Part of Commentary on Plato's Timaeus

ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ

Τὸ προοίμιον τοῦ Τιμαίου δύο κεφαλαίων ποιεῖται παράδοσιν, συγκεφαλαίωσίν τε τῆς Σωκράτους πολιτείας καὶ σύντομον ἀφήγησιν τῆς πρὸς Ἀτλαντίνους τῶν Ἀθηναίων μάχης καὶ τῆς γενομένης νίκης κατʼ αὐτῶν. ἑκάτερον δὲ τούτων πρὸς τὴν ὅλην τοῦ κόσμου θεωρίαν μεγίστην παρέχεται συντέλειαν· τὸ μὲν γὰρ τῆς πολιτείας εἶδος αὐτὸ καθʼ ἑαυτὸ γνωσθὲν τῇ τοῦ οὐρανοῦ διακοσμήσει πρώτως ἐφήρμοζε, τὸ δὲ τοῦ πολέμου καὶ τῆς νίκης διήγημα σύμβολον ἡμῖν ἐγίγνετο τῆς κοσμικῆς ἐναντιώσεως, καὶ τὸ μὲν τὴν οὐσίαν ἐδήλου τῶν ἐγκοσμίων γενῶν, τὸ δὲ τὰς δυνάμεις αὐτῶν, ἀφʼ ὧν αἱ ἐνέργειαι προΐασιν εἰς τὸ πᾶν, καὶ τὸ μὲν τὴν πρώτην δημιουργίαν ἐν εἰκόσιν ὑπέγραφε, τὸ δὲ τὴν δευτέραν, ἤ, εἰ βούλει, τὸ μὲν τὴν εἰδητικὴν αἰτίαν, τὸ δὲ τὴν ὑλικήν. πάντες γὰρ οἱ φυσικοὶ τὰ ἐναντία ποιοῦσιν ἀρχὰς καὶ ἐκ τῶν ἐναντίων ἁρμοσθέντων τὸν κόσμον ὑφιστᾶσιν· ἡ δὲ ἁρμονία καὶ ἡ τάξις ἐκ τοῦ εἴδους, ὅπερ ἐκ τῆς πολιτείας ὁ λόγος ἀνέφηνε κοινὸν καὶ διατεῖνον ἐπὶ πᾶν πλῆθος ἐν τάξει προϊόν· ἄλλο γάρ ἐστι τὴν ἐν ψυχῇ παραδοῦναι πολιτείαν, ἄλλο τὴν ἐν ἀνθρώποις, ἄλλο τὴν κοσμικήν· ἡ δὲ τοῦ Σωκράτους ἀνακεφαλαίωσις, αὐτὸ τὸ εἶδος ὑπογράψασα τῆς πολιτείας πάσης ὕλης χωρισθέν, ἐπιδείκνυσιν ἡμῖν πρώτως τὴν ἐν τῷ παντὶ πολιτείαν, πρὸς ὃ καὶ τὰ μέρη πάντως ἀναφέρειν ἔσπευδεν. ἔτι δέ, εἰ βούλει, κατʼ ἄλλον τρόπον τὴν μὲν πολιτείαν ἀνάλογον τῷ οὐρανῷ τακτέον, τὸν δὲ πόλεμον τῇ γενέσει· διήκει μὲν γὰρ ἡ πολιτεία μέχρι τῶν ἐσχάτων, ἐπειδὴ πάντα τέτακται κατὰ τὴν ἀπὸ τοῦ δημιουργοῦ σειρὰν ἄχρι τοῦ πυθμένος τῶν ἐγκοσμίων καθήκουσαν· καὶ προϋφέστηκέ πως ἐν τοῖς οὐρανίοις ἡ ἐναντίωσις ἢ κατὰ τὰς διττὰς περιφορὰς τῶν σωμάτων, τήν τε ἐπὶ δεξιὰ καὶ τὴν ἐπʼ ἀριστερά, ἢ κατὰ τοὺς διττοὺς κύκλους τῶν ψυχῶν, τὸν ταὐτοῦ καὶ θατέρου, ἢ κατὰ τὰ γένη τοῦ ὄντος, στάσιν καὶ κίνησιν, ἢ κατὰ τὰς θείας ἰδιότητας, τὸ ἄρρεν καὶ τὸ θῆλυ, ἢ κατʼ ἄλλην ὁποιανοῦν τοιαύτην τομήν. μᾶλλον μὲν οὖν ἡ μὲν πολιτεία πρὸς τὸν οὐρανόν, ὁ δὲ πόλεμος οἰκείως ἔχει πρὸς τὴν γένεσιν, διὸ καὶ ἣ μὲν Δίιός ἐστιν, ὃ δὲ τῇ Ποσειδῶνος λήξει προσήκει. μετὰ δὲ τὴν τῶν μερῶν θεωρίαν διʼ εἰκόνων ἀνατείνεσθαι δεῖ πρὸς τὴν τοῦ ὅλου γνῶσιν, καὶ μετὰ τὴν τῶν εἰκόνων ἐπίβλεψιν αὐτῶν ἀντέχεσθαι λοιπὸν χρὴ τῶν παραδειγμάτων ἀπὸ τῶν μικρῶν τὰ μείζω μνησομένους. οἷον γὰρ προτέλεια ταῦτα καταβέβληται καὶ μικρὰ μυστήρια τὸ ὄμμα τῆς ψυχῆς ἀνακινοῦντα πρὸς τὴν τοῦ ὅλου καὶ παντὸς περίληψιν καὶ τὴν θεωρίαν τῆς τε μιᾶς αἰτίας καὶ μιᾶς προόδου τῶν ἐγκοσμίων ἁπάντων· πᾶν γὰρ ἐξ ἑνός ἐστι καὶ ἔμπαλιν εἰς ἓν πάντα … ἰόντα μετὰ τοῦ μερικωτέρας ἔχειν ἄλλας κατʼ ἄλλας μοίρας ἐπιστατούσας δυνάμεις τὸ πᾶν. πρὶν δὲ ἅψηται τῆς ὅλης πραγματείας, ἐπὶ θεῶν παρακλήσεις καὶ εὐχὰς τρέπεται, μιμούμενος καὶ ταύτῃ τὸν τοῦ παντὸς ποιητήν, ὃς πρὸ τῆς ὅλης δημιουργίας εἴς τε τὸ χρηστήριον εἰσιέναι λέγεται τῆς Νυκτὸς κἀκεῖθεν πληροῦσθαι τῶν θείων νοήσεων καὶ τὰς τῆς δημιουργίας ἀρχὰς ὑποδέχεσθαι καὶ τὰς ἀπορίας ἁπάσας, εἰ θέμις εἰπεῖν, διαλύειν καὶ δὴ καὶ τὸν πατέρα παρακαλεῖν εἰς τὴν τῆς δημιουργίας σύλληψιν. πρὸς μὲν γὰρ τὴν Νύκτα τῷ θεολόγῳ πεποίηται λέγων· μαῖα, θεῶν ὑπάτη, Νὺξ ἄμβροτε, πῶς, τάδε φράζε, πῶς χρή μʼ ἀθανάτων ἀρχὴν κρατερόφρονα θέσθαι;καὶ ἀκούει παρʼ αὐτῆς· αἰθέρι πάντα πέριξ ἀφάτῳ λάβε, τῷ δʼ ἐνὶ μέσσῳ οὐρανόν· καὶ περὶ πάσης ἑξῆς ἀναδιδάσκεται τῆς κοσμοποιίας· πρὸς δὲ τὸν Κρόνον πάλιν μετὰ τοὺς δεσμοὺς μόνον οὐκ εὐχόμενός φησιν· ὄρθου δʼ ἡμετέρην γενεήν, ἀριδείκετε δαῖμον; καὶ διὰ πάντων τῶν ἐχομένων τὴν τοῦ πατρὸς εὐμένειαν προκαλούμενος. καὶ πῶς γὰρ ἄλλως ἔμελλε θεῶν πάντα πληρώσειν καὶ πρὸς τὸ αὐτοζῷον ἀφομοιώσειν τὸ αἰσθητὸν ἢ πρὸς τὰς ἀφανεῖς αἰτίας τῶν ὅλων ἀνατεινόμενος, ἀφʼ ὧν αὐτὸς πεπληρωμένος ἔμελλεν ἀπὸ κραδίης προφέρειν πάλι θέσκελα ἔργα;

Δεῖ δὴ οὖν πρὸ τῶν ἄλλων ἁπάντων ἡμᾶς περὶ εὐχῆς τι γνῶναι σαφές, τίς τε ἡ οὐσία αὐτῆς καὶ τίς ἡ τελειότης, καὶ πόθεν ἐνδίδοται ταῖς ψυχαῖς. ὁ μὲν γὰρ φιλόσοφος Πορφύριος διοριζόμενος, τίνες μὲν τῶν παλαιῶν προσήκαντο τὴν εὐχήν, τίνες δὲ οὔ, περιήγαγεν ἡμᾶς ἐπʼ ἄλλας καὶ ἄλλας δόξας λέγων, ὡς συλλήβδην εἰπεῖν, ὡς οὔτε οἱ τὴν πρώτην ἀθεότητα νοσήσαντες προσποιοῦνται τὴν ἀπὸ τῆς εὐχῆς ὠφέλειαν, οἵ γε μηδὲ εἶναι λέγοντες θεούς, οὔτε οἱ τὴν δευτέραν, ὅσοι τὴν πρόνοιαν ἄρδην ἀνατρέπουσι θεοὺς εἶναι διδόντες, οὔθʼ οἱ καὶ εἶναι καὶ προνοεῖν αὐτοὺς συγχωροῦντες, ἅπαντα δὲ ἀπʼ αὐτῶν ἐξ ἀνάγκης γίνεσθαι· τῶν γὰρ ἐνδεχομένων καὶ ἄλλως γίνεσθαι μὴ ὄντων ἀναιρεῖται τὸ τῆς εὐχῆς ὄφελος· ὅσοι δὲ καὶ εἶναι καὶ προνοεῖν φασιν αὐτοὺς καὶ πολλὰ τῶν γιγνομένων ἐνδέχεσθαι καὶ ἄλλως ἔχειν, οὗτοι καὶ τὰς εὐχὰς εἰκότως παραδέχονται καὶ τὸν βίον ἡμῶν ἀνορθοῦν ὁμολογοῦσι. καὶ δὴ καὶ προστίθησιν, ὅτι τοῖς σπουδαίοις ἡ εὐχὴ μάλιστα προσήκει, διότι συναφὴ πρὸς τὸ θεῖόν ἐστι, τῷ δὲ ὁμοίῳ τὸ ὅμοιον συνάπτεσθαι φιλεῖ, τοῖς δὲ θεοῖς ὁ σπουδαῖος ὁμοιότατος, καὶ διότι ἐν φρουρᾷ ὄντες οἱ τῆς ἀρετῆς ἀντεχόμενοι καὶ ὑπὸ τοῦ σώματος ὡς δεσμωτηρίου συνειλημμένοι δεῖσθαι τῶν θεῶν ὀφείλουσι περὶ τῆς ἐντεῦθεν μεταστάσεως, καὶ ὅτι ὡς παῖδας πατέρων ἀποσπασθέντας εὔχεσθαι προσήκει περὶ τῆς πρὸς τοὺς ἀληθινοὺς ἡμῶν πατέρας, τοὺς θεούς, ἐπανόδου, καὶ ὅτι ἀπάτορές τινες ἄρα καὶ ἀμήτορες ἐοίκασιν εἶναι οἱ μὴ ἀξιοῦντες εὔχεσθαι μηδὲ ἐπιστρέφειν εἰς τοὺς κρείττονας, καὶ ὅτι καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν οἱ σοφίᾳ διενεγκόντες περὶ εὐχὰς ἐσπούδασαν, Ἰνδῶν μὲν Βραχμᾶνες, Μάγοι δὲ Περσῶν, Ἑλλήνων δὲ οἱ θεολογικώτατοι, οἳ καὶ τελετὰς κατεστήσαντο καὶ μυστήρια· Χαλδαῖοι δὲ καὶ τὸ ἄλλο θεῖον ἐθεράπευσαν καὶ αὐτὴν τὴν ἀρετὴν τῶν θεῶν θεὸν εἰπόντες ἐσέφθησαν, πολλοῦ δέοντες διὰ τὴν ἀρετὴν ὑπερφρονεῖν τῆς ἱερᾶς θρησκείας· καὶ ἐπὶ πᾶσι τούτοις, ὅτι μέρος ὄντας τοῦ παντὸς δεῖσθαι προσήκει τοῦ παντός· παντὶ γὰρ ἡ πρὸς τὸ ὅλον ἐπιστροφὴ παρέχεται τὴν σωτηρίαν· εἴτε οὖν ἀρετὴν ἔχεις, παρακλητέον σοι τὸ τὴν ὅλην ἀρετὴν προειληφός· τὸ γὰρ πᾶν ἀγαθὸν αἴτιόν ἐστι καὶ σοὶ τοῦ ἀγαθοῦ τοῦ σοὶ προσήκοντος· εἴτε σωματικόν τι ζητεῖς ἀγαθόν, ἔστιν ἡ παντὸς σώματος ἐν τῷ κόσμῳ συνεκτικὴ δύναμις· ἐκεῖθεν οὖν ἐφήκειν ἀνάγκη καὶ τοῖς μέρεσι τὸ τέλειον. ταύτῃ μὲν ὁ Πορφύριος ὡς συντόμως εἰπεῖν. ὁ δέ γε θεῖος Ἰάμβλιχος τὴν μὲν τοιαύτην ἱστορίαν οὐδὲν ἡγεῖται προσήκειν τοῖς προκειμένοις· οὐ γὰρ περὶ ἀθέων ἀνθρώπων ὁ λόγος τῷ Πλάτωνι νῦν, ἀλλὰ περὶ σωφρονούντων καὶ θεοῖς προσομιλεῖν δυναμένων, οὐδὲ περὶ ἀμφισβητούντων πρὸς τὰ ἔργα τῆς ὁσιότητος, ἀλλὰ περὶ τῶν σῴζεσθαι δυναμένων ὑπὸ τῶν τὰ ὅλα σῳζόντων· παραδίδωσι δὲ τήν τε δύναμιν τῆς εὐχῆς καὶ τὴν τελειότητα θαυμαστήν τινα καὶ ὑπερφυῆ καὶ πᾶσαν ὑπεραίρουσαν ἐλπίδα. προσήκει δὲ ἡμᾶς ἐπὶ τὸ συνηθέστερον τοῖς ἀκούουσι καὶ γνωριμώτερον τὸν λόγον μεταγαγόντας τήν τε ἐκείνου σαφῆ ποιῆσαι διάνοιαν καὶ τῷ Πλάτωνι συμφώνους ἀποδοῦναι τοὺς περὶ εὐχῆς λόγους. ἀρκτέον οὖν ἐντεῦθεν· Πάντα τὰ ὄντα θεῶν ἐστιν ἔκγονα καὶ παράγεται ὑπʼ αὐτῶν ἀμέσως πάντα καὶ ἱδρύεται ἐν αὐτοῖς. οὐ γὰρ μόνον ἡ κατὰ συνέχειαν ἐπιτελεῖται τῶν πραγμάτων πρόοδος, ἀεὶ τῶν ἑξῆς ἀπὸ τῶν προσεχῶς αἰτίων ὑφισταμένων, ἀλλὰ καὶ αὐτόθεν ἀπὸ τῶν θεῶν ἔστιν ὅπῃ γεννᾶται τὰ πάντα, κἂν πορρωτάτω τῶν θεῶν εἶναι λέγηται, κἂν αὐτὴν εἴπῃς τὴν ὕλην· οὐδενὸς γὰρ ἀφέστηκε τὸ θεῖον, ἀλλὰ πᾶσιν ἐξ ἴσου πάρεστι. διό, κἂν τὰ ἔσχατα λάβῃς, καὶ τούτοις παρὸν τὸ θεῖον εὑρήσεις· ἔστι γὰρ πανταχοῦ τὸ ἕν, καθὸ τῶν ὄντων ἕκαστον ἐκ θεῶν ὑφέστηκε, προελθόντα δὲ πάντα ἐκ θεῶν οὐκ ἐξελήλυθεν ἀπʼ αὐτῶν, ἀλλʼ ἐνερρίζωται ἐν αὐτοῖς· ποῦ γὰρ ἂν καὶ ἐξέλθοι, πάντα τῶν θεῶν περιειληφότων καὶ προκατειληφότων καὶ ἐν ἑαυτοῖς ἐχόντων; τὸ γὰρ ἐπέκεινα τῶν θεῶν τὸ μηδαμῶς ὄν ἐστι. πάντα δὲ τὰ ὄντα κύκλῳ περιείληπται ὑπὸ τῶν θεῶν καὶ ἐν αὐτοῖς ἐστι. θαυμαστὸν οὖν τινα τρόπον καὶ προῆλθε πάντα καὶ οὐ προῆλθεν. οὐ γὰρ ἀπεσπάσθη τῶν θεῶν· οὐδὲ γὰρ ἂν ἦν ἀποσπασθέντα, διότι καὶ πάντα τὰ ἔκγονα τῶν πατέρων ἀποσπώμενα πρὸς τὴν ἀχάνειαν εὐθὺς ὑποτρέχει τοῦ μὴ ὄντος· ἀλλʼ ἵδρυταί πως ἐν αὐτοῖς, καί, ὡς τὸ ὅλον εἰπεῖν, ἑαυτοῖς μὲν προελήλυθε, μένει δὲ τοῖς θεοῖς. ἐπεὶ δὲ προελθόντα καὶ ἐπιστρέφειν ἔδει μιμούμενα τὴν τῶν θεῶν ἔκφανσίν τε καὶ εἰς τὸ αἴτιον στροφήν, ἵνα κατὰ τὴν τελεσιουργὸν τριάδα καὶ ταῦτα διατεταγμένα πάλιν ὑπὸ τῶν θεῶν περιέχηται καὶ τῶν πρωτίστων ἑνάδων, δευτέραν τινὰ δέχεται παρʼ αὐτῶν τελειότητα, καθʼ ἣν ἐπιστρέφειν δύναται πρὸς τὴν ἀγαθότητα τῶν θεῶν, ὅπως ἂν ἐρριζωμένα τὴν ἀρχὴν ἐν θεοῖς διὰ τῆς ἐπιστροφῆς αὖθις ἐν αὐτοῖς ἀπερείδηται, κύκλον τινὰ τοῦτον ἀπὸ θεῶν τε ἀρχόμενον καὶ εἰς θεοὺς λήγοντα ποιούμενα. πάντʼ οὖν καὶ μένει καὶ ἐπιστρέφει πρὸς τοὺς θεούς, ταύτην λαβόντα παρʼ αὐτῶν τὴν δύναμιν καὶ διττὰ συνθήματα κατʼ οὐσίαν ὑποδεξάμενα, τὰ μὲν ὅπως ἂν ἐκεῖ μένῃ, τὰ δὲ ὅπως ἂν ἐπιστρέφῃ προελθόντα. καὶ ταῦτα οὐκ ἐν ψυχαῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἑπομένοις ἀψύχοις πάρεστι θεωρεῖν. τί γὰρ ἄλλο ἐστὶ τὸ καὶ τούτοις τὴν συμπάθειαν πρὸς ἄλλας καὶ ἄλλας δυνάμεις ἐναπεργαζόμενον, ἢ τὸ σύμβολα παρὰ τῆς φύσεως εἰληχέναι, τὰ μὲν πρὸς ἄλλην, τὰ δὲ πρὸς ἄλλην οἰκειοῦντα σειρὰν θεῶν; ἄνωθεν γὰρ καὶ ἀπʼ αὐτῶν ἐξηρτημένη τῶν θεῶν ἡ φύσις καὶ διανενεμημένη περὶ τὰς τῶν θεῶν τάξεις ἐντίθησι καὶ τοῖς σώμασι τῆς πρὸς θεοὺς αὐτῶν οἰκειότητος συνθήματα, τοῖς μὲν Ἡλιακά, τοῖς δὲ Σεληνιακά, τοῖς δὲ ἄλλου τινὸς θεῶν, καὶ ἐπιστρέφει καὶ ταῦτα πρὸς θεούς, τὰ μὲν ὡς πρὸς θεοὺς ἁπλῶς, τὰ δὲ ὡς πρὸς τούσδε τοὺς θεούς, τελεώσασα τὰ ἑαυτῆς γεννήματα κατʼ ἄλλην καὶ ἄλλην ἰδιότητα θεῶν. ταῦτʼ οὖν πολλῷ πρότερον καὶ ὁ δημιουργὸς περὶ τὰς ψυχὰς ἐνήργησε τοῦ τε μένειν αὐταῖς καὶ τοῦ ἐπιστρέφειν συνθήματα δοὺς καὶ κατὰ μὲν τὸ ἓν ἱδρύσας αὐτάς, κατὰ δὲ τὸν νοῦν τὴν ἐπιστροφὴν αὐταῖς καταχαρισάμενος. πρὸς δὲ τὴν ἐπιστροφὴν ταύτην ἡ εὐχὴ μεγίστην παρέχεται συντέλειαν συμβόλοις ἀρρήτοις τῶν θεῶν, ἃ τῶν ψυχῶν ὁ πατὴρ ἐνέσπειρεν αὐταῖς, τῶν θεῶν τὴν εὐποιίαν ἕλκουσα εἰς ἑαυτὴν καὶ ἑνοῦσα μὲν τοὺς εὐχομένους ἐκείνοις, πρὸς οὓς εὔχονται, συνάπτουσα δὲ καὶ τὸν τῶν θεῶν νοῦν πρὸς τοὺς τῶν εὐχομένων λόγους, κινοῦσα δὲ τὴν βούλησιν τῶν τελείως τὰ ἀγαθὰ περιεχόντων ἐν ἑαυτοῖς ἐπὶ τὴν ἄφθονον αὐτῶν μετάδοσιν, πειθοῦς τε οὖσα τῆς θείας δημιουργὸς καὶ ὅλα τὰ ἡμέτερα τοῖς θεοῖς ἐνιδρύουσα. Ἡγεῖται δὲ τῆς τελείας καὶ ὄντως οὔσης εὐχῆς πρῶτον ἡ γνῶσις τῶν θείων τάξεων πασῶν, αἷς πρόσεισιν ὁ εὐχόμενος· οὐ γὰρ ἂν οἰκείως προσέλθοι μὴ τὰς ἰδιότητας αὐτῶν ἐγνωκώς. διὸ καὶ τὸ λόγιον τὴν πυριθαλπῆ ἔννοιαν πρωτίστην ἔχειν τάξιν ἐν τῇ ἱερᾷ θρησκείᾳ παρεκελεύσατο. δευτέρα δὲ μετὰ ταύτην ἡ οἰκείωσις κατὰ τὴν πρὸς τὸ θεῖον ὁμοίωσιν ἡμῶν τῆς συμπάσης καθαρότητος, ἁγνείας, παιδείας, τάξεως, διʼ ἧς τὰ ἡμέτερα προσάγομεν τοῖς θεοῖς, ἕλκοντες τὴν ἀπʼ αὐτῶν εὐμένειαν καὶ τὰς ψυχὰς ἡμῶν ὑποκατακλίνοντες αὐτοῖς. τρίτη δὲ ἡ συναφή, καθʼ ἣν ἐφαπτόμεθα τῆς θείας οὐσίας τῷ ἀκροτάτῳ τῆς ψυχῆς καὶ συννεύομεν πρὸς αὐτήν. ἐπὶ δὲ ταύταις ἡ ἐμπέλασις—οὕτως γὰρ αὐτὴν καλεῖ τὸ λόγιον· τῷ πυρὶ γὰρ βροτὸς ἐμπελάσας θεόθεν φάος ἕξει— μείζω τὴν κοινωνίαν ἡμῖν παρεχομένη καὶ τρανεστέραν τὴν μετουσίαν τοῦ τῶν θεῶν φωτός. τελευταία δὲ ἡ ἕνωσις, αὐτῷ τῷ ἑνὶ τῶν θεῶν τὸ ἓν τῆς ψυχῆς ἐνιδρύουσα καὶ μίαν ἐνέργειαν ἡμῶν τε ποιοῦσα καὶ τῶν θεῶν, καθʼ ἣν οὐδὲ ἑαυτῶν ἐσμεν, ἀλλὰ τῶν θεῶν, ἐν τῷ θείῳ φωτὶ μένοντες καὶ ὑπʼ αὐτοῦ κύκλῳ περιεχόμενοι. καὶ τοῦτο πέρας ἐστὶ τὸ ἄριστον τῆς ἀληθινῆς εὐχῆς, ἵνα ἐπισυνάψῃ τὴν ἐπιστροφὴν τῇ μονῇ καὶ πᾶν τὸ προελθὸν ἀπὸ τοῦ τῶν θεῶν ἑνὸς αὖθις ἐνιδρύσῃ τῷ ἑνὶ καὶ τὸ ἐν ἡμῖν φῶς τῷ τῶν θεῶν φωτὶ περιλάβῃ. οὐκ ἄρα σμικρόν τι μόριόν ἐστιν ἡ εὐχὴ τῆς ὅλης ἀνόδου τῶν ψυχῶν, οὐδὲ ὁ τὴν ἀρετὴν ἔχων ἀπροσδεής ἐστι τῶν ἀγαθῶν τῶν ἀπὸ τῆς εὐχῆς προσγινομένων, ἀλλὰ πᾶν τοὐναντίον ἡ ἄνοδος διʼ αὐτῆς ἐπιτελεῖται καὶ μετὰ ταύτης καὶ τὸ κεφάλαιον τῆς ἀρετῆς ἡ περὶ θεούς ἐστιν ὁσιότης. ὅλως δὲ οὐδὲ ἄλλον εὔχεσθαι προσῆκεν, ἢ τὸν ἀγαθὸν διαφερόντως, ὥς φησιν ὁ Ἀθηναῖος ξένος· τούτῳ γὰρ ἀνυσιμώτατον γίνεται πρὸς τὸν εὐδαίμονα βίον τὸ προσομιλεῖν θεοῖς, τοῖς δὲ κακοῖς τἀναντία τούτων πέφυκε· μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι οὐ θεμιτόν. δεῖ δὴ οὖν τὸν γενναίως ἀντιληψόμενον τῆς εὐχῆς ἵλεώς τε ποιεῖσθαι τοὺς θεοὺς καὶ ἀνεγείρειν ἐν ἑαυτῷ τὰς περὶ θεῶν ἐννοίας—τὸ γὰρ προσηνὲς τῶν κρειττόνων πρώτιστόν ἐστιν ὁρμητήριον τῆς μετουσίας αὐτῶν—καὶ ἀδιαλείπτως ἔχεσθαι τῆς περὶ τὸ θεῖον θρησκείας—

δηθύνοντι γὰρ βροτῷ κραιπνοὶ μάκαρες τελέθουσιν— καὶ τὴν τάξιν τῶν θείων ἔργων ἀσάλευτον φυλάττειν ἀρετάς τε ἀπὸ τῆς γενέσεως καθαρτικὰς καὶ ἀναγωγοὺς προβεβλῆσθαι καὶ πίστιν καὶ ἀλήθειαν καὶ ἔρωτα, ταύτην ἐκείνην τὴν τριάδα, καὶ ἐλπίδα τῶν ἀγαθῶν ἄτρεπτόν τε ὑποδοχὴν τοῦ θείου φωτὸς καὶ ἔκστασιν ἀπὸ πάντων τῶν ἄλλων ἐπιτηδευμάτων, ἵνα μόνος τις τῷ θεῷ μόνῳ συνῇ καὶ μὴ μετὰ πλήθους τῷ ἑνὶ συνάπτειν ἑαυτὸν ἐγχειρῇ· πᾶν γὰρ τοὐναντίον ὁ τοιοῦτος δρᾷ καὶ ἀφίστησιν ἑαυτὸν τῶν θεῶν· ὡς γὰρ οὐ θέμις μετὰ τοῦ μὴ ὄντος τῷ ὄντι προσομιλεῖν, οὕτως οὐδὲ μετὰ πλήθους τῷ ἑνὶ συνάπτεσθαι δυνατόν. Ἃ μὲν οὖν περὶ εὐχῆς εἰδέναι δεῖ τὴν πρώτην, τοιαῦτα ἄττα ἐστίν, ὅτι οὐσία μὲν αὐτῆς ἡ συναγωγὸς καὶ συνδετικὴ τῶν ψυχῶν πρὸς τοὺς θεούς, μᾶλλον δὲ ἡ πάντων τῶν δευτέρων ἑνοποιὸς πρὸς τὰ πρότερα· πάντα γὰρ εὔχεται πλὴν τοῦ πρώτου, φησὶν ὁ μέγας Θεόδωρος. τελειότης δὲ ἀρχομένη μὲν ἀπὸ τῶν κοινοτέρων ἀγαθῶν, λήγουσα δὲ εἰς τὴν θείαν ἕνωσιν καὶ κατὰ μικρὸν συνεθίζουσα τὴν ψυχὴν πρὸς τὸ θεῖον φῶς. ἐνέργεια δὲ δραστήριος καὶ τῶν ἀγαθῶν ἀποπληρωτικὴ καὶ κοινὰ ποιοῦσα τὰ ἡμέτερα τοῖς θεοῖς. αἰτίας δὲ τῆς εὐχῆς ὡς μὲν ποιητικὰς ἀπολογιζόμεθα εἶναι τὰς δραστηρίους τῶν θεῶν δυνάμεις, τὰς ἐπιστρεφούσας καὶ ἀνακαλουμένας πάντα ἐπʼ αὐτοὺς τοὺς θεούς, ὡς δὲ τελικὰς τὰ ἄχραντα ἀγαθὰ τῶν ψυχῶν, ἃ δὴ καρποῦνται ἐνιδρυνθεῖσαι τοῖς θεοῖς, ὡς δὲ παραδειγματικὰς τὰ πρωτουργὰ αἴτια τῶν ὄντων, ἃ καὶ προῆλθεν ἐκ τἀγαθοῦ καὶ ἥνωται πρὸς αὐτὸ κατὰ μίαν ἄρρητον ἕνωσιν, ὡς δὲ εἰδικὰς τὰ ἀφομοιωτικὰ τῶν ψυχῶν πρὸς τοὺς θεοὺς καὶ τελεσιουργὰ τῆς ὅλης αὐτῶν ζωῆς, ὡς δὲ ὑλικὰς τὰ συνθήματα τὰ ἀπὸ τοῦ δημιουργοῦ ταῖς οὐσίαις αὐτῶν ἐνδοθέντα πρὸς ἀνάμνησιν τῶν ὑποστησάντων αὐτάς τε καὶ τὰ ἄλλα θεῶν. καὶ μὴν καὶ τοὺς τρόπους τῶν εὐχῶν ἀφοριζόμεθα πολυειδεῖς ὄντας, τοὺς μὲν κατὰ γένη καὶ εἴδη τῶν θεῶν· δημιουργικὴ γάρ ἐστιν εὐχὴ καὶ καθαρτικὴ καὶ ζῳοποιός· δημιουργικὴ μέν, οἷον ὑπὲρ ὄμβρων καὶ ἀνέμων· οἱ γὰρ δημιουργοὶ τῆς τούτων αἴτιοι γενέσεως· καὶ αἱ τῶν Εὐδανέμων εὐχαὶ παρὰ Ἀθηναίοις πρὸς τούτους ἐγίνοντο τοὺς θεούς. καθαρτικαὶ δέ, αἱ ἐπὶ ἀποτροπαῖς λοιμικῶν νοσημάτων ἢ παντοίων μολυσμῶν, οἵας δὴ καὶ ἐν τοῖς ἱεροῖς ἔχομεν ἀναγεγραμμένας. ζῳοποιοὶ δέ, ὡς αἱ ὑπὲρ τῆς τῶν καρπῶν γενέσεως θεραπεύουσαι τοὺς κρείττονας ἡμῶν τῆς ζῳογονίας αἰτίους· καὶ τελεσιουργοί, διότι πρὸς τὰς τάξεις ταύτας ἡμᾶς ἀνατείνουσι τῶν θεῶν· καὶ ὁ ἐναλλάττων τὴν τούτων κρίσιν ἀποπίπτει τῆς ὀρθότητος τῶν εὐχῶν. τοὺς δὲ κατὰ τὰς τῶν εὐχομένων διαφορότητας· ἔστι γὰρ καὶ φιλόσοφος εὐχὴ καὶ θεουργικὴ καὶ ἄλλη παρὰ ταύτας ἡ νόμιμος ἡ κατὰ τὰ πάτρια τῶν πόλεων. τοὺς δὲ κατὰ τὰ πράγματα, περὶ ὧν αἱ εὐχαὶ γίνονται· πρώτισται μὲν γάρ εἰσιν αἱ ὑπὲρ τῆς τῶν ψυχῶν σωτηρίας, δεύτεραι δὲ αἱ ὑπὲρ τῆς τῶν σωμάτων εὐκρασίας, τρίται δὲ αἱ ὑπὲρ τῶν ἐκτὸς ἐπιτελούμεναι. τοὺς δὲ κατὰ τὴν διαίρεσιν τῶν καιρῶν, ἐν οἷς ποιούμεθα τὰς εὐχάς, ἢ κατὰ τὰς ὥρας τοῦ ἔτους, ἢ κατὰ τὰ κέντρα τῆς ἡλιακῆς περιφορᾶς, ἢ κατὰ τὰς ἄλλας τοιαύτας ἐπιπλοκὰς διοριζόμενοι τὰς πολυειδεῖς εὐχάς.

Ἀλλʼ, ὦ Σώκρατες, τοῦτό γε δὴ πάντες, ὅσοι καὶ κατὰ βραχὺ σωφροσύνης μετέχουσιν, ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος θεὸν ἀεί που καλοῦσιν.

Ὁρᾷς, ὁποίαν μὲν ὁ Πλάτων ὑπόθεσιν εἰς τὸν Τίμαιον ἀνέπεμψεν, ὁποῖον δὲ ἀκροατὴν αὐτῷ τὸν Σωκράτην προσήγαγεν, ὁποίαν δὲ ἀρχὴν τῶν λόγων ὑπέγραψεν. ἡ μὲν γὰρ ὑπόθεσις εἰς τὴν ὅλην ἀνήκει δημιουργίαν, ὁ δὲ ἀκροατὴς καθʼ ἕνα νοῦν καὶ μίαν τῶν ὅλων θεωρίαν αὐτῷ συνάγεσθαι παρεσκεύασται, διὸ καὶ αὐτὸς ἐπὶ τὴν εὐχὴν ἀνήγειρε τὸν Τίμαιον. ἡ δὲ ἀρχὴ τῶν λόγων ἀπὸ τῆς τῶν θεῶν ὡρμημένη κλήσεως ὄντως μιμεῖται τὴν τῶν ὄντων πρόοδον, ἃ δὴ μένοντα πρῶτον ἐν θεοῖς οὕτω τὴν ἀπʼ αὐτῶν ἔλαχεν ἀπογέννησιν. ἐπειδὴ δὲ πάντας τοὺς καὶ κατὰ βραχὺ σωφροσύνης μετέχοντας ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος θεὸν ἀεὶ χρῆναι καλεῖν διατάττεται, κατίδωμεν, ἀπὸ ποίας δή τινος ἐννοίας οὗτοι ταύτην ἐφʼ ἑκάστοις ποιοῦνται τὴν ἐπίκλησιν τῶν θεῶν· οὐ γάρ που σωφρονοῦντας εἰκὸς μὴ τοῦ ὄντος στοχάζεσθαι καὶ τῆς περὶ τῶν θεῶν αὐτῶν ἀληθείας. φημὶ τοίνυν, ὅτι πάντες τῆς περὶ θεῶν ἐπιστήμης γνησίως ἀντιλαμβάνονται, νοῦν καθαρὸν προστησάμενοι τῆς θεωρίας καὶ τὸ καλὸν καὶ τὸ ἀγαθὸν ἐν τοῖς τῆς ψυχῆς ἀποθέμενοι πλεονεκτήμασιν, ἀλλʼ οὐκ ἐν τοῖς ἀνθρωπίνοις οὐδὲ ταῖς ἔξωθεν τύχαις, καὶ τὴν τῆς προνοίας καθορῶσι δύναμιν διὰ πάντων διήκουσαν τῶν ὄντων καὶ πάντα πρὸς τὸ πᾶν συναρμόζουσαν, ὡς ἂν ἔχοι κάλλιστα τό τε ὅλον καὶ τὰ μέρη καὶ μηδὲν ἄμοιρον ᾖ τῆς θεόθεν ἐφηκούσης εἰς ἕκαστα προμηθείας· τοῦτο δὲ αὖ ὁρῶντες ἐφʼ ἑκάστῃ πράξει καὶ καθʼ ἑκάστην ἐνέργειαν θεὸν εἰκότως καλοῦσι συλλήπτορα τῆς ἑαυτῶν ὁρμῆς, ἐμβιβάζοντες τὰς ἑαυτῶν ποιήσεις εἰς τὸ πᾶν μετὰ τῶν ὅλων καὶ ἐνιδρύοντες ἑαυτοὺς τῇ ἀγαθότητι τῶν θεῶν· καὶ γὰρ τὰ σμικρὰ δοκοῦντα εἶναι προνοίας ἀπολαύει καὶ ἔστι μεγάλα, καθʼ ὅσον ἐξήρτηται τῶν θεῶν, ὥσπερ αὖ καὶ τὰ μεγάλα κατὰ τὴν ἑαυτῶν φύσιν ἀποστάντα τοῦ θείου πάνσμικρα καὶ οὐδενὸς ἄξια φαίνεται. ταῦτα μὲν οὖν ἡ σωφροσύνη παρέχεται ταῖς ψυχαῖς, οὐκ οὖσά τις ἕξις ἀνθρωπίνη οὐδὲ πλησιάζουσα πρὸς τὴν λεγομένην ἐγκράτειαν, ἀλλʼ ἔνθεος ἐνέργεια τῆς ψυχῆς εἰς ἑαυτήν τε καὶ τὸ θεῖον ἐπεστραμμένης καὶ τὴν ἐν θεοῖς τῶν πάντων αἰτίαν ὁρώσης κἀκεῖθεν τά τε ὅλα καὶ τὰ μέρη προϊόντα θεωμένης καὶ τὰ ἐν ἡμῖν συνθήματα τῶν θεῶν ἐπʼ αὐτοὺς ἀναφερούσης, διʼ ὧν ὥσπερ ἀφορμῶν καὶ ἐπὶ τοὺς θεοὺς ἀνατρέχειν δυνάμεθα παρʼ αὐτῶν ἡμῖν ἐνδεδομένων, τά τε ἐν ἑκάστῳ σύμβολα τῶν θεῶν καὶ τῶν σμικροτάτων εὑρισκούσης καὶ διὰ τούτων ἕκαστα πρὸς τοὺς θεοὺς οἰκειούσης. ἐπειδὴ δὲ παρήγαγον οἱ θεοὶ καὶ πᾶσαν ἡμῶν τὴν οὐσίαν καὶ τὸ αὐτοκίνητον ἐδωρήσαντο ἡμῖν πρὸς τὴν αἵρεσιν τῶν ἀγαθῶν, διαφερόντως δὲ ἡ ποίησις αὐτῶν ἐν ταῖς ἐκτὸς ἡμῶν ἐνεργείαις ἐπιδείκνυται, καίτοι καὶ βουλευόμενοι τῆς παρʼ αὐτῶν δεόμεθα προμηθείας—δηλοῦσι δὲ Ἀθηναῖοι καὶ Βουλαῖον Δία τιμήσαντες—καὶ αἱρούμενοι τῆς ἐξ αὐτῶν συλλήψεως, ἵνα βουλευόμενοι μὲν τὸ λυσιτελοῦν εὕρωμεν, αἱρούμενοι δὲ μὴ διὰ πάθος ἐπὶ τὸ χεῖρον ῥέψωμεν, ἀλλὰ μᾶλλον πράττοντες καὶ ὁρμῶντες τὸ μὲν αὐτοκίνητον ἐλαχίστην ἔχον δύναμιν ὁρῶμεν, τὸ δὲ ὅλον τῆς τῶν θεῶν ἠρτημένον προνοίας—διὰ ταῦτα δὴ καὶ ὁ Τίμαιος ἐπὶ παντὸς ὁρμῇ φησι τοὺς σωφρονοῦντας θεὸν ἀεί που καλεῖν. διακρῖναι γὰρ ἐπὶ μὲν τῶν αἱρέσεων τὴν πρόνοιαν ἀπὸ τοῦ ἐφʼ ἡμῖν ἀδυνατοῦμεν, ἐπὶ δὲ τῶν ὁρμῶν μᾶλλον δυνάμεθα, διότι τὸ αὐτοκίνητον ἧττον ἐν ταύταις· οὐ γὰρ ἐφʼ ὅσον ἡ πρόνοια διήκει τῶν θεῶν, ἐπὶ τοσοῦτον διατείνει καὶ τὸ ἐφʼ ἡμῖν, ἀλλʼ, ὥσπερ εἴρηται, πολλάκις τὰ κρείττω καὶ πρὸ τῶν δευτέρων ἐνεργεῖ καὶ σὺν αὐτοῖς καὶ μετʼ αὐτά, καὶ περιέχει πανταχόθεν τὰς τῶν ὑφειμένων ἐνεργείας. ἀλλὰ πῶς, φησὶν ὁ Ἐπικούρειος Ἕρμαρχος, οὐκ εἰς ἄπειρον πρόιμεν, εἰ ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος εὐχῆς δεόμεθα; καὶ γὰρ ἵνα εὐξώμεθα, πάλιν ἄλλης εὐχῆς δεήσει, καὶ οὐδαμοῦ στησόμεθα. λυτέον δὴ τὴν ἀπορίαν ὡς ὁ Πορφύριος, ὅτι οὐκ εἴρηται ἐπὶ παντὶ πράγματι δεῖν εὔχεσθαι, ἀλλʼ ἐπὶ παντὸς ὁρμῇ πράγματος· ἐπὶ πράγματα μὲν οὖν ὁρμῶμεν, ἐπὶ δὲ ὁρμὰς οὐχ ὁρμῶμεν, ὥστε οὐκ ἐπʼ ἄπειρον ἡ ὁδός. ἢ ἔτι μένει τὸ ἄπορον; καὶ γὰρ ἐπὶ τὴν εὐχὴν ὁρμῶμεν, ὥστε καὶ ἐπὶ ταύτῃ δεήσει πάλιν εὐχῆς καὶ ἐπὶ τῇ ταύτης αὖθις ὁρμῇ καὶ εἰς ἄπειρον. κάλλιον οὖν λέγειν, ὅτι ὁ περὶ ὁτουοῦν τῶν πραγμάτων εὐχόμενος ὑπὲρ αὐτοῦ τούτου πρῶτον ὁμολογήσει τοῖς θεοῖς χάριν, ὅτι δύναμιν ἔλαχε παρʼ αὐτῶν τῆς πρὸς αὐτοὺς ἐπιστροφῆς, καὶ ὅτι τοῖς μὲν ἄλλοις πράγμασι τὸ ἀγαθὸν διὰ τὴν εὐχὴν παραγίνοιτο ἄν, τῇ δὲ εὐχῇ διʼ ἑαυτήν. οὐδὲν οὖν ἄλλης εὐχῆς δεήσεται ἐν ἑαυτῇ τὸ ἀγαθὸν συλλαβοῦσα καὶ τὴν πρὸς τὸ θεῖον παρέχουσα κοινωνίαν.

Ἡμᾶς δὲ τοὺς περὶ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας ἢ γέγονεν ἢ καὶ ἀγενές ἐστιν, εἰ μὴ παντάπασι παραλλάττομεν.

Τὴν μὲν ὑπόθεσιν θαυμαστὴν ἡλίκην ἀπέφηνεν, ἑαυτὸν δὲ ἐμμελῶς ἐν τῇ σώφρονι τάξει διεφύλαξε τὸ μέσον εἰρωνείας τε καὶ ἀλαζονείας διώκων· εἰπὼν γὰρ ἔμπροσθεν, ὅτι καὶ οἱ κατὰ βραχὺ σωφροσύνης μετέχοντες ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος θεὸν ἐπικαλοῦσι, τὸ μὲν προκείμενον αὐτῷ λίαν ἐξῇρε τῷ σμικρῷ πράγματι τοὺς περὶ τοῦ παντὸς λόγους ἀντιθείς, ἑαυτὸν δὲ ἀσφαλῶς οὐκ εἰς ἄκρον ἔφατο σωφροσύνης ἥκειν—τοῦτο γὰρ ὑπεναντίον τῷ κατὰ βραχὺ σωφροσύνης μετέχειν—ἀλλὰ μὴ παντάπασι παραλλάττειν, καὶ τοῦτο ἐξ ὑποθέσεως, ἵνα παρʼ αὐτοῦ τοῦ ἔργου τὴν ἑαυτοῦ δύναμιν καὶ ἐπιστήμην ἔχῃ δεικνυμένην, ἀλλʼ οὐκ ἀπὸ τῶν οἰκείων λόγων. ἔσται οὖν αὐτῷ περὶ τοῦ παντὸς ἡ θεωρία, καθʼ ὅσον ἀπὸ θεῶν παράγεται τὸ πᾶν, ἐπεὶ καὶ πολλαχῶς ἄν τις τὸν κόσμον θεωρήσειεν, ἢ κατὰ τὸ σωματοειδές, ἢ καθʼ ὅσον ψυχῶν μετέχει μερικῶν τε καὶ ὁλικῶν, ἢ καθʼ ὅσον ἔννους ἐστίν. ἀλλʼ ὅ γε Τίμαιος οὐ κατὰ τούτους μόνον τοὺς τρόπους ἐπισκέψεται τὴν τοῦ παντὸς φύσιν, ἀλλὰ διαφερόντως κατὰ τὴν ἀπὸ τοῦ δημιουργοῦ πρόοδον· οὗ δὴ καὶ ἡ φυσιολογία φαίνεται θεολογία τις οὖσα, διότι καὶ τὰ φύσει συνεστῶτα, καθʼ ὅσον ἐκ θεῶν ἀπογεννᾶται, θείαν πως ἔχει τὴν ὕπαρξιν. καὶ τοῦτο μὲν οὑτωσὶ διοριστέον. εἰώθασι δὲ ἀπορεῖν, τί δή ποτε προσέθηκεν ὁ Πλάτων ἐνταῦθα τὸ πῄ· λέγει γὰρ τοὺς περὶ παντὸς λόγους ποιεῖσθαί πῃ μέλλοντας. καὶ οἱ μὲν παλαιότεροι τῶν ἐξηγητῶν φασιν, ὅτι τὸ πᾶν πῂ μὲν ἀγενές ἐστι, πῂ δὲ γενητόν, καὶ διὰ τοῦτο καὶ ὁ περὶ αὐτοῦ λόγος εἰκότως ἐστὶ πῂ μὲν ὡς ἀγενήτου, πῂ δὲ ὡς γενητοῦ· καίτοι γε ὁ Πλάτων οὐ τῷ ἀγενεῖ καὶ τῷ γενητῷ τὸ πῂ συνέταξεν, ἀλλὰ τῷ τοὺς λόγους ποιεῖσθαι. ὁ δέ γε θεῖος Ἰάμβλιχος πῃ μὲν περὶ τοῦ παντὸς ἔσεσθαί φησι τὸν λόγον, πῂ δʼ οὔ· τὴν γὰρ ὕλην ἅτε ἀόριστον οὖσαν καὶ ἀνείδεον ἄρρητον ἀφίησι, τὴν δὲ εἰδητικὴν πᾶσαν ἐν τῷ κόσμῳ ποικιλίαν ἀνασκέψεται. ῥητέον δὲ καὶ πρὸς ταύτην τὴν ἐξήγησιν, ὅτι τὸ πῃ πρὸς ἄλλο συντέτακται καὶ οὐ πρὸς τὸ πᾶν. μήποτε οὖν, ὥσπερ ἔλεγεν ὁ ἡμέτερος διδάσκαλος, τῶν λόγων πολλαχῶς λεγομένων—ἄλλοι γάρ εἰσιν οἱ ἀπὸ νοῦ προϊόντες δημιουργικοὶ λόγοι, οἵους καὶ ὁ δημιουργὸς ἐρεῖ πρὸς τοὺς νέους θεούς· καὶ γὰρ τὴν ψυχὴν λέγει κινουμένην πρὸς ἑαυτήν· καὶ ἄλλοι τινὲς οἱ ἐν τῇ ἐπιστήμῃ θεωρούμενοι, καὶ ἄλλοι τρίτην ἀπόστασιν ἀπὸ νοῦ λαχόντες, οἱ ἐν προφορᾷ διδασκαλίας ἕνεκα κινούμενοι καὶ τῆς πρὸς ἀλλήλους κοινωνίας— εἰδὼς ὁ Τίμαιος, ὅτι τοὺς μὲν δημιουργικοὺς λόγους ὁ δημιουργὸς ὑφίστησιν, τοὺς δὲ ἐπιστημονικοὺς οὐ νῦν μέλλει γεννᾶν, ἀλλʼ ἐν ἑαυτῷ προείληφεν αὐτούς, μόνους δὲ τοὺς ἐν προφορᾷ λόγους ποιήσεται Σωκράτους ἕνεκα, διὰ τοῦτο τοὺς περὶ τοῦ παντὸς ἔφατο ποιήσεσθαί πῃ λόγους· ἄλλο γάρ ἐστι τὸ νοερῶς, ἄλλο τὸ ἐπιστημονικῶς, ἄλλο τὸ διδασκαλικῶς, καὶ τὸ πῂ τὰς διαφορὰς ταύτας ἐνδείκνυται τῶν λόγων. πάλιν τοίνυν τὸ η γέγονεν η καὶ ἀγενές ἐστιν οἳ μὲν ἐξηγήσαντο τὸ μὲν πρότερον η δασύναντες, τὸ δὲ δεύτερον ψιλώσαντες, ὅσοι φασὶν αὐτὸν ἐρεῖν περὶ τοῦ παντός, καθʼ ὅσον γέγονεν ἀπʼ αἰτίας, εἰ καὶ ἀγενές ἐστιν, ἵνα γενόμενον αὐτὸ θεωρήσαντες τὴν ἐν αὐτῷ φύσιν κατίδωμεν. καὶ ὅ γε Πλατωνικὸς Ἀλβῖνος ἀξιοῖ κατὰ Πλάτωνα τὸν κόσμον ἀγένητον ὄντα γενέσεως ἀρχὴν ἔχειν· ᾧ καὶ πλεονάζειν τοῦ ὄντως ὄντος, ἐκείνου μόνως ἀεὶ ὄντος, τοῦ δὲ κόσμου πρὸς τῷ ἀεὶ εἶναι καὶ γενέσεως ἔχοντος ἀρχήν, ἵνʼ ᾖ καὶ ἀεὶ ὢν καὶ γενητός, οὐχ οὕτως ὢν γενητὸς ὡς κατὰ χρόνον—οὐ γὰρ ἂν ἦν καὶ ἀεὶ ὤν—ἀλλʼ ὡς λόγον ἔχων γενέσεως διὰ τὴν ἐκ πλειόνων καὶ ἀνομοίων σύνθεσιν, ἣν ἀναγκαῖον εἰς ἄλλην αἰτίαν αὐτοῦ τὴν ὑπόστασιν ἀναπέμπειν πρεσβυτέραν, διʼ ἣν πρώτως ἀεὶ οὖσαν ἔστι πῃ καὶ αὐτὸς ἀεὶ ὢν καὶ οὐ μόνον γενητός, ἀλλὰ καὶ ἀγένητος· καίτοι τοῦ Πλάτωνος ἐν τοῖς ἑξῆς μηδαμοῦ λέγοντος πὼς μὲν γενητόν, πὼς δὲ ἀγενὲς τὸ πᾶν. οἳ δὲ ἀμφότερα ἐδάσυναν, ἵνα λέγοι ποιήσεσθαι τοὺς περὶ τοῦ παντὸς λόγους, ᾗ γέγονε καὶ ᾗ ἀγενές ἐστι, τὰ αὐτὰ τοῖς πρὸ αὐτῶν ἁμαρτάνοντες, εἰ μὴ ἄρα οὕτως λέγοιεν γεγονὸς καὶ ἀγένητον τὸ πᾶν κατὰ μὲν τὸ εἶδος γεγονός, κατὰ δὲ τὴν τιθήνην ἀγένητον· οὕτω γὰρ καὶ ὁ Τίμαιος ἐρεῖ τὴν μὲν ἀγένητον εἶναι, τὸν δὲ κόσμον γενητόν, ὡς ἀπὸ τοῦ θεοῦ τὸ εἶδος δεξάμενον. Πορφύριος δὲ καὶ Ἰάμβλιχος ἀμφότερα ψιλοῦσιν, ἵνα ᾖ τὸ λεγόμενον, πότερον γέγονε τὸ πᾶν ἢ ἀγενές ἐστι· τοῦτο γὰρ ἐπισκέψεται πρὸ τῶν ἄλλων ἁπάντων· καὶ γὰρ μεγίστην ἐν τῇ ὅλῃ φυσιολογίᾳ παρέχεται συντέλειαν ὀρθῶς ὑποτεθὲν ἢ μή, τὸ γενητὸν ἢ ἀγένητον εἶναι τὸν κόσμον· καὶ γὰρ τὴν οὐσίαν αὐτοῦ καὶ τὰς δυνάμεις ἀπὸ ταύτης τῆς ὑποθέσεως δυνησόμεθα κατιδεῖν, ὁποῖαί τινές εἰσιν, ὡς ἔσται δῆλον ἡμῖν μικρὸν ὕστερον. ἔσονται ἄρα οἱ λόγοι περὶ τοῦ παντὸς διδασκαλίας ἕνεκα προϊόντες ἀπʼ ἀρχῆς ὁρμώμενοι ταύτης, εἴτε γέγονεν ὁ κόσμος εἴτε ἀγένητός ἐστι, καὶ ἀπὸ ταύτης τὰ ἄλλα κατὰ τὸ ἀκολουθοῦν ὑφαίνοντες.

Ἀνάγκη θεούς τε καὶ θεὰς ἐπικαλουμένους εὔχεσθαι πάντα κατὰ νοῦν ἐκείνοις μὲν μάλιστα, ἑπομένως δὲ ἡμῖν εἰπεῖν.

Πάντα τὰ πληρώματα τῶν θείων διακόσμων ἡ τοῦ ἄρρενος καὶ θήλεος διαίρεσις ἐν ἑαυτῇ συνείληφε· τὸ μὲν γὰρ μονίμου δυνάμεως αἴτιον καὶ ταυτότητος καὶ τοῦ ὄντος χορηγὸν καὶ τῆς ἐπιστροφῆς τοῖς πᾶσι τὴν πρωτίστην ἀρχὴν ἀναδησάμενον ἐν τῷ ἄρρενι συνείληπται, τὸ δὲ προόδους παντοίας καὶ διακρίσεις καὶ ζωῆς μέτρα καὶ γονίμους δυνάμεις ἀφʼ ἑαυτοῦ προϊέμενον ἐν τῷ θήλει περιέχεται. διὸ δὴ καὶ ὁ Τίμαιος εἰκότως ἐπὶ πάντας τοὺς θεοὺς ἑαυτὸν ἀναγαγὼν κατὰ τὴν εἰς τὰ γένη ταῦτα διαίρεσιν τὰς ὅλας αὐτῶν τάξεις περιέλαβεν. ἔστι δὲ καὶ πρὸς τὴν προκειμένην θεωρίαν ἡ τοιαύτη διαίρεσις οἰκειοτάτη· τὸ γὰρ πᾶν τόδε πλῆρές ἐστι τῶν διττῶν τούτων θείων γενῶν· ὅ τε γὰρ οὐρανὸς πρὸς τὴν γῆν, ἵνα τὰ ἄκρα παραλάβωμεν, ἄρρενος ἔχει πρὸς θῆλυ τάξιν, διότι δὴ λόγους μὲν καὶ δυνάμεις ἑκάστοις ἐνδίδωσιν ἡ τοῦ οὐρανοῦ κίνησις, δεχομένη δὲ τὰς ἐκεῖθεν ἀπορροίας ἡ γῆ λοχεύει καὶ γεννᾷ ζῷά τε καὶ φυτὰ παντοῖα, καὶ τῶν ἐν οὐρανῷ θεῶν οἳ μὲν κατὰ τὸ ἄρρεν, οἳ δὲ κατὰ τὸ θῆλυ διακρίνονται, καὶ δὴ καὶ τῶν τὴν γένεσιν ἀγενήτως ἐπιτροπευόντων οἳ μὲν τῆς ἑτέρας, οἳ δὲ τῆς λοιπῆς εἰσι συστοιχίας· ὅλως δὲ πολὺς μὲν ὁ δημιουργικὸς ἐν τῷ παντὶ χορός, πολλοὶ δὲ οἱ ὀχετοὶ τῆς ζωῆς, ὧν οἳ μὲν τοῦ ἄρρενος, οἳ δὲ τοῦ θήλεος ἐπιδείκνυνται τὴν μορφήν. τί δεῖ πολλὰ λέγειν; ἀπὸ γὰρ τῶν ἀπολύτων ἑξάδων τῆς τε ἀρρενωποῦ καὶ τῆς θηλυπρεποῦς ποικίλαι διακοσμήσεις καθήκουσιν εἰς τὸ πᾶν. εἰκότως ἄρα ὁ τοὺς περὶ τοῦ παντὸς λόγους ποιεῖσθαι μέλλων θεοὺς ἐπικαλεῖται καὶ θεάς, ἀφʼ ὧν ἑκατέρων συμπεπλήρωται τὸ πᾶν, κατὰ νοῦν αὐτοῖς διαφερόντως τοῖς θεοῖς λεχθῆναι τὰ μέλλοντα λέγεσθαι. τοῦτο γάρ ἐστι τὸ ἀκρότατον θεωρίας τέλος, τὸ εἰς τὸν θεῖον ἀναδραμεῖν νοῦν, καὶ ὡς ἐκείνῳ πάντα προείληπται ἑνοειδῶς, οὕτω τὸν περὶ τῶν πραγμάτων· διαθεῖναι λόγον. δεύτερον δὲ δὴ καὶ ἑπόμενον τούτῳ τὸ κατὰ τὸν ἀνθρώπινον νοῦν καὶ τὸ τῆς ἐπιστήμης φῶς διαπεράνασθαι τὴν ὅλην θεωρίαν. τὸ γὰρ ὅλον καὶ τέλεον καὶ μονοειδὲς ἐν τῷ θείῳ νῷ προϋπάρχει, τὸ δὲ μερικὸν καὶ ἀπολειπόμενον τῆς θείας ἁπλότητος … περὶ τὸν θνητόν ἐστι νοῦν. ἀλλὰ πῶς, φασίν, ὁ Τίμαιος ὅτι μὲν εὔχεσθαι δεῖ καὶ θεοὺς καλεῖν καὶ θεὰς μεγαλοπρεπῶς ἀνεκήρυξε, παρεὶς δὲ τοῦτο αὐτὸ καὶ οὐκ εὐξάμενος ἐπὶ τοὺς προκειμένους εὐθὺς ἐτράπετο λόγους; ὅτι, φήσομεν ἡμεῖς, τὰ μὲν ἐν αὐτῇ τῇ βουλήσει τὸ τέλος ἔχει συνειλημμένον, τὰ δὲ μετὰ τὴν βούλησιν εἰς ἄλλην ἐνέργειαν ἀπονεύει καὶ διὰ πράξεως ἀνύει τὸ βουληθέν· ἡ μὲν γὰρ κατὰ φιλοσοφίαν ζωὴ τῆς ἡμετέρας ἤρτηται βουλήσεως, καὶ τὸ ἐλλεῖπον ἐν αὐτῇ παρὰ τὴν βούλησίν ἐστιν ἐλλείπουσαν· ἡ δὲ τῶν ἐκτὸς περιποίησις καὶ δευτέρας ἐνεργείας δεῖται μετὰ τὴν βούλησιν· οὐ γὰρ ἐν ἡμῖν αὐτῶν κεῖται τὸ τέλος. τούτων τοίνυν τῶν ἐν τῷ βούλεσθαι τὴν τελειότητα πᾶσαν ἐχόντων καὶ τὸ τῆς εὐχῆς ἂν θειήμεθα δικαίως· ἡ γὰρ βούλησις τῆς εὐχῆς ἔφεσίς ἐστι τῆς εἰς θεοὺς ἐπιστροφῆς· ἡ δὲ ἔφεσις αὕτη συνάγει τὴν ἐφιεμένην ψυχὴν καὶ συνάπτει πρὸς τὸ θεῖον, ὃ δὴ πρώτιστον ἔργον ἡμῖν ἐφαίνετο τῆς εὐχῆς. οὐκ ἄρα βουληθῆναι δεῖ πρότερον, εὔξασθαι δὲ ὕστερον, ἀλλʼ ἅμα τε βούλεταί τις καὶ τὴν εὐχὴν ἔχει κατὰ τὸ τῆς βουλήσεως μέτρον, ὃ μὲν μᾶλλον, ὃ δὲ ἧττον. ἔστι δὲ καὶ τοῦτο τῆς ἀληθοῦς εὐχῆς ἔργον, τὸ κοινὰ τοῖς θεοῖς ὑπάρχειν ταῦτα, ὑπὲρ ὧν εὐχόμεθα, κατά τε τὰς δυνάμεις καὶ τὰς ἐνεργείας, καὶ συναποτελεῖν ἡμᾶς αὐτὰ τοῖς θεοῖς, οἷον εἶ τις εὔχοιτο τοῖς ἀποκόπτουσι τὴν ὕλην καὶ ἀφανίζουσι τὰς ἀπὸ τῆς γενέσεως κηλῖδας, αὐτὸς δὲ διὰ τῶν καθαρτικῶν ἀρετῶν τοῦτο διαφερόντως ἐπιτηδεύοι, πάντως ὁ τοιοῦτος ὁμοῦ τοῖς θεοῖς ἐπιτελεῖ τὴν ἀπόλυσιν τῶν ὑλαίων δεσμῶν. τοῦτο δὴ οὖν καὶ ὁ Τίμαιος ἐνταῦθα ποιεῖ· ἃ γὰρ εὔχεται τοῖς θεοῖς ἐπιτελεῖν, ταῦτα καὶ αὐτὸς ἀποπληροῖ κατὰ τὸν ἀνθρώπινον νοῦν διατιθεὶς ἑπομένως τῷ τῶν θεῶν νῷ τὸν σύμπαντα λόγον.

Καὶ τὰ μὲν περὶ θεῶν ταύτῃ παρακεκλήσθω· τὸ δὲ ἡμέτερον παρακλητέον, ᾗ ῥᾷστʼ ἂν ὑμεῖς μὲν μάθοιτε, ἐγὼ δὲ ᾗ διανοοῦμαι μάλιστα περὶ τῶν προκειμένων ἐνδειξαίμην.

Ἡ προτροπὴ τῶν ἀκουόντων ἑπομένως γίνεται ταῖς εὐχαῖς· δεῖ γὰρ τὸ πληροῦν ἐξηρτημένον τῶν οἰκείων αἰτίων προανεγείρειν τὰ δεξόμενα καὶ ἐπιστρέφειν εἰς ἑαυτὸ πρὸ τῆς πληρώσεως, ἵνα ἐπιτηδειότερα γενόμενα λιπαρῶς ἀντιλάβηται τῶν ἐνδιδομένων νοήσεων. τοῦτο γὰρ αὐτοῖς μὲν τελεωτέραν τὴν μετουσίαν, τῷ δὲ διδόντι ῥᾴονα τὴν δόσιν ἀπεργάζεται. καὶ μὴν καὶ τοῦτο αὐτὸ τὸ τῆς ῥᾳστώνης πρέπον ἐστὶ τοῖς τὴν ὅλην δημιουργίαν μιμησομένοις, ἀφʼ ἧς πάντα πρόεισιν ἐν ἑαυτῇ μενούσης καὶ εὐφραινομένης ἐπὶ τοῖς ἀποτελέσμασιν αὐτῆς κινουμένοις. ἔτι δὲ τὸ μίαν σειρὰν ἀποτελεῖν διὰ τῆς τῶν δευτέρων πρὸς τὰ πρότερα συναφῆς τὴν δημιουργικὴν ἀπεικονίζεται σειρὰν τὴν διήκουσαν ἄχρι τῶν ἐσχάτων· εἰ γὰρ οἱ μὲν ἀκροαταὶ κατὰ τὸν νοῦν τοῦ Τιμαίου δέξονται τὸν λόγον, ὁ δὲ Τίμαιος κατὰ τὸν νοῦν τῶν θεῶν διαθήσει τὴν ὅλην πραγματείαν, ἀτεχνῶς ἐφʼ ἕνα νοῦν καὶ μίαν νόησιν τὴν ὅλην ἀναφέρεσθαι συμβήσεται συνουσίαν. πρὸς δὲ τούτοις καὶ τὸ αὐτοκίνητον ἱκανῶς διὰ τούτων ἐπιδείκνυται τῶν ψυχῶν, ὅτι κινούμεναι παρὰ θεῶν καὶ ἑαυτὰς κινοῦσι καὶ ἀφʼ ἑαυτῶν προβάλλουσι τὰς ἐπιστήμας· τὸ γὰρ ᾗ διανοοῦμαι τὴν ἀπὸ τῆς αὐτεξουσίου ζωῆς ὡρμημένην ἐνέργειαν ἐπιδείκνυσιν.

Ἔστιν οὖν δὴ κατά γε ἐμὴν δόξαν πρῶτον διαιρετέον τάδε.

Πυθαγόρειος ὁ Τίμαιος καὶ σῴζων τὸν τύπον τῶν Πυθαγορείων λόγων εὐθὺς ἐκ προοιμίων ἐπιδείκνυται. Σωκράτης μὲν γὰρ οὐ τὰς ἑαυτοῦ δόξας ἀποφαντικῶς εἰς τοὺς ἄλλους ἐξέφερεν, ἀλλὰ τὰς ἐκείνων ἐννοίας ἀνακαθαιρόμενος διαλεκτικῶς τὴν ἀλήθειαν ἐξέφαινεν· ὅς γε καὶ μηδὲν εἰδέναι πρὸς αὐτοὺς ἔλεγε πλὴν τοῦ διδόναι λόγον καὶ λαμβάνειν. Τίμαιος δέ, ἅτε καὶ πρὸς ἄνδρας ἔμφρονας τοὺς λόγους ποιούμενος, ἑαυτοῦ δόγμα φησὶν ἐκφέρειν, οὐδὲν τὰς ἀλλοτρίας γνώμας πολυπραγμονῶν, ἀλλὰ μίαν τὴν τῆς ἐπιστήμης ἀτραπὸν μεταχειριζόμενος. καὶ μὴν καὶ ἡ δόξα πάνυ πρόσφορος ἐνταῦθα καὶ ἑπομένως τοῖς ἔμπροσθεν ῥηθεῖσι παρείληπται· τῆς γὰρ λογικῆς πάσης ψυχῆς τὸ μέν ἐστι νοῦς, τὸ δὲ διάνοια, τὸ δὲ δόξα, καὶ ὃ μὲν συνάπτεται τοῖς θεοῖς, ἣ δὲ προβάλλει τὰς ἐπιστήμας, ἣ δὲ ἐκδίδωσιν εἰς ἄλλους. ταῦτʼ οὖν καὶ ὁ ἀνὴρ οὗτος ἐγνωκὼς διὰ μὲν τῶν εὐχῶν τὸν ἑαυτοῦ νοῦν ἐνήρμοσε τῷ νῷ τῶν θεῶν· τοῦτο γὰρ ἐδήλου τὸ πάντα κατὰ νοῦν μάλιστα μὲν θεοῖς, ἑπομένως δὲ ἡμῖν εἰπεῖν. διὰ δὲ τῶν παρακλήσεων τὸ διανοητικὸν ἀνήγειρε τῶν ψυχῶν· τὸ γὰρ ᾗ διανοοῦμαι τοιαύτην ἔχει ἔνδειξιν. λείπεται δὴ τὸ δοξαστικόν, ὃ παρὰ τῆς διανοίας τὴν ἐπιστημονικὴν διαίρεσιν ὑποδεξάμενον καὶ ἐπʼ ἄλλους αὐτὴν μετοχετεύει· τοῦτο δὲ οὐκ ἔστιν ἀμφίβολον, οὐδὲ περὶ τὰ αἰσθητὰ μεριζόμενον οὐδὲ ἐν ὑπολήψεσι μόναις τὴν εἴδησιν ἀφωρισμένην ἔχον, ἀλλὰ πεπληρωμένον μὲν ἀπὸ νοῦ καὶ διανοίας, τὸν δὲ δημιουργικὸν λόγον θεωροῦν καὶ διακρῖνον τὴν τῶν πραγμάτων φύσιν. ἔστι δὲ καὶ ταῦτα πρὸς τὸ παράδειγμα τοῦ λέγοντος ἱκανῶς ἀπεικασμένα· νοῦς τε γὰρ ἐκεῖ βασιλικὸς προηγεῖται, καθʼ ὃν ἥνωται τοῖς νοητοῖς, καὶ διάνοια, τὰ πληρώματα τῶν εἰδῶν ἐν ἑαυτῇ συνέχουσα, καὶ δόξης ἡ πρωτίστη καὶ ἑνοειδὴς αἰτία· διʼ ὃ νῷ μὲν κατέχει τὰ νοητά, αἴσθησιν δὲ ἐπάγει κόσμοις, ὥς φησι τὸ λόγιον, ἢ ὡς ὁ Πλάτων· ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ ὅ ἐστι ζῷον καθορᾷ, τοσαύτας διενοήθη καὶ τόδε τὸ πᾶν σχεῖν. ἀλλὰ μὴν καὶ ἡ διάκρισις τῶν ὄντων καὶ γιγνομένων ἀκόλουθός ἐστι τοῖς προειρημένοις· μετὰ γὰρ θεοὺς καὶ θεὰς καὶ τὴν ἄρρητον ἐν ἐκείνοις ἰδιότητα τῶν δύο τούτων γενῶν ἡ τοῦ ὄντος καὶ τῆς γενέσεως χώραν ἔχει διάκρισις. τὸ μὲν γὰρ ὂν οἰκεῖόν ἐστι πρὸς τὴν κρείττονα τῶν θεῶν τάξιν, ἀεὶ καὶ κατὰ ταὐτὰ ἑστὸς καὶ νοητὸν ὄν, ἡ δὲ γένεσις πρὸς τὴν καταδεεστέραν, ἀφʼ ἧς ἡ ἄπειρος πρόοδος καὶ ἡ παντοία μεταβολὴ τὴν ὑπόστασιν κομίζεται. τίς οὖν ἡ διαίρεσις αὕτη καὶ τίνα τρόπον γέγονε; πότερον ὡς ὅλου τινὸς εἰς μέρη πεποίηται τὴν τομήν, ἢ ὡς γένος εἰς εἴδη διεῖλεν, ἢ ὡς εἰς πλείω σημαινόμενα μίαν τινὰ φωνήν, ἢ ὡς οὐσίαν εἰς συμβεβηκότα, ἢ ἀνάπαλιν ὡς συμβεβηκὸς εἰς οὐσίας; ταῦτα γάρ ἐστιν ἃ θρυλεῖν εἰώθασί τινες εἴδη τῆς διαιρέσεως. ὡς μὲν οὖν συμβεβηκὸς εἰς οὐσίας ἢ ὡς οὐσίαν εἰς συμβεβηκότα τέμνειν τό τε ὂν καὶ τὴν γένεσιν γελοῖον· οὐδαμῶς γὰρ προσήκει τῷ ἀεὶ ὄντι τὸ συμβεβηκός. ἀλλὰ μὴν οὐδʼ ὡς φωνὴν εἰς σημαινόμενα διαιρετέον· ποίαν γὰρ φωνὴν κοινὴν ὁ Πλάτων λαβὼν τό τε ἀεὶ ὂν καὶ τὸ γιγνόμενον διεῖλεν; οὐκ ἔστιν, εἰ μὴ ἄρα λέγοι τις τὸ τί· τοῦτο δὲ οὐ Πλατωνικόν, ἀλλὰ ἀπὸ τῆς Στωικῆς εἵλκυσται συνηθείας. τί οὖν; ὡς ὅλον εἰς μέρη διεῖλε; καὶ τί ποτʼ ἄν ἐστιν ἐκεῖνο, ὃ σύγκειται ἐκ τοῦ ἀεὶ ὄντος καὶ γινομένου; πῶς δʼ ἂν παράδειγμα καὶ εἰκὼν μιᾶς εἴη συμπληρωτικὰ συστάσεως; αὐτὸ δὲ τὸ ὂν ἀεὶ πῶς ἂν εἴη μέρος τινός, ἀμέριστον ὂν καὶ ἡνωμένον καὶ ἁπλοῦν; ἀμερὲς γὰρ οὐδενός ἐστι μέρος, ὃ μή ἐστιν ἐκ πάντων ἀμερῶν· τὸ δὲ γενητὸν μεριστόν· οὐκ ἄρα τοῦτό τε καὶ τὸ ἀεὶ ὂν ἑνὸς ἔσται μέρη. ἀλλʼ ὡς γένος ἓν εἰς εἴδη; καὶ πῶς ἐν οἷς τὸ πρότερον καὶ ὕστερον, τούτων κοινόν ἐστι γένος; τὸ γὰρ ἀεὶ ὂν προηγεῖται κατʼ αἰτίαν τοῦ γινομένου, καὶ τούτου μὲν οὐκ ὄντος ἔστιν ἐκεῖνο, μὴ ὄντος δέ, ὃ μηδὲ θέμις εἰπεῖν, τοῦ ἀεὶ ὄντος, οἴχεται καὶ ἡ γένεσις. πῶς δὲ καὶ ἓν γένος ἐστὶ τῶν τε πρωτίστων καὶ τῶν ὑστάτων; ἡ γὰρ ἀπὸ γενῶν εἰς εἴδη διαίρεσις ἐν τοῖς μέσοις ἐστὶ λόγοις τοῖς ψυχικοῖς, τὰ δὲ πρὸ τῆς ψυχῆς ἐν κρείττοσιν ὑφέστηκε γένεσιν, καὶ τὰ μετὰ ψυχὴν ἐν τοῖς κατατεταγμένοις ἔχει τὴν οὐσίαν. πῶς ἂν οὖν τὸ ὂν αὐτὸ καὶ τὸ γινόμενον ὑφʼ ἓν τάττοιτο γένος; τί δὲ καὶ τοῦτο ἔσται; ὂν μὲν γὰρ οὐκ ἔστιν, ἵνα μὴ τὸ γιγνόμενον ἐν τῷ ὄντι τάττηται, τὸ μηδέποτε ὄν· ἓν δὲ αὖ οὐκ ἔσται, διότι πᾶν γένος διαιρεῖται διαφοραῖς οἰκείαις καὶ ἤτοι δυνάμει ἢ ἐνεργείᾳ τὰς διαφορὰς προείληφε· τὸ δὲ ἓν οὔτε δυνάμει τὰς διαφορὰς ἔχειν θέμις, ἵνα μὴ ἀτελέστερον ᾖ τῶν δευτέρων, οὔτε ἐνεργείᾳ, ἵνα μὴ πλῆθος ἔχῃ· κρεῖττον δὲ ὅλως ἀποπεφασμένον καὶ δυνάμεως καὶ ἐνεργείας οὐδετέρως ἂν ἔχοι τὰς διαφοράς, ὥστε οὐδʼ ὅλως ἂν εἴη τοῦ ἑνὸς διαίρεσις. τί οὖν ἐροῦμεν; ἦ διαίρεσιν μὲν οὐδεμίαν πεποιῆσθαι τὸν Πλάτωνα νῦν, διάκρισιν δὲ ἀφοριστικὴν τοῦ τε ἀεὶ ὄντος καὶ τοῦ γιγνομένου, τί ποτέ ἐστιν ἑκάτερον αὐτῶν. τὸ γὰρ διαιρετέον τῷ διευκρινητέον ταὐτόν μοι δοκεῖ σημαίνειν· ἐπεὶ γὰρ διαλέξεται περί τε τοῦ κόσμου καὶ τοῦ δημιουργοῦ τοῦ κόσμου καὶ τοῦ παραδείγματος, βούλεται χωρὶς μὲν ἀφορίσασθαι τὸ ὂν ἀεί, χωρὶς δὲ τὸ γιγνόμενον, ἵνα διὰ τῶν δοθέντων ὅρων ἔχωμεν οὗ μὲν τὸν κόσμον, οὗ δὲ τὸν δημιουργόν, οὗ δὲ τὸ παράδειγμα τακτέον, καὶ μὴ συγχέωμεν τὰς τῶν πραγμάτων τάξεις, ἀλλὰ διακρίνωμεν αὐτὰς ἀπʼ ἀλλήλων ᾗ πεφύκασιν ἕκασται. τὸ δὲ αὐτὸ καὶ ἐν τῷ Φιλήβῳ πεποίηκε· ζητῶν γὰρ περί τε νοῦ καὶ ἡδονῆς καὶ τοῦ μικτοῦ βίου, τίς ἀμείνων, τὰ γένη παρέλαβεν αὐτῶν, τὸ πέρας τὸ ἄπειρον τὸ μικτόν· οὕτως γὰρ ἡ ἑκάστου τάξις ἂν γένοιτο φανερά· καὶ ἀπὸ τῶν γενῶν τὴν ἰδιότητα δεδήλωκεν αὐτῶν. ἀλλʼ ἐκεῖ μὲν τὸ πέρας καὶ ἄπειρον ἀπὸ θεῶν ἀρξάμενα διὰ πάντων ἐφοίτα τῶν ὁπωσοῦν ὄντων· ἦν γὰρ καὶ ἐν νοητοῖς ταῦτα κατὰ τὴν μόνιμον τῶν νοητῶν καὶ τὴν γεννητικὴν αἰτίαν, ἦν καὶ ἐν νοεροῖς κατὰ τὴν πατρικὴν καὶ μητρικὴν τῶν νοερῶν θεῶν ἀρχήν, ἦν καὶ ἐν τοῖς ὑπερκοσμίοις κατὰ τὴν δημιουργικὴν μονάδα καὶ ζῳογονικὴν δυάδα καὶ τελευταῖον κατὰ τὰς ποιητικὰς καὶ γονίμους δυνάμεις. ἐνταῦθα δὲ τὸ ὂν καὶ γιγνόμενον οὔτε ἀπὸ θεῶν ἄρχεται· κρείττους γάρ εἰσιν αἱ τῶν θεῶν ἑνάδες τοῦ ὄντος, καὶ πρὸ τούτων αὐτὸ τὸ ἓν ἐξῄρηται τῶν ὄντων ἁπάντων, οὐδὲ μετεχόμενον ὑπʼ αὐτῶν, ὥσπερ αἱ μετʼ αὐτὸ καὶ ἀπʼ αὐτοῦ μεθεκταὶ λέγονται καὶ εἰσὶν ὑπὸ τοῦ ὄντος ἑνάδες· οὔτε ἄχρι τῶν ἐσχάτων διήκει· τὴν γὰρ ὕλην οὔτε ὂν ἀεὶ φάναι δυνατόν, ἣν τὸ μὴ ὂν εἰώθαμεν καλεῖν, οὔτε γιγνόμενον, ἣν μηδὲ πάσχειν δυνατόν, ἵνα μὴ παντάπασιν οἴχοιτο ἀπολομένη. τοῦτο μὲν οὖν καὶ εἰσαῦθις εἰρήσεται, ὅτι τε διαίρεσις οὐκ ἔστιν ἑνός τινος καὶ ὅτι ἀναγκαῖον ἔχει τὸν ἀφορισμὸν τῶν διττῶν τούτων γενῶν ἡ προκειμένη θεωρία πρὸ τῶν ἄλλων ἁπάντων, ἵνʼ ὥσπερ ἐκ γεωμετρικῶν ὑποθέσεων ἐπὶ τὴν τῶν ἀκολούθων ἐξέτασιν ὁ λόγος προϊὼν τήν τε τοῦ παντὸς ἀνεύρῃ φύσιν καὶ τὴν πατρικὴν αὐτοῦ καὶ παραδειγματικὴν αἰτίαν· εἰ γὰρ γενητὸν τὸ πᾶν, ὑπʼ αἰτίου γέγονεν· ἔστιν ἄρα δημιουργικὸν αἴτιον τοῦ παντός· εἰ ἔστι δημιουργός, ἔστι καὶ παράδειγμα τοῦ κόσμου, πρὸς ὃ δεδημιούργηκεν ὁ ξυνιστὰς τὸ πᾶν. καὶ οὕτως ἐφεξῆς καὶ ὁ περὶ τούτων εἰσάγεται λόγος, καὶ τελευτᾷ δὴ καλῶς ἡμῖν εἰς θεολογίαν ἡ φυσικὴ θεωρία.

Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γενόμενον μέν, ὂν δὲ οὐδέποτε;

Οἳ μὲν πάντα τὰ ὄντα ὁπωσοῦν εἴτε παραδειγματικῶς εἴτε εἰκονικῶς ἔφαντο διὰ ταύτης περιλαμβάνεσθαι τῆς διακρίσεως, οἳ δὲ οὐ πάντα. καὶ τῶν ἐξηγητῶν ἀντιλογίαι πρὸς ἀλλήλους οὐκ ὀλίγαι περὶ τούτου γεγόνασιν. ἡμεῖς δὲ οὐκ ἂν γνοίημεν, ποτέρως προσήκει λέγειν, εἰ μὴ τῶν λέξεων ἑκάστην αὐτὴν καθʼ αὑτὴν ἐξετάσαιμεν. φέρε οὖν ἀπʼ ἀρχῆς ἕκαστον τῶν ῥημάτων ἐφʼ ἑαυτοῦ τίνα δύναμιν ἔχει κατανοήσωμεν. πρῶτον οὖν τὸ τί βούλεται μὲν ὁρικὸν εἶναι· τὸ γὰρ τί ἐστιν ἐν τοῖς ὁρισμοῖς προτάττειν εἰώθαμεν, καὶ οὐχὶ γένος ἐστίν, ὡς οἴεται Σευῆρος ὁ Πλατωνικός, λέγων τοῦ ὄντος καὶ γινομένου τοῦτο εἶναι γένος τὸ τί, σημαίνεσθαι δὲ ὑπʼ αὐτοῦ τὸ πᾶν· οὕτως γὰρ ἂν καὶ τὸ γιγνόμενον εἴη πᾶν καὶ τὸ ἀεὶ ὄν. ἀπορίαν δὲ ἡμῖν ἐμποιεῖ ταύτην, ἣν καὶ τοῖς πρὸ ἡμῶν, τί δήποτε μὴ πρὸ τοῦ τί ἐστιν ὁ Πλάτων τὸ εἰ ἔστι παραδέδωκε· πόθεν γάρ, ὅτι ἐστὶ τὸ ἀεὶ ὄν; τοῦτο δὲ ὁ τῶν ἀποδεικτικῶν βούλεται νόμος, ἐν οἷς ἀγνοεῖται τὸ εἰ ἔστι, πρὸ τοῦ τί ἐστιν αὐτὸ τοῦτο σκοπεῖν. ῥητέον οὖν, ὅτι τάχα μὲν οὐκ ᾠήθη τοῦτο δεῖσθαι τῆς παρʼ ἑαυτοῦ κατασκευῆς ὁ Τίμαιος· εἶχε γὰρ αὐτὸ τῇ προτεραίᾳ παρὰ Σωκράτους ἐν τοῖς περὶ ψυχῆς λόγοις παραμυθίας ἠξιωμένον, ἐν οἷς ἀπεδείκνυ τὴν ψυχὴν ἀγένητον καὶ ἄφθαρτον οὖσαν διὰ τὴν πρὸς τὰ ὄντα συγγένειαν, ὧν ἐφάπτεται φιλοσοφοῦσα, καὶ ἐν οἷς ἄλλο μὲν ἐδείκνυ τὸ παντελὲς ὂν καὶ ὄντως ἐπιστητὸν καὶ ἄλλο τὸ πῂ μὲν ὄν, πῂ δὲ μὴ ὂν καὶ διὰ τοῦτο δοξαστὸν ὑπάρχον, ἄλλο δὲ τὸ μηδαμῶς ὂν καὶ ἄγνωστον παντελῶς, καὶ ἐν οἷς τὴν γραμμὴν εἰς τέτταρα διῄρει, νοητὸν διανοητὸν αἰσθητὸν εἰκαστόν, ἐν οἷς καὶ περὶ τἀγαθοῦ διαλεγόμενος ἔλεγεν αὐτὸ βασιλεύειν ἐν τῷ νοητῷ τόπῳ καθάπερ ἐν τῷ ὁρατῷ τὸν ἥλιον. τάχα δὲ καὶ ὁ προλαβὼν περὶ εὐχῆς λόγος ἀπόδειξίς ἐστι τοῦ εἶναι τὸ ἀεὶ ὄν· εἰ γὰρ εἰσὶ θεοί, ἀναγκαῖον εἶναι καὶ τὸ ὄντως ὄν. τοῦτο γάρ ἐστι τοῖς θεοῖς ἡνωμένον, ἀλλʼ οὐχὶ τὸ γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν. μᾶλλον δὲ καὶ πρὸ τούτων ἐν ταῖς κοιναῖς ἡμῶν ἐννοίαις ἀπόκειται τὸ εἶναί τι ἀεὶ ὄν. πόθεν γὰρ τὸ γιγνόμενον γίγνεται, ἢ ἀπὸ τοῦ ἀεὶ ὄντος; εἰ γὰρ καὶ ἐκεῖνο γίγνοιτο, ὑπʼ ἄλλου τινὸς ὄντος γενήσεται καὶ ἤτοι ἀεὶ ὄντος ἢ γιγνομένου καὶ αὐτοῦ, ὥστε ἢ ἐπʼ ἄπειρον χωρήσομεν, ἢ κύκλῳ ἡ γένεσις, ἢ ἔστι τὸ ἀεὶ ὄν. ἀλλʼ οὔτε ἐπʼ ἄπειρον προϊέναι θέμις· ἐκ γὰρ ἑνὸς πάντα καὶ μιᾶς ἀρχῆς· οὔτε κύκλῳ ἡ γένεσις, ἵνα μὴ τὰ αὐτὰ κρείττω καὶ χείρω γίγνηται καὶ αἴτια καὶ ἀποτελέσματα· λείπεται ἄρα ἀεὶ εἶναι τὸ ὄν. διὰ τί οὖν, φαίη τις ἄν, μὴ ἐκ τοῦ ἑνὸς ἡ γένεσις; ὅτι, φήσομεν, ἐκ τοῦ ἑνὸς παντελῶς τὸ πλῆθος παράγειν εὐθὺς ἄτοπον. δεῖ οὖν εἶναι τὸ ὄντως ὄν, ὃ πρώτως ἀπʼ αὐτοῦ πρόεισιν, ἵνα μὴ τὸ πρώτιστον τῶν ἐσχάτων αἴτιον ᾖ μόνον, ἀλλὰ πρὸ τούτων τοῦ ὄντος, ἐξ οὗ καὶ ἡ γένεσις. τὸ δὲ ἀληθέστατον ἐπὶ τοῖς εἰρημένοις ἐστίν, ὅτι νῦν μὲν ὡς ὑπόθεσιν λαβὼν εἶναι τὸ ἀεὶ ὂν ὡρίσατο, καθάπερ ὁ γεωμέτρης τὸ σημεῖον εἶναι θέμενος ὡρίσατο· μετὰ δὲ τοὺς περὶ τῆς κοσμοποιίας λόγους ἀναλαβὼν αὐτὸ τοῦτο ἀποδείκνυσιν, ὅτι ἐστὶ τὸ ἀεὶ ὄν· τὰ δὲ καθήκοντα τῇ φυσιολογίᾳ τηρῶν ἐξ ὑποθέσεως πρόεισι ταύτης καὶ τὰ ἑπόμενα αὐτῇ δείκνυσιν. ἔστι γὰρ ἐξ ὑποθέσεως ἐπιστήμη καὶ αὕτη καὶ δεῖ τὰς ὑποθέσεις αὐτῶν προειλῆφθαι τῶν ἀποδείξεων. ἐν μὲν οὖν τοῖς περὶ τῆς ὕλης λόγοις ἀποδείξει μὴ μόνον εἶναι τὴν ὕλην, ἀλλὰ καὶ τὸ ὄν, μικρὸν δὲ ὕστερον ἐκ μιᾶς τῶν ὑποθέσεων, τῆς τρίτης, δείξας, ὅτι ἔστι τοῦ κόσμου δημιουργός, ἔχει διὰ τοῦτο καὶ τὸ ἀεὶ ὂν εἶναι πρὸ τοῦ γενητοῦ, καὶ πάλιν ἐκ τῆς τετάρτης ἀποφαίνει τὸν δημιουργὸν πρὸς ἀΐδιον παράδειγμα δεδημιουργηκέναι τὸ πᾶν, αὐτὸ δὲ καθʼ αὑτὸ τὸ εἶναι τὸ ἀεὶ ὂν πρὸ τῶν γενητῶν ἐν ἐκείνοις ἀποδείξει τοῖς λόγοις, οἷς εἴπομεν. καὶ τοῦτο μὲν οὕτως. Αὐτὸ δὲ τὸ ὂν ἀεὶ πότερον τὸν νοητὸν πάντα σημαίνει κόσμον ἢ τὸν δημιουργὸν ἢ τὸ παράδειγμα τοῦ παντός; ἄλλοι γὰρ ἄλλως ὑπέλαβον. καὶ εἰ μὲν τὸ νοητόν, πόθεν τε ἄρχεται καὶ ποῖ πρόεισι τὸ νοητὸν πλάτος; εἰ δὲ τὸ παράδειγμα, πῶς ὁ δημιουργὸς οὐκ ἔστιν ἀεὶ ὄν, εἴπερ ἄλλο τὸ παράδειγμα καὶ ὁ δημιουργός; εἰ δὲ ὁ δημιουργός, πῶς τὸ παράδειγμα οὐ τοιοῦτον; ὅτι μὲν οὖν τὸ παραδειγματικὸν αἴτιον ἐν τῷ ἀεὶ ὄντι τακτέον, ἐναργῶς ὁ Πλάτων φησί· πρὸς πότερον τῶν παραδειγμάτων ὁ τεκτηνάμενος αὐτὸν ἀπειργάζετο, πρὸς τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον, ἢ πρὸς τὸ γεγονός; καὶ ἐπέκρινεν εὐθύς· εἰ μὲν δὴ καλός ἐστιν ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀΐδιον ἔβλεπεν· εἰ δέ, ὃ μὴ θέμις εἰπεῖν, πρὸς τὸ γεγονός· εἰ οὖν τοῦτο μὴ θέμις εἰπεῖν, ἀεὶ ὄν ἐστι τὸ παράδειγμα τοῦ παντός. ὅτι δὲ καὶ ὁ δημιουργὸς τῆς αὐτῆς ἐστι ταύτης μοίρας, δῆλον ἐκεῖθεν· τὴν ψυχήν, ἣν ὁ δημιουργὸς ὑφίστησι, πρώτην αὐτὸς διαρρήδην ἀποκαλεῖ τῶν γενομένων καὶ γένεσιν αὐτῆς παραδίδωσιν· ὁ δὲ δημιουργὸς πρὸ τῆς ψυχῆς ἐστιν, ὥστε τῶν ἀεὶ ὄντων ἐστί. διὸ καὶ ἐρεῖ περὶ αὐτοῦ· οὗτος οὖν ὄντος ἀεὶ λογισμὸς θεοῦ. καὶ πῶς γὰρ ἔμελλε νοῦς ὢν θεῖος μὴ ταύτης εἶναι τῆς μοίρας; ἆρʼ οὖν πᾶς ὁ νοητὸς κόσμος ἀεὶ ὄν ἐστιν; ἀλλʼ ὁ θεῖος Ἰάμβλιχος ἐμβριθῶς διαμάχεται τῷ λόγῳ, τὸ ἀεὶ ὂν κρεῖττον καὶ τῶν γενῶν τοῦ ὄντος καὶ τῶν ἰδεῶν ἀποφαινόμενος καὶ ἐπʼ ἄκρῳ τῆς νοητῆς οὐσίας ἱδρύων αὐτὸ πρώτως μετέχον τοῦ ἑνός. τούτοις δὲ μαρτυρεῖ καὶ τὰ ἐν Παρμενίδῃ γεγραμμένα περὶ τοῦ ἑνὸς ὄντος καὶ τὰ ἐν Σοφιστῇ· καὶ γὰρ ἐκεῖ πρὸ τοῦ ὅλου τάττει τὸ ἓν ὂν καὶ πρὸ τοῦ παντὸς τοῦ νοητοῦ, καίτοι καὶ τὸ ὅλον νοητόν ἐστι καὶ τὸ πᾶν. ἀλλʼ ἐνταῦθά γε σαφῶς τὸ παράδειγμα ἀεὶ ὂν ὁ Πλάτων προσηγόρευσε καὶ ὅλον καὶ παντελές· τοῦτο μὲν οὖν αὐτόθεν· παντελὲς γὰρ αὐτὸ καλεῖ ζῷον καὶ ὅλον, ὅταν λέγῃ· οὗ δέ ἐστι τὰ ἄλλα ζῷα μόρια καθʼ ἓν καὶ τὰ γένη. ὥστε εἰ τὸ παράδειγμα ὅλον καὶ παντελές, τὸ δὲ πρώτως ὂν ὑπὲρ τὸ ὅλον καὶ πᾶν, οὐκ ἂν εἴη τὸ παράδειγμα ταὐτὸν κἀκεῖνο τὸ ὄν. μήποτε οὖν ἄμεινον λέγειν εἶναι μέν τινα τοιαύτην τοῦ ὄντος τάξιν, οἵαν ὁ θεῖος ἐκεῖνος παραδέδωκε καὶ οἵαν ὁ Πλάτων ἐν ἄλλοις ἐθεώρησε, νῦν δὲ ἅπαντα τὸν αἰώνιον κόσμον οὕτως ἐπωνομάσθαι. καὶ θαυμαστὸν οὐδέν· καὶ γὰρ τὸ νοητὸν ποτὲ μὲν κατὰ πάσης φέρουσι τῆς ἀειδοῦς καὶ ἀοράτου φύσεως, ὥσπερ ὅταν καὶ τὴν ψυχὴν νοητὴν λέγωσιν, ὡς ὁ ἐν Φαίδωνι Σωκράτης, ποτὲ δὲ κατὰ τῶν κρειττόνων ἁπάντων τῆς ψυχικῆς οὐσίας, ὡς ἡ ἐν Πολιτείᾳ δηλοῖ διαίρεσις, ποτέ γε μὴν κατὰ τῶν πρωτίστων τοῦ ὄντος τριάδων, ὡς μικρὸν ὕστερον ὁ Τίμαιος ἀποκαλέσει. καὶ τὸ ὂν οὖν τὸν αὐτὸν τρόπον ἐν Σοφιστῇ μὲν τὴν τοῦ ἑνὸς ὄντος δηλοῖ τάξιν, ἐνταῦθα δὲ τὸν αἰώνιον σύμπαντα κόσμον· ἐπεὶ ὅτι γε τὸ ὂν τὸ πρώτως ὂν τὸ ἀκρότατόν ἐστι τοῦ νοητοῦ πλάτους καὶ ἡ μονὰς τῶν ὄντων ἁπάντων, δῆλον· πανταχοῦ γὰρ τὸ πρώτως ὂν ὅπερ ἐστὶν ἐν τῇ ἑαυτοῦ σειρᾷ τὴν ἀκροτάτην ἔχει τάξιν· δεύτερον γὰρ ὄν, ἀλλʼ οὐκ αὐτὸ τὸ εἶδος, οὐκέτι πρώτως ἐστὶν ὅπερ ἐστίν. ὥσπερ οὖν ἡ αὐτοαρετὴ τὴν ἀκροτάτην ἔχει χώραν ἐν τῇ σειρᾷ τῶν ἀρετῶν, ὡς τὸ αὐτὸ ἴσον ἐν τοῖς ἴσοις, τὸ αὐτοζῷον ἐν τοῖς ζῴοις, οὕτω δήπου καὶ τὸ αὐτοόν, ὃ πρώτως ἐστὶν ὄν, κορυφὴ τῶν ὄντων ἐστὶν ἁπάντων, καὶ ἀπʼ αὐτοῦ πρόεισι πᾶν τε τὸ νοητὸν καὶ τὸ νοερὸν καὶ τὸ ὁπωσοῦν ἀποφερόμενον τὴν τοῦ ὄντος προσηγορίαν. ἀλλʼ οὐ ταὐτόν ἐστιν ἓν ὂν καὶ ἀεὶ ὄν· τὸ μὲν γὰρ ἓν ὂν ἐπέκεινα τοῦ αἰῶνός ἐστιν· ὁ γὰρ αἰὼν μετέχει τοῦ ὄντος· πάντα γοῦν ὅσα αἰῶνος μετείληφε, καὶ τοῦ ὄντος ἔχει τινὰ μοῖραν, οὐ πάντα δὲ ὅσα τοῦ ὄντος μετέχει, καὶ τοῦ αἰῶνος μετείληφεν· ἔστι γοῦν καὶ τὰ ἐν χρόνῳ μετέχοντα τοῦ ὄντος· ὥστε ἐπέκεινα τὸ πρώτως ὂν τῆς τοῦ αἰῶνος τάξεως. τὸ δὲ ἀεὶ ὂν αἰώνιόν ἐστιν· ὥστε αὐτὸ τοὐναντίον ἀπέδειξεν ὁ λόγος, ὅτι πᾶν μᾶλλον ἐκ τοῦ ἀεὶ ὂν ληπτέον, ἢ τὸ ἓν ὄν. ἐκεῖνο γὰρ τοῦ ἀεὶ κρεῖττον, ἅτε μεταξὺ ὂν τοῦ ἑνὸς καὶ τοῦ αἰῶνος καὶ ἓν ὂν πρὸ τοῦ αἰῶνος καλούμενον. εἰ οὖν με χρὴ τὸ φαινόμενον λέγειν, προηγουμένως πᾶν τὸ αἰωνίως ὂν νῦν ὁ Πλάτων παρείληφεν, ἀρχόμενον μὲν ἀπὸ τῆς τοῦ αὐτοενὸς φύσεως—τοῦτο γάρ ἐστι τὸ πρώτως αἰώνιον—λῆγον δὲ ἄχρι τῶν μερικῶν νόων· τὸ δὲ ἓν ὂν ἴσως ὡς μονάδα τούτων ἀφῆκε καὶ ὡς ἄρρητον καὶ τῷ ἑνὶ συνηνωμένον. καὶ οὕτως ἂν αὐτῷ περὶ τοῦ νοητοῦ παντὸς ὁ λόγος εἴη, τὸ νοητὸν εἰ μὴ τὸ ἀκρότατον καὶ κρύφιον λαμβάνοις καὶ ἀνεκφοίτητον τοῦ ἑνός. τὸ γοῦν τῶν νοουμένων κάλλιστον τὸ αὐτοζῷον ἐρεῖ μικρὸν προελθών, ὡς τῶν πρὸ τούτου διʼ ἑνότητος ὑπερβολὴν καὶ τοῦ νοεῖσθαι κρειττόνων ὄντων· εἰ μὴ ἄρα κάλλιστον τῶν νοουμένων πάντων ζῷον τὸ αὐτοζῷον εἶπε νοουμένων ὄντων καὶ τοῦ αἰῶνος πρὸ τοῦ ζῴου καὶ τοῦ ἑνὸς ὄντος, τοῦ μὲν ὡς κατʼ αἰτίαν ἀεί, τοῦ δὲ ὡς καθʼ ὕπαρξιν, τοῦ αἰῶνος, τοῦ δὲ ὡς κατὰ μέθεξιν, τοῦ αἰωνίου. καὶ εἰ ταῦτα κρατοίη, ἐν τῷ ἀεὶ ὄντι καὶ ὁ αἰὼν καὶ τὸ αὐτοζῷον καὶ ὁ δημιουργὸς περιέχοιτο ἂν καὶ αὐτὸ τὸ ἓν ὂν ἔχον τοῦ αἰῶνος τὴν κρύφιον αἰτίαν· ὥστʼ εἶναι δῆλον ἐκ τούτων, ὅτι τὸ ἀεὶ ὂν ἅπασαν περιείληφε τὴν πρὸ τῶν ψυχῶν φύσιν εἴτε νοητὴν εἴτε νοεράν, ἀρχομένην μὲν ἀπὸ τοῦ αὐτοόντος, τελευτῶσαν δὲ εἰς τὸν μερικὸν νοῦν, ἀλλʼ οὐχὶ μόνον τὸ ἀκρότατον τῶν ὄντων πάντων, ὡς Ἰάμβλιχος ἔλεγεν, οἷόν ἐστι τὸ ἓν ὄν, διʼ ὃ τὰ ὄντα πάντα ὄντα λέγεται, οὗ δὴ μόνον ἐστὶ κρεῖττον τὸ ἓν αὐτὸ καὶ αἱ ἀρχαὶ τοῦ ὄντος. τὸ μὲν οὖν ἓν καὶ τοῦ αὐθυπόστατον εἶναι κρεῖττόν ἐστι· δεῖ γὰρ αὐτὸ παντὸς ἐξῃρῆσθαι πλήθους· τὸ δὲ ἀεὶ ὂν αὐθυπόστατον μέν, διὰ τὸ ἓν δὲ τὴν δύναμιν ἔχει ταύτην· τὸ δὲ μετʼ αὐτὸ καὶ αὐθυπόστατον ἅμα καὶ ἀπʼ αἰτίας ἄλλης ὑφίσταται ποιητικῆς, οἷόν που καὶ τὸ ἡμέτερόν ἐστι· τὰ δὲ ἔσχατα πάρεισι μὲν ἀπʼ αἰτίας εἰς τὸ εἶναι κρείττονος, αὐθυπόστατα δὲ οὐκ ἔστιν, ἀλλʼ ἀνυπόστατα. τὸ δὲ ἀεὶ ὂν οὐ πῂ μὲν ὑποθετέον ὄν, πῂ δὲ οὐκ ὄν, εἰ μὴ σύνθετον ᾖ καὶ ἐκ τοιούτων οὕτως ἀνομοίων σύνθετον, οὐδὲ ποτὲ μὲν ὄν, ποτὲ δὲ οὐκ ὄν· αὐτὸ γὰρ τοῦτο λέλεκται ἀεὶ ὄν· ἀλλʼ ἁπλῶς καὶ αἰωνίως ὂν καὶ ἀμιγὲς πρὸς πᾶν ὁπωσοῦν ὑπεναντίον. τοῦτο γάρ μοι δοκεῖ καὶ ἡ προσθήκη τοῦ γένεσιν δὲ οὐκ ἔχον ἐνδείκνυσθαι, τὴν ἀμιγῆ καὶ ἄχραντον καθαρότητα τοῦ ἀεὶ ὄντος, καθʼ ἣν ἐξῄρηται πάσης τῆς ἐν εἰδώλοις τοῦ ὄντος φερομένης ὑποστάσεως καὶ τῆς κατὰ χρόνον μεταβαλλομένης, οὐχ ὥσπερ τινές φασιν, ὅτι τοῦ σαφοῦς ἕνεκα τὸ ἀεὶ ὂν ἐξηγεῖται διὰ τοῦ γένεσιν δὲ οὐκ ἔχον, οὐδʼ ὥσπερ ἄλλοι λέγουσιν, ὅτι καὶ καταφατικῶς τὸ αὐτὸ καὶ ἀποφατικῶς ἠθέλησεν εἰπεῖν, ἀλλʼ ὅτι δεῖ τὸ ἀεὶ ὂν ἐφʼ ἑαυτοῦ νοεῖν πόρρω τῆς κατὰ χρόνον μεταβολῆς· καὶ γὰρ ἡ ψυχὴ χρόνου μετέχει, καὶ ὁ οὐρανὸς κατὰ χρόνον ἀνελιττομένην ἔλαχε ζωήν· μόνη δὲ ἡ νοητὴ φύσις καθʼ ὅλην ἑαυτὴν αἰώνιός ἐστι· διὸ καὶ τῶν παλαιῶν τινες ὄντως μὲν ὂν καλοῦσι τὸ νοητὸν πλάτος, οὐκ ὄντως δὲ ὂν τὸ ψυχικόν, οὐκ ὄντως δὲ οὐκ ὂν τὸ αἰσθητόν, ὄντως δὲ οὐκ ὂν τὴν ὕλην· ἀλλʼ οὗτοι μὲν ὅπως ταῦτα διατάττονται, ἐν ἄλλοις ἐξετάσομεν· ὅτι δὲ τὸ γένεσιν μὴ ἔχειν πρόσκειται τὴν χωριστὴν οὐσίαν τοῦ ἀεὶ ὄντος ἐνδεικνύμενον, οἶμαι διὰ τῶν εἰρημένων γεγονέναι δῆλον.

Ἐπὶ δὴ τούτοις τὸ γιγνόμενον πότερον τὸν σύμπαντα λέγει κόσμον, ἢ τὴν ἔνυλον καὶ πάντη μεταβαλλομένην σύστασιν; καὶ γὰρ τοῦτο οἳ μὲν ἄλλως, οἳ δὲ ἄλλως ἐξηγήσαντο τῶν παλαιῶν. ἡμεῖς δὲ πᾶν μὲν τὸ σωματοειδὲς γιγνόμενον ἀκούομεν, καθʼ ὅσον δὴ παρʼ ἑαυτοῦ μὲν ἀκόσμητόν ἐστιν, ὑπʼ ἄλλου δὲ ἀεὶ ἢ ποτὲ ταττόμενον· ἀλλʼ οὐχ ἡ ψυχὴ ἡ τοῦ παντός· ἔστι γὰρ πῂ ἀεὶ ὄν· οὐδὲ πολλῷ πλέον ὁ νοῦς· οὗτος γὰρ αὐτόθεν ἀεὶ ὄν· μόνον δὲ τὸ σῶμα γιγνόμενόν ἐστι καὶ ὄντως οὐδέποτε ὄν· τοῦτο γάρ ἐστι τὸ ἀεὶ τῆς κοσμοποιοῦ δεόμενον αἰτίας καὶ ἀεὶ παρʼ αὐτῆς τὴν τοῦ εἶναι κομιζόμενον ἔμφασιν. διὰ τί οὖν, φασί, μὴ προσέθηκε τὸ ἀεὶ καὶ τῷ γιγνόμενον, ὥσπερ τῷ ὄν, ἢ τὸ ποτέ, ἵνα κατὰ πᾶν πρὸς τὸ ἀεὶ ὂν ἀντιθέτως ἔχῃ; ἦ τοῦτο πρὸς τὴν φύσιν τοῦ γιγνομένου ποικίλην οὖσαν ὁ Πλάτων ἀπιδὼν ἐμηχανήσατο καὶ τὸ ποτὲ καὶ τὸ ἀεὶ τοῦ γιγνομένου περιελών· τὰ μὲν γὰρ ὅλα γίγνεται ἀεί, τὰ δὲ μέρη ποτέ. καὶ ἄλλως τὰ μὲν τῶν εἰδῶν ἀχώριστά ἐστι τῆς ὕλης καὶ ἀεὶ γίγνεται ἐκ τοῦ ἀεὶ ὄντος, τὰ δὲ ἐν χρόνῳ γίγνεται καὶ ἀπογίγνεται· ἡ μὲν γὰρ σωματότης ἀεὶ γίγνεται καὶ ἀεὶ περὶ τὴν ὕλην ἐστί· τὸ δὲ τοῦ πυρὸς ἢ τοῦ ἀέρος εἶδος εἴσεισί τε εἰς τὴν ὕλην καὶ ἔξεισι, χωριζόμενον καὶ ἀπολλύμενον διὰ τὴν τῆς ἐναντίας φύσεως ἐπικράτειαν. εἰ δὴ τὸ ἀεὶ τὴν ὕλην κατέχον ἀεὶ γίγνεται, οὐδέποτε ὄν ἐστι· τὸ γὰρ γιγνόμενον, καθὸ γίνεται, οὐκ ἔστιν, ἀεὶ δὲ γίνεται, οὐδέποτε ἄρα ἐστί. καὶ εἰ τὸ ποτὲ γιγνόμενον, ὅτε γίνεται, οὐκ ἔστι, μὴ γιγνόμενον δὲ οὐκ ἔστι, καὶ τὸ ποτὲ γιγνόμενον οὐδέποτέ ἐστιν ὄν. ἀλλὰ πᾶν τὸ γινόμενον ἢ ἀεὶ γίνεται, ἢ ποτέ· πᾶν ἄρα τὸ γινόμενον οὐδέποτε ὄν ἐστιν.

