Part of Platonic Theology: Books 1–5

ΠΡΟΚΛΟΥΠΛΑΤΩΝΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΘΕΟΛΟΓΙΑΣΚΕΦΑΛΑΙΑ ΤΟΥ ΤΕΤΑΡΤΟΥ

αʹ. Τίς ἡ τῶν νοητῶν καὶ νοερῶν θεῶν ἰδιότης καὶ πῶς τὴν ἀμέθεκτον ζωὴν καταλάμπουσι καὶ τὴν συνέχειαν ἔχουσιν πρὸς τοὺς νοητοὺς θεούς.

βʹ. Πῶς ἀπὸ τῶν νοητῶν θεῶν ὑπέστησαν οἱ νοητοὶ καὶ νοεροὶ θεοὶ καὶ πῶς κοινωνοῦσι τοῖς νοητοῖς θεοῖς.

γʹ. Τίς ἡ τῶν νοητῶν καὶ νοερῶν θεῶν κατὰ τὰς τριάδας διαίρεσις καὶ τίς ἡ τῶν τριάδων τούτων ἐξαλλαγὴ πρὸς τὰς νοητὰς τριάδας.

δʹ. Πῶς ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης ἐπὶ ταύτην ἡμᾶς ἀνάγει τὴν τάξιν τῶν θεῶν.

εʹ. Ὅτι τὸν οὐρανὸν καὶ τὴν οὐρανίαν περιφορὰν οὐκ ἐπὶ τῶν αἰσθητῶν ἀκούειν δεῖ, ἀλλʼ ἐπὶ τῆς πρωτίστης τοῦ Οὐρανοῦ τάξεως, ὑπομνήσεις πλείους ἀπʼ αὐτῶν τῶν Πλατωνικῶν ῥημάτων.

ϛʹ. Ὅτι ὁ ὑπερουράνιος τόπος οὐχ ἁπλῶς ἐστι νοητός, ἀλλʼ ὡς ἐν νοεροῖς νοητὴν ἔλαχε τάξιν, ἀποδείξεις ἐκ τῶν περὶ αὐτοῦ παραδεδομένων.

ζʹ. Ὅτι ἡ ὑπουράνιος ἁψὶς τὸ πέρας ἐστὶ τῶν νοητῶν καὶ νοερῶν θεῶν, ἐκ τῶν ἰδιωμάτων αὐτῆς ὑπομνήσεις.

ηʹ. Διὰ τί τὴν τάξιν ταύτην τῶν θεῶν ἀπὸ τῆς ἐν αὐτῇ μεσότητος χαρακτηρίζει, τῶν ἄκρων τὰ ὀνόματα κατὰ τὴν πρὸς ταύτην σχέσιν παραδιδούς.

θʹ. Ὅτι τὸν τῆς ἀνόδου τρόπον τῆς ἐπὶ τὸ νοητὸν τὸν αὐτὸν ὁ Πλάτων παραδίδωσιν ὃν οἱ τελεσταὶ παραδεδώκασιν.

ιʹ. Τίς ὁ ὑπερουράνιος τόπος καὶ πῶς ἀπὸ τῶν πρώτων προῆλθε νοητῶν καὶ ὅπως ἀκρότατός ἐστιν ἐν τοῖς νοεροῖς καὶ ὅπως τὴν γόνιμον αὐτοῦ δύναμιν ὁ Πλάτων ἐνεδείξατο.

ιαʹ. Πῶς τὴν ἄγνωστον ἰδιότητα τῆς ἀκρότητος τῶν νοητῶν καὶ νοερῶν ὁ Πλάτων ἐνεδείξατο καὶ διὰ τί καταφατικῶς τε αὐτὴν ἅμα καὶ ἀποφατικῶς ἀνύμνησε.

ιβʹ. Τίνες εἰσὶν αἱ ἀποφάσεις ἐπὶ τοῦ ὑπερουρανίου τόπου, καὶ ὅτι ἀπὸ τάξεων γίνονται θείων· καὶ ποίας μὲν τὸ ἀχρώματον ἀπόφασις, ποίας δὲ τὸ ἀσχημάτιστον, ποίας δὲ τὸ ἀναφές.

ιγʹ. Τίνα καταφάσκει τοῦ ὑπερουρανίου τόπου καὶ ἀπὸ ποίων ἰδιοτήτων νοητῶν εἰς αὐτὸν ἐφήκει τὰ καταφασκόμενα συνθήματα.

ιδʹ. Τίνες αἱ ἐν τῷ ὑπερουρανίῳ τόπῳ τρεῖς θεότητες τῶν ἀρετῶν, ἐπιστήμη καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ τίνα πρὸς ἀλλήλας ἔχουσι τάξιν καὶ τίνα ἑκάστη τελειότητα τοῖς θεοῖς ἐνδίδωσι.

ιεʹ. Τί τὸ τῆς ἀληθείας πεδίον, τίς ὁ λειμών, τί τὸ ἑνιαῖον τῆς νοητῆς τροφῆς εἶδος καὶ τίς ἡ ἀπὸ ταύτης διαιρουμένη διττὴ τροφὴ τῶν θεῶν.

ιϛʹ. Ὅτι τριαδικός ἐστιν ὁ ὑπερουράνιος τόπος, ὑπομνήσεις πλείους, καὶ τίνα τὰ συνθήματα τῶν ἐν αὐτῷ τριῶν ὑποστάσεων.

ιζʹ. Τίς ἡ Ἀδράστεια καὶ τίς ὁ τῆς Ἀδραστείας θεσμός, καὶ ὅτι ἐν τῷ ὑπερουρανίῳ τέτακται τόπῳ καὶ διὰ ποίαν αἰτίαν.

ιηʹ. Σύλληψις τῶν περὶ τοῦ ὑπερουρανίου τόπου ῥηθέντων, ἐν ἐλαχίστοις τὰς ἰδιότητας αὐτοῦ ἐκφαίνουσα.

ιθʹ. Ἀποδείξεις τοῦ τὴν συνεκτικὴν τάξιν ἐν τοῖς νοητοῖς καὶ νοεροῖς εἶναι θεοῖς, καὶ ὅτι τρεῖς ἀνάγκη τὰς συνεκτικὰς εἶναι τῶν ὅλων αἰτίας.

κʹ. Ὅτι τὴν οὐρανίαν περιφορὰν εἰς ταὐτὸν ἄγει τῇ συνεκτικῇ τάξει τῶν θεῶν ὁ Πλάτων.

καʹ. Πῶς τῆς τριαδικῆς διαιρέσεως τῆς ἐν τῇ συνεκτικῇ θεότητι λάβοιμεν ἂν ἀφορμὰς ἐκ τῶν ὑπὸ τοῦ Πλάτωνος εἰρημένων, καὶ διὰ τί μάλιστα τὴν ἕνωσιν ἐπὶ ταύτης πρεσβεύει τῆς τριάδος.

κβʹ. Τίς ἡ ἐν Κρατύλῳ περὶ τοῦ Οὐρανοῦ θεολογία καὶ πῶς καὶ ἐξ ἐκείνης συλλογίζεσθαι τὴν μεσότητα δυνατὸν τῶν τε νοητῶν καὶ τῶν νοερῶν θεῶν.

κγʹ. Ὅτι τὴν ὑπουρανίαν ἁψῖδα τῶν ἐξηγητῶν οἱ ἐνθεαστικώτατοι τάξιν τινὰ ἰδίαν ἀφωρίσαντο, καὶ ὅτι τελεώτατα αὐτὴν ἐξέφηνεν ὁ ἡμέτερος καθηγεμών.

κδʹ. Ὅτι τελεσιουργός ἐστιν ἡ ἰδιότης τῆς ὑπουρανίας ἁψῖδος, ὑπομνήσεις πλείους ἀφʼ ὧν ὁ Πλάτων παραδέδωκεν περί τε αὐτῆς καὶ τῶν ἐπʼ αὐτὴν ἀναγομένων ψυχῶν.

κεʹ. Τίς ἡ τριαδικὴ διαίρεσις τῆς τελεσιουργοῦ τάξεως, ἣν ἐν τῇ ὑπουρανίᾳ ἁψῖδι παραδέδωκεν ὁ Πλάτων.

κϛʹ. Τίς ἡ ἐπὶ τὰς νοητὰς καὶ νοερὰς τριάδας ἀναγωγὴ τῶν ἀπὸ σώματος χωριστῶν ψυχῶν, τίς ἡ μακαριωτάτη τελετή, τίς ἡ μύησις, τίς ἡ ἐποπτεία, τίνα τὰ ὁλόκληρα καὶ ἁπλᾶ καὶ ἀτρεμῆ φάσματα, τί τὸ τέλος ταύτης πάσης τῆς ἀναγωγῆς.

κζʹ. Πῶς ἐν Παρμενίδῃ τὰς νοητὰς καὶ νοερὰς τάξεις ἀπὸ τῶν νοητῶν ἐκφαίνει, καὶ τί τὸ κοινὸν καὶ τί τὸ διαφέρον τῆς περὶ τούτων θεολογίας.

κηʹ. Πῶς ἀπὸ τῶν νοητῶν ὁ νοητὸς καὶ νοερὸς ἀριθμὸς προῆλθε, καὶ τίνι διαφέρει τοῦ νοητοῦ πλήθους.

κθʹ. Πῶς κατεκόσμησεν τὰ ὄντα πάντα ὁ θεῖος ἀριθμός, καὶ τίνες αἱ ἐν αὐτῷ δυνάμεις συμβολικῶς ἐκ τῆς διαιρέσεως τοῦ ἀριθμοῦ παραδίδονται.

λʹ. Πῶς τὴν ἰδιότητα τὴν θηλυπρεπῆ καὶ γεννητικὴν ἐν τοῖς περὶ τοῦ ἀριθμοῦ λόγοις ὁ Παρμενίδης παραδέδωκεν.

λαʹ. Πῶς εὑρήσομεν τὴν τριαδικὴν διαίρεσιν τῆς ἀκρότητος τῶν νοητῶν καὶ νοερῶν ἐν τοῖς περὶ τοῦ ἀριθμοῦ παραδεδομένοις.

λβʹ. Ἐπίστασις εἰ χρὴ πρὸ τοῦ αὐτοζῴου τίθεσθαι τὸν ἀριθμὸν ἢ ἐν τῷ αὐτοζῴῳ ἢ μετὰ τὸ αὐτοζῷον.

λγʹ. Πόθεν ὁ Παρμενίδης ἄρχεται τῶν περὶ τοῦ ἀριθμοῦ λόγων καὶ μέχρι ποῦ πρόεισιν, καὶ πῶς τὰς ἐν αὐτῷ διαφόρους ἐκφαίνει τάξεις.

λδʹ. Τί τὸ ἄγνωστον ἐν τοῖς θείοις ἀριθμοῖς, τί τὸ ἀναγωγόν, τί τὸ γεννητικόν, καὶ ὑπομνήσεις τούτων ἐκ τῶν ἐν ἄλλοις τῷ Πλάτωνι περὶ τῶν ἀριθμῶν εἰρημένων.

λεʹ. Πῶς τὴν μέσην τάξιν τῶν νοητῶν καὶ νοερῶν ὁ Παρμενίδης παραδίδωσιν διὰ τοῦ ἑνὸς καὶ ὅλου καὶ πεπερασμένου, καὶ τίνες αἱ τούτων ἰδιότητες.

λϛʹ. Πόθεν ἄρχεται τῶν περὶ τῆς τάξεως ταύτης λόγων ὁ Παρμενίδης καὶ μέχρι τίνος πρόεισιν, καὶ πῶς ἐκφαίνει τὰς ἐν αὐτῇ τρεῖς μονάδας συμφώνως τοῖς ἐν Φαίδρῳ περὶ αὐτῶν εἰρημένοις.

λζʹ. Πῶς τὴν τρίτην τάξιν τῶν νοητῶν καὶ νοερῶν ὁ Παρμενίδης παραδίδωσι καὶ πῶς τήν τε ἰδιότητα αὐτῆς τὴν τελεσιουργὸν καὶ τὴν τριαδικὴν διαίρεσιν ἐκφαίνει.

ληʹ. Τίς ἡ ἕνωσις τῶν τριῶν νοητῶν καὶ νοερῶν τριάδων, ἀπὸ τῶν τοῦ Παρμενίδου συμπερασμάτων ὑπόμνησις.

λθʹ. Πόσα ἂν λάβοιμεν θεολογικὰ δόγματα διὰ τῆς παραδοθείσης τάξεως ὑπὸ τοῦ Παρμενίδου τῶν συμπερασμάτων ἐν τοῖς περὶ τῶν νοητῶν καὶ νοερῶν θεῶν λόγοις.

ΠΡΟΚΛΟΥΠΛΑΤΩΝΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΘΕΟΛΟΓΙΑΣΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝαʹ

Ὁ μὲν δὴ περὶ τῶν νοητῶν λόγος ἡμῖν ἐνταῦθα περιγεγράφθω, τὴν τοῦ Πλάτωνος περὶ αὐτῶν ἀναπλώσας μυσταγωγίαν· ἐχόμενον δέ ἐστι πάντως τὴν περὶ τῶν νοερῶν θεῶν ἀνασκέψασθαι κατὰ τὸν αὐτὸν τρόπον ὑφήγησιν. Ἀλλʼ ἐπειδὴ τῶν νοερῶν τὰ μέν ἐστι νοητὰ καὶ νοερά, ὅσα νοοῦντα νοεῖται κατὰ τὸ λόγιον, τὰ δὲ νοερὰ μόνον, ἀπὸ τῶν νοερῶν ἅμα καὶ νοητῶν ἀρξάμενοι λέγωμεν, τὰ κοινὰ πρῶτον περὶ αὐτῶν διοριζόμενοι, ἀφʼ ὧν καὶ τὴν περὶ ἑκάστης τάξεως διδασκαλίαν σαφεστέραν ποιησόμεθα.

Πάλιν τοίνυν ἀναμνήσωμεν ἡμᾶς αὐτοὺς ὧν μικρῷ πρότερον ἀπεδείκνυμεν, ὡς ἄρα τρεῖς εἰσιν αὗται μονάδες ὁλικαί, πάντως ἐπέκεινα τῶν κατὰ μέρη διῃρημένων θεῶν, οὐσία, ζωή, νοῦς, καὶ ταῦτα πρὸ τῶν μερικῶν μετέχει τῶν ὑπερουσίων ἑνάδων· ἐξῄρηται δὲ ἡ οὐσία τῶν λοιπῶν, μέσην δὲ ἔλαχεν ἡ ζωὴ τάξιν, τὸ δὲ πέρας τῆς τριάδος ταύτης ἐπιστρέφει πρὸς τὴν ἀρχὴν ὁ νοῦς· καὶ πάντα ταῦτα νοητῶς μέν ἐστιν ἐν τῇ οὐσίᾳ, νοητῶς δὲ καὶ νοερῶς ἐν τῇ ζωῇ, νοερῶς δὲ ἐν τῷ νῷ· καὶ ὡς ἀεὶ μὲν τὰ δεύτερα μετέχει τῶν ὑπερκειμένων, ἐκεῖνα δὲ πρὸ τῆς μεθέξεως αὐτὰ καθʼ αὑτὰ προϋφέστηκεν· καὶ ὡς ἐν ἑκάστῃ τάξει τρία ταῦτά ἐστι, τὸ τῆς μονῆς αἴτιον, τὸ τῆς προόδου, τὸ τῆς ἐπιστροφῆς, εἰ καὶ ὁ νοῦς μὲν κατʼ ἐπιστροφὴν εἰδοποιεῖται μᾶλλον, ἡ δὲ ζωὴ κατὰ τὴν πρόοδον, ἡ δὲ οὐσία κατὰ τὴν μονήν.

Τούτων τοίνυν ὑποκειμένων ἀνάγκη δήπου τοὺς πρώτους νοεροὺς θεούς, κατὰ τὴν ζωὴν οὐσιωμένους, συνάπτειν τὸν ἀμέθεκτον νοῦν πρὸς τὸ νοητὸν τῶν θεῶν γένος καὶ τὰς μὲν ποικίλας τῶν δευτέρων προόδους συνέχειν ἑνοειδῶς, τὰς δὲ τῶν προηγουμένων αἰτίων μονίμους ὑπάρξεις ἐκφαίνειν καὶ ἀναπλοῦν. Τοιαύτη γάρ ἐστιν ἡ ἀμέθεκτος ζωή, διορίζουσα τό τε πρώτως ὂν καὶ τὸν νοῦν καὶ μετέχουσα μὲν αὐτὴ τοῦ ὄντος, μετεχομένη δὲ ὑπὸ τοῦ νοῦ· τοῦτο δὲ ταὐτὸν τῷ πληροῦσθαι μὲν ἐκ τοῦ νοητοῦ τὴν νόησιν, πληροῦν δὲ ἀφʼ ἑαυτῆς τὸν νοῦν, τὸ γὰρ ὂν τὸ νοητόν ἐστιν, ἡ δὲ ζωὴ νόησις. Καὶ τὸ μὲν ὂν χαρακτηρίζεται κατὰ τὴν ὕπαρξιν τὴν θείαν, ἡ δὲ ζωὴ κατὰ τὴν δύναμιν, ὁ δὲ νοῦς κατὰ τὸν νοητὸν νοῦν. Ἀνάλογον γάρ ἐστιν, ὡς τὸ ὂν πρὸς τὴν ὕπαρξιν, οὕτως ὁ νοῦς πρὸς τὸ ὄν, καὶ ὡς ἡ δύναμις ἡ νοητὴ πρὸς ἑκάτερον τῶν ἄκρων, οὕτως ἡ ζωὴ πρὸς τὸ νοητὸν καὶ τὸν νοῦν. Καὶ ὥσπερ ἡ δύναμις ἀπεγεννᾶτο μὲν ἐκ τοῦ ἑνὸς καὶ τῆς ὑπάρξεως, συνυφίστη δὲ τῷ ἑνὶ τὴν τοῦ ὄντος φύσιν, οὕτω δὴ καὶ ἡ ζωὴ πρόεισιν μὲν ἐκ τοῦ ὄντος, ἄλλην ὑποστήσασα δύναμιν τῆς ἐν τῷ ὄντι· καθάπερ δὲ τὸ ἓν αὐτὸ προϋπάρχον τοῦ ὄντος ἑνάδα δευτέραν ἀφʼ ἑαυτοῦ τῷ ὄντι δίδωσιν, οὕτω δὴ καὶ ἡ ζωὴ πρὸ τοῦ νοῦ τὴν ὑπόστασιν λαχοῦσα ζωὴν νοερὰν ἀπογεννᾷ. Καὶ γὰρ τὸ ὄντως ὂν καὶ τὸ νοητὸν προηγούμενον τῶν λοιπῶν καὶ τῇ ζωῇ καὶ τῷ νῷ χορηγεῖ τὴν νοητὴν ἕνωσιν.

Ἔστι τοίνυν ἡ ἀμέθεκτος ζωή, μετέχουσα δὲ τῶν νοητῶν μονάδων, δευτέρα μετὰ τὸ ὂν καὶ γεννητικὴ τοῦ ἀμεθέκτου νοῦ· καὶ ταύτην συμπληροῦσα τὴν μεσότητα καὶ τὸν σύνδεσμον κατέχουσα τῶν νοητῶν τε καὶ τῶν νοερῶν, ὑπὸ θεῶν καταλάμπεται δευτέραν μὲν ἕνωσιν λαχόντων τῆς κρυφίου τῶν νοητῶν ὑποστάσεως, προηγουμένων δὲ κατʼ αἰτίαν τῆς τῶν νοερῶν διακρίσεως. Τὸ γὰρ ἑνιαῖον καὶ τὸ ἀδιαίρετον τῶν νοητῶν καὶ τὸ ἁπλοῦν καὶ τὸ πρωτουργὸν διὰ τῆς τούτων μεσότητος εἰς πλῆθος καὶ διάκρισιν ὑφιζάνει καὶ τὴν ἀπεριήγητον τῶν θείων διακόσμων ἀνέλιξιν. Ὅθεν οἶμαι καὶ μέσοι τῶν τε νοητῶν ὄντες καὶ τῶν νοερῶν θεῶν οἱ τὴν ζωὴν συνέχοντες, ἄπειρον οὖσαν, καὶ ἐποχούμενοι ταῖς ἑαυτῶν διαιρέσεσιν, ἅμα νοητοὶ καλοῦνται καὶ νοεροί, πληρούμενοι μὲν ἀπὸ τῶν πρώτων νοητῶν, πληροῦντες δὲ τοὺς νοερούς. Καὶ γὰρ τοὺς νοητοὺς οὐχ ὡς τῷ νῷ συστοίχους νοητοὺς ἐλέγομεν, ἄλλο γὰρ τὸ ἐν τῷ νῷ νοητὸν καὶ ἄλλο τὸ παρακτικὸν τῶν νοερῶν θεῶν· καὶ τοὺς κατὰ τὴν ζωὴν θεοὺς οὐχ ὡς συμπληροῦντας τὸν νοῦν οὐδʼ ὡς κατὰ τὴν νοερὰν νόησιν ἱδρυμένους καὶ παρέχοντας νῷ μὲν τὸ νοεῖν, νοητῷ δὲ τὸ νοεῖσθαι, νοητοὺς ὁμοῦ προσαγορεύομεν καὶ νοερούς, ἀλλʼ ὡς ὑποστάντας μὲν ἀπὸ τῶν νοητῶν μονάδων, πάσας δὲ τὰς νοερὰς ἑβδομάδας ἀπογεννῶντας, καὶ τῷ μὲν νοητῷ φωτὶ καταλαμπομένους, κατʼ αἰτίαν δὲ γεννητικὴν τῶν νοερῶν προϋπάρχοντας, ἀξιοῦμεν κοινῇ προσονομάζειν, ἀπὸ τῶν ἄκρων συνάπτοντες τὰ ὀνόματα, καθάπερ δὴ καὶ αὐτοὶ συναγωγὸν ἔλαχον τῶν ὅλων ἐν τοῖς θείοις διακόσμοις ἰδιότητα.

Δῆλον δὴ οὖν ὅτι κατὰ τὴν μεσότητα ταύτην ὑποστάντες καὶ συνεχεῖς ὄντες τοῖς νοητοῖς θεοῖς, ἐκείνων μοναδικῶς ἅμα καὶ τριαδικῶς ὑφεστηκότων—αἱ γὰρ νοηταὶ τριάδες ὡς μὲν πρὸς τὴν ἀκροτάτην καὶ τῶν πάντων ἐξῃρημένην ἕνωσιν τριάδες εἰσίν, ὡς δὲ πρὸς τὴν διῃρημένην τῶν τριάδων οὐσίαν μονάδες ἂν εἶεν ἀφʼ ἑαυτῶν τὰς ὅλας τριάδας ἐκφαίνουσαι—τῶν γοῦν νοητῶν ἐν τῇ τριαδικῇ προόδῳ τῆς ἑνιαίας ὑπάρξεως οὐκ ἀποστάντων, οἱ νοητοὶ καὶ νοεροὶ θεοὶ τριαδικῶς ὑποστήσονται, τὴν τῶν μονάδων διάκρισιν ἐν ἑαυτοῖς ἐπιδεικνύμενοι καὶ διὰ τῆς ἑτερότητος τῆς θείας εἰς πλῆθος προϊόντες καὶ δυνάμεων καὶ οὐσιῶν ποικιλίαν. Τὰ γὰρ πορρώτερον ὑφιστάμενα τῆς μιᾶς ἀρχῆς πληθύεται τῶν πρὸ αὐτῶν μᾶλλον, καὶ ταῖς μὲν δυνάμεσιν ἐλαττοῦνται καὶ ταῖς τῶν δευτέρων περιοχαῖς, ἀριθμοῖς δὲ πλείοσι καὶ τῆς μονάδος πλέον ἀφεστηκόσι διαιροῦνται καὶ τὴν ἕνωσιν ἀφιᾶσι τὴν τῶν πρωτουργῶν αἰτίων, τὴν ποικιλίαν ἀντὶ τῆς ἐκείνων κρυφίας ὑπάρξεως ἀλλαττόμενα. Κατὰ δὴ τοῦτον τὸν λόγον καὶ τῆς νοητῆς διακρίσεως πλείων ἡ νοητὴ καὶ νοερά, καὶ ταύτης ἡ νοερά, καὶ τούτων πάλιν αἱ μερικαὶ διακοσμήσεις πολλῷ μείζονα τὴν διαίρεσιν ἔλαχον, ὥστε καὶ πλῆθος ἡμῖν ἐκφῆναι θεῶν ἀπερίληπτον τοῖς εἴσω δεκάδος ἀριθμοῖς καὶ τὰς ἰδιότητας αὐτῶν ἀνεξηγήτους εἶναι καὶ τῶν ἡμετέρων ἐπιβολῶν ἀπεριηγήτους καὶ μόνοις αὐτοῖς καταφανεῖς τοῖς θεοῖς καὶ τοῖς ἑαυτῶν αἰτίοις.

Τοιοῦτοι μὲν οὖν εἰσιν οἱ νοητοὶ καὶ νοεροὶ θεοὶ καὶ τοιαύτην ἔλαχον ἰδιότητα, συνεκτικὴν τῶν ἄκρων, καὶ τῶν μὲν προηγουμένων ἐκφαντικήν, τῶν δὲ δευτέρων ἐπιστρεπτικήν, νοοῦντες μὲν τοὺς πρὸ αὐτῶν, νοούμενοι δὲ ὑπὸ τῶν μετʼ αὐτοὺς θεῶν. Διὸ καὶ ὁ Τίμαιος τῶν τε νοουμένων κάλλιστον ἐτίθετο πάντων ὑπάρχειν τὸ παντελὲς ζῷον, ὡς ἂν καὶ τῶν μετʼ ἐκεῖνο δηλαδὴ νοουμένων ὄντων, ὧν ὑπερέχον ἐκεῖνο κάλλιστον ἦν, καὶ πέρας αὖ τῶν πρώτων νοητῶν, ὡς τῶν μετʼ αὐτὸ νοερῶς ὑφεστηκότων. Καὶ κατὰ τοῦτον ἄρα τὸν λόγον οἱ πρῶτοι νοεροὶ θεοὶ καὶ νοητοὶ τυγχάνουσιν ὄντες· καὶ οὐχ ἡμεῖς ταῦτα φέροντες ἀλλαχόθεν τῷ Πλάτωνι προσάγομεν, ἀλλὰ παρʼ αὐτοῦ τὰς ἀφορμὰς λαβόντες λέγομεν. βʹ

Τοῦτο μὲν οὖν καὶ διὰ τῶν ἑπομένων ἔσται σαφέστερον· ὅπως δὲ αὖ προῆλθον ἀπὸ τῶν νοητῶν θεῶν οἱ τὸ τῆς ζωῆς πλάτος τῆς ἀμεθέκτου καταλάμποντες, ἐφεξῆς τοῖς εἰρημένοις διέλθωμεν. Τῶν τοίνυν νοητῶν μονοειδῶς μὲν τὰ πεπληθυσμένα, κρυφίως δὲ τὰ διῃρημένα, τὰ δὲ ποικίλα γένη τῶν ὄντων κατά τινα θαυμαστὴν ἁπλότητος ὑπεροχὴν ἐν ἑαυτοῖς ἱδρυσαμένων, οἱ πρῶτοι τὴν ἕνωσιν αὐτῶν τὴν ἀδιάκριτον καὶ τὴν ἄγνωστον ἁπλότητα τῆς ἐν αὐτοῖς ὑποστάσεως ἐκφήναντες, τῇ δυνάμει τῇ νοητῇ καὶ τῇ ζωῇ τῇ οὐσιώδει τῆς γονίμου τῶν ὅλων περιουσίας πληρωθέντες, δευτέραν μετʼ ἐκείνους ἐκληρώσαντο βασιλείαν, ἑαυτοὺς μὲν παράγοντες ἀεὶ καὶ τελειοῦντες καὶ συνέχοντες, δεχόμενοι δὲ καὶ τὴν ἀπʼ ἐκείνων κρυφίαν ἀπογέννησιν, καὶ παρὰ μὲν τῆς νοητῆς δυνάμεως γεννητικὴν τῶν πάντων ἰδιότητα λαβόντες, παρὰ δὲ τῆς ζωῆς τῆς νοητῆς, κατʼ αἰτίαν ἐν τῷ νοητῷ προϋπαρχούσης, τὴν ὑπεστρωμένην αὐτοῖς φύσιν παραδεξάμενοι. Καὶ γὰρ ἡ ζωὴ πρώτως μέν ἐστιν ἐν τοῖς νοητοῖς, δευτέρως δὲ ἐν τοῖς νοητοῖς καὶ νοεροῖς, κατὰ δὲ τρίτην ἀπόστασιν ἐν τοῖς νοεροῖς, κατʼ αἰτίαν μὲν ἐν τοῖς πρώτοις ὑπάρχουσα, κατʼ οὐσίαν δὲ ἐν τοῖς μέσοις, κατὰ μέθεξιν δὲ ἐν τοῖς ἐσχάτοις.

Προέρχονται τοίνυν ἐκ τῶν νοητῶν οἱ πρῶτοι νοεροὶ θεοί, πληθύοντες μὲν τὴν ἕνωσιν αὐτῶν, ἐκφαίνοντες δὲ τὴν ἀπόκρυφον ὕπαρξιν, πολλαπλασιάζοντες δὲ τὰς ἑνιαίας δυνάμεις, γονίμοις δὲ καὶ συνεκτικαῖς καὶ τελεσιουργοῖς αἰτίαις ἀφομοιοῦντες ἑαυτοὺς πρὸς τὰς οὐσιώδεις καὶ ὁλοτελεῖς καὶ παντελείους τῶν νοητῶν ὑπεροχάς. Τρεῖς γὰρ ἦσαν ἐν ἐκείνοις πρωτουργοὶ δυνάμεις, ἡ μὲν οὐσιοποιὸς τῶν ὅλων, ἡ δὲ μετρητικὴ τῶν πληθυομένων, ἡ δὲ εἰδοποιὸς τῶν ἀπογεννωμένων ἁπάντων, καὶ κατὰ ταύτας αἱ νοηταὶ καὶ νοεραὶ δυνάμεις ὑφεστήκασιν· ἡ μὲν ζωοποιὸς τῶν δευτέρων αὐτῷ τῷ εἶναι κατά τινα νοητὴν περιοχήν, ἡ δὲ συνεκτικὴ παντὸς τοῦ διῃρημένου καὶ τὸ νοητὸν μέτρον ἐπιλάμπουσα τοῖς τῆς ἑνώσεως τῆς μιᾶς ἀπολειπομένοις, ἡ δὲ τό τε σχῆμα καὶ τὴν μορφὴν καὶ τὴν τελειότητα τοῖς πᾶσι χορηγοῦσα. Κατὰ πάσας ἄρα τὰς νοητὰς αἰτίας ἀπεγεννήθησαν αἱ νοηταὶ καὶ νοεραὶ διακοσμήσεις τῶν θεῶν, ἐκ μὲν τῆς δυνάμεως τὴν ἰδιότητα τῆς προόδου λαχοῦσαι, ἐκ δὲ τῆς ζωῆς τὴν ἐξηρτημένην αὐτῶν τοῦ ὄντος μοῖραν ὑποδεξάμεναι — σύζυγος γὰρ ἡ ζωὴ τῇ δυνάμει, καὶ γὰρ ἡ ζωὴ καθʼ αὑτὴν ἄπειρος, ἐπεὶ καὶ πᾶσα κίνησις συνυπάρχουσαν ἔχει τῇ ἑαυτῆς φύσει τὴν ἀπειρίαν, καὶ ἡ δύναμις ἀπειρία γεννητικὴ τῶν ὅλων —, ἐκ δὲ τῆς τριαδικῆς τῶν νοητῶν ὑποστάσεως τὴν εἰς πρῶτα καὶ μέσα καὶ τελευταῖα διανομὴν παραλαβοῦσαι. Πάντα γὰρ ἔδει τῇ τριαδικῇ κατέχεσθαι προόδῳ, καὶ πρὸ τῶν πάντων τὰ νοητὰ καὶ νοερὰ γένη τῶν θεῶν. Διότι γὰρ δὴ μέσα τῶν ὅλων ὑφέστηκεν καὶ συμπληροῖ τὸν τῶν πρωτίστων διακόσμων σύνδεσμον, κατὰ μὲν τὴν ἀκρότητα τὴν ἑαυτῶν ὁμοιοῦται τοῖς νοητοῖς, κατὰ δὲ τὸ πέρας τοῖς νοεροῖς, καὶ τῇ μέν ἐστι νοητά, τῇ δὲ νοερά. Πανταχοῦ γὰρ αἱ πρόοδοι τῶν θείων γενῶν διʼ ὁμοιότητος ἀπογεννῶνται συνεχοῦς, καὶ τὰ πρῶτα τῶν καταδεεστέρων συνήνωται τοῖς τέλεσι τῶν προϋπαρχόντων αἰτίων. Νοητῶν δὲ ὄντων καὶ νοερῶν τῶν τε πρώτων ἐν τοῖς μέσοις καὶ τῶν ἐσχάτων, ἀνάγκη καὶ τὴν τούτων εἶναι συνεκτικὴν μεσότητα, καθʼ ἣν δὴ καὶ διαφερόντως ἡ τούτων ἰδιότης ἀναφαίνεται τῶν θεῶν. Τὸ γὰρ νοητὸν ἅμα καὶ νοερὸν οὗ μὲν πλεονάζει κατὰ θάτερον, οὗ δὲ ἐξ ἴσου κεκοινώνηκεν ἀμφοῖν.

Θαυμαστὴ δὴ οὖν ἡμῖν ἐκ τούτων ἡ συνέχεια πέφηνεν τῆς προόδου τῶν θείων διακόσμων. Τὸ μὲν γὰρ πέρας τῶν νοητῶν νοερὸν ἦν, ἀλλʼ ὡς ἐν νοητοῖς, ἡ δὲ ἀκρότης τῶν νοητῶν καὶ νοερῶν νοητὴ μέν ἐστιν, ἀλλὰ τὴν ἰδιότητα ταύτην ἔχει ζωτικῶς· καὶ αὖ πάλιν τὸ μὲν τῶν νοητῶν καὶ νοερῶν τέλος νοερόν, ἀλλὰ ζωτικῶς, ἡ δὲ ἀρχὴ τῶν νοερῶν νοητὴ προέστηκεν τῶν νοερῶν θεῶν, ἀλλὰ τὸ νοητὸν ἔχει νοερῶς. Καὶ οὕτω δὴ τὰ θεῖα γένη πάντα συμπλοκὴν ἀδιάλυτον ἔλαχε καὶ κοινωνίαν καὶ φιλίαν θαυμαστὴν καὶ ὕφεσιν εὔτακτον καὶ ὑπεροχὴν τὴν μὲν συντεταγμένην, τὴν δὲ ἐξῃρημένην. Καὶ ἀεὶ τὸ προϊὸν συνεχές ἐστι τῷ παράγοντι καὶ μετὰ τῆς σταθερᾶς ἐν τοῖς αἰτίοις ἱδρύσεως ποιεῖται τὰ δεύτερα τὴν ἀπʼ αὐτῶν πρόοδον, καὶ μία σειρὰ καὶ συγγένεια τῶν πάντων, ἀεὶ τῶν δευτέρων ἀπὸ τῶν πρὸ αὐτῶν διʼ ὁμοιότητος ὑφισταμένων. γʹ

Τίνα μὲν οὖν τρόπον ἀπὸ τῶν νοητῶν θεῶν ἐκφαίνουσιν ἑαυτοὺς οἱ νοητοὶ καὶ νοεροὶ θεοί, διὰ τούτων ὑπεμνήσθω· πῶς δὲ αὖ προελθόντες διαιροῦνται καὶ τίνα διαφορὰν ἔλαχον αἱ τούτων τριάδες πρὸς τὰς νοητάς, μετὰ ταῦτα λέγωμεν.

Μερίζονται μὲν δὴ καὶ οὗτοι τριχῇ κατὰ τὸν εἰρημένον τρόπον, τῷ μὲν νοητῷ διὰ τῆς ἑαυτῶν ἀκρότητος συνάπτοντες, τῷ δὲ νοερῷ διὰ τῆς τελευτῆς, τῷ δὲ μέσῳ συνδέσμῳ τῶν ἄκρων τὴν συναμφοτέραν ἐξ ἴσου λαχόντες ἰδιότητα καὶ διατείνοντες ἐπʼ ἄμφω, τά τε νοητὰ καὶ νοερὰ γένη τῶν θεῶν, ὡσπερεὶ κέντρου τῶν διττῶν τούτων διακόσμων συνέχοντος τὴν κοινωνίαν τῶν ὅλων ἑνοειδῶς. Καὶ διότι καὶ ἐν τούτοις ἐστὶ τὰ πάντα ζωτικῶς, ὥσπερ ἐν τοῖς πρὸ τούτων νοητῶς κἀν τοῖς ἀπὸ τούτων νοερῶς, ἡ οὐσία καὶ ἡ ζωὴ καὶ ὁ νοῦς, ἡ μὲν τὸ νοητὸν οὖσα τῆς ζωῆς, ἡ δὲ τὸ μέσον ἅμα καὶ ἡ τῆς τάξεως ταύτης ἰδιότης, ὁ δὲ νοῦς τὸ ἔσχατον καὶ τὸ τοῖς νοεροῖς προσεχῶς ἐποχούμενον—πάντων οὖν ὄντων κἀν τούτοις τοῖς θεοῖς, διαίρεσις ἔσται πρώτων τε καὶ μέσων καὶ τελευταίων γενῶν. Καὶ τρίτον ὅτι καὶ τὴν ζωὴν μένειν τε καὶ προϊέναι δεῖ καὶ πρὸς τὰς ἀρχὰς ἐπιστρέφειν· ἐπεὶ καὶ τῶν νοητῶν ἡ μὲν πρώτη τριὰς ἑδράζειν ἐλέγετο τὰ πάντα, καὶ πρὸ τῶν ἄλλων τὴν δευτέραν τριάδα — μένει γοῦν ὁ αἰὼν ἐν αὐτῇ σταθερῶς —, ἡ δὲ μετὰ ταύτην προόδου καὶ κινήσεως καὶ τῆς κατʼ ἐνέργειαν ζωῆς τοῖς ὅλοις χορηγός, ἡ δὲ τρίτη τῆς ἐπὶ τὸ ἓν ἐπιστροφῆς καὶ τῆς τελειότητος, συνελισσούσης τὰ δεύτερα πάντα πρὸς τὰς ἑαυτῶν ἀρχάς. Ἀνάγκη τοίνυν τοὺς νοητοὺς καὶ νοεροὺς θεοὺς πρώτως μετέχειν τῶν τριττῶν τούτων δυνάμεων, καὶ μένειν μὲν εἰς τὴν ἀκρότητα τὴν ἑαυτῶν, προϊόντας δὲ ἐκεῖθεν καὶ διατείνοντας ἐπὶ πάντα πάλιν ἐπιστρέφειν εἰς τὴν νοητὴν περιωπὴν καὶ συνάπτειν τῇ τῆς ἀπογεννήσεως αὐτῶν ἀρχῇ τὸ πέρας τῆς ὅλης προόδου.

Μερίζονται μὲν οὖν, ὅπερ ἔφην, τριχῇ· καὶ ἔστι μὲν οὐσία αὐτῶν τὸ πρώτιστον, ζωὴ δὲ τὸ μέσον, νοῦς δὲ τὸ ἔσχατον. Ἐπειδὴ δὲ ἕκαστος τῶν τριῶν τούτων τέλειός ἐστι καὶ μετέχει τῶν νοητῶν μονάδων, τῆς οὐσίας λέγω τῆς ἐκεῖ, τῆς ζωῆς τῆς νοητῆς, τοῦ νοῦ τοῦ νοητοῦ, τριπλασιάζεται κατὰ τὴν μέθεξιν τῶν πρωτουργῶν αἰτίων· καὶ τὸ μὲν νοητὸν τῆς ζωῆς οὐσίαν ἴσχει καὶ νοῦν καὶ ζωὴν νοητῶς, τὸ δὲ νοητὸν καὶ νοερόν, οὐσίαν καὶ ζωὴν καὶ νοῦν ζωτικῶς, τὸ δὲ νοερόν, οὐσίαν καὶ ζωὴν καὶ νοῦν νοερῶς. Καὶ πανταχοῦ μὲν τριὰς ἐν ἑκάστῳ τῶν τμημάτων, ἀλλὰ μετὰ τῆς οἰκείας ἰδιότητος.

