροις, εἶναι δέ τινας καὶ κρείττους τούτων οὐκ ἀδύνατον, οὐδὲ τούτων ἐκ διαιρέσεως ληφθέντων τῶν τριῶν γενῶν, ἀλλʼ ἐκ πείρας καὶ αἰσθήσεως, ὅπου καὶ ταύτας δυνατὸν καὶ ἐπʼ ἐκείνων λαμβάνειν μέχρι τῶν γραμμικῶν καὶ μέχρι τῶν ἐπιπέδων, τὰς δύο μεσότητας ἐμβάλλοντας ἐπὶ μόνου τοῦ πρώτου διπλασίου καὶ τριπλασίου ἢ καὶ ἐπὶ τῶν ἑξῆς, καὶ δύο καὶ ἐπʼ ἐκείνων κύκλους ποιοῦντας καὶ ὅπου μὲν τὸν ἐντὸς διχῇ μόνον σχίζοντας — δύο γὰρ αἱ διαστάσεις —, ὅπου δὲ τετραχῇ — τοσαῦται γὰρ τῶν πέντε ὅρων, ὥστε ὅπου μὲν ἕνα γίγνεσθαι καὶ τρεῖς, ὅπου δὲ ἕνα καὶ πέντε, καθάπερ ἐπὶ τῶν ἐγκοσμίων αὐτὸς ἕνα καὶ ἑπτὰ ἐποίησε. κατὰ πάντα ἄρα δυνατὸν τὰς ψυχὰς ἐκείνας διαφερούσας εἶναι τῶν ἐγκοσμίων, καὶ κατὰ τὴν μεσότητα καὶ κατὰ τὸ πλῆθος τῶν κύκλων, καὶ οἱ τοῦ Πλάτωνος λόγοι τὸ κοινὸν καὶ διατεῖνον ἔχουσιν ἐπὶ πᾶσαν τὴν ψυχικὴν οὐσίαν, ἀναβαινόντων ἡμῶν ἀπὸ τῆς εἰς τοὺς στερεοὺς ἀριθμοὺς προελθούσης ψυχογονίας εἰς τὴν ταύτης ἁπλουστέραν τὴν μέχρι τῶν ἐπιπέδων, καὶ ἀπὸ ταύτης εἰς τὴν μέχρι τῶν γραμμικῶν, καὶ τρεῖς ψυχογονίας ποιούντων τοῖς τρισὶ γένεσι τῶν ψυχῶν συνῳδούς· οὐ γὰρ ἀμέσως ἀπὸ τῆς ἀμερίστου παντελῶς οὐσίας ἐστὶν ἡ πρόοδος εἰς τὴν κατὰ πάντας ἀριθμοὺς μερισθεῖσαν, ἀλλὰ κἀνταῦθα διὰ τῶν μέσων ἡ πρόοδος ὡς κἀπὶ τῶν ἄλλων ἁπάντων. εἰ δὲ ταῦτα, θαυμαστὸν οὐδὲν καὶ τὰς μερικὰς ψυχάς, ἐν αἷς τὸ μεριστὸν αὐτόθεν ὑπάρχει, τὸ δὲ ἀμέριστον διὰ μέσων ἄλλων τῶν πρὸ αὐτῶν εἰς νόας ἀνημμένων, τὰς διαιρέσεις εἰς πλείω γενομένας ποιῆσαι πρὸς τῷ μεριστῷ, καὶ ταύτας εἶναι πλέον ἢ πρὸς τῷ ἀμερεῖ, λέγω δὲ οἷον τοὺς ἐπογδόους διῃρῆσθαι ταῖς ἀποτομαῖς καὶ τοῖς λείμμασι, καὶ ταύτῃ τὸ διατονικὸν ἐν αὐταῖς εἶναι σύνδυο διαστημάτων, ἀλλʼ οἷον ἐπὶ τῶν ὁριζόντων τὴν διὰ τεσσάρων καὶ διὰ πέντε σῳζομένων τῶν αὐτῶν λόγων ἐν τοῖς ἄκροις· ὥστε κἀπὶ τούτων συμβαίνειν τοὺς ψυχογονικοὺς λόγους, ἀλλὰ μετὰ πλείονος ἑτερότητος, διότι καὶ τῶν γενῶν τῶν μέσων ἡ μὲν οὐσία κρατοῦσα θείαν ἐποίει ψυχήν, ἡ δὲ ταυτότης δαιμονίαν, ἡ δὲ ἑτερότης μερικήν. καὶ τούτων κατʼ ἄλλον καὶ ἄλλον λόγον κρατούντων ὑπέστησαν πολλαὶ μὲν αἱ θεῖαι, πολλαὶ δὲ αἱ δαιμόνιαι, πολλαὶ δὲ αἱ μερικαί, καθάπερ ἐνεδείξατο καὶ αὐτὸς εἰπὼν δεύτερα καὶ τρίτα παραλαβόντα τὸν πασῶν δημιουργὸν ὑποστῆσαι τὰς μερικὰς ψυχάς· τὸ γὰρ ὅμοιον τούτῳ καὶ ἐπὶ τούτων λαβόντες ἕξομεν τὰς διαφορὰς αὐτῶν ἀποδιδόναι πρὸς τὰς μέσας πάσας καὶ τὰς πρώτας ψυχὰς καὶ κοινὸν μὲν ἀποδιδόναι λόγον πασῶν· ψυχή ἐστιν οὐσία μέση τῆς ὄντως οὔσης οὐσίας καὶ γενέσεως, ἐκ τῶν μέσων συγκραθεῖσα γενῶν καὶ εἰς ἀριθμὸν διαιρεθεῖσα οὐσιώδη καὶ συνδεθεῖσα πάσαις ταῖς μεσότησι καὶ ἁρμοσθεῖσα διατονικῶς ζῶσά τε μίαν ζωὴν καὶ διπλῆν καὶ γνωστικὴ μοναχῶς τε καὶ διχῶς· τούτῳ γὰρ τῷ λόγῳ προστιθέντες τὰ ἴδια καὶ τοὺς ἰδίους ἕξομεν ὁρισμοὺς τῶν θείων ἢ δαιμονίων ἢ μερικῶν ψυχῶν ἀπʼ αὐτῆς τῆς ἑκάστων οὐσιώδους ὑποστάσεως, πολλοῦ δέοντες λέγειν ἐντελέχειαν σώματος εἶναι ψυχὴν φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος· οὗτος γὰρ ὁ λόγος οὔτε τινὸς εἰπὼν εἶναι τὴν ψυχὴν εἶπε, τί ἐστιν, οὔτε πᾶσαν περιέλαβεν — οὐ γάρ εἰσιν αἱ θεῖαι σωμάτων ὀργανικῶν —, οὔτε διαφεύγει τὸ ὁριστὸν ἐν ἑαυτῷ παραλαμβάνειν· τὸ γὰρ δυνάμει ζῶν ἐστι τὸ δυνάμει ψυχὴν ἔχον. ἃ δὴ πάντα διαφεύγων ὁ παρʼ ἡμῶν εἰρημένος λόγος ὄντως ἐστὶν ὁρισμός, καὶ τὸ κοινὸν ἔχων καὶ διατεῖνον ἐπὶ πάντα τὰ γένη τῶν ψυχῶν καὶ τὸ τὴν οὐσίαν αὐτὴν ἀφερμηνεύειν τὴν μέσην καὶ τὸ τὸ ζητούμενον μηδαμῶς τοῦ λόγου μέρος ποιεῖν. ταῦτα μὲν οὖν παρεξέβημεν τὰς ἑαυτῶν ὠδῖνας ἀποπιμπλάντες, κἂν μὴ λέγῃ Πλάτων ψυχὴν ὑπερκόσμιον. Εἰ δέ τις ἀποροίη, διὰ τί μὴ καὶ τῶν ἄλλων ψυχῶν ἐμνήσθη τῶν τε θείων καὶ τῶν δαιμονίων, ῥητέον καὶ πρὸς τοῦτον, ὅτι τὴν αὐτὴν κρᾶσιν ἐπὶ τούτων παραλαμβάνει· καὶ γὰρ εἰ διαφέρουσιν αἱ δαιμόνιοι τῶν θείων, ἀλλʼ ὡς ἓν θεωρεῖ πᾶν τὸ ἄχραντον τῶν ψυχῶν γένος πρὸς τὸ γενεσιουργὸν παραβαλλόμενον, ἅμα δὲ καὶ διὰ τῆς τῶν ἄκρων ψυχῶν μνήμης ὡς ἐκ τοῦ κρατῆρος ὑφισταμένων δεδήλωκεν, ὅτι καὶ ταῖς μέσαις ἐκεῖθεν πάσαις τὸ εἶδος. λέγω δὲ ἄκρας τήν τε τοῦ παντὸς καὶ τὰς μερικάς. ἐπεὶ ὅτι γε καὶ τοῖς ἄστροις ἰδίας δίδωσι ψυχὰς καὶ τοῖς ὑπὸ σελήνην θεοῖς, δῆλον μὲν καὶ ἐκ τῶν ἐν Νόμοις εἰρημένων — καὶ γάρ φησιν ἐν ἐκείνοις ψυχὴν μὲν οὐχ ὁρῶμεν, σῶμα δὲ ὁρῶμεν, καὶ ζητεῖ, πῶς ἡ ψυχὴ αὕτη τὸ σῶμα κινεῖ —, δῆλον δὲ καὶ ἐκ τῶν ἐνταῦθα προειρημένων· ζῷα γὰρ θεῖα καλεῖται τὰ ἄστρα. πόθεν οὖν ἔχει τὸ θεῖον, πόθεν δὲ τὴν ἰδίαν κίνησιν; εἰ γὰρ δὴ λέγοι τις κατὰ τὴν μεριστὴν ζωήν, οὐδὲν διοίσει τὸ θεῖον ζῷον τῶν ἐνταῦθα φαυλοτάτων, ἃ μόνην ἐντελέχειαν ὑπεδέξατο ἐκ τοῦ παντός. τοῖς δὲ ὑπὸ σελήνην θεοῖς, τοῖς ἐξ Οὐρανοῦ καὶ Γῆς καὶ Ὠκεανοῦ καὶ Τηθύος, ψυχὰς οὐ δώσομεν; καὶ πῶς ἔτι θεοί; ἢ γὰρ κρείττους ἔσονται ψυχῶν ἢ ψυχὰς ἕξουσιν. εἰ δὴ ἐγκόσμιοί εἰσι, ψυχαὶ αὐτῶν ἐξήρτηνται θεῖαι, κἀπὶ τῶν δαιμόνων δὲ ὁ αὐτὸς λόγος. εἰ δʼ, ὅπερ εἴρηται, μὴ καὶ τούτων ἐμνημόνευσε νῦν, οὐ θαυμαστόν· οὐ γὰρ ὅμοιος τῆς ὑποστάσεως καὶ ἐπʼ αὐτῶν τρόπος· πάσαις γὰρ ταῖς ὑφισταμέναις ἐκείνως ψυχαῖς κοινόν ἐστι τὸ ἄτρεπτον, τὸ ἀκλινές, τὸ ἀνεκφοίτητον τῶν νοητῶν, ῥοπὴ δὲ καὶ τόλμα καὶ πτερορρύησις ἀπὸ τῶνδε τῶν ψυχῶν ἄρχεται τῶν νῦν παραγομένων. εἰ δὲ πάλιν ζητοίημεν, τίνι διοίσουσι τῆς κοσμικῆς ψυχῆς αἱ θεῖαι καὶ δαιμόνιαι καὶ αἱ μερικαὶ κατὰ τὸ ψυχογονικὸν διάγραμμα — οὐ γὰρ δυνατὸν ἐκ τῶν αὐτῶν εἶναι πάντη τὰς δευτέρας ταῖς πρὸ αὐτῶν —, ἐροῦμεν τοὺς μὲν λόγους ἐν πάσαις εἶναι τοὺς αὐτούς — μνησθήσεται γὰρ αὐτῶν ὡς ὄντων καὶ ἐν ταῖς μερικαῖς ψυχαῖς, οἷον ἐπογδόων καὶ ἐπιτρίτων καὶ ἡμιολίων —, τοὺς δὲ ὅρους, ἐν οἷς οἱ λόγοι, διαφέροντας — πυθμένας γὰρ εἶναι τοὺς ληφθέντας ἐπὶ τῆς κοσμικῆς ψυχῆς τοῦ παντὸς ψυχογονικοῦ διαγράμματος. οὐδὲν οὖν κωλύειν εἶναι διπλασίους τοὺς ἐν ταῖς θείαις, καὶ τούτων, εἰ τύχοι, κατʼ ἄλλον λόγον ἐπηυξημένους τοὺς ἐν ταῖς δαιμονίαις· ἡ γὰρ πρόοδος αὔξει τὸ πλῆθος. ἢ οὖν τῶν ὅρων ἔσται διάστασις ἢ τῶν λόγων. ἀλλὰ τούτων ἀδύνατον· μέμνηται γὰρ αὐτῶν ἐκείνων ὡς ὄντων καὶ ἐν ταῖς μερικαῖς, ὅπερ εἴπομεν. τῶν ὅρων ἄρα τὴν διαφορὰν ὑποληπτέον, ὥσπερ τῶν μερικῶν πρὸς ταύτας οὐ μόνον κατὰ τοὺς ὅρους, ἀλλὰ καὶ κατὰ τὰς διαιρέσεις τινῶν λόγων, ὥστʼ εἶναι τῶν μὲν κοινοὺς τοὺς λόγους, ἀλλὰ τοὺς ὅρους διαφέροντας· διὸ καὶ κοινὸν εἶναι καὶ ἐκείναις τὸ μένειν πάσαις ἀμερίστοις τὸν τῶν μερικῶν μερισμόν· τὸν δὲ περὶ τοὺς λόγους, ἀλλὰ καὶ τοὺς ὅρους μερισμὸν πλείω γενόμενον ποιῆσαι μεριστὰς αὐτὰς μειζόνως τῶν πρὸ αὐτῶν καὶ ἀντὶ τοῦ μένειν ἄνω κατιούσας. ἀλλὰ ταῦτα μὲν ἡ ἐμὴ μαντεία περὶ τούτων. Τί δὲ τὸ κεραννὺς ἔμισγε; τί ἐροῦμεν; ἆρʼ οὖν τὴν ἕνωσιν ἐν ἐκείναις ταῖς ζωαῖς πρεσβυτέραν τάττειν τῆς διαιρέσεως; καὶ πῶς οὐ ταῦτα φήσομεν, τῆς μὲν μίξεως καὶ ἐν διῃρημένοις οὔσης, τῆς δὲ κράσεως ἓν ἐκ πλειόνων ποιούσης, προηγουμένης δὲ ἐνταῦθα τῆς κράσεως καὶ ἑπομένης τῆς μίξεως; ἐπὶ γοῦν τῶν μερικῶν ψυχῶν ἀνάπαλιν εἴρηκε καὶ προηγουμένην τάξιν τῇ μίξει δέδωκεν εἰπὼν κατεχεῖτο μίσγων, ὡς τῆς διαιρέσεως πλείονος ἐν ταύταις οὔσης· τὰ γὰρ τῶν ἄλλων μέμικται, φησὶν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης. καὶ τὸ κατεχεῖτο δὲ τῆς εἰς τὸ κάτω προόδου καὶ τῆς ἀορίστου χύσεώς ἐστιν ἐμφαντικόν. εἰ δὲ καὶ τὴν κατάχυσιν ἐννοήσαις οὕτως, ὡς ἐπὶ ὑγρῶν ῥηθεῖσαν, τάχʼ ἂν ἴδοις καὶ ταύτην οἰκείαν οὖσαν τῇ ψυχῇ· ζωῆς γὰρ τὸ ὑγρὸν σύμβολον. διὸ καὶ τοτὲ μὲν λιβάδα καλοῦσιν αὐτὴν τῆς ὅλης ζῳογονίας, τοτὲ δὲ καὶ πηγήν τινα καὶ Πλάτων καὶ πρὸ Πλάτωνος οἱ θεοί. καὶ μὴν καὶ τὰ τῶν πρόσθεν ὑπόλοιπα τῶν μέσων ὑποθησόμεθα γενῶν· οὐ γάρ που λέγοι ἂν τοῦ ἐκεῖ κράματος· τοῦτο γὰρ πᾶν κατανάλωσεν ἐν τῇ γενέσει καὶ τῷ μερισμῷ καὶ τῇ ἁρμονίᾳ τῆς τοῦ παντὸς ψυχῆς, ὥσπερ ἐν ἐκείνοις προείρηκεν. ἀλλὰ δῆλον, ὅτι τῶν μέσων γενῶν τὰ μέν ἐστιν ἀκρότατα καὶ νοερά, τὰ δὲ μέσα, τὰ δὲ τελευταῖα· ποιεῖ δὲ τὰ μὲν πρῶτα, τὰ δὲ μέσα, τὰ δὲ ἔσχατα ἡ ἀναλογία· τῶν γὰρ ἄκρων διαφερόντων, ὧν αἱ μεσότητες ὑφίστανται, καὶ τὰ μέσα δήπου κατὰ τὸ ἀνὰ λόγον ἀνάγκη διαφέρειν· διὸ καὶ πρότερον ἐλέγομεν ἄλλο τὸ ἀμερὲς εἶναι καθʼ ἑκάστην ψυχὴν καὶ ἄλλο τὸ μεριστὸν περὶ τοῖς σώμασιν, ὥσπερ καὶ ἄλλο ἄλλης σῶμα ἐξήρτηται. τούτων οὖν ἑτέρων ὄντων καὶ τὰ μέσα ἂν εἰκότως ἕτερα εἴη, καὶ διὰ μὲν τῶν πρώτων ὑπέστησε τὰς θείας ψυχάς, διὰ δὲ τῶν μέσων τὰς δαιμονίας, διὰ δὲ τῶν ἐσχάτων τὰς μερικάς. τὰ δὲ ἔσχατα ταῦτα προσείρηται νῦν ὑπόλοιπα τῶν πρόσθεν, ἐπειδὴ καὶ ὅμοιά πώς ἐστιν αὐτοῖς καὶ ὑφειμένα παρʼ ἐκεῖνα· τὸ γὰρ ὑπολειπόμενον τῷ τε ὅλῳ πάντως, οὗ μέρος ἐστίν, ὡμοίωται καὶ ὑφεῖται τοῦ τελειοτέρου καὶ προηγουμένην ἔχοντος τάξιν. ἀμφοτέρους ἄρα ἀποδεξόμεθα, τούς τε λέγοντας, ὅτι ταῦτα κατάλοιπά ἐστι τῶν μέσων γενῶν, καὶ τὸν θεῖον Ἰάμβλιχον ἐξῃρημένην ὑπεροχὴν ἀπονέμοντα τοῖς συμπληρωτικοῖς τῶν θείων ψυχῶν γένεσιν, ὁμοῦ τήν τε ὁμοιότητα πάντων τῶν μέσων γενῶν καὶ τὴν ἐξαλλαγὴν διασῴζοντες.
Τρόπον μέν τινα τὸν αὐτόν, ἀκήρατα δὲ οὐκέτι κατὰ ταὐτὰ ὡσαύτως, ἀλλὰ δεύτερα καὶ τρίτα.
Καὶ διὰ τούτων ὁ Τίμαιος ἐνδείκνυται τήν τε ὁμοιότητα τῶν μερικῶν ψυχῶν πρὸς τὰς ὁλικὰς καὶ τὴν ὕφεσιν καὶ τὴν ἐξηλλαγμένην πρόοδον· οὐ γὰρ μόνον κατὰ τὴν δημιουργικὴν ἐνέργειαν πρώτην καὶ δευτέραν οὐδὲ κατὰ τὴν πρὸς τὸν κρατῆρα τῆς ζωῆς ἕνωσιν ἢ διάκρισιν οὐδὲ κατὰ τὴν τῶν γενῶν ὑπεροχὴν ἢ ἔλλειψιν τὰς διαφορὰς αὐτῶν μετὰ τῆς συγγενείας ὑπέγραψεν, ἀλλὰ καὶ κατὰ τὸν τῆς μίξεως τρόπον τὸν αὐτὸν ὄντα καὶ οὐ τὸν αὐτόν· οὔτε γὰρ ἡ κρᾶσις ὁμοία τῶν γενῶν οὔτε ἡ τῆς ἑτερότητος ἀμιξία· πλείων γὰρ ἐπὶ τῶν μερικῶν αὕτη ψυχῶν. διὸ καὶ τοῖν ἵπποιν ἐν ταύταις ὃ μὲν ἀγαθός, ὃ δὲ ἐναντίος τε καὶ ἐξ ἐναντίων, ὡς εἴρηται ἐν Φαίδρῳ, τῆς ἑτερότητος δυναστευούσης. καὶ κατὰ τὸν τρόπον οὖν τὸ αὐτὸ δείκνυσι καὶ κατὰ τὴν ἰδιότητα τοῦ ὅλου συστήματος· γίγνεται γὰρ τὰ ὅλα κράματα οὐκέτι ἀκήρατα κατὰ ταὐτὰ καὶ ὡσαύτως, ἀλλὰ δεύτερα καὶ τρίτα· καὶ γὰρ ἐν τούτοις ὕφεσίς ἐστι καὶ τάξις. τίνα οὖν τὰ ἀκήρατα λέγοι ἄν; οὐ τὰ ἀπαθῆ μόνον· σμικρὸν γάρ, εἰ τούτῳ διαφέροι τὸ θεῖον τῶν ψυχῶν γένος παρὰ τὸ μερικόν· καὶ γὰρ τὸ τελευταῖον προσγίγνεται τοῦτο τὸ πάθος μετὰ τὴν ἀποστροφὴν τοῦ ὄντος, μετὰ τὴν νεῦσιν, μετὰ τὴν ῥοπήν, μετὰ τὴν πτερορρύησιν, ὥσπερ δὴ καὶ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης εἴρηκε. κάλλιον οὖν τὸ ἀκήρατον λέγειν τὸ ἄτρεπτον, τὸ ἀκατακλινές, τὸ ἀμείλικτον, τὸ ἄθικτον τῆς οὐσίας εἶδος, τὸ μὴ ἐπιστρεφόμενον εἰς τὰ δεύτερα μηδὲ μεταβολὴν ἐπιδεχόμενον μηδὲ ὕφεσιν ζωῆς, τὸ πόρρω πάσης κηρὸς ἱδρυμένον, τὸ τῶν εἱμαρμένων νόμων ἐξῃρημένον· ταῦτα γὰρ κοινά ἐστι παντὶ γένει ψυχῶν ἀεὶ τῆς γενέσεως ὑπερανέχοντι. τὰ δὲ ἐναντία τούτων ἐφαρμόζει ταῖς εἰς γένεσιν κατιέναι δυναμέναις, τὸ μεταβάλλειν τὴν ζωὴν ἀπὸ νοήσεως εἰς πρᾶξιν, τὸ ὑπὸ τὴν εἱμαρμένην τελεῖν ποτε, τὸ συμμίγνυσθαι τοῖς ἐπικήροις πράγμασιν. οὔτε οὖν κατὰ ταὐτὰ ταύταις ὑπάρχει τὸ ἀκίνητον, εἴπερ ποτὲ καὶ εἰς γένεσιν χωροῦσιν, οὔτε ὅτε ὑπάρχει, ὡσαύτως ὑπάρχει· τὸ γὰρ ἀεὶ νοοῦν κρεῖττον τοῦ ποτὲ τῆς οἰκείας ἀφισταμένου νοήσεως. ἐπειδὴ δὲ καὶ ἐν ταύταις ταῖς ψυχαῖς τάξις ἐστὶ καὶ αἳ μὲν ἄχραντοί εἰσιν, ὀλιγάκις προσομιλοῦσαι τῇ γενέσει καὶ τῆς ἑαυτῶν ἀφιστάμεναι τάξεως, αἳ δὲ παντοίοις ἐγκυλινδοῦνται πάθεσι καὶ τὰς μυριετεῖς πλανῶνται περιόδους, καὶ τούτων διαφορὰν ὑπέδειξεν εἰπών· ἀλλὰ δεύτερα καὶ τρίτα· τῶν γὰρ ἀεὶ μενόντων ἄνω καὶ ἀκακώτων πλεῖστον ἀφίσταται τὰ καὶ κατιόντα καὶ κακυνόμενα, μέσα δέ ἐστι τὰ κατιόντα μέν, οὐ κακυνόμενα δέ· τὸ δὲ ἔμπαλιν οὐ θέμις, τὸ κακύνεσθαι μέν, ἄνω δὲ μένειν· τὸ γὰρ κακὸν ἐν θεοῖς οὐκ ἔστιν, ἀλλʼ ἐν τῷ θνητῷ τόπῳ καὶ τοῖς ἐνύλοις πράγμασι. πάλιν οὖν ἐκ τούτων ἀναφαίνεται πρώτιστον μὲν γένος ψυχῶν τὸ θεῖον — πανταχοῦ γὰρ ἡγεμονοῦσαν ἔχει τάξιν τὸ θεότητος δεκτικόν, ἐν οὐσίαις ἐν νοῖς ἐν ψυχαῖς ἐν σώμασι· δεύτερον τὸ ἀεὶ συνεπόμενον θεοῖς — δεῖ γὰρ πρὸ τῶν ποτὲ ἑπομένων εἶναι τὸ ἀεὶ συνημμένον αὐτοῖς, ἵνα διὰ τούτου καὶ τὰ ἀφιστάμενά ποτε πάλιν ἀνακαλῆται πρὸς αὐτούς· τρίτον τὸ κατιὸν μὲν εἰς γένεσιν, ἀχράντως δὲ κατιόν, καὶ ὑφειμένην μὲν ζωὴν ἀντὶ θειοτέρας ἀλλαττόμενον, κακίας δὲ καὶ παθῶν ἐξῃρημένον — τοῦτο γὰρ συνεχὲς τῷ ἀεὶ ἄνω καὶ ἀεὶ ἀχράντῳ γένει τῶν ψυχῶν. τέταρτον δὲ καὶ τελευταῖον τὸ πολυπλανὲς καὶ μέχρι τοῦ Ταρτάρου κατιὸν καὶ αὖθις ἀνεγειρόμενον παντοῖά τε εἴδη ζωῆς ἀνελίττον ἤθεσί τε χρώμενον ποικίλοις καὶ πάθεσιν ἄλλοτε ἄλλοις καὶ μορφὰς ζῴων ἀλλαττόμενον πολυειδεῖς, δαιμονίας ἀνθρωπίνας ἀλόγους, κατευθυνόμενον δʼ οὖν ὅμως ὑπὸ τῆς Δίκης καὶ εἰς οὐρανὸν ἀπὸ γῆς ἀνατρέχον καὶ εἰς νοῦν ἀπὸ τῆς ὕλης περιαγόμενον κατὰ δή τινας τεταγμένας τῶν ὅλων περιόδους.
τὸ δʼ οὖν «μηκέτι ἀκήρατα κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως γενέσθαι» σημαίνει τὸ πῂ μὲν ἀκήρατον τῶν μερικῶν ψυχῶν, οἷον κατὰ μόνην τὴν οὐσίαν, πῂ δὲ οὐκ ἀκήρατον, οἷον κατὰ τὰς ἐνεργείας κηρῶν παντοίων ἀναπιμπλαμένας καὶ τοῖς ἐπικήροις τῶν ὄντων συμφερομένας, καὶ τὸ μηδὲ ταύτας ἀεὶ ὡσαύτως ἔχειν καὶ οὐκ ἀκήρατον, ἀλλὰ τοτὲ μὲν μᾶλλον, τοτὲ δὲ ἧττον, ἀνωμαλίας οὔσης ἐν ταῖς ψυχαῖς παντοίας κατὰ τὴν πρὸς τὰ θνητὰ σχέσιν, ἀφʼ ἧς αὐταῖς ὑπάρχει τὸ οὐκ ἀκήρατον κατὰ τὴν ζωήν.
Συστήσας δὲ τὸ πᾶν διεῖλε ψυχὰς ἰσαρίθμους τοῖς ἄστροις, ἔνειμέ τε ἑκάστην πρὸς ἕκαστον.
Πᾶσα μὲν ἡ τῶν ψυχῶν τάξις εἰς δύο ταύτας ἀνήρτηται πηγάς, τήν τε δημιουργικὴν καὶ τὴν ζῳογονικήν, καὶ ἀπὸ τούτων πρόεισι τά τε πρῶτα αὐτῆς καὶ τὰ μέσα καὶ τὰ τέλη καὶ διὰ τούτων ἀφορίζεται τῶν θεῶν. ἐπειδὴ δὲ καὶ ἐν αὐτῇ τὰ μέν ἐστιν ὁλικώτερα, τὰ δὲ μερικώτερα καὶ τὰ μὲν ἀνεκφοίτητα τῶν οἰκείων ἀρχῶν, τὰ δὲ προϊόντα μέχρι τῆς ὕλης καὶ τὰ μὲν ἡγεμονικά, τὰ δὲ ἑπομένων ἔχοντα λόγον, ἐφίστησιν ὁ δημιουργὸς τὰ ἕτερα τοῖς ἑτέροις καὶ ὑποτάττει τὰ μερικώτερα τοῖς ὁλικωτέροις διαιρεῖ τε κατὰ γένη τὰς πολλὰς ψυχὰς τοῖς προστάταις αὐτῶν θεοῖς καὶ κατὰ ἀγέλας ἄλλαις ἄλλους ἐφίστησιν ἡγεμόνας. καὶ νῦν μὲν ὑφιστὰς θείας ψυχὰς ὀπαδοὺς ποιεῖ τὰς μερικάς, μικρὸν δὲ ὕστερον καὶ τὰ ὀχήματα αὐτῶν ὑποτάξει ταῖς θείαις περιφοραῖς, ὅταν κἀκεῖνα παραγάγῃ, καὶ τὰ ὅλα τοῖς ὅλοις· ὃ γάρ ἐστι ψυχὴ πρὸς ψυχήν, τοῦτο ὄχημα πρὸς ὄχημα καὶ τὸ συναμφότερον πρὸς τὸ συναμφότερον κατὰ τὴν σύνθεσιν τὴν γεωμετρικήν. τοῦτο μὲν οὖν εἰσαῦθις. νῦν δέ — οὔπω γὰρ αὐτὰς ἐγκοσμίους πεποίηκε — μερίζει περὶ τοὺς θεοὺς τοὺς ἀστρῴους· τὰ γὰρ ἄστρα τὰς ψυχὰς δηλοῖ τῶν ἀστρῴων σωμάτων. διεῖλεν οὖν αὐτὰς ἰσαρίθμους ταῖς θείαις ψυχαῖς καὶ ἔνειμεν ἑκάστην πρὸς ἕκαστον συστήσας, φησί, τὸ πᾶν, οὐ τοῦτο λέγων, ὅτι μῖγμα ποιήσας ἕν, ὡς ἐπὶ τῆς τοῦ παντὸς ἐποίησεν ἓν ὅλον ἐκ τῶν τριῶν, οὐσίας ταὐτοῦ θατέρου, καὶ ἀπὸ τούτου κατὰ ἀφαίρεσιν διαιρῶν τὰς ψυχάς — οὐ γὰρ ἂν εὐθὺς ἀπὸ τοῦ μίγματος εἰσήγαγε τὴν περὶ τὰς θείας ψυχὰς αὐτῶν διανομήν, ὑπερβὰς τὴν εἰς τοὺς ἀριθμοὺς καὶ τοὺς ἁρμονικοὺς λόγους διαίρεσιν καὶ τὴν τοῦ ὀχήματος παράδοσιν —, ἀλλὰ πάντα ὁμοῦ περιλαβὼν ἐν τῷ φάναι συστήσας δὲ τὸ πᾶν, τὴν μῖξιν τὴν εἰς τὰς μοίρας τομὴν τὴν διασχημάτισιν, ἐξ ὧν καὶ αἱ μερικαὶ πᾶσαι ψυχαὶ διεκοσμήθησαν. συστήσας οὖν τὸ πλῆθος πᾶν τῶν ψυχῶν τούτων — καὶ γὰρ τὴν ἑκάστης γένεσιν σύστασιν ἂν εἴποι, καθάπερ καὶ ἐπὶ τῆς τοῦ παντὸς ἔλεγε διὰ τὴν ἐκ πολλῶν συμπλήρωσιν· ἐπεὶ δὲ κατὰ νοῦν τῷ συνιστάντι πᾶσα ἡ τῆς ψυχῆς σύστασις γεγένητο —, συστήσας οὖν τὸ πᾶν τῶν ψυχῶν πλῆθος διεῖλεν αὐτὰς ἰσαρίθμους τοῖς ἄστροις, κατὰ τὰς ἐκείνων ἰδιότητας καὶ ταύτας ἀπʼ ἀλλήλων διαστήσας. ἆρʼ οὖν οὕτως ἰσαρίθμους φαίης ἄν, ὡς μίαν μερικὴν ψυχὴν ὑπὸ μίαν τετάχθαι τῶν ἀστρῴων, καὶ τῷ ποσῷ τοσαύτας εἶναι ψυχάς, ὅσοι καὶ ἀστρῷοι θεοί; τοῦτο γοῦν ὑποδηλοῦν φαίνεται προστεθέντος ἑκάστην πρὸς ἕκαστον ἄστρον. καὶ πῶς τοῦτο Πλατωνικὸν δόγμα φήσομεν, αὐτοῦ μικρὸν ὕστερον λέγοντος· ἔσπειρε τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς ἥλιον, τοὺς δὲ εἰς σελήνην; πλῆθος γὰρ ἀπὸ τούτων καταλείπει περὶ ἕκαστον ἄστρον. μήποτε οὖν τὸ ἰσάριθμον οὐ μοναδικῶς θεωρητέον, ἀλλὰ κατʼ ἀναλογίαν· καὶ γὰρ ἐν τοῖς ἀριθμοῖς ἀνὰ λόγον τῇ μὲν μονάδι ἡ δεκάς, τῇ δὲ τριάδι ἡ τριακοντάς, τῇ δὲ πεντάδι ἡ πεντηκοντάς, καὶ ἁπλῶς ἅπασι τοῖς ἐντὸς δεκάδος οἱ μετʼ αὐτήν, καὶ ἰσάριθμοι τοῖς πρώτοις οἱ δεύτεροι, καὶ οὐ διὰ τοῦτο κατὰ τὸ ποσὸν ἡ πεντὰς ἴση τῇ πεντηκοντάδι καὶ ἡ τριὰς τῇ τριακοντάδι, μόνον δὲ κατʼ ἀναλογίαν ἔχουσι τὸ ἴσον· ὃ γάρ ἐστιν ἐν μονάσιν ἡ τριάς, τοῦτο ἐν δεκάσιν ἡ τριακοντάς. τάχʼ οὖν καὶ ἐπὶ τῶν μερικῶν ψυχῶν οὕτω τὸ ἰσάριθμον ληπτέον· ἐπεὶ γὰρ ἑκάστῃ τῶν θείων ψυχῶν ἔστι τις οἰκεῖος ἀριθμός, ὃν ἑνοειδῶς αὕτη προείληφεν, ἀναπτυσσόμενος οὗτος ὁ ἀριθμὸς ἀφορίζει τὸ πλῆθος τῶν ὑποτεταγμένων μερικῶν ψυχῶν, καὶ τῶν μὲν πρώτως αὐτῆς ἐξημμένων ἐλάττων ὁ ἀριθμός, ἡ δὲ δύναμις μείζων, τῶν δὲ δευτέρως ἡ μὲν δύναμις ἐλάττων, ὁ δὲ ἀριθμὸς πλέων, ἀνὰ λόγον δὲ ἑκάτερος αὐτῇ πρόεισιν· οὕτω γὰρ καὶ ἐν τοῖς ἀριθμοῖς τῇ πρώτῃ τετράδι καὶ ἡ ἐν δεκάσι τετρὰς ἀνὰ λόγον καὶ ἡ ἐν ἑκατοντάσι καὶ ἡ ἐν χιλιάσι. ῥητέα μὲν δὴ καὶ ταῦτα πρὸς τὴν παροῦσαν ζήτησιν. προσθετέον δὲ καὶ ὅτι τὸ εἶδος καὶ ὁ χαρακτὴρ τοῖς ὀπαδοῖς ἀπὸ τῶν ἡγεμόνων παραγίγνεται θεῶν. τοῦτο δὴ τὸ εἶδος ἀριθμός ἐστιν, ἀφορίζων τὴν ἰδιότητα τῆς ζωῆς. ὅσοι οὖν ἡγεμόνες, τοσαῦτα καὶ εἴδη ζωῆς ἐστι τὰ ἑπόμενα αὐτοῖς, οἷον, εἰ βούλει, Κρόνιον, Δίιον, Ἡλιακόν, Σεληνιακόν, καὶ ἐπὶ τῶν ἄλλων θεῶν ὡσαύτως· ἄνωθεν γὰρ ἀρχόμενον τὸ εἶδος διήκει μέχρι τῶν τελευταίων ὀπαδῶν καὶ πάντας εἰς ὁμοιότητα καθίστησι πρὸς τὸν ἡγούμενον θεόν· εἰσὶ γὰρ δὴ περὶ ἕκαστον θεὸν καὶ θεοὶ μερικώτεροι καὶ ἀγγελικαὶ τάξεις, ἐκφαίνουσαι τὸ θεῖον φῶς, καὶ δαίμονες προπομπεύοντες ἢ δορυφοροῦντες ἢ ὀπαδοὶ τοῦ θεοῦ, καὶ ἡρώων στρατὸς ὑψηλὸς καὶ μεγαλοπρεπής, προκαταστέλλων πᾶσαν τὴν ἐκ τῆς ὕλης ἀταξίαν καὶ συνεκτικὸς τῶν θείων ὀχημάτων καὶ τῶν ὑπʼ ἐκεῖνα περιπορευομένων μερικῶν, ἐκκαθαίρων ταῦτα καὶ ἐκείνοις ἐξομοιῶν, καὶ ψυχῶν ἀχράντων χορὸς καθαρότητι διαλάμπων ἄλλων τε ψυχῶν πλῆθος ποτὲ μὲν αἰρουσῶν τὴν τοῦ ἡνιόχου κεφαλὴν εἰς τὸ νοητόν, ποτὲ δὲ ταῖς περικοσμίοις δυνάμεσι τῶν θεῶν συνταττομένων, καὶ τούτων αἳ μὲν κατʼ ἄλλην, αἳ δὲ κατʼ ἄλλην συνέπονται τοῦ θεοῦ δύναμιν. καὶ οὐ διὰ τοῦτο καὶ ἐν ταῖς Ἡλιακαῖς αἳ μὲν τῆς παιωνίου δυνάμεως ἐξήρτηνται, αἳ δὲ τῆς μαντικῆς, αἳ δὲ τῆς δημιουργικῆς, αἳ δὲ τῆς ἀναγωγοῦ, καὶ ἐπὶ τῶν ἄλλων θεῶν οὐχ αἱ τοῦ αὐτοῦ θεοῦ πᾶσαι τὴν αὐτὴν ἔχουσι τάξιν, ἀλλʼ αἳ μὲν περὶ ἄλλας καὶ ἄλλας αὐτῶν διαιροῦνται δυνάμεις, αἳ δὲ καὶ τῆς αὐτῆς ἔγγιον ἢ πορρώτερον μετέχουσι. πάσαις δʼ οὖν ἔπεστι τὸ κοινὸν εἶδος τοῦ σφετέρου θεοῦ· καὶ γὰρ ἐπʼ αὐτῶν τῶν θεῶν ἡ ἕνωσις προηγεῖται τοῦ πλήθους καὶ ἡ μία ταυτότης τῆς κατὰ τὰς διωρισμένας δυνάμεις ἑτερότητος. πῶς μὲν οὖν ἰσαρίθμους ποιεῖ τὰς ψυχὰς τοῖς ἄστροις, δῆλον διὰ τούτων. Δεῖ δὲ καὶ τῆς Ἀκύλου μνημονεύειν ἐν τούτοις ἐπιβολῆς ἰσαρίθμους ταῖς τῶν ἄστρων ψυχαῖς τὰς μερικὰς εἰρῆσθαι φραζούσης οὐχὶ κατὰ τὴν περὶ ἐκείνας διαίρεσιν, ἀλλὰ κατὰ τὴν πρὸς ἐκείνας ὁμοίαν ἀπογέννησιν ἐκ τῶν ἴσων ἀριθμῶν, ἐξ ὅσων ἑκάστη συνέστη τῶν ἀστρῴων ψυχῶν· οὑτωσὶ γὰρ τὸ ἰσάριθμον οὗτος ἁνὴρ ἐξηγήσατο τῶν μερικῶν πρὸς τὰς ὅλας, ὡς ἑκάστης τῶν μερικῶν εἰς ἀριθμὸν τὸν αὐτὸν διῃρημένης, εἰς ὅσον καὶ ἡ ἀστρῴα ψυχή, ὑφʼ ἣν ἐτάχθη καὶ ἐνεμήθη παρὰ τοῦ πατρός. διὸ καὶ ὁμοία πρὸς αὐτήν ἐστιν, ὡς ἂν οὐ πασῶν ψυχῶν παντοίους ἀριθμοὺς ἐχουσῶν, ἀλλὰ τῶν μὲν ἐλάττους, τῶν δὲ πλείους, τῶν δὲ λόγων ἐν πάσαις τῶν αὐτῶν ὄντων· οὐδὲ γὰρ ὁ Πλάτων ἀριθμοὺς ὥρισεν, ἀλλὰ λόγους τῶν μοιρῶν, ἡμεῖς δὲ προείπομεν, ὅτι οὐδὲν κωλύει καὶ τῷ πλήθει τῶν ὅρων διαφέρειν τὰς μερικὰς τῶν πρὸ αὐτῶν, καὶ ὅστις ὁ τρόπος, ἀπεδείξαμεν. τοῦτο μὲν οὖν ταύτῃ. Πρώτη δὲ γίγνεται νῦν διανομὴ τῶν μερικῶν ψυχῶν περὶ τὰς θείας, πρὶν καὶ ἐγκόσμιοι γένωνται· καὶ γὰρ κατὰ τὴν ὑπερκόσμιον σύνταξιν καὶ κατὰ τὴν ἐγκόσμιον τὰ μέρη συνυφαίνεται τοῖς ὅλοις, ὥστʼ εἴ τις καὶ ἐν τοῖς τῇδε ἱεροῖς λέγοιτο προσίδρυσις τῶν τελουμένων, εἰκόνα ἂν φέροι ταύτης τῆς δημιουργικῆς συντάξεως τῶν μερικῶν ψυχῶν πρὸς τὰς ὅλας καὶ τῆς περὶ τοὺς ἡγεμόνας διανομῆς· αὗται μὲν γὰρ αἱ θεῖαι ψυχαὶ περὶ τὰς δυνάμεις νενέμηνται τῆς ὅλης ψυχῆς· προῆλθον γὰρ κατὰ τὰς ἐν ἐκείνῃ πολυειδεῖς δυνάμεις καὶ ἐνιδρύθησαν αἳ μὲν εἰς τὴν ταὐτοῦ περιφορὰν τῆς ὅλης ψυχῆς, αἳ δὲ εἰς τὰς θατέρου περιόδους. περὶ δὲ ταύτας πάλιν αἱ μερικαί, κατανειμάμεναι τὰς ὁλικὰς αὐτῶν δυνάμεις καὶ συναγόμεναι αὐταῖς ἐπὶ τὸ νοητὸν καὶ πληρούμεναι παρʼ αὐτῶν νοήσεως ἀκλινοῦς καὶ τοῖς ἀριθμοῖς διατεταγμέναι τοῖς τῶν οἰκείων ἡγεμόνων. ὥσπερ οὖν αὗται αἱ ἐγκόσμιοι ψυχαὶ διὰ τῶν δώδεκα θεῶν ἀνίασιν ἐπὶ τὸν ὑπερουράνιον τόπον, οὕτω δὴ καὶ αἱ μερικαὶ διὰ τῶν θείων ψυχῶν· ἥνωνται γὰρ πρὸς αὐτὰς κατὰ τὴν ὑπερκόσμιον σύνταξιν, ἣν «διανομὴν» ὁ Τίμαιος ἀπεκάλεσεν, ὡς κατὰ τὸν θεῖον νόμον γιγνομένην, ὃς τῷ Διὶ συνίδρυται, καθάπερ ἐν τῷ Γοργίᾳ γέγραπται, καὶ μετʼ αὐτοῦ διακοσμεῖ τὰς ἐν τῷ κόσμῳ τάξεις τάς τε ὁλικωτέρας καὶ τὰς μερικωτέρας. ἔστιν οὖν καὶ μία πασῶν τῶν μερικῶν ψυχῶν ὁμοιότης καὶ διαίρεσις κατὰ τὰς ἡγεμονίας τῶν θεῶν καὶ ὁ δημιουργὸς ἀμφοτέρων αἴτιος. καὶ ταῦτα ὑπάρχει ταῖς ψυχαῖς ὑπερκοσμίως, ὥστε οὐκ ἀπὸ τῶν σωμάτων οὐδὲ ἀπὸ τῶν τοιῶνδε σχέσεων αἱ διαφοραὶ τῶν ψυχῶν εἰσι, καθάπερ φασί τινες, ἀλλʼ ἀπὸ τῆς ἰδίας αὐτῶν οὐσίας· καὶ γὰρ ἡ σύνταξις αὐτῶν πρὸς ἄλλους καὶ ἄλλους ἡγεμόνας καὶ ἡ διανομὴ κατʼ οὐσίαν ἐστίν· ἃ γὰρ ἔχουσι παρὰ τῆς μιᾶς δημιουργίας, ταῦτα κατʼ οὐσίαν ἔχουσιν. ἐπειδὴ δὲ εἴρηνται περὶ τὰ ἄστρα νενεμῆσθαι αἱ μερικαὶ ψυχαί, δῆλον δή, ὅτι τετάρτην ἔχουσι τάξιν ἀπὸ τῆς τοῦ παντός· ὑπʼ ἐκείνην γὰρ αἱ τῶν σφαιρῶν εἰσι ψυχαὶ τῶν τε ἐν οὐρανῷ καὶ τῶν ὑπὸ σελήνην ὅλα τὰ στοιχεῖα περιεχουσῶν, ὑπὸ δὲ ταῦτα τὰ ἄστρα καὶ ὅσα μερικώτερα γένη τῶν θεῶν περιέχεται ἐν ταῖς ὁλότησι τῶν εἰρημένων πασῶν περιφορῶν, ὑπὸ δὲ ταῦτα λοιπὸν αἱ μερικαὶ ψυχαί, τῆς μὲν τοῦ παντὸς καθολικῆς μόνως οὔσης, τῶν δὲ τὰς περιφορὰς κατανειμαμένων καθολικῶν μερικῶν, τῶν δὲ ἐν ταύταις περιεχομένων ἔμπαλιν μερικῶν καθολικῶν οὐσῶν, τῶν δὲ μερικῶν ψυχῶν ἐσχάτων καὶ μόνως μερικῶν λοιπὸν ὑπαρχουσῶν. πάσας οὖν ἄστρα προσεῖπε τὰς θείας ψυχὰς τὰς ἐν ταῖς ὁλότησι περιεχομένας εἴτε κατʼ οὐρανὸν εἴθʼ ὑπὸ σελήνην, ἀπὸ τῶν γνωρίμων πᾶσι τὸ ὄνομα κοινὸν πάσαις ποιήσας· πᾶσαι γὰρ ἔχουσι πάντως ἀστροειδῆ τινα ὀχήματα, ὅπου γε καὶ τὰς μερικὰς ψυχὰς εἰς τὴν γένεσιν ὁ Σωκράτης ᾀττούσας κατὰ τὰ ὀχήματα ἀστέρων ἀπείκασε διᾳττόντων τινῶν ἰδέαις, ὅπου καὶ αὐτὸς ἐρεῖ καὶ περὶ γῆν καὶ περὶ σελήνην ἐσπάρθαι παρὰ τοῦ δημιουργοῦ τινας· καὶ γὰρ ἄτοπον, εἰ περὶ μόνα διανενέμηνται τὰ ἰδίως καλούμενα ἄστρα μερικαὶ ψυχαί, οἱ δὲ ἄλλοι θεοὶ μὴ εἶεν ἀγελάρχαι ψυχῶν, οἱ καθʼ ἕκαστον στοιχεῖον ἐκείνοις ἀνὰ λόγον ὄντες, ἀέριοι καὶ ἐνύδριοι καὶ χθόνιοι, περὶ ὧν εἶπεν, ὅτι φαίνονται καθʼ ὅσον ἂν ἐθέλωσιν. ἀλλʼ, ὡς εἴπομεν, ἀπὸ τῶν ἐναργῶν καὶ ὅσον οὐκ αἰσθητὸν ἀφῆκε συνορᾶν.
Καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξεν.