Εἰρημένων δὴ τούτων ἐπὶ τὸ ἐξ ἀρχῆς ἀναδραμόντες λέγομεν, πότερον ἁπάντων ἐστὶ τῶν ὄντων ἐν τούτοις περίληψις ἢ οὔ· τοῦτο γὰρ ζητήσαντες ᾠήθημεν δεῖν ἕκαστον τῶν ἐνταῦθα λεγομένων διερευνήσασθαι, πότερον ἁπάντων φήσομεν ἢ οὐχ ἁπάντων· εἰ μὲν γὰρ τὸ ὂν ἀεὶ τὴν αἰώνιον μόνην φύσιν ἐνδείκνυσθαι θείημεν, τὸ αἰώνιον καθʼ ὅλην ἑαυτὴν ἔχουσαν, οὐχ ἁπάντων· οὔτε γὰρ τὸ πρὸ τοῦ αἰῶνος ὂν οὔτε ἡ τοῦ αἰῶνος τάξις οὔτε αὖ ὅσα τὴν μὲν οὐσίαν αἰώνιον ἔχει, τὰς δὲ ἐνεργείας ποιεῖται κατὰ χρόνον, ὑπὸ τοῦτο ταχθήσεται τὸ ὄν. εἰ δὲ πᾶν τὸ ὁπωσοῦν αἰώνιον εἴτε κυρίως εἴτε μὴ καὶ εἴτε καθʼ ὅλου εἴτε μερικῶς ἀεὶ ὂν λάβοιμεν, καὶ ἡ ψυχὴ τῶν αἰωνίων ἔσται, καὶ τὸ ἓν ὂν ἀεὶ ὂν ῥηθήσεται, καθʼ ὅσον ἔχει τὴν αἰτίαν τῶν αἰωνίων ἁπάντων ἑνιαίως ἐν αὐτῷ καὶ κρυφίως, ὥσπερ φασίν. ἔχει γὰρ οὕτως· τὸ μέν ἐστιν ὑπεραιώνιον, τὸ δὲ αἰών, τὸ δὲ αἰώνιον ἁπλῶς, τὸ δὲ πῂ αἰώνιον. ἕκαστον δὲ τούτων ἀεὶ ὄν, τὸ μὲν ὡς τοῦ ἀεὶ δύναμις καὶ πηγή, τὸ δὲ ὡς πρώτως ὂν τὸ ἀεὶ καὶ αὐτοαεὶ καὶ οὐ κατὰ μετοχήν, τὸ δὲ ὡς τοῦ ἀεὶ μετέχον καὶ πρώτως ὅλον αἰώνιον, τὸ δὲ ὡς πῂ τῆς τοιαύτης ἰδιότητος μεταλαβόν. τριχῶς γάρ ἐστιν ἕκαστον, ἢ κατʼ αἰτίαν, ἢ καθʼ ὕπαρξιν, ἢ κατὰ μέθεξιν· τὸ μὲν οὖν ἓν ὂν καθʼ ὕπαρξίν ἐστι μόνως ὄν, κατʼ αἰτίαν δὲ ἀεὶ ὄν, ὁ δὲ αἰὼν καθʼ ὕπαρξιν ἀεὶ ὄν, κατὰ μέθεξιν δὲ ὄν, τὸ δὲ αἰώνιον κατὰ μέθεξιν ὂν καὶ ἀεὶ ὄν, καθʼ ὕπαρξιν δὲ ἄλλο τι, ἢ νοητὸν ἢ νοητὸν καὶ νοερὸν ἢ νοερόν, καὶ εἰ τοῦτο, ἢ ὁλικὸν ἢ μερικόν, καὶ εἰ τοῦτο, ἢ ὑπερκόσμιον ἢ ἐγκόσμιον, καὶ εἰ τοῦτο, ἢ θεῖον ἢ μετὰ θεοὺς ὄν, καὶ ἑκάτερον ἢ τῷ εἶναι μόνον, ἢ τῷ δύνασθαι καὶ τῷ ἐνεργεῖν. καὶ μέχρι τούτων τὸ ἀεὶ ὂν τῶν πῂ αἰωνίων. πάλιν τοίνυν τὸ γιγνόμενον, εἰ μὲν τὸ κυρίως λάβοιμεν, τὴν γένεσιν ληψόμεθα τὴν παντοίως ἐξαλλαττομένην, εἰ δὲ πᾶν τὸ ὁπωσοῦν γενητόν, καὶ τὸν οὐρανὸν γιγνόμενον ἐροῦμεν, καθʼ ὅσον αὐτῷ μέτεστι κινήσεως καὶ μεταβολῆς, καὶ τὴν ψυχὴν τῶν γιγνομένων πρώτην, καθʼ ὅσον ἐν χρόνῳ ζῇ καὶ συμφυής ἐστιν αὐτῆς ταῖς ἐνεργείαις ὁ χρόνος. καὶ οὕτω κάτωθέν τε ἀνιόντες εἰς ψυχὴν ἀπολήξομεν ὡς πρώτην τῶν γενητῶν, καὶ ἄνωθεν κατιόντες εἰς αὐτὴν ἀποπαυσόμεθα πάλιν ὡς ἐσχάτην τῶν αἰωνίων· καὶ γὰρ εἰ καὶ τὸν οὐρανὸν ἀεί φησί τις εἶναι λέγων ὀρθῶς, ἀλλὰ τὸ εἶναι αὐτοῦ γίγνεται ἀεὶ παρʼ ἄλλου, ψυχὴ δὲ καὶ παρʼ ἑαυτῆς ἔχει τὴν ἑαυτῆς οὐσίαν. διὸ καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης ἀγένητον αὐτὴν ἅμα καὶ αὐτοκίνητον ἔλεγεν, ὡς ἀρχὴν μὲν πάσης γενέσεως, ἑαυτὴν δὲ γεννῶσαν καὶ ἑαυτὴν ζῳοποιοῦσαν· ἀγένητον ἄρα καὶ γενητὴν αἰώνιόν τε καὶ οὐκ αἰώνιον αὐτὴν λέγοντες ὀρθῶς ἐροῦμεν. διὸ καὶ ὁ Ἀθηναῖος ξένος ἠξίου τὴν ψυχὴν ἀνώλεθρον μὲν λέγειν, οὐκ αἰώνιον δέ, καὶ τοῖς ῥήμασιν τούτοις λέγων, διότι πῄ ἐστιν αἰώνιον, ἀλλʼ οὐ κατὰ πᾶσαν ἑαυτήν, ὡς τὸ ὄντως ὄν. ἄλλο δὲ ἦν τὸ εἶναι ἀεὶ καὶ τὸ γίγνεσθαι· καὶ ὁ μὲν οὐρανὸς γίνεται ἀεί—παρʼ ἑαυτοῦ γὰρ οὐκ ἔχει τὸ ὄν—ἡ δὲ ψυχὴ καὶ ἔστιν ἀεί—παρʼ ἑαυτῆς γὰρ ἔχει τὸ ὄν—καὶ πᾶν τὸ πρὸ αὐτῆς οὐ γίνεται μὲν ἀπʼ αἰτίας, ἔστι δὲ ἀπʼ αἰτίας· γένεσις γὰρ ἐν τοῖς ὑπʼ ἄλλων μόνον ὑφισταμένοις ἐστί. πῶς μὲν οὖν ἁπάντων γέγονε τῶν ὄντων περίληψις καὶ πῶς οὐχ ἁπάντων ἐν τοῖς εἰρημένοις τμήμασι, διὰ τούτων ἔστω καταφανές· οὐχ ἁπάντων μέν, διότι τὸ μόνως αἰώνιον εἴληπται καὶ τὸ μόνως γενητόν, ἃ δή ἐστι τὸ μὲν πρὸ ψυχῆς, τὸ δὲ μετὰ ψυχήν· ἁπάντων δέ, ὅτι τῶν ἄκρων ληφθέντων ἔστι καὶ τὸ μέσον ἐκ τούτων εὑρεῖν, ὅπερ ἅμα καὶ ὄν ἐστι καὶ γιγνόμενον. Ὅτι δὲ ἀναγκαίως πρὸ τῶν ἄλλων ἁπάντων ἀξιωμάτων τοὺς διορισμοὺς πεποίηται τοῦ τε ὄντος ἀεὶ καὶ τοῦ γιγνομένου, ῥᾴδιον καταμαθεῖν ἐννοήσαντας, ὅτι τοῦτο πρώτιστόν ἐστι τῶν προβλημάτων περὶ τοῦ παντὸς εἰ γέγονεν ἢ ἀγενές ἐστιν, ὥσπερ εἴρηται μικρῷ πρότερον, καὶ ὡς αὐτὸς ἐρεῖ προελθών· σκεπτέον δὴ περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχον οὐδεμίαν, ἢ γέγονεν. εἰ γὰρ τοῦτο πρώτιστόν ἐστι τῶν ἐξετασθησομένων, εἰκότως καὶ ἐν τοῖς ἀξιώμασι πρώτην ἔχει τάξιν, τί τὸ γενητὸν καὶ τί τὸ αἰώνιον· τούτοις γὰρ ἕπεται καὶ τὰ ἄλλα ἀξιώματα, ὥσπερ τῷ περὶ τοῦ γεγονέναι προβλήματι συνακολουθεῖ καὶ τὰ λοιπὰ προβλήματα. καὶ εἴ με δεῖ πάλιν ἐπαναλαβόντα τὸν περὶ τῶν ὑποθέσεων λόγον διὰ πλειόνων τὸ δοκοῦν εἰπεῖν, ἔοικεν ὁ Πλάτων ὥσπερ οἱ γεωμέτραι πρὸ τῶν ἀποδείξεων ὅρους παραλαμβάνειν καὶ ὑποθέσεις, διʼ ὧν ποιήσεται τὰς ἀποδείξεις, καὶ ἀρχὰς προκαταβάλλεσθαι τῆς ὅλης φυσιολογίας· ὡς γὰρ ἄλλαι μουσικῆς ἀρχαὶ καὶ ἄλλαι ἰατρικῆς, ὁμοίως δὲ καὶ ἀριθμητικῆς ἄλλαι καὶ μηχανικῆς, οὕτω δὴ καὶ φυσιολογίας ἀρχαί τινές εἰσι τῆς ὅλης, ἃς νῦν ὁ Πλάτων παραδίδωσιν. ὄντως ὄν ἐστι τὸ νοήσει μετὰ λόγου περιληπτόν. γενητόν ἐστι τὸ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστόν. πᾶν τὸ γενητὸν ἀπʼ αἰτίας γίγνεται. τὸ μὴ ἀπʼ αἰτίας ὑφεστὸς οὐκ ἔστι γενητόν. οὗ τὸ παράδειγμα τὸ ἀεὶ ὄν ἐστι, τοῦτο καλόν ἐστιν ἐξ ἀνάγκης. οὗ τὸ παράδειγμα γενητόν, τοῦτο οὐ καλόν ἐστι. τὸ πᾶν οὐρανὸς καλείσθω ἢ κόσμος. ἀπὸ γὰρ τούτων τῶν ἀρχῶν πάντα προάγει τὰ ἐφεξῆς. καί μοι δοκεῖ καὶ διὰ τοῦτο τί μέν ἐστι τὸ ἀεὶ ὂν καὶ τί τὸ γενητὸν εἰπεῖν, ὅτι δέ ἐστι θάτερον αὐτῶν μὴ εἰπεῖν· καὶ γὰρ ὁ γεωμέτρης τί μέν ἐστι σημεῖον καὶ τί γραμμὴ πρὸ τῶν ἀποδείξεων ὑπέμνησεν, ὅτι δέ ἐστι τούτων ἑκάτερον, οὐδαμῶς ἐδίδαξε. καὶ πῶς γὰρ ἂν εἴη γεωμέτρης περὶ τῶν οἰκείων διαλεγόμενος ἀρχῶν; κατὰ τὰ αὐτὰ δὴ οὖν καὶ ὁ φυσικὸς τί μὲν τὸ ἀεὶ ὂν ἐρεῖ τῶν ἀποδείξεων ἕνεκα τῶν μελλουσῶν, ὅτι δὲ ἔστιν, οὐδαμῶς ἀποδείξει· πέρα γὰρ ἂν ὁδεύοι φυσιολογίας. ἐπειδὴ δέ, ὡς προείπομεν, οὐχ ὡσαύτως τοῖς ἄλλοις φυσιολόγος ἐστὶν ὁ Τίμαιος, φυσιολόγος Πυθαγόρειος ὤν, οὐδὲ ὁ Πλάτων ἐπιστήμην ἀκροτάτην καὶ ἐν τούτοις ἐπιδεικνύμενος, μετὰ ταῦτα κατασκευάσει πάνυ δαιμονίως, ὅτι ἔστι τὸ ὄντως ὄν, ἀπόχρη δὲ αὐτῷ πρὸς τὸ παρὸν τὸ τί ἐστι φυλάττοντι τοὺς τῆς φυσιολογίας ὅρους. καὶ ἔοικε τὸν μὲν ὅρον τοῦ ἀεὶ ὄντος καὶ τοῦ γενητοῦ ζητεῖν, ἵνα εὕρῃ τὰ αἴτια τὰ συμπληροῦντα τὸ πᾶν, τὸ εἶδος καὶ τὴν ὕλην· τούτων γὰρ δεῖται τὸ γενητόν. τὴν δὲ τρίτην παραλαμβάνειν ὑπόθεσιν, ἵνα εὕρῃ τὴν ποιητικὴν αἰτίαν, τὴν δὲ τετάρτην, ἵνα λάβῃ, ὅτι πρὸς παράδειγμα ἀΐδιον γέγονε τὸ πᾶν, τὴν δὲ πέμπτην, τὴν περὶ τοῦ ὀνόματος, ἵνα τοῦ ἀγαθοῦ καὶ τοῦ ἀρρήτου τὴν εἰς τὸν κόσμον θηράσῃ μετάδοσιν, ὡς δειχθήσεται ἐν τοῖς ἑπομένοις. δοκεῖ δέ μοι καὶ ὁ Ἀριστοτέλης μιμούμενος αὐτὸν ἐν μὲν τῇ Φυσικῇ τὴν ὑπόθεσιν τὴν μίαν παραλαβεῖν λέγων· ἡμῖν δὲ ὑποκείσθω τὰ φύσει ἢ πάντα ἢ ἔνια κινούμενα—δεῖ γὰρ πάντως εἶναι κίνησιν, εἰ μέλλουσιν εὐοδήσειν οἱ λόγοι τῆς φυσικῆς θεωρίας, εἴπερ ἀρχὴ κινήσεως ἡ φύσις—ἐν δὲ τῇ Περὶ Οὐρανοῦ πραγματείᾳ πρὸ τῶν ἄλλων ἁπάντων λόγων τὰς ὑποθέσεις παραλαβεῖν ἐκείνας, περὶ ὧν καὶ ὁ Πλωτῖνος εἶπεν· Ἀριστοτέλει μὲν οὖν οὐδὲν πρᾶγμα, εἴ τις αὐτοῦ τὰς περὶ τοῦ πέμπτου σώματος ὑποθέσεις παραδέξαιτο· τὰς πέντε λέγων· ἡ ἁπλῆ κίνησις ἁπλοῦ σώματος. τὸ ἁπλοῦν σῶμα ἁπλῆν ἔχει τινὰ κατὰ φύσιν κίνησιν. δύο εἰσὶν αἱ ἁπλαῖ κινήσεις. ἓν ἑνὶ ἐναντίον. τὸ μὴ ἔχον ἐναντίον οὐκ ἔχει τὸ φθεῖρον· ἀφʼ ὧν ἐπιδείκνυσι τὴν οὐσίαν τοῦ πέμπτου σώματος. ἀλλʼ ἐκεῖνος μὲν ὅτι ἀγένητος ἐκ τῶν ὑποθέσεων δείκνυσιν, οὗτος δὲ ὅτι γενητός. εἰ δὲ διαφωνοῦσιν ἢ μή, μικρὸν ὕστερον ἡμῖν ἔσται καταφανές. καὶ τοῦτο μὲν εἰσαῦθις. Διὰ τί δὲ εἰωθὼς ὁ Πλάτων καὶ τῷ «αὐτὸ» καὶ τῷ «ὅπερ» ἐπὶ τῶν νοητῶν χρῆσθαι τούτων μὲν οὐδέτερον παρείληφε, τὸ δὲ «ἀεὶ» μᾶλλον ἐνέκρινεν ὡς τῷ ὄντι συμφυές; ἔχει γὰρ καὶ τοῦτο ἀπορίαν, διʼ ἣν αἰτίαν ἀπὸ τῶν τριῶν τὸ «ἀεὶ» κυριώτερον ὑπέλαβεν εἰς τὸ σημῆναι τὴν τοῦ ὄντως ὄντος φύσιν. ἦ τὸ μὲν «αὐτὸ» τὴν ἁπλότητα δηλοῖ τῶν νοητῶν καὶ τὸ κατὰ τὴν ὕπαρξιν καὶ τὸ πρώτως εἶναι, ὃ λέγεται κατὰ τὴν ἰδιότητα, καθʼ ἣν πρώτως ὄντα ἅ ἐστι καὶ τὰ δεύτερα πληροῖ τῆς ἑαυτῶν μετουσίας· τὸ δὲ «ὅπερ ὂν» τὴν καθαρότητα καὶ τὸ ἀμιγὲς καὶ μὴ ἀναπεπλησμένον τῆς ἐναντίας φύσεως· τὸ δὲ «ἀεὶ» τὸ αἰώνιον καὶ ἀμετάβλητον καὶ ἀνεξάλλακτον κατὰ τὴν ὑπόστασιν. οἷον ὅταν μὲν αὐτὸ καλὸν φῶμεν καὶ αὐτὸ δίκαιον, τὸ μὴ κατὰ μετοχὴν κάλλους μηδὲ κατὰ μετουσίαν δικαίου καλὸν ἢ δίκαιον ὁρῶμεν, ἀλλʼ αὐτὸ πρώτως καλὸν καὶ πρώτως δίκαιον ὑπάρχον· ὅταν δὲ ὅπερ καλόν, τὸ μὴ τῷ αἰσχρῷ συμμιγὲς μηδὲ χραινόμενον ὑπὸ τοῦ ἐναντίου, καθάπερ τὸ ἔνυλον κάλλος, ὃ δὴ ἐν αἰσχρῷ κείμενον καὶ αὐτὸ τῆς ὑποκειμένης ἀναπίμπλαται φύσεως· ὅταν δὲ ἀεὶ καλόν, ὃ μὴ ποτὲ μὲν καλόν ἐστι, ποτὲ δὲ οὐ καλόν, ἀλλʼ αἰωνίως ἐστὶ καλόν· ὥστε τὸ μὲν τὴν ἁπλότητα δηλοῖ τῶν νοητῶν καὶ τὴν εἰς τὰ ἄλλα πάντα παρʼ αὐτῶν χορηγίαν· τοῦτο γὰρ τὸ αὐτὸ καλόν, ᾧ πάντα καλὰ τὰ καλά, καὶ αὐτὸ ἴσον, ᾧ πάντα ἴσα τὰ ἴσα, καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως· τὸ δὲ τὴν μόνωσιν καὶ τὴν καθαρότητα καὶ τὸ ἀμιγὲς καὶ ἄχραντον· τοῦτο γὰρ τὸ ὅπερ, τὸ μὴ ἀλλοῖον μηδὲ ἐφελκόμενόν τι τῶν ἀλλοτρίων· τὸ δὲ τὴν ἀμεταβλησίαν· τοῦτο γὰρ τὸ ἀεί· καὶ οὐχ ἁπλῶς τὴν ἀμεταβλησίαν, ἀλλὰ τὴν αἰώνιον διαμονήν· ἄλλο γὰρ τὸ ἀεὶ τὸ χρονικὸν καὶ ἄλλο τὸ αἰώνιον· τὸ μὲν ἀθρόως πᾶν ὄν, τὸ δὲ τῇ ὅλῃ συνεχείᾳ τοῦ χρόνου συνεκτεινόμενον καὶ ἄπειρον, τὸ μὲν ἐν τῷ νῦν, τὸ δὲ ἐν διαστάσει, τῆς διαστάσεως ἀκαταλήκτου τυγχανούσης καὶ ἀεὶ γιγνομένης. ἔστιν ἄρα τὸ μὲν «αὐτὸ» τοῖς οὖσιν ἀπὸ τοῦ παραδείγματος ἐφῆκον· ἐκεῖνο γὰρ τῆς ἁπλότητος αἴτιον τοῖς οὖσι καὶ τῆς εἰς τὰ ἄλλα δόσεως ὧν ἔχει πρώτως· τὸ δὲ «ὅπερ ὂν» ἀπὸ τοῦ ἑνὸς ὄντος· ἐκεῖνο γάρ ἐστι τὸ πρώτως ἐξῃρημένον τοῦ μὴ ὄντος καὶ τῆς στερήσεως, διότι πρώτως ἐστὶν ὂν καὶ κρυφίως ἐν αὐτῷ πάντα καὶ ἀδιαιρέτως ὑφέστηκε· τὸ δὲ «ἀεὶ» ἀπὸ τοῦ αἰῶνος· ὡς γὰρ τοῦ εἶναι τὸ ἓν ὄν, οὕτω τῆς ἀϊδιότητός ἐστι χορηγὸς τοῖς νοητοῖς ὁ αἰών. εἰ μὲν οὖν ὁ Πλάτων περὶ μετεχόντων καὶ μετεχομένων ἐποιεῖτο τὸν λόγον καὶ πρὸς τοῦτο ἐδεῖτο τοῦ ὄντος, εἶπεν ἂν τί τὸ ὂν αὐτό· καὶ εἰ περὶ ἀμιγῶν καὶ συμμιγῶν, εἶπεν ἂν τί τὸ ὅπερ ὄν· ἐπειδὴ δὲ περὶ γενέσεως καὶ ἀγενεσίας διαλέξεται καὶ πρὸς τοῦτο δεῖται τῶν διορισμῶν τούτων, εἰκότως ἤρετο τί τὸ ὂν ἀεί. τούτῳ γὰρ διακρίνεται τὸ αἰώνιον ἀπὸ τοῦ κατὰ χρόνον ὑφεστῶτος· τὸ γὰρ γενητὸν σύστοιχον ἔχει τὸν χρόνον ὡς τὸ ἀγένητον τὸν αἰῶνα. διὸ καὶ ἡ μὲν ζῴου φύσις ἡ πάντων περιληπτικὴ τῶν νοουμένων ζῴων αἰώνιός ἐστι, χρόνος δὲ μετʼ οὐρανοῦ γέγονεν, ὡς αὐτὸς ἐρεῖ προελθών. τὸ μὲν γὰρ ἀεὶ ὄν, κἂν ἀπʼ αἰτίας προϊέναι λέγηται, ἀλλὰ κατὰ πάσας αὐτὸ τὰς αἰτίας οὐ γίγνεσθαι, ἀλλʼ εἶναι ῥητέον· καὶ γὰρ διʼ ὃ καὶ πρὸς ὃ καὶ ὑφʼ οὗ τὸ αὐτό ἐστιν· αὐθυπόστατον γάρ ἐστι τὸ ἀεὶ ὄν, οὐ γιγνόμενον ὑφʼ ἑαυτοῦ, ἵνα μὴ γένηταί ποτε μὴ ὄν—τὸ γὰρ γιγνόμενον ὅτε γίγνεται, οὐκ ἔστιν—οὐδὲ πρὸς αὐτὸ γιγνόμενον, ἵνα μὴ σύνθετον ᾖ, οὐδὲ διʼ αὐτὸ γιγνόμενον, ἵνα μὴ ἀτελὲς ᾖ. τὸ δὲ γενητὸν εἰς ἄλλο ἀνήρτηται καὶ ἀπʼ ἄλλων αἰτίων ἔχει τὴν πάροδον, οἷον δή ἐστι τὸ σωματοειδὲς πᾶν. ἀλλὰ πῶς οὐδέποτε ὂν τὸ γιγνόμενον, περὶ οὗ διαρρήδην εἶπεν ἐν Σοφιστῇ, ὅτι καὶ τοῦτο ὄν πώς ἐστιν; ἦ τοῦτο καὶ αὐτὸς ἐρεῖ μικρὸν ὕστερον, οὐχ ὅτι τὸ μὴ ὄν ἐστιν, ἀλλʼ ὅτι ὄντως οὐδέποτε ὄν. νῦν δὲ εἴρηται οὐδέποτε ὄν, ὅτι τὸ ὂν ἐπὶ τῆς αἰωνίας προετέτακτο φύσεως, τὸ δὲ γιγνόμενον οὐδέποτέ ἐστι τὸ ἀεὶ ὄν· εἴπερ οὖν τὸ εἶναι ᾗ ὂν ἄδεκτον τοῦ μὴ εἶναι, δῆλον, ὅτι τὸ γιγνόμενον, συμπεπλεγμένον ἔχον τῷ μὴ ὄντι τὸ ὁπωσοῦν ἐν αὐτῷ ὄν, οὐδέποτέ ἐστιν ὂν οὕτως, ὡς εἰλικρινῶς ὂν καὶ καθʼ αὑτὸ ὄν, ᾧ προσήκει μόνῳ εἶναι, ἀλλὰ μὴ μετὰ τοῦ εἶναι καὶ μὴ εἶναί πως, ὁμοῦ καὶ οὐκ ὄν.

Τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτόν, ἀεὶ κατὰ ταὐτὰ ὄν, τὸ δὲ αὖ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστόν, γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν.

Οἳ μὲν ἑκάτερον τούτων τῶν κώλων ἕνα λόγον πεποιήκασιν, ὅσοι φασὶν ὁρισμὸν εἶναι τοῦ ἀεὶ ὄντος τὸ νοήσει μετὰ λόγου περιληπτὸν ὄν, ἀεὶ κατὰ τὰ αὐτὰ ὄν, καὶ τοῦ γιγνομένου τὸ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστόν, γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν· οἷς πολλά τε ἄλλα συμβέβηκεν ἁμαρτεῖν καὶ τὸ τὰ ὁριστὰ ἐν τοῖς ὁρισμοῖς περιλαμβάνειν· ἐζητεῖτο γάρ, τί τὸ ἀεὶ ὄν, ὃ παρέλαβεν ὁ πρότερος ὅρος εἰπών· ἀεὶ κατὰ τὰ αὐτὰ ὄν· καὶ τί τὸ γιγνόμενον, ὃ παρέλαβεν ὁ δεύτερος εἰπών· γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν· τοῦτο δὲ καὶ ἑαυτῶν ἐστι κατηγορούντων διαλεκτικῆς ἀπειρίαν καὶ τοῦ Πλάτωνος. οἳ δὲ διελόντες τὸ μὲν ὁρισμόν, τὸ δὲ ὁριστὸν ἐν ἑκατέρῳ τῶν κώλων ἀπέφηναν· ἔν τε γὰρ τῷ προτέρῳ τὸ μὲν νοήσει μετὰ λόγου περιληπτὸν ὅρον εἶναι, τὸ δὲ ἀεὶ κατὰ ταὐτὰ ὂν ὁριστόν, καὶ ἐν τῷ δευτέρῳ τὸ μὲν δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστὸν ὡς ὅρον ἀποδεδόσθαι, τὸ δὲ λοιπὸν ὡς αὐτὸ τὸ κεφαλαιῶδες. τούτοις δὴ τοῖς ἀνδράσιν εὖ λέγουσι καὶ ὁ ἡμέτερος ἠρέσκετο διδάσκαλος· καὶ γὰρ εἰ μικρόν πως τὴν λέξιν μεταρρυθμίσαιμεν, αὐτόθεν ἔσται τὸ πᾶν καταφανές· τὸ μὲν δὴ ἀεὶ κατὰ τὰ αὐτὰ ὄν ἐστι νοήσει μετὰ λόγου περιληπτόν, τὸ δὲ γιγνόμενον καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν, δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστόν· ταῦτα γὰρ καὶ τοῖς προειρημένοις ἀκόλουθα· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον, ὂν δὲ οὐδέποτε· τοῦ μὲν ἀεὶ κατὰ ταὐτὰ ὄντος τὸ ἀεὶ ὂν καὶ γένεσιν οὐκ ἔχον δηλοῦντος—ἰσοδυναμεῖ γὰρ τὸ κατὰ ταὐτὰ τῷ γένεσιν οὐκ ἔχον—τοῦ δὲ γιγνομένου μέν, οὐδέποτε δὲ ὄντος τῷ γιγνομένῳ καὶ ἀπολλυμένῳ καὶ ὄντως οὐδέποτε ὄντι τὸ αὐτὸ σημαίνοντος, εἰ καὶ σαφέστερον ἀπήγγελται, διὰ τῆς τοῦ ὄντως προσθήκης ἐνδεικνυμένου τοῦ Πλάτωνος, ὅτι καθὸ μὲν γιγνόμενόν ἐστιν, οὐκ ἔστι, καθὸ δὲ ἴνδαλμα τοῦ ὄντος ἀποφέρεται, κατὰ τοσοῦτόν ἐστιν οὐ γιγνόμενον. ἐν γὰρ τοῖς ὁρισμοῖς καὶ τὰ ὁριστὰ μᾶλλον ἐσαφήνισε διὰ τῶν προσθέσεων· ὃ μὲν γὰρ εἶπεν ἄνω ἀεὶ ὄν, τοῦτο προσθεὶς εἶπεν ἀεὶ κατὰ τὰ αὐτὰ ὄν, ἵνα μὴ τὸ ἀεὶ τὸ χρονικὸν ἀκούσωμεν, ἀλλὰ τὸ αἰώνιον· τοῦτο γὰρ ὁμοῦ πᾶν καὶ κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ χρονικὸν τῷ ἀπείρῳ τοῦ χρόνου συνεκτέταται· ὃ δὲ εἶπε γιγνόμενον, τοῦτο μετὰ τοῦ ἀπολλύμενον εἴρηκεν, ἵνα μὴ τὰς προόδους ἁπλῶς γενέσεις ἀκούσωμεν, ὃ καὶ ἐπὶ θεῶν τάττεται τῶν ἐπέκεινα τοῦ ὄντος, ἀλλὰ τὰς τὴν ἀπώλειαν ἐχούσας σύστοιχον. εἰσὶ δʼ οὖν οἱ ἀποδοθέντες ὁρισμοὶ τοιοῦτοί τινες· ἀεὶ ὄν ἐστι τὸ νοήσει μετὰ λόγου περιληπτόν· γιγνόμενόν ἐστι τὸ δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστόν. ὑπὲρ ὧν ἐγκαλεῖν εἰώθασι τῷ Πλάτωνι, πρῶτον μέν, ὅτι μὴ γένος παρείληφεν, ὡς οἱ τῶν ὅρων βούλονται κανόνες, ἔπειθʼ, ὅτι τὴν μὲν αὐτῶν τῶν ὁριστῶν φύσιν οὐ δεδήλωκεν ὁποία τίς ἐστιν, ἀπὸ δὲ τῶν γνώσεων αὐτὰ τῶν ἡμετέρων ἀφωρίσατο· δεῖν δὲ πρὸ τῆς σχέσεως ταύτης αὐτὰ καθʼ ἑαυτὰ τὰ πράγματα σκοπεῖν. ἡμῖν δὲ ἀποδεικτέον αὐτὸ τοὐναντίον, ὅτι παντελῶς ἁμαρτάνουσιν οἱ ταῦτα διαπορεῖν εἰωθότες· ποῖον γὰρ γένος ἐπὶ τοῦ ὄντος ἔχει χώραν, ὃ πᾶσαν περιλαμβάνει τὴν νοητὴν οὐσίαν; εἰ γὰρ μηδὲν ἡ οὐσία γένος ἔχει πρὸ ἑαυτῆς μηδὲ ὁρισμὸν οὖσα γενικώτατον, τί ἂν περὶ αὐτοῦ τοῦ ὄντος εἴποις, ὃ πάσης μὲν οὐσίας, πασῶν δὲ δυνάμεων, πασῶν δὲ ἐνεργειῶν ἐστι περιληπτικόν; οὔτε οὖν ὂν τὸ γένος ἐστὶ τοῦ ὄντος· ἔσται γὰρ τοῦτο τὸ ὂν οὐχ ἁπλῶς ὄν, ἀλλὰ τὶ ὄν· οὔτε μὴ ὄν, ἵνα μὴ καὶ τὸ ἀεὶ μὴ ὂν λάθωμεν ποιοῦντες· πανταχοῦ γὰρ τὰ γένη κατηγορεῖται τῶν οἰκείων εἰδῶν. οὐκ ἄρα ἔστι γένος τοῦ ὄντος. πῶς δὲ οὐ προσήκων ἐστὶ τῇ ὅλῃ θεωρίᾳ καὶ τοῖς προκειμένοις διορισμοῖς ὁ ἀπὸ τῶν γνώσεων ἀφορισμός; εἰ γάρ, ὥσπερ εἴπομεν πρότερον, ἀξιώμασι τούτοις ἐθέλει χρῆσθαι καὶ ὑποθέσεσι τῶν ῥηθησομένων ἀποδείξεων, δεῖ γνωρίμους εἶναι τὰς ἀποδόσεις ταύτας καὶ ἐναργεῖς ἡμῖν. ἀλλʼ εἰ μὲν αὐτὴν ἐφʼ ἑαυτῆς τὴν τῶν πραγμάτων φύσιν ἡμῖν παρεκελεύσατο θηρᾶν, ἔλαθεν ἂν ἀσαφείας ἐμπλήσας τὴν σύμπασαν διδασκαλίαν· ἐπειδὴ δὲ γνώριμον ποιῆσαι βούλεται διὰ τῶν ὅρων τό τε ὂν καὶ τὸ γιγνόμενον, ἵνα ἀπὸ γνωρίμων τὰς ἀποδείξεις προάγῃ καὶ τοῖς ἀκούουσιν ἐναργῶν ὑποθέσεων, εἰκότως ἀπὸ τῶν γνώσεων τῶν ἐν ἡμῖν οὐσῶν τὴν ἰδιότητα παρίστησιν αὐτῶν, ἃς καὶ ἀνεγείραντες καὶ τελεωσάμενοι θεασόμεθα τὴν ἐκείνων φύσιν τρανέστερον· ἐπεὶ γὰρ πᾶν τὸ γνωστικὸν ἢ αὐτό ἐστι τὸ γνωστὸν ἢ ὁρᾷ ἢ ἔχει τὸ γνωστόν—νοῦς μὲν γάρ ἐστι τὸ νοητόν, αἴσθησις δὲ ὁρᾷ τὸ αἰσθητόν, διάνοια δὲ ἔχει ἐν ἑαυτῇ τὸ διανοητόν—ἡμεῖς δὲ αὐτὸ γενέσθαι τὸ νοητὸν οὐ πεφύκαμεν, γιγνώσκομεν δὲ αὐτὸ διὰ τῆς ἐν ἡμῖν συζύγου πρὸς αὐτὸ δυνάμεως, ταύτης οὖν δεῖ, καὶ διὰ ταύτης γνώριμος ἡμῖν ἡ τοῦ ὄντος φύσις. πρὸς μὲν οὖν τὰς ἀπορίας διὰ τούτων ἀπαντησόμεθα. δεῖ δὲ ἐφιστάνειν, ὅπως προτείνων μὲν ἑαυτῷ τὰ προβλήματα ἑκάτερον καὶ καταφατικῶς καὶ ἀποφατικῶς ἐδήλωσεν, ἀποκρινόμενος δὲ πρὸς ἑκάτερον ἐπὶ μὲν τοῦ ἀεὶ ὄντος τὸ καταφατικὸν μόνον παρέλαβεν, ἐπὶ δὲ τοῦ γιγνομένου καὶ τὸ ἀποφατικόν, προσθεὶς μὲν αὐτῷ καὶ τὸ ἀπολλύμενον, ἑρμηνεύσας δὲ καὶ τὸ ὂν δὲ οὐδέποτε διὰ τῆς εἰς τὸ ὄντως δὲ οὐδέποτε ὂν μεταλήψεως· ἐπεὶ γὰρ τὸ ὂν κατὰ τὸ εἶναι χαρακτηρίζεται μόνον, τὸ δὲ γιγνόμενον καὶ κατὰ τὸ μὴ εἶναι, τὸ μὲν ὁριζόμενος αὐτὸ μόνον παρέλαβεν, εἰπὼν κατὰ τὰ αὐτὰ ὄν, τὸ δὲ μετὰ τῆς ἀποφάσεως, οὐ τὴν ἀπόφασιν δὲ μόνην, ἐπειδὴ οἱ ὁρισμοὶ τῶν καταφάσεών εἰσι τὸ ὑπάρχον ἑκάστῳ σημαίνοντες. εἰ δὲ μὴ μόνον αὐτὸ γιγνόμενον, ἀλλὰ καὶ ἀπολλύμενον προσείρηκεν, οὐ θαυμαστόν· ὡς γὰρ τῷ ὄντι προσέθηκε τὸ κατὰ τὰ αὐτὰ εἶναι καὶ μὴ μόνον τὸ ἀεὶ εἶναι, οὕτως τῷ γιγνομένῳ τὸ ἀπόλλυσθαι· τοῦτο γὰρ ὡς μὲν γινόμενον τοῦ ἀεὶ ὄντος ἕτερον, ὡς δὲ ἀπολλύμενον τοῦ κατὰ τὰ αὐτὰ ὄντος. οὐ γὰρ ἔστι τὸ γιγνόμενον καθόσον γιγνόμενόν ἐστι καὶ ἀπολλύμενον, ἑαυτὸ συνέχειν οὐ δυνάμενον· ἦν γὰρ ἂν καὶ ἑαυτὸ παράγειν δυνάμενον. ἑκάτερον οὖν καθʼ ἑαυτὸ λαβών, τὸ ὂν καὶ τὸ γιγνόμενον, εἶδε τὸ μὲν ὑπὲρ γένεσιν, τὸ δὲ ἀνώλεθρον οὐκ ὄν· ὡς ὅταν γε τῷ γιγνομένῳ προσγένηται τοῦ ὄντος ἔμφασις, δύναται μένειν ὁπωσοῦν ἀεὶ γιγνόμενον.

Φέρε δὴ καὶ ἑκάστην τῶν λέξεων αὐτὴν καθʼ αὑτὴν ἐπισκεψώμεθα διʼ ὧν συντίθησι τὰς ἀποδόσεις, καὶ πρώτην τῶν ἄλλων τὴν νόησιν κατίδωμεν, τῶν ποσαχῶς ἐστι λεγομένων, καὶ τὰς ὅλας αὐτῆς συλλογισώμεθα προόδους. πρώτη μὲν οὖν ἐστι νόησις ἡ νοητή, εἰς ταὐτὸν ἥκουσα τῷ νοητῷ καὶ οὐχ ἕτερον οὖσα παρὰ τὸ νοητόν, ἣ καὶ οὐσιώδης ἐστὶ νόησις καὶ αὐτοουσία, διότι πᾶν τὸ ἐν τῷ νοητῷ τοῦτον ὑφέστηκε τὸν τρόπον, οὐσιωδῶς καὶ νοητῶς. δευτέρα δὲ ἡ συνάπτουσα τῷ νοητῷ τὸν νοῦν, συνεκτικὴν ἔχουσα καὶ συναγωγὸν τῶν ἄκρων ἰδιότητα καὶ οὖσα ζωὴ καὶ δύναμις, πληροῦσα μὲν ἀπὸ τοῦ νοητοῦ τὸν νοῦν, ἐνιδρύουσα δὲ τὸν νοῦν εἰς τὸ νοητόν. τρίτη δὲ ἡ αὐτῷ τῷ θείῳ νῷ σύζυγος νόησις, ἐνέργεια οὖσα τοῦ νοῦ, διʼ ἧς τὸ ἐν αὐτῷ νοητὸν συνείληφε καὶ καθʼ ἣν ἑαυτὸν νοεῖ καὶ ᾗ αὐτός ἐστιν· ἐνέργεια γάρ ἐστι καὶ αὐτονόησις, ἀλλʼ οὐ νοητὴ νόησις, οὐδὲ ὡς δύναμις, ἀλλʼ ὡς ἐνέργεια, καθάπερ εἴρηται, καὶ νοερὰ νόησις. τετάρτην δὲ ἔχει τάξιν ἡ τῶν μερικῶν νόων νόησις, ἐπεὶ καὶ τούτων ἕκαστος ἔχει καὶ νοητόν τι πάντως ἑαυτῷ συζυγοῦν καὶ νόησιν, μᾶλλον δὲ ἕκαστος πάντα ἔχει μερικῶς, νοῦν, νόησιν, νοητόν, διʼ ὧν καὶ συνάπτεται τοῖς ὅλοις καὶ τὸν ὅλον νοητὸν κόσμον νοεῖ καὶ τούτων ἕκαστος. πέμπτη δʼ ἐστὶν ἡ τῆς ψυχῆς τῆς λογικῆς νόησις· ὡς γὰρ νοῦς λέγεται ἡ λογικὴ ψυχή, οὕτω καὶ ἡ γνῶσις αὐτῆς νόησις καὶ μεταβατικὴ νόησις καὶ τὸν χρόνον ἔχουσα συμφυῆ πρὸς ἑαυτήν. ἕκτη δέ, εἰ βούλει καὶ ταύτην συναριθμεῖν, ἡ φανταστικὴ γνῶσις ὑπό τινων προσαγορεύεται νόησις καὶ νοῦς ἡ φαντασία παθητικός, ὅτι καὶ ἔνδον καὶ μετὰ τύπων καὶ σχημάτων γινώσκει ὅσα γινώσκει. κοινὸν δὲ κατὰ πάσης νοήσεως αὐτὸ τοῦτο τὸ ἔνδον ἔχειν τὸ γνωστόν· τούτῳ γὰρ δήπου καὶ διαφέρει νόησις αἰσθήσεως. ἀλλʼ ὅπου μέν ἐστιν αὐτὸ τὸ γνωστὸν ἡ νόησις· ὅπου δὲ ἔστι μὲν τὸ δεύτερον, ἔχει δὲ τὸ πρῶτον· ὅπου δὲ ἔστι μὲν τὸ τρίτον, ἔχει δὲ τὸ δεύτερον, ὁρᾷ δὲ τὸ πρῶτον ὁλικῶς· ὅπου δὲ ἔστι μὲν τὸ γνωστὸν μερικῶς, ὁρᾷ δὲ καὶ τὰ ὅλα διὰ τοῦ μερικοῦ· ὅπου δὲ ὁρᾷ μὲν τὰ ὅλα, ἀλλὰ μερικῶς ἅμα καὶ οὐκ ἀθρόως· ὅπου δὲ καὶ μετὰ πάθους ἡ ὅρασις. τοσαῦται μὲν οὖν εἰσι διαφοραὶ νοήσεως. ληπτέον δὲ νῦν οὔτε τὴν φανταστικὴν νόησιν· οὐ γὰρ πέφυκεν αὕτη τὸ ὄντως ὂν γιγνώσκειν· ἀόριστον γάρ, ὅτι καὶ μετὰ σχήματος καὶ μορφῆς γινώσκει, τὸ φανταστόν, τὸ δὲ ἀεὶ ὂν ἀσχημάτιστόν ἐστι· καὶ ὅλως οὐδεμία γνῶσις ἄλογος αὐτὸ τὸ ὂν δύναται θεωρεῖν, ἥ γε μηδὲ τὸ καθόλου πέφυκεν αἱρεῖν. οὔτε τὴν ἐν τῇ λογικῇ ψυχῇ· τὸ γὰρ ἀθρόον οὐκ ἔχει καὶ τὸ τοῖς αἰωνίοις σύστοιχον, ἀλλὰ κατὰ χρόνον πρόεισιν. οὔτε τὰς ὁλικὰς νοήσεις· ἐξῄρηνται γὰρ ἐκεῖναι τῶν ἡμετέρων γνώσεων, ὁ δὲ Τίμαιος συνέταξε τῷ λόγῳ τὴν νόησιν. ἀλλὰ τὴν τοῦ μερικοῦ νοῦ νόησιν νυνὶ ληπτέον· αὕτη γάρ ἐστι, μεθʼ ἧς καὶ ἡμεῖς ὁρῶμέν ποτε τὸ ὄν. ὡς γὰρ ἡ αἴσθησις ἐν τῇ δευτέρᾳ δυάδι κατωτέρω τῆς λογικῆς ψυχῆς, οὕτως ἡ νόησις ἀνωτέρω κατʼ αὐτήν. ὁ γὰρ μερικὸς νοῦς προσεχῶς ὑπερίδρυται τῆς ἡμετέρας οὐσίας, ἀνάγων αὐτὴν καὶ τελειῶν, πρὸς ὃν ἐπιστρεφόμεθα καθηράμενοι διὰ φιλοσοφίας καὶ τὴν ἑαυτῶν νοερὰν δύναμιν τῇ ἐκείνου νοήσει συνάψαντες. τίς δὲ ὁ μερικὸς νοῦς ἐστιν οὗτος, καὶ ὡς οὐχ εἷς ἐστι κατὰ μίαν ψυχὴν μερικήν, οὐδὲ αὐτόθεν ὑπὸ τῶν μερικῶν μετέχεται ψυχῶν, ἀλλὰ διὰ τῶν ἀγγελικῶν καὶ δαιμονίων ψυχῶν τῶν ἀεὶ κατʼ αὐτὸν ἐνεργουσῶν, διʼ ἃς καὶ αἱ μερικαὶ ψυχαί ποτε μετέχουσι τοῦ νοεροῦ φωτός, διήρθρωται διὰ πλειόνων ἐν ἄλλοις. νῦν δὲ εἰλήφθω τοσοῦτον, ὅτι μετέχεται μὲν οὗτος ὑπʼ ἄλλων προσεχῶς ψυχῶν δαιμονίων πᾶς, ἐλλάμπει δὲ εἰς τὰς ἡμετέρας, ὁπόταν ἐπιστρέφωμεν εἰς αὐτὸν καὶ τὸν ἐν ἡμῖν λόγον νοερὸν ἀποτελέσωμεν. καὶ ὡς ἐν Φαίδρῳ κυβερνήτην τοῦτον ἐκάλεσε τῆς ψυχῆς καὶ μόνον εἶπε τὸ ὂν νοεῖν, τὴν δὲ ψυχὴν μετὰ τούτου νῷ καὶ ἐπιστήμῃ τρεφομένην, οὕτως οὖν καὶ ἐνταῦθα τὴν νόησιν εἶναι καὶ πρὸ ψυχῆς καὶ ὄντως εἶναι νόησιν ἐκείνην, μετέχεσθαι δὲ ὑπὸ ψυχῆς, ὅταν ὁ λόγος ἐνεργῇ νοερῶς. διὸ καὶ ἐν τοῖς ἑπομένοις ἐρεῖ τὸν νοῦν εἶναι μὲν ἐν θεοῖς, μετέχειν δὲ αὐτοῦ γένος ἀνθρώπων βραχύ τι. καὶ ἔοικεν ὁ λόγος πᾶσαν γνῶσιν τοῦ ἀεὶ ὄντος ἐκφαίνων νόησιν μὲν αὐτὴν εἰπεῖν τὴν πρώτην, ὅπως δὲ μὴ μόνην αὐτὴν ὑπολάβῃ, προσθεῖναι τῇ νοήσει τὸν λόγον, τῷ μεταβατικῷ διελών, ὡς ὅταν γε λόγος νοῇ τὸ ἀεὶ ὄν, ὡς μὲν λόγος ἐνεργεῖ μεταβατικῶς, ὡς δὲ νοῶν μετὰ ἁπλότητος, ἕκαστον μὲν ὡς ἁπλοῦν ἅμα νοῶν, οὐ πάντα δὲ ἅμα, ἀλλὰ μεταβαίνων ἀπʼ ἄλλων ἐπʼ ἄλλα, νοῶν δὲ πᾶν ὃ νοεῖ μεταβαίνων ὡς ἓν καὶ ἁπλοῦν.

Μετὰ δὴ τὸν περὶ τῆς νοήσεως διορισμὸν τὸν λόγον κατίδωμεν ὅστις ἐστὶ καὶ ὅπως τῇ νοήσει συμφύεται. λέγεται μὲν οὖν καὶ ἐν Θεαιτήτῳ τριχῶς ὁ λόγος, ὅ τε προφορικὸς καὶ ἡ διὰ τῶν στοιχείων διέξοδος καὶ ὁ τῶν ἑκάστου πρὸς τὰ ἄλλα διαφορῶν παραστατικός. ἀλλὰ πάντα ταῦτα τὰ σημαινόμενα περὶ σύνθεσίν ἐστι καὶ διαίρεσιν καὶ ἀνάρμοστα τυγχάνει ὄντα πρὸς τὴν τοῦ ἀεὶ ὄντος περίληψιν· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον αἱρεῖσθαι πέφυκε· τὸ δὲ ἀεὶ ὂν ἁπλοῦν ἐστι καὶ ἀδιαίρετον, ἐξῃρημένον πάντων τῶν πρὸς ταῦτα ἐναντίων. λέγεται δὲ αὖ κατʼ ἄλλον τρόπον ὃ μὲν δοξαστικός, ὃ δὲ ἐπιστημονικός, ὃ δὲ νοερός· ἐπεὶ γάρ ἐστιν ἐν ἡμῖν καὶ δόξα καὶ διάνοια καὶ νοῦς—λέγω δὲ νοῦν ἐν τούτοις τὸ τῆς διανοίας ἀκρότατον—πᾶσα δὲ ἡμῶν ἡ οὐσία λόγος ἐστίν, ἐν ἑκάστῳ τούτων ἄλλως τὸν λόγον θεατέον. ἀλλʼ οὔτε ἡ δόξα πέφυκε τῇ νοήσει συνάπτεσθαι τοῦ κατʼ ἐνέργειαν νοῦ· τοὐναντίον γὰρ τῇ ἀλόγῳ γνώσει συνέζευκται· οὔτε ἡ διάνοια, καθʼ ὅσον εἰς πλῆθος χωρεῖ καὶ διαίρεσιν, οἵα τέ ἐστιν εἰς νοῦν ἀνατρέχειν, ἀλλὰ τοὐναντίον ἀφίσταται διὰ τῆς τῶν λόγων ποικιλίας τῆς νοερᾶς ἀμερείας· λείπεται ἄρα τὸ ἀκρότατον τῆς ψυχῆς καὶ τὸ ἑνοειδέστατον τῆς διανοίας ἐνιδρύεσθαι τῇ νοήσει τοῦ μερικοῦ νοῦ, διὰ συγγένειαν αὐτῇ συναπτόμενον. τοῦτο δὴ οὖν ἐστιν ὁ λόγος, τὸ νοοῦν ἡμῶν τὰ νοητά, καὶ οὗ ὁ ἐν Πολιτείᾳ Σωκράτης νόησιν εἶπε τὴν ἐνέργειαν, ὡς διάνοιαν τὴν τῶν μέσων γνῶσιν νοητῶν καὶ δοξαστῶν· εἰ δὲ νόησις αὐτοῦ ἡ ἐνέργεια, νοῦς ἄν τις εἴη οὗτος ὁ λόγος, ὃν ἐν τοῖς ἑπομένοις ἐγγίγνεσθαί φησι τῇ ψυχῇ περὶ τὸ νοητὸν κινουμένῃ, καθάπερ καὶ τὴν ἐπιστήμην, ἀλλὰ τὴν ἐπιστήμην ποικιλωτέραν ἔχειν ἐνέργειαν, διʼ ἄλλων ἄλλα πιέζουσαν, τὸν δὲ νοῦν ἁπλουστέραν, αὐτοπτικῶς τὰ ὄντα θεωμένην. τοῦτο δὴ τὸ ἀκρότατον καὶ ἀμερέστατον ἡμῶν προσηγόρευσε νυνὶ λόγον ὁ Πλάτων, ὡς ἐκφαῖνον τὸν νοῦν ἡμῖν καὶ τὴν νοητὴν φύσιν· ὅταν γὰρ ἡ ψυχὴ φαντασίας ἀποστῇ καὶ δόξης καὶ τῆς ποικίλης καὶ ἀορίστου γνώσεως, ἀναδράμῃ δὲ εἰς τὴν ἑαυτῆς ἀμέρειαν, καθʼ ἣν ἐνερρίζωται τῷ μερικῷ νῷ, καὶ ἀναδραμοῦσα συνάψηται τὴν ἑαυτῆς ἐνέργειαν πρὸς τὴν ἐκείνου νόησιν, τότε δὴ μετʼ ἐκείνου νοεῖ τὸ ἀεὶ ὄν, μιᾶς τε τῆς ἐνεργείας οὔσης καὶ δυοειδοῦς καὶ ταυτότητος καὶ διακρίσεως ἐν ταῖς νοήσεσιν ὑπαρχούσης. τηνικαῦτα γὰρ καὶ ἀθροωτέρα γίνεται τῆς ψυχῆς ἡ νόησις καὶ ἐγγυτέρω τῶν αἰωνίων πραγμάτων, ἵνα καὶ ἕλῃ τὸ νοητὸν ἅμα τῷ νῷ καὶ οἷον φῶς ἔλαττον μετὰ μείζονος φωτὸς ἐνεργήσῃ, τοῦ ἐν ἡμῖν λόγου τὴν νόησιν ὑποτρέχοντος τοῦ νοῦ, καὶ γένηται τὸ νοητὸν νοήσει μετὰ λόγου περιληπτόν. ὁ μὲν γὰρ ἡμέτερος λόγος μετὰ τῆς νοήσεως αἱρεῖ τὸ νοητόν, ἡ δὲ τοῦ νοῦ νόησις ἀεὶ καὶ ἔστι καὶ ὁρᾷ τὸ νοητόν, συνάπτει δὲ αὐτῷ τὸν λόγον, ὅταν καὶ οὗτος γένηται νοοειδής. ἀλλὰ πῶς περιληπτὸν τῷ μερικῷ νῷ τὸ ὄντως ὂν ἢ τῷ λόγῳ; τοῦτο γὰρ ἔτι θαυμαστότερον. ἦ καὶ εἰ μὴ τὸ νοητὸν αὐτὸ δυνατὸν περιληφθῆναι τῷ νῷ καὶ τῷ λόγῳ, διότι κρεῖττόν ἐστιν ἁπάσης περιοχῆς καὶ ἐξῃρημένως πάντα περιείληφεν, ἀλλʼ οὖν ὁ μὲν νοῦς τὸ ἑαυτοῦ νοητὸν ἔχων διὰ τοῦτο λέγεται καὶ τὸ ὅλον περιλαμβάνειν, ὁ δὲ λόγος διὰ τοῦ νοῦ συστοίχως ἑαυτῷ τῶν ὄντων ὑποδεχόμενος ἐννοίας οὕτω διὰ τούτων λέγεται τὸ ὂν περιλαμβάνειν. τάχα δὲ ἂν σημαίνοι καὶ ὅτι περιθέων τὸ νοητὸν ὁ λόγος καὶ ὡς περὶ κέντρον ἐνεργῶν καὶ κινούμενος οὕτως αὐτὸ θεᾶται, τῆς μὲν νοήσεως ἀμεταβάτως αὐτὸ καὶ ἀμερίστως γινωσκούσης, τοῦ δὲ λόγου περιχορεύοντος αὐτοῦ κύκλῳ τὴν οὐσίαν καὶ ἀνελίττοντος τὴν ἡνωμένην ἐν αὐτῷ πάντων ὑπόστασιν.

Ἐπὶ δὴ τούτοις τὴν δόξαν κατανοήσωμεν ἥτις ἐστίν. ὅτι μὲν οὖν πέρας ἐστὶ τῆς λογικῆς ἁπάσης ζωῆς καὶ ὅτι συνάπτεται πρὸς τὸ ἀκρότατον τῆς ἀλόγου, πολλάκις ἐστὶ τεθρυλημένον. ἃ δέ ἐστιν ἐξαίρετα τῆς Πλατωνικῆς παραδόσεως, ταῦτα νῦν λέγωμεν· ὅτι τοὺς τῶν αἰσθητῶν λόγους τὸ δοξαστικὸν περιέχει καὶ τοῦτό ἐστι τὸ τὰς οὐσίας αὐτῶν γινῶσκον καὶ τὸ μὲν ὅτι θεωροῦν, τὴν δὲ αἰτίαν ἀγνοοῦν. τῆς γὰρ διανοίας ἅμα καὶ τὰς οὐσίας καὶ τὰς αἰτίας γιγνωσκούσης τῶν αἰσθητῶν, τῆς δὲ αἰσθήσεως μηδέτερα—δέδεικται γὰρ ἐν Θεαιτήτῳ σαφῶς, ὅτι οὐσίας ἐστὶν ἀγνὼς ἡ αἴσθησις καὶ τῆς αἰτίας ὧν γινώσκει παντελῶς ἀμαθής— ἀναγκαῖον τὴν δόξαν ἐν μέσῳ τεταγμένην τὰς μὲν οὐσίας τῶν αἰσθητῶν διὰ τῶν ἐν αὐτῇ λόγων γινώσκειν, τὰς δὲ αἰτίας ἀγνοεῖν. οὕτω γὰρ ἂν καὶ ἡ ὀρθὴ δόξα διαφέροι τῆς ἐπιστήμης, ᾗ τὸ ὅτι γινώσκει μόνον, ἐκείνης καὶ τὴν αἰτίαν θεωρεῖν δυναμένης. ἔχεται δὲ τῆς δόξης ἡ αἴσθησις, μέση καὶ αὐτὴ οὖσα τοῦ τε αἰσθητηρίου καὶ τῆς δόξης· τὸ μὲν γὰρ αἰσθητήριον μετὰ πάθους ἀντιλαμβάνεται τῶν αἰσθητῶν, διὸ καὶ φθείρεται ταῖς ὑπερβολαῖς αὐτῶν, ἡ δὲ δόξα γνῶσιν ἔχει καθαρὰν πάθους, ἡ δὲ αἴσθησις μετέχει μέν πως καὶ τοῦ πάθους, ἔχει δέ τι καὶ γνωστικόν, καθόσον ἐνίδρυται τῷ δοξαστικῷ καὶ ἐλλάμπεται παρʼ αὐτοῦ καὶ γίνεται λογοειδής, ἄλογος οὖσα καθʼ ἑαυτήν. εἰς ταύτην γὰρ ἀποπερατοῦται τῶν γνωστικῶν δυνάμεων ἡ σειρά, ἧς ἡγεῖται μὲν ἡ νόησις, ὑπὲρ λόγον οὖσα καὶ ἀμετάβατος, δευτέραν δὲ ἔχει τάξιν ὁ λόγος, ὅς ἐστι τῆς ψυχῆς ἡμῶν νόησις μεταβατικῶς ἐφαπτομένης τῶν ὄντων, τρίτην δὲ ἡ δόξα, κατὰ λόγον οὖσα γνῶσις τῶν αἰσθητῶν, τετάρτην δὲ ἡ αἴσθησις, ἄλογος ὑπάρχουσα τῶν αὐτῶν γνῶσις. ἡ γὰρ διάνοια μέση νοήσεως οὖσα καὶ δόξης τῶν μέσων ἐστὶν εἰδῶν γνωστική, τῶν δεομένων ἀμυδροτέρας μὲν ἢ κατὰ νόησιν, τρανεστέρας δέ τινος ἢ κατὰ δόξαν ἐπιβολῆς, ὡς καὶ ὁ Σωκράτης ἔλεγε τῇ προτεραίᾳ διορίζων τὰς γνώσεις τοῖς γνωστοῖς. τὴν μὲν οὖν δόξαν κατὰ λόγον προσρητέον, διότι λόγους ἔχει γνωστικοὺς τῶν οὐσιῶν, ἄλογον δὲ ἄλλως, ὡς τὰς αἰτίας ἀγνοοῦσαν· ἄλογον γὰρ πρᾶγμα πῶς ἂν εἴη ἐπιστήμη, φησὶν ὁ ἐν Συμποσίῳ Σωκράτης περὶ αὐτῆς. τὴν δὲ αἴσθησιν πάντως ἄλογον θετέον. ὅλως γὰρ ἑκάστης τῶν αἰσθήσεων τὸ ἀπὸ τοῦ αἰσθητοῦ γενόμενον περὶ τὸ ζῷον πάθος γιγνωσκούσης, οἷον μήλου προσενεχθέντος ὄψεως μὲν ὅτι ἐρυθρὸν γνούσης ἐκ τοῦ περὶ τὸ ὄμμα πάθους, ὀσφρήσεως δὲ ὅτι εὐῶδες ἐκ τοῦ περὶ τὰς ῥῖνας, γεύσεως δὲ ὅτι γλυκὺ καὶ ἁφῆς ὅτι λεῖον, τί τὸ λέγον, ὅτι μῆλόν ἐστι τοῦτο τὸ προσενεχθέν; οὔτε γὰρ τῶν μερικῶν τις αἰσθήσεων—τούτων γὰρ ἑκάστη ἕν τι τῶν περὶ αὐτὸ γινώσκει καὶ οὐχ ὅλον—οὔτε ἡ κοινὴ αἴσθησις—αὕτη γὰρ διακρίνει μόνον τὰς διαφορὰς τῶν παθῶν, ὅτι δὲ τοιάνδε ἔχον ἐστὶν οὐσίαν τὸ ὅλον, οὐκ οἶδε—. δῆλον οὖν, ὅτι ἔστι τις κρείττων τῶν αἰσθήσεων δύναμις, ἡ τὸ ὅλον γινώσκουσα πρὸ τῶν οἱονεὶ μερῶν καὶ τὸ εἶδος αὐτοῦ θεωροῦσα ἀμερῶς, τὸ τῶν πολλῶν τούτων δυνάμεων συνεκτικόν. ταύτην δὴ οὖν τὴν δύναμιν δόξαν ὁ Πλάτων κέκληκε καὶ τὸ αἰσθητὸν διὰ τοῦτο δοξαστόν. ἔτι τοίνυν τῶν αἰσθήσεων πολλάκις ἀλλοῖα παθήματα ἀπαγγελλουσῶν καὶ οὐχ οἷα τὰ ποιοῦντα βούλεται, τί τὸ κρῖνον ἐν ἡμῖν καὶ λέγον τὴν μὲν ὄψιν λέγουσαν ποδιαῖον τὸν ἥλιον ἠπατῆσθαι, τὴν δὲ τῶν νοσούντων γεῦσιν τὸ μέλι πικρὸν ἀποφαινομένην; πάντως γάρ που φανερόν, ὡς ἐν τούτοις ἅπασι καὶ τοῖς τοιούτοις αἱ μὲν αἰσθήσεις τὸ ἑαυτῶν ἀπαγγέλλουσι πάθημα, καὶ οὐ πάντη ψεύδονται· τὸ γὰρ περὶ τὰ αἰσθητήρια πάθος λέγουσιν, ἐκεῖνο δὲ τὸ τοιοῦτόν ἐστι· τὸ δὲ λέγον τὴν αἰτίαν τοῦ πάθους καὶ ἐπικρῖνον ἕτερον. ἔστιν ἄρα τῆς ψυχῆς τις δύναμις κρείττων αἰσθήσεως, ἡ μηκέτι διʼ ὀργάνου γινώσκουσα, ἀλλὰ διʼ ἑαυτῆς τὰ αἰσθητὰ καὶ τὴν παχύτητα τῆς αἰσθήσεως ἐπανορθουμένη. καὶ αὕτη μὲν ἡ δύναμις, λόγος οὖσα ὡς πρὸς τὴν αἴσθησιν, ἄλογός ἐστιν ὡς πρὸς τὴν γνῶσιν τῶν ὄντως ὄντων, ἡ δὲ αἴσθησις ἁπλῶς ἄλογος. διὸ καὶ ἐν Πολιτείᾳ μέσην αὐτήν, τὴν δόξαν λέγω, γνώσεως ἀπεφήνατο καὶ ἀγνοίας· λογικὴ μὲν γάρ ἐστι γνῶσις, ἀλλὰ συμφύρεται πρὸς τὴν ἀλογίαν μετʼ αἰσθήσεως τὰ αἰσθητὰ γινώσκουσα, μόνως δὲ ἄλογος ἡ αἴσθησις, ὥσπερ καὶ ὁ Τίμαιος αὐτὴν προσηγόρευσε, πρῶτον μέν, διότι καὶ τοῖς ἀλόγοις ἐνυπάρχει ζῴοις καὶ ἔστι χαρακτηριστικὴ τῆς ἀλόγου πάσης ζωῆς· ταύτῃ γὰρ αὐτὴν καὶ τῆς ἐπιστήμης διέκρινεν ὁ ἐν Θεαιτήτῳ λόγος. δεύτερον δέ, ὅτι παρὰ πάντα τὰ μόρια τῆς ἀλόγου ψυχῆς ἀπειθὴς αὐτὴ πρὸς τὸν λόγον ἐστί· τὸ μὲν γὰρ θυμοειδὲς καὶ τὸ ἐπιθυμητικὸν κατήκοόν ἐστι λόγου καὶ τῶν τοῦ λόγου προσταγμάτων καὶ δέχεται τὴν παρʼ αὐτοῦ παιδείαν, ἡ δὲ αἴσθησις κἂν μυριάκις ἀκούῃ τοῦ λόγου λέγοντος, ὅτι μείζων ἐστὶν ὁ ἥλιος τῆς γῆς, ὅμως ποδιαῖον αὐτὸν ὁρᾷ καὶ οὐκ ἂν ἄλλως ἀπαγγείλειεν ἡμῖν. τρίτον τοίνυν, ὅτι οὐδὲ αὐτὸ ὃ γινώσκει οἶδεν· οὐ γὰρ τὴν οὐσίαν αὐτοῦ πέφυκεν αἱρεῖν· οὐ γὰρ τί ἐστι λευκὸν οἶδεν, ἀλλʼ ὅτι λευκὸν διὰ τοῦ πάθους ἔγνωκε· διακέκριται γὰρ τὸ αἰσθητήριον. καὶ ταύτῃ οὖν ἄλογος· οὕτω γὰρ ἐν Γοργίᾳ τὴν ἄλογον ἀφωρίσατο γνῶσιν, τὴν μὴ εἰδυῖαν, ἀλλὰ στοχαζομένην. τέταρτον, ὅτι πέρας ἐστὶ πάσης τῆς τῶν γνώσεων σειρᾶς, καὶ πορρωτάτω λόγου καὶ νοῦ τὴν οὐσίαν ἔχει καὶ τῶν ἐκτός ἐστι καὶ διὰ σώματος ποιεῖται τὴν ἀντίληψιν. ταῦτα γὰρ πάντα δείκνυσι τὸ ἄλογον αὐτῆς. ἔστι δὴ οὖν τὸ γενητὸν πᾶν δόξῃ μετʼ αἰσθήσεως ληπτόν, τῆς μὲν εἰσαγγελλούσης τὰ πάθη, τῆς δὲ τοὺς λόγους αὐτῶν προβαλλούσης ἀφʼ ἑαυτῆς καὶ τὰς οὐσίας γινωσκούσης, καὶ ὥσπερ ὁ λόγος τῇ νοήσει συναφθεὶς αἱρεῖ τὸ νοητόν, οὕτω καὶ ἡ δόξα τῇ αἰσθήσει συνταχθεῖσα γινώσκει τὸ γενητόν. ἐπεὶ γὰρ μέσης ἐστὶν οὐσίας ἡ ψυχή, καὶ τὸ μεταξὺ συμπληροῖ νοῦ καὶ ἀλογίας· τῷ μὲν γὰρ ἀκροτάτῳ ἑαυτῆς νῷ σύνεστι, τῷ δὲ ἐσχάτῳ νεύει πρὸς τὴν αἴσθησιν· διὸ καὶ ὁ Τίμαιος ἐν μὲν τῇ προτέρᾳ συζυγίᾳ τὴν νόησιν προὔταξε τοῦ λόγου, κρείττονα οὖσαν, ἐν δὲ τῇ δευτέρᾳ τὴν δόξαν τῆς αἰσθήσεως· ἐκεῖ μὲν γὰρ ὁ λόγος μετὰ τὴν νόησιν ὡς ἐλάττων νοῦς, ἐνταῦθα δὲ ἡ δόξα πρὸ τῆς αἰσθήσεως ὡς λογικὴ αἴσθησις. τὸ δὲ ὅλον πλάτος τῆς λογικῆς οὐσίας ἀφορίζει δόξα καὶ λόγος—νοῦς δὲ ἡμῶν βασιλεύς, αἴσθησις δὲ ἄγγελος, φησὶν ὁ μέγας Πλωτῖνος—καὶ λόγος μὲν ἅμα τῷ νῷ τὸ νοητὸν αἱρεῖ, καθʼ ἑαυτὸν δὲ τοὺς μέσους θεωρεῖ λόγους, δόξα δὲ μετὰ μὲν αἰσθήσεως αἱρεῖ τὸ γενητόν, καθʼ ἑαυτὴν δὲ τὰ ἐν αὐτῇ εἴδη πάντα διασκέπτεται, περὶ ὧν ἐν ἄλλοις εἴρηται πῶς τε ὑφίσταται καὶ πῶς τόπος αὐτῶν ἐστι τὸ δοξαστικὸν μέρος τῆς ψυχῆς· καὶ ἐκείνῳ μὲν τὸ νοητὸν περιληπτόν, ταύτῃ δὲ τὸ γενητὸν δοξαστόν· ἔξω γὰρ αὐτῆς ἐστι καὶ οὐκ ἔνδον τὸ γνωστόν, ὥσπερ ἐκείνου τὸ νοητόν. διὸ περιληπτὸν μὲν οὐκ ἔστι, δοξαστὸν δέ, ἀλλʼ οὐκ αἰσθητὸν προσείρηται, διότι δόξα μὲν τὰς οὐσίας γινώσκει τῶν πραγμάτων, αἴσθησις δὲ οὔ. τῆς οὖν τρανεστέρας γνώσεως ἀποφέρεται τὴν ἐπωνυμίαν, καὶ τῆς γινωσκούσης τί ἐστιν, ἀλλʼ οὐχὶ οἷόν ἐστι μόνον, ὃ τῆς αἰσθήσεως ἔργον ἐλέγομεν· εἰκότως ἄρα τὸ γενητὸν καὶ δοξαστὸν προσηγόρευσεν ὁ Τίμαιος· καὶ ἔστι τοῦτο Πυθαγορικόν· ἐπεὶ καὶ ὁ ἐν τοῖς ἔπεσι Παρμενίδης τὴν περὶ τῶν αἰσθητῶν πραγματείαν διὰ τοῦτο Πρὸς Δόξαν ἐπέγραψεν ὡς τῶν αἰσθητῶν δοξαστῶν ὄντων κατὰ τὴν ἑαυτῶν φύσιν. οὔτʼ οὖν αἰσθητὸν ἔδει μόνον καλεῖν τὸ γενητόν, διότι τῆς οὐσίας οὐδενός ἐστιν ἡ αἴσθησις γνωστική, οὔτε δοξαστὸν ἄνευ αἰσθήσεως· καὶ γὰρ τοὺς ἐν αὐτῇ λόγους ἡ δόξα γινώσκει καὶ ὅλως ἑαυτήν, ἃ δὴ τῶν ἁπλῶς γενητῶν οὐκ ἔστιν. εἰκότως ἄρα δοξαστὸν μετʼ αἰσθήσεως αὐτὸ προσείρηκεν. τοσαῦτα περὶ τῶν Πλατωνικῶν ῥημάτων εἴχομεν λέγειν.

Δοκεῖ δέ μοι διαφερόντως ἐν τούτοις ὁ Ἀριστοτέλης τὸν δεύτερον αἰτιάσασθαι λόγον· ποῦ γὰρ ἀληθὲς τὸ δόξῃ μετʼ αἰσθήσεως δοξαστὸν εἶναι γιγνόμενον καὶ ἀπολλύμενον; τὸν γοῦν οὐρανὸν ἀγένητον εἶναι καὶ ἀνώλεθρον δόξῃ μετʼ αἰσθήσεως ὄντα δοξαστόν. ζητήσει μὲν οὖν καὶ ὁ Τίμαιος προϊών, εἰ γέγονεν ὁ πᾶς οὐρανός· λεγέσθω δὲ καὶ νῦν παρʼ ἡμῶν, ὅτι τὸ γίγνεσθαι καὶ τὸ ἀπόλλυσθαι κατʼ ἀναλογίαν ἐστὶ καὶ ἐν τῷ οὐρανῷ, οὐ μόνον κατὰ τὰς κινήσεις καὶ τὰς τῶν σχημάτων μεταβολάς, ἀλλὰ καὶ ὅτι τὸ σῶμα τὸ οὐράνιον οὐκ ἔστιν ἑαυτοῦ γεννητικόν, ἀλλʼ ἀπʼ ἄλλης αἰτίας μόνον ὑφέστηκε· διὸ γενητόν ἐστιν, ὡς τοῦ ὑφίστασθαι τὴν αἰτίαν εἰς ἕτερον ἀνηρτημένην ἔχον. ἐπεὶ δὲ οὐ μόνον ὑφέστηκεν ἀπʼ ἄλλων, ἀλλὰ καὶ συνέχεται ὑπʼ ἄλλου συνέχειν ἑαυτὸ μὴ δυνάμενον, καὶ ἀπόλλυται κατὰ τὸν οἰκεῖον λόγον διὰ τοῦτο, τῷ γίγνεσθαι συστοίχως τοῦ ἀπόλλυσθαι ληφθέντος. τὰ μὲν γὰρ ὄντως ὄντα καὶ ἀεὶ ὄντα γεννᾷ τε ἑαυτὰ καὶ συνέχεται παρʼ ἑαυτῶν, ὅθεν καὶ ἀγένητα λέγεται καὶ ἀνώλεθρα κατὰ τὴν ἑαυτῶν φύσιν· εἰ δὲ τὸ ὄντως ὂν ἀγένητον παρʼ ἑαυτοῦ ὑφέστηκε, τὸ μὴ παρʼ ἑαυτοῦ ὑφεστὸς οὐκ ἂν ὄντως ἀγένητον εἴη, καὶ εἰ τὸ ὄντως ἀνώλεθρον ἑαυτὸ συνέχειν πέφυκε, τὸ μὴ πεφυκὸς ἑαυτὸ συνέχειν οὐκ ὄντως ἀνώλεθρόν ἐστιν. ἀλλὰ μὴν ὁ οὐρανός— λέγω δὲ οὐρανὸν τὸ σωματοειδὲς μόνον—οὔτε παράγειν ἑαυτὸν οὔτε συνέχειν πέφυκεν· ἀμερὲς γὰρ πᾶν τὸ τοιοῦτον, τὸ ἑαυτοῦ παρακτικὸν καὶ ἑαυτοῦ συνεκτικόν. οὐκ ἄρα ὄντως ἀγένητός ἐστιν οὐδὲ ὄντως ἀνώλεθρος, ἀλλʼ ὅσον ἐπὶ τῷ σωματοειδεῖ καὶ γενητός ἐστι καὶ σκεδαστός. ἔτι δέ, ὥς φησιν αὐτὸς Ἀριστοτέλης καὶ ἀποδείκνυσι μέντοι σαφῶς καὶ γενναίως, οὐδὲν σῶμα πεπερασμένον ἄπειρον ἔχει δύναμιν· τὸ δὲ σῶμα τὸ οὐράνιον πεπερασμένον· οὐκ ἄρα ἄπειρον ἔχει δύναμιν. τὸ δὲ ἀνώλεθρον καθὸ ἀνώλεθρον, ἄπειρον ἔχει δύναμιν· τὸ σῶμα ἄρα καθὸ σῶμα, οὐκ ἔστιν ἀνώλεθρον· ὥστε καὶ κατὰ τὸν Ἀριστοτέλους λόγον δείκνυται τὸ τοιοῦτον. ὅπῃ δὲ ἀγένητός ἐστι καὶ ἀΐδιος ὁ οὐρανός, μικρὸν ὕστερον ἡμῖν ἔσται δῆλον· νῦν δὲ τοσοῦτον μόνον ἐκ τῶν εἰρημένων φανερόν, ὅτι καθʼ αὑτὸ πᾶν τὸ σωματικὸν γιγνόμενόν ἐστι καὶ ἀπολλύμενον, ὄντως δὲ οὐδέποτε ὄν, ὥσπερ δὴ καὶ αὐτὸς ἐν τῷ Πολιτικῷ φησι· τὸ κατὰ ταὐτὰ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι τοῖς πάντων θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ ταύτης τῆς τάξεως· ὃν δὲ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ μακαρίων παρὰ τοῦ γεννήσαντος αὐτὸν μετείληφεν, ἀτὰρ κεκοινώνηκέ γε καὶ σώματος, ὅθεν αὐτῷ μεταβολῆς ἀμοίρῳ γίνεσθαι διὰ παντὸς ἀδύνατον. εἴρηται οὖν, ὅπως καὶ ὁ οὐρανὸς τοῖς εἰρημένοις ὑποπίπτει διορισμοῖς. εἰ δὲ αὖ πάλιν διαποροίη πρὸς τὴν ἀπόδοσιν τοῦ ἀεὶ ὄντος ὁ δαιμόνιος Ἀριστοτέλης, οὐ πᾶν τὸ ἀεὶ ὂν νοήσει μετὰ λόγου περιληπτὸν ἀνεχόμενος λέγειν—εἶναι γὰρ ἀεὶ καὶ τὰ θειότατα τῶν φανερῶν—ἀξιώσομεν αὐτὸν μὴ συγχεῖν τὸ αἰώνιον καὶ τὸ εἰς ἅπαντα τὸν χρόνον ὑφεστός· καὶ γὰρ αὐτὸς διακρίνει τὸν αἰῶνα καὶ τὸν χρόνον, καὶ τὸν μὲν ἀπονέμει τῷ νῷ, τὸν δὲ τῷ οὐρανῷ καὶ τῇ κινήσει τοῦ οὐρανοῦ. ἐκεῖνο δὴ οὖν τὸ ἀεὶ ὄν, τὸ αἰώνιον, τοιοῦτόν ἐστιν, οἷον ὁ Τίμαιος ἀποδέδωκε· τὰ δὲ θειότατα τῶν φανερῶν ἄλλον ἐστὶ τρόπον ἀΐδια καὶ οὐ κατὰ τὴν αἰώνιον διαμονήν, ἀλλʼ ἐν τῷ παντὶ χρόνῳ παράγεται ἐκ τῶν σφετέρων αἰτίων, καὶ τὸ εἶναι αὐτῶν σύμπαν ἐν τῷ γίνεσθαί ἐστιν. εἴρηται δὲ καὶ τοῦτο ὑπʼ αὐτοῦ, ὅτι ὁ αἰὼν συμφυής ἐστι τοῖς νοητοῖς, ἔχων καὶ περιέχων τὸν ἄπειρον χρόνον, καὶ τὸ αἰώνιον νοητὸν ὄντως ἐστίν. εἰ δὲ τοῦτο, τὸ δὲ ἀεὶ ὂν τὸ αἰώνιον δηλοῖ, τί δεῖ τὴν τοῦ οὐρανοῦ φύσιν εἰς τοῦτο ἀνάγειν τὸ ἀεὶ ὄν, ἀλλὰ μὴ λέγειν ἀεὶ γινόμενον αὐτόν, ὡς κατὰ τὴν τοῦ χρόνου ἀϊδιότητα συμπαρατεινόμενον; ὥστε ἀμφοτέρας ἐλύσαμεν τὰς ἐνστάσεις ἀπὸ τῶν ἐκείνου λόγων, ἃς ἐπήγαγε τοῖς ὁρισμοῖς τούτοις. ἀλλʼ ἐπεὶ καὶ πρὸς ταύτην ἀπεκρινάμεθα τὴν ζήτησιν, τούτων μὲν ἄρα ἀπαλλακτέον· ῥηθήσεται γὰρ καὶ εἰσαῦθις.

Ὅλως δὲ περὶ κριτηρίων ἣν ἔχει δόξαν ὁ Πλάτων, ἀπὸ τούτων ληπτέον. ἄλλων γὰρ ἄλλο τὸ κριτήριον θεμένων, τῶν μὲν αἴσθησιν, ὥσπερ οἱ Πρωταγόρειοί φασι, τῶν δὲ δόξαν, ὥσπερ ὁ λέγων δόκος δʼ ἐπὶ πᾶσι τέτυκται, τῶν δὲ λόγον, τῶν δὲ νοῦν, ὁ Πλάτων οἰκείως τοῖς πράγμασι τὴν τῶν κριτηρίων διεῖλεν οὐσίαν, τοῖς μὲν νοητοῖς νοῦν ἀπονείμας, τοῖς δὲ διανοητικοῖς διάνοιαν, τοῖς δὲ δοξαστοῖς δόξαν, τοῖς δὲ αἰσθητοῖς αἴσθησιν. καὶ μὴ διὰ τοῦτο οἰηθῇς διεσπασμένα τὰ κριτήρια κατʼ αὐτὸν ὑπάρχειν· ἡ γὰρ ψυχὴ καὶ ἕν ἐστι καὶ πλῆθος. εἰ τοίνυν τὸ κρίνειν ψυχῆς ἐστιν—οὐ γάρ που τὸ ἡμέτερον σῶμα κριτικὴν ἔχει δύναμιν—ἡ δὲ ψυχὴ ἕν ἐστι καὶ πλῆθος, καὶ τὸ κριτικὸν ἄρα ἕν ἐστιν ἅμα καὶ πολλά, καὶ μονοειδὴς ἡ κριτικὴ δύναμις καὶ πολυειδής. τίς οὖν ἡ μία δύναμις; φαίη τις ἄν. ὁ λόγος, φήσομεν. οὗτος γὰρ ἐπὶ μὲν τὴν τῶν νοητῶν θέαν στελλόμενος ἑαυτῷ τε χρῆται καὶ τῇ νοήσει, οὐχ ὅτι ὄργανον μὲν ἡ νόησις, τὸ δὲ χρώμενον αὐτός, ὡς οἴεται Σευῆρος ὁ Πλατωνικὸς χείρω τοῦ λόγου τὴν νόησιν τιθέμενος, ἀλλʼ ὅτι φῶς ἐστι τοῦ λόγου ἡ νόησις, τελεσιουργὸς οὖσα καὶ ἀναγωγὸς αὐτοῦ καὶ ἀπολαμπρύνουσα τὴν ἐν αὐτῷ γνωστικὴν δύναμιν. εἰς δὲ τὴν τῶν μέσων λόγων ἐπίκρισιν εἰσιὼν τῇ διανοίᾳ καὶ οὐχ ἑαυτῷ χρῆται μόνῳ καὶ πρὸς ἑαυτὸν διὰ ταύτης ἐπέστραπται, τὰ δὲ δοξαστὰ κρίνων κινεῖ καὶ τὴν δόξαν, τὰ δὲ φανταστὰ τὴν φαντασίαν, τὰ δὲ αἰσθητὰ τὴν αἴσθησιν. ὅταν μὲν γὰρ περὶ τῆς αἰσθητῆς οὐσίας σκοπῆται τῶν εἰδῶν, οἷον ἕκαστόν ἐστι τῶν αἰσθητῶν, τῇ δόξῃ χρῆται ὡς συνεργῷ πρὸς τὴν διάσκεψιν· ἐν αὐτῇ γὰρ οἱ λόγοι τῶν αἰσθητῶν. ὅταν δὲ περὶ θέσεώς τινος ἢ σχήματος, οἷον περὶ τοῦ πῶς κεῖται ἡ γῆ ἡ κατὰ κορυφῆς ἔχουσα τὸν πόλον, καὶ ποίαν ἔχουσα πρὸς τὸν οὐρανὸν σχέσιν, ἐγείρει καὶ τὴν φαντασίαν, ἵνα διαστατῶς καὶ μορφωτικῶς ὥσπερ ἐστὶ θεάσηται τὸ ζητούμενον, καὶ ὅταν περὶ ἐκλείψεως, παραλαμβάνει καὶ τὴν αἴσθησιν ὡς ὑπουργὸν ἐν ταῖς τηρήσεσι, καὶ ποτὲ μὲν ἀποδέχεται τὰς κρίσεις τῶν δευτέρων δυνάμεων, ποτὲ δὲ διελέγχει τὰ σφάλματα αὐτῶν, ὅσα διὰ τὰ ὄργανα συμβαίνει πολλάκις αὐταῖς ἁμαρτάνειν. περὶ μὲν οὖν κριτηρίων ἀρκέσει καὶ ταῦτα πρὸς τὸ παρόν· εἴρηται γὰρ ἡμῖν ἐν τοῖς εἰς Θεαίτητον περὶ τούτων διὰ πλειόνων σαφέστερον.

Ὅσην δὲ ἀκρίβειαν ἔχουσιν οἱ εἰρημένοι διορισμοί, δῆλον μὲν καὶ ἐκ τῶν εἰρημένων· εἰ δὲ βούλει, καὶ κατʼ ἄλλην μέθοδον αὐτὸ θεασώμεθα. λέγω δὴ πρώτως ἀεὶ ὂν εἶναι τὸ αἰώνιον ὑπάρχον κατὰ πάντα, τὴν οὐσίαν, τὴν δύναμιν, τὴν ἐνέργειαν, γενητὸν δὲ ἁπλῶς τὸ ἐν χρόνῳ τήν τε οὐσίαν ὑποδεχόμενον καὶ τὴν δύναμιν πᾶσαν καὶ τὴν ἐνέργειαν· δεῖ γὰρ τὸ μὲν ὅλον εἶναι αἰώνιον, τὸ δὲ ὅλον ἔγχρονον, καὶ τὸ μὲν αὐθυποστάτως ὁμοῦ πᾶν ὑφεστάναι, τὸ δὲ ἀλλαχόθεν ἠρτημένην ἔχειν τὴν ἐν τῇ παρατάσει ὑπόστασιν. τούτων δὲ ἄκρων ὄντων εἶναι καὶ τὰ μέσα, τὰ πῂ μὲν τῆς τοῦ ὄντος μετειληφότα μοίρας, πῂ δὲ κοινωνοῦντα γενέσεως. εἶναι δὲ αὖ καὶ τὰ μηδετέρου τούτων μετέχοντα, τὸ μὲν κατὰ τὸ κρεῖσσον, τὸ δὲ κατὰ τὸ χεῖρον· καὶ γὰρ ἡ ὕλη οὔτε ὄν ἐστιν οὔτε γενητόν—οὔτε γὰρ νοήσει περιληπτὸν οὔτε αἰσθητόν—καὶ τὸ ἕν, ὡς ἀμφότερα δείκνυσιν ὁ Παρμενίδης· τὸ μὲν κατὰ τὴν πρώτην, τὸ δὲ κατὰ τὴν πέμπτην ὑπόθεσιν. ἔστι μὲν οὖν ἀεὶ μὲν ὂν πᾶν τὸ νοητὸν γένος, πᾶν τὸ νοερόν, πᾶς ὁ ὑπερκόσμιος νοῦς, πᾶς ὁ μετεχόμενος ὑπὸ τῶν θείων ψυχῶν, πᾶς ὁ μερικὸς καλούμενος καὶ μετεχόμενος ὑπό τε ἀγγέλων καὶ δαιμόνων καὶ τῶν μερικῶν ψυχῶν, διὰ μέσων, ὡς εἴπομεν, ἐκείνων· καὶ μέχρι τούτου τὸ ἀεὶ ὄν· πᾶς γὰρ νοῦς αἰωνίως ἐνεργεῖ καὶ μετρεῖται καθʼ ὅλον ἑαυτὸν ὑπὸ αἰῶνος. γιγνόμενον δὲ πᾶν τό τε πλημμελῶς κινούμενον καὶ ἀτάκτως, ὃ κατʼ ἐπίνοιαν θεωρεῖται πρὸ τῆς κοσμοποιίας, καὶ πᾶν τὸ κυρίως γενητὸν καὶ φθαρτὸν καὶ ὁ οὐρανός· πάντα γὰρ ταῦτα αἰσθητὰ καὶ ὁρατά· καὶ ταῦτα ὁ Τίμαιος ἀφορίζεται τό τε ἁπλῶς γενητὸν καὶ τὸ ἁπλῶς ἀεὶ ὄν. μεταξὺ δὲ τούτων ἐστὶ τὰ ἀμφοῖν κοινωνοῦντα καὶ ἐφʼ ἑκάτερα αὐτῶν τὰ μηδετέρου μετέχοντα. διὸ καὶ καταφατικῶς καὶ ἀποφατικῶς ἀμφότερα προτείνει, οἷον ἀεὶ ὂν καὶ γένεσιν οὐκ ἔχον καὶ πάλιν γενητὸν καὶ οὐδέποτε ὄν, ἵνα διὰ μὲν τῶν καταφατικῶν τὰ μηδετέρου κοινωνοῦντα χωρίσῃ, διὰ δὲ τῶν ἀποφατικῶν τὰ ἀμφοτέρων πῃ μετειληφότα διαστήσηται. τούτων τοίνυν ἄκρων ὄντων τῆς νοητῆς καὶ νοερᾶς ἁπάσης οὐσίας καὶ τῆς αἰσθητῆς, θεατέον καὶ τὴν ἐν μέσῳ φύσιν· καὶ γὰρ ὁ Τίμαιος καὶ τὸν χρόνον καλεῖ γενητὸν καὶ τὴν ψυχήν, καὶ δῆλον ὅτι ταῦτα, ἅτε οὐκ ὄντα αἰσθητά, πῂ μέν ἐστιν ὄντα, πῂ δὲ γενητά, καὶ οὐδετέρας μοίρας ἐστὶ παντελῶς. ὀρθῶς οὖν καὶ ὁ Πορφύριος ἔλεγεν, ὅτι τὰ ἄκρα νῦν ὁ Πλάτων ἀφορίζεται, τό τε πρώτως ἀεὶ ὂν καὶ τὸ μόνως γενητόν, τὰ δὲ μέσα παρῆκεν, οἷον τὸ ὂν ἅμα καὶ γινόμενον, ἢ τὸ γινόμενον καὶ ὄν. ὧν τὸ μὲν ὂν καὶ γινόμενον οἰκεῖόν ἐστι τῷ πλάτει τῶν ψυχῶν, τὸ δὲ ἀνάπαλιν καὶ γιγνόμενον καὶ ὂν τῇ ἀκρότητι τῶν γενητῶν. τοιαύτη δέ ἐστι καὶ ἡ τοῦ παντὸς φύσις ἡ ζῳοποιοῦσα τὸ πᾶν· καὶ γὰρ αὕτη πάντως ὡς μὲν μεριστὴ περὶ τοῖς σώμασι γενητή ἐστιν, ὡς δὲ παντελῶς ἀσώματος ἀγένητος. τὸ δὲ λέγειν καὶ τὴν ὕλην εἶναι γινόμενον καὶ ὂν ἄτοπον· οὕτω γὰρ ἂν εἴη κρείσσων τῶν γενητῶν αἰσθητῶν, εἴπερ ταῦτα μὲν γενητὰ μόνον, ἐκείνη δὲ μετέχει καὶ τοῦ ὄντος. καὶ εἴπερ ἐθέλοις, χωρὶς λαβὼν τὸ μόνως ἀεὶ ὂν καὶ τὸ μόνως γενητόν, ὁρίσασθαι καὶ τὸ μέσον, τὸ πῂ μὲν ἀεὶ ὄν, πῂ δὲ γενητόν, ἀφελὼν τοῦ μὲν ἑτέρου τοῖν ὅροιν τὸν νοῦν, τοῦ δὲ ἑτέρου τὴν αἴσθησιν, ποιήσεις τοῦ μέσου τὸν ὅρον· ἔστι γὰρ τοῦτο λόγῳ καὶ δόξῃ γνωστόν. γινώσκει γὰρ καὶ ὁ λόγος ἑαυτὸν καὶ τὴν δόξαν, καὶ ἡ δόξα ἑαυτὴν καὶ τὸν λόγον, ὃ μὲν ἄμφω μετὰ τῆς αἰτίας, ἣ δὲ ἄμφω χωρὶς τῆς αἰτίας· ταύτῃ γὰρ λόγος καὶ δόξα διεστήκατον. καὶ γινώσκεται καὶ λόγῳ ἡ δόξα καὶ δόξῃ ὁ λόγος καὶ πᾶσα ἡ ψυχὴ διʼ ἀμφοτέρων μέσων ὄντων. ὥσπερ δὴ καὶ τῶν μὲν ἄνω δύο τὸ χεῖρον λαβών, οἷον τὸν λόγον, καὶ ποιήσας αὐτὸν νόθον λόγον, τῶν δὲ κάτω τὴν αἴσθησιν καὶ ποιήσας αὐτὴν αἴσθησιν ἀναίσθητον ἕξεις, πῶς οἴεται γινώσκεσθαι τὴν ὕλην ὁ Πλάτων, νόθῳ λόγῳ καὶ αἰσθήσει ἀναισθήτῳ. καὶ ἀνάλογον ἐφʼ ἑκατέρων τὸ κρεῖττον λαβὼν καὶ ποιήσας νόθον κατὰ τὸ κρεῖττον ἕξεις πῶς τὸ ἓν γνωστόν· νῷ γὰρ νόθῳ καὶ δόξῃ νόθῃ, διὸ καὶ οὐχ ἁπλοῦν κυρίως καὶ οὐκ ἀπʼ αἰτίας γνωστόν· νόθῳ δʼ οὖν, διότι κρειττόνως καθʼ ἑκάτερον· δόξα γὰρ οὐκ ἀπʼ αἰτίας γινώσκει, καὶ ἐκεῖνο οὐκ ἀπʼ αἰτίας γνωστόν, ἀλλὰ τῷ μὴ ἔχειν αἰτίαν· καὶ νοῦς τὸ ἁπλοῦν γινώσκει, νόθος δὲ νοῦς ἐκεῖνο, διότι κρειττόνως τοῦ νοεῖν. τὸ οὖν κρεῖσσον νόθον ἐστὶν ὡς πρὸς τὸν νοῦν, ὡς καὶ ἐκεῖνο τοῦ ἁπλοῦν εἶναι κρεῖσσον, οἷον τὸ τῷ νῷ τῷ ὄντι νοητὸν καὶ ᾧ ὁ νοῦς ὁμόγνιος, ἀλλʼ οὐ νόθος. ἐκεῖνο οὖν νοεῖ τῷ ἑαυτοῦ μὴ νῷ, τοῦτο δὲ τὸ ἐν αὐτῷ ἕν, καθὸ καὶ ἔστι θεός.

Πᾶν δὲ αὖ τὸ γιγνόμενον ὑπʼ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν.

Ὄντως κατὰ τὸν γεωμετρικὸν τρόπον μετὰ τοὺς ὁρισμοὺς τὰ ἀξιώματα ταῦτα παραλαμβάνει. τί γὰρ τὸ ὂν καὶ τί τὸ γιγνόμενον εἰπὼν ἄλλας κοινὰς ἐννοίας προστίθησι ταύτας, ὅτι τὸ μὲν γιγνόμενον ὑπʼ αἰτίου γίγνεται πάντως, τὸ δὲ μὴ ὑπʼ αἰτίου γιγνόμενον οὐδὲ γένεσιν ἔχειν δυνατόν. δῆλον δὲ καὶ ἐκ τούτων, ὅτι τὸ διαιρετέον οὐκ ἐδήλου διαιρετικὴν ὁδόν, ἀλλὰ διοριστέον εἶναι τὰς ὑποθέσεις· τὸ γὰρ πᾶν τὸ γιγνόμενον ὑπʼ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι καὶ τὸ ἀδύνατον εἶναι χωρὶς αἰτίου γένεσιν σχεῖν καὶ ἑξῆς τὸ τὸ πρὸς ἀΐδιον παράδειγμα γιγνόμενον καλὸν ἀποτελεῖσθαι, πάντα ταῦτα πρὸς τὸ διοριστέον ἀποδέδοται, ἀξιώματα ὄντα, ἀλλʼ οὐ μόρια διαιρέσεως. ἐπειδὴ δὲ τὸ μὲν ἕτερον τῶν νῦν ῥηθέντων τούτων ἐναργέστερόν ἐστι, τὸ δὲ ἕτερον ἧττον γνώριμον καὶ σαφές, τὸ μὲν ὡς μέσον, τὸ δὲ ὡς συμπέρασμα τίθησι· τὸ μὲν γὰρ πᾶν τὸ γιγνόμενον ὑπʼ αἰτίου γίγνεσθαί τινος ἐξ ἀνάγκης συμπέρασμά ἐστι, τὸ δὲ παντὶ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν σχεῖν μέσος, ἵνʼ ὁ συλλογισμὸς ᾖ κατηγορικὸς ἐν τῷ πρώτῳ σχήματι τοιοῦτος· τὸ γιγνόμενον ἀδύνατον χωρὶς αἰτίου γίγνεσθαι· πᾶν δέ, ὃ ἀδύνατον χωρὶς αἰτίου γίγνεσθαι, τοῦτο ὑπʼ αἰτίου τινὸς ἀνάγκη γίγνεσθαι· πᾶν ἄρα τὸ γιγνόμενον ὑπʼ αἰτίου τινὸς ἐξ ἀνάγκης γίνεται. κάλλιον γὰρ οὕτω συνάγειν, ὥσπερ καὶ ὁ θεῖος Ἰάμβλιχος ἐπέκρινεν, ἢ ὥσπερ ἄλλοι τινὲς ὑποθετικὸν ποιεῖν συλλογισμόν. ἀλλὰ πῶς ὁ μέσος τοῦ συμπεράσματος γνωριμώτερος; τὸ γὰρ ἀδύνατον μὴ εἶναι δῆλον, ὡς ἀναγκαῖον εἶναι, καὶ τὸ ἀναγκαῖον εἶναι ἀδύνατον μὴ εἶναι. ἦ ταὐτὸν μέν πως ἑκάτερον, πολλάκις δὲ τὸ μὲν ἀναγκαῖον εἶναι οὐ γνώριμον, τὸ δὲ ἀδύνατον μὴ εἶναι γνώριμον· οἷον ὁ ἰατρός φησιν ἀναγκαῖον τραφῆναι, καὶ ἧττον ἂν πείσειε τὸν ἄρρωστον· εἰ δὲ εἴποι· ἀδύνατον γὰρ μὴ τραφέντα ζῆσαι, τοῦτο ἤδη συστέλλει τὸν ἀκούσαντα. καὶ πάλιν ἀναγκαῖόν φαμεν τὸν θάνατον διά τινα αἰτίαν, ἀδύνατον γὰρ μὴ ἀποθανεῖν, καὶ ἀναγκαῖον ἀποδοῦναι τὸν ὀφείλοντα τῷ τυράννῳ χρήματα, ἀδύνατον γὰρ τὸ μὴ ἀποδοῦναι, καὶ ἐπʼ ἄλλων παμπόλλων ὁμοίως ἴδοις ἂν τὸ μὲν ἀσαφέστερον, τὸ δὲ γνωριμώτερον, εἰ καὶ ἄμφω τὸ αὐτὸ δοκοίη σημαίνειν. πῶς οὖν καὶ ἐπὶ τοῦ προκειμένου σαφέστερον θατέρου θάτερον; τί γάρ, εἰ ἐπʼ ἄλλων μὲν τοῦτο ἀληθές, ἐνταῦθα δὲ οὐκ ἀληθές; ἦ καὶ ἐνταῦθα ῥᾴδιον καταμαθεῖν, ὅπως τὸ γιγνόμενον τοῦ αἰτίου χωριζόμενον ἀδύνατόν ἐστι καὶ ἀσθενές· ἑαυτὸ γὰρ σῴζειν μὴ δυνάμενον μηδʼ ὑφʼ ἑαυτοῦ συνεχόμενον, ἀπὸ δὲ τοῦ αἰτίου μόνον καὶ τὸ σῴζεσθαι καὶ τὸ συνέχεσθαι κομιζόμενον ἐὰν τοῦ αἰτίου χωρισθῇ, δῆλον, ὡς ἀδύνατον γίγνεται καθʼ ἑαυτὸ καὶ εἰς τὸ μὴ ὂν ἄπεισι σκεδαννύμενον, ὃ καὶ δεικτικόν ἐστι τοῦ μὴ δύνασθαι χωρὶς αἰτίου γίνεσθαι τὸ γιγνόμενον· εἰ γάρ ἐστι γιγνόμενον, ὑπό τινος γίγνεται ποιοῦντος. ὀρθῶς γοῦν εἴρηται καὶ ἐν Φιλήβῳ, ὅτι τὸ γιγνόμενον ποιούμενόν ἐστι, τὸ δὲ ποιοῦν αἴτιον τῷ γιγνομένῳ. εἰ δὲ τοῦτο, ἢ ὑφʼ ἑαυτοῦ γίγνεται, ἢ ὑπʼ ἄλλου· ἀλλʼ εἰ μὲν ὑφʼ ἑαυτοῦ, εἰς ταὐτὸν ἥξει τῷ ἀεὶ ὄντι, καὶ ἔσται ταὐτὸν γιγνόμενον καὶ ἀεὶ ὄν, καὶ ἔσται τῶν αἰωνίως ὑφεσταμένων· εἰ δὲ μὴ ὑφʼ ἑαυτοῦ, πάντως ὑπʼ ἄλλου· δεῖ γὰρ ὑπό τινος γίνεσθαι τὸ γιγνόμενον, εἴπερ γιγνόμενόν ἐστι καὶ οὐκ ὄν· ἑαυτὸ γὰρ μὴ συνέχον μηδʼ ἐνεργείᾳ ποιοῦν ὑπʼ ἄλλου τοῦτο πείσεται, καὶ αὐτὸ καθʼ ἑαυτὸ ἀσθενὲς ὂν ὑπʼ ἄλλου κομίζεται τὴν δύναμιν. ἔτι δὲ κἂν τὸ αὐτὸ ποιῇ καὶ πάσχῃ, καθὸ μὲν παθητικόν ἐστιν, ὑπʼ ἄλλου πάσχει, καθὸ δὲ ποιητικόν, εἰς ἄλλο δρᾷ· τὸ δὲ γιγνόμενον καθὸ γιγνόμενον, πάσχον ἐστίν, εἰ δὲ πάσχον, ὑπʼ ἄλλου πάσχει· αὐτὸ γὰρ ἑαυτὸ γεννᾶν οὐ πέφυκεν· εἴη γὰρ ἂν πρὶν γένηται, καὶ ἐνεργείᾳ πρὸ τοῦ δυνάμει· δεῖ γὰρ τὸ δρῶν εἰς τὸ δυνάμει κατʼ ἐνέργειαν εἶναι. εἰκότως ἄρα ὁ Πλάτων τὸ γιγνόμενον τῷ μὲν αἰτίῳ συνάψας, ὅπερ ἐποίησεν ἐν τῷ συμπεράσματι, τῷ ἐξ ἀνάγκης ἐχρήσατο τὸ γὰρ μόνιμον καὶ τὸ βέβαιον μετὰ πάθους ἀπὸ τῆς αἰτίας παραγίγνεται τῷ γινομένῳ, ὥσπερ φησὶν ἐν τῷ Πολιτικῷ τὴν ἐπισκευαστὴν ἀθανασίαν ἐνδίδοσθαι τῷ κόσμῳ παρὰ τοῦ πατρός· τοῦ δὲ αἰτίου χωρίσας, ὃ δὴ ἐποίησεν ἐν τῷ μέσῳ χωρὶς τοῦ αἰτίου τὸ γιγνόμενον ἀποδιελών, τῷ ἀδύνατον ἐχρήσατο· καθʼ ἑαυτὸ γὰρ ὀφθὲν ἀδρανές ἐστι καὶ ἀτελές. καὶ μὴν καὶ τῷ αἴτιον εἰπεῖν τὴν ἑνοειδῆ τῆς δημιουργικῆς ἀρχῆς ἐνδείκνυται δύναμιν, αἴτιον καλῶν τὸ δημιουργικόν, οὐχ ἁπλῶς τὸ ὑποστατικὸν ἄλλου· καὶ γὰρ τἀγαθὸν αἴτιον εἶναι τῶν νοητῶν εἶπεν ὁ Σωκράτης· ἀλλʼ οὐκ ἔστι δημιουργοῦν, διότι πᾶν τὸ δημιουργοῦν πρὸς γένεσιν ἀποδίδοται, ὡς εἶπεν ἐν Φιλήβῳ τὸ δημιουργοῦν λέγεσθαι πρὸς τὸ γιγνόμενον. ὅθεν καὶ αἴτια πρὸ τοῦ κόσμου ἄλλα ἄλλων, ἀλλʼ οὐ δημιουργικὰ τῶν γενητῶν ἐστιν· εἰ δʼ οὖν πολλὰ τὰ δημιουργικὰ αἴτια, ἀλλὰ καὶ ἕν· ὅλως δέ, εἰ καὶ εἰς τὸ γιγνόμενον ἡ ἕνωσις ἀπὸ τοῦ αἰτίου παραγίνεται, δεῖ πολλῷ πρότερον αὐτὸ μονοειδὲς εἶναι καὶ συνεκτικὸν τοῦ πλήθους, ἵνα κατὰ τὴν ἐν αὐτῷ προϋπάρχουσαν ἕνωσιν γένηται καὶ τὸ γιγνόμενον ἕν. ταῦτα μὲν οὖν περὶ τούτων. Εἰώθασι δὲ ἐν τούτοις τὰ αἴτια πάντα καταριθμεῖσθαι καὶ τὰς διαφορὰς τῶν αἰτίων τὰς παρὰ τῷ Ἀριστοτέλει, οὐδὲ τοῦτο ποιοῦντες ἐμμεθόδως ἔδει γὰρ λέγειν, ὅτι πᾶν τὸ αἴτιον ἢ καθʼ ἑαυτό ἐστιν ἢ κατὰ συμβεβηκός, καὶ ὡς ταῦτα ἀποδίδοται διχῶς, ἢ προσεχῶς ἢ πόρρωθεν, καὶ ταῦτα πάλιν διχῶς, ἢ ἁπλᾶ ἢ συμπεπλεγμένα, καὶ ταῦτα πάλιν διχῶς, ἢ δυνάμει ἢ ἐνεργείᾳ· οὕτω γὰρ ἂν ὀφθείη καὶ τὸ πλῆθος αὐτῶν. διὰ μὲν γὰρ τὸ καθʼ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκὸς οἱ τρόποι δύο τῆς τῶν αἰτίων ἀποδόσεως, διὰ δὲ τὸ ταῦτα ἀποδίδοσθαι διχῶς, ἢ προσεχῶς ἢ πόρρωθεν, τέτταρες, διὰ δὲ τὸ πάντα ταῦτα πάλιν διχῶς, ἢ ἁπλᾶ ἢ συμπεπλεγμένα ἀλλήλοις, ὀκτώ, διὰ δὲ τὸ καὶ ταῦτα διχῶς, ἢ ἐνεργείᾳ ἢ δυνάμει, δέκα καὶ ἕξ· διὰ δὲ τὸ τὰ αἴτια λέγεσθαι τετραχῶς, εἰ τύχοι, κατὰ Ἀριστοτέλην, κατὰ δὲ Πλάτωνα τὰ μὲν αἴτια τριχῶς, τὰ δὲ συναίτια ἄλλως τριχῶς, κατὰ μὲν ἐκεῖνον τέτταρες οἱ τρόποι καὶ ἑξήκοντα, κατὰ δὲ Πλάτωνα τῶν μὲν αἰτίων ὀκτὼ καὶ τετταράκοντα, τῶν δὲ συναιτίων ἄλλοι τοσοῦτοι τὸν ἀριθμόν· οὕτω γὰρ ἐμμέθοδος ἂν γένοιτο πάντως ἡ λῆψις. εἰ καὶ ἐκεῖνοι τὸν τρόπον τῆς λήψεως παρῆκαν καὶ ταῦτα ἀπαριθμησάμενοι ζητοῦσιν, ὅπως εἴρηται τὸ ὑπʼ αἰτίου γίγνεσθαί τινος πᾶν τὸ γιγνόμενον, ἡμεῖς δὲ ἀφέντες αὐτῶν πᾶσαν ταύτην τὴν πολυπραγμοσύνην λέγωμεν, ὅτι περὶ τῆς ποιητικῆς ἐστιν αἰτίας ἐν τούτοις ὁ λόγος· διὸ καὶ οὕτως εἶπεν· ὑπʼ αἰτίου τινός· οἰκεῖον γὰρ τῷ ποιητικῷ τὸ ὑφʼ οὗ. τὸ δὲ τινὸς προσέθηκεν, ἐπειδὴ λέγεται ποιητικὸν καὶ ὁ νοῦς τοῦ παντὸς καὶ ἡ ψυχὴ καὶ ἡ φύσις, καὶ πρὸ τούτων ἄλλα ταύτην ἔχει τὴν ἀξίαν· ἐπεὶ καὶ πολλῶν γινομένων καὶ πολλῶν αἰτίων ὄντων, ἀλλʼ οὐ καθʼ ἕκαστον εἰκότως πρόσκειται τὸ τινός· ἕκαστον γὰρ ὑπὸ τινὸς γίνεται καὶ οὐχ ὑπὸ πάντων. ταῦτα μὲν οὖν δῆλα. Τοῦτο δὲ τὸ ἀξίωμα τοῖς μὲν Ἐπικουρείοις καὶ πάντη προπεπηλάκισται, τὸν ὅλον οὐρανὸν καὶ τὰ θειότατα τῶν φανερῶν ἀπὸ ταὐτομάτου ποιοῦσι· τοῖς δὲ Ἀριστοτελικοῖς ὀνόματι μόνον αἰδοῦς ἠξίωται· λέγουσι μὲν γὰρ ὑπʼ αἰτίου τινὸς πάντως γίνεσθαι τὸ γιγνόμενον, ἀλλὰ τὸ αἴτιον ἀναίτιον λανθάνουσι ποιοῦντες, ὁπόταν καὶ τὸ αὐτόματον τοῖς αἰτίοις ἐγκαταλέγουσιν· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ αὐτόματον, τὸ ἀναίτιον. μόνος δὲ ὁ Πλάτων τοῖς Πυθαγορείοις ἑπόμενος πᾶν τὸ γιγνόμενον ὑπʼ αἰτίας γίγνεσθαί φησιν ὀρθῶς, εἱμαρμένην ἐπιστήσας τοῖς γιγνομένοις καὶ θεόν. κἂν γὰρ πολλὰ καὶ διεσπαρμένα τὰ γιγνόμενα ᾖ καὶ διὰ τοῦτο ἐκ πολλῶν αἰτίων γίγνηται, ἄλλων ἄλλως ποιούντων, ἀλλʼ ἔστι καὶ ἓν αἴτιον τῶν ποιούντων συναγωγὸν καὶ συνακτικόν, ἵνα μηδὲν μάτην μηδὲ ἐπεισοδιῶδες ᾖ τῷ παντί· οὐ γὰρ δεῖ τὰ ὄντα πολιτεύεσθαι κακῶς, ἀλλʼ «εἷς κοίρανος ἔστω» καὶ ἓν πάντων αἴτιον καὶ μία πρόνοια καὶ εἷς εἱρμός, ἔστω δὲ καὶ ἅμα τῇ μονάδι τὸ οἰκεῖον πλῆθος καὶ πολλοὶ βασιλεῖς καὶ αἴτια ποικίλα καὶ πρόνοια πολυειδὴς καὶ τάξις διάφορος, πανταχοῦ δὲ τὸ πλῆθος ἐχέτω περὶ τὴν μονάδα σύνταξιν καὶ τὰ ποικίλα περὶ τὸ ἁπλοῦν καὶ τὰ πολυειδῆ περὶ τὸ μονοειδὲς καὶ τὰ διάφορα περὶ τὸ κοινόν, ἵνα σειρά τις ὄντως χρυσῆ πάντων ἐπάρχῃ καὶ πάντα διακοσμῆται δεόντως. εἰ γάρ, ὥς φησιν Ἀριστοτέλης, πάντα συντέτακται πρὸς τὸ εὖ, δεῖ καὶ τὴν αἰτίαν εἶναι τῆς συντάξεως, καὶ μὴ ἔχειν τὸ μάτην ἐν τῷ παντὶ χώραν, ἀλλὰ τὸ τῷ μέρει δοκοῦν εἶναι μάταιον ὑπάρχειν τῷ παντὶ λυσιτελές. ταῦτα μὲν οὖν καὶ ἐν ἄλλοις. ἔοικε δὲ τοῦ ἀξιώματος τούτου καθολικώτερον εἶναι τὸ ἐν Φιλήβῳ ῥηθέν, ὅτι πᾶν τὸ μικτὸν ἔκ τινος ὑφέστηκεν αἰτίου τῆς μίξεως· εἰ γὰρ μὴ ὡς ἔτυχε μέλλοι μίγνυσθαι τὰ μιγνύμενα, δεῖ μίαν αἰτίαν εἶναι συναγωγὸν τῶν διῃρημένων καὶ ἑνοποιόν, τὸ εἶδος τῷ μικτῷ παρεχομένην· τοῦτο δὲ ὅπου μέν ἐστι θεός, ὅπου δὲ νοῦς, ὅπου δὲ ψυχή, ὅπου δὲ φύσις, ὅπου δὲ τέχνη τις μιμουμένη τὴν φύσιν. πᾶν μὲν οὖν τὸ γιγνόμενον μικτόν, οὐ πᾶν δὲ τὸ μικτὸν γιγνόμενόν ἐστι· καὶ γὰρ τὰ πρώτιστα τῶν ὄντων ὑπέστη μιχθέντα ἀλλήλοις, τὸ πέρας καὶ ἄπειρον· ἐκ τούτων γοῦν τά τε ἄλλα φησὶν ὄντα καὶ τὰ σώματα ὑφέστηκεν. ἀνάλογον οὖν τὰ ἐνταῦθα πάντα τοῖς ἐκεῖ πᾶσι, τὸ μὲν δημιουργοῦν τῷ ἑνί, τὸ δὲ εἶδος τῷ πέρατι, ἡ δὲ ὕλη τῷ ἀπείρῳ, τὸ δὲ γενητὸν τῷ μικτῷ, καθολικώτερα δὲ ἐκεῖνα τούτων, διότι τὰ μὲν ἐπὶ πάντων θεωρεῖται, τὰ δὲ ἐπὶ τῶν ἐγκοσμίων μόνων· καὶ γὰρ ὁ νοῦς μικτὸν ὡς γνῶσις καὶ ὡς ἀπειροδύναμος, καὶ ἡ ψυχὴ ὡς ἀμέριστος ἅμα καὶ μεριστή. τὶ οὖν αἴτιον τὸ τοῦ γιγνομένου αἴτιον, ὥσπερ τὶ μικτὸν τὸ γιγνόμενον, ἀλλʼ οὐ πᾶν. ᾧ καὶ δῆλον, ὅπως ὁ δημιουργὸς δεύτερος τοῦ ἑνός, μικτὸν μὲν ποιῶν, γενητὸν δὲ μικτόν. ἐπειδὴ δὲ ταῦτά ἐστιν αἴτια τοῦ κόσμου, τὸ τελικὸν τὸ παραδειγματικὸν τὸ ποιητικὸν τὸ ὀργανικὸν τὸ εἰδητικὸν τὸ ὑλικόν, τὸ μὲν τελικὸν ὕστερον ἡμῖν αὐτὸς ἐκ τοῦ λόγου καὶ τῶν ἀποδείξεων ἀναφαινόμενον ἐπιδείξει, τὸ δὲ ὀργανικὸν καὶ τὸ ὑλικὸν καὶ τὸ εἰδικὸν ἐκ τῶν εἰρημένων πρότερον ἀξιωμάτων παραδώσει· εἰ γὰρ μὴ ὄν, ἀλλὰ γιγνόμενόν ἐστι τὸ πᾶν, εἶδός ἐστι μετεχόμενον ὑπὸ ὕλης καὶ τὸ τούτων κινητικὸν προσεχῶς· τὸ δὲ ποιητικὸν ἐκ τῶν νῦν ῥηθέντων ἀποφαίνει· εἰ γὰρ γιγνόμενόν ἐστι τὸ πᾶν, αἴτιόν ἐστιν αὐτοῦ ποιητικόν· τὸ δὲ παραδειγματικὸν ἐκ τοῦ μετὰ τοῦτο ῥηθησομένου· εἰ γὰρ ὁ κόσμος καλός, πρὸς ἀεὶ ὃν παράδειγμα γέγονεν. ὥστε καὶ διὰ τούτων τῶν ἀξιωμάτων τὰ αἴτια τοῦ παντὸς ἡμῖν θηράσας ἐν τάξει πάντα παραδίδωσιν. καὶ ταύτην αὐτῷ παρέχονται τὴν χρείαν αἱ ὑποθέσεις.

Ὅτου μὲν ἂν ὁ δημιουργὸς πρὸς τὸ κατὰ ταὐτὰ ἔχον βλέπων ἀεί, τοιούτῳ τινὶ προσχρώμενος παραδείγματι τὴν ἰδέαν καὶ τὴν δύναμιν ἀπεργάζηται, καλὸν ἐξ ἀνάγκης οὕτως ἀποτελεῖσθαι πᾶν· οὗ δʼ ἂν εἰς γεγονὸς γενητῷ παραδείγματι προσχρώμενος, οὐ καλόν.