Τρεῖς οὖν ἡμῖν πεφήνασι τριάδες νοηταὶ καὶ νοεραί, καταλαμπόμεναι μὲν ὑπὸ τῶν θείων ἑνάδων, περιέχουσαι δὲ πλῆθος ἑκάστη παντοδαπόν. Ὅπου γὰρ καὶ ἐν τοῖς νοητοῖς πανδύναμον ἦν τὸ πλῆθος καὶ παντέλειον, πῶς οὐχὶ πολλῷ μειζόνως ἐν τοῖς δευτέροις τῶν νοητῶν ἀνελίσσεται καὶ πολλαπλασιάζεται κατὰ τὴν γόνιμον τούτων αἰτίαν; Ἑκάστη τοίνυν τριὰς πλῆθος δυνάμεων καὶ ποικιλίαν εἰδῶν ἐν αὐτῇ περιέχει, προάγουσα τὸ νοητὸν πλῆθος εἰς ἐνέργειαν καὶ ἀπειρίαν τὴν γεννητικὴν ἐκφαίνουσα τῶν νοητῶν. Καὶ ἡμεῖς μὲν ἀπὸ τῶν μετεχόντων ὁρμώμενοι τὴν τῶν μετεχομένων ὑπερουσίων θεῶν ἀνευρίσκομεν ἰδιότητα· κατὰ δὲ τὴν τῶν πραγμάτων τάξιν αἱ νοηταὶ καὶ νοεραὶ μονάδες περὶ ἑαυτὰς ἀπεγέννησαν τὰς οὐσίας καὶ τὰς ζωὰς πάσας καὶ τὰ νοερὰ γένη, καὶ διὰ τούτων ἐκφαίνονται, τὴν ἄγνωστον αὐτῶν ὑπεροχὴν καθʼ ἑαυτὴν φυλάττουσαι τῶν ὅλων αἰτίαν προϋπάρχουσαν.

Ἀλλὰ τρεῖς μέν, ὥσπερ εἴπομεν, αἱ νοηταὶ τριάδες, τρεῖς δὲ καὶ αἱ μετὰ ταύτας ὑποστᾶσαι καὶ ἀπʼ αὐτῶν τριπλασιασθεῖσαι κατὰ τὴν γόνιμον αὐτῶν τελειότητα πεφήνασιν. Δεῖ δὲ τὴν τῆς τριάδος ἰδιότητα καθʼ ἕτερον τρόπον ἀφορίζεσθαι τῆς τε νοητῆς καὶ τῆς νοητῆς ἅμα καὶ νοερᾶς. Ἐκεῖ μὲν γὰρ ἑκάστη τριὰς τὸ τρίτον μόνον εἶχε τῆς τοῦ ὄντος μοίρας· ἐκ γὰρ πέρατος ἦν καὶ ἀπείρου καὶ ἐξ ἀμφοῖν, τοῦτο δὲ ἦν οὐσία μὲν ἐπὶ τῆς πρώτης, ζωὴ δὲ ἐπὶ τῆς δευτέρας νοητή, νοῦς δὲ νοητὸς ἐπὶ τῆς τρίτης· τὰ δὲ πρὸ τούτων ἑνάδες καὶ δυνάμεις ὑπερούσιοι συμπληροῦσαι τὰς ὅλας τριάδας. Ἐν δὲ τοῖς νοητοῖς καὶ νοεροῖς ἑκάστη τριὰς οὐσίαν ἔχει καὶ ζωὴν καὶ νοῦν, ἡ μὲν νοητῶς ἅμα καὶ νοερῶς, ἀλλὰ μᾶλλον νοητῶς, καθʼ ὅσον ἐστὶ συνεχὴς τοῖς πρώτοις νοητοῖς, ἡ δὲ νοερῶς καὶ νοητῶς, ἀλλὰ μᾶλλον νοερῶς, διότι προσεχῶς ἐπιβέβηκεν τοῖς νοεροῖς, ἡ δὲ κατʼ ἴσην μοῖραν ἀμφοτέρας ἐν ἑαυτῇ συλλαβοῦσα τὰς ἰδιότητας. Οὐκοῦν ἡ πρώτη τριάς, ἵνα καθʼ ἑκάστην εἴπωμεν, ἐκεῖ μὲν ἦν πέρας, ἄπειρον, οὐσία — τοῦτο γὰρ τὸ πρώτως μικτόν —, ἐνταῦθα δὲ οὐσία, ζωή, νοῦς, μετὰ τῶν οἰκείων ἑνάδων· ἡ γὰρ οὐσία θεότητος ἐξήρτηται πρωτίστης, καὶ ἡ ζωὴ δευτέρας, καὶ ὁ νοῦς τρίτης, καὶ τρεῖς αὗται μονάδες ὑπερούσιοι τὰς τῆς πρώτης τριάδος ἐκφαίνουσι. Δευτέρα δὲ αὖ μετὰ ταύτην τριὰς ἐκεῖ μὲν ὑπερούσιος ἑνὰς καὶ δύναμις καὶ ζωὴ νοητὴ καὶ κρύφιος, ἐνταῦθα δὲ οὐσία καὶ ζωὴ καὶ νοῦς, ζωτικὰ πάντα καὶ θεῶν ἐξηρτημένα τῶν συνεχόντων τὸν ἕνα σύνδεσμον τῆς ὅλης ταύτης διακοσμήσεως· ὡς γὰρ αἱ πρῶται τὴν ἑνοποιὸν τῶν μέσων γενῶν ἔλαχον δύναμιν, οὕτως αἱ δεύτεραι μετʼ ἐκείνας ἑνάδες τὴν συνεκτικὴν ἰδιότητα προβέβληνται τῶν πρωτουργῶν αἰτίων. Τρίτη τοίνυν ἐπὶ ταύταις τριὰς ἐκεῖ μὲν ἑνὰς καὶ δύναμις καὶ νοῦς νοητός, ἐνταῦθα δὲ ὑπερούσιοι θεοὶ τρεῖς, συγκλείοντες τὸ πέρας τῶν νοητῶν καὶ νοερῶν θεῶν καὶ περιβεβλημένοι πάντα νοερῶς, τὴν οὐσίαν λέγω, τὴν ζωήν, τὸν νοῦν, καὶ τελειότητος τῆς θείας χορηγοί, μιμούμενοι τὴν παντελῆ τριάδα τὴν νοητήν, ὥσπερ οἱ συνεκτικοὶ τὸ μέτρον τὸ νοητὸν καὶ οἱ πρὸ τούτων αὖ τὴν γεννητικὴν τῶν νοητῶν αἰτίαν. δʹ

Αἱ μὲν οὖν τρεῖς νοηταὶ καὶ νοεραὶ τριάδες οὕτως ἀπεγεννήθησαν καὶ τοιαύτην ἔλαχον πρὸς τὰς νοητὰς διαφοράν. Ἐπὶ δὲ τὸν Πλάτωνα πάλιν ἐπανελθόντες συνοδεύσωμεν ἐκείνῳ καὶ τὴν περὶ ἑκάστης τῶν τριάδων τούτων ἐπιστήμην παρʼ αὐτῷ προϋπάρχουσαν ἐπιδείξωμεν· καὶ πρῶτον λαβώμεθα τῶν ἐν Φαίδρῳ γεγραμμένων καὶ θεωρήσωμεν ἀπʼ αὐτῶν τῶν τοῦ Σωκράτους ῥημάτων ὅπως ἡμῖν τὴν διακόσμησιν πᾶσαν ἐκφαίνει καὶ τὰς ἐν αὐτῇ διαφοράς.

Λέγονται τοίνυν ἐν τῷ Φαίδρῳ δώδεκα τῶν ὅλων ἡγεμόνες προεστάναι, πάντας μὲν τοὺς ἐγκοσμίους θεούς, πάσας δὲ τὰς τῶν δαιμόνων ἀγέλας ποδηγετοῦντες καὶ ἐπὶ τὴν νοητὴν ἱέμενοι φύσιν. Τούτων δὲ τῶν δώδεκα θεῶν ἡγεῖσθαι πάντων τὸν Δία, πτηνὸν ἅρμα ἐλαύνοντα καὶ διακοσμοῦντα πάντα καὶ ἐπιμελούμενον, καὶ ἀνάγειν πᾶσαν τὴν ἑπομένην αὐτῷ στρατιάν, πρῶτον μὲν εἰς τὴν ἐντὸς οὐρανοῦ περιωπὴν καὶ τὰς μακαρίας τῶν ἐκεῖ νοουμένων θέας τε καὶ διεξόδους· ἔπειτα εἰς τὴν ὑπουράνιον ἁψῖδα προσεχῶς ὑπεζωκυῖαν τὸν οὐρανὸν καὶ ἐν αὐτῷ περιεχομένην· καὶ μετὰ ταύτην εἰς αὐτὸν τὸν οὐρανὸν καὶ τὸ τοῦ οὐρανοῦ νῶτον, οὗ δὴ καὶ ἵστασθαι τὰς θείας ψυχὰς καὶ συμπεριφερομένας τῷ οὐρανῷ θεωρεῖν τὴν ἐπέκεινα πᾶσαν οὐσίαν. Εἶναι δὲ πρὸ τοῦ οὐρανοῦ τὸν ὑπερουράνιον καλούμενον τόπον, ἐν ᾧ καὶ ἡ οὐσία ἡ ὄντως καὶ τὸ τῆς ἀληθείας πεδίον καὶ ὁ λειμὼν καὶ ἡ τῆς Ἀδραστείας βασιλεία καὶ ὁ θεῖος τῶν ἀρετῶν χορός· καὶ διὰ τῆς νοήσεως τῶν μονάδων τούτων τρεφομένας τὰς ψυχὰς εὐπαθεῖν, τῇ τοῦ οὐρανοῦ περιφορᾷ συνεπομένας. εʹ

Λέγεται μὲν οὖν ταῦτα ἐν Φαίδρῳ τοῦ Σωκράτους σαφῶς ἐνθουσιάζοντος καὶ μυστικῶν ἁπτομένου πραγμάτων. Δεῖ δὲ πρὸ τῶν ἄλλων ἐπισκέψασθαι, τίς οὗτός ἐστιν ὁ οὐρανὸς περὶ οὗ ποιεῖται τὸν λόγον ὁ Σωκράτης, καὶ ἐν ποίᾳ τάξει τῶν ὄντων ἵδρυται. Τοῦτον γὰρ εὑρόντες καὶ τὸν ὑπερουράνιον τόπον καὶ τὴν ὑπουρανίαν ἁψῖδα θεασόμεθα· κατὰ γὰρ τὴν πρὸς τὸν οὐρανὸν σχέσιν ἑκάτερον τούτων παρείληπται, τὸ μὲν πρώτως ὑπερκείμενον, τὸ δὲ πρώτως ὑπʼ αὐτὸν τεταγμένον.

Τίς οὖν οὗτος ὁ οὐρανὸς ἐφʼ ὃν ἀνάγει τοὺς θεοὺς ὁ Ζεύς; Εἰ μὲν δὴ τὸν αἰσθητὸν λέγοιμεν, ὥσπερ ἕτεροί τινες, ἀνάγκη τὰ κρείττονα γένη πρὸς τὰ χείρονα κατὰ τὴν φύσιν ἐπιστρέφειν. Ὁ γὰρ Ζεύς, ὁ ἐν οὐρανῷ μέγας ἡγεμών, εἰ πρὸς τόνδε τὸν οὐρανὸν αὐτός τε φέρεται καὶ τοὺς ἑπομένους ἄγει σύμπαντας, ἐπὶ τὰ καταδεέστερα καὶ τὰ μεθʼ ἑαυτὸν ἕξει τὴν ἐπιστροφήν, καὶ μετὰ τοῦ Διὸς οἵ τε ἡγεμόνες πάντες καὶ οἱ τούτων ἐξηρτημένοι θεοὶ καὶ δαίμονες. Καίτοι καὶ τὴν μερικὴν ψυχὴν ὁ αὐτὸς ἐν τῷ Φαίδρῳ λέγει τελειωθεῖσαν μετεωροπολεῖν καὶ τὸν σύμπαντα κόσμον διοικεῖν. Πῶς οὖν οἱ τῶν ὅλων ψυχῶν ἡγεμόνες ἐπιστρέφουσιν εἰς τὸν αἰσθητὸν οὐρανὸν καὶ τῆς νοητῆς περιωπῆς ἀλλάττονται τὴν χείρονα μοῖραν, οἱ διὰ τοῦτο τῶν ὅλων προεστῶτες, ἵνα καὶ τοῖς ἐγκοσμίοις ἀπόλυτον καὶ ἀφέτην ἐπιλάμπωσι δύναμιν; Πρὸς δὴ τούτοις, τίνες αἱ μακάριαι τῶν θεῶν νοήσεις ἐντὸς τοῦ οὐρανοῦ τούτου καὶ τίνες αἱ διέξοδοι, πάσης τῆς τῶν αἰσθητῶν γνώσεως ὡς οὐδενὸς ἀξίας λόγου πρὸς τὴν τῶν νοητῶν θέαν ὑπὸ τοῦ Πλάτωνος πολλαχοῦ κατεγνωσμένης; Ὅλως γὰρ οἱ θεοὶ τὰ τῇδε γιγνώσκουσιν, οὐ διὰ τῆς πρὸς αὐτὰ στροφῆς, ἀλλὰ τῷ τὰς αἰτίας αὐτῶν ἐν ἑαυτοῖς ἔχειν. Ἑαυτοὺς οὖν νοοῦντες καὶ ταῦτα κατʼ αἰτίαν γιγνώσκουσιν, καὶ ποδηγετοῦσιν οὐ βλέποντες εἰς αὐτὰ καὶ δύνοντες κατὰ τῶν διοικουμένων, ἀλλʼ ἐπιστρέφοντες διʼ ἔρωτος τὰ χείρονα πρὸς ἑαυτούς. Οὔτʼ οὖν θεμιτὸν τοῖς θεοῖς τοῖς τὸν ὅλον οὐρανὸν διακοσμοῦσι καὶ τῆς ἑαυτῶν προνοίας ἀξιοῦσιν ὑπὸ τὴν τούτου γίγνεσθαί ποτε περιφοράν, οὔτʼ ἔστιν τις μακαριότης ἐν τῇ θέᾳ τῶν ὑπὸ τὸν οὐρανὸν τοῦτον πραγμάτων, οὔτε αἱ πρὸς ταύτην ἐπιστρεφόμεναι ψυχαὶ τῶν εὐδαιμόνων εἰσὶ καὶ θεοῖς ἑπομένων, ἀλλὰ τῶν τὴν δοξαστὴν τροφὴν ἀντὶ τῆς νοητῆς ἀλλαττομένων, οἵας δὴ τὰς χωλευούσας εἶναί φησιν ὁ Σωκράτης καὶ τὰ πτερὰ θραυούσας καὶ ὑποβρυχίους γιγνομένας. Ὅπου τοίνυν τὰ τοιαῦτα πάθη ψυχῶν ἐστι μερικῶν, καὶ τούτων οὐκ εὐδαιμόνων, πῶς ἡμεῖς ἐπὶ τοὺς ἡγεμονικοὺς θεοὺς ἀναφέρομεν τὴν πρὸς τὸν αἰσθητὸν οὐρανὸν ἐπιστροφήν;

Ἔτι τοίνυν τὰς ψυχὰς ἐν τῷ νώτῳ τοῦ οὐρανοῦ στάσας περιάγεσθαί φησιν ὑπʼ αὐτῆς τῆς τοῦ οὐρανοῦ περιφορᾶς. Ὁ δὲ Τίμαιος καὶ ὁ Ἀθηναῖος ξένος ἄγειν φησὶ τὰς ψυχὰς πάντα τὰ κατʼ οὐρανὸν ταῖς ἑαυτῶν κινήσεσιν, καὶ περικαλύπτειν ἔξωθεν τὰ σώματα ταῖς ἑαυτῶν δυνάμεσιν, καὶ ζώσας τὴν ἑαυτῶν ζωὴν πρὸς τὸν σύμπαντα χρόνον διδόναι καὶ τοῖς σώμασι δευτερουργοὺς κινήσεως δυνάμεις. Πῶς οὖν ταῦτα συνᾴσεται τοῖς τὸν οὐρανὸν τοῦτον ποιοῦσιν αἰσθητόν; Οὐ γὰρ διὰ τὴν τοῦ οὐρανοῦ περιφορὰν αἱ ψυχαὶ θεῶνται τὰ νοητὰ καὶ περιχορεύουσιν, ἀλλὰ διὰ τὴν ἀφανῆ περιπόλησιν τῶν ψυχῶν καὶ τὰ σώματα κύκλῳ περιφέρεται καὶ περὶ ἐκείνας ποιεῖται τὰς ἀνακυκλήσεις.

Εἰ μὲν οὖν τὸν αἰσθητόν τις οὐρανὸν λέγοι τάς τε ψυχὰς συμπεριάγειν καὶ διαιρεῖσθαι κατά τε τὸ νῶτον καὶ τὸ βάθος καὶ τὴν ὑπουρανίαν ἁψῖδα, πολλὰ καὶ ἄτοπα συγχωρεῖν ἀναγκαῖον. Εἰ δέ τις νοητὸν λέγοι τὸν οὐρανὸν ἐφʼ ὃν ἡγεῖται μὲν ὁ Ζεύς, ἕπονται δὲ πάντες οἱ θεοὶ καὶ μετὰ τούτων οἱ δαίμονες, τῇ τε φύσει τῶν πραγμάτων συμφώνους ἀποδώσει τὰς τοῦ Πλάτωνος ἐνθέους ὑφηγήσεις καὶ τοῖς κλεινοτάτοις τῶν ἐξηγητῶν κατακολουθήσει. Καὶ γὰρ Πλωτῖνος καὶ Ἰάμβλιχος νοητόν τινα τὸν οὐρανὸν τοῦτον ἀξιοῦσιν εἶναι, καὶ πρὸ τούτων ὁ Πλάτων αὐτὸς ἐν τῷ Κρατύλῳ, ταῖς Ὀρφικαῖς θεογονίαις ἑπόμενος, τοῦ μὲν Διὸς πατέρα τὸν Κρόνον, τοῦ δὲ Κρόνου τὸν Οὐρανὸν ἀποκαλεῖ· καὶ τὸν μὲν δημιουργὸν τῶν ὅλων ἀποφαίνει, διὰ τῶν ὀνομάτων τὴν περὶ αὐτῶν ἀλήθειαν μεταδιώκων, τὸν δὲ τοῦ θείου νοῦ συνεκτικόν, τὸν δὲ νόησιν τῶν νοητῶν τῶν πρώτων. Ἡ γὰρ εἰς τὰ ἄνω, φησίν, ὁρῶσα ὄψις οὐρανός ἐστιν. Οὐκοῦν προϋπάρχει μὲν τοῦ θείου νοῦ παντός, οὗ διακορής ἐστιν ὁ μέγιστος Κρόνος, νοεῖ δὲ τὰ ἄνω καὶ ὅσα τῆς Οὐρανίας ἐστὶν ἐπέκεινα τάξεως. Μέσην ἄρα τῶν τε νοητῶν ἔλαχεν καὶ τῶν νοερῶν τὴν βασιλείαν ὁ μέγιστος Οὐρανός· ἐπεὶ καὶ ἡ ἐν Φαίδρῳ περιφορὰ νόησίς ἐστι, διʼ ἧς καὶ οἱ θεοὶ πάντες καὶ αἱ ψυχαὶ τυγχάνουσι τῆς τῶν νοητῶν θέας· ἡ δὲ νόησις μεταξὺ νοῦ καὶ νοητοῦ. Κατὰ ταύτην ἄρα τὴν μεσότητα τὸν ὅλον Οὐρανὸν ἱδρῦσθαι λεκτέον καὶ τὸν ἕνα σύνδεσμον ἔχειν τῶν θείων διακόσμων, πατέρα μὲν ὄντα τοῦ νοεροῦ γένους, ἀπογεννώμενον δὲ ἐκ τῶν πρὸ αὐτοῦ βασιλέων, οὓς δὴ καὶ λέγεται ὁρᾶν· ἐφʼ ἑκάτερον δὲ τούτου τόν τε ὑπερουράνιον τετάχθαι τόπον καὶ τὴν ὑπουρανίαν ἁψῖδα. ϛʹ

Πάλιν τοίνυν, εἰ μέν ἐστιν ὁ ὑπερουράνιος τόπος τὸ ἀμέθεκτον καὶ κρύφιον τῶν νοητῶν θεῶν γένος, πῶς τοσοῦτον ἐκεῖ πλῆθος ἱδρύσομεν θεῖον, καὶ τοῦτο διακεκριμένον, τὴν ἀλήθειαν, τὴν ἐπιστήμην, τὴν δικαιοσύνην, τὴν σωφροσύνην, τὸν λειμῶνα, τὴν Ἀδράστειαν; Οὔτε γὰρ αἱ τῶν ἀρετῶν πηγαὶ τοῖς νοητοῖς προσήκουσι θεοῖς οὔτε ἡ διάκρισις καὶ ἡ ποικιλία τῶν εἰδῶν. Τὰ γὰρ πρώτιστα καὶ ἑνικώτατα τὸν δημιουργικὸν νοῦν τὸν ὅλον ἐπὶ τὸ νοητὸν ἀνατείνει παράδειγμα καὶ τὴν ἐκεῖ τῶν εἰδῶν περιοχήν, ὁ δὲ ἐν τῷ Φαίδρῳ Σωκράτης τὸν μερικὸν νοῦν θεᾶσθαί φησι τὸν ὑπερουράνιον τόπον· ὁ γὰρ τῆς ψυχῆς κυβερνήτης οὗτός ἐστιν, ὡς καὶ τοῖς πρὸ ἡμῶν εἴρηται καλῶς. Εἰ τοίνυν δεῖ κἀκ τῆς ἀναλογίας ταύτης τὴν τῶν νοουμένων θηρᾶσαι διαφοράν, ὥσπερ ἀμέθεκτος μὲν ὁ δημιουργικός ἐστι νοῦς, μετεχόμενος δὲ ὁ μερικός, οὕτω καὶ τὸ νοητὸν τὸ μὲν τοῦ δημιουργοῦ τὸ πρώτιστον παράδειγμα τῶν πρώτων ἐστὶ νοητῶν, τὸ δὲ τοῦ μερικοῦ τῶν δευτέρων, ἃ δὴ νοητὰ μέν ἐστιν, ἀλλʼ ὡς ἐν νοεροῖς νοητὴν ἔλαχεν ὑπεροχήν.

Εἰ δὲ ἐπέκεινα μὲν τῆς οὐρανίας περιφορᾶς ὁ ὑπερουράνιος τόπος, καταδεέστερος δὲ τῶν νοητῶν ἐκείνων τριάδων, διότι καὶ ἀνήπλωται μᾶλλον — πεδίον γάρ ἐστιν ἀληθείας, ἀλλʼ οὐκ ἄδυτον — καὶ διῄρηται κατὰ τὸ πλῆθος τῶν εἰδῶν καὶ ποικιλίαν ἔχει δυνάμεων, καὶ ὁ λειμὼν ὁ ἐκεῖσε καὶ τρέφει τὰς ψυχὰς καὶ ὁρατός ἐστιν αὐταῖς, τῶν πρώτων νοητῶν ἕνωσιν ἄρρητον ἐπιλαμπόντων ταῖς ψυχαῖς, ἀλλʼ οὐ διὰ νοήσεως αὐταῖς γιγνωσκομένων, ἀνάγκη δήπου μεταξὺ τῆς τε νοητῆς φύσεως καὶ τῆς οὐρανίας περιφορᾶς εἶναι τὸν ὑπερουράνιον τόπον.

Εἰ δὲ καὶ αὐτὸς ὁ Πλάτων οὐσίαν τὴν ὄντως οὖσαν ὑποτίθεται κατὰ τὸν τόπον τοῦτον, πῶς οὐ νοητὸν εἶναι βούλεται καὶ τῶν πρώτων νοητῶν μετέχειν; Διότι μὲν γὰρ οὐσία, νοητός ἐστι, διότι δὲ ὄντως οὖσα, μετέχει τοῦ ὄντος.

Καὶ μὴν πλῆθος μὲν ἔχων ἐν ἑαυτῷ τῶν νοητῶν, οὐκ ἂν κατὰ τὴν πρώτην τάττοιτο τριάδα, τὸ γὰρ ἓν ὂν ἐκεῖ καὶ οὐ τὸ πλῆθος τῶν ὄντων· ζωὴν δὲ ποικίλην ἔχων, ἣν ὁ λειμὼν ἐνδείκνυται, τῆς δευτέρας ἐστὶ καταδεέστερος — ἡ γὰρ νοητὴ ζωὴ μία καὶ ἀδιάκριτός ἐστιν· εἴδεσιν δὲ αὖ διῃρημένοις προλάμπων καὶ τάξεσι παντοίαις καὶ γονίμοις δυνάμεσι, τῆς παντελοῦς ἀπολείπεται τριάδος. Εἰ τοίνυν τούτων μέν ἐστι δεύτερος πρεσβείᾳ καὶ δυνάμει, τῆς δὲ οὐρανίας τάξεως ὑπερίδρυται, νοητὸς μέν ἐστιν, ἀλλὰ τῶν νοερῶν θεῶν ἀκρότης.

Καὶ διὰ τοῦτο καὶ ἡ τροφὴ ταῖς ψυχαῖς ἐκεῖθεν. Τροφὴ γὰρ τὸ νοητόν, ἐπεὶ καὶ τὰ πρώτιστα νοητὰ τρέφειν λέγεται τὰς ψυχάς, τὸ καλόν, τὸ σοφόν, τὸ ἀγαθόν — τούτοις γάρ, φησί, τρέφεται τὸ ψυχῆς πτέρωμα, τοῖς δὲ ἐναντίοις φθίνει τε καὶ διόλλυται· ἀλλὰ ταῦτα μὲν ἐξῃρημένως καὶ διʼ ἑνώσεως καὶ σιγῆς, ὁ δὲ ὑπερουράνιος τόπος διὰ νοήσεως καὶ ἐνεργείας τρέφειν λέγεται καὶ πληροῦν τὸν εὐδαίμονα χορὸν τῶν ψυχῶν τοῦ νοητοῦ φωτὸς καὶ τῶν γονίμων ὀχετῶν τῆς ζωῆς. ζʹ

Μετὰ δὲ τὸν ὑπερουράνιον τόπον καὶ αὐτὸν τὸν οὐρανὸν ἡ ὑπουράνιός ἐστιν ἁψίς. Ἣν ὅτι μὲν ὑπὸ τὸν οὐρανὸν δεῖ τάττειν, ἀλλʼ οὐκ ἐν αὐτῷ τῷ οὐρανῷ, παντὶ καταφανές· οὐ γὰρ οὐράνιος ἁψίς, ἀλλʼ ὑπουράνιος παρὰ τοῦ Πλάτωνος προσείρηται· καὶ ὅτι προσεχῶς ἐστιν ὑπὸ τὴν οὐρανίαν περιφοράν, καὶ τοῦτο δῆλον ἐκ τῶν περὶ αὐτῆς γεγραμμένων. Εἰ δὲ δεῖ τοιαύτην οὖσαν τὴν ὑπουράνιον ἁψῖδα τῇ τῶν νοερῶν ἀκρότητι τὴν αὐτὴν ποιεῖν, ἀλλὰ μὴ τῷ πέρατι τῶν νοητῶν καὶ νοερῶν θεῶν, τὸ λοιπὸν ἤδη θεωρεῖν ἀναγκαῖον.

Ἐκείνη μὲν γὰρ διέκρινεν αὑτὴν ἀπὸ τῆς Οὐρανοῦ βασιλείας, αὕτη δὲ συνήνωται καὶ ὑπʼ αὐτῆς περιέχεται πανταχόθεν· καὶ ἐκείνη μὲν τὸν ὅλον ὑφίστησι νοῦν καὶ τὰ νοερὰ πλήθη καὶ τὰς μακαρίας, ὥς φησιν ὁ Σωκράτης, τῶν θεῶν διεξόδους, αὕτη δὲ περατοῖ μόνον τὴν οὐρανίαν σειρὰν καὶ τῆς ἐπὶ τὸν οὐρανόν ἐστιν ἀνόδου τοῖς θεοῖς χορηγός. Ὅταν γὰρ ἐπὶ δαῖτά τε καὶ θοίνην ἀνάγωνται καὶ τὴν τῶν νοητῶν ἀγαθῶν ἀποπλήρωσιν οἱ θεοί, τότε δὴ πορεύονται πρὸς τὸ ἄναντες ἐπὶ τὴν ὑπουράνιον ἁψῖδα καὶ διʼ ἐκείνης εἰς τὴν οὐρανίαν ἀνάγονται περιφοράν. Οὐκοῦν τελεωτικὴν τὴν ἁψῖδα τὴν ὑπουράνιον τῶν θεῶν καὶ ἐπιστρεπτικὴν πρός τε τὸν ὅλον οὐρανὸν καὶ τὸν ὑπερουράνιον τόπον προσειπὼν οὐκ ἂν ἁμάρτοις τῆς τοῦ Πλάτωνος διανοίας. Τρέφονται μὲν γὰρ οἱ θεοὶ τῷ νοητῷ καὶ τῷ λειμῶνι καὶ τοῖς εἴδεσι τοῖς θείοις, ὧν ἐστι περιληπτικὸς ὁ ὑπὲρ τὸν οὐρανὸν τόπος, τῆς δὲ τροφῆς ταύτης ἀποπληροῦνται διὰ τῆς ὑπουρανίας ἁψῖδος· ἀπὸ γὰρ ταύτης καὶ τῆς τοῦ οὐρανοῦ περιφορᾶς μεταλαγχάνουσιν. Ἐπιστρέφονται μὲν ἄρα διὰ τὴν ὑπουράνιον ἁψῖδα, νόησιν δὲ ἀκμαίαν ὑποδέχονται παρὰ τῆς οὐρανίας τάξεως, πληροῦνται δὲ τῶν νοητῶν ἀγαθῶν ἀπὸ τοῦ ὑπερουρανίου τόπου.

Δῆλον δὴ οὖν ὅτι τὴν μὲν ἀκρότητα τὴν νοητὴν ὁ ὑπερουράνιος τόπος ἔλαχεν, τὸ δὲ μέσον πλάτος ἡ τοῦ οὐρανοῦ περιφορά, τὸ δὲ πέρας τὸ νοητὸν ἡ ἁψίς. Πανταχοῦ γὰρ ἐπιστρεπτικὸν μὲν ὁ νοῦς, ἐφετὸν δὲ τὸ νοητόν, ἡ δὲ νόησις ἡ θεία συμπληροῖ τὸ μέσον, τελειοῦσα μὲν τὰς ἐπιστροφὰς τῶν θείων καὶ συνδέουσα τοῖς πρώτοις, ἐκφαίνουσα δὲ τὰς τῶν νοητῶν ἐφέσεις καὶ συμπληροῦσα τὰ δεύτερα τῶν προηγουμένων ἀγαθῶν.

ηʹ

Ἀλλὰ περὶ μὲν τῆς τάξεως τῶν τριῶν τούτων οἶμαι διὰ τούτων ὑπεμνῆσθαι μετρίως. Ἴσως δʼ ἄν τις ἡμᾶς ἔροιτο, τί δήποτε κατὰ τὸ μέσον ἐνταῦθα τὴν σύμπασαν πρόοδον τῶν νοητῶν ἅμα καὶ νοερῶν θεῶν χαρακτηρίζομεν καὶ τῶν ἄκρων τὸ μὲν ὑπερουράνιον, τὸ δὲ ὑπουράνιον ἀποκαλοῦμεν, ἐκ τῆς πρὸς τὸ μέσον σχέσεως, τοῦ μὲν τὴν ἐξῃρημένην ὑπεροχήν, τοῦ δὲ τὴν προσεχῆ καὶ συνημμένην ὑπόβασιν ἐνδεικνύμενοι. Τάχʼ οὖν πρὸς μὲν τοῦτον ἀποκρινούμεθα συντόμως ὅτι τὸ γένος ὅλον τοῦτο τῶν θεῶν τῶν νοερῶν συνδετικόν ἐστι τῶν ἄκρων ἀμφοτέρων, τοῖς μὲν τῆς ἐπιστροφῆς αἴτιον ὑπάρχον, τοῖς δὲ τῆς ἐκφάνσεως καὶ τῆς εἰς τὰ δεύτερα παρουσίας. Ὥσπερ οὖν τοὺς νοητοὺς πατρικοὺς πάντας καὶ ἑνιαίους ἐκ τῆς ἀκρότητος χαρακτηρίζοντες ἐπονομάζομεν … καὶ τὰ πέρατα τῶν ὅλων ἐκείνους εἶναι λέγομεν, τά τε οὐσιοποιὰ καὶ τὰ τῆς ἀϊδιότητος αἴτια καὶ τὰ τῆς εἰδοποιίας ὑποστατικά, τὸν αὐτὸν δήπου τρόπον καὶ τοὺς μέσους τούτους θεοὺς ἐκ τῆς ἐν αὐτοῖς μεσότητος ὡς τῶν ὅλων συνδέσμων ἡγεμόνας ἐκφαίνομεν. Πᾶσα γὰρ ἡ μέση διακόσμησις αὕτη ζωοποιός ἐστι καὶ συνεκτικὴ καὶ τελεσιουργός· ἀλλʼ ἡ μὲν ἀκρότης αὐτῆς ἐκφαίνει συνθήματα τῶν νοητῶν καὶ τὴν ἄρρητον αὐτῶν ἕνωσιν, ἡ δὲ ἀποπεράτωσις ἐπιστρέφει τοὺς νοεροὺς καὶ συνάπτει τοῖς νοητοῖς, ἡ δὲ μεσότης ὥσπερ εἰς κέντρον αὑτὴν κοινὸν συνάγει καὶ συνερείδει τὰ ὅλα γένη τῶν θεῶν. Διὸ δὴ καὶ τὰ ἄκρα κατὰ τὴν πρὸς αὐτὴν ἀναφορὰν τήν τε τῆς ὑπεροχῆς καὶ τῆς ὑφέσεως ἀποδίδομεν, τὸ μὲν ὑπὲρ αὐτήν, τὸ δὲ ὑπʼ αὐτὴν καλοῦντες. θʹ

Πρὸς μὲν οὖν τὸν ἀποροῦντα περὶ τῶν ὀνομάτων διὰ τούτων ἀποκρινούμεθα συντόμως, ὥσπερ ἔφην. Τοῦ δὲ Πλάτωνος κἀνταῦθα τὴν ἔνθεον ἐπιστήμην ἄξιον θαυμάζειν, ὅτι κατὰ τοὺς ἀκροτάτους τῶν τελεστῶν τὸν τῆς ἀνόδου τρόπον ὑφηγήσατο τῶν ὅλων ἐπὶ τὸ νοητόν.

Πρῶτον μὲν γὰρ ἐπὶ τὰς πηγὰς διὰ τῶν ἀπολύτων ἡγεμόνων ἀνάγει τὰς ψυχὰς καὶ αὐτοὺς τοὺς θεούς — αἱ γὰρ μακάριαι καὶ παμπληθεῖς θέαι τε καὶ διέξοδοι διαφερόντως ἐν ταύταις εἰσίν, ἐν αἷς καὶ τοῖς θεουργοῖς ἡ σύμπασα τῆς σωτηρίας ἐλπίς· εἰσὶ τοίνυν μακάριαι μὲν διὰ τὰς ἀχράντους μονάδας, παμπληθεῖς δὲ διὰ τὴν τῆς θείας ἑτερότητος αἰτίαν, θέαι δὲ καὶ διέξοδοι διὰ τὰς νοερὰς καὶ πατρικὰς δυνάμεις· δεύτερον δὲ ἀπὸ τῶν πηγῶν καὶ διὰ τῶν πηγῶν ἐπὶ τοὺς τῆς τελειότητος ἡγεμόνας — μετὰ γὰρ τὰς πολλὰς καὶ διῃρημένας νοήσεις ἐκφαίνεται τὸ τῶν τελεσιουργῶν θεῶν ἀγαθόν, ἄνωθεν ἀπʼ αὐτῶν τῶν νοητῶν καὶ νοερῶν θεῶν ἀναπλούμενον καὶ φωτίζον ἡμᾶς, καὶ πρὸ τῶν ἡμετέρων ψυχῶν τὰς ὅλας, καὶ πρὸ τούτων αὐτοὺς τοὺς θεούς· ἀπὸ δὲ τῶν τελεσιουργῶν ἐπὶ τοὺς συνεκτικοὺς τῶν νοερῶν πάντων διακόσμων. Ἐκείνων γὰρ ἐξήρτηνται καὶ μετʼ ἐκείνων ὑφεστήκασιν καὶ περιέχονται ὑπʼ αὐτῶν· καὶ τοσαύτη τῶν θεῶν τούτων ἐστὶ κοινωνία καὶ ἕνωσις ὥστε καὶ τῶν κλεινοτάτων τινὰς ταὐτότητα παντελῆ καὶ ἀδιαίρετον αὐτῶν ὑποθέσθαι, τὴν ἐν αὐτοῖς διάκρισιν τῷ λογισμῷ περιλαβεῖν οὐ δυνηθέντας. Ἐπεὶ κἀνταῦθα δόξειεν ἄν τινι τῆς οὐρανίας περιφορᾶς τὸ πέρας τὴν ἁψῖδα λέγειν ὁ Πλάτων, ἀλλʼ οὐκ ἔστιν· οὐ γὰρ οὐρανίαν αὐτήν, ἀλλʼ ὑπουρανίαν προσείρηκεν αὐτός. Καθάπερ οὖν τὸ ὑπερουράνιον τοῦ οὐρανοῦ κατʼ οὐσίαν ἐξῄρηται, κατὰ τὰ αὐτὰ δὴ καὶ τὸ ὑπουράνιον τῆς Οὐρανοῦ βασιλείας ὑποβέβηκεν· τὸ μὲν γὰρ ὑπεροχῆς, τὸ δὲ ὑφέσεώς ἐστι προσεχῶς τεταγμένης ἀποδεικτικόν. Μετὰ δὲ τὴν συνεκτικὴν ταύτην τῶν ὅλων περιφορὰν ἐπὶ τὸν ὑπερουράνιον ἀνάγει τόπον καὶ τὴν νοητὴν ἕνωσιν τῶν νοερῶν· οὗ δὴ καὶ τρέφονται καὶ εὐπαθοῦσιν οἱ θεοὶ μένοντες καὶ τῶν ἀρρήτων καὶ ἑνιαίων ἀγαθῶν πληροῦνται. Διὰ γὰρ τῶν συνεκτικῶν θεῶν καὶ παρὰ τοῖς θεουργοῖς ἡ ἄνοδος ἐπὶ τὰς ἀφράστους καὶ νοητὰς δυνάμεις, τὰς τῶν νοερῶν πάντων ἀκρότητας. Ὅπως δὲ ἐντεῦθεν ἤδη συνάπτονται τοῖς πρώτοις νοητοῖς, οὐκέτι διὰ λόγων ὁ Πλάτων ἐξέφηνεν· ἄρρητος γάρ ἐστι καὶ διʼ ἀρρήτων ἡ πρὸς ἐκεῖνα συναφή, καθάπερ δὴ καὶ ἐκείνοις δοκεῖ, καὶ διὰ τῆς τάξεως ταύτης ἡ μυστικὴ πρὸς τὰς νοητὰς καὶ πρωτουργοὺς αἰτίας ἕνωσις.