Ὅσοι μὲν οὖν ὄχημα τὴν τοῦ παντὸς φύσιν εἰρήκασι τῆς ψυχῆς, ὥσπερ ὁ μέγας Θεόδωρος, οὔτε τοῖς πράγμασιν οὔτε τῇ λέξει τοῦ Πλάτωνος συμφώνους ἀποδεδώκασι λόγους· οὔτε γὰρ ἡ τοῦ παντὸς φύσις ὄχημά ἐστι τῆς μερικῆς ψυχῆς, ἀλλὰ ἀγαπητὸν αὐτῇ τὸ καὶ τὴν μερικὴν φύσιν ἄγειν ὀρθῶς, οὔτε τὸ ἔδειξεν ἔστιν ὅπῃ συντάττειν δυνησόμεθα τοῖς ἐφεξῆς· πρὸς τί γὰρ ἂν τοῦτο συναρμόσειεν, οὐκ ἔστιν εἰπεῖν. οὐ μὴν οὐδʼ εἴ τινες μὴ πρὸς τὸ ἑπόμενον κῶλον, ἀλλὰ τὸ ἔμπροσθεν ὁρῶντες ὄχημα τὸ ἄστρον λέγοιεν εἰρῆσθαι, προσφυῶς λέγουσι· ποῦ γὰρ τῆς μερικῆς ὄχημα ψυχῆς τὸ ἄστρον, κἂν αὐτὸ λέγῃς τὸ σωματικὸν ἄστρον τῆς εἰς γένεσιν πιπτούσης τὸ ἄνω ἀεὶ μένον; ἔοικε δὲ ἀμφοτέρους ἀναπεῖσαι τὸ μὴ ὑποστῆσαι πρῶτον τὸ ὄχημα κἄπεῖθʼ οὕτως εἰς αὐτὸ τὴν ψυχὴν ἐμβιβάσαι, δέοντε συνορᾶν, ὅτι ζῷον ὑφιστάντα παραδιδοὺς τὸν θεὸν καὶ ὁμοῦ τῇ ψυχῇ τὸ ὄχημα ποιοῦντα περιττὸν ὑπέλαβε τὸ σῶμα συνιστάντα παραδοῦναι πρότερον, ἄλλως τε καὶ ἐκ τῶν ἔμπροσθεν ἐνδειξάμενος, ὅπως τὰ σώματα συμπαράγει ταῖς ψυχαῖς. εἰ δὴ δεῖ καὶ τοῖς πράγμασιν ἕπεσθαι καὶ τῇ παραδόσει τοῦ Πλάτωνος, ἄλλο μέν τι τὴν φύσιν ῥητέον τὴν ὑπὸ τοῦ δημιουργοῦ δεικνυμένην, ἄλλο δὲ τὸ ἄστρον, ὑφʼ ὃ τέτακται ἡ ψυχὴ καὶ τοῦτο ἀσώματον, ἄλλο δὲ τὸ ὄχημα τοῦτο τὸ ταῖς ψυχαῖς ὑπηρετούμενον, καὶ ἐμβιβαζομένας μὲν αὐτὰς εἰς ὄχημα πολίτιδας γίγνεσθαι τοῦ παντὸς καὶ προϊέναι εἰς τὸν κόσμον καὶ ὑποτάττεσθαι τῷ ὅλῳ κόσμῳ, τοῖς δὲ ἄστροις συνδιῃρῆσθαι τὰς ψυχὰς ὡς ψυχὰς ἀσωμάτως, τὴν δὲ φύσιν θεωρούσας πᾶσαν τὴν κοσμικὴν τάξιν ὁρᾶν, αὐτὰς μὲν ὑπὲρ τὴν φύσιν τοῦ κόσμου τεταγμένας, τὸν δὲ οἰκεῖον αὐτῶν κλῆρον ἐγκόσμιον λαχούσας· καὶ γὰρ πρῶτον ὑπέστησαν, εἶτα διενεμήθησαν περὶ τὰς θείας ἡγεμονίας, καὶ οὕτως ἐκ τρίτων ὀχήμασί τε ἐπέβησαν καὶ τὴν φύσιν ἐθεώρησαν καὶ τῶν εἱμαρμένων νόμων ἐπήκουσαν. ἐξ ὧν ῥᾴδιον συνιδεῖν, ὅτι καὶ κατὰ Πλάτωνα κρείττους εἰσὶν εἱμαρμένης αἱ ψυχαὶ κατὰ τὴν ἀκροτάτην ἑαυτῶν ζωήν· τοῦτο γὰρ αὐταῖς κατὰ φύσιν, ὃ δίδωσιν αὐταῖς ὁ τῶν ὅλων πατήρ. διὸ καὶ νοήσασαι τὰ ἔργα τοῦ πατρὸς
μοίρης εἱμαρμένης τὸ πτερὸν φεύγουσιν ἀναιδές, ὥς φησι τὸ λόγιον· ἐν δὲ θεῷ κεῖνται πυρσοὺς ἕλκουσαι ἀκμαίους ἐκ πατρόθεν κατιόντας, ἀφʼ ὧν ψυχὴ κατιόντων ἐμπυρίων δρέπεται καρπῶν ψυχοτρόφον ἄνθος.
τί οὖν ἂν εἴη τὸ ὄχημα τῆς ψυχῆς καὶ πῶς ἐμβιβάζει τὰς ψυχὰς ὁ δημιουργὸς εἰς αὐτό; δεῖ μὲν οὖν νοεῖν, ὡς εἰώθασι λέγειν καὶ οἱ περὶ τὸν μέγαν Ἰάμβλιχον, ὡς καὶ ἀπὸ παντὸς τοῦ αἰθέρος γονίμην ἔχοντος δύναμιν τὴν τῶν ὀχημάτων τῶν ψυχικῶν ἀπογεννωμένην σύστασιν, οὔτε ἐλαττουμένων τῶν θείων σωμάτων οὔτε συμπεφορημένως τούτων ὑφισταμένων, ἀλλὰ κατὰ τὰς ζωὰς τὰς θείας προϊόντων καὶ μορφουμένων τῶν μερικῶν πνευμάτων. δεῖ δὲ προσεννοεῖν ἀληθέστερον καὶ τὴν ἀπὸ τῶν δημιουργικῶν αἰτιῶν προϊοῦσαν ἀπεργασίαν· ὑφίστησι γὰρ αὐτὰ καὶ ὁ τῆς σωματικῆς ἁπάσης ὑποστάσεως ποιητής, ὁ τοῖς θεοῖς τὰς ἕδρας ἐν τῷ κόσμῳ προευτρεπίζων — οὗτος γὰρ ὑποδέχεται καὶ τὰς ψυχὰς ἀπὸ τοῦ νοητοῦ στελλομένας εἰς τὸν κόσμον καὶ δίδωσιν οἴκους ἄλλους ἄλλαις —, ὑφίστησι δὲ καὶ αὐτὸς ὁ δημιουργὸς τοῦ παντὸς καὶ πρῶτος οὗτος. διὸ καὶ νῦν αὐτὰς εἰς τὰ ὀχήματα ἐμβιβάζει, δῆλον ὅτι τὸ ὄχημα παραγαγών· οὐ γὰρ ἦν ἐν τοῖς προειρημένοις τοῦτο πλασθέν, ἀλλʼ αὐτὸς ὁ δημιουργὸς καὶ τοῦτο μετὰ τῶν ὅλων ὑποστήσας ἐμβιβάζει τὰς ψυχὰς καὶ δίδωσιν αὐταῖς τὴν ἀρχὴν τῶν οἰκείων ὀργάνων· καὶ γὰρ ζῴων ἐστὶ δημιουργὸς καὶ πληρωμάτων τοῦ παντός· ὥστε οὐ μόνας ἂν παράγοι τὰς ψυχάς, ἀλλὰ μετὰ ὀχημάτων οἰκείων. καὶ τὸ θαυμαστὸν ὄντως καὶ ἀπόρρητον τῆς Πλάτωνος διανοίας θέαμα, τὸ μὴ λαβόντα τὸν δημιουργὸν ἀπὸ τῶν ἤδη παρηγμένων ὁλοτήτων πλάσαι τὰ ὀχήματα ταῦτα, καθάπερ οὐδὲ τὰ τῶν πλανήτων οὐδὲ τὰ τῶν ἀπλανῶν, ἀλλʼ αὐτὸν φάναι καὶ ταῦτα ποιῆσαι τῶν νέων θεῶν μόρια δανειζομένων καὶ ἐξ ἐκείνων τὰ σώματα συμπηγνύντων, τοῦτο δʼ οὖν τεκμήριον ἐναργὲς τοῦ καὶ τούτων ἕκαστον τῶν ὀχημάτων αὐτοσύστατόν πως εἶναι καὶ μὴ κατὰ ἀφαίρεσιν ἄλλων δεδημιουργημένον, ἵνα μὴ καὶ ἀναχύσεως δέηται τῆς εἰς ἄλλο πάλιν· πᾶν γὰρ τὸ κατὰ ἀποτομὴν ἄλλων ὑφιστάμενον σὺν ἐλαττώσει τοῦ ὅλου πάντως ἀποτεμνόμενον ἀνάγκη τῷ ὅλῳ πάντως ἀποδίδοσθαι· μένειν γὰρ δεῖ τὸ ὅλον ἀεὶ ὅλον ἕκαστον ὄν, διὸ καὶ ἀΐδιόν ἐστι πᾶν τὸ τοιοῦτον ὄχημα τῆς ψυχῆς καὶ ἀεὶ τὸ αὐτὸ τῆς αὐτῆς ἐξήρτηται· πέφυκε γὰρ οὕτως ἕκαστον, ὡς ὑπὸ τοῦ δημιουργοῦ γέγονε· καὶ πῶς γὰρ ἂν ἔτι τὴν ψυχὴν ἐγκόσμιον φυλάττοιμεν τὸ ὄχημα φθείροντες; οὗ γὰρ μηδέν ἐστιν ἐν τῷ παντί, τοῦτο πῶς ἔτι λέγειν ἐγκόσμιον δυνατόν; εἴτε γὰρ κρείττους εἶεν τῆς μετὰ τῶν ὀχημάτων ζωῆς, ἔσονται κρείττους καὶ αὐτῶν τῶν θείων ψυχῶν, εἴτε καταδεέστεραι, πῶς γενομένας αὐτὰς εὐθὺς ὁ δημιουργὸς εἰσοικίζει, καθάπερ λέγεται νῦν, εἰς αὐτά; πῶς δὲ καὶ ἐν ᾍδου χρώμεναι καὶ ἐν οὐρανῷ τοῖς ὀχήμασιν οὐχὶ ἀϊδίως αὑτῶν ἔχουσιν ἐξηρτημένα ταῦτα τὰ σώματα; δηλοῖ δὲ τὸ μὲν ὁ ἐν Φαίδωνι λέγων Σωκράτης ἀναβάσας ἃ δὴ αὐταῖς ὀχήματά ἐστι, πορεύεσθαι εἰς τὸν Ἀχέροντα, τὸ δὲ ὁ ἐν Φαίδρῳ, ᾗ δὴ τὰ μὲν θεῶν ὀχήματα ἰσορρόπως εὐήνια ὄντα πορεύεται, τὰ δὲ ἄλλα μόγις, περὶ τῶν συνεπομένων τοῖς θεοῖς. τοῦτο μὲν οὖν καὶ διʼ ἄλλων ἀποδείκνυται λόγων καὶ εἴρηται καὶ πρότερον ταῦτα σαφῶς ἡμῖν, ὑπέμνησται δὲ καὶ νῦν. ἔξεστι δὲ καὶ ἐκ τούτου θεάσασθαι τὴν διαφορὰν τῶν τε μερικῶν ψυχῶν καὶ τῶν θείων· ἐπʼ ἐκείνων μὲν γὰρ τὰ σώματα ἐνετίθει ταῖς ψυχαῖς ὡς περιεχόμενα πανταχόθεν ὑπʼ αὐτῶν, οὐκ ἐπιστρεφομένων πρὸς τὰ διοικούμενα, μιᾷ δὲ καὶ ἀτρέπτῳ νοήσει χρωμένων, ἐπὶ δὲ τούτων ἐμβιβάζει τὰς ψυχὰς εἰς τὰ ὀχήματα· πεφύκασι γὰρ αὗται καὶ κρατεῖσθαι πολλάκις ὑπὸ τῶν σωμάτων καὶ ἐπιστρέφειν εἰς τὰ διοικούμενα, ὅτε καὶ αὐταὶ μέρη γίγνονται τοῦ παντός, ὥσπερ τὰ ὀχήματα αὐτῶν, καὶ δουλεύουσι τοῖς εἱμαρμένοις νόμοις καὶ οὐκέτι καθαρῶς διαζῶσιν ὑπὸ τῷ θείῳ φωτὶ τῆς προνοίας. περὶ μὲν δὴ τοῦ ὀχήματος τῆς ψυχῆς τοσαῦτα. Ἄξιον δὲ κἀκεῖνο πάλιν ἀναμνῆσαι μετὰ δή τινος ἀκριβεστέρας τῶν πολλάκις ῥηθέντων ἐπιστάσεως, ἐπειδὴ τὴν ἡμετέραν ψυχήν, ὡς καὶ πᾶσαν, εἶναι καὶ αὐτήν φαμεν μέσην τῆς ἀμερίστου καὶ τῆς μεριστῆς γιγνομένης περὶ τοῖς σώμασιν οὐσίας, καὶ ἔχομεν ταύτην ἐναργῶς· ἐξήρτηται γὰρ αὐτῆς ὄχημα συμφυές, ἔχον οἰκείαν ζωήν, ὡς καὶ τῶν θείων ψυχῶν καὶ δαιμονίων, καὶ αὕτη ἐστὶν ἡ μερικὴ οὐσία, ἧς ἡ ψυχὴ τὸ παράδειγμα προείληφε τῆς μὲν αἰσθήσεως τὴν δόξαν, τῆς δὲ ὀρέξεως τῆς ἐν τῷ οἰκείῳ ὀχήματι, καθʼ ἣν ὡδὶ κινεῖται ἢ ὡδὶ καὶ ὁρμᾷ, τὴν ἑαυτῆς δύναμιν προαιρετικὴν προστησαμένη παράδειγμα· τὰ γὰρ ἐν αὐτῇ μεριστὰ ταῦτά ἐστι προσεχῶς καὶ πρὸ τούτων ἡ ἑτερότης ἡ ἐν αὐτῇ τῶν παντοίων τῆς οὐσίας αὐτῆς διαιρέσεων, καθʼ ἣν καὶ μεμέρισται καὶ ἔχει τι ἀμέριστον καὶ ὅλον. ἐπεὶ οὖν ταῦτα περὶ τοῦ ἐν αὐτῇ μερισμοῦ φαμεν, ζητεῖν ἄξιον, τί θήσομεν τὴν ὑπὲρ αὐτὴν ἀμέριστον οὐσίαν, ὡς ἐκείνων τῶν πρὸ αὐτῆς ἑκάστη νοῦν ἔχει πρὸ αὑτῆς· οὐ γάρ που καὶ ἑκάστη τούτων τῶν μερικῶν οὐσιώδη νοῦν ὑπὲρ αὑτὴν ἔλαχεν· ἔμενε γὰρ ἂν ἀεὶ ἄνω, καθάπερ ἐκεῖναι, τοῦ νοῦ κατέχοντος αὐτὴν ἄνω τῷ ἀεὶ ἐλλάμπειν. ἤδη μὲν οὖν τι περὶ τούτου καὶ πρότερον εἴπομεν καὶ οὐχ ἅπαξ. λέγωμεν δὲ καὶ νῦν τρανέστερον ἃ φρονοῦμεν, ὅσα θεὸς ἡμῖν ἐπὶ νοῦν ἤγαγε — διὸ καὶ πολλάκις αὐτὰ κατατείνοντες λέγομεν —, περὶ τοῦ τί ἔστι τὸ ἀμέριστον ἐφʼ ἑκάστης τῶν μερικῶν ψυχῶν, ὄντως ἄπορον ὄν, διότι νοῦν καθʼ ἑκάστην ἀπολείπειν καὶ τοῦτον μερικὸν ἀπέγνωσται. μήποτε οὖν ἑκάστη καὶ τούτων δαίμονος ἐξημμένη τινός — κατʼ οὐσίαν παντὸς δαίμονος νοῦν ἔχοντος δαιμόνιον ὑπὲρ ἑαυτόν — τὸν αὐτὸν ἔχει νοῦν καὶ αὕτη τεταγμένον ὡς ἀμέριστον οὐσίαν πρὸ αὑτῆς, ὥστʼ εἶναι τοῦ νοῦ ἐκείνου πρώτως μὲν μετέχουσαν τὴν δαιμονίαν ψυχήν, δευτέρως δὲ τὰς ὑπὸ ταύτην μερικὰς ψυχάς, ὃ καὶ ποιῆσαι ταύτας μερικὰς τὸ μὲν μεριστὸν ἴδιον ἑκάστην ἐχούσας, τὸ δὲ ἀμέριστον κοινὸν πρὸς τοὺς δαίμονας τοὺς ὑπὲρ ταύτας, ὧν καὶ τὸ ἀμέριστον ἴδιον· διὸ καὶ μένειν ἐκείνους ἀεὶ ἄνω, ταύτας δὲ κατιέναι ποτὲ περὶ τὰ σώματα μεριζούσας ἑαυτάς, ὡς τούτοις μᾶλλον προσηκούσας· καὶ γὰρ εἴπερ ἐν ταῖς μερικαῖς ψυχαῖς πλεονάζει τὸ τῆς ἑτερότητος γένος, ὃ καὶ ποιεῖ μὴ δύνασθαι κατὰ πάσας αὐτὰς ἀεὶ τὰς δυνάμεις ἐνεργεῖν, ἀνάγκη δήπου πλέον αὐτὰς ᾠκειῶσθαι πρὸς τὴν μεριστὴν περὶ τὸ σῶμα ζωήν, πλέον δὲ ἀφεστάναι τῆς ἀμερίστου οὐσίας, καὶ οὕτω σῴζειν τὸ ἀνὰ λόγον πρὸς ἑκάτερον τῶν ἄκρων, ὥσπερ τὰς θειοτάτας τῶν ψυχῶν διὰ τὴν πρὸς νοῦν ὁμοιότητα πλέον μὲν ἐξῃρῆσθαι τῶν μεριστῶν, πλέον δὲ ἡνῶσθαι ταῖς ὑπὲρ αὐτὰς ἀμερίστοις οὐσίαις, ὧν ἐξήρτηνται συμφυῶς, ἐν ψυχαῖς νοερὰν προστησάμεναι τάξιν. καὶ ἔοικεν ὁ καθʼ ἕκαστον δαίμονα νοῦς ὡς μὲν ὅλος καὶ εἷς τοῦ δαίμονος εἶναι τοῦ προσεχῶς αὐτοῦ μετέχοντος, περιέχειν δὲ καὶ τὸν ἀριθμὸν τῶν ὑπʼ ἐκεῖνον οὐσῶν ψυχῶν καὶ τὰ παραδείγματα αὐτοῦ τὰ νοερά. ἑκάστη οὖν ἀμέριστον ἂν ἔχοι οὐσίαν τὸ οἰκεῖον αὑτῆς ἐν ἐκείνῳ παράδειγμα καὶ οὐχ ἁπλῶς τὸν ὅλον νοῦν, ὥσπερ καὶ ὁ κατʼ οὐσίαν αὐτῆς ἡγούμενος δαίμων. ὡς οὖν ἀκριβέστερον ἀφορίζεσθαι λέγομεν εἶναι τὸ ἀμέριστον ἑκάστης ὑπὲρ αὐτὴν τὸ εἶδος αὐτῆς, ὃ δὴ περιέχεται ἐν τῷ ἑνὶ νῷ τῷ τὴν ἡγεμονίαν τῆς δαιμονίας σειρᾶς, ὑφʼ ἣν ἑκάστη τέτακται, λαχόντι. καὶ οὕτως ἄμφω ἀληθῆ, καὶ μόνον τῶν ἀεὶ ἄνω οὐσῶν ὑπεριδρῦσθαι νοῦν ἑκάστης καὶ πᾶσαν εἶναι μέσην τοῦ ὑπὲρ αὐτὴν ἀμεροῦς καὶ τοῦ μετʼ αὐτὴν μεριστοῦ. τοσαῦτα καὶ περὶ τούτων. πῶς δὲ τὴν τοῦ παντὸς φύσιν δείκνυσιν αὐταῖς ὁ δημιουργός; ἦ εἰς τὸν κόσμον ἐπιστρέφων αὐτὰς καὶ τοὺς ἐν τῇ φύσει λόγους θεωρεῖν παρασκευάζων; ἀλλὰ τοῦτο χείρους αὐτάς ἐστι ποιεῖν καὶ ἐπιστρέφειν ἀπὸ τῶν χωριστῶν λόγων τῶν νοητῶν εἰς τοὺς ἀχωρίστους τῶν αἰσθητῶν· ὁ δὲ δημιουργὸς τοὐναντίον ἐπὶ τὸ νοητὸν ἀνάγει τὰς ψυχὰς καὶ ἐπιστρέφει πρὸς ἑαυτὸν καὶ χωρίζει τῆς ὕλης καὶ πληροῖ δυνάμεων θείων καὶ νοήσεων δημιουργικῶν. μήποτε οὖν ἐν ἑαυτῷ τὴν αἰτίαν τῆς φύσεως ἔχων εἰς ἑαυτὸν ἐπιστρέφει τὰς ψυχάς· καὶ γὰρ πᾶς ὁ δεικνὺς βλέπει πάντως ὃ δείκνυσιν· ὥστε καὶ ὁ δημιουργός, εἰ δείκνυσι ταῖς ψυχαῖς τὴν φύσιν, βλέπει τὴν φύσιν. βλέπει δὲ εἰς τὰ πρὸ αὑτοῦ μόνως καὶ εἰς ἑαυτόν. ἐν ἑαυτῷ ἄρα καὶ πάντων ἔχει τὰς ἑνιαίας ἀρχὰς καὶ δυνάμεις ἐν ἑαυτῷ προεστήσατο τῆς ἀπογεννήσεως τῶν τε ἄλλων καὶ τῆς φύσεως, καὶ ὥσπερ τὰ σώματα προείληφεν ἀσωμάτως, οὕτω περιέχει καὶ τὴν φύσιν ὑπερφυῶς. ταῦτα μὲν οὖν ὀρθῶς λέγεται. δεῖ δὲ καὶ ἄλλως λέγειν, οὐ φιλοσόφως μόνον ἰδέαν ἐν τῷ δημιουργῷ τιθέντας, ἀλλὰ καί, ὡς οἱ θεολόγοι διδάσκουσι, τὴν φύσιν πρώτως θεωρεῖν ἐν τῇ ζῳογόνῳ θεότητι νοερῶς προϋπάρχουσαν· ἐκεῖθεν γὰρ ἀπαιωρουμένη κατευθύνει καὶ τόνδε τὸν ἐμφανῆ κόσμον, τοὺς μὲν ἐνύλους λόγους τοῖς ἀΰλοις ἀφομοιοῦσα, τὰς δὲ σωματικὰς κινήσεις εἰς τὰς πρωτουργοὺς ἀναφέρουσα, τὴν δὲ ἐγκόσμιον τάξιν τῆς νοερᾶς εὐταξίας ἐξάπτουσα. πρώτως οὖν ἐστιν ἐν τοῖς νώτοις τῆς ζῳογόνου θεᾶς, ὥσπερ τὰ λόγιά φησι·
νώτοις δʼ ἀμφὶ θεᾶς φύσις ἄπλετος ᾐώρηται. πρόεισι δὲ ἐκεῖθεν καὶ εἰς τὸν δημιουργικὸν νοῦν, καὶ δεῖ τὰς ψυχὰς τὰς πηγὰς καὶ τὰς ῥίζας τῆς φύσεως ἰδεῖν, ἵνα δὴ καὶ τὴν ἑαυτῶν ἀξίαν θεάσωνται καὶ τὴν ὅλην τάξιν, ὅθεν ἐξήρτηνται, καὶ ἐκείνης ἐχόμεναι θεωρῶσι τὸ πᾶν· ἐμβλέψασαι γὰρ εἰς αὐτὴν ταύτην τὴν φύσιν ἑαυτὰς εἱμαρμένῃ συντάττουσιν. ὥσπερ οὖν αὐτὸς ὁ δημιουργὸς τῷ προειληφέναι τὸ παράδειγμα τῆς φύσεως κατευθύνει τὸ πᾶν, οὕτω βούλεται καὶ τὰς ψυχὰς εἰς τὴν πρωτίστην καὶ νοερὰν αἰτίαν τῆς φύσεως ὁρώσας μετεωροπολεῖν τε καὶ τὸν κόσμον ἅπαντα διοικεῖν· αὕτη γὰρ ἡ ἀκροτάτη λῆξις τῶν ψυχῶν. τὴν οὖν φύσιν δείκνυσι ταῖς ψυχαῖς ἐκείνην τὴν πηγαίαν καὶ ἐν τῇ ὅλῃ ζῳογόνῳ θεᾷ προϋπάρχουσαν κατὰ τὴν θεῶν αὐτῶν φήμην, ἣν τοῖς ἑαυτῶν μύσταις παρέδοσαν. ἐπειδὴ δὲ καὶ δευτέρας καὶ τρίτας ἔχουσι ζωάς, δίδωσι καὶ τούτων αὐταῖς τοὺς λόγους ὁ δημιουργός·
Νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς.
Ὅτι μὲν δευτέρα τίς ἐστιν αὕτη τοῦ δημιουργοῦ δημηγορία πάλιν εἰς ψυχὰς προϊοῦσα διὰ λόγων ψυχαῖς ἐμπρεπόντων, δῆλον· οὐ μὴν ἀλλʼ ἡ μὲν προτέρα πεποίηται αὐτόθεν τοῦ δημιουργοῦ πρὸς τοὺς νέους θεοὺς λέγοντος θεοὶ θεῶν, αὕτη δὲ διηγήσει ἔοικεν ὧν εἶπεν ἐκεῖ πρὸς τὰς ψυχὰς λόγων, ἔνδειξιν ἔχουσα τοῦ τὸν δημιουργὸν πληροῦν μὲν καὶ ταύτας λόγων, ἀλλʼ οὐκ αὐτόθεν, ὡς τοὺς νέους θεούς, καὶ ὁ σκοπὸς ὅπου μὲν λόγων προνοητικῶν ἔκφανσιν, ὅπου δὲ εἱμαρμένων νόμων περιέχει. τούτων δὲ προειλημμένων ἐπὶ τὰ πράγματα μεταβάντες λέγομεν, ὅτι τὴν εἱμαρμένην οὔτε τὴν μερικὴν φύσιν ῥητέον, ὥς τινες ἐκ τοῦ Περιπάτου λέγουσι, καθάπερ Ἀλέξανδρος — ἀσθενὴς γὰρ αὕτη καὶ οὐκ ἀΐδιος, τὸ δὲ τῆς εἱμαρμένης κράτος ὡς πάμμεγά τι καὶ ἀραρὸς ἀπὸ τῶν κοινῶν ἐννοιῶν προειλήφαμεν —, οὔτε τὴν τάξιν τῶν κοσμικῶν περιόδων, ὡς Ἀριστοτέλης που λέγει, τὴν παρὰ τὴν τάξιν αὔξησιν παρʼ εἱμαρμένην ἀποκαλῶν, ὡς ἂν εἱμαρμένης ὑφέστηκε — καὶ ἄλλο μὲν τὸ τῆς τάξεως αἴτιον, ἄλλο δὲ ἡ τάξις —, οὔτε τὴν ἐν σχέσει ψυχήν, ὡς Θεόδωρος — οὐδὲ γὰρ ἔστι τὴν ἀρχὴν τοιοῦτον ζωῆς εἶδος ἐν τοῖς ὅλοις —, οὔτε τὴν φύσιν ἁπλῶς, ὡς Πορφύριος — πολλὰ γὰρ καὶ ὑπερφυῆ καὶ ἔξω τῆς φύσεως γίγνεται παρὰ τῆς εἱμαρμένης, οἷον εὐγένειαι δόξαι πλοῦτοι· ποῖαι γὰρ φυσικαὶ κινήσεις φέροιντο ἂν τὴν τούτων αἰτίαν; —, οὔτε ὁ νοῦς τοῦ παντός, ὥς πού φησι πάλιν Ἀριστοτέλης, εἴπερ ἐκείνου τὸ Περὶ κόσμου βιβλίον· ὁ γὰρ νοῦς ἀθρόως πάντα ποιεῖ ἃ ποιεῖ καὶ οὐδὲν δεῖται τῆς κατά τινα περίοδον καὶ συνεχῆ καὶ εὔτακτον εἱρμὸν προϊούσης διοικήσεως, τοῦτο δὲ εἱμαρμένης ἴδιον, ὁ τῶν πολλῶν αἰτίων εἱρμός, ἡ τάξις, ἡ περιοδικὴ ποίησις. ἀλλʼ εἰ δεῖ τὸ ὅλον αὐτῆς εἶδος συντόμως περιλαβεῖν, φύσιν μὲν αὐτὴν κατὰ τὸ ὑποκείμενον ῥητέον, ἔνθεον δὲ καὶ πεπληρωμένην ἐλλάμψεων θείων, νοερῶν, ψυχικῶν· τελεῖ γὰρ εἰς αὐτὴν καὶ θεῶν τάξις τῶν μοιρηγετῶν καλουμένων καὶ τὰ κρείττονα γένη· δίδωσι γὰρ καὶ ταῦτα δυνάμεις ἀφʼ ἑαυτῶν εἰς τὴν μίαν ζωὴν αὐτῆς· καὶ πάσας ταύτας τὰς δόσεις καὶ τὰ πληρώματα πάντα συνάγει καὶ ἑνοῖ καὶ μίαν ἀποφαίνει δύναμιν ὁ τῶν ὅλων δημιουργός· εἰ γὰρ καὶ τὰ σώματα τὰ ἐμφανῆ πεπλήρωται δυνάμεων, πολλῷ πρότερον ἡ ὅλη φύσις ἔνθεός ἐστι, καὶ εἰ ὁ σύμπας κόσμος ὁ φαινόμενος εἷς ἐστι, πολλῷ μᾶλλον ἡ πᾶσα τῆς εἱμαρμένης οὐσία μία ἐστὶ καὶ ἐκ πολλῶν αἰτίων συμπεπληρωμένην ἔχει τὴν σύστασιν· ἐξηρτημένη γὰρ ἀπὸ τῆς τῶν θεῶν προνοίας καὶ τῆς δημιουργικῆς ἀγαθότητος ὑπʼ ἐκείνης ἑνοποιεῖται καὶ κατευθύνεται, λόγος οὖσα ἐκ λόγων καὶ μία δύναμις πολυειδὴς καὶ θεία ζωὴ καὶ τάξις ἡ πρὸ τῶν τεταγμένων. διὸ καὶ οἱ παλαιοὶ πρὸς τὸ ποικίλον αὐτῆς τοῦτο καὶ πολύμορφον ἀποβλέψαντες ἐπʼ ἄλλας ἄλλοι δόξας ἠνέχθησαν, οἳ μὲν θεὸν αὐτὴν εἰπόντες διὰ τὸ ἔνθεον αὐτῆς, οἳ δὲ δαίμονα διὰ τὸ δραστήριον ἅμα καὶ τὸ πολυειδὲς τῆς ποιήσεως εἶδος, οἳ δὲ νοῦν, διότι καὶ νοῦ τις καθήκει μετάδοσις εἰς αὐτήν, οἳ δὲ τάξιν, ὡς πᾶν τὸ τεταγμένον ὑπʼ αὐτῆς ἀφανῶς περιέχουσαν. μόνος δὲ ὁ Πλάτων τὴν οὐσίαν αὐτῆς ἐθεώρησε, φύσιν μὲν αὐτὴν εἰπών, ἐξημμένην δὲ τοῦ δημιουργοῦ· πῶς γὰρ ἄλλως δείκνυσι τὴν φύσιν ὁ δημιουργὸς ἢ ἐν ἑαυτῷ τὴν ἀρχὴν ἔχων αὐτῆς; πῶς δὲ τοὺς εἱμαρμένους νόμους λέγει μετὰ τὸ δεῖξαι τὴν τοῦ παντὸς φύσιν ἢ τὴν μίαν συνοχὴν τῶν νόμων τούτων τὴν φύσιν ὑποστησάμενος; ἔτι δὲ σαφέστερον ἐν τῷ Πολιτικῷ τὴν δευτέραν τοῦ παντὸς ζωὴν ἐξάπτει τῆς εἱμαρμένης μετὰ τὸν χωρισμὸν τοῦ τε ἑνὸς δαίμονος ἀπʼ αὐτοῦ τοῦ κυβερνῶντος αὐτὸν καὶ τῶν πολλῶν δαιμόνων τῶν τῷ ἑνὶ ἐκείνῳ συνεπομένων, διʼ ὧν πᾶσαν τὴν περὶ αὐτῶν πρόνοιαν ἀφίστησιν ἀπʼ αὐτοῦ καὶ ἀπολείπει μόνην τὴν καθʼ εἱμαρμένην διοίκησιν, ἀεὶ τοῦ κόσμου τὴν συναμφοτέραν ἔχοντος, τοῦ δὲ μύθου χωρίσαντος ἀπὸ τῆς δευτέρας τὴν προτέραν· τὸν γὰρ κόσμον, φησίν, ἀνέστρεφεν εἱμαρμένη τε καὶ σύμφυτος ἐπιθυμία, καθάπερ καὶ τὰ λόγιά φησιν αὐτὴν προστατεῖν κόσμων τε καὶ ἔργων,
οὐρανὸς ὄφρα θέῃ δρόμον ἀΐδιον κατασύρων, καὶ ὅπως ἂν αἱ ἄλλαι περίοδοι πληρῶνται, ἡλίου, σελήνης, ὡρῶν, νυκτός, ἡμέρας. οὕτως οὖν καὶ ὁ Πλάτων τὴν δευτέραν τοῦ κόσμου περίοδον ὑπὸ τῆς εἱμαρμένης περιάγεσθαί φησιν, ἀλλʼ οὐχὶ τὴν προτέραν καὶ νοεράν, μονονουχὶ διαρρήδην λέγων, ὅτι ταύτην εἱμαρμένην ἐνόμιζε, τὴν προσεχῶς κινοῦσαν τὸ αἰσθητόν, ἐξηρτημένην τῆς ἀφανοῦς προνοίας τῶν θεῶν· πρὸ γὰρ ταύτης τὴν Ἀνάγκην ὑποστησάμενος, τὴν μητέρα τῶν Μοιρῶν, ὑπὸ τοῖς γόνασιν αὐτῆς στρέφει κόσμον, ὡς αὐτὸς ἐν Πολιτείᾳ φησί. καὶ εἴ με δεῖ τοὐμὸν εἰπεῖν, τρεῖς ταύτας τάξεως αἰτίας ἐφεξῆς ἀλλήλαις ὁ Πλάτων τίθησιν, Ἀδράστειαν, Ἀνάγκην, Εἱμαρμένην, τὴν νοεράν, τὴν ὑπερκόσμιον, τὴν ἐγκόσμιον· καὶ γὰρ ὁ δημιουργός, ὡς ὁ Ὀρφεύς φησι, τρέφεται μὲν ἀπὸ τῆς Ἀδραστείας, σύνεστι δὲ τῇ Ἀνάγκῃ, γεννᾷ δὲ τὴν Εἱμαρμένην. καὶ ὥσπερ ἡ Ἀδράστεια τῶν θείων ἦν περιεκτικὴ θεσμῶν καὶ τῶν παντοίων νόμων συναγωγός, οὕτω δὴ καὶ ἡ Εἱμαρμένη πάντων ἐστὶ περιεκτικὴ τῶν ἐγκοσμίων νόμων, οὓς καὶ νῦν ὁ δημιουργὸς ἐγγράφει ταῖς ψυχαῖς, ἵνα καὶ αὑτὰς ἄγωσι μετὰ τῶν ὅλων καὶ ἀφορίζωσι τὸ πρέπον ἑαυταῖς κατὰ τὰς διαφόρους αἱρέσεις τῶν βίων· διὰ γὰρ τοῦτο καὶ ἡ μὲν πλημμελὴς εὐθὺς ἐπὶ τὸ σκοτεινὸν φέρεται καὶ ἄθεον, ἡ δὲ εὐσεβὴς ἄγει αὑτὴν εἰς οὐρανόν, ἀγομένην καὶ ὑπὸ τῶν ὅλων, διότι πλήρης ἐστὶν ἑκατέρα τῶν εἱμαρμένων νόμων, καὶ ἄγουσιν ἑαυτάς, ὅπου ὁ ἐν αὐταῖς φθέγγεται νόμος, ὥσπερ φησὶ καὶ ὁ Πλωτῖνος· ἴδιον γὰρ τοῦτο τῆς τῶν θεῶν προνοίας, τὸ ἔνδοθεν ἄγειν τὰ προνοούμενα. καὶ τί θαυμαστόν, ὅπου γε καὶ ἡ φύσις δυνάμεις ἐνθεῖσα τοῖς ὄγκοις ἐνύλους καὶ σωματοειδεῖς διὰ τούτων αὐτοὺς κινεῖ τῶν δυνάμεων, τὴν μὲν γῆν διὰ τῆς βαρύτητος, τὸ δὲ πῦρ διὰ τῆς κουφότητος; πολλῷ ἄρα μειζόνως οἱ θεοὶ διὰ τῶν δυνάμεων, ἃς ταῖς ψυχαῖς ἐνέσπειραν, κινοῦσιν αὐτάς. εἰ οὖν κατὰ νόμους εἱμαρμένους ἄγουσι τὰς ψυχάς, εἰσὶ καὶ ἐν ταῖς ψυχαῖς οἱ εἱμαρμένοι νόμοι, προϋπάρχοντες μὲν ἐν τῷ δημιουργῷ νοερῶς — παρʼ αὐτῷ γὰρ ὁ θεῖος ἵδρυται νόμος —, ὑπάρχοντες δὲ καὶ ἐν ταῖς θείαις ψυχαῖς — κατὰ γὰρ τούτους ποδηγετοῦσι τὸ πᾶν —, μετεχόμενοι δὲ καὶ ὑπὸ τῶν μερικῶν ψυχῶν — διὰ γὰρ τούτων ἄγουσιν ἑαυτὰς εἰς τὸν πρέποντα τόπον, αὐταὶ ἑαυτὰς κινοῦσαι καὶ διὰ μὲν τὴν προαίρεσιν ἁμαρτάνουσαι καὶ κατορθοῦσαι, διὰ δὲ τοῦ νόμου πρόσφορον τοῖς προϋπηργμένοις ἑαυταῖς ἀπονέμουσαι τάξιν. ὅτε τοίνυν ἐγκόσμιοι γεγόνασιν αἱ ψυχαί, τότε καὶ τὸ κράτος θεῶνται τῆς εἱμαρμένης ἄνωθεν ἀπὸ τῆς προνοίας ἐξηρτημένον καὶ τοὺς νόμους ὑποδέχονται τοὺς εἱμαρμένους· καὶ γὰρ τὴν μὲν φύσιν ἔδειξεν αὐταῖς, ὡς ἑτέραν αὐτῶν οὖσαν, τοὺς δὲ νόμους εἶπεν, ὡς ἐγγράφων ἐν αὐταῖς· τὰ γὰρ δημιουργικὰ ῥήματα διʼ αὐτῆς χωρεῖ τῆς οὐσίας τῶν ψυχῶν. ὡς οὖν τοὺς πρὸ τούτων λόγους ἐνετίθει τοῖς νέοις θεοῖς, οὕτω καὶ τοὺς νόμους τούτους ἐντίθησι ταῖς μερικαῖς ψυχαῖς.
Ὅτι γένεσις πρώτη μὲν ἔσοιτο τεταγμένη μία πᾶσιν, ἵνα μή τις ἐλαττοῖτο ὑπʼ αὐτοῦ.
Αἱ ψυχαὶ κατʼ οὐσίαν μέν εἰσιν ὑπερφυεῖς καὶ ὑπερκόσμιοι καὶ εἱμαρμένης ἐπέκεινα, διότι καὶ τὴν πρώτην ὑπόστασιν ἔσχον τοῦ κόσμου τοῦδε χωριστήν, κατὰ δὲ τὰ ὀχήματα αὐτῶν καὶ τὰς λήξεις, ἃς ἐκληρώσαντο διοικεῖν, ἐγκόσμιοι γεγένηνται, παρὰ τοῦ δημιουργοῦ καὶ ταύτην λαβοῦσαι τὴν τάξιν. διὸ καὶ μετὰ τὴν τῶν ὀχημάτων προσάρτησιν λέγει τοὺς εἱμαρμένους νόμους, οἷς τὰ σώματα ἐκληρώθησαν διοικεῖν, οἷον εἴ τις αὐτὸς μὲν ἀφειμένος εἴη τῶν πολιτικῶν θορύβων καὶ τῶν βουλευτικῶν λειτουργιῶν, τὰ δὲ κτήματα αὐτοῦ τὰς πρεπούσας ἀποδιδοίη δαπάνας. ἀλλʼ οὔπω τέως οὐδʼ οὕτως εἰσὶν αἱ ψυχαὶ ὑπὸ τὴν εἱμαρμένην· τὰ γὰρ ὀχήματα οὐ μόνον τούτων, ἀλλὰ καὶ αὐτῶν τῶν θεῶν περιάγεται πρὸς τῆς εἱμαρμένης. ἵνʼ οὖν γένωνται καὶ αὐταὶ μετὰ τῶν ὀχημάτων ὑπὸ τῇ βασιλείᾳ τῆς εἱμαρμένης, δεῖ καθόδων αὐταῖς καὶ τῆς πρὸς γένεσιν ὁμιλίας, ἥτις δευτέρα μετὰ τὴν σποράν ἐστιν· ἡγεῖται γὰρ αὕτη, διανομή τις οὖσα δευτέρα τῶν ὀχημάτων ὑπὸ τὰς θείας περιφοράς, ὥσπερ καὶ αὐτῶν τῶν ψυχῶν εἰς τὰς ψυχὰς γέγονε διαίρεσις, γιγνομένη μὲν καὶ ἀπὸ τῆς μιᾶς δημιουργικῆς αἰτίας, διὸ καὶ ἀΐδιός ἐστι καὶ ἀδύνατον μεταβολὴν γενέσθαι τῶν τοιούτων ἡγεμόνων, γιγνομένη δὲ ἄρα καὶ ἀπὸ τῆς εἱμαρμένης — αὕτη γὰρ κυρία τῶν περιόδων καὶ συνεκτικὴ τῶν τε ὅλων καὶ τῶν μερικῶν περιόδων καὶ συναγωγὸς τῶν ὁμοίων πρὸς τὰ ὅμοια — καὶ ἀπʼ αὐτῶν τῶν ψυχῶν τῶν τε θείων καὶ τῶν μερικῶν — διὰ γὰρ τὴν τούτων πρὸς ἀλλήλας ἕνωσιν καὶ τὰ ὀχήματα σύμφυτα πρὸς ἄλληλα. διὸ καὶ ὅταν ἡ μερικὴ ψυχὴ συντάττῃ ἑαυτὴν πρὸς τὴν ὅλην, συνέπεται καὶ τὸ ὄχημα αὐτῆς τῷ ὀχήματι τῆς θείας ψυχῆς, καὶ ὡς ἡ ψυχὴ μιμεῖται τὴν νόησιν τῆς ψυχῆς, οὕτω καὶ τὸ σῶμα τὴν τοῦ σώματος ἀπεικονίζεται κίνησιν. πρώτη μὲν οὖν ἡ σπορὰ τῶν ὀχημάτων ἐστὶν οὐ μόνον ἐγκόσμιον ἀποφαίνουσα τὴν ψυχήν, ἀλλὰ καὶ ὑπὸ τόνδε τὸν ἡγεμόνα συντάττουσα τὴν ὅλην αὐτῆς σύστασιν· ἄλλο γάρ ἐστιν ἐγκόσμιον εἶναι καὶ ἄλλο Σεληνιακὴν ἢ Ἑρμαϊκήν· εἶδος γάρ ἐστι τοῦτο ζωῆς μερικώτερον, καὶ ὡς μὲν ἐμβιβασθεῖσα εἰς ὄχημα πολῖτις γίνεται τῆς τοῦ παντὸς ψυχῆς, ὡς δὲ ἐσπαρμένη σὺν τῷ ὀχήματι πολῖτις γίνεται τῆς Σεληνιακῆς περιφορᾶς ἢ τῆς Ἡλιακῆς ἢ ἄλλης τινός. καὶ πλεονάζει μὲν τῆς ὑπερκοσμίου ζωῆς ἡ τοῦ ὀχήματος συνάρτησις τῆς ψυχῆς πρὸς τὸ πᾶν καὶ ἔστιν οἷόν φασί τινες ἡμίσχετος, προϊὼν δὲ ὁ σπόρος ἡγεμονίαν αὐτῇ μερικωτέραν ἐφίστησι. μετὰ δὲ τὴν σπορὰν μία μὲν ὥρισται γένεσις ἐπὶ πάσης ψυχῆς, δευτέρας δὲ καὶ τρίτας καθόδους λοιπὸν ποιοῦνται κατὰ τὰς ἑαυτῶν αἱρέσεις, μίαν δʼ οὖν κοινὴν πάσαις· δεῖ γὰρ πᾶσαν ψυχὴν εἰς γένεσιν ἐλθεῖν· τοιοῦτον γὰρ τὸ εἶδος τῶν μερικῶν ψυχῶν, ἄνω μένειν ἀτρέπτως οὐ δυνάμενον. κἀνταῦθα λοιπὸν ὑπὸ τοῖς σκήπτροις γίγνεται τῆς εἱμαρμένης· δέχονται γὰρ ἐκ τοῦ παντὸς καὶ τὸ θνητὸν εἶδος τῆς ζωῆς καὶ τὸ σῶμα τοῦτο καὶ σχέσιν ἀναλαμβάνουσι πρὸς ταῦτα φυσικήν, ἀλλʼ εὖ μὲν ζήσασαι δύνανται καὶ ἐνταῦθα καθαρεύειν τῶν ἀπὸ τῆς εἱμαρμένης ἐπαγομένων, καθʼ ὅσον μὴ πολλὴ ἀνάγκη διὰ τὸ σῶμα κοινωνεῖν αὐτοῖς· τί γὰρ πρὸς τὸν ἐν Θεαιτήτῳ κορυφαῖον τὸν οὐρανοῦ τε ὑπεραστρονομοῦντα καὶ μηδὲ ὅπου γῆς ἐστιν εἰδέναι ποιούμενον τὰ ἐκ τῆς εἱμαρμένης; ἐπιστρεφόμενον δὲ πρὸς τὸ σῶμα κοινωνεῖν ἀνάγκη ταῖς ἀπὸ ταύτης δόσεσι· κρατηθεῖσαι δὲ ὑπὸ τοῦ θνητοῦ τῆς ζωῆς εἴδους δοῦλαι γίγνονται τῆς εἱμαρμένης· χρῆται γὰρ αὐταῖς ὡς ἀλόγοις τὸ πᾶν. καὶ τοῦτο πάλιν ὑπάρχει μὲν αὐταῖς καὶ ἀφʼ ἑαυτῶν — εἵλοντο γὰρ οὕτως καὶ ἑλόμεναι διαζῶσι τὸν αὐταῖς πρέποντα βίον —, ὑπάρχει δὲ καὶ ἀπὸ τῶν ὅλων· ἄγεται μὲν γὰρ ἕκαστον ὡς πέφυκε, καὶ πᾶν ζωῆς εἶδος χρείαν τῷ παντὶ πληροῖ, καὶ οὐδὲν ἄτακτον οὐδὲ ἀόριστον ἐν τοῖς ὅλοις ἀφεῖται, πάντα δὲ ἄγεται πρὸς τὸ σύμμετρον τῆς ἑαυτῶν ζωῆς. οὕτω μὲν οὖν αἱ ψυχαὶ κατὰ πρόοδον ἀπὸ τῆς ἀεὶ εὐτάκτου καὶ πρωτίστης ζωῆς προέρχονται διὰ τῶν μέσων βίων ἐπὶ τὴν ἐσχάτην καὶ μοιραίαν ζωήν, καὶ ἀπὸ τῆς ὑπὲρ εἱμαρμένην τάξεως ὑπὸ τοῖς τῆς εἱμαρμένης γίγνονται νόμοις καὶ ὑπὸ τὸν θρόνον τῆς Ἀνάγκης ὁδεύσασαι διὰ τῶν Μοιρῶν. τὴν δὲ «πρώτην γένεσιν», ἣν νῦν ὁ φιλόσοφος παραδίδωσι καὶ ἣν ὁ δημιουργὸς τοὺς εἱμαρμένους νόμους κηρύττων προαγορεύει ταῖς ψυχαῖς, τίνα ποτὲ ῥητέον; οὐ γὰρ ἁπλοῦς ὁ περὶ αὐτῆς λόγος, ἀλλʼ ὁ μὲν θεῖος Ἰάμβλιχος τὴν τῶν ὀχημάτων σπορὰν πρώτην γένεσιν ἀποκαλεῖ καὶ μαρτυρεῖ γε αὐτῷ τὸ ἑξῆς· ἐπήγαγε γὰρ ὡς τούτῳ συνεχὲς τὸ δέοι δὲ σπαρείσας αὐτάς. ἄλλος δέ τις τὴν πρώτην γένεσιν τῶν ψυχῶν τὴν μίαν ἐξηγεῖται κάθοδον· δεῖν γὰρ ἑκάστην τούτων τῶν ψυχῶν πάντως ὁμιλῆσαι γενέσει· τοῦτο γὰρ ἴδιον αὐτῶν. οὗτος μὲν οὖν ἁπλῶς διορίζεται μίαν γέ τινα κάθοδον εἶναι ψυχῆς ἑκάστης. ἄλλος δὲ ἀκριβέστερος καὶ τοῦδε λόγος, ὃν ὁ ἡμέτερος διδάσκαλος παρεδίδου, πάσῃ ψυχῇ μερικῇ μίαν ἀφωρίσθαι κάθοδόν φησιν οὐχ ἁπλῶς, ἀλλὰ καθʼ ἑκάστην τοῦ θείου γενητοῦ περίοδον· οὐδεμίαν γὰρ ψυχὴν οὔτε τῶν ἀχράντων καλουμένων οὔτε τῶν κακύνεσθαι καὶ πλανᾶσθαι δυναμένων πᾶσαν περίοδον ἄνω μένειν εἰκός· τὸ γὰρ καθʼ ὅλην περίοδον μίαν ἀκλινὲς καὶ ἄτρεπτον διαμένον ἄνω οὐδὲ κατʼ ἄλλην ἔτι κατελθεῖν εἰς γένεσιν δυνατόν· πάντα γὰρ ἀνελιττόμενα τὰ σχήματα τοῦ παντὸς ἄπτωτον διεφύλαξεν αὐτήν· ἀεὶ δὲ τὰ αὐτὰ σχήματα πάλιν καὶ πάλιν. ἔτι δὲ ἡ ζωὴ τῆς μερικῆς ψυχῆς ἐλάττων ἐστὶ τῆς περιόδου τοῦ παντός, ὥστʼ εἰ κατὰ πᾶσαν ταύτην ἤρκεσε πρὸς τὴν ἄνω διαμονήν, ἄτρεπτον ἔλαχε τὴν νοερὰν δύναμιν — ζῇ γὰρ ὡσαύτως τὸν ὅλον χρόνον —, ὥστʼ εἰ μηδὲν εἰς αὐτὴν καινὸν ὁ σύμπας ἔδρασε χρόνος ἐξελιττόμενος, τῶν ἀεὶ μενουσῶν ἐστιν ἐν τῷ κατὰ φύσιν. ἀνάγκη ἄρα πᾶσαν ψυχὴν μερικὴν ἐν ἑκάστῃ περιόδῳ μίαν ποιήσασθαι κάθοδον, πλείους δὲ ἄλλας ἄλλων, πολλῷ τῷ αὐτεξουσίῳ χρησαμένας. ταύτην δὴ τὴν κάθοδον ὁ Πλάτων «πρώτην γένεσιν» προσείρηκε· δηλοῖ δὲ αὐτός, ὁπόταν διαλεχθεὶς περὶ τῶν μετὰ τὴν πρώτην γένεσιν λήξεων ἐπάγῃ· σφαλεὶς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῇ δευτέρᾳ γενέσει μεταβάλοι. πρώτην ἄρα γένεσιν τὴν ἀπὸ τοῦ νοητοῦ λέγει κάθοδον. ἐπειδὴ δὲ ἡ πρώτη μετὰ τὴν σπορὰν γίνεται τῶν ὀχημάτων, καθʼ ἣν πρῶτον ὑφʼ εἱμαρμένην τελοῦσι, διὰ τοῦτο ἐπήγαγε·
Δέοι δὲ σπαρείσας αὐτὰς εἰς τὰ προσήκοντα ἑκάσταις ἕκαστα ὄργανα χρόνου φῦναι ζῴων τὸ θεοσεβέστατον.