Καὶ τοῦτο συνεχές ἐστι τοῖς εἰρημένοις· μετὰ γὰρ τὴν ποιητικὴν αἰτίαν ἡ παραδειγματικὴ ζητεῖται, πλὴν ὅτι τὰ μὲν εἰρημένα ἀξιώματα πρὸς εὕρεσιν ἡμῖν συντελεῖ τοῦ εἶναι δημιουργικὴν αἰτίαν τοῦ παντός, ταῦτα δὲ πρὸς εὕρεσιν οὐχὶ τοῦ εἶναι παράδειγμα τοῦ κόσμου, ἀλλὰ τοῦ ὁποῖόν ἐστι τὸ παράδειγμα, πότερον ἀΐδιον ἢ γενητόν· ἕπεται γὰρ τῷ εἶναι ποιητικὸν αἴτιον τὸ εἶναι καὶ παράδειγμα, ἢ ἐν αὐτῷ τῷ ποιοῦντι προϋπάρχον, ἢ ἐκτὸς αὐτοῦ, καὶ ἢ κρεῖττον τοῦ ποιοῦντος, ἢ καταδεέστερον, ἢ ὁμοταγὲς αὐτῷ· πάντως γὰρ τὸ ποιοῦν εἴς τι εἶδος ἀποτεινόμενον, ὃ βούλεται ἐνθεῖναι τῷ ποιουμένῳ, ποιεῖ. τοῦτο μὲν οὖν ἕπεται. δεῖ δὲ καὶ τὸ ἑξῆς εὑρεῖν, εἴτε ἀΐδιόν ἐστι τὸ παράδειγμα τὸ κοσμικόν, εἴτε γενητόν. πρὸς δὲ τοῦτο συντελεῖ ἡμῖν τὰ προκείμενα ἀξιώματα. σύμπας δὲ ὁ λόγος οὕτως ἂν εἴη πρὸς ἑαυτὸν ἀκόλουθος· εἰ ἔστι γιγνόμενον, ἔστιν αὐτοῦ δημιουργός· εἰ ἔστι δημιουργὸς τοῦ παντός, ἔστι καὶ παράδειγμα· καὶ εἰ μὲν καλόν ἐστι τὸ γιγνόμενον, πρὸς τὸ ἀεὶ ὂν παράδειγμα γέγονεν, εἰ δὲ μὴ καλόν, πρὸς τὸ γεγονός· ὥστε καὶ συνεχῆ γίγνεσθαι τοιοῦτον συλλογισμόν· ὁ κόσμος γέγονε· πᾶν τὸ γεγονὸς αἴτιον ἔχει δημιουργικόν· πᾶν τὸ αἴτιον ἔχον δημιουργικὸν καὶ παραδειγματικὸν αἴτιον ἔχει· ὁ ἄρα κόσμος δημιουργικὸν ἔχει καὶ παραδειγματικὸν αἴτιον. καὶ ὥσπερ ἐπὶ τῶν πρώτων ἀξιωμάτων δύο ἦσαν ὑποθέσεις, τί τὸ ὂν ἀεὶ καὶ τί τὸ γιγνόμενον, καὶ ἐπὶ τῶν δευτέρων ἄλλαι δύο, πᾶν τὸ γιγνόμενον αἴτιον ἔχει, τὸ μὴ ἔχον αἴτιον οὐκ ἔστι γενητόν, οὕτω δὴ καὶ ἐπὶ τούτων δύο εἰσὶν ἔννοιαι κοιναί, τὸ πρὸς νοητὸν γεγονὸς καλόν ἐστι, τὸ πρὸς γενητὸν γεγονὸς οὐ καλόν ἐστιν. ἔστι δὲ καὶ τούτων ἑκάτερον πανάληθες· ὁ γὰρ πρὸς τὸ νοητὸν ποιῶν ἢ ὁμοίως αὐτὸ μιμεῖται ἢ ἀνομοίως· εἰ μὲν ὁμοίως, καλὸν ποιήσει τὸ μιμηθέν· ἦν γὰρ ἐκεῖ τὸ πρώτως καλόν· εἰ δὲ ἀνομοίως, οὐ πρὸς τὸ νοητὸν ποιεῖ· τοὐναντίον γὰρ ἀπολισθάνει τῆς ὁμοιώσεως· καὶ ὁ πρὸς γεγονός τι ποιῶν, εἴπερ ὄντως ἀφορᾷ πρὸς ἐκεῖνο, δῆλον ὡς οὐ καλὸν ποιεῖ· αὐτὸ γὰρ ἐκεῖνο πλῆρές ἐστιν ἀνομοιότητος καὶ οὐκ ἔστι τὸ πρώτως καλόν· ὥστε πολλῷ μᾶλλον ἀφεστήξεται τὸ πρὸς αὐτὸ γεγονὸς τοῦ κάλλους. ἐπεὶ καὶ ὁ Φειδίας ὁ τὸν Δία ποιήσας οὐ πρὸς γεγονὸς ἀπέβλεψεν, ἀλλʼ εἰς ἔννοιαν ἀφίκετο τοῦ παρʼ Ὁμήρῳ Διός· εἰ δὲ καὶ πρὸς αὐτὸν ἠδύνατο τὸν νοερὸν ἀνατείνεσθαι θεόν, δηλονότι κάλλιον ἂν ἀπετέλεσε τὸ οἰκεῖον ἔργον. ἀπὸ μὲν οὖν τοῦ παραδείγματος ἐφήκει τῇ εἰκόνι τὸ καλὸν ἢ μὴ καλόν, ἀπὸ δὲ τοῦ ποιοῦντος τὸ ὅμοιον ἢ ἀνόμοιον πρὸς τὸ ἀρχέτυπον. λέγεται δὲ πρὸς ἄμφω ἡ εἰκών, τοῦ μὲν παραδείγματος εἰκών, τοῦ δὲ ποιοῦντος ἔργον καὶ ἀποτέλεσμα. διὸ καὶ αὐτός, ὅταν μὲν παράδειγμα λέγῃ, τὴν εἰκόνα αὐτῷ συνάπτει· ὧδε οὖν περί τε τοῦ παραδείγματος καὶ εἰκόνος λεκτέον· ὅταν δὲ δημιουργόν, τὸ ἔργον· ὧν ἐγὼ δημιουργὸς πατήρ τʼ ἔργων, ἄλυτα ἐμοῦ γε ἐθέλοντος. τριττῶν δὲ ὄντων τῶν παραδειγμάτων—ἢ γὰρ ἀΐδιόν ἐστιν ἀϊδίου, ἢ ἀΐδιον γενητοῦ, ἢ γενητὸν γενητοῦ—ὅταν μὲν ἀϊδίου ἀΐδιον παράδειγμα ᾖ, τὸ πάντη ἀΐδιον τοῦ πῂ τοιούτου παράδειγμά ἐστιν, ὡς νοῦς ψυχῆς· ὅταν δὲ ἀΐδιον γενητοῦ, καὶ τοῦτο πῂ ἀΐδιόν ἐστι κατὰ τὸν ἄπειρον χρόνον· ὅταν δὲ γενητὸν γενητοῦ, πάντη τοῦτο τῆς ἀϊδιότητος ἀποπέπτωκεν· οὐ γὰρ ἐνδέχεται τὸ κατʼ οὐσίαν γενητὸν ἀϊδίων εἶναι παρακτικόν. ἐκεῖνα οὖν ἀπὸ τῶν παραδειγμάτων μετέχει κάλλους καὶ τάξεως, ἅτε ἑστώσης ὄντα μιμήματα φύσεως, ταῦτα δὲ ὡς ἐκ μεταβαλλόντων ὑφιστάμενα καὶ κινουμένων οὐ καλά ἐστιν, οὐδὲ πάντη αἰσχρὰ ὄντα, ἀλλὰ διὰ τῆς ἀποφάσεως μόνον τοῦ καλοῦ δηλούμενα. καὶ ὅσα δὴ οὖν τέχνης ἐστὶν ἔκγονα κάλλη, καὶ ταῦτα οὐ καλά ἐστιν ὡς πρὸς τὸ κάλλος ἐκεῖνο παραβαλλόμενα τὸ ἀπὸ τοῦ αἰωνίου παραδείγματος ἐφῆκον τοῖς αἰσθητοῖς ὁμοιώμασι. καὶ ἴσως καὶ διὰ ταῦτα οὐκ εἶπεν ὁ Τίμαιος τὸ πρὸς γενητὸν ὑποστὰν παράδειγμα πάντως αἰσχρόν, ἀλλʼ ὅτι οὐ καλὸν μόνον· τὸ γὰρ πρὸς τεχνικὸν λόγον ὑποστὰν οὐ πρὸς αἰώνιον ὑφέστηκεν εἶδος, εἴπερ μή ἐστι παραδείγματα ἐν νῷ καὶ τῶν τεχνητῶν. διὸ οὐκ ἔστιν ἁπλῶς καλόν, οὐ μὴν οὐδὲ αἰσχρόν, ὡς ὅλως κατὰ λόγον ὑποστάν. ὅτι μὲν οὖν ἀληθῆ ταῦτά ἐστι τὰ ἀξιώματα, διὰ τούτων ὑπομνηστέον. ἀποροῦσι δέ τινες, ὅπως ὁ Πλάτων ἔλαβεν ὡς ὁμολογούμενον τὸ δημιουργὸν εἶναι τοῦ παντὸς εἰς παράδειγμα βλέποντα· μὴ γὰρ εἶναι δημιουργὸν εἰς τὸ κατὰ ταὐτὰ ἔχον ὁρῶντα· πολλοὶ γὰρ καὶ τούτου προεστᾶσι τοῦ λόγου τῶν παλαιῶν· οἱ μὲν γὰρ εἶναι δημιουργὸν Ἐπικούρειοι καὶ πάντη τοῦ παντὸς αἴτιον οὐκ εἶναί φασιν, οἱ δὲ ἀπὸ τῆς Στοᾶς εἶναι μέν, ἀχώριστον δὲ ὑφεστάναι τῆς ὕλης, οἱ δὲ Περιπατητικοὶ χωριστὸν μὲν εἶναί τι, ποιητικὸν δὲ οὐκ εἶναι, ἀλλὰ τελικόν· διὸ καὶ τὰ παραδείγματα ἀνεῖλον καὶ νοῦν ἀπλήθυντον προεστήσαντο τῶν ὅλων. Πλάτων δὲ καὶ οἱ Πυθαγόρειοι τὸν δημιουργὸν ὕμνησαν τοῦ παντὸς ὡς χωριστὸν καὶ ἐξῃρημένον καὶ πάντων ὑποστάτην καὶ πρόνοιαν τῶν ὅλων, καὶ μάλιστά γε εἰκότως· εἰ γὰρ ἐρᾷ ὁ κόσμος, ὥς φησι καὶ Ἀριστοτέλης, τοῦ νοῦ καὶ κινεῖται πρὸς αὐτόν, πόθεν ἔχει ταύτην τὴν ἔφεσιν; ἀνάγκη γάρ, ἐπεὶ μή ἐστι τὸ πρῶτον ὁ κόσμος, ἀπʼ αἰτίας ἔχειν ταύτην τὴν ἔφεσιν αὐτὸν τῆς εἰς τὸ ἐρᾶν κινούσης· κινητικὸν γὰρ τὸ ὀρεκτὸν τοῦ ὀρεκτικοῦ φησιν εἶναι καὶ αὐτός. εἰ δὲ τοῦτο ἀληθές, ὀρεκτικὸν δὲ ὁ κόσμος αὐτῷ τῷ εἶναι καὶ κατὰ φύσιν ἐκείνου, δῆλον, ὅτι καὶ τὸ εἶναι αὐτοῦ πᾶν ἐκεῖθεν, ἀφʼ οὗ καὶ τὸ εἶναι ὀρεκτικόν ἐστι. πόθεν δὲ τὸ κινεῖσθαι ἐπʼ ἄπειρον πεπερασμένον ὄντα; πᾶν γὰρ σῶμα πεπερασμένην ἔχει δύναμιν, ὥς φησι. πόθεν οὖν τὴν ἄπειρον ἔσχε ταύτην τοῦ εἶναι δύναμιν τὸ πᾶν, εἴπερ μὴ ἐκ ταὐτομάτου κατὰ τὸν Ἐπίκουρον; ὅλως δέ, εἰ τῆς κινήσεως αἴτιος ὁ νοῦς τῆς ἀπείρου καὶ ἀδιακόπου καὶ μιᾶς, ἔστι τι τοῦ ἀϊδίου ποιητικόν· εἰ δὲ τοῦτο, τί κωλύει καὶ ἀΐδιον εἶναι τὸν κόσμον καὶ ἀπʼ αἰτίας εἶναι πατρικῆς; καὶ γὰρ ὡς τοῦ κινεῖσθαι δύναμιν ἄπειρον ἐκ τοῦ ὀρεκτοῦ λαμβάνει, διʼ ἣν ἐπʼ ἄπειρον κινεῖται, οὕτω καὶ τὴν τοῦ εἶναι δύναμιν ἄπειρον ἐκεῖθεν πάντως λήψεται διὰ τὸν λόγον ὅς φησιν ἐν πεπερασμένῳ σώματι μὴ εἶναί ποτε δύναμιν ἄπειρον. ἢ οὖν οὐκ ἔχει δύναμιν ὅλως, διʼ ἣν συνέχεται· καὶ πῶς; πᾶν γὰρ μεριστὸν ἔχει τι ἀμερὲς τὸ συνέχον αὐτό, καθάπερ αὐτός που λέγει, καὶ ἔστι δὲ ζῷον τὸ πᾶν· αὐτὸς γοῦν φησι τὸν θεὸν εἶναι ζῷον ἀΐδιον· πᾶν δὲ ζῷον ὑπὸ τῆς ἐν αὐτῷ συνέχεται ζωῆς. ἢ ἔχει μὲν δύναμιν συνέχουσαν, πεπερασμένην δὲ ταύτην· ἀλλʼ ἀδύνατον· ἐκλείποι γὰρ ἄν, εἰ πεπέρασται. ἢ ἄπειρον ἔχει τὴν δύναμιν· καὶ πάλιν ἔχοι ἂν ταύτην οὐ παρʼ ἑαυτοῦ. ἄλλο ἄρα αὐτῷ δώσει τὴν τοῦ εἶναι δύναμιν, καὶ δώσει οὐχ ὅλην ἅμα· οὐ γὰρ ἦν ὅλης ἅμα δεκτικόν. ἐπιρρέον ἆρα δώσει καὶ ἀεὶ ἐπιρρέον ὅσην δύναται λαμβάνειν. ὥστε εἰκότως καὶ γίνεται ἀεὶ καὶ ἔστιν. εἰ δὲ δὴ νοῦς τοῦ κόσμου δημιουργός ἐστι, πότερον λογιζόμενος ποιεῖ ἃ ποιεῖ, ἢ αὐτῷ τῷ εἶναι; εἰ μὲν δὴ βουλευόμενος, ἄτοπον μέν· μεταβολὴ γὰρ ἔσται περὶ αὐτὸν καὶ τὰ πάθη τῆς μερικῆς ψυχῆς· κἂν βουλεύηται δέ, προείληφε πάντως ἐν ἑαυτῷ τὸ ἔργον, περὶ οὗ βουλεύεται, καθάπερ καὶ πᾶς ὁ περὶ ὁτουοῦν βουλευόμενος. εἰ δὲ αὐτῷ τῷ εἶναι, ἑαυτῷ ὅμοιον ποιεῖ· εἰ δὲ τοῦτο, ἔχοι ἂν αὐτὸς παραδείγματα τῶν γιγνομένων. καὶ πάλιν εἰ πρώτως ἐν αὐτῷ ταῦτά ἐστιν ἢ οὔ, ζητήσομεν, καὶ πόθεν εἰς αὐτὸν ἥκει τοῦτο τὸ παραδειγματικὸν τῶν ὅλων αἴτιον. ἔτι τοίνυν πῶς τοὺς ἐνταῦθα δημιουργοὺς ποιοῦντας ὁρῶμεν; οὐχὶ λόγους ἔχοντας τῶν ἀποτελεσμάτων; τοῦτο μὲν οὖν καὶ ὁ δαιμόνιος Ἀριστοτέλης συνεχώρησεν· εἰ δὲ ἡ τέχνη μιμεῖται τὴν φύσιν, δεῖ πολλῷ πρότερον καὶ τὴν φύσιν ἔχειν τῶν ὑπʼ αὐτῆς γιγνομένων λόγους· εἰ δὲ ἡ φύσις, πόθεν αὕτη κινεῖται ζητήσομεν καὶ πόθεν τελειοῦται· ἄλογος γάρ ἐστι. καὶ οὕτως ἀνιόντες ἐν τῷ νῷ τὰς πάντων αἰτίας θήσομεν. πρὸς μὲν οὖν Ἀριστοτέλη πολλὰ παρὰ πολλῶν ἀντείρηται· τὰ δὲ τοῦ Πλάτωνος νυνὶ βασανιστέον. Καὶ πρῶτον, διʼ ἣν αἰτίαν ἀπὸ τοῦ παραδείγματος τὸ καλὸν καὶ οὐ καλὸν ἐπιφέρει τοῖς γινομένοις, ἀλλʼ οὐκ ἀπὸ τῆς ποιητικῆς αἰτίας· ἠδύνατο γοῦν εἰπεῖν διττὰ εἶναι τὰ δημιουργικὰ αἴτια, τὰ μὲν γενητὰ τὰ δὲ νοητά, τὰ μὲν καλῶν ποιητικὰ τὰ δὲ οὐ καλῶν· ὃ δὲ οὐ τοῦτον εἶπε τὸν τρόπον, ἀλλʼ ὅτι τὰ μὲν νοητὰ παραδείγματα καλῶν ἐστι παραδείγματα, τὰ δὲ γενητὰ οὐ καλῶν. λεγέσθω μὲν οὖν, ὅτι καὶ παιδευτικός ἐστιν ὁ λόγος, παραμυθούμενος ἡμᾶς, ὅπως ἂν μὴ ἀπογνοίημεν τῶν καλῶν πράξεων· εἰ γὰρ εἶπεν, ὅτι τὸ γενητὸν οὐκ ἔστι καλοῦ ποιητικόν, ἴσως ἂν ἀργοτέρους ἡμᾶς ἀπετέλεσε περὶ τὰς καλὰς πράξεις. ἄμεινον δʼ ἂν ῥηθείη καὶ φυσικώτερον, εἰ φαίημεν, ὅτι τὸ αὐτὸ ποιητικὸν αἴτιον πρὸς διττὰ παραδείγματα βλέπειν δυνατὸν καὶ τῇ μὲν καλὸν ποιεῖν, τῇ δὲ οὐ καλόν· ψυχὴ γὰρ εἰς νοῦν μὲν ὁρῶσα τίκτει ἀλήθειαν καὶ ἐπιστήμην, εἰς δὲ γένεσιν φαντασίας καὶ ὀρέξεις ἐμπαθεῖς· τὸ δὲ αὐτὸ παραδειγματικὸν αἴτιον καλῶν καὶ οὐ καλῶν ὑπάρχειν ἀδύνατόν ἐστιν. εἰκότως ἄρα ἀπὸ τοῦδε τὸ κάλλος καὶ τὸ αἶσχος ἐφήκειν διατάττεται τοῖς γιγνομένοις. τὸ δὴ τούτου παράδειγμα, καλοῦ ὄντος, δῆλον ὅτι νοητόν ἐστι καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον, εἰς ὃ καὶ ὁ δημιουργὸς βλέπων διακοσμεῖ τὸ πᾶν. εἰ δὴ τοῦ κάλλους ἐστὶ χορηγόν, τὴν ἀκροτάτην ἔχει τάξιν ἐν τοῖς ἀεὶ οὖσι καὶ ἔστι τῶν πρώτων νοητῶν· ἐκεῖθεν γὰρ πρόεισι τὸ καλόν· ἐκεῖ οὖν ἡ καλλοποιὸς αἰτία, διʼ ἣν πάντα καλά, νοῦς καὶ ψυχὴ καὶ σώματος φύσις. πάλιν τοίνυν ὁ μὲν δημιουργὸς τοῦ εἴδους αἴτιος, τὸ δὲ παράδειγμα τοῦ κάλλους, τὸ δὲ ἀγαθὸν τῆς ἑνώσεως, καὶ τοῦτο μὲν ἅμα πάντων χορηγόν, τὸ δὲ νοητὸν τοῦ τε κάλλους καὶ τοῦ εἴδους, τὸ δὲ δημιουργικὸν αἴτιον νοερὸν ὂν τοῦ εἴδους καὶ τῆς οὐσίας. καὶ μὴν καὶ τὸ δημιουργικὸν αἴτιον τὸ πρὸς τὸ νοητὸν βλέπον πολυειδές ἐστιν· ἄλλως γὰρ δημιουργεῖ πρὸς ἐκεῖνο βλέπων ὁ ὅλος δημιουργός—οὗτος μὲν οὖν καὶ ἥνωται πρὸς αὐτὸ κατʼ ἄκραν ὑπεροχήν—ἄλλως δὲ ἡ δημιουργικὴ τριάς, καὶ ταύτης ἑνοειδῶς μὲν τὸ πρῶτον, γεννητικῶς δὲ τὸ δεύτερον, ἐπιστρεπτικῶς δὲ τὸ ἔσχατον, καὶ ἄλλως μὲν ἐν τοῖς ἡγεμονικοῖς θεοῖς, ἄλλως δὲ ἐν τοῖς ἀπολύτοις, ἄλλως δὲ ἐν τοῖς ἐγκοσμίοις. ἐπὶ δὲ ταύτῃ τρόπον ἕτερον θεατέον προϊοῦσαν τὴν δημιουργίαν εἰς τοὺς πολλοὺς δημιουργικοὺς θεούς, οἳ παρὰ τούτων ὑποδέχονται καὶ διακληροῦνται τὰς δυνάμεις τὰς πατρικάς, καὶ μετὰ τούτους ἄλλως μὲν τοὺς δημιουργικοὺς ἀγγέλους, ἄλλως δὲ τοὺς δαίμονας τοὺς τῆς τάξεως ταύτης ὀπαδούς, ἔτι τὰ ἄχραντα τῆς ζωῆς εἴδη τὰ συντελοῦντα πρὸς τὴν δημιουργικὴν σειρὰν καὶ τὰ τῶν ψυχῶν τῶν μερικῶν γένη τὰ συνεπόμενα τῷ δημιουργικῷ χορῷ· καθήκει γὰρ ἄχρι τούτων ἡ ἰδιότης καὶ ὁ τρόπος ἐπʼ ἄλλων ἄλλος τῆς ποιήσεως καὶ τῆς εἰς τὸ νοητὸν ἀφοράσεως. δεῖ δὲ κἀκεῖνο θαυμάζειν τοῦ Πλάτωνος, ὅπως οὐκ εἶπε τὸ πρὸς αἰώνιον παράδειγμα γεγονὸς καλόν, ἀλλὰ τὸ ὑπὸ τοῦ δημιουργοῦ βλέποντος πρὸς ἐκεῖνο γεγονὸς εἶναι κάλλιστον, ἐπεὶ καὶ τὸ πλημμελὲς καὶ τὸ ἄτακτον γενητὸν ὄν—ὁρατὸν γὰρ καὶ αἰσθητόν· πᾶν δὲ τὸ τοιοῦτον γενητὸν καὶ γέγονεν, ὡς ἐρεῖ προϊών—ἀπὸ τοῦ νοητοῦ δεξάμενον εἰδῶν τινα ἴχνη πρὸ τῆς δημιουργίας οὐκ ἔστι κάλλιστον, εἰ καὶ καλόν πῄ ἐστιν ὡς πρὸς τὸ ἀνείδεον τῆς ὕλης. οὐχ ἁπλῶς οὖν τὸ πρὸς ἀΐδιον παράδειγμα γεγονὸς καλόν, οἷον ἐκεῖνο τὸ ἄτακτον καὶ πλημμελές, ἀλλʼ ὅπερ ὑπὸ τοῦ δημιουργήσαντος γέγονεν εἰς ἐκεῖνο βλέποντος· ἐκείνου γὰρ ὁ δημιουργὸς ἀπῆν, τὸ δὲ νοητὸν πρὸ τοῦ δημιουργοῦ καὶ τοῦτο κατέλαμπεν. ὅσον δὲ ὑπὸ τοῦ δημιουργοῦ γέγονε, καὶ ἀπʼ ἐκείνου γέγονεν εἰς αὐτὸ διὰ μέσου τοῦ δημιουργοῦ ἐνεργοῦντος, καὶ ὡς μὲν ἀπʼ ἐκείνου γεγονὸς εἰδοπεποίηται, ὡς δὲ ἀπὸ τοῦ δημιουργοῦ γεγονὸς τέτακται· τάξεως γὰρ ὁ δημιουργὸς αἴτιος, εἴδους δὲ ἁπλῶς τὸ παράδειγμα αἴτιον τοῖς μετέχουσιν. ἔτι τοίνυν ἀπʼ αὐτοῦ τοῦ παραδείγματος τὴν διαφορὰν τῶν δημιουργῶν ληπτέον· οἳ μὲν γὰρ πρὸς ὅλον ὁρῶσι τὸ νοητὸν καὶ καθʼ ὅλον ποιοῦσι, καὶ τούτων οἳ μὲν ὁλικῶς ποιοῦσιν, οἳ δὲ μερικῶς, καὶ οἳ μὲν διʼ ἑνώσεως αὐτὸ θεῶνται, οἳ δὲ διὰ νοήσεως, οἳ δὲ αὖ οὐ καθʼ ὅλον ποιοῦσι τὸ νοητόν, ἀλλʼ οἳ μὲν διῄρηνται κατὰ τὰς πρωτουργοὺς αἰτίας τὰς τέτταρας, οἳ δὲ εἰς ἀριθμὸν πλείω προεληλύθασιν, οἳ δὲ καὶ τὰ ἔσχατα εἴδη παραδείγματα ποιοῦνται τῆς ἑαυτῶν ἀπογεννήσεως καὶ διὰ τοῦτο ἀνθρώπων μὲν ἄλλος νομεύς, ἵππων δὲ ἄλλος, ὥς φησιν ἐν Πολιτικῷ, καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν ὁμοίως. πολυειδοῦς οὖν οὔσης τῆς δημιουργικῆς σειρᾶς καὶ παραδειγμάτων ἄλλων ἄλλοις ὄντων ὁλικωτέρων ἢ μερικωτέρων εἰκότως καὶ ὁ Τίμαιος οὐκ εἶπεν, ὡς ὁ τούτῳ τῷ νοητῷ παραδείγματι χρώμενος καλὸν ποιεῖ τὸ γιγνόμενον, ἀλλʼ ὡς ὁ τοιούτῳ χρώμενος· καὶ γὰρ ὁ τῷ αὐτοανθρώπῳ χρώμενος τοιούτῳ χρῆται. τὸ γοῦν μέρος ἐν ἐκείνοις ἐστί πως τὸ ὅλον διὰ τὴν ἕνωσιν τῶν νοητῶν, καὶ ὁμοιότατον τὸ πλῆθος τῇ μονάδι διὰ τὴν τῆς ταυτότητος ἐπικράτειαν. ἐπεὶ καὶ ὁ ὅλος δημιουργὸς βλέπει μὲν εἰς τὸ νοητὸν καὶ παντελὲς ζῷον, χρῆται δὲ τῷ ἐν ἑαυτῷ παραδείγματι νοερῶς ἔχων τὸ νοητόν, ὃ δὴ καὶ τοιοῦτόν ἐστιν, οἷον τὸ νοητόν, διὰ τὴν ὁμοιότητα τὴν πρὸς ἐκεῖνο καὶ μερικώτερον αὐτοῦ. διὸ καὶ τῷ τοιούτῳ τὸ τινὶ προσέθηκε· πάντα γὰρ τὰ νοητὰ ἐκείνου μετέχει καὶ ἔστι μερικώτερα τοῦ παντελοῦς ζῴου. ἀλλὰ τίς ἡ ἰδέα καὶ τίς ἡ δύναμις; ἦ τὴν οὐσίαν ἰδέαν ἐκάλεσεν, ἐξομοιῶν τῷ παραδείγματι τὸ γενόμενον· δίδωσι δὲ ἡ δημιουργία καὶ τὰς οὐσίας καὶ τὰς δυνάμεις τοῖς ἀπογεννωμένοις. διὰ τί δὲ ἐπὶ μὲν τοῦ ἀεὶ ὄντος τοιούτῳ φησὶ παραδείγματι χρώμενος, ἐπὶ δὲ τοῦ γεγονότος οὐκέτι τὸ τοιοῦτο προσέθηκεν, ἀλλʼ ἀντὶ τούτου τὸ γενητὸν ἐπήγαγεν; ἦ ὅτι τὸ μὲν νοητὸν εἶχεν ἑαυτῷ ὅμοιόν τι, ἅτε ἀκρότατον ὄν, τὸ δὲ γενητὸν ἔσχατον ὂν οὐδὲν εἶχεν ἄλλο ὅμοιον· καὶ γὰρ τὸ πρὸς αὐτὸ γινόμενον γενητόν ἐστι, καὶ τούτῳ μὲν τὸ ἀνόμοιον οἰκεῖον, ἐκείνῳ δὲ τὸ ὅμοιον, τὸ ταυτόν, πᾶν τὸ τοιοῦτον. ταῦτα καὶ περὶ τούτου. τὸ δὲ ἀεὶ συναπτέον τῷ κατὰ ταὐτὰ ἔχον, ἵνʼ ᾖ πρὸς τὸ ἀεὶ κατὰ ταὐτὰ ἔχον βλέπων. οὕτω καὶ ὁ φιλόσοφος ἔκρινε Πορφύριος εἰκότως· οὐ γὰρ καὶ ἀεὶ βλέπειν φησὶ πάντα δημιουργόν, ὡς οἴεται Ἀττικός, ἀλλʼ ἀεὶ ὡσαύτως ἔχειν τὸ νοητόν· εἰ μὴ ἄρα καὶ τὸ βλέπειν ἀεὶ διὰ τοῦτο παρέλαβεν, ἵνα μὴ τῷ ποτὲ μὲν ὁρᾶν, ποτὲ δὲ μή, παρείσδυσιν δῷ τῷ μὴ καλῷ πρὸς τὴν ποίησιν· ἐν ᾧ ἂν οὖν ᾖ δημιουργός, βλεπέτω πρὸς τὸ ἀΐδιον, ἵνα ποιήσῃ προσόμοιον αὐτῷ καὶ καλόν.

Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος ἢ ὅ τί ποτε ὀνομαζόμενος μάλιστα δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω.

Τοῦτο τελευταῖόν ἐστι τῶν ἀξιωμάτων, κατὰ τοὺς γεωμέτρας ὄνομα τῷ ὑποκειμένῳ τιθέμενον, ὥσπερ ἐκεῖνοί φασιν, ὅταν λέγωσι περὶ τοῦ ἐν τοῖς παραλληλογράμμοις γνώμονος· ἓν ὁποιονοῦν σὺν τοῖς δυσὶ παραπληρώμασι γνώμων καλείσθω· ἐπεὶ γὰρ μέλλει καὶ οὐρανὸν καὶ κόσμον τὸ αὐτὸ καλεῖν, ἵνα μὴ τὴν διδασκαλίαν ἐπιταράττειν αὐτὸν οἰηθῇς ἄλλοτε ἄλλοις ὀνόμασι χρώμενον, προδιορίζεταί τι περὶ τῶν ὀνομάτων. καὶ γὰρ δὴ καὶ αὐτὸ τοῦτο ἰστέον, ὅτι τὰ ὀνόματα ταῦτα πολλὴν ἔσχε παρὰ τοῖς παλαιοῖς ἀμφιβολίαν, τῶν μὲν τὸ ὑπὸ σελήνην μόνον κόσμον καλούντων, τὸ δὲ ὑπὲρ αὐτὴν οὐρανόν, τῶν δὲ τὸν οὐρανὸν μέρος τοῦ κόσμου λεγόντων, καὶ τῶν μὲν ἄχρι σελήνης αὐτὸν ὁριζόντων, τῶν δὲ καὶ τὰ ἄκρα τῆς γενέσεως οὐρανὸν προσειπόντων·

Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι.

διόπερ εἰκότως ὁ Πλάτων ἀφορίζεται πρὸ τῆς ὅλης θεωρίας ὑπὲρ τῶνδε τῶν ὀνομάτων, τὸ πᾶν οὐρανὸν καὶ κόσμον προσαγορεύων καὶ λέγων, ὡς ὁ πᾶς οὐρανός—ἵνα μὴ μόνον αὐτὸν οἰηθῇς τὸ θεῖον σῶμα λέγειν—ὠνομάσθω ἡμῖν ὁ κόσμος ἢ ἄλλο ὅ τί ποτε ὀνομαζόμενος χαίρει. καὶ ἔοικεν οὐρανὸν μὲν αὐτὸν καλεῖν ὡς πᾶσι δοκοῦν, κόσμον δὲ ὡς ἑαυτῷ· λέγει γὰρ, ὅτι ὁ οὐρανὸς ἡμῖν ὠνομάσθω κόσμος· προσήκει γὰρ ὡς δημιουργήματι τὸ ὄνομα τοῦ κόσμου, εἰ καὶ ἄμφω δυνατὸν αὐτὸν καλεῖν, οὐρανὸν μὲν ὡς ὁρῶντα τὰ ἄνω καὶ θεώμενον τὸ νοητὸν καὶ ὡς νοερᾶς οὐσίας μετέχοντα, κόσμον δὲ ὡς πληρούμενον ἀεὶ καὶ κοσμούμενον ἀπὸ τῶν ὄντως ὄντων, καὶ οὐρανὸν μὲν ὡς ἐπεστραμμένον, κόσμον δὲ ὡς προϊόντα· καὶ γὰρ ἀπογεννᾶται ἐκεῖθεν καὶ ἐπέστραπται πρὸς τὸ ὄν. ἀλλʼ ὥσπερ τῶν ὑπὸ τῆς τελεστικῆς ἱδρυμένων ἀγαλμάτων τὰ μέν ἐστιν ἐμφανῆ, τὰ δὲ ἔνδον ἀποκέκρυπται σύμβολα τῆς τῶν θεῶν παρουσίας, ἃ καὶ μόνοις ἐστὶ γνώριμα τοῖς τελεσταῖς, τὸν αὐτὸν τρόπον ὁ κόσμος ἄγαλμα ὢν τοῦ νοητοῦ καὶ ἀπὸ τοῦ πατρὸς τελεσθεὶς τὰ μὲν ἔχει φανερὰ τῆς ἑαυτοῦ θειότητος γνωρίσματα, τὰ δὲ ἀφανῆ συνθήματα τῆς τοῦ ὄντος μετοχῆς, ἃ παρὰ τοῦ τελέσαντος αὐτὸν ἐδέξατο πατρός, ἵνα δὴ διʼ αὐτὸν ἐρριζωμένος ᾖ διαιωνίως ἐν τῷ ὄντι. τὸ μὲν οὖν οὐρανὸς καὶ τὸ κόσμος ὄνομα τῶν ἐμφανῶν ἐστιν ἐν αὐτῷ δυνάμεων σημαντικά, τὸ μὲν καθὸ πρόεισιν ἐκεῖθεν, τὸ δὲ τῆς ἐπιστροφῆς· δεῖ δὲ εἶναι καὶ τῆς μενούσης αὐτοῦ δυνάμεως ὄνομα θεῖον τοῦ συνθήματος ὂν τοῦ δημιουργικοῦ σύμβολον, καθὸ καὶ ἀνεκφοίτητός ἐστι τοῦ ὄντος, ἄρρητον ὂν καὶ ἄφθεγκτον καὶ αὐτοῖς γνώριμον τοῖς θεοῖς. οἰκεῖα γάρ ἐστιν ὀνόματα πάσῃ τάξει τῶν πραγμάτων, θεῖα μὲν τοῖς θείοις, διανοητὰ δὲ τοῖς διανοητοῖς, δοξαστὰ δὲ τοῖς δοξαστοῖς· καὶ τοῦτο καὶ αὐτὸς ἐν τῷ Κρατύλῳ φησὶ τὸν Ὅμηρον ἀποδεχόμενος ἄλλα μὲν ἐν θεοῖς ὀνόματα τῶν αὐτῶν, ἄλλα δὲ ἐν ἀνθρώπων δόξαις τιθέμενον· ὂν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρονκαὶ χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν καὶ ἐπὶ πολλῶν ὁμοίως· ὡς γὰρ ἄλλαι μὲν αἱ θεῶν γνώσεις, ἄλλαι δὲ αἱ τῶν μερικῶν ψυχῶν, οὕτω καὶ ὀνόματα ἄλλα μὲν τὰ θεῖα, τὴν ὅλην οὐσίαν ἐκφαίνοντα τῶν ὀνομαστῶν, ἄλλα δὲ τὰ ἀνθρώπων, μερικῶς αὐτῶν ἐφαπτόμενα. τοῦτο τοίνυν ἐπὶ τοῦ κόσμου προϋπάρχον εἰδώς, ἄλλο τὸ θεῖον ὄνομα παρὰ τὸ φαινόμενον, καὶ ἄρρητον ἀφῆκεν αὐτὸ καὶ μετὰ πλείστης εὐλαβείας αὐτῷ προσήνεγκεν ὡς σύμβολον τοῦ ἐν αὐτῷ θείου συνθήματος· τὸ γὰρ ὅ τί ποτε καὶ τὸ δέχοιτο λανθάνων ὕμνος ἐστὶ τοῦ κοσμικοῦ ὀνόματος ὡς ἀφθέγκτου καὶ θείαν οὐσίαν εἰληχότος, ἵνα καὶ σύστοιχον ᾖ τῷ παρʼ αὐτοῦ σημαινομένῳ. διὸ καὶ τοῖς θεουργοῖς ὀνόματα θεῖα κοσμικὰ παραδέδοται, τὰ μὲν ἄρρητα καλούμενα, τὰ δὲ ῥητὰ παρʼ αὐτοῖς, τὰ μὲν τῶν ἀφανῶν ἐν αὐτῷ δυνάμεων ὄντα, τὰ δὲ τῶν ἐμφανῶν στοιχείων, ἐξ ὧν συμπεπλήρωται.

Διὰ μὲν οὖν τούτων ὡς ὑποθέσεων παραδίδοται τό τε εἶδος τὸ κοσμικὸν καὶ τὸ δημιουργικὸν αἴτιον καὶ τὸ παράδειγμα καὶ τὸ ὄνομα τό τε ἐμφανὲς καὶ τὸ ἀφανές, τὸ μὲν δυαδικὸν τὸ δὲ μοναδικόν· τὸ γὰρ ὅ τί ποτε τῆς ἑνότητός ἐστι σημαντικόν· καὶ ἔχοις ἂν τὸ μὲν ἄρρητον ὄνομα τῆς τοῦ παντὸς ἐν τῷ πατρὶ μονῆς, τὸ δὲ κόσμος τῆς προόδου, τὸ δὲ οὐρανὸς τῆς ἐπιστροφῆς, διὰ δὲ τῶν τριῶν τὴν τελικὴν αἰτίαν, διʼ ἣν τοῦ ἀγαθοῦ πλῆρές ἐστι, μένον μὲν ἀρρήτως, προϊὸν δὲ τελείως, ἐπιστρέφον δὲ ὡς πρὸς ἐφετὸν τὸ ἀγαθόν. προσήκει δὲ λοιπὸν αὐτῆς ἐφάψασθαι τῆς τῶν πραγμάτων θεωρίας, τὰ ἑξῆς ταῖς ἀρχαῖς περαίνοντας.

Σκεπτέον δὴ οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν.

Μετὰ τὴν εὐχὴν καὶ τὴν παράκλησιν τῶν ἀκροατῶν καὶ τὴν τῶν ὑποθέσεων παράδοσιν οὐδὲν ἄλλο ἐστὶν ὑπολειπόμενον, ἢ ταῖς ὑποθέσεσιν αὐταῖς ἑπομένως τὴν ὅλην διατιθέναι πραγματείαν· ταύτης ἡγεῖται κεφάλαιον ἐκεῖνο τὸ εἴτε γέγονεν ὁ κόσμος, εἴτε ἀγένητός ἐστι, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν· καὶ γὰρ ἐν τοῖς πρὸς τῶν ὑποθέσεων λόγοις εἶπεν, ὅτι δεῖ περὶ τοῦ παντὸς ἡμᾶς μέλλοντας λέγειν, εἰ γέγονεν ἣ καὶ ἀγενές ἐστι, θεοὺς παρακαλεῖν καὶ θεάς ὡς ἐντεῦθεν ἀρξόμενος τῆς θεωρίας, καὶ ἐν ταῖς ὑποθέσεσιν αὗται πρῶται παρελαμβάνοντο· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τί τὸ γιγνόμενον μέν, ὂν δὲ οὐδέποτε. τοῦτο οὖν πρῶτον σκεπτέον, ὥσπερ ὑπόκειται πρῶτον ἐν ταῖς ἀρχαῖς. δεῖ δὲ καί, ὥσπερ εἴρηκεν ὁ ἐν Φαίδρῳ Σωκράτης, περὶ παντὸς τὸ τί ἐστιν ἐν ἀρχῇ σκοπεῖν. τοῦτο δέ ἐστι τὸ εἶδος τοῦ ζητουμένου. τὸ δὲ γενητὸν καὶ ἀγένητον τὸ εἶδος ἀφορίζει τὸ κοσμικόν· ὥστε εἰκότως τοῦτο πρῶτον ἀξιωτέον τῆς πρεπούσης διασκέψεως, ὃ καὶ ποιήσει μετὰ τοῦτο εὐθύς. ἐπειδὴ δὲ τῶν Πλατωνικῶν οἱ μὲν πολλοὶ τὸ περὶ παντὸς ἤκουσαν ἐπὶ παντὸς πράγματος κατὰ τὸ ἐν τῷ Φαίδρῳ ῥηθέν, Πορφύριος δὲ καὶ Ἰάμβλιχος ἐπʼ αὐτοῦ τοῦ παντός, ὡς δέον ὂν περὶ τοῦ παντὸς εἰπεῖν πρῶτον, ποτέρως ἔχει φύσεως, εἴτε ἀγένητον, εἴτε αὖ γενητὸν τυγχάνει ὄν, εἰδέναι χρή, ὅτι μᾶλλον ἡ προτέρα ἐξήγησις ἔχει τὸ αὐτοφυές· καὶ γὰρ τὸ περὶ παντὸς εἰς τὸ περὶ τοῦ παντὸς μεταλαμβάνειν ὑπόψελλόν ἐστιν. ὅτι δὲ ἁπλῶς περὶ παντὸς ταῦτα ζητητέον, ἐκ τῶν κοινῶν ἐννοιῶν καὶ τῶν πρώτων ὑποθέσεων προειλήφαμεν. καὶ τὸ ἐπαγαγεῖν πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν δείκνυσιν, ὅτι κοινότερον ἐρρήθη τὸ περὶ παντός· πρὸς γὰρ τὸν κόσμον ἀποδέδωκε τὸ ἔχων καὶ τὸ ὁρατὸς καὶ ἁπτός, ἀλλʼ οὐ πρὸς τὸ πᾶν. τοῦτο μὲν οὖν καταφανές. ἐπειδὴ δὲ δεῖ τοῦτο πρῶτον εὑρεῖν τὸ εἶδος τὸ κοσμικὸν πότερον ἐν τοῖς αἰωνίοις ἢ ἐν τοῖς γενητοῖς αὐτὸ τακτέον, ἴδωμεν, ὅπως ὁ φιλόσοφος μέτεισι τὸν λόγον, καὶ συνοδεύσωμεν αὐτοῦ ταῖς ἀποδείξεσι.

Πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπʼ ἀρχῆς τινος ἀρξάμενος.

Πάσαις ταῖς διαλεκτικαῖς μεθόδοις χρησάμενος ἐν ταῖς ὑποθέσεσι—καὶ γὰρ τὸ ὂν ἀπὸ τοῦ γιγνομένου διεστείλατο, καὶ ὁριστικῶς ἑκάτερον αὐτῶν ἀποδέδωκε τί ἐστι καὶ ἀναλυτικῶς· ἀπὸ γὰρ τῶν γιγνομένων ἐπὶ τὰς αἰτίας αὐτῶν τάς τε δημιουργικὰς καὶ παραδειγματικὰς ἀνέδραμε—καὶ δὴ καὶ περὶ ὀνομάτων ἀρρήτων τε καὶ ῥητῶν ἐνδειξάμενος ὄντως κατὰ τὸν τῶν Πυθαγορείων λόγον, ὅς φησι σοφώτατον μὲν εἶναι τὸν ἀριθμόν, δευτέρως δὲ τὸν τὰ ὀνόματα τοῖς πράγμασι θέμενον, ἐπὶ τὰς ἀποδείξεις τρέπεται τῶν περὶ τοῦ κόσμου προβλημάτων, καὶ πρῶτον αὐτοῦ τὸ εἶδος ζητῶν εὑρεῖν βούλεται, ποίας αὐτὸν μοίρας θετέον, τῆς ἀεὶ οὔσης, ἢ τῆς γενητῆς. καὶ διὰ τοῦτο ἐρωτᾷ, πότερον ἀρχὴν τινὰ ἔχει γενέσεως ἢ οὐδεμίαν, οὐκ ἐρόμενος, εἰ τῶν ἀεὶ ὄντων ἐστὶν ἢ τῶν γενητῶν—δυνατὸν γὰρ ἦν αὐτὸν λέγειν μέσον τῶν γενητῶν καὶ ἀεὶ ὄντων, ὡς τὴν ψυχήν—ἀλλʼ εἰ ἀεὶ ἦν, γενέσεως οὐδεμίαν ἔχων ἀρχήν, ἢ γέγονεν ὁπωσοῦν, ἵνα καὶ τὸ ἀμφοῖν μέσον περιλάβῃ, τὸ καὶ τινὰ ἀρχὴν ἔχον γενέσεως καὶ ἀεὶ ὄν. εἶτʼ ἐπιδείξας αὐτὸν κατὰ τὸ σῶμα γενητὸν μόνως, κατʼ ἄλλο τι δώσει τὸ ἀγένητον αὐτῷ, καθὸ καὶ ἔστι θεός, ὡς ἔσται τοῦ λόγου προϊόντος ἐμφανές. τοιαύτης δʼ οὖν τῆς ζητήσεως οὔσης Πλούταρχος μὲν καὶ Ἀττικὸς καὶ ἄλλοι πολλοὶ τῶν Πλατωνικῶν κατὰ χρόνον τὴν γένεσιν ἤκουσαν καί φασι γίγνεσθαι τὴν ζήτησιν, εἴτε ἀγένητος κατὰ χρόνον ὁ κόσμος, εἴτε γενητός· εἶναι γὰρ πρὸ τῆς κοσμοποιίας ἄτακτον κίνησιν, ἅμα δὲ κινήσει πάντως ἐστὶ καὶ χρόνος, ὥστε καὶ χρόνον εἶναι πρὸ τοῦ παντός· ἅμα δὲ τῷ παντὶ γεγονέναι χρόνον, ἀριθμὸν ὄντα τῆς τοῦ παντὸς κινήσεως, ὡς ἐκεῖνος ἦν τῆς πρὸ τῆς κοσμοποιίας οὔσης ἀτάκτου κινήσεως ἀριθμός. οἱ δὲ περὶ Κράντορα τοῦ Πλάτωνος ἐξηγηταί φασι γενητὸν λέγεσθαι τὸν κόσμον ὡς ἀπʼ αἰτίας ἄλλης παραγόμενον καὶ οὐκ ὄντα αὐτόγονον οὐδὲ αὐθυπόστατον, Πλωτῖνος δὲ καὶ οἱ μετὰ Πλωτῖνον φιλόσοφοι, Πορφύριος καὶ Ἰάμβλιχος, τὸ σύνθετόν φασιν ἐν τούτοις κεκλῆσθαι γενητόν, τούτῳ δὲ συνυπάρχειν καὶ τὸ ἀφʼ ἑτέρας αἰτίας ἀπογεννᾶσθαι. ἡμεῖς δὲ καὶ ταῦτα μὲν εἶναί φαμεν πάντων ἀληθέστατα, καὶ εἶναι γενητὸν τὸν κόσμον καὶ ὡς σύνθετον καὶ ὡς ἄλλων αἰτίων εἰς τὸ εἶναι δεόμενον· πᾶν γὰρ τὸ διαστατὸν τοιοῦτον, καὶ τὸ αἰσθητὸν φύσιν ἔλαχε τοιαύτην. ἀξιοῦμεν δὲ αὐτοὺς καὶ εἰς τὰ ἄλλα γενητὰ ἀποβλέπειν, τὸν χρόνον λέγω καὶ τὴν ψυχήν, καὶ σκοπεῖν, τί τὸ κοινὸν καὶ ἐπὶ ταῦτα τὰ σημαινόμενα διατεῖνον, καὶ λέγειν τὸ μὲν ἀεὶ ὂν τὸ αἰωνίως καὶ τὴν οὐσίαν ἑστῶσαν ἔχον καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, τὸ δὲ γενητὸν τὸ μὲν ἁπλῶς, τὸ πάντα ταῦτα κατὰ χρόνον ὑποδεχόμενον, πῂ δὲ γενητὸν τὸ ἐν κινήσει καὶ παρατάσει τὴν ἐνέργειαν κεκτημένον· εἴρηται γὰρ καὶ ἔμπροσθεν, ὅτι τὰ μὲν ἄκρα ἀφωρίσατο τὸ ἁπλῶς ἀεὶ ὂν καὶ ἁπλῶς γενητόν, τὰ δὲ μέσα περιείληφεν ἐν τούτοις. τὸ οὖν μὴ ὅλην ἅμα ἑστῶσαν ἐν ἑνὶ τὴν οὐσίαν ἢ τὴν ἐνέργειαν ἔχον γενητὸν ἐπονομάζεται· διὰ γὰρ γενέσεως τὸ τοιόνδε πάντως ὑφέστηκε καὶ τὸ εἶναι αὐτῷ γιγνόμενόν ἐστιν, ἀλλʼ οὐκ ὄν. τοιοῦτος δὲ καὶ ὁ αἰσθητὸς κόσμος οὗτος καὶ ὁ χρόνος ὁ ἐν τοῖς κινουμένοις καὶ ἡ μεταβατικὴ νόησις τῶν ψυχῶν. ἀλλʼ ὅτι μὲν πᾶσα κίνησις κατὰ μέρος ὑφίσταται καὶ οὐχ ὅλη ἅμα ἔσται, δῆλον. εἰ δὲ καὶ ἡ οὐσία τοῦ κόσμου γένεσιν ἔχει καὶ τὸ ἀΐδιον αὐτῆς κατὰ τὴν ἀπειρίαν ἐστὶ τὴν χρονικήν, ἐπιστήσειεν ἄν τις καὶ ἐπιστήσας συλλογίσαιτο πρῶτον μέν, ὅτι δεῖ τῶν αἰωνίως ἀϊδίων καὶ τῶν ἐν μέρει χρόνου γενητῶν εἶναι μεταξὺ τὴν κατὰ τὸν ἄπειρον χρόνον γενητὴν ὑπόστασιν, καὶ ταύτην διττήν, ἢ τὸ μὲν ὅλον ἀΐδιον ἔχουσαν εἰς τὸν ὅλον χρόνον, τὰ δὲ μέρη ἐν μέρεσι τοῦ χρόνου, οἷα τὰ τῇδε στοιχεῖα, ἢ καὶ τὸ ὅλον καὶ τὰ μέρη συμπαρατείνοντα πρὸς τὴν ἀϊδιότητα τοῦ χρόνου παντός, ὡς τὰ οὐράνια· οὐ γάρ ἐστιν ἡ αὐτὴ ἀϊδιότης κατὰ τὸν αἰῶνα καὶ τὸν ὅλον χρόνον· οὐδὲ γὰρ ἡ αὐτὴ ἀπειρία χρόνου καὶ αἰῶνος· οὐδὲ γὰρ ταὐτὸν αἰὼν καὶ χρόνος. δεύτερον δέ, ὅτι τὸ αἰῶνι μετρούμενον καὶ ἐν αἰῶνι ὂν ἀμερὲς εἶναι δεῖ· πῶς γὰρ τὸ μεριστὸν ἐν τῷ ἀμερίστῳ στήσεται καὶ ἱδρυμένην ἔξει τὴν οὐσίαν; τρίτον δέ, ὅτι τῆς ψυχῆς ἐνεργούσης κατὰ χρόνον καὶ τὸ σῶμα πάντως ἐστὶ κατὰ χρόνον· ἐγγυτέρω γὰρ ἡ ἐνέργεια τῆς ψυχῆς τῶν αἰωνίων τῆς τοῦ σώματος οὐσίας. τί δὴ οὖν ἡμῖν τεκμήριον ἔσται τοῦ τὴν οὐσίαν τῶν οὐρανίων οὕτως εἶναι ἀΐδιον, ὡς κατὰ τὸν χρόνον; τὸ χωρισθεῖσαν αὐτήν, φήσω, τοῦ κοσμοῦντος μηκέτʼ εἶναι· τοῦτο γὰρ δὴ ποιεῖ δῆλον, ὅτι τὴν ἀϊδιότητα ἐπισκευαστὴν ἔλαχε καὶ ἀεὶ γίνεται ἀλλαχόθεν· ὅλην γάρ πού τι τὴν οἰκείαν οὐσίαν ἀπειληφὸς αὔταρκες ἂν ἦν κατὰ τὸ εἶναι καὶ τοῦ ποιοῦντος χωρισθὲν καὶ διδόντος αὐτῷ τὴν οὐσίαν. Σκοπὸς μὲν οὖν αὐτῷ δεῖξαι γενητὸν ἁπλῶς τὸν κόσμον ὡς καὶ τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν καὶ αὐτὴν τὴν ἀϊδιότητα τῷ ὅλῳ χρόνῳ συμπαρεκτεινομένην ἔχοντα. ζητεῖ δὲ ἐξ ἀρχῆς, εἴτε ἀεὶ ὄν ἐστιν, εἴτε γενητόν, ὃ ταὐτὸν τῷ εἴτε τῶν αἰωνίων ἐστίν, εἴτε τῶν ὑπὸ τὸν χρόνον τελούντων· τὸ μὲν γὰρ ἦν ἀεὶ τὸ νοητὸν αὐτῷ δηλοῖ, καθάπερ εἰρήκαμεν ἔμπροσθεν· τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; εἰ δὲ τὸ ἦν οὔ φησι προελθὼν οἰκεῖον εἶναι τοῖς αἰωνίοις, ἀλλὰ τὸ ἔστιν, οὐ δεῖ ταράττεσθαι· πρὸ γὰρ τῆς διαρθρώσεως ἕπεται τῇ συνηθείᾳ. διὸ καὶ τὸν δημιουργὸν ἀνυμνῶν ἀγαθὸς ἦν φησι, καίτοι τῶν αἰωνίων ἐστὶν ὁ δημιουργός, καὶ ἐπὶ τοῦ παραδείγματος ἀμφότερα ἅμα συνήγαγεν εἰπών, ἡ μὲν οὖν ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος, ὁμοῦ τῷ αἰώνιος οὖσα τὸ ἐτύγχανε συλλαβών. καὶ ἐπὶ πᾶσι, διότι παντὸς σώματος πεπερασμένου καὶ ἡ δύναμις οὐκ ἄπειρος, ὡς ἔδειξεν Ἀριστοτέλης· ὁ δὲ αἰὼν δύναμις ἄπειρος· ὥστε πᾶν σῶμα πεπερασμένον αἰῶνος ἄδεκτον. δεῖ ἄρα αὐτὸ μὴ ἀεὶ εἶναι, ἀλλʼ ἀεὶ γίνεσθαι, ἀεὶ ἐπιναόμενον ὅσον δέξασθαι δύναται. τὸ μὲν οὖν ὂν ὡς ἔφην καὶ ἀεὶ ὂν δηλοῖ τὸ αἰώνιον, τὸ δὲ γεγονέναι τὸ τῷ χρόνῳ μετρουμένην εἰληχέναι τὴν ὑπόστασιν, οἷόν ἐστι τὸ αἰσθητόν, ὃ δή ἐστι δόξῃ μετʼ αἰσθήσεως ληπτόν. εἴρηται δέ, ὅτι τὸ μὲν νοητὸν αὐθυπόστατόν ἐστι καὶ αἰώνιον, τὸ δὲ αἰσθητὸν ὑπʼ ἄλλου παραγόμενον καὶ τῷ χρόνῳ συνυφιστάμενον· ἄλλο γὰρ τὸ ἓν ἀριθμῷ τὸ αἰώνιον, ἄλλο τὸ ἔγχρονον, καὶ τὸ μὲν ἔστιν ἓν ἀριθμῷ, τὸ δὲ γίγνεται ἓν ἀριθμῷ· συζυγεῖ γὰρ τῷ μὲν ὁ αἰών, τῷ δὲ ὁ χρόνος, καὶ ἔχει τὸ γενητόν, κἂν ἀΐδιον λέγηται, τῷ παντὶ χρόνῳ συνεκτεινομένην τὴν ὑπόστασιν, ἀεὶ γιγνόμενον καὶ ἀεὶ κοσμούμενον ἀπὸ τοῦ αἰτίου τοῦ παράγοντος αὐτήν. εἰ τοίνυν τὸ ἀεὶ ὂν τὸ αἰώνιον δηλοῖ, τὸ δὲ γενέσεως ἀρχὴν ἔχον τὸ κατʼ ἄλλην αἰτίαν παραγόμενον—τοιοῦτον γὰρ τὸ ἀεὶ γιγνόμενον—ζητεῖ δὲ ὁ Πλάτων, εἴτε ἀεὶ ὂν ὁ κόσμος εἴτε ἀρχὴν ἔχων γενέσεώς τινος, εἰς ταὐτὸν ἡ τοιαύτη χωρεῖ ζήτησις τῷ πότερον τῶν αἰωνίων ἐστὶν ὁ κόσμος, ἢ τῶν κατὰ τὸν ὅλον χρόνον παραγομένων, καὶ πότερον τῶν αὐθυποστάτων, ἢ τῶν ἀπʼ ἄλλης αἰτίας κοσμουμένων. ἔτι τοίνυν τὸ γενητὸν τῶν πολλαχῶς ἐστι λεγομένων· καὶ γὰρ τὸ πολυθρύλητον τοῦτο τὸ ἀρχὴν ἔχον χρονικὴν γενητὸν ἀποκαλεῖται, κἄν τε διὰ γενέσεως ἐπὶ τὸ ὂν ἀφικνῆται, κἄν τε χωρὶς γενέσεως, ὥς φησιν Ἀριστοτέλης, καὶ τὸ ἀπʼ αἰτίας προϊὸν πᾶν καλεῖται γενητόν, καὶ τὸ σύνθετον κατὰ τὴν οὐσίαν καλεῖται γενητόν, ὡς ἐξ αἰτίων ἀνομοίων ὑφεστὸς καὶ δεόμενον τοῦ ταῦτα συνάγοντος, καὶ τὸ φύσιν ἔχον γενητὴν κἂν μὴ ᾖ γεγονός, οἷον δή ἐστι καὶ τὸ φύσιν ἔχον ὁρατὴν κἂν μὴ ὁρώμενον ᾖ. πολλαχῶς οὖν τοῦ γενητοῦ λεγομένου τὸ μὲν κατὰ χρόνον γενητὸν πάσας ἔχει τὰς γενέσεις· καὶ γὰρ ἀπʼ αἰτίας πρόεισι καὶ σύνθετόν ἐστι καὶ φύσιν ἔχει γενητήν· οὐ πάντως δὲ τὸ κατʼ ἄλλον τρόπον γενητὸν πάσας ἔχει τὰς γενέσεις. εἰ μὲν οὖν εἴρητο πότερον ὁ κόσμος πάσας ἔχει τὰς γενέσεις ἢ οὐ πάσας, εἴπομεν ἂν αὐτὸν ζητεῖν, εἴτε κατὰ χρόνον ἐστὶ γενητός, εἴτε μὴ ἔχει γενέσεως ἀρχὴν χρονικήν. ἐπειδὴ δὲ εἶπεν οὐ ταύτην τὴν ἀντίφασιν, ἀλλʼ ἐκείνην· πότερον οὐδεμίαν ἔχει γενέσεως ἀρχὴν ἢ τινά, δῆλον ποιεῖ τοῖς καὶ μικρὰ συνεῖναι δυναμένοις, ὡς οὐ περὶ τῆς χρονικῆς ἀρχῆς ἀπορῶν, ἀλλʼ εἰ πολλῶν γενέσεων οὐσῶν ἔχει τινὰ γενέσεως ἀρχὴν τὸ πᾶν· εἰ γὰρ μηδεμίαν, τῶν αἰωνίων ἐστὶ καὶ τῶν αὐθυποστάτων, ἐν οἷς γένεσις οὐκ ἔστιν, ὅτι μηδὲ χρόνος. κἂν γάρ ποτε λέγωμεν θεῶν γενέσεις, τὴν ἄρρητον αὐτῶν πρόοδον ἐνδεικνύμενοι, λέγομεν κατὰ τὴν τῶν δευτέρων ἑτερότητα πρὸς τὰς αἰτίας αὐτῶν. οἱ δέ γε θεολόγοι πάσας τὰς τοιαύτας ἀπορίας προαναιροῦντες, ἵνα αἱ γενέσεις αὐτοῖς κατὰ λόγον πλάττωνται τῶν θεῶν, χρόνον τὸ πρῶτον ἐπωνόμασαν, ὡς δέοντος, ὅπου γένεσίς ἐστιν, ἐκεῖ προηγεῖσθαι τὸν χρόνον, καθʼ ὃν ἡ γένεσις καὶ διʼ ὅν. τούτοις μὲν οὖν εἰς ταὐτὸν εἶσιν ἡ αἰτία καὶ ὁ χρόνος, ἐπεὶ καὶ ἡ πρόοδος καὶ ἡ γένεσις. τὸ δὲ ὄντως γιγνόμενόν ἐστι τὸ ἑαυτὸ μὴ γεννῶν, ἀλλʼ ὑφʼ ἑτέρου παραγόμενον καὶ εἴδωλον ἑτέρου γιγνόμενον καὶ ἐκ πολλῶν ἀνομοίων συντιθέμενον καὶ ἀεὶ τὴν ὑπόστασιν ἐπισκευαστὴν δεχόμενον, ᾧ καὶ ὁ χρόνος σύζυγος ἔχοντι τὴν γένεσιν ἀνέκλειπτον τῇ ἀπειρίᾳ τοῦ χρόνου συμπαρατεινομένην, καὶ τὸ ταυτὸν κατὰ ἀριθμὸν ἐν τῷ ἀεὶ γίγνεσθαι ἕν, ἀλλʼ οὐκ ἐν τῷ ἀεὶ εἶναι ἕν. τὸ δὲ οὕτω γενητὸν καὶ ἐκ τοῦ μὴ ὄντος εἴποις ἂν προϊέναι· τὸ μὲν γὰρ αὐθυπόστατον ἀφʼ ἑαυτοῦ γεννώμενον οὐκ ἐκ τοῦ μὴ ὄντος πρόεισι· κἂν γὰρ ἐπινοία διέλῃς αὐτὸ εἰς αἴτιον καὶ αἰτιατόν, ἐξ ὄντος πρόεισιν· ἦν γὰρ ἓν τὸ ποιοῦν καὶ ποιούμενον, ὥστʼ ἐξ ὄντος ἑαυτοῦ πρόεισι, διὸ καὶ αἰώνιόν ἐστιν, οὐδέποτε ἀπολεῖπον ἑαυτό. τὸ δὲ ἀπʼ ἄλλου μόνον ὂν ἐκ μὴ ὄντος ὑφίσταται, διότι χωρισθὲν τῆς αἰτίας οὐκέτι ἐστί, καὶ τὸ αἴτιον ἕτερόν ἐστι τοῦ ἀποτελέσματος. οὕτω μὲν οὖν καὶ τὸ ἀξίωμα τὸ φυσικὸν ἐφαρμοστέον τῷ γενητῷ τούτῳ κατὰ ἀναλογίαν καὶ τὸ ἐν χρόνῳ δὲ εἶναι τὸ γιγνόμενον προσβιβαστέον οὐ γὰρ ἐν μέρει χρόνου φαμὲν τοῦτο εἶναι, ἀλλʼ ἐν τῷ ἀπείρῳ χρόνῳ, γιγνόμενον ἀεὶ καὶ ἐλλαμπόμενον ἀπὸ τοῦ ὄντος. δῆλον γάρ· ἂν γὰρ ἀφέλῃς τὸ ποιοῦν, ἀτελὲς εὐθὺς τὸ πᾶν, ὅπερ ὑπάρχει πᾶσι τοῖς ἔτι γιγνομένοις, καὶ οὐ διὰ τοῦτο ἀτελέστερον τῶν ποτὲ γεγονότων· οὐ γὰρ ἐκ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον ὥσπερ ταῦτα πρόεισιν, ἀλλʼ ὅλον ἅμα καὶ τέλειον καὶ ἀεὶ γίνεται, διὸ τὸ ἀεὶ αὐτοῦ καὶ τέλειον κατὰ τὸν ὅλον ἐστὶ χρόνον· χρόνος γὰρ μετʼ οὐρανοῦ γέγονεν, οὐ χρόνου μόριον, ἀλλʼ ὁ πᾶς χρόνος· ὥστε ἐν τῷ ἀπείρῳ χρόνῳ γίνεται ὁ οὐρανὸς καὶ ἀνέκλειπτός ἐστιν ἐφʼ ἑκάτερα καθάπερ ὁ χρόνος. οὕτως οὖν εἴρηται καὶ γενέσεως ἀρχὴν ἔχειν καὶ ἀπʼ ἀρχῆς τινος ἄρξασθαι, τὸ πρῶτον μὲν ἀπʼ ἀρχῆς τῆς κυριωτάτης, ὡς αὐτὸς ἐρεῖ, τῆς τελικῆς· ἀπὸ ταύτης γὰρ ἤρξατο τῆς τοῦ κόσμου γενέσεως ὁ γεννήσας αὐτὸν πατήρ. ἔπειτα πρὸς τούτῳ καὶ διὰ τὴν ἐν παντὶ τῷ χρόνῳ γένεσιν ἀεὶ γιγνόμενος καὶ ἀρξάμενος τοῦ γίγνεσθαι καὶ τέλος ἔχων· οὐ γὰρ ἄλλο μὲν ἐπʼ αὐτοῦ τὸ γέγονεν, ἄλλο δὲ γίνεται, ὥστε οὐδὲ ἄλλο ἡ ἀρχὴ καὶ ἄλλο τὸ τέλος. τὸ μὲν οὖν ἐν μέρει χρόνου γιγνόμενον ἄλλοτε ἄρχεται καὶ ἄλλοτε τελειοῦται, τὸ δὲ κατὰ πάντα τὸν χρόνον γιγνόμενον ἀεὶ ἀρξάμενον ἀεὶ τέλειόν ἐστι, καὶ τινὰ μὲν ἀρχὴν ἔχει γενέσεως, τὴν ἀπʼ ἄλλου τελειουμένην, οὐ τινὰ δὲ ὡς οὐκ ἔχον ἀρχὴν χρόνου τινὸς μερικοῦ· ἐπεὶ γὰρ ἡ γένεσις πολλαχῶς, καὶ ἡ ἀρχὴ τῆς γενέσεως πολλαχῶς· ὥστε ἡ εἰς τὸν ὅλον χρόνον ὑφισταμένη γένεσις τὶς γένεσίς ἐστι, καὶ ἡ ἀρχὴ ταύτης τινὸς ἀρχὴ γενέσεως, οὐ πάσης. τίς οὖν ἐστιν αὕτη; ἡ ὁμοῦ καὶ τὸ τέλος συνῃρημένον ἔχουσα. διότι μὲν οὖν αὐτὸ σῶμά ἐστι, γίνεταί τε καὶ ἔχει γενέσεως ἀρχήν, διότι δὲ νοῦς ὁ ποιῶν, γέγονε καὶ ἔχει τέλος τῆς γενέσεως, διʼ ἄμφω δὲ ἀρξάμενός τέ ἐστι καὶ τέλεος κατὰ τὴν γένεσιν, καὶ γέγονε καὶ γιγνόμενός ἐστιν ἀεὶ καὶ γεγονώς· ταῦτα γὰρ ἐπὶ μὲν τῶν ἔν τῳ μέρει χρόνου γιγνομένων χωρίς ἐστιν, ἐπὶ δὲ τῶν κατὰ πάντα τὸν χρόνον γιγνομένων ἅμα ὑφέστηκεν, οἷον καὶ ἡ κίνησις τοῦ οὐρανοῦ πέπονθεν, ἀεὶ ἐν τέλει οὖσα, φησὶν Ἀριστοτέλης, ὅπερ οὐχ ὑπάρχει ταῖς τῇδε κινήσεσι.

Γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα αἰσθητά· τὰ δʼ αἰσθητά, δόξῃ περιληπτὰ μετʼ αἰσθήσεως, γιγνόμενα καὶ γενητὰ ἐφάνη.

Ὥσπερ ὁ τῶν ὅλων δημιουργὸς εἰς ἑαυτὸν ὁρῶν καὶ μένων ἀεὶ ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει παράγει τὸν ὅλον κόσμον ὁλικῶς καὶ ἀθρόως καὶ ἀεὶ ὡσαύτως—οὐ γὰρ δὴ ποτὲ ποιεῖ καὶ ποτὲ οὐ ποιεῖ, ἵνα μήπου ἐκβῇ τοῦ αἰῶνος—τὸν αὐτὸν τρόπον καὶ ὁ Τίμαιος εἰς ἑαυτὸν ἐστραμμένος τὴν σύμπασαν ἀνατίθησιν θεωρίαν εἴς τε νοῦν ἀνατρέχων ἀπὸ διανοίας καὶ εἰς λογισμὸν ἀπὸ νοῦ προϊών. ἀπορῶν μὲν οὖν καὶ ἐρωτῶν ἑαυτὸν κατὰ τὸ αὐτοκίνητον ἐνήργει τῆς ψυχῆς, ἀποκρινάμενος δὲ μιμεῖται τὴν τοῦ νοῦ βολήν, πρῶτον μιᾷ φωνῇ τὸ δόγμα περιλαβὼν καὶ τὸ συμπέρασμα πρὸ τῆς ἀποδείξεως ἀνακηρύξας ἄντικρυς κατὰ τοὺς ἐνθουσιῶντας, οἳ τὸ ὅλον ἀθρόως ὁρῶσι καὶ τὸ τέλος πρὸ τῆς ἐκβάσεως τῷ νῷ συνῃρήκασιν ὁμοῦ πάντα παρόντα ὁρῶντες· συλλογιζόμενος δὲ ἀπὸ νοῦ κάτεισιν εἰς λογικὰς διεξόδους καὶ τὴν διʼ ἀποδείξεως θήραν τῆς τοῦ κόσμου φύσεως. πάνυ γοῦν δαιμονίως ἀπὸ τῶν ὑποθέσεων δείκνυσι τὸ ὄλον εἶδος τοῦ παντός· εἰ γὰρ ὁ κόσμος ὁρατὸς καὶ ἁπτὸς καὶ σῶμα ἔχων, τὸ δὲ ὁρατὸν καὶ ἁπτὸν καὶ σῶμα ἔχον αἰσθητόν, τὸ δὲ αἰσθητὸν δοξαστὸν μετʼ αἰσθήσεως, τὸ δὲ δοξαστὸν μετʼ αἰσθήσεως γενητόν, ὁ κόσμος ἄρα γενητός ἐστιν ἀποδεικτικῶς ἐκ τοῦ ὅρου δεδειγμένος κατὰ τὴν ἐπιστροφὴν τοῦ ὅρου· ἐπεὶ καὶ οἱ γεωμέτραι χρῶνται ταῖς τοιαύταις δείξεσι. ταῦτα μὲν οὖν περὶ τοῦ τῶν λόγων εἴδους. ἐπειδὴ δέ, ὥσπερ εἴπομεν, ἠρώτησε πότερον αἰώνιόν ἐστι τὸ πᾶν, ἢ ἔχει τινὰ γενέσεως ἀρχήν, καὶ ἐπήγαγε τοῦτο δὴ τὸ γέγονε νοῦν μιμούμενος, δῆλον, ὅτι γένεσιν τινὰ τῷ κόσμῳ δίδωσι· τοῦτο γὰρ ἦν θάτερον μόριον τῆς εἰρημένης ἀντιθέσεως· εἰ δὲ τοῦτο, πόρρω χρονικῆς γενέσεως ἱδρύει τὸ πᾶν· εἰ γὰρ ὁ μὲν κόσμος τινὰ γενέσεως ἀρχὴν ἔχει καὶ οὐ πᾶσαν, τὸ δὲ ἀπὸ χρόνου γεγονὸς ἅπασαν ἔχει γενέσεως ἀρχήν, ὁ κόσμος οὐκ ἔστιν ἀπὸ χρόνου γεγονώς. ἔτι δὲ καὶ ἐπακολουθήσωμεν ταῖς Ἀττικοῦ θαυμασταῖς ὑποθέσεσιν, ὅς φησι τὸ μὲν πλημμελῶς καὶ ἀτάκτως κινούμενον εἶναι ἀγένητον, τὸν δὲ κόσμον ἀπὸ χρόνου γενητόν, καὶ φῶμεν περὶ αὐτοῦ τοῦτο δὴ τὸ γέγονε … καλῶς. οὐκοῦν ἐπείπερ τὴν αἰτίαν τῆς γενέσεως αὐτὸς ἀποδέδωκε, κατίδωμεν, ὁποίαν τινὰ ταύτην φησίν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι· πότερον οὖν πᾶν τὸ αἰσθητὸν ἀπὸ χρόνου γενητόν, ἢ οὐ πᾶν; εἰ μὲν δὴ πᾶν, καὶ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον ἔσται ἀπὸ χρόνου γενητόν· ὁρατὸν γὰρ καὶ ἐκεῖνό φησιν. εἰ δὲ οὐ πᾶν, ἀσυλλόγιστος ὁ λόγος κατὰ τὸν Ἀττικὸν καὶ οὐδενὸς περαντικός, εἰ μὴ ἄρα λέγοι τὸν μὲν κόσμον ὁρατὸν εἶναι καὶ ἁπτόν, τὸ δὲ πλημμελῶς καὶ ἀτάκτως κινούμενον οὐχὶ νῦν ὁρατὸν εἶναι, ἀλλὰ πρὸ τῆς κοσμοποιίας, ἐπεὶ καὶ ὁ Πλάτων οὕτω φησί, πᾶν ὅσον ὁρατὸν ἦν πλημμελῶς καὶ ἀτάκτως κινούμενον, ἐνταῦθα δὲ ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων. πᾶν οὖν, ὃ ἔστιν ὁρατὸν καὶ ἁπτόν, τοῦτο δείκνυται γενητόν, ἀλλʼ οὐχ ὃ ἦν. κἂν ταῦτα τοίνυν λέγῃ—δεινὸς γὰρ ὁ ἀνὴρ ἀντιλαβέσθαι τῶν ῥημάτων—λεκτέον, ὅτι ἔν γε τῷ ὅρῳ τοῦ γενητοῦ οὐ τοιοῦτόν ἐστιν, ἀλλʼ ἁπλῶς εἴρηται πᾶν τὸ γενητὸν δόξῃ μετʼ αἰσθήσεως ἀλόγου δοξαστόν· ὥστε καὶ εἴ τι αἰσθητόν ἐστι, πάντως γενητὸν ἂν εἴη τὸ τοιοῦτον· πᾶν δὲ τὸ ὁρατὸν αἰσθητόν· ὥστε καὶ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον γενητόν, πρὸς τῷ κἀκεῖνο σαφῶς τὸν Πλάτωνα λέγειν γενητόν· πρὶν γὰρ οὐρανὸν γενέσθαι τρία φησὶν εἶναι, τὸ ὂν τὴν χώραν τὴν γένεσιν, ἐν ἴχνεσιν εἰδῶν ὑφεστηκυῖαν· ὥστε καὶ τὸ πλημμελὲς ἐκεῖνο γενητόν ἐστιν ὥσπερ καὶ ὁρατόν. οὐ δεῖ τοίνυν λέγειν ἐκεῖνο μὲν ἀγένητον κατὰ χρόνον, τὸ δὲ πᾶν γενητόν, ἀλλʼ ἢ ἄμφω γενητὰ κατʼ αὐτὸν ἢ ἄμφω ἀγένητα· καὶ γὰρ ὁρατὰ ὁμοίως ἄμφω καὶ γενέσεις ὑπὸ Πλάτωνος εἴρηται. ἀλλʼ εἰ ἄμφω γενητὰ ἦν, πρὸ ἐκείνου ὁ κόσμος εἰς τὸ πλημμελὲς μετέβαλε· τῷ γὰρ ἐναντίῳ ἐκ τοῦ ἐναντίου πάντως ἡ γένεσις. καὶ εἰ μὲν ἀγαθὸς ὁ ποιήσας ἐκεῖνο, πῶς ἢ οὐ καλῶς ἥρμοσεν, ἢ καλῶς ἁρμόσας ἔφθειρεν; εἰ δὲ οὐκ ἀγαθός, πῶς ἐποίει τεταγμένον καὶ κεκοσμημένον μὴ ὢν ἀγαθός; ἀγαθοῦ γὰρ τὸ κοσμεῖν ἄλλα καὶ τάττειν. εἰ δὲ καὶ ὁρατὸν ὂν καὶ γενητὸν μή ἐστι κατὰ χρόνον γενητόν, οὐκ ἀναγκαῖον καὶ τὸ πᾶν διὰ τὸ ὁρατὸν καὶ τὸ γενητὸν εὐθὺς ποιεῖν κατὰ χρόνον γενητόν. πρὸς μὲν οὖν Ἀττικὸν τοσαῦτα. ἀναδράμωμεν δὲ ἐπὶ τὰς ἡμετέρας ἀρχὰς καὶ φῶμεν οὕτως· πότερον ἀεὶ ὂν ὡς αἰώνιον ὁ κόσμος ἦν, ἢ οὐκ αἰώνιον, ἀλλὰ τῷ χρόνῳ συνυφεστός; καὶ πότερον αὐθυπόστατον ἢ ἀπʼ ἄλλου παραγόμενον; ἡ μὲν ἐρώτησις αὕτη, ἡ δὲ ἀπάντησις· ἀπʼ ἄλλου παρῆκται καὶ τῷ χρόνῳ συνυφέστηκε· τὸ δὲ τοιοῦτο γενητόν· εἰ γὰρ σύνθετον ἔχει τὸ εἶδος, γένεσιν ἔχει κατὰ τὴν σύνθεσιν, καὶ εἰ ἀπὸ αἰτίας μόνως ἄλλης ὑφέστηκε, γενητόν ἐστιν ὡς μὴ αὐτὸ αὐτοῦ παρακτικόν, καὶ εἰ μὴ αἰώνιόν ἐστι, κατὰ τὸν χρόνον ἔχει τὴν ὅλην ὑπόστασιν. καὶ γὰρ πρὸς ἄλλο δεδημιούργηται καὶ γεγονός ἐστιν ὡς εἴδωλον τοῦ ὄντος ἀποφερόμενον. ἀνάλογον οὖν ὡς τὸ σύνθετον πρὸς τὸ ἁπλοῦν καὶ ὁ χρόνος πρὸς αἰῶνα, οὕτω πρὸς οὐσίαν γένεσις. εἰ οὖν ἡ ἁπλῆ οὐσία καὶ μονοειδὴς αἰώνιος, ἡ σύνθετος καὶ πολυειδὴς καὶ τῷ χρόνῳ συζυγοῦσα γένεσίς ἐστιν· ἐπεὶ καὶ ἀπὸ τινὸς ἀρχῆς ἄρξασθαι δαιμονίως εἴρηται· τὸ μὲν γὰρ ποτὲ γεγονὸς καὶ ἀπὸ τῆς χρονικῆς ἀρχῆς ἤρξατο καὶ ἀπὸ τῆς ποιητικῆς καὶ ἀπὸ τῆς τελικῆς καὶ ἀπὸ τῆς ὑλικῆς καὶ ἀπὸ τῆς εἰδικῆς· πολλαχῶς γὰρ τῆς ἀρχῆς λεγομένης κατὰ πάσας ἤρξατο τῆς γενέσεως. ὁ δὲ κόσμος ἀπὸ τινὸς ἀρχῆς ἤρξατο καὶ οὐ πάσης. τίνος οὖν ταύτης; οὐ τῆς χρονικῆς, φαίην ἄν· τὸ γὰρ ἀπὸ ταύτης ἀρχόμενον καὶ ἀπὸ τῶν ἄλλων ἔλαχε πασῶν ἀρχὴν γενέσεως, ἀλλʼ ἀπὸ ταύτης, ἣν αὐτὸς διδάξει προελθών, τῆς κυριωτάτης, λέγω δὴ τῆς τελικῆς· διὰ γὰρ τὸ ἀγαθὸν γέγονε, καὶ ἡ ἀρχὴ τῆς γενέσεως, ἀφʼ ἧς ἤρξατο, τοῦτό ἐστι. ταύτην γοῦν ἀρχὴν ἐρεῖ αὐτὸς κυριωτάτην τῆς τοῦ κόσμου γενέσεως, ὥστε καὶ νῦν ταύτην ἂν λέγοι. πρῶτον δʼ οὖν ἀπὸ τῆς συνθέσεως δείκνυσιν αὐτοῦ τὸ γενητόν· ἔστι γὰρ ἁπτὸς καὶ ὁρατός. ταῦτα μὲν οὖν ἄκρα τοῦ παντός· ὁ μὲν γὰρ οὐρανὸς ὁρατός, ἁπτὸν δὲ ἡ γῆ, καὶ ἐν γῇ τὸ ὁρατόν ἐστι καθόσον μετέχει φωτός, καὶ ἐν οὐρανῷ τὸ ἁπτὸν καθόσον κατʼ αἰτίαν ἐν αὐτῷ προείληπται τὸ γεῶδες· ἔστι δὲ ἁπλῶς καὶ σῶμα ἔχων, ἵνα καὶ τὰ μέσα πληρώματα τοῦ κόσμου λάβῃς, καὶ τούτῳ πάλιν ἐκεῖνο τὸ λόγιον εἴρηται συμφώνως· νοῦ μὲν γὰρ μίμημα πέλει, τὸ δὲ τευχθὲν ἔχει τι σώματος· καθόσον γὰρ ἔχει τι σωματικόν, γενητὸν τὸ πᾶν· κατὰ γὰρ τοῦτο καὶ ὁρατὸν καὶ ἁπτόν· πᾶν δὲ τὸ ὁρατὸν καὶ ἁπτὸν αἰσθητόν· αἴσθησις γὰρ ἁφὴ καὶ ὅρασις· τὸ δὲ αἰσθητὸν δοξαστόν ἐστιν ὡς ἐξ ἀνομοίων συγκεκροτημένον καὶ τὴν καθαρότητα τῶν νοητῶν εἰδῶν οὐ δυνάμενον διαφυλάττειν· τὸ δὲ τοιοῦτον πᾶν γενητὸν ὡς συνθέτην ἔχον τὴν οὐσίαν. οὐκ ἄρα ὁ Πλάτων ἀναιρεῖ τὴν ἀϊδιότητα τοῦ παντός, ὡς οἴονταί τινες Ἀριστοτελικαῖς ὑποθέσεσιν ἀκολουθήσαντες· καὶ ὅτι τοῦτο ἀληθές, ῥᾴδιον καταμαθεῖν ἐντεῦθεν· τὸν χρόνον ἅμα τῷ οὐρανῷ γεγονέναι φησίν. εἰ μὲν οὖν ἀΐδιος ὁ χρόνος, καὶ ὁ οὐρανὸς ἀΐδιος· εἰ δὲ ἀρχὴν ἔχει χρονικὴν τὸ πᾶν, καὶ ὁ χρόνος ἀρχὴν ἔξει χρονικήν, ὃ πάντων ἐστὶν ἀδυνατώτατον. ἀλλὰ διττός, φασίν, ὁ χρόνος, ὃ μὲν ἄτακτος, ὃ δὲ κατʼ ἀριθμὸν προϊών· καὶ γὰρ διττὴ ἡ κίνησις, ἣ μὲν ἄτακτος καὶ πλημμελής, ἣ δὲ τεταγμένη καὶ ἐμμελής· ἑκατέρα δὲ κινήσει καὶ χρόνος ἐστὶ σύστοιχος. ἀλλὰ σῶμα μὲν κινεῖσθαι ὁμαλῶς ἢ ἀνωμάλως δυνατόν, χρόνον δὲ ὁμαλὸν καὶ ἀνώμαλον ἐπινοεῖν ἀδύνατον· ἔσται γὰρ οὕτω σύνθετος ἡ οὐσία τοῦ χρόνου. καὶ τί ταῦτα λέγω; καὶ γὰρ ἀνωμάλου τῆς κινήσεως οὔσης ὁ χρόνος ὁμαλός ἐστι. πολλαὶ γοῦν καὶ νῦν αἱ κινήσεις, καὶ αἳ μὲν θάττους, αἳ δὲ βραδύτεραι, καὶ ἄλλης ἄλλη ὁμαλεστέρα, χρόνος δὲ εἷς πασῶν καὶ συνεχὴς καὶ κατʼ ἀριθμὸν προϊών. οὐκ ἄρα ὀρθῶς ἔχει τὸ διττὸν οὕτω τὸν χρόνον ποιεῖν· εἰ δὲ εἷς ὁ χρόνος καὶ συνεχής, εἰ μὲν ἀγένητός ἐστι, καὶ ὁ οὐρανὸς ἀγένητος τῷ χρόνῳ συνυποστάς, εἰ δὲ γενητὸς ἄτοπον, εἰ ὁ χρόνος, ἵνα γένηται, χρόνου δεήσεται καὶ ταῦτα μήπω ὄντος· ὅτε γὰρ ἐγίγνετο χρόνος, οὔπω ἦν χρόνος. ἔτι τοίνυν τὴν ψυχὴν τοῦ παντὸς εὐθὺς γινομένην τῷ σώματι συνῆψε καὶ οὐ δέδωκεν αὐτῇ προτέραν τοῦ σωματοειδοῦς ζωήν, ἀλλʼ ἀφʼ οὗ ἔστι, τῷ σώματι συνεῖρξεν αὐτήν. ἀλλὰ μὴν αὐτὴν τὴν ψυχὴν τῶν ἀεὶ ὄντων εἶναί φησιν. εἰ τοίνυν τῇ ψυχῇ τὸ σῶμα συνυφέστηκεν, ἀεὶ δὲ ὂν ἡ ψυχή, καὶ τὸ σῶμα ἀΐδιόν ἐστι κατʼ αὐτόν· τὸ γὰρ ἅμα τῷ ἀϊδίῳ συνυποστὰν ἀγένητόν ἐστιν. ἔτι τὴν ψυχὴν γενητὴν μὲν ἐν τούτοις φησὶν ὁ Τίμαιος, ἀγένητον δὲ ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης· εἰ τοίνυν ἐναργῶς τὸ κατὰ χρόνον ἀγένητον γενητὸν ἀποκαλεῖ, τί θαυμαστόν, εἰ καὶ τὸν ὄλον κόσμον, ἀγένητον ὄντα κατὰ χρόνον, ἕτερον τρόπον προσαγορεύοι γενητόν; ἔτι τὸν κόσμον ἄφθαρτον ἐρεῖ διαρρήδην, ὥσπερ καὶ οἱ ἑτερόδοξοι τοῦτό γε συγκεχωρήκασιν, ἐν δὲ Πολιτείᾳ σαφῶς διωρίσατο—μᾶλλον δὲ οὐκ αὐτός, ἀλλʼ αἱ Μοῦσαι—παντὶ γενομένῳ φθορὰν ἐπακολουθεῖν ἐξ ἀνάγκης, τὴν κατὰ χρόνον γένεσιν λαμβάνων. ἐκ δὴ τούτων ξύνες, ὅ τοι λέγω· δείκνυται γὰρ ἀγένητος ὁ κόσμος· εἰ γὰρ ὁ κόσμος ἄφθαρτος, οὐδὲν δὲ κατὰ χρόνον γενητὸν ἄφθαρτόν ἐστιν, ὁ ἄρα κόσμος οὐκ ἔστι κατὰ χρόνον γενητός. ἀλλὰ τί δεῖ τοιούτων συλλογισμῶν; διαρρήδην γὰρ αὐτὸς ἐν Νόμοις ἄπειρον κατὰ τὸ παρελθὸν ἔφατο τὸν χρόνον εἶναι, καὶ ἐν τῇ ἀπειρίᾳ ταύτῃ φορὰς καὶ ἀφορίας ἀνθρώπων γεγονέναι μυρίας ἐπὶ μυρίαις· πολιτείας γὰρ ἀρχὴν ζητήσας, ἀφʼ ἧς εἰς ἀρετήν τε καὶ κακίαν μεταβαίνουσιν αἱ πόλεις, ἐπήγαγε· λέγεις δὲ πόθεν; Οἶμαι μὲν ἀπὸ χρόνου μήκους τε καὶ ἀπειρίας καὶ τῶν μεταβολῶν ἐν τῷ τοιούτῳ. μᾶλλον δὲ ἵνα ἀπὸ τῶν ἐν χερσὶ ποιησώμεθα τὴν ὑπόμνησιν, ὀλίγῳ πρότερον αὐτοῦ λέγοντος ἠκούσαμεν, ὡς ὅπου μὴ χειμὼν ἢ καῦμα ἐξαίσιον, ἐκεῖ γένος ἀνθρώπων ἀεὶ πλέον ἢ ἔλασσόν ἐστιν. εἰ δὲ ἀεὶ γένος ἐστὶν ἀνθρώπων, καὶ τὸ πᾶν ἀναγκαῖον ἀΐδιον ὑπάρχειν. ἔτι τοίνυν εἰ ὁ δημιουργὸς τῶν ἀεὶ ὄντων ἐστίν, οὐχὶ ποτὲ μὲν δημιουργεῖ, ποτὲ δὲ ἀφίησι τοὺς οἴακας· οὐ γὰρ ἂν ἔχοι τὸ ὡσαύτως οὐδὲ τὸ ἀμετάβλητον· εἰ δὲ ἀεὶ δημιουργεῖ, καὶ τὸ δημιουργούμενον ἀεί ἐστι. τί γὰρ καὶ βουλόμενος τὸν ἄπειρον χρόνον ἀργῶν ἐπὶ τὴν δημιουργίαν τραπήσεται; πότερον ἄμεινον τοῦτο ὑπολαβών; ἀλλʼ αὐτὸ τοῦτο τὸ ἄμεινον ἠγνόει πρότερον, ἢ οὔ; εἰ μὲν γὰρ ἠγνόει νοῦς ὤν, ἄτοπον· ἔσται γὰρ περὶ αὐτὸν ἄγνοια καὶ γνῶσις· εἰ δὲ ἐγίνωσκε, διὰ τί μὴ πρότερον ἤρχετο γεννᾶν καὶ κοσμοποιεῖν; ἀλλʼ οὐχὶ τοῦτο ἄμεινον. τί οὖν οὐκ ἔμενεν ἐπὶ τῆς ἀργίας, εἰ θέμις εἰπεῖν; νοῦν γὰρ ὄντα καὶ θεὸν τὸ ἧττον κάλλιον ἀντὶ τοῦ μᾶλλον διώκειν οὐδὲ ὅσιον ἐννοεῖν. ἀλλὰ μὴν ἀναγκαῖον ταῦτα συγχωρεῖν, εἰ γενητὸς κατὰ χρόνον ὁ κόσμος, ἀλλὰ μὴ τῇ ἀπειρίᾳ τοῦ χρόνου συνυφεστώς. δοκοῦσι δέ μοι καὶ εἰς αὐτὸν πλημμελεῖν καὶ ἄλλως τὸν τοῦ κόσμου δημιουργὸν οἱ τὸν κόσμον ποτὲ μὴ εἶναι λέγοντες· εἰ γὰρ οὗτός ποτε οὐκ ἦν, ἐκεῖνός ποτε οὐκ ἐποίει· ἅμα γὰρ τὸ ποιούμενον καὶ τὸ ποιοῦν· εἰ δέ ποτε οὐκ ἐποίει, δυνάμει ἦν τότε ποιοῦν· εἰ δὲ δυνάμει, ἀτελὴς ἦν καὶ ὕστερον τέλειος, ὅτε ἐποίει· εἰ δὲ τὸ πρότερόν ἐστι καὶ ὕστερον περὶ αὐτόν, δῆλον, ὡς οὐκ ἦν τῶν αἰωνίως ἐνεργούντων, ἀλλὰ κατὰ χρόνον ἐκ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μεταστάς. ἀλλὰ μὴν αὐτὸς παράγει τὸν χρόνον· πῶς οὖν ἐνέργειαν ἔχων χρόνου δεομένην διὰ τῆς ἐνεργείας ταύτης τὸν χρόνον παρήγαγεν, οὗ δεῖται, ἵνα ποιήσῃ; τοῦτο μὲν οὖν οὐκ ἂν ἄλλως ἔχοι. μετὰ δὲ ταύτην τὴν δόξαν ἐπισκεψώμεθα Σευῆρον, ὅς φησιν ἁπλῶς μὲν ἀΐδιον εἶναι τὸν κόσμον, τοῦτον δὲ τὸν νῦν ὄντα καὶ οὕτως κινούμενον γενητόν· ἀνακυκλήσεις γὰρ εἶναι διττάς, ὡς ἔδειξεν ὁ Ἐλεάτης ξένος, τὴν μὲν ἣν νυνὶ περιπορεύεται τὸ πᾶν, τὴν δὲ ἐναντίαν· γενητὸς οὖν ὁ κόσμος καὶ ἀπʼ ἀρχῆς ἤρξατό τινος ὁ ταύτην τὴν ἀνακύκλησιν ἀνακυκλούμενος, ἁπλῶς δὲ οὐ γενητός. πρὸς δὴ ταύτην τὴν ἐξήγησιν ἀπάντησιν ἀπαντησόμεθα λέγοντες, ὅτι τὰ μυθικὰ αἰνίγματα μετάγεις εἰς φυσιολογίαν ὡς οὐκ ἔδει· ποῦ γὰρ ἀποκαμεῖν δυνατὸν τὴν κινοῦσαν ψυχὴν καὶ μεταβάλλειν τὴν ἀρχαίαν περιφοράν; πῶς δὲ τέλειον καὶ αὔταρκες τὸ πᾶν, εἰ μεταβολῆς ἐφίεται; πῶς δὲ ἀμφοτέρων τὴν οἰκείαν ἕξιν διασῳζόντων, τοῦ τε κινουμένου καὶ τοῦ κινοῦντος, ἔχει χώραν ἡ ἀμοιβὴ τῶν ἀνακυκλήσεων; πῶς δὲ ὁ Τίμαιός φησι τὴν μὲν ταὐτοῦ περιφορὰν ἐπὶ δεξιὰ κινεῖσθαι κατὰ τὴν δημιουργικὴν βούλησιν, τὴν δὲ θατέρου ἐπὶ ἀριστερά; εἰ γὰρ δεῖ μένειν ὡσαύτως καὶ ἀεὶ εἶναι τὰ δημιουργικὰ ἔργα, δεῖ καὶ τὰς ἀνακυκλήσεις εἶναι τὰς αὐτὰς ἀεὶ καὶ τὴν ταὐτοῦ περίοδον τὴν ἐπὶ δεξιὰ κινεῖσθαι κίνησιν· ἅμα γὰρ προῆλθεν ἀπὸ τοῦ δημιουργοῦ καὶ ταύτην ἔλαχε τὴν περιφοράν. ἔτι δὲ πῶς οὐκ ἀναγκαῖον ἀνωμαλίαν ἐπεισάγειν τῇ κινήσει τοῦ οὐρανοῦ; πᾶν γὰρ τὸ παύεσθαι μέλλον τῆς προτέρας κινήσεως, ἐπʼ ἄλλην δὲ μεταβαίνειν τὴν ἐναντίαν, καὶ ἐπὶ στάσιν ἐπείγεται καὶ ἀπομαραίνει τὴν προτέραν κίνησιν· ἐπεὶ τῆς αὐτῆς ἑστώσης ἐνεργείας τίς αἰτία τῆς δευτέρας ἀνακυκλήσεως; ταύτας μὲν δὴ φυσικὰς οὐκ οὔσας ἐξηγήσεις οὐδαμῶς ἀποδεκτέον. οὐ μὴν οὐδὲ ἐκεῖναι χώραν ἔχουσιν, ὅσαι λογικώτερον ἀποδίδονται, οἷον ὅτι κατʼ ἐπίνοιαν μόνην ἡ γένεσις ἐπὶ τοῦ κόσμου λέγεται—οὕτω γὰρ ἂν καὶ ὅτι δημιουργός ἐστι τοῦ παντὸς κατʼ ἐπίνοιαν συλλογισαίμεθα καὶ οὐ κατὰ ἀλήθειαν· ἐκ γὰρ τοῦ γενητὸν εἶναι τὸν κόσμον δέδεικται, ὅτι ποιητική τίς ἐστιν αὐτοῦ καὶ δημιουργικὴ αἰτία—ἢ αὖ ὅτι σαφηνείας ἕνεκα διδασκαλικῆς ὑπέθετο γιγνόμενον τὸ πᾶν, ἵνα διδάξῃ, πόσων ἀγαθῶν ἐκ τῆς δημιουργικῆς προνοίας μετείληχε· καὶ γὰρ τοῦτο ἔστι μέν πως ἀληθές, οὐκ αὔταρκες δὲ πρὸς τὴν Πλάτωνος θεωρίαν· τὸ γὰρ σαφὲς τίμιόν ἐστι, φησὶν Ἰάμβλιχος, ὅταν οἰκεῖον ᾖ πρὸς ἐπιστήμην· ἐπεὶ καὶ ἀϊδίου τοῦ παντὸς ῥηθέντος δυνατὸν ἦν ἐνδείξασθαι τὰ εἰς αὐτὸ παρὰ τῶν θεῶν διδόμενα ἀγαθά. πρὸς μὲν οὖν τὰς ἐξηγήσεις ταύτας τοσαῦτα ἀντειρήσθω. Πάλιν δὲ ἐξ ἀρχῆς εἴπωμεν, ὅπως λέγεται γενητὸν τὸ πᾶν· οὔτε γὰρ κατὰ χρόνον διὰ τοὺς εἰρημένους λόγους, οὔθʼ ὅτι ἀπʼ αἰτίας ἁπλῶς· οὐ γὰρ ἀπόχρη τοῦτο λέγειν· ἀπὸ γὰρ αἰτίας καὶ ὁ νοῦς τῆς πρώτης, καὶ πάντα τὰ μετὰ τὸ ἓν ἀπʼ αἰτίας ἐστίν, ἀλλʼ οὐ πάντα γενητά· ποῦ γὰρ τὸ αἰώνιον, εἰ πάντα γενητά; τὸ γὰρ ἓν καὶ πρὸ αἰῶνος. πῶς οὖν γενητὸν τὸ πᾶν; φαίη τις ἄν· ὡς ἀεὶ γιγνόμενον ἅμα καὶ γεγενημένον· οὐ γάρ που τοδὶ μὲν τὸ σῶμα οὐχὶ γίγνεται μόνον, ἀλλʼ ἔστιν ὅτε καὶ γέγονεν, ὁ δὲ σύμπας οὐρανὸς ἐν τῷ γίγνεσθαι μόνον ὑφέστηκεν, ἀλλʼ οὐχὶ καὶ γεγονώς ἐστιν ἅμα καὶ ἀεὶ ἐν τέλει, κατὰ τὸν Ἀριστοτέλην, τοῦ ἀεὶ χρονικοῦ ὄντος κατὰ τὴν ἀπειρίαν τὴν χρονικήν· ὡς γὰρ τὸ ἡλιοειδὲς φῶς ἀεὶ πρόεισιν ἀπὸ τῆς οἰκείας πηγῆς, οὕτω δὴ καὶ ὁ κόσμος ἀεὶ γίνεται καὶ ἀεὶ παράγεται καὶ ἀεὶ γιγνόμενός ἐστιν ἅμα καὶ γεγενημένος. αὐτὸ γὰρ ὅ ἐστι γίγνεται· διότι μὴ γιγνόμενος οὐκ ἔσται· καὶ ὡς σύνθετος γίνεται· πᾶσα γὰρ σύνθεσις γένεσίς ἐστιν. εἰ δὲ ἀεὶ σύγκειται, καὶ ἀεὶ γέγονεν, ὃ τῷ γίγνεσθαι σύνδρομόν ἐστιν, ὅ μοι δοκεῖ καὶ ὁ Πλάτων εἰδὼς ἀντὶ τοῦ γιγνόμενον τὸ γέγονεν εἰπεῖν, ὡς ἐπὶ τοῦ ὄντος ἀντὶ τοῦ ἔστι τὸ ἦν, πότερον ἦν ἀεὶ φάς· ὡς γὰρ ἐπὶ τοῦ νοητοῦ τὸ ἦν καὶ ἔστι ταὐτόν— πάντα γάρ ἐστιν ἐκεῖ κατὰ τὸ ἔστιν, ἐπεὶ καὶ πάντα ἐν τῷ νῦν, ὃ δὴ τοῦ κατὰ χρόνον νῦν ἀμερέστερον—οὕτω που καὶ τὸ γίγνεται τῷ γέγονεν ἐπὶ τοῦ αἰσθητοῦ παντὸς εἰς ταὐτὸν χωρεῖ· καὶ γὰρ γέγονεν ὡς γιγνόμενος καὶ ἔστιν ὡς γενητός. ὅτι δὲ οὐ τὸ γενητὸν τὸ κατὰ χρόνον τινὰ λαμβανόμενον δηλοῖ ἢ τὸ σύνθετον ἁπλῶς, δῆλον ἀπὸ τοῦ ἀντιθέτου· τούτῳ γὰρ τὸ ἀεὶ ὂν ἀντιδιεῖλεν. εἰ μὲν οὖν τὸ ἀεὶ ὂν ἐδήλου τὸ ἁπλοῦν, εἴπομεν ἂν γενητὸν τὸ σύνθετον μόνως· εἰ δὲ τὸ ἀεὶ ὂν τὸ κατὰ τὸν ἀεὶ χρόνον ἐσήμαινεν, ἐλέγετο ἂν γιγνόμενον τὸ ἀπό τινος χρόνου ἀρξάμενον· ἀντίκειται γὰρ οὐ τῷ αἰωνίῳ τὸ ἐν μέρει χρόνου, ἀλλὰ τὸ κατὰ πάντα τὸν χρόνον· νυνὶ δὲ τῷ αἰωνίῳ τὸ γενητὸν ἀντιδιεῖλεν· ὡς χρόνου ἄρα μετειληχὸς τοῦτο ἐκείνῳ ἀντίκειται, καὶ διὰ τοῦτο γενητόν. ὅτι δὲ τὸ ἀεὶ ὂν τὸ αἰώνιον δηλοῖ, φανερόν, εἴπερ καὶ ὁ δημιουργὸς ὁ παράγων τὸν χρόνον ἀεὶ ὂν ἀποκαλεῖται καὶ τὸ παράδειγμα. τὴν αἰώνιον ἄρα ὑπόστασιν σημαίνει καὶ οὐ τὴν χρονικῆς ἀϊδιότητος μετέχουσαν. ἀπορήσειε δʼ ἄν τις καὶ ταῦτα ὁμολογῶν, διὰ τί τὸν κόσμον γενητὸν ἀπὸ τοῦ σώματος προσείπομεν· ὄντος γὰρ ἐν αὐτῷ σώματος, ὅ ἐστι γενητὸν μόνως, καὶ ψυχῆς θείας καὶ ἀεὶ οὔσης καὶ θείου νοῦ πρὸ ταύτης, τί μαθόντες ἡμεῖς διὰ τὸ σῶμα γενητὸν αὐτόν, ἀλλʼ οὐ διὰ τὴν ψυχὴν ἢ τὸν νοῦν ἀγένητον ἐπωνομάκαμεν; ἀπὸ γὰρ τοῦ εἴδους πανταχοῦ χαρακτηρίζεσθαί φασι τὸν ὅλον κόσμον, ἀλλʼ οὐκ ἐκ τῆς ὑποκειμένης φύσεως· ἦ καὶ τὸν Σωκράτην θνητὸν ἀποκαλοῦμεν τὴν ψυχὴν ἀθάνατον ἔχοντα, διότι τὸ ἐν αὐτῷ ζῷον θνητόν. εἰ δὲ κἀκεῖνο λέγοις, ὅτι τὸ σωματοειδὲς νῦν τοῦ παντὸς σκοποῦμεν οὔπω τῇ ψυχῇ συντεταγμένον, ὀρθῶς ἂν λέγοις· ἂν δὲ ἔμψυχον αὐτὸ καὶ ἔννουν ἴδῃς, θεὸν αὐτὸ καλέσεις, ὥσπερ ὁ Πλάτων ἐν Πολιτείᾳ μὲν θεῖον γενητόν, ἐνταῦθα δὲ θεὸν εὐδαίμονα προσειπεῖν τὸν κόσμον ἠξίωσε. τίς δʼ ἂν καὶ ἐν αὐτοῖς τούτοις μειζόνως ἐνεκωμίασε τὸ πᾶν; ὃς ἐπειδὴ γενητὸν αὐτὸ καλεῖν ἔμελλε, τὸ ἀγένητον τοῖς αἰωνίοις ἀπονείμας οὕτως τὸν κόσμον γενητὸν προσεῖπεν—οὐ γὰρ ἐλαττοῦται τῇ πρὸς τὸ αἰώνιον παραθέσει γενητὸν ὀνομαζόμενον—καὶ τὸ γιγνόμενον αὐτοῦ τῷ γέγονε συνέπλεξεν, ἵνα ὡς μὲν πᾶν καὶ τέλειον γεγονός τε ἀποφανθῇ καὶ ὄν, ὡς δὲ ἐν χρόνῳ τὴν οὐσίαν ἔχον γενητόν, καὶ τινὸς ἀρχὴν αὐτῷ δέδωκε γενέσεως, ἀλλʼ οὐ πάσης, καὶ κατὰ τὸ σωματοειδὲς αὐτὸν προσεῖπε γένεσιν, παρεὶς τὰς ἐν αὐτῷ θείας δυνάμεις, διʼ ἃς εὐδαίμων ἐστὶ καὶ λέγεται θεός. ἀλλὰ μὴν καὶ τὴν ἀπόδειξιν θαυμάζειν ἄξιον, ὅπως ἐπιστημονικῶς ἀπὸ τοῦ ὅρου προελήλυθε· διὸ καὶ ἀντέστρεψε τὴν τάξιν· ἐν μὲν γὰρ ταῖς ὑποθέσεσι τὸ γενητὸν ἀφωρίσατο δοξαστόν, εἰς δὲ τὴν ἀπόδειξιν τοῦ γενητοῦ τὸ ἀντίστροφον παρείληφεν, ἵνα μέσον ποιήσηται τὸν ὅρον, ὥσπερ χρὴ πάντως ἐν ταῖς ἀποδείξεσι· τοῦτο γὰρ καὶ ὄντως ἔμελλεν ἀπόδειξιν τὸν λόγον ποιεῖν· ἡ γὰρ δόξα τῷ τοὺς λόγους ἔχειν τῶν γενητῶν τὴν αἰτίας ἀποφέρεται πρὸς αὐτὰ τάξιν. διό μοι δοκεῖ καὶ μὴ ἀρκεσθῆναι τῷ αἰσθητῷ πρὸς τὸ δεῖξαι τὸ γενητόν, ἀλλὰ προσθεῖναι καὶ ὅτι δοξαστόν, ἐπείπερ ἡ μὲν αἴσθησις τὰς ἐνεργείας γινώσκει τῶν αἰσθητῶν πάσχουσα ὑπʼ αὐτῶν, ἡ δὲ δόξα καὶ τὰς οὐσίας· προείληφε γὰρ αὐτῶν τοὺς λόγους· ἵνʼ οὖν αὐτὴν τὴν οὐσίαν ἀποφήνῃ γενητὴν τῶν αἰσθητῶν, ἀπὸ τοῦ δοξαστοῦ πεποίηται τὴν κατασκευήν. ἔτι τὸ μὴ προσθεῖναι τῷ γιγνομένῳ τὸ ἀπολλύμενον τὸ σέβας αὐτοῦ τὸ περὶ τὸν κόσμον ἀποδείκνυσι, καίτοι καὶ τοῦτο ἔστιν ὅπῃ ἀληθές, ὥσπερ εἴπομεν πρότερον. ὅμως τήν γε τοῦ Πλάτωνος εὐλάβειαν καὶ τοῦτο δείκνυσιν. ἔχων γὰρ αὐτὸ ἑπόμενον ὅμως οὐ προστίθησιν. ὃ καὶ θαυμάσειεν ἄν τις τῶν οἰομένων κατὰ χρόνον εἶναι τὸν κόσμον παρὰ τῷ Πλάτωνι γενητόν. τοῦτο μὲν γὰρ δὴ τὸ γιγνόμενον, ὃ καλεῖ δοξαστόν, ἅμα καὶ ἀπολλύμενόν ἐστιν, ἐκεῖνο δὲ οὐχ ἅμα. ὁ δʼ οὖν κόσμος καὶ ἀπολλύμενός ἐστι καὶ ἄφθαρτος, οὐ κατὰ τὸ αὐτὸ δήπου καὶ ἀπολλύμενον αὐτὸν καὶ ἄφθαρτον τοῦ φιλοσόφου καλοῦντος· γελοῖον γάρ· ἀλλὰ ἄφθαρτον μὲν κατὰ χρόνον, ὥσπερ καὶ ἀγένητον· εἰ γὰρ τὸ γενητὸν φθαρτόν, ὡς ἐν Πολιτείᾳ γέγραπται, τὸ ἄφθαρτον ἀγένητόν ἐστιν· ἀπολλύμενον δὲ ὡς ἑαυτὸ συνέχειν μὴ δυνάμενον. ὡς γὰρ ὅσον ἐφʼ ἑαυτῷ ἀκίνητόν ἐστι τὸ σωματοειδὲς ἑτεροκίνητον ὄν, οὕτως ὅσον ἐφʼ ἑαυτῷ ἀπολλύμενόν ἐστιν ὡς ὑπʼ ἄλλου συνεχόμενον· οὐδὲν γὰρ σῶμα ἑαυτοῦ γεννητικὸν ἢ συνεκτικόν· πᾶν γὰρ τὸ γεννῶν ποιεῖ, πᾶν δὲ τὸ ποιοῦν ἀσώματόν ἐστι· κἂν γὰρ σῶμα ᾖ, δυνάμεσιν ἀσωμάτοις ποιεῖ· πᾶν ἄρα τὸ γεννῶν ἀσώματόν ἐστι, καὶ πᾶν τὸ συνεκτικὸν ποιητικόν τινός ἐστι—λέγω δὲ τῆς ἑνώσεως καὶ τοῦ ἀσκεδάστου—πᾶν δὲ τὸ ποιητικὸν ἀμερές· πᾶν ἄρα τὸ συνεκτικὸν ἀμερές ἐστι. τὸ οὖν ἑαυτοῦ συνεκτικὸν σῶμα μὲν εἶναι ἀδύνατον· οὐ γάρ ἐστι τὸ συνέχειν σώματος· μεριστὸν γὰρ ᾗ σῶμα, καθάπερ εἴρηται καὶ ἐν τῷ Σοφιστῇ πρὸς τοὺς πάντα λέγοντας σώματα· τὸ δὲ συνέχον ἀμερές. εἰ δὲ τὸ συνεχόμενον σῶμα, τὸ δὲ συνέχον ἀσώματον, οὐκ αὐτὸ ἑαυτοῦ συνεκτικόν ἐστιν· ἀνάγκη ἄρα ἀμερὲς εἶναι τὸ ὑφʼ ἑαυτοῦ συνεχόμενον. ὡς οὖν κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ σῶμα πεπερασμένην ἔχει δύναμιν, οὕτω κατὰ τὴν ἑαυτοῦ φύσιν ἀπολλύμενόν ἐστιν, οὐχ ὡς ἐπιτήδειον εἰς φθοράν, ἀλλʼ ὡς ἑαυτὸ σῴζειν οὐ πεφυκός, οὐδʼ ὡς δυνάμει φθαρτόν, ἵνα καὶ τὸ ἐνεργείᾳ ζητῇς, ἀλλʼ ὡς καὶ τὸ ἄφθαρτον ἑαυτῷ παρέχειν οὐ δυνάμενον. πόθεν οὖν ἔχει, τὸ ἀΐδιον καὶ πόθεν τὴν ἄπειρον ὑποδέχεται δύναμιν; ἀπὸ τῆς ποιητικῆς, φαίην ἄν, αἰτίας· ὡς γὰρ κινεῖται ἐκεῖθεν, οὕτως καὶ γίνεται ἐκεῖθεν, καὶ ἀεὶ γίνεται· πᾶν γὰρ τὸ ἐξ ἀκινήτου γιγνόμενον αἰτίας ἀνέκλειπτον ἔλαχε φύσιν, ὥς πού φησι καὶ ὁ δαιμόνιος Ἀριστοτέλης. ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον ὁ κόσμος ἔχοι ἂν τὸ ἀΐδιον ἐξ ἀκινήτου δημιουργίας προϊών. ἐπειδὴ δὲ κατὰ τὴν οἰκείαν φύσιν γενητόν ἐστιν, ἀεὶ γίνεται παρὰ τοῦ πατρός· διότι δὲ πᾶν ὂν καὶ ὅλον οὐκ ἔστιν ἀτελές, ἀεὶ πρὸς τῷ γίνεσθαι γέγονεν, ὅπου γε καὶ ἡ κίνησις αὐτοῦ ἀεὶ ἐν τέλει ἐστίν, ὥς φησι καὶ ἐκεῖνος. πολλῷ ἄρα μᾶλλον ἡ κατὰ τὴν οὐσίαν γένεσις ἀεὶ ἐν τέλει ἐστί, μιμουμένη τὴν τελειότητα τοῦ ποιοῦντος· ὥστε καὶ γίνεται ἀεὶ καὶ γέγονεν, ὃ ἀεὶ γίνεται, ὅλον ἅμα τὸ ἄπειρον τῆς γεννητικῆς αὐτοῦ δυνάμεως ὑποδέξασθαι μὴ δυνάμενος, ἀεὶ δὲ κατὰ τὸ νῦν δυναμούμενος εἰς τὸ εἶναι παρʼ αὐτῆς τῇ κατὰ τὸ νῦν θίξει τοῦ ἀπείρου, δεχόμενος ἐκείνου τι, καὶ τοῦτο διὰ τὸ διδὸν καὶ οὐ διʼ ἑαυτόν, τὸ ἄπειρον λαβεῖν ὁμοῦ μὴ σθένων. καὶ οὕτως ἥ τε ἀϊδιότης μένει τοῦ κόσμου, καὶ ἡ γένεσις ἔχει χώραν. καὶ ταύτῃ γε οἱ ἄνδρες οὐ μάχονται, διαφέρουσι δʼ ὅμως, ὅτι Πλάτων μὲν τὴν οὐσίαν τοῦ οὐρανοῦ τῷ παντὶ χρόνῳ συμπαρατείνεσθαί φησιν, Ἀριστοτέλης δὲ ἀεὶ οὖσαν ἁπλῶς ὑποτίθεται, εἰ καὶ διὰ πολλῶν λόγων ἀναγκάζεται καὶ αὐτὸς εἰς τὴν χρονικὴν ἀπειρίαν ἀνάγειν αὐτήν, τὸν αἰῶνα δύναμιν ἄπειρον ἑστῶσαν λέγων. οὐδεμίαν δὲ ἄπειρον δύναμιν ὑπάρχειν σώματι πεπερασμένῳ δείκνυσιν. ἕπεται δὴ ἀεὶ μὲν λαμβάνειν τὸν κόσμον τὴν ἄπειρον δύναμιν, ὄντα σωματικόν, μηδέποτε δὲ τὴν ὅλην ἔχειν, διότι πεπέρασται. μόνως οὖν ἀληθὲς περὶ αὐτοῦ λέγειν, ὅτι ἀπειροδύναμος γίνεται, ἀλλʼ οὐκ ἔστιν. εἰ δὲ γίνεται, δῆλον, ὅτι ἀνὰ τὸν ἄπειρον χρόνον ἀπειροῦται· τῷ γὰρ αἰωνίῳ τὸ εἶναι ἀπείρῳ προσήκειν μόνῳ, τῷ δὲ γιγνομένῳ ἀπείρῳ τὸ τῷ χρόνῳ συναπειροῦσθαι· γένεσις γὰρ χρόνῳ σύζυγος, αἰῶνι δὲ ὕπαρξις· ὥστε καὶ αὐτὸς ἀναγκάζοιτʼ ἂν γιγνόμενόν πως τὸν κόσμον ὁμολογεῖν. καὶ δὴ τὸν αὐτὸν κατʼ ἀριθμὸν αὐτὸν ἀμφότεροί φασιν, ἀλλʼ ὃ μὲν εἶναι τὸν αὐτόν, ὃ δὲ γίνεσθαι, ταῖς ἀρχαῖς ἀκολούθως· ὃ μὲν γὰρ αἰτίαν ποιητικὴν πρὸ τοῦ παντὸς ἔθετο, παρʼ ἧς ὑφίστησι τὸ πᾶν, ὃ δὲ οὐδενὸς τῶν ἀϊδίων αἴτιον παραδίδωσι ποιητικόν· καὶ ὃ μὲν ἅμα τῇ οὐσίᾳ τοῦ οὐρανοῦ τὸν χρόνον ἀπεγέννησεν, ὃ δὲ ἅμα τῇ κινήσει· τὸν γὰρ ἀριθμὸν αὐτῆς εἶναι τὸν χρόνον. εἴωθε δὲ καὶ ἐν ἄλλοις Ἀριστοτέλης τοῦτο ποιεῖν· ὅσα γὰρ τῷ ἑνὶ Πλάτων, ταῦτα τῷ νῷ περιτίθησι, τὸ ἀπλήθυντον τὸ ἐφετὸν τὸ μηδὲν νοεῖν τῶν δευτέρων· ὅσα δὲ τῷ δημιουργικῷ νῷ ὁ Πλάτων, ταῦτα τῷ οὐρανῷ καὶ τοῖς οὐρανίοις θεοῖς Ἀριστοτέλης· παρὰ τούτων γὰρ εἶναι τὴν δημιουργίαν καὶ τὴν πρόνοιαν· καὶ ὅσα τῇ οὐσίᾳ τοῦ οὐρανοῦ ὁ Πλάτων, ταῦθʼ οὗτος τῇ κυκλοφορίᾳ, τῶν μὲν θεολογικῶν ἀρχῶν ἀφιστάμενος, τοῖς δὲ φυσικοῖς λόγοις πέρα τοῦ δέοντος ἐνδιατρίβων. ἐπειδὴ δὲ πολύς ἐστιν ὁ δαιμόνιος Ἀριστοτέλης ἄνω καὶ κάτω θρυλῶν τὰς ἀντιστροφὰς τοῦ γενητοῦ πρὸς τὸ φθαρτὸν καὶ τοῦ ἀγενήτου πρὸς τὸ ἄφθαρτον, ὑπομνηστέον αὐτόν, ὅτι πολλῷ πρότερον καὶ ὁ Πλάτων τούτοις συγχωρεῖ τοῖς ἀξιώμασιν, ἐν Πολιτείᾳ μὲν γράφων, ὅτι παντὶ τῷ γενομένῳ φθορὰ ἕπεται, ἐν Φαίδρῳ δὲ ὅτι τὸ ἀγένητον καὶ ἄφθαρτόν ἐστι. πῶς οὖν δυνατὸν ἢ γένεσιν αὐτὸν διδόντα τῷ παντὶ μὴ οὐχὶ καὶ φθορὰν ἐπεισάγειν, ἢ φθορὰν τῷ πλημμελῶς καὶ ἀτάκτως κινουμένῳ μὴ οὐχὶ καὶ γένεσιν αὐτῷ διδόναι πρὸ τῆς φθορᾶς; ἀλλʼ ἦν ἄρα καὶ ἡ γένεσις τοῦ παντὸς τρόπον ἕτερον αὐτῷ μεμηχανημένη καὶ ἀϊδιότης προσήκουσα τῷ τρόπῳ τῆς γενέσεως ἐκείνης συνηρμοσμένη. Τῷ δʼ αὖ γενομένῳ φαμὲν ὑπʼ αἰτίου τινὸς ἀνάγκην εἶναι γενέσθαι.

Συνοδεύει ταῖς ὑποθέσεσιν ὁ λόγος, μᾶλλον δὲ τῇ τάξει τῶν πραγμάτων, ἀφʼ ὧν αἱ ὑποθέσεις ἐλήφθησαν· ὡς γὰρ πανταχοῦ τὸ εἶδος ἐξήρτηται τῆς ποιητικῆς αἰτίας, οὕτω καὶ αἱ πρῶται ὑποθέσεις συνεχεῖς εἰσι πρὸς τὰς δευτέρας καὶ πρὸς τὰς ἀποδείξεις ἀρχὴν παρέχουσι ταῖς ἐχομέναις αὐτῶν· ἐπεὶ γὰρ δέδεικται κατὰ τὴν πρώτην ὑπόθεσιν, ὅτι γενητὸς ὁ κόσμος, διὰ μέσου τοῦ δοξαστοῦ, τὸ τούτῳ ἀκόλουθον ἑξῆς ἀποδείκνυσιν, ὅτι ὑπʼ αἰτίου γέγονε, κατὰ τὴν δευτέραν ὑπόθεσιν· εἰ γὰρ ὁ κόσμος γιγνόμενόν ἐστι, πᾶν δὲ τὸ γιγνόμενον ὑπʼ αἰτίου γίνεταί τινος, ὁ κόσμος ἄρα ὑπʼ αἰτίου τινὸς γέγονεν ἐξ ἀνάγκης. τί οὖν τὸ ποιητικὸν αἴτιον τοῦ παντός, ἀφʼ οὗ τὸ γίγνεσθαι τῷ κόσμῳ πάρεστι; τοῦτο γάρ ἐστιν ἐφεξῆς τῇ ἀποδείξει ταύτῃ ζητεῖν ἀναγκαῖον, καὶ θεασώμεθα, ποίοις δή τισι περὶ τούτου κέχρηται λόγοις προϊών. νῦν δὲ ὅτι πᾶν τὸ γινόμενον ὑπʼ αἰτίου τινὸς ἐξ ἀνάγκης γίνεται, διὰ βραχέων ἀναμνήσωμεν ἡμᾶς αὐτούς. τὸ δὴ γιγνόμενον πᾶν ἀτελές ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν· ἀτελὲς δὲ ὂν ἑαυτὸ τελειοῦν οὐ πέφυκεν, ὅπου γε οὐδὲ ἄλλο· πᾶν γὰρ τὸ τελειούμενον ἐκ τοῦ κατʼ ἐνέργειαν ὄντος τελειοῦται· τὸ δὲ κατʼ ἐνέργειαν ὂν τέλειον· ὥστε πᾶν τὸ τελειοῦν ἄλλο τι ἀεὶ ὄν ἐστι κατʼ ἐκεῖνο τὸ εἶδος. τὸ δὲ γιγνόμενον καθὸ γιγνόμενον ἀτελές· οὐκ ἄρα τὸ γιγνόμενον καθὸ γίγνεται ταύτῃ πέφυκεν ἄλλο τελειοῦν. εἰ δὲ μηδὲ ἄλλο, πολλῷ πλέον ἑαυτὸ τελειοῦν ἀδύνατόν ἐστι· τοῦτο γοῦν ἐκείνου μεῖζον· τὸ γὰρ ἑαυτοῦ τελειωτικὸν καὶ ἄλλο δύναται τελειοῦν· ἀλλὰ τὸ γιγνόμενον ἄλλο τελειοῦν οὐ δυνατόν, ἀτελὲς ὄν, οὐδʼ ἄρα ἑαυτοῦ τελειωτικόν ἐστιν. εἰ δὲ μὴ ὑφʼ ἑαυτοῦ, δῆλον, ὡς ὑπʼ ἄλλου. πῶς γὰρ ἔσται γεγονὸς μὴ τελειωθέν; πάλιν οὖν ῥητέον· ὁ κόσμος γίγνεται. πᾶν τὸ γιγνόμενον ἀτελές. πᾶν ἀτελὲς ἢ ὑπʼ ἄλλου ἢ ὑφʼ ἑαυτοῦ τελειοῦται. πᾶν ἄρα τὸ γιγνόμενον ἢ ὑπʼ ἄλλου ἢ ὑφʼ ἑαυτοῦ τελειοῦται. ἀλλὰ μὴν οὐχ ὑφʼ ἑαυτοῦ· ὑπʼ ἄλλου ἄρα· ὥστε ἀπʼ αἰτίας γίγνεταί τινος. ἔτι σύνθετός ἐστιν ὁ κόσμος καὶ ἐξ ἀνομοίων ἔχει τὴν ὑπόστασιν. εἰ δὲ σύνθετος, ἢ ὑφʼ ἑαυτοῦ συνετέθη ἢ ὑπʼ ἄλλου· δεῖ γὰρ ἐξ αἰτίας εἶναι τὴν σύνθεσιν, εἰ μὴ μέλλοιμεν αὐτὴν τυχαίαν καὶ ηὐτοματισμένην ποιεῖν. εἰ μὲν οὖν ὑφʼ ἑαυτοῦ συντέθειται, πάλιν ἑαυτὸν τελειώσει καὶ ἑαυτὸν ὑποστήσει, καὶ λήσομεν ἑαυτοὺς εἰς τὴν ἀσώματον αὐτὸν μεθιστάντες οὐσίαν· πῶς γὰρ καὶ συντίθησιν ἑαυτόν; πότερον τῶν μερῶν ἑαυτὰ ταττόντων; ἀλλʼ αὐτοκίνητα τὰ σώματα ποιήσομεν· ἀλλὰ ὠθούντων ἄλληλα; καὶ τί τὸ πρῶτον κινῆσαν; πῶς δὲ ὅσιον ταῖς τοιαύταις ὤσεσι καὶ μοχλείαις ἐπιτρέψαι τὸν σύμπαντα κόσμον; πῶς δὲ ἐξ ἀτάκτων ἔσται τάξις καὶ ἐξ ἀκοσμήτων κόσμος; πανταχοῦ γὰρ τὸ ποιοῦν κρεῖττον τοῦ ἀποτελέσματος καὶ τοῦ γεννωμένου τὸ γεννῶν. καὶ εἰ μὲν ὑλικά ἐστιν αἴτια τὰ μόρια τοῦ κόσμου τῆς συνθέσεως, τί τὸ ποιοῦν εἰς αὐτά; τοῦτο γὰρ ζητοῦμεν. εἰ δὲ ποιητικά, πῶς τὰ ἀκόσμητα τῶν κεκοσμημένων ποιητικὰ καὶ τὰ ἄτακτα τῶν τεταγμένων; εἰ δὲ μὴ ὑφʼ ἑαυτοῦ σύνθετον ὁ κόσμος, ὑπʼ ἄλλου δηλαδὴ τὴν σύνθεσιν ταύτην ἔσχεν. εἰ τοίνυν ὁ κόσμος σύνθετος, τὸ δὲ σύνθετον ὑπʼ αἰτίας τινὸς σύγκειται, ἡ δὲ σύνθεσις αὕτη γένεσίς τίς ἐστιν, ὁ κόσμος ἄρα ἀπʼ αἰτίας ἔχει τὴν γένεσιν. ὅτι μὲν οὖν τὸ γιγνόμενον ὑπʼ αἰτίας γίγνεταί τινος, ἀπὸ τούτων δῆλον. εἰ δὲ τὶ κέκληκεν αἴτιον τὸ τοῦ γιγνομένου παντὸς αἴτιον, οὐ θαυμαστόν· τὸ γὰρ ἁπλῶς αἴτιον καὶ οὐ τὶ αἴτιόν ἐστι τὸ τῶν πάντων αἴτιον, περὶ οὗ καὶ αὐτὸς εἶπε καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν· ἐκεῖνο γὰρ καὶ θεὸς ἁπλῶς· πᾶν δὲ τὸ μετʼ ἐκεῖνο τὶς θεός, οἷον δημιουργικὸς ἢ ζῳοποιός. τὶ οὖν αἴτιον τὸ τῶν γενητῶν αἴτιον, ὡς τοῦ πάντων αἰτίου διαφέρον· ὅθεν ὑπʼ αἰτίου τινὸς εἶπε γίγνεσθαι τὸ γιγνόμενον. εὖ δέ, ὅτι τὸ αἴτιον ἓν τῆς γενέσεως τῆς ὅλης ὁ Πλάτων προεῖναί φησι· καὶ γὰρ τὸ πλῆθος περὶ τὴν μίαν ἀρχὴν συντέτακται καὶ αἱ πολλαὶ ἑνάδες περὶ τὸ ἕν. τῶν δὲ ἄλλων οἳ μὲν τοῖς συναιτίοις τὴν αἰτίαν ἀνέθεσαν, οἳ δὲ εἰς φυσικὰς δυνάμεις ἀνῆλθον, οἳ δὲ εἰς διεσπαρμένας ἀπείρους ἀρχάς, οἳ δὲ εἰς ταύτην τὴν φύσιν, οἳ δὲ εἰς ψυχήν· ὁ δέ γε Πλάτων ταύτας μὲν τὰς αἰτίας μεθῆκε, πρωτίστην δὲ πασῶν ὑποτίθεται τὴν μίαν αἰτίαν· ταύτῃ γὰρ συνεργεῖ μὲν ἡ ψυχικὴ τάξις, ὑπουργεῖ δὲ ἡ φύσις, δουλεύει δὲ πάντα τὰ συναίτια καὶ κατὰ τὴν αὐτῆς κινεῖται βούλησιν. διότι μὲν οὖν προηγεῖται τοῦ πλήθους ἡ δημιουργικὴ μονάς, αἰτίαν ταύτην προσηγόρευσε· τοῦτο γάρ ἐστι τῆς μονότητος σημαντικόν· διότι δὲ οὐχὶ τὴν πρώτην ἔχει τάξιν ἐν τοῖς αἰτίοις οὐδέ ἐστιν ἀμέθεκτος, τὸ τινὸς προσέθηκεν· ὥστε τὸ ὑπʼ αἰτίου τινὸς ταὐτὸν τῷ ἀπʼ αἰτίας μὲν μιᾶς, μὴ μέντοι τῆς πρώτης. οὐκοῦν οὐδὲ ἔχει λόγον ἀπὸ τοῦ ἑνὸς τὸ γιγνόμενον εὐθὺς παράγειν, ἀλλὰ τὸ αἰώνιον, ἵνα ἀπὸ μὲν τοῦ ἑνὸς ᾖ τοῦ πρὸ αἰῶνος ἡ αἰώνιος ἅπασα φύσις, ἀπὸ δὲ ταύτης ἡ γενητὴ καὶ ἔγχρονος, καὶ ἀπὸ μὲν τοῦ κρείττονος τῶν ἑαυτὰ ποιούντων τὰ αὐθυπόστατα, ἀπὸ δὲ τούτων τὰ ὑφʼ ἑτέρων γιγνόμενα· συνέχεια γάρ ἐστι καὶ σειρὰ καὶ τάξις τῶν ἀπὸ τοῦ ἑνὸς προεληλυθότων, καὶ τὰ ἐγγυτέρω τῆς ἀρχῆς ὑποστατικὰ γίνεται τῶν πορρωτέρω.

Τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς ἅπαντας ἀδύνατον λέγειν.

Ἐπέστησαν μὲν οἱ πρὸ ἡμῶν ὀρθῶς, ὅτι δείξας ἀπʼ αἰτίου γεγονότα τὸν κόσμον ὁ Πλάτων ἐπαξίως τῆς ἑαυτοῦ νοήσεως εὐθὺς ἐπὶ θεὸν ἀνῆλθε δημιουργόν· τὸ γὰρ τεχνικὸν τοῦ γεννήματος λελογισμένην καὶ θείαν αἰτίαν εἰσάγειν ἐφαίνετο καὶ οὐ τύχην οὐδὲ τὸ αὐτόματον, ἃ μήτε αἴτιά ἐστι μήτε ὑποστατικὴν ἔχει δύναμιν μήθʼ ὅλως ὑπομένει τὴν εὔτακτον τῶν ὄντων πρόοδον. ἡμᾶς δὲ πρῶτον χρὴ τὴν λέξιν αὐτὴν καθʼ αὑτὴν ἐξετάσαντας ἔπειτα οὕτω πρὸς τὴν ὅλην θεωρίαν ἀναδραμεῖν. ὁ μὲν οὖν πατὴρ καὶ ὁ ποιητὴς διαφορὰν ἔχουσι πρὸς ἀλλήλους, καθόσον ὃ μὲν τῆς ὅλης ὑποστάσεώς ἐστιν αἴτιος, ὃ δὲ τοῦ κόσμου καὶ τῆς τάξεως καὶ ὅλως τῆς εἰδητικῆς αἰτίας, καὶ καθόσον ὃ μὲν τοῦ εἶναι καὶ τῆς ἑνώσεως ὑπάρχει χορηγός, ὃ δὲ τῶν δυνάμεων καὶ τῆς πολυειδοῦς οὐσίας, καὶ καθόσον ὃ μὲν ἐν ἑαυτῷ πάντα μονίμως συνέχει, ὃ δὲ προόδου καὶ ἀπογεννήσεως αἴτιός ἐστι, καὶ καθόσον ὃ μὲν ἄρρητον πρόνοιαν σημαίνει καὶ θείαν, ὃ δὲ ἄφθονον μετάδοσιν τῶν λόγων. Πορφύριος δέ φησιν, ὅτι πατὴρ μέν ἐστιν ὁ ἀφʼ ἑαυτοῦ γεννῶν τὸ ὅλον, ποιητὴς δὲ ὁ παρʼ ἄλλου τὴν ὕλην λαμβάνων ὅθεν καὶ πατὴρ μὲν Ἀρίστων λέγεται Πλάτωνος ὡς ὅλου αἴτιος, ποιητὴς δὲ ὁ οἰκοδόμος τῆς οἰκίας ὡς οὐκ αὐτὸς τὴν ὕλην γεννῶν. εἰ δὲ τοῦτο ἀληθές, δῆλον ὡς οὐκ ἔδει πατέρα λέγειν τὸν δημιουργόν, οὐχ ὑφιστάντα κατὰ τὸν Τίμαιον τὴν ὕλην· οὐ γὰρ λέγει τοῦτο σαφῶς; μήποτε οὖν ὡς μὲν εἰδοποιὸς μᾶλλόν ἐστι ποιητής· καὶ γὰρ ποιεῖν φαμεν πάντας τοὺς ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναί τι παράγοντας· ὡς δὲ μετὰ ζωῆς παράγων ἃ παράγει, πατήρ· ζῴων γάρ εἰσιν οἱ πατέρες αἴτιοι καὶ ζώντων τινῶν καὶ προετικοὶ σπερμάτων μετὰ ζωῆς. τοῦτο μὲν οὖν τοιοῦτον. τὸ δὲ πᾶν τόδε σημαίνει μὲν καὶ τοὺς ὄγκους τοὺς σωματικοὺς τάς τε ὅλας σφαίρας καὶ τὰ πληρώματα τὰ ἑκάστης, σημαίνει δὲ καὶ τὰς ἐποχουμένας τοῖς ὄγκοις δυνάμεις ζωτικάς τε καὶ νοεράς, περιλαμβάνει γε μὴν καὶ αὐτοὺς πάντας τοὺς ἐγκοσμίους θεοὺς καὶ τὴν ὅλην τοῦ κόσμου θεότητα, περὶ ἣν πρόεισιν ὁ τῶν ἐγκοσμίων θεῶν ἀριθμός· ἥ τε οὖν μία θεότης καὶ ὁ εἷς νοῦς καὶ ἡ θεία ψυχὴ καὶ ὁ ὅλος ὄγκος μετὰ τοῦ συζυγοῦντος ἀριθμοῦ θείου τε καὶ νοεροῦ, ψυχικοῦ τε καὶ σωματοειδοῦς—ἑκάστη γὰρ μονὰς ἔχει σύστοιχον ἑαυτῇ πλῆθος—ἀντὶ τοῦ παντὸς εἰλήφθω· ταῦτα γὰρ πάντα σημαίνει τὸ πᾶν. τάχα δὲ καὶ τὸ τόδε προσκείμενον τοῦ αἰσθητὸν εἶναι καὶ μερικόν πώς ἐστι σημαντικόν· τὸ μὲν γὰρ νοητὸν πᾶν οὐ τόδε, διότι πάντων ἐστὶ νοερῶν εἰδῶν περιεκτικόν· τούτῳ δὲ αὖ τῷ παντὶ καὶ τὸ τόδε προσήκει, φύσιν αἰσθητὴν λαχόντι καὶ ἔνυλον. τὸν τοίνυν δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν ἔργον ἐστίν, ὥς φησιν· ἐπειδὴ γὰρ ἡ εὕρεσις, ἣ μὲν ἀπὸ τῶν πρώτων ἐστὶ προϊοῦσα κατʼ ἐπιστήμην, ἣ δʼ ἀπὸ τῶν δευτέρων κατὰ ἀνάμνησιν ὁδεύουσα, τὴν μὲν ἀπὸ τῶν πρώτων εὕρεσιν χαλεπὴν ἂν φαίης, διότι τῆς ἀκροτάτης ἔχεται θεωρίας ἡ τῶν μεταξὺ δυνάμεων εὕρεσις, τὴν δὲ ἀπὸ τῶν δευτέρων ὀλίγου δέω φάναι ταύτης χαλεπωτέραν· εἰ μὲν γὰρ μέλλοιμεν ἀπὸ τούτων τὴν οὐσίαν ὄψεσθαι τοῦ δημιουργοῦ καὶ τὰς ὅλας αὐτοῦ δυνάμεις, δεῖ τὴν τῶνδε τῶν ὑπʼ αὐτοῦ γεγεννημένων φύσιν τεθεᾶσθαι σύμπασαν τάς τε ἐμφανεῖς ἁπάσας τοῦ κόσμου μερίδας καὶ τὰς ἀφανεῖς ἐν αὐτῷ φυσικὰς δυνάμεις, καθʼ ἃς ἡ ἐν τῷ κόσμῳ συμπάθεια καὶ ἀντιπάθεια τῶν μερῶν ὑφέστηκε, καὶ πρὸ τούτων τοὺς ἑστῶτας φυσικοὺς λόγους καὶ τὰς φύσεις αὐτάς, τάς τε ὁλικωτέρας καὶ τὰς μερικωτέρας, ἀΰλους αὖ καὶ ἐνύλους, θείας τε καὶ δαιμονίας καὶ τὰς τῶν θνητῶν ζῴων, ἔτι τὰ ὑπὸ τὴν ζωὴν γένη, τὰ μὲν ἀΐδια τὰ δὲ θνητά, καὶ τὰ μὲν ἄχραντα τὰ δὲ ἔνυλα, καὶ τὰ μὲν ὅλα τὰ δὲ μέρη, καὶ τὰ μὲν λογικὰ τὰ δὲ ἄλογα, τά τε κρείττονα ἡμῶν πληρώματα, διʼ ὧν πᾶν τὸ μεταξὺ συνδέδεται θεῶν τε καὶ τῆς θνητοειδοῦς φύσεως, καὶ ψυχὰς παντοίας καὶ θεῶν ἀριθμοὺς ἄλλους κατʼ ἄλλας τοῦ παντὸς μερίδας, τά τε ἄρρητα καὶ τὰ ῥητὰ συνθήματα τοῦ κόσμου, διʼ ὧν συνάπτεται τῷ πατρί· ὁ γὰρ ἄνευ τούτων ὁρμῶν ἐπὶ τὴν τοῦ δημιουργοῦ θεωρίαν ἀτελέστερός ἐστι τῆς νοήσεως τοῦ πατρός· ἀτελὲς δὲ οὐδὲν τῷ παντελείῳ συνάπτεσθαι θέμις. ἀλλὰ δεῖ καὶ τὴν ψυχὴν κόσμον νοερὸν γενομένην καὶ ὁμοιωθεῖσαν εἰς δύναμιν τῷ ὅλῳ καὶ νοητῷ κόσμῳ προσάγειν ἑαυτὴν τῷ ποιητῇ τοῦ παντός, ἐκ δὲ τῆς προσαγωγῆς οἰκειωθῆναί πως αὐτῷ διὰ τῆς συνεχοῦς ἐπιβολῆς—ἡ γὰρ ἀδιάκοπος ἐνέργεια περὶ ἕκαστον ἐκκαλεῖται καὶ ἀναζωπυρεῖ τοὺς ἐν ἡμῖν λόγους—διὰ δὲ τῆς οἰκειώσεως εἰς τὴν θύραν καταστᾶσαν τοῦ πατρὸς ἑνωθῆναι πρὸς αὐτόν· τοῦτο γάρ ἐστιν ἡ εὕρεσις, τὸ ἐντυχεῖν αὐτῷ, τὸ ἑνωθῆναι, τὸ μόνην μόνῳ συγγενέσθαι, τὸ τῆς αὐτοφανείας ταύτης τυχεῖν, ἀπὸ πάσης ἄλλης ἐνεργείας εἰς ἐκεῖνον ἁρπάσασαν ἑαυτήν, ὅτε καὶ τοὺς ἐπιστημονικοὺς λόγους μύθους ἡγήσεται συνοῦσα τῷ πατρὶ καὶ συνεστιωμένη τὴν ἀλήθειαν τοῦ ὄντος καὶ ἐν αὐγῇ καθαρᾷ καθαρῶς ὁλόκληρα καὶ ἀτρεμῆ φάσματα μυουμένη. τὸ μὲν οὖν εὑρεῖν τοιόνδε τί ἐστιν, οὐχ ἡ δοξαστικὴ εὕρεσις· ἀμφίβολος γὰρ αὕτη καὶ οὐ πόρρω τῆς ἀλόγου ζωῆς· οὐδʼ ἡ ἐπιστημονική· συλλογιστικὴ γὰρ αὕτη καὶ σύνθετος καὶ οὐκ ἐφάπτεται τῆς τοῦ νοεροῦ δημιουργοῦ νοερᾶς οὐσίας· ἀλλʼ ἡ κατὰ τὴν ἐπιβολὴν τὴν αὐτοπτικὴν καὶ τὴν ἐπαφὴν τοῦ νοητοῦ καὶ τὴν ἕνωσιν τὴν πρὸς τὸν δημιουργικὸν νοῦν· αὕτη γὰρ ἔργον ἂν προσρηθείη κυρίως, ἢ ὡς χαλεπὴ καὶ δυσέφικτος, μετὰ πᾶσαν τὴν διέξοδον τῆς ζωῆς ἀναφαινομένη ταῖς ψυχαῖς, ἢ ὡς ἆθλος ἀληθινὸς τῶν ψυχῶν· μετὰ γὰρ τὴν πλάνην τῆς γενέσεως καὶ τὴν κάθαρσιν καὶ μετὰ τὸ τῆς ἐπιστήμης φῶς ἀναλάμπει τὸ νοερὸν ἐνέργημα καὶ ὁ ἐν ἡμῖν νοῦς, ὁρμίζων τὴν ψυχὴν ἐν τῷ πατρὶ καὶ ἐνιδρύων αὐτὴν ἀχράντως ἐν ταῖς δημιουργικαῖς νοήσεσι καὶ φῶς φωτὶ συνάπτων, οὐχ οἷον τὸ τῆς ἐπιστήμης, ἀλλὰ καὶ τοῦδε κάλλιον καὶ νοερώτερον καὶ ἑνοειδέστερον οὗτος γάρ ἐστιν ὁ πατρικὸς ὅρμος, ἡ εὕρεσις τοῦ πατρός, ἡ πρὸς αὐτὸν ἄχραντος ἕνωσις. τὸ δὲ αὖ εὑρόντα μὴ δυνατὸν εἶναι λέγειν τάχα μὲν καὶ τὸ τῶν Πυθαγορείων ἔθος ἐνδεικνύοιτʼ ἄν, οἳ τοὺς περὶ τῶν θείων λόγους ἀπορρήτους εἶχον καὶ οὐ πρὸς πάντας διελέγοντο περὶ αὐτῶν· τὰ γὰρ τῶν πολλῶν ὄμματα καρτερεῖν πρὸς τὸ ἀληθὲς ἀφορῶντα ἀδύνατα, φησὶν ὁ Ἐλεάτης ξένος. τάχα δὲ καὶ τοῦτο λέγοι ἂν καὶ πολλῷ τούτου σεμνότερον, ὅτι τὸν εὑρόντα λέγειν ὡς εἶδε πρός τινας ἀδύνατον· οὐδὲ γὰρ ἡ εὕρεσις λεγούσης τι τῆς ψυχῆς ἦν, ἀλλὰ μυούσης καὶ ὑπεστρωμένης πρὸς τὸ θεῖον φῶς, οὐδὲ κινουμένης οἰκείαν κίνησιν, ἀλλὰ σιωπώσης τὴν οἷον σιωπήν· ὅπου γὰρ οὐδὲ τὴν τῶν ἄλλων πραγμάτων οὐσίαν πέφυκεν ἢ διʼ ὀνόματος αἱρεῖν ἢ διʼ ὁριστικῆς ἀποδόσεως ἢ διʼ ἐπιστήμης, ἀλλὰ διὰ νοήσεως μόνης, ὥς φησιν ἐν ταῖς Ἐπιστολαῖς αὐτός, πῶς ἂν τὴν οὐσίαν τοῦ δημιουργοῦ δύναιτο τρόπον ἕτερον εὑρεῖν ἢ νοερῶς; πῶς δʼ ἂν οὕτως εὑροῦσα δύναιτο διʼ ὀνομάτων καὶ ῥημάτων ἐξαγγεῖλαι τὸ ὀφθὲν καὶ εἰς ἄλλους ἐξενεγκεῖν; ἡ γὰρ ἐν συνθέσει φερομένη διέξοδος ἀδυνατεῖ τὴν ἑνοειδῆ καὶ ἁπλῆν παριστάνειν φύσιν. τί οὖν; φαίη τις ἄν· οὐχὶ πολλὰ καὶ περὶ τοῦ δημιουργοῦ καὶ περὶ τῶν ἄλλων θεῶν καὶ ὑπὲρ τοῦ ἑνὸς αὐτοῦ λέγομεν; ἦ περὶ αὐτῶν μὲν λέγομεν, αὐτὸ δὲ ἕκαστον οὐ λέγομεν, καὶ ἐπιστημονικῶς μὲν δυνάμεθα λέγειν, νοερῶς δὲ οὔ· τοῦτο γάρ ἐστι τὸ εὑρεῖν, ὥσπερ εἴπομεν πρότερον. εἰ δὲ ἡ εὕρεσις σιωπώσης ἐστὶ τῆς ψυχῆς, πῶς ἂν ἀρκέσειε τὸ εὑρεθὲν οἷόν ἐστιν ὁ διὰ τοῦ στόματος ῥέων λόγος εἰς φῶς ἐξενεγκεῖν; Φέρε οὖν καὶ ἡμεῖς ἐπὶ τούτοις ἑπόμενοι τῷ φωτὶ τῆς ἐπιστήμης αὐτὸ τοῦτο, ὃ λέγομεν, θεασώμεθα, τίς ὁ δημιουργὸς οὗτος καὶ ἐν ποίᾳ τάξει τέτακται τῶν ὄντων· ἄλλοι γὰρ αὖ τῶν πρεσβυτέρων ἐπʼ ἄλλας δόξας ἠνέχθησαν. Νουμήνιος μὲν γὰρ τρεῖς ἀνυμνήσας θεοὺς πατέρα μὲν καλεῖ τὸν πρῶτον, ποιητὴν δὲ τὸν δεύτερον, ποίημα δὲ τὸν τρίτον· ὁ γὰρ κόσμος κατʼ αὐτὸν ὁ τρίτος ἐστὶ θεός· ὥστε ὁ κατʼ αὐτὸν δημιουργὸς διττός, ὅ τε πρῶτος θεὸς καὶ ὁ δεύτερος, τὸ δὲ δημιουργούμενον ὁ τρίτος. ἄμεινον γὰρ οὕτω λέγειν, ἢ ὡς ἐκεῖνος λέγει προστραγῳδῶν, πάππον, ἔγγονον, ἀπόγονον. ὁ δὴ ταῦτα λέγων πρῶτον μὲν οὐκ ὀρθῶς τἀγαθὸν συναριθμεῖ τοῖσδε τοῖς αἰτίοις· οὐ γὰρ πέφυκεν ἐκεῖνο συζεύγνυσθαί τισιν οὐδὲ δευτέραν ἔχειν ἄλλου τάξιν. ὁ δὲ πατὴρ παρὰ τῷ Πλάτωνι δεύτερος τέτακται τοῦ ποιητοῦ. ἔτι δὲ τὸ πάσης ἐξῃρημένον σχέσεως συντάττει τοῖς ὑπʼ αὐτὸ καὶ μετʼ αὐτό· δεῖ δὲ ταῦτα μὲν ἀναπέμπειν ἐπὶ τὸ πρῶτον, ἐκείνου δὲ πᾶσαν ἀφαιρεῖν σχέσιν. οὐδὲ τὸ πατρικὸν ἄρα τοῦ παντὸς ἐφαρμόσει τῷ πρώτῳ· ταῦτα γὰρ ἐν ταῖς μετʼ αὐτὸ τάξεσιν ἀνεφάνη τῶν θεῶν. τρίτον δὲ ἐπὶ τούτοις τὸ διαιρεῖν τὸν πατέρα καὶ ποιητὴν τοῦ Πλάτωνος ἕνα καὶ τὸν αὐτὸν ἀμφοτέροις τοῖς ὀνόμασιν ὑμνήσαντος οὐκ ὀρθόν· μία γὰρ ἡ θεία δημιουργία καὶ εἷς ὁ ποιητὴς καὶ πατὴρ πανταχοῦ τῷ Πλάτωνι παραδέδοται, καὶ τὸ διασπᾶν τὴν μίαν αἰτίαν τοῖς ὀνόμασιν ἐφεπόμενον ὅμοιον ὥσπερ εἴ τις τοῦ Πλάτωνος τὸ πᾶν οὐρανὸν καὶ κόσμον ἐπονομάζοντος δύο τὰ δημιουργήματα ἔλεγε, τὸ μὲν οὐρανόν, τὸ δὲ κόσμον, καθάπερ ἐνταῦθα διττόν φησι τὸ δημιουργικόν, τὸ μὲν πατήρ, τὸ δὲ ποιητής. Ἁρποκρατίων δὲ θαυμάσαιμʼ ἄν, εἰ καὶ αὐτὸς ἑαυτόν γε ἀρέσκοι τοιαῦτα περὶ τοῦ δημιουργοῦ διαταττόμενος· ἕπεται μὲν γὰρ τῷδε τῷ ἀνδρὶ κατὰ τὴν τῶν τριῶν θεῶν παράδοσιν καὶ καθόσον διττὸν ποιεῖ τὸν δημιουργόν, ἀποκαλεῖ δὲ τὸν μὲν πρῶτον θεὸν Οὐρανὸν καὶ Κρόνον, τὸν δὲ δεύτερον Δία καὶ Ζῆνα, τὸν δὲ τρίτον οὐρανὸν καὶ κόσμον. πάλιν δʼ αὖ μεταβαλὼν τὸν πρῶτον Δία προσαγορεύει καὶ βασιλέα τοῦ νοητοῦ, τὸν δὲ δεύτερον ἄρχοντα, καὶ ὁ αὐτὸς αὐτῷ γίγνεται Ζεὺς καὶ Κρόνος καὶ Οὐρανός. πάντα γοῦν ταῦτά ἐστι τὸ πρῶτον, οὗ πάντα ὁ Παρμενίδης ἀφεῖλε, πᾶν ὄνομα καὶ πᾶσαν σχέσιν καὶ πάντα λόγον. καὶ ἡμεῖς μὲν οὐδὲ πατέρα τὸν πρῶτον ἠνεσχόμεθα καλεῖν, ὃ δὲ τὸ αὐτὸ καὶ πατέρα καὶ ἔγγονον καὶ ἀπόγονον ἀπέφηνεν. Ἀττικὸς δέ, ὁ τούτου διδάσκαλος, αὐτόθεν τὸν δημιουργὸν εἰς ταὐτὸν ἄγει τἀγαθῷ, καίτοι ἀγαθὸς μὲν καλεῖται παρὰ τῷ Πλάτωνι, τἀγαθὸν δὲ οὔ, καὶ νοῦς προσαγορεύεται, τἀγαθὸν δὲ αἴτιον ἁπάσης οὐσίας καὶ ἐπέκεινα τοῦ ὄντος ἐστίν, ὡς ἐν Πολιτείᾳ μεμαθήκαμεν. τί δʼ ἂν εἴποι καὶ περὶ τοῦ παραδείγματος; ἢ γὰρ πρὸ τοῦ δημιουργοῦ ἐστι, καὶ ἔσται τι τἀγαθοῦ πρεσβύτερον, ἢ ἐν τῷ δημιουργῷ, καὶ ἔσται πολλὰ τὸ πρῶτον, ἢ μετὰ τὸν δημιουργόν, καὶ τἀγαθόν, ὃ μηδὲ θέμις εἰπεῖν, εἰς τὰ μετʼ αὐτὸ ἐπιστραφήσεται κἀκεῖνα νοήσει. μετὰ δὴ τούτους τοὺς ἄνδρας Πλωτῖνος ὁ φιλόσοφος διττὸν μὲν ὑποτίθεται τὸν δημιουργόν, τὸν μὲν ἐν τῷ νοητῷ, τὸν δὲ τὸ ἡγεμονοῦν τοῦ παντός, λέγει δὲ ὀρθῶς· ἔστι γάρ πως καὶ ὁ νοῦς ὁ ἐγκόσμιος δημιουργὸς τοῦ παντός. καὶ ὅ γε Ἀριστοτέλης—τοῦτο γὰρ ἀπεφήνατο εἶναι τὸ πρῶτον—καὶ τοῦτον εἱμαρμένην ἀπεκάλεσε καὶ τῷ τοῦ Διὸς ὀνόματι προσεῖπεν. ἔστι δὲ αὖ καὶ ὁ ἐξῃρημένος πατὴρ καὶ ποιητής, ὃν ἐν τῷ νοητῷ τίθεται εἶναι, πᾶν τὸ μεταξὺ τοῦ τε ἑνὸς καὶ κόσμου νοητὸν καλῶν· ἐκεῖ γὰρ αὐτῷ καὶ ὁ ἀληθινὸς οὐρανός ἐστι καὶ ἡ βασιλεία τοῦ Κρόνου καὶ ὁ Δίιος νοῦς· οἷον εἴ τις ἔλεγεν ὅτι ἐν οὐρανῷ καὶ ἡ τοῦ Κρόνου σφαῖρα καὶ ἡ τοῦ Διὸς καὶ ἡ τοῦ Ἄρεως· τὸ γὰρ ὅλον νοητὸν ἓν πολλά ἐστι καὶ εἷς νοῦς πολλῶν νοητῶν περιληπτικός. ταῦτα μὲν οὖν ὁ Πλωτῖνος φιλοσοφῶν. Ἀμέλιος δὲ τριττὸν ποιεῖ τὸν δημιουργὸν καὶ τρεῖς νοῦς, βασιλέας τρεῖς, τὸν ὄντα, τὸν ἔχοντα, τὸν ὁρῶντα. διαφέρουσι δὲ οὗτοι, διότι ὁ μὲν πρῶτος νοῦς ὄντως ἐστὶν ὅ ἐστιν, ὁ δὲ δεύτερος ἔστι μὲν τὸ ἐν αὐτῷ νοητόν, ἔχει δὲ τὸ πρὸ αὐτοῦ καὶ μετέχει πάντως ἐκείνου καὶ διὰ τοῦτο δεύτερος, ὁ δὲ τρίτος ἔστι μὲν τὸ ἐν αὐτῷ καὶ οὗτος· πᾶς γὰρ νοῦς τῷ συζυγοῦντι νοητῷ ὁ αὐτός ἐστιν· ἔχει δὲ τὸ ἐν τῷ δευτέρῳ καὶ ὁρᾷ τὸ πρῶτον· ὅσῳ γὰρ πλείων ἡ ἀπόστασις, τοσούτῳ τὸ ἔχειν ἀμυδρότερον. τούτους οὖν τοὺς τρεῖς νόας καὶ δημιουργοὺς ὑποτίθεται καὶ τοὺς παρὰ τῷ Πλάτωνι τρεῖς βασιλέας καὶ τοὺς παρʼ Ὀρφεῖ τρεῖς, Φάνητα καὶ Οὐρανὸν καὶ Κρόνον, καὶ ὁ μάλιστα παρʼ αὐτῷ δημιουργὸς ὁ Φάνης ἐστίν. ἄξιον οὖν ἐκεῖνα καὶ πρὸς τοῦτον λέγειν, ὅτι πανταχοῦ ὁ Πλάτων ἀπὸ τοῦ πλήθους ἐπὶ τὰς ἑνάδας ἀνατρέχειν εἴωθεν, ἀφʼ ὧν καὶ ἡ ἐν τοῖς πολλοῖς προελήλυθε τάξις. μᾶλλον δὲ καὶ πρὸ τοῦ Πλάτωνος κατʼ αὐτὴν τὴν τῶν πραγμάτων τάξιν πρὸ τοῦ πλήθους ἡ ἑνάς ἐστι, καὶ πᾶσα θεία τάξις ἀπὸ μονάδος ἄρχεται· δεῖ μὲν γὰρ ἐκ τριάδος προϊέναι τὸν ἀριθμὸν τὸν θεῖον, ἀλλὰ πρὸ τῆς τριάδος ἡ μονάς. ποῦ οὖν ἡ δημιουργικὴ μονάς, ἵνα ἀπʼ αὐτῆς ἡ τριάς; πῶς δὲ καὶ ὁ κόσμος εἷς μὴ ὑφʼ ἑνὸς αἰτίου δημιουργούμενος; δεῖ γὰρ πολλῷ πρότερον αὐτὸ τὸ αἴτιον ἡνῶσθαι καὶ εἶναι μοναδικόν, ἵνα γένηται καὶ ὁ κόσμος μονογενής. ἔστωσαν οὖν καὶ οἱ δημιουργοὶ τρεῖς ἀλλὰ τίς ὁ πρὸ τῶν τριῶν εἷς; οὐδεμία γὰρ τῶν θείων τάξεων ἐκ πλήθους ἄρχεται. ἔτι δὲ εἰ τὸ παράδειγμα ἓν καὶ ὁ κόσμος εἷς, πῶς οὐχὶ καὶ ὁ δημιουργὸς εἷς ἔσται πρὸ τῶν πολλῶν, βλέπων μὲν εἰς τὸ ἓν παράδειγμα, ποιῶν δὲ μονογενῆ τὸν κόσμον; οὐκ ἄρα ἀπὸ τριάδος ἄρχεσθαι δεῖ τὸν δημιουργικὸν ἀριθμόν, ἀλλʼ ἀπὸ μονάδος. μετὰ δὴ τὸν Ἀμέλιον ὁ Πορφύριος οἰόμενος τῷ Πλωτίνῳ συνᾴδειν, τὴν μὲν ψυχὴν τὴν ὑπερκόσμιον ἀποκαλεῖ δημιουργόν, τὸν δὲ νοῦν αὐτῆς, πρὸς ὃν ἐπέστραπται, τὸ αὐτοζῷον, ὡς εἶναι τὸ παράδειγμα τοῦ δημιουργοῦ κατὰ τοῦτον τὸν νοῦν. ὃν ἐρωτᾶν ἄξιον, ἐν τίσι Πλωτῖνος τὴν ψυχὴν ποιεῖ δημιουργόν. πῶς δὲ καὶ τῷ Πλάτωνι τοῦτο σύμφωνον, ὃς θεὸν μὲν καὶ νοῦν συνεχῶς ἐπονομάζει τὸν δημιουργόν, ψυχὴν δὲ οὐδαμῶς; πῶς δὲ θεὸν ἀποκαλεῖ τὸν κόσμον; πῶς δὲ καὶ διὰ πάντων φοιτᾷ τῶν ἐγκοσμίων; ψυχῆς μὲν γὰρ οὐ πάντα μετέχει, τῆς δὲ δημιουργικῆς προνοίας πάντα μετείληχε, καὶ ἡ μὲν θεία ποίησις νοῦν τε καὶ θεοὺς δύναται γεννᾶν, ἡ δὲ ψυχὴ τῶν ὑπὲρ τὴν ψυχικὴν τάξιν οὐδὲν παράγειν πέφυκεν. ἐῶ λέγειν, ὅτι καὶ αὐτὸ τοῦτο τῶν πολλῆς συστάσεώς ἐστι δεομένων, εἴ τινα ψυχὴν ὁ Πλάτων οἶδεν ἀμέθεκτον. ἀλλὰ δὴ μετὰ τοῦτον ὁ θεῖος Ἰάμβλιχος πολλὰ μὲν ἀντιγράψας πρὸς τὴν Πορφυρίου δόξαν καὶ ὡς μὴ Πλωτίνειον αὐτὴν οὖσαν καταβαλών, αὐτὸς δὲ τὴν ἑαυτοῦ παραδιδοὺς θεολογίαν πάντα τὸν νοητὸν κόσμον ἀποκαλεῖ δημιουργόν, ὥς γε ἐκ τῶν εἰρημένων δῆλον, αὐτὸς τῷ Πλωτίνῳ συμφθεγγόμενος. λέγει γοῦν ἐν τοῖς ὑπομνήμασιν οὕτω· τὴν ὄντως οὐσίαν καὶ τῶν γιγνομένων ἀρχὴν καὶ τὰ νοητὰ τοῦ κόσμου παραδείγματα, ὅν γε καλοῦμεν νοητὸν κόσμον, καὶ ὅσας αἰτίας προϋπάρχειν τιθέμεθα τῶν ἐν τῇ φύσει πάντων, ταῦτα πάντα ὁ νῦν ζητούμενος θεὸς δημιουργὸς ἐν ἑνὶ συλλαβὼν ὑφʼ ἑαυτὸν ἔχει. ταῦτα δὲ λέγων, εἰ μὲν τοῦτο σημαίνει διὰ τῶν λεγομένων, ὅτι καὶ ἐν τῷ δημιουργῷ πάντα ἐστὶ δημιουργικῶς καὶ τὸ ὂν αὐτὸ καὶ ὁ νοητὸς κόσμος, ἑαυτῷ τε καὶ Ὀρφεῖ συμφωνήσει λέγοντι· πάντα γὰρ ἐν Ζηνὸς μεγάλου τάδε σώματι κεῖται καὶ Ζηνὸς δʼ ἐνὶ γαστέρι σύρρα πεφύκει καὶ ὅσα τοιαῦτα· καὶ οὐδὲν θαυμαστὸν ἕκαστον εἶναι τῶν θεῶν τὸ πᾶν, ἄλλον δὲ ἄλλως, τὸν μὲν δημιουργικῶς, τὸν δὲ συνοχικῶς, τὸν δὲ ἀτρέπτως, τὸν δὲ τρεπτῶς, τὸν δὲ ἄλλως κατὰ τὴν ἰδιότητα τὴν θείαν. εἰ δʼ, ὅτι πᾶν τὸ μεταξὺ πλάτος τοῦ τε κόσμου καὶ τοῦ ἑνὸς ὁ δημιουργός ἐστι, τοῦτο ἤδη ἀπορίας ἄξιον. καὶ ἀπαντησόμεθα πρὸς τὸν λόγον, ἐξ ὧν ἡμᾶς αὐτὸς ἀνεδίδαξε· ποῦ γάρ εἰσιν οἱ πρὸ τοῦ Διὸς βασιλεῖς, οἱ πατέρες τοῦ Διός; ποῦ δὲ οἱ παρὰ Πλάτωνι βασιλεῖς, οὓς ὑπὲρ τὸν κόσμον αὐτὸς ἀξιοῖ τάττειν μετὰ τὸ ἕν; πῶς δὲ καὶ τὸ μὲν ἀεὶ ὂν αὐτὸ τὸ πρώτιστον ὂν ἐλέγομεν, τὸν δὲ δημιουργὸν πάντα τὸν νοητὸν διάκοσμον, ὅς ἐστι καὶ αὐτὸς ἀεὶ ὂν ὡς καὶ τὸ αὐτοζῷον; μήποτε γὰρ οὕτως ἀναγκασθησόμεθα λέγειν τὸν δημιουργὸν μὴ εἶναι ἀεὶ ὄν, εἰ μὴ ἄρα ὡς καὶ τοῦτο περιειληφότα μετὰ τῶν ἄλλων ἀεὶ ὄντων. ὅτι δὲ καὶ αὐτὸς Ἰάμβλιχος εἰ καὶ ἐν τούτοις ὁλοσχερέστερον, ἀλλʼ ἐν ἄλλοις ἀκριβέστερον τὴν δημιουργικὴν ἀνύμνησε τάξιν, ἐκεῖθεν ληπτέον· περὶ γὰρ τῆς ἐν Τιμαίῳ τοῦ Διὸς δημηγορίας γράφων μετὰ τὰς νοητὰς τριάδας καὶ τὰς τῶν νοερῶν θεῶν τρεῖς τριάδας ἐν τῇ νοερᾷ ἑβδομάδι τὴν τρίτην ἐν τοῖς πατράσιν ἀπονέμει τῷ δημιουργῷ τάξιν· τρεῖς γὰρ εἶναι θεοὺς τούτους καὶ παρὰ τοῖς Πυθαγορείοις ὑμνημένους, οἳ τοῦ μὲν ἑνὸς νοῦ, φησί, καὶ τὰς μονάδας ὅλας ἐν ἑαυτῷ περιέχοντος τὸ ἁπλοῦν καὶ ἀδιαίρετον καὶ ἀγαθοειδὲς καὶ μένον ἐν ἑαυτῷ καὶ συνηνωμένον τοῖς νοητοῖς καὶ τὰ τοιαῦτα γνωρίσματα τῆς ὑπεροχῆς παραδεδώκασι, τοῦ δὲ μέσου καὶ τὴν συμπλήρωσιν συνάγοντος τῶν τριῶν τὸ γόνιμον τῶν θεῶν καὶ τὸ συναγωγὸν τῶν τριῶν καὶ τὸ τῆς ἐνεργείας ἀποπληρωτικὸν καὶ τὸ τῆς θείας ζωῆς γεννητικὸν καὶ τὸ προϊὸν πάντη καὶ τὸ ἀγαθουργὸν κάλλιστα δείγματα λέγουσι, τοῦ δὲ τρίτου καὶ δημιουργοῦντος τὰ ὅλα τὰς μονίμους προόδους καὶ τὰς τῶν αἰτίων ὅλων ποιήσεις καὶ συνοχὰς τάς τε ἀφωρισμένας ὅλας τοῖς εἴδεσιν αἰτίας καὶ τὰς προϊούσας πάσας δημιουργίας καὶ τὰ ὅμοια τούτοις τεκμήρια κάλλιστα ἀναδιδάσκουσι. τὴν μὲν οὖν Ἰαμβλίχειον θεολογίαν ἀπὸ τούτων ἄξιον κρίνειν, ὁποία τίς ἐστι περὶ τοῦ δημιουργοῦ τῶν ὅλων· καὶ πῶς γὰρ ἂν ἦν ὅλον τὸ ἀεὶ ὃν ὁ δημιουργός, εἴπερ τὸ μὲν ἀεὶ ὂν ἤδη κατεδήσατο διὰ τῆς ὁρικῆς ἀποδόσεως, τὸν δὲ δημιουργὸν εὑρεῖν τε ἔργον εἶναί φησι καὶ εὑρόντα εἰς ἅπαντας ἀδύνατον λέγειν; πῶς γὰρ ταῦτα ἀληθεύσει περὶ τοῦ ὁρικῶς ἀποδοθέντος καὶ εἰς φῶς ἐξενεχθέντος πᾶσι τοῖς παροῦσι; Θεόδωρος δὲ μετὰ τοῦτον τρεῖς μὲν Ἀμελίῳ συνεπόμενος εἶναί φησι δημιουργούς, τάττει δὲ αὐτοὺς οὐκ εὐθὺς μετὰ τὸ ἕν, ἀλλʼ ἐπίταδε τῶν νοητῶν τε καὶ νοερῶν θεῶν, ἀποκαλεῖ δὲ τὸν μὲν οὐσιώδη νοῦν, τὸν δὲ νοερὰν οὐσίαν, τὸν δὲ πηγὴν ψυχῶν, καὶ τὸν μὲν ἀδιαίρετον, τὸν δὲ εἰς ὅλα διῃρημένον, τὸν δὲ καὶ τὴν εἰς τὰ καθʼ ἕκαστα διαίρεσιν πεποιημένον. πάλιν οὖν καὶ πρὸς τοῦτον τὰ αὐτὰ ῥητέον, ἃ καὶ πρὸς τὸν γενναῖον Ἀμέλιον, τρεῖς μὲν εἶναι θεοὺς τούτους ὁμολογούντων ἡμῶν ἢ τοὺς τούτοις ἀνάλογον, οὐ μέντοι καὶ τρεῖς δημιουργούς, ἀλλὰ τὸν μὲν … νοητὸν τοῦ δημιουργοῦ, τὸν δὲ γεννητικὴν αὐτοῦ δύναμιν, τὸν δὲ ὄντως δημιουργικὸν νοῦν. ἐφιστάνειν δὲ χρὴ καὶ εἰ τὴν πηγὴν τῶν ψυχῶν τρίτην τακτέον· τοῦ μέσου γὰρ ἡ δύναμις, ὡς καὶ αὐτός πού φησι. καὶ εἰ μερικῶς οὕτως ὀνομαστέον, ἀλλὰ μὴ καθολικώτερον πηγὴν ζωῆς· ἡ γὰρ πηγὴ τῶν ψυχῶν μία τῶν ἐν αὐτῇ πηγῶν ἐστιν· ἐπεὶ καὶ τὸ ζῆν οὐκ ἐν ψυχαῖς μόνον οὐδὲ ἐν τοῖς ἐψυχωμένοις, ἀλλʼ ἔστι καὶ θεία ζωὴ καὶ νοερὰ πρὸ τῆς ψυχικῆς, ἣν ἐκεῖθεν προϊέναι φασίν, ἄλλων κατʼ ἄλλην ζωὴν ἀπομεριζομένων ὀχετῶν.

Τὰ μὲν οὖν τῶν παλαιῶν ἐξηγητῶν περὶ τοῦ δημιουργοῦ δόγματα τοιαῦτα ἄττα ἐστὶν ὡς συντόμως εἰπεῖν· ἃ δὲ καὶ τῷ ἡμετέρῳ καθηγεμόνι περὶ τούτου τεθεώρηται, φέρε, συνελόντες ἀναγράψωμεν, ἃ καὶ μάλιστα στοχάζεσθαι τῆς τοῦ Πλάτωνος ἡγούμεθα διανοίας. ἔστι τοίνυν ὁ δημιουργὸς ὁ εἷς κατʼ αὐτὸν ὁ τὸ πέρας τῶν νοερῶν θεῶν ἀφορίζων θεὸς καὶ πληρούμενος μὲν ἀπὸ τῶν νοητῶν μονάδων καὶ τῶν τῆς ζωῆς πηγῶν, προϊέμενος δὲ ἀφʼ ἑαυτοῦ τὴν ὅλην δημιουργίαν καὶ προστησάμενος μερικωτέρους τῶν ὅλων πατέρας, αὐτὸς δὲ ἀκίνητος ἐν τῇ κορυφῇ τοῦ Ὀλύμπου διαιωνίως ἱδρυμένος καὶ διττῶν κόσμων βασιλεύων ὑπερουρανίων τε καὶ οὐρανίων, ἀρχὴν δὲ καὶ μέσα καὶ τέλη τῶν ὅλων περιέχων· τῆς γὰρ δημιουργικῆς ἁπάσης διακοσμήσεως τὸ μέν ἐστι τῶν ὅλων ὁλικῶς δημιουργικὸν αἴτιον, τὸ δὲ τῶν μερῶν ὁλικῶς, τὸ δὲ τῶν ὅλων μερικῶς, τὸ δὲ τῶν μερῶν μερικῶς. τετραπλῆς δὲ τῆς δημιουργίας οὔσης ἡ δημιουργικὴ μονὰς εἰς ἑαυτὴν ἀνεδήσατο τὴν ὁλικὴν τῶν ὅλων πρόνοιαν, ἐξήρτηται δὲ αὐτῆς ἡ δημιουργικὴ τριὰς ὁλικῶς ἐπιτροπεύουσα τὰ μέρη καὶ τὴν τῆς μονάδος διελομένη δύναμιν, ὥσπερ αὖ καὶ ἐπὶ τῆς ἑτέρας τῆς μεριστῆς δημιουργίας ἡ μονὰς ἡγεῖται τῆς τριάδος, ἡ τὰ ὅλα μερικῶς τῆς τὰ μέρη μερικῶς διακοσμούσης· τῆς δὲ τριάδος τὸ σύμπαν πλῆθος περιχορεῦον αὐτὴν καὶ διαιρούμενον περὶ αὐτὴν καὶ μεριζόμενον αὐτῆς τὰς ποιήσεις καὶ πληρούμενον ἀπʼ αὐτῆς. ὥσπερ οὖν τῶν πολλῶν παραδειγμάτων ἡγεῖται τὸ ἕν, οὕτω καὶ τῶν πολλῶν δημιουργῶν ὁ εἷς, ἵνα πάντα ἀλλήλοις ἕπηται, τὸ ἓν παράδειγμα τὸ νοητόν, ὁ εἷς νοερὸς δημιουργός, ὁ εἷς μονογενὴς αἰσθητὸς κόσμος. εἰ δὴ ταῦτα ὀρθῶς εἴρηται, τὸ πέρας ἐστὶ τῶν νοερῶν ὁ τῶν ὅλων δημιουργός, ἱδρυμένος μὲν ἐν τῷ νοητῷ, δυνάμεως δὲ πλήρης ὤν, καθʼ ἣν παράγει τὰ ὅλα, πάντα δὲ ἐπιστρέφων εἰς ἑαυτόν. καὶ διὰ ταῦτα ὁ Τίμαιος νοῦν τε ἀποκαλεῖ καὶ τῶν αἰτίων ἄριστον καὶ πρὸς τὸ νοητὸν παράδειγμά φησιν ὁρᾶν, ἵνα τούτῳ μὲν αὐτὸν χωρίσῃ τῶν πρώτων νοητῶν θεῶν, τῷ δὲ νοῦν λέγειν τῶν νοητῶν καὶ νοερῶν διαστείλῃ, τῷ δὲ τῶν αἰτίων ἄριστον πάντων ὑπεριδρύσῃ τῶν ἄλλων δημιουργῶν, ὑπερκοσμίων περικοσμίων· αἴτια γὰρ τὰ δημιουργικὰ ἐπονομάζει, ὡς καὶ ἔμπροσθεν ἔλεγε· πᾶν τὸ γιγνόμενον ὑπʼ αἰτίας γίγνεται· καὶ ἐπήγαγεν· ὅτου μὲν ἂν ὁ δημιουργὸς καὶ τὰ ἑξῆς τούτοις. νοερὸς οὖν ἐστι θεὸς πάντων δημιουργῶν ἐξῃρημένος. ἀλλʼ εἰ μὲν ὁ πρώτιστος ἦν ἐν τοῖς νοεροῖς, ἔμενεν ἂν μόνον ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει· τοῦτο γὰρ ἐξαίρετον ἐκείνου. εἰ δὲ ὁ δεύτερος, ζωῆς ἂν ἦν διαφερόντως αἴτιος. νῦν δὲ οὗτος ψυχὴν μὲν γεννῶν ἐνεργεῖ μετὰ τοῦ κρατῆρος, νοῦν δὲ καθʼ ἑαυτόν· οὐκ ἄλλος ἄρα ἐστὶν ἢ ὁ τρίτος τῶν νοερῶν πατέρων· τὸ γὰρ ἐξαίρετον ἔργον αὐτοῦ τὸ νοοποιόν ἐστιν, ἀλλʼ οὐ τὸ σωματουργόν· τὸ γὰρ σῶμα οὐ μόνος, ἀλλὰ μετὰ τῆς ἀνάγκης ποιεῖ, διʼ αὐτῆς ποιῶν· οὐδὲ τὸ ψυχοποιόν· τὴν γὰρ ψυχὴν μετὰ τοῦ κρατῆρος γεννᾷ· μόνος δὲ τὸν νοῦν καὶ ὑφίστησι καὶ ἐφίστησι τῷ παντί. νοοποιὸς οὖν ὑπάρχων εἰκότως καὶ νοερὰν ἔχει τάξιν. διὸ δὴ καὶ ποιητὴς λέγεται παρὰ Πλάτωνι καὶ πατήρ, καὶ οὔτε πατὴρ μόνον οὔτε ποιητὴς μόνον, οὔτε αὖ πατὴρ καὶ ποιητής· ἔστι γὰρ ἄκρα μὲν ὁ πατὴρ καὶ ὁ ποιητής, ὃ μὲν τὴν ἀκρότητα τῶν νοητῶν κατέχων καὶ πρὸ τῆς βασιλικῆς σειρᾶς, ὃ δὲ τὸ πέρας ταύτης ἔχων τῆς τάξεως, ὃ μὲν τῆς πατρικῆς ὢν θεότητος μονάς, ὃ δὲ τὴν ποιητικὴν ἐν τῷ παντὶ κληρωσάμενος δύναμιν· μεταξὺ δὲ ἀμφοῖν ὅ τε πατὴρ ἅμα καὶ ποιητὴς καὶ ὁ ποιητὴς ἅμα καὶ πατήρ· οὐ γὰρ ταὐτὸν ἑκάτερον, ἀλλʼ οὗ μὲν τὸ πατρικόν, οὗ δὲ τὸ ποιητικὸν ἐπικρατεῖ. κρεῖττον δὲ τοῦ ποιητικοῦ τὸ πατρικόν· διόπερ ἐν τοῖς μέσοις, εἰ καὶ ἄμφω καθʼ ἑκάτερον, ἀλλὰ μᾶλλον μὲν πατὴρ ὁ πρότερος· ἔστι γὰρ πέρας τοῦ πατρικοῦ βυθοῦ καὶ ἡ πηγὴ τῶν νοερῶν· μᾶλλον δὲ ποιητὴς ὁ δεύτερος· ἔστι γὰρ μονὰς τῆς ὅλης δημιουργίας. ὅθεν, οἶμαι, καὶ ἐκεῖνος μὲν καλεῖται Μῆτις, οὗτος δὲ Μητιέτης, καὶ ὁρᾶται μὲν ἐκεῖνος, ὁρᾷ δὲ οὗτος, καὶ καταπίνεται μὲν ἐκεῖνος, ἐμφορεῖται δὲ οὗτος τῆς ἐκείνου δυνάμεως, καὶ ὅπερ ἐκεῖνος ἐν τοῖς νοητοῖς, τοῦτο οὗτος ἐν τοῖς νοεροῖς ἐστι· πέρας γὰρ ὃ μὲν τῶν νοητῶν, ὃ δὲ τῶν νοερῶν ἐστι θεῶν· καὶ περὶ ἐκείνου μέν φησιν Ὀρφεύς· ταῦτα πατὴρ ποίησε κατὰ σπέος ἠεροειδές, περὶ τούτου δὲ ὁ Πλάτων· ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, καὶ ἐν τῷ Πολιτικῷ· τὴν τοῦ δημιουργοῦ καὶ πατρὸς ἀπομνημονεύων διδαχήν, ὅτι παρʼ ἐκείνῳ μὲν τὸ πατρικὸν μᾶλλον, παρὰ δὲ τούτῳ τὸ δημιουργικόν. ἕκαστον δὲ τῶν θείων ἀπὸ τῆς ἰδιότητος ὀνομάζεται, κἂν πάντων ᾖ περιεκτικόν, καὶ ὁ μὲν μόνον ποιητὴς τῶν ἐγκοσμίων αἴτιος, ὁ δὲ ποιητὴς καὶ πατὴρ ὑπερκοσμίων καὶ ἐγκοσμίων, ὁ δὲ πατὴρ καὶ ποιητὴς νοερῶν, ὑπερκοσμίων, ἐγκοσμίων, ὁ δὲ μόνον πατὴρ νοητῶν, νοερῶν, ὑπερκοσμίων, ἐγκοσμίων. ὁ μὲν οὖν Πλάτων τοιοῦτον ὑποστησάμενος δημιουργὸν ἄρρητον αὐτὸν καὶ ἀκατονόμαστον εἴασεν, ὡς ἐν τἀγαθοῦ μοίρᾳ προτεταγμένον τῶν ὅλων· ἔστι γὰρ ἐν πάσῃ τάξει θεῶν τὸ ἀναλογοῦν τῷ ἑνί. τοιοῦτον γοῦν ἡ ἐν ἑκάστῳ κόσμῳ μονάς. ὁ δέ γε Ὀρφεὺς καὶ ὄνομα αὐτῷ προσήνεγκεν, ἅτε ἐκεῖθεν κινούμενος, ᾧ καὶ αὐτὸς ὁ Πλάτων ἠκολούθησεν ἐν ἄλλοις· ὁ γοῦν παρʼ αὐτῷ Ζεύς, ὁ πρὸ τῶν τριῶν Κρονιδῶν, οὗτος ἐστι τῶν ὅλων δημιουργός. μετὰ γοῦν τὴν κατάποσιν τοῦ Φάνητος αἱ ἰδέαι τῶν πάντων ἐν αὐτῷ πεφήνασιν, ὥς φησιν ὁ θεολόγος· τοὔνεκα σὺν τῷ πάντα Διὸς πάλιν ἐντὸς ἐτύχθη αἰθέρος εὐρείης ἠδʼ οὐρανοῦ ἀγλαὸν ὕψος, πόντου τʼ ἀτρυγέτου γαίης τʼ ἐρικυδέος ἕδρη, Ὠκεανός τε μέγας καὶ νείατα τάρταρα γαίης καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος ἄλλα τε πάντα πάντες τʼ ἀθάνατοι μάκαρες θεοὶ ἠδὲ θέαιναι, ὅσσα τʼ ἔην γεγαῶτα καὶ ὕστερον ὁππόσʼ ἔμελλεν, ἐνγένετο, Ζηνὸς δʼ ἐνὶ γαστέρι σύρρα πεφύκει. τῶν δὲ ἰδεῶν πλήρης ὢν διὰ τούτων ἐν ἑαυτῷ τὰ ὅλα περιείληφεν, ὡς καὶ τοῦτο ἐνδεικνύμενος ὁ θεολόγος ἐπήγαγε· Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος, Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διός τʼ ἐκ πάντα τέτυκται.Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος, Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος, ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων,ἓν δὲ δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται,πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθήρ, νύξ τε καὶ ἦμαρ. τὰ τοίνυν ὅλα περιέχων ὁ Ζεὺς καὶ πάντα μοναδικῶς καὶ νοερῶς κατὰ τούτους τοὺς χρησμοὺς τῆς Νυκτὸς ὑφίστησι πάντα τὰ ἐγκόσμια, θεούς τε καὶ τὰς μοίρας τοῦ παντός. λέγει γοῦν πρὸς αὐτὸν ἡ Νὺξ ἐρωτήσαντα· πῶς δέ μοι ἕν τε τὰ πάντʼ ἔσται καὶ χωρὶς ἕκαστον;Αἰθέρι πάντα πέριξ ἀφάτῳ λάβε, τῷ δʼ ἐνὶ μέσσῳ οὐρανόν, ἐν δέ τε γαῖαν ἀπείριτον, ἐν δὲ θάλασσαν,ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται.καὶ δὴ καὶ περὶ τῶν ἄλλων ἁπάντων ὑποθεμένη δημιουργημάτωνἐπήνεγκεν· αὐτὰρ ἐπὴν δεσμὸν κρατερὸν ἐπὶ πᾶσι τανύσσῃς — δεσμὸς δὲ πάντως κρατερὸς καὶ ἀδιάλυτος ὁ ἀπὸ τῆς φύσεωςκαὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ· δεσμοῖς γάρ φησι καὶ ὁ Πλάτων ἐμψύχοις δεθέντα ζῷα ἐγεννήθη — σειρὴν χρυσείην ἐξ αἰθέρος ἀρτήσαντα, σειρᾶς χρυσῆς Ὁμηρικῶς τῶν θείων τάξεων τῶν ἐγκοσμίων κεκλημένης· ἃ δὴ καὶ ὁ Πλάτων ζηλώσας φησὶ τὸν δημιουργὸν νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι θέντα δημιουργῆσαι τὸ πᾶν καὶ τοὺς νέους ὑποστῆσαι θεούς, διʼ ὧν κεκόσμηται τὰ μέρη τοῦ παντός. εἰ τοίνυν ὁ Ζεύς ἐστιν ὁ τὸ ἓν κράτος ἔχων, ὁ τὸν Φάνητα καταπιών,ἐν ᾧ πρώτως αἱ νοηταὶ τῶν ὅλων αἰτίαι, ὁ πάντα παράγων κατὰ τὰς ὑποθήκας τῆς Νυκτός, ὁ τοῖς θεοῖς τὰς ἐξουσίας παραδιδοὺς τοῖς τε ἄλλοις καὶ τοῖς τρισὶ Κρονίδαις,οὗτός ἐστιν ὁ τοῦ κόσμου παντὸς εἷς καὶ ὅλος δημιουργός,πέμπτην ἔχων ἐν τοῖς βασιλεῦσι τάξιν, ὡς καὶ τοῦτο ἀποδέδεικται τῷ ἡμετέρῳ καθηγεμόνι δαιμονίως ἐν ταῖς Ὀρφικαῖς συνουσίαις, καὶ σύστοιχος ὢν Οὐρανῷ καὶ Φάνητι, διὸ καὶ ποιητής ἐστι καὶ πατὴρ καὶ ὁλικῶς ἑκάτερον.ἀλλὰ μὴν ὅτι καὶ ὁ Πλάτων ταύτας ἔχει τὰς ἐννοίας περὶ τοῦ μεγίστου Διός, δεδήλωκεν ἐν Κρατύλῳ μὲν ἀπὸ τῶν ὀνομάτων ζωῆς αὐτὸν αἴτιον καὶ χορηγὸν πᾶσινἀποφηνάμενος· διʼ ὃν γὰρ τὸ ζῆν ὑπάρχει πᾶσι, τοῦτον αὖ Δία καὶ Ζῆνα παρʼ ἡμῶν ἐπωνομάσθαι. ἐν δὲ τῷ Γοργίᾳ συντάττων τε αὐτὸν τοῖς Κρονίδαις καὶ ἐξαιρῶν ἀπʼ αὐτῶν, ἵνα καὶ πρὸ τῶν τριῶν ᾖ καὶ μετέχηταιὑπʼ αὐτῶν, καὶ τὸν νόμον αὐτῷ συγκαθιδρύων, ὥσπερ καὶ ὁ Ὀρφεύς· κατὰ γὰρ τὰς ὑποθήκας τῆς Νυκτὸς καὶ παρʼ ἐκείνῳ πάρεδρον ποιεῖται τὸν νόμον· ἔτι δὲ τὴν Δίκην ὅλην ὀπαδὸν αὐτοῦ τιθέμενος ἐν Νόμοιςὥσπερ καὶ ὁ θεολόγος. ἐν δὲ τῷ Φιλήβῳ βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν κατὰ τὸν τῆς αἰτίας λόγον ἐν τῷ Διὶ προϋπάρχειν ἀποφαινόμενος· οἷς καὶ νῦν ἀκολούθως νοῦν τε αὐτὸν καὶ ψυχὴν ὑφιστάντα παραδώσει καὶ τοὺς εἱμαρμένους νόμους ἐκφαίνοντακαὶ πάσας τὰς τάξεις τῶν ἐγκοσμίων θεῶν καὶ ζῷα ὑφιστάντα πάντα μέχρι καὶ τῶν ἐσχάτων, τὰ μὲν παρʼ αὐτοῦ μόνου γεννώμενα, τὰ δὲ διὰ μέσων τῶν οὐρανίωνθεῶν. ἐπεὶ καὶ ἐν τῷ Πολιτικῷ τὸν Δία καλεῖ δημιουργὸν καὶ πατέρα τοῦ παντός, ὥσπερ καὶ ἐν τούτοις αὐτὸς περὶ αὐτοῦ φησιν· ὧν ἐγὼ δημιουργὸςπατήρ τʼ ἔργων· καὶ τὴν νῦν οὖσαν διακόσμησιν τοῦ κόσμου φησὶν εἶναι τὴν ἐπὶ Διός, καὶ τὸν κόσμον, κἂν καθʼ εἱμαρμένην κινῆται, τὴν τοῦ δημιουργοῦ καὶ πατρὸςαὐτὸν ἀπομνημονεύοντα διδαχὴν οὕτω κινεῖσθαι· ζῶν οὖν τὴν ἐπὶ Διὸς ζωήν, δημιουργὸν ἔχει καὶ πατέρα τὸν Δία τῆς ἑαυτοῦ ζωῆς. εἰ δὲ καὶ δημηγοροῦντα παραδώσει τὸν δημιουργὸν ἀτεχνῶς καὶ τοῦτο Δίιόν ἐστι· καὶ γὰρ ἐν Μίνωϊ διὰ τοῦτο σοφιστὴν αὐτὸν προσηγόρευσεν, ὡς παντοίων λόγων πληροῦντα τοὺς μετʼ αὐτὸν θεούς. δηλοῖ δὲ καὶ ὁ θεῖος ποιητὴςἀπʼ ἄκρας αὐτὸν τῆς τοῦ Ὀλύμπου κορυφῆς δημηγοροῦνταπαραδιδούς· κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι· καὶ τὰς διπλᾶς συστοιχίας τῶν θεῶν ἐπιστρέφοντα πρὸς ἑαυτόν·ὃς καὶ διὰ πάσης τῆς ποιήσεως ὕπατον κρειόντων καὶ πατέρα ἀνδρῶν καὶ θεῶν αὐτὸν ἀνυμνεῖ καὶ πᾶσιν εὐφημεῖ τοῖς δημιουργικοῖς ὀνόμασιν. Ὅτε τοίνυν σύμπασαν τὴν Ἑλληνικὴν θεολογίαν ἀπεφήναμεντῷ Διὶ τὴν ὅλην δημιουργίαν ἀπονέμουσαν, τί χρὴ περὶ τῆσδε τῆς ῥήσεως τοῦ Πλάτωνος ἐννοεῖν, ἢ ὅτι ποιητὴς αὐτῷ καὶ πατὴρ ἀνυμνεῖται ὁ αὐτὸς θεός, ὁ βασιλεὺς Ζεύς, καὶ οὔτε πατὴρ μόνον οὔτε πατὴρ καὶ ποιητής; ὃ μὲν γὰρ ὁ πατὴρ ἦν μονάς, ὃ δὲ ὁ πατὴρ καὶ ποιητὴς τετράς, ὃ δέ, ὡς οἱ Πυθαγόρειοί φασι, δεκάς, καὶ αὕτη τῶν θείων ἡ τάξις. ἔστʼ ἂν ἵκηται — προϊὼν ὁ θεῖος ἀριθμός, μουνάδος ἐκ κευθμῶνος ἀκηράτου — τετράδα ἐπὶ ζαθέην· ἣ δὴ τέκε μητέρα πάντων, πανδεχέα, πρέσβειραν, ὅρον περὶ πᾶσι τιθεῖσαν, ἄτροπον, ἀκαμάτην· δεκάδα κλείουσί μιν ἁγνήν. μετὰ τὴν πατρικὴν ἄρα μονάδα καὶ τὴν πατρικὴν ἅμα καὶ ποιητικὴν τετράδα προελήλυθεν ἡ δημιουργικὴ δεκάς, ἄτροπος μὲν οὖσα, διότι σύνεστιν αὐτῇ θεότης ἄτρεπτος, ὄρον δὲ τιθεῖσα πᾶσιν, ὡς τάξεως μὲν τοῖς ἀτάκτοις χορηγός, κοσμήσεως δὲ τοῖς ἀκόσμοις, καὶ νοῦν μὲν ἐλλάμπουσα ταῖς ψυχαῖς, ἅτε νοῦς οὖσα ὁλικός, ψυχὴν δὲ σώμασιν, ὡς τὴν αἰτίαν αὐτῆς ἔχουσά τε καὶ περιέχουσα, καὶ τὰ τοῦ ὄντος γένη τά τε μέσα καὶ ἔσχατα γεννῶσα, ὡς τὸ ὂν τὸ δημιουργικὸν ἐν ἑαυτῇ περιειληφυῖα. καὶ μὴν καὶ ἀπὸ τῶν ἐν Πρωταγόρᾳ γεγραμμένων πάρεστι συλλογίσασθαι τὴν τοῦ δημιουργοῦ τάξιν ἥτις ἐστίν· ὁ γὰρ Ζεὺς καὶ ἐν ἐκείνοις τῆς ὅλης πολιτικῆς αἴτιος λέγεται καὶ τῶν κατʼ οὐσίαν ταῖς ψυχαῖς ἐνεσπαρμένων λόγων· τοῦτο δέ ἐστι τὸ τὴν ὅλην δημιουργίαν ἀναδήσασθαι καὶ ταῖς ἀτρέπτοις ἑαυτοῦ δυνάμεσι τὰ πάντα συνέχειν· ὥσπερ γὰρ ὁ θεολόγος περὶ αὐτὸν ἵστησι τὴν Κουρητικὴν τάξιν, οὕτω δὴ καὶ ὁ Πλάτων φυλακὰς φοβερὰς εἶναί φησι περὶ αὐτόν, καὶ ὡς ἐκεῖνος ἐπὶ τῆς τοῦ Ὀλύμπου κορυφῆς αὐτὸν ἱδρύει, οὕτως καὶ οὗτος τὴν ἀκρόπολιν ἀνῆκεν αὐτῷ, ἐν ᾗ διαιωνίως ἱδρυμένος διὰ τῶν μέσων τάξεων κοσμεῖ τὰ πάντα. τίς μὲν οὖν ὁ δημιουργός ἐστι καὶ ὅτι νοῦς θεῖος τῆς ὅλης ποιήσεως αἴτιος, εἰρήσθω διὰ τούτων, καὶ ὅπως ὑπό τε Ὀρφέως καὶ Πλάτωνος ὁ αὐτὸς ἀνυμνεῖται δημιουργὸς Ζεύς, ἀπὸ τούτων ὑπεμνήσθω. πότερον δὲ πηγαῖον ἐροῦμεν εἶναι τοῦτον, ἢ ἀρχικόν, ἤ τινος ἄλλης τάξεως τὸν δημιουργόν, ἄξιον μὴ σιγῇ παρελθεῖν. δοκεῖ μὲν οὖν ὅσα τῷ τρίτῳ τῶν ἀρχικῶν ὁ θεουργὸς ἀνατίθησι, ταῦτα καὶ οὗτος τῷ κόσμῳ διδόναι καὶ δημιουργεῖν μὲν τὸν οὐρανόν, κυρτῷ σχήματι περικλάσας, πηγνύναι δὲ πολὺν ὅμιλον ἀστέρων ἀπλανῶν, ζώνας δὲ πλανωμένων ὑφιστάνειν ἑπτά, καὶ γῆν ἐν μέσῳ τιθέναι καὶ ὕδωρ ἐν τοῖς κόλποις τῆς γῆς καὶ ἀέρα ἄνωθεν τούτων. οὐ μὴν ἀλλʼ εἴπερ ἀκριβῶς σκοποῖμεν, τὸν μὲν τρίτον τῶν κοσμικῶν ἀρχικῶν εὑρίσκοντες εἰς τὰ κατὰ μέρος διαιροῦντα τὸ πᾶν, τὸν δὲ δεύτερον εἰς τὰ ὅλα, καὶ κινήσεως αἴτιον δημιουργικὸν ὑμνούμενον, τὸν δὲ πρῶτον θελήματι μόνῳ τὰ πάντα κατασκευάσαντα καὶ καθʼ ἕνωσιν ὑφιστάντα τὸν ὅλον κόσμον, τοῦτον δὲ τὸν ὑπὸ τοῦ Τιμαίου λεγόμενον δημιουργὸν καὶ τῷ βούλεσθαι τὰ πάντα παράγοντα καὶ τὴν εἰς ὅλα τομὴν παρεχόμενον τῷ παντὶ καὶ τὴν εἰς τὰ μέρη τὰ συμπληροῦντα τὰς ὁλότητας πάσας— οὐ γὰρ μόνον ὅλον ἐξ ὅλων ποιεῖ τὸ πᾶν, ἀλλὰ καὶ ἑκάστης ὁλότητος τὰ πλήθη—διὰ ταῦτα πάντα τῆς τριάδος τῶν ἀρχικῶν πατέρων αὐτὸν ἐπέκεινα λέγειν ἀξιοῦμεν καὶ μίαν πηγαίαν αἰτίαν, καὶ τοῦτον ἐκεῖνον, ὃν ἐν τῇ πηγαίᾳ ψυχῇ τὰ λόγια παραδίδωσι τὰ πλήθη τῶν ἰδεῶν ἐκροιζοῦντα καὶ ἐκ νοῦ καὶ ψυχῆς καὶ σώματος ὑφιστάντα τὸν λόγον καὶ τὰς ἡμετέρας γεννῶντα ψυχὰς καὶ εἰς γένεσιν πέμποντα, περὶ οὗ καὶ ταῦτά φησιν, ἃ καὶ ὁ Τίμαιος· κατέθετο γὰρ νοῦν μὲν ψυχῇ, ἐνὶ σώματι δʼ ἀργῷ ἡμέας ἐγκατέθηκε πατὴρ ἀνδρῶν τε θεῶν τε. τοῦτο δὴ τὸ θαῦμα παρὰ τοῖς Ἕλλησι περὶ τοῦ παρʼ αὐτοῖς δημιουργοῦ τεθρυλημένον. εἰ δὲ ταῦτα ὁμοφώνως λέγεται τῷ τε Τιμαίῳ καὶ τοῖς λογίοις, πηγαῖός ἐστιν οὗτος δημιουργός, φαῖεν ἂν οἱ ἐκ τῆς θεοπαραδότου θεολογίας ὁρμώμενοι, κατὰ τὰς ἰδέας καὶ αὐτὸς δημιουργῶν τὸν ὅλον κόσμον καὶ ὡς ἕνα καὶ ὡς πολὺ καὶ ὡς καθʼ ὅλα διῃρημένον καὶ ὡς κατὰ μέρη, καὶ εἷς ὑπό τε Πλάτωνος καὶ Ὀρφέως καὶ τῶν λογίων ποιητὴς καὶ πατὴρ ὑμνεῖται τοῦ παντός, πατὴρ ἀνδρῶν τε θεῶν τε, γεννῶν μὲν τὰ πλήθη τῶν θεῶν, ψυχὰς δὲ πέμπων εἰς γενέσεις ἀνδρῶν, ὡς καὶ τοῦτό φησιν ὁ Τίμαιος· καὶ γὰρ εἰ ἄριστός ἐστι τῶν αἰτίων, ὡς αὐτός φησι, τίς μηχανὴ τάττειν αὐτὸν ἐν ταῖς δευτέραις τάξεσι τῶν δημιουργῶν; τὸ γὰρ ἄριστον ἐν δημιουργοῖς ὑπεροχῆς ἐστι σημαντικὸν ἀκροτάτης ἐν τῇ σειρᾷ τῇ δημιουργικῇ. πάσης δὲ σειρᾶς τὸ ἀκρότατον πηγαῖόν ἐστιν, ὥστε ἀνάγκη πηγαῖον εἶναι τοῦτον τὸν δημιουργόν, ἀλλʼ οὐκ ἀρχικόν, τῶν ἀρχῶν δευτέρων οὐσῶν πανταχοῦ τῆς οἰκείας πηγῆς. διὸ καὶ τοὺς ἐγκοσμίους θεοὺς αὐτὸς ἀποτελεῖ δημιουργούς, ὡς πηγή τις ὢν δημιουργική. πολλῶν δὲ ὄντων τῶν πηγαίων δημιουργῶν, ποῖ χοροῦ τοῦτον τάξομεν μείζονος δεῖται ἐπιβλέψεως· τοσοῦτον δʼ οὖν ἀπὸ τῶν εἰρημένων δῆλον, ἐν ποίᾳ θεῶν τάξει δεῖ ζητεῖν αὐτόν, ἀφʼ ὧν δῆλον λοιπὸν καὶ τίνα τρόπον εὑρεῖν τε ἔργον αὐτὸν καὶ εὑρόντα εἰς ἅπαντας λέγειν, καὶ ὅπως ποιητής ἐστι καὶ πατήρ, καὶ τί τὸ ποιητικόν, καὶ ὡς οὐχ οἷον ἔνιοί φασι, τὸ μὲν τῶν ἀψύχων ποιητικόν, τὸ δὲ τῶν ἐμψύχων πατρικόν· πάντων γὰρ ὁ αὐτός ἐστι ποιητὴς καὶ πατήρ· καὶ γὰρ τῶν ἔργων λέγεται πατήρ, ὡς ἐν τῇ δημηγορίᾳ φησίν, ἀλλʼ ὡς καὶ τῆς ἑνώσεως καὶ τῆς οὐσίας αἴτιος ὢν καὶ τῆς ὑποστάσεως καὶ τῆς προνοίας τῶν ὑποστάντων χορηγός.

Τόδε δʼ οὖν πάλιν ἐπισκεπτέον περὶ αὐτοῦ, πρὸς πότερον τῶν παραδειγμάτων ὁ τεκτηνάμενος αὐτὸν ἀπειργάζετο, πότερον ὡς πρὸς τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον ἢ πρὸς τὸ γεγονός.

Εἰπών, τί τὸ εἶδος τοῦ κοσμικοῦ συστήματος, ὅτι γενητὸν καὶ πῶς γενητόν, ὅτι ὡς αἰσθητόν—χρόνου γὰρ οὐδεμίαν πεποίηται μνείαν, ὅτι μηδὲ ὑφέστηκέ πω χρόνος— καὶ τί τὸ δημιουργικὸν αἴτιον, ὅτι τὸ ποιητικὸν ἅμα καὶ πατρικόν—τοῦτο δέ ἐστι νοερὸν ἀμέθεκτον ὁλικόν—ἐπὶ τὸ τρίτον μέτεισι νῦν, τὸ παράδειγμα τοῦ παντὸς ἐπιζητῶν ὁποῖόν ἐστι, πότερον γενητὸν ἢ αἰώνιον· κατεῖδε γάρ, ὅτι πᾶς δημιουργὸς ἢ ἔξωθεν λαμβάνει τὸ παράδειγμα ὧν δημιουργεῖ, ἢ αὐτὸς αὐτὸ τίκτει ἀφʼ ἑαυτοῦ· ὥσπερ καὶ τῶν ἐνταῦθα δημιουργῶν οἳ μὲν ἄλλα, μιμήσασθαι ἀκριβῶς δύνανται, οἳ δὲ αὐτοὶ δύναμιν ἀναπλαστικὴν ἔχουσι μορφωμάτων θαυμαστῶν καὶ ἔργων ἀναγκαίων πρὸς τὰς χρείας, ὡς ὁ πρῶτος ναῦν ποιήσας τὸ παράδειγμα τῆς νεὼς ἐν ἑαυτῷ ἀνέπλασε φανταστικῶς. ἔτι τοίνυν κἀκεῖνο συνεῖδεν, ὅτι πᾶν τὸ τεταγμένως ποιοῦν σκοπὸν ἔχει καὶ μέτρον τοῦ ποιήματος· εἰ γὰρ μή, καὶ ἐν τῷ ποιεῖν πλανήσεται, καὶ ἐὰν εἰς τὸ τέλος ἔλθῃ, οὐκ εἴσεται· πόθεν γάρ, εἰ τοῦτο τέλος ἐστί; μήποτε γὰρ ἐλλείπει τι ἢ πλεονάζει, καὶ δεῖ ἀφελεῖν ἢ προσθεῖναι· διὰ γὰρ τοῦτο καὶ τὰ σώματα ἀλόγως ποιεῖ καὶ ἀνοήτως, ὅτι οὐδὲν ἔχει μέτρον οὐδὲ αἰτίαν τοῦ ποιουμένου· δεῖ γὰρ ἄχρι τοσούτου θερμανθῆναι τὸ φάρμακον· ἀλλʼ ἐὰν μὴ παρῇ τέχνη καὶ νοῦς ἰατρικὸς ἀφορίζων τὸ μέτρον τῷ πυρὶ τῆς ἐνεργείας, πλέον θάτερον ἀπεργάζεται τὸ πῦρ καὶ φθείρει τὸ ὅλον, ᾧ συντελεῖν ἔμελλε πρὸς τὴν γένεσιν· οὐ γὰρ εἶχε τοῦ γιγνομένου τὸ εἶδος. πᾶν ἄρα τὸ ποιοῦν ἔχειν δεῖ τοῦ ποιουμένου τὸν λόγον, εἰ μέλλοι τεταγμένως ποιήσειν. ταῦτʼ οὖν κατιδὼν ὁ Πλάτων ἅμα τῷ ποιητικὴν αἰτίαν ἀπολείπειν ἔθετο καὶ παράδειγμα τοῦ παντός, ὥσπερ καὶ Ἀριστοτέλης τῷ τὸ παράδειγμα ἀνελεῖν συνανεῖλε καὶ τὸ ποιοῦν. θέμενος δʼ οὖν ὁ Πλάτων εἶναι παράδειγμα ζητεῖ διὰ τούτων, ὁποῖον τὸ παράδειγμα, καὶ τοῖς εἰρημένοις ἀνωτέρω διορισμοῖς χρώμενος διʼ ἐκείνων τῶν ὑποθέσεων τῶν τριῶν εὑρίσκει τὸ ζητούμενον. καὶ πῶς μὲν αὐτὸς ποιήσεται τὴν εὕρεσιν καὶ διʼ οἵας ἀποδείξεως, θεασόμεθα μικρὸν ὕστερον. ἡμῖν δὲ πρῶτον αὐτὸ τοῦτο δεικτέον, ὅτι κατά τι παράδειγμα γέγονεν ὁ κόσμος, ἔπειτα, τί ποτέ ἐστι τοῦτο καὶ ἐν ποίᾳ τάξει τῶν ὄντων ζητητέον. εἰ μὲν οὖν ἀόριστός ἐστι καὶ ἄσκοπος ἡ δημιουργία τῶν ὅλων, οὐκ ἔστι παραδειγματικὸν αἴτιον τοῦ παντός· εἰ δὲ τοῦτο μὲν οὐδὲ ὑπονοεῖν θέμις, ὁ δὲ δημιουργὸς οἶδεν ἃ ποιεῖ καὶ εἰδὼς οὕτω προάγει τὴν κοσμοποιίαν, εἰσὶν αἱ αἰτίαι τῶν γιγνομένων ἐν αὐτῷ, καὶ ταύτας τὰς αἰτίας ἀναγκαῖον ἤτοι πρώτως ἔχειν αὐτόν, ἢ ἐκ τῶν πρεσβυτέρων ἀρχῶν εἰς αὐτὸν καθήκειν· ὁποτέρως δʼ ἂν λέγωμεν, ἔστι πρὸ τοῦ κόσμου τὸ παραδειγματικὸν αἴτιον. ἔτι δὲ ἐπειδὴ νοῦς ἐστιν ὁ δημιουργός, εἰ μὲν αὐτῷ τῷ εἶναι ποιεῖ, ὁμοιότατον αὑτῷ ποιεῖ· τοῦτο δέ ἐστιν εἰκόνα ἑαυτοῦ ποιεῖν· εἰ δὲ βουλευόμενος ποιεῖ, πάντη μὲν καὶ πάντως ἀνάξιον τοῦτο τῆς δημιουργικῆς αἰτίας. εἰ δʼ οὖν καὶ τοῦτο παραδέξαιτό τις, ἀλλʼ ἐκεῖνό γε ἕπεται, προϋπάρχειν ἐν αὐτῷ τὸ τοῦ δημιουργήματος εἶδος· πᾶς γὰρ ὁ βουλευόμενος προείληφεν ἐν ἑαυτῷ τὸ παράδειγμα περὶ οὗ βουλεύεται. τοῦτο μὲν οὖν καὶ διʼ ἄλλων ἀποδείκνυται πολλῶν, ὅτι δεῖ τὸ παράδειγμα τοῦ κόσμου προϋφεστάναι, καὶ μάλιστα τῆς δημιουργικῆς αἰτίας προϋποκειμένης· ἢ γὰρ ἀγνοεῖν ἀναγκαῖον τὸ δημιουργοῦν τὴν τοῦ δημιουργουμένου τάξιν νοερὸν ὂν ἢ γινώσκειν· ἀλλʼ εἰ μὲν ἀγνοοίη, πῶς προνοήσει, πῶς δὲ τάξει τὸ πᾶν; εἰ δὲ γινώσκει, πῶς οὐ περιέξει τὸ γιγνόμενον τῇ ἑαυτοῦ νοήσει κατὰ μίαν αἰτίαν; Ἐκεῖνο δὲ ἐπὶ τούτῳ θεατέον, τί τὸ παράδειγμα τοῦτο καὶ ποίας τάξεως τῶν ὄντων· ἄλλοι γὰρ ἄλλως ἔθεντο τῶν παλαιοτέρων. ὁ μὲν γὰρ θεῖος Ἰάμβλιχος αὐτὸ τὸ ὅπερ ὄν, ὃ δὴ νοήσει μετὰ λόγου περιληπτόν ἐστιν, ἀφωρίσατο τὸ παράδειγμα τοῦ παντός, τὸ μὲν ἓν ἐπέκεινα τιθέμενος τοῦ παραδείγματος, τὸ δὲ ὅπερ ὂν αὐτῷ σύνδρομον ἀποφαίνων, ἑκάτερον δὲ νοήσει περιληπτὸν ἀποκαλῶν. ὁ δέ γε φιλόσοφος Πορφύριος τὴν μὲν ψυχήν, ὥσπερ εἴρηται καὶ πρότερον, δημιουργὸν ὑπέθετο τὴν ἀμέθεκτον, τὸ δὲ παράδειγμα τὸν νοῦν, ἐν ταῖς ὑφειμέναις τάξεσι τὰ ἐν ταῖς πρεσβυτέραις ὁρῶν· ὁ μὲν γὰρ Πλάτων νοῦν δημιουργὸν εἰπὼν τὸ παράδειγμα νοητὸν ἐπωνόμασεν, ὁ δὲ ἐξηγητὴς οὗτος ψυχὴν δημιουργὸν λαβὼν νοῦν τὸ παράδειγμα κέκληκε. τρίτος δὲ ὁ θαυμαστὸς Θεόδωρος τὴν δημιουργικὴν τριάδα τριαδικῶς διαιρούμενος καὶ ἐν ἑκάστῃ μονάδι πρῶτον καὶ μέσον καὶ τελευταῖον ὁρῶν, τὸ ἔσχατον ἐφʼ ἑκάστης αὐτοζῷον προσηγόρευσε καὶ οὕτως ἔφατο τὸν νοῦν εἰς τὸ ὅ ἐστι ζῷον ὁρᾶν· εἰς γὰρ τὸ οὐσιῶδες ζῷον αὐτὸν ἀνηρτῆσθαι προσεχῶς. ὥστε καὶ κατὰ τοῦτον ὁ οὐσιώδης δημιουργὸς οὐχὶ πρὸς τὸ αὐτοζῷον ἀποβλέπων δημιουργεῖ, ἢ πολλὰ τὰ παραδειγματικὰ αἴτια, ἢ οὐ πᾶς δημιουργὸς κατά τι παράδειγμα τὴν οἰκείαν προβέβληται ποίησιν, ἵνα μὴ τὸ ποιοῦν εἰς τὰ μεθʼ αὑτὸ βλέπον ποιῇ καὶ οὕτως τὸ τῆς μερικῆς ψυχῆς ὑπομένον λανθάνῃ πάθος. ὁ δέ γε ἡμέτερος καθηγεμὼν κατὰ τὴν ἔνθεον ἑαυτοῦ νοήσιν καὶ τόδε τῆς προσηκούσης διαίτης ἠξίωσεν· ἐπεὶ γὰρ τῶν παλαιῶν οἳ μὲν αὐτὸν τὸν δημιουργὸν ἐποίησαν ἔχοντα τὰ παραδείγματα τῶν ὅλων, ὡς Πλωτῖνος, οἳ δὲ οὐκ αὐτόν, ἀλλʼ ἤτοι πρὸ αὐτοῦ τὸ παράδειγμα, ἢ μετʼ αὐτόν, πρὸ αὐτοῦ μὲν ὡς ὁ Πορφύριος, μετʼ αὐτὸν δὲ ὡς ὁ Λογγῖνος, ἠρώτα, πότερον ὁ δημιουργὸς εὐθὺς μετὰ τὸ ἕν ἐστιν, ἢ καὶ ἄλλαι τάξεις εἰσὶ νοηταὶ μεταξὺ τοῦ τε δημιουργοῦ καὶ τοῦ ἑνός· εἰ μὲν γὰρ μετὰ τὸ ἓν ὁ δημιουργός, ἄτοπον τὸ σύμπαν εἶναι τῶν νοητῶν πλῆθος μετὰ τὸ ἀπλήθυντον· διὰ γὰρ τῶν τῷ ἑνὶ προσεχῶν ἀριθμῶν ἡ πρόοδος ἡ ἐπὶ τὸν ὅλον ἀριθμὸν καὶ τὸ ὅλον πλῆθος. εἰ δὲ καὶ ἄλλαι μεταξὺ τοῦ ἑνὸς καὶ τοῦ δημιουργοῦ τάξεις εἰσί, πότερον ἐν αὐτῷ πρώτῳ τὸ παράδειγμα τοῦ παντὸς ἢ μετʼ αὐτὸν ἢ πρὸ αὐτοῦ ζητητέον· εἰ μὲν γὰρ ἐν αὐτῷ πρώτῳ, πᾶν τὸ νοητὸν πλῆθος ἐν αὐτῷ θήσομεν· τὸ γὰρ τῶν νοουμένων κάλλιστον τὸ παράδειγμά ἐστιν· ὥστε πάλιν ἔσται νοητὸς καὶ οὐ νοερός, ὃ μικρῷ πρότερον ἀπεδείκνυμεν. καίτοι τὸ μὲν παράδειγμα μόνας ἰδέας ἔχει τέτταρας, αὐτὸς δὲ καὶ τὰς ἔτι μερικωτέρας ἐκείνων, ἡλίου, σελήνης, ἑκάστου τῶν ἀϊδίων. εἰ δὲ μετʼ αὐτόν, ἐπὶ τὸ χεῖρον ἐστραμμένος ἔσται καὶ τὸ ἀτιμότερον, ὃ μηδενὶ τῶν θείων ὑπάρξαι θέμις· ὥστε πρὸ τοῦ δημιουργοῦ τὸ παράδειγμά ἐστιν. ἀλλʼ εἰ πρὸ τοῦ δημιουργοῦ, πότερον ὁρᾶται ὑπʼ αὐτοῦ ἢ οὐχ ὁρᾶται; τὸ μὲν οὖν μὴ ὁρᾶσθαι λέγειν καὶ τοῦ Πλάτωνός ἐστιν ἀνήκοον καὶ τῆς τῶν πραγμάτων φύσεως· ἄτοπον γὰρ τὴν μὲν ἡμετέραν ψυχὴν ὁρᾶν ἐκεῖνο καὶ περὶ αὐτοῦ λέγειν, νοῦν δὲ καὶ τὸν ὅλον νοῦν μὴ ὁρᾶν. εἰ δὲ ὁρᾷ τὸ νοητὸν ὁ δημιουργός, πότερον εἰς ἑαυτὸν ἐστραμμένος ὁρᾷ, ἢ ἔξω μόνον ἑαυτοῦ; ἀλλʼ εἰ μὲν ἔξω μόνον ἑαυτοῦ, εἴδωλα ὁρᾷ τοῦ ὄντος καὶ ἕξει αἴσθησιν ἀντὶ νοήσεως· εἰ δὲ εἰς ἑαυτόν, ἔστι καὶ ἐν αὐτῷ τὸ νοούμενον· ὥστε καὶ πρὸ τοῦ δημιουργοῦ τὸ παράδειγμά ἐστι καὶ ἐν αὐτῷ, νοητῶς μὲν πρὸ αὐτοῦ, νοερῶς δὲ ἐν αὐτῷ. δοκεῖ δὲ καὶ τὰ τοῦ Πλάτωνος ῥήματα ποτὲ μὲν ἕτερον αὐτοῦ ποιεῖν τὸ παράδειγμα, ποτὲ δὲ ταὐτόν· ὅταν μὲν γὰρ λέγῃ τό· ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ ὅ ἐστι ζῷον, ὅσαι τε καὶ οἷαι καθορᾷ, τοσαύτας διενοήθη καὶ τόδε τὸ πᾶν σχεῖν, ὡς ἕτερον τοῦ παραδείγματος τὸν δημιουργὸν ἐπὶ τὸ αὐτοζῷον ἀνατείνεσθαί φησι, καὶ αὖ ὅταν φῇ· τίνι τῶν ζῴων αὐτὸν εἰς ὁμοιότητα ὁ συνιστὰς συνέστησε; τῶν μὲν ἐν μέρους εἴδει πεφυκότων, μηδενὶ καταξιώσωμεν· οὗ δέ ἐστι τὰ ἄλλα ζῷα καθʼ ἓν καὶ κατὰ γένη μόρια, τούτῳ πάντων ὁμοιότατον αὐτὸν εἶναι τιθῶμεν· καὶ γὰρ ἐν τούτοις διορίζει τὸ συνιστὰν ἀπὸ τοῦ παραδείγματος. ὅταν γε μὴν πάλιν διαρρήδην λέγῃ τό· ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνετο φθόνος· τούτου δὲ ἐκτὸς ὤν, πάντα ὅτι μάλιστα ἠβουλήθη γενέσθαι παραπλήσια αὑτῷ, δηλοῦν φαίνεται τὴν τοῦ δημιουργοῦ πρὸς τὸ παράδειγμα ταυτότητα· ὥστε καὶ ὁ Πλάτων ἔστι μὲν ὅπῃ ταὐτόν, ἔστι δὲ καὶ ὅπῃ φησὶν ἕτερον, καὶ τούτοιν ἑκάτερον εἰκότως· νοητῶς μὲν γάρ εἰσιν αἱ ἰδέαι πρὸ τῆς δημιουργίας, τέτταρες ἰδεῶν μονάδες, πρόεισι δὲ καὶ εἰς τὸν δημιουργὸν ἡ εἰδητικὴ τάξις, καὶ ἔστι μία τῶν ἐν αὐτῷ μονάδων ὁ τῶν ἰδεῶν ὅλος ἀριθμός. ταῦτα δὲ καὶ ὁ Ὀρφεὺς ἐνδεικνύμενος καταπίνεσθαι τὸν νοητὸν θεὸν ἔφατο παρὰ τοῦ δημιουργοῦ τῶν ὅλων· καὶ ὁ μὲν Πλάτων βλέπειν εἰς τὸ παράδειγμα τὸν δημιουργὸν ὑπέθετο, τὴν νόησιν διὰ τῆς ὁράσεως ἐνδεικνύμενος, ὁ δὲ θεολόγος καὶ οἷον ἐπιπηδᾶν αὐτὸν τῷ νοητῷ καὶ καταπίνειν, ὡς ὁ μῦθος ἔφησεν· ἔστι γάρ, εἰ χρὴ διαρρήδην τὰ τοῦ καθηγεμόνος λέγειν, ὁ παρὰ τῷ Ὀρφεῖ Πρωτόγονος θεὸς κατὰ τὸ πέρας τῶν νοητῶν ἱδρυμένος παρὰ τῷ Πλάτωνι τὸ αὐτοζῷον· διὸ καὶ αἰώνιόν ἐστι καὶ τῶν νοουμένων κάλλιστον, καὶ τοῦτʼ ἔστιν ἐν νοητοῖς, ὅπερ ὁ Ζεὺς ἐν νοεροῖς· πέρας γὰρ ἑκάτερος τῶνδε τῶν τάξεων, καὶ ὃ μὲν τῶν παραδειγματικῶν αἰτίων τὸ πρώτιστον, ὃ δὲ τῶν δημιουργικῶν τὸ μοναδικώτατον· διὸ καὶ ἑνοῦται πρὸς ἐκεῖνον ὁ Ζεὺς διὰ μέσης τῆς Νυκτὸς καὶ πληρωθεὶς ἐκεῖθεν γίνεται κόσμος νοητὸς ὡς ἐν νοεροῖς. ὣς τότε Πρωτογόνοιο χανὼν μένος Ἠρικεπαίου τῶν πάντων δέμας εἶχεν ἑῇ ἐνὶ γαστέρι κοίλῃ, μῖξε δʼ ἑοῖς μελέεσσι θεοῦ δύναμίν τε καὶ ἀλκήν, τοὔνεκα σὺν τῷ πάντα Διὸς πάλιν ἐντὸς ἐτύχθη. εἰκότως ἄρα καὶ νῦν ὁ Πλάτων εἰς τὸ παράδειγμα βλέποντά φησι δημιουργεῖν αὐτόν, ἵνα τῷ νοεῖν ἐκεῖνο πάντα γενόμενος τὸν αἰσθητὸν ὑποστήσηται κόσμον· τὸ μὲν γὰρ ἦν νοητῶς πᾶν, αὐτὸς δὲ νοερῶς πᾶν, ὁ δὲ κόσμος αἰσθητῶς πᾶν· διὸ καὶ ὁ θεολόγος φησί· πάντα τάδε κρύψας αὖθις φάος ἐς πολυγηθές μέλλεν ἀπὸ κραδίης προφέρειν πάλι θέσκελα ῥέζων.

Ὅτι μὲν οὖν πρὸς παράδειγμα γέγονεν ὁ κόσμος, καὶ τί τοῦτʼ ἔστι, καὶ πῶς μὲν ὑπὲρ τὸν δημιουργικὸν νοῦν, πῶς δὲ ἐν αὐτῷ, διὰ τούτων καταφανές· ἀποροῦσι δέ τινες, ὅπως ὁ Πλάτων ἠρώτησεν, εἴτε πρὸς τὸ γενητὸν δεδημιούργηται ὁ κόσμος, εἴτε πρὸς τὸ νοητόν· οὐδὲ γὰρ ἔστιν ἄλλο τι γενητόν, ἵνα πρὸς αὐτὸ δημιουργῆται τὸ πᾶν. εἰ μὲν οὖν περὶ Σωκράτους ἢ ἄλλου τῶν μερικῶν τινος ἦν ὁ λόγος, εἶχε χώραν ἂν ἡ ἐρώτησις· ἐπειδὴ δὲ περὶ τοῦ παντὸς ἡ ζήτησις, μήποτε ἀδύνατον ᾖ τὸ πρὸς γιγνόμενον ὑποστῆναι τὸ πᾶν· τί γὰρ ἄλλο γιγνόμενόν ἐστιν, ἢ τὸ πᾶν; λύσομεν δὴ τὴν ἀπορίαν ταύτην ἀναμνησθέντες τῶν πολλάκις εἰρημένων, ὅτι καὶ τὴν ψυχὴν γιγνόμενον ὁ Πλάτων καλεῖ, καθόσον τοῦ χρόνου μετείληχεν· ἀπορεῖ δὴ οὖν ὁ λόγος, τί παράδειγμα τοῦ παντός, πότερον ψυχὴ ἢ νοῦς ἢ νοητόν· ταῦτα γάρ ἐστι τὰ μόνως αἰώνια· καὶ διὰ τοῦτο ἐζήτησεν, εἴτε πρὸς γινόμενον, εἴτε πρὸς αἰώνιον ὁ κόσμος γέγονε. λεγέσθω μὲν οὖν ὥς τισιν ἔδοξε καὶ οὕτως. μήποτε δὲ τελειότερον κατʼ ἄλλην ἔφοδον ἀπαντᾶν δυνατὸν πρὸς τὴν ἀπορίαν, ᾧ καὶ δῆλον ἔσται τὸ πρὸ τοῦ κόσμου πλημμελὲς ὅπως οὐ δεῖ λέγειν, ὡς Ἀττικὸς καὶ Πλούταρχος ᾠήθησαν, ἀγένητον· εἰ γὰρ μηδὲν ἦν πρὶν οὐρανὸς γένηται γενητόν, γελοῖον ἦν ζητεῖν, εἰ πρὸς ἀεὶ ὂν ἢ γενητὸν ὁ κόσμος γεγένηται. ἀλλὰ μὴν τοῦτο ζητεῖ νῦν. ἦν ἄρα καὶ πρὸ τοῦ κόσμου τι γενητόν. καὶ ἐπειδὴ οὐ τὸ ἀεὶ ὂν οὐδὲ ἡ χώρα, τρία δὲ ἦν καὶ πρὶν οὐρανὸν γενέσθαι, ὂν καὶ χώρα καὶ γένεσις δῆλον, ὅτι τοιοῦτον ἦν ἐκεῖνο τὸ θρυλούμενον, τὸ πλημμελές. γιγνόμενον οὖν οὐ τὸ πᾶν μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον, ὥσπερ εἴπομεν καὶ πρότερον. ἔστιν οὖν ἔχων ὁ κόσμος τοῦτο μὲν τὸ πλημμελὲς ὡς ὕλην, τὸ δὲ νοητὸν ὡς κρεῖττον προϋπάρχον. πότερον ὁμοιοῦται πρὸς τὸ ἐν ἑαυτῷ ὑλικὸν ἢ πρὸς τὸ κατʼ οὐσίαν θειότερον; μέσος γὰρ ὢν ἀμφοῖν θατέρῳ τῶν ἄκρων ἐξ ἀνάγκης ὡμοίωται· ὑπόκειται γὰρ ὁ δημιουργὸς κἀκεῖνο παραλαβὼν καὶ τὸ αὐτοζῷον ὁρῶν· ὥστε εἰκότως ζητεῖ, ποτέρῳ τὸ πᾶν ὁμοιοῖ, τῷ ὅπερ ἔλαβεν, ἢ τῷ ὃ καθορᾷ. τούτοις οὖν ἀκόλουθον καὶ τὸ ἑξῆς, ὅτι καλὸς ὢν πρὸς τὸ νοητὸν ἀπείκασται καὶ οὐ πρὸς τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον· τὸ γὰρ πρὸς τοῦτο εἰκασμένον αἰσχρόν. ἤδη δέ τινες τῶν ἐξηγητῶν λέγουσιν οὐ περὶ τοῦ δημιουργοῦ τὸν Πλάτωνα ζητεῖν, πρὸς ποῖον ἐποίησε τῶν παραδειγμάτων, ἀλλὰ περὶ ἡμῶν λέγειν τῶν εἰδότων, ὅτι τὰ παραδείγματα διττά, πρὸς πότερον τὸ πᾶν γεγονέναι φήσομεν. καὶ ἔχει τρόπον τινὰ καὶ τοῦτο λόγον· ἡμᾶς γὰρ εἶναι τοὺς εἰς ἄμφω βλέποντας, ἀλλʼ οὐ τὸν δημιουργόν· οὐ γὰρ θέμις αὐτῷ πρὸς τὸ χεῖρον βλέπειν, ἡμεῖς δὲ ὁρῶντες τά τε πρὸ αὐτοῦ καὶ τὰ μετʼ αὐτὸν ἑαυτοὺς ἐπανερωτῶμεν, ἐν τίσιν αὐτοῦ τὸ παράδειγμα τιθέναι προσήκει. ἄλλοι δέ φασιν, ὅτι τῆς τελείας ἕνεκα διαιρέσεως προέτεινε καὶ τὸ γενητόν, ἵνα μὴ προαρπάζειν δοκῇ τὸ ζητούμενον, ὅτι ἀΐδιον τὸ παράδειγμα τὸ κοσμικόν· ὑποθέμενος γὰρ τὸ γενητὸν ἔδειξεν ἄτοπόν τι ἑπόμενον. οἳ δὲ λέγουσιν, ὅτι, ἐπεὶ τῶν αἰσθητῶν τὰ μέν ἐστι παρὰ φύσιν, τὰ δὲ κατὰ φύσιν, τούτων δὲ τὰ μὲν εἰκόνας ἔχει τινῶν γενητῶν, τὰ δὲ ἀγενήτων ἐστὶν ὁμοιώματα, βουλόμενος ἀποδεῖξαι τὸν κόσμον πρὸς ἀΐδιον γεγονότα παράδειγμα τῶν ἄλλων πεποίηται τὴν ἀναίρεσιν διὰ τοῦ κάλλιστον εἶναι τὸ πᾶν· οὔτε γὰρ παρὰ φύσιν εἶναι τὸ κάλλιστον, οὔτε ἀπὸ γενητῆς οὐσίας παραδειγματικῆς· οὐ γὰρ κάλλιστον τὸ ἐκ ταύτης. διότι δὲ ὅλως καλόν, οὐ παρὰ φύσιν. ἡ μὲν οὖν λύσις τῆς ἀπορίας τοιάδε τίς ἐστιν. Ἄξιον δὲ καὶ τὴν τῶν ὀνομάτων ἀκρίβειαν τῷ λογισμῷ συνελεῖν· τὸ μὲν γὰρ πάλιν καὶ τὸ ἐπισκεπτέον τὴν τάξιν ἐνδείκνυται τοῦ προβλήματος, ὅτι τοῖς πρὸ αὐτοῦ συνεχές ἐστι καὶ ἐπʼ ἐκείνοις τοῖς σκέμμασι τοῦτο πρόεισιν ἑξῆς. τὸ δὲ περὶ αὐτοῦ πάντα τὰ ζητήματα συνάγει πρὸς τὴν μίαν περὶ τοῦ κόσμου θεωρίαν· καὶ γὰρ ὁ περὶ τοῦ δημιουργοῦ λόγος καὶ ὁ περὶ τοῦ παραδείγματος τῆς τοῦ παντὸς ἕνεκα θεωρίας παραλαμβάνεται. τὸ δὲ πρὸς πότερον τῶν παραδειγμάτων διίστησιν ὡς ἄκρα καὶ ὡς ἀλλήλων ἕτερα τὸ νοητὸν καὶ τὸ γενητόν, τὸ μὲν ἐν τοῖς πρωτίστοις τῶν ὄντων, τὸ δὲ ἐν τοῖς ἐσχάτοις. τὸ δὲ ὁ τεκτηνάμενος τὴν εἰδοποιίαν δείκνυται τὴν ἀπὸ τοῦ αἰτίου καθήκουσαν καὶ τὴν δημιουργικὴν τέχνην τὴν εἰς τὸν κόσμον προϊοῦσαν· ὡς γάρ φησιν ὁ θεολόγος, οἱ πρῶτοι τεκτονόχειρες τῷ Διὶ τὰς δημιουργικὰς δυνάμεις ἔδοσαν πάσης τῆς ἐγκοσμίου ποιήσεως· οἳ Ζηνὶ βροντήν τε πόρον τεῦξάν τε κεραυνόν, πρῶτοι τεκτονόχειρες, ἰδʼ Ἥφαιστον καὶ Ἀθήνην δαίδαλα πάντʼ ἐδίδαξαν, ὅσʼ οὐρανὸς ἐντὸς ἐέργει. τούτοις οὖν καὶ ὁ Πλάτων ἑπόμενος τῷ τεκτηνάμενος καὶ τῷ ἐτεκτήνατο χρήσεται συνεχῶς ἐπὶ τῆς δημιουργικῆς ποιήσεως. τὸ δὲ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχον τὸ αἰώνιον παράδειγμα τοῦ παντός, ὃ δὴ πρώτιστόν ἐστι τῶν αἰωνίων ἐν τῷ πέρατι τῶν πρωτίστων νοητῶν ἱδρυμένον. τὸ δὲ αὖ γεγονὸς τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον· σύνθετον γάρ ἐστι καὶ τοῦτο καὶ πολυμιγὲς καὶ ἑτεροκίνητον, ἃ δὴ στοιχεῖα τῆς γενητῆς φύσεως. οὐκ ἄρα φασίν· ἐκεῖνο μὲν ἀγένητον καὶ φθαρτόν, ὁ δὲ κόσμος γενητὸς καὶ ἄφθαρτος, ἀλλὰ καὶ ἐκεῖνο γεγονὸς ὡς ἑτεροκίνητον καὶ συμμιγές· σαφῶς γὰρ καὶ ὁ Πλάτων πρὸ τῆς οὐρανοῦ γενέσεως ἐρεῖ τρία ταῦτα εἶναι, χώραν καὶ γένεσιν καὶ τὸ ὄν, δηλαδὴ γένεσιν λέγων τὸ πλημμελές. καὶ τοῦτο οὖν γένεσις, καὶ ὁ κόσμος ἀγένητος κατὰ τὴν χρονικὴν γένεσιν. ταῦτα γοῦν ἐστι τῷ τε Πλάτωνι συμφωνότερα καὶ ταῖς κατὰ φύσιν ἡμῶν καὶ ἀδιαστρόφοις περὶ τοῦ παντὸς ὑπολήψεσιν.

Εἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀΐδιον ἔβλεπεν· εἰ δὲ ὃ μηδὲ εἰπεῖν τινι θέμις, πρὸς τὸ γεγονός.

Πρῶτον τὴν λογικὴν ἔφοδον τοῦ Πλάτωνος κατανοήσωμεν ὅπως ἀποδεικτικῶς προελήλυθεν· ἐκ μὲν τῶν ὑποθέσεων εἶχε διττὰ ταῦτα ἀξιώματα κείμενα· τὸ πρὸς ἀΐδιον παράδειγμα γεγονὸς καλόν· τὸ πρὸς γενητὸν γεγονὸς οὐ καλόν· τούτοις δὲ ἀντιστρέφοντά ἐστι· τὸ καλὸν πρὸς ἀΐδιον παράδειγμα γέγονε· τὸ μὴ καλὸν οὐ πρὸς ἀΐδιον παράδειγμα· ἐὰν γὰρ τῷ ἀντικειμένῳ τοῦ ἡγουμένου ἕπηται τὸ ἀντικείμενον τοῦ ἑπομένου, ταῦτά τε ἀντιστρέφει πρὸς ἄλληλα καὶ τὸ ἐξ ἀρχῆς, ὡς δείκνυται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· εἰ γὰρ τὸ καλὸν πρὸς γενητὸν εἴη γεγονός, τὸ πρὸς γενητὸν γεγονὸς οὐ καλὸν διὰ θάτερον τῶν ἀξιωμάτων, ἔσται τὸ καλὸν οὐ καλόν· καὶ αὖ ὅ,τι μὴ καλὸν πρὸς ἀγένητον παράδειγμα—γέγονε γὰρ πρὸς αἰώνιον—καλὸν ἔσται τὸ μὴ καλόν. διὰ τί οὖν μὴ αὐτόθεν ἐν ταῖς ὑποθέσεσι ταῦτα παρέλαβε τὰ ἀξιώματα· τὸ καλὸν πρὸς ἀΐδιον γέγονε· τὸ μὴ καλὸν οὐ πρὸς ἀΐδιον· ἀλλʼ ἐκεῖνα, οἷς ταῦτα ἀντιστρέφει, καίτοι μέλλων εἰς τὴν ἀπόδειξιν τούτοις χρῆσθαι καὶ οὐκ ἐκείνοις; λεκτέον, ὅτι ἐκεῖνα μὲν ἀπὸ τῶν αἰτίων ἀρχόμενα ὑποθέσεσίν ἐστιν οἰκειότερα, ταῦτα δὲ ἀπὸ τῶν αἰτιατῶν τοῖς μετὰ τὰς ὑποθέσεις· ὅταν μὲν γὰρ λέγῃ· τὸ πρὸς ἀΐδιον γεγονὸς καλόν ἐστιν· ἀπὸ τῆς αἰτίας ἄρχεται, τελευτᾷ δὲ εἰς τὸ αἰτιατόν· ὅταν δὲ ἀνάπαλιν· τὸ καλὸν πρὸς ἀΐδιον γέγονε· προηγούμενον ποιεῖ τὸ καλόν, ἑπόμενον δὲ τὴν αἰτίαν. ἵνα οὖν ἀρχαῖς προσήκοντα λαμβάνῃ καὶ αἰτίαις, ἐν ταῖς ὑποθέσεσιν ἐκείνως ἔλαβεν, ἀντέστρεψε δὲ ἐν ταῖς ἀποδείξεσι, τὸ προσῆκον τοῖς δεικνυμένοις ἐκλεγόμενος. τέτταρα δὴ ταῦτα ἀξιώματα θέμενος διορίζεται περὶ τοῦ παντὸς εἰκότως· ἤτοι καλός ἐστιν ὁ κόσμος, ἢ οὐ καλός. ἀλλʼ εἰ μὲν καλός, πρὸς τὸ ἀΐδιον γέγονεν, εἰ δὲ μὴ καλός, πρὸς τὸ γενητόν. ἀλλὰ μὴν ὅτι καλὸς ὁ κόσμος, ἐκ τῆς αἰσθήσεως δῆλον. πρὸς τὸ ἀΐδιον ἄρα γέγονεν. ἐπειδὴ δὲ τῷ κόσμῳ τὸ καλὸν ἀπὸ τοῦ παραδείγματος ἐφήκει διὰ μέσης τῆς δημιουργικῆς αἰτίας, ἐν τῷ ἡγουμένῳ πρὸς τῷ καλὸν εἶναι τὸν κόσμον ἔλαβεν, ὅτι καὶ ὁ δημιουργὸς ἀγαθός· πᾶς γὰρ δημιουργὸς ἀγαθὸς κρατεῖ τῆς οἰκείας ὕλης καὶ τὸ εἶδος ἐπιτίθησιν ὃ βούλεται τοῖς ὑποκειμένοις, καὶ πολλῷ πλέον ὁ ὅλος δημιουργός, ὃς καὶ αὐτὴν ὑφίστησι τὴν ὑποκειμένην φύσιν, ὥς που καὶ ἄλλοι λόγοι φασί, καὶ οὕτως ὑφίστησιν αὐτήν, ὡς ἂν εὐεργὸς εἴη πρὸς τὸ δέξασθαι τὸν ἀπʼ αὐτοῦ κόσμον καὶ τὴν ἀπʼ αὐτοῦ δημιουργίαν. ἐπειδὴ δὲ τοῦτο προσέθηκεν ἐν τῷ δευτέρῳ συνημμένῳ, τὸ ἀντικείμενον ἀπεσιώπησεν· ἦν μὲν γὰρ καὶ ἡ περὶ τὸν κόσμον δυσφημία χαλεπή, κάλλιστον ὄντα καὶ θεὸν εὐδαίμονα, χαλεπωτέρα δὲ ἡ περὶ τὸν δημιουργόν. διὸ καὶ τὴν Θέμιν προεστήσατο τοῦ λόγου, τὴν συνάγουσαν ἐπὶ τὸν δημιουργὸν καὶ αὐτοὺς τοὺς θεοὺς καὶ οὐκ ἐῶσαν ἀπεσπάσθαι τῆς ἀγαθότητος τοῦ πατρός, ἵνα δὴ καὶ αὐτὸς διὰ τῆς Θέμιδος μηδὲν πλημμελὲς μηδὲ δύσφημον εἰς τὸν δημιουργὸν ἀναπέμψῃ τῶν ὅλων. τούτων δὴ τῶν συνημμένων τοιούτων ὄντων, τῶν ἐκ διαιρετικοῦ τὴν ἀρχὴν λαβόντων, κατίδωμεν, ὁποῖα ἄττα ὁ Πλάτων ἐπήνεγκεν ἑξῆς.

Παντὶ δὴ σαφές, ὅτι πρὸς τὸ ἀΐδιον· ὃ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὃ δὲ ἄριστος τῶν αἰτίων. οὕτω δὴ γεγενημένος πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν καὶ κατὰ ταὐτὰ ἔχον δεδημιούργηται.