Ὁ αὐτὸς ἄρα τρόπος τῆς ἀναγωγῆς καὶ παρʼ ἡμῖν ἐστι, καὶ διὰ τοῦδε πιστότερος ὁ τῆς θεουργικῆς ἀνόδου τρόπος. Ὡς γὰρ τὰ ὅλα διὰ τῶν προσεχῶς ὑπερκειμένων ἐπὶ τὰς ἐξῃρημένας ἄνεισιν ἀρχάς, οὕτω καὶ τὰ μέρη μιμούμενα τὴν τῶν ὅλων ἀναγωγὴν συνάπτεται διὰ τῶν μέσων ἐπαναβασμῶν ταῖς ἁπλουστάταις καὶ ἀρρήτοις αἰτίαις. Καὶ γὰρ δὴ καὶ ὁ Πλάτων ἃ περὶ τῶν ὅλων ψυχῶν ἐν τούτοις παραδέδωκεν, μετὰ ταῦτα καὶ περὶ τῶν ἡμετέρων ἐπιτρέχων ἐξέφηνεν. Καὶ πρῶτον μὲν αὐτὰς συνάπτει τοῖς ἀπολύτοις, ἔπειτα διὰ τούτων εἰς τοὺς τελεσιουργοὺς ἀνάγει θεούς, εἶτα διὰ τούτων εἰς τοὺς συνεκτικούς, καὶ μέχρι τῶν νοητῶν ὡσαύτως. Λέγει γοῦν ὁ Σωκράτης ἀφηγούμενος τὸν τρόπον τῆς ἐπὶ τὸ νοητὸν κάλλος ἀνόδου, καὶ ὅπως ἑπόμενοι τοῖς θεοῖς πρὸ τῶν σωμάτων καὶ τῆς γενέσεως, τῆς μακαρίας ἐκείνης θέας ἐτυγχάνομεν· Κάλλος γὰρ τότε ἦν ἰδεῖν λαμπρόν, ὅτε σὺν εὐδαίμονι χορῷ μακαρίαν ὄψιν τε καὶ θέαν, ἑπόμενοι μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι δὲ μετʼ ἄλλου θεῶν εἶδόν τε καὶ ἐτελοῦντο τελετῶν, ᾗ θέμις λέγειν, μακαριωτάτην. Πῶς συνήφθημέν ποτε τῷ νοητῷ κάλλει; Διὰ τῶν τελετῶν· τελετῶν φησὶ τελούμενοι τὴν μακαριωτάτην. Τί οὖν τοῦτό ἐστιν; Ἢ τοῖς τελεσιουργοῖς ἡγεμόσιν συναφθέντες καὶ παρʼ ἐκείνων τελεωθέντες πρὸς τὴν τοῦ κάλλους ἀποπλήρωσιν. Τίνων οὖν ἡ τελετὴ πρόξενός ἐστιν ἀγαθῶν; Ὧν ὠργιάζομεν ὁλόκληροι μὲν καὶ ἀπαθεῖς ὄντες αὐτοί, ὁλόκληρα δὲ καὶ ἁπλᾶ καὶ ἀτρεμῆ φάσματα μυούμενοι καὶ ἐποπτεύοντες. Οὐκοῦν τὸ μὲν ὁλόκληρον ταῖς ψυχαῖς ἀπὸ τῆς οὐρανίας περιφορᾶς — συνεκτικὴ γάρ ἐστι τῶν τε θείων πάντων γενῶν καὶ δὴ καὶ τῶν ἡμετέρων ψυχῶν· πᾶν δὲ τὸ συνέχον τῷ ὅλῳ τὰ μέρη περιέχει καὶ τὸ διῃρημένον καὶ τὸ ποικίλον εἰς ἕνωσιν καὶ ἁπλότητα συνάγει νοεράν· τὰ δὲ ὁλόκληρα καὶ ἀτρεμῆ φάσματα καὶ ἁπλᾶ διὰ τῶν συνεκτικῶν θεῶν ἐκφαίνεται ταῖς ψυχαῖς ἄνωθεν ἀπὸ τοῦ ὑπερουρανίου τόπου. Τὰ γὰρ συνθήματα τὰ μυστικὰ τῶν νοητῶν ἐν ἐκείνῳ τῷ τόπῳ προφαίνεται καὶ τὰ ἄγνωστα καὶ ἄρρητα κάλλη τῶν χαρακτήρων. Καὶ γὰρ ἡ μύησις καὶ ἡ ἐποπτεία τῆς ἀρρήτου σιγῆς ἐστι σύμβολον καὶ τῆς πρὸς τὰ νοητὰ διὰ τῶν μυστικῶν φασμάτων ἑνώσεως. Καί, ὃ πάντων ἐστὶ θαυμαστότατον, ὅτι τῶν θεουργῶν θάπτειν τὸ σῶμα κελευόντων πλὴν τῆς κεφαλῆς ἐν τῇ μυστικωτάτῃ τῶν τελετῶν, ὁ Πλάτων καὶ τοῦτο προείληφεν ὑπʼ αὐτῶν κινούμενος τῶν θεῶν. Καθαροὶ γὰρ ὄντες, φησί, καὶ ἀσήμαντοι τούτου ὃ νῦν σῶμα περιφέροντες ὀνομάζομεν, τῆς μακαριωτάτης ταύτης μυήσεως καὶ ἐποπτείας ἐτυγχάνομεν, πλήρεις ὄντες τοῦ νοητοῦ φωτός· ἡ γὰρ αὐγὴ ἡ καθαρὰ συμβολικῶς ἡμῖν ἐκφαίνει τὸ νοητὸν φῶς. Τοῦ μὲν οὖν σώματος παντελῶς ἀφειμένην εἴχομεν τὴν ἐν τῷ νοητῷ ζωήν· τῇ δὲ τοῦ ἡνιόχου κεφαλῇ πρὸς τὸν ἔξω τόπον ὑπεραίροντες τῶν ἐκεῖ μυστηρίων καὶ τῆς νοητῆς ἐπληρούμεθα σιγῆς.

Δοκεῖ δʼ ἔμοιγε καὶ τὰς τρεῖς αἰτίας τὰς ἀναγωγοὺς ἱκανῶς ὁ Πλάτων ἐκφαίνειν τοῖς μὴ παρέργως ἀκούουσι τῶν λεγομένων, ἔρωτα καὶ ἀλήθειαν καὶ πίστιν. Τί γάρ ἐστι τὸ συνάπτον πρὸς τὸ κάλλος ἢ ὁ ἔρως; Ποῦ δὲ τὸ τῆς ἀληθείας πεδίον ἢ ἐν τῷδε τῷ τόπῳ; Τί δὲ τὸ τῆς μυήσεως ταύτης αἴτιον τῆς ἀρρήτου πλὴν τῆς πίστεως; Οὐ γὰρ διὰ νοήσεως οὐδὲ διὰ κρίσεως ὅλως ἡ μύησις, ἀλλὰ διὰ τῆς ἑνιαίας καὶ πάσης γνωστικῆς ἐνεργείας κρείττονος σιγῆς, ἣν ἡ πίστις ἐνδίδωσιν, ἐν τῷ ἀρρήτῳ καὶ ἀγνώστῳ γένει τῶν θεῶν ἱδρύουσα τάς τε ὅλας ψυχὰς καὶ τὰς ἡμετέρας. ιʹ

Ἀλλὰ ταῦτα μὲν ἐκ τῆς ἐμῆς περὶ τὰ τοιάδε συμπαθείας μεμήκυνται. Πάλιν δὲ ἐπὶ τὴν προκειμένην θεολογίαν ἀναδραμόντες ἐκφήνωμεν ὅσα περὶ ἑκάστης τάξεως τῶν νοητῶν ἅμα καὶ νοερῶν θεῶν ὁ Πλάτων ἡμῖν ἐνδείκνυται νοήματα.

Νοητὸς μὲν οὖν ἐστιν ὁ ὑπερουράνιος τόπος, διὸ καὶ οὐσίαν τὴν ὄντως οὖσαν αὐτὸν καὶ τῷ νῷ τῆς ψυχῆς θεατὸν εἶναί φησιν ὁ Πλάτων· ἀλλὰ τῶν νοερῶν θεῶν μία περιοχὴ καὶ ἕνωσις. Οὐ γὰρ οὕτως νοητὸς ὡς τὸ αὐτοζῷον οὐδʼ ὡς ὁ αἰὼν ὁ πρώτιστος οὐδὲ ὡς αὐτὸ τὸ πρώτως ἓν ὄν. Ταῦτα γὰρ νοητὰ πρώτως ὄντα πάντων ἐξῄρηται τῶν ἄλλων νοητῶν καὶ καθʼ ἑαυτὰ προϋφέστηκεν· ὁ δὲ ὑπερουράνιος τόπος προσεχῶς ὑπερίδρυται τῆς οὐρανίας περιφορᾶς καὶ ταύτης ἐστὶ νοητόν, ἀλλʼ οὐχ ἁπλῶς νοητόν.

Καὶ ὅτι ταῦτα ὀρθῶς λέγομεν μαρτυρεῖ καὶ ὁ Σωκράτης, διὰ τοῦ οὐρανοῦ καὶ ταῖς ψυχαῖς παρέχων τὴν τοῦ νοητοῦ τούτου νόησιν. Ἐν γὰρ τῇ περιόδῳ ταύτῃ καθʼ ἣν συμπεριάγονται τῇ τοῦ οὐρανοῦ περιφορᾷ καθορᾶν μὲν αὐτὴν δικαιοσύνην, καθορᾶν δὲ σωφροσύνην, καθορᾶν δὲ ἐπιστήμην, καθορᾶν δὲ ἕκαστα τῶν ὄντως ὄντων. Ὥστʼ εἰ καὶ νοητός ἐστιν ὁ ὑπερουράνιος τόπος καὶ τὸ ὄντως ὄν, ἀλλὰ νοητὸν ὡς ὑπὲρ τὸν οὐρανόν· τὰ δὲ πρώτιστα νοητὰ κατὰ τὴν ἑαυτῶν οὐσίαν ἐστὶ νοητὰ καὶ κατὰ τὴν ἐξῃρημένην τῶν νοερῶν πάντων καὶ πρωτουργὸν αἰτίαν. Ἐπεὶ καὶ ὁ μέγιστος Κρόνος, καίτοι νοερὸς ὢν θεὸς καὶ τοῦ νοῦ κόρος, νοητός ἐστιν ὡς πρὸς τὸν δημιουργόν· τῆς γὰρ νοερᾶς τριάδος ἐστὶν ἀκρότης. Οὕτως ἄρα καὶ ὁ ὑπὲρ τὸν οὐρανὸν τόπος νοητὴν ἔλαχεν ὑπεροχὴν πρὸς τὴν οὐρανίαν περιφοράν, καὶ ἔστιν ὡς ἐν τοῖς πρωτίστοις νοητοῖς νοερός.

Διὸ δὴ καὶ ἀνάλογον ὑφέστηκεν τῇ πρωτίστῃ τριάδι τῶν νοητῶν· ἀλλʼ ἐκείνη μὲν καὶ ἁπλῶς ἦν νοητή — τὸ γὰρ ἐν τοῖς νοητοῖς νοητὸν ἁπάντων ὁμοῦ προϋπάρχει τῶν δευτέρων καὶ τρίτων νοητῶν· αὕτη δὲ οὐχ ἁπλῶς νοητή, τῶν γὰρ νοερῶν ἐστιν, ἀλλʼ οὐ τῶν νοητῶν ἀκρότης. Καὶ διὰ ταῦτα ὁ Πλάτων ἐκείνην μὲν προσείρηκεν ἓν ὄν, ταύτην δὲ οὐσίαν τὴν ὄντως οὖσαν. Ἐκείνη μὲν γὰρ ἁπλότητι θαυμαστῇ καὶ κρυφίῳ τοῦ ὄντος ἑνότητι προέχει τῶν ὄντων ἁπάντων — αὐτὸ γάρ ἐστι νοητὸν τὸ ὂν ἐκεῖνο, καὶ οὐ πῇ μὲν νοητόν, πῇ δὲ νοερόν, οὐδὲ πεπονθὸς τὸ ὄν, ἀλλʼ ἑστία καὶ μονὰς ἡ πρεσβυτάτη τοῦ ὄντος· αὕτη δὲ ἡ τάξις τῆς ἑνώσεως ἐκείνης ἀπολείπεται καὶ μετέχει τοῦ ὄντος, ἀλλʼ οὐ τὸ ἁπλῶς ἐστιν ὄν. Διὸ καὶ οὐσίαν αὐτὴν καλεῖ καὶ ὄντως οὖσαν ὡς τὸ νοητὸν τοῦτο καὶ οὐσιῶδες κατὰ τὴν τοῦ πρώτως ὄντος οὐσίαν ὑποδεξαμένην. Καὶ ἐκείνη μὲν ἦν πατρική — κατὰ γὰρ τὴν ἕνωσιν τὴν θείαν καὶ τὸ πέρας ὑφέστηκεν, καὶ ἔστι πέρας τῶν νοητῶν πάντων τὸ κρύφιον καὶ τὸ ἀκρότατον· αὕτη δὲ μητρική, κατὰ τὴν ἀπειρίαν ὑποστᾶσα καὶ τὴν δύναμιν ἐκείνην.

Θηλυπρεπὴς γάρ ἐστιν ἡ τάξις αὕτη καὶ γόνιμος καὶ δυνάμεσι νοηταῖς τὰ πάντα παράγουσα. Ὅθεν δὴ καὶ τόπον αὐτὴν ὁ Πλάτων ἐκάλεσεν ὡς ὑποδοχὴν τῶν πατρικῶν αἰτίων καὶ λοχεύουσαν καὶ προάγουσαν τὰς γεννητικὰς δυνάμεις τῶν θεῶν εἰς τὰς τῶν δευτέρων ὑποστάσεις· ἐπεὶ καὶ τὴν ὕλην τόπον εἰδῶν προσαγορεύσας μητέρα καλεῖ καὶ τιθήνην τῶν εἰς αὐτὴν ἀπὸ τοῦ ὄντος καὶ τῆς πατρικῆς αἰτίας προϊόντων λόγων. Κατὰ δὴ τὴν τοιαύτην ἀναλογίαν καὶ τὸν ὑπερουράνιον τόπον ὡς θηλυπρεπῆ καὶ τούτων αἴτιον ὄντα μητρικῶς, ὧν πατρικῶς ὁ νοητὸς πατήρ, τῷ τοιῷδε προσείρηκεν ὀνόματι. Ἀλλʼ ἡ μὲν ὕλη δέχεται τὰ εἴδη μόνον, ἡ δὲ τῶν θεῶν μήτηρ καὶ τροφὸς οὐ δέχεται μόνον, ἀλλὰ καὶ ὑφίστησι καὶ γεννᾷ τὰ δεύτερα μετὰ τοῦ πατρός. Καὶ οὐχ ὥσπερ τὰ ἐνταῦθα γεννῶντα ἔξω ἑαυτῶν ὑπεκτίθεται τὰ γεννώμενα, οὕτω δὴ καὶ ἡ γεννητικὴ θεότης ἀφʼ ἑαυτῆς εἰς τὸ ἐκτὸς προάγει τὰ ἑαυτῆς ἔκγονα καὶ διορίζει τῆς οἰκείας περιοχῆς, ἀλλʼ ἐν ἑαυτῇ πάντα γεννᾷ καὶ περιλαμβάνει καὶ ἑδράζει. Διὸ καὶ τόπος ἐστὶν αὐτῶν ὡς αἰτία πανταχόθεν αὐτὰ περιέχουσα καὶ ὡς ταῖς γονίμοις ἑαυτῆς καὶ πρωτουργοῖς δυνάμεσιν τάς τε προόδους ἁπάσας τῶν δευτέρων καὶ τὰ πλήθη καὶ τὴν ποικιλίαν προκατειληφυῖα καὶ συνέχουσα ἐν ἑαυτῇ. Πάντα μὲν γὰρ τὰ ὄντα ἐν τοῖς θεοῖς ὑφέστηκεν καὶ ὑπὸ τῶν θεῶν περιείληπται καὶ σῴζεται ὑπʼ αὐτῶν — καὶ ποῦ γὰρ ἂν ἀπέστη τῶν θεῶν καὶ τῆς ἐν αὐτοῖς περιοχῆς, πῶς δʼ ἂν ἀποστάντα καὶ ἀκαρῆ διαμένειν ἠδύνατο; — διαφερόντως δὲ τὰ γεννητικὰ τῶν θείων περιέχειν λέγεται τὰ ἑαυτῶν γεννήματα, καθʼ ὅσον προσεχῶς αὐτῶν ἐστιν αἴτια καὶ μετὰ διαιρέσεως πλείονος καὶ προνοίας ἰδικωτέρας ὑφίστησιν αὐτῶν τὴν οὐσίαν. Τὰ γὰρ πατρικὰ μονοειδῶς καὶ ἐξῃρημένως καὶ ἀσυντάκτως παράγει τὰ δεύτερα, καὶ περιέχει μέν, ἀλλʼ ἑνιαίως, τὰ ἑαυτῶν ἔκγονα· καὶ τῇ μὲν ἁπλότητι τὸ ποικίλον αὐτῶν, τῇ δὲ ἑνώσει τὸ πλῆθος προείληφεν.

Δῆλον τοίνυν ἐκ τῶν εἰρημένων ὅτι τε νοητός ἐστιν ὁ ὑπερουράνιος τόπος, καὶ ὅπως δὴ νοητός· καὶ πρὸς τούτοις, ὅπως θηλυπρεπής. Καὶ γὰρ ὁ τόπος τοῖς γεννητικοῖς προσήκει θεοῖς διὰ τὰς εἰρημένας αἰτίας· καὶ ὁ λειμὼν πηγὴ τῆς ζωογόνου φύσεώς ἐστιν, ὡς μικρὸν ὕστερον δειχθήσεται· καὶ πάντα ὁ Σωκράτης τὰ ἐν αὐτῷ θεῖα τοιαῦτα παραλαμβάνει, τὴν ἐπιστήμην, τὴν δικαιοσύνην, τὴν σωφροσύνην, τὴν ἀλήθειαν αὐτήν, τὴν Ἀδράστειαν, ὃ δὴ καὶ μάλιστα τεκμήριον ἄν τις ποιήσαιτο τοῦ καὶ τὸν Πλάτωνα τὸ θῆλυ τῇ τάξει ταύτῃ διαφερόντως ἀπονέμειν, καὶ οὐ τοὺς ἄλλους μόνον θεολόγους. ιαʹ

Τίς οὖν ἡ αἰτία διʼ ἣν τὴν θεότητα ταύτην ἀποφατικῶς ὁ Πλάτων τὴν πρώτην ἀνύμνησεν ἀνάλογον τῷ ἑνί; Καὶ τίνες αἱ ἀποφάσεις; Ἀχρώματον γὰρ αὐτὴν καὶ ἀσχημάτιστον καὶ ἀναφῆ προσείρηκε, καὶ τρεῖς ταύτας ὑπάρξεις ἀφεῖλεν ἀπʼ αὐτῆς, τὸ χρῶμα, τὸ σχῆμα, τὴν ἁφήν.

Λέγω τοίνυν ὅτι καὶ ἡ τάξις αὕτη, τῶν νοερῶν οὖσα θεῶν ἀκρότης, ἄγνωστός ἐστι καὶ ἄφραστος κατὰ τὴν ἑαυτῆς ἰδιότητα καὶ διὰ συνθημάτων γιγνώσκεται νοητῶν. Ἀκρότης γὰρ ὑπάρχουσα τῶν νοερῶν συνήνωσεν ἑαυτὴν τοῖς νοητοῖς· καὶ πῶς γὰρ ἂν τὰ νοερὰ συνήπτετο τοῖς νοητοῖς, εἰ μὴ νοητὴν ὑπεροχὴν ἑαυτῶν προϋπέστησεν; Τίς δʼ ἂν συνέχεια καὶ κοινωνία τῶν ὅλων ἐθεωρεῖτο διακόσμων, εἰ μὴ τὰ πέρατα τῶν πρώτων ὁμοιότητά τινα πρὸς τὰς ἀρχὰς εἶχε τῶν δευτέρων; Κατὰ γὰρ τὴν ὁμοιότητα ταύτην συμφύεται ταῦτα ἀλλήλοις καὶ κατὰ μίαν ὑφίσταται πάντα σειράν. Ὥσπερ οὖν τῶν νοητῶν τὸ πέρας ἦν νοερόν, οὕτως ἡ τῶν νοερῶν ἀρχὴ νοητὴν ἔλαχεν ὕπαρξιν· καὶ νοητὸν μὲν ἑκάτερον τούτων, ἀλλʼ οὗ μὲν νοητὸν ἁπλῶς, οὗ δʼ οὐκ ἄνευ προσθήκης τοῦ νοεροῦ. Ταῦτα τοίνυν ἀλλήλοις συνυφέστηκεν, καὶ τὸ μὲν πατρικῶς αἴτιόν ἐστι τῶν ὅλων, καθʼ ὅσον ἐστὶ νοητόν, καὶ τὸ νοερὸν ἐν αὐτῷ νοητῶς προτείνεται· τὸ δὲ γεννητικῶς τῶν αὐτῶν ἐστιν ὑποστατικόν, διότι νοερόν ἐστι καὶ τὸ νοητὸν ἀγαθὸν ἐν τῷ νοερῷ γένει προεστήσατο. Πάντα οὖν ἐξ ἀμφοῖν, ἐξῃρημένως μὲν ἀπὸ τοῦ νοεροῦ τῶν νοητῶν, συντεταγμένως δὲ ἀπὸ τοῦ νοητοῦ τῶν νοερῶν. Καὶ ἀμφότερα μὲν ἀγνώστοις ὑπάρξεσιν ἀγάλλεται καὶ συνθήμασι μόνοις γνωρίζεται νοητοῖς μυστικῶς καὶ ἀρρήτως, ὥς φησιν ὁ Πλάτων — διὸ καὶ τόλμαν ἀποκαλεῖ τὴν περὶ αὐτῶν ἐκφαίνειν τὰ ἄρρητα καὶ λόγῳ τὴν ἄγνωστον ἕνωσιν ἀφερμηνεύειν ἐπιχειροῦσαν —, ἀλλʼ ἐκ τοῦ νοητοῦ πέρατος καὶ ἡ τῶν νοερῶν ἀκρότης ἔχει τὴν ἄγνωστον ἰδιότητα. Καθʼ ὅσον γὰρ συνήνωσεν ἑαυτὴν τοῖς πρώτοις νοητοῖς καὶ πεπλήρωται τῆς ἑνιαίας αὐτῶν καὶ ἀρρήτου καὶ πατρικῆς ὑπάρξεως, κατὰ τοσοῦτον καὶ αὕτη προϋπάρχει τῶν νοερῶν ἀγνώστως. Διόπερ ἄληπτός ἐστι τοῖς μετʼ αὐτήν, γιγνώσκεται δὲ ὑπὸ τῶν πρὸ αὐτῆς, εἰς τὴν συνεχῆ πρὸς αὐτὰ ἕνωσιν ὑπεραπλωθεῖσα, καὶ γιγνώσκει τὰ πρὸ αὐτῆς νοητῶς· τοῦτο δὲ οὐδὲν διαφέρει τῆς ἑνοειδοῦς καὶ ἀρρήτου γνώσεως. Ἡ γὰρ νοητὴ γνῶσις πάσης ἐστὶ γνώσεως ἕνωσις καὶ αἰτία καὶ ἀκρότης καὶ ἄγνωστος καὶ κρύφιος ὕπαρξις.

Ἐπειδὴ τοίνυν καὶ τῆς νοερᾶς ἁπάσης διακοσμήσεως ἡ μία καὶ ἡνωμένη τριὰς τῆς ἀγνώστου τῶν νοητῶν ἑνώσεως εἰκών ἐστιν, εἰ θέμις εἰπεῖν, νοερά, καὶ τὴν αὐτὴν προεστήσατο τῇ ἑαυτῆς αἰτίᾳ δύναμιν ἑνοειδῆ καὶ ἄγνωστον ἐν τοῖς νοεροῖς, διὰ τῶν ἀποφάσεων αὐτὴν ὁ Πλάτων ἐκφαίνει μυστικῶς. Τὸ γὰρ ἀκρότατον πανταχοῦ καὶ τὸ ἄγνωστον ἀνάλογόν ἐστι τῷ ἑνιαίῳ θεῷ. Καθάπερ οὖν ἐκεῖνον διὰ τῶν ἀποφάσεων ὑμνεῖν ἐδιδάχθημεν, κατὰ τὰ αὐτὰ δὴ καὶ τὰς ἀκρότητας τῶν δευτέρων διακόσμων τὰς ἑνοειδεῖς καὶ ἀγνώστους ἀποφατικῶς ἐκφαίνειν σπουδάσομεν. Καὶ ὅλως, ἐπειδὴ μέχρι τοῦ ὑπερουρανίου τόπου ποιεῖται τὴν ἄνοδον ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης, ἀνάλογον αὐτὸν τῷ πρώτῳ τάττων ὡς ἐν τῇ διακοσμήσει ταύτῃ καὶ τῇ τῶν ψυχῶν ἀνόδῳ, ταῖς ἀποφάσεσιν ὑμνεῖ. Καὶ γὰρ τὴν δημιουργίαν τὴν μίαν ἐν Τιμαίῳ, ὑφʼ ἧς πᾶν τὸ δημιουργικὸν γένος ὑφίσταται τῶν θεῶν, ἄρρητον εἶναι διατείνεται καὶ ἄγνωστον· καὶ πανταχοῦ τὸ ἀκρότατον ταύτην ἔχει πρὸς τὰ δεύτερα τὴν ὑπεροχήν, μιμεῖται γὰρ δὴ τὴν ἁπάντων ὁμοῦ τῶν ὄντων ἑνιαίως ἐξῃρημένην αἰτίαν. Ἀλλʼ ἐκείνην μὲν μόνον διὰ τῶν ἀποφάσεων ὡς πάντων προϋπάρχουσαν ὑμνοῦμεν· τὰς δὲ ἀνάλογον ἐκείνῃ προελθούσας ἀκρότητας ὁμοῦ καὶ καταφατικῶς καὶ ἀποφατικῶς ἐκφαίνομεν, ὡς μὲν ἐξῃρημένας ὑπεροχὰς τῶν δευτέρων, ἀποφατικῶς, ὡς δὲ μετεχούσας τῶν πρὸ αὐτῶν, καταφατικῶς. Καὶ γὰρ τὸν ὑπερουράνιον τόπον οὐσίαν ὄντως οὖσαν καὶ τῆς ἀληθείας πεδίον καλεῖ καὶ λειμῶνα καὶ νοητὴν περιωπὴν τῶν θεῶν, καὶ οὐ μόνον ἀχρώματον καὶ ἀσχημάτιστον καὶ ἀναφῆ, μιγνὺς ταῖς ἀποφάσεσι τὰς καταφάσεις. Ἐπεὶ καὶ ἔστιν ἡ τάξις αὕτη μέση τῶν τε νοητῶν θεῶν καὶ τῶν πρώτων νοερῶν θείων διακόσμων, καὶ συνέχει τὸν σύνδεσμον ἀμφοτέρων· καὶ φρουρεῖ μὲν τὰ νοερὰ κατὰ τὴν ἑνοειδῆ καὶ ἄγνωστον ὑπεροχήν, διαπορθμεύει δὲ τὰς τῶν νοητῶν πληρώσεις καὶ μέχρι τῶν ἐσχάτων· καὶ ὁμοῦ κατὰ μίαν ἕνωσιν κοινὴν ἀνάγει τὰ πάντα μέχρι τοῦ νοητοῦ πατρός, καὶ γεννᾷ καὶ προάγει μέχρι τῆς ὕλης. Μέση τοίνυν ἱδρυμένη τῶν τε ἑνιαίων θεῶν καὶ τῶν πληθυομένων ἀποφατικῶς μὲν διὰ τὴν ὑπεροχὴν τῶν δευτέρων τὴν ἄγνωστον, καταφατικῶς δὲ διὰ τὴν μέθεξιν τῶν πρώτων ἐκφαίνεται. Καὶ γὰρ ὁ δημιουργὸς ὁ πρῶτος ἐν Τιμαίῳ, καθʼ ὅσον μὲν μετέχει τῶν προϋπαρχόντων αἰτίων, ποιητὴς ἀποκαλεῖται καὶ πατὴρ καὶ ἀγαθὸς καὶ πάντα τὰ τοιαῦτα· καθʼ ὅσον δὲ ἁπάσης ἐστὶ τῆς δημιουργίας μονάς, ἄγνωστον αὐτὸν καὶ ἄρρητον ἀφʼ ὅλων τῶν δημιουργῶν ἐξῃρημένον ἀφίησιν· καὶ γὰρ εὑρεῖν, φησίν, ἔργον αὐτόν, καὶ εὑρόντα λέγειν εἰς ἅπαντας ἀδύνατον. Οὕτω τοίνυν καὶ τὸν ὑπερουράνιον τόπον ὡς μὲν πληρούμενον ἐκ τῶν πρώτων αἰτίων καταφατικῶς ἀναφαίνει, ποτὲ μὲν οὐσίαν ὄντως οὖσαν, ποτὲ δὲ ἀληθείας πεδίον, ποτὲ δὲ ἄλλο τι τοιοῦτον καλῶν, ὡς δὲ ἐκβεβηκότα τῶν νοερῶν θεῶν καὶ ὡς ἀκρότατον καὶ ἑνιαῖον ἀποφατικῶς εὐφημεῖ, καθάπερ τὴν ἐξῃρημένην τῶν πάντων ἀρχήν.

ιβʹ

Τίνες οὖν αἱ ἀποφάσεις καὶ ἀπὸ ποίων γίγνονται τάξεων; Τοῦτο γάρ ἐστιν ἐχόμενον διελθεῖν.

Ἐν Παρμενίδῃ μὲν οὖν αἱ τοῦ ἑνὸς ἀποφάσεις ἀπὸ πασῶν ἐγίγνοντο τῶν θείων τάξεων, ἐπεὶ καὶ πασῶν αἴτιον τὸ ἕν, καὶ πᾶν τὸ θεῖον κατὰ τὴν ὕπαρξιν τὴν ἑαυτοῦ μετέχει τῆς πρωτίστης ἀρχῆς· καὶ τούτων ὑπερέχον τὸ ἓν πολλῷ μειζόνως καὶ τῶν μετʼ αὐτὰς ἐξῄρηται πραγμάτων· ἐκ γὰρ τούτων τὰ πάντα πρόεισιν, τὰς γὰρ τούτων ἰδιότητας ὑποδέχεται μεριστῶς. Δῆλον δὲ ἐκ τῶν ἄλλων ὑποθέσεων, ἐν αἷς τὰ αὐτὰ πάλιν ἀνακυκλεῖται συμπεράσματα, τοτὲ μὲν ἀποφατικῶς, τοτὲ δὲ καταφατικῶς συμπλεκόμενα. Καὶ τί γὰρ ἂν ὑποστῆναι δύναιτο, μὴ προειλημμένον κατʼ αἰτίαν ἐν τοῖς ὅλοις;

Ἐν δέ γε τῷ Φαίδρῳ τὰ ἀποφασκόμενα τῆς νοητῆς τῶν νοερῶν πάντων ἀκρότητός ἐστι τὰ προσεχῶς ἱδρυμένα μετʼ αὐτὴν νοερὰ γένη, τὸ συνεκτικόν, τὸ τελεσιουργόν, τὸ τῶν ἰδίως καλουμένων νοερῶν πατρικόν· τούτων γὰρ ἐξῃρημένη καὶ τῶν ἁπάντων ἐκβέβηκε νοερῶν θεῶν. Ὃ γὰρ ἦν πρὸς τὸ ἓν πᾶν τὸ θεῶν γένος, τοῦτο πρὸς ταύτην εἰσὶν αἱ τρεῖς μετʼ αὐτὴν διακοσμήσεις.

Τὴν μὲν οὖν οὐρανίαν τάξιν συνέχουσαν τὰ ὅλα καὶ φωτίζουσαν τῷ νοητῷ φωτὶ χρῶμα προσονομάζει, διότι καὶ τὸ ἐμφανὲς τοῦτο τοῦ οὐρανοῦ κάλλος χρώμασι παντοίοις καὶ φωτὶ διαλάμπει· κἀκεῖνον τοίνυν τὸν οὐρανὸν νοερὸν χρῶμα καὶ φῶς ἀποκαλεῖ. Τὸ γὰρ ἐκ τἀγαθοῦ προϊὸν φῶς ἄνω μέν ἐστιν ἄγνωστον καὶ κρύφιον, ἐν τοῖς ἀδύτοις μένον τῶν θεῶν, ἐκφαίνεται δὲ ἐν τῇ τάξει ταύτῃ καὶ ἐξ ἀφανοῦς γίγνεται φανερόν. Διὸ δὴ τῷ χρώματι προσείκασται τῷ τοῦ φωτὸς ἐκγόνῳ. Ἔτι δέ, εἰ οὐρανός ἐστιν ἡ ὁρῶσα ὄψις εἰς τὰ ἄνω, εἰκότως τὸ νοητὸν αὐτῆς χρῶμα ἂν καλοῖτο τῇ ὄψει σύζυγον. Ἀχρώματον ἄρα τὸ αἴτιον μὲν τῶν ἐν τῷ οὐρανῷ νοητῶν, ἐξῃρημένον δὲ ἀπʼ αὐτῶν. Καὶ γὰρ τὸ αἰσθητὸν χρῶμα τοῦ ἡλιακοῦ φωτός ἐστιν ἔκγονον.

Τὴν δὲ μετὰ τὸν οὐράνιον διάκοσμον προσεχῶς ὑφισταμένην, ἣν ὑπουράνιον ἁψῖδα προσείπομεν, σχῆμα προσαγορεύει. Καὶ γὰρ ἡ ἁψὶς αὐτὴ σχήματός ἐστιν ὄνομα· καὶ ὅλως ἐν ταύτῃ τῇ τάξει καὶ ὁ Παρμενίδης ἀποτίθεται τὸ νοερὸν σχῆμα.

Τῇ δὲ ἀκρότητι τῶν νοερῶν τὴν ἁφὴν πρῶτον ἀποδίδωσιν, ὡς ἐκ τῶν τοῦ Παρμενίδου συμπερασμάτων δῆλον. Ἐν γὰρ τῇ πρώτῃ ὑποθέσει τὸ ἐν ἑαυτῷ τοῦ ἑνὸς ἀφαιρῶν μέσῳ κέχρηται τῷ μὴ ἅπτεσθαι τὸ ἓν ἑαυτοῦ· πᾶν μὲν γὰρ τὸ ἐν ἑαυτῷ ἅπτεται ἑαυτοῦ, τὸ δὲ ἓν οὐχ ἅπτεται, φησίν, ἑαυτοῦ, καὶ τὸ συμπέρασμα δῆλον. Ἐνταῦθα τοίνυν ἡ ἁφὴ πρῶτον καὶ κατʼ αἰτίαν ὑφέστηκεν. Ὧν γάρ ἐστιν ὁ δημιουργὸς αἴτιον προσεχῶς, τούτων παραδειγματικῶς ὁ πρὸ αὐτοῦ πατήρ· ἐν τούτῳ δὴ οὖν ἡ ἁφή, τὸ παράδειγμα τῶν ἀπολύτων θεῶν.

Τρεῖς οὖν αὗται τάξεις εἰσὶν ἐφεξῆς, τὸ χρῶμα, τὸ σχῆμα, ἡ ἁφή, καὶ τούτων ἐξῄρηται κατʼ οὐσίαν ὁ ὑπερουράνιος τόπος· ἀχρώματος ἄρα καὶ ἀσχημάτιστός ἐστι καὶ ἀναφής. Καὶ οὐχὶ κατὰ στέρησιν τῶν τριῶν τούτων ἐκβέβηκεν, ἀλλὰ κατʼ αἰτίας ὑπεροχήν. Καὶ γὰρ τῷ χρώματι τὴν τοῦ φωτὸς μετουσίαν ἐκ τῶν νοητῶν ἐνδίδωσιν καὶ τῷ σχήματι τὸ πέρας ἐπιλάμπει τὸ νοερὸν καὶ τῇ ἁφῇ τὴν ἕνωσιν καὶ τὴν συνέχειαν ἐπιτίθησιν ἄνωθεν· καὶ τελειοῖ πάντα κατὰ τὴν ἑαυτοῦ δύναμιν, τὰ μὲν ἁπτόμενα διὰ τῆς ἑνώσεως, τὰ δὲ σχηματιζόμενα διὰ τῆς τοῦ πέρατος μεταδόσεως, τὰ δὲ χρωννύμενα διὰ τῆς τοῦ φωτὸς ἐλλάμψεως· πάντα δὲ ἀρρήτως καὶ τοῖς νοητοῖς συνθήμασιν ἀνασπᾷ καὶ ἀνέλκει πρὸς ἑαυτὸν καὶ πληροῖ τῶν ἑνιαίων ἀγαθῶν.

Εἰ δὴ ταῦτα ὀρθῶς λέγομεν, οὐκ ἀποδεξόμεθα τοὺς τὰ αἰσθητὰ χρώματα καὶ ἁφὰς καὶ σχήματα πολυπραγμονοῦντας καὶ τούτων ἐκβεβηκότα τὸν ὑπερουράνιον τόπον ἀποφαίνοντας· μικρὰ γὰρ ταῦτα καὶ οὐδὲν ἐκείνῳ προσήκοντα. Καὶ γὰρ ἡ φύσις, οὐχ ἡ ὅλη μόνον, ἀλλὰ καὶ ἡ μεριστή, τῶν αἰσθητῶν χρωμάτων καὶ τῶν φαινομένων σχημάτων καὶ τῶν σωματικῶν ἁφῶν ἐξῄρηται. Τί οὖν τοῦτο σεμνόν, εἰ καὶ ταῖς φύσεσι πάρεστιν; Ἀλλὰ δεῖ τά τε χρώματα καὶ τὰ σχήματα καὶ τὰς ἁφὰς ἄνωθεν ἄχρι τῶν ἐσχάτων διατείνειν καὶ πάντων ὁμοίως ἐξῃρημένον ἀποφαίνειν τὸν ὑπερουράνιον τόπον. Ἐπεὶ καὶ ἡ ψυχὴ σχήματος μετέχει καὶ ὁ νοῦς· καὶ ἡ ἁφὴ πολλαχοῦ κἀν τοῖς ἀσωμάτοις ἐστὶ κατὰ τὴν τῶν πρώτων πρὸς τὰ δεύτερα κοινωνίαν, καὶ τάς τε κοινωνίας ταύτας συναφὰς εἰώθασι καλεῖν καὶ τὰς τῶν νοήσεων θίξεις ἐπαφάς. Μὴ τοίνυν ἀπὸ τῶν πρώτων ἐπὶ τὰ ἔσχατα φερώμεθα μηδὲ τὴν ἀκροτάτην τάξιν τῶν νοερῶν τοῖς τελευταίοις τῶν ὄντων παραβάλλωμεν, ὧν καὶ ἡ ψυχὴ καὶ ἡ φύσις ὑπερίδρυται. Καὶ γὰρ αὐτὸ τοῦτο πλημμελήσομεν καὶ τοῦ Πλάτωνος οὐκ ἀνεξόμεθα βοῶντος ὅτι· Τολμῶντες ταῦτα περὶ ἐκείνης λέγομεν. Ποία γὰρ τόλμα; Τίς δύναμις ἄγνωστος ὑπεραίρουσα τὰς ἡμετέρας ἐπιβολάς … ἀλήθεια τῶν αἰσθητῶν χρωμάτων καὶ σχημάτων καὶ ἁφῶν σεμνοτέραν οὐσίαν θεωμένη; Καὶ γὰρ οἱ φυσικοὶ τοιαύτην ἔγνωσαν ὑπόστασιν, μὴ ὅτι γε θεολόγων παῖδες. ιγʹ

Αἱ μὲν οὖν ἀποφάσεις διʼ ὧν τὸν ὑπερουράνιον ὕμνησεν τόπον τοιαύτην ἔχουσι δύναμιν. Πάλιν δὲ αὖ τὰς καταφάσεις ἐφεξῆς θεωρήσωμεν, ὅπως κατὰ μέθεξιν αὐτῶν τῶν πρώτων νοητῶν ὑπάρχουσιν.

Οὐσία μὲν οὖν ὄντως οὖσα λέγεται, διότι τοῦ πρώτως ὄντος μετείληφεν. Πᾶσι γὰρ τὸ εἶναι καὶ τὸ ὄντως εἶναι τῆς νοητῆς οὐσίας πάρεστιν ἔκγονον. Ὡς γὰρ τὸ ἓν ἐκ τῆς πρωτίστης ἀρχῆς τῆς πρὸ τῶν νοητῶν, οὕτως ἡ τοῦ ὄντος φύσις ἀπὸ τῶν νοητῶν, ἐκεῖ γὰρ τὸ ἓν ὄν, ὡς καὶ ὁ Παρμενίδης μικρῷ πρότερον ἀνεδίδασκεν. Ψυχῆς δὲ κυβερνήτῃ θεατή, διότι νοητὴν ἔλαχεν ὑπεροχὴν πρὸς τοὺς ἄλλους νοεροὺς θεούς. Τὸ τοίνυν νοητὸν αὐτῆς ἀγαθὸν ἀπὸ τοῦ νοῦ τοῦ γινώσκοντος αὐτὴν διασαφεῖ. Καὶ τοῦτο δὲ ἄρα τὸ νοητόν, ὥσπερ τὸ ὄντως ὄν, ἀπὸ τῶν ἑνιαίων εἰς αὐτὴν ἐφήκει θεῶν. Ἐκεῖνα γὰρ νοητὰ πρώτως καὶ ἀμεθέκτως καὶ πρωτουργὰ τῶν νοητῶν πάντων αἴτια· καὶ συντρέχει ταῦτα ἀλλήλοις, τό τε ὄντως ὂν καὶ τὸ νοητόν. Καὶ γὰρ πᾶν τὸ νοητὸν ὄντως ἐστὶν ὂν καὶ πᾶν τὸ ὄντως ὂν νοητὸν ὑπάρχει. Καὶ γὰρ ὁ νοῦς νοητός ἐστι κατὰ τὸ ὂν τὸ ἐν αὐτῷ, κατὰ δὲ τὸ γνωστικὸν νοῦς. Διὸ καὶ πᾶς μὲν νοῦς γνώσεώς ἐστι χορηγός, πᾶν δὲ τὸ νοητὸν οὐσίας· ὃ γάρ ἐστι πρώτως ἑκάτερον, τοῦτο καὶ τοῖς δευτέροις ἐπιλάμπει διακόσμοις.