Δεῖν γὰρ μετὰ τὴν εἰς τὰ προσήκοντα ἄστρα σπορὰν φῦναι ζῴων τὸ θεοσεβέστατον. καὶ οὗτος πρῶτός ἐστιν εἱμαρμένος νόμος, πᾶσαν ψυχὴν μερικὴν ἐν ἑκάστῃ περιόδῳ κοσμικῇ γενέσει προσομιλεῖν· ἀνάγκη γὰρ τὴν ταύτης περίοδον ἐλάττονα εἶναι τῆς ὅλης περιόδου. καὶ τοῦτο κοινὸν πάσαις ταῖς μερικαῖς ψυχαῖς. διαφέρουσι δὲ ἀλλήλων κατὰ τὰς ἡγεμονίας τῶν θεῶν — ἄλλαι γὰρ ὑπʼ ἄλλην ἀγελαιοκομικὴν ἐπιστασίαν ἐτάχθησαν — καὶ κατὰ τὰς τῶν λόγων προβολάς — καὶ γὰρ τῶν ὑπὸ τὸν αὐτὸν θεὸν αἳ μὲν τὸν προσήκοντα αὑταῖς αἱροῦνται βίον, αἳ δὲ οὔ, καὶ αἳ μὲν τοῦ αὐτοῦ θεοῦ κατʼ ἄλλην δύναμιν, αἳ δὲ καὶ καθʼ ἑτέραν ἀπολαύουσι τάξιν· τί γάρ, εἰ αἱ τῆς μαντικῆς Ἡλίου δυνάμεως ἐξηρτημέναι βίον προβάλλοιντο ἰατρικὸν ἢ τελεστικόν, ἄλλαι δὲ Ἑρμαϊκὸν καὶ ἄλλαι Σεληνιακόν; οὐ γὰρ ὁ αὐτὸς τρόπος τῆς ἐξαλλαγῆς ἐπʼ ἀμφοτέρων. ἔτι δὲ κατὰ τὰς προαιρέσεις διοίσουσι· κἂν γὰρ τελεστικὸν ἀμφότεραι βίον ἕλωνται, δυνατὸν τὴν μὲν ὀρθῶς περὶ αὐτὸν διαγενέσθαι, τὴν δὲ διαστρόφως· ἕκαστος γὰρ τῶν βίων ἐπιδέχεται τό τε εὖ καὶ τὸ κακῶς. ὥστʼ εἰ δεῖ συλλήβδην εἰπεῖν, ἢ ὑπὸ τὴν αὐτὴν τελοῦσι δύναμιν καὶ τὸν αὐτὸν αἱροῦνται βίον καὶ ζῶσιν ὡσαύτως, ἢ ὑπὸ τὴν αὐτὴν μέν, οὐ τὸν αὐτὸν δὲ οὐδὲ ὡσαύτως, ἢ οὐχ ὑπὸ τὴν αὐτὴν μέν, τὸν αὐτὸν δὲ καὶ ὡσαύτως, ἢ οὔθʼ ὑπὸ τὴν αὐτὴν οὔτε ὡσαύτως οὔτε τὸν αὐτόν· αὕτη γὰρ πασῶν ἐσχάτη διαφορότης. οἱ μὲν οὖν τρόποι τοσοῦτοι τῶν διαφορῶν· τριῶν γὰρ ὄντων ἢ πάντα ἀποφήσομεν ἢ πάντα καταφήσομεν, ἢ δύο μὲν ἀποφήσομεν, ἓν δὲ καταφήσομεν, ἢ ἔμπαλιν, καὶ τοῦτο τριχῶς, καὶ τὰ ἄκρα πρὸς τὸ μέσον, ἢ τὰ πρῶτα πρὸς τὸ ἔσχατον, ἢ πρὸς τὸ πρῶτον τὰ λοιπά. ἀνάγκη ἄρα τοσαύτας γίγνεσθαι τὴν πρώτην τῆς ψυχῆς διαφορὰς τῆς αἱρέσεώς τε καὶ τῆς ζωῆς. κοινὸν δέ, ὡς εἴρηται, πάσης ἡ μία καθʼ ἑκάστην περίοδον κάθοδος, ἵνα μή τις ἐλαττοῖτο, φησίν, ἀπὸ τοῦ δημιουργοῦ, μόνη περὶ τὰς ἄλλας πλεονάκις κατιέναι διηναγκασμένη. συμμιγὲς ἄρα ἐπὶ τούτων τῷ ἀναγκαίῳ τὸ ἐφʼ ἡμῖν — ὅσῳ γὰρ μερικώτερον γίνεται τὸ αὐτεξούσιον, τοσούτῳ πλέον ἐλασσοῦται κατὰ τὴν δύναμιν —, ἐπὶ δὲ τῶν θείων ψυχῶν καὶ τῶν δαιμονίων ἀπόλυτος ἦν ζωὴ καὶ ἀφέτη καὶ ῥᾴστη καὶ πάσης ἀνάγκης ἐξῃρημένη. καὶ παρʼ ἑαυτῶν ἄρα ποιοῦνται τὰς πρώτας αἱ ψυχαὶ καθόδους καὶ ὑπὸ τῆς εἱμαρμένης ἄγονται, καὶ πλέον μὲν ἐν ταύταις τὸ αὐτεξούσιον, ὅτι κατʼ οὐσίαν ταῖς ψυχαῖς, ἔστι μὴν καὶ τὸ εἱμαρμένον· εἰ γὰρ ὁ ἐν αὐταῖς εἱμαρμένος νόμος ἐπὶ τὴν πρώτην αὐτὰς ἄγει γένεσιν, πολλῷ μᾶλλον ὁ ἐν τῷ παντὶ νόμος τοῦτο δρᾷ καὶ ἡ τῆς εἱμαρμένης δύναμις. κατίασι δὲ τὴν πρώτην κάθοδον, ἤδη σπαρεῖσαι περὶ τοὺς ἐμφανεῖς θεούς, ἵνα δὴ καὶ σωτῆρας αὐτοὺς ἔχωσι τῆς περὶ τὴν γένεσιν πλάνης καὶ ὡς οἰκείους ἐπικαλῶνται προστάτας. ἐπειδὴ δὲ οὐ μόνον ἐπὶ τῆς γῆς ζῷα συνίστανται διὰ τῶν τοιούτων ψυχῶν, ἀλλὰ καὶ ἐν ἄλλοις στοιχείοις, οὐδὲ ἄνθρωπος μόνον — τοῦτο γὰρ ἡμῖν γνώριμον —, ἀλλὰ καὶ ἄλλα ζῷα, θειότερα μέν, γενητὰ δὲ ὅμως — οὐ γὰρ εὐθὺς ἀπὸ τῶν ἀϊδίων ζῴων ὑπέστη τὸ ὀλιγοχρονιώτατον, ἀλλὰ τὸ διαρκέστερον διεξάγον τὸν βίον, καὶ πρὸ τῶν ἐπικηροτάτων εἶναι δεῖ τὰ μακροβιώτατα τῶν λογικῶν ζῴων —, καὶ ταῦτα πάντα κοινῶς περιέλαβεν εἰπὼν φῦναι ζῴων τὸ θεοσεβέστατον· τοῦτο γὰρ ἐφαρμόζει πᾶσιν ὡς εἰπεῖν τοῖς νοῦ μετέχειν καὶ πρὸς θεοὺς ἐπιστρέφειν δυναμένοις. ἰδίᾳ δὲ λοιπὸν περὶ τῆς ἀνθρωπίνης φύσεως ἐν τοῖς ἐχομένοις διατάττεται.
Διπλῆς δὲ οὔσης τῆς ἀνθρωπίνης φύσεως τὸ κρεῖττον τοιοῦτον εἴη γένος, ὃ καὶ ἔπειτα κεκλήσοιτο ἀνήρ.
Ἤδη μὲν καὶ ἄνθρωπος ὑπέστη κατὰ τὰς δημιουργικὰς νοήσεις καὶ πᾶν τὸ θνητόν, διαιρῶν δὲ ὁ λόγος πρῶτον ὑφίστησι τὸ κρεῖττον ἐν τοῖς ἀνθρώποις, ἔπειτα οὕτω τὸ καταδεέστερον. οἶδε δὲ ὅτι καὶ τῷ δημιουργικῷ νῷ καὶ ταῖς θειοτάταις τῶν ἀρχῶν οἰκειότερόν ἐστι τὸ ἄρρεν καὶ συγγενέστερον ταῖς ἀτρέπτοις καὶ ἀχράντοις ψυχαῖς. διὸ παρὰ τὴν πρώτην κάθοδον εἰς ἄνδρας ἄγει τὰς ψυχάς· οὕτω γὰρ καὶ ἐν Φαίδρῳ πεποίηκε· τὴν γοῦν πλεῖστα ἰδοῦσαν εἰς γονὴν ἤγαγεν ἀνδρὸς καὶ ἐκεῖ καὶ τὴν δευτέραν ὁμοίως καὶ τρίτην καὶ μέχρι τῆς ἐνάτης. τί οὖν δὴ φήσομεν; ἀδύνατον εἶναι ψυχὰς νεοτελεῖς εἰς γυναῖκας ἐλθεῖν; ἢ τοῦτο καὶ ἀναγκαῖόν ἐστι; πότερον γὰρ καὶ ἐν ταῖς ἀνόδοις ἀναγκαῖόν ἐστι τὴν ἀποκαταστατικῶς ζησομένην ψυχὴν εἰς ἀνδρὸς βίον ἐλθεῖν ἢ καὶ εἰς γυναικὸς φύσιν ἐλθοῦσα ζήσεται τοιοῦτον βίον; εἰ μὲν δὴ λέγοι τις, ὅτι πάντως εἰς ἀνδρὸς ἥξει βίον, πῶς ἔτι κοινὰς τὰς ἀρετὰς ἀνδρῶν καὶ γυναικῶν ἐροῦμεν; εἰ γὰρ αἳ μὲν οὐδέποτε ζήσουσι καθαρτικῶς, οἳ δὲ ἀποκαταστατικοὺς πολλάκις ποιοῦνται βίους, οὐκέτι κοιναὶ λέγοιντʼ ἂν αὐτοῖς αἱ ἀρεταί. πρὸς δὲ καὶ ἄτοπον τὸν μὲν Σωκράτην παρὰ τῆς Διοτίμας τὰ ἐρωτικὰ μαθόντα διʼ αὐτὴν ἀναπέμπεσθαι πρὸς τὸ αὐτοκαλόν, τὴν δὲ Διοτίμαν αὐτήν, τὴν ἀναγωγὸν καὶ τὴν σοφίᾳ διαφέρουσαν, μὴ τυγχάνειν τοῦ αὐτοῦ τῆς ζωῆς εἴδους, διότι σῶμα περιέφερε γυναικεῖον. εἰ δὲ καὶ γυναῖκας ἀποκαταστατικῶς διαζῆν συγχωρήσομεν, ἄτοπον ἀνιέναι μὲν ἀπὸ ταύτης ὡρμημένας τῆς φύσεως ψυχάς, κατιέναι δὲ ἐκ τοῦ νοητοῦ μηδαμῶς εἰς αὐτήν· ἐγγυτέρω γάρ εἰσι πτερορρυήσασαι τοῦ χείρονος ἢ πτερωθεῖσαι, καὶ διʼ ὧν ἡ κάθοδος, διὰ τούτων ἡ ἄνοδος. τοῦτο μὲν οὖν καὶ ἀπὸ τῆς ἱστορίας δῆλον· ἡ γάρ τοι Σίβυλλα προελθοῦσα εἰς φῶς καὶ τὴν τάξιν ἑαυτῆς καὶ ὡς ἐκ θεῶν ἥκει δεδήλωκεν·
εἰμὶ δʼ ἐγὼ μέσση τε θεῶν εἰποῦσα μέσση τε ἀνθρώπων. ἔχει μὲν οὖν ταῦτα τὴν ἀπὸ τῶν πραγμάτων ἀνάγκην.
ὁ δὲ Πλάτων τὴν κατὰ φύσιν πρόοδον καὶ ὕφεσιν τῆς ζωῆς παραδιδοὺς πρῶτον μὲν εἰς ἀνδρὸς γένεσιν ἄγει τὴν ψυχήν, ἔπειτα εἰς γυναικὸς καὶ τρίτον εἰς θήρειον· κάτεισι γὰρ ἀπὸ τοῦ ἀχράντου καὶ ἀΰλου τῆς ζωῆς εἴδους εἰς ἐρρωμένον μὲν καὶ νοῦ μετέχον, ἀλλʼ ἔνυλον, ἐκ τούτου δὲ εἰς ἔνυλον ἅμα καὶ ἀσθενές, ἀλλὰ νοερᾶς ζωῆς δεκτικόν, ἐκ τούτου δὲ καὶ εἰς τὸ νοῦ παντελῶς ἄμοιρον. οὕτω δὲ καὶ ἐν Πολιτείᾳ τὰς ὑφέσεις παραδιδοὺς τῆς ζωῆς ἀπὸ μὲν ἀριστοκρατικοῦ ποιεῖ τιμοκρατικόν, ἀπὸ δὲ τούτου τὸν ὀλιγαρχικόν, ἀπὸ δὲ τούτου τὸν δημοκρατικόν, ἀπὸ δὲ τούτου τὸν τυραννικόν, καίτοι δυνατόν, φαίη τις ἄν, καὶ ἀπὸ τοῦ τιμοκρατικοῦ γενέσθαι τυραννικὸν καὶ ἀπὸ ἀριστοκρατίας δημοκρατίαν· ἀλλʼ αὐτὸς τὴν κατὰ μικρὸν ὑφιζάνουσαν ὑπογράφει μετάστασιν τῶν πολιτειῶν. κατὰ ταῦτα δὴ οὖν καὶ ἐν τούτοις εἰς ἄνδρας ἄγει τὰς ἀπὸ τοῦ νοητοῦ κατιούσας ψυχάς· ποιεῖ γὰρ ἀπʼ αὐτῶν ζῷον, ὃ καὶ ἔπειτα κεκλήσοιτο ἀνήρ, παρὰ τὸ τῆς φύσεως ἁδρὸν τὴν ἐπωνυμίαν λαβόν, καθὸ δὴ καὶ οἰκειότερόν ἐστι ταῖς ἄρτι κατιούσαις ψυχαῖς. καὶ ἀρκείτω ταῦτα πρὸς τὴν εἰρημένην ἐπίστασιν περὶ τῶν πρώτων καθόδων. λάβωμεν τοίνυν πόρισμα ἐκ τούτων συναγαγόντες, ὡς ἄρα οὐκ ἔσχε χρονικὴν ἀρχὴν ἡ δημιουργία καὶ τόδε τὸ πᾶν· εἰ γὰρ ἀπʼ ἀρχῆς τινος γέγονεν, ἀνάγκη καὶ τὴν κάθοδον τῶν ψυχῶν ἀπʼ ἀρχῆς τινος γεγονέναι καὶ εἶναί τινα τὴν πρώτην κατελθοῦσαν ψυχήν. ἀλλὰ μὴν τὴν πρωτίστην ἑκάστης κάθοδον εἰς ἀνδρὸς ἄγει γένεσιν. ἐκείνην ἄρα τὴν ἄνδρα ποιήσασαν ἀνάγκη μὴ διὰ θήλεος γενέσθαι μηδὲ διὰ τούτου προελθεῖν εἰς τὴν γένεσιν, οὔπω θήλεος ὄντος, ἀλλʼ οὐδὲ ἄνδρα ποιήσασαν τῷ θήλει παρασχέσθαι γένεσιν, εἴπερ ἀδύνατον μὴ ἐξ ἄρρενος καὶ θήλεος γενέσθαι τὸ θῆλυ, ἀλλʼ ἐξ ἄρρενός τινος μόνον. εἰ δὴ ταῦτα ἀδύνατον, ἀεὶ μέν ἐστι τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἀεὶ δὲ ψυχαὶ κατίασιν εἰς ἄρρενα γένη πρὸ τῶν θηλέων γιγνόμενα ἐξ αὐτῶν, καὶ ὁ δημιουργὸς λέγει τὰ ἀεὶ γιγνόμενα ἐν τῷ παντὶ καὶ οὐ τὰ χρονικὴν λαβόντα ποτὲ ἀρχήν. τί οὖν; φαίη τις ἄν; τὸ ἄρρεν καὶ τὸ θῆλυ πῶς φατέον; ἆρʼ οὐχὶ καὶ ἐν αὐταῖς εἶναι ταῖς ψυχαῖς καὶ εἶναι καὶ τούτων τὰς μὲν ἀρρενωπούς, τὰς δὲ θηλυπρεπεῖς; καὶ πῶς οὐχὶ καὶ τοῦτο ἀναγκαῖον; εἰ γὰρ ἔστι μὲν καὶ ἐν θεοῖς πρώτως, ἔστι δὲ καὶ ἐν τοῖς αἰσθητοῖς ἐσχάτως, δεῖ δήπου καὶ ἐν τοῖς μέσοις εἶναι πόθεν γὰρ ἡ μέχρι τοῦ αἰσθητοῦ πρόοδος αὐτοῖν ἢ διὰ τῆς μέσης οὐσίας; ἔτι δὲ καὶ εἰ ζῷον ἀπετέλεσε ψυχὴν ἑκάστην, συνάψας αὐτῇ τὸ ὄχημα, πάντως ἀνάγκη καὶ τὴν τοῦ ἄρρενος αὐτῇ καὶ θήλεος συνεμφαίνεσθαι διαφοράν· ζῴου γὰρ αὕτη διαίρεσις. μήποτε οὖν δοτέον μὲν καὶ ἐν ταῖς ψυχαῖς ταῦτα — καὶ πῶς γὰρ οὐ μέλλουσιν ὁμοιοῦσθαι τοῖς ἡγεμόσι θεοῖς, καὶ ὥσπερ τὴν ἄλλην μορφὴν ἔχουσιν ἀπʼ ἐκείνων, οὕτω δὴ καὶ τὴν ἰδιότητα παραδέχεσθαι τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος παρʼ αὐτῶν; —, οὐ μὴν καὶ ἐν τῇ γενέσει διῃρῆσθαι κατὰ τὰ γένη τῶν τῇδε ζῴων τάς τε ἀρρενωποὺς καὶ τὰς θηλυπρεπεῖς ψυχάς, ἀλλʼ ὥσπερ τὰ εἴδη τῶν βίων, οὕτω δὴ καὶ τὰς δυνάμεις ταύτας ἐπαλλάττειν, τὰς μὲν ἐπὶ πλέον θηλυνομένας, τὰς δὲ ἐπὶ τὸ ἁδρότερον τῶν εἰδῶν κατιούσας· καὶ γὰρ τὸ ἐνταῦθα περατοειδὲς τοῦ ἐκεῖ ἀπείρου μᾶλλον ἄπειρον, ὥστε ἐπὶ τὸ χεῖρον μὲν ἔσται πάντως ἡ πτῶσις, τὸ δὲ χεῖρον ὁτὲ μὲν ἐπὶ τὸ ἐγγυτέρω τοῦ κρείττονος, ὁτὲ δὲ ἐπὶ τὸ πορρώτερον μέν, ἀνὰ λόγον δὲ τῷ ἐκεῖ τεταγμένον. οὕτω δὴ καὶ Σεληνιακὴν ψυχὴν εἰς ἀνδρὸς κατιέναι φύσιν, καθὰ τὴν Μουσαίου φασί, καὶ Ἀπολλωνιακὴν εἰς γυναικός, καθάπερ ἱστοροῦσι τὴν Σίβυλλαν. καὶ δηλοῖ τὸ μὲν διῃρῆσθαι καὶ ἐκείνας κατὰ τὸ ἄρρεν καὶ θῆλυ καὶ τὸ κοινὸν ἐκ τούτων ὁ τοῦ Ἀριστοφάνους ἐν Συμποσίῳ μῦθος, τὸ δὲ μὴ πάντως τὰς μὲν ἄρρενας εἰς ἀνδρῶν ἰέναι γενέσεις, τὰς δὲ θηλείας εἰς γυναικῶν ὁ Τίμαιος, λέγων πᾶσαν ψυχὴν τὴν πρώτην κάθοδον εἰς ἄνδρας ὑπομένειν, καὶ τοῦτο κατὰ φύσιν αὐτῆς, διότι καὶ ἐν ταῖς θηλείαις ἡ αἰτία περιέχεται τοῦ ἐν τοῖς θνητοῖς ζῴοις, ὡς εἴπομεν, ἄρρενος.
Ὁπότε δὴ σώμασιν ἐμφυτευθεῖεν ἐξ ἀνάγκης καὶ τὸ μὲν προσίοι, τὸ δὲ ἀπίοι τοῦ σώματος αὐτῶν.
Ταῖς ψυχαῖς ἄνω μενούσαις καὶ παρὰ τῷ πατρὶ νοήσεως πληρουμέναις ἀπὸ τῶν νοερῶν πάντων θεῶν καὶ πρὸς τὰ νοητὰ τεταγμέναις οὐδὲν δεῖ τῆς θνητοειδοῦς ζωῆς· ἀΰλοις γὰρ καὶ καθαροῖς καὶ ἀστροειδέσιν ὀργάνοις χρῶνται καὶ συμπεριπολοῦσι μετὰ τῶν θεῶν καὶ συνδιοικοῦσι τὸν ὅλον κόσμον. κατελθούσαις δὲ εἰς γένεσιν καὶ σώματος ἁψαμέναις ἐνύλου καὶ φύσιν ἐπίρρυτον καὶ ἀπόρρυτον λαχόντος ἀναγκαία γέγονεν ἡ τῆς θνητῆς ζωῆς συνάρτησις, ὑφισταμένη παρά τε αὐτῶν τῶν ψυχῶν — διότι καὶ τὰς ἀκρότητας αὐτῆς ἐν τῷ πνεύματι προεῖχον καὶ τὰς αἰτίας ἀμερῶς ἐν τῇ δοξαστικῇ ζωῇ προειλήφασιν· ἐκείνη γὰρ ἡ τῆς αἰσθήσεως ἀρχή — καὶ παρὰ τῶν νέων θεῶν. καὶ παρὰ μὲν τῶν ψυχῶν, διότι κρατοῦσι τῆς ἀλόγου πάσης ζωῆς καὶ κοσμοῦσιν αὐτήν, οὐκ ἂν δὲ ἐκράτουν οὐδὲ ἐκόσμουν μὴ καὶ τῆς οὐσίας αὐτῆς κατʼ αἰτίαν ἐξηγούμεναι· παρὰ δὲ τῶν νέων θεῶν, διότι τὰ μέρη μετὰ τῶν ὅλων ἐνεργεῖ, καὶ τὸ γόνιμον ταῖς μερικαῖς ὑπάρχει ψυχαῖς κατὰ τὴν πρὸς τὰ ὅλα σύνταξιν. εἰ τοίνυν ὁπότε σώμασιν ἐμφυτευθεῖεν αἱ ψυχαί, τότε οἱ νέοι θεοὶ παράγουσι τὴν θνητὴν ζωὴν καὶ ἄλλο ζῷον ποιοῦσι θνητόν, ἄλλη μέν ἐστιν ἡ ἐμψυχία τοῦ ἐνύλου σώματος, εἴτε ἐν ἁπλοῖς χιτῶσιν ὑφέστηκεν εἴτε ἐν συνθέτοις καὶ ὀστρεΐνοις, ἄλλη δὲ ἡ ἐν τῷ ὀχήματι ψυχή, καὶ τὴν μὲν ὁ δημιουργὸς ὑφίστησιν ἀθάνατον οὖσαν, τὴν δὲ οἱ νέοι θεοί, θνητὴν ὑποστᾶσαν ἐξ ἀρχῆς, διότι σωμάτων ἐνύλων ἀχώριστός ἐστι. καὶ ἡ μὲν τοῦ ὀχήματος ἰδία ζωὴ διαφέρει τῶν λοιπῶν ὡς ἀθάνατος θνητοειδῶν, ἡ δὲ ἐν τοῖς ἁπλοῖς χιτῶσι τοῦ ἐν τῷ συνθέτῳ σώματι, διότι αὕτη μὲν τῇ κράσει συνέπεται τοῦ σώματος, ἐκείνη δὲ καὶ παιδεύεται καὶ κρατεῖν δύναται τῶν σωματικῶν κράσεων. τριττὰ οὖν τὰ ὀχήματα, ἢ ἁπλοῦν καὶ ἄυλον, ἢ ἁπλοῦν καὶ ἔνυλον, ἢ σύνθετον καὶ ἔνυλον· καὶ ζωαὶ τούτων τρεῖς, ἣ μὲν ἀθάνατος, ἣ δὲ πολυχρονιωτέρα τοῦ σώματος, ἣ δὲ συναπολλυμένη τῷ σώματι. καὶ τοῦτο μὲν τοιοῦτον. τὸ δὲ ἐμφυτευθεῖεν τὴν γενεσιουργὸν δηλοῖ σπορὰν μετὰ τοῦ συνεμφαίνειν καὶ ὅτι ζωῆς εἶδος αὐτοτελές, ὥσπερ τὸ φυτὸν εἰς ἄλλην ἐγκεντρίζεται φύσιν. καὶ τὸ ἐξ ἀνάγκης προσκείμενον ἔνυλον δηλοῖ σποράν, ἀλλʼ οὐχὶ θείαν τε καὶ οὐρανίαν.
Πρῶτον μὲν αἴσθησιν ἀναγκαῖον εἴη πᾶσιν ἐκ βιαίων παθημάτων σύμφυτον γενέσθαι, δεύτερον δὲ ἡδονῇ καὶ λύπῃ μεμιγμένον ἔρωτα, πρὸς δὲ τούτοις φόβον καὶ θυμὸν ὅσα τε ἑπόμενα αὐτοῖς καὶ ὁπόσα ἐναντίως πέφυκε.
Πᾶσαν τὴν ἔνυλον καὶ θνητοειδῆ ζωὴν ἐν τρισὶν ὅροις περιέλαβεν ὁ δημιουργὸς καὶ τὰς αἰτίας αὐτῆς ἐνέθηκε ταῖς ψυχαῖς, ἵνα καὶ κρατῶσιν αὐτῆς· οὐ γὰρ ἀλλαχόθεν τὸ κρατεῖν ἢ ἐκ τῆς κατʼ οὐσίαν προηγήσεως. ἔστιν οὖν καὶ ἡ ἄλογος ζωὴ νοερῶς μὲν ἐν τῷ δημιουργῷ, λογικῶς δὲ ἐν ταῖς ψυχαῖς, καὶ οὐδὲν θαυμαστόν, ὅπου καὶ τὸ σῶμα ἀσωμάτως ἐστὶν ἐν ταῖς νοηταῖς τῶν πάντων αἰτίαις. ἀλλὰ δὴ τίνα φῶμεν ἑκάστην τούτων τῶν δυνάμεων; ἦ τὴν ἐκ βιαίων παθημάτων αἴσθησιν σωματοειδῆ ζωὴν καὶ ἔνυλον ἐροῦμεν, γνωστικὴν τῶν προσπιπτόντων ἔξωθεν καὶ διʼ ὀργάνων τὴν γνῶσιν ποιουμένην ταύτην καὶ οὐχ ἑαυτῆς οὖσαν, ἀλλὰ τῶν χρωμένων, καὶ συμμεμιγμένην τοῖς ἐνύλοις ὄγκοις καὶ μετὰ πάθους ἃ γιγνώσκει γιγνώσκουσαν· οὐ γὰρ πᾶν πάθος περὶ τὸ ζῷον συνιστάμενον αἴσθησιν ἡμῖν ἑαυτοῦ δίδωσιν, ἀλλὰ τὸ σεισμὸν πολὺν ποιῆσαν, ὥς φησιν ὁ ἐν Φιλήβῳ Σωκράτης· δεῖ γάρ τινα περὶ τὰ αἰσθητήρια γενέσθαι σεισμόν· οὔτε γὰρ τὰ ἐν ψυχῇ κινήματα διαδίδοται πάντα καὶ μέχρι τοῦ σώματος, ἀλλʼ ἔστιν ἃ τῆς ψυχῆς ἐστιν αὐτῆς καθʼ ἑαυτήν, ὥσπερ ὅσα νοερά ἐστιν, οὔτε πάντα τὰ περὶ τὸ σῶμα διατείνει καὶ μέχρι ψυχῆς, ἀλλʼ ἔστι τινὰ καὶ μέχρι μόνου τοῦ σώματος, διʼ ἀμυδρότητα τὴν ψυχὴν οὐ δυνάμενα κινεῖν. γίγνεται οὖν αἴσθησις οὐκ ἐκ πάντων παθημάτων, ἀλλὰ τῶν βιαίων καὶ σεισμὸν πολὺν ποιούντων. καὶ αὕτη μὲν ἡ θνητοειδὴς αἴσθησις μεριστὴ καὶ πάθεσι συμμιγῆ ποιουμένη τὴν κρίσιν καὶ ἔνυλος. ἄλλη δέ ἐστιν ἡ πρὸ ταύτης αἴσθησις ἐν τῷ ὀχήματι τῆς ψυχῆς, ὡς πρὸς ταύτην ἄυλος καὶ καθαρὰ καὶ γνῶσις ἀπαθὴς αὐτὴ καθʼ ἑαυτήν, μορφῆς δὲ οὐκ ἀπηλλαγμένη, διότι καὶ αὐτὴ σωματοειδής ἐστιν, ὡς ἐν σώματι λαχοῦσα τὴν ὑπόστασιν. καὶ ἐκείνη μὲν ἡ αἴσθησις τῇ φαντασίᾳ τὴν αὐτὴν ἔχει φύσιν· τὸ γὰρ εἶναι κοινὸν ἀμφοῖν· ἀλλʼ ἔξω μὲν προϊοῦσα καλεῖται αἴσθησις, ἔνδον δὲ μένουσα καὶ ἐν τῷ πνεύματι θεωροῦσα τὰς μορφὰς καὶ τὰ σχήματα φαντασία, καὶ καθʼ ὅσον μὲν … φαντασία, καθʼ ὅσον δὲ μερίζεται περὶ τὸ πνεῦμα, αἴσθησις· ἔστι γὰρ βάσις μὲν τῆς λογικῆς ζωῆς ἡ δόξα, κορυφὴ δὲ ἡ φαντασία τῆς δευτέρας, καὶ συνάπτουσιν ἀλλήλαις ἥ τε δόξα καὶ ἡ φαντασία καὶ πληροῦται δυνάμεων ἡ δευτέρα παρὰ τῆς κρείττονος. ἡ δὲ μέση ἡ τῆς ἀλόγου ζωῆς τῶν μὲν ἄνωθεν τύπων ἄδεκτός ἐστι, τῶν δὲ ἔξωθεν δεκτικὴ μόνων, κοινὴ δὲ ὅμως ἐστὶ καὶ αὕτη παθητικῶς γιγνώσκουσα τὸ αἰσθητόν. ἡ δὲ ἔνυλος αἴσθησις τῶν ἔξωθεν προσπιπτόντων ἐστὶ μόνον καὶ τῶν κινούντων αὐτήν, ἐν ἑαυτῇ τὰ θεάματα κατέχειν οὐ δυναμένη, μεριστὴ οὖσα καὶ οὐ μία· διῄρηται γὰρ περὶ τοῖς αἰσθητηρίοις. ἄλλη οὖν ἡ ἀπαθὴς αἴσθησις καὶ κοινή, ἄλλη ἡ κοινὴ μέν, παθητικὴ δέ, ἄλλη ἡ διῃρημένη καὶ ἐμπαθής· καὶ ἣ μέν ἐστι τοῦ πρώτου ὀχήματος, ἣ δὲ τῆς ἀλόγου ζωῆς, ἣ δὲ τῆς ἐμψυχίας τοῦ σώματος. μετὰ δὲ τὴν αἴσθησιν τὴν ἐπιθυμίαν ἔταξεν. ἔστι δὲ αὕτη ζωὴ μὲν καὶ αὐτὴ σωματοειδής, ἀνυφαίνουσα δὲ ἀεὶ τὸ σῶμα καὶ παραμυθουμένη τὰς χρείας τοῦ σώματος, περὶ ἣν καὶ λύπη θεωρεῖται καὶ ἡδονή· πάρεστι μὲν γὰρ καὶ τοῖς ἄλλοις μορίοις τῆς ψυχῆς ταῦτα τὰ πάθη· καὶ γὰρ ἐν λόγῳ καὶ ἐν θυμῷ λάβοις ἂν ἡδονὰς καὶ λύπας. ἡ δὲ σωματικὴ λύπη καὶ ἡδονὴ γίγνεται κατὰ τὴν ἐπιθυμίαν· τοῦ γὰρ σώματος ἡ μὲν ἐπὶ τὸ παρὰ φύσιν ὁδὸς καὶ ἡ στέρησις τῆς ζωῆς τὴν λύπην ἀπεργάζεται, ἡ δὲ ἐπὶ τὸ κατὰ φύσιν ἐπάνοδος καὶ ἡ πρὸς τὴν ζωὴν ἐνάρμοσις ἡδονήν, καὶ τὸ συστελλόμενον ἐν τούτοις ἢ διαχεόμενόν ἐστι τὸ ἐπιθυμητικόν. ἐπειδὴ δὲ πρωτουργὰ μέν ἐστι τὰ δύο ταῦτα πάθη καὶ πηγαὶ τῶν ἄλλων παθῶν, ὡς καὶ αὐτὸς ἔν τε τῷ Φιλήβῳ καὶ ἐν τοῖς Νόμοις εἴρηκε, διὰ τῆς μίξεως τούτων καὶ τοῖς ἄλλοις πάθεσι τὴν γένεσιν δοὺς καὶ τὸν ἔρωτα μῖξιν προσηγόρευσεν ἡδονῆς καὶ λύπης· τῶν γὰρ ἀπόντων ἐστὶν ὁ ἔρως, καὶ καθʼ ὅσον μὲν προβέβληται αὐτῷ τὸ ἐραστόν, ἡδονῇ σύνεστι, καθʼ ὅσον δὲ οὔπω καὶ ἐνεργείᾳ πάρεστιν αὐτῷ, λύπῃ συμμιγής ἐστι. διὰ δὲ τοῦ ἔρωτος τὴν σύμπασαν ζωὴν τῆς ἐπιθυμίας ἐχαρακτήρισε, διότι σφοδρότατόν ἐστι τοῦτο περὶ αὐτὴν τὸ πάθος. τρίτον τοίνυν ἀπηριθμήσατο τὸν θυμόν. ζωὴ δὲ καὶ ὁ θυμός, ἀλλʼ ἀποσκευαζομένη πᾶν τὸ λυποῦν καὶ ἐνοχλοῦν τῷ σώματι. διὸ καὶ φόβος αὐτὸν ἐνοχλεῖ τῆς τοῦ σώματος φθορᾶς, ὑπεροχή τε καὶ ἔλλειψις θεωρεῖται περὶ αὐτόν, οἷον θρασύτης καὶ δειλία καὶ τὰ ἑπόμενα τούτοις, φιλοτιμίαι, φιλονεικίαι καὶ πάντα ὁπόσα κατὰ τὴν περὶ τὰ θνητὰ γίνεται πτοίαν, τῆς ἄνω ψυχῆς τῇ ζωῇ ταύτῃ χρωμένης εἰς τὴν τοῦ σώματος κίνησιν. αὗται μὲν αἱ τρεῖς δυνάμεις αἱ γενεσιουργοί, τάξιν δὲ ἔχουσι τοιαύτην κατὰ τὴν γενέσεως πρόοδον. εὐθὺς μὲν γεννηθὲν τὸ σῶμα μεταλαγχάνει τῆς αἰσθήσεως· οὐδὲ γὰρ ἂν εἴη ζῷον οὐδὲ ὄρεξιν ἂν σχοίη μὴ αἰσθητικὸν γεγονός· αἱ μὲν γὰρ ὀρέξεις μετὰ αἰσθήσεων, αἱ δὲ αἰσθήσεις οὐ πάντως μετὰ τῶν ὀρέξεων, διὸ καὶ μᾶλλον τῷ αἰσθητικῷ τὸ ζῷον ἢ τῷ ὀρεκτικῷ χαρακτηρίζουσι. μετὰ δὲ τὴν αἴσθησιν ἡδόμενον φαίνεται καὶ λυπούμενον, συστελλόμενον μὲν ὑπὸ τῆς ἔξωθεν ψύξεως, ἀναθαλπόμενον δὲ ὑπὸ τῶν σπαργάνων καὶ πρὸς τὸ κατὰ φύσιν ἀγόμενον. μετὰ δὲ τὴν ἐπιθυμίαν προϊούσης τῆς ἡλικίας καὶ θυμούμενον — ἤδη γὰρ ὁ θυμὸς δύναμίς ἐστιν ἁδροτέρας φύσεως, διὸ καὶ τῶν ἀλόγων ζῴων τὰ μὲν ἐνυλότερα κατʼ ἐπιθυμίαν ζῇ μόνην καὶ λύπης μετέχει καὶ ἡδονῆς, τὰ δὲ τελεώτερα θυμοειδεστέραν ἔλαχε ζωήν. πρὸ δὲ τούτων τῶν ὀρέξεων, ὥσπερ εἴπομεν καὶ ἐπὶ τῆς αἰσθήσεως, ἔστι τις αὐτῶν ἐν τῷ πνεύματι τῆς ψυχῆς ἀκρότης, ὁρμητική τις δύναμις καὶ κινητικὴ μὲν τοῦ πνεύματος, συνεκτικὴ δὲ καὶ φρουρητικὴ τῆς οὐσίας αὐτοῦ, ποτὲ μὲν ἐκτεινομένη καὶ μερίζουσα ἑαυτήν, ποτὲ δὲ εἰς ὅρον καὶ τάξιν ἀγομένη καὶ ὑπὸ τοῦ λόγου μετρουμένη.
Ὧν εἰ μὲν κρατήσοιεν, ἐν δίκῃ βιώσοιντο, κρατηθέντες δὲ ἀδικίᾳ.
Πῶς οὖν κρατοῦσι τῶν σωματικῶν τούτων ζωῶν; ἦ τῷ τὰς αἰτίας αὐτῶν ἔχειν· καὶ γὰρ ταύτας ἐμμελεστέρας διʼ ἐκείνων ἀποτελοῦσι· πᾶν γὰρ τὸ κατὰ φύσιν τινῶν κρατητικὸν ἔχει τὸν τῶν κρατουμένων ἐν ἑαυτῷ λόγον, ἵνα καὶ πρὸς τοῦτον βλέπον ἀφορίζῃ τὰ μέτρα τῆς κινήσεως αὐτοῦ· πλήττεται γὰρ ὁ περὶ τὸ στῆθος θυμὸς ὑπὸ τοῦ Ὀδυσσέως. ἀλλὰ καὶ τὸ πλῆττον θυμός, ἀλλʼ οὗτος μὲν ἤδη πεπαίδευται, κοσμεῖ δὲ καὶ τὸν ἔξω θυμόν, ἵνα ἐν δίκῃ ποιοῖτο τὴν κίνησιν. εἰ δὲ ἐπέτρεψε τῷ πάθει καὶ τῇ ἐνύλῳ κινήσει, πάντως ἂν τὴν ἄλλην τῆς ψυχῆς εὐταξίαν διέφθειρε. κρατήσασαι οὖν αἱ ψυχαὶ τῶν ἐνύλων παθῶν καὶ κοσμήσασαι τὰς ἔνδον ζωὰς ἐν δίκῃ βιοῦσι, κρατηθεῖσαι δὲ εἰς ἀδικίαν ἀπολισθαίνουσιν· ἑπόμεναι γὰρ ταῖς ἀμέτροις ὀρέξεσι τοῦ σώματος ἀκόσμους ἔχουσι καὶ τὰς αὑτῶν δυνάμεις καὶ πέρα τοῦ δέοντος ἐκτεινομένας περὶ τὴν γένεσιν. πῶς δὲ ποτὲ ἕπονται δίκῃ, ποτὲ δὲ οὔ; πάλαι γὰρ εἴρηται περὶ αὐτῶν τὸ τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι. μήποτε οὖν ἀεὶ μὲν ἐθέλουσιν ἕπεσθαι δίκῃ καὶ θεοῖς, οὐκ ἀεὶ δὲ ἕπονται, κατὰ τοὺς ἐν Γοργίᾳ λόγους, οἳ διορίζουσι τήν τε ἀληθινὴν βούλησιν καὶ τὴν φαινομένην δόκησιν. ἢ καὶ μήποτε δίκῃ καὶ θεοῖς ἕπονται ἐν οἷς ἡγεμονοῦν ἐστι τὸ θεῖον· ὁ γὰρ τὰ ἀγαθὰ βουλόμενος δίκῃ ἕπεσθαι ἐθέλει· τοῦτο γὰρ εἶπεν ἐν ἐκείνοις, ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἕπεσθαι· κατὰ φύσιν γὰρ ἕπεται τὸ μὲν ἐν ἡμῖν θεῖον τῇ δίκῃ, τὰ δὲ ἄλογα τῆς ζωῆς εἴδη τῷ ἐν ἡμῖν θείῳ.
Καὶ ὁ μὲν εὖ τὸν προσήκοντα χρόνον βιοὺς πάλιν εἰς τὴν τοῦ συννόμου πορευθεὶς οἴκησιν ἄστρου βίον εὐδαίμονα ἕξει.
Πάλιν καὶ ταῦτα γίγνεται μὲν καὶ παρʼ αὐτῶν τῶν ψυχῶν — αὐτοκίνητοι γὰρ οὖσαι τάττουσιν ἑαυτὰς εἰς τὸν πρέποντα τόπον —, γίγνεται δὲ καὶ ἀπὸ τῆς εἱμαρμένης — διορίζει γὰρ ἐκείνη τὰς οἰκείας λήξεις ἑκάστης καὶ συναρμόζει τοῖς οἰκείοις εἴδεσι τῆς ζωῆς —, γίγνεται δὲ καὶ ἀπὸ τῶν θεῶν τῶν διακοσμούντων τὸ πᾶν — πᾶσι γὰρ ἐκεῖνοι τὸ κατʼ ἀξίαν διανέμουσι, καὶ διὰ τοῦτο καὶ τὴν Δίκην ἐκ μέσης τῆς ἡλίου σφαίρας ἐπὶ τὸ πᾶν προϊοῦσαν τὰ πάντα κατευθύνειν λέγουσιν. ἀλλʼ ὥσπερ ἐν τοῖς ὅλοις ἡ Δίκη τῷ Διὶ συνεπομένη τῶν ἀπολειπομένων ἐστὶ τοῦ θείου νόμου τιμωρός, οὕτω καὶ ἡ περὶ τὰς ψυχὰς ἐνέργεια τῆς Δίκης κατακοσμεῖ τὰς ἐπιλελησμένας τῶν εἱμαρμένων νόμων καὶ τὴν χείρονα ζωὴν ἀντὶ τῆς ἀμείνονος ἀλλαξαμένας. ταῦτα μὲν εἰρήσθω κοινῇ περὶ τούτων. Τίς δὲ «ὁ προσήκων χρόνος» καὶ τί «τὸ σύννομον ἄστρον» καὶ τίς ὁ «εὐδαίμων βίος»; ὁ μὲν οὖν προσήκων ἐστὶ χρόνος ὁ οἷον αὐτὸς ἀφώρισεν ἐν Φαίδρῳ ταῖς ἐντεῦθεν περιαγομέναις μετὰ τὴν πρώτην γένεσιν, ὁ χιλιέτης ἤ τις ἄλλος τοιοῦτος· ὡς γὰρ ἐπὶ τῶν φιλόσοφον βίον ἑλομένων οὗτος ὁ χρόνος, οὕτως ἐπὶ ἄλλων ἄλλος, πλείων ἢ ἐλάττων, οὐ μοναδικῶς, ἀλλὰ κατὰ τὸ εἶδος τῆς ζωῆς ἀφοριζόμενος.
τὸ δὲ σύννομον ἄστρον ἐστὶ περὶ ὃ ἡ σπορὰ καὶ ἡ διανομὴ τῶν τε ψυχῶν καὶ τῶν ὀχημάτων, ὥστε καὶ εἴ τινες ἐξ ἀρχῆς τὴν λῆξιν ἔσχον περὶ γῆν, καὶ ταύτας μετὰ τὸν πρῶτον βίον δίκῃ καὶ θεοῖς ἐπισπομένας ἀναχωρεῖν εἰς τὸ ὄχημα τὸ αἰθέριον τῆς ὅλης γῆς, ἀπολειπούσας τὸν γήινον ὄγκον — καὶ ἐν ἐκείνῳ αὑτὰς ἱδρύουσι καὶ τὸ συμφυὲς αὐταῖς ὄργανον, αὐτὰς μὲν ζωῆς νοερᾶς πληρουμένας, τὰ δὲ ὀχήματα φωτὸς θείου καὶ δημιουργικῆς δυνάμεως πληρούσας —, καὶ εἴ τινες περὶ ἥλιον προῆλθον, ἀνατρεχούσας αὐτὰς ἐπὶ τὴν ἑαυτῶν ὁλότητα μετʼ ἐκείνης τὰ ὅλα διακοσμεῖν τῇ πρὸς ἐκείνην συντάξει δύναμιν λαχούσας τοιαύτην, καθʼ ἣν οὐκ ἀφιστάμεναι τῆς ἑαυτῶν νοήσεως προνοοῦσι τοῦ παντός.
ὁ δὲ εὐδαίμων βίος ἐστὶν ὁ κατὰ τὴν ἰδιότητα τῶν ἡγεμόνων ἀφοριζόμενος· οὗτοι γάρ εἰσιν ἐν δαιμόνων τάξει τὰς μερικὰς ψυχὰς κατέχοντες καὶ ἀνάγοντες ἐπὶ τὸ νοητόν, ὥσπερ καὶ αὐτὰς οἱ τῶν ἀπολύτων ἡγεμόνες· διὸ καὶ αὐτὰς εὐδαίμονας ἐν ἄλλοις εἴρηκεν ὡς ἐκείνων οἷον δαιμόνων ὄντων ἐξηρτημένας· πανταχοῦ γὰρ τὸ προσεχῶς ὑπεριδρυμένον τὴν δαίμονος ἔχει τάξιν πρὸς τὸ παρʼ αὐτοῦ προνοίας ἀξιούμενον. ταῦτα καὶ περὶ τούτων. Δεῖ δὲ καὶ τὴν συνέχειαν θεωρεῖν τῶν θεωρημάτων· ὑπέστησε γὰρ τὰς ψυχὰς ἀπὸ τῆς δημιουργικῆς καὶ τῆς ζῳογονικῆς αἰτίας, καὶ μετὰ τὴν ἀπογέννησιν ὑπέταξεν ἄλλας ἄλλαις ψυχαῖς θείαις, ὑπερκόσμιον αὐτῶν καὶ τὴν πρόοδον καὶ τὴν διανομὴν ποιησάμενος, καὶ ἐπὶ ταύταις εἰσήγαγεν αὐτὰς εἰς τὸ πᾶν, ὄχημα δούς, καὶ περὶ τὰ ἄστρα διέσπειρεν, ἔπειτα κατήγαγεν εἰς γένεσιν καὶ δέδωκεν αὐταῖς τὸ θνητὸν εἶδος τῆς ζωῆς, καὶ μετὰ ταῦτα διεῖλεν αὐτῶν τοὺς βίους καὶ προσφόρους λήξεις διένειμε τοῖς βίοις· ἀπὸ γὰρ τῶν ὑπερκοσμίων εἰς τὸν κόσμον αὐταῖς ἡ πρόοδος, ἀπὸ δὲ τῆς ὅλης ζωῆς εἰς γένεσιν ἡ κάθοδος. νῦν δʼ οὖν ἐπειδὴ περὶ τῶν μετὰ τὴν πρώτην γένεσιν εἰς τὸ σύννομον ἄστρον ἀποκαθισταμένων πεποίηται λόγον, καί φησιν αὐτὰς ἀπολειπούσας τὸ σῶμα βίον ἕξειν εὐδαίμονα, πῶς ταῦτα τοῖς ἐν Φαίδρῳ συμφωνεῖν ἐροῦμεν; ἐκεῖ γὰρ ὁ τὸν φιλόσοφον βίον ἑλόμενος διὰ τριῶν ἀποκαθίστατο βίων. ἦ τὴν ἐνταῦθα παραδιδομένην λῆξιν οὐκ εἰς τὸ αὐτὸ γίγνεσθαι φήσομεν, ὅθεν ἥκειν ψυχὴν ἑκάστην — τοῦτο γὰρ διὰ τριῶν γίγνεσθαι χιλιετῶν περιόδων —, ἀλλʼ ἀναχώρησιν εἶναι πρὸς τὸ ἄστρον, ὑφʼ ὃ τεταγμένη κατʼ οὐσίαν ἦν καὶ ζωὴν εἶχε μετʼ ἐκείνου κοινήν· τοῦτο γὰρ καὶ ταῖς μὴ φιλοσόφοις ὑπάρξαι δυνατὸν τὸ εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς δίκης κουφισθείσας διάγειν ἀξίως, οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου· καὶ γὰρ τοῦτο ἐν τῷ Φαίδρῳ λέλεκται περὶ τῶν μὴ φιλοσόφων ψυχῶν, ὧν ἄλλη ἡ εἰς τὸ αὐτὸ πάλιν ἀποκατάστασις, ἄλλη ἡ εἰς τὸ σύννομον ἄστρον ἄνοδος· ἣ μὲν γὰρ τριῶν δεῖται περιόδων, ἣ δὲ καὶ διὰ μιᾶς γένοιτο ἄν, καὶ ἣ μὲν εἰς τὸ νοητὸν ἀνάγει τὴν ψυχήν, ἀφʼ οὗ κατῆλθεν, ἣ δὲ εἰς ὑφειμένον εἶδος ζωῆς· μέτρα γάρ ἐστιν εὐδαιμονίας· καὶ διττὴ ἡ ἄνοδος, ἣ μὲν ἀνιόντων, ἣ δὲ ἀνεληλυθότων. ὥστε καὶ τὴν εἰς τὸ σύννομον ἄστρον ἀφικομένην δυνατὸν ἢ ταῖς περικοσμίοις δυνάμεσι συντάττεσθαι τοῦ σφετέρου θεοῦ ἢ καὶ ἀνωτέρω χωρεῖν. εἰ δὲ μέλλοι πρὸς αὐτὸ τὸ νοητὸν ἀναδραμεῖσθαι, δεῖται τῆς τρισχιλιετοῦς περιόδου· διὰ γὰρ ταύτης ἡ ἀκροτάτη πτέρωσις.