Διὰ δὴ τούτων πρῶτον μὲν τὸ συμπέρασμα προὔλαβεν, ὥσπερ εἴωθεν, ἀπὸ νοῦ τὰς ἀρχὰς τῶν ἀποδείξεων ποιούμενος· ἔπειτα τὴν ὑπόμνησιν προσήγαγε τῆς προσλήψεως καὶ ἐπὶ ταύτῃ τὸ λῆγον ἐπήνεγκε· τὸ μὲν γὰρ παντὶ δὴ σαφές, ὅτι πρὸς τὸ ἀΐδιον, συμπέρασμά ἐστι, τὸ δὲ ὃ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὃ δὲ ἄριστος τῶν αἰτίων, ἀπόδοσις τῆς προσλήψεως, ὡς δηλοῖ καὶ ὁ αἰτιώδης σύνδεσμος· τὸ δὲ λοιπὸν ἡ ἐπιφορὰ τοῦ λόγου παντός. ἡ μὲν οὖν λογικὴ διάταξις τοιαύτη. πάλιν δὲ ἐπὶ τὴν τῶν πραγμάτων θεωρίαν μεταβάντες κατίδωμεν πρῶτον, διʼ ἥντινα αἰτίαν τό τε καλὸν εἰς τὸ κάλλιστον μετέλαβε καὶ τὸ ἀγαθὸν εἰς τὸ ἄριστον· ἔπειτα πῶς ταῦτα ἀληθῆ καὶ ποίαν ἔχει πρὸς ἄλληλα τάξιν. ὅτι μὲν οὖν τὸ καλὸν δημιούργημα πρὸς ἀΐδιον παράδειγμα δεδημιούργηται, πρόδηλον, καὶ εἴρηται πρότερον· πόθεν γὰρ αὐτῷ τὸ καλὸν ἢ ἐκ τῆς ἐκείνου μιμήσεως; εἰ δὲ τοῦτο τὸ κάλλιστον, οὐ πρὸς τὸ ἀΐδιον ἁπλῶς, ἀλλʼ εἰ χρὴ φάναι πρὸς τὸ τῶν ἀϊδίων ἀιδιώτατον ὡμοίωται· πᾶσα γὰρ εἰκὼν ἐναργέστερον μετέχουσα τοῦ εἴδους καθαρωτέρου παραδείγματός ἐστιν εἰκών· καὶ ὥσπερ τῶν ἀπὸ τῆς τελεστικῆς ἀγαλμάτων τὰ μὲν ἀμυδροτέρας τυχόντα τῆς τοῦ θείου παρουσίας δευτέρων ἀπολαύει καὶ τρίτων τοῦ θείου δυνάμεων, τὰ δὲ ἐναργεστέρας καὶ αὐτῶν τῶν πρωτίστων αὐτοῦ καὶ ἀκροτάτων μετέχει ποιήσεων, τὸν αὐτὸν δήπου τρόπον καὶ ὁ τοῦ κόσμου τελεσιουργὸς θεὸς κάλλιστον αὐτὸν ἀπέφηνεν ὡς εἰκόνα τοῦ πρωτίστου τῶν αἰωνίων· ἐκεῖθεν γὰρ τὸ κάλλιστον, καὶ τὸ κάλλιστον εἰς τὴν πρὸς ἐκεῖνο διὰ τῆς ἑαυτοῦ καλλονῆς ὁμοίωσιν ἀνατείνεται. πάλιν τοίνυν εἰ τὸ δημιουργικὸν αἴτιον ἀγαθόν ἐστι, πρὸς τὸ ἀΐδιον ἀπέβλεπεν, ἀλλʼ οὐ πρὸς τὸ γενητόν, ἵνα μὴ πρὸς τὸ χεῖρον ἀποβλέπον, ὃ μὴ θέμις εἰπεῖν, ἀποπίπτῃ τῆς ἀγαθότητος· εἰ δὲ μὴ μόνον ἀγαθόν ἐστιν αἴτιον, ἀλλὰ καὶ ἄριστον ἐν τοῖς αἰτίοις, πρὸς τὸ ἀιδιώτατον ἔβλεπεν· ὅσῳ γὰρ τὸ ὁρῶν θειότερον, τοσοῦτον τὸ ὁρώμενον ὑψηλότερον· κἂν γὰρ τὸ αὐτὸ θεωρῆται ὑπό τε κρείττονός τινος καὶ χείρονος, ἀλλὰ μᾶλλον μὲν ὑπὸ τοῦ κρείττονος καὶ ἐναργέστερον, ἧττον δὲ ὑπὸ τοῦ χείρονος. ταῦτʼ οὖν ὁ Πλάτων ἐνδεικνύμενος καὶ διὰ τούτων ἐκεῖνο λεληθότως παραμυθούμενος, ὅτι τὸ παράδειγμα τοῦ παντὸς οὐ τῶν πολλῶν ἐστιν ἀϊδίων, ἀλλὰ τὸ πάντων ἀιδιώτατον καὶ τὸ πρώτως αἰώνιον, κάλλιστον μὲν τὸν κόσμον, ἄριστον δὲ τὸν δημιουργὸν προσείρηκε· τό τε γὰρ κάλλιστον πρὸς τὸ θειότατον παράδειγμα γέγονε, καὶ τὸ ἄριστον πρὸς τὸ ὑπέρτατον ἀποβλέπειν ἀναγκαῖον· εἰ γὰρ μὴ τὸ κάλλιστον ἐκ τοῦ πρωτίστου παραδείγματος ᾖ, οὐδενὸς ἔσται παράδειγμα ἐκεῖνο, ἢ χείρονός τινος. θέμις δὲ οὐκ ἔστι τοῖς ὑπερτέροις τὰ χείρω τῶν δευτέρων ποιεῖν. καὶ εἰ μὴ τὸ ἄριστον ἀποβλέψειε πρὸς τὸ πρώτιστον, ἢ οὐδὲν ἀποβλέπον εἰς ἐκεῖνο ποιεῖ—καὶ πῶς ἐκεῖνο τὴν παραδείγματος ἕξει χώραν; — ἢ τὸ μὴ ἄριστον αὐτὸ νοήσει—καὶ πῶς τὸ τῷ χείρονι νοητὸν τῷ κρείττονι διʼ ὑπεροχὴν ἄληπτόν ἐστιν; —ἀνάγκη ἄρα τὸ κάλλιστον πρὸς τὸ θειότατον γεγονέναι καὶ τὸ ἄριστον πρὸς τὸ ἀιδιώτατον βλέπειν, ἔτι δὲ τὸ κάλλιστον ὑπὸ τοῦ ἀρίστου δημιουργεῖσθαι· τίνος γὰρ αἴτιόν ἐστι τὸ ἄριστον, ἢ τοῦ καλλίστου τῶν γενομένων; εἰ γὰρ μὴ τοῦ καλλίστου, τῶν χειρόνων τινός. εἰ οὖν τὸ ἄριστον χείρονος αἴτιον, καὶ τὸ μὴ ἄριστον τοῦ καλλίστου πάντως αἴτιον, καὶ οὕτως ἄρδην ἀνατρέπεται τῶν πραγμάτων ἡ τάξις. ταῦτα μὲν οὖν τὰ τρία γεωμετρικαῖς ἀνάγκαις φασὶν ἀποδεδειγμένα κείσθω, καὶ διὰ τούτων ὅπως ὁ Πλάτων τὰ ὀνόματα μετείληφεν, ἡμῖν ὑπεμνήσθω. προστίθησι δὲ ὁ Πορφύριος, ὅτι οὔτε, εἰ ἄριστος ὁ δημιουργός, ἕπεται τὸ βλέπειν αὐτὸν πρὸς τὸ ἀΐδιον, εἰ μὴ καλὰ δημιουργοῖ, οὔτε, εἰ καλὰ δημιουργοίη, τὸ βλέπειν πρὸς τὸ ἀΐδιον, εἰ μὴ ὡς ἄριστος δημιουργὸς τὰ καλὰ ποιεῖ, ἀλλὰ κατὰ τύχην—διὸ συνέπλεξεν ἀμφότερα ὁ Πλάτων—καὶ ὅτι εἰ δαίμονες οἱ δημιουργοὶ τῶν θνητῶν, καὶ εἰ μὴ ἁπλῶς ἄριστοί εἰσιν, οὐδὲν κωλύονται οἱ τεχνῖται καὶ ὑποστάται τῶν θνητῶν ἄριστοι εἶναι καὶ διὰ τοῦτο καλῶν εἰκόνων δημιουργοί. ταῦτα μὲν οὖν ὁ ἐκείνου λόγος. ὅτι δὲ ὅ τε κόσμος ὀρθῶς εἴρηται κάλλιστος καὶ ὁ δημιουργὸς τῶν αἰτίων ἄριστος, ῥᾴδιον καταμαθεῖν. πρῶτον μὲν καὶ τὸ φαινόμενον τοῦ οὐρανοῦ κάλλος καὶ ἡ τάξις τῶν περιόδων καὶ τὰ μέτρα τῶν ὡρῶν καὶ ἡ ἁρμονία τῶν στοιχείων καὶ ἡ διὰ πάντων διήκουσα ἀναλογία δείκνυσι τοῖς μὴ παντάπασιν ἐσκοτωμένοις, ὅτι κάλλιστον τὸ πᾶν. ἔπειτα ἡ τῶν ἀφανῶν ἐν αὐτῷ δυνάμεων τάξις, καθʼ ἣν συνέχονται αἱ τοῦ κόσμου μοῖραι, καὶ ἡ τῆς νοερᾶς οὐσίας δόσις πῶς οὐ κάλλιστον αὐτὸν ἀποφαίνει τῶν γενητῶν; ἔστι γὰρ ψυχῶν ἐν αὐτῷ ἐναρμόνιος χορεία, νοῦ μετουσία, ζωῆς θείας χορηγία, θεότης ἄρρητος, ἑνάδων ἀριθμός, ἐξ ὧν ὅλος γίνεται τοῦ κάλλους διακορής. ὅπου δὲ καὶ ἡ πρὸς τὸ πᾶν ὁμοιουμένη ψυχὴ γιγνομένη κοσμία θαυμαστὸν ἐν ἑαυτῇ κάλλος ἐπιδείκνυσι, πῶς οὐχὶ πολλῷ μειζόνως τὸ πᾶν ἔχει τὸ κάλλος; διὰ δὴ ταῦτα καὶ οἱ θεολόγοι τῷ Ἡφαίστῳ τὴν Ἀφροδίτην συζεύξαντες οὕτως αὐτὸν χαλκεύειν εἰρήκασι τὸ πᾶν, καὶ αὖ ἐξ Ἡφαίστου καὶ Ἀγλαΐας Εὔκλειαν καὶ Εὐθένειαν ἀπογεννῶσι καὶ Εὐφήμην καὶ Φιλοφροσύνην, αἳ καὶ αὐταὶ τὸ σωματοειδὲς τῷ κάλλει διαπρέπον ἀποτελοῦσι. τοῦτο μὲν οὖν οὐδὲ οἱ τῷ δημιουργῷ λοιδορησάμενοι τετολμήκασιν εἰπεῖν, ὡς οὐ κάλλιστος ὁ κόσμος, ἀλλὰ τοὐναντίον διὰ τῆς τοῦδε καλλονῆς δελεάζεσθαί φασι τὰς ψυχάς. ὅτι δὲ καὶ ὁ δημιουργὸς τῶν αἰτίων ἄριστος, πῶς ἂν δείξαιμεν; ἔνιοι μὲν γὰρ ὑπήκουσαν τούτῳ τὸ τῶν γεγονότων, ἵνα δὴ μὴ ἁπλῶς ἄριστος τῶν αἰτίων ᾖ· τοῦτο γὰρ εἶναι ψεῦδος· ἀλλὰ τῶν αἰτίων τῶν γεγονότων· τὰ γὰρ ὑπὲρ αὐτὸν οὐκ ἔστιν αἴτια τῶν γεγονότων. ἐγὼ δʼ αἰσχυναίμην ἂν ἐμαυτόν, εἰ τοιαύτης δεοίμην μηχανῆς, ἐπιλαθόμενος τῶν μικρῷ πρόσθεν εἰρημένων, ἐν οἷς ἡμῖν ἐπεδείκνυτο πάσης τῆς δημιουργικῆς τάξεως πηγὴ καὶ μονὰς ὢν ὁ νυνὶ παραδεδομένος ὑπὸ τοῦ Πλάτωνος δημιουργός. διὰ γὰρ τοῦτο καὶ τῶν αἰτίων ἄριστός ἐστι, διότι τὴν πρωτίστην τάξιν ἔλαχεν ἐν τοῖς δημιουργοῖς τοῦ παντός, κἀνταῦθα τοῦ Πλάτωνος ἄντικρυς τὸν Ὅμηρον ζηλοῦντος, ὃς δὴ πατέρα τῶν ὅλων αὐτὸν ἀποκαλεῖ καὶ ὕπατον κρειόντων, καὶ ταῦτα τῶν πρὸ αὐτοῦ μεμνημένος θεῶν μέχρι καὶ αὐτῆς τῆς Νυκτός. ἀλλʼ οὖν διότι τῶν δημιουργικῶν πρεσβύτατος, ἐκείνῳ μὲν ὕπατος κρειόντων, τούτῳ δὲ τῶν αἰτίων ἄριστος ὕμνηται. ἔνιοι δὲ τὸν μὲν δημιουργὸν αἰτιᾶσθαι οὐδαμῶς τολμῶσι, τὸ δὲ πᾶν τοῦτο αἰτιῶνται καὶ παραφέρουσι τὰ τῶν παλαιῶν ἄντρον καλούντων τὸν κόσμον καὶ φρουρὰν καὶ σπήλαιον. ἄλλοι δὲ καὶ τὸν δημιουργὸν ἐν τῷ κοσμουργεῖν παίζειν εἰρήκασιν, καθάπερ Ἡράκλειτος. πρὸς δὲ ταῦτα ῥᾴδιον ἀπαντᾶν. ὅ τε γὰρ κόσμος, εἰ κάλλιστός ἐστι καὶ εὐδαίμων θεός, ὥς φησι Πλάτων, ἀλλὰ πρός γε τὸ νοητὸν καὶ τὸν τόπον ἐκεῖνον ἄντρον εἰκότως ὀνομάζεται καὶ σπήλαιον, καὶ μάλιστα … ταῖς μερικαῖς ψυχαῖς ταῖς εἰς τὰ σώματα καὶ τὴν ὕλην ῥεπούσαις. ὁ δὲ δημιουργὸς εἰ καὶ ἄριστος τῶν αἰτίων, ἀλλὰ πᾶσαν αὐτοῦ τὴν περὶ τὰ νέα δημιουργήματα πρόνοιαν παιδιὰν ἄν τις καλέσειεν ὡς πρὸς τὰς ἐξῃρημένας τῶν αἰσθητῶν ἐνεργείας. διὰ ταῦτα μὲν οὖν ὁ δημιουργὸς τοιαύτης ἔτυχεν ὑπὸ τοῦ Πλάτωνος ἐν τοῖς παροῦσιν εὐφημίας. κατανοητέον δὲ καὶ τὴν τοῦ καλλίστου πρὸς τὸ ἄριστον σύνταξιν ὅπως ἤρτηται τῶν πρωτίστων ἀρχῶν· ὡς γὰρ ἐν ἐκείναις τὸ κάλλος ἐξῆπται τοῦ ἀγαθοῦ καὶ ἡ καλλοποιὸς αἰτία τῆς πηγῆς τῶν ἀγαθῶν πάντων, οὕτω δὴ καὶ ἐν τούτοις ὁ μὲν κόσμος εἴρηται κάλλιστος, ὁ δὲ δημιουργὸς ἄριστος, καὶ ἐξήρτηται τοῦ ἀρίστου τὸ κάλλιστον. ἔτι δέ, ὅπως μιμεῖται τὴν δημιουργίαν αὐτὴν ὁ περὶ αὐτῆς λόγος· ὡς γὰρ αὐτὸς ὁ κόσμος ἀπὸ τοῦ πλημμελοῦς ἄγεται πρὸς τὴν τάξιν καὶ τὴν πρὸς τὸ νοητὸν ὁμοίωσιν ὑπὸ τῆς δημιουργίας, οὕτως δὴ καὶ ὁ περὶ αὐτοῦ λόγος πρότερον μὲν τοῖς ἀπεμφαίνουσιν ἐχρῆτο τῶν ὀνομάτων, γιγνόμενον αὐτὸν καὶ ἀπολλύμενον καλῶν, νῦν δὲ αὖ τοῖς σεμνοτάτοις, κάλλιστον μὲν τῶν γεγονότων, πατρὸς δὲ ἔγγονον ἀρίστου, παραδείγματος δὲ ἄγαλμα θειοτάτου προσαγορεύων αὐτόν· μικρὸν δὲ ὕστερον καὶ τοῖς ἁγιωτάτοις αὐτὸν ὑμνήσει τῶν ὀνομάτων.

Τούτων δὲ ὑπαρχόντων αὖ πᾶσα ἀνάγκη τόνδε τὸν κόσμον εἰκόνα τινὸς εἶναι.

Δόξειε μὲν ἂν τοῖς ἁπλουστέροις τοῦτο τῷ προειρημένῳ ταὐτὸν εἶναι· τί γὰρ διαφέρει, φαίη ἄν τις μὴ σκοπῶν ἀκριβῶς, εἰπεῖν, ὅτι πρὸς παράδειγμα δεδημιούργηται ὁ κόσμος καὶ ὅτι εἰκών τινός ἐστιν; ἔστι δὲ τῇ ἀληθείᾳ τούτων ἑκάτερον τοῦ λοιποῦ κεχωρισμένον· ἐπειδὴ γὰρ δυνατὸν τὸν μὲν δημιουργὸν πρὸς παράδειγμα ποιεῖν, τὸ δὲ δημιουργούμενον μὴ γίνεσθαι τοῦ παραδείγματος εἰκόνα τῷ μὴ κρατεῖσθαι παρὰ τῆς δημιουργικῆς αἰτίας, ἵνα μὴ καὶ τοῦτο ἐπὶ τοῦ κόσμου οἰηθῇς, ὅτι μὲν ὁ δημιουργὸς πρὸς παράδειγμα ἔβλεπε καὶ ὅτι ἄριστος ὢν πρὸς τὸ θειότατον, ἐδείκνυεν ἐξ ὧν ἔλεγε πρὸς τὸ νοητὸν δεδημιουργῆσθαι τὸ πᾶν· ὅτι δὲ καὶ τοῦτο κεκράτηται τῷ εἴδει καὶ ὄντως μεμίμηται τὸ παράδειγμα, δεδήλωκεν ἐκ τῆσδε τῆς ῥήσεως· εἰ γὰρ εἰκών ἐστιν ὁ κόσμος, ὡμοίωται πρὸς τὸ πᾶν τὸ νοητόν· τὸ γὰρ μὴ ἀνόμοιον, ἀλλʼ ὅμοιον καὶ ἐοικὸς εἰκών ἐστιν. ἔχεις οὖν εἰκόνων μὲν καλλίστην τὸ πᾶν τὸ αἰσθητόν, αἰτίων δὲ ἄριστον τὸ πᾶν τὸ νοερόν, παραδειγμάτων δὲ θειότατον τὸ νοητόν, καὶ πανταχοῦ μὲν ἕκαστον, ἐπεὶ καὶ τὸ αἰσθητὸν νοῦ μετέχει καὶ τοῦ ὄντος, καὶ τὸ νοερὸν ἑνοειδῶς μὲν τὰ αἰσθητά, δευτέρως δὲ ἔχει τὰ νοητά, καὶ τὸ νοητὸν ἀρχηγικῶς καὶ ἡνωμένως τά τε νοερὰ καὶ τὰ αἰσθητὰ προείληφεν. ἀλλʼ οἰκείως ἐν ἑκάστῃ τάξει τὸ πᾶν. καὶ τὸ μὲν αἰσθητὸν ὡς δημιούργημα πρόκειται, τὸ δὲ αἴτιον τὸ μὲν ὡς δημιουργικόν, τὸ δὲ ὡς παραδειγματικόν. καίτοι καὶ ἐν τῷ δημιουργικῷ τὸ παραδειγματικόν ἐστιν· εἰς γὰρ ἑαυτὸ βλέπον ποιεῖ· πᾶς γὰρ νοῦς ἑαυτὸν ὁρᾷ καὶ ὁ αὐτός ἐστι πρὸς τὸ ἐν αὑτῷ νοητόν. καὶ αὖ ἐν τῷ παραδειγματικῷ τὸ δημιουργικόν· καὶ γὰρ ἐκεῖνο ποιεῖ τὸ γιγνόμενον· οὐ γὰρ ὥσπερ ὁ κοροπλαθικὸς τύπος παράδειγμά ἐστιν, οὐδὲ ὡς ἡ Σωκράτους εἰκὼν εἰκόνος ἄλλης, ἀλλʼ αὐτῷ τῷ εἶναι τὸ παραδειγματικὸν αἴτιον ὅμοια ἑαυτῷ ποιεῖ τὰ δεύτερα. διαφέρει δὲ ὅμως δημιουργεῖν παραδειγματικῶς καὶ παράδειγμα εἶναι δημιουργικῶς· τὸ μὲν γάρ ἐστιν ἐνεργεῖν οὐσιωδῶς, τὸ δὲ οὐσιοῦν ἐνεργητικῶς, καὶ τὸ μὲν νοεῖν νοητῶς, τὸ δὲ νοητὸν εἶναι νοερῶς· ἴδιον γὰρ παραδείγματος μὲν τὸ τῷ εἶναι ποιεῖν, δημιουργοῦ δὲ τὸ τῷ ἐνεργεῖν· οὐ γὰρ ταὐτὸν τὸ τῷ εἶναι ποιεῖν καὶ τὸ γινώσκειν καὶ ἐνεργεῖν διὰ γνώσεως. ἐπεὶ καὶ ἡ ψυχὴ ζῆν μὲν ποιεῖ τῷ εἶναι, τεχνικῶς δὲ ποιεῖ τῷ γινώσκειν, καὶ τὸ μὲν ἔχει κατʼ οὐσίαν, τὸ δὲ κατʼ ἐνέργειαν. καὶ τί δεῖ φιλοσόφως ταῦτα μηκύνειν; πάλαι γὰρ ὁ θεολόγος ἔν τε τῷ Φάνητι τὴν δημιουργικὴν αἰτίαν ἀνύμνησεν· ἐκεῖ γὰρ ἦν τε καὶ προῆν, ὥσπερ ἔφη καὶ αὐτός, Βρόμιός τε μέγας καὶ Ζεὺς ὁ πανόπτης, ἵνα δὴ τῆς διττῆς δημιουργίας ἔχῃ τὰς οἱονεὶ πηγάς· καὶ ἐν τῷ Διὶ τὴν παραδειγματικήν· Μῆτις γὰρ αὖ καὶ οὗτός ἐστιν, ὥς φησι καὶ Μῆτις πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής,αὐτὸς δὲ ὁ Διόνυσος καὶ Φάνης καὶ Ἠρικεπαῖος συνεχῶς ὀνομάζεται. πάντα ἄρα μετείληχεν ἀλλήλων τὰ αἴτια καὶ ἐν ἀλλήλοις ἐστίν, ὥστε καὶ ὁ τὸν δημιουργὸν λέγων ἐν αὐτῷ τὸ παράδειγμα περιέχειν ἔστιν ὅπῃ φησὶν ὀρθῶς, καθάπερ ὁ θεῖος Ἰάμβλιχος διατάττεται καὶ ὁ τὸ παράδειγμα δημιουργὸν ἀποφαινόμενος, ὥσπερ ὁ γενναῖος Ἀμέλιος· ἑώρα γὰρ ὃ μὲν ἐν τῷ παραδείγματι δημιουργικὸν ἰδίωμα προϋπάρχον· ἐκεῖ γὰρ ὁ πρώτιστός ἐστι Ζεὺς καὶ διὰ τοῦτο ἐποίει τὸν Φάνητα δημιουργόν· ὃ δὲ ἐν τῷ δημιουργῷ τὸ παράδειγμα· ἦν γὰρ καὶ ἐν τούτῳ καταποθεὶς ὁ Μῆτις· καὶ διὰ τοῦτο εἰς ταὐτὸν ἦγε τῷ δημιουργικῷ τὸ παραδειγματικὸν αἴτιον. ταῦτα καὶ περὶ τούτων. εἰ δὲ εἰκόνα κέκληκεν ὁ Πλάτων τὸν κόσμον, οὐ δεῖ θαυμάζειν· καίτοι γὰρ κάλλιστος ὢν εἰκών ἐστι τοῦ νοητοῦ κάλλους, καὶ διὰ τῆς ὁμοιότητος ταύτης σῴζεται. καθάπερ οὖν Ὀρφεὺς εἴδωλα πλάττει τοῦ Διονύσου τὰ τὴν γένεσιν ἐπιτροπεύοντα καὶ τὸ εἶδος ὅλον ὑποδεξάμενα τοῦ παραδείγματος, οὕτως καὶ ὁ φιλόσοφος εἰκόνα τὸν κόσμον τοῦ νοητοῦ προσεῖπεν, ὡς ἐοικότα τῷ σφετέρῳ παραδείγματι. καὶ τὸ ἀνάγκη δὲ προσκείμενον θαυμαστὴν ἐμφαίνει καὶ ἄρρητον καὶ ὄντως ἄλυτον οὖσαν τὴν τούτου πρὸς ἐκεῖνο ὁμοίωσιν, μετὰ τοῦ καὶ τῇ ἀποδείξει μαρτυρεῖν, ὡς ἐχούσῃ τὸ ἀναμφίλεκτον καὶ τὸ ἀραρός· ἐκ γὰρ τῶν ὑποθέσεων αὐτῶν προελήλυθεν.

Μέγιστον δὴ παντὸς ἄρξασθαι κατὰ φύσιν ἀρχήν.

Τοῦτο οἳ μὲν ἐν τῷ παντὸς ὑποστίξαντες ἀναγινώσκουσιν· οἷς ἡ λέξις ἐνδείκνυται, ὅτι πάντων μέγιστόν ἐστι τὸ ἀρχὴν θέσθαι τῶν λόγων τὴν κατὰ φύσιν οὖσαν ἀρχήν· οἳ δὲ ἐν τῷ μέγιστον δή, τὸ παντὸς τῷ ἐχομένῳ συνάπτοντες· οἷς σημαίνει τὸ κῶλον, ὅτι μέγιστόν ἐστι τὸ ἀπὸ τῆς κατὰ φύσιν ἀρχῆς ἄρξασθαι τοῦ παντός. καὶ οἳ μὲν τῶν προλαβόντων ἕνεκά φασιν εἰρῆσθαι, ὡς ὀρθῶς συμπερανθέντων διὰ τὰς ὑποθέσεις ἀναγκαίας οὔσας· οἳ δὲ τῶν εὐθὺς ῥηθησομένων, ὡς δέον, εἰ μέλλοιμεν ἀρχὴν θήσεσθαι τὴν ὀφειλομένην, προδιορίσασθαι, ποίους εἶναι προσήκει τοὺς περὶ τῶν αἰσθητῶν λόγους· οἳ δὲ τῶν μετὰ ταῦτα περὶ τῆς τελικῆς αἰτίας παραδοθησομένων· αὕτη γὰρ ἀρχὴ μεγίστη καὶ κατὰ φύσιν, ἣν μάλιστα δεῖ θεωρεῖν, καὶ ἀφʼ ἧς ἀρχομένους προσήκει τὰ ἑξῆς ἀποδιδόναι. πρὶν δὲ περὶ ταύτης ποιησώμεθα τὸν λόγον, εἴπωμεν, ὁποῖος ὁ τρόπος ἔσται τῶν φυσικῶν λόγων. ἐμοὶ δὲ δοκεῖ περὶ πάντων ὀρθῶς εἰρῆσθαι τοῦτο τὸ ἀξίωμα· καθόλου γάρ ἐστι καὶ ἐφαρμόζει τοῖς τε προειρημένοις καὶ τοῖς ἐχομένοις καὶ τοῖς εἰσαῦθις ῥηθησομένοις, μᾶλλον δὲ οὐ τούτοις μόνον, ἀλλὰ καὶ πάσῃ τῇ δημιουργίᾳ· ὡς γὰρ ἐκ τῆς κατὰ φύσιν ἀρχῆς τὰ πάντα πρόεισι καὶ τῆς ἀϊδιότητος τῶν θεῶν καὶ τῆς πηγῆς τῶν ὄντων, οὕτω δὴ καὶ ὁ ἐπιστήμων λόγος, ἐκ τῆς κατὰ φύσιν ἀρχῆς οἱονεὶ ῥίζης ὁρμώμενος, ὁμολόγους πρὸς αὐτὴν ἀποδίδωσιν τοὺς μετὰ ταῦτα τῆς αἰτίας ἀπολογισμούς, καὶ ἡ ἐπιστήμη αὐτὴ ἀπὸ τῶν οἰκείων ὑποθέσεων συνάγει τὰ οἰκεῖα συμπεράσματα. ἕπεται οὖν τῇ μὲν τάξει τῶν πραγμάτων ἡ ἐπιστήμη, ταύτῃ δὲ ὁ διδασκαλικὸς λόγος. καὶ τοῦτο μέγιστόν ἐστι, πρῶτον μέν, ὅτι μιμεῖται τὰ ὅλα καὶ τὴν τῶν ὄντων πρόοδον, ἔπειθʼ, ὅτι καὶ τὸ σμικρότατον ἐν τῇ ἀρχῇ παροφθὲν πολλαπλασιάζεται προϊόν, καὶ τρίτον ὅτι ἡ ἀρχὴ ἥμισυ λέγεται τοῦ παντός· εἰ δὲ τοῦτο, μεγίστην ἔχει μοῖραν τοῦ πράγματος. εἰ δέ, ὥς φασί τινες, καὶ πλέον τι τοῦ παντός ἐστιν ἡ ἀρχή, θαυμασίως ἂν αὐτῇ προσέδυ τὸ μέγιστον. δηλοῦσι δὲ καὶ οἱ ποιηταὶ λέγοντες, ὡς ἅπαντα τὰ πράγματα, ἢν καλὰς ἀρχὰς λάβῃ, καλῶς τελευτᾶν καὶ μεσοῦν φιλεῖ βροτοῖς. καὶ μέντοι καὶ ὁ Ἀθηναῖος ξένος διὰ τοῦτο θεὸν τὴν ἀρχὴν ἀποκαλεῖ, ἐὰν τύχῃ τοῦ πρέποντος· ἀρχὴ γάρ, φησί, θεὸς ἐν ἀνθρώποις ἱδρυμένη πάντα ὀρθὰ ποιεῖ, ἐὰν μοίρας τῆς προσηκούσης τύχῃ. ἀλλὰ τί τὸ κατὰ φύσιν; ἢ τὸ μιμούμενον τὴν τῶν πραγμάτων φύσιν, ἢ τὸ πᾶν τὸ ὀφειλόμενον ἀπειληφός, ἢ τὸ ἐκ τῶν κατʼ οὐσίαν πρῶτον προϊόν· ἀρχὴ γὰρ καὶ τὸ ἔσχατον ὡς πρὸς ἡμᾶς, ἀλλʼ οὐ πρὸς τὴν φύσιν· οἰκεῖον δὲ καὶ τοῦτο αὐτὸ τοῖς προκειμένοις τὸ κατὰ φύσιν, ἐν οἷς ὁ περὶ τῆς ὅλης φύσεως γίνεται λόγος καὶ τῶν ἔργων τῆς φύσεως, καὶ τῇ ἀρχῇ τῶν προκειμένων λόγων. ἔστιν οὖν ἀρχὴ κατὰ φύσιν τοῦ μὲν παντὸς ἡ τελικὴ αἰτία, τῶν δὲ ἀποδείξεων αἱ ὑποθέσεις, τῶν δὲ λόγων ὁ διορισμὸς περὶ τοῦ εἴδους τῆς διδασκαλίας, εἴτε ἀραρυῖαν αὐτὴν καὶ ἀμετάπτωτον καὶ ἀπηκριβωμένην ὑποληπτέον, εἴτε εἰκοτολογίαν, ἀλήθειαν μὲν οὐκ οὖσαν, πίστιν δὲ καὶ πρὸς τὴν ἀλήθειαν ὡμοιωμένην.

Ὧδʼ οὖν περί τε εἰκόνος καὶ περὶ τοῦ παραδείγματος αὐτῆς διοριστέον.

Τρία ταῦτά ἐστιν ἐχόμενα συμφυῶς ἀλλήλων, τὰ πράγματα, τὰ νοήματα καὶ οἱ λόγοι. κατὰ μὲν οὖν τὰ πράγματα καὶ τὰ νοήματα τὰς πρώτας ἔλαβεν ὑποθέσεις, κατὰ δὲ τοὺς λόγους τοῦτον ποιήσεται τὸν διορισμόν. ὅτε μὲν γὰρ διέκρινεν ἀπὸ τοῦ ὄντος τὸ γιγνόμενον, τῆς τῶν πραγμάτων ἀντείχετο θεωρίας· ὅτε δὲ τὰς ἡμετέρας γνώσεις διώριζεν ἐπὶ τοῖς πράγμασι, τῆς τῶν νοημάτων· νῦν δὲ τοὺς λόγους μερίζων κατὰ τὰς διαφόρους γνώσεις τῶν λόγων ἡμῖν ἐπιδείξει τὴν διωρισμένην φύσιν· ὥστε εἶναι ταῦτα ἀλλήλοις ὁμόλογα, πράγματα διττά, τὸ ὂν καὶ τὸ γενητόν, γνώσεις διττάς, νόησιν καὶ δόξαν, λόγους διττούς, μονίμους καὶ εἰκότας. καὶ πόθεν γὰρ ἀλλαχόθεν αἱ γνώσεις, ἢ ἀπὸ τῶν γνωστῶν; πόθεν δὲ ἡ διαφορότης τῶν λόγων, ἢ ἀπὸ τῶν γνώσεων; ἔνιοι μὲν οὖν φασιν, ὅτι λογογραφικόν ἐστι τὸ προδιορίζεσθαι, τίς ὁ τρόπος τῶν λόγων καὶ ὁποῖον εἶναι χρὴ τὸν ἀκροατήν, καὶ ὅτι τοῦτο καὶ Ἀριστοτέλης ἐζήλωσε καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων. ἐγὼ δὲ φαίην ἄν, ὅτι μιμεῖται τὴν δημιουργίαν αὐτὴν ὁ λόγος· ὡς γὰρ ἐκείνη προάγει μὲν καὶ τὰς ἀφανεῖς τοῦ κόσμου ζωάς, ὑφίστησι δὲ καὶ τὸ ἐμφανὲς καὶ περιέχει καὶ τοῦδε τὸν ὅρον πρὸ τοῦ κόσμου παντός, οὕτω δὴ καὶ ὁ Τίμαιος ἔχεται μὲν τῆς τῶν πραγμάτων θεωρίας, ποιεῖται δὲ καὶ τὸ εἶδος τῶν λόγων οἰκεῖον τοῖς πράγμασι, προείληφε δὲ καὶ προδιορίζεται τῆς ὅλης θεωρίας τὸν τρόπον τῶν λόγων, ἵνα πρὸς τοῦτον τὸν ὅρον ἀπευθύνῃ τὴν σύμπασαν διδασκαλίαν. διὰ τί οὖν μὴ πρότερον, ἀλλὰ νῦν; ὅτι μετὰ τὴν ἀπόδειξιν τοῦ γενητὸν εἶναι τὸν κόσμον ἀναγκαίως διορίζεται, ποῖον εἶναι δεῖ τὸν περὶ τῶν αἰσθητῶν πραγμάτων λόγον, ἀλλʼ οὐ πρότερον, ἀγνοουμένης τῆς φύσεως τοῦ παντός. ὅταν δὲ εἰκόνα λέγῃ τὸ πᾶν, τοιαύτην ληπτέον τὴν εἰκόνα, ὁποίαν τὴν τῶν ψυχῶν εἶναι νομίζομεν, ὥσπερ οὐδὲ τὸ παράδειγμα ἄγονον καὶ ἀδρανές, ἀλλὰ τὴν ἀφομοίωσιν δοτέον τῷ κόσμῳ τούτῳ πρὸς τὸ νοητόν, πρῶτον μὲν κατὰ τὴν γόνιμον τοῦ παραδείγματος δύναμιν· αὐτῷ γὰρ τῷ εἶναι ἀφʼ ἑαυτοῦ παράγει τὴν εἰκόνα· δεύτερον δὲ κατὰ τὴν δημιουργικὴν αἰτίαν τὴν ἀποτελοῦσαν τὸ πᾶν ὁμοιότατον τῷ νοητῷ ταῖς εἰς αὐτὸ ἐνεργείαις· τρίτον δὲ κατὰ τὴν αὐτοῦ τοῦ κόσμου πρὸς τὴν εἰδοποιίαν καὶ τὴν μετουσίαν τῶν νοητῶν ἐπιστροφήν· ἀφομοιοῖ γὰρ καὶ ἑαυτὸν ἐκείνοις, ὥς φησι τὸ λόγιον, ἐπειγόμενος τὸν τύπον περιβάλλεσθαι τῶν εἰδώλων, ὃν αὐτῷ προτείνουσιν οἱ νοητοὶ θεοί.

Ὡς ἄρα τοὺς λόγους ὧνπέρ εἰσιν ἐξηγηταί, τούτων αὐτῶν καὶ ξυγγενεῖς ὄντας.

Ὥσπερ ἡ τῶν ὄντων πρόοδος ἀφʼ ἑνὸς γίνεται πρὸ τῶν πολλῶν καὶ ἡ τῶν ἐγκοσμίων ἀπὸ μονάδος ἐπὶ τὸν οἰκεῖον ἀριθμόν, οὕτω δὴ καὶ ὁ τοῦ Τιμαίου λόγος, ὁμοιούμενος, ὅπερ αὐτός φησι, τοῖς οὖσιν, ἀπὸ τοῦ ἑνὸς ἀξιώματος ἄρχεται καὶ τοῦ καθόλου, κἄπειθʼ οὕτως τὴν διαίρεσιν ἐπάγει τοῖς λόγοις. τί οὖν τὸ ἓν ἀξίωμα καὶ κοινὸν ἐν τούτοις; ὅτι δεῖ τὸν λόγον συγγενῆ τοῖς πράγμασιν εἶναι, ὧν δὴ καὶ ἔστιν ἐξηγητής. καὶ ἐοίκασιν ἐντεῦθεν ἀφορμὰς λαβόντες οἱ περὶ Ἀλβῖνον καὶ Γάιον Πλατωνικοὶ διορίζειν, ποσαχῶς δογματίζει Πλάτων, καὶ ὅτι διχῶς, ἢ ἐπιστημονικῶς ἢ εἰκοτολογικῶς, καὶ οὐ καθʼ ἕνα τρόπον οὐδʼ ὡς μίαν ἀκρίβειαν τῶν παντοίων ἐχόντων λόγων, εἴτε περὶ τῶν ὄντων εἶεν εἴτε περὶ τῶν διὰ γενέσεως ὑφισταμένων, ἀλλʼ ᾗπερ ἔχει τὰ πράγματα, ταύτῃ καὶ τῶν λόγων συνδιῃρημένων τοῖς πράγμασι καὶ οὕτως ἐχόντων τοῦ τε ἀκριβοῦς πέρι καὶ τοῦ σαφοῦς ὡς τὰ ὑποκείμενα αὐτοῖς πράγματα, ὡς τοὺς μὲν τῶν λόγων λέγειν τῶν δογμάτων λεγόντων, ὅτι τὰ πράγματα ὡδὶ ἔχει καὶ οὐκ ἂν ἄλλως ἔχοι, τοὺς δὲ ὅτι τὸ εἰκὸς τοῖόνδε ἐστὶ τῶν πραγμάτων· δεῖ γὰρ ὅμοιον εἶναι τὸν λόγον τοῖς πράγμασιν· οὐδὲ γὰρ ἄλλως ἂν αὐτῶν τὴν φύσιν ἐξηγήσαιτο ἢ συγγενῶς ἔχων πρὸς αὐτά· δεῖ γὰρ ὃ τὸ πρᾶγμα συνῃρημένως ἐστί, τοῦτο εἶναι αὐτὸν ἀνειλιγμένως, ἵνα καὶ ἐκφαίνῃ τὸ πρᾶγμα καὶ ὑφειμένος ᾖ τῆς φύσεως αὐτοῦ· τὸν γὰρ τρόπον τοῦτον καὶ τὰ θεῖα αἴτια τοῦ λόγου τάς τε οὐσίας ἐκφαίνει τῶν πρὸ αὐτῶν καὶ συμφυῆ πρὸς αὐτά ἐστιν. ἐν μὲν οὖν θεοῖς ὁ τοῦ Διὸς ἄγγελος, ὃς δὴ λόγος ἐστὶν ὡς πρὸς τὸν νοῦν τοῦ πατρός, ἀπαγγέλλει τὴν βούλησιν αὐτοῦ τοῖς δευτέροις· ἐν δὲ ταῖς οὐσίαις ἡ ψυχὴ λόγος οὖσα τῶν νοητῶν ἐκφαίνει τὴν ἡνωμένην τῶν λόγων τῶν ἐν αὐτοῖς αἰτίαν ἀπʼ αὐτῶν λαχοῦσα τὴν ὑπόστασιν· ἐν δὲ τοῖς κρείττοσιν ἡμῶν γένεσιν ἡ ἀγγελικὴ τάξις ἀπὸ τῶν θεῶν ὑποστᾶσα συνεχῶς ἑρμηνεύει καὶ διαπορθμεύει τὸ ἄρρητον τῶν θεῶν. εἰκότως ἄρα καὶ ὅδε ὁ λόγος ὁ τῶν πραγμάτων συγγενής ἐστι τοῖς πράγμασι καὶ οἷον ἔγγονος αὐτῶν· ἀποτελεῖται γὰρ ἐκ τῶν ἐν ἡμῖν γνώσεων τῶν συστοίχων τοῖς πράγμασι. τοῦτο μὲν οὖν ἓν καὶ κοινὸν ἀξίωμα πρὸ τῶν διῃρημένων εἰρήσθω· τὰ δὲ ἑξῆς συνδιαιρεῖ τῇ ποιότητι τῶν πραγμάτων τοὺς διαφόρους τρόπους τῶν λόγων.

Τοῦ μὲν οὖν μονίμου καὶ βεβαίου καὶ μετὰ νοῦ καταφανοῦς μονίμους καὶ ἀμεταπτώτους, καθʼ ὅσον οἷόν τε ἀνελέγκτοις προσήκει λόγοις εἶναι, καὶ ἀνικήτοις· τούτου δεῖ μηδὲν ἐλλείπειν.

Τὸ παράδειγμα πρότερον μὲν ἀεὶ ὂν ἐκάλει καὶ κατὰ ταὐτὰ ἔχον καὶ νοήσει περιληπτόν, νῦν δὲ μόνιμον, τοῦτο μὲν ἀντὶ τοῦ ἀεὶ ὄντος, καὶ βέβαιον, τοῦτο δὲ ἀντὶ τοῦ κατὰ ταὐτὰ ἔχοντος, καὶ μετὰ νοῦ καταφανές, τοῦτο δὲ ἀντὶ τοῦ λοιποῦ τοῦ νοήσει περιληπτοῦ. τοὺς δὲ περὶ αὐτοῦ λόγους μονίμους μέν, ἵνα καὶ διὰ τῆς τοῦ ὀνόματος ταυτότητος τὴν πρὸς τὰ πράγματα αὐτῶν ὁμοιότητα ἐνδείξηται, ἀμεταπτώτους δέ, ἵνα ἀπεικονίζωνται τὸ τοῦ πράγματος βέβαιον, ἀνελέγκτους δέ, ἵνα τὸ νοήσει μιμῶνται περιληπτὸν καὶ ἐπιστημονικῶς προέρχωνται· δεῖ γάρ, εἰ μέλλοιεν οἱ λόγοι προσήκοντες εἶναι τοῖς νοητοῖς, τὸ ἀπηκριβωμένον ἔχειν αὐτοὺς καὶ τὸ ἀραρός, ἅτε περὶ τοιούτων ἄλλων πραγμάτων ὄντας· ὡς γὰρ ἡ γνῶσις τῶν ἀϊδίων ἀμετάπτωτος, οὕτω καὶ ὁ λόγος· ἀνειλιγμένη γάρ ἐστι γνῶσις. ἐπεὶ δὲ εἰς πλῆθος πρόεισιν οὗτος καὶ συνθέτην ἔλαχε φύσιν καὶ διὰ τοῦτο ἐλαττοῦται τῆς ἑνώσεως καὶ ἀμερείας τοῦ πράγματος, ἐκεῖνο μὲν ἑνικῶς μόνιμον καὶ βέβαιον καὶ νῷ καταφανὲς προσεῖπε, τούτων δὲ πληθυντικῶς μονίμους λόγους καὶ ἀμεταπτώτους καὶ ἀνελέγκτους εἰπών. καὶ ἐπειδήπερ ἐν τῷ λόγῳ ἔστι μέν τις ὁμοιότης πρὸς τὸ παράδειγμα, ἔστι δέ τις καὶ ἀνομοιότης καὶ αὕτη πλείων, ἓν μὲν ὄνομα παρέλαβε κοινόν, τὸ μόνιμον, τὰ δʼ ἄλλα διαφέροντα. καὶ ἐπειδήπερ ὁ ἐπιστημονικὸς λόγος ἀνέλεγκτός ἐστιν ὡς πρὸς τὴν ἡμετέραν γνῶσιν—οὐδὲν γὰρ ἐν ἡμῖν ἐστι κρεῖττον ἐπιστήμης—ἐλέγχεται δὲ ὑπʼ αὐτοῦ τοῦ πράγματος, ὡς μὴ δυνάμενος αὐτοῦ τὴν φύσιν ὡς ἔστι περιλαβεῖν καὶ ὡς ἀπολειπόμενος αὐτοῦ τῆς ἀμερείας, τὸ καθʼ ὅσον οἷόν τε προσέθηκε· καὶ γὰρ αὕτη ἡ ἐπιστήμη ὡς μὲν ἐν ψυχαῖς ἀνέλεγκτός ἐστιν, ἐλέγχει δὲ αὐτὴν νοῦς· μόνος γὰρ οὗτος ἐρεῖ τὸ ὂν ὅπερ ἐστίν· ἐπιστήμη δὲ δευτέρως ἀνελίττουσα τὸ ἀμερὲς καὶ διὰ συνθέσεως αἱροῦσα τὸ ἁπλοῦν. ἐπεὶ καὶ αἴσθησιν μὲν ἐλέγχει φαντασία, διότι μετὰ πάθους γινώσκει κατὰ σύγκρισιν ἢ διάκρισιν, ὧν αὐτὴ καθαρεύει· δόξα δὲ φαντασίαν, διότι μετὰ τύπου καὶ μορφῆς, ὧν αὐτὴ κρείττων· ἐπιστήμη δὲ δόξαν, διότι χωρὶς τοῦ τῆς αἰτίας ἀπολογισμοῦ γινώσκει, ὃν αὐτὴ μάλιστα καταδεῖ· καὶ νοῦς δὲ ὡς εἴρηται ἐπιστήμην, διότι μεταβατικῶς αἱρεῖ τὸ γνωστόν, αὐτὸς δὲ ὁμοῦ πᾶν μετὰ τῆς αἰτίας. νοῦς οὖν ὁ μόνος ἀνίκητος. ἐπιστήμη δὲ καὶ ὁ ἐπιστημονικὸς λόγος ὑπὸ νοῦ κρατεῖται κατὰ τὴν τοῦ ὄντος γνῶσιν.

Τοὺς δὲ τοῦ πρὸς μὲν ἐκεῖνο ἀπεικασθέντος, ὄντος δὲ εἰκόνος εἰκότας.

Ὅτι μὲν ὁ περὶ τῶν γενητῶν λόγος περὶ εἰκόνων ἐστί, καὶ ὅτι διὰ τοῦτο καὶ αὐτὸν εἰκότα προσρητέον, καταφανές. ἴσως δὲ ζητήσειεν ἄν τις, τίνας λόγους ἀποδοτέον λοιπὸν τοῖς μὴ πρὸς τὸ νοητὸν μὲν εἰκασμένοις, οὖσι δὲ ὅμως ἐν τῷ παντί, οἷα δή φαμεν εἶναι τά τε εἰκαστὰ καὶ ὅσα τεχνητά. ἦ καὶ τούτοις οἱ εἰκαστικοὶ λόγοι προσήκουσιν, ἄλλοι τῶν εἰκότων ὄντες· ἄλλο γὰρ τὸ εἰκάζειν· ἀμυδρότερον γὰρ τοῦτο καὶ τῆς αἰσθήσεως· ἄλλο τὸ ἐοικέναι· τοῖς γὰρ λόγοις προσήκει τοῦτο τοῖς τῶν εἰκόνων τοῦ ὄντος ἐξηγηταῖς. καὶ τὰ τεχνητὰ οὖν καὶ τὰ εἰκαστὰ διὰ τῶν εἰκαστικῶν ἑρμηνεύεται λόγων. εἰ μὴ ἄρα τοῖς μὲν ὄντως εἰκαστοῖς, ὅπερ εἴπομεν, ἄλλους τοιούτους, τῶν δὲ τεχνητῶν τοῖς μὲν πρώτοις ἀπὸ τῶν εἰδῶν εἰκότας, τοῖς δὲ δευτέρως ὑποστᾶσιν, ἃ δὴ καὶ ἔστι τρίτα ἀπὸ τῆς ἀληθείας, τοιούτους, οἵους καὶ τοῖς κατὰ φύσιν εἰκαστοῖς· καὶ γὰρ τὰ εἰκαστὰ τῶν αἰσθητῶν εἰκόνες, ὥσπερ καὶ ἐκεῖνα πάντως, οἷον ἡ γεγραμμένη κλίνη τῆς ὑπὸ τοῦ τέκτονος γεγονυίας. ἔτι δὲ κἀκεῖνο ἐνθυμητέον, ὅτι νῦν ὁ Πλάτων περὶ τῶν φυσικῶν εἰκόνων διαλέγεται καὶ διὰ τοῦτο καὶ τοὺς λόγους διχῇ διεῖλε· τὰ γὰρ πρὸς τὸ νοητὸν εἰκασθέντα τὰ φύσει ἐστίν, ἀλλʼ οὐ τὰ τέχνῃ· οὐ γὰρ κατά τινας ἰδέας ὁ τεχνίτης ποιεῖ ἃ ποιεῖ, εἰ καὶ δοκεῖ τοῦτο λέγειν ὁ ἐν Πολιτείᾳ Σωκράτης· ἀλλʼ ἐκεῖ μὲν τὰ εἰρημένα παραδείγματος εἴρηται χάριν καὶ οὐ περὶ αὐτῶν τῶν ἰδεῶν, ἀλλὰ περὶ τῶν ἐνταῦθα ἰδεῶν· ποιητὴν γὰρ αὐτῶν λέγει τὸν θεὸν καὶ δημιουργόν· τῶν δὲ ἰδεῶν οὐκ ἔστι δημιουργός. ἐν δὲ Πρωταγόρᾳ σαφῶς ἀποδέδεικται κατὰ τὸν Πλάτωνα μήτε ἐν ἡμῖν εἶναι λόγους τῶν τεχνῶν καὶ πολλῷ πλέον τῶν τεχνητῶν, μήτε ἐν θεοῖς αὐτῶν ἑστάναι παραδείγματα. ταῦτα οὖν οὐ πρὸς τὸ νοητὸν γέγονε. διεῖλε δὲ νῦν ὁ Πλάτων τοὺς λόγους εἴς τε τὸν περὶ τοῦ νοητοῦ καὶ τὸν περὶ τῆς εἰκόνος τοῦ νοητοῦ. τοῦτο γοῦν ἐνδεικνύμενος εἶπε τό· τοὺς δὲ τοῦ πρὸς μὲν ἐκεῖνο ἀπεικασθέντος, ὄντος δὲ εἰκόνος εἰκότας. ἀπείκασται δὲ πρὸς τὸ νοητὸν τὰ ἔργα τῆς φύσεως, οὐχὶ καὶ τὰ κατὰ τέχνην, ὡς οὐδὲ τὰ καθʼ ἕκαστα διωρισμένως, ἀλλʼ αἱ ἐπʼ αὐτοῖς κοινότητες. εἴρηται δὲ περὶ τούτων ἐν ἄλλοις.

Ἀνάλογόν τε ἐκείνων ὄντας. ὅ τί περ πρὸς γένεσιν οὐσία, τοῦτο πρὸς πίστιν ἀλήθεια.

Πρότερον μὲν δύο ἡγούμενα ἐποίει, νοητὸν καὶ γενητὸν ἢ παράδειγμα καὶ εἰκόνα, καὶ δύο τούτοις ἀνάλογον ἐλάμβανεν, ἐπιστήμην καὶ εἰκοτολογίαν ἢ ἀλήθειαν καὶ πίστιν· ὡς ἀλήθειαν πρὸς τὸ νοητὸν παράδειγμα, οὕτω πίστιν πρὸς τὴν γενητὴν εἰκόνα. νῦν δὲ γεωμετρικῶς καὶ τὸ ἐναλλὰξ προσέθηκεν· εἰ γὰρ ὡς ἀλήθεια πρὸς τὸ νοητόν, οὕτως ἡ πίστις πρὸς τὸ γενητόν, καὶ ἐναλλάξ, ὡς ἀλήθεια πρὸς πίστιν, οὕτως τὸ νοητὸν πρὸς τὸ γενητόν. καὶ εὖ πάνυ προλόγους μὲν ἐποίησε τὸ νοητὸν καὶ τὴν ἀλήθειαν, ἤρξατο δὲ ὅμως ἀπὸ τοῦ γενητοῦ καὶ τῆς πίστεως, ἵνα μίξῃ τὸ πρὸς ἡμᾶς τῇ τάξει τῇ κατὰ φύσιν καὶ τὴν ἀξίαν φυλάξῃ τῶν πραγμάτων καὶ ἀπὸ τῶν ἡμῖν ἐπιχειρήσῃ γνωρίμων. ὁ μὲν οὖν Πλάτων διαρρήδην τούς τε λόγους καὶ τὰς γνώσεις τοῖς γνωστοῖς συνδιεῖλεν. ὁ δέ γε Παρμενίδης, καίτοι διὰ ποίησιν ἀσαφὴς ὤν, ὅμως καὶ αὐτὸς ταῦτα ἐνδεικνύμενός φησιν· ἠμὲν Ἀληθείης εὐφεγγέος ἀτρεμὲς ἦτορ ἠδὲ βροτῶν δόξας, αἷς οὐκ ἔνι πίστις ἀληθής. καὶ πάλιν· εἰ δʼ ἄγʼ ἐγὼν ἐρέω, κόμισαι δὲ σὺ μῦθον ἀκούσας,αἵπερ ὁδοὶ μοῦναι διζήσιός εἰσι νοῆσαι· ἡ μὲν ὅπως ἔστιν τε καὶ ὡς οὐκ ἔστι μὴ εἶναι Πειθοῦς ἐστι κέλευθος — Ἀληθείῃ γὰρ ὀπηδεῖ —, ἡ δʼ ὡς οὐκ ἔστιν γε καὶ ὡς χρεών ἐστι μὴ εἶναι, τὴν δή τοι φράζω παναπευθέα ἔμμεν ἀταρπόν. καὶ οὔτε γὰρ ἂν γνοίης τό γε μὴ ἐόν — οὐ γὰρ ἐφικτόν — οὔτε φράσαις. λέγει δʼ οὖν καὶ οὗτος ὁ φιλόσοφος ἐπὶ διττοῖς πράγμασιν, οὖσι καὶ μὴ οὖσι, διττὰς εἶναι τὰς γνώσεις, ἀλήθειαν, ἣν καὶ εὐφεγγῆ κέκληκεν, ὡς τῷ φωτὶ τῷ νοερῷ διαλάμπουσαν, καὶ πίστιν, ἣν τῆς μονίμου γνώσεως ἀφεῖλεν. ἔοικε δὲ ἡ πίστις, ἣν Πλάτων παρείληφε νῦν, ἑτέρα τις εἶναι παρὰ τὴν ἐν Πολιτείᾳ λεγομένην ἐν τῇ κατατομῇ τῆς γραμμῆς· ἐκείνη μὲν γὰρ ἄλογός ἐστι γνῶσις, ὅθεν καὶ διῄρηται μὲν ἀπὸ τῆς εἰκασίας, τέτακται δὲ κατὰ τὴν αἴσθησιν, αὕτη δὲ λογικὴ μέν ἐστι, συμμίγνυται δὲ πρὸς τὰς ἀλόγους γνώσεις, αἰσθήσει καὶ εἰκασίᾳ χρωμένη, διὸ καὶ ἀναπίμπλαται πολλοῦ τοῦ ἀστάτου· τὸ γὰρ ὅτι λαμβάνουσα παρὰ τῆς αἰσθήσεως ἢ τῆς εἰκασίας, οὕτως τὰς αἰτίας ἀποδίδωσιν· αἱ δὲ γνώσεις αὗται πολὺ τὸ συγκεχυμένον ἔχουσι καὶ ἄστατον. διὸ καὶ ὁ ἐν Φαίδωνι Σωκράτης πολλὰ κατηγορεῖ τῆς αἰσθήσεως, ὡς οὔτε ἀκούομεν ἀκριβὲς οὐδὲν οὔτε ὁρῶμεν. πῶς ἂν οὖν ἡ ἀπὸ τῆς αἰσθήσεως ἀρχομένη γνῶσις ἔχοι τὸ ἀκριβὲς καὶ τὸ ἄπταιστον; τὰ μὲν γὰρ ἐπιστήμῃ μόνῃ χρώμενα μετὰ ἀκριβείας πᾶν συναιρεῖ τὸ γνωστόν, τὰ δὲ μετʼ αἰσθήσεως σφάλλεται καὶ διαπίπτει τἀκριβοῦς διὰ τὴν αἴσθησιν καὶ διʼ αὐτὸ τὸ γνωστὸν ἄστατον ὄν· τὸ μὲν γὰρ ἔνυλον ἀεὶ τρεπόμενον καὶ ῥέον τί ἂν λέγοι τις, ὅ γε οὐδὲ ἀκαρῆ διαμένειν πέφυκε; τὸ δὲ οὐράνιον διὰ μὲν τὸ πόρρω ἡμῶν εἶναι οὐκ ἔστιν εὔγνωστον οὐδʼ ἐπιστήμῃ ληπτόν, ἀλλʼ ἀγαπῶσι καὶ τὸ ἐγγὺς ἐν τῇ περὶ αὐτοῦ θεωρίᾳ καὶ τὸ πιθανόν· πᾶν γὰρ τὸ ἐν τόπῳ ὂν δεῖται τοῦ ἐκεῖ γενησομένου πρὸς τὸ ἐπιγνωσθῆναι πάντως ὁποῖόν ἐστιν. ἀλλʼ οὐ τὸ νοητὸν τοιοῦτον· οὐ γὰρ τόπῳ διείληπται τῆς ἡμετέρας γνώσεως· ὅπου γὰρ ἂν στήσῃ τις τὴν διάνοιαν, ὥσπερ πανταχοῦ παρούσης ἐφάπτεται τῆς ἀληθείας. εἰ δέ τι καὶ δυνατὸν ἀραρὸς περὶ αὐτοῦ λέγειν, καὶ τοῦτο δυνατὸν καθόσον τοῦ ὄντος μετείληφε, καὶ καθόσον νοήσει ληπτόν ἐστι· διὰ γὰρ τῶν γεωμετρικῶν καθολικῶν οὐσῶν ἀποδείξεων, εἴ τι ἀναγκαῖον συνάγειν περὶ αὐτοῦ, δυνατὸν μόνως· ὡς δὲ αἰσθητὸν δύσληπτόν ἐστι καὶ δυσθεώρητον. ταῦτα μὲν οὖν περὶ τούτων. ἀπορήσειε δʼ ἄν τις, πῶς ἔτι τὸν δημιουργὸν εὑρεῖν ἔργον ἂν φήσειέ τις καὶ εὑρόντας εἰς πάντας ἀδύνατον λέγειν, ὅπου γε περὶ τοῦ παραδείγματος μονίμους καὶ ἀμεταστάτους καὶ ἀνελέγκτους ἀποδιδόναι λόγους οἷοί τέ ἐσμεν. ἦ τὸ μὲν περὶ τοῦ δημιουργοῦ ῥηθὲν ἐφαρμόσει πολλῷ μᾶλλον καὶ αὐτῷ τῷ παραδείγματι· μειζόνως γὰρ ἐκεῖνο καὶ εὑρεῖν ἔργον καὶ εὑρόντα λέγειν εἰς ἅπαντας· οὔτε δὲ περὶ τοῦ δημιουργοῦ τοὺς μετʼ ἐπιστήμης ἀπεγίνωσκε γίνεσθαι λόγους οὔτε περὶ ἄλλου του τῶν ἀεὶ ὡσαύτως ἐχόντων. καὶ τίνι γὰρ ἂν ὁ Πλάτων διαφέροι τῶν ἄλλων φυσιολόγων ἢ τὴν περὶ τῶν θείων ἐπιστήμην ἐπιδεικνύμενος; εἰ δὲ διαφερόντως ἐπὶ τῆς δημιουργικῆς αἰτίας τοῦτο ὑπέμνησεν ἡμᾶς, ὅτι ἔργον αὐτὴν εὑρεῖν, οὐ χρὴ θαυμάζειν. ἐγίνωσκε γάρ, οἶμαι, τοὺς ἄλλους φυσιολόγους τὴν ποιητικὴν αἰτίαν εἰς φυσικὰς δυνάμεις ἀνάγοντας. ἵνα οὖν μὴ ταὐτὸν ἐκείνοις πάθωμεν, δυσεύρετον καὶ δύσγνωστον ἀποφαίνεται εἶναι τὴν δημιουργικὴν ἀρχήν. ταῦτα καὶ πρὸς τὴν ἀπορίαν. ἀλήθειαν δὲ πολλαχοῦ τῶν ὄντων ὑποτίθεται ὁ Πλάτων, τοῖς θεολόγοις ἑπόμενος· ἄλλη γὰρ ἡ ἑνοειδὴς ἀλήθεια, τὸ ἐκ τἀγαθοῦ προϊὸν φῶς, ὃ καὶ τὴν καθαρότητα, ὡς ἐν Φιλήβῳ λέγει, καὶ τὴν ἕνωσιν ἐν Πολιτείᾳ παρέχεται τοῖς νοητοῖς· ἄλλη ἡ ἀπὸ τῶν νοητῶν, ἡ καταλάμπουσα τὰς νοερὰς διακοσμήσεις, ἣν ὑποδέχεται πρώτως ἡ ἀσχημάτιστος καὶ ἀχρώματος καὶ ἀναφὴς οὐσία, οὗ δὴ καὶ τὸ τῆς ἀληθείας ἐστὶ πεδίον, ὡς ἐν Φαίδρῳ γέγραπται· ἄλλη ἡ συμφυὴς ταῖς ψυχαῖς, ἡ διὰ νοήσεως ἐφαπτομένη τοῦ ὄντος καὶ διʼ ἐπιστήμης συνοῦσα τοῖς ἐπιστητοῖς· τρίτον γὰρ ὡς ἐν πλάτει λέγειν τὸ ψυχικὸν φῶς ἀπὸ τοῦ νοητοῦ, τοῦ μὲν νοεροῦ πλάτους ἀπὸ τοῦ νοητοῦ πληρουμένου, τοῦ δὲ αὖ ψυχικοῦ παρὰ τοῦ νοεροῦ. ταύτην οὖν τὴν ἐν ψυχαῖς ἀλήθειαν ληπτέον καὶ νῦν, ἐπεὶ καὶ πίστιν ταύτην ἐλαμβάνομεν, ἀλλʼ οὐ τὴν ἄλογον καὶ ἀπειρημένην πάσης λογικῆς ἐπιστάσεως, καὶ συναπτέον τὴν μὲν τοῖς νοητοῖς, τὴν δὲ τοῖς αἰσθητοῖς.

Ἐὰν οὖν, ὦ Σώκρατες, πολλὰ πολλῶν πέρι, θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως, μὴ δυνατοὶ γιγνώμεθα πάντη πάντως αὐτοὺς ἑαυτοῖς ὁμολογουμένους καὶ ἀπηκριβωμένους ἀποδοῦναι λόγους, μὴ θαυμάσῃς.

Πρῶτον τὰς ὑποθέσεις παρέσχετο τῆς ὅλης φυσιολογίας καὶ τὰ λήμματα συνήγαγεν, ὧν δεῖ πρὸς τὴν θεωρίαν, τρία μὲν ὄντα ταῦτα, πέντε δὲ ἐκείνας οὔσας. δεύτερον τὸν τρόπον ἀφωρίσατο τῶν λόγων. τρίτον παρασκευάζει τὸν ἀκροατήν, ὅπως προσήκει τοὺς μέλλοντας ὑποδέχεσθαι λόγους· δεῖ γὰρ αὐτὸν οὐχ ὡς ἀπηκριβωμένων ἀκροᾶσθαι λόγων ὅσοι λέγονται περὶ τῶν φυσικῶν, οὐδὲ ὡς ἐπιστημονικῶν ὄντως, ἀλλʼ ὡς ἐοικότων ἐκείνοις· ἔτι δὲ γινώσκειν, ὅτι καθάπερ ὁ κόσμος συγκέκραται ἔκ τε φυσικῶν δυνάμεων καὶ νοερᾶς καὶ θείας οὐσίας—συνυφίσταται γὰρ τὰ φυσικὰ ἔργα τῷ νοερῷ φέγγει τοῦ πατρός, ὥς φησι καὶ τὸ λόγιον—οὕτω δὴ καὶ ὁ περὶ αὐτοῦ λόγος σύμμιξιν ποιεῖται πίστεως καὶ ἀληθείας· τὰ μὲν γὰρ ἀπʼ αἰσθήσεως λαμβανόμενα πολλῆς μετέχει τῆς εἰκοτολογίας, τὰ δὲ ἀπὸ τῶν νοητῶν ὁρμώμενα τὸ ἀνέλεγκτον ἔχει καὶ ἄπταιστον. ὅταν γὰρ περὶ αὐτοῦ τοῦ δημιουργοῦ λέγωμεν, ὅτι βουλεύεται καὶ διανοεῖται καὶ ὅτι ποιεῖ τάδε πρὸ τῶνδε, τῆς ἀληθείας ἀπολειπόμεθα τῶν πραγμάτων· ὥστε εἰ περὶ τῶν ἀεὶ ὄντων λέγοντες ὅπως προνοοῦσι τοῦ παντὸς ἀναγκαζόμεθα μερίζειν τὸ ἀμέριστον καὶ ἔγχρονον ποιεῖν τὸ αἰώνιον, πολλῷ μᾶλλον οἱ περὶ αὐτῶν τῶν αἰσθητῶν λόγοι τοῦ ἀκριβοῦς ἂν διαμαρτάνοιεν. τί οὖν; φαίη τις ἄν· οὐκ ἀκριβεῖς τινας περὶ τοῦ οὐρανοῦ λόγους ἀποδίδομεν, οἷον ὅτι οἱ ἐν αὐτῷ κύκλοι διχοτομοῦσιν ἀλλήλους; οὐχὶ δὲ καὶ ὅταν μὴ τὸ ἀκριβές, ἀλλὰ τὸ σύνεγγυς ἀγαπῶμεν, διὰ τὴν ἡμετέραν ἀσθένειαν, ἀλλʼ οὐ διὰ τὴν τοῦ πράγματος φύσιν ἀποπίπτομεν τῆς ἀκριβείας; ἦ καὶ ὅταν μὴ ἀπʼ αἰσθήσεως λαμβάνωμεν τὰς ἀρχάς, ἀλλʼ ἀπὸ τῶν καθόλου λόγων, ὡς μὲν ἐν τοῖς αἰσθητοῖς οἱ περὶ τοῦ οὐρανοῦ λόγοι τἀκριβὲς ἐπιδείκνυνται καὶ ἀνέλεγκτον, ὡς δὲ ἐν ἐπιστητοῖς ἐλέγχονται καὶ οὗτοι διὰ τῶν ἀΰλων εἰδῶν. σκόπει γὰρ οὖν καὶ αὐτὸ τοῦτο τὸ νῦν ῥηθέν· οἱ μέγιστοι, φασί, κύκλοι δίχα τέμνουσιν ἀλλήλους. οὐκοῦν ἀνάγκη κατὰ σημεῖα γίγνεσθαι τὴν τομήν. τοῦτο δὲ ἀμερές. τί οὖν ἐν μεριστῷ τοιοῦτον; τίς δὲ ἀδιάστατος ἐν διαστατοῖς οὐσία; πᾶν γὰρ τὸ ἐν σώματι γεγονὸς φυσικῶς συμμερίζεται τῷ ὑποκειμένῳ. τί οὖν; οὐχὶ καὶ σημεῖόν ἐστι φυσικόν; ἀλλὰ τοῦτο τοῦ ὄντως ἀμεροῦς ἀπολείπεται, καὶ ἔστι σημεῖον μὲν ἐν φυσικοῖς, ἁπλῶς δὲ οὐ σημεῖον, ὥστε ὁ περὶ σημείου λόγος ἀκριβῶς οὐκ ἐφαρμόσει τῷ τοιούτῳ. ὅλως δὲ ὡς οἱ περὶ τῶν νοητῶν λόγοι τοῖς διανοητοῖς οὐκ ἐφαρμόσουσιν, οὕτως οὐδʼ οἱ περὶ τῶν ἐπιστητῶν τοῖς αἰσθητοῖς· τὰ μὲν γὰρ νοητὰ παραδείγματα τῶν διανοητῶν, τὰ δὲ διανοητὰ τῶν αἰσθητῶν· ψυχὴ γὰρ ἡ κοσμήσασα τὸν μέγαν οὐρανὸν καὶ κοσμοῦσα μετὰ τοῦ πατρός. ὥσθʼ ὅταν λέγωμεν κύκλους ἐν οὐρανῷ καὶ ἐπαφὰς καὶ διχοτομίας καὶ ἰσότητας, ὡς μὲν περὶ αἰσθητῶν λέγοντες ἀκριβῶς λέγομεν· ἐπὶ γὰρ οὖν τῶν ἀΰλων πάντα τὰ τοιαῦτα φλήναφός ἐστιν. εἰ δέ τις ἡμᾶς ἔροιτο· τί δέ; οὐ τὸ ὄντως ἴσον λόγος ἐστὶ καὶ ὁ ὄντως κύκλος ἀδιάστατος; καθόλου γὰρ ἑκάτερον, τὸ δὲ καθόλου λόγος καὶ εἶδος ἀμερές· τὰ δὲ ἐν οὐρανῷ μεριστὰ καὶ διάτομα καὶ ἐν ὑποκειμένῳ, πάλιν ἐνταῦθα οὔτε κύκλους οὔτε ἰσότητας οὔτε ἄλλο τοιοῦτον οὐδὲν ἐν τοῖς αἰσθητοῖς εἶναί φαμεν, καὶ οὕτω τοὺς ἑαυτῶν λόγους οὐχ ὁμολογοῦντας αὐτοὺς ἑαυτοῖς παρεχόμεθα. λέγομεν οὖν συντόμως, ὅτι τὴν ἐπιστήμην ὁ Πλάτων ποτὲ μὲν ὁρίζεται τῷ τὰς αἰτίας ἀποδιδόναι μόνον, τοτὲ δὲ τῷ καὶ τὰ ὑποκείμενα αὐτῇ μόνιμον ἔχειν οὐσίαν παντελῶς μετὰ τῆς ἀποδόσεως τῶν τῆς αἰτίας ἀπολογισμῶν, τοτὲ δὲ τῷ τὰς ἀρχὰς μὴ εἶναι ὑποθέσεις. καὶ κατὰ τοῦτο μὲν τὸ εἶδος μίαν ἐπιστήμην ἀφορίζεται τὴν μέχρι τῆς ὄντως ἀρχῆς ἀνιοῦσαν· αὕτη γὰρ τὴν ὄντως ἀρχήν, τὴν ἀνυπόθετον, προΐσταται καὶ τὸ ὑποκείμενον ἔχει τὸ ὄντως ὂν καὶ ἀπʼ αἰτίας ποιεῖται τοὺς λόγους· κατὰ δὲ τὸ δεύτερον καλεῖ καὶ τὰς διανοητικὰς γνώσεις ἐπιστήμας. κατὰ δὲ τὸ πρῶτον μόνον δοίη ἂν καὶ τῇ φυσιολογίᾳ τὴν τῆς ἐπιστήμης προσηγορίαν· νῦν δὲ τὸ δεύτερον εἶδος ὁρῶν ἀξιοῖ καλεῖν αὐτὴν εἰκοτολογίαν. ταῦτα μὲν οὖν πρὸς τὴν ἀπορίαν. τὴν δὲ σύμπασαν ῥῆσιν ἔχουσάν τινα δυσκολίαν κατὰ τὴν σύνταξιν οὑτωσὶ πρὸς ἑαυτὴν ἀπευθυντέον μετὰ βραχείας προσθήκης· ἐάν, ὦ Σώκρατες, πολλὰ λέγοντες περὶ πολλῶν, εἶτα τίνων δεικνύων πολλῶν προσέθηκε θεῶν καὶ τῆς τοῦ παντὸς γενέσεως· καὶ γὰρ καὶ περὶ τῆς τῶν θεῶν γενέσεως τῶν νέων ἐρεῖ καὶ περὶ τῆς τοῦ παντός· καὶ ταῦτά ἐστι τὰ πολλά· ἐὰν δʼ οὖν, φησί, πολλὰ περὶ πολλῶν λέγοντες περὶ γενέσεως τῆς τε τοῦ παντὸς καὶ θεῶν τῶν ἐν αὐτῷ, πολλῶν τούτων ὄντων ἑκατέρων, μὴ δυνώμεθα ἀπηκριβωμένους ἀποδοῦναι λόγους, μὴ θαυμάσῃς. τοῦτο δὲ εἶπεν, ἐπειδὴ τοῖς ἀναγκαίοις ἐνίσχεσθαι οὐ θαυμαστόν· ἀναγκαῖον δὲ τὸ μὴ ἀκριβῶς διχῶς, διά τε τὸ γνωστὸν οὐκ ὂν μόνιμον οὐδὲ σαφὲς καὶ διὰ τὴν ἡμετέραν φύσιν ἀνθρωπίνην οὖσαν. Πλάτων μὲν οὖν τοσαύτῃ χρῆται ἐν τοῖς λόγοις ἀσφαλείᾳ· οἱ δὲ ἄλλοι οὐχ οὕτως· ἀλλʼ Ἡράκλειτος μὲν ἑαυτὸν πάντα εἰδέναι λέγων πάντας τοὺς ἄλλους ἀνεπιστήμονας ποιεῖ, Ἐμπεδοκλῆς δὲ αὐτὴν ἐπαγγέλλεται παραδώσειν τὴν ἀλήθειαν· καὶ τάδε τοι σοφίης ἐπʼ ἄκροισι θοάζει· ταῦτα γὰρ οὐ κατὰ τὴν φιλόσοφον εὐλάβειαν. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ τὴν αὐτὴν ἀρετὴν εἶναι θεῶν καὶ ἀνθρώπων εἰρήκασι, πολλοῦ δέοντες τῆς τοῦ Πλάτωνος ὁσιότητος εἶναι ζηλωταὶ καὶ τῆς Σωκρατικῆς μετριότητος.

Ἀλλʼ ἐὰν ἄρα μηδενὸς ἧττον παρεχώμεθα εἰκότας, ἀγαπᾶν χρὴ μεμνημένον, ὡς ὁ λέγων ἐγὼ ὑμεῖς τε οἱ κριταὶ φύσιν ἀνθρωπίνην ἔχομεν, ὥστε περὶ τούτων τὸν εἰκότα μῦθον ἀποδεχομένους πρέπει τούτου μηδὲν ἔτι πέρα ζητεῖν.

Διχόθεν ὁ Τίμαιος τὸ μὴ ἀραρὸς μηδʼ ἀκριβὲς τῶν περὶ τῆς φύσεως λόγων ὑπέμνησεν, ἔκ τε τῆς αὐτῶν τῶν πραγμάτων οὐσίας—ἀπὸ γὰρ ἀΰλων ἔνυλα γενόμενα καὶ ἀπὸ ἀμερίστων μεριστὰ καὶ ἀπὸ χωριστῶν ἐν ἀλλοτρίᾳ ἕδρᾳ καὶ ἀπὸ καθολικῶν ἄτομα καὶ μερικὰ τὸν ἐπιστημονικὸν καὶ ἀνέλεγκτον οὐκ ἐπιδέχεται λόγον, ὃς τοῖς καθόλου καὶ τοῖς ἀΰλοις ἐφαρμόζει καὶ τοῖς ἀμερίστοις εἴδεσι—καὶ ἐκ τῆς τῶν ἐπισκοπουμένων ἀδυναμίας· εἰ γὰρ ἔδει τι γνῶναι περὶ αὐτῶν, ἔδει τὴν σύστοιχον αὐτοῖς περιβαλεῖν γνῶσιν, αὕτη δὲ αἴσθησις. ἀλλʼ ἐκεῖ μὲν ὄντες ἴσως ἧττον ἂν ἠπατήθημεν, ἐνταῦθα δʼ ἐν τῷ ἐσχάτῳ τοῦ παντὸς κατῳκισμένοι καὶ πορρωτάτω ὄντες ἐκείνων παχέως καὶ ἡμαρτημένως τῇ αἰσθήσει χρώμεθα. καὶ ἡμεῖς μὲν οὕτω· φύσιν γὰρ ἀνθρωπίνην ἐλάχομεν· ἡ δὲ ἀνθρωπίνη φύσις συνεισφέρει τὴν ἔνυλον ζωὴν τὴν ἐπιπροσθουμένην ὑπὸ τοῦ σώματος, τὴν μεριστήν, τὴν δεομένην καὶ τῶν ἀλόγων γνώσεων. αὐτοὶ δὲ οἱ θεοὶ καὶ τὸ γενητὸν ἀγενήτως καὶ τὸ διαστατὸν ἀδιαστάτως ἐγνώκασι καὶ τὸ μεριστὸν ἀμερίστως καὶ τὸ ἔγχρονον διαιωνίως καὶ τὸ ἐνδεχόμενον ἀναγκαίως· αὐτῷ γὰρ τῷ νοεῖν πάντα γεννῶσιν, ἃ δὲ γεννῶσιν, ἐκ τῶν ἀμερῶν καὶ αἰωνίων καὶ ἀΰλων εἰδῶν γεννῶσιν· ὥστε καὶ νοοῦσιν αὐτὰ τοῦτον τὸν τρόπον. μὴ γὰρ οἰηθῶμεν, ὅτι ταῖς τῶν γνωστῶν φύσεσιν αἱ γνώσεις χαρακτηρίζονται, μηδʼ ὅτι τὸ μὴ ἀραρὸς οὐκ ἀραρός ἐστι παρὰ θεοῖς, ὥς φησιν ὁ φιλόσοφος Πορφύριος—τοῦτο γὰρ αὖ ἐκεῖνος ἀνεφθέγξατο, ὅπερ τʼ ἄρρητον ἄμεινον—ἀλλʼ ὅτι ταῖς τῶν γινωσκόντων διαφοραῖς ἀλλοῖος γίγνεται τῆς γνώσεως ὁ τρόπος· τὸ γὰρ αὐτὸ γινώσκει θεὸς μὲν ἡνωμένως, νοῦς δὲ ὁλικῶς, λόγος δὲ καθολικῶς, φαντασία δὲ μορφωτικῶς, αἴσθησις δὲ παθητικῶς. καὶ οὐχ ὅτι τὸ γνωστὸν ἕν, μία καὶ ἡ γνῶσις. ἔτι δέ, εἰ αἱ γνώσεις κατʼ οὐσίαν εἰσὶν ἐπὶ τῶν θεῶν καὶ ἔστιν οὐκ ἐπίκτητος ἡ νόησις αὐτῶν, ὡς εἰσίν, οὕτω καὶ γιγνώσκουσιν, ἃ γινώσκουσιν· εἰσὶ δὲ ἄυλοι καὶ αἰώνιοι καὶ ἡνωμένοι καὶ ἄχραντοι· καὶ γινώσκουσιν ἄρα ἀΰλως, αἰωνίως, ἡνωμένως, ἀχράντως· τὸ ἄρα ἔνυλον ἀΰλως καὶ τὸ διεσπαρμένον πλῆθος ἑνοειδῶς καὶ τὸ κατὰ χρόνον μεταβαλλόμενον μονίμως καὶ αἰωνίως καὶ τὸ παρὰ φύσιν πᾶν καὶ σκοτεινὸν καὶ μὴ καθαρὸν ἀχράντως προειλήφασι. τοῦτο μὲν οὖν μὴ καὶ περιττὸν ᾖ πλείονος ἀξιοῦν παραμυθίας· τόδε δὲ αὖ ληπτέον ἀπὸ τῶν εἰρημένων, ὅτι καὶ παρὰ τὴν ἡμετέραν ἀσθένειαν γίνεται τὸ μὴ ἀκριβὲς ἐν τῇ θεωρίᾳ τῶν τοῦ ὄντος εἰκόνων· δεόμεθα γὰρ καὶ φαντασίας καὶ αἰσθήσεως καὶ ὀργάνων ἄλλων τῶν πολλῶν πρὸς τὴν γνῶσιν. οἱ δὲ θεοὶ τῷ ἑνὶ αὐτῶν καὶ τῇ θείᾳ νοήσει καὶ ταῦτα συνῃρήκασιν. ἐπὶ μὲν γὰρ τῶν ὑπὸ σελήνην ἀγαπῶμεν ἑλεῖν τὸ ὡς ἐπὶ τὸ πολὺ διὰ τὸ τῆς ὑποκειμένης αὐτοῖς ὕλης ἀστάθμητον· ἐπὶ δὲ τῶν οὐρανίων πάλιν αἰσθήσει χρώμενοι καὶ ὀργάνοις ἀναπιμπλάμεθα πολλοῦ τοῦ εἰκότος, καὶ διὰ ταῦτα καὶ ἐπʼ ἐκείνων τὸ ἐγγὺς ἀγαπητὸν ἡμῖν, πόρρω κατῳκισμένοις ἐν τῷ πυθμένι, φασί, τοῦ παντός. δῆλον δὲ καὶ ἀπὸ τῶν περὶ αὐτῶν πραγματευσαμένων ἀπὸ διαφερουσῶν ὑποθέσεων τὰ αὐτὰ περὶ αὐτῶν συναγόντων, τῶν μὲν διὰ τῶν ἐκκέντρων, τῶν· δὲ διὰ τῶν ἐπικύκλων, τῶν δὲ διὰ τῶν ἀνελιττουσῶν τὰ φαινόμενα σῳζόντων. τί οὖν; φαίη τις ἄν· ἀγαπήσωμεν παρὰ Πλάτωνος φυσιολογοῦντος ἀκούοντες ὁπόσα καὶ τῶν ἄλλων, καὶ στέρξωμεν τὸ μηδενὸς ἧττον. ἦ μάλιστα μὲν τοῖς ἔμφροσιν οὕτω περὶ αὐτῶν ἁρμόσει λέγειν, τὸ μεταξὺ διώκουσιν εἰρωνείας καὶ ἀλαζονείας· τῆς μὲν γὰρ εἴη ἂν τὸ φάναι «πάντων μᾶλλον», τῆς δὲ τὸ «πάντων ἧττον», μεσότης δὲ τὸ «μηδενὸς ἧττον». ἔπειτα τὸ μηδενὸς ἧττον οὐ μόνον λέγοι ἂν τῶν ἤδη προγεγονότων καὶ θεατῶν τῆς φύσεως, ἀλλὰ καὶ αὐτῶν τῶν πραγμάτων τῶν εἰκότων, ὡς ἂν εἰ ἔλεγεν· εἰ μηδενὸς ἧττον τῶν πραγμάτων καὶ αὐτοὶ παρεχοίμεθα λόγους εἰκότας μηδʼ ἀπολειφθείημεν τῆς φύσεως τῶν γνωστῶν, ἀγαπητέον· θεοὶ μὲν γὰρ καὶ κρειττόνως αὐτὰ γινώσκουσιν, ἡμῖν δὲ ἀγαπητόν, εἰ καὶ ἐγγὺς αὐτῶν βάλλομεν· ἄνθρωποι γάρ ἐσμεν καὶ ἐν σώματι κατατετάγμεθα καὶ μερικὸν εἶδος ζωῆς προβεβλήμεθα καὶ αὐτοῦ πολλοῦ τοῦ εἰκότος ἀναπεπλήσμεθα, ὥστε εἰκότως καὶ μύθοις ἐοικότας ἐροῦμεν λόγους· πολλῆς γὰρ τῆς παχύτητος καὶ τῆς ἀλογίας, ἣν ὁ μῦθος ἐνδείκνυται, ὁ ἡμέτερος λόγος ἐστὶν ἀναπεπλησμένος, καὶ δεῖ τῇ ἀνθρωπίνῃ φύσει συγγινώσκειν.

Ἄριστα, ὦ Τίμαιε, παντάπασιν ὡς κελεύεις ἀποδεκτέον. τὸ μὲν οὖν προοίμιον θαυμασίως ἀπεδεξάμεθά σου, τὸν δὲ δὴ νόμον ἡμῖν ἐφεξῆς πέραινε.

Ἐν μὲν τῇ Πολιτείᾳ τοῦ Σωκράτους διατιθέντος τοὺς λόγους σιωπῇ παρῆν ὁ Τίμαιος, οὐκ ἐνδεικνύμενος τὰς ἑαυτοῦ κρίσεις περὶ τῶν λεγομένων. ἐνταῦθα δὲ ὁ Σωκράτης θαυμαστῶς ὅπως ἀποδέχεται τὸν Τίμαιον, ἐπειδὴ καὶ ἐν τοῖς πράγμασιν, ὧν τὰ πρόσωπα εἰκόνες, τῶν μὲν δευτέρων ἐνεργούντων αὐτὰ ἐν ἑαυτοῖς ἵδρυται τὰ πρῶτα καὶ οὐκ ἐξίσταται ἑαυτῶν οὐδὲ νεύει πρὸς τὰ χείρω, τῶν δὲ θειοτέρων κινουμένων ἐπαίρεται καὶ τὰ κοιλότερα πρὸς τὴν μετουσίαν αὐτῶν διʼ ἔρωτος παμπόλλου καὶ θαύματος. εἰκότως ἄρα καὶ ὁ Σωκράτης ἐν τούτοις εὐφημίαν πᾶσαν περὶ τὸν Τίμαιον καταβάλλεται· διὰ γὰρ αὐτοῦ τοῦ θαύματος μειζόνως συνάπτεται πρὸς αὐτόν. καὶ μὴν καὶ τὸ ἄριστον ἐνδείκνυται μὲν καὶ τὸ τέλειον καὶ τὸ νοερὸν τῆς τοῦ Τιμαίου διδασκαλίας καὶ τὸ ἐπιστημονικὸν καὶ τὸ ἱκανόν, ἐνδείκνυται δὲ αὐτοῦ καὶ τὴν πρὸς τὸν δημιουργὸν ἀναλογίαν· ὡς γὰρ ἐκεῖνος τῶν αἰτίων ἄριστος ἐν τοῖς ἔργοις, οὕτω δὴ καὶ οὗτος ἄριστος ἐν τοῖς λόγοις. καὶ τὸ παντάπασιν ὡς κελεύεις ἀποδεκτέον ὁποῖον εἶναι προσήκει τὸν ὀρθῶς ὑποδεξόμενον τοὺς περὶ τῶν θείων λόγους ἐπιδείκνυσιν· ὅτι δὴ λιπαρῶς μὲν ἀντεχόμενον τοῦ διδάσκοντος, ποιοῦντα δὲ παντὶ σθένει τὸ ὑπʼ ἐκείνου προσταττόμενον, πείθοντα δὲ ἑαυτόν, ὡς ὀρθῶς ἔχει πείθεσθαι τοῖς ὑπʼ αὐτοῦ λεγομένοις.

ἔτι τοίνυν τὸ μὲν προοίμιον τὴν ἐν ταῖς ὑποθέσεσι τῶν ὅλων νοημάτων περιοχὴν ἐνδείκνυται· πάντα γοῦν ἐστιν ἐν αὐτῷ τὰ προοίμια· τί τε γὰρ τὸ προοίμιον εἴρηται, καὶ τί τὸ εἶδος τοῦ ζητουμένου, καὶ ποίων ὑποθέσεων καὶ τίνων προδεικνυμένων ἐκ τούτων ἤρτηται, καὶ ὁποῖον τῶν λόγων εἶδος, καὶ ὁποῖος ὁ ἀκροατής. ὁ δὲ νόμος εἴληπται ἀπὸ τῶν κιθαρῳδικῶν νόμων· οὗτοι μὲν οὖν εἰσι μέλη τινὰ πεποιημένα, τὰ μὲν Ἀθηναϊκά, τὰ δὲ Ἀρεϊκά, καὶ τὰ μὲν ἐνθεαστικά, τὰ δὲ κοσμητικὰ τῶν ἠθῶν. πρὸ δὲ τῶν νόμων τούτων προοίμια προτάττειν εἰώθασιν, ἃ καὶ διὰ τοῦτο προψηλαφήματα ἐκάλουν. εἴληπται μὲν οὖν ἐκεῖθεν. συντελεῖ δὲ εἰς τὸ προκείμενον, διότι καὶ πᾶσα ἡ ἐμφανὴς διακόσμησις ἐναρμόνιος οὖσα μένει διαιωνίως διὰ τὴν ἀγαθότητα τὴν τῶν αἰτίων· ἔτι δὲ καὶ ὅτι πρόεισιν ἀπὸ νοῦ καὶ κατὰ νοῦν, καὶ ὅτι διακεκριμένας ἔχει τὰς ὅλας δυνάμεις καὶ διατεταγμένας κατὰ τὸ προσῆκον ἑκάστῃ· καὶ γὰρ τὰ μέλη νόμους ἐκάλουν, ὅτι τε ἀκίνητα ἔμενε καὶ ὅτι διανενέμητο τὰ πρέποντα ἐφʼ ἑκάστοις.

Λέγωμεν δή, διʼ ἥν τινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς συνέστησεν.

Τὰ μὲν προειρημένα πάντα παρασκευὰς ἡμῖν τὰς πρὸς τὴν ὅλην παρεδίδου φυσιολογίαν· καὶ τούτων τὰ μὲν διʼ εἰκόνων καὶ συμβόλων ἐπεδείκνυ τὴν τοῦ κόσμου θεωρίαν, τὰ δὲ προοίμια κατεβάλλετο τῆς συμπάσης πραγματείας, καὶ τῆς διʼ εἰκόνων ἢ συμβόλων ἐνδείξεως τὰ μὲν τὴν ἕνωσιν ἐξέφαινε τῶν ἐγκοσμίων, τὰ δὲ τὴν διάκρισιν, καὶ τῶν προοιμίων τὰ μὲν ἦσαν ὑποθέσεις, τὰ δὲ οἷον λήμματα δεικνύμενα διὰ τῶν ὑποθέσεων. καὶ γὰρ τὰ περὶ τοῦ τρόπου τῶν λόγων ἐν τοῖς δεικνυμένοις ἄν τις θεῖτο· τῷ γὰρ γενητὸν ἀποδεδεῖχθαι τὸν κόσμον ἀκολουθεῖ τὸ εἰκοτολογίαν εἶναι τὴν περὶ τοῦ κόσμου πραγματείαν. τούτων δʼ αὖ τέλος τὸ πρέπον λαβόντων ἀρχόμενος τῆς δημιουργίας τοῦ παντὸς ὁ Τίμαιος ἀπὸ τοῦ ἀγαθοῦ ποιεῖται τὴν ἀρχὴν ὁρμητήριον αὐτῷ κάλλιστον εἶναι νομίζων τὴν τῆς τελικῆς αἰτίας εὕρεσιν· ὡς γὰρ πάντων τῶν ὄντων αἴτιόν ἐστι τἀγαθόν, οὕτω δεῖ καὶ τὴν τοῦ κόσμου γένεσιν ἀπὸ ταύτης προϊέναι τῆς ἀρχῆς πρωτίστης· πάντα γὰρ ἐκ τοῦ ἀγαθοῦ, καὶ ὅσων μή ἐστιν αἴτιος ὁ δημιουργικὸς νοῦς; τούτων αἴτιον τἀγαθόν, ὥσπερ τῆς ὕλης, καὶ ὅσων μή ἐστιν ὑποστατικὸν τὸ παράδειγμα, καὶ ταῦτα ἐκεῖθεν ὑφίσταται· πάντα γὰρ ἐκείνου ἕνεκά ἐστι, καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν, ὡς εἴρηται ἐν Ἐπιστολαῖς· διὸ καὶ τὰ ἄλλα αἴτια πρὸς ταύτην ἀναπέμπει τὴν μίαν αἰτίαν ὁ Τίμαιος. τὸ γὰρ εἶδος τοῦ κόσμου διὰ τῶν ὑποθέσεων ἀνευρὼν καὶ τὸ παραδειγματικὸν καὶ τὸ ποιητικὸν αἴτιον νῦν ἐθελήσει τὴν κυριωτάτην καὶ πρεσβυτάτην ἀποδοῦναι τῶν αἰτιῶν, τὴν τελικήν, ἣν δεῖ διαφερόντως ἐπὶ τῆς ὅλης δημιουργίας ἐπιποθεῖν· ὅπου γὰρ καὶ ὁ κατὰ νοῦν ζῶν ἄνθρωπος τοῦ ἀγαθοῦ πάντα πραγματεύεται χάριν, πόσῳ μᾶλλον αὐτὸς ὁ νοῦς καὶ ὁ θεῖος νοῦς οὐχὶ τῆς τελικῆς αἰτίας ἕνεκα πάντα δημιουργεῖ; κἂν γὰρ δοκῇ πολλάκις ὁ σπουδαῖος τοῦ σώματος ἕνεκά τι πράττειν ἢ ὅλως τῶν χειρόνων, οὐ τόδʼ ἐστὶ τὸ τέλος, τὸ τοῦ σώματος ἢ τὸ τοῦ χείρονος ἀγαθόν, ἀλλὰ γὰρ καὶ τοῦτο πράττει τῆς πρὸς τὸ θεῖον ὁμοιότητος ἕνεκα καὶ ἐκείνην ποιεῖται τὸ σκοπιμώτατον τέλος· πόσῳ δὴ οὖν μειζόνως ὁ τοῦ παντὸς δημιουργὸς τοῦ ἀγαθοῦ χάριν ἂν δημιουργοίη καὶ τῆς τελικῆς αἰτίας; οὐ γὰρ ἄσκοπον οὐδὲ ἀόριστον ποιεῖται τὴν ἐνέργειαν. διό μοι δοκεῖ καὶ ὁ Πλάτων μηδὲ ζητῆσαι τὴν ἀρχήν, εἰ ἔστι τελικὸν αἴτιον τῆς τοῦ κόσμου συστάσεως, ἀλλʼ ὡς τούτου παρὰ πᾶσιν ὁμολογουμένου ζητεῖν, τί τὸ τελικόν ἐστιν αἴτιον· νοῦς γὰρ ὑπόκειται δημιουργὸς καὶ θεός, ἀλλʼ οὐ τὸ αὐτόματον, ὥσπερ τινές φασιν. εἰ δὲ νοῦς τὸ ποιοῦν, ἔστι δήπου τὸ οὗ ἕνεκα ἐν τῇ δημιουργίᾳ· ὡς γὰρ ψυχὴ κατωρθωμένη πάντα πάντως πράττει κατὰ νοῦν, οὕτως νοῦς δημιουργῶν πάντα ὑφίστησι κατὰ θεόν· τοῦτο δὲ τῷ κατὰ τὸ ἀγαθὸν ταὐτόν. εἴτε οὖν τοῖς Ἀριστοτελικοῖς ἐφέπεσθαι δεῖ προβλήμασι, μετὰ τὸ τί ἐστι τὸ πᾶν καὶ ὁποῖόν ἐστιν ἀνάγκη τὸ διὰ τί ἐστι ζητεῖν· εἴρηται γάρ, ὅτι γενητὸν μέν ἐστιν, εἰκὼν δὲ τοῦ ὄντος, καὶ δεῖ προσδιασκέψασθαι, τίνος ἕνεκα γέγονεν· εἴτε κατὰ τὰς Πλατωνικὰς αἰτίας μετὰ τὸ δημιουργοῦν καὶ τὸ παράδειγμα τὸ τελικὸν εὑρεῖν προσήκει τῆς κοσμοποιίας αἴτιον· καὶ γὰρ αὖ καὶ εἰς τοῦτο πάντα τὰ ἄλλα ἀνήρτηται καὶ ἡ τοῦ παραδείγματος θειότης καὶ ἡ τοῦ ποιοῦντος ἀγαθότης καὶ ἡ τοῦ γενομένου τελειότης. καὶ μέχρι τούτου τοῖς φιλοθεάμοσιν ἡ ἄνοδος. καλεῖν δὲ εἰώθασι τὸ μὲν τελικὸν αἴτιον διʼ ὅ, τὸ δὲ παραδειγματικὸν πρὸς ὅ, τὸ δὲ δημιουργικὸν ὑφʼ οὗ, τὸ δὲ ὀργανικὸν διʼ οὗ, τὸ δὲ εἶδος καθʼ ὅ, τὴν δὲ ὕλην ἐξ οὗ ἢ ἐν ᾧ, ταῦτα καὶ αὐτῷ τῷ Πλάτωνι δοκοῦντα τὰ ὀνόματα λαμβάνοντες. τὸ μὲν γὰρ τελικὸν νῦν ἐπιζητῶν διʼ ἣν αἰτίαν φησί· τὸ δὲ παραδειγματικὸν πρὸς πότερον τῶν παραδειγμάτων· τὸ δὲ δημιουργικὸν τῷ δʼ αὖ γιγνομένῳ φαμὲν ὑπʼ αἰτίας τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· τὰ δὲ λοιπὰ προϊόντες ἐπʼ αὐτῶν τῶν ῥημάτων ἐπισκεψόμεθα τοῦ Πλάτωνος, πλὴν ὅτι γε οἰκεῖα ταῦτα τῆς τοῦ φιλοσόφου διακριτικῆς ἐπιστήμης εἰρήσθω καὶ νῦν. ἀλλὰ τίς ἡ γένεσις καὶ τί τὸ πᾶν; ἔνιοι μὲν οὖν γένεσιν τὸν ὑπὸ σελήνην τόπον ἀκούσαντες τὸ πᾶν εἰρήκασι τὸν ὅλον κόσμον, πάντη διαπίπτοντες οὗτοι τοῦ Πλάτωνος· οὐ γὰρ ἰδίᾳ μὲν ὁ δημιουργὸς παραδίδοται τὰ ἔνυλα πλάττων, ἰδίᾳ δὲ τὸν ὅλον κόσμον. ἔπειτα δὲ καὶ ἡ γένεσις αὐτὴ μέρος ἐστὶ τοῦ παντός. εἰ δὲ πᾶν λέγοιεν τὸν οὐρανόν, διότι τὸ πλεῖστόν ἐστι τοῦ κόσμου—σμικρὸν γὰρ τὸ λοιπόν—ἢ διότι τὸ θειότατον καὶ κυριώτατον καὶ οἷον ἡ κεφαλὴ τοῦ κόσμου παντός—λέγεται γὰρ καὶ ἡ κεφαλὴ τὸ πᾶν, ὡς τὸ Τεῦκρε, φίλη κεφαλή, καὶ ταύτης ἕνεκά φησι καὶ ὁ Πλάτων περιβεβλῆσθαι τὸν λοιπὸν ὄγκον ἡμῖν τοῦ σώματος—ἀλλʼ ὅμως καὶ τοῦτο γένεσιν εἴωθεν ἀποκαλεῖν ὁ Πλάτων. ἄλλοι δὲ γένεσιν μὲν τὴν ὕλην προσεῖπον, τὸ δὲ ἐκ τῆς ὕλης κεκοσμημένον τὸ πᾶν· οἷς πολλὰ τῶν παρὰ Πλάτωνι γεγραμμένων ἀθετεῖν ἀναγκαῖον· πᾶν γὰρ τὸ γενητὸν καὶ πᾶσαν γένεσιν αἰσθητὸν ἢ ἁπτὸν εἶναί φησι καὶ ὁρατόν. ἔτι δὲ ἀντιδιαιρεῖ που τῇ ὕλῃ τὴν γένεσιν, ὥσπερ ὅταν λέγῃ τρία ταῦτα εἶναι χωρίς, ὄν, χώραν, γένεσιν, ἀφʼ ὧν ὑφεστάναι τὸ πᾶν. ὁ δέ γε ἡμέτερος διδάσκαλος διχῶς φησιν ἐπινοεῖσθαι τὴν κοσμοποιίαν. τὸ μὲν γὰρ αὐτῆς ἐστι σωματουργικόν, τὸ δὲ ἁρμοστικὸν τῶν σωμάτων εἰς ἑνὸς κόσμου συμπλήρωσιν· ἄλλο γάρ ἐστι τὸ αὐτὰ τὰ σώματα πλάττειν διὰ τῶν σχημάτων, ἄλλο τὸ ἐναρμόζειν τὰ πλασθέντα τῷ παντί. γένεσιν μὲν οὖν εἰρῆσθαι τὴν τῶν σωμάτων πλάσιν, κίνησιν οὖσαν ἐπὶ τὴν ὁλότητα καὶ τὴν τελειότητα τοῦ παντός· τὸ γὰρ ἐκ μερῶν συγκείμενον προεπινοουμένην ἔχει τὴν ποίησιν τῶν μερῶν· πᾶσαν οὖν τὴν μεταξὺ τῆς τε ὕλης καὶ τῆς ὅλης διακοσμήσεως καὶ τῆς μιᾶς συμπληρώσεως τοῦ παντὸς γένεσιν προσρητέον, ἵνα καὶ ὁδὸς ᾖ πρὸς τὸ ὅλον ἡ γένεσις μέση πως οὖσα τῆς τε ἀκοσμίας καὶ τοῦ κόσμου. πᾶν δὲ τὸ ἐκ τῶν μερῶν ὅλον, ἐν ᾧ τὰ μέρη συνείληπται· τοῦτο γάρ ἐστι πᾶν, τέλειον ἐκ τῶν τελείων συνεστὸς κατὰ τὴν μίαν ἁρμονίαν τῶν ὅλων. ἐπειδὴ δὲ καὶ αἰσθητόν ἐστι τοῦτο τὸ ὅλον, ἀλλʼ οὐ νοητὸν πᾶν— τοῦτο γὰρ ἦν τὸ παράδειγμα—οὐδὲ νοερόν—τοῦτο γὰρ ἦν τὸ δημιουργικόν—διὰ τοῦτο προσέθηκε τὸ τόδε, τό τε αἰσθητὸν δηλῶν διὰ τούτου καὶ τὸ μερικόν· πᾶν γὰρ τὸ σωματικόν, κἂν ὅλον ᾖ, μερικόν ἐστι· κυριώτατον δὲ ὅλον τὸ ἄυλον καὶ ἀδιάστατον καὶ ὅλως ἐκεῖνο πᾶν τὸ νοερόν τε καὶ νοητόν. ταῦτα καὶ περὶ τούτου. τὴν δὲ σύστασιν τίνα φῶμεν; ἦ τάχα μὲν καὶ τὸ σύνθετον ἐκ πολλῶν εἶναι τὸν κόσμον ἐνδείκνυται καὶ τὴν ἐξ ἀνομοίων αὐτοῦ γένεσιν, τάχα δὲ καὶ τὸ τὴν ἕνωσιν αὐτῷ καὶ τὸ μόνιμον ἐκ τῆς ὅλης δημιουργίας ἐφήκειν· ἡ μὲν γὰρ σὺν πρόθεσις τῆς ἑνώσεώς ἐστι σημαντικὴ καὶ τῆς εἰς ἓν πάντων συμπνοίας, ἡ δὲ στάσις δηλοῖ τὸ ἑδραῖον καὶ μόνιμον τοῦ δημιουργήματος. ἔτι τὸ μὲν συμπλέξαι τοὺς χρόνους, τόν τε ἐνεστῶτα καὶ τὸν παρεληλυθότα, τό τε αὐτοτελὲς τῆς δημιουργίας ἐνδείκνυται καὶ τὸ διαιώνιον· τὸ μὲν γὰρ συνιστὰς τὴν διηνεκῆ καὶ τὴν ἀεὶ ὡσαύτως ἐπιτελουμένην ποίησιν δηλοῖ, τὸ δὲ συνέστησε τὴν ὁλοτελῆ καὶ τὴν ἐν τῷ πλήρει τὸ εἶναι λαχοῦσαν. τὸ δὲ διὰ τῶν αὐτῶν ὀνομάτων ἀμφοτέρους σημῆναι τοὺς χρόνους, ὅτι διὰ ταυτότητος καὶ ὁμοιότητος πρόεισιν ἡ θεία δημιουργία· οἷον γάρ ἐστι τὸ ποιητικόν, τοιαύτην ἔχει καὶ τὴν ἐνέργειαν, καὶ ὡς ἔστιν, οὕτω καὶ δημιουργεῖ, διότι κατʼ αὐτὸ τὸ εἶναι ποιεῖ καὶ ἀπὸ τῆς οἰκείας οὐσίας.

Ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνετο φθόνος.

Ὅσοι μὲν τὸν δημιουργὸν εἰς ταὐτὸν ἤγαγον καὶ τὸν πρῶτον θεόν, ὃν ὁ ἐν τῇ Πολιτείᾳ Σωκράτης ἀγαθὸν ἀνύμνησε, διότι καὶ τὸν δημιουργὸν ἀγαθὸν ἐκάλεσε, γελοῖοι παντελῶς εἰσιν· οὐ γὰρ ταὐτὸν τἀγαθόν ἐστι καὶ ὁ ἀγαθός· τὸ μὲν γάρ ἐστιν ἀμέθεκτον, αὐτὸ καθʼ αὑτό, τῶν πάντων ἐξῃρημένον, ὃ δὲ διὰ τὸ ἐκείνου μετέχειν ἐστὶν ἀγαθός· καὶ τὸ μὲν βασιλεύει τῶν νοητῶν πάντων, ὃ δὲ εἰ μὲν ταὐτόν ἐστι τῷ παραδείγματι, αὐτὰ τὰ νοητά ἐστιν, ἀλλʼ οὐ βασιλεύει τῶν νοητῶν, εἰ δὲ δεύτερός ἐστι τοῦ παραδείγματος, πολλῷ καταδεέστερός ἐστι τοῦ τῶν νοητῶν πάντων βασιλεύοντος· καὶ ὅλως πᾶς θεὸς τὶ ἀγαθόν ἐστιν, ὃ μὲν δημιουργικόν, ὃ δὲ ζῳογονικόν, ὃ δὲ τελεσιουργόν, τἀγαθὸν δὲ οὐ τὶ ἀγαθόν, ἀλλʼ ἁπλῶς ἀγαθόν. ἂν δὲ εἴπῃς δημιουργικόν, ἐλαττοῖς αὐτοῦ τὸ ἁπλῶς. τούτων δὲ διακεκριμένων αὐτὴν λοιπὸν ἐπισκοποῦντες τὴν εἰσβολὴν τοῦ λόγου πρῶτον ἐκεῖνο λέγομεν, ὅτι ὥσπερ τὸ εἶδος τὸ κοσμικὸν ἐπιζητῶν καὶ ἐρόμενος, πότερον γέγονεν ὁ κόσμος ἢ ἀγένητός ἐστιν, ἐπήγαγε πρὸ τῆς ὅλης ἀποδείξεως τὸ γέγονε, καὶ ὥσπερ τὸ παραδειγματικὸν διερευνώμενος αἴτιον προὔλαβε τὸ παντὶ δὴ σαφές, ὡς πρὸς ἀΐδιον, τὸ συμπέρασμα πρὸ τοῦ παντὸς λόγου τιθείς, οὕτω δὴ καὶ τὸ τελικὸν ἐφʼ ἅπασιν εὑρεῖν προθέμενος ἐπήγαγε τὸ ἀγαθὸς ἦν, νοῦν διὰ τῆς ἀναφωνήσεως ταύτης μιμούμενος καὶ τὴν ἀθρόαν τοῦ παντὸς περίληψιν. ἐν γὰρ τῷδε τῷ κώλῳ περιέχεται πᾶν τὸ ζητούμενον, διότι τοῦτό ἐστι τὸ τελικὸν αἴτιον, ἡ ἀγαθότης, ἥ τε ἁπλῶς καὶ ἡ δημιουργικὴ ἀγαθότης· ὡς γὰρ παράδειγμα διττόν, τὸ μὲν νοητόν ἐστι, τὸ δὲ νοερόν, καὶ τὸ μὲν ἔτι πρὸ τοῦ δημιουργοῦ, πρώτως αἰώνιον καὶ ἡνωμένον καὶ πάντων τῶν νοητῶν ζῴων περιληπτικόν, τὸ δὲ ἐν τῷ δημιουργῷ τὸν ὅλον δημιουργικὸν ἀριθμὸν τῶν εἰδῶν περιέχον ἑνιαίως, οὕτω δὴ καὶ ἀγαθότης ἄλλη μὲν ἁπλῶς, ἄλλη δὲ ἡ ἐν τῷ δημιουργικῷ νῷ, καὶ ἣ μὲν πηγὴ τῶν ἀγαθῶν ἐστι πάντων νοητῶν τε καὶ νοερῶν καὶ ὑπερκοσμίων καὶ ἐγκοσμίων, ἣ δὲ τὶς ἀγαθότης οὖσα τῶν μέν ἐστιν αἰτία καὶ πηγή, τῶν δὲ ὑφειμένην ἔλαχε τάξιν. εἰ γὰρ ἐθέλοιμεν ἐξετάσαι, τί τὸ ποιοῦν θεὸν νοητὸν ἢ νοερὸν ἢ ὑπερουράνιον ἢ ἐγκόσμιον, οὐκ ἂν ἕτερον οὐδὲν εὕροιμεν ἢ τἀγαθόν. τί γὰρ τὸ ποιοῦν ἕκαστον τῶν σωμάτων ἔμψυχον ἢ τὸ ἴνδαλμα τῆς ψυχῆς; τί δὲ τὸ ποιοῦν τὰς νοερὰς ψυχὰς τοιαύτας, ἢ ὁ ἐν αὐταῖς νοῦς ἔλλαμψις ὢν τοῦ ὅλου νοῦ; τί οὖν καὶ τὸ τὸν νοῦν καὶ τὴν νοητὴν οὐσίαν ἐκθεῶσαν ἢ τὸ μετασχεῖν τοῦ πρώτου καὶ τῆς ἐξ αὐτοῦ προλάμψεως; τί οὖν ἐστι τὸ πρῶτον; εἰ μὲν δὴ καλόν, ἐλέγομεν ἂν τῷ κάλλει τὸν νοῦν εἶναι θεόν· ἐπειδὴ δὲ τἀγαθόν ἐστι, καὶ ὁ νοῦς ἀγαθότητος μετασχών ἐστι θεὸς καὶ αὕτη ἄρα ἡ τῶν θεῶν ὕπαρξις, αὕτη ἡ τῶν θεῶν, εἰ θέμις εἰπεῖν, οὐσία, ἡ ἀγαθότης, κατὰ ταύτην πᾶς θεὸς ἔχει τὸ εἶναι θεός, καὶ διὰ ταύτην προνοητικός ἐστιν ἢ δημιουργικὸς ἢ ζῳογονικὸς ἢ συνεκτικός· νοῦς μὲν γὰρ καθὸ νοῦς νοεῖν τὰ ὄντα πέφυκε καὶ γιγνώσκειν, τὸ δὲ δὴ προνοεῖν θεῖόν ἐστιν· ὥστε καὶ ὁ δημιουργικὸς νοῦς τὸ εἶναι δημιουργικὸς ἔχει διὰ τὴν ἀγαθότητα τὴν ἐν αὐτῷ. διὰ ταύτην γὰρ καὶ ὁ ἐν αὐτῷ νοῦς ποιητής ἐστι καὶ οὐ μόνον γνωστικὸς τοῦ ὄντος, καὶ τὸ ὂν τὸ ἐν αὐτῷ παράδειγμα δραστήριον καὶ αὐτῷ τῷ εἶναι ποιοῦν καὶ οὐχὶ τοῦ νοῦ μόνον τελειωτικόν. καὶ ὁ μὲν νοῦς ποιῶν ἀπʼ ἀμφοῖν δυναμοῦται· καὶ γὰρ ἀπὸ τοῦ παραδείγματος, διότι πρὸς αὐτὸ ποιεῖ, καὶ ἀπὸ τῆς ἀγαθότητος· διʼ αὐτὴν γὰρ ποιεῖ· τὸ δὲ παράδειγμα ἀπὸ τῆς ἑνάδος. ἔχεις οὖν τρία ταῦτα ἐφεξῆς, τὴν ἀγαθότητα, τὸ παράδειγμα, τὸν νοῦν, ἄλλως μὲν ἐν τῷ δημιουργῷ, ἄλλως δὲ πρὸ τοῦ δημιουργοῦ· καὶ εἰ βούλοιο λέγειν, ἀγαθότης μὲν ἡ πρώτη τὸ ἕν, τὸ ἐπέκεινα καὶ αὐτῶν τῶν νοητῶν· ἐκεῖνο γὰρ ἡ ἀμέθεκτος ἀγαθότης· παράδειγμα δὲ τὸ νοητόν, τὸ πάντα τὸν ἀριθμὸν τῶν εἰδῶν ἡνωμένως συνέχον· ποιητὴς δὲ νοῦς ὁ νοερός, ὁ τῶν ὅλων ὑποστάτης. ὥστε εἰ τοῦτον τὸν τρόπον Ἀμέλιος ἔλεγε τοὺς τρεῖς δημιουργούς, ἐν τῷ ἑνὶ τὴν τριάδα ταύτην ὁρῶν, ὀρθῶς ἔλεγεν· ὃ μὲν γάρ ἐστι, φησί, μεταχειρήσει ποιῶν, ὃ δὲ ἐπιτάξει μόνον, ὃ δὲ βουλήσει μόνον· ὃ μὲν κατὰ τὸν αὐτουργὸν τεχνίτην τεταγμένος, ὃ δὲ κατὰ τὸν ἀρχιτέκτονα προϋπάρχων, ὃ δὲ κατὰ τὸν βασιλέα πρὸ ἀμφοῖν ἱδρυμένος. οὐκοῦν καθὸ μὲν νοῦς ὁ δημιουργός, παράγει τὰ πάντα ταῖς ἑαυτοῦ νοήσεσι, καθὸ δὲ νοητόν ἐστιν αὐτῷ τῷ εἶναι ποιεῖ, καθὸ δὲ θεός, τῷ βούλεσθαι μόνον. εἰ δὲ διασπῴη τοὺς τρεῖς δημιουργοὺς ἀπὸ τοῦ ἑνός, οὐκ ἀνεξόμεθα τῷ Πλάτωνι συνακολουθοῦντες· ὁ γὰρ αὐτὸς καὶ ἀγαθός ἐστιν ὡς θεός, καὶ διὰ τὴν ἀγαθότητα βουλήσει πάντα ποιεῖ καὶ νοητός ἐστι νοερῶς—τοιοῦτον γὰρ τὸ ὂν τὸ δημιουργικόν—καὶ νοῦς ἐστι κοσμουργός. τὸ μὲν οὖν ἀγαθὸς ἦν τοιαύτην ἔχει τὴν ἐξήγησιν, ἐν τῷ ἦν τό τε ὑπερπλῆρες καὶ τὸ ὁλοτελὲς καὶ τὸ ὑπεραιώνιον τῆς θείας ὑπάρξεως ἐνδεικνύμενον· τὸ μὲν γὰρ «ἔστι» τῶν αἰωνίων ἐστὶ πραγμάτων σημαντικόν, τὸ δὲ ἦν τῶν ὑπεραιωνίων ἑνάδων, τὸ δὲ «ἔσται» τῶν ἐν χρόνῳ συνεστώτων· εἰ γὰρ τὸ «ἔστι» προσήκει τοῖς αἰωνίοις, τὸ μὲν ἦν τοῖς πρὸ τούτων οἰκεῖον, τὸ δὲ «ἔσται» τοῖς μετὰ τὰ αἰώνια· τοιαῦτα δὲ τὰ χρόνου δεόμενα. ἐπειδὴ δὲ ἀγαθὸς ὁ δημιουργός, οὐδεὶς οὐδέποτε περὶ οὐδενὸς αὐτῷ φθόνος ἐγγίνεται. καὶ τί τοῦτο, φαίη τις ἄν, εἰ μὴ φθονεῖ νοῦς; τοῦτο γὰρ καὶ τοῖς μετρίοις πρόσεστι τῶν ἀνθρώπων. τὸ μὲν οὖν οὐδέποτε τῆς αἰωνίου τελειότητος ἔστω σημαντικόν, ἐπειδήπερ αἱ ψυχαὶ ποτὲ μὲν παθαίνονται, ποτὲ δὲ εἰς ἀπάθειαν ἀνατρέχουσι. τὸ δὲ περὶ οὐδενὸς τῆς αὐταρκείας, ἐπειδήπερ ἡμεῖς ἄλλων μὲν ἕνεκα πολλάκις φθόνου καθαρεύομεν, ἐν οἷς δʼ ἂν ἔλαττον ἔχειν νομίζωμεν, ἐν τούτοις κατεχόμεθα τῷ πάθει. τὸ δὲ οὐδεὶς τίνα ἂν ἔχοι λόγον; πότερον γὰρ ὡς πολλῶν ὄντων φθόνων τὸ οὐδεὶς προσέθηκεν, ἢ διʼ ὑπερβολὴν εἴρηται, παντελῆ τοῦ φθόνου ποιούμενον ἀπόφασιν; καὶ ποίαν ὑπερβολὴν ἐν τοῖς περὶ θεῶν λόγοις ἀνευρεῖν δυνατόν; πάντα γὰρ αὐτῶν καὶ ὀνόματα καὶ νοήματα τῆς ἀξίας ἐστὶν ὑποδεέστερα. μήποτε οὖν φθόνος μέν ἐστι καὶ ἡ ἐπὶ τοῖς ἀλλοτρίοις ἀγαθοῖς λύπη, συμμιγὲς τοῦτο πάθος ἐν ἡμῖν ἀπογεννώμενον ἔκ τε ἡδονῆς καὶ λύπης, ὡς ὁ ἐν Φιλήβῳ Σωκράτης ἀπέδειξε, φθόνος δὲ καὶ τὸ δυνάμενον εὖ ποιεῖν μὴ εὖ ποιεῖν, ἀλλὰ παρʼ ἑαυτῷ κατέχειν τὸ ἀγαθόν, φθόνος γε μὴν καὶ ἡ ἔνδεια αὐτὴ τῶν ἀγαθῶν, ἥν μοι δοκεῖ καὶ μάλιστα νῦν ὁ φιλόσοφος παραλαμβάνειν ἐξορίζων αὐτὴν ἀπὸ τῆς θείας οὐσίας· ταύτης γὰρ μόνης ἐξορίζεσθαι πέφυκεν, ἐπειδὴ κατʼ αὐτὴν οὐσίωται τὴν ἀγαθότητα. τὸ μὲν γὰρ ἐπὶ τοῖς ἀλλοτρίοις λυπεῖσθαι ἀγαθοῖς καὶ τὸ παρʼ αὑτῷ κατέχειν τὸ ἀγαθὸν πάθη μερικῶν ἐστι ψυχῶν· ἡ δὲ ἔνδεια τῶν ἀγαθῶν πᾶσιν ὑπάρχει τοῖς κατὰ μέθεξιν, ἀλλʼ οὐ πρώτως ἀγαθοῖς· ἄλλο γὰρ τὸ ἐπίκτητον ἀγαθόν, ἄλλο τὸ κατὰ μέθεξιν ἀγαθόν, ἄλλο τὸ πρώτως ἀγαθόν. τὸ μὲν γὰρ συμμικτόν ἐστι πρὸς τὸ ἐναντίον, ὥσπερ καὶ τὸ ἐπίκτητον καλὸν συμπέφυρται πρὸς τὸ αἰσχρόν· τὸ δὲ ὅλον μέν ἐστιν ἀγαθοειδές, μεθέξει δὲ αὖ τοιοῦτόν ἐστι· τὸ δὲ αὐτοαγαθὸν πρώτως ἀγαθόν· ὡς γὰρ ὁ αὐτονοῦς πρώτως νοῦς ἐστι, καὶ ὡς τὸ αὐτοκαλὸν πρώτως καλόν, οὕτως τὸ αὐτοαγαθὸν πρώτως ἀγαθόν. τί οὖν τοῦτό ἐστιν; ἡ ἑκάστου θεότης, καθʼ ἣν ἕκαστον τῶν ὄντως ὄντων θεός· οὐδὲν γὰρ αὐτὴ διαφέρει τῆς ἀγαθότητος· εἰ δέ τι τῶν δευτέρων λέγοιτο ἀγαθὸν ἢ θεός, τῶν ἐκθεουμένων ἐστὶν ἢ ἀγαθυνομένων, καὶ διὰ τὴν μετοχὴν θεός, ἀλλʼ οὐ διὰ τὴν οἰκείαν οὐσίαν οὐδὲ ἀφʼ ἑαυτοῦ. ταύτην οὖν τὴν μέθεξιν καὶ ἔνδειαν εἴωθεν ὁ Πλάτων καλεῖν, ὥσπερ δὴ καὶ ἐν τῷ Συμποσίῳ τὸν Ἔρωτα τῶν καλῶν καὶ τῶν ἀγαθῶν ἐνδεᾶ προσείρηκε. τὸ τοίνυν θεῖον, καθὸ τοιοῦτόν ἐστι καὶ οὐ κατὰ μέθεξιν, ἀγαθόν, ὥστε οὐδὲ ἐνδεὲς ἀγαθοῦ· παντὸς ἄρα φθόνου κρεῖττόν ἐστιν· ὡς γὰρ ἡλίῳ φωτὸς ὄντι γεννητικῷ τὸ σκότος πελάζειν ἀδύνατον, ἀλλὰ πόρρω που κατακλείεται περὶ τὰ κοῖλα τῆς γῆς, τὸν αὐτὸν τρόπον καὶ τῷ θείῳ τὸν φθόνον πελάζειν ἀμήχανον· ποία γὰρ ἔνδεια τῆς τοσαύτης περιουσίας; τίς ἀσθένεια τῆς παντοδυνάμου θεότητος; τίς μετουσία τῆς πηγῆς τῶν ἀγαθῶν; αὐτῷ ἄρα τῷ ἀγαθὸς εἶναι δημιουργὸς πάσης ἐνδείας ὑπερέχει καὶ πάσης μεθέξεως τῆς ἀπʼ ἄλλου παραγινομένης, αὐτῷ τῷ ἑνὶ συνηνωμένος καὶ ἀνεκφοίτητος ὢν τοῦ ἑνός· ἄλλη μὲν γάρ ἐστιν ἡ νοερὰ ἕνωσις, ἄλλη δὲ ἡ πρὸ τοῦ νοῦ, καθʼ ἣν συνῆπται πρὸς αὐτὸ τὸ ἓν ἡ γεννητικὴ τοῦ δημιουργοῦ θεότης καὶ ἡ πάντα συνέχουσα ἀγαθότης· οὐ γάρ ἐστι δύναμίς τις τὸ ἀγαθὸν τοῦτο, ὥς τινές φασιν, ἀλλὰ πάσης δυνάμεως μέτρον, οὐδὲ βούλησις, ἀλλʼ ἀπʼ αὐτῆς ἡ βούλησις, οὐδὲ ἕξις· ἄλλου γάρ ἐστιν ἡ ἕξις· ἡ δὲ ἀγαθότης αὐτὴ ἑαυτῆς ἐστιν· οὐδὲ ὅλως οὐσιώδης τις ὑπόστασις, ἀλλὰ ἑνωτικὴ τῆς οὐσίας καὶ ἄρρητος δυνάμεών τε συνοχὴ καὶ ἐνεργειῶν οἰστικὴ δημιουργικῶν. ὡς οὖν πᾶς νοῦς οὐσίωται κατὰ τὸ εἶναι νοῦς, μεθεκτὸν δὲ αὐτῷ τὸ ὑπὲρ νοῦν, καὶ ὡς πᾶσα ψυχὴ κατʼ αὐτὸ τὸ εἶναι ψυχή, μεθεκτὸν δὲ αὐτῇ νοῦς, οὕτω δὴ καὶ πᾶς θεὸς ἐν τῷ εἶναι θεὸς οὐσίωται, μᾶλλον δὲ ὑπερουσίωται, μεθεκτὸν δὲ οὐδὲν αὐτῷ, διότι πάντων εἰσὶν οἱ θεοὶ πρεσβύτατοι, καὶ ὁ δημιουργικὸς ἄρα νοῦς καθὸ θεός ἐστιν ἐν τῷ θεὸς εἶναι πρώτως ἐστὶ καὶ οὐ κατὰ μέθεξιν θεός· τοῦτο δὲ ταὐτὸν τῷ ἀγαθός. ὥσπερ οὖν εἴ τις ἔλεγεν ἔνδειαν νοῦ τὸν φθόνον, καὶ ὁ μερικὸς νοῦς κρείττων ἦν τοῦ φθόνου, ψυχὴ δὲ οὐ κρείττων—ἐνδεὴς γὰρ αὐτὴ νοῦ, διότι κατὰ μετοχὴν νοῦ νοερὰ γίνεσθαι πέφυκεν—οὕτω δὴ καὶ ἐπὶ τῆς ἀγαθότητος, εἰ φθόνος ἐστὶν ἡ ἔνδεια τῶν ἀγαθῶν, ἐνδεὲς πᾶν τὸ μὴ πρώτως ἀγαθόν, ψυχὴ μὲν καὶ νοῦς ἐνδεῆ τῶν ἀγαθῶν, ὅτι μὴ πρώτως, ὁ δὲ θεὸς καθὸ θεὸς ἀγαθὸς ὢν ἐξῄρηται παντὸς φθόνου καὶ πάσης ἐνδείας ὑπερέχει τῆς ὁπωσοῦν ὑφισταμένης ἢ κατὰ τὴν ὕφεσιν ἢ κατὰ τὴν παρατροπήν· διχῶς γὰρ ἡ ἔνδεια, καὶ ἣ μὲν οὐ κακόν, ἣ δέ, ὥσπερ λέγεται, κακόν.

Τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἠβουλήθη γενέσθαι παραπλήσια αὐτῷ.

Τοῦτο ἦν ἀκόλουθον τοῖς προειρημένοις ἀξιώμασι· τὸ μὲν γὰρ πρῶτον κῶλον τὴν τάξιν ἐδήλου τοῦ δημιουργοῦ καὶ τὴν ὕπαρξιν, ὅτι θεός· καὶ ἐπειδὴ θεὸς ὃ μέν ἐστιν ἀμέθεκτος, ὃ δὲ μεθεκτός, καὶ τοῦτο διὰ τοῦ αὐτοῦ δεδήλωκεν, ὅτι μεθεκτός· οὐ γὰρ εἶπεν, ὅτι τἀγαθὸν ἦν, ἀλλʼ ὅτι ἀγαθὸς ἦν· μετέχει δὲ ὁ ἀγαθὸς τῆς ἀγαθότητος, καὶ αὕτη μὲν ἡ ἀγαθότης πρώτως ἀγαθόν, ὁ δὲ νοῦς ἢ τὸ ὂν κατὰ μετοχὴν ἀγαθόν. τὸ δʼ αὖ δεύτερον, ὅτι μὴ τῶν ἐκθεουμένων ἐστὶν ὁ δημιουργός· ἔστι γὰρ τὸ μὲν πάντη ἀμέθεκτον, οἷον τἀγαθόν, τὸ δὲ τῷ μετασχεῖν ἄλλου ἀγαθόν, ὥσπερ τὸ ἐκθεούμενον πᾶν, τὸ δὲ πρώτως μὲν ἀγαθὸν καὶ αὐτό, μετεχόμενον δὲ καὶ μέσον ἀμφοῖν τοῖν εἰρημένοιν, ὥσπερ λέγονται πάντες οἵ τε νοητοὶ καὶ νοεροὶ διάκοσμοι τῶν θεῶν. τοῦτο δὲ αὐτὸ τὸ τρίτον τὴν ἰδιότητα περιέχει τὴν δημιουργικήν· τὸ γὰρ μὴ μόνον αὐτὸ τὸ ἀγαθὸν εἶναι, διὰ δὲ τὸ ὑπέρπληρες καὶ τὸ ἐκτενὲς ἐπὶ πάντα προϊέναι τῆς δημιουργικῆς ἐστι καὶ ποιητικῆς αἰτίας ἐνδεικτικόν, πάντα πληροῦν ἑαυτῆς ἐφιεμένης καὶ πάντα ἀγαθύνειν, ἵνα ὅτι μάλιστα γένηται πάντα αὐτῷ παραπλήσια, θείου τινὸς μετασχόντα καὶ συνθημάτων ἀπορρήτων, ἃ δὴ παρὰ τῆς ὅλης αὐτοῖς ἐφήκει ποιήσεως. εἰ τοίνυν ἐκτός ἐστι πάσης ἐνδείας ὁ ποιητὴς τοῦ παντός, ἐξῄρηται πάσης ἀσθενείας, καὶ τοῦτο αἰωνίως—τὸ γὰρ ὂν σημαίνει τὸ αἰώνιον—καὶ ὅτι μάλιστα πάντα ἀγαθύνει, πᾶσιν ἐπιλάμπει τοῦ ἀγαθοῦ μέτρον, οὗ μεῖζον χωρῆσαι τῶν δεχομένων ἕκαστον οὐδαμῇ πέφυκεν, ὃ τῆς προνοίας ἐνδείκνυται τὴν ἐκτένειαν. καὶ εἰ πᾶσι βούλεται χορηγεῖν τὴν τοῦ ἀγαθοῦ μετουσίαν, οὐδέν ἐστιν ἐν τῷ παντὶ μόνως κακόν, ὥστʼ οὐδὲ ἄτακτον οὐδὲ ἀπρονόητον οὐδὲ ἀόριστον, ἀλλὰ πάντα μετέχει κάλλους καὶ τάξεως καθόσον δέχεσθαι πέφυκε. πάντα οὖν ἑαυτῷ ποιεῖ παραπλήσια καθόσον θεὸς ἀγαθύνων τὰ γιγνόμενα, ἄλλα δὲ λοιπὸν κατʼ ἄλλους ἀπεργάζεται λόγους παραδειγματικούς· ὥσπερ γάρ, φησὶν Ἀττικός, ὁ τέκτων πάντα μὲν τεκτονικὰ ποιεῖ, ἄλλα δὲ κατʼ ἄλλον λόγον, τὸ μὲν βάθρον, τὸ δὲ κλίνην, οὕτω καὶ ὁ θεός, ᾗ μὲν ἀγαθός, ἐξομοιοῖ πάντα ἑαυτῷ, ἀγαθὰ ἀποτελῶν, κατὰ δὲ τὰ εἴδη τὰ μερίζοντα τὰς ἑκάστων οὐσίας ποιεῖ πρὸς τὰς παραδειγματικὰς αἰτίας. ὁ δὲ Πορφύριος καὶ ταῦτα προσέμενος ἀξιοῖ λέγειν, τί προσλαβόντα τὰ γενητὰ ἀγαθά ἐστι, καί φησιν, ὅτι τὴν ἁρμονίαν καὶ τὴν συμμετρίαν καὶ τὴν τάξιν· ταῦτα γὰρ καλά, πᾶν δὲ τὸ καλὸν ἀγαθόν. δηλοῖ γοῦν ὁ Πλάτων, ὅτι ἐν τούτοις τὸ ἀγαθόν, ἐν οἷς φησιν, ὅτι εἰς τάξιν ἦγε τὸ ἄτακτον ὁ θεὸς διὰ τὴν βούλησιν τῆς μεταδόσεως τῶν ἀγαθῶν. ἐκ δὲ τούτων ἁπάντων συνελεῖν ῥᾴδιον, ὅτι καὶ ὁ δημιουργὸς αἰωνίως ποιεῖ, καὶ ὁ κόσμος ἀΐδιός ἐστι κατὰ τὴν εἰς ἅπαντα τὸν χρόνον ἐκτεινομένην ἀϊδιότητα, καὶ ὡς ἀεὶ γίγνεται τεταγμένος καὶ ὡς ἄφθαρτος οὐκ ἔστιν ἀεί, γίνεται δὲ ἀεὶ ἀγαθυνόμενος, ἀλλʼ οὐκ αὐτόθεν ἀγαθὸς ὤν, ὡς ὁ γεννήσας αὐτὸν πατήρ· πάντα γὰρ ἐν αὐτῷ γινομένως ἐστίν, ἀλλʼ οὐκ ὄντως ὡς ἐν τοῖς αἰωνίοις. φέρε γάρ, εἰ γενητὸν τὸ πᾶν, πότερον παρὰ τὸν δημιουργόν—καὶ πρότερον οὐκ ἦν—ἢ παρὰ τὴν ὑποκειμένην φύσιν ἄτακτον οὖσαν; εἰ μὲν δὴ παρὰ τὸν δημιουργόν, πότερον ὅτι καὶ αὐτὸς οὐκ ἦν αἰωνίως; ἦ τοῦτο μὲν οὐδὲ θέμις εἰπεῖν καὶ ἄλλως μάταιον· καὶ γὰρ περὶ αὐτοῦ ὁ αὐτὸς τῆς ἐρωτήσεως τρόπος, καὶ ἤτοι πάντα γενητὰ ποιήσομεν, ἢ ἔσται τι πρώτως ἀγένητον. ἐκεῖνο δὲ μᾶλλον θετέον εἶναι τὸν δημιουργὸν οὐκ ἐνεργοῦντα. πότερον οὖν οὐ δημιουργεῖ μὴ βουλόμενος ἢ μὴ δυνάμενος; εἰ μὲν δὴ φήσομεν, ὅτι μὴ βουλόμενος, λανθάνομεν αὐτοῦ τὴν ἀγαθότητα ἀναιροῦντες· εἰ δὲ μὴ δυνάμενος, ἄτοπον τὸ ποτὲ μὲν δύναμιν ἔχειν, ποτὲ δὲ ἀδυναμίαν αὐτόν· ἀφαιρήσομεν γὰρ τὸ αἰώνιον. εἰ δὲ παρὰ τὴν ὑποκειμένην φύσιν, πότερον ἀνεπιτήδειον οὖσαν ἢ ἐπιτήδειον; εἰ μὲν οὖν ἐπιτήδειον, οὐ παρʼ αὐτήν· ὃ γὰρ δὴ πᾶν τὸ ὑποκείμενον ἔχει, τοῦτο καὶ περὶ αὐτὴν ἦν. εἰ δὲ ἀνεπιτήδειον, πῶς τὸν ἄπειρον χρόνον ἀνεπιτήδειος οὖσα νῦν μετέβαλε; πότερον ἑαυτὴν κεκίνηκεν; ἀλλʼ οὐκ ἔστιν αὐτοκίνητος, ἀλλʼ ὑπὸ τοῦ δημιουργοῦ κεκίνηται. καὶ διὰ τί μὴ πρότερον, ὅτε εἶδε καλὸν ὂν τοῖς γιγνομένοις τὸ γίνεσθαι, εἴπερ καὶ τότε ἀγαθὸς ἦν καὶ ἠβούλετο πάντα αὐτῷ γενέσθαι παραπλήσια; συνήρτηται ἄρα τῇ μὲν ἀγαθότητι τοῦ πατρὸς ἡ τῆς προνοίας ἐκτένεια, ταύτῃ δὲ ἡ τοῦ δημιουργοῦ διαιώνιος ποίησις, ταύτῃ δὲ ἡ τοῦ παντὸς κατὰ τὸν ἄπειρον χρόνον ἀϊδιότης, γιγνομένη οὖσα καὶ οὐχ ἑστῶσα ἀϊδιότης, καὶ ὁ αὐτὸς λόγος ταύτην τε ἀναιρεῖ καὶ τὴν ἀγαθότητα τοῦ πεποιηκότος· εἰ γὰρ ἀγαθὸς ἀεὶ ὁ δημιουργός, ἀεὶ βούλεται τὰ ἀγαθὰ πᾶσιν· ὡς γὰρ ὁ ἥλιος ἐν ὅσῳ ἐστί, πάντα καταλάμπει, καὶ τὸ πῦρ θερμαίνει—κατʼ οὐσίαν γάρ ἐστιν ὃ μὲν φωτιστικός, τὸ δὲ πῦρ θερμαντικόν—οὕτω καὶ τὸ ἀεὶ ὂν ἀγαθὸν ἀεὶ βούλεται τὰ ἀγαθά· εἰ δὲ ἀεὶ τὰ ἀγαθὰ βούλεται, ἀεὶ δύναται τὰ ἀγαθά, ἵνα μὴ βουλόμενος μέν, ἀδυνατῶν δὲ τὸ τῶν φαυλοτάτων ὑπομένῃ πάθος· οὐδὲ γὰρ ὁ σπουδαῖος ἄλλα βούλεται, ἢ ἃ δύναται. εἰ δὲ ἀεὶ δύναται τὰ ἀγαθά, ἀεὶ ἐνεργεῖ τὰ ἀγαθά, ἵνα μὴ ἀτελῆ τὴν δύναμιν ἔχῃ. εἰ δὲ ἀεὶ ἐνεργεῖ τὰ ἀγαθά, ἀεὶ ποιεῖ τὰ ἀγαθά. εἰ δὲ αὐτὸς ἀεὶ ποιεῖ, ἀεὶ γίνεται κόσμος· ἀΐδιος ὁ κόσμος ἄρα· ἀεὶ γὰρ ἀγαθὸς ὁ δημιουργός ἐστιν. ἀΐδιος δὲ ὁ κόσμος οὐκ ὤν, ἀλλὰ γινόμενος ἀϊδίως κόσμος. συνήρτηται ἄρα, καθάπερ εἴπομεν, τῇ ἀγαθότητι τοῦ ποιοῦντος ἡ τοῦ παντὸς ἀϊδιότης· ἡ γὰρ διακόσμησις τοῦ παντὸς ἱκανὴ μάλιστα δηλοῦν ἐστι καὶ τὴν δημιουργικὴν δύναμιν· ἡ μὲν γὰρ ὕλη διὰ τὸ ἀνείδεον καὶ ἄμορφον ἄθεος ἤδη τισὶν ἔδοξεν εἶναι, καὶ τὸ πλημμελὲς καὶ ἄτακτον πόρρω τῆς θείας προνοίας· τὸ δὲ πᾶν εὖ διακοσμηθὲν καὶ κάλλει διαπρέπον ἐναργῆ δείκνυσι τὴν θείαν ποίησιν. αὕτη τοίνυν ἡ ἐμφανὴς τάξις, ἀπόγονος οὖσα τῆς δημιουργικῆς αἰτίας, συνυφέστηκε τῇ ἀγαθότητι τοῦ πατρός.

Ταύτην δὴ γενέσεως καὶ κόσμου μάλιστʼ ἄν τις ἀρχὴν κυριωτάτην παρʼ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατα ἀποδέχοιτʼ ἄν.

Τὴν τελικὴν αἰτίαν ἀποδοὺς εἰς τὴν ἀγαθότητα τοῦ δημιουργοῦ συντείνουσαν, καθʼ ἣν ἑνώσας ἑαυτὸν τῷ πρώτῳ καὶ μιμούμενος ἐκεῖνο τὰ πάντα ἀπογεννᾷ—τὸ γὰρ πάντα παράγον ἐκεῖνο πρώτως ἐστί—κυριωτάτην ἀρχὴν αὐτὴν ἐπονομάζει, διότι καὶ αὐτῶν ἐστι κινητικὴ τῶν αἰτίων· τὸ γὰρ δημιουργικὸν κινεῖ μὲν τὸ γιγνόμενον, κινεῖται δὲ ἐκεῖθεν, καὶ τὸ παραδειγματικὸν κινεῖ μὲν τὴν ὅλην δημιουργίαν, κινεῖται δὲ ἀπὸ τῆς ἀγαθότητος, διότι τὸ μὲν ἀγαθὸν καὶ πρὸ τῶν νοητῶν ἐστι, τὸ δὲ παράδειγμα νοητόν, ὁ δὲ δημιουργὸς νοερός, καὶ περὶ τὸ ἀγαθὸν πάντα τὰ νοητά τε καὶ νοερά, περὶ δὲ τὸ νοητὸν ἡ τῶν νοερῶν διακόσμησις. κύριον μὲν οὖν καὶ τὸ ποιητικὸν αἴτιον, κυριώτερον δὲ τὸ παραδειγματικόν, κυριώτατον δὲ τὸ τελικόν· αὐτὸ γάρ ἐστιν οὗ ἕνεκα πάντα καὶ εἰς ὃ τὰ ἄλλα ἀνήρτηται καὶ τὸ ὄντως τέλος τῆς δημιουργίας. διὸ καὶ ὁ κόσμος τελειοῦται μὲν ψυχούμενος καὶ ἔννους γινόμενος, τελειότατος δέ ἐστι καθόσον τοῦ ἀγαθοῦ μετέχει καὶ τῆς ἑνώσεως τῆς διʼ ὅλων πεφοιτηκυίας· ὡς γὰρ πάντων ἡγεῖται τἀγαθόν, οὕτως καὶ ἐν ἑκάστοις ἔχει τὴν πρώτην ἀξίαν ἡ ἐν ἑκάστοις ἀγαθότης. διὰ ταῦτα μὲν οὖν τὴν τελικὴν αἰτίαν κυριωτάτην ἀρχὴν προσηγόρευσε· τὸ γὰρ ὄνομα τῆς ἀρχῆς καὶ τὰ συναίτια περιείληφε, τὸ δὲ «κυριώτατον» προστεθὲν τὴν ὄντως αἰτίαν ἐνδείκνυται· κυριώτεραι μὲν γὰρ ἀρχαὶ τὰ αἴτια τῶν γιγνομένων, δουλεύουσαι δὲ ἄλλοις τὰ συναίτια καὶ ἐν αὐτοῖς ὄντα τοῖς ἀποτελέσμασιν. γένεσιν δὲ καὶ κόσμον, ὥσπερ εἴρηται καὶ πρότερον, τήν τε μεταξὺ τῆς ὕλης καὶ τῆς ὅλης διατάξεως ὁδὸν καὶ αὐτὴν τὴν τελειότητα τοῦ παντὸς λεκτέον. ἐπεὶ δὲ ἐν τοῖς περὶ αὐτῶν τῶν ἀκροτάτων αἰτίων δόγμασι τοῦ τε λέγοντος δεῖ νοερὰν ἔχοντος ἕξιν καὶ τῆς ἔμφρονος τῶν ἀκουόντων κρίσεως καὶ μάλιστα ἐν τοῖς περὶ τἀγαθοῦ λόγοις—νοῦς γὰρ ἐπὶ τἀγαθὸν ἀνατείνεσθαι δύναται, ὅ τε ὅλος ἐπὶ τὸ ἁπλῶς ἀγαθὸν καὶ ὁ ἐν ἡμῖν νοῦς ἐπὶ τὸ ἐν ἡμῖν—διὰ δὴ τοῦτο καὶ τοὺς λέγοντάς τι περὶ τῆς κυριωτάτης ἀρχῆς φρονίμους οἴεται δεῖν εἶναι καὶ τοὺς ἀκούοντας ὀρθότατα ἀποδέχεσθαι τοὺς λόγους. τί οὖν; οὐχὶ καὶ ὁ ἐπιτυχὼν εἴπειεν ἄν τι περὶ θεοῦ καὶ τῆς τελικῆς αἰτίας; τί δέ; οὐ καθʼ ἑκάστην ἡμέραν πολλῶν ἔστιν ἀκούειν λεγόντων· ὁ θεὸς ἀγαθός; ἀλλὰ τὸ θεὸς ὄνομά ἐστι χωρὶς ἀρετῆς, ὥς φησι Πλωτῖνος, καὶ οὐ κατὰ φρόνησιν, ἀλλὰ κατʼ ἐπιτυχίαν λέγεται παρὰ τῶν πολλῶν. τί δέ; οὐχὶ καὶ δαίμονες γινώσκουσι τὴν ἀγαθότητα τοῦ πατρὸς οἱ περὶ αὐτὸν χορεύοντες, καὶ ἄγγελοι δημιουργικοὶ προπομπεύοντες τῆς πατρικῆς ποιήσεως, καὶ θεοὶ παραδεχόμενοι τὰς ἀπὸ τοῦ ἑνὸς αἰτίου δημιουργικὰς δυνάμεις; ἀλλὰ θεοὶ μὲν ἑνοειδῶς, ἄγγελοι δὲ νοερῶς, δαίμονες δὲ ἀχράντως καὶ ἀϊδίως καὶ συγγενῶς τοῖς πρὸ αὐτῶν· ἡμεῖς δὲ ἀγαπῷμεν ἂν ἐμφρόνως γινώσκοντες, μέσοι πως ὄντες τῶν τε θειοτέρων καὶ τῶν πολλῶν, τῶν τε νοερῶν καὶ τῶν ἀνοήτων· τοιοῦτον γὰρ ἡ ἀνθρωπίνη φρόνησις, προϊοῦσα μὲν ἀπὸ νοῦ καὶ νοήσεως, κρατοῦσα δὲ τῆς ἀνοήτου ζωῆς. ὥστε καὶ ὅταν περὶ τῆς κυριωτάτης ἀρχῆς λέγωμεν, οὕτως ἀποδεκτέον τοὺς λόγους, ὡς παρὰ φρονίμων ἀνδρῶν· μέση γὰρ ἡ φρόνησις νοῦ καὶ δόξης, ὥστε καὶ ἡ ὀρθὴ κρίσις σύμφωνος ἔσται πρὸς αὐτήν. διὸ καὶ τὸ μάλιστʼ ἄν τις προσέθηκε· μάλιστα γὰρ τοῦτον παρʼ ἀνδρῶν ἐμφρόνων ἀποδεκτέον τὸν λόγον· παρὰ δὲ τῶν ὑπὲρ ἄνθρωπον τὸν κρείττω ζητητέον καὶ παρὰ τῶν πολλῶν τὸν εἰκαῖον.

Βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι κατὰ δύναμιν.

Ἡ θεία δημιουργία καὶ ἡ νοερὰ ποίησις ἀπὸ τῶν ἀμερῶν ἐπὶ τὰ μεριστὰ πρόεισι καὶ ἀπὸ τῶν ἡνωμένων ἐπὶ τὰ πληθυόμενα καὶ ἀπὸ τῶν ἀδιαστάτων ἐπὶ τοὺς πάντη διεστῶτας ὄγκους. ταύτην δὴ καὶ ὁ περὶ αὐτῆς λόγος ἀπεικονιζόμενος πρῶτον μὲν ἀποφθεγματικῶς τὴν τελικὴν αἰτίαν ἀνύμνησεν, ἔπειτα διεξοδικῶς καὶ τρίτον ἀνειλιγμένως τὴν ὅλην ἀπʼ αὐτῆς διακόσμησιν καὶ πρόοδον παραδιδούς· τὸ μὲν γὰρ ἀγαθὸς ἦν ἑνοειδῶς πᾶν περιέχει τὸ τελικὸν καὶ τὸ θειότατον τῶν αἰτίων· τὸ δὲ ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνος· τούτου δὲ ἐκτὸς ὢν πάνθʼ ὅτι μάλιστα αὐτῷ παραπλήσια γενέσθαι ἠβουλήθη, … ὅτι μετὰ τὴν μίαν τοῦ νοῦ βολὴν τὴν διῃρημένην ἐπήγαγε τοῦ αὐτοῦ θεωρίαν· τὸ δὲ ἐντεῦθεν ἤδη τὴν εἰς πλῆθος πᾶν καὶ διάστασιν προϊοῦσαν νόησιν πᾶσαν ἀνελίττουσαν τὴν δημιουργικὴν πρόνοιαν καὶ πάντα τὰ μέρη τῆς δημιουργίας. καὶ δὴ καὶ ἔστι συνεχὲς τὸ μὲν τρίτον τῷ δευτέρῳ, τῷ δὲ πρώτῳ τὸ δεύτερον· ἐπεὶ γὰρ τὸ πρῶτον ἦν κομμάτιον τὸ ἀγαθὸς ἦν, διὰ τοῦτο τὸ δεύτερον ἤρχετο μὲν ἀπὸ τοῦ ἀγαθοῦ, προῄει δὲ ἄχρι τῆς βουλήσεως τοῦ πατρός. τὸ δέ γε τρίτον ἀπὸ τῆς βουλήσεως ἀρξάμενον τὴν ὅλην παραδίδωσι πρόνοιαν· εἰ γὰρ ἀγαθὸς ἦν, ἠβούλετο πάντα ἀγαθὰ ποιεῖν, εἰ δὲ ἠβούλετο, καὶ ἐποίει καὶ εἰς τάξιν ἦγε τὸ πᾶν· ἐξήρτηται γὰρ ἡ μὲν πρόνοια τῆς βουλήσεως, ἡ δὲ βούλησις τῆς ἀγαθότητος. περὶ μὲν οὖν τῆς τάξεως καὶ τῆς συνεχείας τῶν λόγων τοσαῦτα εἰρήσθω. Τὴν δὲ βούλησιν αὐτὴν τί ποτέ ἐστι κατίδωμεν, ἵνα καὶ ὅπως συνῆπται πρὸς τὴν ἀγαθότητα νοήσωμεν. ἡ τοίνυν τῶν θεῶν ὑπερούσιος ἕνωσις, αὐτὴ καθʼ ἑαυτὴν ἐξῃρημένη τῶν ὄντων, ἔστι μὲν μία καὶ ἄρρητος καὶ ἀπεριόριστος, αὐτῷ τῷ ἑνὶ τὸ ἀπερίγραφον ἔχουσα καὶ ἀπερίληπτον. εἰ δʼ οὖν καὶ ἐν αὐτῇ χρὴ θεωρεῖν ἀπὸ τῶν ἐξημμένων τὴν ἑνοειδῆ τριάδα, προηγεῖται μὲν ἡ ἀγαθότης ἐπʼ αὐτῆς, δευτέρα δέ ἐστιν ἡ βούλησις, τρίτη δὲ ἡ πρόνοια, τῆς μὲν ἀγαθότητος τὸ τέλειον καὶ ἱκανὸν καὶ ἐφετὸν ποιούσης, τῆς δὲ βουλήσεως τὸ ὑπερπλῆρες τὸ ἐκτενὲς τὸ γεννητικὸν ἐπιδεικνυμένης, τῆς δὲ προνοίας τὸ δραστήριον τὸ τελεσιουργὸν καὶ ἄχραντον παρεχομένης. κατὰ δὴ τὴν ἄρρητον ταύτην καὶ ἡνωμένην τῆς τριάδος ὕπαρξιν καὶ τὸ νοητὸν διῄρηται τριχῇ, τῇ τε οὐσίᾳ καὶ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ, τῆς μὲν οὐσίας ἐν ἑαυτῇ μονίμως ἡδρασμένης καὶ αὐτοτελοῦς οὔσης, τῆς δὲ δυνάμεως ἀνέκλειπτον καὶ ἄπειρον πρόοδον ἐχούσης, τῆς δὲ ἐνεργείας τελειότητα καὶ οὐσιώδη ποίησιν λαχούσης· καὶ αὖ ὁ νοῦς κατὰ τὸν αὐτὸν λόγον τριχῇ, τῷ ὄντι τῇ ζωῇ τῷ νοερῷ· τὸ μὲν γὰρ τοῦ εἶναι χορηγόν, τὸ δὲ τοῦ ζῆν, τὸ δὲ τοῦ γινώσκειν· καὶ ἐπὶ τούτοις ἡ ψυχή, τῷ ἐπιστητῷ τῇ ἐπιστήμῃ τῷ ἐπιστημονικῷ· τὸ μὲν γάρ ἐστι γνωστόν, ἣ δὲ γνῶσις, τὸ δὲ ἀποπληρωτικὸν ἀμφοῖν. τεττάρων δὴ τούτων τῶν τριάδων οὐσῶν ἀνάλογόν ἐστιν ὡς ἡ ἀγαθότης πρὸς τὴν βούλησιν, οὕτως ἥ τε οὐσία πρὸς τὴν δύναμιν καὶ τὸ ὂν πρὸς τὴν ζωὴν καὶ τὸ ἐπιστητὸν πρὸς τὴν ἐπιστήμην, καὶ ὡς ἡ βούλησις πρὸς τὴν πρόνοιαν, οὕτως ἥ τε δύναμις πρὸς τὴν ἐνέργειαν καὶ ἡ ζωὴ πρὸς τὸν νοῦν καὶ ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστῆμον. ἔστι γὰρ τῇ μὲν ἀγαθότητι τὴν ἀνάλογον ἔχοντα τάξιν οὐσία ὂν ἐπιστητόν· τὸ γὰρ συνεκτικὸν καὶ μόνιμον καὶ ἑνοειδὲς καὶ τελειωτικὸν τῆς ἀγαθότητος· τῇ δὲ βουλήσει δύναμις ζωὴ ἐπιστήμη· τὸ γὰρ αὐτόγονον καὶ πάντων περιληπτικὸν καὶ μετρητικὸν τῆς βουλήσεώς ἐστι· τῇ δὲ προνοίᾳ ἥ τε ἐνέργεια καὶ ὁ νοῦς καὶ τὸ ἐπιστῆμον· τὸ γὰρ δραστήριον καὶ διὰ πάντων χωροῦν καὶ πάντα προειληφὸς ἰνδάλματα τῆς θείας προνοίας ἐστίν. ἐπειδὴ τοίνυν καὶ ὁ δημιουργὸς θεός ἐστι καὶ ἀμέθεκτος νοῦς, ὡς μὲν θεὸς ἀγαθότητα ἔχει καὶ βούλησιν καὶ πρόνοιαν, ὡς δὲ νοητὸν οὐσίαν καὶ δυνάμεις καὶ ἐνεργείας, ὡς δὲ νοῦς ἔστι τε καὶ ζωὴν ἔχει καὶ γνῶσιν τῶν ὅλων, καὶ ἡ μὲν ἐν αὐτῷ μονὰς τῆς τριάδος ἐστὶ συνεκτική, ἡ δὲ ἄρρητος ἑνὰς τῆς μονάδος. ταῦτα μὲν οὖν περὶ τῆς βουλήσεως. τούτῳ δὲ ἐφεξῆς ἔστιν ζητεῖν, πῶς ἀγαθὰ πάντα βούλεται εἶναι, καὶ εἰ δυνατὸν τοῦτο καὶ ὅπως· εἰ μὲν γὰρ τοῦτο ἠβούλετο, φασίν, ἔδει μέχρι θεῶν καὶ τῶν ἀχράντων οὐσιῶν στῆναι τὴν πρόοδον· εἰ δὲ μὴ ταῦτα μόνον ἐδημιούργησεν, ἀλλὰ θηρία καὶ ἑρπετὰ καὶ ἀνθρώπους καὶ πᾶν τὸ ἔνυλον, οὐκ ἠβούλετο πάντα εἶναι ἀγαθά· οὐ γάρ που βούλεται μὲν τὰ κρείττω, δημιουργεῖ δὲ καὶ τὰ χείρω. βουληθεὶς οὖν πάντα ἀγαθὰ εἶναι μέχρι θεῶν ἂν ἐνεστήσατο τὴν ποίησιν. ἀλλʼ εἰ μέχρι θεῶν, φήσομεν ἡμεῖς, ἡ πρόοδος, οὐ πάντα ἀγαθά· τὰ γὰρ πρῶτα τὴν ἐσχάτην λαχόντα τάξιν ἀπολέσει τὸ ἀγαθόν, καὶ τὰ γεννᾶν δυνάμενα καὶ βουλόμενα διὰ τὴν ἀγαθότητα τὴν ἑαυτῶν τελευταῖα ταχθέντα καὶ ἄγονα γίνεται καὶ οὐκ ἀγαθά. ἐκεῖνοι μὲν οὖν φασιν, εἰ πάντα ἀγαθά, μέχρι θεῶν ἡ πρόοδος· ἡμεῖς δὲ ἐροῦμεν, εἰ μέχρι θεῶν ἡ πρόοδος, οὐ πάντα ἀγαθά· τὸ γὰρ θεῖον ἄγονον εἶναι πῶς ἀγαθόν; ἔσται δὲ ἄγονον, εἰ ἔσχατον· πᾶν γὰρ τὸ γεννῶν τοῦ γεννωμένου κρεῖττον· τοῦ δὲ χείρονος οὐκ ὄντος οὐκ ἔχει χώραν τὸ κρεῖττον. ἔστωσαν μὲν οὖν θεοὶ τὴν πρωτίστην ἔχοντες τάξιν, μετὰ δὲ θεοὺς καὶ αὐτῆς ἄχρι τῆς ὕλης ὑφιστάσθω … καὶ δῶμεν πᾶσι τοῖς οὖσι πάροδον ἀπὸ τῶν πρώτων ἄχρι τῶν τελευταίων, καὶ μήτε ἐλλειπέτω τι τῶν ἐσχάτων μήτε κενὸν ἔστω μηδέν. καὶ τί γὰρ ἂν εἴη κενὸν πρώτων μὲν ὄντων τῶν αὐτό, δευτέρων δὲ τῶν αὐτοῦ, τρίτων δὲ τῶν αὐτοῦ καὶ ἄλλου, τετάρτων δὲ τῶν ἄλλου γεγονότων, πέμπτην δὲ τάξιν ἐχόντων τῶν ἄλλων ὄντων, ἐφʼ ἑκάτερα δὲ τούτων τῶν ἀνομοίως ὁμοίων τεταγμένων καὶ τοσαύτης ἐν τοῖς πράγμασι τῆς συνεχείας οὔσης; τί δʼ ἂν ἐλλείποι πρώτων μὲν τῶν ἀκινήτων ἱδρυμένων, δευτέρων δὲ τῶν αὐτοκινήτων, τρίτων δὲ τῶν ἑτεροκινήτων, ἃ δὴ πάντων ἔσχατα τῶν ὄντων ἐστί—πάντα γὰρ συμπεπλήρωται τὰ ὄντα τοῖς εἰρημένοις—καὶ ὅλως κατὰ πολλὰς ἐφόδους τῆς παραγωγῆς τῶν πραγμάτων συνεχοῦς δεικνυμένης καὶ εἰ βούλει λέγειν ἀναλογίας οὔσης ἄνωθεν ἄχρι τῶν τελευταίων κατὰ τὴν ἀπὸ τοῦ ἑνὸς τῶν πάντων πρόοδον εὔτακτον; ἔστω δὴ οὖν ἅπαντα ταῦτα διωμολογημένα, καὶ μέχρις ὧδε προήχθω τῶν ὄντων ἡ ἀπογέννησις. ἀλλὰ πότερον οὐδέν ἐστιν ἐν τούτοις κακόν, ἢ δώσομεν εἶναί πῃ καὶ τὴν λεγομένην κακίαν ἔν τε σώμασι καὶ ἐν ταῖς ψυχαῖς; ἀπὸ γὰρ ταύτης τῆς ἀπορίας προαχθέντες τινὲς μὲν καὶ πάντη τὸ κακὸν ἀνεῖλον, τινὲς δὲ τῆς προνοίας ἀπέγνωσαν, οἳ μὲν προνοίας οὔσης πάντα ἀγαθὰ εἶναι πιστεύοντες, οἳ δὲ κακῶν ὄντων προνοεῖσθαι τὰ πράγματα μὴ πιστεύοντες· εἰ μὲν γὰρ βούλοιτο εἶναι τὸ κακὸν ὁ θεός, πῶς ἀγαθός; ἀγαθοῦ γὰρ τὸ πᾶν ἀγαθύνειν, ᾧ κατʼ οὐσίαν τὸ ἀγαθόν, ὥσπερ καὶ θερμοῦ τὸ θερμαίνειν, ᾧ κατʼ οὐσίαν τὸ θερμόν· θέμις δὲ οὐκ ἔστι τῷ ἀγαθῷ δρᾶν ἄλλο τι πλὴν τὸ ἀγαθόν· εἰ δὲ μὴ βούλοιτο, πῶς ἔστι τὸ κακόν; εἴη γὰρ ἄν τι τῷ πατρὶ τῶν πάντων ἀκουσίως γεγονός. ἡ μὲν οὖν ἀπορία τοιαύτη. λεκτέον δὲ αὐτῶν τῶν τοῦ Πλάτωνος ἐφαπτομένοις κατὰ τὸν ἡμέτερον διδάσκαλον, ὅτι δὴ τρόπος ἕτερος τῆς τε θεοῦ πρὸς τὰ πράγματα σχέσεως καὶ τῆς ἡμῶν αὐτῶν καὶ αὖ τῶν πραγμάτων πρός τε τὸ ἔνθεον καὶ πρὸς ἡμᾶς· ἄλλον γὰρ ἔχει λόγον τά τε ὅλα πρὸς τὰ μέρη καὶ τὰ μέρη πρὸς ἄλληλα. θεῷ μὲν οὖν οὐδέν ἐστι κακόν, οὐδὲ τῶν λεγομένων κακῶν· χρῆται γὰρ καὶ τούτοις εὖ· τοῖς δὲ αὖ μερικοῖς ἔστι τι κακόν, ἃ καὶ πάσχειν ὑπʼ αὐτοῦ πέφυκε. καὶ τὸ αὐτὸ τῷ μὲν μέρει κακόν, τῷ δὲ παντὶ καὶ τοῖς ὅλοις οὐ κακόν, ἀλλʼ ἀγαθόν· ᾗ γὰρ ὄν ἐστι καὶ ᾗ τάξεως μετέχει τινός, ἀγαθόν ἐστι· τοῦτο γὰρ τὸ λεγόμενον κακὸν εἰ μὲν ἔρημον ἀγαθοῦ παντὸς ὑπολάβοις, ἐπέκεινα ποιεῖς αὐτὸ καὶ τοῦ μηδαμῶς ὄντος· ὡς γὰρ τὸ αὐτοαγαθὸν πρὸ τοῦ ὄντος, οὕτω τὸ αὐτοκακὸν μετὰ τὴν οὐδένειαν τοῦ μὴ ὄντος· τὸ γὰρ πλεῖστον ἀφεστὸς τοῦ ἀγαθοῦ τὸ κακόν ἐστι καὶ οὐ τὸ μηδαμῶς ὄν. εἰ οὖν τὸ μηδαμῶς ὂν μᾶλλόν ἐστιν ἢ τὸ αὐτοκακόν, ἀλλʼ ἐκεῖνο τῶν ἀδυνάτων εἶναι, πολλῷ ἄρα τοῦτο μειζόνως ἀδύνατον. εἰ δὲ μὴ πάντη κακόν, ἀλλὰ τῷ ἀγαθῷ συμπεπλεγμένον, δώσεις τε αὐτῷ χώραν ἐν τοῖς οὖσι καὶ τοῖς ὅλοις αὐτὸ ποιήσεις ἀγαθόν. πῶς γάρ, εἴπερ ὄν ἐστι; τὸ γὰρ ὂν μετέχει τοῦ ὄντος· τὸ τοῦ ὄντος μετέχον καὶ ἑνὸς μετέχει· τὸ ἑνὸς μετέχον ἀγαθοῦ μετέχει· τὸ ἄρα κακόν, εἴπερ ἐστίν, ἀγαθοῦ μετέχει· διόπερ οὐκ ἀκράτως ἐστὶ κακὸν οὐδὲ πάντη πλημμελὲς οὐδὲ ἀόριστον. τίς οὖν αὐτὸ ποιεῖ τοιοῦτον; τίς δὲ μέτρον αὐτῷ παρέχεται καὶ τάξιν καὶ ὅρον; δῆλον, ὡς ὁ δημιουργός, ὁ πάντα ἑαυτῷ παραπλήσια ἀπεργαζόμενος· οὗτος γὰρ καὶ τὰ ὅλα καὶ τὰ μέρη πληροῖ τῶν ἀγαθῶν. εἰ δὴ πάντα ἀγαθύνει καὶ αὐτὸ τὸ κακὸν τῷ ἀγαθῷ χρώννυσιν, οὐδέν ἐστι φλαῦρον κατὰ τὴν δύναμιν τήν τε τοῦ θεοῦ καὶ τὴν τῶν δεχομένων· διττὴ γὰρ ἡ δύναμις, ἣ μὲν τοῦ θεοῦ καὶ τὴν πολυάρατον κακίαν ἀγαθύνουσα, ἣ δὲ τῶν δεχομένων τῶν μέτρῳ τῆς ἑαυτῶν τάξεως τῆς ἀγαθότητος τοῦ δημιουργοῦ μεταλαβόντων. τῷ ἄρα δημιουργῷ βουλομένῳ μηδὲν εἶναι κακὸν οὐδέν ἐστι κακόν.

εἰ δέ τινες αὐτὸν αἰτιάσονται, διότι τὰ μερικὰ ὑπέστησεν, ὡς τῶν κακῶν αἴτιον, ἀναιροῦσι τὴν κοσμοποιίαν, ἀνατρέπουσι τὴν γόνιμον τῶν ὅλων δύναμιν, συγχέουσιν εἰς ταὐτὸν τήν τε τῶν πρώτων καὶ τῶν ἐσχάτων φύσιν. ὅτι δὲ ταῦτα τῷ Πλάτωνι δοκοῦντα λέγομεν, ῥᾴδιον ἐκ τῶν γεγραμμένων σκοπεῖν· ἐν μὲν γὰρ τῷ Πολιτικῷ διαρρήδην φησί· παρὰ μὲν γὰρ τοῦ ποιήσαντος πάντα καλὰ κέκτηται, παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως ὅσα ἄδικα καὶ χαλεπὰ ἐν οὐρανῷ γίνεται. διότι γὰρ γένεσίς ἐστι καὶ φθορά, καὶ τὸ παρὰ φύσιν ἔχει παρυπόστασιν, καὶ διότι τὸ τῆς ὕλης αἶσχος ἀναπίμπλησι τὰς μερικὰς ψυχὰς ἀσχημοσύνης διὰ τῆς περὶ αὐτὴν διατριβῆς, διὰ τοῦτο καὶ τὸ παράλογον λαγχάνει τινὰ παρυπόστασιν. πάντα δὲ ὅμως καὶ ταῦτα γίνεται καλὰ διὰ τὴν ἀγαθότητα τοῦ πεποιηκότος τὸ πᾶν. ἐν δὲ τῇ Πολιτείᾳ· καὶ τῶν μὲν ἀγαθῶν οὐδὲν ἄλλο αἰτιατέον ἢ τὸν θεόν, τῶν δὲ κακῶν ἄλλα ἄττα δεῖ ζητεῖν αἴτια. διʼ ὧν καὶ ὅτι τὰ κακὰ θεόθεν οὐκ ἔστι, δεδήλωκεν—οὐ γὰρ πυρός, φασί, τὸ ψύχειν οὐδὲ χιόνος τὸ θερμαίνειν οὐδὲ τοῦ παναγάθου τὸ κακύνειν—καὶ ὅτι μερικὰ αὐτῶν αἴτια θετέον καὶ ταῦτα ἀόριστα· οὐ γὰρ ὥσπερ ἐν τοῖς ἀγαθοῖς προηγεῖται τὸ ἓν τοῦ πλήθους καὶ τὸ πρώτως ἀγαθόν, οὕτω καὶ ἐν τοῖς κακοῖς, διὰ τὴν ἀόριστον τῆς κακίας χύσιν. τὸ οὖν ἄλλα καὶ τὸ ἄττα τό τε μερικὸν καὶ τὸ ἀόριστον ἐμφαίνει τῶν τῆς κακίας αἰτίων· οὔτε γὰρ ἡ ψυχὴ τῶν παρὰ φύσιν ἔχει τὴν αἰτίαν—τοὐναντίον γὰρ εἰ παρὰ φύσιν ἐστίν, ἀποδιδράσκει τὴν φύσιν, ψυχὴ δὲ καὶ ἡ φύσις—οὔτε τὸ σῶμα τῶν παραλόγων· σῶμα γὰρ ἔχουσι καὶ οἱ σπουδαῖοι καὶ μετὰ τοῦ σώματος τὴν ἀρετήν. ἐν δὲ Θεαιτήτῳ τό· ἀλλʼ οὔτε ἀπολέσθαι τὰ κακά, ὦ Θεόδωρε, δυνατὸν οὔτε ἐν θεοῖς αὐτὰ εἶναι· τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης. εἰ γὰρ ἐξ ἀνάγκης ἐστὶν ἐν τῷ θνητῷ τόπῳ τὸ κακὸν φερόμενον, οὐκ ἂν κατά γε τὸν Πλάτωνα τὸ μηδαμῶς ὂν εἴη καὶ τῶν ὄντων ἐξῃρημένον ἁπάντων. ὥστε καὶ ἔστι τὸ κακὸν κατʼ αὐτὸν καὶ ἀπὸ τῶν μερικῶν αἰτίων ἐστὶ καὶ ἀγαθύνεται διὰ τὴν ἀγαθοειδῆ τοῦ δημιουργοῦ πρόνοιαν, ὅτι μηδὲν παντάπασι κακόν, ἀλλʼ ἔστιν ὅπῃ κατὰ δίκην ἕκαστον ἀποτελεῖται καὶ θεόν· διέλωμεν γὰρ οὑτωσί· τῶν ἐν τῷ κόσμῳ πάντων τὰ μέν ἐστιν ὅλα, τὰ δὲ μέρη, καὶ τῶν μερῶν τὰ μὲν αἰωνίως φρουρεῖ τὸ ἑαυτῶν ἀγαθόν, ὥσπερ ὁ μερικὸς νοῦς καὶ δαιμόνων γένη μερικῶν, τὰ δὲ οὐκ ἀεὶ δύναται σῴζειν τὸ οἰκεῖον ἀγαθόν. ἀλλὰ καὶ τούτων τὰ μέν ἐστιν ἑτεροκίνητα, τὰ δὲ αὐτοκίνητα, καὶ τῶν αὐτοκινήτων τὰ μὲν ἐν ταῖς αἱρέσεσιν ἔχει τὴν κακίαν ἱσταμένην, τὰ δὲ καὶ εἰς πράξεις τελευτᾷ. τὰ μὲν οὖν ὅλα πανάγαθά ἐστιν, οὐ μόνον ἑαυτοῖς, ἀλλὰ καὶ τοῖς μέρεσι χορηγοῦντα τὸ ἀγαθόν· τὰ δὲ μέρη μὲν ἄλλων ὄντα, φρουροῦντα δὲ τὸ ἑαυτῶν ἀγαθὸν δευτέρως ἔχει τὸ ἀγαθὸν καὶ μερικῶς· τὰ δὲ μέρη μέν, ἑτεροκίνητα δέ, παρʼ ἄλλων ἔχοντα τὴν ὑπόστασιν, ἐξήρτηται τῆς ἐκείνων προνοίας καὶ μετατίθεται κατὰ τὸ δέον, ὥσπερ δὴ τὰ σώματα ὅσα γίνεται καὶ φθείρεται· εἰ γὰρ δεῖ γένεσιν εἶναι, δεῖ καὶ φθορὰν εἶναι· κατὰ μεταβολὴν γὰρ ἡ γένεσις καὶ μεταβολή τίς ἐστιν· εἰ δὲ φθορὰ ἔσται, δεῖ καὶ τὸ παρὰ φύσιν ἔχειν παρείσδυσιν. ὡς οὖν τὸ ἐφθαρμένον ἑαυτῷ μὲν ἔφθαρται, τῷ παντὶ δὲ οὐκ ἀπόλωλεν—ἔστι γὰρ ἀὴρ ἢ ὕδωρ ἢ ἄλλο τι τῶν εἰς ὃ μετέβαλεν—οὕτω δὴ καὶ τὸ παρὰ φύσιν ἔχον ἑαυτῷ μὲν ἄτακτόν ἐστι, τῷ παντὶ δὲ τέτακται· εἰ γὰρ καὶ φθαρὲν καὶ πάντη τάξεως στερηθὲν οὐ λύει τοῦ παντὸς τὴν τάξιν, πῶς ἂν παρὰ φύσιν ἔχον καὶ μηδὲ αὐτὸ πάσης τάξεως παρῃρημένον ἀφανίζοι τὴν ὅλην διακόσμησιν; τὰ δʼ αὖ μερικὰ μέν, αὐτοκίνητα δὲ καὶ εἰς τὰ ἔξω ἐνεργοῦντα ἑαυτοῖς μὲν ποιεῖ τὸ γιγνόμενον κακόν, ἔστι δὲ ὅπῃ καὶ τοῦτο ἀγαθὸν καὶ κατὰ θεόν· ἐπεὶ γὰρ αἱ ὁρμαὶ καὶ πράξεις ἀπὸ τῶν αἱρέσεων, κατὰ δίκην ἕπονται ταῖς αἱρέσεσιν αἱ πράξεις, ὅταν ὁ ἑλόμενος ἐπάξιος ᾖ μὴ τῆς αἱρέσεως μόνον, ἀλλὰ καὶ τῆς ἐπʼ αὐτῇ πράξεως· καὶ ἁπλῶς μὲν ἡ πρᾶξις οὐκ ἀγαθόν, τῷ δὲ ἑλομένῳ μὲν τοδί, ὁρμήσαντι δὲ τοιῶσδε κατὰ δίκην ἐπάγεται καὶ ἔστιν ἀγαθὸν πρὸς τόνδε καὶ τὴν τοιάνδε ζωήν· τῶν γὰρ ἀγαθῶν τὰ μὲν πᾶσίν ἐστιν ἀγαθά, τὰ δὲ τοῖς κατʼ εἶδος διαφόροις, τὰ δὲ καὶ τοῖς ἀτόμοις ὡς ἀτόμοις· ἐλλέβορος γὰρ οὐ πᾶσιν, ἀλλʼ οὐδὲ σώμασι πᾶσιν οὐδέ γε τοῖς νοσοῦσι σώμασι πᾶσιν ἀγαθόν, τῷ δὲ ὡδὶ νοσοῦντι καὶ ἀπὸ τοιᾶσδε ἀρχῆς ὑγιεινόν. εἴτε οὖν ἀκόλαστος πρᾶξις εἴτε ἄδικος εἴη, τοῖς μὲν πράττουσιν ἀγαθὸν ὡς κατὰ δίκην, ἁπλῶς δὲ οὐκ ἀγαθὸν οὐδὲ ἐκείνοις, ἀλλὰ μέγιστον κακόν, καὶ ὡς μὲν ἀπʼ αὐτῶν εἰς αὐτούς, κακόν, ὡς δὲ ἐκ τοῦ παντὸς εἰς αὐτούς, οὐ κακόν, καὶ ὡς μὲν εἰς ἑαυτοὺς δράσαντες ἐπέτριψαν τὴν ζωὴν ἐνεργείᾳ γενόμενοι κακοί, ὡς δὲ ἐκ τοῦ παντὸς ὄντες ποινὴν τῆς αἱρέσεως ἔδοσαν· οἷόν φασι καὶ τοῖς τὸν ἱκέτην προδοῦναι βουλευσαμένοις ἐπιτρέψαι τὸν θεὸν διʼ οὐδὲν ἄλλο καὶ κατʼ αὐτὸν τὸν θεόν, ἢ ἵνα δίκας ὑπόσχωσι τῆς βουλήσεως. ἀλλὰ δὴ τὰ λειπόμενα σκεπτέον, ὅσα μερικά τέ ἐστι καὶ αὐτοκινήτως ἐνεργοῦντα μέχρι τῶν αἱρέσεων ἵστησι τὴν μοχθηρίαν· ὅτι μὲν γὰρ καὶ ταῦτα δίκας δίδωσι τῆς ἐννοίας μόνης, ἐῶ λέγειν· καὶ γὰρ φαντασίας ψιλῆς καὶ ὁρμῆς καὶ βουλῆς, ὥσπερ εἴρηται, ποινή τίς ἐστιν· ἔνδοθεν γὰρ ἡμᾶς οἱ θεοὶ κυβερνῶσι, καὶ ὥσπερ τὰς ἀγαθοειδεῖς αἱρέσεις γεραίρουσιν, οὕτω δὴ καὶ τὰς ἐναντίας κολάζουσι· πῶς δʼ ἂν καὶ ἡ αἵρεσις αὕτη τὸ κατὰ δίκην ἔχοι καὶ θεόν; ἦ διότι καὶ τοιαύτην οὐσίαν ἔδει καὶ τοιαύτην εἶναι δύναμιν ἀμφίβολον καὶ ῥέπουσαν ἐπὶ διαφόρους ζωάς. εἰ οὖν τὸ κύριον αἱρέσεως θεόθεν, καὶ ἡ αἵρεσις θεόθεν, εἰ δὲ τοῦτο, καὶ ἀγαθόν· καὶ γὰρ ἑλομένη μόνον ἡ ψυχὴ πρὸς ἄλλην καὶ ἄλλην μεθίσταται τάξιν· πᾶσα γὰρ αἵρεσις ἢ ἀνάγει τὴν ψυχὴν ἢ καθέλκει· εἰ μὲν οὖν ἀπὸ ψυχῆς ἡ αἵρεσις, κακόν, εἰ δὲ εἰς τὴν οἰκείαν τάξιν μεθίστησι τὸ ἑλόμενον, κατὰ δίκην ἐστὶ καὶ ἀγαθόν· αὕτη γὰρ ἡ αἵρεσις ἐπάγει τῷ ἑλομένῳ τὴν δίκην, μᾶλλον δὲ ἡ ἐν αὐτῷ γίνεται δίκη, τῶν ἀγαθῶν ἀποστήσασα τὴν ψυχήν· ὡς γὰρ ἡ ἀγαθοειδὴς αἵρεσις ἑαυτῆς γίγνεται καρπός, οὕτως ἡ μοχθηρὰ ἑαυτῆς ποινή· τοῦτο γὰρ οὖν ἴδιόν ἐστι τῶν αὐτοκινήτων δυνάμεων. οὐδὲν ἄρα τῶν κακῶν ἐστιν, ὃ μὴ καὶ ἀγαθόν πώς ἐστιν, ἀλλὰ πάντα μετέχει προνοίας. εἰ δὲ θαυμάζουσί τινες, διʼ ἣν αἰτίαν παρῆκται τὴν ἀρχήν, κακοποιὸν αἴτιον ὄν, καὶ εἰ μηδὲν εἴη τοῦτο τῶν ὅλων, ἀλλὰ μερικόν, ῥητέον πρὸς αὐτούς, ὅτι τῶν ὄντων ἡ πρόοδος συνεχής ἐστι καὶ οὐδὲν ἐν τοῖς οὖσιν ἀπολέλειπται κενόν. πότερον οὖν τὴν αὐτοκίνητον πᾶσαν ἔδει μὴ εἶναι ζωήν; ἀλλὰ πολλὰ καὶ τῶν θείων οὕτως ἀναιρήσομεν. ἀλλὰ τὰ μὲν ὅλα τῶν αὐτοκινήτων εἶναι, τὰ δὲ μέρη μὴ εἶναι; καὶ πῶς δυνατὸν εἶναι ὁλότητα τῶν οἰκείων μερῶν ἐστερημένην; πῶς δὲ ἡ συνέχεια σωθήσεται τῶν ὄντων, εἰ τὰ μὲν ὅλα προϋπάρχει καὶ αὐτοκίνητα τά τε μερικὰ καὶ ἑτεροκίνητα, τὰ δὲ μεταξὺ τούτων ἐκποδὼν ποιήσαιμεν αὐτοκίνητα μὲν ὄντα, μερικὰ δὲ ὅμως, καὶ διὰ μὲν τὸ μερικὸν εἶδος ἐν σχέσει γιγνόμενα, διὰ δὲ τὸ αὐτοκίνητον ἀπολυόμενά ποτε τῆς σχέσεως; ἀναγκαῖον ἄρα καὶ ταύτην εἶναι τὴν ζωήν, μέσην ἐν τοῖς οὖσι καὶ σύνδεσμον τῶν οἷον ἀπʼ ἐναντίας ἀλλήλοις τεταγμένων, καὶ οὐ διὰ τοῦτο κατὰ φύσιν αὐτῇ τὸ κακόν, ἐπειδὴ κατʼ οὐσίαν ἐστὶ κυρία τῶν αἱρέσεων· καὶ γὰρ τὸ σῶμα κατʼ οὐσίαν ἔχει τὴν πρὸς τὴν νόσον ῥοπήν· φθαρτὸν γὰρ ἦν κατʼ οὐσίαν· ἀλλʼ οὐ κατὰ φύσιν ἡ νόσος· διὸ καὶ ἡ νόσος αὐτὴ τῇ μὲν μερικῇ φύσει κακόν, ἣ τοδὶ τὸ σῶμα συνέχειν ἔλαχε, τῇ δὲ ὁλότητι τῶν σωμάτων ἀγαθόν· ἔδει γὰρ μεταβάλλειν εἰς ἄλλο τὸ ἐξ ἄλλων γεγονός. ὥσπερ οὖν τῇ ἐν ἡμῖν φύσει τὸ μεταβάλλειν τὴν τροφὴν ἀγαθόν, εἰ μέλλοι σῴζεσθαι τὸ ζῷον, οὕτω δὴ καὶ τῇ πάσῃ φύσει τὸ φθαρῆναι τὸ μέρος ἀγαθόν, εἰ μέλλοι σῴζειν τὰς ὁλότητας ἀεὶ πρὸ τῶν μερῶν· εἰ γὰρ ἐξ αὐτῶν μὲν γίνοιτο τὰ μέρη, μένοι δὲ γινόμενα, ταχὺ ἂν πάντα δαπανηθείη τῶν ὅλων μερικῶν γεγονότων· ἐκ γὰρ πεπερασμένων συνεχοῦς ἀφαιρέσεως γιγνομένης ἀνάγκη τὸ σύμπαν ἐκλείπειν. τούτων δὲ οὐκ ὄντων ἢ στήσεται ἡ γένεσις, ἢ ἐξ ἄλλων ἡ μεταβολὴ τοῖς μερικοῖς ἔσται. τοῦτο δὲ ἦν τὸ ἐξ ἀρχῆς, ὃ καὶ τῶν ὅλων ἔδει γίνεσθαι σῳζομένων· ὡς δὲ τὸ τῇ μερικῇ φύσει κακὸν τῇ ὅλῃ ἀγαθόν, οὕτω δὴ καὶ τὸ τῇ μερικῇ ζωῇ κακὸν τῇ ὅλῃ ζωῇ ἀγαθόν ἐστιν. ἔτι τοίνυν καὶ κατʼ ἄλλον τρόπον ἐξ ἀρχῆς ἀναλαβόντες τὴν ἐρώτησιν λέγωμεν· εἰ γάρ τις ἔροιτο ἡμᾶς, πότερον ἠβούλετο εἶναι τὸ κακὸν ὁ θεὸς ἢ οὐκ ἠβούλετο, ἀμφότερα φήσομεν. ἠβούλετο μὲν γὰρ ὡς πᾶσι τὸ εἶναι χορηγῶν· πᾶν γὰρ τὸ ὁπωσοῦν ὂν ἐν τῷ παντὶ παρὰ τῆς δημιουργικῆς προῆλθεν αἰτίας· οὐκ ἠβούλετο δὲ ὡς πάντα ἀγαθὰ ποιῶν· ἐπέκρυψε γὰρ καὶ τὸ κακὸν τῇ χρώσει τοῦ ἀγαθοῦ. καὶ εἰ βούλει φυσικῶς ἐπιχειρεῖν, γίνεται τὸ κακὸν καθὸ κακὸν καθʼ αὑτὸ μὲν ἐκ τῆς μερικῆς ψυχῆς, κατὰ συμβεβηκὸς δὲ ἐκ τοῦ θεοῦ, εἴπερ καὶ τοῦτό τις συγχωρήσειεν, ὅτι δὴ τὴν ψυχὴν ἐκεῖνος ὑπέστησεν· ᾗ δὲ ἀγαθόν, καθʼ αὑτὸ μὲν ἀπὸ τῆς θείας αἰτίας, κατὰ συμβεβηκὸς δὲ ἐκ τῆς ψυχῆς· ὡς γὰρ κατὰ δίκην γιγνόμενον ἔχει τὸ ἀγαθόν. ἔτι τὴν τιμωρίαν αὐτὴν ὁ Πλάτων ἐν Νόμοις διώρισεν ἥτις ἐστίν, ὅτι δοκεῖ μὲν ἐπιτρίβειν τὸ πάσχον, ἔοικε δὲ ταῖς ἀναστομώσεσι τῶν ἑλκῶν· καὶ τὸ μὴ δυνάμενον ἰαθῆναι χωρὶς τῆς τοιᾶσδε πράξεως ἐπʼ αὐτὴν προκαλεῖται, ὅπως ἂν ὠδῖνος ἀπαλλαγεῖσα ἡ ψυχὴ καὶ τῆς περὶ τὸ αἰσχρὸν πτοίας ἐν μεταμελείᾳ τε γενομένη τῶν ἑαυτῆς κακῶν εἰς ἀρχὴν καταστῇ τῆς καθάρσεως· αἱ γὰρ αἰσχραὶ καὶ ἄδικοι πράξεις ἐλπιζόμεναι μέν εἰσιν ἐράσμιοι τοῖς ἐμπλήκτοις, γενόμεναι δὲ μεταμελείας ἀναπιμπλᾶσι τοὺς ἐργασαμένους, καὶ μελετώμεναι μὲν ὕπουλον ποιοῦσι τὴν ψυχήν, εἰς ἐνέργειαν δὲ προελθοῦσαι τὴν μὲν ἑαυτῶν ἀπελέγχουσιν ἀσθένειαν, τὴν δὲ ψυχὴν ὠδῖνος ἀπολύουσιν αἰσχίστης. ταύτην δὴ τὴν τιμωρίαν οἳ μὲν καθʼ ὅλην ἑαυτῶν ἐπιδείκνυνται τὴν ζωήν, οἳ δὲ κατὰ τὰς μερικὰς ἐνεργείας· πᾶς γὰρ ὁ παράλογόν τι ποιῶν ἑλόμενός τε ποιεῖ καὶ ὁρμήσας ἐφʼ ἅπερ εἵλετο καὶ τὸ ἐν φαντασίᾳ προϋπάρχον εἰς ἐνέργειαν προαγαγών. συλλήβδην οὖν εἴπωμεν, ὅτι τὸ κακὸν οὔτε ἐν τοῖς νοεροῖς ἐστιν· ἅπαν γὰρ ἀκάκωτον τὸ νοερὸν γένος· οὔτε ἐν ψυχαῖς ὁλικαῖς ἢ τοῖς ὅλοις σώμασιν· ἅπαντα γὰρ τὰ ὅλα ἀκάκωτα ὡς καὶ ἀΐδια καὶ ἀεὶ κατὰ φύσιν. λείπεται οὖν ἐν ψυχαῖς αὐτὸ εἶναι μερικαῖς ἢ σώμασι μερικοῖς. ἀλλὰ καὶ τούτων οὔτε ἐν ταῖς οὐσίαις· πᾶσαι γὰρ αὐτῶν αἱ οὐσίαι θεόθεν· οὔτε ἐν ταῖς δυνάμεσιν· κατὰ φύσιν γὰρ αὗται. λείπεται ἄρα ἐν ταῖς ἐνεργείαις. καὶ ἐν μὲν ψυχαῖς οὔτε ἐν ταῖς λογικαῖς· πᾶσαι γὰρ τοῦ ἀγαθοῦ ὀρέγονται· οὔτε ἐν ταῖς ἀλόγοις· καὶ γὰρ αὗται κατὰ φύσιν ἐνεργοῦσιν· ἀλλʼ ἐν τῇ πρὸς ἀλλήλας αὐτῶν ἀσυμμετρίᾳ. ἐν δὲ σώμασιν οὔτε ἐν τῷ εἴδει· κρατεῖν γὰρ ἐθέλει τῆς ὕλης· οὔτε ἐν ταύτῃ· ἐφίεται γὰρ τοῦ κοσμεῖσθαι· ἀλλʼ ἐν τῇ ἀσυμμετρίᾳ τοῦ εἴδους πρὸς τὴν ὕλην. ᾧ καὶ δῆλον, ὅτι πᾶν τὸ κακὸν κατὰ παρυπόστασίν ἐστι, καὶ τοῦτο δὲ ὅμως ὑπὸ τοῦ ἀγαθοῦ χρωννύμενον ὑφέστηκεν· ὥστε πάντα ἀγαθὰ διὰ τὴν τοῦ θεοῦ βούλησιν, καὶ οὐδὲν ἔρημον ἀγαθοῦ κατὰ δύναμιν, εἰ καὶ ὁπωσοῦν ἐστι τὸ κακόν· οὐ γὰρ ἦν γενέσεως οὔσης μὴ καὶ τοῦτο παρυφεστάναι, ἀναγκαῖον ὂν πρὸς τὴν τελειότητα τῶν ὅλων. περὶ μὲν οὖν τῶν κακῶν, ὅπως τε ὑφέστηκε καὶ ὁποίας ἐκ θεῶν καὶ ταῦτα τυγχάνει προνοίας, πρὸς μὲν τὸ παρὸν ἱκανὰ καὶ ταῦτα· εἴρηται δὲ ἐν ἑτέροις περὶ αὐτῶν ἐπὶ πλέον. ἐκεῖνό γε μὴν δῆλον ἐκ τῶν εἰρημένων, ὡς οὔτε βούλησις τοῦ θεοῦ μάταιός ἐστι· πάντα γὰρ ἀγαθὰ τῷ θεῷ καὶ οὐδέν ἐστι τῶν ὄντων ὃ μὴ κεκράτηται τῇ τοῦ ἀγαθοῦ μοίρᾳ· οὔτε τὸ κατὰ δύναμιν προσγέγραπται περιττῶς· οὐ γὰρ τὴν ἀτελῆ σημαίνει δύναμιν, ἀλλὰ τὴν κρατοῦσαν πάντων καὶ διὰ περιουσίαν τῶν ἀγαθῶν πάντα ἀγαθύνουσαν.

Οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον.

Οἱ μὲν οὖν περὶ Πλούταρχον τὸν Χαιρωνέα καὶ Ἀττικὸν λιπαρῶς ἀντέχονται τούτων τῶν ῥημάτων ὡς τὴν ἀπὸ χρόνου τῷ κόσμῳ γένεσιν αὐτοῖς μαρτυρούντων καὶ δὴ καί φασι προεῖναι μὲν τὴν ἀκόσμητον ὕλην πρὸ τῆς γενέσεως, προεῖναι δὲ καὶ τὴν κακεργέτιν ψυχὴν τὴν τοῦτο κινοῦσαν τὸ πλημμελές· πόθεν γὰρ ἡ κίνησις ἦν ἢ ἀπὸ ψυχῆς; εἰ δὲ ἄτακτος ἡ κίνησις, ἀπὸ ἀτάκτου ψυχῆς· εἴρηται γοῦν ἐν Νόμοις τὴν μὲν ἀγαθοειδῆ ψυχὴν ὀρθὰ καὶ ἔμφρονα παιδαγωγεῖν, τὴν δὲ κακεργέτιν ἀτάκτως τε κινεῖσθαι καὶ τὸ ὑπʼ αὐτῆς διοικούμενον πλημμελῶς ἄγειν· ἐπιγενομένης δὲ τῆς ἀπὸ τοῦ δημιουργοῦ κοσμοποιίας τὴν μὲν ὕλην μεθίστασθαι πρὸς τὴν τοῦ κόσμου σύστασιν, τὴν δὲ κακεργέτιν ψυχὴν νοῦ μετασχοῦσαν ἔμφρονα ἀποτελεῖσθαι καὶ τεταγμένην ποιεῖσθαι κίνησιν· ἄγει γὰρ εἰς τάξιν τὴν μὲν ἡ τοῦ εἴδους μετουσία, τὴν δὲ ἡ τοῦ νοῦ παρουσία. οἱ δὲ περὶ Πορφύριον καὶ Ἰάμβλιχον ταύτην μὲν ἐπιρραπίζουσι τὴν δόξαν ὡς τὸ ἄτακτον πρὸ τοῦ τεταγμένου καὶ τὸ ἀτελὲς πρὸ τοῦ τελείου καὶ πρὸ τοῦ νοεροῦ τὸ ἀνόητον ἐν τοῖς ὅλοις ἀποτιθεμένην καὶ οὐ μόνον περὶ τὸν κόσμον, ἀλλὰ καὶ περὶ αὐτὸν ἀσεβοῦσαν τὸν δημιουργὸν καὶ ἤτοι αὖ τὴν ἀγαθοειδῆ βούλησιν αὐτοῦ τὸ παράπαν ἀναιροῦσαν, ἢ τὴν γόνιμον δύναμιν· ἀμφοτέρων γὰρ συντρεχουσῶν ἀνάγκη καὶ τὸν κόσμον δημιουργεῖσθαι παρʼ αὐτοῦ διαιωνίως. αὐτοὶ δέ φασιν, ὅτι τὴν ἀπὸ τοῦ δημιουργοῦ πρόνοιαν τὴν εἰς τὸ πᾶν καθήκουσαν ὁ Πλάτων ἐνδείξασθαι βουλόμενος καὶ τὴν ἀπὸ νοῦ χορηγίαν καὶ τὴν τῆς ψυχῆς παρουσίαν ὅσων ἐστὶ τῷ κόσμῳ καὶ ἡλίκων αἰτίων ἀγαθῶν αἰτία πρότερον αὐτὴν ἐφʼ ἑαυτῆς θεωρεῖ τὴν ὅλην σωματοειδῆ σύστασιν, ὅπως ἐστὶ πλημμελὴς καὶ ἄτακτος, ἵνα δὴ καὶ τὴν ἀπὸ ψυχῆς τάξιν καὶ τὴν δημιουργικὴν διακόσμησιν καθʼ ἑαυτὴν ἰδὼν ἔχῃς ἀφορίζεσθαι, ποίαν μὲν τὸ σωματοειδὲς καθʼ αὑτὸ φύσιν, ποίαν δὲ ἔλαχεν ἀπὸ τῆς δημιουργίας διακόσμησιν, αὐτοῦ μὲν ὄντος ἀεὶ τοῦ κόσμου, τοῦ δὲ λόγου διαιροῦντος ἀπὸ τοῦ ποιοῦντος τὸ γιγνόμενον καὶ παράγοντος κατὰ χρόνον τὰ ὁμοῦ συνυφεστηκότα, διότι σύνθετόν ἐστι πᾶν τὸ γενητόν. προσθείης δʼ ἂν τοῖς εἰρημένοις ὀρθῶς εἰρημένοις καὶ ὅτι διττῆς τῆς δημιουργικῆς οὔσης ποιήσεως, τῆς μὲν σωματουργικῆς, τῆς δὲ κοσμητικῆς, ἀπὸ ταύτης ὁ Πλάτων ἀρχόμενος εἶναι μὲν πάντη καὶ πάντως εἰκότως ὑποτίθεται πᾶν τὸ σωματικόν, πλημμελῶς δὲ καὶ ἀτάκτως κινούμενον, ὅσον γὰρ ἐφʼ ἑαυτῷ τοιοῦτον ὄν, κίνησιν μὲν ἔχον ὡς ὑπὸ φύσεως ἐμπνεόμενον, ἄτακτον δὲ κίνησιν, οὔπω γεγονὸς ἔννουν ὅσον ἐφʼ ἑαυτῷ καὶ ἐψυχωμένον ὑπὸ τῆς νοερᾶς ψυχῆς· ὅταν γὰρ τοιοῦτον γένηται τὸ πᾶν, τότε τῶν ὑπερφυῶν μετέχει δυνάμεων. εἰ δὲ κινητὸν μὲν ὡς φύσει κινητόν, μὴ ὑπὸ νοῦ δὲ μηδὲ ὑπὸ ἔμφρονος ψυχῆς, ἀφʼ ἧς ἡ τάξις, ἄτακτον ποιήσει τὴν κίνησιν. μικρὸν δὲ ὕστερον ἡμῖν παραδώσει καὶ τὸ σωματουργικὸν τῆς δημιουργικῆς προνοίας· πλάττει γὰρ αὐτῷ πᾶν τὸ σωματικὸν ὁ δημιουργός, ὃ νῦν παραλαβεῖν αὐτόν φησιν, αὐτὸν ὄντα τὸν ποιητήν, αὐτὸν τὸν κοσμητήν, αὐτὸν τὸν τεχνίτην, αὐτὸν τὸν χειρουργόν. εἰ οὖν καὶ σώματα παράγει τὰ πρῶτα, δῆλον δή, ὅτι μέρος ἐστὶ τῆς δημιουργίας καὶ ἡ ἐκείνου γένεσις, τοῦ ὁρατοῦ δεξαμένου τινὰ τῶν εἰδῶν ἴχνη πρόδρομα τῆς διαρθρώσεως αὐτῶν, ἧς γενομένης ἕκαστον κεκόσμηται τελέως καὶ ἔχει θέσιν ἐν τῷ παντὶ καὶ τάξιν τὴν πρέπουσαν. καὶ περὶ μὲν τοῦ πλημμελῶς κινουμένου καὶ ἀτάκτως οὐ πολὺς ὁ λόγος· αὐτὸς γὰρ διαρρήδην ἐρεῖ πᾶν τὸ σωματικὸν τεκταίνεσθαι τὸν θεὸν εἴσω τῆς ψυχῆς. ὅτι δὲ καὶ τῆς ψυχῆς οὐ τὸ μὲν ὑποκείμενον ἦν, παρήγαγε δὲ μόνην τὴν διακόσμησιν, δῆλον· καὶ γὰρ τὴν οὐσίαν αὐτὴν ὑπέστησε πρῶτον καὶ τὸ ταυτὸν καὶ τὸ ἕτερον, ἐξ ὧν ἐστιν ὡς στοιχείων. εἰ οὖν καὶ τὰ στοιχεῖα παρήγαγεν αὐτῆς καὶ τὸ κρᾶμα τὸ ἐκ τούτων, ὅλην παρήγαγε, καὶ οὐ τὸ μὲν αὐτῆς ἔλαβεν ὄν, τὸ δὲ προσέθηκεν αὐτός. ἀλλʼ ἐπὶ μὲν τῆς ψυχῆς ἀσωμάτου οὔσης τοῦτο ἀληθές· ἐπὶ δὲ τοῦ σώματος τὸ μὲν περὶ τῶν εἰδῶν τῶν πρώτων δεδείχαμεν, ὅπως καὶ τούτων αἴτιός ἐστιν ὁ θεός, περὶ δὲ τῆς ὕλης αὐτῆς ζητήσειεν ἄν τις, εἴτε ἀγένητός ἐστιν ἀπʼ αἰτίας, ὥς φασιν οἱ περὶ Πλούταρχον καὶ Ἀττικόν, εἴτε γενητή, καὶ ἐκ ποίας αἰτίας. Ἀριστοτέλης μὲν γὰρ ἀγένητον ἄλλως ἀπέδειξεν αὐτὴν ὡς μὴ σύνθετον μηδὲ ἐξ ἄλλης ὕλης ὑφισταμένην μηδʼ αὖ εἰς ἄλλην ἀναλυομένην· ὁ δὲ παρὼν λόγος ἀΐδιον μὲν αὐτὴν εἶναί φησιν, ἐπιζητεῖ δέ, εἰ ἀπʼ αἰτίας ἐστὶν ἀγένητος, καὶ εἰ δύο ταύτας ἀρχὰς θετέον κατὰ Πλάτωνα τῶν ὅλων, ὕλην καὶ θεόν, μήτε τοῦ θεοῦ τὴν ὕλην παράγοντος μήτε τῆς ὕλης τὸν θεόν, ἵνα ἣ μὲν ἀΐδιος ᾖ πάντη καὶ ἄθεος, ὃ δὲ ἄυλος πάντῃ καὶ ἁπλοῦς. αὐτὸ μὲν οὖν τὸ πρᾶγμα τῶν σφόδρα ζητουμένων ἐστί, καὶ εἴρηται ἡμῖν ἐν ἄλλοις. νῦν δὲ ἀπόχρη πρὸς τούσδε τοὺς ἄνδρας ἐπιδεικνύναι τὴν τοῦ Πλάτωνος διάνοιαν ὁποία τίς ἐστιν· ὅτι μὲν γὰρ οὐχ ὁ δημιουργὸς πρώτως ὑφίστησι τὴν ὕλην, δῆλον ἐξ ὧν ἐρεῖ προελθών, τρία ταῦτα προεῖναι τῆς τοῦ κόσμου γενέσεως, ὂν καὶ χώραν καὶ γένεσιν, καὶ τὴν μὲν γένεσιν ἔγγονον, τὴν δὲ χώραν μητέρα· δοκεῖ γοῦν διὰ τούτων τὴν μὲν ὕλην ὥσπερ ἀντιδιελεῖν τῷ δημιουργῷ κατὰ τὸ μητρικὸν ἰδίωμα καὶ πατρικόν, τὴν δὲ γένεσιν ἀπὸ τοῦ δημιουργοῦ παράγειν καὶ τῆς ὕλης. μήποτε οὖν ἀπʼ ἄλλης τάξεως τῆς πρὸ τοῦ δημιουργοῦ τεταγμένης ὑφίστησιν αὐτήν. ἐν γοῦν τῷ Φιλήβῳ γράφει διαρρήδην· τὸν θεὸν ἐλέγομέν που τὸ μὲν πέρας δεῖξαι τῶν ὄντων, τὸ δὲ ἄπειρον, ἐξ ὧν καὶ τοῖς σώμασι καὶ τοῖς πᾶσιν εἶναι τὴν σύστασιν. εἰ τοίνυν καὶ τὰ σώματα ἐκ πέρατός ἐστι καὶ ἀπειρίας, τί τὸ ἐν αὐτοῖς πέρας; καὶ ἡ ἀπειρία τίς; δῆλον τοίνυν, ὡς τὴν μὲν ὕλην ἀπειρίαν φήσομεν, τὸ δὲ εἶδος πέρας. εἰ οὖν, ὥσπερ εἴπομεν, ὁ θεὸς πᾶσαν ἀπειρίαν ὑφίστησι, καὶ τὴν ὕλην ὑφίστησιν, ἐσχάτην οὖσαν ἀπειρίαν. καὶ αὕτη μὲν πρωτίστη καὶ ἄρρητος αἰτία τῆς ὕλης· ἐπειδὴ δὲ πανταχοῦ τὰ ἐν τοῖς αἰσθητοῖς ἀνάλογον ὄντα πρὸς τὰς νοητὰς αἰτίας ἀπʼ ἐκείνων ὁ Πλάτων ὑφίστησιν, οἷον τὸ ἐνταῦθα ἴσον ἀπὸ τοῦ αὐτοΐσου, καὶ τὸ ὅμοιον καὶ ζῷα τὰ τῇδε πάντα καὶ φυτά, κατὰ τὸν αὐτὸν τρόπον δῆλον ὅτι καὶ τὴν ἐνταῦθα ἀπειρίαν ἀπὸ τῆς πρώτης ἀπειρίας παράγει, καθάπερ καὶ τὸ ἐνταῦθα πέρας ἀπὸ τοῦ ἐκεῖ πέρατος. δέδεικται δʼ ἐν ἄλλοις, ὅτι τὴν πρώτην ἀπειρίαν, τὴν πρὸ τῶν μικτῶν, ἐν τῇ ἀκρότητι τῶν νοητῶν ἵδρυσε καὶ ἐκεῖθεν αὐτῆς διατείνει τὴν ἔλλαμψιν ἄχρι τῶν ἐσχάτων, ὥστε κατʼ αὐτὸν ἡ ὕλη πρόεισιν ἔκ τε τοῦ ἑνὸς καὶ ἐκ τῆς ἀπειρίας τῆς πρὸ τοῦ ἑνὸς ὄντος, εἰ δὲ βούλει, καὶ ἀπὸ τοῦ ἑνὸς ὄντος καθόσον ἐστὶ δυνάμει ὄν. διὸ καὶ ἀγαθόν πῄ ἐστι καὶ ἄπειρον, καὶ ἀμυδρότατον ὂν καὶ ἀνείδεον, διὸ καὶ ταῦτα πρὸ τῶν εἰδῶν καὶ τῆς ἐκφάνσεως αὐτῶν. τὰ δὲ αὐτὰ ταῦτα καὶ Ὀρφεὺς παραδίδωσιν· ὥσπερ γὰρ ὁ Πλάτων διττὰς παρήγαγεν αἰτίας ἀπὸ τοῦ ἑνός, τὸ πέρας καὶ τὴν ἀπειρίαν, οὕτω δὴ καὶ ὁ θεολόγος ἀπὸ τοῦ χρόνου τόν τε αἰθέρα καὶ τὸ χάος ὑπέστησε, τοῦ μὲν πανταχοῦ πέρατος αἴτιον τὸν αἰθέρα, τῆς δὲ ἀπειρίας τὸ χάος· καὶ ἀπὸ τούτων τῶν δυοῖν ἀρχῶν τούς τε θείους γεννᾷ διακόσμους καὶ τοὺς ἐμφανεῖς, ἀπὸ μὲν τῆς κρείττονος πᾶν τὸ μόνιμον καὶ ταυτοποιὸν καὶ μετρητικὸν καὶ συνεκτικόν, ἀπὸ δὲ τῆς λοιπῆς πᾶσαν τὴν κινητικὴν καὶ ἑτεροποιὸν καὶ ἀνέκλειπτον πρόοδον καὶ τὴν ὑπʼ ἄλλων ὁριζομένην καὶ τὴν ὑπʼ ἄλλων συνεχομένην φύσιν καὶ τελευταίαν τὴν ἐσχάτην ἀπειρίαν, ὑφʼ ἧς καὶ ἡ ὕλη περιέχεται, διὸ καὶ ἀνομοίως ὡμοίωται πρὸς ἑαυτήν—χάσμα μὲν γάρ ἐστιν ὡς χώρα τῶν εἰδῶν καὶ τόπος, οὔτε δὲ πεῖραρ οὔτε πυθμὴν οὔτε ἕδρα περὶ αὐτήν ἐστιν, ὡς ἄστατον καὶ ἄπειρον καὶ ἀόριστον οὖσαν· ἀζηχὲς δὲ αὖ σκότος καὶ αὐτὴ ὡς ἀνείδεον λαχοῦσα τὴν φύσιν ὀνομάζοιτο ἄν— ὥστε καὶ Ὀρφεὺς κατὰ τοῦτον τὸν λόγον ἀπὸ τῆς πρωτίστης τῶν νοητῶν ὑποστάσεως παράγει τὴν ὕλην· ἐκεῖ γὰρ τὸ ἀζηχὲς σκότος καὶ τὸ ἄπειρον, καὶ ταῦτα μὲν κρειττόνως τῶν ἐφεξῆς, τῇ δὲ ὕλῃ τὸ ἀλαμπὲς διʼ ἔνδειαν καὶ τὸ ἄπειρον, οὐ κατὰ δυνάμεως περιουσίαν, ἀλλὰ κατʼ ἔλλειψιν. καὶ μὴν καὶ ἡ τῶν Αἰγυπτίων παράδοσις τὰ αὐτὰ περὶ αὐτῆς φησιν· ὅ γέ τοι θεῖος Ἰάμβλιχος ἱστόρησεν, ὅτι καὶ Ἑρμῆς ἐκ τῆς οὐσιότητος τὴν ὑλότητα παράγεσθαι βούλεται· καὶ δὴ καὶ εἰκὸς κἀκ τούτου τὸν Πλάτωνα τὴν τοιαύτην περὶ τῆς ὕλης δόξαν ἔχειν. πρώτως μὲν οὖν ἀπὸ τούτων ὑφίσταται τῶν ἀρχῶν ἡ ὕλη, παράγει δὲ αὐτὴν τὰ δεύτερα καὶ τρίτα νοητά τε καὶ νοερὰ αἴτια καὶ ὑπερουράνια καὶ ἐγκόσμια. καὶ τί λέγω περὶ τῶν θεῶν αὐτῶν; ἀλλὰ καὶ ἡ τοῦ παντὸς φύσις παράγει τὴν ὕλην καθόσον ἐστὶ καὶ κατὰ τὴν ἑαυτῆς ὕπαρξιν· κατὰ γὰρ ταύτην μετέχει τῆς πρωτίστης αἰτίας· καὶ τοίνυν ὁ δημιουργὸς κατὰ μὲν τὴν ἑνάδα τὴν ἐν αὐτῷ, καθʼ ἣν καὶ ἔστι θεός, ἔστι καὶ τῆς ἐσχάτης ὕλης αἴτιος, κατὰ δὲ τὸ ὂν τὸ δημιουργικὸν αὐτῆς μὲν οὐκ αἴτιος, τῶν δὲ σωμάτων ᾗ σώματα καὶ τῶν σωματικῶν ποιοτήτων, διόπερ ἡ γένεσις ἔγγονός ἐστι τοῦ ὄντος, κατὰ δὲ τὴν ἐν αὐτῷ ζωὴν τῆς διὰ πάντων διηκούσης ψυχώσεως, κατὰ δὲ τὸν νοῦν τῆς νοερᾶς εἰς τὸ πᾶν χορηγίας. καὶ πάντα μὲν ὅσα κατὰ τὰς δευτέρας ποιεῖ δυνάμεις, μετὰ τῶν προτέρων ἀπεργάζεται· πᾶν γὰρ τὸ ἔννουν καὶ ζωῆς μετέχει καὶ τοῦ ὄντος καὶ τῆς ἑνώσεως, καὶ τὸ ζῶν ἔστι τε καὶ ἕν ἐστι, καὶ τὸ ὂν διὰ τῆς οἰκείας ἑνότητος συνέχεται. τὸ δʼ ἔμπαλιν οὐκ ἔστιν· οὐ γὰρ ὅσα κατὰ τὸ ἕν, τοσαῦτα καὶ κατὰ τὸ ὂν ὑφίστησιν, οὐδʼ ὅσα κατὰ τὸ ὄν, τοσαῦτα καὶ κατὰ τὴν τῆς ζωῆς πηγήν, οὐδʼ ὅσα κατὰ ταύτην, τοσαῦτα καὶ κατὰ τὸν βασιλικὸν νοῦν, ἀλλὰ ταῖς ὑψηλοτέραις δυνάμεσιν ἐπὶ πλεῖστον διατείνει τὴν ἑαυτοῦ πρόνοιαν. ταῦτα μὲν οὖν καὶ ἐν ἄλλοις ἐξήτασται διὰ πλειόνων. ἐπανιτέον δὲ ἐπὶ τὴν λέξιν καὶ θεατέον ἕκαστον ὅπως εἴρηται. τὸ μὲν οὖν οὕτω δὴ τῆς ἀγαθότητος ἐξάπτει τοῦ δημιουργοῦ, ταὐτὸν δὲ εἰπεῖν τῆς θεότητος, τὴν ὅλην διακόσμησιν. τὸ δὲ πᾶν ὅσον ὁρατὸν πρῶτον μὲν οὐδὲν ἀφίησιν ἔρημον τῆς τοῦ θεοῦ προνοίας, ἔπειθʼ ὅτι σωματικόν ἐστι τοῦτο τὸ ὁρατὸν ἐπιδείκνυσιν· οὐ γὰρ ἂν ἦν ὁρατὸν ἀσώματον ὂν καὶ ἄποιον· ὥστε οὔτε τὴν ὕλην οὔτε τὸ δεύτερον ὑποκείμενον σημαίνει, ἀλλʼ ἔστι τὸ ἤδη μετασχὸν τῶν εἰδῶν καὶ ἴχνη τινὰ ἔχον αὐτῶν καὶ ἐμφάσεις πλημμελῶς καὶ ἀτάκτως κινούμενον· αἱ γὰρ εἰδωλικαὶ τῶν εἰδῶν καὶ ἀδιάρθρωτοι παρουσίαι διαφόρους αὐτῷ κινήσεις ἐμποιοῦσιν, ὡς καὶ αὐτὸς ἐρεῖ προελθὼν ὁ Τίμαιος, ταύτας δὲ ἐλλάμπουσι μὲν αἱ πρὸ τοῦ δημιουργοῦ πᾶσαι τάξεις τῶν θεῶν, ἐξαιρέτως δʼ ἐλλάμπει τὸ παράδειγμα αὐτῷ τῷ εἶναι καὶ πρὸ τῆς δημιουργίας· τὰ γὰρ ὑπέρτερα αἴτια καὶ πρὸ τῶν δευτέρων ἐνεργεῖ, καὶ ὁ μὲν δημιουργὸς μετὰ τοῦ παραδείγματος ποιεῖ, ἐκεῖνο δὲ καὶ πρὸ τοῦ δημιουργοῦ, καὶ ἐπὶ ταῦτα διαβαῖνον, ἐφʼ ἃ μὴ φθάνει τῆς δημιουργικῆς προνοίας ἡ ἐνέργεια. εἰ οὖν ἐθέλεις τὰ πρωτουργὰ διιστάνειν αἴτια καὶ τὰ ἀπʼ αὐτῶν, τἀγαθὸν μὲν ἐρεῖς πάντων αἴτιον ὂν εἶναι καὶ ὕλης αἴτιον— διὸ καὶ αὐτὴ ἀναγκαῖον—καὶ τῆς εἰδοποιίας—καὶ γὰρ πᾶν εἶδος μέτρον ἐστί—καὶ τῆς τάξεως—καὶ γὰρ ἡ τάξις λόγος ἐστὶ τῶν τεταγμένων—τὸ δὲ παράδειγμα τῆς μὲν ὕλης οὐκ ἔστι, τῆς δὲ εἰδοποιίας καὶ τῆς ἐν τοῖς εἴδεσι τάξεως· τὸ δὲ δημιουργικὸν τῆς τάξεως. διὸ καὶ παρέλαβε, φησίν, ἤδη προκόψασαν τὴν ὕλην εἰς εἰδῶν μετάληψιν· τοῦτο γὰρ τὸ ἄτακτον ἤδη μορφωθὲν ὁπωσοῦν τοῦ ἀνειδέου κρεῖττον. πάντων οὖν ἀεὶ καὶ ἅμα αἰτίων ὄντων, τῶν δὲ ἀποτελεσμάτων τῶν μὲν ἄχρι τῶν ἐσχάτων, τῶν δὲ ἄχρι τῶν ὑπὲρ ἀμφότερα διὰ τὴν τῶν ὑπερτέρων ἐκτένειαν τὴν μὲν ὕλην παραλαμβάνει τὸ παράδειγμα παρὰ τοῦ ἀγαθοῦ καὶ εἰδοποιεῖ· τὰ γὰρ εἴδη καθόσον εἴδη τοῦ παραδείγματός ἐστιν ἔγγονα· τὸ δὲ δημιουργικὸν παρὰ τοῦ παραδείγματος τὰ εἴδη παραδεξάμενον ἀριθμοῖς διακοσμεῖ καὶ λόγοις τάξιν ἐπιτίθησιν. καὶ οὕτω μὲν εἰ διαστήσαις τὰ αἴτια, κἂν αὐτὸν δὲ λέγῃς τὸν δημιουργὸν πάντων ἕνα ὄντα αἴτιον, ἄλλως μὲν ποιήσει κατὰ τὸ ἑαυτοῦ ἀγαθόν, ἄλλως δὲ κατὰ τὸ ἐν αὐτῷ παράδειγμα, ἄλλως κατὰ τὸ ποιητικὸν ἰδίωμα καὶ τεχνικόν, ὡς εἴπομεν. καὶ ἀθρόως ἐκείνου καὶ αἰωνίως ποιοῦντος ἄλλα ἀπʼ ἄλλου τῶν ἐν αὐτῷ πρόεισι· κατὰ τὸ ἀγαθὸν ὕλη, εἶδος, τάξις· κατὰ τὸ παράδειγμα τὸ ἐν αὐτῷ εἶδος· κατὰ τὸ τεχνικὸν ἰδίωμα ἡ τάξις· ὥστε τὸ εἰδοπεποιημένον τοῦτο πρὸ τῆς τάξεως ἀπὸ τοῦ παραδείγματος ἔχει τὰς ἐμφάσεις ταύτας τῶν εἰδῶν, νοητοῦ ὄντος κατὰ τὴν ἑαυτοῦ φύσιν. ἀπὸ ταύτης δὲ τῆς τάξεως καὶ τὰ λόγια παράγει τὴν πολυποίκιλον ὕλην· ἔνθεν ἅδην θρῴσκει γένεσις πολυποικίλου ὕλης· οὐ γάρ ἐστιν ἡ πρώτη πολυποίκιλος, οὐδὲ γένεσις αὐτῆς ἐστιν, ἀλλὰ τοῦ ἔχοντος ἴχνη πρόδρομα τῶν εἰδῶν. ᾧ καὶ δῆλον, ὅτι τὸ παράδειγμα καὶ ὁ δημιουργὸς διαφέρετον ἀλλήλοιν, εἴπερ ἐκείνου μὲν ἡ ὕλη μετέχει καὶ πρὸ τῆς κοσμοποιίας, ὅτε κατὰ τὴν ὑπόθεσιν ὁ δημιουργὸς ἀπῆν, τοῦ δὲ δημιουργοῦ μάλιστα ταττόμενον καὶ κοσμούμενον μεταλαμβάνει, καὶ τότε πάρεστιν αὐτῷ ὁ δημιουργός. τὸ οὖν παραλαβὼν λέγοιτο μὲν ἄν που καὶ ὡς πρὸς τὴν τῆς δημιουργικῆς προνοίας ἐξῃρημένην παραδειγματικὴν αἰτίαν, ἀφʼ ἧς παραλαμβάνει τὸ ὑποκείμενον ἴχνεσιν εἰδῶν ἤδη τισὶ διαπεποικιλμένον, λέγοιτο δʼ ἂν καὶ ὅτι ἀπʼ ἄλλης δυνάμεως τὸ ἔργον ἄλλην παραλαμβάνει πρὸς τὴν τελείαν διακόσμησιν, εἰ καὶ πάσας ἐν τῷ δημιουργῷ θεωροίημεν· εἴη γὰρ ἂν ὁ αὐτὸς ὅ τε παραλαβὼν καὶ ὁ παραδοὺς ἄλλαις καὶ ἄλλαις δυνάμεσιν οὐσιοποιῶν ἢ διακοσμῶν τὰ πράγματα. τὸ δὲ οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον ὅτι τὴν φύσιν αὐτῷ δέδωκε μόνην ἡ ὑπόθεσις δείκνυσιν, ἀφʼ ἧς ἡ κίνησις· ἄλογος γὰρ ἡ φύσις οὖσα καὶ οὐ θεόθεν ποδηγετουμένη ποίαν ἔτι φυλάττειν τάξιν δύναιτο ἄν; δηλοῖ δὲ τοῦτο καὶ ἐν τῷ Πολιτικῷ· τὸν γὰρ δημιουργὸν ἀποστήσας τοῦ κόσμου κινεῖσθαί φησιν αὐτὸν ὑπὸ δή τινος εἱμαρμένης καὶ συμφύτου καθʼ αὑτὸν ἐπιθυμίας· ὅπερ οὖν ἐκεῖ μετὰ τὴν δημιουργίαν, τοῦτο ἐνταῦθα πρὸ τῆς δημιουργίας ὑποθέμενος ἀταξίαν εἰσήγαγεν εἰς τὴν τοῦ ὁρατοῦ κίνησιν ἄνευ νοῦ γιγνομένην. καὶ τοῦτο μὲν τοιοῦτον. τὸ δὲ εἰς τάξιν ἄγειν ἐκ τῆς ἀταξίας καὶ διὰ νοῦ μετουσίας καὶ ζωῆς νοερᾶς παραγίνεται. τὸ δὲ ἡγησάμενος τὴν νόησιν ἐνδείκνυται τὴν δημιουργικὴν ἀνάλογον οὖσαν τῇ βουλήσει καὶ δυνάμει. προλαβὼν οὖν ἐν μὲν τῷ βουληθεὶς τὴν βούλησιν, ἐν δὲ τῷ κατὰ δύναμιν τὴν δύναμιν, ἐκ τρίτων ἐν τῷ ἡγησάμενος προσέθηκε τὴν νοερὰν γνῶσιν· τούτοις γὰρ αὖ καὶ ἐν Νόμοις ἐχαρακτήριζε τὴν θείαν πρόνοιαν, ἀγαθότητι, δυνάμει, γνώσει· ἀγαθότης μὲν γάρ ἐστι πατρικὴ καὶ περὶ τὰ πρῶτα, δύναμις δὲ μήτηρ καὶ δεύτερον, νοῦς δὲ τρίτον ὁ γνωστικός· ἡ μὲν γὰρ ἀγαθότης τὸ πρῶτον, ἡ δὲ δύναμις σὺν ἐκείνῳ, τῷ πρώτῳ δηλαδὴ τῆς τριάδος, ὁ δὲ νοῦς ἀπʼ ἐκείνου τὸ τρίτον. τὸ δὲ αὖ ἐκεῖνο τούτου ἄμεινον τὴν τάξιν λέγει τῆς ἀταξίας· ἐκεῖνο μὲν γὰρ ἡ τάξις, τοῦτο δὲ ἡ ἀταξία· καὶ γὰρ οὕτως εἴρηται τό· εἰς τάξιν αὐτὸ ἦγεν ἐκ τῆς ἀταξίας. τοῦτο οὖν τὸ ὕστερον ῥηθὲν ἐκάλεσεν, ἐκεῖνο δὲ τὸ πρότερον. ἔχει δὲ τὸ τοῦτο καὶ τῆς παρούσης ἀταξίας ἔνδειξιν, ἣν παρέλαβεν ὁ δημιουργός, τὸ δὲ ἐκεῖνο τῆς ἐν τῷ δημιουργῷ προϋπαρχούσης τάξεως, καθʼ ἣν καὶ τὰ ἄτακτα τάττειν ἔμελλεν. Ἀριστοτέλης μὲν οὖν τὴν ἐν τῷ δημιουργῷ τάξιν οὐκ οἶδεν, ἀλλὰ τὴν ἐν τοῖς ἀποτελέσμασι, τό γε μὴν εὖ ἐν ἀμφοτέροις τίθησιν, ἵνα ὁ νοῦς κατʼ αὐτὸν ἐφετὸς μὲν ᾖ τοῖς δευτέροις, ποιητικὸς δὲ μηδαμῶς. ὁ δέ γε Πλάτων Ὀρφεῖ συνεπόμενος ἐν τῷ δημιουργῷ πρῶτον εἶναί φησι τὴν τάξιν καὶ τὸ πρὸ τῶν μερῶν ὅλον· πάντα γὰρ ὢν αὐτὸς νοερῶς ἔμελλε τὰ αὐτὰ ποιεῖν αἰσθητῶς· εἰ γὰρ αὐτῷ τῷ εἶναι ποιεῖ—τοῦτο δὲ ἀναγκαῖον, ἵνα μὴ προαίρεσιν καὶ ἀμφίβολον ῥοπὴν ἐπʼ αὐτὸν ἀναπέμπωμεν— ἤτοι κατὰ ἀπομερισμὸν καὶ ἐλάττωσιν ποιεῖ τῶν ἑαυτοῦ δυνάμεων, ὥσπερ τὸ πῦρ, ἢ μένων ὅς ἐστιν αὐτῷ τῷ εἶναι παράγει τὰ ἐφεξῆς. εἰ μὲν οὖν κατὰ ἀπομερισμόν, ἄτοπον· οὐδὲ γὰρ ἡ φύσις ἐλαττοῦται ποιοῦσα τρίχας ἢ ὀδόντας ἢ ἄλλο τι τῶν μορίων· πολλῷ δὴ πλέον τὴν ἐξῃρημένην οὐσίαν καὶ ἑαυτὴν ὑφιστάνουσαν ἀνελάττωτον προσήκει φυλάττειν. εἰ δὲ ὅπερ ἐστὶ μένων αὐτῷ τῷ εἶναι ποιεῖ, διὰ τοῦτο μὲν ὅμοιον ἑαυτῷ ποιεῖ, διʼ ἐκεῖνο δὲ καθʼ ὅλον ἑαυτόν· τὸ γὰρ ἐλαττούμενον οὐ καθʼ ὅλον ποιεῖ. πάντα ἄρα ἐν ἑαυτῷ πρώτως· τὰ δὲ ἐκτὸς εἰκόνες τῆς αὐτοῦ παντότητος· καὶ ἡ τάξις ἄλλως μὲν ἐν τοῖς ἀποτελέσμασιν, ἄλλως δὲ ἐν τοῖς παραδείγμασιν· αὕτη μὲν γὰρ συμπλέκεται τοῖς ἀτάκτοις, ἐκείνη δὲ αὐτὸ τάξις ἐστίν, ἐν ἑαυτῇ οὖσα καὶ ἑαυτῆς, ἵνα καὶ τὰ ἄτακτα δύνηται τάττειν ἐξῃρημένη τε ἀπʼ αὐτῶν καὶ σῴζουσα τὴν ἑαυτῆς οὐσίαν ἄχραντον. ταῦτα μὲν οὖν περὶ τῶν λέξεων εἰρήσθω παρʼ ἡμῶν. ἄξιον δὲ μηδὲ ἐκεῖνο παραλιπεῖν, ὅτι μιμεῖται τοὺς θεολόγους πρὸ τῆς κοσμοποιίας τὸ πλημμελὲς καὶ ἄτακτον ὑφιστάς· ὡς γὰρ ἐκεῖνοι πολέμους καὶ στάσεις εἰσάγουσι τῶν Τιτάνων πρὸς τοὺς Ὀλυμπίους, οὕτω δὴ καὶ ὁ Πλάτων δύο ταῦτα προϋποτίθεται, τό τε ἄκοσμον καὶ τὸ κοσμοποιόν, ἵνα θάτερον κοσμηθῇ καὶ μετάσχῃ τῆς τάξεως. ἀλλʼ ἐκεῖνοι μὲν θεολογικῶς· αὐτοὺς γὰρ τοὺς προστάτας τῶν σωμάτων ἀντιτάττουσι τοῖς Ὀλυμπίοις· ὁ δὲ Πλάτων φιλοσόφως ἀπὸ τῶν θεῶν ἐπὶ τὰ διοικούμενα τὴν τάξιν μετήγαγε. Φέρε δὴ οὖν καὶ ὅσα ὁ φιλόσοφος Πορφύριος ἐν τούτοις ἱεροπρεπῆ νοήματα παραδέδωκε, συντόμως περιλάβωμεν. Πρῶτον μὲν οὖν ἀποτείνεται πρὸς τοὺς περὶ Ἀττικὸν πολλὰς ὑποτιθεμένους ἀρχὰς συναπτούσας ἀλλήλοις τὸν δημιουργὸν καὶ τὰς ἰδέας, οἳ καὶ τὴν ὕλην ὑπὸ ἀγενήτου φασὶ κινουμένην ψυχῆς, ἀλόγου δὲ καὶ κακεργέτιδος, πλημμελῶς καὶ ἀτάκτως φέρεσθαι, καὶ προϋφιστᾶσι κατὰ χρόνον τὴν μὲν ὕλην τοῦ αἰσθητοῦ, τὴν δὲ ἀλογίαν τοῦ λόγου, τὴν δὲ ἀταξίαν τῆς τάξεως. ἔστω δὴ οὖν, ὥς φασιν, ὕλη καὶ θεὸς ἀγένητα ἄμφω ἀπʼ αἰτίας. οὐκοῦν τὸ μὲν ἀγένητον αὐτοῖς κοινόν· διαφέρει δὲ ὅμως ἀλλήλων· ἄλλῳ ἄρα τινὶ καὶ οὐ τῷ ἀγενήτῳ. ἐκεῖνο οὖν, ᾧ διαφέρει ἀλλήλων, οὐκ ἂν εἴη ἀγένητον. γενητὸν ἄρα. ἀλλὰ ἀδύνατον τὰ ἀγένητα τῷ γενητῷ διαφέρειν. ἔπειτα τί τὸ τῆς διακρίσεως αὐτοῖς αἴτιον καὶ ποιῆσαν τὸ μὲν σωστικόν, τὸ δὲ φθαρτικόν; εἰ μὲν γὰρ τὸ ἀγένητον, ἄτοπον· ἦν μὲν γὰρ ἂν πᾶν τὸ ἀγένητον σωστικόν, ἢ πᾶν τὸ ἀγένητον φθαρτικόν, εἴπερ τὸ ἀγένητον ἐποίει σωστικὸν τὸν θεόν, ἢ τὸ ἀγένητον τῆς ὕλης φθαρτικὸν τὴν ὕλην. εἰ δὲ ἄλλο τι λεκτέον ἐκεῖνο, πότερον καὶ αὐτὸ ἀγένητον ἢ γενητόν; εἴτε γὰρ γενητὸν τῶν ἀγενήτων αἴτιον, ἄτοπον· εἴτε ἀγένητον, πῶς τῶν πάντη ἀγενήτων ἄλλο αἴτιον ἀγένητον; οὐδὲν γὰρ μᾶλλον ἐκεῖνο τούτοις αἴτιον ἢ ταῦτα ἐκείνῳ, πάντων καθάπερ ἀγενήτων ὄντων· ὥστε πάλιν ἄλλο πρὸ τούτων ζητήσομεν αἴτιον αὐτῶν τῆς διαφορᾶς, καὶ ἐπʼ ἄπειρον ἡ ἄνοδος ἔσται· εἰ γὰρ μηδὲν ἔσται αἴτιον τοῖς διαφέρουσι τῆς διαφορᾶς καὶ τοῦ τὸ μὲν εἶναι σωστικόν, τὸ δὲ φθαρτικόν, τὸ τυχαῖον ἐπικρατήσει τῶν ἀρχῶν· αἰτίας γὰρ ἀνῃρημένης ἡ συνδρομὴ τῶν τοιῶνδε ἀρχῶν ἄλογος ἔσται καὶ ἀναίτιος. ἔτι δὲ τὸ τὸ κακὸν διαιώνιον ποιεῖν ὥσπερ καὶ τὸ ἀγαθόν, ἄτοπον· οὐ γὰρ ὁμότιμον τῷ θείῳ τὸ ἄθεον οὐδὲ ἐπίσης ἀγένητον οὔτε ὅλως ἀντιδιῃρημένον· τί γὰρ μᾶλλον αὔταρκές ἐστι θάτερον ἢ ἄτρεπτον ἢ ἀμετάβλητον, εἴπερ ἑκάτερον αὐτῶν ἐξ ἀϊδίου, μηδὲν τοῦ λοιποῦ προσδεόμενον ἔτι τοίνυν, εἰ τὸ μὲν ἐπιτήδειον πρὸς τὸ κοσμεῖσθαι, τὸ δὲ πρὸς τὸ κοσμεῖν, πόθεν αὐτοῖς ἡ ἐπιτηδειότης; δεῖ γὰρ εἶναί τι τὸ συνάπτον ἄμφω καὶ ποιοῦν σύμμετρα ἀλλήλοις· οὐ γάρ που ταῦτα ἀπεσπασμένα ἀλλήλων καὶ ἐναντίως ἔχοντα ἑαυτὰ ἐπιτήδεια πρὸς τὴν σύνοδον ἀπεργάζεται. εἰ μὴ ἄρα καὶ τοῦτο ἀπὸ ταὐτομάτου γίγνεσθαι φαῖεν, οὐδὲ τοῦ Ἀθηναίου Ξένου λέγοντος ἀκούοντες πηγὴν ἀνοήτου δόξης εἶναι ταύτην, εἴ τίς φησι πρὸ λογισμοῦ τὸ ἄλογον εἶναι καὶ πρὸ τῆς νοερᾶς τέχνης τὸ τυχαῖον ἐπικρατεῖν, οὐδὲ τοῦ Σωκράτους ἐν Πολιτείᾳ λέγοντος μὴ δεῖν ἐπὶ τοῦ πλήθους μένειν, ἀλλὰ ἀνατρέχειν ἀπὸ τῶν πολλῶν ἐπὶ τὰς κοινὰς αὐτῶν μονάδας. ἔτι τὴν ἀνωτάτω ἀρχὴν οὐ ταύτῃ μόνον χαρακτηρίζειν δεῖ τῷ μὴ ἔχειν ἄλλην ἀρχήν—τοῦτο γὰρ οὔπω δείκνυσι τὴν ἀξίαν αὐτῆς— ἀλλὰ τῷ πάντα ἐξ αὐτῆς. εἰ δὲ τοῦτο, οὐκ ἂν εἶεν ἀρχαὶ πλείους μιᾶς· ἔσται γὰρ οὕτως οὐ πάντων αἴτιος ὁ θεός, ἀλλὰ τινῶν. εἰ δὲ καὶ τῆς ὕλης ἄρχοι, μία ἡ ἀρχὴ καὶ οὐ πολλαί. ἔτι δέ, εἰ ἐν τούτῳ ἔχοι τὸ εἶναι ἀρχή, ἐν τῷ τινῶν εἶναι καὶ κοσμεῖν τὸ ἄτακτον, ἅμα ἔσται τοῖς ἐξ αὐτῆς, καὶ οὐδὲν μᾶλλον ἀνῃρημένης τῆς ἀρχῆς ἐκποδὼν τὰ μετʼ αὐτήν, ἢ τούτων μὴ ὄντων ἀναιρεῖται ἡ ἀρχή. τοῦτο δέ, ἐπειδὴ πολλάκις φασὶ τὴν ἀρχὴν ἐν τούτῳ ἔχειν τὸ εἶναι, ἐν τῷ δημιουργεῖν. εἰ δὲ τοῦτο ἀληθές, οὐχ οἷόν τε κόσμου μὴ ὄντος εἶναι τὴν ἀρχήν. αὖθις δὲ μεταβαλλόμενοι λέγουσιν εἶναι καὶ ἄνευ τοῦ δημιουργεῖν τὸν θεόν, οὐδὲ τοῦτο εἰδότες, ὅτι αἱ ἀληθεῖς δυνάμεις αὐτῷ τῷ εἶναι ἐνεργοῦσι, καὶ ἡ αὐξητικὴ δύναμις καὶ ἡ θρεπτικὴ αὐτῷ τῷ εἶναι τρέφει τὸ σῶμα καὶ αὔξει. οὕτω δὴ οὖν καὶ ἡ ψυχὴ ψυχοῖ καὶ ζῳοποιεῖ καὶ κινεῖ τὸ ὄργανον ἑαυτῆς· οὐ γὰρ προελομένων ἡμῶν αἰσθάνεται ἢ σφύζει τὸ σῶμα, ἀλλʼ ἡ παρουσία μόνον τῆς ψυχῆς ἀποτελεῖ τὰς ἐνεργείας ταύτας. ἔτι τὸ πᾶν πρός τι πεφυκὸς ἀεὶ κατʼ οὐσίαν ἔχει ἐκείνην τὴν δύναμιν, τὸ δὲ ἄλλοτε ἄλλως μεταβαλλόμενον ἐπίκτητον. εἰ μὲν οὖν ὁ θεὸς ἀεὶ δημιουργεῖ, σύμφυτον ἂν ἔχοι τὴν δημιουργικὴν δύναμιν· εἰ δὲ μή, ἐπίκτητον. πῶς οὖν ἐξ ἀτελοῦς γίνεται τέλειος καὶ ἐκ μὴ τεχνίτου τεχνίτης; Δεύτερον δὴ κεφάλαιον ἐπὶ τούτῳ τὸ δεικνύον, ὅτι καὶ Πλάτων ἐπὶ μίαν ἀρχὴν ἀνάγει τὰ πάντα, καὶ ἀπὸ τῶν ἐν Πολιτείᾳ λόγων, ἐν οἷς τὸν μὲν ἥλιον αἰτιᾶται τῶν ὁρατῶν, τὸ δὲ ἀγαθὸν τῶν νοητῶν, αὐτὸν δὲ αὖ πάλιν τὸν ἥλιον ἔγγονον τοῦ ἀγαθοῦ προσαγορεύει· καὶ ἀπὸ τῶν ἐν Ἐπιστολαῖς, ἐν οἷς περὶ τῶν πάντων βασιλέα τὰ πάντα εἶναί φησι καὶ ἐκείνου ἕνεκα πάντα· εἰ γὰρ πάντα ἐπέστραπται πρὸς ἐκεῖνον καὶ περὶ ἐκεῖνον ὑφέστηκεν, ἁπάντων ἐστὶν ἀρχὴ καὶ οὐ τινῶν· ὃ γὰρ ἂν λάβῃς, ἐκεῖθεν ἔσται· καὶ ἀπὸ τῶν ἐν Φιλήβῳ, ἐν οἷς πάντα μὲν ἐκ πέρατος εἶναι καὶ ἀπειρίας λέγει σαφῶς, αὐτῶν δὲ τούτων τῶν ἀρχῶν αἴτιον ἓν προϋπάρχειν τὸν θεόν, ὡς καὶ μίαν ἀρχὴν εἶναι καὶ πλείους, ἀλλὰ ταύτας ὑπὸ τὴν μίαν τελεῖν· καὶ ἀπὸ τῶν ἐν Σοφιστῇ, ἐν οἷς ἀπαντᾷ πρὸς τοὺς πολλὰ τὰ ὄντα λέγοντας καὶ χωρὶς πρὸς τοὺς αὐτὸ τὸ ὃν ἀρχὴν τιθεμένους, δεικνύς, ὅτι οὔτε ἀπὸ τοῦ πλήθους ἄρχεσθαι δεῖ τῶν ὄντων οὔτε ἀπὸ τοῦ ἑνὸς ὄντος, ἀλλʼ ἀπʼ αὐτοῦ τοῦ ἑνός. Τρίτον τοίνυν, ὅτι οὐδὲ ὁ ποιητής, ὃν παραλαμβάνουσιν ἀρχήν, προσήκει τῷ Πλάτωνι· οὔτε γὰρ αἱ ἰδέαι κεχωρισμέναι τοῦ νοῦ καθʼ αὑτὰς ὑφεστήκασιν, ἀλλʼ ὁ νοῦς εἰς ἑαυτὸν ἐπεστραμμένος ὁρᾷ τὰ εἴδη πάντα· διὸ ὁ Ἀθηναῖος Ξένος σφαίρας ἐντόρνου περιφορᾷ τοῦ νοῦ τὴν ἐνέργειαν ἀπείκασεν· οἳ δὲ ἀδρανεῖς τὰς ἰδέας τύποις κοροπλαθικοῖς ἐοικυίας ἐφʼ ἑαυτῶν οὔσας καὶ ἔξω τοῦ νοῦ κειμένας εἰσάγουσιν. οὔτε ὁ δημιουργὸς ὁ πρώτιστός ἐστι θεός· κρείττων γὰρ ἐκεῖνος ἁπάσης τῆς νοερᾶς οὐσίας. οὔτε ψυχή τις ἄλογος κινεῖ τὸ πλημμελῶς καὶ ἀτάκτως φερόμενον· πᾶσα γὰρ ψυχὴ γέννημά ἐστι τῶν θεῶν. οὔτε ὅλως ἐξ ἀτάκτου τεταγμένον γίνεται τὸ πᾶν· εἰ γὰρ ὁ θεὸς βούλεται εἰς τάξιν ἄγειν πάντα, πῶς βούλεται; ἆρα ἀεὶ ἢ ποτέ; εἰ μὲν γὰρ ποτέ, ἢ παρʼ αὐτὸν τοῦτο ἢ παρὰ τὴν ὕλην. ἀλλʼ εἰ παρʼ αὐτόν, ἄτοπον· ἀεὶ γὰρ ἀγαθός· τὸ δὲ ἀγαθὸν πᾶν ἀεὶ εὖ ποιητικόν· εἰ δὲ παρὰ τὴν ὕλην ἀντικόπτουσαν, πῶς νῦν κεκόσμηται; ὅτι, φασίν, ἐπιτηδεία γέγονεν εἰς τὸ δέξασθαι τὸν δημιουργικὸν λόγον· τοῦτο γὰρ καὶ ἐπιτηρεῖν τὸν θεόν, τὴν ἐπιτηδειότητα αὐτῆς. ἀνάγκη δὴ οὖν οὐκ ἄτακτον οὖσαν αὐτὴν εἰς τάξιν ἦχθαι—οὐ γὰρ ἂν ἦν ἐπιτηδεία—ἀλλὰ πεπαυμένην τῆς ἀταξίας· ἡ γὰρ ἀνεπιτηδειότης ἐστὶν ἡ ἄτακτος αὐτῆς κίνησις. οὐκ ἄρα ἡ ὕλη αἰτία τῆς ἀκοσμίας. ἀλλὰ μὴν οὐδʼ ἡ τοῦ θεοῦ βούλησις· ἀεὶ γὰρ ἀγαθός· ἀεὶ ἄρα καὶ ὁ κόσμος ἐκοσμεῖτο καὶ ὁ δημιουργὸς ἔταττε τὴν πλημμελῆ καὶ ἄτακτον φύσιν. τί δή ποτε οὖν ὑπέθετο τὴν ἀταξίαν; ἦ ἵνα θεωρήσωμεν, ὅπως ἄλλη μὲν ἡ τῶν σωμάτων γένεσις, ἄλλη δὲ ἡ γενομένων αὐτῶν τάξις, ὑποθετέον ὄντα μὲν αὐτά, κινούμενα δὲ ἀτάκτως· αὑτὰ γὰρ τάττειν τὰ σώματα ἀδύνατον. τὴν οὖν τάξιν τὴν ἀλλαχόθεν αὐτοῖς ἐφήκουσαν παραδεῖξαι βουλόμενος ταῖς κινήσεσιν αὐτῶν τὴν ἀταξίαν συνυπάρχουσαν ἄνευ τῆς θείας αἰτίας ἀπέφηνεν. εἰ δὲ ὁ Ἀριστοτέλης ᾐτιάσατο τὸν εἰπόντα καθʼ ὑπόθεσιν προειλῆφθαι τοῦ κόσμου τὸ ἄκοσμον, λέγων μὴ συμβαίνειν ταῦτα, ἐφʼ ὧν αἱ ὑποθέσεις παραλαμβάνονται οἷον ἐπὶ γεωμετρίας—δύνασθαι γὰρ εἶναι ταύτας καθʼ ἑαυτάς—ῥητέον, ὅτι οὐχ οὕτω καθʼ ὑπόθεσιν λέγεται τὸ ἄκοσμον προϋποκεῖσθαι δεῖν, ἀλλʼ ὡς αὐτὸς τὸ ἀνείδεον ὁρᾷ πρὸ τῶν εἰδῶν, εἰ καὶ μηδέποτέ ἐστιν ἐκείνων χωρίς, οὕτω τὸ εἰδοπεποιημένον μέν, ἔτι δὲ ἀδιάρθρωτον εἴληπται πρὸ τῆς τάξεως, εἰ καὶ μηδέποτε πρὸ τάξεως ἦν, ἀλλʼ ὁμοῦ τῇ τάξει συνυφεστός. Τέταρτον πρὸς τοῖς εἰρημένοις ἐστὶ τῶν λόγων κεφάλαιον, ἐν ᾧ τὸν τρόπον ἐπιδεικνύει τῆς δημιουργίας αὐτῷ τῷ εἶναι τὸν θεῖον νοῦν ἐπιτελούμενον, καὶ κατασκευάζει διὰ πλειόνων· καὶ γὰρ οἱ τεχνῖται δέονται πρὸς τὴν ἐνέργειαν ὀργάνων διὰ τὸ μὴ πάσης κρατεῖν τῆς ὕλης, δηλοῦσι δὲ καὶ αὐτοῖς τοῖς ὀργάνοις χρώμενοι πρὸς τὸ εὐεργὸν ποιῆσαι τὴν ὕλην, τρυπῶντες ἢ ξέοντες ἢ τορνεύοντες, ἃ δὴ πάντα οὐ τὸ εἶδος ἐντίθησιν, ἀλλʼ ἐξαιρεῖ τὴν ἀνεπιτηδειότητα τοῦ δεξομένου τὸ εἶδος· αὐτὸς δὲ ὁ λόγος ἀχρόνως ἀπὸ τῆς τέχνης παραγίνεται τῷ ὑποκειμένῳ, πάντων ἐξαιρεθέντων τῶν ἐμποδών. καὶ εἰ μηδὲν ἦν καὶ τούτοις ἐμπόδιον, τό τε εἶδος ἀθρόως ἂν τῇ ὕλῃ προσῆγον καὶ ὀργάνων οὐδὲν ἂν ὅλως ἐδεήθησαν. καὶ μὴν καὶ ἡ φαντασία πολλὰ περὶ τὸ σῶμα παθήματα ἀπεργάζεται παρʼ αὐτὴν μόνην τὴν ἑαυτῆς ἐνέργειαν· ᾐσχύνθη γάρ τις φαντασθεὶς τὸ αἰσχρὸν καὶ ἐρυθρὸς ἐγένετο, καὶ ἐφοβήθη δεινοῦ τινος ἔννοιαν λαβὼν καὶ ὠχρὸν τὸ σῶμα ἀπέφηνε. καὶ τὰ μὲν πάθη περὶ τὸ σῶμα, αἴτιον δὲ τούτων τὸ φάντασμα, οὐκ ὤσεσι καὶ μοχλείαις χρησάμενον, ἀλλὰ τῷ παρεῖναι μόνον ἐνεργῆσαν. ἔτι δὲ αὖ κατὰ τοὺς θεολόγους εἶναί τινας καὶ κρείττους ἡμῶν δυνάμεις χρωμένας δραστηρίοις φαντασίαις καὶ ἅμα τῷ γενέσθαι ποιητικαῖς, ὧν ἂν ἐθέλωσι, καὶ τὰς φωταγωγίας ἀπεργάζεσθαι καὶ δεικνύναι θείας τινὰς μορφὰς ταῖς ἑαυτῶν κινήσεσι, τοιαύτας ἔξω δεικνύσας τοῖς θεᾶσθαι δυναμένοις ὄψεις. εἰ τοίνυν καὶ τέχναι ἀνθρώπιναι καὶ ψυχῶν μερικῶν φαντασίαι καὶ δαιμόνων ἐνέργειαι τοιαῦτα δρῶσι, τί θαυμαστὸν τὸν δημιουργὸν αὐτῷ τῷ νοεῖν τὸ πᾶν ὑπόστασιν παρέχεσθαι τῷ αἰσθητῷ, ἀΰλως μὲν παράγοντα τὸ ἔνυλον, ἀναφῶς δὲ ἀπογεννῶντα τὸ ἁπτόν, ἀμερῶς δὲ ἐκτείνοντα τὸ διαστατόν; καὶ οὐ δεῖ τοῦτο θαυμάζειν, εἴ τι ἀσώματον ὂν καὶ ἀδιάστατον ὑποστατικὸν εἴη τοῦδε τοῦ παντός· εἴπερ γὰρ τὸ σπέρμα τοῦ ἀνθρώπου, τοσοῦτον ὄγκον ἔχον καὶ πάντας ἐν ἑαυτῷ τοὺς λόγους, ὑφίστησι τοσαύτας διαφορὰς τῶν μὲν στερεῶν, οἷον ὀστᾶ τὰ μὲν ναστά, τὰ δὲ κοῖλα, τῶν δὲ μαλακῶν, ὡς πνεύμονα καὶ ἧπαρ, τῶν δὲ ξηρῶν, ὡς ὄνυχας καὶ τρίχας, τῶν δὲ ὑγρῶν, ὡς αἷμα καὶ φλέγμα, τῶν δὲ λιπαρῶν, ὡς μυελὸν καὶ πιμελήν, τῶν δὲ πικρῶν, ὡς χολήν, τῶν δὲ ἀποίων, ὡς σίελον, τῶν δὲ πυκνῶν, ὡς νεῦρα, τῶν δὲ ἐξηπλωμένων, ὡς ὑμένας—ταῦτα γὰρ πάντα τά τε ὁμοιομερῆ καὶ τὰ ἐξ αὐτῶν πως ὑφίστησιν ἐξ ὀλίγου ὄγκου, μᾶλλον δὲ ἐκ τοῦ ἀόγκου· οἱ γὰρ λόγοι ταῦτα γεννῶσιν, οὗτοι δὲ ἄογκοι πανταχοῦ ὄντες· ὅ,τι γὰρ ἂν λάβῃς τοῦ σπέρματος, ἐν αὐτῷ πάντα εὑρήσεις—πολλῷ δὴ οὖν μᾶλλον ὁ δημιουργικὸς λόγος τὰ πάντα παράγειν δύναται μηδὲν εἰς τὸ εἶναι τῆς ὕλης δεηθείς, ὥσπερ ὁ τοῦ σπέρματος· ἐκεῖνος μὲν γὰρ οὐκ ἔξω ὕλης, ὁ δὲ τῶν πάντων ὑποστάτης ἐν ἑαυτῷ διαιωνίως ἕστηκε καὶ ἀφʼ ἑαυτοῦ μένοντος τὰ πάντα παρήγαγε.