Τὸ τρίτον τοίνυν περὶ αὐτὴν λέγεται τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος ἱδρῦσθαι. Δύο γὰρ ταῦτα ἄνεισιν ἐπὶ τὴν ἐκείνης τῆς οὐσίας θεωρίαν, νοῦς ὁ κυβερνήτης τῆς ψυχῆς — ἔστι δὲ οὗτος ὁ μερικός, ὑπεριδρυμένος μὲν τῶν ψυχῶν, ἀνάγων δὲ αὐτὰς εἰς τὸν ὅρμον τὸν πατρικόν — καὶ ἡ ἀληθὴς ἐπιστήμη, ψυχῆς οὖσα τελειότης. Αὕτη μὲν οὖν περὶ ἐκείνην ἐνεργεῖ ὡς περιχορεύουσα τὸ ὂν μεταβατικῶς, νοῦς δὲ θεᾶται αὐτὴν ὡς ἁπλῇ νοήσει χρώμενος. ιδʹ

Ἔστι δὲ ἄλλη μὲν ἡ ἐν ἡμῖν ἐπιστήμη, ἄλλη δὲ ἡ ἐν ἐκείνῳ τῷ τόπῳ· καὶ αὕτη μὲν ἀληθής, ἐκείνη δὲ αὐτοαλήθεια. Τίς οὖν οὖσα καὶ πόθεν ὑποστᾶσα; Θεότης μέν ἐστι πάσης τῆς νοερᾶς γνώσεως πηγὴ καὶ τῆς ἀχράντου καὶ σταθερᾶς νοήσεως αἰτία πρωτουργός, ἐκφαίνεται δὲ ἐν τῇ πρωτίστῃ τριάδι τῶν νοερῶν ὡς τελεσιουργῷ τῶν τε ἄλλων ἁπάντων καὶ δὴ καὶ τῶν θείων ψυχῶν· εἰς γὰρ ταύτην ἀνιοῦσαι τὴν τῶν γνώσεων πασῶν ἑνοειδῆ δύναμιν τὰς ἑαυτῶν τελειοῦσι γνώσεις.

Καθορᾷ γάρ, φησίν, ἑκάστη τῶν ἀκηράτων ψυχῶν συμπεριαγομένη τῷ Διὶ καὶ τῷ οὐρανῷ δικαιοσύνην, σωφροσύνην, ἐπιστήμην. Ἐκεῖ τοίνυν αἱ τρεῖς αὗται πηγαί, θεότητες οὖσαι νοηταὶ καὶ πηγαὶ τῶν νοερῶν ἀρετῶν, ἀλλʼ οὐχ ὡς οἴονταί τινες εἴδη νοερά. Ταῦτα μὲν γὰρ τῷ αὐτὸ χαρακτηρίζειν εἴωθεν, αὐτοεπιστήμην καὶ αὐτοδικαιοσύνην λέγων, καὶ τοῦτό πού φησι καὶ ὁ ἐν τῷ Φαίδωνι Σωκράτης, οἷς τὸ αὐτὸ ἐπισφραγίζοντες προσάγομεν, ὑπὲρ τῶν εἰδῶν λέγων· ἐν δὲ τούτοις αὐτὴν δικαιοσύνην καὶ αὐτὴν σωφροσύνην καὶ αὐτὴν ἐπιστήμην εἰπὼν θεότητάς τινας ἔοικεν αὐτοτελεῖς καὶ νοητὰς ἡμῖν ἐκφαίνειν τριαδικῶς ὑφεστώσας, ὧν μονὰς μέν ἐστιν ἐπιστήμη, δευτέραν δὲ ἔχει τάξιν ἡ σωφροσύνη, τρίτην δὲ ἡ δικαιοσύνη.

Καὶ ἔστιν ἡ μὲν ἐπιστήμη νοήσεως ἀχράντου καὶ ἀκλινοῦς καὶ ἀτρέπτου χορηγός· ἡ δὲ σωφροσύνη τῆς εἰς ἑαυτοὺς ἐπιστροφῆς τοῖς θεοῖς πᾶσι τὴν αἰτίαν ἐνδίδωσιν· ἡ δὲ δικαιοσύνη τῆς κατʼ ἀξίαν τῶν ὅλων ἀγαθῶν διανομῆς. Καὶ διὰ μὲν τὴν ἐπιστήμην ἕκαστος τῶν θεῶν νοεῖ τὰ πρὸ ἑαυτοῦ καὶ πληροῦται νοητῆς ἑνώσεως, διὰ δὲ τὴν σωφροσύνην ἔστραπται πρὸς ἑαυτὸν καὶ δευτέραν ἕνωσιν καρποῦται καὶ ἀγαθὸν τῇ πρὸς αὑτὸν ἐπιστροφῇ σύστοιχον, διὰ δὲ τὴν δικαιοσύνην ποδηγεῖ τὰ μετʼ αὐτὸν ἀψόφῳ κελεύθῳ, φασί, καὶ μετρεῖ τὴν ἀξίαν καὶ τὴν προσήκουσαν ἑκάστοις χορηγεῖ διανομήν. Πάσας δὴ οὖν τὰς ἐνεργείας τῶν θεῶν συνέχουσιν αἱ τρεῖς αὗται πηγαί.

Καὶ ἡ μὲν ἐπιστήμη προῆλθεν ἀνάλογον τῇ πρωτίστῃ τριάδι τῶν νοητῶν, καὶ ὥσπερ τὰς οὐσίας ἐκείνη πᾶσιν ἐνδίδωσιν, οὕτως αὕτη τὰς γνώσεις ἐπιλάμπει τοῖς θεοῖς· ἡ δὲ σωφροσύνη τῇ δευτέρᾳ, τὸ γὰρ ἐκείνης συνεκτικὸν καὶ τὸ μετρητικὸν ἡ σωφροσύνη μιμεῖται, μετροῦσα τὰς ἐνεργείας τῶν θεῶν καὶ ἐπιστρέφουσα πρὸς ἑαυτὸν ἕκαστον· ἡ δὲ δικαιοσύνη τῇ τρίτῃ, διακρίνει γὰρ καὶ αὕτη τὰ δεύτερα κατὰ τὴν προσήκουσαν … ἐκείνη νοητῶς τοῖς πρωτίστοις παραδείγμασιν. ιεʹ

Ἐπὶ δὴ τούτοις τριάδα θεωρήσωμεν ἄλλην ἐν τῷδε τῷ τόπῳ προϋπάρχουσαν, ἣν καὶ αὐτὴν ὁ Σωκράτης ἐξύμνησεν· τὸ τῆς ἀληθείας πεδίον, τὸν λειμῶνα, τὴν τροφὴν τῶν θεῶν.

Τὸ μὲν οὖν τῆς ἀληθείας πεδίον νοερῶς ἀνήπλωται πρὸς τὸ νοητὸν φῶς καὶ καταλάμπεται ταῖς ἐκεῖθεν προϊούσαις ἐλλάμψεσιν. Ὡς γὰρ τὸ ἓν ἑνοποιὸν ἐπιλάμπει φῶς, οὕτως τὸ νοητὸν οὐσιοποιὸν ἐνδίδωσι τοῖς δευτέροις μέθεξιν.

Ὁ δὲ λειμὼν γόνιμός ἐστι δύναμις ζωῆς καὶ λόγων παντοίων καὶ περιοχὴ τῶν πρωτουργῶν τῆς ζωῆς αἰτίων καὶ τῆς ποικιλίας καὶ τῆς ἀπογεννήσεως τῶν εἰδῶν αἰτία. Καὶ γὰρ οἱ τῇδε λειμῶνες παντοδαπῶν εἰδῶν τε καὶ λόγων εἰσὶν οἰστικοί, καὶ τῆς ζωογονίας φέρουσι τὸ ὕδωρ σύμβολον.

Ἡ δὲ τρόφιμος τῶν θεῶν αἰτία νοητή τίς ἐστιν ἕνωσις τὴν ὅλην συλλαβοῦσα τελειότητα τῶν θεῶν ἐν ἑαυτῇ καὶ πληροῦσα τοὺς θεοὺς ἀκμῆς καὶ δυνάμεως εἴς τε τὴν πρόνοιαν τῶν δευτέρων καὶ τὴν νόησιν τὴν ἄτρεπτον τῶν πρώτων. Ἀλλʼ ἄνω μὲν ἑνοειδῶς τούτων οἱ θεοὶ μετέχουσιν, ἐν δὲ ταῖς προόδοις ἑαυτῶν διῃρημένως, ὅπου δὴ καὶ τῆς τροφῆς ἡ μὲν ἀμβροσία καλεῖται παρὰ τοῦ Πλάτωνος, ἡ δὲ νέκταρ. Πρὸς δὲ τὴν φάτνην, φησί, τοὺς ἵππους στήσας παρέβαλεν ἀμβροσίαν καὶ ἐπʼ αὐτῇ νέκταρ ἐπότισεν. Οὐκοῦν ὁ μὲν ἡνίοχος τρεφόμενος τοῖς νοητοῖς ἑνιαίως μετέχει τῆς τελειότητος τῆς ἐκ τῶν θεῶν ἐλλαμπομένης, οἱ δὲ ἵπποι μεμερισμένως, πρότερον μὲν τῆς ἀμβροσίας, ἐπʼ αὐτῇ δὲ τοῦ νέκταρος. Δεῖ γὰρ αὐτοὺς ἐκ μὲν τῆς ἀμβροσίας μένειν ἐν τοῖς κρείττοσι σταθερῶς καὶ ἀκλινῶς, διὰ δὲ τοῦ νέκταρος προνοεῖν τῶν δευτέρων ἀτρέπτως. Ἐπεὶ καὶ τὴν μὲν ἀμβροσίαν στερεὰν τροφὴν εἶναί φασιν, τὸ δὲ νέκταρ ὑγράν· ὃ καὶ ὁ Πλάτων ἐνδεικνύμενος τὴν μέν φησιν ὅτι παρέβαλεν, τὸ δὲ ὅτι μετὰ τὴν ἀμβροσίαν ἐπότισεν. Οὐκοῦν τὸ μὲν ἄφετον τῆς προνοίας καὶ τὸ εὔλυτον καὶ τὸ ἐπὶ πάντα προϊὸν ἀχράντως ἡ τοῦ νέκταρος δηλοῖ τροφή, τὸ δὲ μόνιμον καὶ τὸ στερεῶς ἱδρυμένον ἐν τοῖς κρείττοσιν ἡ τῆς ἀμβροσίας· ἐξ ἀμφοῖν δὲ ὅτι καὶ μένουσιν οἱ θεοὶ καὶ προΐασιν ἐπὶ πάντα, καὶ οὔτε τὸ ἀκλινὲς αὐτῶν καὶ ἀνεπίστροφον ἄγονόν ἐστιν οὔτε ἡ γόνιμος δύναμις καὶ ἡ πρόοδος ἀνίδρυτος, ἀλλὰ μένοντες προΐασι καὶ ἐν τοῖς πρὸ αὐτῶν ἱδρυμένοι προνοοῦσι τῶν δευτέρων ἀχράντως.

Νέκταρ οὖν καὶ ἀμβροσία θεῶν τελειότητες ᾗ θεοί· νοῦ δὲ καὶ ψυχῆς καὶ φύσεως καὶ σωμάτων ἄλλα. Διὸ καὶ ὁ Πλάτων ἐν ταῖς ψυχαῖς ταῦτα παραλαβὼν θεοὺς ἀποκαλεῖ τὰς ψυχάς. Καθʼ ὅσον γὰρ καὶ αὗται μετέχουσι τῶν θεῶν, κατὰ τοσοῦτον καὶ τοῦ νέκταρος πληροῦνται καὶ τῆς ἀμβροσίας.

Ἀλλὰ προϊόντα μὲν ταῦτα διῄρηται δυαδικῶς, τὸ μὲν μονίμου καὶ σταθερᾶς τελειότητος τοῖς θεοῖς χορηγὸν ὑπάρχον, τὸ δὲ προνοίας ἀκλινοῦς καὶ ἀπολύτου διοικήσεως καὶ ἀφθόνου τῶν ἀγαθῶν μεταδόσεως, κατὰ τὰς δύο τῶν ὅλων ἀρχὰς προστησάμενα τὴν τοιαύτην διανομήν. Ἀνάλογον γὰρ τῷ μὲν πέρατι τὴν ἀμβροσίαν, τῇ δὲ ἀπειρίᾳ τὸ νέκταρ ὑποθετέον. Διὸ τὸ μέν ἐστιν οἷον ὑγρὸν καὶ ἀφʼ ἑαυτοῦ μὴ ὁριζόμενον, τὸ δὲ οἷον στερεὸν καὶ ἀφʼ ἑαυτοῦ τὸν ὅρον ἔχον. Γόνιμον οὖν τὸ νέκταρ καὶ τελεσιουργὸν τῆς δευτέρας τῶν θεῶν παρουσίας καὶ δυνάμεως αἴτιον καὶ ἀκμῆς προνοητικῆς τῶν ὅλων καὶ τῆς ἀπείρου καὶ ἀνεκλείπτου χορηγίας· μόνιμος δὲ τελειότης ἡ ἀμβροσία καὶ περατοειδὴς καὶ τῆς ἐν αὑτοῖς ἱδρύσεως αἰτία τοῖς θεοῖς καὶ τῆς στερεᾶς καὶ ἀκλινοῦς νοήσεως χορηγός. Πρὸ δὲ τούτων ἀμφοτέρων ἡ μία τῆς τελειότητος ἁπάσης πηγὴ καὶ ἑστία πᾶσι τοῖς θεοῖς, ἣν τροφὴν ὁ Πλάτων ἀποκαλεῖ καὶ δαῖτα καὶ θοίνην ὡς ἑνιαίως μὲν τὸ μεριστὸν πλῆθος τῶν θεῶν τελειοῦσαν, ἐπιστρέφουσαν δὲ πάντα πρὸς ἑαυτὴν διὰ τῆς θείας νοήσεως. Ἡ μὲν γὰρ δαὶς τὴν διῃρημένην ἐπὶ πάντα διανομὴν δηλοῖ τῆς θείας τροφῆς· ἡ δὲ θοίνη τὴν ἡνωμένην ἐπιστροφὴν τῶν ὅλων πρὸς αὐτήν, θεῶν γὰρ νόησις ᾗ θεοί· τὴν δὲ συναμφοτέραν δύναμιν ἡ τροφὴ συνέχει, τὸ πλήρωμα τῶν νοητῶν ἀγαθῶν ὑπάρχουσα καὶ ἡ τῆς αὐταρκείας τῆς θείας ἑνοειδὴς τελειότης. ιϛʹ

Περὶ μὲν οὖν τούτων ἐξαρκεῖ τοσαῦτα πρὸς τὴν παροῦσαν θεωρίαν. Ἑπόμενον δέ ἐστι περὶ τῆς εἰς τρία διαιρέσεως τοῦ τόπου τούτου διελθεῖν· τριὰς γάρ ἐστιν, ὡς καὶ πρότερον εἴπομεν, ἡ νοητὴ τῶν νοερῶν ἀκρότης.

Εὐθὺς μὲν οὖν κατὰ τὴν πρώτην ἐπιβολὴν καὶ ὁ Πλάτων ἐμφαίνει τὸ τριαδικὸν αὐτῆς, τρία μὲν ἀποφατικὰ παραλαβών, τὸ ἀχρώματον, τὸ ἀσχημάτιστον, τὸ ἀναφές, τρεῖς δὲ ἐν αὐτῇ θεότητας ἱδρύσας, τὴν ἐπιστήμην, τὴν σωφροσύνην, τὴν δικαιοσύνην. Καὶ ὅ γε ἡμέτερος καθηγεμὼν διαιρεῖν ἀξιοῖ τὴν τριάδα ταύτην εἰς τὰς τρεῖς μονάδας καὶ δείκνυσι καὶ τοῦτο ταῖς Ὀρφικαῖς θεολογίαις ἑπομένως. Εἰ δὲ δεῖ καὶ τὰς ἀφωρισμένας ἰδιότητας τῶν τριῶν θεαινῶν ἐκ τῶν κειμένων ἀνευρεῖν, ἐννοήσωμεν ὅτι καὶ τὸ τῆς ἀληθείας πεδίον ἐκεῖ τίθεται καὶ τὸν λειμῶνα καὶ τὴν τρόφιμον τῶν θεῶν αἰτίαν. Οὐκοῦν τὸ μὲν τρέφειν νοητῆς ἐστι τελειότητος· διὸ καὶ τῷ πτερῷ τῆς ψυχῆς ἡ ἀναγωγὸς ὁρμὴ καὶ ἡ τελείωσις ἡ νοερὰ κατὰ τὴν ἐκεῖθεν εἰς αὐτὴν ἐπιρρέουσαν τροφήν. Τὸ δὲ τοῦ λειμῶνος ἰδίωμα γεννητικῆς ἐστι λόγων καὶ εἰδῶν δυνάμεως καὶ ζωοποιίας εἰκών· διὸ καὶ νέμονται αἱ ψυχαὶ περὶ τὸν λειμῶνα, καὶ ἡ νομὴ τροφὴ μέν ἐστιν, ἀλλὰ διῃρημένη. Τὸ δὲ τῆς ἀληθείας πεδίον ἡ τοῦ φωτός ἐστιν ἐξάπλωσις τοῦ νοητοῦ καὶ ἔκφανσις καὶ ἡ ἀνάπτυξις τῶν ἔνδον λόγων καὶ ἡ τελειότης ἡ πανταχοῦ προϊοῦσα. Τοῦτο τοίνυν τῆς τρίτης ἐστὶ μονάδος ἴδιον, τὸ δὲ γόνιμον τῆς δευτέρας, τὸ δὲ πλήρωμα τὸ νοητὸν τῆς πρώτης. Πᾶς μὲν γὰρ ὁ ὑπερουράνιος τόπος καταλάμπεται τῷ φωτὶ τῆς ἀληθείας, διὸ καὶ ἀληθῆ πάντα καλεῖται τὰ ἐν ἐκείνῳ περιεχόμενα καὶ ὁ Σωκράτης, Ἥτις ἂν ψυχή τι τῶν ἀληθῶν ἴδῃ· πάντα γάρ ἐστιν ὄντως ὄντα καὶ νοητὰ καὶ πλήρη τῆς ἑνώσεως τῆς θείας. Ἀλλʼ ἐν μὲν ταῖς πρώταις μονάσιν συνῃρημένως ἐστὶ τὸ νοητὸν τοῦτο φῶς καὶ οἷον ἐν ἀδύτοις κρυφίως ἱδρυμένον, ἐν δὲ τῇ τρίτῃ προφαίνεται καὶ συναναπλοῦται καὶ συνδιίσταται τῷ πλήθει τῶν δυνάμεων.

Ἔχομεν οὖν τὰς διαφορὰς τῶν τριῶν μονάδων ἐκ τούτων θεωρεῖν ἑπόμενοι ταῖς Πλατωνικαῖς ὑποθέσεσιν. Εἰ δὲ καὶ ἐπιστήμη μὲν προσήκει τῇ πρώτῃ, σωφροσύνη δὲ τῇ δευτέρᾳ, δικαιοσύνη δὲ τῇ τρίτῃ, πάντως καὶ ἐκ τούτων ἡ τριὰς ἀναφαίνεται. Πῶς δὲ οὐχὶ προσήκει τῇ μὲν ἡνωμένῃ τῷ νοητῷ πατρὶ καὶ μὴ προελθούσῃ μηδὲ διελούσῃ τὴν ἑαυτῆς ἕνωσιν ἀπὸ τῆς ἐκείνου θεότητος ἡ ἐπιστήμη, μόνιμος οὖσα καὶ ἑνοειδὴς νόησις τῶν ὅλων καὶ ὁμοῦ συνυπάρχουσα τοῖς νοητοῖς; Τῇ δὲ διῃρημένῃ δυνάμει καὶ τῇ διακρινούσῃ τὰ νοερὰ γένη καὶ εἰς τάξιν τὸ πλῆθος τὸ νοητὸν ἀγούσῃ καὶ τὴν κατʼ ἀξίαν διανομὴν ἐπιλαμπούσῃ τὸ τῆς δικαιοσύνης γένος; Τῇ δὲ μέσῃ τούτων ἀμφοτέρων πρὸς ἑαυτὴν ἐπεστραμμένῃ καὶ τὸν κοινὸν σύνδεσμον τῆς τριάδος ταύτης ἐχούσῃ τὸ τῆς σωφροσύνης; Τὸ γὰρ ἐναρμόνιον καὶ τὸ κατὰ λόγον ἐπικοινωνεῖν πρὸς τὰ ἄκρα ταύτης ἐστὶν ἐξαίρετον ἀγαθόν.

Ἵνʼ οὖν μὴ πολλὰ λέγωμεν, καὶ τῶν εἰρημένων ἀποχρώντων τῆς τοῦ Πλάτωνος ἡμᾶς ἀναμνῆσαι διανοίας, τρεῖς ἡμῖν αὗται θεότητες ὑμνείσθωσαν αἱ τὸν ὑπερουράνιον διελόμεναι τόπον, νοηταὶ μὲν ὡς ἐν νοεροῖς πᾶσαι καὶ ἄκραι καὶ συναγωγοὶ πάντων εἰς μίαν ἕνωσιν τὴν νοητήν, ἀλλʼ ἡ μὲν μονίμως, ἡ δὲ γεννητικῶς, ἡ δὲ ἐπιστρεπτικῶς ἔχουσα τὸ πρωτουργὸν ἐν τοῖς νοεροῖς· ἡ μὲν γὰρ τὰς μονὰς τῶν θεῶν πάντων ἑνοῖ καὶ συνάγει περὶ τὸ νοητόν, ἡ δὲ τὰς προόδους, ἡ δὲ τὰς ἐπιστροφάς. Πᾶσαι δὲ ὁμοῦ τὴν ὅλην ὕπαρξιν τὴν μένουσαν ἀεὶ καὶ προϊοῦσαν καὶ ἐπιστρέφουσαν συνάγουσιν εἰς ἕν. Διὸ δὴ καὶ ὁ Πλάτων εἰς ἕνα τόπον τοῦτον ἀνήγαγεν τοὺς θεοὺς τοὺς ἐν τῷ κόσμῳ διῃρημένους καὶ περὶ τοῦτον ὡς συναγωγὸν τῶν ὅλων διακόσμων ἐνεργοῦντας εἰς τὴν τῶν νοητῶν μετουσίαν ἐπέστρεψεν. Καὶ προάγουσιν οὖν αἱ μονάδες αὗται τὰ εἴδη τὰ νοητὰ καὶ πληροῦσι τῆς τοῦ ὅλου μεταδόσεως καὶ ἀνακαλοῦνται πάλιν τὰ προελθόντα καὶ συνάπτουσι τοῖς νοητοῖς.

ιζʹ

Ἀλλὰ περὶ μὲν τῆς ὅλης τριάδος ταύτης ἀρκείτω τὰ εἰρημένα· περὶ δὲ τῆς Ἀδραστείας λείπεται διελθεῖν, ἣν καὶ αὐτὴν ὁ Σωκράτης ἐν τῷ τόπῳ τῷδε τὴν βασιλείαν ἔχειν ἐνδείκνυται. Τὸ γὰρ τὰ μέτρα ταῖς ψυχαῖς ἀφορίζον τῆς ἀπήμονος ζωῆς ἐκ τῆς θέας τῶν νοητῶν τούτων ἀγαθῶν ἐκεῖ που δηλαδὴ τὴν πρώτην ἔκφανσιν ἔλαχεν. Τὸ μὲν γὰρ ἀναγωγὸν αἴτιον δύναιτο ἂν καὶ δεύτερον ὂν τῶν ἐφετῶν ἑαυτό τε καὶ τὰ ἄλλα πρὸς ἐκεῖνα διʼ ἐπιστροφῆς ἀνάγειν· τὸ δὲ τοὺς καρποὺς τῆς τοῦ νοητοῦ θέας ἀφορίζον καὶ μετροῦν ταῖς ψυχαῖς, ἐν τῷ νοητῷ τὴν ὕπαρξιν ἔχον ἐκεῖθεν ἐπιλάμπει τὸ μακάριον αὐταῖς.

Ἵδρυται μὲν οὖν, ὥσπερ ἔφην, ἐν ἐκείνῳ τῷ τόπῳ, πάντων δὲ τῶν θείων νόμων ἐπικρατεῖ μονοειδῶς ἄνωθεν ἄχρι τῶν ἐσχάτων· καὶ τοὺς θεσμοὺς ὅλους τούς τε νοεροὺς καὶ τοὺς ὑπερκοσμίους καὶ τοὺς ἐγκοσμίους εἰς ἕνα τὸν ἑαυτῆς ἀνεδήσατο θεσμόν, εἴτʼ οὖν Κρόνιοί τινες εἶεν νόμοι — καθάπερ ὁ ἐν τῷ Γοργίᾳ Σωκράτης, Ἦν οὖν νόμος ὅδε ἐπὶ Κρόνου καὶ νῦν ἔτι ἐστὶν ἐν θεοῖς —, εἴτε Δίιοι — καθάπερ φησὶν ὁ Ἀθηναῖος ξένος, Τῷ δὲ ἕπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός —, εἴτε εἱμαρμένοι — καθάπερ ὁ Τίμαιος ἀναδιδάσκει Νόμους τε τοὺς εἱμαρμένους εἰπεῖν αὐταῖς. Ἁπάντων δὴ τούτων κατὰ μίαν ἁπλότητα νοητὴν ὁ τῆς Ἀδραστείας θεσμός ἐστι συνεκτικός, ὁμοῦ καὶ τὸ εἶναι πᾶσιν αὐτοῖς καὶ τὰ μέτρα τῆς δυνάμεως χορηγῶν.

Καὶ εἴ με δεῖ τοὐμὸν εἰπεῖν, ἡ φρουρητικὴ τῆς τριάδος ταύτης δύναμις ἡ ἀναπόδραστος καὶ ἡ τῆς διηκούσης πανταχοῦ τάξεως ἄτρεπτος περίληψις ἐν τῇ θεῷ ταύτῃ προϋφέστηκεν. Οὐ γὰρ μόνον αἱ τρεῖς αὗται θεότητες ἐκφαίνουσι τὰ πάντα καὶ συνάγουσιν, ἀλλὰ καὶ φρουροὶ τῶν ἔργων εἰσὶν τοῦ πατρός, κατὰ τὸ λόγιον, καὶ τοῦ ἑνὸς τοῦ νοητοῦ. Τοῦτο τοίνυν τὸ φρουρητικὸν ὁ τῆς Ἀδραστείας ἐνδείκνυται θεσμός, ὃν οὐδὲν ἀποδρᾶναι δυνατόν. Τῶν μὲν γὰρ εἱμαρμένων νόμων οὐ μόνον θεοὶ κρείττους, ἀλλὰ καὶ ψυχαὶ μερικαὶ ζῶσαι κατὰ νοῦν καὶ τῷ τῆς προνοίας ἑαυτὰς ἐπιδοῦσαι φωτί· καὶ τῶν Διίων νόμων οἱ Κρόνιοι θεοὶ κατʼ οὐσίαν ἐξῄρηνται, καὶ τῶν Κρονίων οἱ συνεκτικοὶ καὶ τελεσιουργοί· τῷ δὲ τῆς Ἀδραστείας θεσμῷ πάντα ὑπήκοα, καὶ πᾶσαι διανομαὶ θεῶν καὶ μέτρα πάντα καὶ φρουραὶ διὰ τοῦτον ὑφεστήκασι. Παρʼ Ὀρφεῖ δὲ καὶ φρουρεῖν λέγεται τὸν ὅλον δημιουργόν, καὶ χάλκεα ῥόπτρα λαβοῦσα καὶ τύπανον αἴγηκες οὕτως ἠχεῖν ὥστε πάντας ἐπιστρέφειν εἰς αὑτὴν τοὺς θεούς.

Ὃ καὶ Σωκράτης ἀπομιμούμενος, τὸν ἦχον λέγω τὸν μυθικὸν τὸν ἐπὶ πάντα διατείνοντα, κηρύγματι παραπλησίως τὸν θεσμὸν τῆς Ἀδραστείας ἐπὶ πάσας προάγει τὰς ψυχάς· Θεσμὸς δὲ Ἀδραστείας ὅδε, ἥτις ἂν ψυχὴ κατίδῃ τι τῶν ἀληθῶν μέχρι τε τῆς ἑτέρας περιόδου εἶναι ἀπήμονα, μόνον οὐχὶ τὸν Ὀρφικὸν ἦχον ἀποτυπωσάμενος διὰ τοῦδε τοῦ κηρύγματος καὶ οἷον ὕμνον τινὰ τοῦτον τῆς Ἀδραστείας ἀναφθεγξάμενος. Πρῶτον μὲν γὰρ θεσμὸν αὐτόν, ἀλλʼ οὐ νόμον προσείρηκεν, ὥσπερ τὸν Κρόνιον καὶ τὸν Δίιον· ὁ γὰρ θεσμὸς συμπέπλεκται τῷ θεῷ καὶ προσήκει μᾶλλον τοῖς νοητοῖς, ὁ δὲ νόμος τὴν νοερὰν ἐμφαίνων διανομὴν οἰκεῖός ἐστι τοῖς νοεροῖς πατράσιν. Δεύτερον δὲ ἑνοειδῶς αὐτὸν προήνεγκεν εἰπὼν Θεσμός τε Ἀδραστείας ὅδε, καὶ οὐ πεπληθυσμένως, ὥσπερ ἐπὶ τῶν εἱμαρμένων νόμων ὁ Τίμαιος. Τὸ τρίτον τοίνυν διέτεινεν αὐτὸν ἐπὶ πάντα τὰ γένη τῶν ψυχῶν καὶ μέτρον κοινὸν ἀπέφηνεν τῆς εὐδαίμονος αὐτῶν καὶ μακαρίας ζωῆς καὶ φρουρὰν ἀληθινὴν τῶν ἄνω μένειν δυναμένων τῆς ὅλης ἀπαθείας· τοιοῦτον γάρ ἐστι τὸ Κἂν ἀεὶ τοῦτο δύνηται ποιεῖν, ἀεὶ ἀβλαβῆ εἶναι.

Σύμπασαν ἄρα τήν τε τῶν θείων ψυχῶν ἄχραντον ζωὴν καὶ τὴν ἐν χρόνῳ μακαριότητα τῶν μερικῶν ὁ θεσμὸς οὗτος περιείληφεν, καὶ τὴν μὲν φρουρεῖ νοητῶς, τὴν δὲ καταμετρεῖ τῇ θέᾳ τῶν νοητῶν ἀγαθῶν. ιηʹ

Ταῦτα καὶ περὶ τῆς Ἀδραστείας εἰρήσθω. Συνελόντες δὴ λοιπὸν εἴπωμεν ὡς ὁ ὑπερουράνιος τόπος ἡ πρώτη τριάς ἐστι τῶν νοητῶν ἅμα καὶ νοερῶν θεῶν, ἰδιότητας ἔχουσα τριττάς, τὴν ἐκφαντορικήν, τὴν συναγωγόν, τὴν φρουρητικήν, καὶ ταῦτα πάντα νοητῶς καὶ ἀγνώστως περιέχουσα, καὶ συνάπτουσα μὲν τὰ νοερὰ τοῖς νοητοῖς, προκαλουμένη δὲ τὰς γονίμους δυνάμεις τῶν νοητῶν καὶ ἀπὸ τῶν νοητῶν παραδειγμάτων εἰς ἑαυτὴν καταδεχομένη τὸ πλήρωμα τῶν εἰδῶν· καὶ ἀπὸ μὲν τῆς ἐκεῖ πηγαίας ἀκρότητος τὸν λειμῶνα προβάλλουσα τὸν ἑαυτῆς, ἀπὸ δὲ τοῦ ἑνὸς νοῦ τὰς τρεῖς ἀρετὰς ὑποστήσασα, πᾶσαν δὲ ἑαυτὴν τοῖς νοητοῖς συνθήμασιν τελειώσασα καὶ τοῖς ἀφράστοις ἑαυτῆς κόλποις τὸ νοητὸν ὅλον φῶς ὑποδεξαμένη· καὶ ὁμοῦ μὲν ἐν τῷ κρυφίῳ μένουσα τῶν νοητῶν θεῶν, ὁμοῦ δὲ προϊοῦσα νοητῶς ἐκεῖθεν καὶ προφαινομένη τοῖς νοεροῖς καὶ πάντας ἐπιστρέφουσα καὶ ἀνέλκουσα ταῖς ἀρρήτοις δυνάμεσιν ἃς ἐνέσπειρεν ἑκάστοις τῆς οἰκείας ἑνότητος εἰκόνας.

ᾟ καὶ ἡμᾶς προσιέναι δεῖ μυστικῶς, πᾶσαν μὲν τὴν γενεσιουργὸν ζωὴν καὶ τὴν σωματικὴν φύσιν, ἣν καὶ περιετειχισάμεθα δεῦρο ἐλθόντες, κατὰ γῆς ἀφέντας, αὐτὸ δὲ μόνον τὸ ἀκρότατον τῆς ψυχῆς ἀνεγείραντας εἰς τὴν μετουσίαν τῆς ὅλης ἀληθείας καὶ τὴν ἀποπλήρωσιν τῆς νοητῆς τροφῆς. ιθʹ

Μετὰ δὲ ταύτην τὴν νοητὴν καὶ ἄγνωστον τριάδα, τῶν νοερῶν πάντων προϊσταμένην γενῶν, τὴν συνέχουσαν τὸν σύνδεσμον αὐτῶν νοητῶς ἅμα καὶ νοερῶς θεωρήσωμεν. Ἀνάγκη μὲν γὰρ πρὸ τοῦ νοῦ καὶ τῶν νοερῶν θεῶν τὴν τῆς συνοχῆς αἰτίαν ἐν τούτοις εἶναι τοῖς θεοῖς, ταύτην δὲ κατὰ μέσον ἱδρυμένην τὸν νοητὸν καὶ νοερὸν διάκοσμον ἐπὶ πάντα διατείνειν τὰ πλήθη τὰ θεῖα καὶ πάντα τὰ γένη τῶν ὄντων καὶ πάσας τὰς τοῦ κόσμου διαιρέσεις.

Τί γὰρ δὴ τὸ συνέχον ἔσται τὰ πράγματα πρώτως; Εἰ μέν, ὡς λέγουσίν τινες, ἡ τοῦ πνεύματος φύσις καὶ ἡ τονικὴ κίνησις, αὐτὸ τὸ σῶμα τὸ συνεκτικὸν τῶν ἄλλων συνοχῆς δεήσεται. Πᾶν γὰρ σῶμα κατὰ τὴν ἑαυτοῦ σύστασιν σκεδαστόν ἐστι καὶ μεριστόν, ὃ καὶ ὁ Ἐλεάτης ξένος ἐνδεικνύμενος, τοῖς τὰς ἀρχὰς σωματικὰς ποιοῦσιν καταθραύεσθαί φησι καὶ διασκορπίζεσθαι τὴν ὑπʼ αὐτῶν θρυλουμένην οὐσίαν. Οὔκουν τὸ σῶμα συνεκτικὸν τῶν ἄλλων πέφυκεν, οὔτʼ εἰ καὶ σώμασιν ἦν ἡ τοιαύτη προσήκουσα δύναμις, τὸ πνεῦμα ταύτην τὴν φύσιν ἡμῖν παρέχεσθαι δυνατὸν ἦν, διαπῖπτον ἀεὶ καὶ διαπνεόμενον καὶ τοῦ ὁρίζοντος ἔξωθεν δεόμενον.

Εἰ δὲ τὰς ἕξεις ὑποθησόμεθα καὶ τὰ εἴδη τὰ μεριζόμενα περὶ τοῖς σώμασιν συνεκτικά, τοῖς μὲν ὑποκειμένοις ἀπὸ τούτων τὴν συνοχὴν ἐλλάμπεσθαι τῷ παρεῖναι ταῦτα πάντως ἀναγκαῖον· αὐτὰ δὲ ἑαυτὰ πῶς συνέξει, καὶ πλάσαι χαλεπόν. Μεριζόμενα γὰρ περὶ τοὺς ἐνύλους ὄγκους καὶ συνδιαιρούμενα τοῖς ὑποκειμένοις ὅρου δεῖται καὶ συνοχῆς· ὁρίζεσθαι δὲ ἀφʼ ἑαυτῶν οὐ πέφυκεν οὐδὲ συνέχεσθαι, διότι μηδὲ τὴν οὐσίαν αὐτόγονον ἔχει καὶ αὐθυπόστατον, τὸ δὲ μὴ παράγον ἑαυτὸ μηδὲ τελειοῦν οὐδʼ ἂν συνέχειν ἑαυτὸ δύναιτο. Πᾶσά γε μὴν ἕξις καὶ πᾶν εἶδος ἔνυλον ἑτεροκίνητόν ἐστι καὶ ἀπʼ ἄλλης αἰτίας ἤρτηται πρεσβυτέρας, καὶ διὰ τοῦτο τῶν ὑποκειμένων ἐστὶν ἀχώριστον, εἰς ἑαυτὸ συννεύειν οὐ δυνάμενον.

Εἰ δὲ τούτων ἀποστάντες τὰς ψυχάς, καὶ ἀσωμάτους οὔσας καὶ αὐτογόνους, πρωτουργοὺς αἰτίας τῆς συνοχῆς προστησαίμεθα, τὸ μεριστὸν ἅμα καὶ ἀμέριστον τῶν ψυχῶν ποῦ θησόμεθα καὶ τὸ σύγκρατον ἐκ τούτων καὶ τὸ τῶν γενῶν τοῦ ὄντος μετέχον καὶ τὸ διῃρημένον εἰς τοὺς ἁρμονικοὺς λόγους; Σώματα μὲν γὰρ καὶ φύσεις συνέχουσιν αἱ ψυχαί, διότι μετέχουσι τῆς ἀμεροῦς ἰδιότητος· αὐταὶ δὲ ἄλλης δεήσονται συνοχῆς, ἣ καὶ μίξεως τοῖς γένεσιν καὶ συνοχῆς τοῖς διῃρημένοις λόγοις παρέξεται τὴν πρώτην ἀρχήν. Ἐπεὶ καὶ τὸ αὐτοκίνητον τῶν ψυχῶν μεταβατικὸν ὑπάρχον καὶ εἰς χρόνους ἐκτεινόμενον τοῦ συνέχοντος δεῖται τὴν μίαν ζωὴν καὶ ὅλην ἀποτελοῦντος καὶ ἀδιαίρετον. Τὸ γὰρ ὅλον τὸ τῶν μερῶν συνεκτικὸν τὸ προϋπάρχον τῶν μερῶν ἐστιν· ἐπεὶ τό γε ἐκ τῶν μερῶν συνεστηκὸς ἀλλαχόθεν καταδέχεται τὴν συνοχήν.

Εἰ δὲ δὴ καὶ τῶν ψυχῶν ἐπέκεινα τῇ διανοίᾳ γενόμενοι θεωρήσαιμεν τὸν νοῦν, εἴτʼ οὖν τὸν μετεχόμενον, εἴτε αὐτὸν βούλει τὸν ἀμέθεκτον καὶ θεῖον, καὶ ὡς συνελόντι φάναι τὸ νοερὸν ὁμοῦ τῶν θεῶν γένος, εἰ τοῦτό γε πρώτως ἐστὶ τῶν ὄντων συνεκτικόν, εὑρήσομεν κἀν τούτῳ πλήθη παντοῖα καὶ γενῶν διαιρέσεις καί, ὥς φησιν ὁ Σωκράτης, πολλὰς καὶ μακαρίας θέας τε καὶ διεξόδους. Ἡ γὰρ διάκρισις τῶν θείων καὶ ἡ ποικιλία τῶν εἰδῶν ἐν τοῖς νοεροῖς ἐκφαίνεται, καὶ αἱ μυθικαὶ τομαὶ καὶ αἱ γεννητικαὶ δυνάμεις. Πῶς οὖν τὸ συνέχον ἐνταῦθα πρώτως, οὗ τὸ διαιρετικὸν ἐκλάμπει γένος; Πῶς δὲ τὸ πλῆθος τὸ νοερὸν οὐκ εἰς ἄλλην αἰτίαν ἀνοίσει πρεσβυτέραν τὴν τῆς συνοχῆς τῆς οἰκείας μέθεξιν; Καὶ γὰρ τὸ πρώτως ἐστὶ συνεχόμενον, ἐπεὶ καὶ τὸ πρώτως διαιρούμενον, τὸ δὲ τῆς συνοχῆς δεόμενον τὸ διαιρετόν ἐστιν — αὐτὸ δὲ τὸ ἀδιαίρετον ἐπέκεινα τῆς συνεκτικῆς ἐστιν ὑπάρξεως· πρώτως δὲ συνέχον οὐκ ἔστι, πᾶν γὰρ τὸ συνεχόμενον ὑπʼ ἄλλου συνέχεται τοῦ πρώτως ἔχοντος τὴν τῆς συνοχῆς δύναμιν.