Σφαλεὶς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῇ δευτέρᾳ γενέσει μεταβάλοι.
Εἴρηται καὶ πρότερον, ὅτι πρώτην γένεσιν οὐ λέγει τὴν σποράν, ἀλλὰ τὴν ἀπὸ τοῦ νοητοῦ κάθοδον τὴν μίαν πάσαις οὖσαν ταῖς μερικαῖς ψυχαῖς κοινήν — δευτέραν γοῦν γένεσιν ἀποκαλεῖ τὴν δευτέραν κάθοδον —, καὶ ὅτι τὴν εἰς γυναικὸς φύσιν κάθοδον ποιεῖ δευτέραν, ὥσπερ καὶ τρίτην τὴν εἰς θηρίον, τὴν εὔτακτον ὕφεσιν τῆς ζωῆς ἐνδεικνύμενος. οὕτω γοῦν καὶ ἐν Φαίδρῳ κατὰ τοὺς δευτέρους βίους εἰς θηρία φησὶν ἀφικνεῖσθαι ψυχάς, δευτέρους βίους ἑξῆς ἅπαντας ἐκεῖ καλῶν τοὺς μετὰ τὴν πρώτην γένεσιν· χιλιοστῷ δὲ ἔτει ἀμφότεραι ἀφικνούμεναι ἐπὶ κλήρωσιν καὶ αἵρεσιν δευτέρου βίου αἱροῦνται ὃν ἂν ἐθέλῃ ἑκάστη· ἔνθα καὶ εἰς θηρίου βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται. ἄλλην οὖν ἐν τούτοις τάξιν ζωῆς ἐμφαίνων καὶ ἀπὸ τοῦ δυνατωτέρου πρὸς τὸ ἀσθενέστερον ἄγει τὴν ψυχὴν καὶ ἀπὸ τοῦ νοεροῦ πρὸς τὸ ἀνόητον· καὶ πῶς γὰρ ἀνάγκη τὴν ψυχὴν ἐκ πρώτης γενέσεως εἰς γυναικὸς μὴ κατιέναι φύσιν; εἰ μὲν γὰρ κατὰ παρατροπὴν τοῦ ἄρρενος ὑφίστατο τὸ θῆλυ γένος, ἀναγκαῖον ἦν ἀπὸ τοῦ κατὰ φύσιν ἄρχεσθαι τὰς νεοτελεῖς ψυχάς· ὕστερον γὰρ καὶ ἐπεισοδιῶδες πανταχοῦ τὸ παρὰ φύσιν. ἐπειδὴ δὲ καὶ ἐν θεοῖς ἐστι τὸ θῆλυ, τί κωλύει τὰς ψυχὰς καὶ ταύτῃ μιμουμένας τοὺς οἰκείους ἡγεμόνας μὴ μόνον ἐπιλέγεσθαι βίους τοὺς αὐτοῖς προσήκοντας, ἀλλὰ καὶ ζωῶν φύσιν αὐτοῖς ᾠκειωμένην; γίγνεσθαι δὲ καὶ ἐπαλλάξεις οὐ θαυμαστόν, ὥσπερ εἴρηται καὶ πρότερον· ὅτι μὲν γάρ ἐστι τὸ θῆλυ καὶ τὸ ἄρρεν οὐ μόνον ἐν τοῖς θνητοῖς, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς χωρισταῖς ζωαῖς τῶν ψυχῶν, κατασκευάσαις ἂν ἀναμνησθεὶς τῶν ἔμπροσθεν πάλιν, ἀπό τε τοῦ ἐν τοῖς ἄκροις εἶναι, τοῖς τε πρὸ αὐτῶν λέγω καὶ τοῖς μετὰ ταύτας — ἀνάγκη γάρ που καὶ ἐν τοῖς μέσοις εἶναι —, καὶ ἀπὸ τοῦ ζῷα καὶ ἐκείνας ὑπάρχειν, μετὰ τῶν ἀϊδίων ὁρωμένας ὀχημάτων, ὡς προείπομεν, πᾶν δὲ ζῷον ἔχειν τὰς ἰδιότητας ταύτας. εἰ δὲ ἐκεῖ μὲν ὁμοφυῶς ταῖς ψυχαῖς συνέζευκται τὰ ὀχήματα, ἐνταῦθα δέ ποτε καὶ ἐπηλλαγμένως, οὐ χρὴ διαπιστεῖν· ὅπου μὲν γὰρ οὐσιώδης ἐστὶν ἡ συνάρτησις, ὅπου δὲ προαιρετική. διὸ καὶ ἐκεῖ μὲν ἕπεται τῇ οὐσίᾳ τῶν ψυχῶν ἡ τῶν ὀχημάτων διαίρεσις, ἐνταῦθα δὲ ταῖς διαφόροις αἱρέσεσι. καὶ ἔχεις καὶ ταύτας ἀπὸ τῶν ἐν Συμποσίῳ κειμένων συνιστάνειν ἐν τῷ Ἀριστοφάνους μύθῳ· καὶ γὰρ τὰς διαιρέσεις τὰς εἰς ταῦτα τῶν ψυχῶν καὶ τὰς ἐπαλλάξεις τῶν ἐν τούτοις αἱρέσεων περὶ τὸν θνητὸν βίον σαφῶς ἐκεῖ παραδίδωσι, καθάπερ εἴρηται καὶ πρότερον. εἰ μὲν τὴν τῆς γυναικὸς φύσιν αὐτόθεν ἀκούοις, οὕτω καὶ διαιτήσομεν τοῖς λόγοις. εἰ δὲ πᾶν τὸ ἀσθενὲς εἶδος τῆς ζωῆς καὶ θηλυνόμενον καὶ ῥέπον ἐπὶ τὴν γένεσιν διὰ τῆς γυναικὸς σημαίνεσθαι λέγοις συμβολικῶς, ὡς τῶν πρὸ ἡμῶν ἤκουσάν τινες οὐχ οἱ τυχόντες, οὐδεμιᾶς ἂν δέοιτο τοιαύτης ἐπιλύσεως. ἔξεστι δὲ ὁποτέρως βούλει λέγειν, ἄλλως τε καὶ τοῦ Πλάτωνος πολλὰ καὶ διὰ τῶν συμβόλων κρύπτειν σπουδάζοντος. εἰ δʼ οὖν καὶ ταῦτά τις ὑποθεῖτο λέγειν αὐτόν, ἃ δὴ καὶ δοκεῖ, τὴν πρῶτον εἰς γένεσιν κατιοῦσαν μὴ φυτεύειν εἰς θήλειαν φύσιν, λάβωμεν ἐκ τούτου καὶ τὴν ψυχὴν εἶναι καὶ κατὰ τὸν Τίμαιον ἀγένητον καὶ τὸν ἄνθρωπον καὶ ἁπλῶς τὸ πᾶν· εἰ γὰρ γέγονεν ἡ ψυχὴ καὶ ἀπὸ χρόνου κάτεισιν ἐπὶ τὴν πρώτην γένεσιν, ἀνδρὸς παραδέξεται βίον. οὗτος δὴ ὁ ἀνὴρ πάντως γενητὸς ὢν ἐκ θήλεος γέγονεν. ἐκεῖνο δὴ τὸ θῆλυ ψυχὴν ἔχει ἤτοι πρῶτον κατελθοῦσαν — καὶ ψευδὴς ὁ τοῦ Τιμαίου λόγος εἰς ἄρρεν πρῶτον κατάγων τὴν ψυχήν —, ἢ οὐ πρῶτον — καὶ ἀνάγκη πρὸ ἐκείνου τὴν ἐν ἐκείνῳ ψυχὴν ἄρρενος γεγονέναι ψυχήν, ἐκεῖνο δὲ τὸ ἄρρεν αὖθις ἐκ θήλεος εἶναι γεγονὸς ἄρρεν —, ἢ εἰ μὴ τοῦτο, αὐτόματον. ἀλλʼ εἰ τοῦτο, μάτην ἔσται μὴ ὄντος θήλεος, ἐξ οὗ καὶ ἐν ᾧ γεννήσει. καὶ ἤτοι καὶ ἐκεῖνο αὐτόματον, ὡς τὸ ἄρρεν, καὶ ἕξει ψυχὴν πρῶτον κατελθοῦσαν ὡς κἀκεῖνο τὸ σὺν αὐτῷ γεγονός, ἢ ἐκ τοῦ ἄρρενος. ἀλλὰ ἀδύνατον. οὔτʼ ἄρα γέγονέ ποτε τούτων θάτερον, οὔτε ψυχὴ τῶν γενητῶν ἐστιν οὔτε πολλῷ πλέον τὸ πᾶν.
Μὴ παυόμενός τε ἐν τούτοις ἔτι κακίας, τρόπον ὃν κακύνοιτο, κατὰ τὴν ὁμοιότητα τῆς τοῦ τρόπου γενέσεως εἴς τινα τοιαύτην ἀεὶ μεταβάλλοι θήρειον φύσιν.
Τὴν εἰς τὰ ἄλογα ζῷα κάθοδον τῶν ψυχῶν ὅπως λέγεται ζητεῖν εἰώθασι, καὶ οἳ μὲν ἀνθρώπων ὁμοιώσεις πρὸς θηρία νομίζουσιν εἶναι τοὺς λεγομένους θηριώδεις βίους — οὐ γὰρ εἶναι δυνατὸν θηρίου γενέσθαι ψυχὴν οὐσίαν λογικήν —, οἳ δὲ αὐτόθεν καὶ ταύτην εἰς τὰ ἄλογα συγχωροῦσιν εἰσκρίνεσθαι — καὶ γὰρ εἶναι πάσας ὁμοειδεῖς τὰς ψυχάς, ὥστε καὶ λύκους καὶ παρδάλεις καὶ πνεύμονας γίνεσθαι ταύτας. ὁ δὲ ἀληθὴς λόγος εἰσκρίνεσθαι μὲν εἰς θηρία φησὶ τὴν ἀνθρωπίνην ψυχήν, ἔχοντα δὲ τὴν οἰκείαν ζωήν, καὶ ἐπὶ ταύτῃ τὴν εἰσκριθεῖσαν ψυχὴν οἷον ἐποχουμένην καὶ τῇ πρὸς αὐτὴν συμπαθείᾳ δεδεμένην. καὶ τοῦτο δέδεικται μὲν ἡμῖν ἐν ταῖς εἰς Φαῖδρον συνουσίαις διὰ πολλῶν λόγων καὶ ὅτι μόνος ὁ τρόπος οὗτός ἐστι τῆς εἰσκρίσεως. εἰ δʼ οὖν καὶ ὅτι Πλατωνικὸς ὁ λόγος ὑπομνῆσαι χρή, παραθετέον, ὅτι τε ἐν Πολιτείᾳ τὴν ψυχὴν τοῦ Θερσίτου πίθηκον ἐνδύεσθαί φησιν, ἀλλʼ οὐ σῶμα πιθήκειον, καὶ ἐν Φαίδρῳ κατιέναι εἰς βίον θήρειον, ἀλλʼ οὐχὶ εἰς σῶμα θήρειον — ὁ γὰρ βίος μετὰ τῆς οἰκείας ἐστὶ ψυχῆς —, καὶ ἐν τούτοις «μεταβάλλειν εἰς θήρειον φύσιν»· ἡ γὰρ θήρειος φύσις οὐκ ἔστι τὸ σῶμα τὸ θήρειον, ἀλλʼ ἡ ζωὴ τοῦ θηρίου. καὶ τοῦτο μέν, ὅπερ εἴρηται, ληπτέον ἀπὸ τῶν εἰς Φαῖδρον εἰρημένων. ὅτι δὲ ἀδύνατον ψυχὴν νεοτελῆ θηρίου γενέσθαι ψυχήν, ὑπομνήσομεν ἀπὸ τοῦ τὴν θηριωδίαν ἐπέκεινα πάσης ἀνθρωπίνης εἶναι κακίας, ὥσπερ καὶ Ἀριστοτέλης φησί. δεῖ δὴ οὖν ἀνθρωπίνην πρότερον κακίαν σχεῖν, εἶθʼ οὕτω τὴν θηρίοις πρέπουσαν· οὐ γὰρ ἔστιν ἀπὸ τῶν ἐναντιωτάτων εἰδῶν τῆς ζωῆς τὰ ἐναντιώτατα σχεῖν. διὸ καὶ αὐτὸς οὕτως εἶπεν, ὅτι μὴ παυόμενος ἐν τούτοις ἔτι, λέγων τῇ εἰς γυναῖκα καθόδῳ, καθʼ ὃν ἂν κακύνηται τρόπον, εἰς τοιαύτην μεταβάλλει θηρίου φύσιν· ἀπὸ γὰρ τῶν πρώτων εἰδῶν καὶ νοερωτέρων διʼ ὑφέσεως γίγνεται τὰ ἀλογώτερα καὶ ἀπὸ τῶν ἀσχετωτέρων τὰ ἐν σχέσει καὶ ἀπὸ τῶν ἐρρωμενεστέρων τὰ ἀσθενέστερα. πολυειδοῦς δὲ τῆς κακίας οὔσης ἔστι καθʼ ἑκάστην τὸ θηριῶδες θεωρεῖν καὶ κατὰ τοῦτο πρὸς τὰ ὅμοια ζῷα συνάπτειν τὴν ψυχήν, ὡς ἐν Φαίδωνι πεποίηκεν· ἡ μὲν γὰρ ἐν ἀδικίᾳ θηριωδία λύκους ἀποτελεῖ, ἐλάφους δὲ ἡ ἐν δειλίᾳ καὶ ὄνους ἡ ἐν γαστριμαργίᾳ· τούτων γὰρ ἑκάστη πάντως ἔχει τινὰ ὑπερβολὴν ἐκβαίνουσαν τὴν ἀνθρωπίνην διαστροφήν.
Ἀλλάττων τε οὐ πρότερον πόνων λήξοι, πρὶν τῇ ταὐτοῦ καὶ ὁμοίου περιόδῳ τῇ ἐν αὐτῷ συνεπισπόμενος τὸν πολὺν ὄχλον καὶ ὕστερον προσφύντα ἐκ πυρὸς καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς, θορυβώδη καὶ ἄλογον ὄντα, λόγῳ κρατήσας εἰς τὸ τῆς πρώτης καὶ ἀρίστης ἀφίκοιτο εἶδος ἕξεως.
Μία σωτηρία τῆς ψυχῆς αὕτη παρὰ τοῦ δημιουργοῦ προτείνεται τοῦ κύκλου τῆς γενέσεως ἀπαλλάττουσα καὶ τῆς πολλῆς πλάνης καὶ τῆς ἀνηνύτου ζωῆς, ἡ πρὸς τὸ νοερὸν εἶδος τῆς ψυχῆς ἀναδρομὴ καὶ ἡ φυγὴ πάντων τῶν ἐκ τῆς γενέσεως ἡμῖν προσπεφυκότων· δεῖ γὰρ τὴν ψυχὴν ἐν τῇ γενεσιουργῷ σπορᾷ καταβληθεῖσαν σπέρματος δίκην τὴν μὲν οἷον καλάμην καὶ τὸν φλοιόν, ὃν ἔσχεν ἀπὸ γενέσεως, ἀποσκευασαμένην, ἑαυτὴν δὲ καθήρασαν ἀπὸ τῶν περικειμένων ἄνθος γίνεσθαι καὶ καρπὸν νοερόν, ἀντὶ τῆς δοξαστικῆς τροφῆς τὴν νοερὰν ζωὴν ἀγαπήσασαν καὶ ἀντὶ τῆς κατὰ τὴν θατέρου περίοδον πολυπλανοῦς κινήσεως τὴν μονοειδῆ καὶ ἁπλῆν τῆς ταὐτοῦ περιφορᾶς ἐνέργειαν ἐπιδιώξασαν· ἔστι γὰρ καὶ ἐν αὐτῇ τῶν κύκλων ἑκάτερος καὶ αἱ διτταὶ δυνάμεις καὶ τῶν ἵππων ὅ τε ἀγαθὸς καὶ ἐναντίος, καὶ ὃ μὲν εἰς γένεσιν ἄγει τὴν ψυχήν, ὃ δὲ ἀπὸ γενέσεως ἐπὶ τὸ ὄν, καὶ ὃ μὲν τὸν γενεσιουργὸν περιάγει κύκλον, ὃ δὲ τὸν νοερόν· ἡ γὰρ ταὐτοῦ καὶ ὁμοίου περίοδος ἐπὶ νοῦν ἀναπέμπει καὶ τὴν νοητὴν φύσιν καὶ ἐπὶ τὴν πρώτην καὶ ἀρίστην ἕξιν. ἔστι δὲ αὕτη ἐκείνη, καθʼ ἣν ἐπτερωμένη τὸν ὅλον συνδιοικεῖ κόσμον τοῖς θεοῖς, ἐξομοιωθεῖσα τοῖς θεοῖς αὐτοῖς, καὶ τοῦτʼ ἔστι τὸ καθολικὸν εἶδος ἐν τῇ ψυχῇ τῆς ζωῆς, ὥσπερ τὸ μερικόν, ὅταν εἰς τὸ ἔσχατον πέσῃ σῶμα καὶ γένηται τινὸς ἀντὶ τοῦ παντός, καὶ τὸ τούτων μέσον μερικὸν καθολικόν, ὅταν ζῇ μετὰ τοῦ μέσου ὀχήματος ὡς γενέσεως πολῖτις. τὴν οὖν πρώτην ἕξιν κατὰ τὴν σχέσιν ἀφεῖσα τὴν πρὸς πᾶσαν τὴν γένεσιν καὶ τὸ ἄλογον τὸ ποιοῦν αὐτὴν γενεσιουργόν, λόγῳ μὲν κρατοῦσα τὸ ἄλογον, νοῦν δὲ χορηγοῦσα τῇ δόξῃ, πᾶσαν δὲ τὴν ψυχὴν εἰς τὴν εὐδαίμονα περιάγουσα ζωὴν ἀπὸ τῆς περὶ τὴν γένεσιν πλάνης, ἧς καὶ οἱ παρʼ Ὀρφεῖ τῷ Διονύσῳ καὶ τῇ Κόρῃ τελούμενοι τυχεῖν εὔχονται, κύκλου τʼ ἂν λήξαι καὶ ἀναπνεύσαι κακότητος. εἰ δὲ καὶ τὴν ἡμετέραν ψυχὴν ζῶσαν εὖ κατὰ τὸν ταὐτοῦ κύκλον ἀναγκαῖον ζῆν, πολλῷ μᾶλλον τὰς θείας· ὥστε καὶ ὅσας ἐνέθηκεν εἰς τὴν θατέρου περιφορὰν διὰ τὸ πλεονάζειν ταῖς εἰς τὸ αἰσθητὸν προνοίαις. ἀλλὰ μὴν δυνατὸν ζῆν κατὰ τὸν ταὐτοῦ κύκλον καὶ τὴν ἡμετέραν ψυχήν, καθαρθεῖσαν, ὡς αὐτός φησι. μόνην ἄρα τὴν καθαρτικὴν ἀρετὴν σώτειραν προσρητέον τῶν ψυχῶν, ἀποκόπτουσαν μὲν καὶ ἀφανίζουσαν ἄρδην τὰς ἐνύλους φύσεις καὶ τὰ ἐκ τῆς γενέσεως ἡμῖν προσφύντα πάθη, χωρίζουσαν δὲ τὴν ψυχὴν καὶ ἐπὶ τὸν νοῦν περιάγουσαν καὶ τοὺς χιτῶνας, οὓς ἐνεδύσατο, καταλείπουσαν· εἰς γῆν κατιοῦσαι γὰρ αἱ ψυχαὶ προσλαμβάνουσιν ἀπὸ τῶν στοιχείων ἄλλους καὶ ἄλλους χιτῶνας, ἀερίους ἐνυδρίους χθονίους, ἔπειθʼ οὕτω τελευταῖον εἰς τὸν ὄγκον τὸν παχὺν τοῦτον εἰσκρίνονται· καὶ πῶς γὰρ ἔμελλον ἀμέσως ἀπὸ τῶν ἀΰλων πνευμάτων εἰς τόδε τὸ σῶμα χωρεῖν; καὶ πρὶν οὖν εἰς τοῦτο κατέλθωσιν, ἔχουσι τὴν ἄλογον ζωὴν καὶ τὸ ἐκείνης ὄχημα κατεσκευασμένον ἀπὸ τῶν ἁπλῶν στοιχείων, καὶ ἐνεδύσαντο ἀπὸ τούτων ὄχλον, οὑτωσὶ καλούμενον ὡς ἀλλότριον μὲν τοῦ συμφύτου τῶν ψυχῶν ὀχήματος, ἐκ παντοδαπῶν δὲ χιτώνων συγκείμενον, βαρύνοντα δὲ τὰς ψυχάς. καὶ ἡ «πρόσφυσις» τὴν ἔξωθεν περίθεσιν δηλοῖ τοῦ τοιοῦδε ὀχήματος καὶ εἰς μίαν φύσιν τὴν ἐν ἐκείνῳ συνάρτησιν, ἐφʼ ᾧ λοιπὸν τὸ ἔσχατον τοῦτο σῶμα καὶ ἐξ ἀνομοίων καὶ πολυμόρφων ἐξάπτεται τῶν ψυχῶν· καὶ πῶς γὰρ ἀπὸ τῆς τὸν κόσμον ὅλον διοικούσης ζωῆς εἰς τὸ μερικώτατόν ἐστιν ἡ κάθοδος; οὐ γὰρ λίνον λίνῳ συνάπτειν ἐστὶ τῷ παντὶ τὸ τὶ τοῦτο καὶ ἄτομον, ἀλλὰ πάντως εἰς τὸ μέσον πρότερον ἡ κάθοδος, ὃ μή ἐστι τὶ ζῷον, ἀλλὰ πολλῶν βίων περιεκτικόν· οὐδὲ γὰρ εὐθὺς τὸν τοῦ τινὸς ἀνθρώπου προβάλλει βίον, ἀλλὰ τὸν ἀνθρώπου πρὸ τούτου καὶ πρὸ τῆς τινὸς γενέσεως τὸν γενέσεως, καὶ ὡς ἀπὸ τοῦ ἀσωμάτου εἰς σῶμα ἡ πτῶσις καὶ τὴν μετὰ σώματος ζωήν, καθʼ ἣν συζῇ τῷ οὐρανίῳ ὀχήματι, οὕτως ἀπὸ τούτου εἰς σῶμα γενεσιουργόν, καθʼ ὃ ἐν γενέσει ἐστί, καὶ ἀπὸ τούτου εἰς τὸ χθόνιον, καθʼ ὃ ζῇ μετὰ τοῦ ὀστρεώδους σώματος. πρὶν ἄρα τοῦτο περιβάληται τὸ σῶμα, τὸ πρὸς πᾶσαν αὐτὴν τὴν γένεσιν συνάπτον περιβάλλεται· διὸ καὶ τότε ἐκεῖνο ἀφίησιν, ὅταν καὶ τὴν γένεσιν ἀπολιμπάνῃ. εἰ δὲ τότε ἀφίησιν αὐτό, ὅτε καὶ τὴν γένεσιν, ἀνάγκη καὶ τότε λαμβάνειν, ὅταν εἰς γένεσιν ἔλθῃ. πρότερον δὲ ἔρχεται εἰς γένεσιν ἢ τοῦτο τὸ σῶμα τὸ ἔσχατον. καὶ πρὸ τοῦ σώματος ἄρα τούτου δέχεται τὸ ὄχημα ἐκεῖνο καὶ μετʼ αὐτὸ τοδὶ τὸ σῶμα. ζῇ οὖν αὐτὸ κατὰ πᾶσαν τὴν γενεσιουργὸν περίοδον. ὅθεν καὶ προσφύντα τὸν ὄχλον ἄλογον εἶπε τὸν ἐν τούτῳ καὶ οὐ προσφυόμενον καθʼ ἑκάστην ἐνσωμάτωσιν, ὡς ἀπʼ ἀρχῆς αὐτῇ περιπλασθέντα. τὸ μὲν οὖν συμφυὲς ὄχημα ποιεῖ αὐτὴν ἐγκόσμιον, τὸ δὲ δεύτερον γενέσεως πολῖτιν, τὸ δὲ ὀστρεῶδες χθονίαν, καὶ ὡς ἔχει ἡ χθὼν πρὸς τὴν γένεσιν ὅλην καὶ αὕτη πρὸς τὸν κόσμον, οὕτω καὶ τὰ ὀχήματα ἔχει πρὸς ἄλληλα καὶ αἱ τῶν ὀχημάτων περιθέσεις, ἣ μὲν ἀεί — καὶ γὰρ ἀεὶ ἐγκόσμιος —, ἣ δὲ καὶ πρὸ τοῦδε τοῦ σώματος καὶ μετʼ αὐτό — καὶ γάρ ἐστι καὶ πρὸ αὐτοῦ καὶ μετʼ αὐτὸ ἐν τῇ γενέσει —, ἣ δὲ τότε μόνον, ὅταν ἐν γῇ μερικόν τινα διαλλάττῃ βίον. διὰ μὲν οὖν τοῦ προσφύντα φάναι καὶ τοῦ κατὰ πάντας τοὺς βίους ἐξάψαι τὸ ἄλογον τοῦτο τῆς ψυχῆς διέστησεν αὐτὸ τοῦδε τοῦ σώματος καὶ τῆς ἰδίας τούτου ζωῆς, διὰ δὲ τοῦ ἔξωθεν καὶ τοῦ ὕστερον αὐτὸ προσθεῖναι τοῦ συμφυοῦς ὀχήματος, ἐν ᾧ κατʼ οὐσίαν αὐτὴν ἐποίησεν ὁ δημιουργός, ὥστε μέσον ἐστὶν ἀμφοῖν. οἶδεν ἄρα καὶ ὁ Τίμαιος τὴν ἄλογον πρὸ τοῦδε τοῦ σώματος ἡμῖν προσφυομένην· ὅτι μὲν γὰρ «ὁ ἄλογος καὶ θορυβώδης οὗτος ὄχλος ὁ ἐκ πυρὸς καὶ γῆς καὶ ἀέρος καὶ ὕδατος προσφὺς ἡμῖν» οὐκ ἔστι τοῦ πρώτου ὀχήματος, δηλοῖ· πάλιν γὰρ αὐτὸ πιεστέον διὰ τοὺς μὴ παρηκολουθηκότας τῇ Πλάτωνος βαθυτάτῃ περὶ τῶν ψυχικῶν ὀχημάτων θεωρίᾳ τῶν ἐξηγητῶν, ὧν οἳ μὲν φθείραντες τὸ ὄχημα ἀναγκάζονταί ποτε παντὸς σώματος ἔξω ποιεῖν τὴν ψυχήν, οἳ δὲ σῴζοντες καὶ τὴν ἄλογον ἀπαθανατίζειν, μὴ διαστείλαντες ἑκάτεροι τὸ συμφυὲς ὄχημα καὶ τὸ προσφυὲν καὶ τὸ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ ἀπὸ τοῦ ἑνὸς δημιουργοῦ πλασθὲν καὶ τὸ ὑπὸ τῶν πολλῶν αὐτῇ προσυφανθέν, σαφῶς ταῦτα τοῦ Πλάτωνος διαστείλαντος. ὅτι δʼ οὖν οὗτος οὐκ ἔστιν ὁ ἄλογος ὄχλος ἐν τῷ συμφυεῖ ἐκείνῳ ὀχήματι, εἰς ὃ ἐνεβίβασεν αὐτὴν ὁ δημιουργός, φανερόν· ὕστερον γὰρ αὐτὸν διαρρήδην προσφῦναί φησιν. ὅτι δὲ οὐδὲ ἡ ἐν τῷ ὀστρεώδει σώματι ζωή, καὶ τοῦτο φανερόν· ἄρα γὰρ πῶς φησιν; ἀλλάττων τε τὰ σώματα οὐ πρότερον παύσεται, πρὶν τὸν ὕστερον προσφύντα ὄχλον θορυβώδη καὶ ἄλογον ὄντα κρατήσει. οὐκοῦν ἀλλάττειν μὲν αὐτόν φησι βίους ἄλλους ἐξ ἄλλων, προσφῦναι δὲ αὐτῷ τὴν ἄλογον, ἀλλʼ οὐ προσφύεσθαι· τοῦτο γὰρ ἦν τῷ ἀλλάττειν οἰκεῖον. τῆς ἄρα ἀλόγου ζωῆς οὐκ ἔστι καθʼ ἕκαστον τὸν βίον ἐξαλλαγὴ καθάπερ τῶν σωμάτων. ἄλλη ἐστὶν ἄρα αὕτη τῆς ἐντελεχείας μιᾶς οὔσης καθʼ ἕκαστον σῶμα καὶ ἀχωρίστου ταύτης· ἣ μὲν γὰρ προσέφυ κατελθοῦσιν ἡμῖν, ἣ δὲ προσφύεται συνεξαλλαττομένη τοῖς σώμασιν, ὧν ἐστιν ἀχώριστος. οἶδεν ἄρα ὁ Τίμαιος καὶ τὴν ἄλογον ζωὴν ἄλλην οὖσαν παρά τε τὴν τοῦ πρώτου ὀχήματος καὶ τὴν τοῦ ἐσχάτου σώματος ζωήν, ἐκείνης μὲν ὑστέραν αὐτὴν εἰπών, ταύτῃ δὲ μὴ συνεξαλλάττεσθαι· καὶ γὰρ ἐκείνης δεῖ κρατῆσαι τὴν ψυχὴν τῆς ἀεὶ συνούσης· τῆς γὰρ σώματος ἐντελεχείας καὶ χωρίζεται μεταξὺ τῶν βίων, ἐὰν ἀλλάττουσα τὴν γενεσιουργὸν ἐκπληροῖ περίοδον, ὑπʼ ἐκείνης δὲ ἐνοχλεῖται καὶ μεταξὺ τῶν βίων συνούσης. εἰς δὴ τὴν ἀποσκευὴν τῶν τοιούτων ὀχημάτων, ἃ δεδήλωκεν ὁ Πλάτων ἕκαστον τῶν στοιχείων ἰδίᾳ κατονομάσας, συντελεῖ μὲν καὶ ἡ φιλόσοφος ζωή, καθάπερ φησὶν αὐτός, τὸ δὲ μέγιστον κατά γε τὴν ἐμὴν δόξαν ἡ τελεστικὴ συμβάλλεται, διὰ τοῦ θείου πυρὸς ἀφανίζουσα τὰς ἐκ τῆς γενέσεως ἁπάσας κηλῖδας, ὡς τὰ λόγια διδάσκει, καὶ πᾶσαν τὴν ἀλλότριον ἣν ἐφειλκύσατο τῆς ψυχῆς τὸ πνεῦμα καὶ ἀλόγιστον φύσιν.
Διαθεσμοθετήσας δὲ πάντα αὐτοῖς ταῦτα, ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος.
Ἐν τούτοις συμπληροῖ μὲν τοὺς περὶ τῆς πρώτης δημιουργίας λόγους, εἰς ἀρχὴν δὲ τῆς δευτέρας καθίσταται, ἐκείνην μὲν ἀπόλυτον φυλάττων καὶ μοναδικὴν καὶ ἐξῃρημένην καὶ ἄχραντον καὶ ἀμιγῆ πρὸς τὰ καταδεέστερα, ταύτην δὲ ἐξάπτων ἐκείνης καὶ ὡς παρʼ ἐκείνης τελειουμένην καὶ ὑπʼ ἐκείνης ποδηγουμένην παραδιδοὺς τὰ μέτρα πάντα καὶ τὴν εὐταξίαν καὶ τοὺς ὅρους τῆς ποιήσεως ἐκεῖθεν παραδεχομένην. ὁ μὲν οὖν σκοπὸς τῶν προκειμένων ῥημάτων τοιοῦτος. αὐτὸν δὲ ἤδη τὸν δημιουργικὸν θεσμὸν ἐπισκοποῦντες οὔ φαμεν αὐτὸν ἐοικέναι νόμῳ πόλεως, ὃν τίθησιν ὁ παρʼ ἡμῖν νομοθέτης ὡς τῷ εἶναι μόνον ἐνεργοῦντα — προηγεῖται γὰρ ἡ δημιουργικὴ βούλησις τῆς ἐν τῷ εἶναι μόνον ἑστώσης ἐνεργείας, καὶ οὐδὲ θεμιτὸν ὅλως τὰ ἀνθρώπινα τοῖς θείοις εἰς ταὐτὸν ἄγειν· ταῦτα γάρ, κἂν ἀφωμοίωταί ποτε πρὸς τὸ θεῖον, μεριστῶς ἀπεικάζεται, τὰ μὲν τὸ μόνιμον, τὰ δὲ τὸ δραστήριον, τὰ δὲ τὸ τελεσιουργὸν ἀπομιμούμενα τῶν θείων —, ἀλλʼ οὐδὲ ἀμφίβολον εἶναι τὸν τοιοῦτον συγχωρήσομεν θεσμόν, οἷον εἰ μὲν τάδε τις ποιήσειεν, ἕπεσθαι ταδί, εἰ δὲ μή, τὰ ἀντικείμενα αὐτῷ εἶναι κατὰ τὴν αἰώνιον νόησιν· ὁ γὰρ τῶν ὅλων πατὴρ τὰ ἀποτελέσματα πάντα κατʼ αἰτίαν ἐν ἑαυτῷ περιείληφεν, οὐδʼ ἐν ἀορίστοις γνώσεσιν, ἀλλὰ ἐν ἑστώσαις, τὰ πολυειδῆ ἑνοειδῶς καὶ τὰ γιγνόμενα ἀγενήτως καὶ τὰ ἐνδεχόμενα ἀναγκαίως καὶ τὰ μεριστὰ ἀμερίστως συλλαβών· καὶ γὰρ χρόνος καὶ τόπος ἅμα οὐρανῷ γέγονεν. ὁ τοίνυν τοῦ παντὸς δημιουργὸς ἀχρόνως καὶ ἀδιαστάτως τῶν πάντων ἐν ἑαυτῷ τὰς ἀρχὰς ἱδρύσατο. δεῖ δὴ οὖν καὶ τὸν δημιουργικὸν θεσμὸν τάξιν νοερὰν διὰ πάντων διήκουσαν καὶ πᾶσι παροῦσαν ἀκωλύτως καὶ πάντα φρουροῦσαν ἀχράντως ὑποτίθεσθαι τῷ θείῳ θεσμῷ συνεχομένην· ἔχει γάρ, οἶμαι, τι καὶ τοῦ νόμου πλέον ὁ θεσμός, καθʼ ὅσον καὶ ὁ θεὸς τοῦ νοῦ κρείττων νοῦ μὲν γὰρ διανομὴν εἶναί φαμεν τὸν νόμον, θείαν δὲ τάξιν καὶ ὅρον ἑνοειδῆ τὸν θεσμόν. ταῦτα μὲν περὶ τούτων. Ἐπὶ δὲ τὴν λέξιν χωρήσαντες ἐκεῖνο πρῶτον πιέσωμεν, ὅτι πάντας τοὺς εἱμαρμένους νόμους διὰ τῆς δεκάδος περιέλαβε, διότι καὶ συμφυής ἐστιν ἡ δεκὰς πρὸς τὴν δημιουργικὴν αἰτίαν· ἤγουν καὶ ὅσα ἀγαθὰ τῷ παντὶ κόσμῳ δέδωκεν ὁ δημιουργός, εἰς τοῦτον τελοῦντα τὸν ἀριθμόν, ὄντα τὰ πάντα δέκα· καὶ γάρ ἐστιν ἡ δεκὰς κοσμική, καθάπερ ὁ ὕμνος ὁ Πυθαγόρειος λέγει,
πανδεχέα, πρέσβειραν αὐτὴν καλῶν, ὅρον περὶ πᾶσι τιθεῖσαν,
ἄτροπον, ἀκαμάτην· δεκάδα κλείουσί μιν ἁγνήν. εἰσὶν οὖν καὶ οἱ νόμοι οἱ περὶ τῶν ψυχῶν οἱ εἱμαρμένοι πάντες οἱ εἰρημένοι δέκα· δεῖ σπαρῆναι τὰς ψυχάς. δεῖ μίαν εἶναι πάσαις κάθοδον κοινὴν ἐν ἑκάστῃ περιόδῳ. δεῖ κατιοῦσαν ἐν τῇ πρώτῃ γενέσει τὴν ψυχὴν εἰς τὸ θεοσεβὲς κατιέναι ζῷον. δεῖ τὴν κατιοῦσαν εἰς ἀνθρωπίνην φύσιν εἰς ἀνδρὸς ἰέναι πρῶτον γονήν. δεῖ τὴν ἐν σώματι ψυχὴν μεριστὰς φῦσαι καὶ ἐνύλους ζωάς. δεῖ τὴν μὲν κρατοῦσαν τῆς ἐνύλου ζωῆς δικαίαν εἶναι, τὴν δὲ κρατουμένην ὑπʼ αὐτῆς ἄδικον. δεῖ τὸν δίκαιον εἰς τὸ σύννομον ἄστρον ἀνατρέχειν. δεῖ τὸν ἁμαρτόντα κατιέναι πάλιν εἰς γυναικὸς φύσιν ἐν δευτέρᾳ γενέσει. δεῖ τὸν ἐν τῇ δευτέρᾳ γενέσει σφαλέντα κατὰ τὴν τρίτην ἀπόστασιν εἰς θήρειον μεταβάλλειν φύσιν. καὶ ἐπὶ πᾶσι νόμος δημιουργικὸς δέκατος· μία σωτηρία τῆς ψυχῆς, παύουσα τὸν κύκλον τῆς ἐν τῇ γενέσει πλάνης, ἡ πρὸς τὴν ταὐτοῦ καὶ ὁμοίου περίοδον ἀνάγουσα ζωή. πάντες δὴ οὖν οἱ εἰρημένοι νόμοι, διὰ τῆς δεκάδος περιληφθέντες, διότι τὴν δεκάδα καὶ τῷ δημιουργῷ προσοικειοῦσι καὶ τῇ εἱμαρμένῃ Πυθαγορείων παῖδες, ἐνεσπάρησαν ταῖς ψυχαῖς, ἵνα δὴ καὶ ἑαυτὰς ἄγωσι — καὶ γὰρ οἱ θεοὶ βούλονται τῶν αὐτοκινήτων ἄρχειν ὡς αὐτοκινήτων ὄντων —, καὶ ἵνα τῶν ἔπειτα κακῶν αὐταὶ ἑαυταῖς ὦσιν αἴτιαι καὶ ὁ δημιουργὸς ἀναίτιος· εἰ γὰρ μὴ προειλήφεσαν τοὺς εἱμαρμένους νόμους, εἰ μὲν ἀεὶ κρείττους ἦσαν εἱμαρμένης, οὐκ ἂν κατῆλθον εἰς γένεσιν, εἰ δὲ ποτὲ ὑπʼ αὐτὴν ἐγένοντο, ποίαν ἂν ἔσχον αὗται τῶν ἁμαρτημάτων αἰτίαν, οὐ προμαθοῦσαι τὴν ἐπʼ αὐτοῖς ποινὴν τεταγμένην; ἵνʼ οὖν ἀναίτιος ᾖ τῶν ἁμαρτημάτων ὁ θεός, ἐν ταῖς οὐσίαις αὐτῶν ἀπέθετο τοὺς εἱμαρμένους νόμους. τὴν ἄρα τῶν κακῶν φύσιν οὔτε ἐπὶ τὸ θεῖον ἀνενεκτέον — ἀναίτιος γὰρ αὐτῶν ὁ τὸν κόσμον ὅλον ποιήσας εἴρηται ἐν τούτοις, καὶ οὐ μόνον ἐν τούτοις ὁ δημιουργὸς οὕτως, ἀλλὰ καὶ ὁ ἐν Πολιτείᾳ προφήτης ὁ τὸ κήρυγμα τῆς Λαχέσεως κηρύττων αἰτία, φησίν, ἑλομένου· θεὸς ἀναίτιος· ὥστʼ οὔτε προαίτιος οὔθʼ ὅλως αἴτιος τῶν κακῶν ὁ θεός, ἀλλʼ ἀναίτιος· «ἠβουλήθη γὰρ μηδὲν εἶναι φαῦλον κατὰ δύναμιν», ὡς εἴρηται καὶ ἐν τοῖς ἔμπροσθεν — οὔτʼ οὖν ἐπὶ τὸ θεῖον ἀνενεκτέον τὸ κακὸν οὔτε ἄναρχον αὐτὸ ῥητέον — ἄναρχον γὰρ ὂν ἀκόσμητον ἔσται καὶ ἀόριστον καὶ τὴν ὅλην δημιουργίαν λυμαινόμενον· τί γὰρ αὐτὸ κοσμῆσαι δυνήσεται, μηδεμίαν ἔχον ἐν τοῖς οὖσιν ἀρχήν; — οὔτε ἀρχὴν μὲν αὐτῷ δοτέον, ὁλικὴν δὲ ταύτην — οὐδὲν γὰρ τῶν ὅλων ἐστὶ κακίας δεκτικόν, ἀλλὰ πάντα τὰ ὅλα τὴν αὐτὴν ἀεὶ διατηρεῖ φύσιν ἄχραντον καὶ ἀκάκωτον. δῆλον ἄρα, ὡς ἀπὸ μερικῆς ἀρχῆς ὑφέστηκε τὸ κακόν. καὶ ἀπὸ ταύτης πῶς; ἆρα κατὰ προηγουμένην ὑπόστασιν; οὐδαμῶς· τὰ γὰρ οὕτως ὑποστάντα ὥρισται καὶ τέλος ἔχει καὶ κατὰ φύσιν ἐστὶ τῷ γεννήσαντι. κατὰ παρυπόστασιν ἄρα τὸ κακὸν ἐμφύεται ταῖς ψυχαῖς, ἢ κατὰ συμμετρίαν, ἢ κατὰ σύμμιξιν, ἢ ἄλλως ὁπωσοῦν· ὃ δὴ καὶ ὁ Πλάτων εἰδὼς εἶπε τὸ ἵνα τῆς ἔπειτα εἴη κακίας ἀναίτιος· τὸ γὰρ ἔπειτα τὴν ἐπεισοδιώδη τῆς κακίας ὑπόστασιν δηλοῖ καὶ τὴν ἀλλοτρίαν καὶ ἔξωθεν ἐμφυομένην. ἀλλὰ τίς «ἡ διαθεσμοθέτησις»; περὶ γὰρ κακῶν εἴρηται καὶ ἔμπροσθεν. ἦ τὴν μίαν ἐν τῷ δημιουργῷ περιοχὴν σημαίνει τῶν εἰρημένων ἁπάντων νόμων· ὁ γὰρ θεσμὸς ἁπάντων ἐστὶ νόμων περιεκτικός· ὁ μὲν ἐν τῇ Ἀδραστείᾳ καὶ τῶν Κρονίων καὶ τῶν Διίων καὶ τῶν εἱμαρμένων, ὁ δὲ ἐν τῷ δημιουργῷ τῶν ἐγκοσμίων, συνεκτικὸς αὐτῶν ὑπάρχων καὶ ὑποστατικός. ἡ δὲ μετὰ τῆς προθέσεως ἐκφώνησις τὴν διὰ πάντων διήκουσαν ἐπικράτειαν τοῦ θεσμοῦ τούτου σημαίνει καὶ τὴν ἄχρι τῶν ἐσχάτων διεξιοῦσαν πρόνοιαν.
Ἔσπειρε τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς σελήνην, τοὺς δὲ εἰς τὰ ἄλλα ὅσα χρόνου ὄργανα.