Θέμις δὲ οὔτʼ ἦν οὔτʼ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο τι πλὴν τὸ κάλλιστον.

Ἡ Θέμις εἰκότως ἐν ἀρχαῖς παραλαμβάνεται τῆς δημιουργίας· αὕτη γάρ ἐστιν ἡ τῶν δημιουργικῶν θεσμῶν αἰτία, καὶ ἀπὸ ταύτης ἀδιαλύτως ἡ τάξις συνέστη τοῦ παντός. διὸ καὶ μένει μὲν παρθένος πρὸ τῆς τοῦ δημιουργοῦ προόδου κατὰ τοὺς χρησμοὺς τῆς Νυκτός, ἔστʼ ἂν Ῥείη παῖδα τέκῃ Κρόνῳ ἐν φιλότητι· συμπαράγει δὲ τῷ Διὶ τὴν τριάδα τῶν Ὡρῶν, ταῖς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε, ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι πάσης οὖν ἐστι τῆς τάξεως τῆς κοσμικῆς μονάς, διʼ ἣν καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης Ἀνάγκην αὐτὴν προσηγόρευσεν, ὡς δέδεικται ἐν ἐκείνοις, καὶ ἐν τοῖς γόνασιν αὐτῆς ἀνεκύκλει τὸν κόσμον, ἄτρεπτον καὶ ἀσάλευτον τὴν τάξιν ἀεὶ διατηρούσης. κατὰ ταύτην οὖν τὴν θείαν αἰτίαν τῆς τάξεως καὶ ὁ δημιουργὸς εἰς τάξιν ἄγων τὸ πλημμελὲς κάλλους τοῖς πᾶσι μεταδίδωσι καὶ ὅμοιον ἑαυτῷ τὸν κόσμον ἀποτελεῖ καὶ συνεχῆ πρὸς ἑαυτόν· ἄριστος γὰρ ὢν τοῦτον ἀποτελεῖ κάλλιστον εἰκότως, διότι καὶ αὐτὸ τὸ κάλλος τὸ πρώτιστον καὶ νοητὸν τῆς ἀγαθότητος ἐξήρτηται καὶ ἐν αὐτῇ ἐστι. διὰ τοῦτο δὴ καὶ ὁ κόσμος κάλλιστος ὢν ἐξῆπται τοῦ δημιουργοῦ ἀρίστου ὄντος· καὶ διότι τὸ ἀγαθὸν αἴτιόν ἐστι τῆς καλλονῆς, διὰ τοῦτο καὶ ὁ ἄριστος πατὴρ τοῦ καλλίστου γεννήματος ὑποστάτης. ἔτι δὲ ἐπειδὴ φρουρός ἐστι τῶν θείων νόμων ἡ Θέμις, οὗτοι δὲ ἐν τάξει τῶν δευτέρων τὰς ἀπογεννήσεις ἀπὸ τῶν πρώτων ποιοῦνται καὶ τὴν συνέχειαν σῴζουσι τῶν θείων καὶ τὰς ὁμοιότητας τῶν δευτέρων πρὸς τὰ πρῶτα, διὰ δὴ τοῦτο καὶ ὁ δημιουργὸς μετὰ τῆς Θέμιδος ἐνεργῶν κάλλιστον ἀπεργάζεται τὸ πᾶν, αὐτὸς ἄριστος ὤν. ὅπου γὰρ καὶ ὁ Σωκράτης, ἄνθρωπος ὤν, οὔ φησιν αὐτῷ θεμιτὸν εἶναι συγχωρῆσαί τι τῶν ψευδῶν ἢ ἀφανίσαι τὸ ἀληθές, πῶς ἂν αὐτὸν τὸν δημιουργικὸν νοῦν ἄλλο τι φαῖμεν ποιεῖν ἢ τὸ καλόν, ἐξορίζειν δὲ τὸ αἰσχρόν, τῇ Θέμιδι συνηνωμένον καὶ ᾧ ἀεὶ πάρεστιν ἡ Θέμις; ταῦτα μὲν οὖν περὶ τούτου. τὸ δὲ οὔτʼ ἦν οὔτʼ ἔστι πάνυ τῷ ἀρίστῳ προσφυῶς εἴληπται· πρότερον μὲν γὰρ ἀγαθόν τε ἐκάλει τὸν δημιουργὸν καὶ τὸ ἦν αὐτῷ προσῆπτεν, ὡς ἐν τῷ ἀγαθὸς ἦν· ἡ γὰρ ὑπὲρ νοῦν ἁπλότης καὶ αὐτὸ τὸ τῆς θεότητος ἰδίωμα τῷ ἦν οἰκειότερόν ἐστιν, ὡς ὑπεραιώνιον καὶ κρεῖττον ἁπάσης νοήσεως. νῦν δὲ ἄριστον προσειπὼν αὐτὸν ὡς νοῦν ὄντα ἔνθεον—τὸ γὰρ … μετέχον τὸ ἄριστόν ἐστι—τὸ ἦν καὶ τὸ ἔστιν αὐτῷ προσήρμοσεν, ὡς μὲν θεῷ τὸ ἦν, ὡς δὲ νῷ τὸ ἔστιν, ἵνα ἅμα τήν τε θείαν ἕνωσιν δηλώσῃ καὶ τὴν αἰώνιον ὑπόστασιν.

Λογισάμενος οὖν εὕρισκεν ἐκ τῶν κατὰ φύσιν ὁρατῶν οὐδὲν ἀνόητον τοῦ νοῦν ἔχοντος ὅλον ὅλου κάλλιον ἔσεσθαί ποτʼ ἔργον.

Ὁ μὲν Ἀμέλιος θαυμαστῶς διατείνεται τὸν Πλάτωνα τὰς διαφόρους αἰτίας εἰδότα τῆς δημιουργίας ἐπʼ ἄλλην καὶ ἄλλην συνεχῶς μεταπηδᾶν ἀψόφῳ κελεύθῳ, μηδὲν ἐνδεικνύμενον διὰ τὴν συνέχειαν αὐτῶν τῶν θείων αἰτίων, ἀλλʼ ὡς περὶ ἑνὸς καὶ ταὐτοῦ διαταττόμενον διὰ τὴν ἕνωσιν τὴν ἐν ἀλλήλοις τῶν δημιουργῶν· καὶ γὰρ οἱ πάντες εἷς εἰσι καὶ ὁ εἷς πάντες, ἐπεὶ καὶ νῦν ἄλλος μὲν ὁ βουληθείς, ἄλλος δὲ ὁ λογιζόμενος, ἄλλος δὲ ὁ παραλαβών, καὶ ὃ μὲν τῇ βουλήσει ποιεῖ μόνον, ὃ δὲ τῇ νοήσει καὶ τῷ νοεῖν, ὃ δὲ τῇ μεταχειρίσει· τίθησι μὲν γὰρ νοῦν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι καὶ οὕτω συντεκταίνεται τὸ πᾶν. ὁ δέ γε θεῖος Ἰάμβλιχος πᾶσαν μὲν τὴν τοιαύτην ἐξήγησιν ὡς ἂν λίαν περιττῶς διεσκευωρημένην ἐπιρραπίζει, λογισμὸν δὲ ἀφορίζεται τὸν κατʼ αἰτίαν τῶν ὄντων προηγούμενον καὶ τὸν τῆς οὐσίας αὐτῆς δημιουργικὸν καὶ τὸν κατʼ ἐνέργειαν ἑστηκότα ὡσαύτως, ἀφʼ οὗ πάντες οἱ λογισμοὶ συνέχονται καὶ τὸ εἶναι ἔχουσιν. ἡμεῖς δὲ ὅτι μὲν περὶ ἑνὸς δημιουργοῦ καὶ τοῦ αὐτοῦ ποιεῖται τοὺς λόγους, ἤδη τε εἰρήκαμεν καὶ νῦν ὑπομιμνήσκομεν· καὶ γὰρ εἰ πλῆθός ἐστι δημιουργῶν, δεῖ τὴν μονάδα τάττειν πρὸ τοῦ πλήθους· ἐκεῖνό γε μὴν ἀξιώσομεν τὸν θεῖον Ἰάμβλιχον σκοπεῖν, μήποτε ὁ εἷς δημιουργὸς καὶ ὁ ὅλος κόσμος ὢν νοερὸς πολυδύναμός ἐστι καὶ ἄλλαις δυνάμεσιν ἄλλα δημιουργεῖ πρὸς τῷ καὶ πάντων εἷς εἶναι πατήρ· ἔστω γὰρ καθὸ μὲν ἀγαθὸς καὶ καθὸ θεὸς πάντων ὁ αὐτὸς ὑποστάτης· πάντα γὰρ μετέχει τοῦ ἑνός· ἐπειδὴ δὲ τῶν δημιουργημάτων ἁπάντων ἐν ἑαυτῷ τὴν αἰτίαν συνείληφε καὶ ὑφίστησιν ἄλλως μὲν τὸ ὅλον, ἄλλως δὲ τὰ μέρη, τὸ μὲν ἀθρόως καὶ ὁλικῶς, τὰ δὲ διῃρημένως, κατὰ τὰς οἰκείας ἕκαστον αἰτίας, τῇ μὲν μιᾷ νοήσει τὸ ὅλον κοσμεῖ καὶ ἀθρόως ἀπογεννᾷ, καθὸ καὶ ὁ κόσμος ζῷόν ἐστιν ἕν, τῷ δὲ λογισμῷ τὰ ἐν αὐτῷ μέρη, καὶ ταῦτα ὡς ὅλα, διότι τῶν ὁλικῶν ἐστι δημιουργός, νοῦν τὸν ὅλον καὶ ψυχὴν τὴν ὅλην καὶ τὸν ὄγκον ἅπαντα τοῦ σώματος· καὶ διὰ τοῦτο τὰ μὲν μέρη συντιθεὶς λογισμῷ λέγεται ποιεῖν· ἔστι γὰρ ὁ λογισμὸς τῶν μερῶν διῃρημένη διέξοδος καὶ ἡ διακεκριμένη τῶν πραγμάτων αἰτία—οὐ γὰρ ἀποροῦντος ὁ λογισμός, ἐπεὶ οὐδὲ ἡ τέχνη ἀπορεῖ οὐδὲ ἡ ἐπιστήμη, ἀλλʼ οἱ τεχνῖται καὶ οἱ ἐπιστήμονες, ὅταν ἐνδεεῖς ὦσι τῶν ἕξεων· εἰ δὲ αὗται μὴ ἀποροῦσι, τίς μηχανὴ νοῦν ἀπορεῖν; οὐκ ἔστιν· ὥσθʼ ὁ λογισμὸς οὐ διʼ ἀπορίαν τοῦ γενέσθαι δέοντος— τὸ δὲ ὅλον κοσμῶν νοήσει ποιήσει· ἁπλῆ γὰρ ἡ νόησις καὶ εἰς ἓν τοῦ πλήθους συναγωγός, ὥσπερ ὁ λογισμὸς διαιρετικὸς τοῦ ἑνὸς εἰς πλῆθος. τὸ μὲν οὖν λογισάμενος τοιοῦτόν ἐστι. τὰ δὲ κατὰ φύσιν ὁρατὰ τὰ μὲν αἰσθητὰ λέγειν παντελῶς ἄτοπον· ταῦτά τε γὰρ οὔπω διετέτακτο τῷ λόγῳ, καὶ τὸν δημιουργὸν ἐπιστρέφειν εἰς αὐτὰ τῶν ἀδυνάτων ἐστί· πῶς γὰρ νεύει πρὸς τὸ χεῖρον ἢ ὁποίαν ἔμφασιν δέχεται τῶν ἐνύλων, ἐφʼ ἃ μηδὲ τῇ μερικῇ ψυχῇ τὸ νεύειν εὐτυχές; ἄμεινον οὖν, ὡς ὁ θεῖος Ἰάμβλιχος ὑφηγεῖται, τὰ νοητὰ τοιαῦτα νομίζειν· ὅτι μὲν γὰρ ὁρατά ἐστι, δῆλον ἐξ ὧν ὁρᾶν αὐτά φησι τὸν δημιουργόν· ᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ ὅ ἐστι ζῷον, ὅσαι τε καὶ οἷαι, καθορᾷ, μικρὸν ἐρεῖ προελθών. ὅτι δὲ καὶ κατὰ φύσιν ὁρατά, δῆλον εἰ ἐνθυμηθείης, ὅτι τὰ μέν ἐστι πρὸς ἡμᾶς ὁρατά, τὰ δὲ κατὰ φύσιν, καὶ τὰ μὲν πρὸς ἡμᾶς ὁρατὰ τῇ ἑαυτῶν φύσει σκοτεινά ἐστι καὶ ἀσαφῆ, τὰ δὲ κατὰ φύσιν ὁρατὰ ὄντως γνωστὰ καὶ τῷ θείῳ φωτὶ καταλαμπόμενα· τοιαῦτα δὲ τὰ νοητά ἐστι. καὶ μήποτε διότι καὶ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον ὁρατὸν ἐκάλεσε, παρὰ φύσιν ἔχον ὡς πρὸς τὴν δημιουργίαν, ὁρατὰ κατὰ φύσιν ἐκεῖνα κέκληκε τὰ νοητὰ παραδείγματα τοῦ δημιουργοῦ· διὸ καὶ ἐν προοιμίοις ἐδείχθη, πότερον ἀΐδιον τὸ παράδειγμα τοῦ κόσμου θετέον ἢ γενητόν, ὄντων πρὸ τοῦ οὐρανὸν γενέσθαι τῶν δύο, τοῦ τε ὄντος καὶ τῆς γενέσεως. καὶ ποῦ γὰρ ἂν ἀλλαχοῦ τὰς αἰτίας εὑρίσκοι τῶν γενητῶν ὁ δημιουργὸς ἢ ἐν τοῖς νοητοῖς; ἡ γὰρ εὕρεσις οὐκ ἔστι περίπτωσις οὐδὲ κατὰ συλλογισμόν τις ἐπιβολή—τοῦτο γὰρ μερικαῖς προσήκει ψυχαῖς—, ἀλλʼ ἕνωσις πρὸς τὰς νοητὰς τῶν μερῶν τοῦ παντὸς αἰτίας καὶ θέα καὶ πλήρωσις ἐκεῖθεν· ὄντων γὰρ ἐν τοῖς πρὸ αὐτοῦ πάντων παραδειγματικῶς, τῶν τε νοουμένων καὶ τῶν ἀνοήτων—τὸ γὰρ ὄντως ὂν καὶ τῶν νοερῶν καὶ τῶν νοῦ μὴ μετεχόντων περιεῖχεν ἑνοειδῶς τὴν αἰτίαν—καὶ ὑπερτέρων ὄντων ἐκεῖ τῶν ἔννων, καταδεεστέρων δὲ τῶν λοιπῶν—εἰ γὰρ πάντα τὰ ἐκεῖ νενοωμένα καὶ νόες, ἀλλʼ ἐν οἷς μὲν καὶ ἡ αἰτία τὸ νοερὸν ἔχει τῶν αἰτιατῶν, ἐν οἷς δὲ τὸ ἄνουν καὶ ἀλόγιστον, αὐτῶν μὲν τῶν αἰτίων νοερῶν ὄντων, τῶν δὲ ἀπʼ αὐτῶν ἀνοήτων—εἰκότως ὁ δημιουργὸς ἐκεῖσε βλέπων τὸ ἔννουν τοῦ ἀνοήτου τίθεται σεμνότερον, τό τε γένος τοῦ γένους καὶ τὰ ἄτομα τῶν ἀτόμων. καὶ γὰρ ἄνθρωπος ἵππου καὶ τὶς ἄνθρωπος πάντων ἵππων καλλίων κατʼ αὐτὸ τὸ ἔννουν· εἰ δὲ λάβοις μόριον ἀνθρώπου τινὸς καὶ ἵππον, οὐ πάντως θάτερον κάλλιον, οὐδὲ εἰ λάβοις τὸν ὑπὸ τῆς φύσεως δεδημιουργημένον ἄνθρωπον καὶ τὸν ὑπὸ τῆς ἀνδριαντοποιητικῆς κατεσκευασμένον, πάντως ὁ ἐκ τῆς φύσεως κατὰ τὸ σχῆμα σεμνότερος· πολλὰ γὰρ ἡ τέχνη μᾶλλον ἀκριβοῖ. τὸ δʼ οὖν ὅλον πανταχοῦ τοῦ ὅλου κρεῖσσον, ὅταν τὸ μὲν ἔννουν, τὸ δὲ ἀνόητον ᾖ. καὶ γὰρ διά τινος ἄλλου τὰ σώματα μετασχεῖν τοῦ νοητοῦ κάλλους ἀδύνατον ἢ διὰ νοῦ· νοῦς γὰρ τὸ πρώτως τῆς τοῦ κάλλους πληρούμενον μεταδόσεως. μηδεὶς οὖν οἰέσθω τὸν Πλάτωνα τῶν εἰδῶν ποιεῖσθαι τὴν διαίρεσιν εἴς τε τὰ νενοωμένα καὶ τὰ ἀνόητα· τὰ γὰρ ἐκεῖ πάντα νόες, ὡς εἴπομεν, ὅπου καὶ θεοὺς πάντα καλεῖ Πλάτων· ἀλλʼ εἴπομεν, ὅτι εἰς τὰ ἐκεῖ ἀποτεινόμενος ἑώρα καὶ τῶν ἔννων τῶν τῇδε καὶ τῶν ἀνοήτων τὴν διάστασιν· διὸ καὶ οὕτως εἶπεν οὐδὲν ἀνόητον ἔσεσθαι τοῦ ἔννου κάλλιον, ὡς ἐν μὲν τοῖς ἔργοις οὔσης τῆς τούτων διαφορᾶς, κατʼ αἰτίαν δὲ ἐκεῖ προούσης. πάλιν οὖν θεώρησον, ὅπως ὁ Πλάτων διὰ τὰς κυριωτέρας αἰτίας τὰς δευτέρας φησὶν ἐνεργεῖν, ὡς τελικωτέρων οὐσῶν ἐκείνων, τούτων δὲ εἰς ἐκείνας ἀνηρτημένων· διότι μὲν γὰρ ἀγαθὸς ὁ δημιουργός, διὰ τοῦτο κάλλιστον ποιεῖ τὸν κόσμον· ἡ γὰρ ἀγαθότης αἰτία τοῦ κάλλους. διότι δὲ κάλλιστον ποιεῖ τὸ πᾶν, ἔννουν αὐτὸ ἀπεργάζεται· τὸ γὰρ κάλλος ἀποπληροῖ τὸν νοῦν πρῶτον τῆς ἑαυτοῦ δυνάμεως. διότι δὲ ἔννουν ποιεῖ τὸ πᾶν, ψυχῆς αὐτῷ μεταδίδωσι· ψυχὴ γὰρ ἀπὸ τοῦ νοῦ πρόεισι. διότι δὲ ἔμψυχον ἀποτελεῖ τὸν κόσμον, ζωὴν ἐντίθησι τῷ πρότερον πλημμελῶς κινουμένῳ καὶ ἀτάκτως· τοῦτο γὰρ καλῶς ταχθὲν ψυχῆς μετασχεῖν δυνήσεται, ψυχὴ δὲ νοῦ, νοῦς δὲ κάλλους, ὁ δὲ ὅλος κόσμος κάλλιστος γενόμενος τἀγαθοῦ· καὶ τοῦτον τὸν τρόπον ἔσται τε καὶ καλοῖτʼ ἂν εὐδαίμων θεός. καὶ ἔοικεν ἐν τούτοις πάντα τὰ παραδείγματα ὁρᾶν, ἃ δὴ κατὰ φύσιν ὁρατὰ κέκληκεν, οὐ τὸ ἐν τῷ αὐτοζῴῳ μόνον, ἀλλὰ καὶ ὅσα μερικώτερά ἐστι τῶν ἐκεῖ τεττάρων ἰδεῶν. ἢ πῶς ὁρᾷ τὰ μὲν νοητῶν, τὰ δὲ ἀνοήτων παραδείγματα, ἃ δὴ μή ἐστιν ἐν τῷ αὐτοζῴῳ διακεκριμένα; τοῦδε δὲ ἤδη τοῦ αὐτοζῴου μνημονεύσει, ὅταν ζῷον ἀποτελέσῃ τὸ πᾶν· ᾗ γὰρ ζῷον, εἰκών ἐστιν ἐκείνου, καὶ ᾗ τετραμερές· ᾗ δὲ λοιπόν, εἰς νοοῦντα καὶ μὴ νοοῦντα διῄρηται ἤδη καὶ ταύτῃ πάντως ἐξ ἄλλων ἐστὶ μερικωτέρων παραδειγμάτων ἢ κατʼ ἐκείνας τὰς τέτταρας ἰδέας· ὥστε τὸ μὲν αὐτοζῷον τὶ παράδειγμά ἐστιν, οὐ πᾶν δὲ παράδειγμα τὸ αὐτοζῷον. ἀλλʼ ἐπὶ τὰ ἑξῆς ἴωμεν τούτοις ἐπιστήσαντες.

Νοῦν δὲ αὖ χωρὶς ψυχῆς ἀδύνατον παραγενέσθαι τῳ.

Ἡ μὲν νοερὰ οὐσία ἀμέριστός ἐστι καὶ ἑνοειδὴς καὶ αἰώνιος, ἡ δὲ τῶν σωμάτων μεριστὴ καὶ πεπληθυσμένη καὶ μετὰ τῆς χρονικῆς συνυφεστῶσα παρατάσεως. ἀπʼ ἐναντίας οὖν ἔχουσιν αὗται πρὸς ἀλλήλας καὶ δέονται μεσότητος τῆς συνάγειν αὐτὰς δυναμένης, μεριστῆς ἅμα καὶ ἀμερίστου, συνθέτου καὶ ἁπλῆς, αἰωνίου τε καὶ γενητῆς ὑπαρχούσης. τοιαύτην δὲ τὴν ψυχικὴν τάξιν ὁ Πλάτων ὑποτίθεται, νοητὴν ἅμα καὶ πρώτην τῶν γιγνομένων, αἰώνιον καὶ ἔγχρονον, ἀμέριστον καὶ μεριστήν. εἰ ἄρα δεῖ τὸ πᾶν ἔννουν γενέσθαι, δεῖ καὶ ψυχῆς· ὑποδοχὴ γάρ ἐστιν αὕτη τοῦ νοῦ, καὶ διʼ αὐτῆς ὁ νοῦς ἐμφαίνεται τοῖς ὄγκοις τοῦ παντός, οὐχ ὅτι δεῖται τῆς ψυχῆς ὁ νοῦς· οὕτω γὰρ ἂν ἀτιμότερος εἴη τῆς ψυχῆς· ἀλλʼ ὅτι τὰ σώματα δεῖται τῆς ψυχῆς, εἰ μέλλοι νοῦ μεθέξειν. τὰ γὰρ ἔσχατα δεῖται τῶν σωμάτων, ἀλλʼ οὐ τὰ πρῶτα· ταῦτα γὰρ ἀμέσως πανταχοῦ πάρεστι. δεῖ τοίνυν κἀκεῖνο ἐννοεῖν, ὅτι τὴν ψυχὴν τὴν συνάπτουσαν τῷ αἰσθητῷ τὸν νοῦν νοερὰν εἶναι δεῖ καὶ οὐκ ἄνουν· πῶς γὰρ τὸ ἄνουν τῷ νῷ συνηρτῆσθαι δυνατόν; ἀλλὰ δεήσει καὶ τούτοις ἄλλης μεσότητος. τοιαύτη δὲ οὖσα τὸ μὲν σωματοειδὲς ἅπαν ἐμφρόνως ποδηγετήσει καὶ εὐτάκτως, μιμήσεται δὲ τὸν νοῦν χορεύουσα περὶ αὐτόν. εἰ τοίνυν τὰ ὅλα κρείττω τῶν μερῶν ἐστι καὶ τὰ ἀΐδια τῶν κατὰ χρόνον ὑφισταμένων καὶ τὰ ποιοῦντα τῶν ἀποτελουμένων, δεῖ καὶ τὸν ὅλον οὐρανὸν θειότερον εἶναι πάντων τῶν ἐν αὐτῷ μερῶν. εἰ δὴ τῶν ἐν τῷ κόσμῳ τινὰ ζῷα μερικὰ ὄντα καὶ ἔνυλα καὶ ἐπίκηρα νοῦ μετέχειν πέφυκε, τί χρὴ φάναι τὸν σύμπαντα κόσμον; οὐχ ὅλον διʼ ὅλου τὴν εἰς αὑτὸν τοῦ νοῦ παρουσίαν ἐκφαίνειν; τὸ γὰρ σχῆμα καὶ τὴν τάξιν καὶ τὰ μέτρα τῶν δυνάμεων ἐναργῆ τεκμήρια φαίην ἂν εἶναι τῆς νοερᾶς ἐπιστασίας. εἰ δὲ νοῦς ἐφέστηκε τοῖς ὅλοις καὶ διακυβερνᾷ τὸ πᾶν, δεῖ καὶ ψυχὴν εἶναι νοερὰν ἐν μέσῳ, κοσμοῦσαν τὰ σώματα καὶ διοικοῦσαν καὶ χωριστὴν ἅμα τῶν διοικουμένων καὶ πάντα ζωῆς πληροῦσαν, ἵνα διʼ αὐτῆς ὁ κόσμος ἐνστηρίζηται τῷ νῷ καὶ ὁ νοῦς ἐλλάμπῃ τὸν κόσμον· εἰ γὰρ βούλει, καὶ τῶν ἐν Φιλήβῳ γεγραμμένων ἀναμνησθῶμεν, ἐν οἷς ἔλεγεν ὁ Σωκράτης ἀποδεικνύς, ὅτι ἔννους ὁ κόσμος καὶ ἔμψυχος, ὅπως τό τε ἐν ἡμῖν γήινον ἐκ τοῦ παντός ἐστι, καὶ τὸ ἐν ἡμῖν πῦρ ἀπὸ τοῦ κοσμικοῦ πυρός, καὶ ὁ ἀὴρ ὡσαύτως καὶ τὸ ὕδωρ, καὶ ὡς ἄτοπον τὰ μὲν ἐν ἡμῖν χείρονα προϋπάρχειν ἐν τῷ ὅλῳ, τὰ δὲ θειότερα μὴ εἶναί πως ἀνάλογον καὶ ἐν τῷ παντί, νοῦν τὸν ὅλον καὶ ψυχὴν τὴν ὅλην· ἢ γὰρ οὐδὲν τῶν ζῴων ἔννουν ῥητέον, ἢ εἰ ἔστι τι ζῷον τοιοῦτον, ἄτοπον ἄλλο τι πρὸ τοῦ παντὸς νοῦ μετέχειν· τοῦτο μὲν γὰρ ἀεὶ τέτακται καὶ διὰ τὸ ὡσαύτως ἐγγυτέρω τῆς νοερᾶς ἐστιν οὐσίας, τοῖς δὲ μερικοῖς ζῴοις ὑπάρχει πολὺ τὸ ἄτακτον καὶ πλημμελές· καὶ πολλῷ ἄρα μᾶλλον τέτακται τῶν μερικῶν ζῴων τὸ πᾶν· ἔννουν ἄρα αὐτὸ καὶ ἔμψυχον ῥητέον. ὁ μὲν οὖν Πλάτων πάνυ δαιμονίως νοῦν τε ὑποτίθεται διττόν, τὸν μὲν ἀμέθεκτον καὶ δημιουργικόν, τὸν δὲ μεθεκτὸν καὶ ἀχώριστον— ἀπὸ γὰρ τῶν ἐν αὐτοῖς ὄντων τὰ ἐν ἄλλοις ὄντα καὶ συντεταγμένα τοῖς ὑφειμένοις—καὶ τῷ παντὶ διττὴν ἐνδίδωσι ζωήν, τὴν μὲν σύμφυτον, τὴν δὲ χωριστήν, ἵνα καὶ ζῷον ὁ κόσμος ᾖ διὰ τὴν ἐν αὐτῷ ζωήν, καὶ ἔμψυχον διὰ τὴν νοερὰν ψυχήν, καὶ ἔννουν διʼ αὐτὸν τὸν πολυτίμητον νοῦν.

ὁ δέ γε Ἀριστοτέλης ἐξ ἡμισείας τὸν μὲν ἀμέθεκτον νοῦν ὑφεῖλεν τῆς αὑτοῦ φιλοσοφίας· ὁ γὰρ πρῶτος αὐτῷ νοῦς τῆς ἀπλανοῦς ἐστι· τὴν δὲ νοερὰν ψυχὴν μέσην οὖσαν τοῦ τε νοῦ καὶ τοῦ ἐψυχωμένου σώματος ὑποτέμνεται, συνάπτει δὲ αὐτόθεν τῷ ζῶντι σώματι τὸν νοῦν. πρὸς δὲ τούτοις καὶ ἄλλο τι πλημμελεῖν δοκεῖ μοι. νοῦς γὰρ ἐπιστήσας ταῖς σφαίραις ὅλον τὸν κόσμον οὐκ ἐνίδρυσεν οὐδενὶ νῷ· τοῦτο δέ ἐστι πάντων ἀτοπώτατον· πῶς γάρ ἐστιν εἷς ὁ κόσμος, εἰ μὴ νοῦς εἷς ἐν αὐτῷ κρατοίη; τίς δὲ σύνταξις τοῦ νοεροῦ πλήθους, εἰ μὴ μονάδος οἰκείας ἐξηρτημένον εἴη; πῶς δὲ πάντα συντέτακται πρὸς τὸ εὖ, εἰ μὴ κοινός τις εἴη τῶν ἐγκοσμίων ἁπάντων νοῦς; ὁ γὰρ τῆς ἀπλανοῦς ἐκείνης ἐστὶ τῆς σφαίρας, καὶ ὁ τῆς ἡλιακῆς καὶ ὁ τῆς σελήνης, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. πρὸς μὲν οὖν Ἀριστοτέλη καὶ ἰδίᾳ περὶ τούτων γέγραπται. τὸ δὲ τοῦ Πλάτωνος πῶς οὐ θαυμαστόν; λαβὼν γὰρ τὸν κόσμον καὶ διελὼν αὐτὸν εἰς τὰ μέρη καὶ καθʼ ἑαυτὸ θεωρήσας τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον ἵστησιν αὐτὸ λόγῳ, καθάπερ καὶ ἐν Νόμοις τὸ αὐτοκίνητον αἴτιον πάσης κινήσεως ἀποφῆναι βουλόμενος ἔστησε τὸν ὅλον οὐρανὸν καὶ στήσας εἰσοικίζει ψυχὴν εἰς τὸ πᾶν, ἣ πολλὴν προχέασα ζωὴν ἐψύχωσε τὸν κόσμον, καὶ ἐπὶ τῇ ψυχῇ νοῦν, ὃς κυβερνᾷ τὸν κόσμον εἰς ἑαυτὸν ἐστραμμένος, διʼ ὃν τὸ πᾶν κύκλῳ κινεῖται, διʼ ὃν τέτακται τὸ ὅλον, διʼ ὃν ἀεικίνητός ἐστιν ὁ σύμπας κόσμος. ἐπειδὴ δὲ ταῦτα πάντα συμπληροῖ ζῷον ἓν καὶ μίαν φύσιν, ἔδει καὶ τὴν συναγωγὸν αὐτῶν καὶ ἑνωτικὴν αἰτίαν προϋφεστάναι, καὶ ταύτην νοεράν· τὸ γὰρ ἀθρόως καὶ ὁμοῦ τὰ ὅλα περιέχειν καὶ συνάγειν εἰς ἑνὸς συμπλήρωσιν τῆς νοερᾶς ἐστιν αἰτίας ἔργον. διὰ δὴ ταῦτα πρὸ τοῦ μετεχομένου νοῦ τὸν ἀμέθεκτον ὑποστήσας καὶ ἐν αὐτῷ τὰς πάντων αἰτίας ὑποθέμενος ἐκεῖθεν καὶ νοῦς καὶ ψυχὰς καὶ σώματα παρήγαγεν, ἀφʼ ὧν τὸν αἰσθητὸν συνεπλήρωσε κόσμον. ὅτι μὲν οὖν ψυχῆς νοερᾶς ἀνάγκη μετέχειν τὸ πᾶν, εἰ νοῦ μεθέξει, δῆλον ἀπὸ τῶν εἰρημένων· αὕτη γὰρ ἔσται σύνδεσμος τῶν ἄκρων ὑπεναντίων ὄντων. ὅτι δὲ καὶ τὸ ἀντίστροφον ἀληθές, δεικτέον, οἷον ὅτι ψυχῆς νοερᾶς ἐν τῷ παντὶ προούσης ἀνάγκη καὶ νοῦν εἶναι τοῦ παντός· ἐπεὶ γὰρ τὴν ψυχὴν ταύτην νοερὰν εἶναί φαμεν, ἀνάγκη καὶ νοῦ μετέχειν αὐτήν. πότερον οὖν τοῦ ὅλου νοῦ μετέχει μόνον ἢ καὶ ἐν αὐτῇ τινὸς ὄντος ἀπʼ ἐκείνου; ἀλλʼ εἰ μὲν καὶ τὸ σωματικὸν αὐτόθεν τῆς πηγῆς ἀπέλαυε τῶν ψυχῶν καὶ μὴ διὰ τῆς ἐν αὐτῷ ψυχῆς, ἔδει κἀπὶ τῆς ὅλης ψυχῆς τὸ αὐτὸ ποιεῖν· εἰ δὲ ἔστι μὲν ἡ ἐν τῷ δημιουργῷ πηγὴ τῶν ψυχῶν, ἔστι δὲ καὶ ἡ τοῦ παντός, καὶ μετέχει τὸ πᾶν διὰ ταύτης καὶ ἐκείνης, δεῖ δήπου καὶ αὐτὴν τὴν ψυχὴν διὰ τῶν μεθεκτῶν νῶν εἰς τὸν ἀμέθεκτον νοῦν ἀνηρτῆσθαι πάντως· ἀνάλογον γὰρ ὡς τὸ σῶμα τοῦ παντὸς πρὸς τὴν ψυχήν, οὕτως αὕτη πρὸς νοῦν· καὶ γὰρ εἰ μὲν καθὸ ψυχὴ νοερὰ γίνεται, ἔδει πᾶσαν ψυχὴν εἶναι τοιαύτην, εἰ δὲ κατὰ τὴν νοῦ μέθεξιν, ἀνάγκη νοῦ μετέχειν αὐτὴν τοῦ συμμέτρου πρὸς αὐτήν. τοιοῦτος δέ ἐστιν οὐχ ὁ αὐτὸ νοῦς, ἀλλʼ ὁ μέσος τοῦ αὐτὸ νοῦ καὶ ψυχῆς τῆς ἐπίκτητον τὸ νοεῖν ἐχούσης, τὶς ὢν νοῦς καὶ τῷ μὲν εἶναι νοῦς, ἀλλὰ μὴ γίνεσθαι καθάπερ ἡ ψυχή, κρείττων ψυχῆς, τῷ δὲ τὶς εἶναι σύστοιχος πρὸς αὐτήν· ὁ γὰρ αὐτὸ νοῦς καὶ τῷ εἶναι νοῦς ἀλλὰ μὴ γίνεσθαι καὶ τῷ ἁπλῶς εἶναι νοῦς κρείττων τῆς πρὸς ψυχὴν συντάξεως. εἰ δὲ κἀκεῖνο ἐνθυμηθείης, ὅτι πᾶσα μονὰς ὅμοιον ἑαυτῇ ὑφίστησι πλῆθος, ἡ μὲν θεία θεῖον, ἡ δὲ ψυχικὴ ψυχικόν, ὥστε καὶ ἡ νοερὰ νοερόν, καὶ ὡς αἱ δεύτεραι τάξεις ἀεὶ μετέχουσι τῶν πρὸ αὐτῶν, ἀνάγκη τούτων κειμένων εἶναί τινα τοῦ παντὸς κόσμου νοῦν· δεῖ γὰρ τὴν νοερὰν ψυχὴν νοῦ μετέχειν. εἰ μὲν δὴ τοῦ ὅλου μετέχει, φησί τις, ἄτοπον· οὐκ ἔσται γὰρ ἐκεῖνος πάντων δημιουργός· εἰ δὲ ἄλλου τινός, οὗτός ἐστιν ὁ τοῦ παντὸς νοῦς καὶ ὁ κυρίως μεθεκτός, ὡς μετὰ τῆς ψυχῆς τὸ πᾶν συμπληρῶν, ὁ δὲ ὅλος οὕτω μετεχόμενός ἐστιν, ὡς ἐλλάμπων εἰς αὐτήν. εἴτε ἄρα νοῦς ἐφέστηκε τοῖς ὅλοις, ἔμψυχον τὸ πᾶν, εἴτε ἔμψυχον, καὶ ἔννουν ἐστί.

Διὰ δὴ τὸν λογισμὸν τόνδε νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι συνιστὰς τὸ πᾶν συνετεκταίνετο.

Δεῖ πρῶτον ἰδεῖν, τίς οὗτος ὁ νοῦς, καὶ πότερον οὐσιώδης ἐστίν, ὑπερκαθήμενος τῆς ψυχῆς, ἢ ἕξις νοερά τις αὐτῆς, καὶ συλλογίσασθαι, ὅτι οὐσιώδης ἔκ τε τῆς ἀναλογίας— ὡς γὰρ νοῦς πρὸς ψυχήν, οὕτως ψυχὴ πρὸς σῶμα· ψυχὴ δὲ οὐκ ἔστι σώματος οὕτως ὡς ἕξις, οὐδὲ νοῦς ψυχῆς—καὶ ἐκ τῆς τελικῆς αἰτίας· διὰ γὰρ νοῦν ὑποστῆναί φησι τὴν ψυχήν, ἀλλʼ οὐκ ἔμπαλιν· εἰ δὲ νοῦ ἕνεκα ψυχή, νοῦς δὲ τὸ οὗ ἕνεκα, οὐκ ἔστιν ἕξις ὁ νοῦς· οὐδαμοῦ γὰρ ἡ οὐσία διὰ τὴν ἕξιν ὑφίσταται. καὶ τρίτον, ὅτι τοῦτον μὲν τὸν νοῦν ὁ δημιουργὸς ὑφίστησι, τὸν δὲ καθʼ ἕξιν ἡ ψυχὴ κατὰ τὴν ταὐτοῦ κύκλου περὶ τὸ νοητὸν κίνησιν, ὡς αὐτὸς ἐρεῖ· κατὰ γὰρ ἐκείνην νοῦν ἐπιστήμην τε ἐξ ἀνάγκης ἀποτελεῖσθαι. πῶς οὖν ὃν αὐτὴ ὑφίστησιν, ὁ δημιουργὸς ἔμελλεν ὑφιστάνειν πρὸ αὐτῆς; ἐπὶ δὲ τούτοις ὀρθῶς ἔχουσι λαβεῖν, ὅτι περ ἐν τῷ δημιουργῷ καὶ ψυχὴ βασιλικὴ καὶ νοῦς ἦν βασιλικός, ὥς φησιν ὁ ἐν Φιλήβῳ Σωκράτης, κατὰ τὸν τῆς αἰτίας λόγον, καὶ κατὰ ταύτας τὰς πηγὰς τῶν διττῶν τούτων γενῶν καὶ νῦν νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι τίθησιν, οὐ διότι τὰ βελτίονα ἐν τοῖς χείροσίν ἐστιν, οὐδʼ ὅτι δεῖταί τινος ἕδρας ὁ νοῦς, ἢ ὅτι ἔν τινί ἐστιν ἡ ψυχὴ τοῦ παντός— ἀνάξια γὰρ ταῦτα τῶν ὅλων ἐστὶ καὶ θείων οὐσιῶν, διʼ ἃς εὐδαίμων θεὸς ὁ κόσμος ἀποκαλεῖται—ἀλλʼ ὅτι διχῶς τὴν τῶν πραγμάτων φύσιν ἐπινοοῦμεν, ἢ κατὰ τὴν πρόοδον αὐτῶν, ἢ κατὰ τὴν ἐπιστροφήν· καὶ τὴν μὲν πρόοδον θεωροῦντες ἀπό τε τῶν πρώτων ἀρχόμεθα καὶ τὰ αἴτια ἐν τοῖς ἀπʼ αὐτῶν εἶναι λέγομεν, τὴν δὲ ἐπιστροφὴν ἀνάπαλιν· ἐν γὰρ τοῖς αἰτίοις τὰ αἰτιατά φαμεν ὑπάρχειν. καὶ οὖν καὶ ὁ Πλάτων τὸν μὲν δεύτερον τρόπον παραδώσει μικρὸν ὕστερον, ἐν τῇ ψυχῇ τὸ σῶμα τιθεὶς καὶ ταύτην ἐν τῷ νῷ κατὰ τὸν αὐτὸν λόγον, τὸν δὲ τῆς προόδου νῦν μεταχειριζόμενος νοῦν μὲν ἐν ψυχῇ τίθησιν, ὅτι πᾶσα νοοειδής ἐστι καὶ οὐδὲν ἔστι λαβεῖν αὐτῆς, ὃ μὴ κεκράτηται τῇ νοερᾷ φύσει, ψυχὴν δὲ ἐν σώματι, διότι καὶ τοῦτο καθʼ ὅλον ἑαυτὸ μετέχει ψυχῆς καὶ οὐδὲν ἔστιν αὐτοῦ μόριον λαβεῖν ἄψυχον, ἀλλὰ καὶ τὸ τῆς οἰκείας παρῃρημένον ζωῆς ὡς τοῦ παντὸς μέρος ἐψύχωται· καθάπερ γὰρ τὴν πρόνοιαν πανταχοῦ προϊέναι λέγομεν καὶ εἶναι πανταχοῦ, διότι πᾶσι πάρεστι καὶ οὐδὲν ἔρημον ἀφίησιν ἑαυτῆς, κατὰ ταῦτα δὴ καὶ τὸν νοῦν ἐν ψυχῇ φαμεν ὡς ὅλην αὐτὴν περιλάμποντα, κἀν τῷ σώματι τὴν ψυχὴν ὡς ὅλῳ παροῦσαν αὐτῷ. καὶ οὐχ ὁ μὲν Πλάτων οὕτως, ὁ δὲ Ὀρφεὺς τρόπον ἕτερον· ἀλλʼ εἴ με δεῖ τοὐμὸν εἰπεῖν, διὰ τούτων καὶ ἡ τοῦ θεολόγου διάνοια γίγνεται καταφανής. ἡ μὲν γὰρ Ἵππα τοῦ παντὸς οὖσα ψυχὴ καὶ οὕτω κεκλημένη παρὰ τῷ θεολόγῳ τάχα μὲν ὅτι καὶ ἐν ἀκμαιοτάταις κινήσεσιν αἱ νοήσεις αὐτῆς οὐσίωνται, τάχα δὲ καὶ διὰ τὴν ὀξυτάτην τοῦ παντὸς φοράν, ἧς ἐστιν αἰτία, λίκνον ἐπὶ τῆς κεφαλῆς θεμένη καὶ δράκοντι αὐτὸ περιστέψασα τὸν κραδιαῖον ὑποδέχεται Διόνυσον· τῷ γὰρ ἑαυτῆς θειοτάτῳ γίγνεται τῆς νοερᾶς οὐσίας ὑποδοχὴ καὶ δέχεται τὸν ἐγκόσμιον νοῦν. ὃ δὲ ἀπὸ τοῦ μηροῦ τοῦ Διὸς πρόεισιν εἰς αὐτήν — ἦν γὰρ ἐκεῖ συνηνωμένος — καὶ προελθὼν καὶ μεθεκτὸς αὐτῆς γεγονὼς ἐπὶ τὸ νοητὸν αὐτὴν ἀνάγει καὶ τὴν ἑαυτοῦ πηγήν· ἐπείγεται γὰρ πρὸς τὴν μητέρα τῶν θεῶν καὶ τὴν Ἴδην, ἀφʼ ἧς πᾶσα τῶν ψυχῶν ἡ σειρά. διὸ καὶ συλλαμβάνειν ἡ Ἵππα λέγεται τίκτοντι τῷ Διί· ὡς γὰρ εἴρηται πρότερον, νοῦν ἄνευ ψυχῆς ἀδύνατον παραγενέσθαι τῳ, τοῦτο δὲ ὅμοιον τῷ παρʼ Ὀρφεῖ γλυκερὸν δὲ τέκος Διὸς ἐξεκαλεῖτο, τοῦτο δὲ ἦν ὁ κοσμικὸς νοῦς Δίιος ὤν, κατὰ τὸν ἐν τῷ Διὶ μείναντα προελθών. οὕτω δὴ καὶ ἡ θεοπαράδοτος θεολογία φησὶ συμπεπληρῶσθαι τὸν κόσμον ἐκ τῶνδε τῶν τριῶν· λέγει γοῦν ἡ Ψυχὴ περὶ τοῦ Δὶς ἐπέκεινα τοῦ δημιουργήσαντος τὸ πᾶν· μετὰ δὴ πατρικὰς διανοίας Ψυχὴ ἐγὼ ναίω θέρμῃ ψυχοῦσα τὰ πάντα· κατέθετο γὰρ νοῦν μὲν ψυχῇ, ἐνὶ σώματι δʼ ἀργῷ ἡμέας ἐγκατέθηκε πατὴρ ἀνδρῶν τε θεῶν τε μονονουχὶ βοῶσα διαρρήδην, ὅτι καὶ ὁ κατὰ ταύτην δημιουργός ἐστι Ζεύς· περὶ τίνος γὰρ ἄλλου τοῦτο τεθρυλημένον ἔχομεν ἢ περὶ τοῦ μεγίστου Διὸς τὸ πατὴρ ἀνδρῶν τε θεῶν τε; καὶ τοῦ Πλάτωνος τοῖς λόγοις μαρτυροῦντος, ὅταν θεῶν τε αὐτὸν πατέρα καλῇ καὶ τὰς ψυχὰς παραδιδῷ γεννῶντα καὶ εἰς ἀνδρῶν πέμποντα γένεσιν κατὰ τὸν πρώτιστον βίον. ταῦτα μὲν οὖν περὶ τούτων. ἐπειδὴ δέ, ὥσπερ εἴπομεν, εἰς ἑνὸς ζῴου τελεῖ συμπλήρωσιν καὶ ἡ ψυχὴ καὶ ὁ νοῦς, οἰκείως ὁ Πλάτων τῷ τε συνιστὰς καὶ τῷ συνετεκταίνετο δοκεῖ μοι χρήσασθαι, διὰ τῆς ἐν ἀμφοῖν κοινῆς προθέσεως τὴν ἕνωσιν τοῦ παντὸς ἐνδεικνύμενος—ἀεὶ γὰρ τὰ θειότερα τῶν ἐλαττόνων περιληπτικώτερα ποιῶν ἕνα τὸν κόσμον ἀπειργάσατο—διὰ δὲ τῶν καθʼ ἑκάτερον εἰδῶν τῷ μὲν τὴν σύνθεσιν, τῷ δὲ τὴν δημιουργικὴν τέχνην δηλῶν.

Ὅπως ὅτι κάλλιστον εἴη κατὰ φύσιν ἄριστόν τε ἔργον ἀπειργασμένος.

Ἐπὶ τὴν ἀρχὴν ἀνέδραμεν ὁ λόγος, ἀφʼ ἧς τὰ εἰρημένα πάντα συνέθεμεν· τέτακται γὰρ ὁ κόσμος διὰ ψυχήν, ψυχὴ δὲ ὑπέστη διὰ νοῦν, νοῦς δὲ προῆλθεν εἰς τὸ πᾶν διὰ τὸ νοητὸν κάλλος, τούτου δὲ μετέσχεν ὁ κόσμος, ἵνα μετάσχῃ καὶ αὐτοῦ τοῦ ἑνός, καὶ τοῦτο αὐτῷ τέλος ἐστὶ τῆς συστάσεως, κάλλιστον αὐτὸν ἀποτελεσθῆναι καὶ ἄριστον. γίνεται δὲ κάλλιστον μὲν διὰ τὴν ἐν τῷ νοητῷ καλλοποιὸν αἰτίαν, ἄριστον δὲ διὰ τὴν τῶν ἀγαθῶν πηγήν—τὸ ἀγαθὸν γὰρ τὸ πάντων ἄριστον—καὶ διὰ τούτων ἁπάντων ὁμοιότατος τῷ δημιουργῷ· καὶ γὰρ ἐκεῖνος ἄριστος ἀπεκαλεῖτο. ἀλλʼ ἐκεῖνος μὲν τῶν δημιουργικῶν αἰτίων ἄριστος, ὡς τἀγαθὸν ἁπλῶς ἄριστον, ἐπέκεινα ὂν πάντων τῶν θείων αἰτίων, ὁ δὲ κόσμος ἔργον ἄριστον· δημιούργημα γάρ ἐστιν. ἐνταῦθα δὴ καὶ ὁ κόσμος μετέχει θεότητος· ἡ γὰρ ὑπὲρ νοῦν ἀγαθότης θεότης ἐστί, καὶ διὰ τοῦτο ἄριστος ὀνομάζεται. καὶ θαυμαστῶς ὁ Πλάτων οὐχ ὡς περὶ νοῦ καὶ ψυχῆς, οὕτως καὶ περὶ τῆς θεότητος εἶπεν ὡς ἐπὶ τῷ νῷ καὶ αὐτῆς παραγενομένης· ἄρρητός τε γάρ ἐστιν ἡ τοῦ νοῦ πρὸς τὴν θεότητα τὴν οἰκείαν ἕνωσις, καὶ αὐτὸς ὁ νοῦς θεῖος ὢν πρόεισιν ἀπὸ τοῦ πατρός, ὃ καὶ ἴδιόν ἐστι τῆς ὁλικῆς ποιήσεως· ὡς μὲν γὰρ νοῦς ὑφίσταται καὶ ἀπὸ τῆς μερικῆς δημιουργίας, ὡς δὲ θεῖος νοῦς ἀπὸ τῆς ὅλης. οὐ διεῖλεν οὖν ὁ Πλάτων αὐτὸν εἰς θεὸν καὶ νοῦν, ἅτε ἀπὸ τοῦ πατρὸς αὐτὸν ὑφιστάς. ἀλλὰ τί τὸ κατὰ φύσιν; ἦ τάχα μὲν τοῦτο τῆς τάξεώς ἐστι σημαντικόν, καθʼ ἣν καὶ τοῦ θείου κάλλους τὸ πᾶν δεδύνηται μετασχεῖν, καὶ ταὐτὸν ἂν εἴη τῷ κατὰ τάξιν· τάχα δὲ κἀκεῖνο δηλοῖ, τὸ τὸν δημιουργὸν αὐτῷ τῷ εἶναι ποιεῖν καὶ ἀπὸ τῆς οὐσίας τῆς ἑαυτοῦ καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν παράγειν· ἴσως δὲ καὶ ὅτι συμπέπλεκται τῇ φύσει τοῦτο τὸ δημιούργημα, καὶ οὐ τοιοῦτόν ἐστι τὸ κάλλιστον, οἷον τὸ ὑπερφυές, οὐδὲ τὸ ἄριστον, οἷον τὸ κρεῖττον τῆς φύσεως, ἀλλʼ οἷον ἀναμίγνυται τῇ φύσει τὸ ὑπὲρ φύσιν καὶ τοῖς φυσικοῖς τὰ νοερά.

Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.

Ὥσπερ αὐτὸς ὁ κόσμος σύμμικτός ἐστιν ἔκ τε εἰκόνων συγκείμενος καὶ θείων οὐσιῶν φυσικῶν τε πραγμάτων καὶ ὑπερφυῶν, οὕτω δὴ καὶ τὸν περὶ αὐτοῦ λόγον εἰκότα τε προσεῖπεν ὁ Πλάτων καὶ ἀλήθειαν αὖθις ἀπεκάλεσεν· ἔστι γὰρ κατὰ μὲν τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον εἰκοτολογίας δεόμενος, κατὰ δὲ τὴν ἐν αὐτῷ νοερὰν οὐσίαν ἀληθείας καὶ κατὰ τὴν θείαν αἰτίαν, ἀφʼ ἧς πρόεισι, διὸ καὶ αὐτὸς περὶ μὲν τοῦ κόσμου μέλλων λέγειν τὸ εἰκότα προσέθηκε, περὶ δὲ τῆς τοῦ θείου προνοίας τὴν ἀλήθειαν. ἔτι δὲ καὶ κατʼ αὐτὸν τὸν λόγον αὐτὸν θεωρήσειας ἂν ἀμφότερα, τό τε εἰκὸς καὶ τὴν ἀλήθειαν, οὐ μόνον κατὰ τὴν τῶν πραγμάτων φύσιν ταῦτα διαιρούμενον· ἐπειδὴ γὰρ πολλαχοῦ μὲν μεριστῶς ἀντελαμβάνετο τῆς δημιουργίας, λογισμοὺς καὶ διαιρέσεις καὶ συνθέσεις παραλαμβάνων, ὁμοῦ πάντων ὄντων ἐν τῇ ποιήσει τῇ θείᾳ, πολλαχοῦ δὲ ἐπὶ τὴν ὅλην νόησιν ἀνέτρεχε τοῦ πατρός, ὥσπερ ἐν τοῖς ἀξιώμασιν ἀγαθὸς ἦν καὶ θέμις δὲ οὔτʼ ἦν οὔτʼ ἔσται τῷ ἀρίστῳ δρᾶν ἄλλο τι πλὴν τὸ κάλλιστον, τὸ μὲν εἰκοτολογίαν ἐκάλεσε, τὸ δὲ ἀλήθειαν· τὴν μὲν ἁπλῆν ἐπιβολὴν ἀλήθειαν προσαγορεύων, τὴν δὲ διῃρημένην εἰκοτολογίαν· ἀπὸ γὰρ τῶν ἐν ἡμῖν γνώσεων τῶν πολυειδῶν περὶ τῆς θείας ἐνεδείκνυτο καὶ δημιουργικῆς νοήσεως. ἀλλὰ πῶς, φασί, ζῷον ἔμψυχον ἔννουν ἀφορίζεται τὸ πᾶν; δοκεῖ μὲν γὰρ αὖ τὸ μὲν ζῷον μέρος εἶναί τι, τὸ δʼ ἔμψυχον γένος. ἦ μεμνῆσθαι δεῖ τῶν Πλατωνικῶν ὑποθέσεων, αἳ τὸ ζῷον ἄνωθεν ἀπὸ τῶν νοητῶν καθήκειν φασὶ μέχρι καὶ αὐτῶν τῶν φυτῶν, καὶ ὁρᾶς, ὅπως κατὰ τοῦτον τὸν λόγον πᾶν μὲν τὸ ἔμψυχον ζῷόν ἐστιν, οὐ πᾶν δὲ τὸ ζῷον ἔμψυχον· τὸ γὰρ νοητὸν ζῷον ἐπέκεινα καὶ τῶν αἰτίων ἐστὶ τῆς ψυχῆς· καὶ γὰρ ψυχὴν τὴν λογικὴν ζῷον ἀποκαλῶν, τὴν δὲ ζωὴν καὶ μετὰ τὴν λογικὴν ψυχὴν τάττων εἰκότως πᾶν μὲν τὸ ἔμψυχον ὀνομάζει ζῷον, οὐκ ἀνάπαλιν δέ. καὶ διὰ τοῦτο καὶ τὸ παράδειγμα τῶν ὁπωσοῦν ζώντων οὐχὶ ἔμψυχον εἶπεν, ἀλλὰ ζῷον, ἵνα μὴ ἔμψυχον εἰπὼν τινῶν αὐτὸ ποιήσῃ παράδειγμα καὶ μὴ πάντων. εἰ δὲ ταῦτα τοῦτον ἔχοι τὸν τρόπον, εἰκότως ὁ Πλάτων τὸν κόσμον ζῷον εἰπών, ἐπειδὴ καὶ νοητόν ἐστι ζῷον καὶ αἰσθητὸν μὴ μετέχον ψυχῆς λογικῆς, προσέθηκε τὸ ἔμψυχον. καὶ ἐπειδὴ τῶν ψυχῶν τὸ μὲν ἔννουν ἐστί, τὸ δὲ ἄνουν, πρὸς τῷ ἐμψύχῳ καὶ ἔννουν ἀφωρίσατο τὸ πᾶν· ἥκειν γὰρ ἔοικε τὸ μὲν ζῷον ὡς ἀπὸ τοῦ νοητοῦ τοῦ πρώτου, οὕτω καὶ τοῦ τῶν νοερῶν θεῶν νοητοῦ πατρός, τὸ δὲ ἔμψυχον ἀπὸ τῆς μέσης αἰτίας τῆς τε τριαδικῆς καὶ τῆς ἑβδομαδικῆς, τὸ δὲ ἔννουν ἀπὸ τοῦ νοεροῦ πατρός· ἐπεὶ καὶ εἰ τὸν δημιουργὸν μόνον θεωροίης, κατὰ μὲν τὸ ἐν αὐτῷ παράδειγμα ζῷον ἀποτελεῖται τὸ πᾶν, κατὰ δὲ τὴν βασιλικὴν ψυχὴν ἔμψυχον, ἔννουν δὲ κατὰ τὸν βασιλικὸν νοῦν. πάντα δὲ ταῦτα ἡνωμένως ὁ Πλάτων περιέλαβε διὰ τῆς τοῦ θεοῦ προνοίας· ἐκεῖθεν γάρ ἐστι τὸ πᾶν καὶ ζῷον καὶ θεὸς εὐδαίμων τῇ τοῦ θεοῦ προνοίᾳ τελεσθέν. καὶ ὁρᾷς, ὅπως ἀπὸ τῆς ἀγαθότητος διὰ τῆς βουλήσεως ἐπὶ τὴν πρόνοιαν κατέληξεν ὁ λόγος· ἤρτηται γὰρ ἡ μὲν βούλησις τῆς ἀγαθότητος, ἡ δὲ πρόνοια τῆς βουλήσεως, καὶ γίνεται τὸ πᾶν διά τε τὴν πρόνοιαν καὶ διὰ τὴν βούλησιν καὶ διὰ τὴν ἀγαθότητα τοῦ πατρός, τῆς μὲν οὐσίας πρὸ οὐσιῶν οὔσης, τῆς δὲ οἷον δυνάμεως πρὸ δυνάμεων, τῆς δὲ ἐνεργείας πρὸ ἐνεργειῶν· θεοῖς γὰρ ὡς θεοῖς προσήκει ταῦτα· ἣ μὲν γὰρ ἑνοποιός ἐστι τῆς οὐσίας καὶ ἄνθος αὐτῆς, ἣ δὲ μέτρον τῆς δυνάμεως, ἣ δὲ ἐνέργεια πρὸ τοῦ νοῦ· τοῦτο γὰρ οἶμαι καὶ αὐτὸ τὸ ὄνομα δηλοῦν. ἡμεῖς μὲν οὖν τὸ ζῷον καὶ τὸ ἔμψυχον οὕτω διείλομεν. Ἰάμβλιχος δὲ τὸ μὲν ζῷον ἐπὶ παντὸς τάττει τοῦ ζωὴν ἔχοντος, τὸ δὲ ἔμψυχον ἐπὶ τῆς ἰδίας τῶν ψυχῶν μετουσίας. ἴσως δὲ καὶ οὗτος διὰ μὲν τοῦ ζωὴν ἔχοντος καὶ τὰ νοητὰ ζῷα περιείληφε, διὰ δὲ τοῦ ἐμψύχου μόνα τὰ αἰσθητά. κατασκευασθείη δʼ ἄν, ὅτι μὲν ζῷόν ἐστιν ὁ κόσμος, ἐκ τῆς συμπαθείας, ὅτι δὲ ἔμψυχον, ἐκ τῆς ἀεικινησίας, ὅτι δὲ ἔννουν, ἐκ τῆς εὐταξίας· εἰ γὰρ καὶ τὰ τῇδε συμπάσχει τοῖς οὐρανίοις καὶ συντρέπεται παντοίως καὶ τὰ οὐράνια δίδωσιν ἀπορροίας τοῖς θνητοῖς, ἕν ἐστι ζῷον τὸ πᾶν, ὑπὸ μιᾶς ζωῆς συνεχόμενον· μὴ γὰρ οὔσης ταύτης κοινῆς οὐκ ἂν ἦν συμπάθεια τῶν ἐν αὐτῷ μερῶν· ἡ γὰρ συμπάθεια κατὰ μετοχὴν γίνεται φύσεως τῆς αὐτῆς. καὶ εἰ ἀεικίνητός ἐστιν ὁ κόσμος, ὑπὸ ψυχῆς κυβερνᾶται· πᾶν γὰρ σῶμα, ᾧ μὲν ἔνδοθεν τὸ κινεῖσθαι αὐτῷ ἐξ αὐτοῦ, ἔμψυχον, ᾧ δὲ ἔξωθεν, ἄψυχον. εἰ τοίνυν ἀεικίνητός ἐστι, τί τὸ κινοῦν αὐτόν; ἤτοι γὰρ ἀκίνητον τοῦτό ἐστιν, ἢ αὐτοκίνητον. ἀλλὰ τὸ ἀκίνητον τοῖς ὑπʼ ἄλλων κινουμένοις ἀμέσως πελάζειν οὐ θέμις· λείπεται ἄρα αὐτοκίνητον εἶναι τὸ ἀεὶ κινοῦν τὸν κόσμον. τοῦτο δὲ ἔστι ψυχή. ὁ ἄρα κόσμος ἔμψυχός ἐστι. καὶ μὴν καὶ τὸ τρίτον, εἰ ἀεὶ τέτακται τὸ πᾶν, καὶ εἰ πάντα συντέτακται πρὸς τὸ εὖ, καὶ μηδέν ἐστιν ἐπεισόδιον εἰς τὴν τοῦ κόσμου πολιτείαν, νοῦς κυβερνᾷ τὸν κόσμον· ἡ γὰρ συνέχεια τῶν ἐν αὐτῷ καὶ ἡ τάξις καὶ οἱ θεσμοὶ σύμβολα φέρουσιν ἐναργῆ τῆς νοερᾶς ἐπιστασίας. ὁ δέ γε Ἀριστοτέλης καὶ ἄλλως ὑπέμνησεν εἰπών, ὅτι τῶν ἐμψύχων τὰ μὲν ζῷα τὸ ἀριστερὸν ἔχει καὶ δεξιόν, τὰ δὲ φυτὰ τὸ ἄνω καὶ κάτω, μόνος δὲ ὁ κόσμος ἔμψυχος ὢν ἔχει τὸ ἄνω καὶ κάτω καὶ δεξιὸν καὶ ἀριστερόν· ὥστε καὶ ὁ κόσμος ἔμψυχος καὶ ζῷόν ἐστιν. ἀλλὰ μὴν καὶ ἔννους· τὸ γὰρ κινητικὸν αὐτοῦ νοῦς ἐστι. κατʼ ἀμφοτέρους ἄρα τοὺς φιλοσόφους ζῷον ἔμψυχον ἔννουν ὁ κόσμος, πλὴν ὅτι ἔμψυχος κατὰ τὸν ἕτερον ὡς ἔχων ζωὴν ἀχώριστον— οὐ γὰρ τίθησι ψυχὴν νοερὰν ἄλλο τι καὶ νοῦν ὑπὲρ ψυχήν—καὶ δὴ καὶ ἄλλου νοητοῦ ζῴου κατʼ οὐσίαν ἐξηρτημένος· ὃ γὰρ ὁ Πλάτων κέκληκε ζῷον, ἐκεῖνος ζῷον ἀΐδιον, ὡς ἐν τῇ Μετὰ Τὰ Φυσικά φησιν ὁ αὐτός φαμὲν δὲ εἶναι τὸν θεὸν ζῷον ἀΐδιον. καὶ ὅλως ὄντων ἐν τῷ κόσμῳ καὶ τῶν κινουμένων καὶ τῶν ἀκινήτων καὶ τῶν ἀεὶ ἑκατέρων καὶ τῶν ποτὲ δεῖ δήπου τὰς ἀμφοῖν αἰτίας ἐφιστάναι τῷ κόσμῳ· ψυχὴ μὲν οὖν κινήσεως αἰτία· διὸ καὶ ἀκίνητον ὑποθέμενος τὸ πᾶν ἐν Νόμοις ἐκίνησε ψυχὴν εἰσαγαγών, καὶ ἐν Φαίδρῳ ψυχὴν ἀφελὼν ἔστησε πάντα· δηλονότι δὲ νοῦς τῶν ἀκινήτων, ἢ ὅτι τούτου τῶν αἰτίων ὄντων ἀντιρρόπων ἢ καὶ κρειττόνων τῶν κινουμένων· τὰ γὰρ ἀεικίνητα περὶ τὰ ἀκίνητα κινεῖται καὶ διὰ τὸ ἐκεῖνα μένειν ἀεὶ κινεῖται· πάντως ἄρα καὶ νοῦς ἐστι κοσμικὸς ὑπὲρ ψυχήν. πολλοῦ ἄρα δεῖ παραβάλλεσθαι τῷ κόσμῳ τούτῳ ὁ ὑπὸ Χρυσίππου κατασκευαζόμενος· ἐκεῖνος μὲν γὰρ εἰς ταὐτὸ συγχεῖ τάς τε ἀμεθέκτους αἰτίας καὶ τὰς μεθεκτὰς τάς τε θείας καὶ τὰς νοερὰς τάς τε ἀΰλους καὶ τὰς ἐνύλους· ὁ γὰρ αὐτὸς θεὸς παρʼ αὐτῷ πρῶτος ὢν διήκει διὰ τοῦ κόσμου καὶ τῆς ὕλης καὶ ψυχή ἐστι καὶ φύσις ἀχώριστος τῶν διοικουμένων. ὁ δέ γε Πλάτων πρὸ τοῦ κόσμου παντὸς ὑποθέμενος τὰς τριττὰς αἰτίας, τὴν ἀγαθότητα, τὸ νοητὸν ζῷον, τὸν δημιουργικὸν νοῦν, ἀπὸ τούτων δίδωσι τῷ κόσμῳ νοῦν μὲν τέλειον ἀεὶ κατʼ ἐνέργειαν ἱδρυμένον, τῆς ὕλης ἐξῃρημένον, πλήρη νοήσεων ἀχράντων, ψυχὴν δὲ θείαν, νοεράν, ἀνελίττουσαν τὴν οὐσίαν τοῦ ἑνὸς νοῦ καὶ χορεύουσαν περὶ αὐτὸν καὶ ἀνακυκλοῦσαν τὸ πᾶν, ἕνωσιν δὲ τῶν ὅλων οὐσιῶν καὶ θεότητα μίαν καὶ ἀγαθότητα τὴν συνέχουσαν μὲν ἅπαν τὸ ἐν τῷ κόσμῳ πλῆθος καὶ ἑνοποιοῦσαν, πρόνοιαν δὲ ἐπὶ πάντα διατείνουσαν, χωριστὴν τῶν προνοουμένων καὶ ἑαυτῆς οὖσαν καὶ ἑαυτὴν ἐξαιροῦσαν ἀφʼ ὅλων τῶν διοικουμένων. ἐπειδὴ δέ, ὥσπερ καὶ πρότερον εἴπομεν, δεῖ τάς τε προόδους τῶν ὅλων καὶ τὰς ἐπιστροφὰς θεωρεῖν, ἀμφότερα πεποίηκεν ὁ Πλάτων· τὰς μὲν γὰρ προόδους αὐτῶν παραδέδωκεν ἐν τῷ νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι θείς, τὰς δὲ ἐπιστροφὰς ἀπὸ τοῦ κόσμου τε ἀρχόμενος, καλῶν αὐτὸν ζῷον ἔμψυχον ἔννουν, καὶ διὰ ψυχῆς τῷ νῷ συνάπτων αὐτόν, ὃ δὴ τῆς ἐπιστροφῆς ἔργον ἐστὶν ἐξαίρετον, καὶ τέλος ἐπὶ τὴν πρόνοιαν τὴν δημιουργικὴν ἀναπέμπων τὴν τοῦ κόσμου σύστασιν, διʼ ἧς ἡ ἐπιστροφὴ τοῖς πᾶσίν ἐστιν· ἡ μὲν γὰρ ἀγαθότης ἑνοῖ τὸν δημιουργὸν πρὸς τὸ ἕν, ἡ δὲ βούλησις χορηγεῖ τὰ ἀγαθὰ τοῖς ὅλοις, ἡ δὲ πρόνοια πάντα ἐπιστρέφει καὶ πρὸς αὐτόν· καὶ γὰρ ἀνάλογόν ἐστιν, ὡς εἴπομεν, ἣ μὲν πρὸς τὴν οὐσίαν, ἣ δὲ πρὸς τὴν δύναμιν, ἣ δὲ πρὸς τὴν ἐνέργειαν, διόπερ ἣ μὲν ἑδράζει τὰ πάντα, ἣ δὲ κινεῖ πρὸς τὴν πρόοδον, ἣ δὲ ἀνακαλεῖται κατὰ τὴν ἐπὶ τὸ πρὸ νοῦ τῶν πάντων ἐπιστροφήν. εἰ δὲ ὁ δημιουργὸς διὰ τὴν ἀγαθότητα κοσμεῖ τὸ πᾶν, διὰ δὲ τὸ κοσμεῖν ἔννουν ποιεῖ καὶ ἔμψυχον, ταῦτα δὲ ποιῶν διὰ τὴν πρόνοιαν ποιεῖ—διὰ γὰρ τὴν τοῦ θεοῦ πρόνοιαν ταῦτα γέγονεν—ἀνάγκη ταὐτὸν εἶναι τὸ διὰ τὴν ἀγαθότητα ποιεῖν καὶ διὰ τὴν πρόνοιαν, εἰκότως· ἐνέργεια γὰρ ἡ πρόνοια τῆς ἀγαθότητος· ὥστε κατὰ Πλάτωνα οὐδὲν ἄλλο ἐστὶ πρόνοια ἢ κατὰ τὸ ἀγαθὸν ἐνέργεια· καὶ γὰρ ἐνταῦθα λέγομεν τοῦτο προνοεῖν τινος τὸ ἀγαθοῦ τῷ προνοουμένῳ αἴτιόν τινος. οὐ μόνον ἄρα τὴν πρόνοιαν ὁριστέον τῷ πάντα ἐπεστράφθαι εἰς τὸ πρῶτον, ἀλλὰ καὶ τῷ ἐκεῖνο εἰς πάντα ἐνεργεῖν πάντα κοσμοῦν κατὰ μίαν ἕνωσιν. καὶ τοῦτό ἐστιν ἡ ὡς ἀληθῶς πρόνοια, τοῦ ἀγαθοῦ μετάδοσις εἰς πάντα καὶ πάντων ἐπιστροφὴ πρὸς τὸ μεταδιδὸν καὶ μετάληψις, ἐκείνου διδόντος πᾶσιν ὃ δίδωσι κατὰ δύναμιν ἑκάστου τῆς δόσεως. καὶ δεῖ μεμνῆσθαι καὶ ὧν ὁ Χαιρωνεὺς εἶπε περὶ τοῦ τῆς προνοίας ὀνόματος, ὡς Πλάτωνος οὕτως τὴν θείαν αἰτίαν καλέσαντος. εἰ δὲ καὶ νοῦς ἐστιν ὁ δημιουργὸς καὶ πρόνοια, καθόσον ἔχει τι καὶ τοῦ νοῦ κρεῖττον, εἰκότως καὶ τοῦτο ἔσχε τὸ ὄνομα διὰ τὴν ὑπὲρ νοῦν ἐνέργειαν· καὶ γὰρ τοῦ μὲν ἀγαθοῦ πάντα ἐφίεται, νοῦ δὲ οὐ πάντα· οὐδὲ γὰρ καὶ ὅσα νοῦ παντελῶς ἐστιν ἄμοιρα, ἵνα μὴ ματαία τις ἡ ἔφεσις ᾖ τέλους ἄμοιρος οὖσα. καὶ διότι μὲν πρόνοια, εἰς αὐτὸ τἀγαθὸν ἀνήρτηται, διότι δὲ νοῦς, εἰς τὸν πρώτιστον νοῦν· νοῦς γὰρ πρώτιστος οὐχ ὁ νοῶν καὶ δημιουργῶν, ἀλλʼ ὁ νοῶν μόνον καὶ διὰ τοῦτο καθαρὸς ὢν νοῦς, ὡς ἐν Κρατύλῳ μεμαθήκαμεν. διὸ καὶ κατὰ Πλάτωνα ὃ μὲν ἅπαξ λέγοιτο ἄν, μίαν ἔχων ἐνέργειαν τὴν πρὸς ἑαυτόν, ὃ δὲ δίς, μετὰ ταύτης προσλαβὼν καὶ τὴν δημιουργικὴν τοῦ παντός, καὶ οὐ μόνον διαθεσμοθετῶν τὰ μεθʼ ἑαυτόν, ἀλλὰ καὶ μένων ἐν τῷ ἑαυτοῦ κατὰ τρόπον ἤθει, καθάπερ ἐρεῖ μικρὸν ὕστερον.

Τούτου δὲ ὑπάρχοντος αὖ τὰ τούτοις ἐφεξῆς ἡμῖν λεκτέον, τίνι τῶν ζῴων αὐτὸν εἰς ὁμοιότητα ὁ συνιστὰς συνέστησεν.

Τὴν συνέχειαν τῶν προβλημάτων καὶ τὴν συνάρτησιν τῶν δευτέρων πρὸς τὰ πρότερα σαφῶς ὁ Πλάτων ἐνδείκνυται διὰ τούτων. τὸ γὰρ τούτου δὲ ὑπάρχοντος καὶ τὸ τὰ τούτοις ἐφεξῆς τὴν συνέχειαν ἐνδείκνυται πρὸς τὰ εἰρημένα τῶν ῥηθησομένων, καὶ ὅτι διὰ τὴν ἐκείνων ἀλήθειαν καὶ τὰ μέλλοντα δέχεται τὴν ἀρχὴν τῆς ζητήσεως· ἐπεὶ γὰρ δέδεικται, ὅτι κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν ἀπετελέσθη ζῷον τὸ πᾶν, ἀναγκαῖον αὐτὸ πρὸς νοητὸν ἀφωμοιῶσθαι ζῷον· ποῦ γὰρ βλέπων ὁ δημιουργὸς ἐποίησε ζῷον τὸν κόσμον ἢ εἰς τὸ νοητόν; καὶ γὰρ ἓν ἦν τῶν προδεδειγμένων, ὅτι πρὸς ἀΐδιον παράδειγμα γέγονε κάλλιστος ὢν ὁ κόσμος. εἰ οὖν εἰκόνα ποιῶν ἐκείνου ζῷον ὑπέστησεν, εἴη ἂν καὶ αὐτὸ τὸ παράδειγμα ζῷον νοητόν· εἰ γὰρ μὴ ἐκεῖνο ζῷον, πῶς τοῦτο ἐκείνου γεγονὸς εἰκὼν ζῷον ἀπετελέσθη; καθὸ γὰρ ὅμοιόν ἐστιν ἐκείνῳ, γέγονε ζῷον· αἰσθητὸν μὲν γὰρ οὐχ ὡς ὅμοιον καὶ μεριστόν, ἀλλὰ ταῦτα διὰ τὴν σωματικὴν συνεισῆλθε φύσιν, ζῷον δὲ ὡς ὅμοιον τῷ νοητῷ. εἰ δὲ ὅμοιον, ἐκεῖθεν ἔλαχε τὴν τοῦ ζῴου μορφήν· καὶ γὰρ αἱ εἰκόνες οὐ τὰς ἰδέας μόνον, ἀλλὰ καὶ τὰς ἐπωνυμίας καθόσον εἰδοπεποίηνται ἀπὸ τῶν παραδειγμάτων ἔχουσιν· ὥστε εἰ τὸ ζῆν αὐτῷ διὰ τὸ παράδειγμα, καὶ ζῷον ἀπʼ ἐκείνου καλεῖται καὶ ἔμψυχον ὁμοίως, διότι καὶ ἡ τῆς ὅλης ψυχώσεως αἰτία προϋφέστηκεν ἐν τοῖς νοητοῖς, καὶ ἔννουν διὰ τὸν αὐτὸν λόγον, ἀλλὰ ζῷον μᾶλλον προσεῖπε τὴν κυριωτάτην αἰτίαν, διότι καὶ τῆς ψυχώσεώς ἐστιν αἰτία καὶ τῆς τοῦ νοῦ χορηγίας καὶ πάσης ὡς εἰπεῖν ζωῆς· πᾶν γὰρ τὸ ἔννουν καὶ ἔμψυχόν ἐστι, καὶ πᾶν τὸ ἔμψυχον καὶ ζῷον, οὐ μέντοι καὶ ἀνάπαλιν· οὔτε γὰρ πᾶν ζῷον ἔμψυχον— τὸ γὰρ μετέχον λογικῆς ψυχῆς ἔμψυχον ἦν—οὔτε πᾶν ἔμψυχον ἔννουν—ἀνθρώπων γὰρ βραχὺ γένος ἐστὶ νοῦ μετέχον—ὥστε πάντων τὸ ζῷον περιληπτικώτερον, καὶ οἷς μὲν τὰ ἄλλα ὑπάρχει, καὶ τοῦτο πάρεστιν, οἷς δὲ τοῦτο πάρεστιν, οὐκ ἐξ ἀνάγκης τὰ λοιπὰ ὑπάρχει. τὸ δὲ περιληπτικώτερον τῆς πρωτίστης ἀρχῆς ἐγγύτερον, τὸ δὲ ἔγγιον ἐκείνης εἰς αἰτίας λόγον κυριώτερον, εἴπερ ἐκείνη πάντων ἐστὶν αἰτία τῶν ὄντων. ἐπεί γε οὐ ζῷον μόνον οἶδε νοητὸν ὁ Πλάτων, ἀλλὰ καὶ ἔμψυχον ἐν τῷ Σοφιστῇ δεδήλωκε· ζωὴν γὰρ ἐν τῷ ὄντι καὶ ψυχὴν θέμενος καὶ νοῦν καὶ βουλόμενος αὐτῷ δοῦναι καὶ κίνησιν ἐπήνεγκεν· ἀλλὰ δῆτα τὸ νοῦν μὲν καὶ ψυχὴν καὶ ζωὴν ἔχον ἀκίνητον μέντοι τὸ παράπαν ἔμψυχον ὂν ἑστάναι; ἔστιν οὖν καὶ ζωὴ νοητὴ καὶ ζῷον νοητόν, καὶ αἰτία ψυχῆς καὶ ἔμψυχον, καὶ αἰτία τοῦ νοῦ καὶ ἔννουν, καὶ τὸ ζῷον ἐπέκεινα πάντων τῶν νοητῶν παραδειγμάτων. διὰ ταῦτα μὲν οὖν ὁ Πλάτων τὸν περὶ τῆς πρὸς τὸ νοητὸν ζῷον ὁμοιώσεως τοῦ κόσμου λόγον ἐφεξῆς εἶπεν εἶναι τῷ περὶ τῆς συστάσεως αὐτοῦ προβλήματι· διότι γὰρ ὁμοιωθεὶς ἐκείνῳ κατʼ αὐτὸ τὸ τῆς ὁμοιώσεως εἶδος ὑπὸ τοῦ δημιουργοῦ ζῷον ἀπετελέσθη, κυριώτερον ἂν ἐκεῖνο ῥηθείη ζῷον, πρὸς ὃ τοῦτο τὸ ζῷον ἐγένετο· τὸ γὰρ ζῷον εἶναι διὰ τὸ νοητὸν ἔσχεν, ἀλλʼ οὐ διὰ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον. ἀνάγκη δὲ πᾶν ἢ παρὰ τὴν ὕλην τῷ παντὶ ὑπάρχειν ἢ παρὰ τὸ εἶδος· ὥστε εἰ μὴ παρὰ τὸ ὑποκείμενον ζῷον ὁ κόσμος, παρὰ τὸ εἶδος ἔχει τὸ ζῷον εἶναι· εἰ δὲ παρὰ τὸ εἶδος, τὸ πρώτως ζῷόν ἐστι τὸ αἴτιον αὐτῷ τοῦ εἴδους. ἔχεται δὲ τούτου τοῦ προβλήματος ἐκεῖνο λοιπὸν κατιδεῖν, τίνι τῶν ζῴων ὡμοίωται· ὅτι μὲν γὰρ ὡμοίωται, δῆλον ἀπὸ τῶν εἰρημένων, τίνι δὲ ὡμοίωται, τὸ ἐχόμενόν ἐστι σκοπεῖν. πλῆθος γάρ ἐστι νοητῶν ζῴων, ὃ καὶ ὁ Πλάτων ἐνδεικνύμενος ἤρετο, τίνι τῶν ζῴων ὅμοιον αὐτὸν συνέστησεν ὁ δημιουργός· ἄνωθεν γὰρ ἀπὸ τῶν νοητῶν ἀρχόμενον διὰ πασῶν τῶν· μέσων τάξεων προϊὸν τὸ ζῷον ὅπου μὲν νοητῶς μόνον ἐστίν, ὅπου δὲ νοητῶς μέν, ἀλλʼ ὡς ἐν νοητοῖς καὶ νοεροῖς, ὅπου δὲ νοερῶς, καὶ οὗ μὲν νοητῶς ὡς ἐν νοεροῖς μόνον, οὗ δὲ ζωτικῶς, οὗ δὲ νοερῶς· καὶ οὕτως ἐν ἑκάστοις τῶν νόων ἐστὶ τὸ ζῷον νοητὸν οἰκείως αὐτοῖς· πᾶς γὰρ νοῦς ἔχει νοητὸν συζυγοῦν. εἰκότως οὖν ὁ Πλάτων ἐπιζητεῖ, ποῖόν ἐστι ζῷον τὸ παράδειγμα τοῦ παντός, πότερον ὑπερκόσμιον ἢ νοερὸν μόνον, ἢ νοερόν τε καὶ νοητόν, ἢ νοητὸν μόνον· κατὰ πάσας γὰρ τὰς τοῦ νοῦ τάξεις πρόεισιν ἡ τοῦ ζῴου φύσις. δεῖ δὲ τὰς διαφορὰς ταύτας ἐν αὐτῷ μὲν τῷ πρωτίστῳ ζῴῳ καθʼ ἕνωσιν ὑποθέσθαι, πρόοδον δὲ αὐταῖς διδόναι κατὰ τοὺς οἰκείους ἀριθμούς· ὡς γὰρ τὸ πρῶτον μοναδικόν ἐστιν, οὕτως ἄλλο κατʼ ἄλλον ἀριθμὸν ἀφώρισται τῶν ζῴων, καὶ ἐν οἷς δὲ ὁ αὐτὸς ἀριθμός, ἐν τούτοις τὸ ἄλλως ἐστὶ καὶ ἄλλως κατὰ τὰς τῶν ὄντων ἰδιότητας· δεῖ γὰρ καὶ ἐπὶ τοῦ ζῴου πρὸ τῶν πεπληθυσμένων εἶναι τὸ μοναδικόν, διὰ τὸ τῷ ἑνὶ τοῦτο εἶναι συγγενέστερον, καὶ καθάπαξ πᾶν πλῆθος θεῖον ἀπὸ μονάδος ἄρχεται. ὥσπερ οὖν ὁ δημιουργὸς πάντων τῶν ποιητικῶν αἰτίων ἐστὶ μονὰς καίτοι τῆς ποιητικῆς ἰδιότητος ἐν πολλοῖς οὔσης θεοῖς, οὕτω δὴ καὶ τὸ αὐτοζῷον τῶν ζῴων ἐστὶ μονὰς ἁπάντων, ἐν ᾧ καὶ τὰ ὁλικώτατα παραδείγματα τῶν ἐγκοσμίων ἐστὶ καὶ ἡ μία τοῦ κόσμου παντὸς αἰτία προϋφέστηκεν. ἀλλὰ διὰ τί, φαίη ἄν τις, ζῷον προσηγόρευσε τὸ παράδειγμα τὸ νοητόν; ὅτι ζωῆς ἐστι χορηγόν, ὡς εἴρηταί μοι καὶ πρότερον, καὶ ὅτι τὰς αἰτίας ἀπογεννᾷ τῆς ὅλης ζῳογονικῆς σειρᾶς καὶ αὐτὰς τὰς τῆς ζωῆς πηγάς, καὶ διότι τῆς πρωτίστης καὶ νοητῆς ζωῆς ἐστι διακορές· τὸ μὲν γὰρ ἓν ὂν ἐπέκεινα τῆς ζωῆς ἐστιν, ἡ δὲ μέση τῶν νοητῶν τάξις ἡ πρώτη ζωὴ καὶ μία καὶ ἄπειρος, τὸ δὲ αὐτοζῷον πλῆρες ὂν τῆς νοητῆς ζωῆς ἀποκαλεῖται ζῷον εἰκότως· ὡς γὰρ αἰώνιόν ἐστι διὰ τὴν τοῦ αἰῶνος ἀποπλήρωσιν, οὕτω δὴ καὶ ζῷον διὰ τὴν τῆς ζωῆς ὑποδοχήν· ἔστι γὰρ νοητόν, ὡς μετὰ τὴν νοητὴν ζωὴν τεταγμένον. ζῷον οὖν οὐχ ὡς αἰσθητικὸν οὐδὲ ὡς ὁρμητικόν, ἀλλʼ ὡς ζῶν κέκληται· πᾶν γὰρ τὸ ζῶν κατὰ Πλάτωνα ζῷόν ἐστιν· ὅ,τι γὰρ ἂν ζωὴν ἔχῃ, φησὶν ὁ Τίμαιος, ζῷον ἂν ἐν δίκῃ καλοῖτο. διὸ καὶ τὰ φυτὰ καὶ τὰ σπέρματα ζῷα προσαγορεύει, τῷ ζῆν τὸ ζῷον χαρακτηρίζων. εἰ οὖν ζῇ τὸ παράδειγμα τὸ νοητὸν ὡς αἰώνιον—ζωὴ γὰρ ἡ πᾶσα ὁ αἰών, ὥς φησι καὶ Πλωτῖνος, ὥστε τὸ αἰώνιον ζῇ—τὸ δὲ ζῶν πᾶν ζῷόν ἐστι, τὸ ἄρα νοητὸν παράδειγμα ζῷόν ἐστι. καὶ λάβοις ἂν ἐντεῦθεν, ὅτι καὶ ἐν τῇ τρίτῃ τριάδι τῶν νοητῶν ἐστιν· οὔτε γὰρ ἐν τῇ πρώτῃ· πρὸ τῆς ζωῆς γάρ ἐστιν ἐκείνη· οὔτε ἐν τῇ δευτέρᾳ· ζωὴ γὰρ αὕτη· ἐν τῇ τρίτῃ ἄρα. οὐδὲ γὰρ ἔξω τῶν νοητῶν, ἐπειδὴ νοητὸν ὁ Πλάτων τὸ παράδειγμα διατελεῖ προσαγορεύων μόνον, καίτοι καὶ νοῦν ὑπερκόσμιον εἰδὼς τὸν δημιουργικόν, ἀλλʼ οὔτε τοῦτον καλεῖ νοητὸν οὔτε ἐκεῖνο ἦν νοερόν. ἔμπροσθεν μὲν οὖν πᾶν τὸ ἀεὶ ὂν ἐλάμβανεν ὡς παράδειγμα πάσης γενέσεως, ἐν ᾧ καὶ τὸ ζῷον καὶ ὁ δημιουργός· ἑκάτερον γὰρ ἀεὶ ὄν· καὶ ὁ αἰών, ὅς ἐστι πρώτως ἀεὶ ὄν, καὶ αὐτὸ τὸ ἓν ὄν, ὅπερ ἐστὶ κατʼ αἰτίαν ἀεὶ ὄν. νῦν δὲ ὡς κόσμου ζῶντος εἶπε παράδειγμα τὸ αὐτοζῷον, ἐπεὶ καὶ τῆς ἀτάκτου γενέσεως τὸ ἀεὶ ὂν παράδειγμα ἦν, εἴπερ ἐκεῖθεν τὰ ἀδιάρθρωτα εἴδη τῷ ἀτάκτῳ παρῆν πρὸ τῆς οὐρανοῦ γενέσεως. ἀλλὰ κἂν λάβωμεν τὸ αὐτοζῷον ᾗ τὰ εἴδη τῶν στοιχείων ἔχει, παράδειγμα καὶ τοῦτό ἐστι τῶν ἰχνῶν τῶν στοιχείων, ᾗ δὲ ζῷον, τοῦ ζῶντος ἤδη τοῦδε τοῦ παντός· ὥστε οὐχ ἁπλῶς ταὐτὸν τὸ αὐτοζῷον καὶ τὸ νοητόν, ἐπεὶ καὶ ὁ αἰὼν ἀεὶ ὄν, ἀλλʼ οὐκ ἔστιν ζῷον, νοητὸν χρόνου παράδειγμα ὄν, ὃς οὐκ ἔστι ζῷον· οὐ γὰρ παράδειγμα πᾶν νοητὸν ζῷον. εἰ δὲ καὶ τὸ αὐτοζῷον αἰώνιον, πρὸ αὐτοῦ ὁ αἰὼν οὐκ ὢν ζῷον· πρὸ γὰρ τοῦ αὐτοζῴου ἄλλο οὐκ ἔστι ζῷον· οὐδὲ γὰρ πρὸ ἄλλου τινὸς ἐκείνων, οἷς τὸ αὐτὸ ἐπάγομεν, ἔστι τι ὅμοιον αὐτῷ εἶδος. ὡς οὖν ὁ αἰὼν πρὸ τοῦ αὐτοζῴου οὔπω ὢν ζῷον, οὕτω πρὸ τοῦ αἰῶνος αὐτὸ τὸ ὄν· διὸ καὶ ὁ αἰὼν ὂν καὶ τὶ ὂν ὁ αἰών. ἡ τρίτη τοίνυν τριὰς ἡ νοητὴ τὸ αὐτοζῷον, περὶ ἧς καὶ τὰ λόγιά φησιν, ὅτι ἐργάτις, ὅτι ἐκδότις ἐστὶ πυρὸς ζωηφόρου, ὅτι καὶ τὸν ζῳογόνον πληροῖ τῆς Ἑκάτης κόλπον καὶ ἐπιρρεῖ τοῖς συνοχεῦσιν ἀλκὴν ζείδωρον πυρὸς μέγα δυναμένοιο. ταῦτα γὰρ πάντα οὐδὲν διαφέρει λέγειν καὶ ὅτι ζῷόν ἐστι νοητὸν παντελὲς πηγὴ πάσης νοερᾶς ζωῆς καὶ αἰτία πάσης τῆς παραδειγματικῆς ὑπάρξεως. ταῦτα καὶ περὶ τούτων. Τῶν δὲ λέξεων τὸ μὲν εἰς ὁμοιότητα συνιστάνειν δηλοῖ τὸ ἄκρως ὡμοιῶσθαι τῷ παραδείγματι τὸ πᾶν· οὐ γὰρ πᾶσα εἰκὼν εἰς ὁμοιότητα συνίσταται, ἀλλʼ ἡ τελέως ὁμοία. ὅπου δὲ ἂν ἐπικρατῇ τὸ ἀνόμοιον, οὐ συνίσταται εἰς ὁμοιότητα· οὐ γὰρ γίνεται τοῦτο τέλος. τὸ δὲ ὁ συνιστὰς συνέστησε σαφῶς ἡμῖν ἐπιδείκνυσιν, ὅτι κατʼ αὐτὸ τὸ εἶναι ποιεῖ καὶ κατὰ τὴν οὐσίαν ἔχει τὴν ἐνέργειαν ὁ τοῦ παντὸς δημιουργός· οὐ γὰρ ἄλλως μὲν αὐτόν, ἄλλως δὲ τὴν ἀπʼ αὐτοῦ προϊοῦσαν ποίησιν ἀπεκάλεσεν, ἀλλὰ διʼ ἑνὸς ὀνόματος. ἔτι δὲ κἀκεῖνο δοκεῖ μοι σημαίνειν, ὅτι καὶ ἀεὶ ποιεῖ καὶ ἀεὶ τελέως ποιεῖ· τὸ μὲν γὰρ συνιστὰς τὴν ἀεὶ παροῦσαν δηλοῖ ποίησιν, τὸ δὲ συνέστησε τὴν παντελῆ καὶ ἀπηρτισμένην. συμπεπλεγμένων δὲ ἀμφοτέρων εὔδηλον, ὅτι καὶ γεννᾷ πάντα καὶ γεγέννηκε διαιωνίως ὁ τοῦ παντὸς ποιητὴς θεός.

Τῶν μὲν οὖν ἐν μέρους εἴδει πεφυκότων μηδενὶ καταξιώσωμεν· ἀτελεῖ γὰρ ἐοικὸς οὐδέν ποτʼ ἂν γένοιτο καλόν.

Πολλῶν ὄντων νοητῶν ζῴων, τῶν μὲν ὁλικωτέρων, τῶν δὲ μερικωτέρων καὶ τῶν μὲν ἡνωμένων, τῶν δὲ διῃρημένων, καὶ τῶν μὲν κατὰ τὸ πέρας, τῶν δὲ κατὰ τὸ ἄπειρον ἀφωρισμένων ἐπιζητήσας ὁ Πλάτων, τί τὸ παντελὲς παράδειγμα τοῦ παντός, καὶ εἰς ποῖον ἀνήρτηται ζῷον νοητὸν ὁ κόσμος, ἀξιοῖ μηδὲν τῶν μερικῶν εἰς ταύτην τιθέναι τὴν τάξιν· τούτων γὰρ ἕκαστον ἀτελές ἐστιν ὡς πρὸς τὸ ὅλον. διχῶς γὰρ τὸ ἀτελὲς λέγεσθαι δυνατόν, ἢ πρὸς τὴν ἑαυτοῦ φύσιν ἢ πρὸς τὸ κρεῖττον καὶ τὸ αἰτιώτερον· ὧν τὸ μὲν οὐ θέμις ἐπὶ τῶν θείων οὐδὲ ἐννοεῖν· ἕκαστον γὰρ ἔχει τὸ αὑτοῦ μέτρον διαιωνίως καὶ τὸ οἰκεῖον ἀγαθὸν ἀεὶ προβεβλημένον· ὡς γὰρ ὁ ἐν Πολιτείᾳ φησὶ Σωκράτης, ἕκαστον ἐκείνων ἄριστόν ἐστι κατὰ τὴν ἑαυτοῦ τάξιν. τὸ δʼ ἕτερον, ὥσπερ εἴρηται, τῶν εἰωθότων ἐστίν· ὡς γὰρ ἐνδεὲς κάλλους ἐν Συμποσίῳ προσεῖπε τὸ μὴ πρώτως καλόν, ἀλλὰ μετέχον κάλλους, οὕτω καὶ ἀτελὲς ζῷον ὃ μὴ πρώτως ἐστὶ ζῷον μηδὲ ὅ ἐστι ζῷον, ἀλλὰ κατὰ μετουσίαν καὶ κατὰ πρόοδον τὴν ἐκεῖθεν ὑποστὰν τοιοῦτον. εἰ τοίνυν πᾶν μὲν τὸ μερικὸν ζῷον ἀτελές, τὸ δὲ παράδειγμα τοῦ κόσμου παντελές ἐστιν, οὐκ ἂν εἴη τὸ παράδειγμα τοῦ κόσμου μερικὸν ζῷον. πότερον γὰρ ὁ δημιουργὸς νοεῖ τὸ παντελὲς τοῦτο ζῷον καὶ πρῶτον ἢ οὔ; τὸ μὲν δὴ μὴ νοεῖν ἀδύνατον, ἃ καὶ τὴν ψυχὴν νοοῦσαν ὁρῶμεν· εἰ δὲ νοοίη, πᾶσα δὲ νόησις τοῦ δημιουργοῦ ποίησίς ἐστι, δεῖ καὶ ποιεῖν αὐτῷ τῷ νοεῖν. τί οὖν ἐστι τοῦ παντὸς θειότερον; οὐ γὰρ δὴ τῶν χειρόνων τι ποιήσει πρὸς τὸ κρεῖττον ὁρῶν. εἰκότως οὖν τοῦδε τοῦ κόσμου τὴν παραδειγματικὴν ἐπιζητῶν ἀρχὴν εἰς τὸ παντελὲς ζῷον ἀνέδραμεν. τί οὖν; φαίη τις ἄν· ἥλιος καὶ σελήνη καὶ τῶν ἀστέρων ἕκαστον οὐχὶ καλόν; καὶ πῶς; τούτων γὰρ ἕκαστον πρὸς μερικὸν ἀπείκασται ζῷον. ἦ καὶ τούτων ἕκαστον καλὸν μετὰ τοῦ ὅλου θεωρούμενον καὶ τῷ ὅλῳ συντεταγμένον, ὥσπερ καὶ ὀφθαλμὸς καλὸς καὶ γένειον καλὸν μετὰ τοῦ ὅλου προσώπου καὶ ἐν τῷ ὅλῳ ὄν, αὐτὸ δὲ καθʼ ἑαυτὸ τὸ προσῆκον αὐτῷ κάλλος οὐκ ἐπιδείκνυσιν· ἐν γὰρ τῷ μέρος εἶναι καὶ οὐχ ὅλον κατὰ τὴν οὐσίαν ἀποσπασθὲν τοῦ ὅλου τὸ ἑαυτοῦ κάλλος ἐλαττοῖ. καὶ τὸ τέλειον οὖν καὶ τὸ καλὸν αὐτοῖς ὑπάρχει μέρεσιν οὖσι διὰ τὸ ὅλον. αἴτιον δέ, φησὶν ὁ Πορφύριος, ὅτι ἐν ἐκείνοις τὸ μέρος ὅλον ἐστί· πάντα γάρ ἐστιν ἐν ἑκάστῳ μερικῶς ὅσα τῷ ὅλῳ παντελῶς διὰ τὴν ἕνωσιν τῶν νοητῶν εἰδῶν. καὶ ἔστι μὲν ἀληθὴς ὁ λόγος, ὅτι καὶ τῶν μερῶν ἐν ἐκείνοις ἕκαστον ὅλον πῃ διὰ τὴν πρὸς τὰ πάντα κοινωνίαν ὁλούμενον, ἓν μὲν ὂν κατὰ τὴν οὐσίαν, πάντα δὲ κατὰ μετουσίαν. οὐ μὴν ἀλλὰ καὶ ἡ ὁλότης αὐτοῦ μερικῶς ἐστι καὶ οὐχ οἵα ἡ τοῦ ἁπλῶς ὅλου. ἄλλο γάρ ἐστιν ἡλιακῶς εἶναι ὅλον ἢ σεληνιακῶς τῷ ἕκαστον νοῦν πάντα ἔχειν οἰκείως ἑαυτῷ τοῦ ἑνὸς κρατοῦντος εἴδους, ὃ καὶ ποιεῖ τὸν νοῦν τοιόνδε νοῦν καὶ τινὰ νοῦν, ἄλλο τὸ ἄνευ μερικῆς ἰδιότητος εἶναι πάντα, καθὸ νοῦς ὢν τὰ πάντα καὶ οὐ καθὸ τοιόσδε νοῦς. τί οὖν; οὐχὶ καὶ ταῦτα πρὸς νοητὰ παραδείγματα γέγονεν, ἥλιος οὗτος καὶ σελήνη καὶ ἕκαστον τῶν ἄστρων; πῶς οὖν οὐ καλὰ ταῦτα; ἦ καὶ ταῦτα καλά, ἀλλʼ οὐ κάλλιστα, τὸ δὲ κάλλιστον ὄντως ἐστὶ κόσμος. ὥσπερ οὖν τέλειον μὲν ἕκαστον, ἀλλʼ οὐ παντελές, οὕτω δὴ καὶ καλὸν ἕκαστον, ἀλλʼ οὐ κάλλιστον ὡς τὸ πᾶν· ἐπεὶ ὅτι γε καὶ τούτων ἕκαστον τέλειον, αὐτὸς δηλώσει προελθών, τέλειον ἐκ τελείων καὶ ὅλον ἐξ ὅλων γεγονέναι λέγων τὸν κόσμον. ἄλλη οὖν τοῦ ὅλου τελειότης, ἄλλη τοῦ μέρους, καὶ ἄλλη τοῦ παντελοῦς ὁλότης, ἄλλη τοῦ τελείου μόνον, καὶ ἄλλο ἐν τῷ καλλίστῳ καλόν, ἄλλο τὸ μερικωτέραν μετουσίαν ὑποδεξάμενον τοῦ κάλλους. ταῦτα καὶ πρὸς τήνδε τὴν ἀπορίαν. τὸ δʼ ἐν μέρους εἴδει ῥᾴδιον μὲν εἰς κατανόησιν, εἴ τις ἀκούσειεν ὡς ταὐτὸν σημαῖνον τῷ ἐν μέρους τάξει, τοῦτο δὲ ταὐτὸν τῷ ὡς μέρος γεγονός. ὁ δέ γε θεῖος Ἰάμβλιχος ἀξιοῖ προστιθέναι τὸ «ὡς» τῷ ἐν εἴδει καὶ τὸ ὅλον ἀκούειν ἐν μέρους ὡς ἐν εἴδει πεφυκὸς πᾶν τὸ μερικὸν ζῷον ἐν τοῖς νοητοῖς· ἐπειδὴ γὰρ τὸ μέρος οὐκ ἔστιν ἐν ἐκείνοις τοιοῦτον, οἷον ἐν τοῖς αἰσθητοῖς—ἕκαστον γὰρ ἐκεῖ πάντα ἐστὶν ὅσα τὸ ὅλον κατὰ τὴν ἑαυτοῦ τάξιν—διὰ τοῦτο προσθεῖναι τὸ ὡς ἐν εἴδει τὸν φιλόσοφον, ἵνα τὴν τοῦ μέρους προσηγορίαν οἰκείως τοῖς εἴδεσι θεώμενος μὴ διαστηματικῶς μηδὲ διῃρημένως ἀκούσῃς καὶ τῆς τῶν ἡνωμένων καὶ ἀμερίστων οὐσιῶν ἑνώσεως ἀπολειφθεῖσαν· ἀμέριστα γὰρ ἐκεῖνα καὶ ἡνωμένα κατʼ αὐτόν ἐστι τὸν φιλόσοφον. τὸ δὲ πεφυκέναι μὴ τὸ κατὰ φύσιν εἶναι νῦν ἀκούσωμεν, ἀλλὰ τὸ οὐσιῶσθαι· φύσεις γὰρ καλοῦσι πολλάκις καὶ τὰς οὐσίας ἁπάσας, ὡς ὁ ἐν Φιλήβῳ Σωκράτης· οὐκοῦν ἐν τῇ τοῦ Διὸς φύσει βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν ἐρεῖς εἶναι κατὰ τὸν τῆς αἰτίας λόγον. τὸ δὲ μηδενὶ καταξιώσωμεν οὕτως εἶπεν, ὡς μετὰ τοῦ δημιουργοῦ φθεγγόμενος καὶ αὐτὸ τὸ ἀξίωμα τῆς θείας αἰτίας αὐτῆς ὄντως ἀναλαβών. συνδιατίθεται γάρ τις τῷ θείῳ τὰς ἐξῃρημένας αὐτοῦ καὶ παντελεῖς νοήσεις μυστικῶς ἀφηγούμενος. τὸ δὲ τῷ ἀτελεῖ ἐοικὸς μὴ εἶναι καλὸν ἀληθὲς μέν, ἀπορίαν δʼ ἔχειν δοκεῖ· εἰ γὰρ τὸ μέν ἐστιν ἐν τῷ ὅλῳ κρεῖττον, τὸ δὲ χεῖρον, πῶς τὸ ὅλον οὐ καταδεέστερον τοῦ ἐν αὐτῷ κρείσσονος προσθήκῃ τοῦ χείρονος γέγονε; λύεται δὲ τὸ ἄπορον, διότι τοῦ χείρονος ἡ πρὸς τὸ κρεῖττον σύνταξις ἓν ποιεῖ τὸ ὅλον καὶ τέλειον, ὅταν δὲ ἀσύγκλωστα ἀλλήλοις ᾖ, τηνικαῦτα ἡ μῖξις τοῦ χείρονος ἀφανίζει τὴν τοῦ κρείττονος δύναμιν. εἰ δέ τις ἐξ ἀντικειμένων συλλογισμὸν ποιοίη διά τε τούτων καὶ τῶν ἔμπροσθεν· πᾶν τὸ πρὸς ἀΐδιον παράδειγμα γεγονὸς καλόν· ὑπόκειται γὰρ οὐδὲν πρὸς ἀΐδιον μερικὸν παράδειγμα γεγονὸς καλόν, ὡς νῦν φησι· τὸ ἄρα πρὸς μερικὸν ἀΐδιον παράδειγμα γεγονὸς οὐ γέγονε πρὸς ἀΐδιον παράδειγμα· λύομεν τὸν λόγον αἰτιασάμενοι τὸν μέσον οὐκ ὄντα τὸν αὐτόν· ὅπου μὲν γὰρ δηλοῦν τὸ ὁπωσοῦν καλόν, εἴτε πῂ ἢ ἁπλῶς, ὅπου δὲ τὸ κάλλιστον· ὅταν γὰρ λέγηται τὸ πρὸς μερικὸν παράδειγμα γεγονὸς οὐ καλόν, οὕτως λέγεται, ὅτι οὐ κάλλιστον· τὸ γὰρ μέρος τὴν μέρους μὲν ἔχει καλλονήν, ἁπλῶς δὲ οὐκ ἔστι καλόν, ἀλλʼ ἐκεῖνο μόνον τοιοῦτον, ὅπερ ὅλον ἐστίν, εἰς ὃ συντελεῖ καὶ τὰ τῶν μερῶν κάλλη τινῶν ὄντα καὶ τινά· πᾶν γὰρ μέρος ἄλλου του ἕνεκά ἐστι, τοῦ ὅλου, καὶ ὅπερ ἂν ἔχῃ καλόν, τὴν ὕλης ἔχει τάξιν πρὸς τὸ τοῦ ὅλου καλόν, διὸ οὐ καλὸν ὡς κάλλιστον. ἐκ δὴ τούτων κἀκείνους ἐλεγκτέον τοὺς λόγους, ὅσοι τἀγαθὸν ποιοῦσιν ἕν τι νοητὸν εἶδος, ἀλλʼ οὐ πρὸ πάντων τῶν νοητῶν· εἰ γάρ ἐστί τι τῶν εἰδῶν, καὶ αὐτὸ μέρος ἐστὶ τοῦ ὅλου νοητοῦ βάθους, ἐν ᾧ ἐστι. πᾶν δὲ μέρος, ὡς ἐνταῦθα λέγεται, ἀτελές· ὥστε καὶ τὸ ἀγαθὸν ἀτελές. πῶς οὖν ἔτι τοῦ ὄντος εὐδαιμονέστατον, ἀτελὲς ὄν; οὕτως δὲ καὶ τὸ ἐκείνῳ ἐοικὸς οὐκ ἔστι καλόν· οὐδὲν γάρ ἐστι τῆς πρὸς ἐκεῖνο ὁμοιώσεως πᾶσι τοῖς οὖσι μᾶλλον ἀγαθὸν ἢ μᾶλλον καλόν. εἰ οὖν μέρος ὂν τοιαῦτα ἂν πάσχοι τἀγαθόν, οὐκ ἂν εἴη τοῦ νοητοῦ μέρος. ἀλλὰ μὴν οὐδὲ τὸ ὅλον ἐστὶ νοητόν· τίνος γὰρ ἔτι βασιλεύοι, τὸ ὅλον νοητὸν ὄν; ἐπεὶ οὐδὲ ὁ ἥλιος ἀνάλογον τἀγαθῷ τεταγμένος ὅλον ἐστὶ τὸ ὁρατόν· ἀνάγκη ἄρα ἔξω τοῦ νοητοῦ τἀγαθὸν εἶναι, μήτε μέρος ὂν τοῦ νοητοῦ μήτε ὅλον τὸ νοητόν. οὐδʼ ἄρα ἢ τὸ αὐτοζῷον ἢ ὁ δημιουργὸς εἰς ταὐτὸν ἀχθήσεται πρὸς τἀγαθόν, εἴπερ τούτων ἑκάτερον ὅλον τί ἐστι πάντων ὂν τῶν εἰδῶν περιληπτικόν.

Οὗ δʼ ἐστὶ τὰ ἄλλα ζῷα καθʼ ἓν καὶ κατὰ γένη μόρια, τούτῳ πάντων ὁμοιότατον αὐτὸν εἶναι τιθῶμεν.

Τὸ καθʼ ἓν τοῦτο καὶ τὸ κατὰ γένη τινὲς μὲν εἰρήκασιν ἀντιδιαιρεῖν τὰ ἄτομα εἴδη πρὸς τὰ κοινότερα, ὥσπερ Ἀττικός· καλοῦσι δὲ ἄτομα εἴδη τὰ προσεχῆ τῶν ἀτόμων αἴτια, τὸν αὐτοάνθρωπον, εἰ τύχοι, τὸν αὐτοΐππον, ἕκαστον τῶν τοιούτων εἰδῶν, γένη δὲ τὰ ὁλικώτερα τούτων καὶ περιληπτικώτερα παραδείγματα. τινὲς δὲ καὶ αὐτὰ τὰ καθʼ ἕκαστον ἀντιδιαστέλλεσθαί φασι πρὸς τὰ κοινότερα· καὶ γὰρ εἶναι τὰ μὲν τῶν μερῶν, τὰ δὲ τῶν εἰδῶν παραδείγματα, καθάπερ Ἀμέλιός φησι. καὶ δὴ καὶ Θεόδωρος τούτῳ συνεπόμενος διττοὺς εἶναί φησι νόας τὸν μὲν εἰς τὰ ὅλα, τὸν δὲ εἰς τὰ μέρη διῃρημένον, ταῦτα δὲ ταὐτὰ τῷ κατὰ γένη καὶ καθʼ ἕν. ἄλλοι δʼ αὖ φασιν, ὥσπερ Ξέναρχος, τὸ μὲν κατὰ γένη τὰς κατὰ τὰ στοιχεῖα τῶν ζῴων προϋπαρχούσας νοητὰς αἰτίας δηλοῦν, οἷον οὐράνιον, ἀέριον, ἔνυδρον, χερσαῖον, ὧν καὶ μνησθήσεται μικρὸν ὕστερον, τὸ δὲ καθʼ ἓν τὰς ἐν ἑκάστῳ τούτων εἰδοποιοὺς ἀρχὰς τῶν πολλῶν· καὶ γὰρ ἐν τοῖς οὐρανίοις ἄλλο μὲν παράδειγμα ἡλίου, ἄλλο δὲ σελήνης, καὶ ἐν τοῖς χερσαίοις ἄλλο μὲν ἀνθρώπων, ἄλλο δὲ λεόντων, καὶ ἐν τοῖς μεταξὺ παραπλησίως. ὁ δέ γε θεῖος Ἰάμβλιχος τὴν ἐναντίαν τούτοις ἅπασιν ἐτράπετο τῆς ἐξηγήσεως ὁδόν. οὗτοι μὲν γὰρ τὸ καθʼ ἓν καταδεέστερον καὶ μερικώτερον ποιοῦσιν τοῦ κατὰ γένη. ὃ δὲ ἔμπαλιν σεμνότερον, ὥσπερ δὴ καὶ προσήκει τὴν ἑνάδα προηγεῖσθαι τοῦ πλήθους ἐν τοῖς νοητοῖς. λέγει δὴ οὖν, ὅτι τοῦ αὐτοζῴου πάντα τὰ ἄλλα ζῷα καθʼ ἓν καὶ κατὰ γένη μόριά ἐστι· καὶ γὰρ καὶ κατὰ τὰ πλήθη τὰ ἐν αὐτοῖς καὶ κατὰ τὰς ἑνάδας ὑπὸ τὸ αὐτοζῷον τελεῖ, καὶ οὐδέν ἐστιν αὐτῶν, ὃ μὴ ἐκ τοῦ νοητοῦ προελήλυθε· τὸ γὰρ νοητὸν ζῷον πάντων ἐστὶ τῶν μετʼ αὐτὸ περιληπτικόν, οὐχ ὡς συμπληρούμενον ἀπʼ αὐτῶν—πρὸ γὰρ τῶν μερῶν ἐστιν ὅλον καὶ οὐκ ἐκ τῶν μερῶν—οὐδὲ ὡς κατηγορούμενον αὐτῶν—αἴτιον γάρ ἐστι τῶν πολλῶν—ἀλλʼ ὡς πρωτουργὸς ἀρχὴ καὶ ὡς πληροῦσα πάντα ἑαυτῆς καὶ ἡνωμένως περιέχουσα πάντα, ὅσα διῃρημένως τὰ μετʼ αὐτήν. ἀμερίστως οὖν περιέχει τὰ καλούμενα μόρια καὶ ἑνοειδῶς τὰ πολλὰ γένη καὶ εἴδη συνείληφε καὶ παντελῶς τῶν δευτέρων παραδειγμάτων προϋφέστηκεν· ἐκείνη μὲν γὰρ τὸ πᾶν ἦν νοητῶς, τῶν δὲ μετʼ αὐτὴν τὸ μέν ἐστιν οὐρανίως πάντα, τὸ δὲ ἡλιακῶς, τὸ δὲ γηΐνως, τὸ δὲ ἄλλον τρόπον κατὰ τὰς διαφόρους τῶν ἐγκοσμίων αἰτίας· ὥστε ἣ μὲν παντελῶς πάντα περιέχει, τῶν δὲ ἕκαστον μερικῶς ὡς πρὸς τὴν παντότητα τὴν νοητήν. ἔστιν οὖν ὁ κόσμος καὶ τούτοις μὲν τοῖς μερικοῖς ζῴοις ὅμοιος, ἐπεὶ καὶ αὐτῷ τῷ δημιουργῷ παραπλήσιός ἐστιν, ὁμοιότατος δὲ τῷ αὐτοζῴῳ· διότι δὴ τὸ παντελὲς τὸ ἐκείνου καὶ τὸ φανὸν μεμίμηται, καὶ αὐτὸς ὁρατός· μᾶλλον δὲ ἔστι μὲν καὶ ἕκαστον τῶν τῇδε ζῴων ὅμοιον τῷ παντελεῖ ζῴῳ, καθόσον ἐστὶ ζῷον, τὸ δὲ πάντων ὁμοιότατον ἐκείνῳ τὸ πᾶν ἐστι, πρώτως ὂν ὁρατὸν ζῷον, ὡς ἐκεῖνο πρώτως νοητὸν ἦν ζῷον. διχῶς οὖν ὁμοιότατον, ἢ ὅτι καὶ τοῖς ἄλλοις ὅμοιον ἢ ὅτι καὶ τὰ ἄλλα ὅμοια ἐκείνῳ· καὶ μάλιστα δὲ τὸ πᾶν ἐκείνῳ ὅμοιον.