Ἀνάγκη τοίνυν ἐκ τῶν εἰρημένων, πρὸ τῶν νοερῶν θεῶν τὴν συνεκτικὴν ἱδρῦσθαι τάξιν τῶν ὄντων. Ἀλλʼ ἡ μὲν νοητὴ καὶ κρύφιος ὕπαρξις τῆς ἑνώσεώς ἐστι χορηγὸς τοῖς πᾶσιν, ἅτε προσεχῶς ὑποστᾶσα μετὰ τὸ ἓν καὶ οὖσα ἀδιαίρετος καὶ ἑνοειδής· ἡ δὲ συνοχὴ τοῦ πλήθους ἐστὶ συναίρεσις εἰς ἀμέριστον κοινωνίαν· διὸ δὴ δευτέρα τῶν νοητῶν ὑφέστηκεν. Καὶ γὰρ ἡ ἐκεῖ μεσότης νοητῶς ἦν καὶ ἡνωμένως τῆς συνοχῆς αἰτία πρωτουργός· ἀλλὰ μιμεῖται τὸ συνεκτικὸν τῶν νοητῶν καὶ νοερῶν τὴν ἑνοποιὸν τῶν νοητῶν δύναμιν. Ἐκεῖ γὰρ αἱ τρεῖς μονάδες αἱ τριαδικαὶ ἑνώσεις ἦσαν τῶν ὅλων, ἀλλʼ ἡ μὲν καθʼ ὑπεροχήν, ἡ δὲ κατὰ τὸ μέσον κέντρον, ἡ δὲ κατʼ ἐπιστροφήν· ἐν δὲ τοῖς νοητοῖς καὶ νοεροῖς δεύτεραι μετʼ ἐκείνας ἑνώσεις αἱ τρεῖς αὗται τριάδες καὶ τῷ πλήθει συμφυόμεναι. Διόπερ ἡ μέν ἐστι συναγωγὸς τριάς, ἡ δὲ συνεκτικὴ τοῦ πλήθους, ἡ δὲ τελεσιουργός. Καὶ γὰρ τὸ συναγόμενον καὶ τὸ συνεχόμενον καὶ τὸ τελειούμενον τὸ πλῆθός ἐστιν. Εἴτʼ οὖν νοερόν ἐστι πλῆθος, εἴτε ὑπερκόσμιον, εἴτʼ ἐγκόσμιον, εἴθʼ ὁποῖον οὖν, διὰ τούτων τῶν τριῶν τριάδων καὶ συνάγεται καὶ συνέχεται καὶ τελειοῦται· καὶ συναγόμενον μὲν εἰς τὴν ἕνωσιν ἀνάγεται τῶν νοητῶν καὶ ἱδρύεται σταθερῶς εἰς αὐτήν, συνεχόμενον δὲ ἀμέριστον μένει καὶ ἀσκέδαστον ἐν ταῖς ἀπογεννήσεσιν, τελειούμενον δὲ ἐκ πάντων συμπληροῦται τῶν οἰκείων μερῶν ἢ δυνάμεων.

Ἐπεὶ δὲ δεῖ τὰ ὄντα καὶ μένοντα καὶ προϊόντα καὶ ἐπιστρέφοντα τῆς τριττῆς ταύτης ἀπολαύειν προνοίας, τρεῖς μὲν αἱ συναγωγοὶ μονάδες, τρεῖς δὲ αἱ συνεκτικαὶ προϋπάρχουσιν, τρεῖς δὲ αἱ τελεσιουργοί. Καὶ οὐ τοῦτό φαμεν, ὅτι διὰ τὸ τῶν δευτέρων ἀγαθὸν τὰ πρῶτα τοιῶσδε μεμέρισται καὶ τοσάσδε τάξεις προεστήσαντο καὶ δυνάμεις· ἀλλʼ ἐκεῖνα μὲν προκατάρχει τοῖς ὑποδεεστέροις ἀεὶ τῶν ἀγαθῶν, ἡμεῖς δὲ ἐκ τῶν ὑφειμένων ἐπὶ τὰς αἰτίας τῶν ὅλων ἀνατρέχομεν. Αἱ μὲν οὖν νοηταὶ καὶ νοεραὶ τριάδες τριαδικῶς τελειοῦσι τὰ πράγματα καὶ συνέχουσιν ἀεὶ καὶ συνάγουσιν εἰς ἕνωσιν· αἱ δὲ νοηταὶ μονάδες ἀδιακρίτως καὶ ἑνιαίως τάς τε μονὰς αὐτῶν καὶ τὰς προόδους καὶ τὰς ἐπιστροφὰς ἀπογεννῶσιν. κʹ

Ἀλλὰ περὶ μὲν τῶν ἄλλων τὰ μὲν εἴρηται, τὰ δὲ εἰς αὖθις ῥηθήσεται· περὶ δὲ τῆς συνεκτικῆς τριάδος ἐν τῷ παρόντι λεκτέον. Ταύτην τοίνυν οὐρανίαν περιφορὰν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης ἀποκαλεῖ, διότι μὲν τὸ μέσον κέντρον κατέχει τῆς ζωῆς τῆς ἀμεθέκτου καὶ ἔστι τὸ ζωτικώτατον αὐτὸ τῆς ζωῆς, περιφορὰν αὐτὴν ἀποκαλῶν ὡς πάσας τὰς ἄλλας ζωὰς καὶ τὰς νοήσεις τὰς θείας κύκλῳ καὶ πανταχόθεν περιέχουσαν — διὰ γὰρ τοῦτο καὶ αἱ ψυχαὶ πρὸς αὐτὴν ἀναγόμεναι τελειοῦνται κατὰ τὴν νόησιν καὶ συνάπτονται τοῖς νοητοῖς θεάμασιν· ἀλλʼ ἡ μὲν τοῦ οὐρανοῦ περιφορὰ ἀεὶ ὡσαύτως ἕστηκεν, αἰώνιος γάρ ἐστι καὶ ὅλη καὶ μία καὶ ἡνωμένη νόησις· ἡ δὲ τῶν ψυχῶν διὰ χρόνου γίγνεται καὶ μερικώτερον ὑφίσταται καὶ οὐκ ἀθρόα τῶν νοητῶν ἐστι περίληψις, περιφέρονται οὖν κύκλῳ καὶ ἀποκαθίστανται, τῆς οὐρανίας περιφορᾶς ἀεὶ τῆς αὐτῆς μενούσης· διότι δὲ αὖ συμπληροῖ τὸν σύνδεσμον τῶν νοητῶν καὶ νοερῶν θεῶν καὶ συνέχει πάντας τοὺς διακόσμους, μένοντας καὶ προϊόντας καὶ ἐπιστρεφομένους, οὐρανίαν αὐτὴν ἐπονομάζων. Ἐπεὶ καὶ τὸν οὐρανὸν τοῦτον ὁ Τίμαιος σφίγγειν φησὶ πανταχόθεν τὰ ὑπʼ αὐτὸν στοιχεῖα καὶ συνδεῖν καὶ διὰ ταῦτα ἄρα οὐδεμίαν χώραν κενὴν ἀπολιμπάνειν. Ὥσπερ οὖν ὁ φαινόμενος οὐρανὸς συνεκτικός ἐστι τῶν ὑπʼ αὐτῷ πάντων καὶ τῆς συνεχείας αἴτιος καὶ τῆς συμπαθείας — ἡ γὰρ τοῦ κενοῦ παρέμπτωσις διείργει τὴν συνέχειαν καὶ ἡ ταύτης ἀναίρεσις τὴν συμπάθειαν διακόπτει τῶν σωμάτων —, οὕτω δὴ καὶ ὁ νοερὸς ἐκεῖνος οὐρανὸς πάντα τὰ πλήθη τῶν ὄντων εἰς τὴν ἀμέριστον κοινωνίαν συνδεῖ τῆς συνοχῆς τὴν προσήκουσαν ἑκάστοις μοῖραν ἐπιλάμπων. Ἄλλως γὰρ ὁ νοῦς μετέχει τῆς συνεκτικῆς αἰτίας, ἄλλως ἡ ψυχῆς φύσις, ἄλλως ἡ σωματικὴ σύστασις· διὰ γὰρ τὴν ἄκραν μετουσίαν τῆς συνοχῆς ἀμέριστος ὁ νοῦς, διὰ δὲ τὰ δεύτερα μέτρα τῆς μεθέξεως ἡ ψυχὴ μεριστὴ καὶ ἀμέριστός ἐστι κατὰ μίαν σύγκρασιν, διὰ δὲ τὴν ἐσχάτην ὕφεσιν καὶ τὰ σώματα μεριστὴν ἔχοντα τὴν ὑπόστασιν ὅμως διαμένει συνεχόμενα καὶ οὐ διόλλυται σκιδνάμενα καὶ τῆς ἑαυτῶν ἀπολαύει διαιρέσεως καὶ ἀσθενείας. καʹ

Ἅπασα μὲν οὖν ἡ συνεκτικὴ τριὰς οὐρανὸς ἐπονομάζεται κατὰ τὰς ἑαυτῆς ὑπάρξεις, τὸ δὲ ὑπεστρωμένον αὐτῷ τῆς ζωῆς πλάτος περιφορά. Καὶ γὰρ ἐν τοῖς φαινομένοις ἡ τοῦ οὐρανοῦ περίοδος κίνησίς ἐστι καὶ οἷον ζωὴ τοῦ σώματος.

Εἰ δὲ δεῖ καὶ τὸ τριαδικὸν αὐτῆς ἐκ τῶν κειμένων ἀνευρεῖν, τῷ τῆς ἀναλογίας τρόπῳ χρηστέον. Ἐπεὶ οὖν αὐτὸς ὁ Πλάτων νῶτον τοῦ οὐρανοῦ καὶ βάθος ἄλλο καλεῖ, δῆλον ὅτι καὶ τὸ τρίτον ἐστὶν ἡ οὐράνιος ἁψίς. Τὴν μὲν γὰρ ὑπὸ ταύτην εὐθὺς ὑπουράνιον ἁψῖδα προσείρηκεν· ὥσπερ δὲ τοῦ νώτου τὸν ὑπερουράνιον τόπον ὑπεριδρῦσθαί φαμεν, οὕτω δὴ καὶ τῆς οὐρανίας ἁψῖδος τὴν ὑπουρανίαν ἐξηλλάχθαι συγχωρήσομεν. Περατοῦται γὰρ ὁ οὐρανὸς ἄνωθεν μὲν τῷ νώτῳ, κάτωθεν δὲ τῇ ἁψῖδι· καὶ περιέχεται μὲν τῷ ὑπερουρανίῳ τόπῳ, περιέχει δὲ αὐτὸς τὴν ὑπουράνιον ἁψῖδα. Δῆλον δὴ οὖν ἐκ τούτων ὅτι τριαδικός τις ἡμῖν ἀναφαίνεται, κατὰ μὲν τὸ νῶτον πάντα μιᾷ συνέχων ἁπλότητι, κατὰ δὲ τὴν ἁψῖδα πᾶσαν τὴν τριάδα περατῶν, κατὰ δὲ τὸ βάθος αὐτὸς εἰς ἑαυτὸν προϊὼν καὶ τὸ μέσον πλάτος τῆς συνοχῆς ὑφιστάς.

Τὸ μὲν δὴ νῶτον τῆς οὐρανίας τάξεως ὅλης θεότης ἐστὶ νοητή, τάχα καὶ τὴν ἐπωνυμίαν ἐντεῦθεν λαχοῦσα — νοητὴ δὲ ὡς ἐν τῇ συνεκτικῇ τριάδι —, πᾶσαν μὲν ἔξωθεν σφίγγουσα καὶ συνέχουσα τὴν Οὐρανοῦ βασιλείαν, πᾶσι δὲ τοῖς θεοῖς τὴν ἑνοειδῆ καὶ ἁπλῆν τῶν δευτέρων περιοχὴν ἐπιλάμπουσα, καὶ πληρουμένη μὲν ἄνωθεν τῆς νοητῆς ἑνώσεως, … . Διὸ δὴ αἱ θεῖαι ψυχαὶ διὰ παντὸς ἀναχθεῖσαι τοῦ οὐρανίου βάθους, ἵστανται μὲν ἐπὶ τοῦ νώτου, στάσας δὲ αὐτὰς περιάγει ἡ περιφορά, καὶ οὕτω δὴ θεῶνται τὸν ὑπερουράνιον καλούμενον τόπον. Ἡ μὲν δὴ στάσις ἵδρυσίς ἐστι τῶν ψυχῶν ἐν τῇ νοητῇ τοῦ οὐρανοῦ περιωπῇ, ταὐτότητα καὶ ἄχραντον δύναμιν καὶ ἀκλινῆ νόησιν χορηγοῦσα ταῖς ψυχαῖς· ἡ δὲ περιαγωγὴ ζωῆς ἀκμαίας ἐστὶ καὶ ἐνεργείας ὀξυτάτης μετάληψις· ἡ δὲ ἀμφοτέρων τούτων κοινὴ παρουσία τὴν μόνιμον ἐνέργειαν καὶ τὴν ἠρεμαίαν κίνησιν καὶ τὴν σταθερὰν νόησιν περιλαμβάνει τῶν νοητῶν.

Τὸ δέ γε βάθος τὸ οὐράνιον ἡ μία συνέχεια τῆς ὅλης ἐστὶ τριάδος καὶ ἡ μέση θεότης ἡ συνάπτουσα τὴν οὐρανίαν ὅλην διακόσμησιν, προϊοῦσα μὲν ἀπὸ τῆς νοητῆς περιοχῆς, καταλήγουσα δὲ εἰς τὴν ἁψῖδα τὴν οὐρανίαν τὴν τὸ πέρας ἀφορίζουσαν τοῦ παντὸς οὐρανοῦ. Μία τοίνυν ἕνωσις καὶ συνοχὴ τῆς συμπάσης ἐστὶ ταύτης τριάδος καὶ πρόοδος ἀδιάλυτος ἀπὸ τοῦ νώτου μέχρι τῆς ἁψῖδος διὰ τὴν μέσην ταύτην θεότητα τὴν συμφυομένην ἀμφοτέροις τοῖς ἄκροις, καὶ τὸ μὲν πλῆθος ἐκφαίνουσαν τὸ συνεκτικόν, ἐφʼ ἑκάτερα δὲ ὑπὸ τῶν ἄκρων περατουμένην, τοῦ μὲν περιέχοντος ἄνωθεν, τοῦ δὲ ὁρίζοντος αὐτῆς κάτωθεν τὴν πρόοδον.

Λοιπὸν οὖν ἡ ἁψὶς ἡ οὐρανία πέρας ἐστὶ τὸ κάτω τῆς τριάδος καὶ ὁ ἐν αὐτῇ νοῦς, πληρούμενος μὲν ὑπὸ τῆς ζωῆς, ἑνιζόμενος δὲ ὑπὸ τοῦ νοητοῦ, πᾶσαν δὲ τὴν τριάδα πρὸς τὴν ἀρχὴν ἐπιστρέφων, ἐπεὶ καὶ ἡ ἁψὶς ὁμοία τῷ νώτῳ τοῦ οὐρανοῦ τυγχάνει οὖσα, εἰ καὶ κατὰ τὴν διάστασίν ἐστιν ἐλάττων· διὰ μὲν οὖν τὴν ὕφεσιν ἠλάττωται, διὰ δὲ τὴν ὁμοιότητα πρὸς τὴν ἀκρότητα τὴν οὐρανίαν ἐπέστραπται. Καὶ οὗτός ἐστιν ὁ οὐράνιος νοῦς ὁ προσεχῶς τῆς ὑπουρανίας ἁψῖδος συνοχεύς· διὸ καὶ ἑκάτερον ἁψὶς καλεῖται, … τὸ νοερὸν πέρας τῶν νοητῶν καὶ νοερῶν θεῶν.

Ἡ μὲν οὖν ὅλη συνεκτικὴ τριὰς τοιαύτην ἔλαχε τὴν διαίρεσιν, τὸ νῶτον κατὰ τὸ νοητόν, τὸ βάθος κατὰ τὴν ζωήν, τὴν ἁψῖδα κατὰ τὸν νοῦν· μία δὲ πᾶσα καὶ συνεχής, ἐπειδὴ τὴν τὰ ἄλλα πάντα συνέχουσαν ἔδει πολλῷ μειζόνως ἑαυτῆς εἶναι συνεκτικήν. Ἑκάστη γὰρ τῶν θεῶν ἰδιότης ἀφʼ ἑαυτῆς ἄρχεται τῆς ἐνεργείας· ἡ μὲν συναγωγός, ἑαυτὴν συνερείδουσα πρὸς τὴν ἄκραν ἕνωσιν, ἡ δὲ ἐπιστρεπτικὴ τῶν ὅλων, ἑαυτὴν ἐπιστρέφουσα πρὸς τὴν ἀρχήν, ἡ δʼ ἄχραντος, ἑαυτὴν καθαρὰν ἀπὸ τῆς ὕλης διατηροῦσα πρὸ τῶν ἄλλων. Καὶ τοίνυν καὶ ἡ συνεκτικὴ πρὸ τῶν μετεχόντων ἑαυτὴν συνέχει νοητῶς καὶ νοερῶς καὶ διὰ τὴν συνοχὴν ταύτην μία καὶ συνεχὴς τοῦ οὐρανοῦ φύσις παραδίδοται. Πᾶσα γὰρ ἡ τριὰς εἰς ἑαυτὴν συννεύει καὶ τὴν ὁλότητα τὴν οἰκείαν ἡνωμένην διασῴζει καὶ ἑαυτῇ κατὰ φύσιν ὁμοιοτάτην. Καὶ προσεχῶς μὲν ἡ ἁψὶς τὰ νοερὰ πάντα συνέχει καὶ σφίγγει πανταχόθεν· πρὸ δὲ ταύτης αὐτὸ τὸ οὐράνιον βάθος — ὃ καὶ τὴν ἁψῖδα περιείληφεν — συνδεῖ τοὺς ὅλους διακόσμους· πρὸ δὲ τούτων τὸ οὐράνιον νῶτον κατὰ μίαν ἁπλότητος περιοχὴν αὐτήν τε τὴν Οὐρανίαν σύμπασαν βασιλείαν καὶ πάντα τὰ ὑπʼ αὐτὴν μονοειδῶς περιλαμβάνει καὶ τῇ συνεκτικῇ δυνάμει καὶ ὑπάρξει συνδεῖ πρὸς ἑαυτά.

Καὶ γὰρ ἐν τοῖς φαινομένοις προσεχῶς μὲν ἡ κοίλη τοῦ οὐρανοῦ περιφέρεια τὰ στοιχεῖα σφίγγει καὶ διασκεδάννυσθαι καὶ διαπνεῖσθαι πανταχόθεν φερόμενα ἀορίστως οὐκ ἀφίησιν· πρὸ δὲ ταύτης ὁ οὐράνιος ὄγκος πάντα συνερείδει πρὸς τὸ μέσον καὶ συνωθεῖ καὶ κενὴν οὐδεμίαν ἀπολείπει χώραν· πάντων δέ ἐστι μία περιοχὴ τὸ τοῦ οὐρανοῦ νῶτον, ὃ καὶ τῷ οὐρανῷ τῆς ὁμοιότητος καὶ τοῖς στοιχείοις τῆς πρὸς τὸν οὐρανὸν συναφῆς ἐστιν αἴτιον. Ἡ γὰρ λεία καὶ ὁμαλὴς τοῦ νώτου φύσις, ὡς ὁ Τίμαιος λέγει, πάντα τὸν οὐρανὸν ὅμοιον ἑαυτῷ ποιεῖ καὶ ἀεὶ τὰ περιέχοντα τῶν περιεχομένων συνεκτικά.

Δεῖ τοίνυν ἀπὸ τῶν φαινομένων τὴν ὁμοιότητα μεταγαγεῖν ἐπὶ τὸν πατέρα τῶν νοερῶν θεῶν Οὐρανόν, καὶ θεωρεῖν ὅπως ἄρα καὶ ἐκεῖνος εἷς ἐστι καὶ τριπλοῦς, ἄνωθεν μὲν καὶ κάτωθεν τὸ νοητὸν ἔχων καὶ τὸν νοῦν, κατὰ δὲ τὸ μέσον τὴν ζωήν, ἣν προόδων αἰτίαν οὖσαν καὶ διαστάσεων καὶ γεννητικῶν δυνάμεων εἰκότως κατὰ τὴν διάστασιν καὶ τὸ βάθος τὸ οὐράνιον ἐτάττομεν, ἐπεὶ καὶ αὐτὸς ὁ Πλάτων ἀκρότητα τὸ νῶτον ἐκάλεσεν· Αἱ μὲν γὰρ ἀθάνατοι καλούμεναι, ἡνίκʼ ἂν πρὸς ἄκρῳ γένωνται, ἔξω πορευθεῖσαι ἔστησαν ἐπὶ τῷ τοῦ οὐρανοῦ νώτῳ. Καὶ ἀκρότητα οὖν τῆς οὐρανίας διακοσμήσεως καὶ τὸ ἔξω προσαγορεύει τὸ τοῦ οὐρανοῦ νῶτον, ἃ δὴ διαφερόντως ἐστὶν ἐξαίρετα τοῦ πρώτου τῶν συνοχέων. Πάντας γὰρ συνέχων τῇ ἑαυτοῦ μιᾷ τῆς ὑπάρξεως ἀκρότητι, κατὰ τὸ λόγιον, αὐτὸς πᾶς ἔξω ὑπάρχει καὶ ἥνωται πρὸς τὸν ὑπερουράνιον τόπον καὶ τὴν ἄφραστον ἐκείνου δύναμιν, περιεχόμενος ὑπʼ αὐτοῦ πανταχόθεν καὶ κλείσας ἑαυτὸν ἐν τῇ μονοειδεῖ τῶν νοητῶν περιοχῇ. Τί γὰρ διαφέρει λέγειν τὸ κεκλεῖσθαι τὸν πρώτιστον τῶν συνοχέων ἐν τῇ νοητῇ περιωπῇ τοῦ προσεχῶς αὐτὸν τῷ ὑπερουρανίῳ τόπῳ περιεχόμενον ἀποφαίνειν, ὃς ἦν νοητὸς ἐν τοῖς νοεροῖς ἀνηπλωμένος; Εἰ δέ ἐστι τὸ πρῶτον τὸ ἔξω, καὶ τὸ ἄκρον δηλονότι καὶ συντέτακται τοῖς λοιποῖς καὶ ἐξῄρηται ἀπʼ αὐτῶν. Εἰ δὲ ὁ πρῶτος τοιοῦτος, κατὰ τὴν ἀκρότητα τὴν νοητὴν ἱδρυμένος καὶ τοῖς ἄλλοις θεοῖς τὴν πρὸς τὸ νοητὸν συναφὴν ἐπιλάμπων καὶ τὸν ὅρμον τὸν πατρικόν, δεῖ δήπου καὶ τὸν μέσον εἶναι καὶ τὸν ἔσχατον, τὸν μὲν κατὰ τὸ βάθος τὸ οὐράνιον, τὸν δὲ κατὰ τὴν ἀποπεράτωσιν τῆς συμπάσης περιφορᾶς. Εἰ δὲ μίαν καὶ συνεχῆ τῶν ὅλων περιφορὰν ὑπεστήσατο, τὴν τῆς τάξεως ἰδιότητα ταύτης αἰτιατέον· συνεκτικὴ γὰρ οὖσα τῶν ὅλων διακόσμων καὶ πρὸ τῶν ἄλλων ἑαυτῆς, καὶ οἷον κέντρον καὶ δεσμὸς τῶν θείων γενῶν, ἑαυτὴν πρῶτον συνδεῖ καὶ συνέχει καὶ εἰς μίαν ἀνατείνει ζωήν. Εἷς οὖν ἅμα καὶ τριπλοῦς ἐστιν ὁ Οὐρανός, καὶ αὐτὸς εἰς τὰς τρεῖς προέρχεται μονάδας, ἀφανὴς ὢν καὶ φανερὸς καὶ τὸ μεταξὺ τούτων, καὶ μιμούμενος τοὺς νοητοὺς θεούς, εἰς τριάδας ὑποβάντας νοητάς. κβʹ

Εἰ δὲ βούλει καὶ ἀπὸ τῶν ἐν Κρατύλῳ γεγραμμένων τὴν ἰδιότητα τῆς τάξεως ταύτης ἰδεῖν, πρῶτον μὲν ἐκεῖνο τῆς ἐν μέσῳ καθιδρυμένης συνοχῆς ἔστω σοι τεκμήριον, τὸ διττὴν αὐτῆς παραδίδοσθαι τὴν σχέσιν, τὴν μὲν πρὸς τὰ νοητά, τὴν δὲ πρὸς τὰ νοερά· καὶ γὰρ ὁρᾶν τὰ ἄνω λέγεται καὶ τὸν καθαρὸν νοῦν ἀπογεννᾶν. Οὐκοῦν τῶν μὲν νοητῶν ἐστι νόησις, τῶν δὲ νοερῶν νοητόν — τὸ γὰρ αἴτιον τοῦ νοῦ προϋφέστηκεν τῆς νοερᾶς οὐσίας· καὶ τὸ συναμφότερον τοῦτο μάλιστα τὴν μέσην διακόσμησιν τῶν νοητῶν καὶ νοερῶν συμπληροῖ. Ἡ μὲν γὰρ συναγωγὸς ὁρῶσα τὰ νοητά, μᾶλλον δὲ ἡνωμένη τοῖς νοητοῖς, οὐ πρώτως ὑφίστησιν τὸν θεῖον νοῦν· ἡ δὲ τελεσιουργός, συμπαράγουσα τῇ μέσῃ τὰ νοερά, προσεχῶς τὴν οὐρανίαν τάξιν νοεῖ, καὶ οὐ τὰ πρὸ Οὐρανοῦ νοητά. Μόνη δὲ αὕτη τὸ νοητὸν καὶ νοερὸν καταλαβοῦσα κέντρον, ἐξ ἴσου μὲν ἐπʼ ἄμφω διατείνει, νοοῦσα δὲ τὰ νοητὰ νοερῶς αἰτία τῶν νοερῶν ἐστι νοητῶς. Ἐπεὶ δὲ προηγεῖται τῆς γεννητικῆς ἐν αὐτῇ τῶν νοερῶν δυνάμεως ἡ πρὸς τὰ αἴτια σχέσις, ἀπʼ ἐκείνης ὁ Σωκράτης ἀρχόμενος καὶ τὴν δευτέραν ὡς ἐκείνης ἐξημμένην παραδίδωσιν· Ἡ δὲ αὖ εἰς τὰ ἄνω ὄψις καλῶς ἔχει τοῦτο τὸ ὄνομα καλεῖσθαι, οὐρανία, ὁρῶσα τὰ ἄνω. Τοῦτο μὲν οὖν τὴν πρεσβυτέραν τῆς συνοχικῆς διακοσμήσεως σχέσιν τελέως ἡμῖν ἀφωρίσατο, νοερὰν αὐτὴν ὡς πρὸς τὰ νοητὰ καὶ ὄψιν ὡς πρὸς ὁρώμενα συνάπτων· καίτοι καὶ ἑαυτὴν νοεῖ καὶ ἐν ἑαυτῇ νοητόν ἐστιν, ἀλλὰ καὶ τὸ νοητὸν αὐτῆς ὡς πρὸς τὸ πρώτως νοητὸν νοερὰν ἔλαχεν τάξιν. Τὸ δὲ ἑξῆς τὴν πρὸς τὰ νοερὰ σχέσιν ἐξηγεῖται τῆς αὐτῆς ταύτης μεσότητος· Ὅθεν δὴ καὶ φασίν, ὦ Ἑρμόγενες, τὸν καθαρὸν νοῦν παραγίγνεσθαι οἱ μετεωρολόγοι καὶ τούτῳ ὀρθῶς τὸ ὄνομα κεῖσθαι. Μέση τοίνυν ἐν μέσοις τοῖς νοεροῖς καὶ νοητοῖς θεοῖς ἡ τοῦ Οὐρανοῦ διακόσμησις ἀνήπλωται, τὸ νοητὸν ὁμοῦ καὶ νοερὸν εἰς μίαν συνοχὴν ἀμέριστον συλλαβοῦσα καὶ πρὸς ἑκάτερον ὁμοίως ἔχουσα καὶ τῶν τε πρώτων νοερῶν καὶ τῶν ἑνιαίων νοητῶν ἴσον ἀφεστῶσα· διὸ καὶ τὰ ἄνω λέγεται νοεῖν καὶ παράγειν οὕτως τὸν νοῦν.

Τοῦτο δὴ οὖν πρῶτον ἐκ τῶν κειμένων λαβόντες μετὰ τοῦτο συννοήσωμεν ὅτι τριπλῆς οὔσης τῆς οὐρανίας τάξεως καὶ πάσης αὐτῆς καὶ νοούσης τὰ νοητὰ καὶ παραγούσης τὰ νοερά, διαφερόντως ἡ μὲν πρωτίστη μονὰς τὰ νοητὰ νοεῖ — συγκίρνησιν γὰρ ἑαυτὴν τοῖς νοητοῖς καὶ τὸν νοῦν οἶδε τὸν νοητὸν καὶ ἥνωται τοῖς πρὸ αὐτῆς καὶ ἔστιν ὡς ἐν μεριστοῖς ἀμέριστος, εἰς τὴν ἁπλότητα τὴν νοητὴν ἑαυτὴν ὑπεραπλώσασα· ἡ δὲ τρίτη μάλιστα γεννητικὴ τῶν νοερῶν ἐστιν, ἐπεὶ καὶ ὁ νοῦς ἐστι τῆς ὅλης συνεκτικῆς τριάδος, καὶ παρὰ τοῖς Ὀρφικοῖς τρίτος ἐστὶν Οὐρανός, ὁ τοῦ Κρόνου πατήρ· ἡ δὲ μέση συμπαράγει μὲν τῇ τρίτῃ τὸν νοερὸν διάκοσμον τῶν θεῶν, συνάπτεται δὲ μετὰ τῆς πρώτης τοῖς νοητοῖς, καὶ πληροῦται μὲν νοητῆς ἑνώσεως ἀπὸ τῆς πρώτης, πληροῖ δὲ τὴν τρίτην γονίμων δυνάμεων. Ὁρᾷς οὖν ὅπως ὁ Πλάτων διὰ τῆς τῶν ἄκρων ἰδιότητος ὅλην ἡμῖν ἐξέφηνεν τὴν οὐρανίαν διακόσμησιν, τὴν μὲν νοητὴν αὐτῆς ὕπαρξιν συνάψας τοῖς νοητοῖς, τὴν δὲ νοερὰν τοῖς νοεροῖς, τὴν δὲ ἀμφοῖν μέσην κατὰ τὴν κοινὴν ἰδιότητα προελθοῦσαν ἡμῖν συλλογίζεσθαι παρέχων. Ἐπεὶ καὶ εἰ τοῦτο βούλει λαμβάνειν ἐκ τῶν εἰρημένων, τῷ φωτὶ τῶν νοητῶν συνῆπται τὸ οὐράνιον φῶς· ἡ γὰρ ὄψις οὐδὲν ἄλλο ἐστὶν ἢ φῶς. Τῷ τοίνυν ἑαυτῆς φωτὶ καὶ τῇ ἀκρότητι τῇ θείᾳ συνῆπται τοῖς πρώτοις ἡ μέση διακόσμησις, τῇ δὲ νοερᾷ φύσει καὶ τῷ πέρατι τῆς ὅλης τριάδος ἀπογεννᾷ τὸν νοῦν καὶ πᾶσαν τὴν ἄχραντον θεότητα τῶν νοερῶν. Οὐ γὰρ καθʼ ἑαυτὸν παράγει τὸν νοῦν, ἀλλὰ μετὰ τῆς καθαρότητος, οὕτω γάρ που καὶ ὁ Σωκράτης φησίν· Ὅθεν δὴ καὶ φασίν, ὦ Ἑρμόγενες, τὸν καθαρὸν νοῦν παραγίγνεσθαι. Καὶ τῆς νοερᾶς τοίνυν ὑπάρξεως καὶ τῆς ἀχράντου δυνάμεώς ἐστιν ἡ οὐρανία τάξις αἰτία πρωτουργός. Εἰ δὲ δεῖ τὴν καθαρότητα μὴ κατὰ συμβεβηκὸς ὑπάρχειν τῷ νῷ, θεότης ἐστὶ τῶν ἐξῃρημένων ἀπὸ τῶν δευτέρων καὶ ἀτρέπτου δυνάμεως χορηγός, ἣν ὁ μέγιστος Οὐρανὸς τῷ νῷ συμπαράγων ὁμοῦ καὶ τῶν ἀχράντων θεῶν καὶ τῶν νοερῶν πατέρων ἐστὶν ὑποστάτης.

Ταύτας καὶ ἐκ τοῦ Κρατύλου τὰς ἐνδείξεις παραληπτέον τῆς περὶ τῶν συνεκτικῶν θεῶν ἀληθείας. κγʹ

Λοιπὸν τοίνυν ἐστὶ τὴν ὑπουράνιον ἁψῖδα θεωρῆσαι τῷ Φαίδρῳ πειθομένους καὶ τὴν ἰδιότητα τῶν ἐνταῦθα θεῶν. Πρὶν δὲ τῆς περὶ αὐτῆς ἄρξωμαι διδασκαλίας, τοσοῦτον βούλομαι προειπεῖν, ὅτι δὴ καὶ τῶν πρὸ ἡμῶν οἱ κλεινότατοι τὴν ὑπουρανίαν ταύτην ἁψῖδα θείαν διακόσμησιν ὑπὸ τῷ οὐρανῷ τεταγμένην ὑπονοήσαντες, οἱ μὲν εὐθὺς μετὰ τὸ πρῶτον αὐτὴν τάττειν ἠξίωσαν, οὐρανὸν τὸ πρῶτον εἰπόντες, οἱ δὲ ἐν τῷ πλάτει τῶν νοητῶν ἑκάτερον τάττουσιν.

Ὁ μὲν γὰρ ἐκ τῆς Ἀσίνης φιλόσοφος τῷ Πλωτίνῳ πειθόμενος τὸ προσεχῶς ἀπὸ τοῦ ἀρρήτου προελθὸν ὑπουράνιον ἁψῖδα προσείρηκεν, ὡς ἐν τῷ Περὶ ὀνομάτων φιλοσοφεῖ περὶ τούτων. Ὁ δὲ δὴ μέγας Ἰάμβλιχος νοητῶν τινα τάξιν θεῶν, ἔστι δὲ ὅπου τῷ δημιουργῷ τὴν αὐτήν, τὸν μέγαν Οὐρανὸν προστησάμενος, τὴν ὑπʼ αὐτῷ προσεχῶς ἱδρυμένην διακόσμησιν καὶ οἷον ὑπεζωκυῖαν τὸν οὐρανόν, ὑπουράνιον ἁψῖδα τίθεται· καὶ ταῦτα ἐν τοῖς τοῦ Φαίδρου γέγραφεν ὑπομνήμασιν. Μηδεὶς οὖν οἰέσθω καινοτομεῖν ἡμᾶς περὶ τὴν τῆς τάξεως ταύτης θεολογίαν καὶ πρώτους ἀπὸ τοῦ οὐρανοῦ διαιρεῖν τὴν ὑπουράνιον ἁψῖδα, ἀλλὰ καὶ προηγουμένως μὲν τῷ Πλάτωνι πείθεσθαι διαστέλλοντι τοὺς τρεῖς τούτους διακόσμους, τὸν ὑπερουράνιον τόπον, τὴν οὐρανίαν περιφοράν, τὴν ὑπουράνιον ἁψῖδα· μετὰ δὲ Πλάτωνα καὶ τοῖς ἐνθεαστικῶς τὴν ἐκείνου θεωρίαν μεταδιώξασιν, Ἰαμβλίχῳ καὶ Θεοδώρῳ. Τί γὰρ δεῖ λέγειν τὸν ἡμέτερον καθηγεμόνα τὸν ὡς ἀληθῶς Βάκχον, ὃς περὶ τὸν Πλάτωνα διαφερόντως ἐνθεάζων καὶ μέχρις ἡμῶν τὸ θαῦμα καὶ τὴν ἔκπληξιν τῆς Πλατωνικῆς θεωρίας ἐξέλαμψεν; Καὶ οὗτος τοίνυν ἐν τοῖς τῆς Συμφωνίας γράμμασιν καὶ μετὰ τούτου τὼ προειρημένω σοφὼ τὴν ὑπουράνιον ἁψῖδα διαστέλλουσι τῆς οὐρανίας διακοσμήσεως, διαφέρουσι δὲ ἀλλήλων πολλῷ δή τινι κατὰ τὴν θεωρίαν.

Ὁ μὲν γὰρ Θεόδωρος τὸ πρῶτον οὐρανὸν εἰπών, οὔτε τὴν εἰς τὰ ἄνω ὁρῶσαν ὄψιν, ὡς ὁ ἐν Κρατύλῳ Σωκράτης, ἀφίησιν ἔτι ὑπάρχειν—οὐδὲ γὰρ ὁρᾷ τὸ πρῶτον οὔτε ὄψις ἐστὶν οὔτε κατωτέρω τινός ἐστιν— οὔτʼ οὖν τὴν τοῦ ὀνόματος ἀνάπλωσιν προσήσεται ταύτην οὔτε τὸν ὑπερουράνιον τόπον, ὡς ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης ἐνθουσιάζων ὕμνησεν· οὔτε γὰρ τόπος ἐστὶ τοῦ ἑνὸς οὔτε νοητὸν οὔτε πλῆθος εἰδῶν οὔτε ἄνεισιν ἐπέκεινα τοῦ πρώτου τὸ ψυχῶν γένος, οὐδὲ γάρ ἐστιν ἐπέκεινα οὐδέν.

Ὁ δέ γε θεῖος Ἰάμβλιχος μετὰ τὸ πρῶτον ὑποθέμενος τὸν οὐρανὸν ἀορίστως καὶ τὴν ἰδιότητα τῆς ὑπάρξεως οὐ παραδεδωκώς, καθαρεύει μὲν τῶν προειρημένων ἀπορημάτων, διδασκέτω δὲ ἡμᾶς τίς ἡ τάξις ἡ οὐρανία, καὶ πῶς ὑπέστη, καὶ ποῖον γένος αὐτὴν συμπληροῖ τῶν πρὸ τοῦ δημιουργοῦ θεῶν.

Ὁ δὲ πάντα τελεωσάμενος καὶ τοῖς ἀνελέγκτοις καταδησάμενος λόγοις ὁ ἡμέτερος ἂν εἴη καθηγεμών, ὃς καὶ τὰς μεταξὺ πάσας διακοσμήσεις τοῦ τε πρώτου καὶ τῆς Οὐρανοῦ βασιλείας ἐπεσκέψατο καὶ τὴν ἰδιότητα τῆς τάξεως ταύτης νοερῶς ἐθεάσατο καὶ παραδέδωκεν ἡμῖν τοῖς ἑαυτοῦ μύσταις ἀπηκριβωμένην τὴν περὶ αὐτῆς ἀλήθειαν.

Ταύτῃ μὲν οὖν διαφέρουσιν ἀλλήλων οἱ ἡμέτεροι πατέρες ὄντως καὶ προπάτορες· κοινῇ δὲ ἅπαντες τὴν ὑπουρανίαν ἁψῖδα τῆς οὐρανίας περιφορᾶς διακρίνουσιν. Τοῦτο τοίνυν καὶ ἡμῖν ὑποθετέον, καὶ πρὸς τούτῳ τὸ προσεχῶς ὑποτετάχθαι τῷ οὐρανῷ τὸν διάκοσμον τοῦτον τῶν θεῶν. κδʹ

Ἐπειδὴ τοίνυν τὴν συνεκτικὴν τάξιν ὁ οὐρανὸς εἷς ὢν καὶ τριπλοῦς ἐκληρώσατο, τὴν δὲ ἀκρότητα τῶν νοητῶν ἅμα καὶ νοερῶν ὁ ὑπερουράνιος ἔλαχε τόπος, ἀνάγκη δήπου τὴν ὑπουράνιον ἁψῖδα τὸ τέλος συμπεραίνειν τῆς μέσης προόδου τῶν θεῶν καὶ συγκλείειν τὴν ὅλην ταύτην διακόσμησιν καὶ πρὸς τὴν ἀρχὴν ἐπιστρέφειν, καὶ δευτέραν μὲν τοῦ οὐρανοῦ παραδέχεσθαι τάξιν, συνελίσσειν δὲ αὐτὴν ἐπὶ τὴν ἄκραν ἕνωσιν· καὶ ὁμοφυῶς μὲν τοῖς μέσοις συνεζεῦχθαι γένεσιν, προϋπάρχειν δὲ τῶν νοερῶν. Ἐκεῖνοι μὲν γὰρ διέκριναν τὴν ἑαυτῶν βασιλείαν τῆς Οὐρανίας δυνάμεως, ἡ δὲ ὑπουράνιος ἁψὶς συνήνωται τῷ οὐρανῷ καὶ περιέχεται τῇ οὐρανίᾳ διακοσμήσει· ὅθεν δὴ καὶ ὑπουράνιος ἐπονομάζεται. Συνάψασα δὴ οὖν πρὸς τὴν οὐρανίαν περιφορὰν καὶ ὑποστᾶσα προσεχῶς ἀπʼ αὐτῆς, ἐπιστρέφει τὰ δεύτερα πάντα πρὸς τὰ νοητὰ καὶ τελειοῖ κατὰ τὴν νοερὰν περιωπήν. Τῶν γὰρ νοερῶν θεῶν κατʼ ἐπιστροφὴν ἀπογεννηθέντων καὶ κατὰ μίαν σφαιρικὴν ἕνωσιν εἰς ἑαυτοὺς συνελισσομένων, ἔδει προσεχῶς αὐτῶν ὑπεριδρῦσθαι τὴν τελεσιουργὸν ἡγεμονίαν.