Τὴν σπορὰν τῶν ψυχῶν ταύτην οὔτε κατὰ τύχην οἰητέον γίνεσθαι — ποῦ γὰρ ἐν τοῖς ἀεὶ ὡσαύτως ἔχουσι τὸ ἀόριστον παρεμπίπτειν δυνατόν; —, οὔτε ψιλὴν αὐτὴν εἶναι τοῦ γεννήσαντος διανομήν — οὐ γάρ ἐστιν ἑτεροκίνητα τὰ σπειρόμενα οὔτε ἀπροαίρετα —, ἀλλʼ ἄνωθεν μὲν ἐπιτελεῖσθαι κατὰ τὸν δημιουργικὸν νοῦν, συντρέχειν δὲ καὶ τὴν αὐτῶν τῶν ψυχῶν βούλησιν· ἑκάστη γὰρ τὴν οἰκείαν τάξιν καὶ γιγνώσκει καὶ αἱρεῖται καὶ ἑαυτὴν καὶ τὸ ὄχημα τὸ ἑαυτῆς προσιδρύει ταῖς οἰκείαις μοίραις τοῦ παντός, οὔτε ἡ αὐτὴ οὖσα τοῖς θεοῖς, περὶ οὓς σπείρεται, καθάπερ φασί τινες τῷ ὅλῳ ταυτὸν ποιοῦντες τὸ μέρος — συγχεῖται γὰρ οὕτως ἡ τῶν ἡγουμένων καὶ τῶν ἑπομένων τάξις, καὶ τῶν ἀκηράτων ψυχῶν καὶ τῶν μὴ τοιούτων ἡ διακόσμησις ἀναιρεῖται —, οὔτε ἀλλοτρίαις ἑαυτὴν συνάπτουσα μερίσιν ἣ μὲν ἄλλαις, ἣ δὲ ἄλλαις τοῦ παντός — ἡ γὰρ οὐσιώδης ὁμοιότης προηγεῖται τῆς τοιαύτης σπορᾶς. τί γὰρ ἄν τις καὶ αἰτιάσαιτο ταύτης τῆς διαιρέσεως; ἆρʼ ὅτι τὰς μερικὰς ἔδει ψυχὰς ἀσυντάκτους εἶναι πρὸς τὰς ὅλας καὶ τὰ ὀχήματα αὐτῶν ἀπεσχίσθαι τῶν ὅλων περιφορῶν; ἀλλὰ τοῦτο ἀδύνατον· ἕπεται γὰρ πανταχοῦ τὰ μέρη τοῖς ὅλοις. ἀλλʼ ὅτι διάφοροι πρὸς ἀλλήλας αἱ ψυχαί; καὶ πῶς ὅλως διήνεγκαν ἀλλήλων ἐν εἴδεσιν ἀΰλοις ὑφεστῶσαι; ἀλλʼ ὅτι διαφέρουσι μὲν ἀλλήλων, οὐ κατὰ τὰ προηγούμενα δὲ μέτρα τῶν ψυχῶν τῶν θείων διεκρίθησαν; καὶ πῶς ἡ ἄνοδος αὐταῖς καὶ ἡ τελείωσις διʼ αὐτῶν ἐφῆκε; πάντη ἄρα φήσομεν τὴν σπορὰν ταύτην κατὰ νοῦν θεῖον ἀφορίζεσθαι καὶ τέλειον. καὶ τοῦτο μὲν οὕτως ἡμῖν διωρίσθω. Τῶν δὲ καθʼ ἕκαστα τὴν θεωρίαν ἐφεξῆς συνάπτωμεν. προηγεῖται δὴ πάσης τῆς ἄλλης δημιουργίας τῶν νέων θεῶν ἡ σπορὰ τῶν ψυχῶν μετὰ τῶν ὀχημάτων περὶ αὐτούς· δεῖ γὰρ μὴ μόνον ὡς ψυχὰς ἡγεμόνας ἔχειν, ἀλλὰ καὶ ὡς ἐγκοσμίους καὶ ὡς ζῷα λαχούσας διοικεῖν ὑποτάττεσθαί τισι τῶν θείων περιφορῶν. ἐμφαίνει δὲ καὶ διʼ αὐτοῦ τοῦ ὀνόματος ἡ σπορὰ τὴν μεριστὴν διακλήρωσιν τῶν ὀχημάτων καὶ τὴν ἐν ἀφανεῖ περιεχομένην δύναμιν πασῶν τῶν μερικῶν ψυχῶν ἐν ταῖς ὅλαις καὶ τὴν γόνιμον τῶν θείων σωμάτων ἐνέργειαν, καθʼ ἣν ἀπὸ τῆς ἑαυτῶν ζωῆς πληροῦσι τὰ ὀχήματα τὰ μερικὰ τῆς ἑαυτῶν ἰδιότητος· καὶ γὰρ τὰ σπειρόμενα προσλαμβάνοντά τί ἐστι πάντως ἐκ τῆς ὑποκειμένης αὐτοῖς γῆς. ὥστε τοῦτο μὲν ἐκ τῶν εἰρημένων ἁπάντων δῆλον γίγνεσθαι πρῶτον, ὡς οὐ γίγνεται σπορὰ περὶ τὴν τοῦ παντὸς ψυχήν· οὐ γὰρ δεῖ τὴν περὶ ταύτην σπορὰν ἀντιδιαιρεῖν ταῖς ἄλλαις οὐδὲ τὸν ὅλον κόσμον τοῖς αὑτοῦ μορίοις· καὶ γὰρ εἰ δυνατὸν μὲν ὅλην περίοδον τοῦ σφετέρου θεοῦ μένειν ἄνω τὴν μερικὴν ψυχήν, μὴ δυνατὸν δὲ ὅλην περίοδον τοῦ παντὸς ἄνω μένειν αὐτήν, ὡς εἴρηται πρότερον, ἀδύνατον περὶ τὴν τοῦ παντὸς ψυχὴν σπορὰν γεγονέναι ψυχῶν· ἀλλʼ αὕτη μὲν ὡς μονὰς ἐν τῷ κόσμῳ τέτακται — συντεταγμένη γάρ ἐστι μονὰς τῶν ἐγκοσμίων ψυχῶν —, περὶ δὲ αὐτὴν προῆλθεν ἀριθμὸς τῶν θείων ψυχῶν κατανειμάμενος αὐτῆς τὰς δυνάμεις· ἐφʼ ἑκάστῳ γὰρ τῶν θείων σωμάτων δύναμις ἐφέστηκε τῆς ὅλης ψυχῆς. περὶ δὲ τὸν ἀριθμὸν τοῦτον τὰ κρείττονα ἡμῶν γένη καὶ αἱ μερικαὶ ψυχαὶ διῄρηνται τὴν ὀπαδῶν ἔχουσαι τάξιν. δεύτερον δὲ τὸ καὶ ἐν τοῖς ὑπὸ σελήνην καθʼ ἕκαστον στοιχεῖον ψυχῶν γεγονέναι σπορὰν καὶ ἐν ταῖς οὐρανίαις σφαίραις καὶ τοῖς ἄστροις. εἴρηται δὲ πρότερον, περὶ τίνα γέγονεν ἡ νομὴ τῶν ψυχῶν· ὥστε καὶ ἡ σπορὰ περὶ τὰ ὀχήματα ἐκείνων· συντελεῖ γὰρ πάντα περὶ τὴν τοῦ χρόνου γένεσιν, τὰ μὲν καθʼ ἑαυτά, τὰ δὲ μετὰ τῶν ὅλων, ὥσπερ τὰ ἄστρα, καὶ ἔστι πάντα ὄργανα χρόνου· καὶ γὰρ πάντες οἱ ἀπλανεῖς καὶ πᾶς ἐγκόσμιος θεὸς κινούμενοι κατὰ κύκλον πάντως ἔχουσι περιοδικοὺς χρόνους, καθʼ οὓς ὁ πᾶς μετρεῖται χρόνος τοῦ κοσμικοῦ βίου, καὶ κοινὰς ἔχουσι πρὸς ἐκεῖνον καὶ πρὸς ἀλλήλους ἀποκαταστάσεις. αὐτὸς δὲ τούτων μόνων ἐμνημόνευσεν, ὧν εἶχεν ἐκ τῆς αἰσθήσεως τοὺς ἀποκαταστατικοὺς χρόνους, διελὼν δὲ τὸν κόσμον εἴς τε οὐρανὸν καὶ γένεσιν παρέλαβεν ἀφʼ ἑκατέρου τὸ ἔσχατον κατὰ τὴν θέσιν, σελήνην καὶ γῆν, καὶ ἠρκέσθη τούτοις, διότι περὶ τῆς τῶν ἐσχάτων ἦν ψυχῶν διαιρέσεως ὁ λόγος καὶ περὶ τῆς τῶν μερικωτάτων ὀχημάτων σπορᾶς, ἃ καὶ μεταβάλλειν πέφυκε καὶ πελάζειν τοῖς παχυτάτοις τῶν ὄγκων καὶ δύνειν κατʼ αὐτῶν. τρίτον δὲ ἐπὶ τούτοις κἀκεῖνο γιγνώσκειν ἄξιον, ὅτι σπείρεται ὀχήματα καὶ περὶ τοὺς ἀπλανεῖς ἀστέρας· πᾶσα γὰρ τοῦ κόσμου μερὶς πλήρης ἐστὶ ψυχῶν μερικῶν ὑπεστρωμένων τοῖς διαζωσαμένοις αὐτὴν θεοῖς καὶ συνεπομένη τοῖς ἐξημμένοις αὐτῶν δαίμοσιν. εἰ δὲ ὑπὲρ τὴν Κρονίαν σφαῖραν γίγνεταί τι τῶν μερικῶν τούτων σωμάτων ἢ πάντα ἐν ταῖς πλανωμέναις ἐστὶ κατʼ οἰκειότητα τεταγμένα τῶν ἀπλανῶν ἄστρων, ἐπιστάσεως ἄξιον· ἐπεὶ καὶ αὐτῶν τῶν πλανωμένων ἄλλους πρὸς ἄλλα τῶν ζῳδίων ᾠκειῶσθαί φασιν οἱ ταῦτα δεινοί. θαυμαστὸν οὖν οὐδέν, εἰ ἐν ταῖς πλανωμέναις ὄντα τὰ τῶν ψυχῶν ὀχήματα συμπεριάγοιτο τὰ μὲν ἄλλοις, τὰ δὲ ἄλλοις τῶν ἀπλανῶν ἀστέρων· εὐλογώτερον γὰρ τοῦτο μᾶλλον ἄν τις δόξειεν, ἢ καὶ ὑπὲρ τὴν Κρονίαν αὐτὰ σφαῖραν ποιεῖν· τῇ γὰρ ποικιλίᾳ τῆς ζωῆς καὶ τῇ εἰς γένεσιν ῥοπῇ καὶ τῇ συμμίκτῳ φύσει τῶν κυκλοφορουμένων καὶ τῶν εὐθυπορούντων οἰκειότερος οὗτος ὁ τόπος. κάλλιον δὲ λέγειν, ὅτι καὶ περὶ τοὺς ἀπλανεῖς γίνεται σπορὰ τῶν ὀχημάτων, καὶ ὅτι ἄνεισι καὶ μέχρι τῆς σφαίρας ἐκείνης τὰ κεκαθαρμένα καὶ ἀστροειδῆ καὶ εὔλυτα, ζωὴν ἁπλῆν ἔχοντα καὶ κίνησιν τὴν περὶ νοῦν καὶ φρόνησιν, ἑπόμενα τῇ ταὐτοῦ περιόδῳ· γελοῖον γὰρ ἢ τῆς περὶ ἐκεῖνα νεμηθείσης ψυχῆς περὶ ἄλλο γεγονέναι τὴν σποράν — ὡς γὰρ ἡ ψυχὴ πρὸς τὴν ψυχήν, οὕτω καὶ τὸ ὄχημα τῷ ὀχήματι συμμιγές —, ἢ τὴν σπαρεῖσαν ἐκεῖ μὴ καὶ ἀνιέναι μέχρις ἐκείνων, πανταχοῦ τῶν μερῶν πρὸς τὰ ὅλα ἐπειγομένων, ὅταν ἔχῃ κατὰ φύσιν, καὶ φερομένων ἐπʼ αὐτά, εἰ μὴ τύχοι διαλυθέντα ὑπὸ τῶν ἀλλοτρίων, διʼ ὧν φέρεται πρὸς αὐτά, τῶν ψυχικῶν ὀχημάτων ἀλύτων ὄντων καὶ ἀθανάτων διὰ τὴν ἀπὸ τοῦ ἑνὸς δημιουργοῦ γένεσιν. ταῦτά τε οὖν μᾶλλον ἐγκριτέα, συμβαίνοντα τοῖς περὶ τῆς νομῆς καὶ τῆς σπορᾶς ὑπʼ αὐτοῦ διατεταγμένοις, ἀμφοῖν περὶ τοῦ δημιουργοῦ γενομέναιν, καὶ ὡς, ἐπειδὴ τῶν ψυχῶν ἐστι μετὰ τῶν ὀχημάτων ἡ σπορὰ καὶ οὐ μόνων τῶν ψυχῶν, ὡς ἡ νομὴ πρότερον, εἰκότως εἶπε τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς σελήνην σπαρῆναι ἐνδεικνύμενος, ὡς ἑκάστη τούτων τῶν ψυχῶν ἤδη ἄνθρωπός ἐστι καὶ ὁ πρῶτος ἄνθρωπος, κἀνταῦθα τοῦ ὁρισμοῦ κρατοῦντος, ὡς ἄρα ἄνθρωπός ἐστι ψυχὴ σώματι χρωμένη ἀθάνατος ἀθανάτῳ, ὃν καὶ χωρίσαι δεῖ τοῦ θνητοῦ παντός, ἵνα γένηται ὃς ἦν πρὸ τῆς εἰς γένεσιν πτώσεως. ἀνθρώπους ἤδη ὄντας σπείρων, ἀλλʼ οὐ ψυχὰς εἰκότως εἴρηται τοὺς μὲν εἰς γῆν σπείρειν, τοὺς δὲ εἰς σελήνην. ταῦτά τε οὖν συννοητέα μετὰ τῶν ἔμπροσθεν καὶ ὅτι οὐδέποτʼ ἂν ὑπερκόσμια γένοιτο, οὐδὲ καθʼ οὕς εἰσιν ἐπέκεινα τῶν ἀπλανῶν ἄλλαι σφαῖραι, εἰ καὶ τὰ ἀκρότατα καὶ τὰ ἁπλούστατα τῶν ὀχημάτων μετέχει τῆς αἰθερίας αὐγῆς. ἄλλη δὲ ἡ νομὴ τῆς σπορᾶς· ἣ μὲν γάρ ἐστι μόνων τῶν ψυχῶν, ἣ δὲ μετὰ τῶν ὀχημάτων. διὸ καὶ ἐκεῖ μὲν εἶπεν· ἔνειμεν ἑκάστην πρὸς ἕκαστον, ἐνταῦθα δέ· ἔσπειρε τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς σελήνην, ὡς ἤδη τὸν ἀνθρώπειον λόγον αὐτῶν προβαλλουσῶν· καὶ γὰρ ἐκεῖ ὁ ἄνθρωπός ἐστι ψυχὴ σώματι χρωμένη, κἀκεῖνος ὁ ἄνθρωπος ἀΐδιος. ἄλλης δʼ οὖν ἑκατέρας οὔσης καὶ τῆς μὲν εἰς τὰ ἄστρα γεγονέναι ῥηθείσης, τῆς δὲ εἰς τὰ ὄργανα τοῦ χρόνου, δόξειεν ἂν εἰς ἄλλα καὶ ἄλλα ἑκατέρα γενέσθαι· οὔτε γὰρ ἡ γῆ ἄστρον, ὥστʼ οὐκ ἂν εἴη νομὴ περὶ αὐτήν, οὔτε τὰ ἀπλανῆ ὄργανα εἴρηται χρόνου, ὥστʼ οὐκ ἂν εἴη σπορὰ περὶ αὐτά, μόνα δὲ τὰ πλανώμενα καὶ ἄστρα ἐστὶ καὶ ὄργανα χρόνου, ὥστε περὶ ταῦτα ἄμφω, καὶ ἡ νομὴ καὶ ἡ σπορά. ὅτι δὲ ἄτοπον μὴ εἶναι περὶ ταῦτα ἄμφω δῆλον· εἰ γὰρ ὁ δημιουργὸς καὶ ὃ νέμει καὶ ὃ σπείρει, κατʼ οὐσίαν ἄμφω ταῖς ψυχαῖς ὑπάρχει, καὶ εἰ τοῦτο, δεῖ περὶ ταὐτὸν ἄμφω, ἵνα καὶ ἡ ἀποκατάστασις εἰς ἓν ᾖ πάσης καὶ μὴ εἰς τὸ σύννομον ἄστρον ἀποκαταστᾶσα διὰ τὴν νομὴν εἰς ἄλλο ἀναγκάζηται ἀποκαθίστασθαι διὰ τὴν εἰς ἐκεῖνο σποράν· οἰκεῖον γὰρ τὸ σπειρόμενόν ἐστι τῷ περὶ ὃ ἔσπαρται κατʼ οὐσίαν. εἰ δὴ ταῦτα ἀληθῆ, καὶ τὴν γῆν ἄστρον τι ῥητέον, οὐ κατὰ τὸν φαινόμενον ὄγκον, ἀλλὰ κατὰ τὸ αἰθέριον αὐτῆς ὄχημα ἀστροειδὲς ὄν — ὅπου καὶ τὸ ἡμέτερον τοιοῦτόν ἐστι —, καὶ τοὺς ἀπλανεῖς συναπεργάζεσθαι χρόνον· εἴρηται γὰρ ἤδη τὸ αἴτιον, διὸ τὰ πλανώμενα μόνα συναπεργάζεσθαι χρόνον εἶπε. κἀκεῖνα οὖν, καθʼ ὅσον ἔχει περιόδους, εἰ καὶ ἀγνώστους ἡμῖν, πάντως μετρεῖ τὸν ὅλον χρόνον, ἄλλα ἄλλως· οὐ γὰρ ἡ αὐτὴ πάντων ἀποκατάστασις· ἀλλʼ ἐκ τῆς αἰσθήσεως οὐδὲν ἔχομεν τῆς περιφορᾶς αὐτῶν ὡς τῶν πλανωμένων τεκμήριον. πᾶσαι οὖν τοῦ κόσμου μερίδες ὑπεδέξαντο μερικὰς ψυχὰς ἐσπαρμένας καὶ πᾶς ἐγκόσμιος θεὸς ἀγελάρχης ἐστὶ ψυχῶν μερικῶν καὶ νεμηθεισῶν καὶ ἐσπαρμένων περὶ αὐτὸν κατὰ τὸν νοῦν τὸν δημιουργικόν. ὁ δὲ Πλάτων τὴν μὲν εἶπεν ἰδίως περὶ τὰ ἄστρα γενέσθαι, τὴν δὲ περὶ τὰ ἔσχατα τῶν ὅλων σελήνην καὶ γῆν, ἐνδεικνύμενος τὴν ἑκατέρων ἀξίαν, ὡς τῆς μὲν θειοτέρας οὔσης — ἀσώματος γάρ —, τῆς δὲ καταδεεστέρας — μετὰ σωμάτων γὰρ ἡ σπορά. τούτων δὲ ἔνδειξις ἡ ἀποδιάληψις τῶν τε τῆς νομῆς καὶ τῆς σπορᾶς προηγουμένων αἰτίων, ἑκατέρας εἰς ταῦτα γενομένης, δηλοῦσα τὴν πρὸς ἀλλήλας αὐτῶν διαφοράν. κἂν ᾖ τοίνυν νομὴ ψυχῆς περὶ γῆν, ἀλλʼ ἔστι καθʼ ὅσον ἔχει τι ἀστροειδὲς ἡ γῆ καὶ ἀσώματον, κἂν ᾖ σπορὰ περὶ ἄστρον, ἀλλὰ καθʼ ὅσον ἔχει τι τῇ γῇ οἰκεῖον· τοῦτο δέ ἐστι σωματικόν. καὶ δὴ καὶ ἐπὶ τῆς σπορᾶς παρείληπται γῆ καὶ σελήνη διὰ τὴν πρὸς ἀλλήλας οἰκειότητα· κοινὸν γὰρ αὐταῖς τὸ σκιὰν ποιεῖν, καὶ ὅπερ ἐν τοῖς ὅλοις ἡ γῆ, τοῦτο ἐν τοῖς οὐρανίοις ἡ σελήνη· ὥστε καὶ ἀποκατάστασις εἴη ἂν εἰς τὴν γῆν τῶν εἰς αὐτὴν σπαρέντων καὶ λήξεις ἐν αὐτῇ. εἰ δὲ ἐν Φαίδρῳ τὰς ἀμείνους τῶν λήξεων οὐρανίας εἶπε, τὰς δὲ ἐσχάτας ὑπὸ γῆν, οὐ θαυμαστόν· τὰς γὰρ ἄκρας μόνως εἰπεῖν ἠθέλησε, μήτε ἀερίων μνησθεὶς λήξεων εὐμοίρων μήτε χθονίων. διὸ καὶ τῶν ἐσχάτων μεμνημένος οὐχ ἁπλῶς εἶπεν αὐτὰς χθονίας, ἀλλʼ ἐκ τῶν ὑπὸ γῆς δικαστηρίων ἐδήλωσεν, ἄλλων οὐσῶν τῶν θείων ἐν γῇ λήξεων, καθόσον καὶ αὕτη θεός, καὶ τῶν κολαστικῶν. τὴν δʼ οὖν νομὴν καὶ σποράν, ὥσπερ εἴρηται, διακριτέον· μάλιστα γὰρ ἡ σπορὰ σωματικοῖς προσήκει τισίν, ἡ δὲ νομὴ διαφερόντως ἀσωμάτοις, κατʼ εἶδος οὖσα διάκρισις, ἀλλʼ οὐχὶ θέσις ἄλλων ἐν ἄλλοις ὡς ἡ σπορά. ἐπειδὴ δὲ εἴπομεν τὸ τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς σελήνην ὡς ἐπὶ ἀνθρώπους τὴν ἀναφορὰν ἔχειν, ὅτι μὲν οἶδεν ὁ Πλάτων ἄνθρωπον ὄντα τὴν ἀθάνατον ψυχὴν τῷ ἀθανάτῳ ὀχήματι χρωμένην, ἐκ τοῦ Πολιτικοῦ ληπτέον — ἐκεῖ γὰρ εἶπεν εἶναι τὰς ψυχὰς «ἀνθρώπους» ἐν τῇ Κρονίᾳ περιόδῳ, καθʼ ἣν ζῇ μόνον τὸ ἀθάνατον ἡμῶν —, ὅτι δὲ καὶ ἄλλον οἶδεν ἄνθρωπον τὴν ψυχὴν τὴν τῷ μέσῳ χρωμένην ὀχήματι ἐκ τοῦ Φαίδωνος, ὅπου φησὶν ἐπʼ ἄκρας τῆς γῆς οἰκεῖν «ἀνθρώπους» πολυχρονιωτέρους τῶν τῇδε ἀνθρώπων. ἀλλὰ μὴν καὶ τὸν μετὰ τοῦδε τοῦ σώματος ἔσχατον ἄνθρωπον οἶδε καὶ πανταχοῦ ψυχὴ κατʼ αὐτόν ἐστιν ὁ ἄνθρωπος σώματι χρωμένη, ἀλλʼ ἢ τῷ ἀθανάτῳ ἢ τῷ δευτέρῳ ἢ τῷ συνθέτῳ, καὶ προστιθέντες τὴν διαφορὰν τοῦ σώματος καὶ τοῦ χρωμένου ἕξομεν ὁρίζεσθαι τὸν ἄνθρωπον.
Τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παραδέδωκε θεοῖς.
Τίς μὲν ὁ σπόρος καὶ ὅθεν προσγίνεται ταῖς ψυχαῖς καὶ ὡς ἕτερος οὗτός ἐστι παρὰ τὴν διανομὴν καὶ ὅτι τῆς μεριστῆς οὕτω δημιουργίας ἴδιον, πολλάκις ὑπέμνησται διὰ τῶν εἰρημένων. τίνες δὲ οἱ νέοι θεοί, νυνὶ ῥητέον· ὅτι μὲν γὰρ οἱ ἐγκόσμιοι θεοὶ νέοι προσαγορεύονται, δῆλον. ἐοίκασι δὲ οὕτω κεκλῆσθαι παρὰ τοῦ Πλάτωνος ἢ πρὸς τὸ πρεσβεῖον παραβαλλόμενοι τῆς ἀφανοῦς δημιουργίας καὶ τὴν ὑπεροχὴν τῆς ἐν ἐκείνῃ δυνάμεως καὶ τὴν τελειότητα τῆς νοήσεως τὸ γὰρ νοερώτερον παρὰ τοῖς θεοῖς πρεσβύτερον· ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει, φησὶν Ὅμηρος ἢ διότι τὴν γένεσιν ἀεὶ νέαν ποιοῦσι καὶ γηρῶσαν αὐτὴν καὶ ἀσθενοῦσαν διὰ τὴν ὑποκειμένην φύσιν πάλιν ἀνακαλοῦνται πρὸς τὸ κατὰ φύσιν, τῇ ἑαυτῶν κινήσει λόγων παντοίων καὶ δυνάμεων ἀπορροίας εἰς αὐτὴν καταπέμποντες καὶ ἀεὶ νέαν αὐτὴν ἀπεργαζόμενοι.
ἢ διότι νοερὰς ἔχοντες ἑαυτῶν ἐξημμένας οὐσίας τῇ νοήσει διαιωνίως ἀκμάζουσιν· οἰνοχοεῖ γοῦν αὐτοῖς ἡ Ἥβη, καὶ πίνοντες τὸ νέκταρ, φασὶν οἱ ποιηταί, καὶ τὸν ὅλον αἰσθητὸν κόσμον ὁρῶσιν· ἀτρέπτοις οὖν καὶ ἀκλινέσι νοήσεσι χρώμενοι πληροῦσι τὰ πάντα τῆς ἑαυτῶν δημιουργικῆς προνοίας. ἢ καὶ ὅτι σύνεστιν αὐτοῖς Κουρητικὴ θεότης, τῇ μὲν νοήσει τὸ ἄχραντον ἐπιλάμπουσα, τῇ δὲ κινήσει τὸ ἀκαμπές, ἀμείλικτον δὲ ὅλοις αὐτοῖς χορηγοῦσα δύναμιν, διʼ ἣν ἑαυτῶν ὄντες τὰ ὅλα ποδηγετοῦσιν. ἢ τό γε πάντων ἀληθέστατον, ὅτι καὶ ἡ μονὰς αὐτῶν νέος καλεῖται θεός· τὸν γὰρ Διόνυσον οἱ θεολόγοι ταύτῃ τῇ προσηγορίᾳ κεκλήκασιν, ὃ δέ ἐστι πάσης τῆς δευτέρας δημιουργίας μονάς· ὁ γὰρ Ζεὺς βασιλέα τίθησιν αὐτὸν ἁπάντων τῶν ἐγκοσμίων θεῶν καὶ πρωτίστας αὐτῷ νέμει τιμάς, καίπερ ἐόντι νέῳ καὶ νηπίῳ εἰλαπιναστῇ. διὰ δὴ τοῦτο καὶ τὸν Ἥλιον νέον θεὸν εἰώθασι καλεῖν — καὶ νέος ἐφʼ ἡμέρῃ Ἥλιος, φησὶν Ἡράκλειτος —, ὡς Διονυσιακῆς μετέχοντα δυνάμεως. ἢ τό γε ταῖς Πλατωνικαῖς ἀρχαῖς οἰκειότατον, καὶ ὅτι σώματα αὐτῶν ἐξῆπται γένεσιν ἔχοντα, καὶ οὐκ ἐν αἰῶνι τὴν ὕπαρξιν ἔλαχον, ἀλλὰ κατὰ τὸν ὅλον χρόνον. νέοι οὖν εἰσιν οὐχ ὡς ἀρξάμενοί ποτε εἶναι, ἀλλʼ ὡς ἀειγένητοι καί, ὡς εἴρηται πρότερον, ἐν τῷ ποτὲ εἶναι ὑφεστῶτες. πᾶν γὰρ τὸ γιγνόμενον ὅσον ἴσχει τοῦ εἶναι, ποτὲ ἴσχει καὶ οὐχ ὁμοῦ πᾶν, οὐδὲ τὴν ἀπειρίαν ὅλην παροῦσαν, ἀλλʼ ἀεὶ χορηγουμένην. οὕτως οὖν νέοι λέγονται, ὡς τῷ χρόνῳ συμπαρατεινομένην λαχόντες τὴν ὑπόστασιν καὶ ἀεὶ γιγνόμενοι καὶ ἐπισκευαστὴν ἀθανασίαν ἔχοντες.
Σώματα πλάττειν θνητά, τό τε ἐπίλοιπον, ὅσον ἔτι ἦν ψυχῆς ἀνθρωπίνης προσγενέσθαι δέον, τοῦτο καὶ πάνθʼ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν.
Ἡ μὲν παράδοσις τῆς δημιουργίας δυνάμεών ἐστι δημιουργικῶν μετάδοσις καὶ ἀπογέννησις ἐξῃρημένη πάντων, ὧν ἡ δευτέρα δημιουργία ποιεῖ προσεχῶς, καὶ πρόοδος τῆς ποιήσεως ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς καὶ διαίρεσις τῆς ἑνοειδοῦς δυνάμεως εἰς τὴν πληθυομένην προστασίαν τοῦ κόσμου. ἡ δὲ τῶν σωμάτων πλάσις ἀφομοιοῖ τοὺς νέους θεοὺς τῇ δημιουργίᾳ τῇ ἀφανεῖ — καὶ γὰρ ἐκείνη τῶν ὅλων ἦν αἰτία σωμάτων. ὥσπερ οὗτοι τῶν μερικῶν — μετὰ τοῦ καὶ τὴν ὕφεσιν συνεμφαίνειν· οὐ γάρ εἰσι σώματος οὗτοι ποιητικοὶ καὶ πλάσται — τούτου γὰρ ὁ δημιουργὸς αἴτιος —, ἀλλὰ σωμάτων μερικῶν, ἃ τοιάδε σώματά ἐστι, διὸ τὸ μὲν σῶμα ἁπλῶς ἀγένητον ὡς ἀπὸ χρόνου καὶ ἄφθαρτον, ὥσπερ καὶ Ἀριστοτέλει δοκεῖ — κενὸν γὰρ ἔσται, εἰ γίγνοιτο σῶμα ἐξ οὐ σώματος —, τὸ δὲ τοιονδὶ σῶμα φθαρτόν, καὶ οὐδὲ τοῦτο σύμπαν, ἀλλὰ τὸ μερικόν· τὰ γὰρ ὅλα στοιχεῖα παρὰ τῆς ὅλης δημιουργίας ὑφέστηκεν. ἡ δὲ τῆς λοιπῆς ψυχῆς τοῦ ἀνθρώπου προσάρτησις ἀφομοιοῖ τοὺς ἐγκοσμίους τῇ πατρικῇ δυνάμει· τὸ γὰρ ζωὴν ἀπογεννᾶν ἐστι πατρός· ἐπεὶ καὶ ὁ πρῶτος πατὴρ ζωῆς αἴτιος καὶ πᾶς πατήρ, ὁ μὲν νοητὸς τῆς νοητῆς, ὁ δὲ νοερὸς τῆς νοερᾶς, ὁ δὲ ὑπερκόσμιος τῆς ὑπὲρ τὸν κόσμον, ὥστε καὶ ἐγκόσμιοι πατέρες εἰσὶν οἱ τὴν σωματικὴν ἀπογεννῶντες ζωήν. ἡ δὲ τῶν ἀκολούθων τούτοις δημιουργία τὴν τῶν ζῴων τῶν μερικῶν παράγει φύσιν· ἐκ γὰρ ψυχῆς καὶ σώματος τὸ μερικόν ἐστι τοῦτο ζῷον, ὃ προσήρτηται τῇ ἀθανάτῳ ψυχῇ. πρὸς δὲ τοῦτο καὶ ἡ τῶν ἄλλων βλέπει δημιουργία· τοῦ γὰρ ὅλου χάριν ἀπογεννᾶται καὶ τὰ μέρη. καὶ μὴν καὶ ἡ ἀρχὴ τὴν προνοητικὴν τῶν θεῶν ἐπιστασίαν καὶ τὴν συνεκτικὴν δύναμιν καὶ τὰς φρουρητικὰς ἀνεγείρει περιοχάς· ἄνευ γὰρ τούτων τάχιστα ἂν εἰς τὸ μὴ ὂν οἴχοιτο καὶ τὰ πεπλασμένα σώματα καὶ τὸ θνητὸν εἶδος τῆς ζωῆς. πρὶν οὖν καὶ γένηται ταῦτα, φύλακας αὐτῶν καὶ σωτῆρας τοὺς ἄρχοντας ἀποτελεῖ θεούς. εἰσὶν οὖν ἐν τοῖς νέοις θεοῖς καὶ δημιουργικαὶ δυνάμεις, καθʼ ἃς εἰδοποιοῦσι τὰ γιγνόμενα, καὶ ζῳογόνοι, καθʼ ἃς τὴν δευτέραν ὑφιστᾶσι ζωήν, καὶ τελεσιουργοί, διʼ ὧν τὸ ἐλλεῖπον ἀναπληροῦσι τῆς γενέσεως, καὶ ἄλλαι τούτων πλείους ἀπεριήγητοι ταῖς ἡμετέραις ἐπινοίαις.
Καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, ὅ, τι μὴ κακῶν ἑαυτῷ γίγνοιτο αἴτιον.
Τῆς μὲν παραδόσεως τοῦ ἑνὸς δημιουργοῦ τοῖς νέοις θεοῖς τρεῖς εἶναι τοὺς καλλίστους ὅρους οἰητέον, τὴν τοῦ παραδιδόντος ἀγαθοειδῆ βούλησιν, τὴν τῶν παραδεχομένων τελείαν δύναμιν, τὴν πρὸς ἄλληλα τούτων ἀμφοτέρων συμμετρίαν. τῆς δὲ αὐτῶν τῶν νέων θεῶν δημιουργικῆς ποιήσεως τρία πάλιν τὰ μέγιστα στοιχεῖα καταθεατέον, τὴν πρὸς τἀγαθὸν ἀναγωγήν, τὴν πρὸς τὸ νοητὸν κάλλος ἐπιστροφήν, τὴν ἀπόλυτον δύναμιν καὶ πάντων κρατεῖν τῶν διοικουμένων ἱκανήν· ὥσπερ γὰρ αὐτὸς ὁ Φάνης ὁ τῶν ὅλων δημιουργὸς τὸν σύμπαντα κόσμον κάλλιστον καὶ ἄριστον εἰς δύναμιν ἀπέφηνεν, οὕτω δὴ βούλεται καὶ τοὺς δευτέρους δημιουργοὺς κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, κάλλος μὲν αὐτοῖς ἀπὸ τῶν νοητῶν ἐποχετεύων, ἀγαθοειδοῦς δὲ δυνάμεως ἀποπληρῶν αὐτοὺς καὶ βουλήσεως, οἵαν καὶ αὐτὸς ἔχων τὸν ὅλον ἐδημιούργησε κόσμον· οὕτω γὰρ ἂν καὶ ἡ γένεσις μετάσχοι κάλλους καὶ ἀγαθότητος ὡς πέφυκεν, εἰ οἱ συνέχοντες αὐτὴν θεοὶ τῷ καλῷ καὶ τῷ ἀγαθῷ διαπρέποντες κοσμοῖεν αὐτήν. εἰ δὲ τοιαύτην ἔχουσι καὶ οἱ δεύτεροι δημιουργοὶ φύσιν, οὐδὲν κακὸν οὐδὲ παρὰ φύσιν ἀπὸ τῶν οὐρανίων γίγνεται θεῶν, οὐδὲ χρὴ ταύτῃ διαιρεῖν τοὺς ἐν οὐρανῷ θεούς, ὡς οἱ πολλοὶ λέγουσιν, οὐδʼ ἔστι θεῶν ὄντων ὃ μὲν ἀγαθουργός, ὃ δὲ κακοποιός, ἀλλὰ τῶν κακῶν ἑαυτῷ τὸ θνητὸν ζῷον αἴτιον· κακὸν γὰρ ὄντως ἐστὶν οὐ νόσος οὐδὲ πενία οὐδὲ ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ πονηρία ψυχῆς καὶ ἀκολασία καὶ δειλία καὶ ἡ ξύμπασα κακία. τούτων δὲ ἡμεῖς ἑαυτοῖς αἴτιοι· κἂν γὰρ παρʼ ἄλλων εἰς ταῦτα συνωθούμενοι πάσχωμεν κακῶς, ἀλλὰ διʼ ἑαυτοὺς πάλιν· κύριοι γάρ ἐσμεν τοῖς ἀγαθοῖς ὁμιλεῖν καὶ χωρίζεσθαι τῶν κακῶν. οὐκ ἄρα κατὰ Πλάτωνα τῶν θεῶν οἰησόμεθα τοὺς μὲν κακοποιούς, τοὺς δὲ ἀγαθοποιούς, ἀλλὰ πάντας ἀγαθῶν τοῖς θνητοῖς πάντων ὧν δύνανται δέξασθαι χορηγούς, οὐδὲ γίγνεσθαι ἐκεῖθεν τὰ ὄντως κακά, ἀλλὰ σημαίνεσθαι μόνον, ὡς καὶ ἔμπροσθεν εἴρηται, φόβους καὶ σημεῖα προτεινόντων τοῖς ὁρᾶν δυναμένοις καὶ ἀναγιγνώσκειν τὰ ἐν τῷ παντὶ γράμματα, ὅσα καὶ οἷα κινούμενοι γράφουσιν οἱ τῶν θνητῶν πλάσται τοῖς ἑαυτῶν σχηματισμοῖς, κἂν γίνηται δέ τι τῶν λεγομένων κακῶν ἐκεῖθεν, οἷον δειλός τις ἢ ἀκόλαστος ἐκ τῆς τῶν οὐρανίων κινήσεως, ἄλλως ἐκείνων δρώντων ἄλλως μετέχεσθαι ὑπὸ τῶν ψυχῶν· καὶ γὰρ νοῦ, φησὶν ὁ Πλωτῖνος, ἀπόρροια γίνεται πανουργία, τοῦ δεξαμένου κακῶς ὑποδεξαμένου τὴν ἀπόρροιαν, καὶ φιλοκάλου ζωῆς δόσις ἀκολασία, διὰ τὴν ὁμοίαν αἰτίαν, καὶ ὅλως ἀγαθοειδῶς ἐκείνων ποιούντων τὸν ἐναντίον τρόπον ὑπὸ τῶν τῇδε μετέχονται αἱ ἐκείνων δόσεις, ὥστʼ οὐκ αἰτιατέον τῶν κακῶν τοὺς διδόντας ἀγαθοειδῶς διδόντας, ἀλλὰ τοὺς δεχομένους παρατρέποντας τὰς δόσεις ταῖς ἑαυτῶν ἀνεπιτηδειότησι. ταῦτα καὶ ὁ παρʼ Ὁμήρῳ Ζεὺς αἰτιᾶται τὰς ψυχάς, ὡς μάτην αἰτιωμένας θεούς, αὐτὰς δὲ ἑαυταῖς αἰτίας τῶν κακῶν· θεοὶ γὰρ ἀγαθῶν εἰσι χορηγοὶ καὶ νοῦ καὶ ζωῆς ἀποπληρωταί, κακοῦ δὲ οὐδενός· ὅπου γὰρ οὐδὲ ἡ μερικὴ φύσις αἰτία τῷ ἑαυτῆς γεννήματι κακοῦ — τὸ γοῦν παρὰ φύσιν αὐτὸ τοῦτο, ὃ λέγεται, παρὰ φύσιν ἔσται καὶ οὐ κατὰ φύσιν —, τί χρὴ οἴεσθαι περὶ αὐτῶν τῶν θεῶν; οὐ πολλῷ μᾶλλον ἐκείνους ἀγαθῶν αἰτίους εἶναι τοῖς ἑαυτῶν δημιουργήμασι; καὶ πῶς οὐ πολλῷ μᾶλλον παρʼ οἷς ἡ δύναμις, παρʼ οἷς ἡ αὐτοτελὴς φύσις, παρʼ οἷς ἡ σύμπασα ἀγαθότης, οἷς ἐναντίον ἐστὶ τὸ κακόν; ἀδύναμον γὰρ καὶ ἀτελὲς καὶ ἀμέτρητόν ἐστι κατὰ τὴν αὑτοῦ φύσιν.
Καὶ ὁ μὲν δὴ ταῦτα πάντα διατάξας ἔμενεν ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει.
Πανταχοῦ μετὰ τὴν πολλὴν διέξοδον τῶν λόγων ἐν συμπεράσμασι καὶ συγκεφαλαιώσεσι περιλαμβάνει τὸ πλῆθος τῶν λόγων· οἶδε γάρ, ὅτι καὶ ἐν τῷ δημιουργῷ τὸ πλῆθος τῶν νοήσεων μία περιείληφε νόησις καὶ τὰς πολλὰς δυνάμεις μία συνέχει δύναμις, καὶ τὰς διῃρημένας αἰτίας ἡ μονοειδὴς αἰτία συνάγει πρὸς μίαν ἕνωσιν. καὶ τὸ διαθεσμοθετήσας οὖν πάντα αὐτοῖς ταῦτα καὶ τὸ ὁ μὲν δὴ ταῦτα πάντα διατάξας ἐπάγει τὴν διωρισμένην ἐνέργειαν τοῦ δημιουργοῦ πρὸς τὴν ἡνωμένην αἰτίαν. ἔτι δὲ τὸ μὲν πάντα τὸ συμπεπληρωμένον τοῖς οἰκείοις ἅπασιν ὅροις δηλοῖ, τὸ δὲ διατάξας τὴν διʼ ὅλων τῶν ὄντων διήκουσαν τάξιν, ἣν ὁ δημιουργὸς ἐπέθηκε τοῖς τε ἐγκοσμίοις θεοῖς καὶ ταῖς μερικαῖς ψυχαῖς, τοὺς μὲν δημιουργοὺς ἀποφήνας, ταῖς δὲ τοὺς εἱμαρμένους νόμους ἐγγράψας. καὶ μὴν καὶ τὸ ἔμενεν οὐ τὴν στάσιν δηλοῖ καὶ τὴν ἀπαρέγκλιτον νόησιν, ἀλλὰ τὴν ἵδρυσιν τὴν ἐν τῷ ἑνί· κατὰ γὰρ ταύτην ἐξῄρηται τῶν ὅλων καὶ κεχώρισται καὶ τῶν νοούντων αὐτῶν. ἡ δὲ ἵδρυσις αὕτη διαιώνιός ἐστι καὶ ἀεὶ ὡσαύτως ἑστῶσα. ταῦτα οὖν ἐνδείκνυται καὶ τὸ «ἦθος» καὶ τὸ κατὰ τρόπον, τὸ μὲν ταὐτότητα τῆς μονῆς, τὸ δὲ τὴν ἰδιότητα τῆς δημιουργικῆς μονῆς ἐμφαῖνον· ὁ γὰρ «τρόπος» τῆς ἰδιότητός ἐστι σημαντικός· ἄλλο γὰρ τὸ συνοχικῶς μένειν, ἄλλο τὸ ἀτρέπτως, ἄλλο τὸ δημιουργικῶς.
Μένοντος δὲ νοήσαντες οἱ παῖδες τὴν τοῦ πατρὸς τάξιν ἐπείθοντο αὐτῇ.
Ὅταν ὁ δημιουργὸς λέγῃ, τότε ἀκροατῶν ἔχουσι τάξιν οἱ νέοι θεοί, καὶ ὅταν ἐκεῖνος νοῇ, τότε μανθάνουσιν οὗτοι· διανοητικὴ γὰρ ἡ μάθησις. ὅταν δὲ ἐκεῖνος μένῃ κατʼ αὐτὴν τὴν ἕνωσιν, νοοῦσιν οἱ παῖδες· ἀεὶ γὰρ τὴν ὑφειμένην δέχονται πρὸς αὐτὸν τάξιν, καὶ ὡς μὲν πληρούμενοι παρʼ αὐτοῦ σῴζουσι τὴν τῶν ἀκουόντων πρὸς αὐτὸν ἀναλογίαν, ὡς δὲ ἀνελίττοντες αὐτοῦ τὴν μίαν δύναμιν, τὴν τῶν μανθανόντων — καὶ γὰρ ὁ μανθάνων ἀνελίττει τὸν τοῦ διδάσκοντος νοῦν —, ὡς δὲ ἐκθεούμενοι παρʼ αὐτοῦ, τὴν τῶν νοούντων — καὶ γὰρ ὁ νοῦς ἔνθεος γίνεται τῇ πρὸς τὸ ἓν συναφῇ. μένοντος οὖν τοῦ πατρὸς εἰκότως νοοῦσιν οἱ παῖδες· εἰσὶ γὰρ δὴ νόες ὑπὸ ψυχῶν μετεχόμενοι θείων σώμασιν ἀχράντοις ἐποχουμένων. νοοῦσι δὲ τὴν τοῦ πατρὸς τάξιν τὴν πρὸ τῶν τεταγμένων ἐν αὐτῷ προϋπάρχουσαν, καθʼ ἣν καὶ πάντα ἤδη γέγονεν. ὃ γὰρ εἶπε περὶ τῆς μονάδος τῶν νέων θεῶν ὁ Ὀρφεύς· κραῖνε μὲν οὖν Ζεὺς πάντα πατήρ, Βάκχος δʼ ἐπέκραινε, τοῦτο καὶ περὶ τῶν νέων θεῶν ῥητέον, ὅτι δὴ τὴν δημιουργίαν ἐπιτελοῦσι τοῦ πατρός, ἣν ἐκεῖνος αὐτῷ τῷ νοεῖν ὑπέστησεν, ὥσπερ δή φησι καὶ τὸ λόγιον· ταῦτα πατὴρ ἐνόησε, βροτὸς δέ οἱ ἐψύχωτο. καὶ πέπλασται οὖν τὰ θνητὰ καὶ ἐψύχωται κατʼ αὐτὴν μόνην τὴν δημιουργικὴν νόησιν. οἱ δὲ νέοι θεοὶ τὴν ὁλικὴν ἐκείνου ποίησιν ἐκφαίνουσι διὰ τῆς ἑαυτῶν ἐκφανοῦς δημιουργίας ἐχόμενοι τῆς δημιουργικῆς μονάδος.
Καὶ λαβόντες ἀρχὴν ἀθάνατον θνητοῦ ζῴου, μιμούμενοι τὸν σφέτερον δημιουργόν, πυρὸς καὶ γῆς ὕδατός τε καὶ ἀέρος ἀπὸ τοῦ κόσμου δανειζόμενοι μόρια, ὡς ἀποδοθησόμενα πάλιν, εἰς ταὐτὸν τὰ λαμβανόμενα συνεκόλλων, οὐ τοῖς ἀλύτοις οἷς αὐτοὶ συνείχοντο δεσμοῖς.
Τὴν μὲν διάκρισιν τῆς δευτέρας δημιουργίας ἀπὸ τῆς προτέρας διὰ πολλῶν ὁ Πλάτων ἡμῖν ῥημάτων καὶ βαθέων ἐνεδείξατο· εἰ γὰρ ὃ μὲν διέταξεν, οἳ δὲ ἕπονται τοῖς ἐκείνου προστάγμασιν, ὃ μὲν αὐτεπιτακτικῶς αἴτιός ἐστι τῶν γινομένων, οἳ δὲ ὑπʼ ἐκείνου κινούμενοι τὸν ὅρον ἐκεῖθεν ὑποδεξάμενοι τῆς ὅλης ποιήσεως, καὶ εἰ ὃ μὲν ἐν ἑαυτῷ μένει, κινοῦνται δὲ οὗτοι περὶ αὐτόν, δῆλον, ὅτι διαιωνίως μὲν ἐκεῖνος αἴτιός ἐστι τῶν κατὰ χρόνον ὑφισταμένων, οὗτοι δὲ πληρούμενοι παρʼ αὐτοῦ κατὰ τὸν ὅλον ἐνεργοῦσι χρόνον, καὶ εἰ ἐκεῖνος μὲν ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει τελέως ἵδρυσεν ἑαυτόν, οἳ δὲ ἀπʼ αὐτοῦ προελθόντες τὴν ἡνωμένην αὐτοῦ καὶ ἄρρητον ταύτην διάθεσιν ἐκφαίνουσι, τὰ δεύτερα μέτρα τῆς ποιήσεως οὗτοι παρʼ ἐκείνου κομίζονται. καὶ μὴν καὶ ὃ μὲν πατρικὴν ἔχειν ἀξίαν λέγεται, οἳ δὲ ἐκείνου προσαγορεύονται παῖδες ὡς ἂν τὴν γόνιμον ἐκείνου δύναμιν καὶ τὴν ἀγαθότητα τὴν ἑνιαίαν ἀποτυπούμενοι, καὶ ὃ μὲν ὡς παραδιδοὺς ἀπὸ ὑψηλοῦ τὰς ἀρχὰς τῆς δημιουργίας ἀνυμνεῖται, οἳ δὲ ὡς παραλαμβάνοντες ἀρχὴν ἀθάνατον συντελοῦσαν εἰς τὴν διακόσμησιν τῶν θνητῶν, καὶ ὃ μὲν τῆς τῶν ἀϊδίων ζῳογονίας ἔχειν λέγεται τὴν πηγήν, οἳ δὲ τῆς τῶν θνητοειδῶν ζῴων ὑποστάσεως αἴτιοι, καὶ ὃ μὲν ἑαυτὸν παράδειγμα προτείνει τοῖς πολλοῖς θεοῖς, οἳ δὲ μιμεῖσθαι λέγονται τὸν δημιουργικὸν νοῦν, καὶ ὃ μὲν αὐτὸν τὸν ὅλον κόσμον καὶ τὰ πληρώματα παράγειν εἴρηται τοῦ παντός, οἳ δὲ δανείζεσθαι μόρια τῶν τοῦ πατρὸς δημιουργημάτων εἰς τὴν τῶν οἰκείων ἔργων ἀπεργασίαν, καὶ ὃ μὲν ἀσωμάτοις πάσαις χρῆσθαι δυνάμεσιν, οἳ δὲ καὶ σωματικαῖς, καὶ ὃ μὲν ἀλύτων εἶναι δεσμῶν ὑποστάτης, οἳ δὲ λυτῶν, καὶ ὃ μὲν πρεσβυτέραν τῶν ἑνουμένων ἐνίστασθαι τὴν ἕνωσιν, οἳ δὲ ἐπεισοδιώδη καὶ ὑστερογενῆ ταύτην ἐπάγειν τοῖς ἐκ πολλῶν καὶ ἐναντίων συνεστῶσι, καὶ ὃ μὲν ἀμερίστως πάντα ποιεῖν, οἳ δὲ μετὰ διαιρέσεως εἰς μικροὺς καὶ ἀοράτους γόμφους τὴν ὑπόστασιν τῶν θνητῶν κατακερματίζοντες. τὴν μὲν οὖν διάκρισιν τῶν δύο δημιουργιῶν ἐκ τούτων ληπτέον. τὴν δὲ ἕνωσιν καὶ τὴν συναφὴν ἐκ τῶν ἐκκειμένων ῥημάτων θεατέον· ἐνταῦθα γὰρ συναφὴ γίνεται τῆς δευτέρας δημιουργίας πρὸς τὴν προτέραν καὶ τῆς ἐμφανοῦς ποιήσεως πρὸς τὴν ἀφανῆ καὶ τῆς διῃρημένης πρὸς τὴν μοναδικήν. ἀνάγκη δὴ οὖν τὰ πεζότατα τῆς προτέρας καὶ ἀφανοῦς εἰς ταὐτὸν ἰέναι ταῖς ἀρχαῖς τῆς δευτέρας· οὕτω γὰρ καὶ ὁ οὐρανὸς συνάπτει πρὸς τὴν γένεσιν, τῆς μὲν πεζοτάτης τῶν οὐρανίων ἀρχὴν μεταβολῆς ἐμφανιζούσης, τῆς δὲ ἀκροτάτης τῶν ὑπὸ σελήνην οὐσίας τῷ οὐρανῷ συγκινουμένης. κἀνταῦθα τοίνυν ἡ λογικὴ ψυχὴ συνάπτεται πρὸς τὸ θνητὸν εἶδος τῆς ζωῆς, ἡ πεζοτάτη καὶ μερικωτάτη τῶν ἀπὸ τοῦ πατρὸς παρηγμένων πρὸς τὸ ἀκρότατον τῶν ὑπὸ τοῖς νέοις θεοῖς ἀπογεννωμένων· παράγουσι γὰρ ὡς μὲν πατέρες τινὲς τὰς ζωάς, ὡς δὲ δημιουργοὶ τὰ σώματα, καὶ μιμοῦνται τὸν μὲν Ἥφαιστον τῇ σωματουργίᾳ, τὴν δὲ Ἥραν τῇ ζωοποιίᾳ, διʼ ἀμφοῖν δὲ τὸν ὅλον δημιουργόν· καὶ γὰρ ὁ ποιητὴς οὗτος καὶ πατήρ. αὐτοὶ δὲ τὸ σῶμα πλάττουσιν ἀπὸ τῶν ὅλων δανειζόμενοι μόρια· πανταχοῦ γὰρ ἀπὸ τῶν ὁλοτήτων τοῖς μέρεσιν ἡ σύστασις, ἀλλʼ ὅταν μὲν αἱ ὁλότητες ὦσιν ἀσώματοι, μένουσιν ἀνελάττωτοι τῶν μερῶν ὑφισταμένων, ὅταν δὲ σωματικαί, τὰ μέρη γιγνόμενα ἀπʼ αὐτῶν ἐλαττοῖ τὰ ὅλα· διόπερ ἀεὶ μὲν ἀφαιρέσεως γιγνομένης, τῶν δὲ μερῶν ἀεὶ μενόντων οἰχήσεται τὰ ὅλα, καὶ οὕτως οὐδὲ γένεσις ἔσται ἔτι καὶ τὰ ἔργα τῆς προτέρας δημιουργίας ἀφανῆ πάντα ἔσται διὰ τὴν δευτέραν, ὃ μηδὲ θέμις εἰπεῖν. ἵνʼ οὖν μηδὲν τοιοῦτον ἐν τῷ παντὶ γένοιτο, τὰ συντεθέντα μέρη διαλύεται πάλιν καὶ ἀναπλοῦται εἰς τὰ ὅλα, καὶ ἡ ἄλλου γένεσις ἄλλου φθορά ἐστιν, ἡ δὲ ἄλλου φθορὰ γένεσις ἄλλου, ἵνα καὶ γένεσις ἀεὶ μένῃ καὶ φθορά· γενέσεώς τε γὰρ μόνον οὔσης στήσεταί ποτε ἡ γένεσις ἐκ πεπερασμένων γιγνομένη δαπανηθέντων ἐκείνων καὶ φθορᾶς μόνον οὔσης στήσεται ἡ φθορὰ πάντων ἀπολομένων. εἰ ἄρα δεῖ εἶναι τὸ ἕτερον, ἔσται καὶ τὸ λοιπόν. πάντα ἄρα τὰ ἀπὸ τῆς δευτέρας δημιουργίας γιγνόμενα καὶ σύνθετά ἐστι καὶ λυτά, καὶ ἀπὸ χρόνου συστάντα καὶ ἐν χρόνῳ λύεται πάλιν. εἰκότως ἄρα οἱ νέοι θεοὶ δανείζονται μόρια τὰ πάλιν ἀποδοθησόμενα, δανείζονται δὲ παρὰ τοῦ πατρός — ὃ γὰρ δανείζονται, τὸ πῦρ ἐστι καὶ ἡ γῆ καὶ τὸ ὕδωρ καὶ ὁ ἀήρ — καὶ ἀποδιδόασι πάλιν τῷ πατρί· βούλεται γοῦν ἐκεῖνος τὰ ὅλα διαμένειν, ἅπερ ἀπεγέννησε καὶ ἔταξεν αὐτός. ταῦτα μὲν οὖν περὶ τῆς συμπάσης εἰρήσθω τῶν νέων θεῶν δημιουργίας. Ἐπισκεπτέον δὲ καὶ τὰ καθʼ ἕκαστα τῶν τοῦ Τιμαίου ῥημάτων. τὸ μὲν οὖν λαβόντες ἐνδείκνυται, ὅπως ὑποδέχονται τὴν ἀθάνατον ψυχὴν οἱ νέοι θεοὶ κατιοῦσαν μετὰ τοῦ πρώτου ὀχήματος — τὸ γὰρ πᾶν ἐκάλεσεν ἀρχὴν ἀθάνατον —, καὶ ὅπως πανταχοῦ προνοεῖται τὸ ἡμέτερον ὑπὸ θεῶν, ἄνω μὲν ὑπὸ τοῦ πατρός, κάτω δὲ ὑπὸ τῶν παίδων, εἰ χρὴ διῃρημένως λέγειν· ζῇ γὰρ ὁτὲ μὲν Διίως, ὁτὲ δὲ Διονυσιακῶς, ἐν κατατάξει δὲ Τιτανικῶς. τὸ δὲ ἀρχὴν οὐχ ἁπλῶς δηλοῖ τὸ ἐν τῇ τοῦ ἀνθρώπου συστάσει πρῶτον, ἀλλὰ τὸ ἡγεμονικὸν καὶ κρατητικὸν τῶν δευτέρων· τοῦτο γὰρ τὸ κατὰ φύσιν καὶ ἐπὶ τούτῳ παράγεται ὑπὸ τῶν θεῶν. ὥσπερ οὖν τὴν τοῦ παντὸς ψυχὴν ὡς ἄρξουσαν ὁ· δημιουργὸς ὑπέστησε τοῦ σώματος, οὕτω καὶ οἱ πολλοὶ δημιουργοὶ τὴν ἡμετέραν ψυχὴν ἀρχὴν ἐν τῷ θνητῷ ζῴῳ κατέστησαν. εἰ δὲ ἡμεῖς μὴ ἄρχομεν, οὐ τὸ τάξαν αἴτιον, ἀλλʼ ἡ τοῦ ταχθέντος ῥᾳθυμία. τὸ δὲ ἀθάνατον πᾶσαν περιλαμβάνει τὴν σύστασιν, ἣν ὁ δημιουργὸς ὑπέστησε, τήν τε ἐν τᾷ ὀχήματι καὶ αὐτὴν τὴν λογικὴν οὐσίαν, ἣν σπείρας ὅλην καὶ ὑπαρξάμενος ὁ πατὴρ ἀπετέλεσε. τὸ δὲ αὖ θνητοῦ ζῴου καὶ ζῳογόνους αὐτοὺς ἀποφαίνει καὶ δημιουργικούς, ἀλλὰ μετὰ κινήσεως ἑκάτερον, ἵνα καὶ θνητὰ ᾖ τὰ δημιουργήματα αὐτῶν. καὶ μὴν καὶ τὸ «μιμεῖσθαι τὸν δημιουργὸν» οἰκείως εἴρηται· σωματουργοῦντες γὰρ ἀπομιμοῦνται τὸ δημιουργικὸν τοῦ πατρός, καὶ ὥσπερ ἐκεῖνος ὑπέστησεν ὅλον τὸ πᾶν ἐκ τῶν ὅλων στοιχείων, οὕτω καὶ οὗτοι μερικὰ σώματα πλάττουσιν ἀπὸ μερικῶν σωμάτων, ἵνα μετὰ τῆς μιμήσεως ἡ ὕφεσις σῴζηται καὶ δημιουργοὶ μένωσιν, ἀλλὰ τῆς μερικῆς δημιουργίας. τὸ δὲ «δανείζεσθαι» δηλοῖ τὸ μᾶλλον εἶναι τῶν ὅλων καὶ τὰ ἐν ἡμῖν, ἤπερ ἡμῶν. εἰ δὲ τοῦτο, τί λυποῦνται ἄνθρωποι φθειρόμενοι; τί δὲ δεινὸν ἡ λύσις; πῶς δὲ οὐκ ἀγαθόν, εἰ τὸ πᾶν ἀπολαμβάνει τὰ οἰκεῖα; καὶ γὰρ ὅτι ταῦτα τῷ παντὶ μᾶλλον οἰκεῖα, ῥᾴδιον συνιδεῖν· οἱ γὰρ τόποι πάντων τούτων ἐν τοῖς ὅλοις εἰσίν, ἀλλʼ οὐκ ἐν ἡμῖν. τὸ δὲ «εἰς ταὐτὸν τὰ λαμβανόμενα συγκολλᾶν» καὶ ὑστερογενῆ καὶ ἐπεισοδιώδη τὴν ἐν τοῖς θνητοῖς ἕνωσιν ἀποφαίνει· ἐν μὲν γὰρ τῷ παντὶ τὸ ὅλον προηγεῖται τῶν μερῶν καὶ τὸ ἓν τοῦ πλήθους. ἐνταῦθα δὲ τὰ πολλὰ καὶ διῃρημένα κατὰ φύσιν συγκολλᾶται, βίαιον τὴν ἕνωσιν καὶ ἐπισκευαστὴν καταδεχόμενα· διὸ καὶ οἱ δεσμοὶ αὐτῶν λυτοί, τῶν δὲ ὅλων ἄλυτοι, τῆς ἑνώσεως ἐκεῖ κρατούσης τοῦ πλήθους.