Τὰ γὰρ δὴ νοητὰ ζῷα ἐκεῖνο ἐν ἑαυτῷ περιλαβὸν ἔχει καθάπερ ὅδε ὁ κόσμος ἡμᾶς ὅσα τε ἄλλα θρέμματα συνέστηκεν ὁρατά.

Τὸ αὐτοζῷον Πλωτῖνος μὲν διχῶς ὑποτίθεται, ποτὲ μὲν τοῦ νοῦ κρεῖττον, ὡς ἐν ταῖς Διαφόροις Ἐπισκέψεσι, ποτὲ δὲ καταδεέστερον, ὡς ἐν τῷ Περὶ Ἀριθμῶν, ὁπόταν λέγῃ πρῶτον εἶναι τὸ ὄν, εἶτα τὸν νοῦν, εἶτα τὸ αὐτοζῷον. Θεόδωρος δὲ ἕκαστον τῶν δημιουργῶν τριττὴν ἔχειν τὴν ὕπαρξιν λέγων τὸ ἐν ἑκάστῳ τρίτον αὐτοζῷον ἀξιοῖ προσαγορεύειν. ληπτέον δὴ παρʼ ἀμφοῖν τὸ ἀληθές, παρὰ μὲν τοῦ θαυμαστοῦ Θεοδώρου τὸ τρίτην αὐτὸ τάξιν ἔχειν ἐν τοῖς νοητοῖς, παρὰ δὲ τοῦ θειοτάτου Πλωτίνου τὸ τινὸς μὲν νοῦ καταδεέστερον εἶναι, τινὸς δὲ ἐπέκεινα, καὶ ῥητέον, ὅτι πρὸς τῷ πέρατι τῶν νοητῶν ἐκφανὲν ἀπὸ τῆς νοητῆς ζωῆς πάντα τὸν ἀριθμὸν ἀπογεννᾷ τῶν νοερῶν τε καὶ ὑπερκοσμίων καὶ ἐγκοσμίων ζῴων ἄνωθεν μέχρι τῶν τελευταίων, καὶ πάντων ἐστὶ περιληπτικόν, ἐξῃρημένον ἀπʼ αὐτῶν καὶ τὰς αἰτίας ἑνοειδῶς προειληφός· τοιαῦτα γὰρ περὶ αὐτοῦ καὶ ὁ Ὀρφεὺς ἐνδείκνυται περὶ τοῦ Φάνητος θεολογῶν. πρῶτος γοῦν ὁ θεὸς παρʼ αὐτῷ ζῴων κεφαλὰς φέρει πολλάς, βρίμας ταυρείους ἀφιεὶς χαροποῦ τε λέοντος, καὶ πρόεισιν ἀπὸ τοῦ πρωτογενοῦς ὠοῦ, ἐν ᾧ σπερματικῶς τὸ ζῷόν ἐστιν, ὃ καὶ ὁ Πλάτων συνιδὼν αὐτοζῷον προσηγόρευσε τὸν μέγιστον τοῦτον θεόν· τί γὰρ διαφέρει ἢ τὴν κρύφιον αἰτίαν ὠὸν καλεῖν ἢ τὸ ἐκφανὲν ἀπʼ ἐκείνης ζῷον; τί γὰρ ἂν ἐξ ὠοῦ γένοιτο τῶν πάντων πλὴν ζῴου; ἦν δὲ τὸ ὠὸν ἐκεῖνο τοῦ τε Αἰθέρος ἔγγονον καὶ τοῦ Χάους, ὧν ὃ μὲν κατὰ τὸ πέρας ἵδρυται τῶν νοητῶν, τὸ δὲ κατὰ τὸ ἄπειρον· ὃ μὲν γάρ ἐστι ῥίζωμα τῶν πάντων, τῷ δὲ οὐδὲν πεῖραρ ὑπῆν. εἰ οὖν τὸ πρῶτον ἐκ πέρατος καὶ ἀπείρου τὸ πρώτως ἐστὶν ὄν, εἴη ἂν ταὐτὸν τό τε Πλάτωνος ὂν καὶ τὸ Ὀρφικὸν ὠόν. εἰ δὲ ἐκ τούτου ὁ Φάνης, κατὰ τὸ αὐτοζῷον τεταγμένος, δεῖ ζητεῖν τί τὸ κατὰ τὸν αἰῶνα παρὰ τῷ Ὀρφεῖ, μέσον ὄντα τοῦ αὐτοζῴου παρὰ Πλάτωνι καὶ τοῦ ὄντος. ἀλλὰ τοῦτο μὲν ἐν ἄλλοις. νυνὶ δὲ τὰ περὶ τοῦ Φάνητος, εἰ οὗτός ἐστι τὸ αὐτοζῷον, τρανέστερα ποιητέον καὶ λεκτέον, ὅτι τὸ αὐτοζῷον οὐκ ἄλλο τί ἐστιν ἢ ὁ παρὰ τῷ θεολόγῳ Φάνης· εἰ γὰρ πρῶτος καὶ μόνος ἀπὸ τοῦ ὠοῦ πρόεισιν, ὃ παρʼ ἐκείνῳ δηλοῖ τὸν πρώτιστον νοητὸν νοῦν, τὸ δὲ ἐξ ὠοῦ προϊὸν πρῶτον καὶ μόνον οὐκ ἄλλο τί ἐστιν ἐξ ἀνάγκης ἢ ζῷον, δῆλον, ὅτι καὶ ὁ μέγιστος Φάνης οὐκ ἄλλο τί ἐστιν ἢ τὸ πρώτιστον ζῷον καί, ὡς ἂν φαίη ὁ Πλάτων, τὸ αὐτοζῷον. τοῦτο μὲν οὖν δέδεικται· τὰ δʼ ἑπόμενα τούτῳ θεωρήσωμεν. οὗτος δὴ οὖν ἀπὸ τῶν κρυφίων θεῶν ἐκφήνας ἑαυτὸν ἐν ἑαυτῷ τὰς τῶν δευτέρων τάξεων αἰτίας προείληφε, ποιητικῶν, συνοχικῶν, ἀρχικῶν, τελεσιουργῶν, ἀτρέπτων, καὶ κατὰ μίαν αἰτίαν πάντα τὰ νοητὰ ζῷα περιείληφεν, ἑαυτὸν μὲν εἰς τὰς ὁλικωτάτας τῶν πάντων ἰδέας ἀνεγείρων, διὸ καὶ πρῶτος θεῶν μορφὴν καὶ εἶδος ἔχειν λέλεκται, παράγων δὲ πάντα καὶ ἐκφαίνων τὰ νοητὰ καὶ ἡνωμένα αἴτια τοῖς νοεροῖς θεοῖς, διὸ καὶ ὁ δημιουργὸς ἀπʼ αὐτῶν πληρούμενος τόνδε τὸν ἐμφανῆ κόσμον ὑφίστησι καὶ ἐν αὐτῷ περιλαμβάνει πάντα τὰ αἰσθητὰ ζῷα, τά τε θειότερα καὶ τὰ θνητά, ἃ δὴ καὶ κυρίως θρέμματά ἐστιν, ὡς τῆς θρεπτικῆς μετέχοντα πάντως ψυχῆς. εἰ δὲ καὶ πάντα θρέμματα καλοῖτο ὡς ἔκγονα φύσεως τὰ σώματα καὶ ὡς ἀεὶ ζῶντα καὶ συνεχόμενα ὑπʼ αὐτῆς, κἂν ἀΐδια ᾖ, ἀλλʼ οὐχ ὡς ἔξωθεν ἐπεισάκτου δεόμενα τροφῆς, ὀρθῶς ἂν ἔχοι. εἰ μὴ ἄρα καὶ θρέμματα πάντα δεῖ τὰ ἐν τῷ κόσμῳ λέγειν, ὡς τρεφόμενα πάντα ὑπὸ τοῦ βασιλέως τῶν ὁρατῶν διὰ τῆς τοῦ φωτὸς μεταδόσεως, ὃ καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης τροφῆς αἴτιον εἶπε καὶ γενέσεως πᾶσιν ὅσα φωτίζει. τρέφεται γὰρ ἕκαστα τελειούμενα διὰ τοῦ φωτός· ἐπεὶ καὶ ἔξωθεν ἔστι τρέφεσθαι καὶ οὐ μόνον ἔνδοθεν, ὡς ἐν Πολιτικῷ μεμαθήκαμεν. πάντα δʼ οὖν τὰ ἐν τῷ κόσμῳ συνείληφεν ὁ δημιουργός, ἵνα δὴ κατὰ τὴν ὁμοιότητα τὴν πρὸς ἐκεῖνο τὸ πᾶν ᾖ καὶ τοῦτο τὸ αἰσθητὸν καὶ τέλειον ἐκ τῶν ἐν αὐτῷ μερῶν. ἔστι μὲν οὖν καὶ οὗτος ὁ κόσμος ζῷον ποικίλον κατʼ ἄλλο ἑαυτοῦ φωνὴν ἄλλην ἀφιεὶς καὶ ἐκ πάντων τῶν μορίων μίαν· ἔστι γὰρ καὶ εἷς πολύς. πολὺ δὲ πρότερον ὁ νοητὸς κόσμος καὶ ἓν ζῷόν ἐστι καὶ πλῆθος, ἐν τῷ ἑνὶ τὸ πλῆθος συνῃρηκώς, ὥσπερ αὖ οὗτος ἐν τῷ πλήθει δεικνύει τὸ ἕν. καὶ ὃ μὲν ὅλον ἐστὶν ἐκ τῶν μερῶν, ὃ δὲ ὅλον πρὸ τῶν μερῶν, ἐξῃρημένως τὰ νοητὰ ζῷα περιέχων καὶ κατʼ αἰτίαν καὶ μονοειδῶς· ἀπʼ αὐτοῦ γὰρ αἱ πηγαὶ τῶν θείων καὶ τὰ ὁλικώτατα πάντα γένη προελήλυθε· διὸ καὶ ὁλικώτατον ζῷον ὁ θεολόγος ἀναπλάττει κριοῦ καὶ ταύρου καὶ λέοντος καὶ δράκοντος αὐτῷ περιτιθεὶς κεφαλάς, καὶ ἐν αὐτῷ πρώτῳ τὸ θῆλυ καὶ τὸ ἄρρεν ὡς ζῴῳ πρώτῳ· θῆλυς καὶ γενέτωρ κρατερὸς θεὸς Ἠρικεπαῖος, φησὶν ὁ θεολόγος· αὐτῷ δὲ καὶ αἱ πτέρυγες πρῶτον. καὶ τί δεῖ πολλὰ λέγειν; εἰ γὰρ ἐκ τοῦ πρωτογενοῦς ὠοῦ τὴν πρόοδον ἔσχε, δηλοῖ καὶ ὅδε ὁ μῦθος, ὅτι τὸ πρώτιστον ζῷόν ἐστιν, εἴπερ τὴν ἀναλογίαν προσήκει φυλάττειν· ὡς γὰρ τὸ ὠὸν τὴν σπερματικὴν αἰτίαν τοῦ ζῴου προείληφεν, οὕτως ὁ κρύφιος διάκοσμος ἑνοειδῶς περιέχει πᾶν τὸ νοητόν, καὶ ὡς τὸ ζῷον ἤδη διῃρημένως ἔχει, ὅσα ἦν ἐν τῷ ὠῷ σπερματικῶς, οὕτω δὴ καὶ ὁ θεὸς ὅδε προάγει τὸ ἄρρητον καὶ ἄληπτον τῶν πρώτων αἰτίων εἰς τὸ ἐμφανές. περὶ μὲν οὖν τούτων ἀρκέσει καὶ ταῦτα πρὸς τὸ παρόν. ὡς δὲ τῶν ὁρατῶν πάντων ὁ κόσμος οὗτός ἐστι περιεκτικός, οὕτω τῶν νοητῶν ἐκεῖνος. ἄλλος δὲ ὁ τρόπος τῆς περιοχῆς, ὥσπερ εἴπομεν, καθʼ ἑκάτερον, ἀλλʼ ὅμως καὶ αὐτὸ τὸ ὁρατὸν τούτοις κατʼ ἀναλογίαν ὑπάρχει τὴν πρὸς ἐκεῖνα· καὶ γὰρ ἐκείνοις ἄνωθεν ὁ Φάνης ἐπιλάμπων τὸ νοητὸν φῶς πάντας ὁρατοὺς ποιεῖ καὶ δείκνυσιν ἐξ ἀφανῶν φανερούς, ὥσπερ καὶ ἐνταῦθα διὰ τοῦ φωτὸς τὰ χρώματα πάντα γεννώμενα τοῖς σώμασι παρέχεται τὸ ὁρατοῖς εἶναι. ἔτι τοίνυν καὶ ἐκεῖνο θαυμάσειεν ἄν τις τῆς τοῦς Πλάτωνος διδασκαλίας, ὅπως τὴν ἕνωσιν ἀσάλευτον τῶν νοητῶν φυλάττων ὅμως καὶ τὴν ἀμιγῆ καθαρότητα δίδωσιν αὐτοῖς· εἰ γὰρ οὕτως ἥνωτο πάντα ἀλλήλοις, ὡς σύγχυσιν εἶναι καὶ μὴ διαμένειν ἄχραντον τὴν ἰδιότητα τὴν ἑκάστων, οὐκ ἂν ἦν ἐρωτᾶν, πρὸς ποῖον παράδειγμα γέγονε τὸ πᾶν· οὐ γάρ ἐστι τὸ ποῖον ἐν τοῖς συγκεχυμένοις. καὶ εἰ τοῦτον ἀπʼ ἀλλήλων διῄρητο τὸν τρόπον, ὡς μηδεμίαν εἶναι κοινωνίαν ἐν αὐτοῖς, οὐκ ἂν ἦν τὰ μὲν περιέχοντα, τὰ δὲ περιεχόμενα τῶν νοητῶν· τὸ γὰρ περιέχειν καὶ περιέχεσθαι τάξεώς ἐστι καὶ κοινωνίας δυνάμεων καὶ τῆς εἰς ἓν σπευδούσης τῶν δευτέρων ἁπάντων συμπνοίας. καὶ μὴν καὶ τὸ τὴν μὲν ἕνωσιν αὐτοῖς ὑπάρχειν ἀπὸ τῆς οὐσίας, τὴν δὲ διάκρισιν ἀπὸ τῶν ἔξω προϊουσῶν ἐνεργειῶν διαφαίνεσθαι καὶ τῶν ἀποτελεσμάτων ἴδιόν ἐστι τῶν ἀσωμάτων καὶ ἀΰλων· αὐτὰ μὲν γὰρ καθʼ ἑαυτὰ θεωρῶν τις ἐν ἀλλήλοις εὑρήσει πάντα διὰ τὸ οἷον ὁμόχρουν αὐτῶν καὶ μάλιστα εἰ τὰς ἑνάδας αὐτῶν ἐθέλοι νοεῖν· ἐκ δὲ τῶν δευτέρων καὶ τῶν μετεχόντων τὴν ἀσύγχυτον αὐτῶν συλλογιζόμεθα φύσιν· πόθεν γὰρ ἡ τούτων διάκρισις ἢ κατὰ τὴν τῶν ποιούντων ἀμιγῆ καθαρότητα; τὰ γὰρ συγκεχυμένα μετʼ ἀλλήλων τοιούτων ἄλλων ἐστὶν ὑποστατικά.

Τῷ γὰρ τῶν νοουμένων καλλίστῳ καὶ κατὰ πάντα τελείῳ μάλιστα αὐτὸν ὁ θεὸς ὁμοιῶσαι βουληθείς, ζῷον ἓν ὁρατὸν πάντα ὅσα αὐτοῦ κατὰ φύσιν συγγενῆ ἐντὸς ἔχον ἑαυτοῦ συνέστησεν.

Ὁ μὲν Ἀττικὸς ἐν τούτοις ἠπόρησεν, εἰ καὶ ὁ δημιουργὸς ὑπὸ τοῦ νοητοῦ ζῴου περιέχεται· δοκεῖ γάρ, εἰ μὲν περιέχοιτο, μὴ εἶναι τέλειος· τὰ γὰρ μερικὰ ζῷα, φησίν, ἀτελῆ, καὶ διὰ τοῦτο τὰ παραπλήσια αὐτοῖς οὐ καλά. εἰ δὲ μὴ περιέχοιτο, οὐ πάντων τῶν νοητῶν εἶναι τὸ αὐτοζῷον περιληπτικώτερον, καὶ ἀπορήσας ἔθετο ῥᾳδίως ὑπὲρ τὸ αὐτοζῷον εἶναι τὸν δημιουργόν. τούτῳ δὲ ἀπʼ ἐναντίας ὁ Πορφύριος ὑφειμένην τῷ δημιουργῷ δίδωσι τάξιν παρὰ τὸ νοητόν· ψυχὴν γὰρ ὑπερουράνιον θέμενος τῷ κόσμῳ ποιητικὴν ἐν τῷ νῷ τὸ παράδειγμα τίθεται τῶν γιγνομένων. μέσος δὲ ἀμφοῖν ὁ θεῖος Ἰάμβλιχος, συνάπτων καὶ ἑνίζων τῷ δημιουργῷ τὸ παράδειγμα διὰ τὴν ἕνωσιν τὴν τοῦ νοῦ πρὸς τὸ νοητόν. Ἀμέλιος δὲ τῷ μὲν τῶν δημιουργῶν εἰς ταὐτὸν ἄγει τὸ νοητόν, τοῖς δὲ οὕτως μετʼ ἐκεῖνον τεταγμένοις τὸ κατὰ τὸ ὂν ἀφωρισμένον. ὁ δὲ ἡμέτερος λόγος εἶναι μέν φησι τὸ αὐτοζῷον καὶ πρὸ τοῦ δημιουργοῦ καὶ ἐν τῷ δημιουργῷ καὶ μετὰ τὸν δημιουργόν· πρόεισι γὰρ ἐπὶ πᾶσαν τάξιν νοερὰν ὁλικήν τε καὶ μερικήν· αὐτόν τε τὸν δημιουργὸν εἰς ἑαυτόν τε ὁρᾶν καὶ τὰ πρὸ ἑαυτοῦ—πρὸς γὰρ τὰ μετʼ αὐτὸν αὐτῷ θέμις οὐκ ἦν ἀποβλέπειν—καὶ ὁρῶντα πρὸς ἐκεῖνα πάντα παράγειν καὶ τὸ πᾶν ὡς πᾶν εἰκόνα ποιεῖν τοῦ νοητοῦ παντός· περιέχεσθαί γε μὴν ὑπὸ τοῦ νοητοῦ παντὸς κατὰ τὴν αἰτίαν τὴν ἐκεῖ τῶν νοερῶν θεῶν, οὐχ ὡς μόριον αὐτοῦ καὶ εἶδος ἕν, ἀλλʼ ὡς δευτέραν τάξιν ἐν τῇ πρὸ αὐτῆς. ἄλλως γὰρ ὁ θεῖος νοῦς λέγεται περιεκτικὸς τῶν εἰδῶν, ἄλλως τῶν μερικῶν νόων· τούτων μὲν γὰρ ἕκαστος πάντα ἐστὶν αὐτοτελῶς, ἐκείνων δὲ ἕκαστον ἥνωται μὲν τοῖς ἄλλοις εἴδεσιν, πάντα δὲ οὐκ ἔστιν· αὐτὸ γὰρ ἕκαστόν ἐστι τὴν οἰκείαν ἰδιότητα σῷζον ἀμιγῆ καὶ ἀσύγχυτον. κατὰ δὴ τὸν αὐτὸν λόγον ἄλλως ἐν τῷ νοητῷ νῷ περιέχεται τὰ νοητὰ τὰ ἐν αὐτῷ ὄντα, ἄλλως αἱ νοεραὶ τάξεις αἱ ἀπʼ αὐτοῦ προελθοῦσαι· καὶ γὰρ τούτων ἑκάστην αὐτοτελῆ οὖσαν φαίης ἂν ἐν τῷ παντελεῖ περιέχεσθαι ζῴῳ. πάντʼ οὖν ἐστι καὶ ἐν τῷ δημιουργῷ ὅσαπερ ἐν τῷ παραδείγματι, καὶ πρὸς ἐκεῖνο ποιῶν τὸν κόσμον καὶ πρὸς ἑαυτὸν ποιεῖ. παντότης δὲ ἄλλη μὲν ἡ νοητή, ἄλλη δὲ ἡ νοερά· καὶ γὰρ ἡ τετρὰς πάντα εἶχεν ἐν ἑαυτῇ καὶ ἡ δεκάς, ἀλλʼ ἣ μὲν ἡνωμένως, ἣ δὲ διῃρημένως, καὶ ἡ δεκὰς ἅπαντα ἔχει ὅσαπερ ἡ τετράς, ἀλλὰ τῷ διῃρημένως ἔχειν ἀτελεστέρα τῆς τετράδος ἐστί· τὸ γὰρ ἐγγυτέρω τῆς μονάδος τελειότερον, καὶ ὅσῳ τὸ ποσὸν ἔλαττον, τοσούτῳ μείζων ἡ δύναμις· ὥστε καὶ ὁ δημιουργὸς πάντα ἔχων ὅσα τὸ νοητὸν ζῷον ὅμως ὑφειμένην ἔχει τὴν παντότητα τῆς νοητῆς. συνελόντες οὖν εἴπωμεν, ὅτι τῆς περιοχῆς οὔσης διττῆς, τῆς μὲν ὡς ἐν ὁλότητι τῶν μερῶν, τῆς δὲ ὡς ἐν αἰτίᾳ τῶν αἰτιατῶν, νῦν ὁ Πλάτων τὴν ἑτέραν παρέλαβεν ἐν ὅλῳ τῷ αὐτοζῴῳ περιέχεσθαι λέγων ὡς μέρη γένη τε καὶ εἴδη τῶν ζῴων, ἃ δὴ πάντα πρὸς τὸ ὅλον ἀτελῆ προσείρηκεν, ὁ δὲ δημιουργὸς προῆλθε μὲν ὡς ἀπʼ αἰτίας ἐκεῖθεν, ἔχει δὲ πάντα καὶ αὐτὸς νοερῶς. περιέχεται οὖν ὁ δημιουργὸς ὑπὸ τοῦ νοητοῦ ζῴου κατὰ τὸν τῆς αἰτίας λόγον, καὶ οὐχ οὕτω περιέχεται, ὡς μέρος, ὥστε καὶ ἀτελής. καὶ διὰ τοῦτο καὶ ὁ Τίμαιος οὕτω πως λέγει· τὰ γὰρ νοητὰ ζῷα πάντα ἐκεῖνο ἐν ἑαυτῷ περιλαβὸν ἔχει· καὶ γὰρ ὡς ἀληθῶς ταῦτα τὰ ὡς μέρη περιεχόμενα ἐν αὐτῷ ἐστιν, ἀνεκφοίτητα μείναντα τῆς οἰκείας ὁλότητος καὶ συμπληροῦντα ἐκείνην ὡς ὅλον οὖσαν οὐ τὸ πρὸ τῶν μερῶν, ἀλλὰ τὸ ἐκ τῶν μερῶν. ταῦτα μὲν πρὸς τὴν ἀπορίαν. ἐκεῖνό γε μὴν ἐπὶ τούτοις καθορᾶν ἄξιον, ὅπως ὁ Πλάτων θαυμαστῶς ποτὲ μὲν ἡμῖν γνωρίμως ἀπὸ τῶν εἰκόνων ἐπὶ τὰ παραδείγματα μέτεισι, ποτὲ δὲ ἀπὸ τῶν παραδειγμάτων ἐπὶ τὰς εἰκόνας, ἅμα μὲν τὴν συνέχειαν τῶν πραγμάτων, ἅμα δὲ τὰς προόδους αὐτῶν καὶ τὰς ἐπιστροφὰς ἐνδεικνύμενος· ὅτε μὲν γὰρ ἔλεγεν, ὅτι καθάπερ ὁ κόσμος ἡμᾶς περιείληφεν, οὕτως τὰ νοητὰ ζῷα περιλαβὸν ἔχει τὸ αὐτοζῷον, ἀπὸ τούτων ἐπὶ τὰ αἴτια αὐτῶν ἀνέτρεχεν· ὅτε δέ, ὅτι τῷ καλλίστῳ τῶν νοουμένων ὁμοιῶσαι βουληθεὶς τὸν κόσμον ὁ θεὸς πάντων αὐτὸν ἀπειργάσατο περιληπτικόν, ἀπὸ τῶν αἰτίων ἐπὶ τὰ ἐξ αὐτῶν μεταβαίνειν ἐθέλει τὴν πρόοδον τῶν δευτέρων μιμούμενος. ποδηγεῖται δὲ πρὸς τὴν τοιαύτην μετάβασιν διὰ τῆς ἀναλογίας· ὃν γὰρ ἔχει λόγον τὰ ἀποτελέσματα πρὸς ἄλληλα, τοῦτον καὶ τὰ παραδείγματα αὐτῶν, τό τε ὁλικώτερον καὶ μερικώτερον ἐν ἀμφοτέροις κατὰ τὸν αὐτὸν λόγον ὑφέστηκεν. ἀλλὰ διὰ τί τῶν νοουμένων κάλλιστον εἶπε τὸ αὐτοζῷον καίτοι πέρας ὂν τῶν νοητῶν; ἦ εἰ καὶ πρὸ αὐτοῦ νοηταὶ τάξεις εἰσίν, ἀλλʼ ἐκείνων ὑφεῖται τὸ κάλλιστον· οὐ γὰρ μετέχουσι τοῦ κάλλους, ἀλλʼ ἐν αὐταῖς ἐστιν ἡ καλλοποιὸς αἰτία καὶ τὸ πρώτιστον κάλλος καὶ ἡ καλλονή. διὸ καὶ παρʼ Ὀρφεῖ κατὰ ταύτην τὴν τάξιν νοερῶς ἐκφαίνεται, ὡς τοῦ κάλλους ἤδη προόντος ἐν τοῖς νοητοῖς τοῖς πρώτοις ἡνωμένως καὶ συνεχῶς ὁ Φάνης περικαλλέος Αἰθέρος υἱὸς ὀνομάζεται καὶ ἁβρὸς Ἔρως, ὅτι δὴ τῆς κρυφίου καὶ ἀρρήτου καλλονῆς πρῶτος οὗτος ὁ θεὸς πεπλήρωται. διὸ κάλλιστος ὀνομάζεται, τῶν μετεχόντων τὸ πρώτιστον ὄν, καὶ εἰ πάντα τὰ νοητὰ ἥνωται ἀλλήλοις· οὐ γὰρ δεῖ διαιρεῖν αὐτὰ τοῦτον τὸν τρόπον ἀπʼ ἀλλήλων, ὃν τὰς νοερὰς τάξεις, ἀλλὰ μίαν αὐτῶν καὶ ἀδιαίρετον τὴν ἕνωσιν θεωρεῖν. λέγεται μὲν οὖν καὶ ταῦτα καλῶς. τὸ δὲ συνεκτικώτατόν ἐστιν, ὅτι τὸ αὐτοζῷον κάλλιστον εἶπεν εἶναι τῶν νοουμένων οὐχὶ πάντων ἁπλῶς, ἀλλὰ ζῴων· πρὸς γὰρ τὰ μερικώτερα ζῷα τὸ παντελὲς παραβάλλων εἶπεν αὐτὸ κάλλιστον ἁπάντων τῶν νοητῶν ζῴων· ὥστʼ εἴ τι κρεῖττόν ἐστι τῆς ζῴου φύσεως, οὐδὲν πρὸς τὸν παρόντα λόγον. εἶναι δέ τι τοιοῦτον ἀναγκαῖον, διότι τὸ ὂν ἁπλούστερον καὶ τῆς ζῴου φύσεως καὶ τὸ αὐτοκαλόν, ὅθεν ἐστὶ καὶ ἐν μὴ ζῴοις. καὶ μὴν καὶ τὴν ὁμοίωσιν πάνυ φασὶν οἰκείως αὐτῷ παρειλῆφθαι· πολλαχοῦ μὲν γὰρ αὐτὸς ὁ Πλάτων ἀμφιβάλλει, τίς ὁ τρόπος τῆς μεθέξεως, εἴτε παρόντων ἐκείνων τούτοις εἴτε ἄλλως κοινωνούντων, οὐκ ἀμφιβάλλων τοῦτό γε, τὸ ὁμοίωσιν εἶναι τὴν ποιήσασαν εἰκόνα τοῦ νοητοῦ τὸν ὁρατὸν κόσμον. οἳ δὲ διαιροῦντές φασιν, ὅτι τῶν μὲν φυσικῶν εἰδῶν μετέχει τὸ αἰσθητὸν ὡς τυπούμενον, τῶν δὲ ψυχικῶν ἐμφάσεις ὑποδέχεται, τῶν δὲ νοητῶν ὁμοιώσεις· ὥστε ἐπεὶ περὶ τῶν νοητῶν παραδειγμάτων ὁ λόγος, εἰκότως τὴν ὁμοίωσιν, ὥς φασι, παρέλαβεν ὁ Πλάτων. ἔτι ζῷον μὲν ὁ κόσμος ἐστὶν ὡς εἰκὼν τούτου τοῦ νοητοῦ ζῴου καὶ τῆς παντότητος τῆς νοητῆς, ὁρατὸν δὲ ὡς ὁμοιούμενον τῷ φανῷ τοῦ παραδείγματος. ὃ γάρ ἐστιν ὁ ἐκεῖ χρώς, τοῦτό ἐστι τὸ ἐνταῦθα ὁρατόν· θαύμαζον καθορῶντες ἐν αἰθέρι φέγγος ἄελπτον· τοῖον ἀπέστιλβε χροὸς ἀθανάτοιο Φάνητος «πάντα δὲ τὰ συγγενῆ περιέχον», ὅτι τῶν αἰσθητῶν ἐστι περιληπτικὸν ἁπάντων. τό γε μὴν κατὰ φύσιν πρόσκειται πάνυ θαυμαστῶς, ἐνδεικνύμενον, ὅτι τῶν ἐν τῷ κόσμῳ τὰ νοητὰ παραδείγματά ἐστι τῶν κατὰ φύσιν, ἀλλʼ οὐ τῶν παρὰ φύσιν, ὥς τινες εἰώθασι λέγειν τῶν Πλατωνικῶν· ὅλως γὰρ τὰ ἐγκόσμια διαιροῦντες εἴς τε τὰ κατὰ φύσιν καὶ τὰ παρὰ φύσιν καὶ εἰς τὰ καθόλου καὶ τὰ μερικὰ καὶ εἰς τὰς οὐσίας καὶ τὰ συμβεβηκότα τῶν μὲν κρειττόνων ἀεὶ τὰς εἰδητικὰς αἰτίας ἀπολείψομεν, τῶν δὲ χειρόνων οὐδαμῶς· τὸ γὰρ ἐκεῖθεν γεννώμενον διὰ φύσεως πρόεισιν. εἰ δὲ τοῦτο κατὰ φύσιν ἐστὶ καὶ οὐ παρὰ φύσιν, καὶ τὸ ἐκεῖθεν γεννώμενον ὅλον τι καὶ ἀΐδιόν ἐστιν· εἰ γὰρ μή, δυοῖν θάτερον, ἢ τὰ ἐνδεχόμενα οὐκ ἔσται, ἢ τῶν εἰδῶν τὰ μὲν ἀναγκαίως ποιήσει, τὰ δὲ ἐνδέχεται καὶ ποιῆσαι, ἐνδέχεται δὲ καὶ μή. καὶ τρίτον πᾶν τὸ ἐκεῖθεν προϊὸν οὐσία ἐστίν· ἐπεὶ γὰρ αὐτῷ τῷ εἶναι ποιεῖ, οὐσιῶν ἐστι παρακτικὸν ἕκαστον· γελοῖον γὰρ τὴν μὲν μερικὴν φύσιν οὐσιοποιὸν λέγειν, τὸ δὲ νοητὸν εἶδος συμβεβηκότος ἑνὸς ὑποστατικόν. ταῦτα μὲν οὖν διὰ πλειόνων ἐν ἑτέροις ἐξητάσαμεν. συγγενῆ δὲ τοῦ κόσμου τὰ ἐν αὐτῷ, διότι πάντα κατὰ τὰς νοητὰς αἰτίας ὑφίσταται. δοκεῖ δὲ καὶ ὁρισμὸν ἐνταῦθα συστήσασθαι τοῦ κόσμου «ζῷον ἓν ὁρατὸν πάντα τὰ ἐν αὐτῷ ζῷα περιειληφός»· ζῷον γὰρ καὶ τὸ νοητὸν ἕν, ἀλλʼ οὐχ ὁρατόν· ζῷον δὲ ἓν ὁρατὸν καὶ ὁ ἥλιος καὶ τῶν μοναδικῶν ἕκαστον, ἀλλʼ οὐ «πάντα τὰ ἄλλα περιλαβόν», ὥστε οὕτως ὁ τοῦ παντὸς ἀποδέδοται λόγος. ἀλλʼ ἐπὶ τὴν τοῦ Πλάτωνος λέξιν τὸν λόγον προάγωμεν.

Πότερον οὖν ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους λέγειν ἦν ὀρθότερον;

Ἔχει μὲν καὶ λογογραφικὴν ἀκολουθίαν τοῦτο τὸ πρόβλημα μετὰ τὰ νῦν εἰρημένα· διότι γὰρ ὡρίσατο τὸν κόσμον ζῷον ἓν ὁρατὸν πάντα ὅσα αὐτοῦ ζῷα συγγενῆ κατὰ φύσιν ἐντὸς περιέχον, ἔδει τοῦτο αὐτὸ φροντίδος ἀξιῶσαι καὶ ὑπομνήσεως, εἰ ἔστιν ἕν τι ὁ κόσμος ἢ οὔ· καὶ γὰρ τῶν φυσικῶν οἳ μὲν αὐτὸν ἕνα ποιοῦσιν, οἳ δὲ πολλούς, οἳ δὲ οὐ πολλοὺς μόνον, ἀλλὰ καὶ ἀπείρους. ἔχει δὲ καὶ τὴν ἀπʼ αὐτῶν τῶν πραγμάτων συνέχειαν τὸ σκέμμα τοῦτο πρὸς τοὺς εἰρημένους λόγους· ἐπεὶ γὰρ δέδεικται ὁ κόσμος εἰκὼν τοῦ αὐτοζῴου, ζῷον ἔμψυχον ἔννουν, ἔδει κορυφὴν ἐπιθεῖναι τῷ περὶ αὐτοῦ λόγῳ δείξαντας, ὅτι καὶ εἷς ἐστιν· οὕτω γὰρ ἂν δειχθείη καὶ θεός, μετασχὼν τῆς ὑπὲρ νοῦν ἑνάδος· οὔτε γὰρ εἰκόνα μόνον αὐτὸν εἰπεῖν ἦν δυνατόν, ὅτι καὶ ἄλλαι εἰκόνες εἰσίν, αἳ μὲν ἐκ φύσεως, αἳ δὲ ἐκ τέχνης ἀπειργασμέναι, οὔτε ζῷον, ὅτι καὶ μερικῶν ἐστι ζῴων πλῆθος, οὔτε ἔμψυχον—καὶ γὰρ ἄνθρωπος εἰκών ἐστι καὶ ζῷον καὶ ἔμψυχον—οὔτε ἔννουν—ζῷον γὰρ ἔμψυχον ἔννουν καὶ δαίμων ἐστὶ καὶ ἄγγελος—ἀλλʼ ὃ μάλιστα καὶ πρώτως προσήκει τοῖς θείοις, τοῦτο πρότερον μὲν ἄρρητον εἴασε διʼ ἣν εἴπομεν αἰτίαν, νῦν δὲ προσέθηκε, τὸ ἓν καὶ τὴν μόνωσιν· πᾶν γὰρ ὅ, τι περ ἂν ᾖ μοναδικὸν ἐν τῷ κόσμῳ, θεῖόν ἐστιν, ὡς εἰκόνα φέρον, εἰ θέμις εἰπεῖν, τοῦ ἑνός. θεῖον δὲ λέγω καὶ ὅσον ἀγγελικὸν καὶ ὅσον δαιμόνιον καὶ ὁπόσον ἐν ψυχαῖς μερικαῖς· καὶ γὰρ τούτων ἕκαστον θεῖον, καθόσον εἰς τὸν οἰκεῖον ἀνῆπται θεόν, καὶ τούτων ἕκαστον μοναδικόν. ὅσα δὲ μὴ μοναδικά, γένεσιν ἔχει καὶ φθορὰν καὶ εἰς τὴν θνητὴν ἀπέωσται φύσιν, τὴν ἀντίθετον πρὸς τὸ θεῖον ἅπαν. συνήρτηται ἄρα τὸ πρόβλημα τοῦτο τοῖς προειρημένοις· ἐπειδὴ γὰρ τὸ παράδειγμα τοῦ παντὸς ἔστι μὲν θεός, ἔστι δὲ καὶ νοητόν, ἔστι δὲ καὶ ζωῆς χορηγόν, ἔστι δὲ καὶ νοῦς, κατὰ μὲν τὸ ἐν αὐτῷ θεῖον ἕνα ποιεῖ τὸν κόσμον, κατὰ δὲ τὸ ἓν καὶ τὸ νοητὸν αἰσθητόν, κατὰ δὲ τὸ ἓν καὶ τὸ νοητὸν καὶ τὴν ζωὴν ἔμψυχον καὶ ζῷον, κατὰ δὲ ταῦτα πάντα καὶ τὸν νοῦν ἔννουν· καὶ γὰρ πρὸ τῶν ἄλλων ἡ ἕνωσις παραγίνεται καὶ ἐπὶ τοῖς ἄλλοις, καὶ πρὸ τῶν ἄλλων ἐνεργεῖ τὸ ζῷον καὶ μετὰ τῶν ἄλλων, καὶ μετὰ τοῦ νοῦ καὶ πρὸ τοῦ νοῦ γεννᾷ καὶ πρόεισιν ἡ τῆς ζωῆς δόσις. λάβοις δʼ ἂν ἔκ τε τῶν νῦν δεικνυμένων καὶ τῶν ἔμπροσθεν ἀποδεδειγμένων, ὅτι ἅμα καὶ ἑνιαῖόν ἐστι τὸ παράδειγμα τοῦ παντὸς καὶ τὸ ὅλον πλῆθος τῶν νοητῶν, καὶ οὔτε ἡ ἁπλότης αὐτοῦ ἀπλήθυντος οὔτε τὸ πλῆθος διῃρημένον, ἀλλʼ ὁμοῦ συνυφεστὸς ἔχει τῷ ἑνὶ τὸ παντοδαπὸν καὶ τῷ παντελεῖ τὸ μοναδικὸν καὶ τῷ πολυειδεῖ τὸ μονοειδές. διότι μὲν γὰρ ἀπὸ τοῦ ἀγαθοῦ πρόεισιν, ἑνίζεται, διότι δὲ τὸν τῶν νοητῶν ἰδεῶν ἐν αὑτῷ προεστήσατο διάκοσμον, παντελές ἐστι, καὶ ὡς μὲν ἄπειρον τὸ πλῆθος ἐκφαίνει τῶν νοητῶν, ὡς δὲ τῷ πέρατι συνεχόμενον μονογενές ἐστι, καὶ ὡς μὲν ἐκ τοῦ ἑνὸς ὄντος προελθὸν βούλεται μονάδος ἔχειν καὶ αὐτὸ λόγον, ὡς δὲ τρίτον ἀπʼ ἐκείνου πάντας τοὺς νοητοὺς προάγει θεοὺς ἐν ἑαυτῷ καὶ διὰ τοῦτο δέδεικται παντελές. ταῦτα μὲν οὖν ἐπὶ πλέον καὶ προϊόντες ἀναπτύξομεν. Περὶ δὲ τῆς λέξεως ἀμφισβητοῦσιν οἱ ἐξηγηταί· τοῖς μὲν γὰρ δοκεῖ δύο εἶναι τὰ διαιρούμενα νῦν ὑπὸ τοῦ Πλάτωνος, τό τε ἓν καὶ τὸ πλῆθος πᾶν, καὶ μαρτυρεῖν αὐτοῖς φαίνεται καὶ τὸ πότερον, ἐπὶ δυοῖν πραγμάτων ταττόμενον ὑπὸ τῶν παλαιῶν. τοῖς δὲ τρία εἶναι τὰ διαιρούμενα καταφαίνεται, τὸ ἕν, τὸ πεπερασμένον πλῆθος καὶ τὸ ἄπειρον. καὶ εἰσὶ ταύτης προστάται τῆς ἐξηγήσεως Πορφύριός τε καὶ Ἰάμβλιχος κατά τε τὰ πράγματα λέγοντες εὖ καὶ κατὰ τὴν τοῦ Πλάτωνος διδασκαλίαν· μικρῷ γὰρ ὕστερον δύο μὲν ἀναιρήσει, καταλείψει δὲ ἓν ἐκ τῆς διαιρέσεως. ἐκ δὲ τριῶν γίνεται δυοῖν ἀναίρεσις, ἑνὸς δὲ θέσις, ἀλλʼ οὐκ ἐκ δυοῖν μόνοιν. δοκεῖ δὲ αὐτοῖς ἀντιφθέγγεσθαι τὸ πότερον. θεραπευτέον δὴ καὶ τοῦτο λέγοντας ἢ τῷ «ἆρʼ οὖν» τὸ πότερον σημαίνειν ταὐτόν—πολλάκις γὰρ καὶ οὕτω παραλαμβάνεται πρὸς τῶν παλαιῶν—ἢ ἐνδεῖν τῷ λόγῳ τὸ «ἢ οὔ», καὶ εἶναι τὸ αὐτοτελές· πότερον ὀρθῶς ἕνα οὐρανὸν προσειρήκαμεν ἢ οὔ; καὶ εἰ μὴ τοῦτο, πότερον πολλοὺς ἢ ἀπείρους; ταῦτα δὲ διὰ συντομίαν παρεικέναι τὸν Πλάτωνα. τάχα δὲ οὐδὲ τὸ παραλιπεῖν τὸ πολὺ καὶ πεπερασμένον φαίης ἂν ἄπο σκοποῦ γεγονέναι παρʼ αὐτοῦ· τὸ γὰρ τόσους ἢ τόσους λέγειν ἀποκληρωτικόν ἐστι, καὶ ὥσπερ ἐν ὅσοις τὸ παράδειγμα μὴ μοναδικόν ἐστιν ὡς ἑνὸς αἴτιον ἄπειρα τὰ γιγνόμενα, τοῦτον τὸν τρόπον καὶ κόσμους ἀπείρους εἶναι πιθανόν, εἴπερ μὴ εἷς· τὸ γὰρ κενὸν ἄπειρον ὂν ἀπείρων ἔσται κόσμων δεκτικόν.

Ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται.

Πάλιν ἑαυτῷ συμφώνως πρὸ τῶν ἀποδείξεων ἀνεφθέγξατο τὸ συμπέρασμα, λύων τὴν ἀπορίαν πρὸ τῆς πίστεως. τὸ γὰρ ἕνα τῷ γέγονε καὶ τῷ ἀγαθὸς ἦν ἀνάλογον προηγόρευται, καὶ ἐπʼ αὐτῷ κατὰ τρόπον ἡ ἀπόδειξις· αὐτὸς γάρ ἐστιν ὁ ἀπορῶν, αὐτὸς ὁ λύων, αὐτὸς ὁ ἀποδεικνύς, διὰ μὲν τῆς ἀπορίας ἐπιστρέφων εἰς νοῦν, διὰ δὲ τῆς συντόμου λύσεως κατὰ νοῦν ἐνεργῶν—ἡ γὰρ ἐν ἑνὶ τὸ πᾶν περιλαμβάνουσα φωνὴ τῆς νοερᾶς ἐστιν ἐπιβολῆς εἰκών—διὰ δὲ τῆς ἀποδείξεως εἰς διάνοιαν ἀπὸ νοῦ κατιών· πᾶς γὰρ ὁ ἀποδεικνὺς ἀπὸ νοῦ λαμβάνει τὰς ἀρχάς, νοῦς δὲ ᾧ τοὺς ὅρους γινώσκομεν, φησὶν Ἀριστοτέλης, ἁπλαῖς ἐπιβολαῖς τὰ ὄντα γινώσκοντες. τοιοῦτον μὲν οὖν διὰ παντὸς τὸ τῶν λόγων εἶδος. φέρε δέ, εἰ δοκεῖ, πρὸ τῶν αὐτοῦ ῥημάτων τὸν συλλογισμὸν ἐκθέμενοι τὴν περὶ αὐτῶν θεωρήσωμεν ἀλήθειαν. ἔστι δὴ οὖν ὁ σύμπας λόγος τοιοῦτος· εἰ ὁ κόσμος κατὰ τὸ παράδειγμα γέγονε καὶ τὸ παράδειγμα ἕν ἐστιν, ὁ κόσμος εἷς ἐστιν· ἀλλὰ μὴν τὸ ἡγούμενον· τὸ ἄρα ἑπόμενον· ὅτι μὲν οὖν ὁ κόσμος κατὰ τὸ παράδειγμα γέγονεν, εἴρηται πρότερον καὶ ὑπέμνησται παρά τε αὐτοῦ καὶ ἡμῶν· ὅτι δὲ ἕν ἐστι τὸ παράδειγμα καὶ μοναδικόν, ὑπομνήσει καὶ αὐτὸς προϊών· λείπεται δὴ τῆς προσλήψεως ἀληθοῦς οὔσης τὸ συνημμένον κατιδεῖν ὅπως ἀληθές. φημὶ τοίνυν, ὅτι τὸν κόσμον, εἴπερ μεμίμηται μάλιστα καὶ ἀκριβῶς τὸ παράδειγμα, δεῖ πᾶν αὐτὸ μεμιμῆσθαι καὶ τὴν οὐσίαν αὐτοῦ καὶ τὴν ἀϊδιότητα καὶ τὴν μόνωσιν· εἰ γὰρ τὰ μὲν αὐτοῦ μιμοῖτο, τὰ δὲ μή, τίνος ἔσται παράδειγμα ὅλον· αὐτῷ γὰρ τῷ εἶναι ποιοῦν ὅλου ἑαυτοῦ ποιεῖ τινα εἰκόνα. τούτου δὲ οὕτως ἔχοντος τὸ πρὸς ὅλον αὐτὸ γεγονὸς μοναδικόν ἐστιν, ἀΐδιόν ἐστι, ζῷόν ἐστιν· ὡς γὰρ ὁ τὸν Σωκράτην μιμούμενος ὅλον τὴν σύμπασαν αὐτοῦ ζωὴν ἀναμάττεται, τοῦτον τὸν τρόπον καὶ ὁ τὸ αὐτοζῷον ἀποτυπούμενος κόσμος πάντα τὰ ἐν αὐτῷ μιμήσεται καθόσον πέφυκεν, αἰσθητῶς πάντα ἔχων, ὅσα ἐκεῖνο νοητῶς. πρὸς δὴ ταύτην τὴν ὑπόμνησιν ἀντιλέγουσί τινες τὸ τῶν ἀνθρώπων πλῆθος καὶ τὸ τῶν ἵππων παράγοντες· καὶ γὰρ ὁ αὐτοάνθρωπος πολλῶν αἴτιος καὶ ὁ αὐτοΐππος καὶ ἕκαστον τῶν τοιούτων. εἰ δὲ λέγοι τις, ὅτι ταῦτα, διότι μέρη ἐστὶν ἄλλων, διὰ τοῦτο οὐ μοναδικά, τὸν ἥλιον ἡμῖν καὶ τὴν σελήνην καὶ πάντα τὰ μόρια μὲν ὄντα τοῦ κόσμου, μοναδικὰ δὲ προσάγοντες οὐ παύσονται. διὸ βαθυτέρων ἅψασθαι δεῖ πρὸς αὐτοὺς ἀπαντήσεων. ὁ μὲν οὖν φιλόσοφος Πορφύριος ὑπὲρ τούτων διαγωνιζόμενος ἀεὶ τὰ εἴδη προϊόντα φησὶν εἰς πλῆθος ὑποφέρεσθαι καὶ διαίρεσιν καὶ χωρεῖν εἰς ὄγκον καὶ μερισμὸν παντοῖον· διὸ τὴν νοητὴν οὐσίαν προϊοῦσαν εἰς τὸν κόσμον ἀπολῆξαι κατὰ τὸ διῃρημένον καὶ παχὺ καὶ ἔνυλον πλῆθος, ἡνωμένον ἄνω καὶ ἀμερὲς ὂν καὶ μοναδικόν. τῷ μὲν οὖν νοητῷ παντὶ οὐκ ἄλλο ἐχορήγει τὴν ὕλην—αὐτὸ γὰρ αὐτὴν ὑφίστη· τοσαύτην οὖν ὑπέστησεν, ὅσην ἠδύνατο καταλαβεῖν—τῷ δὲ αὐτοανθρώπῳ τὴν ὕλην ἐχορήγει τοῦτο τὸ πᾶν· διὸ πλείων ἡ ὕλη ἑνός. ὁ μὲν οὖν κόσμος εἷς ἀφʼ ἑνὸς καὶ ὅλος ἀφʼ ὅλου, ὁ δὲ ἄνθρωπος πολὺς ἀφʼ ἑνός, τοῦ κόσμου χορηγοῦντος τὴν ὕλην. διὰ τί οὖν, φησί, μὴ καὶ ἥλιοι πολλοὶ καὶ σελῆναι; καὶ γὰρ τούτοις ἡ ὕλη ἐκ τοῦ παντός. διότι, φησί, τοῖς μὲν ἀφθάρτοις ὡς τῷ κόσμῳ, κἂν ᾖ μέρη, τὸ μοναδικὸν οἰκεῖον, τοῖς δὲ φθαρτοῖς τὸ πλῆθος· εἰ γὰρ μὴ πολλὰ ἦν τὰ μετέχοντα τοῦ αὐτοῦ λόγου, ἀλλʼ ἓν μόνον τὸ φθαρτόν, ἀπώλετο ἂν τὸ εἶδος τούτου φθαρέντος· δεῖν δὲ ἀεὶ πάντων εἰδῶν εἶναι πλήρωμα τὸν κόσμον. ταῦτα μὲν οὖν ὁ Πορφύριος. ὁ δέ γε θεῖος Ἰάμβλιχος ταύτην μὲν ἐπιρραπίζει τὴν ἀπόδοσιν ὡς μηδὲν τῶν ἀποριῶν ἐπιλυομένην· ἔστω γὰρ πᾶς ὁ αἰσθητὸς κόσμος μεριστῶς ἔχων τὰ ἀμέριστα καὶ διῃρημένως τὰ ἀδιαίρετα καὶ πεπληθυσμένως τὰ μοναδικά, διὰ τί οὖν τῶν ἐν αὐτῷ τὰ μὲν ἔτι μένει μοναδικά, τὰ δὲ οὔ; τοῦτο γὰρ τὸ ἐξ ἀρχῆς ἀπορηθέν. αὐτὸς δὲ ἐπάγει τινὰ τῷ ἀπόρῳ λύσιν, θαυμαστὴν μέν, παραμυθίας δέ τινος δεομένην· λέγει γὰρ οὖν, ὅτι τὰ μὲν τῶν εἰδῶν ταυτότητι χαίρει καὶ στάσει, τὰ δὲ κινήσει καὶ ἑτερότητι, καὶ ὡς τὰ μὲν μοναδικῶν ἐστιν αἴτια καὶ ἀϊδίων, τὰ δὲ κινουμένων τε καὶ πεπληθυσμένων. οὗτος δὲ ὁ λόγος εἴρηται μὲν πάνυ θαυμαστῶς, δεῖται δέ τινος ὑπομνήσεως, ἣν δεῖ ποιεῖσθαι λογιζομένους, ὅτι δὴ μετὰ τὸ ἓν δύο προεληλύθασιν ἀρχαί, καθάπερ εἴρηκεν ὁ ἐν Φιλήβῳ Σωκράτης, πέρας καὶ ἄπειρον, καὶ ὥσπερ τῶν ἀριθμῶν οἳ μὲν μᾶλλόν εἰσι μοναδικοί, οἳ δὲ δυαδικοί, καίτοι πάντων ἐκ μονάδος ἅμα καὶ δυάδος ὑποστάντων, οὕτω δὴ καὶ τῶν εἰδῶν ἁπάντων ὑφεστώτων κατὰ τὰς δύο ταύτας ἀρχὰς ὅμως τὰ μέν ἐστι τοῦ πέρατος συγγενῆ, τὰ δὲ τῆς ἀπειρίας. καὶ τί δεῖ περὶ τῶν εἰδῶν λέγειν; καὶ γὰρ αὐτῶν τῶν θεῶν οἳ μέν εἰσι τῆς τοῦ πέρατος συστοιχίας, οἳ δὲ τῆς τοῦ ἀπείρου, καθʼ ὅλας τε διακοσμήσεις καὶ κατὰ μέρη· καθʼ ὅλας μέν, ὅτι πᾶσα ἡ πατρικὴ καὶ συνοχικὴ καὶ δημιουργικὴ σειρὰ κατὰ τὸ πέρας ἀφορίζεται, πᾶσα δὲ ἡ ζῳογόνος καὶ γεννητικὴ κατὰ τὸ ἄπειρον· κατὰ μέρη δέ, ὅτι καὶ τῆς πατρικῆς καὶ τῆς ζῳογονικῆς οἳ μέν εἰσι πρὸς τῆσδε τῆς ἀρχῆς, οἳ δὲ πρὸς τῆς ἑτέρας. εἰ τοίνυν καὶ ἐπὶ θεῶν οὕτως, τί θαυμαστόν, εἰ καὶ τῶν εἰδῶν τὰ μέν ἐστι τοῦ πέρατος, τὰ δὲ τῆς ἀπειρίας συγγενῆ μᾶλλον τῶν ἑτέρων, καὶ κατὰ τὴν ἀναλογίαν ταύτην τὰ μὲν μοναδικῶν ὑποστατικὰ πραγμάτων, τὰ δὲ εἰς πλῆθος προϊόντων; οὕτως μὲν οὖν καὶ ταύτην τὴν ἀπόδοσιν παραμυθεῖσθαι χρή. ὁ δὲ ἡμέτερος διδάσκαλος καὶ ἄλλως τὴν ἀπορίαν ταύτην διέλυε πολλαχῶς. ἔλεγε δʼ οὖν, ὅτι πᾶσα μὲν ἡ νοητὴ οὐσία μονοειδής ἐστι καὶ αἰώνιος, τῶν δʼ ἐγκοσμίων πραγμάτων τὰ μὲν μᾶλλον ὁμοιοῦσθαι δύναται πρὸς τὰς ἑαυτῶν οὐσίας, τὰ δὲ ἧττον· ὅσα μὲν γάρ ἐστιν ἀϋλότερα καὶ καθαρώτερα, μᾶλλον, ὅσα δὲ ἐνυλότερα καὶ παχύτερα, ἧττον. ὄντων οὖν ἁπάντων τῶν παραδειγμάτων ἐν οὐσίαις μοναδικαῖς τε καὶ ἀϊδίοις τὰ μὲν κρείττω τῶν ἐν τῷ παντὶ μάλιστα μεμιμημένα τὰς ἑαυτῶν αἰτίας κατὰ πάντα τοῖς παραδείγμασιν ὁμοιότατα γέγονε, κατὰ τὸ μοναδικόν, κατὰ τὸ οὐσιῶδες, κατὰ τὸ ἀΐδιον, τὰ δὲ χείρω ὕστερον εἶδος ὁμοιώσεως λαχόντα πῂ μὲν ὡμοίωται τοῖς σφῶν αὐτῶν αἰτίοις, πῂ δὲ οὔ. τριῶν οὖν ὄντων τούτων ἐν τοῖς νοητοῖς εἴδεσι, τοῦ μοναδικοῦ, τοῦ οὐσιώδους, τοῦ διαιωνίου, πότερον τὸ μὲν μοναδικὸν αὐτῶν μιμήσεται καὶ τὸ ἀΐδιον, τὸ δὲ οὐσιῶδες οὐδαμῶς; ἀλλʼ ἄτοπον· δέδεικται γάρ, ὅτι οὐσίας εἶναι χρὴ τὰ ἀπʼ αὐτῶν κατʼ αὐτὸ τὸ εἶναι ποιούντων. ἀλλὰ κατὰ μὲν τὸ μοναδικὸν καὶ τὸ οὐσιῶδες ἔσται μιμήματα ἐκείνων, κατὰ δὲ τὸ ἀΐδιον οὔ; ἀλλὰ καὶ τοῦτο ἀδύνατον. ἀπολείπεται γὰρ ἕκαστον μοναδικὸν μὲν ὄν, μὴ ἀΐδιον δέ· διότι μὲν γὰρ οὐκ ἀΐδιον, εἰς τὸ μὴ ὂν οἰχήσεται, διότι δὲ μοναδικόν, οὐκ ἔστιν ἐξ ὅτου γενήσεται. καὶ ὅλως πᾶν τὸ ἐξ ἀκινήτων αἰτίων ὑποστὰν ἀμετάβλητόν ἐστι κατʼ οὐσίαν, ἀκίνητα δὲ τὰ εἴδη· νοητὰ γάρ ἐστιν. ἢ τοίνυν ἅπαντα μιμεῖσθαι δυνατὸν ἢ τινά. πάντα δὲ ἀδύνατον· τὰ γὰρ πορρωτέρω τῶν ἀρχῶν ἧττον ὁμοιοῦται πρὸς αὐτάς· καὶ γὰρ τοῦ Πυθαγόρου πάσας ἐπιστήμας ἔχοντος ὃ μὲν ἐγγυτέρω πᾶσαν αὐτοῦ τὴν γνῶσιν ὑποδέχεται δευτέρως, ὃ δὲ πορρωτέρω τὰς μὲν διδάσκεται τῶν ἐπιστημῶν, πρὸς δὲ τινὰς ἀσύμμετρός ἐστιν. εἰ τοίνυν πάντα ἀδύνατον, λείπεται τινά. καὶ εἰ τινά, τριῶν ὄντων ἐν ἐκείνοις τῶν νοητῶν εἰδῶν χαρακτηριστικῶν, ὡς ἔσται δῆλον, τριῶν δʼ οὖν ὄντων, ὡς εἴπομεν, ἢ τὰ ἄκρα μεμιμημένα τοῦ μέσου γέγονεν ἄμοιρα, ἢ τὰ δύο τὰ πρῶτα δεξάμενα τοῦ τρίτου φαίνοιτʼ ἂν ἀπολελειμμένα, ἢ τοῦ πρώτου μὴ τυχόντα τῶν μετʼ αὐτὸ μετείληχεν. ἀλλὰ μὴν δέδεικται μηδέτερον τῶν πρώτων ἀληθὲς ὄν· ἀνάγκη ἄρα τὸ μὲν μοναδικὸν αὐτὰ μὴ ἀποτυπώσασθαι τῶν εἰδῶν, τὸ δὲ οὐσιῶδες μόνον καὶ τὸ αἰώνιον, διὸ πάντα μὲν τὰ ἐγκόσμια εἴδη οὐσίαι καὶ ἀεὶ ὡσαύτως ἑστηκότα, οὐ πάντα δὲ μοναδικά· οὐ γὰρ πάντα πρὸς πάσας ἔχει τὰς τῶν παραδειγμάτων δυνάμεις συμμέτρως. ὅτι δὲ πᾶν τὸ νοητὸν εἶδος καὶ ὅλως παραδειγματικὸν αἴτιον πρώτως ὂν μοναδικόν ἐστι καὶ ἀΐδιον καὶ οὐσιῶδες, δῆλον· εἴτε γὰρ μὴ οὐσία εἴη, συμβεβηκὸς ἔσται, πᾶν δὲ συμβεβηκὸς περὶ τὴν ὕλην ὑφίσταται καὶ τὰ ἐν ὕλῃ ὄντα, ἀλλʼ οὐκ ἐν τοῖς χωριστοῖς αἰτίοις. εἴτε μὴ ἀΐδιον, οὐδʼ ἂν ἡ εἰκὼν αὐτοῦ ἀΐδιος εἴη· δεῖ δέ, εἴπερ ἐκ πάντων ἀεὶ τῶν εἰδῶν ὁ κόσμος. ἀρχῆς δὲ ἀπολομένης οὐδεμία μηχανὴ σῴζεσθαι τὸ ἀπʼ αὐτῆς. εἴτε μὴ μοναδικόν, οὐκέτʼ ἂν εἴη πρώτως παράδειγμα· δύο γὰρ εἶναί τι πρώτως ἀδύνατον, ὥς φησι καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης. αὐτοῖς γὰρ τούτοις ἡ ταυτότης πόθεν ἢ ἀφʼ ἑνός τινος κοινοῦ εἴδους; ταῦτα ἄρα τὰ τρία πᾶσιν ὑπάρχει τοῖς πρώτοις παραδείγμασι, καὶ ἔοικε τὸ μὲν μοναδικὸν αὐτοῖς ἀπὸ τοῦ πέρατος ὑπάρχειν, τὸ δὲ ἀΐδιον ἀπὸ τῆς ἀπειρίας, τὸ δὲ οὐσιῶδες ἀπὸ τῆς πρώτης οὐσίας. ἔτι καὶ κατʼ ἄλλον τρόπον ἐπιχειρεῖν ἡμῖν δυνατόν· τῶν γὰρ ἐν τῷ κόσμῳ συνεστώτων τὰ μὲν ἀπὸ τῆς πρώτης μόνης δημιουργίας ὑφέστηκε, τὰ δὲ καὶ ἀπὸ τῆς πρώτης μέν, ἀλλὰ διὰ τῆς δευτέρας. τὰ μὲν οὖν ἀπὸ τῆς πρώτης ὑφεστῶτα ὡσαύτως ἔχει καὶ μοναδικά ἐστι, μιμούμενα τὴν τοῦ παράγοντος μόνωσιν· ἡ γὰρ ὑπερκόσμιος δημιουργία καὶ ἀκίνητός ἐστι καὶ μία καὶ αἰώνιος· τὰ δὲ ἀπὸ τῆς δευτέρας μεταβαλλόμενά τέ ἐστι καὶ ἐν πλήθει φερόμενα καὶ ἄλλοτε ἀλλοίως συνιστάμενα· πολυειδὴς γάρ ἐστιν ἡ δευτέρα δημιουργία καὶ κινουμένη ποιεῖ ἃ ποιεῖ, καὶ χρόνος αὐτῇ συμφυής ἐστιν, ἀλλʼ οὐκ αἰών. διὸ καὶ τὰ ἀπʼ αὐτῆς πολυμετάβολά ἐστι καὶ πεπληθυσμένα καὶ πάντη κινούμενα· τὰ γὰρ ἐκ κινουμένων αἰτίων τοιαῦτα τὴν φύσιν ἐστίν. ὅθεν, οἶμαι, καὶ ὁ δημιουργὸς ὑποστήσας ἅπαντα τὰ μοναδικὰ τὰ ἐν τῷ κόσμῳ καὶ ἀΐδια κινεῖ πρὸς τὴν δημιουργίαν τῶν θνητῶν τοὺς νέους θεούς, ἵνα καὶ ταῦτα καθόσον μὲν ἔχει τι ἀΐδιον, ὑποστῇ παρʼ αὐτοῦ, καθόσον δὲ θνητά ἐστι, παρʼ αὐτῶν τῶν νέων θεῶν, καὶ καθόσον μὲν ἑνὸς εἴδους μετέχει, παρʼ αὐτοῦ, καθόσον δὲ τὸ ἓν τοῦτο πεπλήθυσται, παρʼ αὐτῶν· ἐκ γὰρ τῶν πολλῶν αἰτίων καὶ κινουμένων ἡ μεταβολὴ τούτων καὶ ὁ πληθυσμός. ἔτι τοίνυν καὶ ταῦτα ῥητέον, ὅτι τὸ μονογενὲς τριχῶς· ἢ γὰρ τὴν μονάδα σημαίνει τῆς οἰκείας σειρᾶς, καθὸ σημαινόμενον καὶ τὸ ἀνθρώπου εἶδος μοναδικὸν καὶ τὸ ἵππου καὶ ἕκαστον τῶν τοιούτων· ἢ τὸ ἓν ὑφʼ ἑνὸς μετεχόμενον, καθὸ ταῦτα μὲν οὐκέτι μονογενῆ, τὸ δὲ ἡλίου καὶ σελήνης εἶδος· ἢ τὸ μηδὲν ἔχον ἑαυτῷ σύστοιχον ἕτερον, καθὸ ταῦτα μὲν οὐκέτι μονογενῆ, σύστοιχα ὄντα ἀλλήλοις, τὸ δὲ ὅλον ζῷον μονογενές, ἄλλῳ ζῴῳ σύστοιχον οὐκ ὄν. τριχῶς οὖν λεγομένου τοῦ μονογενοῦς εἰ τὸ ὡς ἀληθῶς λάβοις μονογενές, τὸ τρίτον ἐστίν, ὡς καὶ πάντων ζῴων αἴτιον καὶ μονάδος λόγον ἔχον πρὸς πάντα καὶ ὑφʼ ἑνὸς μετεχόμενον καὶ οὐδενὶ σύστοιχον, ἀλλʼ ὄντως ὂν μοναδικόν. τούτου δὲ ληφθέντος ἀναγκαῖον ἤδη τὸ συνημμένον· εἰ γὰρ τὸ παράδειγμα μονογενές, καὶ τὸ κατʼ αὐτὸ γενόμενον μονογενές, μεμιμημένον τὸ τοῦ παραδείγματος μονογενές, καὶ οὐδὲν ἄλλο πλὴν τοῦ κόσμου τοιοῦτον· οὐδὲ γὰρ ἄλλο τι πλὴν τοῦ αὐτοζῴου κατὰ τὸ σημαινόμενον τοῦτο μονογενές. ἔτι καὶ κατʼ ἄλλον τρόπον μετιέναι χρὴ τὴν ἀπορίαν ὁμόσε χωροῦντας· πᾶν γὰρ εἶδος καὶ ἑνός ἐστι καὶ πλήθους γεννητικόν· ἑνὸς μέν, ὅτι πρὸ τοῦ πλήθους ἑαυτῷ παραπλησίαν ὑφίστησι μονάδα, πλήθους δέ, ὅτι πᾶσα μονὰς ἔχει μεθʼ ἑαυτῆς σύστοιχον ἀριθμόν. καὶ τὸ αὐτοζῷον οὖν ὡς μὲν μονάδα τὸν ὅλον κόσμον ὑφίστησιν, τῷ δὲ ὅλῳ καθʼ ἑκάστην τάξιν ἀνάλογον ἀπογεννᾷ τὸ τὴν πρὸς τὸ πᾶν ὁμοιότητα κατʼ ἐκείνην τὴν σειρὰν ἀποσῴζειν δυνάμενον. καὶ τὸ ἡλιακὸν παράδειγμα γεννᾷ μὲν καὶ αὐτὸν τὸν ἥλιον τὸν ἐμφανῆ, παράγει δὲ καὶ ἡλιακῶν ζῴων ἀριθμὸν τὸ αὐτὸ εἶδος ἐχόντων, ὡς ἀφʼ ἑνὸς καὶ πρὸς ἕν, ἀεὶ τῶν δευτέρων ἀμυδροτέραν ἐχόντων τὴν πρὸς τὸ οἰκεῖον εἶδος ὁμοιότητα. καὶ ἔστι τοιαῦτα ζῷα τὰ μὲν οὐράνια, τὰ δὲ ὑπὸ σελήνην, ὡς καὶ μέχρι γῆς καθήκειν τὸν τοιοῦτον ἀριθμόν. καὶ τοίνυν καὶ ὁ αὐτοάνθρωπος οὐκ εὐθὺ παράγει τὸ πλῆθος τοῦτο τὸ ἄπειρον· οὐδαμοῦ γὰρ ἄμεσος ἡ πρόοδος, ἀλλὰ διὰ τῶν τῇ μονάδι προσεχῶν καὶ οἰκείων ἀριθμῶν. ἐπεὶ οὖν τὸ νοητὸν εἶδος ἕν ἐστι, δεῖ μὴ τὸ ἄπειρον ποιεῖν εὐθύς, ἀλλὰ μονάδα πρῶτον, εἶτα τὸν οἰκεῖον ἀριθμὸν καὶ ἐφεξῆς· τοῦ γὰρ νοητοῦ μὲν ἑνὸς καὶ τοῦ αἰσθητοῦ πεπληθυσμένου μέσον ἐστὶ τὸ αἰσθητὸν μέν, μοναδικὸν δέ, τῷ μὲν προελθεῖν αἰσθητὸν γενόμενον, τῷ δὲ σῶσαι τὴν ὁμοιότητα τοῦ παραδείγματος μοναδικὸν ὑποστάν. καὶ γὰρ φαίη ἄν τις ὡς ἀληθῶς ἄτοπον, τὰ θεῖα καὶ νοητὰ καὶ ἀκίνητα αἴτια μὴ τῶν κατʼ οὐσίαν ἀμεταβλήτων αἴτια εἶναι πρώτως, ἀλλὰ τῶν ἐνύλων καὶ μεταβλητῶν. τίς γὰρ λόγος ἐκείνοις δυνήσεται ταῦτα συνάπτειν, τοῖς ὑπερκοσμίοις τὰ ἐν τῷ πυθμένι τοῦ παντός, τοῖς νοεροῖς τὰ ἀνόητα, τοῖς αἰωνίοις τὰ πάντη τρεπόμενα, τοῖς ἁπλοῖς τὰ πολυσύνθετα, τοῖς ἡνωμένοις τὰ σκεδαννύμενα κατὰ τὴν ἑαυτῶν φύσιν; ἀναγκαῖον ἄρα καὶ τὸν αὐτοάνθρωπον καὶ ἕκαστον τῶν εἰδῶν τῶν τοιούτων πρὸ τοῦ διαπεφορημένου πλήθους μονάδας ἀπογεννᾶν ἑστώσας, ἀφʼ ὧν ἡ πρόοδος ἑκάστων ἐπὶ τοὺς οἰκείους ἀριθμούς, καὶ ταύτας εἶναι τὰς μονάδας ἐν τῇ δευτέρᾳ δημιουργίᾳ, διὸ καὶ μένουσιν ὡσαύτως, ὡς ἀπὸ τῆς ἀκινήτου μόνης αἰτίας παρηγμέναι. μὴ τοίνυν θαυμάσῃς, εἰ καὶ τὸν ἄνθρωπον ἀθάνατον λέγοι τις καὶ τὸ θηρίον λογικὸν καὶ τὸ φυτὸν ἔννουν· ἔστι γὰρ τούτων ἕκαστον πρώτως τοιοῦτον, ἡ δὲ πρόοδος ὕφεσιν ἐργαζομένη τῆς παντοίας τοῦ παραδείγματος μιμήσεως ἀποφαίνει τὰ μὲν ἀναίσθητα, τὰ δὲ ἄλογα, τὰ δὲ δυνάμει νοερά· ὡς γὰρ τὸ πρώτως ἀπὸ τῆς ἑαυτοῦ πηγῆς προϊὸν ὕδωρ ὁμοιότατόν ἐστι τῷ πηγαίῳ καὶ σῴζει τὴν καθαρότητα τὴν οἰκείαν ἀκηλίδωτον, οὕτω δὴ καὶ τὰ πρώτως ἀπὸ τῶν νοητῶν εἰδῶν ἐκφανέντα σῴζει τὰς τῶν παραδειγμάτων ὁμοιότητας εἰλικρινῶς, προϊόντα δὲ ἀπολλύει μὲν τὴν τελείαν ὁμοίωσιν, ἀναπίμπλαται δὲ συνθέσεως καὶ ἀσχημοσύνης ἀπὸ τῶν ὑποκειμένων. ἔστι δὲ καὶ ἄλλως ἐπιβάλλειν τῇ λύσει τῶν ζητουμένων· τῆς γὰρ δημιουργίας ἣ μέν ἐστιν ὅλη καὶ μία καὶ ἀμέριστος, ἣ δὲ μερικὴ καὶ πεπληθυσμένη καὶ προϊοῦσα κατὰ μερισμόν, ἣ δὲ οὐ μόνον οὖσα μεριστή, καθάπερ ἡ πρὸ αὐτῆς, ἀλλὰ καὶ τῶν γενητῶν ἐφαπτομένη καὶ τῶν ἐν τούτοις εἰδῶν. καὶ ἔχεις τῶν τριῶν τούτων δημιουργιῶν καὶ παρʼ αὐτῷ τὰς μονάδας, τὴν Δίιον, τὴν Διονυσιακήν, τὴν Ἀδωναϊκήν, αἷς καὶ τὰς τρεῖς πολιτείας συνδιεῖλεν, ὡς ἐν ἄλλοις εἴπομεν. ἡ μὲν οὖν τρίτη τῶν εἰδῶν ἐστιν αἰτία τῶν καὶ μερῶν καὶ μὴ μοναδικῶν, ἡ δὲ δευτέρα τῶν μοναδικῶν μέν, οὐχ ὅλων δέ, ἡ δὲ πρώτη τοῦ ὅλου καὶ μοναδικοῦ· τοιοῦτον γὰρ πᾶν οὐδενὸς ὃν μέρος ὡς ἥλιος καὶ σελήνη καὶ τῶν ἰδίων ἕκαστον μερῶν. εἰ μὲν οὖν περὶ πάσης ἐποιεῖτο νῦν ὁ Πλάτων δημιουργίας τὸν λόγον, ἔδει καὶ τὰς εἰς πλῆθος ἐκτάσεις τῶν εἰδῶν καὶ τὰς διαιρέσεις παρεισκυκλεῖν· ἐπειδὴ δὲ περὶ τῆς ὅλης δημιουργίας μόνης ὁ παρὼν λόγος, τί χρὴ ταράττειν ἑαυτοὺς μὴ μένοντας ἐν τοῖς πρώτοις δημιουργήμασι τοῖς ὑπὸ τῆς ἀκινήτου καὶ ὁλικῆς γενομένοις αἰτίας; ὁ γὰρ ὅλος δημιουργὸς ὁλικῶς ἐστι καὶ μοναδικῶς ὑποστάτης, ἐπεὶ καὶ πολλοὺς θεοὺς ὑφιστὰς μοναδικῶς ὑφίστησιν· καὶ γὰρ τῶν ἀπλανῶν ἕκαστος καθʼ ἓν εἶδος παρῆκται, ὅπου γε καὶ γῆς εἶδος ἄλλο καὶ ὕδατος καὶ πυρός, ὧν τὰ μέρη γένεσιν ἔχει χρονικὴν καὶ φθοράν· ὥστε πολλῷ μᾶλλον τὰ ἀΐδια τοιαῦτα καὶ αἱ μερικαὶ ψυχαὶ τῷ εἴδει διαφέρουσιν ἀλλήλων· τὸ γὰρ καθʼ ἕκαστον πᾶν καὶ μερικὸν ἔνυλόν ἐστιν. εἰ δὲ καὶ παρὰ τὰς προβολὰς τῶν λόγων διαφόρους ἀποτελοῦσι τοὺς ἰδίους βίους αὗται, δῆλον ὅτι πάντων ἔχουσαι τοὺς λόγους καθολικῶς ἐν εἴδεσι μόνοις ὑφεστᾶσιν· ὥστε καὶ αἱ πρόοδοι αὐτῶν ἑκάστης εἰσὶ κατʼ ἄλλο καὶ ἄλλο εἶδος. καὶ τὸν ἀριθμὸν τοῦτον τῶν εἰδῶν ἑνιαίως μὲν ἐν τῇ πηγῇ θετέον τῶν ψυχῶν, διῃρημένως δὲ ἐν τῇ ἀρχῇ· καὶ πῶς γὰρ οὐκ ἀναγκαῖον πεπερασμένων οὐσῶν τὸν ἀριθμὸν ἐν ταῖς αἰτίαις αὐτῶν προϋφεστάναι, ὅπου γε καὶ ἡ φύσις ὧν παράγει κατʼ ἀριθμοὺς περιέχει τοὺς ἀριθμούς. εἰ δὴ καὶ οἱ θεοὶ μοναδικοί εἰσι καὶ αἱ ψυχαί, καὶ τὰ μεταξὺ τούτων γένη μοναδικά ἐστιν· ὥστε ἕκαστον, ὃ ὁ δημιουργὸς ὑφίστησιν, πάντως μοναδικόν ἐστι· καὶ ἔοικε τῆς ἀϊδιότητος αὐτῶν τοῦτο αἴτιον εἶναι, τὸ ἕκαστον ὅλον ὑποδέξασθαι τὸ εἶδος τῆς παραδειγματικῆς αἰτίας. πᾶν ἄρα τὸ ἐκ τοῦ ὅλου δημιουργοῦ προϊὸν τοιοῦτόν ἐστιν. εἰ τοίνυν καὶ τὸν κόσμον αὐτὸς ὑφίστησιν, εἷς ὁ κόσμος διά τε τὴν δημιουργικὴν μονάδα καὶ τὴν τοῦ παραδείγματος μόνωσιν. ὅ μοι δοκεῖ καὶ ὁ Πλάτων εἰδὼς εἰπεῖν· εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται. τῷ γὰρ μὴ εἰπεῖν εἴπερ κατὰ τὸ παράδειγμα γέγονεν, ἀλλʼ εἴπερ κατὰ τὸ παράδειγμα δεδημιουργημένος ἔσται καὶ τὴν παραδειγματικὴν καὶ τὴν δημιουργικὴν αἰτίαν τῆς μονότητος ἐνεδείξατο· μονὰς γὰρ ὁ δημιουργός, μονὰς καὶ τὸ παράδειγμα· καὶ τὸ πᾶν ἄρα τοῦτο ὑπὸ μονάδος πρὸς μονάδα γεγονὸς μοναδικόν ἐστι. διὰ τί οὖν, φαίης ἄν, ἐν τοῖς ἐχομένοις ἠρκέσθη τῇ ἀπὸ τοῦ παραδείγματος ἀποδείξει; διότι, φήσω, μᾶλλον ἥνωται τοῦ δημιουργοῦ τὸ παράδειγμα· καὶ γὰρ αὐτὸς ὁ δημιουργὸς μονάς ἐστι διὰ τὴν ὁμοιότητα τὴν πρὸς αὐτὸ καὶ τὴν ἀναλογίαν. δῆλον δέ· καὶ γὰρ ἐν τοῖς βασιλεῦσιν ἀνάλογόν ἐστιν αὐτῷ, καὶ ἑκάτερον αὐτῶν ἀνάλογον τῇ μονάδι τῇ νοητῇ· ὅπου τοίνυν καὶ αὐτῷ τῷ δημιουργῷ τὸ μοναδικὸν ἐκεῖθεν, τί χρὴ οἴεσθαι περὶ τοῦ παντός; ἦ ὅτι καὶ τὴν μόνωσιν ἀπὸ τοῦ παραδείγματος ἔχει πρώτως· κυριώτερον ἄρα τὸ παράδειγμά ἐστιν εἰς ἀπόδειξιν τῆς τοῦ κόσμου μονώσεως. καὶ ὁρᾷς πάλιν, ὅτι τρεῖς αὗται μονάδες εἰσί, τὸ αὐτοζῷον, τὸ δημιουργικὸν αἴτιον, τὸ πᾶν· ἀλλὰ τὸ μὲν νοητὴ μονάς, τὸ δὲ νοερὰ μονάς, τὸ δὲ αἰσθητὴ μονάς.

Τὸ γὰρ περιέχον πάντα ὁπόσα νοητὰ ζῷα μεθʼ ἑτέρου δεύτερον οὐκ ἄν ποτʼ εἴη.

Θαυμαστὴ τῶν ἀποδείξεων τούτων ἀνάγκη, δεικνῦσα τὸ παντελὲς ζῷον ἓν ὂν καὶ μόνον, ἐοικυῖα ταῖς ἐφόδοις ἐκείναις, διʼ ὧν ἐν Σοφιστῇ τὸ πλῆθος ἐδείκνυ τῶν ὄντων εἰς ἓν ἀναγόμενον τὸ ὄντως ὄν· εἰ γάρ εἰσι δύο τῶν ὄντων ἀρχαί, ἢ ἑκατέρα ὄν ἐστι πρώτως ἢ ἡ ἑτέρα. ἀλλʼ εἰ μὲν ἡ ἑτέρα, ἡ λοιπὴ ἐκ ταύτης ἔσται· εἰ δὲ ἑκατέρα, ἄλλο τι εἶναι δεῖ τὸ ὄν, ἀφʼ οὗ ταῦτα ὄντα ἐστί· τούτων γὰρ ἑκάτερον τὶ ὄν ἐστιν, ἀλλʼ οὐχ ἁπλῶς ὄν. κατὰ τοῦτον δὴ τὸν τρόπον καὶ νῦν δείκνυσιν, ὅτι ἓν τὸ παντελὲς ζῷον, ὥστε κατὰ πάσας τὰς τάξεις τῶν πραγμάτων τὸ πρώτως λεγόμενον εἶναι μονογενὲς εἶναι· καὶ γὰρ τὸ πρώτως ἀγαθὸν καὶ τὸ ἴσον ὡσαύτως δείξομεν μοναδικὸν τὸ πρώτως, ὥσπερ τὸ αὐτοζῷον ἐν τούτοις ἀποδείκνυται. καὶ πῶς γὰρ ἂν οὐκ εἴη τοῦτο μονογενές; εἰ γάρ ἐστιν ἕτερον αὐτῷ συνδυαζόμενον, ἢ πάντα ἔχει ἑκάτερον, ἢ τὸ μὲν πάντα τὸ δὲ οὐ πάντα, ἢ οὐδέτερον πάντα· παρὰ γὰρ ταῦτα οὐκ ἔστιν. εἰ μὲν δὴ μηδέτερον εἶναι πάντα φαίη τις, ἔσται ἑκάτερον ἀτελές. ἡμῖν δὲ περὶ τοῦ παντελοῦς ὁ λόγος καὶ ζητήσομεν, ποῦ τὸ πάντα ἔχον· οὐ γάρ που τὸ μὲν αἰσθητὸν πάντα ἔχει κατὰ τὴν ἑαυτοῦ τάξιν, καὶ ἡ ψυχὴ πάντας ἔχει τοὺς λόγους—δηλοῖ δʼ ἐξ ὧν ἐπιβάλλει πᾶσι τὸν ἑκάστου προχειριζομένη λόγον—· οὐκ ἔσται δέ τι νοητὸν τὸ πάντων τῶν νοητῶν ὄντως περιεκτικόν, ὥσπερ ἡ ψυχὴ διανοητῶς καὶ τὸ πᾶν αἰσθητῶς· πόθεν γὰρ καὶ τούτοις ἡ παντότης ἢ ἐκ τῶν νοητῶν; εἰ οὖν ἔστι τι νοητὸν παντελές, ἐκεῖνο ἂν εἴη τὸ παράδειγμα τοῦ παντός, ὅ ἐστι πρώτως πᾶν. εἰ δὲ τὸ μὲν πάντα, τὸ δὲ μὴ πάντα, οὐδὲ συντάττεται ταῦτα ἀλλήλοις οὐδὲ συναριθμεῖται, ἀλλὰ τὸ μὴ πάντα ἔχον καταδεέστερόν ἐστι, τὸ δὲ παντελὲς περιληπτικωτέραν ἔχει δύναμιν, ὥστε τὸ μὲν ἔσται μέρος, τὸ δὲ ὅλον, καὶ οὐκ ἀμφότερα παντελῆ ζῷα λοιπόν, ἀλλὰ θάτερον αὐτῶν τὸ τελειότερον· τὸ γὰρ ὑφειμένην ἔχον τελειότητα παντελὲς οὐκ ἔσται. εἰ δʼ ἑκάτερον πάντα, πόθεν εἴληφε τὰ πάντα; δεῖ γὰρ ἔκ τινος· ὡς γὰρ τὰ ἑνὸς εἴδους μετασχόντα ἀπὸ μιᾶς αἰτίας ὑφέστηκεν, οὕτως τὰ τῶν πάντων ὁμοίως μετειληχότα καθʼ ἓν αἴτιον ἔχει τὴν παντότητα ταύτην. ἄλλο οὖν ἔσται πρὸ αὐτῶν, ἐπεὶ καὶ δεῖ τῆς δυάδος ἡγεῖσθαι τὴν συναγωγὸν αὐτῶν αἰτίαν. τοῦτο οὖν τὸ πρὸ τούτων ἤτοι ἀδιαιρέτως ἐστὶ πᾶν, ἢ διῃρημένως. εἰ μὲν οὖν ἀδιαιρέτως, ἄλλης δεήσει μεσότητος· τοῦ γὰρ ἀδιαιρέτως πάντα ὄντος καὶ τῆς δυάδος τῆς πάντα ἐχούσης μέσον ἐστὶν ἡ μονὰς ἡ πάντα ἔχουσα διῃρημένως, αὐτὴ μὲν ἡνωμένη κατὰ τὴν ἀδιαίρετον αἰτίαν, ἑνοποιοῦσα δὲ τὴν ἐν τῇ δυάδι παντότητα. τὸ ἄρα πάντα περιέχον πρώτως τοῦτό ἐστιν ἡ μονὰς ἡ πρὸ τῆς δυάδος, ἐν δὲ τῷ ἀδιαιρέτως ὄντι σπέρμα καὶ αἰτία τῆς παντότητός ἐστιν ἑνοειδής. εἰκότως ἄρα τὸ παντελὲς ζῷον εἴρηται μοναδικὸν καὶ μεθʼ ἑτέρου δεύτερον εἶναι μὴ δυνάμενον, οὐχ ὡς τῷ ῥήματι δοκεῖ λέγειν μόνον, ἀλλʼ ὡς μὴ συνεζευγμένον ἄλλῳ· τὸ γὰρ μεθʼ ἑτέρου ταχθὲν δεύτερόν ἐστι καὶ οὐκέτι πρώτως πᾶν· εἰσὶ γὰρ δὴ καὶ μετὰ τὸ παντελὲς ζῷον αἰτίαι μετʼ ἄλλων συντεταγμέναι τῶν ὁμογενῶν, ἀλλʼ οὐ πρώτως ἔχουσι τὰ πάντα, τὸ δὲ πρώτως ἔχον μοναδικόν ἐστιν. εἰ δὲ περιεκτικὸν εἴη πάντων, ἄλλο παρʼ αὐτὸ οὐκ ἂν εἴη ζῷον νοητόν· εἰ γὰρ ἄλλο, οὐκέτι τοῦτο παντελές, ἀλλὰ μέρος, ἐκεῖνο δὲ τὸ ὅλον, οὗ τοῦτο μέρος μόνον ἂν εἴη· δεῖ γὰρ στῆναι τὸ πλῆθος εἰς τὴν μονάδα. ἀλλὰ πῶς ὁ Πλάτων εἶπε τὸ μεθʼ ἑτέρου δεύτερον; ἤρκει γὰρ εἰπεῖν καὶ τὸ μεθʼ ἑτέρου καθʼ ἑαυτὸ καὶ τὸ δεύτερον· ὃ δὲ ἀμφότερα συνέπλεξεν ἐνδεικνύμενος, ὅτι τὸ ἑτέρῳ συνταττόμενον καὶ μὴ μοναδικὸν ὂν οὐ δύναται εἶναι πρῶτον, καθάπερ εἴπομεν. τάχα δʼ ἄν τι σημαίνοι καὶ πραγματειῶδες· τὸ μὲν γὰρ ἐν τοῖς φθαρτοῖς εἶδος πάντως ἐστὶ μεθʼ ἑτέρου· τὸ γὰρ ἐν τῷδε ἀνθρώπειον εἶδός ἐστι καὶ ἐν τῷδε, πλειόνων ὄντων τῶν μετεχόντων, καὶ διὰ τοῦτο ἑκάτερον μεθʼ ἑτέρου· τὸ δὲ ἀΐδιον μέν, οὐχ ὅλον δέ, εἰ καὶ μοναδικόν ἐστι καὶ διὰ τοῦτο μὴ μεθʼ ἑτέρου, ἀλλὰ δεύτερον, ἀτελέστερον ὂν ὅλου τινός· τὸ δὲ μήτε ἐν πολλοῖς μήτε μέρος μεθʼ ἑτέρου δεύτερον οὐκ ἔστιν, ὡς καὶ ἑνὸς ὂν καὶ ὅλου καὶ μὴ μέρους. εἰκότως ἄρα καὶ ὁ θεολόγος μόνον παράγει τὸν Φάνητα σπέρμα φέροντα θεῶν κλυτὸν ἀπὸ τοῦ κρυφίως ὄντος θεοῦ τὰ πάντα καὶ ἀπὸ τούτου πάσας ὑφίστησι τὰς δευτέρας τάξεις τῶν θεῶν· Οὐρανὸς μὲν γὰρ μετὰ τῆς Γῆς πρόεισιν·

ἣ δὲ πάλιν Γαῖάν τε καὶ Οὐρανὸν εὐρὺν ἔτικτε· καὶ Κρόνος μετὰ τῆς Ῥέας· κατὰ γὰρ τὴν τρίτην γονὴν ἡ Γῆ προήγαγεν

ἑπτὰ μὲν εὐειδεῖς κούρας, ἑλικώπιδας, ἁγνάς,

ἑπτὰ δὲ παῖδας ἄνακτας ἐγείνατο λαχνήεντας. ὁ δὲ δημιουργὸς αὐτός, ὁ μέγιστος Ζεύς, συζυγεῖ τῇ Ἥρᾳ· διὸ καὶ ἰσοτελὴς αὐτῷ καλεῖται, καὶ ἐκ τῶν αὐτῶν προεληλύθασι πατέρων. ὁ δέ γε Φάνης μόνος τε πρόεισι καὶ ὁ αὐτὸς ἀνυμνεῖται θῆλυς καὶ γενέτωρ, παράγει δὲ τὰς Νύκτας; καὶ τῇ μέσῃ σύνεστιν ὡς πατήρ· αὐτὸς γὰρ ἑῆς παιδὸς ἀφείλετο κούριον ἄνθος. καὶ κατὰ τοῦτον ἄρα τὸν θεολόγον τὸ παντελὲς ζῷον μεθʼ ἑτέρου δεύτερον οὐκ ἔστιν, ἀλλὰ πληροῖ μὲν τοὺς νυχίους διακόσμους, πληροῖ δὲ τοὺς οὐρανίους τῆς ἑαυτοῦ παντότητος· ὃν καὶ ὁ Ζεὺς μιμούμενος διττοὺς παράγει διακόσμους, τούς τε ὑπερουρανίους καὶ τοὺς ἐγκοσμίους· ἀλλʼ ὁ μὲν Φάνης διττὰς ὑφίστησι τριάδας, ὁ δὲ Ζεὺς διττὰς δυωδεκάδας· καὶ γὰρ διὰ τοῦτο τὸ σκῆπτρον αὐτοῦ λέγεται πισύρων καὶ εἴκοσι μέτρων. ἀεὶ ἄρα τὸ δημιουργικὸν αἴτιον ὁμοιοῦται μὲν τῷ παραδειγματικῷ, πρόεισι δὲ εἰς πλῆθος ἀπὸ τῆς νοητῆς ἑνώσεως. ταῦτα μὲν οὖν καὶ ἐν ἄλλοις. ὅτι δὲ τὸ αὐτοζῷον μονότητι χαίρει, δεδήλωται καὶ διὰ τῶν Ὀρφικῶν θεολογιῶν· κύει γὰρ ὁ κατὰ τὸ ὠὸν θεός, δηλονότι ζῷον ἀφʼ ἑαυτοῦ, καλεῖ δὲ ὅμως αὐτὸν δαίμονα σεμνόν, μῆτιν σπέρμα φέροντα θεόκλυτον, ᾧ καὶ ὁ Ζεὺς ἀνάλογον μῆτίς τε καλεῖται καὶ δαίμων ὁ αὐτός· ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων. οὕτω δὲ καὶ τὰ λόγια τὸν μέγιστον τοῦτον θεὸν πηγὴν πηγῶν προσαγορεύει καὶ μόνον ἀπογεννῆσαι τὰ πάντα φησίν· ἔνθεν ἅδην θρῴσκει γένεσις πολυποικίλου ὕλης· ἔνθεν συρόμενος πρηστὴρ ἀμυδροῖ πυρὸς ἄνθος κόσμων ἐνθρῴσκων κοιλώμασι· πάντα γὰρ ἔνθεν ἄρχεται εἰς τὸ κάτω τείνειν ἀκτῖνας ἀγητάς.

Πάλιν γὰρ ἕτερον εἶναι τὸ περὶ ἐκείνω δέοι ζῷον, οὗ μέρος ἂν εἴτην ἐκείνω, καὶ οὐκ ἂν ἔτι ἐκείνοιν, ἀλλʼ ἐκείνω τῷ περιέχοντι τόδʼ ἂν ἀφωμοιωμένον λέγοιτο ὀρθότερον.

Ἀπὸ τῆς δημιουργικῆς ἀγαθότητος ῥᾴδιον ἀποδείκνυται τοῦτο τὸ νῦν ὑπὸ τοῦ Πλάτωνος εἰρημένον· εἰ γὰρ ἀγαθὸς ὁ δημιουργός, πρὸς τὸ παντελὲς ζῷον ἀπεργάζεται τὸ πᾶν. ἀλλὰ μὴν ἀγαθὸς καὶ τῶν αἰτίων ἄριστος· πρὸς ἄρα τὸ παντελὲς ζῷον ἐξομοιοῖ τὸν κόσμον· δεῖ γὰρ τὸν πρώτιστον δημιουργὸν τοῦ πρωτίστου παραδείγματος εἶναι νοητικόν, ἐκείνου δὲ ὄντα νοητικὸν καὶ τοῦ πρὸς ἐκεῖνο πάντως ὁμοιώματος εἶναι ποιητήν. ἢ γὰρ οὐδὲν ἔσται πρὸς αὐτὸ καὶ οὐκέτʼ ἂν ἔχοι τὴν τοῦ παραδείγματος τάξιν ἢ τὸ παρὰ τοῦ πρωτίστου τῶν δημιουργῶν ἀπεργασθέν. εἰ δὲ λέγοις, ὅτι δεῖ καὶ ἄλλας αἰτίας εἶναι δευτέρας, πρὸς μερικώτερα παραδείγματα ποιούσας, εὖ μὲν λέγεις, ἓν δὲ ὅμως φυλάττεις τὸ πᾶν· τὰ γὰρ τούτων δημιουργήματα μέρη τοῦ παντὸς ἔσται· ὡς γὰρ τὰ δημιουργήματα πρὸς τοὺς δημιουργούς, οὕτω τὰ δημιουργοῦντα πρὸς τὰ παραδείγματα, καὶ ἐναλλάξ. ὡς οὖν μέρη τὰ παραδείγματα τῶν παραδειγμάτων καὶ τὰ δημιουργικὰ τῶν δημιουργικῶν αἰτίων, οὕτως καὶ τὰ δημιουργήματα τῶν δημιουργημάτων. ἀνάγκη ἄρα τὴν ὁλότητα τοῦ παντὸς εἰκόνα εἶναι τοῦ παντελοῦς ζῴου, καὶ τὸ παντελὲς ζῷον παράδειγμα εἶναι τοῦ παντός. ἀλλὰ μὴν δέδεικται τὸ αὐτοζῷον ὅτι ὄντως μόνον ἐστὶ μοναδικόν. εἷς ἄρα ὁ κόσμος καὶ μοναδικός, ἵνα τὸ παράδειγμα μεμιμημένος ᾖ τελέως. καὶ γὰρ πρῶτος ὑποδεχόμενος τὴν ὁμοίαν ἰδέαν ἐκείνῳ, πῶς οὐκ ἔμελλε πᾶσαν αὐτοῦ τὴν φύσιν ἀπεικονίζεσθαι νοερὸς καὶ ἀΐδιος καὶ μοναδικὸς γεγονώς;

Ἵνα οὖν τόδε κατὰ τὴν μόνωσιν ὅμοιον ᾖ τῷ παντελεῖ ζῴῳ, διὰ ταῦτα οὔτε ἀπείρους οὔτε δύο ἐποίησεν ὁ ποιῶν κόσμους.

Πάλιν ἡμᾶς ὑπομιμνήσκει τῆς δημιουργικῆς αἰτίας, ἵνα ἐννοήσωμεν καὶ ἀπὸ ταύτης, ὅτι πᾶν τὸ ὑπὸ τῆς ὅλης δημιουργίας γιγνόμενον μοναδικόν ἐστιν, ἀΐδιόν ἐστι, νοερόν ἐστι, καὶ ὅτι πάντων αἴτιος ὁ δημιουργὸς τῷ τὰς μονάδας αὐτῶν παράγειν, τὴν δὲ πεπληθυσμένην καὶ μερικὴν δημιουργίαν παραδίδωσι τοῖς νέοις θεοῖς. ἔτι δὲ κἀκεῖνο λεληθότως ἡμᾶς ἐδίδαξε, τίς ὁ παντέλειος ὁ κατʼ αὐτὸν νοῦς, τοῦτο δὴ τὸ θρυλούμενον ὄνομα παρὰ τοῖς νεωτέροις, ὅτι δὴ ὁ νοητός, ἐν ᾧ τὸ πᾶν πρώτως ἐστί. πρότερον μὲν οὖν διῃρημένως ἐκάλει τὸ κατὰ πάντα τέλειον, ὅπου τὴν παντότητα αὐτοῦ ἐξύμνει· νῦν δὲ ἀθρόως συνθεὶς εἶπεν αὐτὸν παντέλειον, ὅπου περὶ τοῦ μονογενοῦς ὁ λόγος. ἀλλὰ πῶς τὸ ἄπειρον ἔστι καὶ πῶς οὐκ ἔστι; λέγεται δὴ τὸ ἄπειρον τριχῶς, ἢ κατὰ δύναμιν ἢ κατὰ πλῆθος ἢ κατὰ μέγεθος. τὸ μὲν οὖν κατὰ δύναμιν ἄπειρόν ἐστιν ἐν τοῖς θείοις καὶ ἐν τῷ κόσμῳ—τὸ γὰρ ἀνέκλειπτον καὶ ἀέναον τῆς κατὰ δύναμιν ἀπειρίας ἴδιον—τὸ δὲ κατὰ πλῆθος πὼς μὲν ἔστι, πὼς δὲ οὔ—ἀθρόον μὲν γὰρ οὐκ ἔστι, κατὰ μέρος δʼ ἔστι— τὸ δὲ κατὰ μέγεθος οὐδʼ ὅλως ἔστι. τὸ τοίνυν κατὰ πλῆθος ἄπειρον εἰ ἔστιν ἐν τοῖς κόσμοις, πρῶτον μὲν ἀσύντακτον ἔσται πρὸς ἑαυτό· ποία γὰρ ἐν τῷ ἀπείρῳ τάξις πρώτων καὶ δευτέρων, ὅπου μηδέν ἐστι πρῶτον; ἔπειτα οὐχ ἕξει μίαν ποιητικὴν αἰτίαν· εἰ γὰρ ἔχοι, πρὸ τοῦ πλήθους ἐκείνη ποιήσει τὸ ἓν καὶ πρὸ τῶν μερῶν τὸ ὅλον· αὕτη γὰρ οὖσα μία καὶ πρὸς ἑαυτὴν ἐξομοιώσει πρῶτον τὰ μετʼ αὐτήν· ἕκαστον γὰρ αὑτῷ παράγειν ὅμοια βούλεται τῶν κατὰ φύσιν ποιητικῶν αἰτίων. ὅπου δὲ τὸ πρῶτόν ἐστιν, ἐν ἐκείνοις τὸ ἄπειρον οὐκ ἔστιν. εἰ δὲ ἄλλους ἐξ ἄλλων ὑποθήσονται κόσμους, ἢ ἀσύντακτα ἔσται τὰ αἴτια αὐτῶν ἢ συντεταγμένα. καὶ εἰ μὲν συντεταγμένα, δεῖ καὶ τοὺς κόσμους μίαν σύνταξιν ἔχειν, ἐν δὲ τῷ ἀπείρῳ τάξις οὐκ ἔστι, πρὸς δὲ τούτῳ καὶ διείργει τὸ κενὸν ἐν μέσῳ παρεμπῖπτον. εἰ δὲ ἀσύντακτα, πλῆθος διῃρημένον καὶ ἀσυμπαθὲς ἐν ταῖς ἀρχαῖς θησόμεθα, τοῦτο δὲ πάντα ἄρδην ἀπόλλυσιν αὐτά τε τὰ αἴτια καὶ τὰ μετʼ αὐτά· ἐκεῖνα μὲν γὰρ ἀλλήλων ἔσται φθαρτικά, τῷ παντάπασιν ἀλλοτρίως ἔχειν εἶναι μετʼ ἀλλήλων οὐ δυνάμενα, τὰ δὲ ἐξ αὐτῶν συμπεσόντα στήσεται καὶ οὐδʼ ἕξει πόθεν αὖθις γενήσεται τῶν ἀρχῶν ἀπολομένων. εἰ δέ τις μήτε ἕνα λέγοι τὸν κόσμον μήτε ἀπείρους, ἀλλὰ πολλοὺς πεπερασμένους—ἤδη γάρ τινος ἤκουσα δόξης βαρβαρικῆς, ἣν Πλούταρχος ἱστόρησεν ὁ Χαιρωνεύς, ἐν ἑνὶ τριγώνῳ ἰσοπλεύρῳ κατὰ μὲν τὸ μέσον εἶναι τὸ νοητόν, καθʼ ἑκάστην δὲ πλευρὰν περὶ ἐκεῖνο κόσμους ἑξήκοντα καὶ καθʼ ἑκάστην γωνίαν ἕνα, τοιούτους, οἷος ὁ ἡμᾶς περιέχων, ὥστʼ εἶναι τρεῖς ἡγεμόνας καὶ τρὶς ἑξήκοντα ἄλλους ὑπʼ αὐτούς· ἡγεμονικωτέρους γὰρ εἶναι τοὺς γωνιακοὺς τῶν πλευρικῶν— οὗτοι γοῦν οἱ λόγοι πλῆθος ποιοῦσι πεπερασμένον τῶν κόσμων, ἓν τὸ νοητὸν ποιήσαντες, εἰ μὴ ἄρα τὸ μὲν νοητὸν ὡς ῥίζαν πάντων μέσον τάττοιεν, τοὺς δὲ γωνιακοὺς τρεῖς κόσμους ὡς συνεκτικοὺς πάντων καὶ ἑνοποιοὺς κατὰ τὸν ἕνα κοσμικὸν νοῦν καὶ τὴν μίαν ψυχὴν καὶ τὴν μίαν φύσιν, ἢ κατὰ τὸν ἐμπύριον καὶ αἰθέριον καὶ ὑλαῖον κόσμον— καὶ γὰρ ἡ γωνία συνοχὴ τῶν πλευρῶν ἐστι—τὰς δὲ τρεῖς ἑξηκοντάδας τὰ πλήθη λέγοιεν τὰ καθʼ ἑκάστην … ἀπὸ τούτων σφαῖραν· δώδεκα γὰρ αἱ σφαῖραι, τὸ δὲ καθʼ ἑκάστην πλῆθος σφαιρικόν ἐστιν, οὗ σύμβολον ἡ πεντάς, σφαιρικὸς οὖσα πρῶτος ἀριθμός· τρεῖς οὖν ἑξηκοντάδες, διότι καὶ νοερὰ καὶ ψυχικὴ καὶ φυσικὴ σειρὰ καθʼ ἑκάστην ἐστὶ σφαῖραν, ἧς σύμβολον ἡ πεμπάς, ἢ διότι καὶ ἐμπύριόν ἐστι πλῆθος θεῶν καὶ αἰθέριον καὶ ὑλαῖον. εἰ δʼ οὖν τις μὴ ταῦτα αἰνίσσοιτο πεπερασμένους λέγων, ἀλλʼ ὄντως κατʼ ἀριθμὸν διῃρημένους, ἐρωτήσομεν αὐτόν, πότερον ἄμεινόν ἐστιν ἕνα ποιεῖν κόσμον πάντων περιληπτικὸν ἢ πολλοὺς διῃρημένους ἀπʼ ἀλλήλων· ἐκεῖνο μὲν γὰρ τῇ τε μονάδι συνέχεσθαι ποιεῖ τὸ πλῆθος καὶ τὰ μέρη τῷ ὅλῳ, τοῦτο δὲ φέρει τὴν ποίησιν εἰς πλῆθος ἀσύντακτον, καίτοι καὶ ἡ φύσις καὶ ἕκαστον τῶν τοιούτων τὴν μονάδα τοῦ πλήθους καὶ τὸ ὅλον ποιεῖ τῶν μερῶν συνεκτικόν. καὶ εἰ μὲν ἅπτονται ἀλλήλων οἱ κόσμοι, σφαιροειδεῖς ὄντες κατὰ σημεῖον ἅψονται, τῷ δὲ ὅλῳ διείργονται ἀλλήλων καὶ μᾶλλον ἀσυμπαθεῖς ἢ συμπαθεῖς ἔσονται—δεῖ δὲ τὰ ἐκ μιᾶς αἰτίας συμπάσχειν ἀλλήλοις καὶ μίαν ζωὴν ἀποτελεῖν—εἰ δὲ μήτε ἅπτονται, παντάπασιν ἀλλήλων ἔσονται διῃρημένοι. οὕτως δὲ καὶ τὰ μὲν ἄνω κάτω ἔσται, φησὶν Ἀριστοτέλης, τὰ κάτω δὲ ἄνω, διαστήματος ὄντος ἔξω καὶ τοῦ μὲν ὡδί, τοῦ δὲ ὡδὶ τεταγμένου τῶν κόσμων· τὸ γὰρ ἡμῖν ἄνω κάτω ἄλλοις ἔσται. πῶς οὖν ἡ ἐκεῖ γῆ καὶ τὸ ἐκεῖ βαρὺ πᾶν οὐκ οἰσθήσεται καὶ ἐπὶ τόνδε τὸν κόσμον, εἴπερ τοῦ βαρέος ἡ ἐπὶ τὸ κάτω κίνησις; ἔσται δὲ καὶ ἅμα χωροῦν ἐπὶ ταὐτόν, ὡς μὲν ἐν ἐκείνῳ τῷ κόσμῳ πρὸς τὸ ἄνω φερόμενον, ὡς δὲ ἐπὶ τούτων χωροῦν ἐπὶ τὸ κάτω, τάξις τε οὐκ ἔσται κινήσεων ἢ δυνάμεων ἢ τῶν ἐν τῷ παντὶ συστοιχιῶν. εἰ μὴ ἄρα φαίη τις πρὸς τὴν ἐπιβολὴν ταύτην ἄλλο ἐν ἑκάστῳ τὸ μέσον εἶναι· καὶ γὰρ οὐ τοῦ κενοῦ τὸ μέσον, ἀλλὰ τοῦ κόσμου εἶναι· φέρεσθαι οὖν ἑκάστου κόσμου μέρος εἰς τὸ ἐν αὐτῷ μέσον ἢ πέριξ, ἀλλʼ οὐκ εἰς τὸ ἀλλότριον, ἀλλότρια δὲ πάντα τὰ ἐν τοῖς ἄλλοις ἀλλήλων κόσμοις. εἰ δʼ οὖν καὶ ταῦτά τις συγχωρήσειεν ὡς ἐχέγγυα παραλαμβάνειν, ἔστωσαν μὲν καὶ οὗτοι τρόποι τινὲς ἐπιβολῶν, ἀλλʼ ὅ γε Πλάτων ἐξελέξατο τὸν κυριώτατον, τὸν ἀπὸ τοῦ παραδείγματος ὡρμημένον, τούτους δὲ καὶ τοὺς τοιούτους ὡς τὰ συναίτια λαμβάνοντας παραλέλοιπεν. ἔχει δὲ καὶ τὸ ὡρισμένον ἡ τοιαύτη ἀπόδειξις· οὐ γὰρ ἰδίᾳ μὲν ἐλέγχει τοὺς πλῆθος εἶναι λέγοντας τῶν κόσμων, ἰδίᾳ δὲ τοὺς τὴν ἀπειρίαν εἰσάγοντας ἄλλων ἀλλαχοῦ διεσπαρμένων καὶ ὑπὸ τοῦ κενοῦ διαλαμβανομένων, ἀλλʼ ὁμοῦ καὶ τούτους κἀκείνους ἀπέφηνε ψευδεῖς, αὐτόθεν κατασκευάσας, ὅτι εἷς ὁ κόσμος ἀπὸ τῆς τοῦ παραδείγματος μονώσεως. καὶ ἔτι τοὺς ὑλικοὺς παρῃτήσατο τρόπους τῆς ἐπιχειρήσεως· οὔτε ἀπὸ τῆς ὕλης, ὅτι μία, ὡς Ἀριστοτέλης, ἀπέδειξεν, ἢ ἀπὸ τοῦ ὡρίσθαι τοὺς κατὰ φύσιν τόπους, οὔτε ἀπὸ τοῦ ἡνῶσθαι τὴν οὐσίαν, τουτέστι τὴν ὕλην σῶμα οὖσαν, ὡς οἱ ἀπὸ τῆς Στοᾶς· ἢ γὰρ μόνος ἢ μάλιστα Πλάτων τῇ ἀπὸ τοῦ προνοοῦντος αἰτίᾳ κατεχρήσατο, φησὶν ὁ Θεόφραστος, τοῦτό γε καλῶς αὐτῷ μαρτυρῶν. ὃ δʼ οὖν εἴπομεν, τῷ παραδείγματι τῆς τοῦ κόσμου μονώσεως τὴν αἰτίαν ἀνέθηκεν· εἰ γὰρ ἓν τὸ παράδειγμα καὶ ὁ δημιουργὸς εἷς, ἀνάγκη καὶ τὸν κόσμον ἕνα εἶναι, καὶ οὐδὲ οὕτως ἁπλῶς εἰπεῖν, ἀλλʼ εἰ τὸ παράδειγμα ἓν καὶ ὁ κόσμος ἀπεικονίζεται τὴν μόνωσιν τοῦ παραδείγματος, εἷς ὁ κόσμος. ἀλλὰ μὴν τὸ ἡγούμενον· καὶ γὰρ τὸ παράδειγμα ἕν, ὡς ἔδειξε πρότερον, καὶ κατὰ τὴν ἑαυτοῦ μόνωσιν ὑπέστησε τὸν κόσμον· ὥσπερ γὰρ τὸ ἀφʼ ἑνὸς τἀγαθοῦ νοητὸν ἓν ἀπεγεννήθη, οὕτω καὶ πρὸς ἑαυτὸ ἓν ὂν κατὰ τὴν μόνωσιν τὸν μονογενῆ κόσμον συνέστησεν. εἷς ἄρα ὁ κόσμος ἐστὶ καὶ οὔτε πλείους οὔτε πλείω τὰ πρῶτα παραδείγματα οὔτε ἄπειροι· τὸ γὰρ κατὰ πλῆθος ἄπειρον οὐδὲ ἐν τοῖς θνητοῖς ὑφέστηκε, μὴ ὅτι γε ἐν τοῖς ἀϊδίοις. δυνατὸν δέ φησιν ὁ Πορφύριος τῇ ἀποδείξει τοῦ Πλάτωνος χρῆσθαι καὶ ἐπὶ πάσας τὰς ἄλλας ἀρχάς· οὐ γὰρ μόνον ἓν διὰ ταύτης δείκνυται τὸ νοητὸν ζῷον, ἀλλὰ καὶ εἷς ὁ δημιουργὸς ὁ πρώτιστος, καὶ ὅλως ὅτι οὐ πλείους αἱ ἀρχαὶ τῶν νοητῶν, ἀλλὰ μία· πάλιν γὰρ ἂν ἑτέραν ἀρχὴν δέοι τῶν πλειόνων εἶναι, διʼ ἣν καὶ αὗται ἀρχαὶ καὶ ἀγένητοι· πᾶν γὰρ τὸ πλείοσιν ὑπάρχον κατὰ φύσιν ἐκ μιᾶς αἰτίας ἐφήκειν ἀναγκαῖον. εἴ τις οὖν λέγοι θεὸν καὶ ὕλην, ἀναγκάζοιτο ἄν τι θέσθαι ἄλλο πρὸ τούτων· οὔτε γὰρ ἡ ὕλη αὐτάρκης οὔτε ὁ θεὸς πάντων περιεκτικός. δεῖ οὖν εἶναι τὴν πάντα περιέχουσαν αἰτίαν πρὸ τούτων καὶ τὴν ὄντως αὐτάρκη καὶ μηδενὸς ἄλλου προσδεομένην.

Ἀλλʼ εἷς ὅδε μονογενὴς οὐρανὸς γεγονὼς ἔστι τε καὶ ἔσται.

Τὸ μὲν «μονογενὲς» τὴν μοναδικὴν αἰτίαν ἀπεικονίζεται καὶ τὴν πάντων περιεκτικὴν τῶν δευτέρων καὶ τὴν τῶν ὅλων ἐπικρατοῦσαν οὐσίαν ἐνδείκνυται· καὶ γὰρ ὁ θεολόγος οὕτως τὴν Κόρην μουνογένειαν εἴωθε προσαγορεύειν, ὡς τῶν ἐγκοσμίων ἁπάντων ἡγεμονικῶς προϊσταμένην καὶ τῶν μονογενῶν ζῴων αἰτίαν· τὰς γὰρ μὴ μονογενεῖς ἡ μετʼ αὐτὴν ὑφίστησιν θεός, ἀλόγους οὔσας. μονογενῆ δʼ οὖν καλεῖ καὶ ἐκεῖνος διὰ ταῦτα τὴν Κόρην, καίτοι καὶ ἄλλην θεότητα παραγαγὼν ἀπὸ τῶν αὐτῶν αἰτίων τῇ Κόρῃ. τὸ δὲ «ἓν» ἀπὸ τῆς μιᾶς τῶν ἑνάδων ἑνάδος ἐφήκει τῷ παντί, καθάπερ τὸ πανταχοῦ ὂν ἐκ τοῦ ὄντος, οὕτω δὴ καὶ τὸ ἐν πᾶσιν ἓν ἐκ τοῦ ἑνός. τὸ δὲ γεγονὼς καὶ τὸ ἔστι καὶ τὸ ἔσται τὴν ἐν χρόνῳ δηλοῖ τοῦ παντὸς ἀϊδιότητα, τὴν τῇ ἀπειρίᾳ τοῦ χρόνου ἐκτεινομένην· ἔστι γὰρ τὸ μὲν γεγονὸς τοῦ παρελθόντος, τὸ δὲ ἔστι τοῦ παρόντος, τὸ δὲ ἔσται τοῦ μέλλοντος. ἔχεις οὖν πάλιν τὸ μὲν εἷς κατʼ εἰκόνα τοῦ ἑνὸς ὄντος· τὸ δὲ γεγονὼς ἔστι τε καὶ ἔσται κατʼ εἰκόνα τοῦ αἰῶνος—τὸ γὰρ αἰώνιον ἄπειρον ἡ ἀπειρία τοῦ χρόνου μεμίμηται—πάντα δὲ ταῦτα κατʼ εἰκόνα τοῦ αὐτοζῴου· πρώτως γὰρ ἦν ἐκεῖνο μοναδικὸν καὶ ὄντως ἓν καὶ αἰώνιον, τοῦτο δὲ διὰ τὴν πρὸς ἐκεῖνο μίμησιν. ἔτι δὲ τὸ μὲν «γεγονέναι» τῆς τελειότητός ἐστι σημαντικόν, τὸ δὲ «εἶναι» τῆς τοῦ ὄντος μετοχῆς, τὸ δὲ «ἔσεσθαι» τῆς ἀειγενεσίας, διʼ ἣν ὁ κόσμος ἀνέκλειπτός ἐστιν· ὥστε καὶ τούτων τὸ μέν ἐστιν ἀπὸ τοῦ ἑνός—ἐκεῖθεν γὰρ πᾶσιν ἐφήκει τὸ τέλειον—τὸ δὲ ἀπὸ τοῦ ἑνὸς ὄντος, τὸ δὲ ἀπὸ τοῦ αἰῶνος—ἐκεῖθεν γὰρ ὑπάρχει τοῖς ὅλοις τὸ ἀνέκλειπτον.