Ὅθεν δὴ καὶ θαυμάζειν ἐπέρχεταί μοι τοὺς ἀγνοήσαντας τὴν θείαν ταύτην διακόσμησιν καὶ τὴν ὅλην οὐ προσποιησαμένους τῆς τελειότητος πηγήν, ἀλλὰ τοὺς μὲν εἰς τὰς ἐντελεχείας καταφερομένους — ὧν τοσοῦτον ἀποδέχομαι μόνον, ὅτι δὴ καὶ αὐτοὶ τὸ τέλειον τῷ τῆς συνοχῆς εἴδει συμπλέκουσιν· ἀγνοοῦσι δὲ ἄρα τὴν χωριστὴν τῶν ὑποκειμένων τελειότητα, καὶ τὰ εἴδωλα τῶν ὄντως τελείων φιλοφρονοῦνται καὶ περὶ ταῦτα διατρίβουσιν· τοὺς δὲ τὴν ψυχὴν αἰτιωμένους — οἳ λανθάνουσιν ἑαυτοὺς τὴν ἐν αἰῶνι προϋπάρχουσαν τελειότητα μὴ προσποιούμενοι καὶ ἀπὸ τῆς κατὰ χρόνον ἐνεργούσης ζωῆς καὶ τὴν τελείωσιν ἐν περιόδοις ἐχούσης ἀρχόμενοι· δεῖ δὲ εἶναι τὴν ὁμοῦ πᾶσαν πρὸ τῆς διῃρημένης καὶ τὴν ἑστῶσαν πρὸ τῆς κινουμένης, αὕτη γὰρ ἡ κίνησις ἡ κατὰ χρόνον ἐνδεής ἐστι τοῦ τέλους καὶ τοῦ ἐφετοῦ καὶ περὶ ἐκεῖνο κατὰ μέρος ἀνελίσσεται· τρίτον δὲ ἐπὶ τούτοις, ἄλλους τοὺς ἐπὶ νοῦν ἀναδραμόντας καὶ τὴν πρωτίστην τελειότητα νοερὰν ὑποθεμένους — ἐνέργεια μὲν γὰρ ὁ νοῦς καὶ τελειότης νοερά, τῆς δὲ θείας τελειότητος ἐφίεται καὶ περὶ ἐκείνην ὑφέστηκεν καὶ διʼ ἐκείνην εἰς ἑαυτὸν ἐπιστρέφεται· δεῖ τοίνυν τὸ τῆς ἐπιστροφῆς αἴτιον προϋπάρχειν τῶν ἐπιστρεφομένων εἰς ἑαυτὰ νοερῶν γενῶν, καὶ τὸ τῆς μιᾶς τελειότητος ἡγεμονοῦν ὑπερηπλῶσθαι τῶν τελειουμένων· εἰκότως ἄρα καὶ πρὸ τῶν νοερῶν πάντων τὴν ὑπουράνιον ἁψῖδα θεῶν προεστήσατο διακόσμησιν ἐπιστρεπτικὴν τῶν δευτέρων ὅλων θείων γενῶν καὶ τελεσιουργόν.

Καὶ διὰ τοῦτο τούς τε ἑπομένους τῷ Διὶ θεοὺς καὶ τοὺς δαίμονας ἐπὶ τὴν ἁψῖδα ταύτην ἀνάγει καὶ διὰ ταύτης ἐπί τε τὸν οὐρανὸν καὶ τὸν ὑπερουράνιον τόπον· Ὅταν δὲ δὴ πρὸς δαῖτά τε καὶ θοίνην ἴωσιν, ἄκραν ἐπὶ τὴν ὑπουρανίαν ἁψῖδα πορεύονται πρὸς ἄναντες. Διὰ ταύτης ἄρα τελειοῦνται καὶ τῆς τοῦ οὐρανοῦ μεταλαγχάνουσι περιφορᾶς καὶ ἐπὶ τὸ νοητὸν ἀνατείνονται· τὸ γὰρ τρέφον ἐστὶ καὶ πληροῦν πάντα τὸ νοητόν. Ὑπʼ αὐτὴν τοίνυν τὴν συνεκτικὴν τάξιν ἡ τελεσιουργὸς ἱδρυθεῖσα τελεῖ μὲν τὰ ἀνιόντα πάντα πρὸς τὸ νοητόν, εὐρύνει δὲ τὰς ψυχὰς εἰς ὑποδοχὴν τῶν θείων ἀγαθῶν, ἐλλάμπει δὲ τὸ νοερὸν φῶς, τοῖς δὲ ἑαυτῆς κόλποις περιλαβοῦσα τὰ δεύτερα γένη τῶν θεῶν ἐντίθησι πάντα τῇ συνεκτικῇ τῶν ὅλων περιφορᾷ.

Διὰ ταῦτα δὴ οὖν καὶ ὁ Σωκράτης μικρὸν προελθὼν τὰς ἀναγομένας μετὰ τῶν δώδεκα θεῶν ψυχὰς ἐπὶ τὸ νοητὸν κάλλος τελεῖσθαί φησι τὴν τῶν τελετῶν μακαριωτάτην καὶ διὰ τῆς τελετῆς ταύτης μυεῖσθαι καὶ ἐποπτεύειν τὰ ἄρρητα. Ἐκεῖ τοίνυν ἡ τελετὴ τῶν θεῶν, ἐκεῖ τὰ πρώτιστα μυστήρια. Καὶ οὐδὲν θαυμαστὸν εἰ καὶ τελετάρχας ὁ Πλάτων θεοὺς ἀνέξεται καλούντων ἡμῶν, ὅς γε καὶ τὰς ψυχὰς ἐκεῖ τελεῖσθαί φησι, θεῶν δηλαδὴ τελούντων· τοὺς δὲ αὖ προκατάρχοντας τῆς τελετῆς πῶς ἄν τις ἄλλως ἢ τελετάρχας ἀποκαλέσειεν; Ἐγὼ μὲν γὰρ οὐδὲ ὅπου τρέψω τὴν διάνοιαν ἔχω, τοσαύτην ἐνάργειαν καὶ μέχρι τῶν ὀνομάτων ὁρῶν. κεʹ

Μιᾶς δὲ οὔσης τῆς τελετῆς καὶ τριπλῆς — συνδιῄρηνται γὰρ οἱ τελεσιουργοὶ θεοὶ τοῖς συνεκτικοῖς — τὴν μὲν μίαν ἕνωσιν αὐτῆς ὑπουράνιον ἁψῖδα προσείρηκεν, ὥσπερ οὐρανὸν τὴν συνεκτικήν· ἐνδείκνυται δὲ καὶ τὸ ἐν ταύτῃ βάθος καὶ τὴν ὕφεσιν, ἄκρον ἐν αὐτῇ τιθέμενος καὶ πορείαν ἀνάντη πρὸς τὴν τῆς ἁψῖδος ἀκρότητα.

Καθάπερ οὖν ἐν τῇ πρὸ ταύτης διακοσμήσει τὸ μὲν νοητὸν κατὰ τὴν ἀκρότητα τάττειν ἠξιοῦμεν, τὸ δὲ ζωτικὸν κατὰ τὸ βάθος, τὸ δὲ νοερὸν κατὰ τὸ πέρας τὸ τὴν οὐρανίαν ὅλην ἀφορίζον περιφοράν, οὕτω κἀν ταύτῃ τῇ τελεσιουργῷ τάξει τὸ μὲν νοητὸν τῆς ἁψῖδος ἄκρον θησόμεθα, τῷ νώτῳ τοῦ οὐρανοῦ τὸν αὐτὸν τρόπον ἐπονομαζόμενον, διότι δὴ καὶ σύστοιχα ταῦτα ἀλλήλοις ἐστί, τὸ δὲ βάθος τῇ ζωῇ, διʼ ἧς αἱ ψυχαὶ πορεύονται πρὸς τὴν ἀκρότητα, τὸ δὲ πέρας, ὃ δὴ συγκλείει τὴν ὅλην ἁψῖδα, τῷ νῷ. Σύμπασαν δὲ τὴν τάξιν ταύτην τῇ πρὸ αὐτῆς ἡνωμένῃ ἀνάλογον διαιρήσομεν, πρὸς ἅπασαν γὰρ τὴν συνεκτικὴν τριάδα ὁ τελεσιουργὸς θεὸς ὑπέστρωται· καὶ ὁ μὲν τῆς μονίμου χορηγός ἐστι τοῖς θεοῖς τελειότητος ἑδράζων ἐν ἑαυτοῖς πάντας καὶ πρὸς ἑαυτοὺς ἑνίζων, ὁ δὲ τῆς γεννητικῆς τῶν ὅλων προκατάρχει τελειώσεως εἰς τὴν τῶν δευτέρων προμήθειαν ἀνεγείρων τὰ κατʼ οὐσίαν προηγούμενα, ὁ δὲ τῆς εἰς τὰς αἰτίας ἐπιστροφῆς ἐστιν ἡγεμὼν συνελίσσων πᾶν τὸ προϊὸν εἰς τὴν οἰκείαν ἀρχήν. Διὰ γὰρ ταύτην τὴν τριάδα καὶ πᾶν τὸ τέλειον αὔταρκές ἐστι καὶ ἐν ἑαυτῷ ὑφέστηκεν, καὶ πᾶν τὸ γεννῶν τέλειόν ἐστι καὶ ἀκμάζον γεννᾷ, καὶ πᾶν τὸ ἐφιέμενον τῆς οἰκείας ἀρχῆς διὰ τῆς ἑαυτοῦ τελειότητος συνάπτεται πρὸς αὐτήν.

Εἴτʼ οὖν τῆς φύσεως τὴν τελεσιουργὸν τῶν γιγνομένων δύναμιν λαμβάνοις, εἴτʼ οὖν τῆς ψυχῆς τὸν τέλειον ἀριθμὸν τῶν ἀποκαταστάσεων, εἴτε τοῦ νοῦ τὴν ἐν ἑνὶ κατʼ ἐνέργειαν ἑστῶσαν τελειότητα, μιᾶς τῆς τῶν θεῶν τελειότητος πάντα ταῦτα ἐξήρτηται καὶ πρὸς ἐκείνην ἀναφερόμενα τὰ μὲν μείζω, τὰ δὲ ἐλάττω τῆς τελείας ὑπάρξεως μοῖραν ἔλαχεν· καὶ πᾶσα τελειότης ἐντεῦθεν προέρχεται. Τριττὴ δέ ἐστι, τὸ ὅλον εἰπεῖν· ἡ μὲν πρὸ τῶν μερῶν, οἵα δή ἐστιν ἡ τῶν θεῶν τελειότης — ἐν γὰρ τῷ ἑνὶ τὴν ὑπόστασιν ἔχει πρὸ τοῦ πλήθους παντὸς αὐτοτελῶς προϋπάρχοντι· τοιοῦτον γάρ που τὸ ἓν τὸ τῶν θεῶν, οὐχ οἷον τὸ ψυχῶν ἢ τῶν σωμάτων ἕν, ταῦτα μὲν γὰρ ὁμοφυῶς τῷ πλήθει συνέζευκται καὶ συναναμίγνυται ταῖς οὐσίαις, αἱ δὲ τῶν θεῶν ἑνάδες αὐτοτελεῖς πρὸ τῶν οὐσιῶν ὑφεστήκασι, γεννῶσαι τὰ πλήθη καὶ οὐ συναπογεννώμεναι τοῖς πλήθεσιν· ἡ δὲ ἐκ τῶν μερῶν ἐστι τελειότης, ἣ συνυπάρχει τοῖς μέρεσι καὶ συμπληροῦται διὰ τῶν μερῶν, οἵα δή ἐστιν ἡ τοῦ κόσμου τελειότης — ἐκ γὰρ τῶν αὐτῆς πληρωμάτων ἔχει τὸ παντελές· τρίτη δέ ἐστιν ἄλλη τελειότης ἡ ἐν τοῖς μέρεσιν — οὕτω δὴ καὶ τοῦ κόσμου μόριον ἕκαστον τέλειόν ἐστιν· ὡς γὰρ ὅλον ἐξ ὅλων, οὕτω καὶ τέλειον ἐκ τελείων τῶν ἐν αὐτῷ τὸ πᾶν ὑφέστηκεν κατὰ τὸν Τίμαιον. Ὡς δὲ συνελόντι φάναι, καὶ ἡ τελειότης τὸν αὐτὸν τρόπον τῇ ὁλότητι διαιρεῖται· συνέζευκται γὰρ ἀλλήλοις, ὥς φησιν ὁ Τίμαιος, διότι δὴ καὶ τὸ τελεσιουργὸν γένος τῷ συνεκτικῷ συμφύεται καὶ πᾶσι τοῖς συνεκτικοῖς ὑποτέτακται τελεσιουργὸς μονάς.

Τῆς οὖν συνοχικῆς τῶν μερῶν ὁλότητος τριττῆς ὑπαρχούσης καὶ ἡ τελειότης ἐστὶ τριπλῆ. Καὶ εἴ με δεῖ τοὐμὸν εἰπεῖν, πᾶσαι μὲν ἐκ πάντων εἰσὶ τῶν ἡγεμόνων αἱ τελειότητες· ἀλλʼ ἡ μὲν πρὸ τῶν μερῶν τῷ πρώτῳ προσήκει μᾶλλον, ἡ δὲ ἐκ τῶν μερῶν τῷ μέσῳ, ἡ δὲ ἐν τῷ μέρει τῷ τρίτῳ. Πρὸ δὲ τῆς τριάδος ταύτης ἡ μονοειδὴς τελειότης καὶ ἡ παντελὴς ὕπαρξίς ἐστιν ἡ νοητὴ τριάς, ἣν καὶ ὁ Τίμαιος κατὰ πάντα τελείαν προσείρηκεν. Ἀλλʼ ἐκεῖ μὲν ἡνωμένως αἱ τρεῖς προϋπῆρχον τελειότητες, μᾶλλον δὲ μία πηγὴ πάσης ἦν τελειότητος ἡ τριὰς ἐκείνη, … τῆς νοητῆς συνοχῆς ἐστιν ἀνέλιξις καὶ ἡ συναγωγὸς τριὰς τῆς ἑνοποιοῦ καὶ πρωτίστης ἐν τοῖς νοητοῖς, οὕτω δὴ καὶ ἡ τελεσιουργὸς τῆς παντελοῦς ἐστι τριάδος εἰκών. Ἀνάλογον γὰρ ταῖς νοηταῖς τριάσιν αἱ νοηταὶ καὶ νοεραὶ προεληλύθασιν.

Τριττὴ τοίνυν ἡ τελειότης, πρὸ τῶν μερῶν, ἐκ τῶν μερῶν, ἐν τῷ μέρει· καὶ καθʼ ἕτερον τρόπον, ἡ μόνιμος, ἡ γεννητική, ἡ ἐπιστρεπτική· καὶ κατʼ ἄλλην ἐπιβολήν, ἡ τῶν νοερῶν καὶ ἀμερίστων οὐσιῶν, ἡ τῶν ψυχικῶν, ἡ τῶν περὶ τὰ σώματα μεριστῶν. Εἰκότως ἄρα πρὸ τῶν νοερῶν θεῶν οἱ τρεῖς ἡγεμόνες τῆς τελειότητός εἰσιν, μίαν συστησάμενοι διακόσμησιν ὑπὸ τὴν οὐρανίαν περιφοράν, καὶ διʼ ἑαυτῶν ἀνάγοντες πάντα τὰ δεύτερα πρὸς τὸ νοητὸν καὶ τελοῦντες τῷ φωτὶ τῷ νοητῷ καὶ ἐπιστρέφοντες καὶ συνάπτοντες τῇ τοῦ Οὐρανοῦ βασιλείᾳ, καὶ τὸ ἄοκνον τοῖς τελουμένοις παρέχοντες καὶ φρουροῦντες αὐτῶν τὴν ἄχραντον τελειότητα. κϛʹ

Τοιαῦτα καὶ περὶ τῆς τρίτης τριάδος τῶν νοητῶν καὶ νοερῶν διακόσμων νοήματα παρὰ τοῦ Πλάτωνος ληπτέον· ἣν ποτὲ μὲν ὑπουρανίαν ἁψῖδα προσονομάζει, ἄκρον καὶ μέσον καὶ ἔσχατον ἔχουσαν, ποτὲ δὲ τελετὴν μακαρίαν καὶ πασῶν τελετῶν πρεσβυτάτην, διʼ ἧς ἀνάγει τὰς ψυχὰς καὶ συνάπτει τῇ μυστικῇ πληρώσει τῶν νοητῶν. Αὕτη γὰρ ἀνοίγει τὰς οὐρανίας ὁδούς, ὑπʼ αὐτὴν ἱδρυμένη τὴν οὐρανίαν περιφοράν, καὶ δείκνυσιν αὐτοφανῆ τὰ τῶν θεῶν φάσματα καὶ ὁλόκληρα καὶ ἀτρεμῆ, καὶ πρὸς τὴν ἐποπτείαν ἀναπλοῖ τῶν νοητῶν θεαμάτων, ὥς φησιν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης.

Προηγεῖται γὰρ ἡ μὲν τελετὴ τῆς μυήσεως, αὕτη δὲ τῆς ἐποπτείας. Οὐκοῦν τελούμεθα μὲν ἀνιόντες ὑπὸ τοῖς τελεσιουργοῖς θεοῖς, μυούμεθα δὲ τὰ ὁλόκληρα καὶ ἀτρεμῆ φάσματα ὑπὸ τοῖς συνεκτικοῖς, παρʼ οἷς καὶ ἡ ὁλότης ἡ νοερὰ καὶ ἡ στάσις τῶν ψυχῶν, ἐποπτεύομεν δὲ παρὰ τοῖς συναγωγοῖς τῶν ὅλων εἰς τὴν νοητὴν περιωπήν. Καὶ πάντα μὲν ὡς πρὸς τὸ νοητὸν λέγομεν, τυγχάνομεν δὲ ἄλλου κατʼ ἄλλον διάκοσμον. Καὶ γὰρ τελοῦσιν ἡμᾶς οἱ τελεσιουργοὶ τῷ νοητῷ διʼ ἑαυτῶν, … καὶ τῆς ἐποπτείας καθηγοῦνται τῶν νοητῶν αἱ συναγωγοὶ μονάδες διʼ ἑαυτῶν.

Καὶ πολλοὶ μὲν οἱ βαθμοί, πάντες δὲ εἰς τὸν πατρικὸν ὅρμον ἀνατείνουσιν καὶ τὴν πατρικὴν τελετήν· εἰς ἣν δὴ καὶ ἡμᾶς οἱ τῶν ὅλων ἀγαθῶν ἡγεμόνες τελετάρχαι καταστήσειαν, οὐ λόγοις ἀλλʼ ἔργοις φωτίσαντες, καὶ ὑπὸ τῷ μεγάλῳ Διὶ τῆς τοῦ νοητοῦ κάλλους ἀποπληρώσεως ἀξιώσαντες ἀπαθεῖς τῶν περὶ τὴν γένεσιν κακῶν ὅσα δὴ νῦν ἡμᾶς περικέχυται τελέως ἀποφήνειαν, καὶ τοῦτον ἡμῖν καρπὸν κάλλιστον ἐπιλάμψειαν τῆς παρούσης θεωρίας, ἣν ἑπόμενοι τῷ θείῳ Πλάτωνι τοῖς φιλοθεάμοσι τῆς ἀληθείας … ἀποστρόφους οὐδὲν ἱκανόν. κζʹ

Φέρε δὴ οὖν αὖθις κατʼ ἄλλην ὁδὸν τῷ Παρμενίδῃ συνακολουθήσωμεν μετὰ τὰς νοητὰς τριάδας τὰς νοητὰς ἀπογεννῶντι καὶ νοερὰς ὁμοῦ διακοσμήσεις καὶ τὴν συνεχῆ τῶν θείων πρόοδον διὰ τῶν ἐφεξῆς συμπερασμάτων ἐκφαίνοντι. Μιμεῖται γὰρ ἡ τῶν λόγων ἀλληλουχία καὶ συνάρτησις τὴν τῶν πραγμάτων ἀδιάλυτον τάξιν τοῖς ἄκροις τὰ μέσα συνάπτουσαν ἀεὶ καὶ διὰ τῶν μέσων γενῶν ἐπὶ τὰς ἐσχάτας προόδους τῶν ὄντων πορευομένην. Τοῦτο δὴ οὖν πρὸ τῶν καθʼ ἕκαστα νοήσεων θεωρήσωμεν, ὅπως ἀνάλογον ταῖς νοηταῖς τριάσιν αἱ νοηταὶ καὶ νοεραὶ προεληλύθασιν, ἵνα καὶ τὴν εὔτακτον τῶν πραγμάτων τάξιν ἀπὸ τούτων τῷ λογισμῷ περιλάβωμεν.

Τρεῖς τοίνυν ἦσαν αἱ νοηταὶ τριάδες αὗται· τὸ ἓν ὄν, τὸ ὅλον, τὸ ἄπειρον πλῆθος· τρεῖς δὲ ἡμῖν ἀνεφάνησαν αἱ νοηταὶ καὶ νοεραί, ὁ ἀριθμός, τὸ ὅλον, τὸ τέλειον. Οὐκοῦν ἀπὸ μὲν τοῦ ἑνὸς ὄντος ὁ ἀριθμός, ἀπὸ δὲ τοῦ ὅλου τοῦ νοητοῦ τὸ ἐν τούτοις ὅλον, ἀπὸ δὲ τοῦ ἀπείρου πλήθους τὸ τέλειον.

Πανδύναμον γὰρ ἦν ἐκεῖ τὸ ἄπειρον καὶ παντελές, πάντα μὲν περιλαμβάνον, αὐτὸ δὲ ἀπερίληπτον ὑπάρχον. Τῷ τοίνυν πανδυνάμῳ καὶ παντελεῖ τὸ τέλειον ἀνάλογον, νοερὰν ἔχον τελειότητα καὶ δευτέραν τῆς πρωτουργοῦ καὶ νοητῆς τελειότητος.

Καὶ μὴν καὶ τὸ ὅλον συγγενὲς μέν ἐστι τῷ νοητῷ τὸ νοητὸν καὶ νοερόν· διέστηκε δὲ ἐκείνου καθʼ ὅσον ἐκεῖνο μὲν τὴν ὁλότητα κατὰ μίαν ἕνωσιν εἶχεν τοῦ ἑνὸς ὄντος, τοῦτο δὲ τὸ ἓν αὐτὸ καθʼ αὑτὸ τῶν μερῶν τῶν ἑνιαίων ὅλον ἀναφαίνεται καὶ τὸ ὂν τῶν πολλῶν ὄντων. Διῃρημέναι δὴ οὖν αἱ ὁλότητες αὗται τῆς καθʼ ἕνωσιν προηγουμένης καὶ νοητῆς διεστήκασιν. Αἱ γὰρ ὁλότητες αἱ τοῦδε τοῦ ὅλου τῆς νοητῆς εἰσιν ὁλότητος μέρη.

Τὸ τρίτον τοίνυν ἐπανιόντες τὸν ἀριθμὸν ἀνάλογον τῷ ἑνὶ ὄντι θήσομεν. Τὸ γὰρ ἓν ὂν ἐκεῖ μέν ἐστι κρυφίως καὶ νοητῶς καὶ πατρικῶς, ἐνταῦθα δὲ μετὰ τῆς ἑτερότητος ἀπογεννᾷ τὸν ἀριθμόν, διάκρισιν εἰδῶν καὶ λόγων ὑποστησάμενον. Ἡ γὰρ ἑτερότης αὐτὴ πρῶτον ἐν τῇ τάξει ταύτῃ προφαίνεται, δύναμις μὲν οὖσα καὶ δυὰς ἐν τοῖς νοητοῖς, μητρικὴ δὲ καὶ γόνιμος ἐν τούτοις πηγή. Καὶ γὰρ ἦν ἐκεῖ μὲν ἡ δύναμις συναγωγὸς τοῦ ἑνὸς καὶ τοῦ ὄντος, διὸ καὶ ἄρρητος ἦν ὡς τῷ ἑνὶ καὶ τῇ ὑπάρξει κρυφίως ὑπάρχουσα· ἐνταῦθα δὲ ἡ ἑτερότης διακρίνει μὲν τὸ ὂν καὶ τὸ ἕν, πολλαπλασιάζει δὲ μετὰ τοῦτο τὸ ἓν γεννητικῶς προϊοῦσα καὶ τὸ ὂν εἰς δευτέρας καὶ τρίτας προκαλεῖται προόδους, θρύπτουσα μὲν τὸ ὂν εἰς ὄντα πολλά, κερματίζουσα δὲ τὸ ἓν εἰς τὰς μερικωτέρας ἑνάδας, καθʼ ἑκάτερον δὲ τῶν ὅλων μενόντων τὰς ὑποβάσεις ἀποτελοῦσα.

Εἰκότως ἄρα καὶ ὁ Πλάτων τῶν ἀποφάσεων τοῦ ἑνὸς ἀπὸ ταύτης ἐποιεῖτο τὴν ἀρχήν, ἐνταῦθα γὰρ τὰ πολλὰ διὰ τὴν ἑτερότητα τὴν διαστήσασαν τὸ ὂν καὶ τὸ ἕν. Ἐπεὶ καὶ τὸ ὅλον τὸ ἀποφασκόμενον τοῦ ἑνὸς τὸ νοερὸν ἀλλʼ οὐ τὸ νοητόν ἐστι. Λέγει γοῦν ἡ ἀπόφασις ὅτι τὸ ἓν οὐχ ὅλον, ὥστε ἡ κατάφασις, τὸ ἓν ὅλον· τοῦτο δὲ τὸ νοερόν ἐστιν ὅλον, τὸ γὰρ νοητὸν ὅλον τὸ ἓν ὄν ἐστι καὶ οὐ τὸ ἕν. Καὶ τὰ πολλὰ δὲ οὕτως ἀπέφησεν, τὸ ἓν οὐ πολλά· τούτῳ δὲ ἀντίκειται, τὸ ἓν πολλά. Τὸ δὲ πλῆθος τὸ νοητὸν οὐ τὸ ἓν πολλὰ ἐποίει, ἀλλὰ τὸ ἓν ὂν πολλά. Καὶ ὡς συνελόντι φάναι, πᾶν τὸ νοητὸν τῷ ἑνὶ ὄντι χαρακτηρίζεται· συνέπτυκται γὰρ ἐν ἐκείνῳ τὸ ὂν καὶ τὸ ἓν καὶ συμπέφυκεν ἀλλήλοις, καὶ τὸ ὂν ἑνικώτατόν ἐστιν. Ὅπου δὲ εἰς πλῆθος ἑκάτερον πρόεισιν, ἀπʼ ἀλλήλων διίσταται καὶ μείζω τὴν πρὸς ἄλληλα διαφορὰν ἀποφαίνει· μερίζεταί γε μὴν εἰς πλῆθος διὰ τὴν γόνιμον τῆς ἑτερότητος φύσιν. κηʹ

Ὅτι μὲν οὖν αἱ νοηταὶ καὶ νοεραὶ διακοσμήσεις ἀνάλογον οὖσαι ταῖς νοηταῖς μετὰ τῆς ὑφέσεως προεληλύθασιν, ἐκ τούτων καταφανές· μετὰ δὲ τοῦτο περὶ ἑκάστης διέλθωμεν, ἀπὸ τῆς πρωτίστης ἀρχόμενοι κατὰ φύσιν.

Πρῶτος δὴ οὖν ἡμῖν ὁ νοητὸς ἀριθμὸς ἐκφαίνεται, τῷ μὲν πλήθει συνεχὴς ὤν. Πᾶς γὰρ ἀριθμὸς πλῆθός ἐστιν· ἀλλὰ τὸ πλῆθος τὸ μὲν ἡνωμένως ὑφέστηκεν, τὸ δὲ διακεκριμένως, ὁ δὲ ἀριθμὸς πλῆθός ἐστι διακεκριμένον. Ἐν αὐτῷ γὰρ ἡ ἑτερότης· ἐν γὰρ τῷ νοητῷ δύναμις ἦν, καὶ οὐχ ἑτερότης, ἡ καὶ ἀπογεννῶσα τὰ πλήθη καὶ συνάπτουσα πρὸς τὰς μονάδας. Συνεχὴς τοίνυν ὁ ἀριθμὸς τῷ πλήθει τῷ νοητῷ, καὶ τοῦτο ἀναγκαῖον. Καὶ γὰρ ἡ μονὰς ἦν ἐκεῖ καὶ ἡ δυάς, ἐπεὶ καὶ τὸ ὅλον καὶ ἀεὶ μοναδικὸν ἦν καὶ δύο γιγνόμενον οὐδὲν ἐπαύετο. Μονὰς οὖν ἐκεῖ καὶ δυὰς ἦν, αἱ πρώτισται τῶν ἀριθμῶν ἀρχαὶ καὶ ἐξῃρημέναι, καὶ ἐν ταύταις ἦν τὸ πλῆθος ἡνωμένως. Ἐπεὶ καὶ ἡ μονάς, ἡ πηγὴ τῶν ἀριθμῶν, καὶ ἡ δυὰς πᾶν ἔχει κατʼ αἰτίαν τὸ πλῆθος, ἡ μὲν πατρικῶς, ἡ δὲ μητρικῶς· καὶ διὰ τοῦτο οὔπω ἀριθμὸς τὸ νοητὸν πλῆθος, ἀλλὰ πλῆθος νοητόν, ἐν ταῖς μονοειδέσιν ἀρχαῖς νοητῶς ἱδρυμένον, ἐν μονάδι λέγω καὶ δυάδι, γεννητικῶς μὲν ἐν τῇ δυάδι, πατρικῶς δὲ ἐν τῇ μονάδι. Καὶ γὰρ πατὴρ ἦν καὶ μήτηρ ὁ τρίτος θεός· ἐπεὶ καὶ εἰ τὸ αὐτοζῷον ἐν ἐκείνῳ, δεῖ καὶ τὴν τοῦ ἄρρενος ἐκεῖ καὶ τὴν τοῦ θήλεος αἰτίαν πρώτως προϋπάρχειν, ταῦτα γὰρ ἐν ζῴοις. Ὥστε κατὰ τὸν Τίμαιον καὶ κατὰ τὸν Παρμενίδην ἐκεῖ τὸ μητρικὸν αἴτιον καὶ τὸ πατρικόν, καὶ ἐν τούτοις περιέχεται τὰ νοητὰ ζῷα καὶ τὰ πλήθη τὰ νοητά· καὶ ἀπὸ τούτων πρώτων ὁ ἀριθμός, μετὰ τῆς ἑτερότητος τάς τε μονάδας καὶ τὰς δυάδας τὰς ἐν τῷ ἀριθμῷ καὶ τοὺς ἀριθμοὺς πάντας παραγόντων. Θηλυπρεπῶς γὰρ καὶ τὸ γεννητικὸν ἐν τούτοις ἐστὶ καὶ τὸ πατρικόν· καὶ εἰσὶν αἱ μονάδες τῆς τριάδος ταύτης πατρικαὶ πᾶσαι — διὸ καὶ πρὸ τῶν ἄλλων τῆς μοναδικῆς αἰτίας μετίσχουσιν —, ἀλλὰ κατὰ τὴν τῆς ἑτερότητος δύναμιν. Ἐκεῖ μὲν γάρ — ἐν τῷ νοητῷ λέγω — καὶ τὸ μητρικὸν πατρικῶς ἦν, ἐνταῦθα δὲ καὶ τὸ πατρικὸν μητρικῶς· ὥσπερ ἐκεῖ μὲν καὶ τὸ νοερὸν νοητῶς, ἐνταῦθα δὲ καὶ τὸ νοητὸν νοερῶς.

Προσεχῶς μὲν οὖν ἀπὸ ταύτης ὑφίσταται τῆς τάξεως ὁ πρώτιστος ἀριθμός, ἀνάλογον δὲ ἀπογεννώμενος τῇ πρώτῃ τριάδι τῶν νοητῶν δηλονότι καὶ ἐξ ἐκείνης πρόεισιν. Διὸ καὶ ὁ Παρμενίδης ἀρχόμενος τῶν περὶ τοῦ ἀριθμοῦ λόγων ἀναμιμνῄσκει τῆς πρώτης ἡμᾶς ὑποθέσεως, διʼ ἧς τὸ ἓν ὂν ἀπογεννᾷ, τὸ ἓν οὐσίας μετέχειν λέγων καὶ τὴν οὐσίαν τοῦ ἑνός, ὡς ἂν τῆς τριάδος ταύτης κατʼ ἐκείνην ὑποστάσης, καὶ τοῦτο εἰκότως. Νοητὴ γὰρ οὖσα καὶ νοερὰ πρόεισιν, ὡς μὲν νοητὴν ἐν τοῖς νοεροῖς λαχοῦσα τάξιν, ἀπὸ τῆς ἀκρότητος τῶν νοητῶν, ὡς δὲ τῶν νοερῶν προκατάρχουσα διακόσμων, ἀπὸ τῆς νοερᾶς τῶν νοητῶν … . Ἀλλʼ ἐπὶ μὲν τῆς τριάδος ἐκείνης τῆς νοητῆς καὶ τὸ ἓν τοῦ ὄντος ἦν καὶ τὸ ὂν τοῦ ἑνός, διὰ τὴν ἄφραστον αὐτῶν καὶ κρύφιον ἕνωσιν καὶ τὴν ἐν ἀλλήλοις ὑπόστασιν· ἐπὶ δὲ τῆς νοητῆς καὶ νοερᾶς ἡ ἑτερότης ἐκφανεῖσα τῆς κρυπτομένης ἐν ἐκείνῃ καὶ ἀρρήτου δυνάμεως εἰκών, καὶ ἐκλάμψασα τὴν ἑαυτῆς ἐνέργειαν, διακρίνει καὶ τὸ ἓν ἀπὸ τοῦ ὄντος καὶ τὸ ὂν ἀπὸ τοῦ ἑνὸς καὶ ἑκάτερον εἰς πλῆθος προάγει διῃρημένον, καὶ οὕτω δὴ τὸν ὅλον ἀριθμὸν ἀπογεννᾷ. Ὁ γὰρ ἀριθμός, ὡς πολλάκις εἴπομεν, διῃρημένον ἐστὶ πλῆθος, ἀλλʼ οὐχ ἡνωμένον, καὶ ἀπὸ τῶν ἀρχῶν ὑποστὰν κατὰ δευτέραν πρόοδον, ἀλλʼ οὐκ ἐν ταῖς ἀρχαῖς κρυφίως ἱδρυμένον. Διὸ καὶ τοῦ πλήθους ἁπλῶς ἕτερος, καὶ ἐν μὲν τοῖς νοητοῖς τὸ πλῆθος, ἐν δὲ τοῖς νοεροῖς ὁ ἀριθμός· ἐκεῖ μὲν γὰρ κατʼ αἰτίαν ὁ ἀριθμός, ἐνταῦθα δὲ κατὰ μετουσίαν τὸ πλῆθος· κἀκεῖ μὲν νοητῶς ἡ διαίρεσις, ἐνταῦθα δὲ νοερῶς ἡ ἕνωσις.

Εἰ τοίνυν ἀπὸ τούτων πρόεισιν ὁ ἀριθμὸς καὶ τοιαύτην ἔλαχε τάξιν, εἰκότως καὶ ὁ Παρμενίδης τούτων μάλιστα διαμνημονεύει τῶν τριάδων, οὐσίας λέγων μετέχειν τὸ ἓν καὶ διὰ ταῦτα πολλὰ πεφηνέναι. Τὸ μὲν γάρ ἐστι τῆς πρώτης, τὸ δὲ τῆς τρίτης ἐξαίρετον, οὗ μὲν τῆς ἑνώσεως τοῦ ἑνὸς καὶ τοῦ ὄντος προϋποστάσης — ἐκεῖ γὰρ προϋπόστασις ἦν ἡ μέθεξις —, οὗ δὲ τῶν νοητῶν πολλῶν ἀναφανέντων, μόνον οὐχὶ κηρύττοντος τοῦ Πλάτωνος ὅτι κατὰ τὸ πλῆθος τὸ νοητὸν τὸ φανότατόν ἐστι τῶν νοητῶν, καίτοι κρυφίου ὄντος τοῦ πλήθους καὶ μονοειδοῦς· καθʼ ἑκάστην γὰρ τῶν θείων διακόσμησιν οἰκείως ἀπογεννᾶται ἐν ἐσχάτοις τὸ πλῆθος.

κθʹ

Προῆλθε μὲν οὖν ἀπὸ τούτων καὶ διὰ ταῦτα ὁ νοητὸς τῶν νοερῶν γενῶν ἀριθμός. Ἰδιότητας μὴν ἔχει καὶ ἀπεριλήπτους ἀνθρωπίνοις λογισμοῖς, διῃρημένας δὲ εἰς δύο τὰς πρωτουργοὺς δυνάμεις, τήν τε γεννητικὴν τῶν ὅλων καὶ τὴν συναγωγὸν τῶν προελθόντων πάντων εἰς ἕνωσιν. Κατὰ μὲν γὰρ τὴν μονάδα συνάγει τὸ νοερὸν πλῆθος καὶ συνάπτει τοῖς νοητοῖς, κατὰ δὲ τὴν δυάδα προάγει τὸ πλῆθος καὶ διακρίνει κατὰ τὴν ἑτερότητα· καὶ κατὰ μὲν τὸ περιττὸν συνάγει τοὺς πολλοὺς διακόσμους εἰς τὴν ἀδιαίρετον ἕνωσιν, κατὰ δὲ τὸ ἄρτιον γονίμως ἐκφαίνει πάντα τὰ γένη τῶν θεῶν. Μέσος γὰρ ἱδρυθεὶς τῶν τε νοητῶν θεῶν καὶ τῶν νοερῶν καὶ τὸν ἕνα σύνδεσμον αὐτῶν συμπληρῶν, ἄκρως μὲν ἐποχούμενος τοῖς νοεροῖς, ἡνωμένος δὲ τοῖς νοητοῖς, ἀνελίσσει μὲν τὸ νοητὸν πλῆθος καὶ προκαλεῖται τὸ κρύφιον αὐτοῦ καὶ ἑνιαῖον εἰς διάκρισιν καὶ γόνιμον ἀπογέννησιν, συνάγει δὲ τὸ νοερὸν εἰς ἕνωσιν καὶ τὴν ἀμέριστον κοινωνίαν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ πάντα μέχρι τῶν ἐσχάτων ἀπογεννῶν κατὰ τὴν τῆς δυάδος καὶ τῆς τοῦ ἀρτίου φύσεως ἀπερίληπτον αἰτίαν τὰ προελθόντα πάλιν ἑνίζει καὶ συνελίσσει κατὰ τὴν μονάδα καὶ τὴν ταὐτότητα τὴν περιττήν. Διὰ μὲν ἑνάδος καὶ δυάδος νοητῶς καὶ κρυφίως καὶ ἀγνώστως πάντα καὶ συνάγει καὶ συνδεῖ πρὸς τὸ νοητόν, καὶ αὐτὴν τὴν ἐσχάτην ὕλην καὶ τὰ ἴχνη τὰ ἐν αὐτῇ τῶν εἰδῶν. Διὰ δὲ τοῦ ἀρτίου καὶ περιττοῦ τὰς δύο συστοιχίας ὑφίστησιν, τάς τε ζωογονικὰς καὶ τὰς ἀτρέπτους, τὰς γονίμους καὶ τὰς ποιητικάς, καὶ τὰ ἀμέριστα πάντα τῶν δημιουργῶν ἢ ζωογόνων γένη καὶ τὰ μεριστῆς προϊστάμενα ζωῆς ἢ ποιήσεως, καὶ τῶν ἐγκοσμίων τά τε νοερώτερα καὶ ἑνικώτερα καὶ τῆς κρείττονος ὄντα συστοιχίας καὶ τὰ οἷον ἀλογώτερα καὶ πληθυόμενα καὶ τὴν καταδεεστέραν συμπληροῦντα σειράν. Καὶ αὖ πάλιν διὰ τῆς διῃρημένης ἀπογεννήσεως ταύτης ἕκαστον ἴδωμεν τῶν προϊόντων ἑνιζόμενον ἅμα καὶ πληθυόμενον, ἀδιαίρετόν τε καὶ διαιρούμενον, συνεχόμενον ἐν ταῖς αἰτίαις καὶ διʼ ὑφέσεως αὐτῶν χωριζόμενον· καὶ τὰ μὲν κρείττονα καὶ ἁπλούστερα τῇ τοῦ περιττοῦ φύσει, τὰ δὲ καταδεέστερα καὶ ποικιλώτερα τῇ τοῦ ἀρτίου προσάγωμεν. Πανταχοῦ γὰρ τὸ μὲν περιττὸν τῶν ἀμερίστων καὶ ἁπλῶν καὶ ἑνιαίων ἀγαθῶν προηγεῖται, τὸ δὲ ἄρτιον τῶν διῃρημένων καὶ ποικίλων καὶ γεννητικῶν προόδων αἴτιόν ἐστι.