Ἀλλὰ διὰ σμικρότητα ἀοράτοις, πυκνοῖς γόμφοις συντήκοντες, ἓν ἐξ ἁπάντων ἀπεργαζόμενοι σῶμα ἕκαστον, τὰς τῆς ἀθανάτου ψυχῆς περιόδους ἐνέδουν εἰς ἐπίρρυτον σῶμα καὶ ἀπόρρυτον.
Ὅτι μὲν καὶ ἐν τούτοις, ὡς ἔμπροσθεν ἐκ τῶν στοιχείων πρῶτον ὄχημα, τὸ σῶμα ὑφίστησι, δῆλον, ὅτι οὐδὲ ἐκεῖνο ἄλυτον, ἅτε ἐξ ἀποδοθησομένων γεγονός. ὅτι δὲ ἑνὸς ὄντος ἐκείνου τοῦ ὀχήματος καὶ τόδε τὸ ὀστρεῶδες ὁμοίως γίνεται ἕν, οὐκ ἄδηλον. ἀλλʼ ἐκεῖνο μὲν ἕνωσιν ἁπλουστέραν ἔχει τῶν ἁπλῶν χιτώνων, τοῦτο δὲ ποικιλωτέραν, ἅτε συνθετώτερον ὄν. διὸ ἐκεῖ μὲν τὸν ἐκ πυρὸς καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς ὄχλον ἄλογον ὄντα τὸ δεύτερον ὄχημα δηλοῦν ἐλέγομεν καὶ τὴν ἐν αὐτῷ ζωήν, ἐνταῦθα δέ — οὐ γὰρ ἠρκέσθη τοῖς ἁπλοῖς, ἀλλὰ προσέθηκε τὰ οἰκεῖα τοῦ ὀργανικοῦ σώματος — περὶ τούτου φαμὲν εἶναι τὸν λόγον· τοῦτο γὰρ οὐ δυνατὸν φάναι μόνον ἐκ τῶν ἁπλῶν εἶναι, ἀλλὰ καὶ ἐκ τῶν ὁμοιομερῶν· διὸ τὸ μόνον ἐκ τῶν ἁπλῶν ὑφεστάναι ῥηθὲν ἐκεῖ ... ὑπωπτεύσαμεν λέγεσθαι καὶ τὸν ἄλογον ὄχλον, τὴν ἀλογίαν αὐτήν, ἧς δεῖ κρατῆσαι τὸν ἐν ἡμῖν λόγον, ἰδόντες, ὅπου λέγει τοδὶ τὸ σῶμα, μὴ τὰ ἁπλᾶ μόνον, ἀλλὰ καὶ ἐκ τούτων παραλαβόντα τὰ προσεχῆ στοιχεῖα τὸν λόγον. ἀπὸ τῶν ἀτελεστέρων δʼ οὖν καὶ ἐνυλοτέρων ἀρξάμενος καὶ ποιήσας ὁμοιομερῆ καὶ ἐκ τούτων τὸ ὀργανικὸν καὶ ψυχῆς αὐτῷ μεταδίδωσι· δανειζόμενοι μὲν γὰρ οἱ νέοι θεοὶ μόρια ἀπὸ τῶν ὅλων τὰ ἁπλᾶ ἐλάμβανον καὶ ἐποίουν τὰ ὀχήματα τῶν ἀλόγων ψυχῶν, ἃ δὴ καὶ πρότερον ἔλεγε τὸν ἐκ πυρὸς καὶ γῆς καὶ ἀέρος καὶ ὕδατος ὄχλον εἶναι θορυβώδη καὶ ἄλογον. ταῦτα δὲ κολλῶντες τὰ ὁμοιομερῆ γεννῶσιν, οἷς ἐκ τῶν τεττάρων στοιχείων ἡ σύνθεσις. πυκνοῖς δὲ γόμφοις τὰ γεννώμενα συντήκοντες τὸ ὀργανικὸν ἀποτελοῦσι· τοῦτο γάρ ἐστι τὸ δεόμενον πάντων ὡς εἰπεῖν τῶν σμικρῶν καὶ ἀοράτων γόμφων διὰ τὴν ἐξ ἀνομοίων σύστασιν, καὶ πολλῶν τούτων καὶ πυκνῶν διὰ τὸ εὔλυτον τῆς συνθέσεως. τοὺς μὲν οὖν πυκνοὺς καὶ ἀοράτους γόμφους λέγομεν τὰς τῶν σμικρῶν καὶ ἀοράτων στοιχείων παρενθέσεις τοῖς μεγαλομερεστέροις, τὴν δὲ σύντηξιν οἰκείαν εἶναι τοῖς Ἡφαιστείοις ἔργοις, τοῦ πυρὸς ἐργαζομένου διὰ τῆς ἀραιώσεως ἐν τῇ συντήξει τὴν πάντων διʼ ἀλλήλων χώρησιν, ὡς ἐπὶ τῶν συγχωνευομένων γίνεται μετάλλων, εἰσδυομένων ἐν τῷ τήκεσθαι τῶν σμικρομερῶν εἰς τὰ μεγαλομερέστερα καὶ οὕτω τῆς συγκράσεως γινομένης. ἔστιν οὖν τὸ ἀκόλουθον, ὅτι τὰ λαμβανόμενα συνεκόλλων, οὐκ ἀλύτοις δεσμοῖς ἀπεργαζόμενοι σῶμα, ἀλλὰ πυκνοῖς γόμφοις συντήκοντες αὐτὰ τοῖς σμικροῖς καὶ ἀοράτοις· δεῖ γὰρ καὶ τήξεως καὶ κολλήσεως εἰς τὴν γένεσιν τῶν ὁμοιομερῶν, ὧν τὴν μὲν ἡ ὑγρότης παρέχεται, τὴν δὲ ἡ θερμότης· τήκεται γὰρ τὸ πᾶν ὑπὸ πυρός, κολλᾶται δὲ ὑπὸ ὕδατος. μετὰ δʼ οὖν τὴν ἕνωσιν τῶν πολλῶν καὶ ἀνομοίων ἡ ψυχὴ παραγίγνεται, πρώτη μὲν ἡ θνητὴ πάντως — διὰ γὰρ ταύτης ἀπόρρυτον διά τε τῆς φυτικῆς καὶ τῆς αἰσθητῆς καὶ ὀρεκτικῆς ζωῆς —, δευτέρα δὲ ἡ ἀθάνατος — αὕτη γὰρ οὐκ εἰς σῶμα ἁπλῶς, ἀλλʼ εἰς ἐπίρρυτον σῶμα καὶ ἀπόρρυτον ἐνδύεται· καὶ ἣ μὲν ἀπογεννᾶται μετὰ τοῦ σώματος, ἣ δὲ ἐνδεῖται εἰς τὸ σῶμα. τάξις μὲν οὖν αὕτη τῆς δημιουργίας, ἔχει δὲ εἰκότα λόγον· πᾶσα γὰρ ἡ γένεσις ἀπὸ ἀτελοῦς ἄρχεται καὶ ὁδῷ πρόεισιν ἐπὶ τὸ τέλειον. καὶ ἐπὶ μὲν τοῦ παντὸς ἀπὸ νοῦ καὶ ψυχῆς ἡ δημιουργία προῄει μέχρι τῶν σωμάτων — ἄχρονος γὰρ ἡ ἀπογέννησις —, ἐπὶ δὲ τῶν θνητῶν ζῴων ἀπὸ σωμάτων ἄρχεται ἡ γένεσις· ἔγχρονος γάρ ἐστι, πᾶν δὲ τὸ κατὰ χρόνον γιγνόμενον ἐκ τοῦ ἀτελοῦς ἄρχεται τῆς γενέσεως, ὥστε καὶ εἴ τι μὴ ἐκ τοῦ ἀτελοῦς ἄρχοιτο, τοῦτο οὐ κατὰ χρόνον γέγονεν· ὥστε τὸ πᾶν οὐ κατὰ χρόνον γέγονεν· οὐ γὰρ σῶμα πρότερον ὑπέστησεν ὁ δημιουργός, ἀλλὰ ψυχήν, ὡς προείρηκεν. ὃ δηλοῖ τὴν λεγομένην γένεσιν ἀγένητον ἐπʼ αὐτοῦ καὶ τὴν σύνθεσιν ἀθρόαν ὑπάρχειν. καὶ ἐπὶ μὲν τοῦ παντὸς προϋφίστατο τὸ ὅλον τῶν μερῶν καὶ τὸ ἓν τοῦ πλήθους, ἐπὶ δὲ τῶν θνητῶν τὰ πολλὰ πρὸ τοῦ ἑνὸς ἀπογεννᾶται, καὶ συντηκόμενα ταῦτα διὰ τῶν πυκνῶν γόμφων ἓν ἀποτελεῖ· σώματα μὲν γὰρ ἁπλᾶ συντήκεται, τὰ δὲ συντακέντα γομφοῦται, τὰ δὲ γομφωθέντα ζωοποιεῖται, τὰ δὲ ζωοποιηθέντα συναρμόζεται πρὸς τὴν ἀθάνατον ψυχήν. ἐκ δὴ τούτων κἀκεῖνο δῆλον, ὅτι τὴν εἴσκρισιν τῆς ψυχῆς κατὰ Πλάτωνα γίγνεσθαι ῥητέον ἅμα τῇ προόδῳ τοῦ βρέφους· τότε γὰρ τέλειόν ἐστι τὸ κύημα καὶ οὐ πρότερον· οὐ γὰρ τέλειον αὐτὸ γεγονὸς ἔνδον ἡ φύσις κατέχει μάτην. ὅταν οὖν ἓν γένηται καὶ ὅλον τὸ σῶμα, τότε ἡ ἀθάνατος ψυχὴ περὶ αὐτὸ καταδεῖται. γίγνεται δὲ ἕν, ὅταν τέλειον, τέλειον δέ, ὅταν προέλθῃ· μένον γὰρ ἄλλου μέρος ἐστίν. οὐκ ἄρα εἰς τὸ σπέρμα ἡ ψυχὴ ἐνδεῖται παρὰ τῶν θεῶν οὐδὲ τῷ σπέρματι συγκαταβάλλεται, καθάπερ οἴονταί τινες, ἀλλὰ ἤδη γενομένῳ τῷ σώματι συνάπτονται αὐτῆς αἱ περίοδοι· ποῦ γὰρ ἐν τῷ σπέρματι σῶμα ἕν ἐστιν ἐκ πολλῶν καὶ πυκνῶν γόμφων γεγονός; ὅταν ἄρα τέλεον ἀπεργασθῇ τὸ ὄργανον, τότε οἱ θεοὶ συνδέουσι τὴν χρησομένην αὐτῷ ψυχήν. ταῦτα καὶ περὶ τούτου. περιόδους δὲ ψυχῆς λέγει τὰς ἐνεργείας αὐτῆς τὰς εἰς τὸ ζῷον προϊούσας καὶ τὰς δυνάμεις τὰς διττάς, τήν τε ταὐτοῦ καὶ θατέρου. πᾶσα ἄρα κάτεισιν ἡ ψυχὴ κατὰ Πλάτωνα· δύο γὰρ μόνους αὐτῇ δέδωκε κύκλους καὶ δύο περιόδους, καὶ ἀμφοτέρας κατήγαγεν. ὥστε, ὅπερ Πλωτῖνός φησι, νεώτερος ἂν εἴη λόγος ὁ μὴ πᾶσαν αὐτὴν κατιέναι διαταττόμενος. τοῦτο μὲν οὖν τοιοῦτον. τοὺς δὲ «πυκνοὺς γόμφους» οἳ μὲν τὴν τῶν τριγώνων στοιχείων συνάρμοσιν ἤκουσαν, ὁ δὲ Ἰάμβλιχος τὴν τῶν φυσικῶν λόγων κοινωνίαν, ὥσπερ τὴν σύντηξιν αὐτῶν τὴν δημιουργικὴν συνοχὴν καὶ ἕνωσιν. ἡμεῖς δὲ εἴπομεν, τίνες οἱ γόμφοι καὶ τίνες αἱ κολλήσεις καὶ τίνες αἱ συντήξεις καὶ τίς ἡ διὰ τούτων πάντων τῇ φύσει προσήκουσα θεωρία.
Αἱ δὲ εἰς ποταμὸν ἐνδεθεῖσαι πολὺν οὔτε ἐκράτουν οὔτε ἐκρατοῦντο.
Τὴν ψυχὴν τῷ σώματι συνῆψεν ἀμέσως, πάντα τὰ περὶ καθόδου ψυχῆς ὑπεκτεμὼν προβλήματα, τὸν «προφήτην», τοὺς «κλήρους», τοὺς «βίους», τὰς «αἱρέσεις». τὸν «δαίμονα», τὴν «ἐν τῷ πεδίῳ τῆς Λήθης κατασκήνωσιν», τοὺς «ὕπνους», τὸ «πόμα τῆς Λήθης», τὰς «βροντὰς» καὶ πάντα, ὅσα ὁ ἐν Πολιτείᾳ μῦθος διεξῆλθεν. ἀλλʼ οὐδὲ τὰ μετὰ τὴν ἔξοδον αὐτῆς ἐν τούτοις παραδώσει δείματα, τοὺς «ποταμούς», τὸν «Τάρταρον», τοὺς «ἀγρίους ἐκείνους καὶ διαπύρους» δαίμονας, τοὺς «ἀσπαλάθους», τὸ «στόμιον», τὴν «τρίοδον», τοὺς «δικαστάς», περὶ ὧν ὅ τε ἐν Πολιτείᾳ καὶ ὁ ἐν Γοργίᾳ καὶ ὁ ἐν Φαίδωνι μῦθος ἀνεδίδαξε. τίς οὖν, φαίης ἄν, αἰτία τῆς τούτων παραλείψεως; ὅτι, φήσω, τὸ πρέπον διασῴζει τῇ τοῦ διαλόγου προθέσει καὶ τῆς περὶ ψυχῆς θεωρίας ὅσον φυσικὸν ἐν τούτοις παραλαμβάνει, τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς ὁμιλίαν παραδιδούς. ὃ δὴ καὶ Ἀριστοτέλης ζηλώσας ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ φυσικῶς αὐτὴν μεταχειριζόμενος οὔτε περὶ καθόδων ψυχῆς οὔτε περὶ λήξεων ἐμνημόνευσεν, ἀλλʼ ἐν τοῖς Διαλόγοις χωρὶς ἐπραγματεύσατο περὶ αὐτῶν καὶ τὸν προηγούμενον κατεβάλετο λόγον. ταῦτα μὲν οὖν περὶ τούτων. αὐτὸ δὲ τοῦτο ζητητέον ἐξ ἀρχῆς, διὰ τί κάτεισιν εἰς τὰ σώματα ἡ ψυχή. ὅτι βούλεται μιμεῖσθαι τὸ προνοητικὸν τῶν θεῶν, καὶ διὰ τοῦτο πρόεισιν εἰς τὴν γένεσιν ἀφεῖσα τὴν θεωρίαν· διττῆς γὰρ οὔσης τῆς θείας τελειότητος, τῆς μὲν νοερᾶς, τῆς δὲ προνοητικῆς, καὶ τῆς μὲν ἐν στάσει, τῆς δʼ ἐν κινήσει, τὸ μὲν μόνιμον αὐτῶν καὶ τὸ νοερὸν καὶ τὸ ἀκλινὲς ἀπεικονίζεται διὰ τῆς θεωρίας, τὸ δὲ προνοητικὸν καὶ τὸ κινητικὸν διὰ τῆς γενεσιουργοῦ ζωῆς. καὶ ὥσπερ ἡ νόησις αὕτη μερική ἐστιν, οὕτω καὶ ἡ πρόνοια μερική, μερικὴ δὲ οὖσα περὶ σῶμα διατρίβει μερικόν. ἔτι δὲ πρὸς τὴν τοῦ κόσμου τελειότητα συντελεῖ· δεῖ γὰρ εἶναι μὴ μόνον τὰ ἀθάνατα ζῷα καὶ νοερά, οἷα παρὰ τοῖς θεοῖς, μηδὲ τὰ θνητὰ καὶ ἀλόγιστα, οἷα δή ἐστι τὰ τελευταῖα τῆς δημιουργίας, ἀλλὰ καὶ ὅσα μεταξὺ τούτων, ἀθάνατα μὲν οὐδαμῶς ὄντα, λόγου δὲ καὶ νοῦ μετέχειν δυνάμενα. τοιαῦτα δέ ἐστι πολλὰ κατὰ πολλὰς τοῦ κόσμου μερίδας· οὐ γὰρ μόνον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν, ἀλλὰ καὶ ἄλλα γένη πολλὰ τοιαῦτα, τὰ μὲν δαιμονιώτερα, τὰ δὲ ἐγγυτέρω τῆς ἡμετέρας οὐσίας. πρὸς δὴ τὴν σύστασιν τὴν τῶν θνητῶν ἅμα καὶ λογικῶν ἁπάντων ζῴων αἱ κάθοδοι συντελοῦσι τῆς μερικῆς ψυχῆς.
διὰ τί οὖν κατελθοῦσαι εἰς γένεσιν αἱ μερικαὶ ψυχαὶ ταραχῆς τοιαύτης ἐνύλου καὶ κακῶν ἀναπίμπλανται τοιούτων; διὰ τὴν αὐτεξούσιον ῥοπήν, διὰ τὴν σφοδρὰν περὶ τὸ σῶμα οἰκείωσιν, διὰ τὴν συμπάθειαν τὴν περὶ τὸ εἴδωλον αὐτῆς, ὃ δὴ καλοῦσιν ἐμψυχίαν, διὰ τὴν ἀθρόαν μεταβολὴν τὴν ἀπὸ τοῦ νοητοῦ πρὸς τὸ αἰσθητὸν καὶ ἀπὸ τοῦ ἡσύχου πρὸς τὸ πάντη κινητόν, διὰ τὴν ἄτακτον συντυχίαν τὴν ἐμφυομένην τοῖς ἀπὸ τοσούτων ἀνομοίων συνισταμένοις, ἀθανάτου καὶ θνητοῦ, νοεροῦ καὶ ἀνοήτου, διαστατοῦ καὶ ἀμεροῦς· ταῦτα γὰρ πάντα γίγνεται αἴτια τῇ ψυχῇ τῆς ταραχῆς ταύτης καὶ τῶν ἐν τῇ γενέσει πόνων· αἵ τε γὰρ ἀθρόαι μεταβολαὶ ταράττουσιν ἡμᾶς καὶ αἱ περὶ τὸ φερόμενον συμπάθειαι — διώκομεν γὰρ τὸ φεῦγον ἀεὶ κινούμενον — καὶ αὖ τῆς ψυχῆς ἡ νεῦσις ἀνάψασα μὲν ἐν τῷ σώματι φῶς, αὐτὴ δὲ ἐν σκότῳ γεγονυῖα, καὶ τούτῳ μὲν δοῦσα ζωήν, ἑαυτὴν δὲ ἀπολέσασα καὶ τὸν ἑαυτῆς νοῦν· τὸ μὲν γὰρ θνητὸν νοῦ μεταλαγχάνει, τὸ δὲ νοερὸν θανάτου, καὶ τὸ, ἐκ θνητοῦ καὶ ἀθανάτου καὶ νοεροῦ καὶ ἀνοήτου συντεθέν· οὗτος γὰρ ὁ φυσικὸς δεσμὸς θάνατος μέν ἐστι τῆς ἀθανάτου ζωῆς, ζωοποιία δὲ τοῦ θνητοῦ σώματος. τὰς μὲν οὖν ἀπὸ τῆς ψυχῆς αἰτίας τῆς καθόδου παραδέδωκεν ἐν Φαίδρῳ λήθην καὶ πτερορρύησιν καὶ ὅσα τούτοις ἕπεται αἰτιασάμενος, τὰς δὲ ἀπὸ τῶν θεῶν ἐν τούτοις — αὐτοὶ γάρ εἰσιν οἱ τῷ σώματι συνάπτοντες αὐτήν, ὅπως δὲ ἀποστᾶσαν καὶ διʼ οἵων εἰδῶν ζωῆς προελθοῦσαν, οὐ προστίθησιν ἐν τοῖς παροῦσι —, τὰς δὲ ἀπʼ ἀμφοτέρων ἐν Πολιτείᾳ· καὶ γὰρ ὁ προφήτης ἐκεῖ καὶ αἱ Μοῖραι καὶ ὁ δαίμων κλῆροί τε καὶ βίων παραδείγματα καὶ αἱρέσεις παρελήφθησαν. ἐκεῖνα μὲν οὖν ἐν ἐκείνοις ἐξήτασται. Σκεπτέον δὲ καὶ τὰ ἐν τούτοις λεγόμενα, τίς ὁ «ποταμός», τίς ἡ «ἔνδεσις», τί τὸ «πολύ» — λέγεται γὰρ πολὺς οὗτος ὁ ποταμός —, τί τὸ «μήτε κρατεῖν μήτε αὖ κρατεῖσθαι» τὰς ψυχάς. ὁ μὲν δὴ «ποταμὸς» οὐ τὸ ἀνθρώπινον σῶμα σημαίνει μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν περικειμένην ἔξωθεν ἡμῖν γένεσιν διὰ τὴν ὀξύρροπον αὐτῆς καὶ ἀστάθμητον ῥοήν. οὕτω δὴ καὶ ἐν Πολιτείᾳ τὸν τῆς Λήθης ποταμὸν ἀπεκάλεσε πᾶσαν τὴν γενεσιουργὸν φύσιν, ἐν ᾗ καὶ ἡ Λήθη καὶ «ὁ τῆς Ἄτης λειμών», ὥς φησιν Ἐμπεδοκλῆς, καὶ τὸ λάβρον τῆς ὕλης καὶ ὁ μισοφαὴς κόσμος, ὡς οἱ θεοὶ λέγουσι, καὶ τὰ σκολιὰ ῥεῖθρα, ὑφʼ ὧν οἱ πολλοὶ κατασύρονται, ὡς τὰ λόγιά φησιν. ἡ δὲ «ἔνδεσις» τὴν συμπεποδισμένην ζωὴν καὶ τὴν ἐπὶ τὸ ἔσχατον ἀφικομένην ἐμφαίνει· τό τε γὰρ δεδεμένον κωλύεται προϊέναι καὶ τὸ προϊέναι μηκέτι δυνάμενον ἐν τῷ τέλει τῆς ἑαυτοῦ γέγονε κινήσεως, ἡ δὲ ψυχὴ τῷ σώματι κοινώσασα τὰς ἑαυτῆς δυνάμεις τέλος ἔχει τῆς καθόδου. τὸ δὲ «πολὺ» τὴν πεπληθυσμένην τῆς γενέσεως καὶ τὴν πάντη μεριστὴν ἐνδείκνυται ῥοήν. τὸ δὲ «μήτε κρατεῖν μήτε κρατεῖσθαι» τὸ τῶν συνελθόντων ἑκάτερον σῴζειν καὶ τὴν ἑαυτοῦ φύσιν· οὐ γὰρ ὥσπερ ἐπὶ τῶν κεκραμένων κατὰ σύμφθαρσιν γέγονεν ἡ τῆς ψυχῆς καὶ τοῦ σώματος σύνοδος· οὔτε γὰρ τὸ σῶμα μεθίσταται πρὸς τὴν τῆς ψυχῆς οὐσίαν οὔτε ἡ ψυχὴ πρὸς τὴν ἰδιότητα τοῦ σώματος· οὐδέτερον γὰρ ἑαυτῷ τὸ λοιπὸν ἐξομοιοῖ. οὔτʼ οὖν κρατεῖται ἡ ψυχὴ παρὰ τοῦ σώματος — οὐ γὰρ γίνεται ἄψυχος —, οὔτε κρατεῖ τοῦ σώματος — οὐ γὰρ ποιεῖ αὐτὸ ἀσώματον. ἄλλως δὲ κρατεῖ μὲν ὡς συνέχουσα αὐτό, κρατεῖται δὲ ὡς παραποδιζομένη κατὰ τὴν νόησιν. ὁ δέ γε Πλάτων μᾶλλον ἀπέφησεν ἑκάτερον ἢ κατέφησεν, ἵνα καὶ τὴν ἰδιότητα ἐν τῇ κοινωνίᾳ καὶ τὸ ἄμικτον αὐτῶν ἐν τῇ μίξει νοήσωμεν.
Βίᾳ δὲ ἐφέροντο καὶ ἔφερον, ὥστε τὸ μὲν ὅλον κινεῖσθαι ζῷον, ἀτάκτως μὴν ὅπῃ τύχοι προϊέναι καὶ ἀλόγως, τὰς ἓξ ἁπάσας κινήσεις ἔχον· εἴς τε γὰρ τὸ πρόσθεν καὶ ὄπισθεν καὶ πάλιν εἰς δεξιὰ καὶ ἀριστερὰ κάτω τε καὶ ἄνω καὶ πάντη κατὰ τοὺς ἓξ τόπους πλανώμενα προῄειν.
Ὅτι μὲν ὁ γενεσιουργὸς ποταμὸς καὶ κατὰ τὸν ἄλλον βίον ἐνοχλεῖ τὴν ψυχήν, μάλιστα δὲ ἐν τῇ νεότητι πολύς ἐστιν ὡς ἀθρόας τῆς τε ἐπιρροῆς καὶ ἀπορροῆς γιγνομένης, διὰ τῶν εἰρημένων οἶμαι γεγονέναι κατάδηλον. ἐπειδὴ δὲ καὶ τὸ σῶμα βαρὺ καὶ γήινον ὑπάρχον καὶ πῖπτον ἀνορθοῦται παρὰ τῆς ψυχῆς καὶ ἡ ψυχὴ φύσιν ἔχουσα νοερὰν ἄνους ἀποτελεῖται παρὰ τὴν τοῦ σώματος κοινωνίαν, «βίᾳ» φησὶ «καὶ φέρεσθαι τὰς ψυχὰς καὶ φέρειν», τῆς μὲν «βίας» τὸ ἀλλότριον καὶ τὸ ἐπισκευαστὸν τῆς ζωοποιίας τῶν θνητῶν ἐνδεικνυμένης, τοῦ δὲ «φέρεσθαι καὶ φέρειν» τὴν εἰς ἄλληλα ποίησιν αὐτῶν· φέρει μὲν γὰρ ἡ ψυχὴ τὸ σῶμα δύναμιν ἐμπνέουσα κινήσεως, φέρεται δὲ ὑπʼ αὐτοῦ πρὸς τὴν γενεσιουργὸν φύσιν διὰ τῆς συμπαθείας. εἰκότως ἄρα φησίν, ὅτι καὶ ὅλον κινεῖται τὸ ζῷον· καὶ γὰρ τὸ σῶμα διὰ τὴν ψυχὴν κινεῖται καὶ ἡ ψυχὴ τὴν ἑαυτῆς ἀπολέσασα ζωὴν ζῇ τὸν τοῦ συνθέτου βίον. ὅλον οὖν κινεῖται τὸ ζῷον. καὶ ἄλλως δὲ τὸ ὅλον εἴποις ἂν ὡς πρὸς ἀντιδιαστολὴν λέγεσθαι τοῦ παντός· τοῦτο γὰρ οὐχ ὅλον, ἀλλὰ τοῖς μέρεσι κινεῖται μόνον, ὡς εἴρηται πρότερον. ἐπεὶ δὲ καὶ τὰ ἄστρα κατὰ τὴν εἰς τὸ πρόσθεν κίνησιν ὅλον ἕκαστον κινεῖται καὶ οὐ κατὰ μέρη μόνον, ἀλλὰ τεταγμένως καὶ οὐ τὴν ἡμετέραν — ἕπεται γὰρ τῷ ὅλῳ —, προσέθηκε τὸ ἀτάκτως, ἐνδεικνύμενος τὴν ἔνυλον φορὰν καὶ ἀνώμαλον παντοίως ὑπάρχουσαν καὶ τὴν ἀπὸ τοῦ χείρονος ἀρχομένην, τῆς τάξεως ἀντεστραμμένης — ἔδει γὰρ ὥσπερ ἐν τοῖς θείοις, ἀπὸ τοῦ κρείττονος —, ἐπεὶ καὶ τὸ «ὅπῃ ἔτυχε» τὸ εἰκαῖον σημαίνει καὶ ἀστάθμητον τῆς κινήσεως καὶ τὸ προϊέναι τὸ ἐξίστασθαι ἀφʼ ἑαυτῶν. ἃ δὴ πάντα δεύτερα τῶν θείων ἐστὶ ζῴων, ἐν οἷς ὁ τῆς ἐνεργείας νοῦς … καὶ μένοντα ἕκαστα πρόεισι. τούτοις δὴ καὶ τὸ ἀλόγως συνακολουθεῖ δεόντως· ὅπου γὰρ ἡ τάξις ἐκλέλοιπεν, ἐνταῦθα καὶ τὸ ἄλογον ἔχει παρείσδυσιν· ὁ γὰρ λόγος τάξεώς ἐστιν αἴτιος καὶ τοῦ μέτρου καὶ τῆς τοῦ ἀγαθοῦ μετουσίας. καὶ μὴν καὶ τὸ πλῆθος τῶν κινήσεων ἐπὶ τούτων ἀνεφάνη καὶ ὁ ἐπὶ πᾶν προελθὼν ἀριθμός· ὄντων γὰρ τῶν σωμάτων τριχῇ διαστατῶν καὶ ἐξ ἐναντίων συγκεκραμένων ἡ ἐναντίωσις δυὰς οὖσα καὶ ἐπὶ τὴν τριάδα ληφθεῖσα τὸν ἀριθμὸν ποιεῖ τῶν τοῦ θνητοῦ ζῴου κινήσεων· ἀνάγκη μὲν γὰρ τριττὴν εἶναι μόνον διάστασιν, ὅτι λόγος ἐστὶν ἐκ τοῦ ἀμεροῦς προελθὼν εἰς ὕλην καὶ μορφώσας αὐτήν, καὶ ἔστι τὸ μὲν ἀμερὲς μοναδικόν, τὸ δὲ τῆς προόδου δυαδικόν, τὸ δὲ τῆς μορφῆς τριαδικόν· ἐπιστραφὲν γὰρ τὸ προελθὸν ὅρον ἔχει καὶ μορφήν. ἀνάγκη δὲ καὶ ἐναντίωσιν εἶναι ἐν αὐτοῖς κατὰ τὴν θέσιν· πάσης γὰρ εὐθείας τὰ πέρατα ἀλλήλοις ἀντίκειται. καὶ τῶν τριῶν ἄρα διαστάσεων ἀντίθεσις ἔσται κατὰ τὰ πέρατα, τὸ ἄνω, τὸ κάτω, τὸ δεξιά, τὸ ἀριστερά, τὸ πρόσθεν, τὸ ὄπισθεν. ἡ ἄρα συμπλοκὴ τῆς ἐναντιώσεως πρὸς τὴν τριάδα τῶν διαστάσεων ἀποτελεῖ τὰς ἓξ κινήσεις, καὶ ἔστιν οὗτος ὁ ἀριθμὸς οἰκεῖος ἐψυχωμένῳ σώματι· κατὰ γὰρ τοὺς Πυθαγορείους στιγμῇ μὲν ἀνὰ λόγον μονάς, γραμμῇ δὲ δυάς, ἐπιπέδῳ δὲ τριάς, σώματι δὲ τετράς, πεποιωμένῳ δὲ σώματι πεμπτάς, ἐψυχωμένῳ δὲ ἑξάς. οἰκείως ἄρα τῶν θνητῶν ζῴων, οἷς ἐκ τοῦ ἀποίου καὶ ἀνειδέου προῆλθεν ἡ γένεσις, οὗτος ἀποδέδοται τῶν κινήσεων ὁ ἀριθμός. οὐ δεῖ δὲ θαυμάζειν, εἰ τὰ μὲν ζῷα τοσαύτας ἔχει κινήσεις, τὰ δὲ ἄψυχα μίαν, οἷον βῶλος μὲν τὴν ἐπὶ τὸ κάτω, φλὸξ δὲ τὴν ἐναντίαν· εἰ γὰρ ἐθέλοιμεν σκοπεῖν, ὀψόμεθα πολλαχοῦ τὰ μὲν ἄκρα τῶν μέσων ἁπλούστερα, τὰ δὲ μέσα ποικιλώτερα· οἷον καὶ τοῦ σώματος ἁπλουστέραν ὁρῶμεν καὶ τὴν φύσιν καὶ τὴν ὕλην, καὶ τῆς ψυχῆς τῆς λογικῆς τήν τε ἄλογον ζωὴν καὶ τὸν νοῦν. ἀλλʼ ὁ μὲν νοῦς κατὰ τὸ κρεῖττον ἁπλούστερος, ἡ δὲ ἀλογία κατὰ τὸ χεῖρον· ἀπροαιρέτως γὰρ ζῇ καὶ κατὰ φύσιν. εἰ τοίνυν καὶ ἐπὶ τῶν κινήσεων ὁρῶμεν τά τε θεῖα ζῷα κίνησιν ἁπλουστέραν ἔχοντα καὶ τὰ ἄψυχα σώματα, τὰ δὲ μέσα πολυπλανῆ τε ὄντα καὶ πολυειδῶς φερόμενα, τί θαυμαστόν; ἔστι γὰρ ἡ μὲν ἁπλότης τῆς θείας κινήσεως κρείττων τῆς ἐν τοῖς θνητοῖς ποικιλίας, ἡ δὲ τῶν ἀψύχων ἁπλότης χείρων, ὥσπερ καὶ κατὰ τὴν οὐσίαν τὰ μὲν θεῖα σώματα ἁπλᾶ κατὰ τὸ κρεῖττον τῶν συνθέτων, τὰ δὲ ἄψυχα μέρη τῶν στοιχείων ἁπλούστερα τῶν συγκριμάτων κατὰ τὸ χεῖρόν ἐστιν, ὡς τῶν ζώντων τὰ ζωὴν οὐκ ἔχοντα οἰκείαν.
Πολλοῦ γὰρ ὄντος τοῦ κατακλύζοντος καὶ ἀπορρέοντος κύματος, ὃ τὴν τροφὴν παρεῖχεν, ἔτι μείζω θόρυβον ἀπειργάζετο τὰ τῶν προσπιπτόντων παθήματα ἑκάστοις, ὅτε πυρὶ προσκρούσειε τὸ σῶμά τινος ἔξωθεν ἀλλοτρίῳ περιτυχὸν ἢ καὶ στερεῷ γῆς πάγῳ ὑγροῖς τε ὀλισθήμασιν ὑδάτων, εἴτε ζάλῃ πνευμάτων ὑπʼ ἀέρος φερομένων καταληφθείη, καὶ ὑπὸ πάντων τούτων διὰ τοῦ σώματος αἱ κινήσεις ἐπὶ τὴν ψυχὴν φερόμεναι προσπίπτοιεν.
Πόθεν καὶ ἀπὸ ποίων αἰτίων ἡ ψυχὴ θορυβεῖται καὶ ταράττεται διαφερόντως ἐν τοῖς νεογόνοις ζῴοις, ἐν τούτοις ὁ φιλόσοφος παραδίδωσιν, εἰς δύο ταύτας αἰτίας ἀνάγων τὸν σύμπαντα τοῦτον θόρυβον, εἴς τε τὴν θρεπτικὴν καὶ εἰς τὴν αἰσθητικὴν ζωήν. ταῦτα δέ ἐστι τό τε ὀρεκτικὸν καὶ τὸ γνωστικὸν τῆς ἀλογίας πάσης, εἰς ἃ καὶ διαιρεῖν εἰώθαμεν πάσας τὰς δυνάμεις τῆς ψυχῆς, τὰς μὲν ζωτικὰς εἶναι λέγοντες, τὰς δὲ γνωστικάς· ἣ μὲν γὰρ δύνουσα κατὰ τῶν σωμάτων πολλὴν ἐν αὐτοῖς ἀπεργάζεται ῥύσιν, διὰ μὲν τὴν ὑγρότητα αὐτῶν τὴν ἔνυλον ἀπόρροιαν ἐκπέμπουσα πολλήν, διὰ δὲ τὴν θερμότητα τὴν ζωοποιὸν ἐπιρρεόντων ἄλλων δεομένη. ἣ δὲ πάσχουσα ὑπὸ τῶν ἔξωθεν προσπιπτόντων σωμάτων, πυρὸς γῆς ἀέρος ὕδατος, καὶ πάντα μεγάλα νομίζουσα τὰ πάθη διὰ τὴν εὐτέλειαν τοῦ ζῴου θόρυβον παρέχει τῇ ψυχῇ· τοῖς μὲν γὰρ ἤδη προελθοῦσι κατὰ τὴν ἡλικίαν εἰωθότα πάντα ταῦτα γίγνεται, τοῖς δὲ νεογνοῖς καὶ τὰ σμικρότατα διὰ τὸ ἄηθες ἐκπλήξεως αἴτια γίγνεται· ὃ γάρ ἐστι τοῖς τελειοτέροις ἐκπύρωσις, τοῦτο ἐκείνοις ἡ θρυαλλίς, καὶ ὅπερ αὖ ἐκείνοις ὀρῶν ἀμηχάνων μέγεθος, τοῦτο τοῖς παιδίοις ἀρκεῖ γενέσθαι καὶ τῶν λίθων ὁ σμικρότατος· ἀρκεῖ γὰρ λυπῆσαι καὶ οὗτος καὶ εἰς κλαυθμὸν ἐκκαλέσασθαι κωλύων αὐτὰ τῆς ἐνεργείας. καὶ ὃ τοῖς ἑτέροις Τυφώνεια πνεύματα καὶ ὑδάτων ἀπʼ οὐρανοῦ ῥεύματα, τοῦτο τοῖς νηπίοις καὶ βραχεῖα τοῦ ἀέρος κίνησις ἢ διʼ ὑγρότητα σμικρὰν ὄλισθος· ἀπὸ πάντων γὰρ τούτων ἡ αἴσθησις πληττομένη τὴν ψυχὴν τῶν νεογενῶν ἐκπλήττει καὶ εἰς ἀμηχανίαν ἄγει καὶ θόρυβον. ταῦτα μὲν οὖν τὰ αἴτια τῆς τῶν ψυχῶν ταραχῆς, ὡς συντόμως εἰπεῖν, ἥ τε τοῦ θρεπτικοῦ κίνησις καὶ αἱ τῆς αἰσθήσεως πληγαί. καὶ οὐ διὰ ταῦτα πάσχειν τι τὴν ψυχὴν οἰητέον· ὥσπερ γὰρ εἴ τις ἐπί τινος ἀκτῆς ἑστὼς εἴδωλον ἑαυτοῦ καὶ μορφὴν ἐν ποταμῷ φερομένῳ δεικνύοι, καὶ αὐτὸς μὲν ἄτρεπτον φυλάττοι τὸ πρόσωπον, τὸ δὲ ῥεῦμα κινούμενον παντοίως μεταβάλλοι τὸ εἴδωλον, ὥστε ἄλλοτε ἀλλοῖον αὐτὸ δεικνύναι πλάγιόν τε καὶ ὀρθόν, εἰ τύχοι, καὶ διεσπασμένον καὶ συνεχές, καὶ τοῦτο ὁρῶν ἐκεῖνος ἑαυτὸν διʼ ἀήθειαν τοῦ πάθους οἴοιτο ὁρᾶν πάσχοντα, τὴν ἑαυτοῦ θεώμενος ἐν τοῖς ὕδασι σκιάν, καὶ τοῦτο οἰόμενος ἀλγύνοιτο καὶ θορυβοῖτο καὶ ἐκπλήττοιτο καὶ κωλύοιτο, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ τὸ ἑαυτῆς εἴδωλον ἐν τῷ σώματι καθορῶσα φερόμενον ἐν τῷ ποταμῷ τῆς γενέσεως καὶ ἄλλοτε ἀλλοίως διατιθέμενον ὑπό τε τῶν ἔνδοθεν παθῶν καὶ τῶν ἔξωθεν προσπιπτόντων αὐτὴ μὲν ἀπαθής ἐστιν, οἴεται δὲ πάσχειν, ἑαυτὴν ἀγνοοῦσα καὶ εἴδωλον αὐτῆς ἑαυτὴν εἶναι νομίζουσα τεθορύβηταί τε καὶ ἐκπέπληκται καὶ ἐν ἀπόρῳ ἐστί. τοῦτο δὴ τὸ πάθος διαφερόντως μὲν ἐν τοῖς νεογνοῖς ἐστι παισί, προφαίνεται δὲ καὶ ἐν τοῖς ἤδη γενομένοις ἐν ἡλικίᾳ κατὰ τοὺς ὀνείρους, οἷον ὅταν τῆς φύσεως καμνούσης ἐν ταῖς πέψεσι τῶν σιτίων οἴηταί τις ὄναρ κάμνειν ὁδοιπορῶν ἢ ἄχθη φέρειν ἢ ἄλλο τι τοιοῦτο πάσχειν. καὶ δυνατὸν ἀπὸ τούτων καὶ τὰ τῶν παίδων παθήματα θεωρεῖν οἷά ποτέ ἐστι. ταῦτα μὲν οὖν, ὅπερ εἴρηται, περὶ τούτων ἀρκέσει καὶ νῦν. Ἐπὶ δὲ τὴν τοῦ Πλάτωνος λέξιν ἰτέον καὶ ῥητέον τὸ μὲν «κῦμα» δηλοῦν οὐ τὸ ἔξωθεν εἰσπνεόμενον πνεῦμα, καθάπερ λέγουσί τινες, ἀλλὰ τὴν ἀθρόαν ἐν τῇ νεότητι διαφόρησιν, καὶ τὴν ἐπιρροήν τε καὶ ἀπορροὴν τὴν πολλήν. τὸν δὲ «κατακλυσμὸν» πρώτως μὲν τὸ πνευματικὸν ὄχημα πλήττειν καὶ βαρύτερον ποιεῖν — ἐκεῖνο γάρ ἐστι τὸ τὰς κηλῖδας καὶ τοὺς ἀτμοὺς ἀναματτόμενον —, δευτέρως δὲ καὶ τὴν ψυχήν — ταράττει γὰρ αὐτὴν τὸ ἀθρόον τῆς μεταβολῆς, ἐπεὶ καὶ οἱ ἐν ἡλικίᾳ γεγονότες σκοτοδινιῶσιν, ὅταν εἰς πολλὴν καὶ ἄστατον ῥύμην ὑδάτων ἀποβλέψωσι. «μείζω δὲ ἀπεργάζεται θόρυβον», τὰ ἔξωθεν ὡς ἀλλότρια· δοκεῖ γὰρ πᾶν τὸ ἀλλότριον πολέμιον εἶναι τοῖς νεογνοῖς. καὶ πᾶν τὸ προσπεσὸν αὐτὰ λυπεῖ διʼ ἀσθένειαν φύσεως. τὴν δὲ «πρόσκρουσιν» τὸ βίαιον καὶ παθητικὸν ἐνδείκνυσθαι ῥητέον καὶ τὸν «πάγον» πεπηγυῖαν γῆν· ἡ μὲν γὰρ κεχυμένη καὶ ψαμμώδης οὐ λυπεῖ τὰ βρέφη διὰ τὸ ὑπείκειν, ἡ δὲ στερεὰ καὶ πεπηγυῖα διὰ τὸ ἀντίτυπον λυπεῖ. τὰ δὲ «ὀλισθήματα τὰ ἐν ὕδατι», καὶ εἰ ὀλίγη εἴη πτῶσις, τῶν παιδίων διὰ τὴν τοῦ σώματος ἀσθένειαν ποιεῖ φόβον ἐπὶ τοῖς ἄνωθεν φερομένοις ὕδασι. τὰς δὲ «διὰ τοῦ σώματος ἐπὶ τὴν ψυχὴν φερομένας κινήσεις» τὴν παθητικὴν αἴσθησιν· αὕτη γὰρ ἔξωθεν πλήττεσθαι δύναται. δεδέηται δὲ καὶ ἐπὶ ὕδατος καὶ ἐπʼ ἀέρος τῆς ὑπερβολῆς, οὗ μὲν τὰ ὀλισθήματα, οὗ δὲ τὴν ζάλην παραλαβών, ἐπειδὴ ταῦτα ἧττον πλήττει μὴ προσλαβόντα τὸ ἀθρόον.