Καὶ οὕτω δὴ πάντας ὀψόμεθα τοὺς τῶν ὄντων διακόσμους κατὰ τὸν θεῖον ἀριθμὸν ὑφαινομένους, πρεσβύτατον ὄντα καὶ νοερὸν καὶ πάντων ἐξῃρημένον τῶν διῃρημένων γενῶν. Ἔδει γὰρ πρὸ τῶν ἠριθμημένων εἶναι τὸν ἀριθμὸν καὶ πρὸ τῶν διακεκριμένων τὴν αἰτίαν τῆς ὅλης διακρίσεως, καθʼ ἣν τὰ τῶν θεῶν γένη διῄρηται καὶ διακεκόσμηται τοῖς οἰκείοις ἀριθμοῖς. Εἰ τοίνυν ἐν τοῖς νοεροῖς εἰσιν αἱ διαιρέσεις καὶ αἱ συναφαὶ καὶ αἱ διακρίσεις τῶν προϊόντων καὶ αἱ κοινωνίαι τῶν συστοίχων, δεῖ πρὸ τῶν νοερῶν εἶναι τὸν ἀριθμόν, ὃς καὶ διαιρεῖ καὶ συνάγει πάντα ταῖς ἑαυτοῦ δυνάμεσιν νοητῶς. Καὶ εἰ πάντα κρυφίως ἐστὶ καὶ νοητῶς καὶ ἀγνώστως καὶ ἐξῃρημένως ἐν τοῖς νοητοῖς, ἀνάριθμός ἐστιν αὐτῶν ἡ ἰδιότης καὶ ἑνιαία καὶ ἀδιάκριτος. Κατὰ τὴν μέσην ἄρα τῶν νοητῶν καὶ νοερῶν σύνδεσιν ὁ ἀριθμός, ὑπερηπλωμένος μὲν τῶν νοερῶν τοῖς νοητοῖς ἀγαθοῖς, ὑφειμένος δὲ τῶν νοητῶν ταῖς νοεραῖς διακρίσεσιν, καὶ τοῖς μὲν νοητοῖς κατὰ τὸ συναγωγὸν τῶν πολλῶν εἰς ἕνωσιν, τοῖς δὲ νοεροῖς κατὰ τὸ γεννητικὸν τῶν πολλῶν ἀπὸ τοῦ ἑνὸς ὁμοιούμενος, ἀπὸ δὲ ταύτης τῆς ἄκρας τῶν νοερῶν θεῶν περιωπῆς ὑφιστὰς πρωτίστους μὲν τοὺς νοεροὺς αὐτοὺς ἀριθμούς, εἰδητικοὺς ὄντας καὶ καθολικοὺς καὶ τῆς ὅλης γεννήσεως καὶ ποιήσεως προϊσταμένους· δευτέρους δὲ τοὺς ὑπερκοσμίους, ζωογονικοὺς ὄντας καὶ ἡγεμονικοὺς καὶ μετρητικοὺς τῶν ἐν τῷ κόσμῳ θεῶν· τρίτους δὲ τούσδε τοὺς οὐρανίους τῶν ἀϊδίων περιφορῶν ἐξάρχοντας καὶ συνελίσσοντας τοὺς κύκλους πάντας κατὰ τὰς νοερὰς αὐτῶν αἰτίας· ἐσχάτους δὲ τοὺς ὑπὸ σελήνην, τὸ ἄπειρον τῆς ὕλης καὶ ἄστατον ἀριθμοῖς καὶ εἴδεσι καὶ λόγοις συνέχοντας καὶ περατοῦντας, διʼ οὓς τὰ ὅλα καὶ τὰ μέρη τῶν θνητῶν πάντων ἀριθμοῖς ἰδίοις διαπεποίκιλται· πανταχοῦ δὲ τὰ προηγούμενα καὶ τελειότερα τῷ περιττῷ, τὰ δὲ ὑφειμένα καὶ δευτερουργὰ γένη τῶν θεῶν τῷ ἀρτίῳ συνέχων, οἷον ἐν μὲν τοῖς νοεροῖς τὸ θῆλυ καὶ τὸ γόνιμον κατὰ τὸ ἄρτιον προάγων, τὸ δὲ ἄρρεν καὶ τὸ πατρικὸν κατὰ τὸ περιττόν, ἐν δὲ τοῖς ὑπερκοσμίοις τὴν μὲν ὁμοιότητα καὶ τὸ ἄτρεπτον κατὰ τὸ περιττὸν χαρακτηρίζων, τὴν δὲ ἀνομοιότητα καὶ τὴν εἰς τὰ δεύτερα πρόοδον κατὰ τὸ ἄρτιον, … οὕτω γὰρ καὶ ὁ Ἀθηναῖος ξένος τοῖς μὲν οὐρανίοις περιττά, τοῖς δὲ χθονίοις ἄρτια νέμειν ἐν τῇ ἱερᾷ θρησκείᾳ παρεκελεύσατο. Καὶ καθʼ ἑκάτερον τῶν γενῶν τούτων τὸ μὲν ἡγεμονικώτερον ἐπὶ τὸ περιττὸν ἀνενεκτέον, τὸ δὲ ὑφειμένον ἐπὶ τὸ ἄρτιον.

Ἄνωθεν τοίνυν ἄχρι τῶν ἐσχάτων ἡ τῶν ἀριθμῶν φύσις διήκει, πάντα διακοσμοῦσα καὶ συνέχουσα τοῖς οἰκείοις εἴδεσιν. Πῶς γὰρ ἢ τὴν περίοδον τοῦ κόσμου παντὸς ἀριθμὸς περιλαμβάνει τέλειος, ὡς αἱ παρὰ τῷ Πλάτωνι Μοῦσαι λέγουσιν, ἢ τὰς καθόδους τῶν ψυχῶν ἀριθμοὶ περιλαμβάνουσιν, οἱ μὲν εὐγονίας, οἱ δὲ ἀφορίας ποιητικοί, ἢ τὰς ἀνόδους ἀφορίζουσιν, οἱ μὲν ἐλαττόνων, οἱ δὲ μειζόνων ἀποκαταστατικοὶ περιόδων, ὡς ὁ ἐν τῷ Φαίδρῳ λέγει Σωκράτης, τρισχιλιέτεις καὶ μυριέτεις ἀποκαταστάσεις ἡμῖν παραδιδούς, πῶς δὲ αὐτὸς ὁ χρόνος ὁ τῶν ψυχικῶν μέτρων ἑνιαίως περιληπτικὸς κατʼ ἀριθμὸν πρόεισιν, ὥς φησιν ὁ Τίμαιος, εἰ μὴ προϋπάρχει τούτων ἁπάντων ὁ θεῖος ἀριθμὸς ὁ τοῖς πᾶσιν ἐνδιδοὺς τὴν τῆς κατʼ ἀριθμοὺς διακοσμήσεως ἀρχηγικὴν αἰτίαν;

Πάντων οὖν ἀριθμοῖς καὶ εἴδεσιν ὑφισταμένων οἱ μὲν ἀριθμοὶ τὴν πρόοδον ἔλαχον ἀπὸ τῆς ἀκρότητος τῆς νοερᾶς, τὰ δὲ εἴδη τὴν ἀπογέννησιν ἐκ τῶν νοητῶν ἔσχον εἰδῶν. Ἐν μὲν γὰρ τῇ τρίτῃ τριάδι τῶν νοητῶν τὰ εἴδη πρώτως, ἐν δὲ τῇ πρωτίστῃ τῶν νοερῶν οἱ ἀριθμοὶ πρώτως· ἐπεὶ καὶ ἐν τοῖς ἀποτελέσμασιν αὐτῶν πᾶς μὲν ἀριθμὸς εἶδός ἐστιν, οὐ πᾶν δὲ εἶδος ἀριθμός. Εἰ δὲ δεῖ τἀληθῆ διαρρήδην ἀποφήνασθαι, καὶ πρὸ τῶν εἰδῶν οἱ ἀριθμοί· καὶ γὰρ ἀριθμοὶ μέν εἰσιν ὑπερούσιοι, εἴδη δὲ ὑπερούσια οὐκ ἔστι. Καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ἕκαστον τῶν εἰδῶν ἀριθμός ἐστιν, ὡς καὶ οἱ Πυθαγόρειοι ἔλεγον. Ἐπεὶ καὶ ὁ Τίμαιος Πυθαγόρειος ὢν οὐ μόνον εἴδη νοητὰ τίθεται, ἀλλὰ καὶ ἀριθμούς, εἰσὶν δὲ τέτταρες λέγων. Ἀλλʼ ἐκεῖ μὲν ὁ ἀριθμὸς νοητῶς ἐστι καὶ κατʼ αἰτίαν μοναδικῶς — μονὰς γάρ ἐστι τὸ αὐτοζῷον νοητή, κρυφίως ἔχουσα τὸν ὅλον ἀριθμόν —, ἐν δὲ τῇ ἀκρότητι τῶν νοερῶν διακεκριμένως ὁ ἀριθμός, ἀνελίττων τὸν ἐν τῇ μονάδι κατʼ αἰτίαν καὶ ἑνοειδῶς προϋπάρχοντα. Διαφέρει γάρ, οἶμαι, τὸ ἐν τῇ αἰτίᾳ λέγειν πλῆθος καὶ τὸ ἀπʼ αἰτίας, καὶ τὸ ἡνωμένον λέγειν ἢ διακεκριμένον· καὶ τὸ μέν ἐστι πρὸ ἀριθμοῦ, τὸ δὲ ἀριθμός. Ὥστε καὶ κατʼ αὐτόν εἰσιν ἀριθμοὶ νοητοὶ μετὰ τῶν εἰδῶν καὶ πρὸ τῶν εἰδῶν καὶ κατὰ τὸν Παρμενίδην μετὰ τὸ πλῆθος ὁ ἀριθμός. Τὸ γὰρ ἑνοειδὲς καὶ κρύφιον πλῆθος ὁ Τίμαιος ἀριθμὸν καλεῖ τῶν εἰδῶν· ἀλλʼ ἐπεὶ πρώτως ὁ ἀριθμὸς ἐν τοῖς θεοῖς, τὰ δὲ εἴδη τῶν ἑνάδων μετέχει τῶν θείων, τέτταρας τὰς ἰδέας τὰς πρώτας ἐπωνόμαζεν. Μονὰς γὰρ ἦν καὶ τριὰς πρώτως μὲν ἐν αὐτοῖς τοῖς θεοῖς, δευτέρως δὲ ἐν τοῖς νοεροῖς, καὶ ὑπερουσίως μὲν ἐν ἐκείνοις, εἰδητικῶς δὲ ἐν τούτοις. Ἐν μὲν οὖν τοῖς νοητοῖς ἑνιαίως ἦν τὸ πλῆθος, ἐν δὲ τοῖς νοεροῖς διακεκριμένως· ὅπου δὲ ἡ διάκρισις, ἐκεῖ καὶ ὁ ἀριθμός, ὡς εἴρηται πολλάκις. Διὸ καὶ τὰ γένη πάντα τῶν θεῶν ἐντεῦθεν ἀπογεννᾶται διαιρούμενα· τὰ μὲν πατρικὰ καὶ γεννητικὰ παρὰ τοῖς νοητοῖς καὶ νοεροῖς, τὰ δὲ δημιουργικὰ καὶ ζωογόνα παρὰ τοῖς νοεροῖς, καὶ τὰ μὲν συνδετικὰ διʼ ὁμοιότητος … παρὰ τοῖς ὑπερκοσμίοις, τὰ δὲ ἐξῃρημένα καὶ τὰ διῃρημένα παρὰ τοῖς ἀπολύτοις, τὰ δὲ ὑπουράνια καὶ τὰ ὑποσέληνα παρὰ τοῖς ἐγκοσμίοις. Ὡς δὲ συλλήβδην εἰπεῖν, αἱ συστοιχίαι πᾶσαι τῶν ὄντων ἀπὸ ταύτης διακρίνονται τῆς τάξεως. λʹ

Τίνας μὲν οὖν ἰδιότητας ἔχει καὶ τίνων αἴτιός ἐστι τοῖς θεοῖς ὁ νοητὸς καὶ νοερὸς ἀριθμός, φανερὸν ἐκ τούτων· ὅτι δὲ καὶ θηλυπρεπής ἐστι πρῶτος, μετὰ ταῦτα λέγωμεν. Ἐν γὰρ τούτῳ πρῶτον ἡ ἑτερότης ἀνέλαμψεν, διακρίνουσα τὸ ἓν ἀπὸ τοῦ ὄντος καὶ τὸ ἓν εἰς πολλὰς ἑνάδας καὶ τὸ ὂν εἰς ὄντα πολλὰ κατακερματίζουσα. Τίς οὖν οὖσα τούτων ἐστὶν αἰτία τοῖς θεοῖς ἡ ἑτερότης;

Εἰ μὲν δὴ γένος αὐτὴν τοῦ ὄντος καλοῖμεν, πρῶτον μὲν πῶς πρὸ τοῦ ὄντος ἐστί; Διακρίνουσα γὰρ τὸ ὂν καὶ τὸ ἓν μεταξὺ τέτακται ἀμφοῖν· μέση δὲ ὑπάρχουσα τὸ μὲν ἓν εἰς ἀπογεννήσεις προκαλεῖται, τὸ δὲ ὂν πληροῖ γεννητικῆς αἰτίας. Εἰ τοίνυν πρὸ τοῦ ὄντος ἐστί, πῶς ἂν εἴη τοῦ ὄντος ἕν τι γένος; Δεύτερον δὲ ἐπὶ τούτῳ τὸ μὲν ἕτερον, τὸ γένος τοῦ ὄντος, οὐσιῶδές ἐστι πανταχῇ καὶ τοῖς ὑπερουσίοις οὐδαμῶς ἐνυπάρχει· ἡ δὲ ἑτερότης αὕτη ταῖς ἑνάσιν αὐταῖς ὑπάρχει πρώτως, ὃ καὶ διακρίνει καὶ ἀπεργάζεται πολλὰς ἑνάδας ἀπὸ τῆς μιᾶς. Πῶς οὖν ἡ ὑπερούσιος ἑτερότης εἰς ταὐτὸν ἥξει ποτὲ τῇ τῶν οὐσιῶν συμπληρωτικῇ; Τὸ τρίτον τοίνυν ἐκεῖνο μὲν τὸ ἕτερον ἐν τοῖς νοεροῖς ἀναφαίνεται κατὰ τὴν δημιουργικὴν τάξιν, αὕτη δὲ ἡ φύσις ἀκρότης ἐστὶ νοητὴ τῶν νοερῶν· καὶ ἐκείνη μὲν ὁμοῦ τῇ ταὐτότητι συνυφέστηκεν, αὕτη δὲ καθʼ ἑαυτὴν ἐν τοῖς νοητοῖς τῶν νοερῶν ἔχει τὴν ὑπόστασιν. Πρὸς τούτοις δὴ οὖν καὶ ἐν τοῖς ἑξῆς ὁ Πλάτων ἑτερότητος μνησθήσεται προελθών, καὶ μετὰ τῆς ταὐτότητος αὐτὴν ἀπογεννήσει. Πῶς οὖν τὸ αὐτὸ συμπέρασμα δὶς ἀπεργάζεται, καίτοι μηδενὶ τῶν ἄλλων τὴν τοιαύτην παλιλλογίαν ἀποδιδούς; Οὐδὲ γὰρ τὸ ὅλον, ὃ δὴ δοκεῖ δὶς παραλαμβάνειν, ταὐτόν ἐστι τῷ νοητῷ τὸ νοερόν, ἀλλὰ διέστηκεν καὶ ταῦτα ἀπʼ ἀλλήλων, ὡς εἴρηται. Καὶ πῶς γὰρ ἂν τὰς διαφόρους τῶν θείων ἡμῖν ἐκφαίνοι προόδους, εἰ τὰ αὐτὰ συνάγει συμπεράσματα;

Κατὰ δὴ ταύτας ἁπάσας τὰς ἐπιβολὰς τὴν ἑτερότητα τὴν τῶν ἀριθμῶν γεννητικὴν διαστέλλομεν τοῦ γένους τῶν ὄντων. Εἰ δὲ δὴ μή ἐστιν ἡ θατέρου φύσις ἡ ἑτερότης αὕτη, δύναμις δὲ γεννητικὴ τῶν ὄντων, συναγωγὸς ἔσται τοῦ τε ὄντος καὶ τοῦ ἑνός. Πανταχοῦ γὰρ ἡ δύναμις τοιαύτην ἔλαχεν ὕπαρξιν· διὰ γὰρ τὴν δύναμιν καὶ τὸ ἓν τοῦ ὄντος μετέχει καὶ τὸ ὂν τοῦ ἑνός. Οὐ διαιρέσεως οὖν, ἀλλὰ κοινωνίας καὶ ἀδιακρίτου συναφῆς ἡ δύναμις ἦν αἰτία καὶ σχέσις τοῦ τε ἑνὸς πρὸς τὸ ὂν καὶ τοῦ ὄντος πρὸς τὸ ἕν. Ἀνάγκη τοίνυν μήτε κατὰ τὴν δύναμιν αὐτὴν τετάχθαι τὴν νοητὴν μήτε κατὰ τὴν ἑτερότητα τῶν ὄντων τὴν νοεράν, μέσην δὲ οὖσαν ἀμφοῖν ἀνάλογον μὲν ὑφεστάναι τῇ νοητῇ δυνάμει, γεννᾶν δὲ ἐν ἐσχάτοις τῶν νοερῶν καὶ τὴν θατέρου μοῖραν—τίνα δὴ οὖσαν αὐτὴν ἄλλην ἢ τὸ θῆλυ τὸ τῶν θεῶν; Διὸ καὶ μιμεῖται τὴν νοητὴν δύναμιν καὶ γόνιμός ἐστι τῶν πολλῶν ἑνάδων καὶ τῶν πολλῶν ὄντων. Καὶ πῶς γὰρ ἂν ἄλλως διέκρινε τὸν ἀριθμὸν ἀφʼ ἑαυτοῦ καὶ τὰ εἴδη τοῦ ἀριθμοῦ καὶ τὰς δυνάμεις, εἰ μὴ θηλυπρεπὴς ἦν αἰτία τῶν θείων προόδων;

Πατρικῶς μὲν οὖν ἐστι τὸ πλῆθος ἐν τοῖς νοητοῖς, μητρικῶς δὲ ἐν τοῖς νοεροῖς, διόπερ ἐκεῖ μὲν μοναδικῶς, ἐνταῦθα δὲ κατʼ ἀριθμόν. Εἰκότως ἄρα κἀν τοῖς δευτέροις γένεσι τῶν θεῶν ἡ μὲν ἕνωσις ἀπὸ τῶν ἀρρένων ἐφήκει θεῶν, ἡ δὲ διάκρισις ἀπὸ τῶν θήλεων, καὶ τὸ μὲν πέρας ἀπὸ τῶν ἀρρένων, ἡ δὲ ἀπειρία παρὰ τῶν θήλεων ἦλθεν. Ἀνάλογον γὰρ τῷ μὲν πέρατι τὸ ἄρρεν, τῷ δὲ ἀπείρῳ τὸ θῆλυ· διαφέρει δὲ τὸ θῆλυ τῆς ἀπείρου δυνάμεως καθʼ ὅσον ἡ μὲν δύναμις ἥνωται τῷ πατρὶ καὶ ἐν αὐτῷ ἐστι, τὸ δὲ θῆλυ διῄρηται τῆς πατρικῆς αἰτίας. Ἐπεὶ καὶ δυνάμεις οὐ μόνον ἐν τοῖς θήλεσίν εἰσιν, ἀλλὰ καὶ πρὸ αὐτῶν, ὥσπερ αἱ νοηταὶ δυνάμεις καὶ ἐν τοῖς ἄρρεσιν, ὥσπερ ὁ Τίμαιος λέγει τοῦ δημιουργοῦ τὴν δύναμιν αἰτίαν εἶναι τῆς τῶν ἀϊδίων γενέσεως· Μιμούμενοι γὰρ ὑμεῖς τὴν ἐμὴν δύναμιν, ζῷα ἀπεργάζεσθε καὶ γεννᾶτε. Καὶ πρὸ τοῦ ἄρρενος οὖν καὶ τοῦ θήλεος ἡ δύναμις καὶ ἐν ἀμφοῖν καὶ μετʼ ἀμφότερα. Διὰ πάντων γὰρ διήκει τῶν ὄντων καὶ πᾶν τὸ ὂν δυνάμεως μετέχει, καθάπερ φησὶν ὁ Ἐλεάτης ξένος. Πανταχοῦ μὲν γὰρ ἡ δύναμις, ἀλλὰ μᾶλλον τὸ θῆλυ μετέχει τῆς κατʼ αὐτὴν ἰδιότητος καὶ τὸ ἄρρεν τῆς κατὰ τὸ πέρας ἑνώσεως.

λαʹ

Ὅτι μὲν οὖν ὁ πρώτιστος ἀριθμός, ἀπὸ τῶν νοητῶν ἐκφανείς, θηλυπρεπής ἐστι, διὰ τούτων καταφανές. Λείπεται δὴ καὶ περὶ τῆς τριαδικῆς αὐτοῦ διαιρέσεως εἰπεῖν ἑπομένως τῷ Παρμενίδῃ.

Τρία τοίνυν ἐξ ἀρχῆς ταῦτα πέφηνεν ἡμῖν κατὰ τὴν τοῦ ἑνὸς διάκρισιν ἀπὸ τοῦ ὄντος, τὸ ἕν, ἡ ἑτερότης, τὸ ὄν· καὶ τρεῖς αὗται μονάδες, τῆς ἑτερότητος οὔτε τῷ ἑνὶ τῆς αὐτῆς οὔσης οὔτε τῷ ὄντι. Ταῦτα μὲν γὰρ κἀν τοῖς νοητοῖς ἦν, ἡ δὲ ἑτερότης ἐνταῦθα πρῶτον. Ἀλλʼ ἐπειδήπερ ἄνω μὲν ἡ δύναμις συναγωγὸς ἦν, ἐνταῦθα δὲ διακριτικὴ τῶν ἄκρων, οὐ μόνον μονάδες εἰσὶ τρεῖς, ἀλλὰ καὶ δυάδες τρεῖς, τὸ ἓν μετὰ τῆς ἑτερότητος, καὶ ἡ ἑτερότης μετὰ τοῦ ὄντος, καὶ τὸ ἓν μετὰ τοῦ ὄντος· αἰτία γὰρ καὶ τῆς τοιαύτης διακρίσεως ἡ ἑτερότης, τὴν ἕνωσιν ἀκραιφνῆ τοῦ ἑνὸς ὄντος οὐ φυλάττουσα. Μονάδες οὖν τρεῖς καὶ δυάδες τρεῖς, ἀλλὰ καὶ τριάδες τρεῖς αἱ αὐταὶ γένοιντο ἄν, ὁτὲ μὲν ἡμῶν ἀπὸ τοῦ ἑνὸς ἀρχομένων, ὁτὲ δὲ ἀπὸ τοῦ ὄντος, ὁτὲ δὲ ἀπὸ τῆς ἑτερότητος. Μοναδικῶς ἄρα καὶ δυαδικῶς καὶ τριαδικῶς ὑφέστηκεν ἡ τριὰς αὕτη· τοῦτο δὲ αὐτὸ τῷ τὴν ἑτερότητα καὶ τὸ πρώτιστον θῆλυ γεννῆσαι μονάδας ἐν αὑτῷ καὶ δυάδας καὶ τριάδας. Ἡ μὲν γὰρ διῃρημένη λῆψις διαφόρους ἡμῖν ἀπογεννᾷ μονάδας, ἡ δὲ συμπεπλεγμένη δυάδας καὶ τριάδας, τὰς μὲν τῷ ἑνί, τὰς δὲ τῇ ἑτερότητι, τὰς δὲ τῷ ὄντι κεκρατημένας.

Καὶ μέχρι τούτων ἡ πρωτίστη θεότης ἐκπέφανται, γόνιμος οὖσα τῶν πρωτίστων ἀριθμῶν, κατὰ μὲν τὸ ἓν τῶν ἑνιαίων, κατὰ δὲ τὴν ἑτερότητα τῶν γεννητικῶν, κατὰ δὲ τὸ ὂν τῶν οὐσιωδῶν. Ἐπειδὴ δὲ ἀπὸ ταύτης νοητῆς οὔσης ἡ μετʼ αὐτήν, ἀνάγκη δήπου καὶ τὴν μονάδα δύναμιν ἔχειν γόνιμον καὶ τὴν δυάδα καὶ τὴν τριάδα. Ταύτας μὲν οὖν τὰς δυνάμεις ὁ Παρμενίδης ἀποκαλεῖ τὸ ἅπαξ, τὸ δίς, τὸ τρίς. Ἕκαστον γὰρ τούτων δύναμίς ἐστι τῶν προειρημένων αἰτία, τῶν ὑφισταμένων ἢ διακεκριμένως ποιούντων ἢ κατὰ συμπλοκήν· ἐκεῖ γὰρ αὐτῶν αἱ μὲν ἴδιαι πάντως, αἱ δὲ κοιναὶ τῶν δευτέρων ἀπογεννήσεις. Τὰ δʼ οὖν ἐκ τούτων ἐστὶ προϊόντα τὸ περισσάκις περισσόν, τὸ ἀρτιάκις ἄρτιον, τὸ ἀρτιοπέρισσον. Ὧν τὸ μὲν περισσάκις περισσόν, ὡς καὶ πρότερον ἐλέγομεν, συναγωγόν ἐστιν εἰς ἕνωσιν τῶν θείων προόδων, τὸ δὲ ἀρτιάκις ἄρτιον γεννητικὸν τῶν ὅλων, καὶ μέχρι τῶν ἐσχάτων προϊόν, τὸ δὲ ἀρτιοπέρισσον μικτόν, ἀπʼ ἀμφοῖν ἔχον τὴν ὑπόστασιν. Διὸ δὴ καὶ τὸ μὲν πέρατι, τὸ δὲ τῇ δυνάμει, τὸ δὲ τῷ ὄντι θήσομεν ἀνάλογον. Καὶ ὁρᾷς ὅπως ἐν μὲν τῇ πρώτῃ τάξει πάντα ἀρχικῶς ἦν, μονάς, δυάς, τριάς, ἐν δὲ ταύτῃ δευτέρως πάντα καὶ ὑφειμένως· καὶ ἄλλως μὲν ἐκεῖ τὸ μικτὸν ἡ τριάς, ἄλλως δὲ ἐνταῦθα τὸ ἀρτιοπέρισσον. Ἐκεῖ μὲν γὰρ τὰ ἄκρα περισσά, διότι νοητῶς ἦν, ἐνταῦθα δὲ πλέον τὸ ἄρτιον, καὶ ἡ νοητὴ μόνον ἀκρότης περισσή, τῇ γὰρ δυνάμει τὸ μέσον τῆς τριάδος ἀνάλογον· καὶ ἐκεῖ μὲν ἡ μονὰς ἡ πάντα ἔχουσα τὰ εἴδη τῶν περισσῶν κατʼ αἰτίαν καὶ ἡ δυὰς ἡ πάντα οὖσα τὰ εἴδη τῶν ἀρτίων κρυφίως καὶ ἡ τριὰς ἀριθμὸς οὖσα πρώτως, ἐνταῦθα δὲ καὶ τὸ περισσὸν σύνθετον ἤδη καὶ τὸ ἄρτιον διχῶς, οὗ μὲν ἀμίκτως, οὗ δὲ μεμιγμένως. Πάντʼ οὖν ἐνταῦθα γονίμως, ἐκεῖ δὲ πατρικῶς καὶ νοητῶς. Ἐκείνη δὲ ἡ μονὰς οὐδὲ πρόεισιν ἀπὸ τῶν νοητῶν, ἀλλʼ ἐν αὐτοῖς ἀνεκφοίτητός ἐστι.

Μετὰ ταύτας τοίνυν καὶ ἀπὸ τούτων κατὰ τρίτην πρόοδον τὸν ὅλον θεωρήσωμεν ἀριθμὸν ὑφιστάμενον. Τούτων γάρ φησι προϋπαρχόντων οὐδεὶς ἂν ἀριθμὸς ἀπολείποιτο. Πᾶς οὖν ἀπογεννᾶται διὰ τούτων ἐν τῇ τρίτῃ μονάδι, καὶ τὸ ἓν πολλὰ καὶ τὸ ὂν γίγνεται, τῆς ἑτερότητος διακρινούσης ἑκάτερον. Καὶ πᾶν μὲν τοῦ ὄντος μόριον μετέχει τοῦ ἑνός, πᾶσα δὲ ἑνὰς ἐποχεῖται μοίρᾳ τινὶ τοῦ ὄντος· πληθύεται δὲ ἑκάτερον καὶ διακρίνεται νοερῶς καὶ κατακερματίζεται καὶ ἐπʼ ἄπειρον πρόεισιν. Ὥσπερ οὖν ἐπὶ τῶν νοητῶν τῇ τρίτῃ τριάδι τὸ ἄπειρον πλῆθος ἀπεδίδομεν, οὕτω κἀπὶ ταύτης τῆς τριάδος τὸν ἄπειρον ἀριθμὸν τῷ τρίτῳ τῆς τριάδος ἀπονεμοῦμεν. Καὶ γὰρ ὅλως πανταχοῦ τὸ ἄπειρον ἔσχατόν ἐστιν ὡς παντελῶς προϊὸν καὶ πάντα μὲν τὰ δεύτερα περιλαμβάνον, αὐτὸ δὲ ὑπʼ οὐδενὸς μετεχόμενον. Ἦσαν μὲν οὖν καὶ ἐν τῇ πρώτῃ μονάδι δυνάμεις, ἀλλὰ νοητῶς, καὶ ἐν τῇ δευτέρᾳ πρόοδοι καὶ ἀπογεννήσεις, ἀλλὰ νοητῶς καὶ νοερῶς· ἐν δὲ τῇ τρίτῃ πανδύναμος ὁ ἀριθμός, ὅλον ἑαυτὸν ἐκφήνας, ὃ δὴ καὶ ὁ Παρμενίδης ἄπειρον προσείρηκεν. Καὶ μάλιστα δῆλον ὡς οὐ χρὴ τὴν ἀπειρίαν ταύτην ἐπὶ τὸ ποσὸν μεταφέρειν· πῶς γὰρ ἄπειρος ἀριθμός, αὐτῆς τῆς ἀπειρίας πρὸς τὴν τοῦ ἀριθμοῦ φύσιν διαμαχομένης; Πῶς δὲ ἴσαι τοῖς τοῦ ὄντος κέρμασιν αἱ μοῖραι τοῦ ἑνός; Ἐν γὰρ τοῖς ἀπείροις τὸ ἴσον οὐκ ἔστιν.

Ἀλλὰ τοῦτο μὲν καὶ τοῖς πρὸ ἡμῶν φροντίδος ἠξίωται. Δεδειγμένης δὲ ἡμῖν καὶ τῆς εἰς τρία διαιρέσεως, συνελόντες εἴπωμεν ὅτι τὸ ἓν πολλὰ κατὰ ταύτην ἀνεφάνη τὴν τάξιν, καὶ αὐτοῦ τοῦ ἑνὸς εἰς πλήθη προϊόντος ἑνάδων καὶ τοῦ ὄντος ὁμοίως τῷ ἑνὶ συναπογεννωμένου. Νοηταὶ γάρ εἰσι περιοχαὶ τῶν θείων διακόσμων πάντων αἱ τρεῖς αὗται μονάδες, καὶ πάσαις ταῖς ἀπὸ τῶν νοητῶν προόδοις ἐφεστήκασιν, ὁμοῦ καὶ παράγουσαι πάσας ἐξῃρημένως καὶ συνάγουσαι πρὸς τὰς νοητὰς αἰτίας. λβʹ

Ἐπεὶ δὲ ὁ Πλωτῖνος τὸν ἀριθμὸν πρὸ τοῦ αὐτοζῴου τίθεται καὶ φησὶ τὸ ὂν τὸ πρώτιστον παράγειν ἀφʼ ἑαυτοῦ τὸν ἀριθμὸν καὶ μέσον τοῦτον ἱδρῦσθαι τοῦ τε ἑνὸς ὄντος … , βάσιν δὲ ὄντα καὶ τόπον τῶν ὄντων, ἄξιον καὶ περὶ τούτου συντόμως εἰπεῖν.

Εἰ μὲν γὰρ νοητὸν καὶ κρύφιον καὶ ὡς ἐν μονάδι περιεχόμενον λέγοι τὸ αὐτοζῷον ἔχειν τὸν ἀριθμόν, ὀρθῶς ἂν λέγοι καὶ τῷ Πλάτωνι συμφώνως. Εἰ δὲ τὸν διακεκριμένον ἤδη πολυειδῶς καὶ τῆς ἑτερότητος ἔκγονον, οὐκ ἔστι τοιοῦτον τὸ νοητὸν πλῆθος. Ἐκεῖ μὲν γὰρ τὸ ἓν καὶ ὄν ἐστι καὶ τὸ ὂν ἕν, διὸ κατὰ πάντα τέλειον ὑπάρχει τὸ αὐτοζῷον· ἐν δὲ τῷ ἀριθμῷ τὸ ἓν διακέκριται τοῦ ὄντος καὶ τὸ ὂν τοῦ ἑνός, καὶ οὐκέτι τῶν μερῶν ἕκαστον ὅλον ἐστὶ νοητόν, ὥσπερ ἐν τῷ αὐτοζῴῳ, ὅλον γὰρ ἦν ἐξ ὅλων ἐκεῖνο καὶ πανταχοῦ τὸ ἓν ἦν μετὰ τοῦ ὄντος ἐν τοῖς μέρεσιν. Καὶ τὸ μὲν αὐτοζῷον μονογενὲς ἦν, ὁ δὲ ἀριθμὸς προῆλθε κατὰ τὰς διττὰς συστοιχίας, μονάδα λέγω καὶ δυάδα, περιττὸν καὶ ἄρτιον. Πῶς οὖν ἐν τῷ αὐτοζῴῳ θησόμεθα τὸν πρῶτον ἀριθμόν; Ἀλλὰ καὶ εἴ τις ἐκεῖ τινά φησιν ἀριθμὸν ὑπάρχειν, κατʼ αἰτίαν ἐστὶ καὶ νοητῶς ὁ ἀριθμός, ὑπὸ δὲ τῆς ἑτερότητος διεκρίθη νοερῶς. Καὶ ἔτι πρὸς τούτοις, εἰ μὲν τὸ αὐτοζῷον ἐν τῇ δημιουργικῇ τάξει θεωροίη, αὐτοζῷον τὸ πλήρωμα τῶν εἰδῶν καὶ τὸ νοητὸν τοῦ δημιουργικοῦ νοῦ προσονομάζων, οὕτως ἂν ἔχοι ἀριθμὸν τοῦτο νοερόν, ἅτε δὴ πρὸς τῷ πέρατι τῷ νοερῷ τεταγμένον· εἰ δὲ τὸ νοητὸν ζῷον ἀριθμὸν λέγοι, διάκρισις ἐν τοῖς νοητοῖς θεοῖς ἔσται καὶ ἑτερότης, οὓς δὴ κατʼ ἄκραν ἕνωσιν ἐλέγομεν τῶν ὅλων ὑπεριδρῦσθαι. Πᾶσα γὰρ τομὴ καὶ διαίρεσις ἀπὸ τῶν νοερῶν ἄρχεται θεῶν, ἐπεὶ καὶ ἡ ἑτερότης ἐνταῦθα προῆλθεν, συνδιακοσμοῦσα τῷ ἑνὶ καὶ τῷ ὄντι τὰ πράγματα.

Ποῦ τοίνυν ὁ κατακερματισμὸς τῶν ἑνάδων ἢ τὸ πολυειδὲς τῶν ὄντων προσήκει τοῖς νοητοῖς; Ποῦ δὲ τῷ αὐτοζῴῳ τῷ πρωτίστῳ τὸ πᾶν τῶν εἰδῶν πλῆθος διαφέρει; Τετρὰς γὰρ ἦν ἐκεῖ μονάδι καὶ τριάδι διαιρουμένη, πρεπούσης τῇ τρίτῃ τάξει τῶν νοητῶν εἰδῶν τῆς τοιαύτης διαιρέσεως. Ὡς γὰρ τὸ ἓν ὂν μονάς, ὁ δὲ αἰὼν μονὰς καὶ δυάς — συμπλέκεται γὰρ τὸ ἀεὶ τῷ εἶναι —, οὕτως τὸ αὐτοζῷον μονὰς καὶ τριάς· ἐπειδὴ δὲ τὴν αἰτίαν ἐν ἑαυτῷ περιέχει τοῦ σύμπαντος ἀριθμοῦ, τετράδα προσείρηκεν αὐτὸ τεττάρων τῶν πρωτουργῶν αἰτίων περιληπτικὴν ὁ Τίμαιος. Πάσης γὰρ εἰδοποιίας ἡ τετρὰς αὕτη πηγὴ προϋφέστηκεν. Ἀλλʼ ἐν τοῖς νοητοῖς ἑνιαίως καὶ ἡ μονὰς καὶ ἡ δυὰς καὶ ἡ τριάς, ἐν δὲ τοῖς νοεροῖς διῃρημένως. Ἡ γοῦν ἑτερότης ἡμῖν ἀπεγέννησεν πάντα ταῦτα διακεκριμένως, ἐπεὶ καὶ ἀνάγκη. Πανταχοῦ γὰρ τὰ πρώτιστα τῶν ὑφισταμένων … τὴν ἰδίαν ἔχει μορφήν· οὐκοῦν τὰ πρώτιστα πλήθη πρόεισι μὲν ἐκ τοῦ ἑνός, ἑνιαῖα δέ ἐστι καὶ ἀδιάκριτα καὶ ἀνάριθμα, μιμούμενα τὴν μίαν τῶν ὅλων ἀρχήν. Εἰκότως ἄρα καὶ ὁ Παρμενίδης τὸ μὲν πλῆθος ἐν τοῖς νοητοῖς ὑπέστησεν κατὰ τὸ πέρας, τὸν δὲ ἀριθμὸν ἐν τοῖς νοεροῖς κατὰ τὴν ἀρχήν· καὶ συνήνωσεν ταῦτα ἀλλήλοις καὶ τὸ ἑνιαῖον πλῆθος καὶ νοητὸν ὡς αἴτιον τῶν νοερῶν ἀριθμῶν προεστήσατο. Καὶ ὁ Τίμαιος τὸ αὐτοζῷον μονογενὲς ἀπέφηνεν, ὅτι δὴ μοναδικῶς αἴτιον ἦν τῶν ὅλων, ἀλλʼ οὐ δυαδικῶς οὐδὲ κατὰ τὴν ἑτερότητα τὴν θείαν.

λγʹ

Ἀλλʼ ὅτι μὲν ὁ ἀριθμὸς τὸ πρώτιστόν ἐστιν ἐν τοῖς νοεροῖς, ὑπέμνησται διὰ πλειόνων. Ἀρχόμενος δὲ ὁ Παρμενίδης τῶν περὶ αὐτοῦ λόγων ἐντεῦθεν, Ἴθι δὴ καὶ τῇδε ἔτι. — Πῇ; — Οὐσίας φαμὲν μετέχειν τὸ ἕν, διό ἐστιν ὄν; — Ναί. — Καὶ διὰ ταῦτα δὴ τὸ ἓν ὂν πολλὰ ἐφάνη, συμπληροῖ μὲν τὸν περὶ τῆς πρώτης μονάδος λόγον ὡδί, Τρία δὲ οὐ περιττὰ καὶ δύο ἄρτια; — Πῶς δʼ οὔ; τὸν δὲ περὶ τῆς δευτέρας, Ἄρτιά τε ἄρα ἀρτιάκις ἂν εἴη καὶ περιττὰ περιττάκις καὶ ἄρτια περιττάκις καὶ περιττὰ ἀρτιάκις, τὸν δὲ περὶ τῆς τρίτης καὶ τῆς συμπάσης ἐφεξῆς τριάδος ἐν τούτοις, Οὐ μόνον ἄρα τὸ ὂν ἓν πολλά ἐστιν, ἀλλὰ καὶ αὐτὸ τὸ ἓν ὑπὸ τοῦ ὄντος διανενεμημένον πολλὰ ἀνάγκη εἶναι. — Παντάπασι μὲν οὖν.