Αἳ δὴ καὶ ἔπειτα διὰ ταῦτα ἐκλήθησάν τε καὶ νῦν ἔτι αἰσθήσεις συνάπασαι κέκληνται.
Τὰς αἰσθήσεις ἀπʼ αὐτοῦ βούλεται τοῦ πάθους εἰληφέναι τὴν ἐπωνυμίαν. εἰ μὲν οὖν τὰς ἔσω τιθεμένας καὶ ὠθουμένας λέγοιμεν κινήσεις εἶναι τὰς αἰσθήσεις, πολὺς ὁ κατήγορος λόγος ἀπὸ τῆς γραμματικῆς παρατηρήσεως· εἰ δὲ τὰς συμμιγεῖς ἀπό τε τούτων καὶ τοῦ πάθους, ἴσως ἂν ἔχοι τὸ λεγόμενον καὶ τὴν τῶν παλαιῶν χρῆσιν μαρτυροῦσαν· ἡ γὰρ αἴσθησις τετρασυλλάβως ἀίσθησίς τίς ἐστιν· ὃ δʼ ἔβραχε θυμὸν ἀΐσθων, φησὶν Ὅμηρος εἴη δʼ ἂν καὶ παρὰ τὸ ἀΐσσειν ἅμα καὶ τὴν θέσιν τὸ ὄνομα ἡ αἴσθησις, τῶν αἰσθητῶν κινουμένων μὲν ἔξωθεν, ἐντιθεμένων δὲ τοῖς αἰσθητηρίοις· διὰ τοῦ σώματος γὰρ αἱ κινήσεις ἐπὶ τὴν ψυχὴν φέρονται καὶ ποιοῦσι τὰς αἰσθήσεις, ὡς εἶπεν αὐτός. εἰκότως ἄρα οἵ τε πρῶτοι συννοήσαντες τὸ πάθος καὶ εἰ μὴ καθάπαξ, ἀλλʼ ἔν γε τῇ περιόδῳ ταύτῃ τὰς αἰσθήσεις οὕτως ὠνόμασαν καὶ οἱ νῦν ἔτι προσαγορεύουσιν ὁμοίως, γνόντες τὴν ἐν αὐταῖς συμπλοκὴν τοῦ τε πάθους καὶ τῆς κρίσεως ἢ τῆς κινήσεως καὶ τῆς θέσεως· ἡ μὲν γὰρ αὐτῆς μόνης τῆς ψυχῆς κίνησις ἀπαθής, ἡ δὲ ἀπὸ τοῦ σώματος εἰς τὴν ψυχὴν διιοῦσα μετὰ πάθους.
Καὶ δὴ τότε ἐν τῷ παρόντι πλείστην καὶ μεγίστην παραδεχόμεναι κίνησιν, μετὰ τοῦ ῥέοντος ἐνδελεχῶς ὀχετοῦ κινοῦσαι καὶ σφοδρῶς σείουσαι τὰς τῆς ψυχῆς περιόδους, τὴν μὲν ταὐτοῦ παντάπασιν ἐπέδησαν ἐναντία αὐτῇ ῥέουσαι καὶ ἐπέσχον ἄρχουσαν καὶ ἰοῦσαν, τὴν δʼ αὖ θατέρου διέσεισαν.
Ἡ αἴσθησις τοῦ παρόντος ἐστίν, ὥσπερ ἡ μνήμη τοῦ παρελθόντος, ἡ δὲ ἐλπὶς τοῦ μέλλοντος. καὶ ἡ τῶν τότε οὖν αἴσθησις ἐν τῷ παρόντι τὰς ψυχὰς ἐκίνει τῶν τότε καὶ μετὰ τῆς θρεπτικῆς δυνάμεως τῆς τὸ ἀπορρέον ἀεὶ διὰ τῶν ἐπιρρεόντων παραμυθουμένης καὶ ὃ ἀνέλυσε συντιθείσης πάλιν κατὰ τὸν τῆς Πηνελόπης ἱστόν· τοῦτο γάρ ἐστιν «ὁ ῥέων ἐνδελεχὴς ὀχετός», εἰκότως καλούμενος «ὀχετός»· μέρος γὰρ οὗτος τοῦ ὅλου ποταμοῦ τῆς γενέσεως, πολλοῦ δή τινος ὄντος, ὡς εἴρηται πρότερον. μετὰ ταύτης δʼ οὖν ἐκταράττει καὶ θορυβεῖ τὰς περιόδους τῆς ἀθανάτου ψυχῆς καὶ πεδᾷ μὲν τὴν ταὐτοῦ, διασείει δὲ τὴν θατέρου· διττῶν γὰρ ὄντων ἐν αὐτῇ κύκλων κατὰ μίμησιν τῶν θείων ψυχῶν ὁ μὲν τῶν νοητῶν θεατής, ὅς ἐστιν ὁ διανοητικός, ἐπέχεται μόνον τῆς ἐνεργείας διαστροφὴν οὐδεμίαν ὑπομένων, ὁ δὲ δοξαστικὸς καὶ διαστρέφεται, καὶ εἰκότως· δοξάζειν μὲν γὰρ ἔστι μὴ ὀρθῶς, ἐπίστασθαι δὲ ἐψευσμένως οὐκ ἔστιν. εἰ δὲ λέγοι τις, ὅτι τὸ διανοητικὸν ἀμαθαίνει διπλῇ, τὸ δὲ τοῦτο πάσχον διέστραπται, μανθανέτω παρʼ ἡμῶν, ὅτι ἡ διπλῆ ἀμαθία οὐκ ἔστιν ἁπλῶς τῆς διανοίας, ἀλλʼ ἄρχεται μὲν ἐκεῖθεν, ἐμφύεται δὲ εἰς τὸ δοξαστικόν· καθʼ ὅσον μὲν γὰρ ἀμαθία ἐστὶ καὶ στέρησις ἐπιστήμης, κατὰ τοσοῦτον ἀκινησία οὖσα τοῦ ἐπιστημονικοῦ ἀπὸ διανοίας ὥρμηται — περὶ ὃ γὰρ ἡ ἐπιστήμη, περὶ τοῦτο καὶ ἡ ἀμαθία —, καθʼ ὅσον δὲ προστίθησι καὶ τὴν οἴησιν τῆς γνώσεως, ἐν τῷ δοξαστικῷ ἐστι — τὸ γὰρ οἰόμενον τοῦτό ἐστι. καὶ ἡ μὲν ἀμαθία τῆς διανοίας ἐστὶν ἀργίᾳ μόνον πεπεδημένης καὶ τοὺς λόγους ἐπικρυπτούσης, ἡ δὲ οἴησις τῆς δόξης διαστροφή τις οὖσα αὐτῆς· ψευδὴς γάρ ἐστι καὶ διαλωβᾶται τὸ ἔχον αὐτήν· ὡς γὰρ ἐν πράξει τὸ κακόν, οὕτως ἐν γνώσει τὸ ψεῦδος. ἡ μὲν ταὐτοῦ περίοδος ἄρα πεπέδηται μόνον καὶ ἔοικε τοῖς δεσμώταις μὲν καὶ διὰ τοῦτο κωλυομένοις ἐνεργεῖν, μένουσι δὲ καὶ ἐν τοῖς δεδεμένοις ἀδιαστρόφοις. ἡ δὲ θατέρου διασέσεισται ψευδῶν ἀναπλησθεῖσα δογμάτων· ἡ γὰρ πρὸς τὴν ἀλογίαν γειτνίασις ποιεῖ καὶ αὐτὴν εἰσδέχεσθαί τι πάθος ἀπὸ τῶν ἐκτός. ἀπὸ δὴ τούτων ὁρμώμενοι παρρησιασόμεθα πρὸς Πλωτῖνον καὶ τὸν μέγαν Θεόδωρον ἀπαθές τι φυλάττοντας ἐν ἡμῖν καὶ ἀεὶ νοοῦν· δύο γὰρ κύκλους μόνον εἰς τὴν οὐσίαν τῆς ψυχῆς παραλαβὼν ὁ Πλάτων τὸν μὲν ἐπέδησε, τὸν δὲ διέσεισεν, οὐδὲ τὸν πεπεδημένον οὔτε τὸν διασεσεισμένον ἐνεργεῖν νοερῶς δυνατόν. ὀρθῶς ἄρα καὶ ὁ θεῖος Ἰάμβλιχος διαγωνίζεται πρὸς τοὺς ταῦτα οἰομένους· τί γὰρ τὸ ἁμαρτάνον ἐν ἡμῖν, ὅταν τῆς ἀλογίας κινησάσης πρὸς ἀκόλαστον φαντασίαν ἐπιδράμωμεν; ἆρʼ οὐχ ἡ προαίρεσις; καὶ πῶς οὐχ αὕτη; κατὰ γὰρ ταύτην διαφέρομεν τῶν φαντασθέντων προπετῶς. εἰ δὲ προαίρεσις ἁμαρτάνει, πῶς ἀναμάρτητος ἡ ψυχή; τί δὲ τὸ ποιοῦν εὐδαίμονα τὴν ὅλην ἡμῶν ζωήν; ἆρʼ οὐ τὸ τὸν λόγον σχεῖν τὴν οἰκείαν ἀρετήν; πάντως δήπου φήσομεν. εἰ δὲ ὅταν τὸ ἐν ἡμῖν κράτιστον τέλειον ᾖ, καὶ τὸ ὅλον ἡμῶν εὔδαιμον, τί κωλύει καὶ νῦν ἡμᾶς εὐδαίμονας εἶναι ἀνθρώπους ἅπαντας, εἰ τὸ ἀκρότατον ἡμῶν ἀεὶ νοεῖ καὶ ἀεὶ πρὸς τοῖς θείοις ἐστίν; εἰ μὲν γὰρ ὁ νοῦς τοῦτο, οὐδὲν πρὸς τὴν ψυχήν· εἰ δὲ μόριον ψυχῆς, εὐδαίμων καὶ ἡ λοιπή. τίς δὲ ὁ ἡνίοχος τῆς ψυχῆς; ἆρʼ οὐ τὸ χαριέστατον ἡμῶν καὶ ὡς ἂν εἴποι τις κεφαλαιωδέστατον; καὶ πῶς οὐ τοῦτο ῥητέον, εἴπερ οὗτός ἐστιν ὁ πᾶσαν ἡμῶν διακυβερνῶν τὴν οὐσίαν καὶ τῇ ἑαυτοῦ κεφαλῇ τὸν ὑπερουράνιον τόπον ὁρῶν καὶ πρὸς τὸν μέγαν ἡγεμόνα τῶν θεῶν ὁμοιούμενος, ἅρμα πτηνὸν ἐλαύνοντα καὶ πρῶτον ἡνίοχον ἐν οὐρανῷ πορευόμενον; εἰ δὲ τὸ ἐν ἡμῖν ἀκρότατον ὁ ἡνίοχος, οὗτος δέ, ὡς ἐν Φαίδρῳ λέγεται, ποτὲ μὲν μετέωρος φέρεται καὶ αἴρει τὴν κεφαλὴν εἰς τὸν ἔξω τόπον, ποτὲ δὲ δύνει καὶ τὴν ἑαυτοῦ χωλείας καὶ πτερορρυήσεως ..., δῆλον τὸ ἐκ τούτων συμβαῖνον, ὅτι τὸ ἐν ἡμῖν ἀκρότατον ἄλλοτε ἄλλως ἔχειν ἀναγκαῖον. τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις ὑπέμνησται διὰ πλειόνων. εἰ δʼ ἔστιν ἀληθῆ ταῦτα, καὶ τὸ ἄρχουσαν καὶ ἰοῦσαν πεδηθῆναι τὴν ταὐτοῦ περίοδον εἰκότως εἴρηται· διττὴν γὰρ ἔχουσα τελειότητα, πρακτικὴν καὶ θεωρητικήν, ἑκατέρας ἀφῄρηται· οὔτε γὰρ ἄρχειν δύναται τῶν ὑποκειμένων διὰ τὴν ἄστατον αὐτῶν φορὰν οὔτε ἰέναι, τοῦτο δέ ἐστι νοεῖν· ἐνέργεια γὰρ περιόδου τὸ ἰέναι καὶ τῆς διανοητικῆς τὸ διανοητικῶς ἐνεργεῖν. αἱ δʼ οὖν αἰσθήσεις πλήττουσαι αὐτὴν καὶ ἐναντία ῥέουσαι ὡς ἔξωθεν εἴσω φερόμεναι παραποδίζουσι τὴν νοητήν. παρῄρηται οὖν ἀμφοῖν ἡ ταὐτοῦ περίοδος, καὶ πράξεως καὶ θεωρίας. τί οὖν; φαίη τις ἄν· ἀκίνητός ἐστι; καὶ πῶς ἡ ψυχὴ ἀκίνητος, ἣ κινεῖται μὲν καὶ ὑφʼ ἑαυτῆς, κίνησιν δὲ οὔτε σωματικήν — ἀσώματος γάρ ἐστιν —, οὔτε φανταστικήν — ἀσχημάτιστος γάρ ἐστιν —, οὔτε γνωστικήν — ἀγνοεῖ γὰρ ἑαυτήν —, ἀλλὰ τὴν κατʼ οὐσίαν ζωτικήν; ὡς γὰρ νοῦ τὸ νοεῖν ἐνέργεια καὶ τοῦ ὄντος τὸ εἶναι, τοῦτον τὸν τρόπον καὶ ζωῆς ἐνέργεια τὸ ζῆν· οὐ γὰρ ἐπίκτητον ἔχει τὸ ζῆν, ἀλλʼ ἐφʼ ἑαυτῆς· ζωὴ γάρ ἐστιν ἑαυτὴν γεννῶσα καὶ ἑαυτὴν παράγουσα. ζωὴ δὲ πᾶσα κίνησις. ὥστʼ εἰ πᾶν ζῶν κινεῖται, καὶ τὸ διʼ ἑαυτὸ ζῶν κινεῖται καὶ τὸ ἀεὶ ζῶν ἀεὶ κινεῖται ζωτικῶς, ἀλλʼ οὐ νοερῶς, ὥστε καὶ ἀεὶ κινεῖται ἡ ψυχὴ καὶ οὐκ ἀεί· νοῦς μὲν γάρ ἐστι δυνάμει, ζωὴ δὲ κατʼ ἐνέργειαν, καὶ τρίτον ἄλλο δυνάμει μόνον ἐστί, κατʼ ἐνέργειαν δὲ οὐκ ἔστι. τριττῆς δʼ οὖν οὔσης ἐν ἡμῖν τάξεως, κατὰ τὴν οὐσίαν, κατὰ τὴν δύναμιν, κατὰ τὴν ἐνέργειαν, ἡ μὲν οὐσία παντελῶς ἡ αὐτὴ διαμένει, καὶ ὡς οὐσία καὶ ὡς ζῶσα καὶ ὡς νοερὰ οὖσα· εἰκὼν γὰρ οὖσα τοῦ νοῦ νοερά ἐστιν, ὥσπερ καὶ ἡ πρώτη τῆς ψυχῆς εἰκὼν ἔμψυχός ἐστιν. αἱ δὲ δυνάμεις ἐπὶ μὲν τῆς διανοίας πεπέδηνται, ἐπὶ δὲ τῆς δόξης διασείονται, καὶ ἐπειδήπερ αἱ δυνάμεις ἀνὰ λόγον ταῖς ζωαῖς, ἣ μὲν ἐπέχεται τῶν ζωῶν, ἣ δὲ διασείεται· ἀεικίνητος γὰρ ἡ οὐσιώδης ζωή. αἱ δὲ ἐνέργειαι τῆς μὲν διανοίας ἀφῄρηνται, τῆς δὲ δόξης διεστράφησαν· αὗται δὲ ἀνὰ λόγον οὖσαι τῷ νοερῷ δῆλον ὡς τοῦ νοεῖν παραιροῦνται τὴν ψυχήν. ἡ μὲν ἄρα οὐσία καὶ ἀείζωός ἐστι καὶ ἀεικίνητος, αἱ δὲ δυνάμεις καὶ ἐνέργειαι καὶ περὶ τὴν ζωὴν καὶ περὶ τὸν νοῦν ἁμαρτάνειν πεφύκασιν.
Ὥστε τὰς τοῦ διπλασίου καὶ τριπλασίου τρεῖς ἑκατέρας ἀποστάσεις καὶ τὰς τῶν ἡμιολίων καὶ ἐπιτρίτων καὶ ἐπογδόων μεσότητας καὶ συνδέσεις, ἐπειδὴ παντελῶς αὗται οὐκ ἦσαν πλὴν ὑπὸ τοῦ συνδήσαντος, πάσας μὲν στρέψαι στροφάς, πάσας δὲ κλάσεις καὶ διαφορὰς τῶν κύκλων ἐμποιεῖν, ὁσαχῇπερ ἦν δυνατόν.
Πάντα ἐστὶν ἐν πάσαις ταῖς ψυχαῖς, ἀλλʼ οἰκείως ἐν ἑκάσταις, ὅπου μὲν θείως, ὅπου δὲ δαιμονίως, ὅπου δὲ μερικῶς· καὶ γὰρ αἱ μεσότητες καὶ οἱ ἡμιόλιοι καὶ οἱ ἐπίτριτοι λόγοι καὶ ὁ ἐπόγδοος μετὰ τοῦ λείμματος ἐν πάσαις ἐστί· πῶς γὰρ ἄλλως ψυχὴ γιγνώσκειν δύναται τὴν ὅλην ἁρμονίαν καὶ λόγους τίκτειν οὕτω παγκάλους ἢ τὰς αἰτίας αὐτῶν ἔχουσα ἐν ἑαυτῇ καὶ οὖσα καὶ αὐτὴ κατὰ τὴν αὑτῆς τάξιν ἁρμονία τις ἐξ ἁρμονιῶν, οὐχ ἡ τῶν ἡρμοσμένων — ἐν ἄλλῳ γάρ ἐστιν αὕτη καὶ ἑτεροκίνητος ὑπάρχει καὶ ἀπʼ ἄλλης αἰτίας ἤρτηται τῆς κινητικῆς —, ἀλλʼ ἡ ἑαυτὴν ἁρμόζουσα καὶ ἀπὸ τῶν ὅλων ἡρμοσμένη; πάντας οὖν ἕξει τοὺς εἰρημένους λόγους καὶ πρὸς τούτοις τὰς εἰς ἑπτὰ τοῦ θατέρου κύκλου διαιρέσεις — ἄνωθεν γὰρ ἀπὸ τῶν θείων ψυχῶν ἡ δημιουργικὴ τομὴ ἄχρι τῶν μερικωτάτων — καὶ ὅσα ἄλλα τεθεωρήκαμεν ἐν τῇ τοῦ παντὸς ψυχῇ. καὶ ὁ αὐτὸς τῆς ἐξηγήσεως τρόπος, πλὴν ὅτι τὴν ἰδιότητα προσθήσομεν ἐφʼ ἑκάστῳ, οὗ μὲν τὸ θεῖον, οὗ δὲ τὸ δαιμόνιον, οὗ δὲ τὸ μερικὸν ἰδίωμα προσάπτοντες. εἴρηται δὲ ἡμῖν που πρότερον, ὅτι κἂν ὦσιν ἐν πᾶσιν οἱ αὐτοὶ λόγοι, ταῖς θείαις, ταῖς δαιμονίαις, ταῖς μερικαῖς μετὰ τὴν κοσμικὴν ψυχήν, θαυμαστὸν οὐδὲν τοὺς ὅρους διαφέρειν τῷ πληθύεσθαι μᾶλλον ἕκαστον ἐν ταῖς δευτέραις τῶν πρὸ αὐτῶν· οἱ γὰρ τῆς τοῦ παντὸς πυθμένες ἦσαν, κωλύει δὲ οὐδὲν τούτων εἶναι τοὺς ἑξῆς διπλασίους ἢ τριπλασίους ἢ ὅλως πολλαπλασίους διὰ τὴν ὕφεσιν πληθυομένους ἐν τεταγμένοις λόγοις μέχρι τῶν μερικῶν, καὶ τούτων ἄλλους ἄλλων μᾶλλον· οὐδὲ γὰρ αἱ θεῖαι πᾶσαι ψυχαὶ ἰσότιμοι οὐδὲ αἱ δαιμόνιαι μετὰ ταύτας οὐδὲ αἱ μερικαί. καὶ οὕτω δὴ τὰ μὲν ἔχει κοινὰ κατὰ πάσας, τὰ δὲ διαφέροντα κατὰ τὴν οὐσίαν αὐτήν. καὶ δεῖ μεμνῆσθαι τούτων μὴ παρέργως, ἵνʼ ἔχωμεν ἀποδιδόναι τὰς παντοίας διαφορὰς τῆς γενέσεως τῶν ψυχῶν, τῶν μὲν ἐγκοσμίων πρὸς τὰς ὑπερκοσμίους κατὰ τὸ πλῆθος τῶν μερῶν ἢ τὴν ἐλάττωσιν, τῶν δὲ ἐγκοσμίων, θείων δαιμονίων μερικῶν, κατὰ τοὺς ὅρους αὐτοὺς ἢ πυθμενικοὺς ὄντας ἢ πορρωτέρω τῶν πυθμένων, τῶν αὐτῶν λόγων μενόντων. ὄντων οὖν ἐν τῇ μερικῇ ψυχῇ πάντων τῶν ἁρμονικῶν λόγων καὶ κατʼ οὐσίαν ὄντων, ἀλλʼ οὐχ ὑστερογενῶς ἐπισυνισταμένων — ἃ γὰρ ὁ δημιουργὸς ὁ πρῶτος ποιεῖ, ταῦτα κατʼ οὐσίαν ὑπάρχει τοῖς οὖσι — δῆλον, ὅτι καὶ οἱ ἑπτὰ ὅροι καὶ αἱ τρεῖς μεσότητες καὶ οἱ ἡμιόλιοι καὶ ἐπίτριτοι καὶ ἐπόγδοοι λόγοι καὶ τὰ λείμματα, ἃ νῦν συνδέσεις κέκληνται, δῆλον οὖν, ὅτι ταῦτα πάντα οὐσίαι εἰσί· τὰ γὰρ ἀεὶ ὡσαύτως ἔχοντα καὶ τὰ συμπληρωτικὰ τῆς οὐσίας οὐσίαι. καὶ δεῖ ταῦτα οὐ μαθηματικῶς, ἀλλὰ φυσικῶς ὁρᾶν· ἄλλοι γὰρ οἱ μαθηματικοὶ λόγοι καὶ αἱ σχέσεις, ἃς γεννῶσιν αἱ ψυχαὶ τῷ τούτους ἔχειν τοὺς λόγους. εἰ δὲ οὐσίαι πάντες οἱ ἁρμονικοὶ λόγοι, δῆλον ὅτι καὶ δυνάμεις ἔχουσιν· οὐ γὰρ ἐξ ἀδυνάμων καὶ ἀποίων ἡ μία δύναμις καὶ τὸ ἓν εἶδος τῆς ψυχῆς ἀπογεννᾶται. πῶς δʼ ἂν καὶ δρῷεν οἱ λόγοι καὶ τίκτοιεν ἄλλους λόγους μὴ τὴν τοῦ γεννᾶν ἔχοντες δύναμιν; πῶς δʼ ἂν καὶ γιγνώσκοιεν αὐτοὺς καὶ κινοῖεν μὴ γνωστικὰς προειληφότες δυνάμεις ἢ ἀνενεργήτους οὔσας; ἀνάγκη ἄρα καὶ οὐσίας τοὺς λόγους εἶναι καὶ δυνάμεις ἔχειν γνωστικὰς ἁπάσης ἁρμονίας, τοὺς μὲν ἐν τῇ ταὐτοῦ περιόδῳ τῆς νοητῆς, τοὺς δὲ ἐν τῇ θατέρου τῆς αἰσθητῆς, καὶ ἐνεργεῖν, ὅταν δύνωνται, τοὺς μὲν περὶ τὰ νοητά, τοὺς δὲ περὶ τὰ αἰσθητά, ὅταν δὲ ὑπὸ λήθης καὶ παθῶν παραποδίζωνται τῆς αἰσθήσεως ἐπὶ τὰ ἔνυλα καθελκούσης τὴν ψυχήν, τότε κατʼ οὐσίαν μὲν οἱ αὐτοὶ διαμένουσιν — ἀΐδιοι γάρ εἰσι καὶ ἄλυτοι καὶ ἀμετάβλητοι —, κατʼ ἐνέργειαν δὲ πάσας στρέφονται στροφὰς ὁσαχῇ δυνατόν, καὶ κατὰ δύναμιν κλάσεις καὶ διαφορὰς ὑπομένουσι πάλιν ὁσαχῇ δυνατόν — τοῦτο γὰρ ἀμφοτέροις κοινόν —, οὐ διὰ τὴν ταὐτοῦ περίοδον· ἐκεῖ γὰρ ἀργεῖ μόνον. οἱ δὲ ἐν τῇ τοῦ θατέρου κύκλοι ἑπτὰ ὄντες καὶ πάντες πάντας ἔχοντες τοὺς ἁρμονικοὺς λόγους — οὕτω γὰρ ἐλέγετο καὶ ἐπὶ τῆς τοῦ παντός — καὶ στρέφονται καὶ κλῶνται· περὶ γὰρ τούτων ὁ λόγος τῶν ἐν τῷ θατέρου κύκλῳ μεσοτήτων καὶ συνδέσεων, ὡς παντοίας λώβας ὑπομενουσῶν ὑπὸ τῶν αἰσθήσεων καὶ τῶν φυσικῶν κινήσεων, ἀλλʼ οὐ τῶν ἐν τῷ ταὐτοῦ κύκλῳ· πεπέδηται γὰρ ἐκεῖνος μόνον, ὁ δὲ θατέρου διασείεται καὶ πάσχει διασεισθεὶς οἷά φησιν αὐτός. ὁ μὲν οὖν ἐν τῷ Φαίδρῳ Σωκράτης ἡνιόχῳ καὶ ἵπποις εἰκάσας τὰς τῆς ψυχῆς δυνάμεις καὶ τῶν ἵππων τὸν μὲν καλλίονα θέμενος, τὸν δὲ χείρονα, τοτὲ μὲν διαμάχεσθαί φησι τοὺς ἵππους καὶ τὸν ἀμείνω νικᾶν, τοτὲ δὲ φέρεσθαι μόνον κρατηθέντα τὸν κρείττονα τῷ ἀκολάστῳ ἑπόμενον. ὁ δὲ Τίμαιος τὴν ψυχὴν διὰ τῶν μεσοτήτων συνδήσας, τῆς μὲν ταυτοποιοῦ, τῆς δὲ ἑτεροποιοῦ, καὶ τὴν μὲν τοῖς νοητοῖς συγγενῆ, τὴν δὲ τοῖς αἰσθητοῖς, φησὶ ταύτας τὰς μεσότητας τοτὲ μὲν διαφέρεσθαι μαχομένας ἀλλήλαις, τοτὲ δὲ κλᾶσθαι τῆς κρείττονος ἡττηθείσης καὶ πλαγιάζεσθαι παραφερομένας, τοτὲ δὲ στρέφεσθαι παντελῶς, ὑποταττομένης τῇ χείρονι τῆς ἀμείνονος· ἐπειδὴ γὰρ ἣ μὲν τῷ ταυτῷ προσῆκεν, ἣ δὲ τῷ ἑτέρῳ, δῆλον ὅτι ἡνίκα μὲν ἂν ἡ ψυχὴ κατορθοῖ, ἐν τούτοις ἑκατέρα τῶν μεσοτήτων πράττει τὸ ἑαυτῆς, ἣ μὲν ἐκ πολλῶν ἓν ποιοῦσα καὶ γνωρίζουσα τὸ ἐκ πολλῶν ἕν, ἣ δὲ διαιροῦσα ἓν εἰς πολλὰ καὶ γνωρίζουσα τὰ κατʼ εἶδος διῃρημένα, ἡνίκα δʼ ἂν πταίῃ, πρῶτον μὲν μάχη γίγνεται ἐν αὐτῇ διαπορούσῃ, τίνι ταὐτὸν καὶ τίνι ἕτερον, ἔπειτα νίκη τῆς χείρονος φερούσης εἰς μερισμὸν παντοῖον ἀντὶ τῆς εἰς ἑαυτὴν ἀφοράσεως, καὶ ἐπὶ τούτοις τελέα τῆς ἀμείνονος ἔκλυσις, τὴν ἡγεμονίαν παραδιδοῦσα τῇ χείρονι καὶ ἀρχήν· τῶν γὰρ δύο μεσοτήτων, ὡς καὶ ἔμπροσθεν εἴπομεν, διʼ ὧν τὰ διπλάσια καὶ τριπλάσια διαστήματα συνέδει τὸ διῃρημένον εἰς τοὺς ἡμιολίους καὶ ἐπιτρίτους καὶ ἐπογδόους λόγους, ἣ μὲν ἦν συναγωγὸς τῶν ἐν πᾶσι τοῖς μορίοις ταυτοτήτων, ἣ δὲ τῶν ταύτῃ συμφυῶν ἑτεροτήτων, ὥσπερ ἡ γεωμετρικὴ τῶν οὐσιῶν. ἣ μὲν οὖν τῇ ταὐτότητι προσήκουσα πρὸς τὸ θεῖον ἄγει τὴν ψυχήν, ἣ δὲ τῇ ἑτερότητι πρὸς τὸ θνητόν. καὶ οὕτω δʼ οὖν ἀλογοῦται ψυχή, τῶν ἐν τῷ θατέρου κύκλῳ μεσοτήτων κλωμένων καὶ στρεφομένων καὶ πρὸ τούτων διαφερομένων πρὸς ἑαυτάς, τῆς μὲν στροφῆς τελέως αὐτὴν εἰς τὰ πάθη καθελκυσάσης — ὡς γὰρ ὀρθὸς ἦν κύκλος ἐν τῇ ὅλῃ ψυχῇ ὁ θατέρου ὁ πάντη ἀκλινὴς πρὸς τὸ διοικούμενον, οὕτω καὶ στραφείς ἐστιν ἐν τῇ μερικῇ ὁ ἐπικλίνας ὅλως εἰς τὴν ὕλην καὶ ὁ πεσὼν εἰς τὸ σῶμα καὶ δύνας κατʼ αὐτοῦ —, τῆς δὲ κλάσεως τὴν εἰς τὸ πλῆθος καὶ τὸ ποικίλον φορὰν παρεχομένης διά τε ἀδυναμίαν καὶ ἀσθένειαν μερισμὸν ἐμποιούσης — τὰ γὰρ κλώμενα διαπίπτει τῆς ἑαυτῶν δυνάμεως καὶ γίνεται οὐθὲν ἀνθʼ ἑνός —, τῆς δὲ διαφορᾶς ἐναντίωσιν μόνον καὶ μάχην ἀπεργαζομένης. ἡ μὲν οὖν στροφὴ τὸ ὀρθὸν πάντη λωβᾶται, ἡ δὲ κλάσις τὸ ἓν πολλὰ ποιεῖ, ἡ δὲ διαφορὰ μόνην μάχην ἐπεισάγει· καὶ αὕτη μὲν ποιεῖ τῷ τρέχοντι ὅμοιον καὶ μὴ ἀσφαλῶς ἑστῶτι, ἡ δὲ κλάσις τῷ ἤδη πεπτωκότι διὰ τὴν τῶν κώλων κλάσιν καὶ διὰ τοῦτο γεγονότι πλαγίῳ, ἡ δὲ στροφὴ τῷ ὑπτίῳ λοιπὸν καὶ τὴν μὲν κεφαλὴν κατὰ γῆς ἐρείσαντι, τοὺς δὲ πόδας, οἷοί ποτʼ ἂν ὦσιν, ἄνω που· μέση γὰρ ἡ πλαγία θέσις τοῦ τε ἑστῶτος καὶ τοῦ ἀντεστραμμένου πρὸς τὸν ἑστῶτα τῷ τὴν μὲν κεφαλὴν ἔχειν κάτω, τοὺς δὲ πόδας ἄνω. γίγνεται οὖν τὸ δοξαστικὸν ὑπὸ τῶν αἰσθήσεων διάστροφον καὶ ψευδοδοξοῦν καὶ πολυμελές — τοῦτο γάρ ἐστιν ὁ θατέρου κύκλος, ὡς καὶ πρότερον ἐλέγομεν, ἐν ᾧ γίγνονται δόξαι καὶ πίστεις, ὡς εἴρηται καὶ ἐπὶ τῆς ὅλης ψυχῆς· γίγνεται οὖν ψευδοδοξίας μεστόν, συμμεριζόμενον ταῖς αἰσθήσεσι καὶ πρὸς ἑαυτὸ στασιάζον. καὶ ταῦτα πάντα τὰ πάθη τῶν δυνάμεών ἐστι καὶ τῶν ἐνεργειῶν τῆς ψυχῆς, ἡ δὲ οὐσία αὐτῆς ἄλυτός ἐστι, πλήν, ὡς αὐτός φησιν, ὑπὸ τοῦ συνδήσαντος· ἐκεῖνος γὰρ καὶ τὰς διωρισμένας αἰτίας προείληφε τῶν ἐν αὐτῇ λόγων καὶ τῶν κύκλων αὐτῆς. τὸ δὲ ὑπὸ τοῦ ἀεὶ συνέχοντος μόνου λυτὸν ἄλυτόν ἐστιν, ὥσπερ τὸ ὑπὸ τοῦ ἀγαθοῦ μόνου κακυνόμενον ἀκάκυντον, τὸ δὲ ὑπὸ τοῦ κακοῦ κακυνόμενον καὶ τὸ ὑπὸ τοῦ ψυχροῦ ἄθερμον· οὔτε γὰρ ψυχροῦ τὸ θερμαίνειν οὔτε ἀγαθοῦ τὸ κακύνειν οὔτε τοῦ συνεκτικοῦ τὸ διαλύειν. ὥστε καὶ ταύτῃ τὴν ἀφθαρσίαν τῆς ψυχῆς ὁ λόγος εἰ καὶ ἐπικεκρυμμένως παραδέδωκεν, ὅτι τῷ δημιουργῷ μόνῳ αὐτὴν ὑπέθετο λυτήν.
Ὥστε μετʼ ἀλλήλων μόγις συνεχομένας φέρεσθαι μέν, ἀλόγως δὲ φέρεσθαι, τοτὲ μὲν ἀντίας, ἄλλοτε πλαγίας, τοτὲ δὲ ὑπτίας.
Αἱ μὲν διαφοραὶ τῶν κύκλων ἐναντίας ποιοῦσι φέρεσθαι τὰς συνδέσεις τῶν λόγων, αἱ δὲ κλάσεις πλαγίας, αἱ δὲ στροφαὶ ὑπτίας. καὶ ταῦτα τὰ τριττὰ πάθη θεωρεῖται μὲν περὶ τὴν λογικὴν ψυχήν, ὁρᾶται δὲ καὶ περὶ τὴν ἄλογον εἰκότως· καὶ γὰρ ὅταν ἡ λογικὴ ψυχὴ σύμφωνος ᾖ πρὸς ἑαυτὴν καὶ ὅταν διάφωνος, πολλῷ πλέον μάχεται πρὸς τὴν ἄλογον· ἕπονται γὰρ αἱ ἀρεταὶ ἀλλήλαις, αἵ τε διανοητικαὶ ταῖς ἠθικαῖς καὶ αἱ ἠθικαὶ ταῖς διανοητικαῖς. πῶς οὖν ἐν τῷ λόγῳ τὰ τρία θεατέον; ἦ τὴν μὲν ἐναντιότητα θεωρήσομεν, ὅταν δόξα πρὸς δόξαν διαμάχηται καὶ ἡ κρείττων μὴ καταβάλληται ὑπὸ τῆς χείρονος· πάντως γὰρ καὶ ἐν τοῖς ψευδοδοξοῦσιν ἔστι τι δόγμα ἀληθές, ἀφʼ οὗ καὶ διελέγχονται ψευδοδοξοῦντες. ἢ πῶς ἂν ὁ Σωκράτης Θρασυμάχους καὶ Καλλικλέας καὶ τοὺς οὕτως ἀπηρυθριακότας διήλεγξεν, εἰ μή τι δόγμα ἐνῆν καὶ ἐν ἐκείνοις ἀληθές, ἀφʼ οὗ κοινῇ παρʼ αὐτοῖς ὁμολογηθέντος συνεπεραίνετο τὰ ἑξῆς; ὅταν οὖν ὁ αὐτὸς λέγῃ καὶ ὅτι ὁ θεὸς ἀγαθὸς καὶ ὅτι οὐ πάντων προνοεῖ, ταῦτα τὰ δόγματα ἐναντία ἀλλήλοις ἐστίν· εἰ καὶ μὴ ἅμα οὖν λέγοι, ὅτι ἀγαθὸς ὁ θεὸς καὶ ὅτι οὐκ ἀγαθός — τοῦτο γὰρ ἀδύνατον —, ἀλλὰ δυνάμει λέγει, ὅτι οὐκ ἀγαθός· τοῦτο γὰρ ἕπεται ᾧ λέγει τὸ μὴ προνοεῖν, οὐχ ὁρᾷ δέ, ὅτι ἕπεται ᾧ λέγει τὸ ἐναντίον ᾧ λέγει. τὴν δὲ πλαγίαν θέσιν, ὅταν δύο δόγματα ᾖ διάστροφα καὶ τὸ ἀκόλουθον ἑαυτοῖς σῴζειν οὐ δύνωνται ἀνακόλουθα λέγοντα. αὕτη δὲ ἡ θέσις ἡ πλαγία ἐστίν· ὅλη γὰρ ἅμα ἡ δόξα πίπτει εἰς γῆν καὶ τῇ αἰσθήσει συμφέρεται. οὐκ ἄρα ἐστὶν αὐτῆς τὸ μὲν ἀληθές, τὸ δὲ ψεῦδος, ἀλλὰ πᾶσα ψευδής· οἷον τὸ τὴν δικαιοσύνην εὐήθειαν εἶναι καὶ τὴν ἀδικίαν σοφίαν· ὁ μὲν γὰρ οἰόμενος τὴν ἀδικίαν πονηρίαν, τὸ ἐναντίον αὐτὸς ἑαυτῷ λέγει — ἅμα γὰρ λέγει τὴν δικαιοσύνην οὐκ εὐήθειαν —, ὁ δὲ σοφίαν λέγων ἑαυτῷ μὲν συνᾴδει, λέγει δὲ ὅμως ἄμφω διαστρόφως, διὸ καὶ δυσελεγκτότερος θατέρου καὶ ἀνιατότερος. τὴν δὲ ὑπτίαν, ὅταν αἱ χείρους δόξαι κρατῶσι πάντη τῶν ἀμεινόνων καὶ τὰ ἀπὸ τῆς αἰσθήσεως τῶν ἔνδοθεν προβαλλομένων· ἐν γὰρ τῷ τοιῷδε πάθει τὰ κρείττονα δουλεύει καὶ ὑπόκειται τοῖς χείροσι. περὶ δὲ τὸ ἄλογον πάλιν τὴν μὲν ἐναντιότητα θεωρητέον ὡς ἐπὶ τῶν ἐγκρατῶν — ἐπὶ γὰρ τούτων μάχεται τὰ ἀμείνω τοῖς χείροσι, φαντασία τοῦ καλοῦ καὶ ὄρεξις τοῦ αἰσχροῦ —, τὴν δὲ πλαγιότητα ἐν τῇ ἐξ ἴσου συμφωνίᾳ τῆς κρίσεως πρὸς τὴν ὄρεξιν, ὅταν ἀμφότεραι φέρωνται ὁμοίως καὶ ἐμπαθῶς, τὴν δὲ ὑπτιότητα ἐν ταῖς ἀκολάστοις ζωαῖς, ἐν αἷς καὶ πάμπαν ὑπέστρωται τῷ ἀλόγῳ τὸ λογικόν. καὶ ὁρᾷς, ὅπως εὐτάκτως ἀπὸ μὲν τῆς ἐναντίας ἡ πεπλαγιασμένη διάθεσις — ὅταν γὰρ μετὰ πολλὴν μάχην εἴξῃ τῷ ἀλόγῳ, τότε φέρεται πλαγίως —, ἀπὸ δὲ ταύτης ἡ ὑπτία — συνεχῶς γὰρ ἐπικρατοῦν τοῦ ἀμείνονος τὸ χεῖρον τελευταῖον οὐδὲ δεῖται μάχης, ἀλλʼ ἐξηνδραπόδισται καὶ ἄγει ὅπου βούλεται. καὶ τοῦτό ἐστιν ἔσχατον εἶδος ζωῆς, ὥσπερ τελειότατον τὸ ἑαυτῷ σύμφωνον, τὸ ἀπλαγίαστον, τὸ κατὰ φύσιν, ἐν ᾧ τὸ κρεῖττον ἔχει τὴν ἑαυτοῦ τάξιν ἀμάχως. καὶ γίγνεται τὸ μὲν σύμφωνον ἀπὸ τῆς σωφροσύνης, τὸ δὲ ἀπλαγίαστον ἀπὸ τῆς ἀνδρείας, τὸ δὲ κατὰ φύσιν τεταγμένον ἀπὸ τῆς δικαιοσύνης. τὰ δὲ ἐναντία τούτων ἀπεργάζεται τὴν μὲν ἐναντίωσιν ἡ διαφορά, τὴν δὲ πλαγιότητα ἡ κλάσις — τὰ γὰρ κλώμενα πλάγια γίγνεται —, τὴν δὲ ὑπτιότητα ἡ στροφή· παντελῶς γὰρ ἀντιστρέφει τὴν τάξιν τῶν ἡγουμένων τε καὶ ἑπομένων. καὶ ἔοικεν ἡ μὲν ἐναντίωσις διασπᾶν τὴν μίαν ζωὴν τῆς ψυχῆς καὶ ποιεῖν τὴν λογικὴν ἑαυτῇ ἀσύμφωνον, ἡ δὲ πλαγιότης ἀλογίαν αὐτὴν ποιεῖν — αὕτη γὰρ ὅλη φέρεται πρὸς τὸ σῶμα καὶ τὴν ὕλην —, ἡ δὲ ὑπτιότης φυτοῖς αὐτὴν ἐγκαταλέγειν· ἐν τούτοις γὰρ ἡ κεφαλὴ προσερρίζωται. τοσαύτης οὖν διαιρέσεως γιγνομένης καὶ τοιούτων παθῶν περὶ τὰς δυνάμεις τῆς ψυχῆς εἰκότως εἶπεν αὐτὰς μόγις συνέχεσθαι — μόνον γὰρ αὐτὰς συνέχει τὸ εἶναι τὴν οὐσίαν ἀνώλεθρον τῆς ψυχῆς —, εἰ δὲ μή, τάχʼ ἂν καὶ ἀπώλοντο διασπώμεναι καὶ οἰκείαν ἀπολιποῦσαι τάξιν. διὸ καὶ εἴρηται τῶν κύκλων διαφορὰς ἐπισυμβαίνειν καὶ κλάσεις καὶ στροφὰς «ὁσαχῇ δυνατόν», ἀλλʼ οὐ πάντη· δυνατὸν γὰρ κατʼ ἐνεργείας καὶ δυνάμεις μόνον, ἀλλʼ οὐ κατὰ τὴν οὐσίαν ἀνώλεθρον οὖσαν ὡς ἔν γε τοῖς θνητοῖς· καὶ κατὰ ταύτην γίγνεται διαφορὰ καὶ κλάσις καὶ στροφὴ τῆς ὕλης κρατησάσης τοῦ εἴδους, ἥτις ἀνὰ λόγον ἐστὶ τοῖς ποσίν, ὡς τῇ κεφαλῇ τὸ εἶδος.
Οἷον ὅταν τις ὕπτιος ἐρείσας τὴν κεφαλὴν μὲν ἐπὶ γῆς, τοὺς δὲ πόδας ἄνω προσβαλὼν ἔχῃ πρός τινι, τότε ἐν τούτῳ τῷ πάθει τοῦ τε πάσχοντος καὶ τῶν ὁρώντων τά τε δεξιὰ ἀριστερὰ καὶ τὰ ἀριστερὰ δεξιὰ ἑκατέροις τὰ ἑκατέρων φαντάζεται. ταὐτὸν δὴ τοῦτο καὶ τοιαῦτα ἕτερα αἱ περιφοραὶ πάσχουσαι σφοδρῶς, ὅταν τέ τῳ τῶν ἔξωθεν τοῦ ταυτοῦ γένους ἢ τοῦ θατέρου περιτύχωσι, τότε ταυτόν τῳ καὶ θάτερόν του τἀναντία τῶν ἀληθῶν προσαγορεύουσαι ψευδεῖς καὶ ἀνόητοι γεγόνασιν.
Ἐν τούτοις τὸ ἔσχατον πάθος ἐκτραγῳδεῖ τῆς ψυχῆς, ἐν ᾧ πεπάτηται μὲν καὶ ἠνδραπόδισται τὸ κρεῖττον, τυραννεύει δὲ τὸ χεῖρον, καὶ τῶν Ὀλυμπίων κρατεῖ τὰ γηγενῆ καὶ τῶν θείων τὰ ἔνυλα. καὶ ἀπεικάζει τῇ μὲν κεφαλῇ τὸ ἐν ἡμῖν θεῖον, τοῖς δὲ ποσὶ τὸ χεῖρον· ἔστι γὰρ τὸ μὲν ἄρχον, οἳ δὲ τὴν ἀρχομένων ἔχοντες τάξιν, ὡς αὐτὸς ἐρεῖ προϊών. εἰκάζει δὲ τῇ ἐπερείσει τῆς κεφαλῆς τῇ εἰς γῆν τὴν τοῦ θείου καὶ ἡγεμονοῦντος ἐν ἡμῖν δουλείαν, τῇ δὲ τῶν ποδῶν ἄρσει καὶ τῷ μετεωρισμῷ τὴν τοῦ ἀλόγου τυραννίδα, καὶ τὸ συμβαῖνον ἀπὸ τοῦ τοιοῦδε σχήματος τῷ συμπίπτοντι πάθει περὶ τὴν ψυχήν. συμβαίνει δὲ περὶ τὸ σῶμα τὰ δεξιὰ καὶ ἀριστερὰ ἐξηλλαγμένως ὁρᾶσθαι, καὶ περὶ τὴν ψυχὴν ἄρα συμβήσεται καὶ τὰ ἕτερα καὶ ταὐτὰ ἐπαλλάττεσθαι τοῖς ὁρῶσιν· ἀνὰ λόγον γὰρ τῷ μὲν δεξιῷ τὸ ταυτόν, τῷ δὲ ἀριστερᾷ τὸ θάτερον κατὰ τὴν Πυθαγόρειον συνήθειαν. ὁ μὲν δὴ σύμπας λόγος τοιοῦτος. ἴδωμεν δὲ καὶ τὰ καθʼ ἕκαστα. πρῶτον μὲν οὖν θεώρησον τὴν τάξιν, ὅπως ἐκ μὲν ἑστῶτος πλάγιον ἐποίησε τὸ σῶμα, ἐκ δὲ πλαγίου ὕπτιον, ἐκ δὲ ὑπτίου τὸ τοὺς πόδας ἄνω ἔχον, πρὸς δὲ τῇ γῇ τὴν κεφαλήν· τοῦ γὰρ ὑπτίου τοὺς πόδας ἐγείρας καὶ πρὸς τῇ γῇ τὴν κεφαλὴν ἐρείσας τοιοῦτον ἐποίησε τὸ σχῆμα. καὶ ἐπὶ τῆς ψυχῆς δὲ πρώτη μὲν ἡ ἀπόστασις, δευτέρα δὲ ἡ πεπλαγιασμένη ζωή, τρίτη δὲ ἡ ἔκτασις ἐπὶ τῆς ὕλης καὶ ἡ θέσις ἡ εἰς τὴν γένεσιν καὶ ἡ τοῦ θείου πρὸς τὸ ἄθεον σύζευξις, ἐσχάτη δὲ ἡ τῶν ἀνοήτων ἀφόρητος τυραννίς. καὶ τῶν πολιτειῶν δὲ ἡ μὲν φιλόνεικος κατʼ ἐναντίωσιν συνίσταται τοιάνδε, ἡ δὲ φιλοχρήματος κατὰ πλαγιασμόν, ἡ δὲ φιλήδονος ἐννόμως καθʼ ὑπτιότητα ζωῆς, ἡ δὲ τυραννικὴ κατὰ τὴν τῶν ποδῶν ἄρσιν καὶ τὸ σχῆμα τοῦτο, ὃ νῦν ὁ λόγος ὑπέγραψε. δεύτερον δέ, ὅπως τὸ τοιοῦτον σχῆμα τὰ δεξιὰ ἀριστερὰ δείκνυσι καὶ τὰ ἀριστερὰ δεξιὰ τῷ τε πάσχοντι καὶ τοῖς ὁρῶσι· νενοήσθω γάρ τις πρὸς ἄρκτον βλέπων, ἄλλος δέ τις πρὸς νότον. τούτοιν ὁ μὲν πρότερος ἔχει τὸ δεξιὸν ἐπʼ ἀνατολάς, τὸ δὲ ἀριστερὸν πρὸς δύσιν, ἅτερος δὲ ἔμπαλιν. ὁ δὴ πρὸς ἄρκτον βλέπων γεγονέτω ὕπτιος, οὐχ οὕτως, ὡς εἶπεν ὁ Τίμαιος, τὴν μὲν κεφαλὴν ἐρείσας κατὰ γῆς, μετεώρους δὲ τοὺς πόδας ἔχων, ἀλλʼ ὡς ἐν τῇ συνηθείᾳ λέγομεν ὕπτιον τὸν τῷ πρηνεῖ ἀντεστραμμένον. ἕξει δὴ πάλιν ὁμοίως ἐπὶ δεξιᾷ μὲν τὴν ἀνατολήν, ἐπὶ δὲ τῇ ἀριστερᾷ τὴν δύσιν. ἵνα δὲ γένηται κατὰ τὸν Τίμαιον ὕπτιος, ἀνεστάσθω κατὰ τοὺς πόδας ἐρείσας τὴν κεφαλήν, ἀπόστροφος τῶν ἀρκτῴων· ἕξει δὴ καὶ ταῦτα πρὸς νότον βλέπων ὁμοίως τὰ μὲν δεξιὰ πρὸς ἀνατολήν, τὰ δὲ ἀριστερὰ πρὸς δύσιν. ἔδει δὲ ἔμπαλιν, ὡς τὰ τῶν ἑστώτων καὶ πρὸς νότον ὁρώντων· οἰήσεται οὖν οὗτος, ἐπειδὴ πρὸς νότον βλέπει, τὰ μὲν πρὸς ἀνατολαῖς ἀριστερά, τὰ δὲ πρὸς δυσμαῖς δεξιά, καὶ ὑπὸ τῶν ὁρώντων οὕτως νομισθήσεται. τὰ ἄρα ἀριστερὰ δεξιὰ οἰήσεται καὶ τὰ δεξιὰ ἀριστερὰ ἑκάτερος εἶναι τοῦ ὑπτίου, καὶ δῆλον ὅτι καὶ τὰ τοῦ ὁρῶντος ἀνάπαλιν ἔχειν ὑπολήψεται ὡς ἐπὶ τοῦ ἀντιπροσώπου αὐτῷ ἑστῶτος, καίτοι ἐπὶ τὰ αὐτὰ ἔχοντος τῷ ὑπτίῳ τὰ συναμφότερα· οἴεται γὰρ τοῦ πρὸς μεσημβρίαν ὁρῶντος ἑκάτερος δεῖν τὰ ἀριστερὰ εἶναι πρὸς ἀνατολάς, τὰ δὲ δεξιὰ πρὸς δύσιν, καὶ φαίη ἄν, εἰ τὰ ἕτερα οὕτως ἔχοι, καὶ τὰ λοιπά· εἰς γὰρ τὸ αὐτὸ ὁρῶμεν· ὅπερ ἦν καὶ ἐπὶ τῶν ἑστώτων καὶ εἰς τὸ αὐτὸ βλεπόντων ἀληθές, ἐπὶ δὲ τοῦ τὴν κεφαλὴν κάτω ἔχοντος, κἂν βλέπῃ πρὸς μεσημβρίαν, οὐκ ἀληθές. καλῶς ἄρα εἴρηται, ὅτι ἑκάτερος τὰ ἑκατέρου καὶ οὐχὶ τὰ τοῦ ἑτέρου μόνον ἀνάπαλιν ἔχειν θέσεως οἰήσεται.
τρίτον δέ, ὅπως καὶ ἐπὶ ψυχῆς ταῦτα κατʼ ἀναλογίαν ὀφθήσεται· καὶ γὰρ ἡ ψυχὴ τὸν μὲν λόγον ἑαυτῆς καταχώσασα, φαντασίαν δὲ καὶ τὰς ἀλόγους ἀνεγείρασα δυνάμεις, μᾶλλον δὲ φυτὸν γενομένη καὶ τὸν τῶν φυτῶν μιμησαμένη βίον — ἐν τούτοις γὰρ ἡ κεφαλὴ κάτω κατερρίζωται, τὸ δὲ ἄλλο πᾶν ἄνω φέρεται κρατοῦν τοῦ ἀμείνονος — ἀπʼ ἐναντίας κρίνει τὰ ὄντα, καὶ οὐχ αὕτη μόνον, ἀλλὰ καὶ ἡ οὔπω μὲν παθοῦσα τοῦτο, βλέπουσα δὲ εἰς ταύτην. δῆλον γοῦν, ὅτι ὁ μὲν τὴν κεφαλὴν ἐρείσας κάτω τοῖς τελέως ἔοικε διεστραμμένοις, ὁ δὲ ἑστὼς μὲν κατὰ φύσιν, τῷ δὲ εἰς ἐκεῖνον ὁρᾶν τὰ ὅμοια ἐκείνῳ πεπονθώς, τοῖς ὑπʼ ἄλλων διαστρεφομένοις, ὥσπερ ἐκεῖνος τοῖς ὑφʼ ἑαυτῶν. φυτικὴν οὖν ἡ ψυχὴ μιμησαμένη ζωὴν τὰ μὲν ἕτερα ταὐτὰ νομίζει, τὰ δὲ ταυτὰ πάλιν ἕτερα· τὴν μὲν γὰρ ἡδονὴν τῷ ἀγαθῷ νομίζει ταὐτόν, ἃ δὴ ἕτερά ἐστι, τὸ δὲ θεῖον τοῦ ἀγαθοῦ χωρίζει καὶ τὴν ἀρετὴν τοῦ καλοῦ, ἃ δὴ ταὐτά ἐστι. τὸ ἄρα ταυτόν τῳ καὶ τὸ θάτερόν του λέγουσιν ἐναντίως ἀμφότεραι, ἥ τε ἐσχάτη ζωὴ καὶ ἡ αὑτὴν ἀφεῖσα καὶ ταύτῃ ἑπομένη. διὸ καὶ ψευδεῖς εἰσι. καὶ οὐ μόνον περὶ ταὐτὸν καὶ ἕτερον, ἀλλὰ καὶ περὶ κίνησιν καὶ στάσιν ταὐτὸν πεπόνθασι· τὸ γὰρ ἀεικίνητον ἵστασθαι νομίζουσιν, ὥσπερ οἱ πολλοὶ τὸν ἥλιον, καὶ τὸ ἑστὼς κινεῖσθαι, ὡς τὴν γῆν τινες, καὶ ἐπʼ ἄλλων πολλῶν ἐνηλλαγμένως τὰ πράγματα θεωροῦσι. ταῦτα δὲ τὰ πάθη συμβαίνει περὶ τὰς ἐνεργείας τῶν ἐν τῇ θατέρου περιόδῳ κύκλων. διὸ καὶ αὐτὸς εἶπε «ταῦτα καὶ τοιαῦτα ἕτερα τὰς περιφορὰς πάσχειν», τὰς ἐν τῷ θατέρου κύκλῳ λέγων ἑπτὰ οὔσας, ἐπεὶ ἥ γε ταὐτοῦ μία ἦν, ἥτις πεπέδηται, καθάπερ εἴρηται πρότερον. μόνος οὖν ἐστιν ἐκεῖνος ἔννους ὁ τὸν θατέρου κύκλον ὀρθώσας, τὸν δὲ ταὐτοῦ λύσας, καὶ οὗτος ἂν εἴη πάντως ὁ τὸν ἑαυτοῦ Προμηθέα λύων δεθέντα διὰ τὸν Ἐπιμηθέα· διὰ γὰρ τὴν πρὸς τὸ ἄλογον δέδεται τάξιν, ὅπερ ὁ Ἐπιμηθεὺς ἐκεῖνος λέγεται κοσμεῖν.
Οὐδεμία δὲ ἐν ταῖς τότε περίοδος ἄρχουσα οὐδʼ ἡγεμών ἐστι.
Πολλῶν γὰρ οὐσῶν ἐν τῷ θατέρου κύκλῳ περιόδων κατὰ μίμησιν τῆς τοῦ παντὸς ψυχῆς πᾶσαι διαλελώβηνται καὶ διάστροφοι γεγόνασι καὶ ἀσθενεῖς καὶ δουλεύουσι ταῖς ἀλόγοις κινήσεσιν, ἃς οὐ δεῖ περιόδους καλεῖν, ἅτε κατʼ εὐθεῖαν ἐπὶ τὴν γένεσιν σπευδούσας· ἔστι γὰρ περίοδος ἡ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ κίνησις. πᾶσα δὲ ἄλογος εἴτε γνῶσις εἴτε ὄρεξις ἀπʼ ἄλλου πρὸς ἄλλο σπεύδει εἰς τὸ ἐκτὸς ἐπειγομένη, οὗ ὀρέγεται ἐκτὸς ὄντος ἢ ὃ γιγνώσκει ἐκτὸς ὂν ἑαυτῆς. οὔτʼ οὖν ἡ ταὐτοῦ περίοδος ἄρχει — πεπέδηται γὰρ καὶ εἴκασται βασιλεῖ δεδεμένῳ διὰ τὸ ὑπὸ τοῖς πολεμίοις γενέσθαι —, οὔτε ἡ θατέρου — διέστραπται γὰρ καὶ ἔοικε στρατηγῷ τὰ τῶν πολεμίων φρονήσαντι —, καὶ οὗτος ὄντως ἐστὶν ὁ Γιγαντικὸς πόλεμος τὰ ἐν ἡμῖν γηγενῆ τῶν Ὀλυμπίων ἐντιμότερα ποιῶν καὶ οὐχ ὥσπερ ἐν τοῖς ὅλοις ὑποτάττων τὰ χείρονα τοῖς ἀμείνοσιν.
Αἷς δʼ ἂν ἔξωθεν αἰσθήσεις τινὲς φερόμεναι καὶ προσπίπτουσαι συνεπισπάσωνται καὶ τὸ τῆς ψυχῆς ἅπαν κύτος, τόθʼ αὗται κρατούμεναι κρατεῖν δοκοῦσιν.
Ὅπως μὲν οὐδεμία τῶν περιόδων ἄρχουσα οὐδὲ ἡγεμών ἐστιν, εἴρηται, καὶ ὅπως ἡ ἐν ἡμῖν κεφαλὴ πρὸς τῇ ὕλῃ κατακέχωσται. πῶς δὲ καὶ οἱ πόδες μετέωροι γεγένηνται καὶ τὰ θνητὰ τῶν ἀθανάτων ἄρχει, διὰ τούτων προστέθειται τῶν λόγων· αἱ γὰρ αἰσθήσεις ἔξωθεν φερόμεναι — τὰ γὰρ ἐκτὸς ἀναγγέλλουσι — καὶ προσπίπτουσαι — μετὰ πάθους γὰρ προσβάλλουσιν —, ἐὰν οὖν αὗται συνεπισπάσωνται τὸ κύτος τῆς ψυχῆς, τουτέστι τὴν ὅλην αὐτῆς οὐσίαν — τὸ γὰρ κύτος ὡς ἐπὶ περιφορῶν τινων εἴρηται — καὶ ταῦτα παρασκευάσωσι φρονεῖν, ἃ λέγουσιν αὐταί, τῆς ὅλης ἡγεμόνες γίγνονται ζωῆς καὶ ταῦτα ποιοῦσι λέγειν τε καὶ νομίζειν, ὅσα ἂν αὐταὶ φῶσι, καὶ τοῦτο οἴεσθαι ἀληθῶς, τὸ αἰσθήσει ληπτόν, οὗ ἂν ἅψαιτό τις ἢ πίοι ἢ φάγοι, νοητὸν δὲ καὶ φιλοσοφίᾳ αἱρετὸν οὐδέν. τούτων δὲ ἡγουμένων αἱ ὀρέξεις κρατοῦσι καὶ τὰ πλήθη δυναστεύει, δουλεύει δὲ ἡ προαίρεσις, καὶ ὁ λόγος ἐν ὑπηρέτου μέρει τεταγμένος πορίζει τὰ πρὸς τὸ τέλος τοῖς πάθεσιν. ἆρʼ οὖν ὡς ἀληθῶς ἡγεῖται ἡ αἴσθησις καὶ κρατεῖ; καὶ πῶς δυνατὸν φύσει θνητὴν οὖσαν αὐτὴν καὶ ἔνυλον κρατεῖν; ἀλλὰ δοκεῖ μὲν κρατεῖν τοῦ λόγου, κρατεῖται δὲ ὑπʼ ἄλλων αὐτή, καὶ εἰκότως αὕτη μὲν γὰρ ἑτέρων ἐστί, διὸ τῶν ἐκτὸς ἤρτηται καὶ ὑπʼ ἐκείνων κρατεῖται καὶ ἄλλοτε ἀλλοίως διατίθεται· ὁ δὲ λόγος ἑαυτῷ τῆς δουλείας αἴτιος. οὐκ ἄρα κρατεῖ τῷ ὄντι, τὴν κρατητικὴν δύναμιν οὐκ ἔχων ἀκράτητον, ἀλλὰ δουλεύων ἄλλοις κρατεῖ τῶν ἑαυτοῦ κρειττόνων ἠπατημένων.
Καὶ διὰ ταῦτα δὴ πάντα τὰ πάθη νῦν κατʼ ἀρχάς τε ἄνους ψυχὴ γίνεται τὸ πρῶτον, ὅταν εἰς σῶμα ἐνδεθῇ θνητόν.
Τοῦτο συμπέρασμά ἐστι πάντων τῶν ῥηθέντων περὶ τῆς ἐνσωματώσεως τῶν ψυχῶν, ἀφʼ ὧν τὰς αἰτίας ἀνεῦρε τῆς ταραχῆς αὐτῶν καὶ τοῦ θορύβου τοῦ ἐκ τῆς γενέσεως καὶ τέλος τῆς ἀνοίας τῆς τοῖς νεογνοῖς ἐμφυομένης, ἀφʼ ὧν πάλιν δῆλον, ὅτι τὴν λογικὴν ψυχὴν καὶ ἐν τοῖς παισὶν εἶναι μὲν οἴεται, πεπεδῆσθαι δὲ καὶ ἀργεῖν ὑπὸ τῶν ἀλόγων δυνάμεων κρατουμένην, ἀλλʼ οὐχ ὕστερον χρόνῳ παραγίγνεσθαι, καθάπερ οἴονταί τινες· παραδέδωκε γὰρ τὰς αἰτίας, διʼ ἃς καὶ παρὼν ὁ λόγος οὐ πάρεστιν, ἃς καὶ συμπεραινόμενος εἶπεν, ὅτι διὰ ταύτας ἄνους γίγνεται ψυχὴ καὶ κατʼ ἀρχάς, ὅταν τὸ πρῶτον εἰς σῶμα ἐνδεθῇ, καὶ νῦν· τί γὰρ διαφέρει νεαρὸν εἶναι κατὰ τὴν ἡλικίαν ἢ κατὰ τὴν ζωήν; ὥσπερ οὖν ἐν τοῖς ἀνοήτοις τῶν προβεβηκότων παρὼν ὁ λόγος ἡσυχάζει, τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς νέοις πάρεστι μέν, κρατούμενος δὲ ὑπὸ τῆς ἀνοίας ἀργός ἐστιν.
Ὅταν δὲ τὸ τῆς αὔξης καὶ τροφῆς ἔλαττον ἐπίῃ ῥεῦμα, πάλιν δὲ αἱ περίοδοι λαμβανόμεναι γαλήνης τὴν ἐπʼ αὐτῶν ὁδὸν ἴωσι καὶ καθιστῶνται μᾶλλον ἐπόντος τοῦ χρόνου, τότε ἤδη πρὸς τὸ κατὰ φύσιν ἰόντων σχῆμα ἑκάστων τῶν κύκλων αἱ περιφοραὶ κατευθυνόμεναι, τό τε θάτερον καὶ τὸ ταυτὸν προσαγορεύουσαι κατʼ ὀρθόν, ἔμφρονα τὸν ἔχοντα αὐτὰς γιγνόμενον ἀποτελοῦσιν.
Ἐν μὲν τῷ Φαίδρῳ τὴν εὐδαίμονα ζωὴν τῆς ψυχῆς ἀνεδίδαξε, καθʼ ἣν συμπεριπολοῦσα τοῖς θεοῖς ἐπὶ τὸν ὑπερουράνιον ἀνατρέχει τόπον καὶ θεᾶται αὐτὴν δικαιοσύνην, αὐτὴν σωφροσύνην καὶ ἑκάστην τῶν θείων ἀρετῶν, καὶ πάλιν κατὰ μικρὸν ἀπὸ τῆς ἄκρας εὐδαιμονίας καὶ τῆς μακαριότητος ἐκείνης ἤγαγεν εἰς τὸ ποτὲ μὲν ὑπερκύπτειν, ποτὲ δὲ εἴσω δύνειν καὶ ἀπὸ τοῦδε κατὰ ὕφεσιν εἰς τὸ μηδὲν ὁρῶσαν ἔτι συνέπεσθαι διὰ συνήθειαν· οὐ γὰρ εὐθὺς ἀπὸ τοῦ νοητοῦ καὶ ἀθρόως ὑπάρχει ταῖς ψυχαῖς ἡ εἰς γένεσιν πτῶσις, ἀλλὰ διὰ πολλῶν πρόεισι τῶν μέσων. ἐν δὲ τούτοις ἔμπαλιν τὰ πάθη τῆς εἰς γένεσιν πεσούσης ψυχῆς καὶ τὰς στροφὰς καὶ τὰς κλάσεις καὶ τοὺς ὀχετοὺς ἐκτραγῳδήσας ἐθέλει κατὰ μικρὸν ἐπαναγαγεῖν αὐτὴν εἰς τὴν νοερὰν καὶ τὴν κατὰ φύσιν ζωήν. ἀλλʼ ἐκεῖ μὲν παυομένων τῶν ἀμεινόνων καὶ τῶν ἀπὸ νοῦ καὶ θεῶν ἐνδιδομένων ἀγαθῶν παρεισῄει τὰ χείρονα, χωλεία καὶ πτερορρύησις καὶ λήθη καὶ συντυχία καὶ βαρύτης. ἐνταῦθα δὲ ἀποληγόντων τῶν χειρόνων καὶ τῶν ἐκ τῆς ὕλης ἐμποδίων κατὰ φύσιν εὐθὺς ἀναιρεῖται καὶ ἀναφαίνεται τὰ κρείττονα, τάξις καὶ λόγος καὶ ἡ λελογισμένη καὶ ἔμφρων κατάστασις· εἰς γὰρ ἡλικίαν ἰόντες αὐτοὶ ἐμφρονέστεροι γιγνόμεθα καὶ μᾶλλον λελογισμένοι τῆς τε ὁμαλοῦς καὶ εὐτάκτου ζωῆς ποιούμεθα, τῆς φύσεως ἀγούσης. τί οὖν; φαίη ἂν ὁ Γαληνός· ταῖς τοῦ σώματος κράσεσιν ἕπονται τῆς ψυχῆς αἱ δυνάμεις, καὶ ὑγροῦ μὲν ὄντος καὶ ἀστάτου καὶ παντοίως ῥέοντος ἄνους καὶ ἄστατος ἡ ψυχή, καθισταμένου δὲ εἰς συμμετρίαν κατευθύνεται καὶ ἔμφρων γίνεται. καὶ πῶς ταῦτα συγχωρήσομεν; τὴν γὰρ ἀθάνατον ψυχὴν καὶ πρὸ τοῦ σώματος οὖσαν οὐ θέμις διὰ τὸ σῶμα νοερὰν ποιεῖν, ἀλλʼ ἐκεῖνο μᾶλλον τὸ σῶμα ποτὲ μὲν ἐμπόδιον γίγνεσθαι τῇ ψυχῇ ῥητέον πρὸς τὴν εὔτακτον ζωήν, ποτὲ δὲ ἧττον ἐνοχλεῖν. ὥσπερ οὖν εἰ γείτονι παροικοίημεν λήρῳ καὶ ἀδολέσχῃ, νοερώτεροι οὐκ ἂν γενοίμεθα διʼ αὐτόν, μᾶλλον δὲ καὶ ἧττον ἐμποδίζειν ἡμῖν δύναται πρὸς τὴν ἥσυχον ζωήν, τὸν αὐτὸν τρόπον καὶ ἡ τοῦ σώματος συνάρτησις ὁτὲ μὲν ἐκταράττει τὴν ψυχήν, ὁτὲ δὲ ἀνίησι τὸν θόρυβον, ἣ δὲ ἐν γαλήνῃ γίγνεται· καὶ μᾶλλον μὲν αὐτὴ τῆς ταραττομένης ἔχει κατὰ φύσιν, οὔπω δὲ οὐδὲ αὕτη, πρὶν αὐτῇ καὶ παιδεία προσγένηται. τὸ ἄρα σῶμα κωλυτικὸν μὲν ἦν τῆς ἔμφρονος ζωῆς, ποιητικὸν δὲ οὐδαμῶς. ταῦτα καὶ περὶ τούτων. Περὶ δὲ τῶν καθʼ ἕκαστον ῥητέον, ὅτι τὸ μὲν τῆς αὔξης καὶ τροφῆς ῥεῦμα δηλοῖ τὸν φυσικὸν ὀχετόν· ἀνάγκη γὰρ πλείονος αὐξήσεως γιγνομένης πλείονα καὶ τὴν τροφὴν εἶναι· πλείων δὲ ἡ αὔξη, διότι καὶ τὸ αὖξόν ἐστι τότε δυνατώτερον· ἡ φύσις αὐτὴ γὰρ ἐν μὲν τοῖς νέοις θάλλει καὶ ἔστιν εὐσθενής, ἐν δὲ τοῖς προβεβηκόσιν ἀσθενεῖ, παρʼ οἷς ἡ ψυχὴ λελογισμένη μᾶλλον. καὶ οὐ μόνον κατὰ τὰς ἡλικίας ἴδοις ἂν αὐτὴν ἀντιπεπονθυῖαν, ἀλλὰ καὶ κατὰ καιρούς· ἐν μὲν γὰρ ταῖς ἐγρηγόρσεσιν ἡ ψυχὴ νοερωτέρα ἑαυτῆς ἐστιν, ἐν δὲ τοῖς ὕπνοις αὐτὴ μὲν ἀργεῖ, δρᾷ δὲ μάλιστα τότε ἡ φύσις καὶ περαίνει τὸ ἑαυτῆς. εἰκότως ἄρα τοῦ ῥεύματος ἠλαττωμένου τοῦ φυσικοῦ γαλήνη γίγνεται καὶ τάξις περὶ τὴν ψυχήν. «τὴν δὲ τῶν περιόδων ὁδὸν» τὴν εἰς σύνεσιν καὶ ὁμαλότητα καὶ τάξιν πρόοδον ῥητέον· οἱ γὰρ ἐν ἡλικίᾳ ὄντες ὡς ἐπίπαν ἐμφρονέστεροι καὶ ὁμαλέστεροι καὶ βεβαιότεροι τῶν νέων εἰσί. «τοὺς δὲ κύκλους ἑκάστους», καθʼ οὓς ἡ θατέρου διῄρηται περίοδος, καὶ «τὰς περιφορὰς» τὰς ἐνεργείας αὐτῶν, αἳ κατευθύνονται τῷ τε ἀπὸ τῆς κλάσεως ἀνανεύειν καὶ τῷ παντελῶς εἰς τὸ κυκλικὸν ἀνατρέχειν εἶδος· μεταξὺ γὰρ τῆς κεκλασμένης εὐθείας καὶ τῆς περιφερείας ἡ ἄκλαστός ἐστι μιμουμένη τῆς περιφερείας τὸ ἁπλοῦν, τὸ ὁμαλές, τὸ ὅμοιον. αὐταὶ δὲ αἱ περιφοραὶ καὶ τὸ ταυτὸν καὶ θάτερον ὀνομάζουσι κατʼ ὀρθόν, τό τε ἐν τοῖς διανοητικοῖς καὶ τὸ ἐν τοῖς αἰσθητοῖς· οὐκέτι γὰρ παιδικῶς πάντα φέρουσιν, ἀλλʼ οἰκείως ἕκαστα καὶ συνάπτειν καὶ διαιρεῖν ἐπιχειροῦσι. καὶ δεῖ ἐφιστάνειν, ὅπως πανταχοῦ περὶ τὸ ταυτὸν τοῦτο καὶ τὸ θάτερον καὶ τὴν ἐπιστήμην ἀφορίζεται καὶ τὴν ἄγνοιαν, ἢ κατʼ εὐθεῖαν ἢ κατʼ ἐναλλαγήν· καὶ γὰρ τὰ μὲν καταφάσκομεν δέον ἀποφάσκειν, ὅ ἐστι τὸ ἕτερον ὡς ταὐτὸν νοεῖν, καὶ ἀνάπαλιν ἀποφάσκομεν ὅσα καταφάσκειν δέον, τοῦ ἑτέρου ἄγνοιαν ἔχοντες, ὡς ὅταν γε τὸ γνωστικὸν διήρθρωται, πάντα ὡς ἔχει φύσεως ὀνομάζομεν, τὰ μὲν ταὐτὰ λέγοντες, τὰ δὲ ἕτερα εἶναι ἀλλήλων. οὕτω δʼ οὖν αἱ περίοδοι ἡμῶν προκόπτουσαι κατὰ φύσιν ἔμφρονα τὸν ἔχοντα αὐτὰς ἀποτελοῦσι γιγνόμενον. καὶ εἰκότως ἔφη γιγνόμενον, ὅτι φυσικῶς κινοῦνται, ὅτε γίγνεταί τις ἀπʼ αὐτῶν ἔμφρων, ἔστι δὲ ὁ καὶ τῆς ὀρθῆς τροφῆς ἐπὶ τούτοις τυχών, περὶ οὗ φησιν ἑξῆς.
Ἂν μὲν οὖν συνεπιλαμβάνηταί τις ὀρθὴ τροφὴ παιδεύσεως, ὁλόκληρος ὑγιής τε παντελῶς, τὴν μεγίστην ἀποφυγὼν νόσον, γίγνεται.
Ἡ μὲν κατὰ φύσιν τῶν ψυχῶν ἐπὶ τὴν φρόνησιν ὁδὸς ὑπογέγραπται διὰ τῶν εἰρημένων λόγων. συνάπτει δὲ ταύτῃ καὶ τὴν πολιτικὴν ἀγωγὴν τελεσιουργὸν οὖσαν τῆς φυσικῆς ἐπιτηδειότητος καὶ διὰ μὲν τῆς τροφῆς τῆς ὀρθῆς συνεθισμὸν τῷ ἀλόγῳ τῶν ἀγαθῶν πράξεων παρεχομένην καὶ τὴν κατὰ ὀρθὴν δόξαν ζωήν, διὰ δὲ τῆς παιδεύσεως μαθήμασι καὶ τῇ διαλεκτικῇ τὴν λογικὴν οὐσίαν τρέφουσαν. δεῖ γὰρ ἤθεσι μὲν τὸ ἄλογον, δόγμασι δὲ παιδευθῆναι τὸν λόγον, ἵνα τὸ μὲν ὑπήκοον γένηται τῆς λογικῆς ζωῆς, ἣ δὲ εἰς νοῦν ἀναδραμοῦσα τὴν τῶν ὄντων θεάσηται φύσιν· τούτων γὰρ γινομένων ὁλόκληρος ἀποτελεῖται καὶ ὑγιής· ὁλόκληρος μέν, ὡς πάσας ἑαυτοῦ τὰς δυνάμεις εὐλύτους οὔσας συντείνας καὶ τὴν ταὐτοῦ περίοδον πεπεδημένην λύσας, ὑγιὴς δέ, ὡς τὴν θατέρου περίοδον διεστραμμένην ἰασάμενος καὶ ἐπὶ τὸ ἄκλαστον καὶ ἀπλαγίαστον ἐπανενεγκών· ἢ καὶ ὁλόκληρος μέν, ὡς τὰ ὅλα διώκων ἀντὶ τῶν μερῶν καὶ ἀπὸ τῆς κάτω πτώσεως αἴρων ἑαυτὸν καὶ εἰς νοῦν ἀνεγείρων καὶ οἷον τὴν ἅλμην ἀποπτύσας καὶ ἀποκλυσάμενος τῆς γενέσεως, ὑγιὴς δέ, ὡς ἐπὶ τὴν κατὰ φύσιν ἑαυτοῦ τάξιν ἐπανελθὼν καὶ εἰς ἐπιστήμην ἀναδραμών· μεγίστη γὰρ νόσος ψυχῆς ἀμαθία, κατορύττουσα καὶ ἀποτυφλοῦσα τὸ ὄμμα τῆς ψυχῆς.
Καταμελήσας δέ, χωλὴν τοῦ βίου διαπορευθεὶς ζωήν, ἀτελὴς καὶ ἀνόητος εἰς ᾍδου πάλιν ἔρχεται.
Ὅτι καὶ ἡ τῆς φύσεως κίνησις δρᾷ τι καὶ ἡ τῆς πολιτικῆς παιδεία, δηλοῖ διὰ τούτων ὁ φιλόσοφος· ἀτελῆ γὰρ ἀποκαλεῖ τὸν μὴ τυχόντα τῆς ὀρθῆς τροφῆς καὶ παιδεύσεως, ὥσπερ ὁ λελωβημένους ἔχων τοὺς πόδας βαδίζει μέν, οὐ καλῶς δέ. οὗτος δὲ οὔτε πάντη τῶν κινητικῶν ἐστέρηται μερῶν οὔτε ἀρτίοις αὐτοῖς χρῆται καὶ τελείοις. κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ ὁ ἑαυτοῦ καταμελήσας — οὗτος δέ ἐστιν ὁ τῷ κάτω βλέπειν ἀφεὶς τὴν ἑαυτοῦ γνῶσιν — χωλὴν τοῦ βίου διαπορευθεὶς ὁδόν, ὡς κατὰ θάτερα μόνον προκόψας, ἐφʼ ὅσον ἐκίνησεν ἡ φύσις, ἀτελής, φησίν, εἰς ᾍδου πάλιν ἔρχεται καὶ ἀνόητος, οὐ δυνηθεὶς τελεώσασθαι τὸν ἑαυτοῦ νοῦν· τὸ δὲ πάλιν, διότι καὶ οἱ ζῶντες ἐκ τῶν τεθνεώτων εἰσί· καὶ τὸ εἰς ᾍδου τὸ σκοτεινὸν δηλοῖ καὶ τὸ ἀλαμπές· οὐ γάρ που ταύταις παρὰ τὸν ἀγαθόν ἐστι καὶ φρόνιμον θεὸν ἡ ἄφιξις, ἀλλὰ διὰ τοῦ καταγωγοῦ στομίου εἰς τὸν ὑποχθόνιον τόπον· τὸ γὰρ ἑαυτὸ μὴ καθῆραν οὐ δύναται περιιδεῖν ἀκάθαρτον τὸ πᾶν. πέμπεται οὖν οἷ γενόμενον καθαρθήσεται, καὶ τὸ μόνως καθʼ εἱμαρμένην ζῆσαν ὑπὸ τῆς εἱμαρμένης ἐν τεταγμένοις κατευθύνεται χρόνοις.
Ταῦτα μὲν οὖν ὕστερά ποτε γίγνεται· περὶ δὲ τῶν νῦν προτεθέντων δεῖ διελθεῖν ἀκριβέστερον.
Ἀκόλουθός ἐστι τῷ λόγῳ τῷ περὶ τῆς ἐνσωματώσεως τῆς ψυχῆς ὁ περὶ τῆς συστάσεως τοῦ σώματος, τοῦ τε ὅλου καὶ τῶν μορίων, καὶ ὁ περὶ τῆς ἀλόγου ζωῆς, ἀλλʼ οὐχ ὁ περὶ τῶν λήξεων· τὸν γὰρ περὶ τῶν λήξεων ἀκριβοῖ λόγον ἐν τοῖς πολιτικοῖς σκέμμασιν, ἐπιστρέφων διʼ αὐτοῦ τὰς ψυχὰς εἰς τὴν ἔμφρονα ζωήν. τῷ δὲ φυσικῷ προσήκει τελειώσασθαι τὸν περὶ τοῦ ζῴου λόγον. εἰκότως οὖν καὶ ὁ φιλόσοφος ἀπαλλάττεται μὲν τῶν ἠθικῶν, ἐπὶ δὲ τὴν φυσικὴν μεθίσταται διδασκαλίαν, εἰπών, ὅτι ταῦτα, ἃ δή ἐστιν αἱ τῶν ψυχῶν λήξεις, ὕστερά ποτε γίγνεται ἐκείνων, περὶ δὲ ὧν προετέθη νῦν δεῖ διελθεῖν ἀκριβέστερον. καὶ δοκεῖ μὲν ἡ λέξις ἔχειν τι σκολιόν, λέγει δὲ ὅμως, ὅτι τὰ νῦν εἰρημένα πάντα ἐν ὑστέροις γίγνεται χρόνοις, περὶ ἐκείνων δὲ δεῖ τῶν νῦν ἡμῖν εἰς διέξοδον προκειμένων εἰπεῖν, οἷα δή ἐστι τὰ περὶ τῆς τοῦ σώματος ζωῆς. ἄλλοι δὲ μετατάττοντες ἐπὶ τὸ σαφὲς γράφουσι· περὶ δὲ τῶν νῦν προτεθέντων δέοι διελθεῖν ἀκριβέστερον· οἷς ἐναντιοῦται τὸ ἐφεξῆς.
Τὰ δὲ πρὸ τούτων περὶ σωμάτων κατὰ μέρη τῆς γενέσεως καὶ περὶ ψυχῆς, διʼ ἅς τε αἰτίας καὶ προνοίας γέγονε θεῶν, τοῦ μάλιστα εἰκότως ἀντεχομένοις οὕτω καὶ ἐνταῦθα πορευομένοις διεξιτέον.
Ἐν δὴ τούτοις ὁρίζει τὸν σκοπὸν τῶν ῥηθησομένων λόγων, ὅτι περὶ σωμάτων γενέσεώς ἐστι καὶ περὶ ψυχῆς· ἁπλῶς μὲν γὰρ ἐρρήθη περὶ ἀμφοῖν, ὅτι γέγονεν ἐκ θεῶν· δεῖ δὲ καὶ περὶ τῶν μορίων ἀμφοῖν εἰπεῖν, ἐκ τίνων μὲν τὴν ψυχήν, ἐκ τίνων δὲ τὸ σῶμα συνέστησαν οἱ δεύτεροι δημιουργοί. ταῦτα δέ ἐστιν, ἃ καὶ ἔμπροσθεν, εἰπὼν χρῆναι ψυχὴν ὑποστῆσαι καὶ σῶμα τοὺς θεούς, ἐπήγαγε καὶ τὰ τούτοις ἀκόλουθα ἀπεργάσασθαι, τὰς διαιρέσεις τῆς ψυχῆς καὶ τὴν λεπτουργίαν τῶν μερῶν τοῦ σώματος· καὶ γὰρ ἐπὶ τοῦ παντὸς οὕτω μετὰ τὸν κοινὸν περὶ τοῦ ὅλου λόγον περὶ τῶν ἐν αὐτῷ μερῶν εἶπε, καὶ ὅπερ ἴδιόν ἐστι τῆς Πλάτωνος φιλοσοφίας, τὸ τῶν θεῶν ἐξάπτειν πᾶσαν τὴν γένεσιν, τοῦτο ποιεῖ καὶ νῦν, τὰς πρωτουργοὺς αἰτίας τῶν θνητῶν σωμάτων καὶ τῶν ἀχωρίστων εἰδῶν τῆς ζωῆς ἐν τοῖς θεοῖς ἀποτιθέμενος, οὐχ ὅτι τῶν μερικῶν ἐστιν ἐν αὐτοῖς εἴδη καὶ τῶν καθʼ ἕκαστα καὶ φθαρτῶν διωρισμένοι λόγοι — πόρρω γὰρ τῆς μεριστῆς ποιήσεως τὸ θεῖον —, ἀλλʼ ὅτι καὶ τῶν γινομένων ἀγενήτως αὐτοὶ καὶ τῶν ἐνύλων ἀΰλως προεστήκασιν τὸ ἐν τοῖς ἀποτελέσμασι μερικὸν ἐκ πολλῶν μερικῶν καὶ προσεχῶν αἰτίων συγκροτοῦντες διὰ τῶν ἀϊδίων κινήσεων καὶ διὰ τῶν συντεταγμένων αὐτοῖς αἰτίων πολυειδῶν ὄντων· ὡς γὰρ ὁ πρῶτος δημιουργὸς παραδίδωσι τοῖς νέοις θεοῖς, οὕτω καὶ ἡ τούτων πρόνοια διὰ τῶν δαιμόνων πρόεισιν ἄχρι τῶν ἐνύλων καὶ ἀτόμων ἀρχῶν, ὑπουργοῖς χρωμένη καὶ ταῖς διωρισμέναις φύσεσι καὶ ταῖς ἰδίαις ἑκάστων κινήσεσι, τόπων τε καὶ ἀέρων δυνάμεσιν ἐξηλλαγμέναις, καὶ πᾶσι τοῖς προσεχέσι τῶν γινομένων αἰτίοις, ἀφʼ ὧν δὴ συμπληροῦται τὸ γινόμενον καὶ μερικὸν ἀντὶ ὅλου δημιουργεῖται καὶ ὑπόστασιν ἰδιότησι περιγεγραμμένην ἄλλαις καὶ ἆλλαις παραδέχεται. ῥητέον δʼ οὖν κἀνταῦθα περί τε τοῦ σώματος κατὰ μέρος, οἷον περὶ κεφαλῆς, περὶ θώρακος, περὶ σκελῶν, καὶ ἐφʼ ἑκάστου τούτων περὶ τῶν ἐν αὐτοῖς μορίων — ὀργανικὰ γὰρ καὶ ταῦτά ἐστι —, καὶ περὶ τῆς θνητῆς ψυχῆς τῆς ἅμα τῷ σώματι τὸ θνητὸν ζῷον ποιούσης, τὸ δημιούργημα τῶν νέων θεῶν, καὶ περὶ τῶν μορίων αὐτῆς, τῶν τε γνωστικῶν καὶ τῶν ὀρεκτικῶν· ἐὰν γὰρ ταῦτα καλῶς τῷ λογισμῷ συνέλωμεν, ἔσται ἡμῖν ὁ περὶ ἀνθρώπου λόγος εὖ παραδεδομένος. δεῖ δὲ ὡς τὸν ὅλον κόσμον, οὕτω καὶ τὸν ἄνθρωπον ἐπισκέψασθαι τελείως, διότι καὶ μικρός ἐστι καὶ οὗτος κόσμος· ἔχει γὰρ καὶ νοῦν καὶ λόγον καὶ θεῖον σῶμα καὶ θνητόν, ὥσπερ τὸ πᾶν, καὶ διῄρηται ἀνὰ λόγον τῷ παντί. ὅθεν δὴ καὶ λέγειν τινὲς εἰώθασιν, ὡς τὸ μὲν νοερὸν αὐτοῦ τῇ ἀπλανεῖ τέτακται ἀνὰ λόγον, τοῦ δὲ λόγου τὸ μὲν θεωρητικὸν τῷ Κρόνῳ, τὸ δὲ πολιτικὸν Διί, τοῦ δὲ ἀλόγου τὸ μὲν θυμοειδὲς Ἄρεϊ, τὸ δὲ φωνητικὸν Ἑρμῇ, τὸ δὲ ἐπιθυμητικὸν Ἀφροδίτῃ, τὸ δὲ αἰσθητικὸν Ἡλίῳ, τὸ δὲ φυτικὸν Σελήνῃ, καὶ τὸ μὲν αὐγοειδὲς ὄχημα τῷ οὐρανῷ, τὸ δὲ θνητὸν τοῦτο τῷ ὑπὸ σελήνην. ἵνʼ οὖν καὶ μερικῶς ἴδῃς τὸ ὅλον, ὁ περὶ ἀνθρώπου λόγος τῇ πάσῃ φυσιολογίᾳ συντέτακται. ταῦτα καὶ περὶ τούτου. Τὰς δὲ αἰτίας καὶ τὰς προνοίας τῶν θεῶν πῶς διαιρετέον; ἦ τῷ τὰς μὲν ὑποστατικὰς εἶναι, τὰς δὲ φρουρητικάς, καὶ τὰς μὲν τῆς οὐσίας χορηγούς, τὰς δὲ τῶν ἀγαθῶν, καὶ τὰς μὲν τῶν θνητῶν ποιητικάς, τὰς δὲ καὶ τῶν ψυχῶν τῶν ἀθανάτων σωστικάς· προνοοῦσι γὰρ καὶ τούτων καὶ ὑποδέχονται κατιούσας αὐτὰς καὶ πάλιν ἀνιέναι βουλομέναις χεῖρα ὀρέγουσι καὶ τὸν παρʼ ἑαυτῶν ἔλεον χορηγοῦσιν. ἐπειδὴ δὲ καὶ ἡ αἰτία καὶ ἡ πρόνοια τῶν νέων θεῶν καὶ πεπλήθυσται καὶ ἥνωται — πόθεν γὰρ ἂν τοῖς γιγνομένοις ἀπʼ αὐτῶν ὑπῆρχεν ἕνωσις, εἰ μὴ πολλῷ πρότερον ἀλλήλοις οἱ ποιοῦντες ἥνωνται; —, διὰ δὴ τοῦτο προνοίας τε αὐτῶν καὶ αἰτίας τὰς δημιουργικὰς δυνάμεις ἀπεκάλεσε· πολλοὶ γάρ εἰσι δημιουργοὶ καὶ ἑκάστου ποιήσεις πολυειδεῖς. καὶ πάλιν ἥνωσε τὸ πλῆθος τὸ θεῶν ἐπαγαγών· ἕνωσις γὰρ καὶ μονοειδὴς δύναμις ἀπὸ τῆς θείας ἰδιότητος παραγίγνεται πᾶσί τε τοῖς οὖσι καὶ πολλῷ πρότερον αὐτοῖς τοῖς θεοῖς, ὥσπερ καὶ νόησις ἀπὸ τοῦ νοῦ τοῖς τε ὅλοις ὑπάρχει καὶ πολλῷ μειζόνως αὐταῖς ταῖς νοεραῖς διακοσμήσεσιν. ὅταν δὲ ὅλως ἐπὶ τὴν πρόνοιαν τῶν θεῶν ἀναπέμπῃ τὴν αἰτίαν τῶν γενητῶν, ἄρρητον αὐτοῖς δίδωσι καὶ κρείττονα γνώσεως τὴν πρωτίστην εἰς τὸ εἶναι πάροδον. ὅθεν δή φησιν ὀρθῶς ὁ Ἰάμβλιχος, ὡς οὐδὲ ταῦτα συλλογίζεσθαι δυνατόν, πῶς μὲν τὸ σῶμα παράγουσιν οἱ θεοί, πῶς δὲ τὴν ἐν αὐτῷ ζωήν, πῶς δὲ συμπλέκουσιν ἀμφότερα ἀλλήλοις· ταῦτα γὰρ ἄγνωστα ἡμῖν ὑπάρχει. καὶ ὅτι μὲν ἀπὸ θεῶν ὑφέστηκε πάντα, εἰς τὴν ἀγαθότητα αὐτῶν ἀποβλέποντες καὶ τὴν δύναμιν διατεινόμεθα, πῶς δὲ ἐκεῖθεν πρόεισιν, ἡμεῖς γιγνώσκειν οὐχ οἷοί τέ ἐσμεν. αἴτιον δέ, ὅτι τὸ προνοεῖν καὶ τὸ γεννᾶν ἐξαίρετόν ἐστι τῆς θείας ὑπάρξεως ἄγνωστον ἐχούσης ὑπεροχήν. περὶ ὧν μὲν οὖν ὁ λόγος, εἴρηται. τίς δʼ ὁ τρόπος τῶν λόγων, ἀναμιμνήσκει πάλιν, ὅτι συμμιγὴς τῷ εἰκότι· καθʼ ὅσον μὲν γὰρ ἐφάπτονται τῆς φύσεως καὶ τῆς δημιουργίας τῶν θνητῶν, κατὰ τοσοῦτον εἰκότες εἰσί· καθʼ ὅσον δὲ ἐπʼ αὐτὸν ἀνατρέχουσι τὸν θεῖον νοῦν, κατὰ τοσοῦτον πάλιν ἀντιλαμβάνονται τῆς ἀληθείας. ἐπὶ τέλει δὲ καὶ συνέπλεξε τόν τε τρόπον καὶ τὸ τέλος τῶν λόγων· οὕτω γάρ, φησί, καὶ κατὰ ταὐτὰ πορευομένοις διεξιτέον. ἔστι δὲ τὸ μὲν οὕτως τοῦ τρόπου, τὸ δὲ πορευομένοις κατὰ ταὐτὰ τοῦ τέλους. τέλος δέ, περί τε τῶν μορίων εἰπεῖν τοῦ σώματος καὶ λεπτουργῆσαι τὸν περὶ τῆς ψυχῆς λόγον, δηλαδὴ τῆς θνητῆς.
Ἰωάννης ὁ Φιλόπονος Ὁ γοῦν Πρόκλος ἐν τῷ πέμπτῳ λόγῳ τῶν εἰς τὸν Τίμαιον ἐξηγητικῶν τὴν Πλάτωνος περὶ τῶν ἐνύλων εἰδῶν διδασκαλίαν σαφηνίζων φησίν, ὡς ὅτι καὶ τὰς ποιότητας καὶ τὰ ἔνυλα πάντα εἴδη ἔκ τε τοῦ μὴ ὄντος ὑφίστασθαι λέγει Πλάτων καὶ εἰς τὸ μὴ ὂν αὖθις τοῦ συνθέτου διαλυομένου ἀπόλλυσθαι· ἔχει δʼ ἡ λέξις οὕτως· μήποτε δὲ ἄμεινον λέγειν, ὅτι καὶ τὰ εἴδη τὰ ἔνυλα καὶ οὐ μόνον αἱ ποιότητες εἰσιόντα κέκληται καὶ ἐξιόντα· ταῦτα γάρ ἐστιν τὰ ὁμοιώματα τῶν νοητῶν, οὐχ αἱ ποιότητες. ἄξιον τοίνυν ὁρᾶν τοῦτο τὸ εἶδος ποῦ ἄπεισιν· εἰ μὲν γὰρ εἰς τὴν φύσιν εἰσίοι, ἄτοπον· εἰσδέξεται γάρ τι τῶν μεθʼ ἑαυτὴν καὶ ἀφʼ ἑαυτῆς ἡ φύσις· ὅμοιον ὡς εἰ καὶ εἰς τὸ νοητὸν ἔλεγέν τις ἀπὸ τῆς γενέσεως ἀπιέναι καὶ ὁτιοῦν. εἰ δὲ εἰς ἄλλην ὕλην, παρὰ τὰ ἐναργῆ λέξομεν· οὐ γὰρ σβεννυμένου τοῦ πυρὸς καὶ τῆς ὕλης ἐξαερουμένης ὁρῶμεν ἄλλην ἐξαπτομένην· εἰ δὲ ἐν ἑαυτοῖς γίνεται, νοητὰ ἔσται καὶ αὐθυπόστατα καὶ ἀμερῆ· πόθεν οὖν ὁ ὄγκος; πόθεν ἡ διάστασις; πόθεν ὁ πόλεμος περὶ τῆς κοινῆς ὑποδοχῆς; τὰ γὰρ ἐν ἑαυτοῖς οὐ μάχεται περὶ τῆς ὑποκειμένης ἕδρας· οὐδὲ γὰρ δεῖταί τινος ὑποκειμένου. εἰ δὲ μήτε ἐν τῇ φύσει μήτε ἐν ἑαυτοῖς μηδὲ ἐν τῇ ὕλῃ δυνατὸν εἶναι τὰ τοιαῦτα εἴδη μετὰ τὴν φθοράν, ἀνάγκη χωρεῖν εἰς τὸ μὴ ὄν· οὐ γὰρ ὅλον τοῦτο ὑπομένει τῆς ὕλης ἀεὶ μενούσης, ἀλλὰ τὸ εἶδος μόνον χωρὶς γενέσεως ὑφιστάμενον καὶ χωρὶς φθορᾶς ἀπολλύμενον. δέδεικται ἄρα καὶ διὰ λογικῆς ἀποδείξεως καὶ διὰ τῶν τοῦ Πρόκλου ῥημάτων κτλ.
Πρόκλος Τούτων δὴ οὖν διηρθρωμένων ἡμῖν ἐπὶ τὸ τρίτον ἐλθόντες τῶν προκειμένων εἰς ζήτησιν εἴπωμεν, ὅτι τὸν μὲν Τίμαιον οὐκ ἄν τις ἀμφιβάλλοι λέγειν, ὅτι πᾶσι τοῖς ἀλόγοις ἀπὸ ψυχῶν ἐστιν εἰς αὐτὰ μετοικησασῶν ἐξ ἀνθρώπων ἡ ψύχωσις ... καὶ γὰρ εἰ εἰς πάντα ἄλογα ζῷα δυνατὸν χωρεῖν ψυχὴν ἀνθρώπου καὶ πάντα διʼ ἑαυτῆς ψυχοῦν, ἀλλʼ οὔπω λέγεται ὅτι καὶ μόνη ψύχωσις αὕτη τῶν ἀλόγων ἐστὶν ὑπὸ τοῦ Τιμαίου. κωλύει τοίνυν οὐδὲν δύο τρόπων ὄντων τῆς ψυχώσεως τὸν ἕτερον μὲν μόνον ἐκλέξασθαι τὸν Τίμαιον διʼ αἰτίας εὐλογίστους, ἃς εἴπομεν ἐν τοῖς εἰς τὸν Τίμαιον ἐκ δεδομένοις, μηκέτι δὲ προσθέντα καὶ ὅτι μόνον οἴεται τοῦτον εἶναι ψυχώσεως τῶν ἀλόγων τρόπον, χώραν διδόναι καὶ ταῖς τοῦ Σωκράτους περὶ ἀμφοτέρων ἐνδείξεσιν.