Ἡ τοίνυν πρωτίστη τριὰς τῶν νοητῶν καὶ νοερῶν θεῶν διὰ τούτων ἡμῖν ὑπὸ τοῦ Πλάτωνος ἐκπέφανται, κατὰ μὲν τὴν πρωτίστην μονάδα τὰς πρώτας ἔχουσα τῶν ἀριθμῶν δυνάμεις, τὸ περιττὸν λέγω καὶ τὸ ἄρτιον, καὶ διὰ τούτων συμπληρουμένη τῶν ἀρχῶν, αἳ καὶ ἐν τοῖς νοητοῖς ἦσαν κρυφίως, μονάς, δυάς, τριάς, κατὰ δὲ τὴν δευτέραν τὰς δευτέρας ἀπὸ τούτων ὑφισταμένας — ἡ γὰρ τῶν εἰδῶν τοῦ ἀρτίου τομὴ δευτέραν ἔλαχε τάξιν καὶ τὸ περιττάκις περισσὸν ὑφειμένον ἐστὶ τῶν πρώτων περισσῶν —, κατὰ δὲ τὴν τρίτην τὰς μερικωτέρας αἰτίας τῶν θείων ἀριθμῶν, διὸ καὶ ὁ κατακερματισμὸς ἐνταῦθα καὶ ἡ ἀπειρία καὶ ἡ παντελὴς διαίρεσις καὶ ὁ ἑνιαῖος ἀριθμὸς καὶ ὁ οὐσιώδης, τὸ μὲν ἑνιαῖον καὶ οὐσιῶδες ἀπὸ τῆς ἑνάδος καὶ τοῦ ὄντος λαβόντες, τὴν δὲ τοῦ ἀριθμοῦ διάκρισιν ἀπὸ τῆς ἑτερότητος. Πανταχοῦ μὲν γὰρ ἡ ἑτερότης ἐν ταῖς τρισὶ μονάσιν, διαφερόντως δὲ αὖ κατὰ τὴν τρίτην ἐκφαίνει τὰ πλήθη τῶν ἀριθμῶν καὶ θεοὺς ἀπογεννᾷ μερικωτέρους καὶ τὸ ὂν συνδιαιρεῖ τοῖς θεοῖς. Οὔτε γὰρ θεός ἐστιν ἐν τούτοις ἀμέθεκτος, διότι οὐδὲ ἑνὰς τοῦ ὄντος χωρίς, οὔτε οὐσία θεότητος ἄμοιρος, διόπερ οὐδὲ τὸ ὄν ἐστιν ἑνὸς ἀπηρημωμένον.

Ἐπειδὴ δὲ πάντα μέν ἐστιν ἐν ἑκάστῃ τῶν μονάδων, ἀλλὰ ἑνιαίως μὲν ἐν τῇ πρωτίστῃ καὶ νοητῶς, γεννητικῶς δὲ ἐν τῇ δευτέρᾳ καὶ κατὰ τὴν ἰδιότητα τῆς ἑτερότητος, νοερῶς δὲ ἐν τῇ τρίτῃ καὶ κατὰ τὸ ὄν, εἰκότως δήπου τὴν μὲν πρώτην ἡμῖν ἐκφαίνων ἀπὸ τῆς μονάδος ἤρχετο καὶ προῄει μέχρι τριάδος, τὴν δὲ δευτέραν ἀναδιδάσκων ἀπὸ τῶν ἀρτιάκις ἀρτίων ἤρχετο καὶ προῄει μέχρι τῶν ἀρτιοπερίσσων, ἃ ἦν ἀμφότερα τῆς τοῦ ἀρτίου φύσεως, τὴν δὲ τρίτην προστιθεὶς ἀπό τε τοῦ ὄντος ἤρχετο καὶ διὰ τῆς ἑτερότητος ἀνέτρεχεν ἐπὶ τὸ ἕν. Δείξας γὰρ ἀριθμοῦ μετέχον τὸ ὄν, ἐπὶ τὸν ἑνιαῖον ἐντεῦθεν ἡμᾶς περιήγαγεν ἀριθμόν, τῷ κατʼ ἐπιστροφὴν ἐπὶ τῆς μονάδος ταύτης τρόπῳ τῆς νοήσεως χρώμενος.

λδʹ

Εἰ δὲ δεῖ καὶ τὴν ἄγνωστον ἰδιότητα τῶν θείων ἀριθμῶν κατιδεῖν, καὶ ὅπως ἡ πρωτίστη τῶν νοητῶν καὶ νοερῶν τάξις καὶ κατὰ ταύτην ἀριθμὸς ἂν εἴη πάντων ἀριθμῶν πρεσβύτατος, πρῶτον μὲν τὴν ἀπειρίαν τὴν ὑπὸ τοῦ Παρμενίδου λεγομένην ἐννοήσωμεν, μήποτε καὶ διὰ τοῦτο τὸν ἀριθμὸν καὶ τὸ νοητὸν πλῆθος ἄπειρά φησιν ὑπάρχειν, ὡς ἄγνωστα καὶ ἄληπτα ταῖς μερικαῖς ἐπιβολαῖς. Τὸ γὰρ παντελὲς καὶ τὸ πανδύναμον αὐτῶν ἐξῄρηται τῆς τῶν μεριστῶν καταλήψεως· ἄγνωστα οὖν ἐστι, καὶ διὰ τοῦτο ἀνεξέλικτα καὶ ἀδιεξίτητα λέγεται. Ἐπεὶ κἀν τοῖς ἐσχάτοις ὁ ἀριθμὸς καὶ τὸ πλῆθος ἅμα τῷ γνωστῷ καὶ τὸ ἄγνωστον ἔχει, καὶ οὔτε παντὸς ἀριθμοῦ δυνάμεθα τὴν πρόοδον περιλαβεῖν … νικώμενοι πρὸς τῆς ἀπειρίας. Ταύτης τοίνυν τῆς κατὰ διέξοδον ἀγνώστου δυνάμεως ἐν τοῖς νοητοῖς ἀριθμοῖς καὶ πλήθεσι κατʼ αἰτίαν ἡ ἀγνωσία προείληπται· καὶ γὰρ οὐδʼ ἂν ἐν τοῖς ἐσχάτοις ἦν τι τοιοῦτον, εἰ μὴ προῆν ἐν ἐκείνοις τὸ ἄγνωστον καὶ ταῦτα ἐσχάτως ὑπῆρχεν τῆς ἐξῃρημένης ἐκείνων ἀγνωσίας μιμήματα.

Δεύτερον δὲ ἐπὶ τῷδε κἀκεῖνο προσθῶμεν, ὅτι καὶ οἱ ἑνιαῖοι τῶν ἀριθμῶν καθʼ ἑαυτούς εἰσιν ἄγνωστοι· καὶ γὰρ τῶν ὄντων εἰσὶ πρεσβύτεροι καὶ τῶν εἰδῶν ἑνικώτεροι καὶ γεννητικοὶ τῶν εἰδῶν προϋπάρχουσιν ἃ δὴ νοητὰ καλοῦμεν. Δηλοῦσι δὲ καὶ τῶν θεουργιῶν αἱ σεπτόταται, τοῖς ἀριθμοῖς ὡς ἀρρήτως δρᾶν δυναμένοις χρώμεναι καὶ διὰ τούτων τὰ μέγιστα καὶ ἀπορρητότατα τῶν ἔργων ἀπεργαζόμεναι· καὶ πρὸ τούτων ἡ φύσις, διὰ τῶν ἀριθμῶν ἀρρήτως κατὰ συμπάθειαν ἄλλοις ἄλλας δυνάμεις χορηγοῦσα, τοῖς μὲν Ἡλιακάς, τοῖς δὲ Σεληνιακάς, καὶ τὰς τούτων ποιήσεις συμφώνως παρεχομένη τοῖς ἀριθμοῖς. Ἐπεὶ κἀν τοῖσδε τοῖς μοναδικοῖς ἀριθμοῖς ἄλλα μὲν τὰ εἴδη τῶν ἀριθμῶν, οἷον ἡ τριάς, ἡ πεντάς, ἡ ἑπτάς, ἄλλαι δὲ αἱ τῶν εἰδῶν ἑνώσεις· καὶ γὰρ τούτων ἕκαστον τῶν εἰδῶν ἕν ἐστι καὶ πλῆθος. Κατʼ αὐτὴν τοίνυν τὴν ἕνωσιν ἄκραν ἄγνωστόν ἐστι τὸ εἶδος. Εἰ τοίνυν καὶ οὗτος ὁ ἀριθμὸς μετέχει τινὸς ἀγνώστου δυνάμεως, πολλῷ δήπου μᾶλλον ὁ πρώτιστος ἀριθμὸς ἔχει τὴν ἰδιότητα ταύτην ἑνιαίως τῶν ὅλων ἐξῃρημένην.

Καὶ μὴν καὶ τὸ ἀναγωγὸν τῶν ἀριθμῶν οὐ μόνον ὅτι τὰς περιόδους ἀφορίζουσι τῶν ψυχικῶν ἀποκαταστάσεων λάβοιμεν ἄν, περιγράφοντες τὴν ἀόριστον ἡμῶν φορὰν τοῖς οἰκείοις μέτροις καὶ τελειοῦντες κατὰ τὰ μέτρα ταῦτα καὶ συνάπτοντες ταῖς πρωτίσταις ἡμῶν αἰτίαις, ἀλλʼ ὅτι καὶ διαφερόντως ὁ ἀριθμὸς ἔχει τι πρὸς τὴν ἀλήθειαν ὁλκόν, ὥς φησιν ὁ ἐν τῇ Πολιτείᾳ Σωκράτης, ἀπάγων ἡμᾶς ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὴν νοητὴν φύσιν. Ὅτε τοίνυν τὴν ἰδιότητα ταύτην καὶ ὁ ἔσχατος ἔλαχεν ἀριθμός, τί χρὴ περὶ τοῦ πρωτίστου λέγειν; Οὐχ ὅτι τὸ νοητὸν φῶς ἐκφαίνει καὶ πείθει μάλιστα τοῖς νοητοῖς ἐνιδρύεσθαι καὶ διὰ τῆς ἑαυτοῦ τάξεως τὴν ἑνοειδῆ τῶν ἀρχῶν ἡμῖν ἀπαγγέλλει δύναμιν; Εἰ δὴ ταῦτα ὀρθῶς λέγομεν, θαυμασόμεθα μειζόνως καὶ τὸν Τίμαιον, ὃς τὸν χρόνον ἐπιστήσας ταῖς τῶν ψυχῶν τελειώσεσι καὶ τῷ κόσμῳ παντί, διʼ οὗ πρὸς τὸ αὐτοζῷον ὁμοιότερος ἔμελλεν ἔσεσθαι, κατʼ ἀριθμὸν αὐτὸν προϊέναι φησὶ καὶ τῷ ἀριθμῷ μετρεῖν τὸ εἶναι τῶν ὅλων ψυχῶν· καὶ ὥσπερ ἐν τοῖς νοεροῖς ὁ ἀριθμὸς ὑπερίδρυται τῆς οὐρανίας περιφορᾶς συνάγων αὐτὴν καὶ ἑνοποιῶν, οὕτω δὴ κἀν τούτοις τὸν χρόνον ἀριθμὸν ὄντα μετρεῖν τὰς οὐρανίας περιόδους καὶ τῆς τελειότητος τῶν περιόδων ἐν ἑαυτῷ περιέχειν τὰς πρωτίστας αἰτίας. Εἰ δὲ καὶ ὁ ἐν τῇ Πολιτείᾳ Σωκράτης ἐν τῷ λόγῳ τῶν Μουσῶν περὶ τῆς τοῦ παντὸς μιᾶς καὶ ὁλοτελοῦς περιόδου διαλεγόμενος, Ἣν ἀριθμός, φησί, περιλαμβάνει τέλειος, πῶς οὐχὶ καὶ διὰ τούτων τελεσιουργὸς τῶν ὅλων ὁ θεῖος ἀριθμὸς καὶ ἀποκαταστατικὸς ἀναφαίνεται καὶ μετρητικὸς τῶν περιόδων πάντων, καὶ τὸ συναγωγὸν τῶν ἀτελῶν εἰς τὸ τέλειον ἐκ τοῦ ἀριθμοῦ τοῖς πᾶσι παραγίγνεται, τὰς μὲν ψυχὰς ἀνάγοντος ἀπὸ τῶν φαινομένων ἐπὶ τὰ ἀφανῆ, τῷ δὲ παντὶ κόσμῳ τὴν τελειότητα τῆς κινήσεως ἐπιλάμποντος, πᾶσι δὲ ὁμοῦ τὰ μέτρα καὶ τὴν τάξιν τῶν περιόδων ἀφορίζοντος;

Εἰ δὲ μὴ μόνον ὁ τέλειος ἀριθμὸς τὴν τοῦ θείου γεννητοῦ περίοδον συνέχει, ἀλλὰ καὶ δεύτερος μετὰ τοῦτον ἄλλος κύριός ἐστιν ἀμεινόνων τε καὶ χειρόνων γενέσεων, ὥς φησιν ὁ αὐτὸς Σωκράτης, οὐκ ἀποκαταστατικὸς ἂν εἴη μόνον, ἀλλὰ καὶ γεννητικὸς ὁ ἀριθμός· καὶ δῆλον ὅτι διῃρημένως μέν ἐστι ταῦτα κατὰ τὰς δευτέρας καὶ τρίτας τῶν ἀριθμῶν προόδους, ὁμοῦ δὲ καὶ συνῃρημένως ἐν τῷ πρωτίστῳ τῶν ἀριθμῶν. Ἐκεῖνος τοίνυν γεννητικός τε καὶ μετρητικός ἐστι τῶν γεννωμένων καὶ τελεωτικός. λεʹ

Ἡ μὲν οὖν πρωτίστη τάξις τῶν νοητῶν καὶ νοερῶν οὕτως ὑπὸ τοῦ Παρμενίδου τεθεώρηται· μετὰ δὲ ταύτην ἡ τὸν μέσον κατέχουσα τόπον τῶν νοητῶν καὶ νοερῶν, ἣν μικρῷ πρότερον συνεκτικὴν ἀπεκαλοῦμεν, ἐκφαίνεται.

Καλεῖται δὲ αὕτη τριχῶς, ἓν πολλά, ὅλον μέρη, πεπερασμένον ἄπειρον. Ἐπεὶ γὰρ ἡ τῶν ἑνάδων καὶ τῶν ὄντων ἀπὸ τοῦ ἀριθμοῦ διάκρισις εἰς αὐτὴν καθήκει, τὸ μὲν ἓν καὶ τὸ ὄν, ἃ δὴ διαιρεῖν ἐλέγομεν τὴν ἑτερότητα, ὅλα γίγνεται, τὰ δὲ ἐκ τούτων προϊόντα, τούτων μέρη· καὶ συνέχει μὲν ἡ ὁλότης τὰ μέρη, συνέχεται δὲ ταῦτα παρὰ τῆς ἑαυτῶν ὁλότητος. … ἄλλως μὲν παρὰ τοῦ λϛʹἀκρότητι λέγω τῶν νοερῶν θεῶν, ἡ ἑνὰς αἰτία τοῦ πλήθους ἦν ἐξῃρημένη τοῦ πλήθους καὶ γεννητικὴ τῶν πολλῶν· ἐνταῦθα δὲ ἡ ἑνὰς συντέτακται τῷ πλήθει, διὸ καὶ ὅλον ἐστὶν ὡς πρὸς μέρη τὰς πολλὰς ἑνάδας.

Τριττῆς δὲ οὔσης τῆς συνεκτικῆς τάξεως, καὶ τῆς μὲν νοητῆς, τῆς δὲ νοητῆς καὶ νοερᾶς, τῆς δὲ νοερᾶς, ἡ μὲν πρώτη μονὰς κατὰ τὸ ἓν ὑπέστη καὶ τὰ πολλά, ἡ δὲ δευτέρα κατὰ τὸ ὅλον καὶ τὰ μέρη, ἡ δὲ τρίτη κατὰ τὸ πεπερασμένον καὶ τὸ ἄπειρον. Ὅπου γὰρ ἐτελεύτησεν ἡ πρώτη τριάς, ἐκεῖθεν ἔχει τὴν ἀρχὴν ἡ δευτέρα. Διὸ καὶ ἐν τῇ πρὸ ταύτης ὁ Παρμενίδης συνῆγεν ὅτι τὸ ἓν πολλά ἐστι καὶ ἐν ταύτῃ τὸ αὐτὸ συνάγει μετὰ τῶν λοιπῶν· ἀλλʼ ἐκεῖ τὸ ἓν ἀπείρων ἦν γεννητικόν, ἐνταῦθα δὲ τὸ ἓν πολλῶν καὶ τὸ ὅλον μερῶν καὶ τὸ πεπερασμένον ἀπείρων περιληπτικόν. Ὥστε ἐκεῖ μὲν ἐξῄρητο τῶν πολλῶν ἡ ἑνάς, ἐνταῦθα δὲ συντάττεται τῷ πλήθει. Διὸ καὶ ἡ πρώτη σύνταξις ἀπογεννᾷ τὸ ὅλον ὁμοῦ τοῖς μέρεσιν, ἡ δὲ τοῦ ὅλου καὶ τῶν μερῶν ὑπόστασις παράγει τὸ πεπερασμένον ἅμα καὶ ἄπειρον. Ἑξῆς γάρ ἐστιν ἀλλήλοις τὸ ἕν, τὸ ὅλον, τὸ πεπερασμένον, καὶ τὰ τούτοις οἷον ἀντίστοιχα, τὰ πολλά, τὰ μέρη, τὰ ἄπειρα. Καὶ ἔστι τὸ μὲν ἓν αὐτὸ ἡ ἀρχὴ τῶν λοιπῶν, τὸ δὲ ὅλον ἤδη σχέσιν ἔχει πρὸς τὰ μέρη καὶ δυάδος ἔμφασιν καὶ πρόεισιν εἰς τὴν πρὸς τὰ μέρη σύνταξιν, τὸ δὲ πεπερασμένον ἤδη πλῆθός ἐστι πέρατος καὶ ἑνὸς μετέχον, καὶ οἷον τριάς ἐστιν. Οὔτε γὰρ πέρας μόνον, ὡς ἡ μονάς, οὔτε ἄπειρον μόνον, ὡς ἡ δυάς, ἀλλὰ πέρατος μετέχον, ὃ πρώτως ἐστὶ τριάς. Πᾶν μὲν οὖν πεπερασμένον ὅλον ἐστίν, οὐ πᾶν δὲ ὅλον πεπέρασται· καὶ γὰρ τὸ ἄπειρον ὅλον, εἴτε πλῆθός ἐστιν, εἴτε μέγεθος. Καὶ πᾶν μὲν τὸ ὅλον ἕν ἐστιν, οὐ πᾶν δὲ ἓν ὅλον· τὸ γὰρ ἄσχετον πρὸς τὸ πλῆθος οὐχ ὅλον. Ἐπέκεινα ἄρα τὸ μὲν ἓν τοῦ ὅλου, τὸ δὲ ὅλον τοῦ πεπερασμένου. Τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ ἄπειρα μέρη τοῦ πεπερασμένου λέγεται — καθʼ ἑαυτὸ γὰρ οὐκ ἔστι τὸ ἄπειρον, ᾧ καὶ δῆλον ὡς οὐκ ἔστιν ἐν τῷ ποσῷ τὸ ἄπειρον, ἀλλʼ ἐν τῇ δυνάμει —, οὐ πάντα δὲ τὰ μέρη ἄπειρα, καὶ γὰρ κατὰ τὸ πέρας ἔνια χαρακτηρίζεται τῶν μερῶν. Καὶ αὖ τὰ μὲν μέρη πολλά ἐστι, τὰ δὲ πολλὰ οὐ πάντως μέρη. Τὰ τοίνυν πολλὰ πρὸ τῶν μερῶν, ταῦτα δὲ πρὸ τῶν ἀπείρων.

Ἀνάλογον ἄρα τῷ μὲν ἑνὶ τὰ πολλά, τῷ δὲ ὅλῳ τὰ μέρη, τῷ δὲ πεπερασμένῳ τὰ ἄπειρα· καὶ τρεῖς αὗται συνοχικαὶ μονάδες τὴν μέσην συμπληροῦσι τάξιν τῶν νοητῶν καὶ νοερῶν, ἡ μὲν ἑνὰς τῆς μονίμου συνοχῆς καὶ νοητῆς χορηγὸς οὖσα πᾶσι τοῖς δευτέροις διακόσμοις, ἡ δὲ ὁλότης τὰς προόδους συνέχουσα τῶν θείων καὶ μίαν σχέσιν ἀπεργαζομένη τῆς τῶν ὅλων διακοσμήσεως, ἡ δὲ πεπερασμένη μονὰς ταῖς ἐπιστροφαῖς τῶν δευτέρων εἰς τὰ πρὸ αὐτῶν ἐπιλάμπουσα τὴν συνοχήν. Καὶ ἡ μέν ἐστιν ἀνάλογον τῷ ἑνὶ ὄντι, διὸ καὶ νοητή ἐστιν … ἡ δὲ τῇ τρίτῃ τάξει, παρʼ ᾗ καὶ τὸ ἓν ἦν καὶ ἡ δυὰς ἡ τὸ ἄπειρον γεννῶσα πλῆθος. λϛʹ

Τοιαύτη τίς ἐστι καὶ ἡ συνεκτικὴ τριάς, ἣν ὁ Παρμενίδης ἡμῖν διὰ τούτων ἀνέφηνεν· Τὸ ἓν ἄρα ἕν τέ ἐστί που καὶ πολλά, καὶ ὅλον καὶ μόρια, καὶ πεπερασμένον καὶ ἄπειρον πλήθει. Μηδεὶς δὲ ταραττέσθω τοῦ Πλάτωνος ἄπειρον πλήθει λέγοντος τὸ ἓν ἢ τὸ ὄν· τὸ γὰρ ἓν καὶ ὂν προϊὸν καὶ διῃρημένον ἄπειρον τῷ πλήθει καλεῖ. Καὶ πᾶν μὲν γὰρ τὸ πλῆθος εἰς τὴν ἀπειρίαν ἀνάγεται τὴν νοητήν, τὸ δὲ διῃρημένον πλῆθος καὶ πάντῃ προεληλυθὸς ἄπειρόν ἐστι διαφερόντως.

Ἐπειδὴ τοίνυν ἐν τῇ τριάδι ταύτῃ πάντων εἰσὶν αἱ πρωτουργοὶ τῶν νοερῶν αἰτίαι καὶ πάντα ἐν τοῖς ταύτης ἔσπαρται κόλποις, ὁ μὲν πρώτιστος συνοχεὺς ὡς πλῆθος περιέχει τὰς αἰτίας ταύτας, ἑνὰς ὢν αὐτὸς νοητὴ καὶ οἷον ἄνθος τῆς τριάδος· ὁ δὲ δεύτερος περιέχει μὲν δευτέρως καὶ αὐτὸς τὰς αἰτίας, ἀλλὰ συντεταγμένος αὐταῖς καὶ συμπληθυόμενος· ὁ δὲ τρίτος μετὰ τῆς παντελοῦς διαιρέσεως συνέχει τὸ πλῆθος ἐν ἑαυτῷ περιλαβών. Καὶ ἕκαστος μὲν συνεκτικός ἐστιν, ἀλλʼ ὁ μὲν ὡς περατῶν, ὁ δὲ ὡς ὅλον ἀποτελῶν, ὁ δὲ ὡς ἑνίζων.

Ὁ μὲν οὖν Πλάτων ἐπὶ τοῦ ἑνὸς πεποίηται καὶ ποιήσεται προϊὼν τὰς ἀποδείξεις — περὶ τὸ ἓν γάρ ἐστιν ἡ σύμπασα θεωρία —, δῆλον δὲ ὅτι καὶ τὸ ὂν συνδιῄρηται τῷ ἑνί. Καθόλου γὰρ προείρηται τὸ πᾶσαν τὴν θεότητα τὴν ἐντεῦθεν προϊοῦσαν εἶναι μεθεκτὴν καὶ πᾶσαν μοῖραν τοῦ ὄντος μετέχειν θεότητος· καὶ δεῖ μὴ μόνον ἐπὶ τοῦ ἑνὸς ἱστάνειν τοὺς λόγους, ἀλλὰ καὶ τῷ ὄντι δευτέρως μεταδιδόναι τῆς αὐτῆς ἰδιότητος — εἰ καὶ ὁ Πλάτων τὸ ἓν αὐτὸ καθʼ αὑτὸ προάγει — κατὰ τὰς διαφορὰς τῶν θείων διακόσμων.

Ὃ καὶ θαυμάζειν ἔπεισί μοι τῶν οἰηθέντων περὶ νοῦ τὴν δευτέραν ὑπόθεσιν πάντα συμπεραίνεσθαι, μὴ συνιδόντων ὅτι καὶ τὸ ὂν ὁ Πλάτων ἀφεὶς αὐτὸ καθʼ ἑαυτὸ θεωρεῖ τὸ ἓν καὶ προποδίζον καὶ ἀπογεννώμενον καὶ διαφόρους ἰδιότητας ἀναδεχόμενον. Καίτοι πῶς ἂν περὶ νοῦ διαλεγόμενος ἠφίει τὸ ὄν, καθʼ ὃ τὴν ὑπόστασιν ἔχει καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν ὁ νοῦς; Τὸ μὲν γὰρ ἓν ἐπέκεινα τῆς τοῦ νοῦ φύσεως, τὸ δὲ ὂν ὕπαρξιν τῷ νῷ δίδωσι καὶ οὐδὲν ἄλλο ἐστὶ νοῦς ἢ τὸ ὄν.

Ἀλλὰ τοῦτο μὲν καὶ διʼ ἄλλων πλειόνων ἐλέγχειν ἔξεστιν. Εἰ δέ εἰσιν οἱ τρεῖς συνεκτικοὶ θεοὶ τὸν εἰρημένον τρόπον διῃρημένοι, καὶ ὁ μὲν νοητός ἐστιν ἓν πολλά, ὁ δὲ νοητὸς καὶ νοερὸς ὅλον μέρη, ὁ δὲ νοερὸς πεπερασμένος ἄπειρος, εἰκότως δήπου καὶ εἷς ἕκαστος αὐτῶν καλεῖται πολύς. Κατὰ γὰρ τὴν οἰκείαν ἰδιότητα πλῆθός ἐστι συνοχέων ἕκαστος· καὶ γὰρ ὁ πρῶτος κατὰ τὰ πολλὰ πολλοὺς περιλαμβάνει μερικωτέρους συνοχέας, καὶ ὁ δεύτερος κατὰ τὰ μέρη, καὶ ὁ τρίτος κατὰ τὰ ἄπειρα· καὶ εἴ τινες οὖν εἰσι θεοὶ μερικοὶ τὴν ἰδιότητα ταύτην λαχόντες, ἐν ταύτῃ περιέχονται τῇ πρωτίστῃ τριάδι.

Καὶ μὴν καὶ τοῖς ἐν Φαίδρῳ γεγραμμένοις ὅπως ταῦτα σύμφωνα, παντὶ συνιδεῖν ῥᾴδιον. Τὸ μὲν γὰρ ἓν τὸ συνεκτικὸν τῷ νώτῳ τοῦ οὐρανοῦ τῷ πάντα περιέχοντι ταὐτόν — ἓν γάρ ἐστι καὶ τὸ νῶτον, κατὰ μίαν ἁπλότητα περιλαμβάνον τὴν σύμπασαν περιφοράν· τὸ δὲ ὅλον τῷ βάθει τοῦ οὐρανοῦ καὶ τῷ οἷον ὄγκῳ ταὐτόν — καὶ γὰρ τὸ οὐράνιον βάθος ὅλον ἐστίν, ἀπὸ τοῦ νώτου μέχρι τῆς ἁψῖδος ἐκτεινόμενον· τὸ δὲ πέρας τῇ ἁψῖδι τοῦ οὐρανοῦ. Τοῦτο μὲν οὖν καὶ παντὸς μᾶλλον ἐμφανές· καὶ τῶν ἄλλων ἑκάτερον εἰς τὰς αὐτὰς ἐννοίας ἀναφέρεται.

Καὶ τοίνυν καὶ ὅτι τὰ τρία ταῦτα διαφερόντως προσήκει τοῖς συνοχεῦσιν, τὸ ἕν, τὸ ὅλον, τὸ πέρας, ἐκ τῶν προειρημένων συλλογιστέον. Τί γὰρ οὕτω συνέχειν δύναται τὸ πλῆθος ὡς τὸ ἓν τὸ συντεταγμένον; Τί δὲ οὕτω τῶν μερῶν ἐστι συνεκτικὸν ὡς τὸ ὅλον; Πῶς δὲ οὐχὶ καὶ τὸ πέρας τῶν εἰς ἀπειρίαν ὑποφερομένων αἴτιόν ἐστι τῆς συνδέσεως; Ὁρίζει γοῦν αὐτῶν τὴν πρόοδον καὶ τὴν διαφορουμένην τομὴν εἰς μίαν ἀναφέρει τῆς συνοχῆς αἰτίαν. λζʹ

Ταῦτά μοι καὶ περὶ τῆς συνεκτικῆς εἰρήσθω τριάδος· τὸ δὲ τρίτον, φασί, τῷ σωτῆρι καὶ ἡμεῖς τὴν τελεσιουργὸν διακόσμησιν τῶν θεῶν ἀνυμνήσωμεν ἑπόμενοι τῷ Παρμενίδῃ κατὰ τὸ ἑξῆς.

Οὐκοῦν διότι μὲν τέλος ἦν τῆς συνεκτικῆς τὸ πεπερασμένον, ἡ τελεσιουργὸς ἔσχατα ἔχει· τὸ γὰρ πέρας ἔσχατον. Ἀλλʼ ἐκεῖ μὲν πεπερασμένον ἐλέγετο τὸ ἕν, ἐνταῦθα δὲ ἔσχατα ἔχον, ὡς κατὰ μέθεξιν τὸ περατωτικὸν τῶν πολλῶν καταδεξάμενον· κἀκεῖ μὲν τὸ πέρας ἕν, ὃ δὴ καὶ συνεῖχεν τὸ ἄπειρον, ἐνταῦθα δὲ ἔσχατα ἔχον καὶ μέσον ἂν ἔχοι καὶ ἀρχήν, καὶ τέλειον ἂν εἴη· τὸ γὰρ ἐκ πάντων τούτων συμπληρούμενον τέλειόν ἐστιν. Ἐνταῦθα τοίνυν καὶ ἡ ἐκ τῶν μερῶν ἀνεφάνη τελειότης· ἡ γὰρ συμπλήρωσις τῶν μορίων ἀπεργάζεται τὸ τέλειον. Καὶ μὴν καὶ διότι μέσον ἔχει καὶ ἄκρα τὸ τοιοῦτον ἕν, σχῆμα ἂν ἔχοι περιφερὲς ἢ μικτὸν ἢ εὐθύ· πάντα γὰρ ταῦτα μέσου δεῖται καὶ ἄκρων, τὰ μὲν μετὰ ἁπλότητος, τὸ δὲ μετὰ συμπλοκῆς.

Τρεῖς οὖν ἡμῖν πάλιν πεφήνασιν ἰδιότητες, πρώτη μὲν ἣν ἐλέγομεν ἔσχατα ἔχειν, δευτέρα δὲ ἡ κατὰ τὸ τέλειον, τρίτη δὲ ἡ κατὰ τὸ σχῆμα· τρεῖς δὲ καὶ οἱ τελεσιουργοὶ τῶν ὅλων ἡγεμόνες, ὁ μὲν νοητός, ὁ δὲ νοητὸς καὶ νοερός, ὁ δὲ τρίτος νοερός. Ὁ μὲν τοίνυν νοητὸς λέγεται τὰ ἔσχατα ἔχειν ὡς ὑπʼ αὐτὸ τεταγμένος εὐθὺς τὸ τῶν συνεκτικῶν πέρας καὶ τοῖς ἑαυτοῦ πέρασιν νοητῶς περιέχων πάντας τοὺς νοεροὺς διακόσμους· ὁ δὲ νοητὸς καὶ νοερὸς κατὰ τὸ τέλειον ἀφώρισται, τὰς ἀρχὰς καὶ τὰ μέσα καὶ τὰ τέλη τῶν ὄντων ἐν ἑαυτῷ περιέχων καὶ συμπληρῶν τὸν μέσον σύνδεσμον τῆς ὅλης τελεσιουργοῦ τριάδος· ὁ δέ γε νοερὸς κατὰ τὸ σχῆμα προῆλθε τὸ τριαδικόν, πέρατος καὶ τελειότητος θείας αἴτιος ὤν, καὶ τοῖς μὲν ἀορίστοις ὅρον, τοῖς δὲ ἀτελέσι τελείωσιν ἐνδιδοὺς νοεράν. Καὶ παράγεται μὲν ἡ τριὰς αὕτη κατὰ τὴν συνεκτικὴν τριάδα — τὸ γὰρ πέρας ἐκείνης αἴτιόν ἐστι τοῦ ἔσχατα ἔχειν —, παράγεται δὲ καὶ ἐξ ἑαυτῆς· τὸ γὰρ ἔσχατα ἔχον ὅλον γενόμενον διὰ τοῦ πέρατος ὑφίστησι τὸ τέλειον, τοῦτο δὲ ἀρχὰς καὶ μέσα καὶ τέλη περιέχον ἀναφαίνει τὸ σχῆμα, καὶ οὕτω πρόεισιν ἡ τελεσιουργὸς τριάς, ἄνωθεν ἄχρι τῶν ἐσχάτων ἐπὶ πάντα διήκουσα καὶ τελειοῦσα τάς τε ὅλας αἰτίας καὶ τὰς μερικάς. ληʹ

Καὶ ὁρᾷς ὅπως ἑκατέρα τῶν τριάδων τοῖς τέλεσι τῆς ὑπερκειμένης συνάπτει τὴν ἀκρότητα τὴν ἑαυτῆς. Τῆς μὲν γὰρ συναγωγοῦ τριάδος καὶ ἀγνώστου τὸ ἓν πολλὰ πέρας ἦν, τῆς δὲ συνεκτικῆς ἀρχὴ τὸ αὐτό ἐστι· καὶ τῆς μὲν συνεκτικῆς τέλος ἦν τὸ πεπερασμένον, τοῦτο δὲ αὖ πάλιν ἄρχει τῆς τελεσιουργοῦ, τὸ γὰρ ἔσχατα ἔχειν τὴν ἐκ τῶν περάτων σύστασιν δηλοῖ. Καὶ οὕτω δὴ πᾶς ὁ μέσος οὗτος διάκοσμος συνεχής ἐστι πρὸς ἑαυτὸν καὶ ἡνωμένος καὶ ὄντως τῶν ὅλων διακόσμων σύνδεσμος, αὐτὸς μὲν πρὸς ἑαυτὸν κοινωνίαν θαυμαστὴν ἐνστησάμενος, συνάπτων δὲ τὰ νοερὰ τοῖς νοητοῖς καὶ συνελίσσων εἰς μίαν ἀμέριστον ἕνωσιν, ἄνω μὲν ἔχων τὴν νοητὴν τριάδα καὶ ἄγνωστον, ἐν δὲ μέσοις τὴν συνεκτικὴν τῶν προόδων, ἐπὶ δὲ τῷ τέλει τὴν ἐπιστρεπτικὴν ἡγεμονίαν παραγαγών, διʼ ἧς προσεχῶς τοὺς νοεροὺς θεοὺς ἐπιστρέφει πρὸς τοὺς νοητούς. Διὰ τί γὰρ ὁ νοῦς εἰς ἑαυτὸν βλέπει καὶ ἐν ἑαυτῷ ἐστιν ἢ ὅτι πεπέρασται πανταχόθεν καὶ συννεύει πρὸς ἑαυτὸν καὶ περὶ ἑαυτὸν συνελίσσει τὰς οἰκείας ἐνεργείας; Διὰ τί δὲ τέλειός ἐστι καὶ πλήρης τῶν νοερῶν ἀγαθῶν ἢ ὅτι μετέχει τῶν τῆς τελειότητος ἡγεμόνων πρῶτος καὶ κατʼ ἐκείνους ὑπέστη, τὴν οὐσίαν ἔχων αὐτοτελῆ καὶ τὴν νόησιν; Πῶς δὲ καὶ λέγεται σφαῖρα παρά τε τῷ Πλάτωνι καὶ παρʼ ἄλλοις θεολόγοις ἢ ὅτι πρώτιστος μετέχει τοῦ σχήματος καὶ κατʼ ἐκεῖνο σχηματίζεται νοερῶς;

Πᾶσα τοίνυν ἐπιστροφὴ καὶ πᾶσα τελειότης καὶ πᾶν σχῆμα νοερὸν ἀπὸ τῆς τελεσιουργοῦ τριάδος ἐφήκει τοῖς νοεροῖς θεοῖς. Ὁ μὲν γὰρ νοητὸς τῆς τελειότητος ἡγεμὼν τά τε πέρατα καὶ τὰς ἀκρότητας καὶ τὰς ὑπάρξεις τελεσιουργεῖ τῶν ὅλων, ὁ δὲ νοητὸς καὶ νοερὸς τὰς προόδους αὐτῶν ὁρίζει τὰς ἄνωθεν ἄχρι τῶν ἐσχάτων προερχομένας, ὁ δὲ αὖ νοερὸς τὰς ἐπιστροφὰς συνείληφεν τῶν θεῶν πάντων ἐν τῇ ἑαυτοῦ τελειότητι καὶ διὰ τῶν σχημάτων τὴν ἐπʼ ἄπειρον πρόοδον αὐτῶν περαίνει καὶ τελειοῖ. λθʹ

Πρὸς δὴ ταύτην ἀποβλέποντες τὴν διαίρεσιν καὶ τῶν παρὰ τοῖς ἄλλοις θεολόγοις πολλὰ δυνησόμεθα μετʼ αἰτίας θεωρεῖν.

Διὰ τί τῆς ἀγνώστου τριάδος ἡ μὲν ἐπιβέβηκεν τοῦ πρώτου τῶν κόσμων, ἡ δὲ τοῦ μέσου πλάτους, ἡ δὲ τοῦ ἐσχάτου; Ὅτι ἡ μὲν ἑνοειδὴς ἦν, ἡ δὲ κατὰ τὴν ἑτερότητα προῆλθεν, ἡ δὲ κατὰ τὸν ἄπειρον τῶν ὄντων ἀριθμόν.

Διὰ τί δὲ τῶν τριῶν συνεκτικῶν ὁ μέν ἐστιν ἐμπύριος, ὁ δὲ αἰθέριος, ὁ δὲ ὑλαῖος; Ὅτι ὁ μὲν κατὰ τὸ ἓν ὑπέστη καὶ τὸν ἕνα συνέχει κόσμον, ὁ δὲ κατὰ τὸ ὅλον καὶ διαιρεῖ τὸ αἰθέριον, ὁ δὲ κατὰ τὸ πεπερασμένον καὶ τῆς ἀπειρίας κρατεῖ τῆς ὑλικῆς.

Διὰ τί δὲ αὖ καὶ οἱ τελετάρχαι συνδιῄρηνται τοῖς συνοχεῦσιν; Ὅτι ὁ μὲν πρῶτος, τὰ ἔσχατα ἔχων, ἡνιοχεῖ τὸν ταρσὸν τοῦ πυρός· ὁ δὲ μέσος, ἀρχὰς καὶ μέσα καὶ τέλη περιέχων, τελειοῖ τὸν αἰθέρα τριπλοῦν ὄντα καὶ αὐτόν· ὁ δὲ τρίτος, τὸ περιφερὲς καὶ μικτὸν καὶ εὐθὺ σχῆμα καθʼ ἕνωσιν μίαν περιλαβών, τὴν ἀσχημάτιστον ὕλην τελειοῖ καὶ ἄμορφον, τῷ μὲν περιφερεῖ τὸ ἀπλανὲς καὶ τὴν πρώτην ὕλην μορφώσας, τῷ δὲ μικτῷ τὸ πλανώμενον καὶ τὴν δευτέραν ὕλην — ἐκεῖ γὰρ ἡ ἕλιξ —, τῷ δὲ εὐθεῖ τὸ ὑπὸ σελήνην καὶ τὴν ἐσχάτην ὕλην — ἐνταῦθα αἱ κατʼ εὐθεῖαν κινήσεις. Οὐκοῦν ἡ μὲν πρώτη τριὰς ἑνοειδῶς ἐστιν αἰτία τῆς τῶν κόσμων διαιρέσεως, ἡ δὲ δευτέρα πλείονα μὲν ἔμφασιν ἔχει τῆς τομῆς καὶ τῆς εἰς μέρη προόδου, τὸ δὲ πλῆθος ἡμῖν οὐκ ἐκφαίνει τῶν κόσμων, ἡ δὲ τρίτη καὶ τοὺς ἑπτὰ κόσμους ἀνέφηνεν καὶ τὴν μονάδα μετὰ τῶν δύο τριάδων.

Τοσαύτη τοῦ Πλάτωνός ἐστιν ἡ ἔνθεος νόησις ὥστε καὶ τῶν ὕστερον φανθέντων τὰς αἰτίας ἐκ τούτων ἡμᾶς θεωρεῖν. Ἐπεὶ κἀκεῖνο θαυμάσιον οἷον ἐκ τῶν προειρημένων ἀναφαίνεται, τὸ καθʼ ἑκάστην τῶν τριάδων τὸ μέσον εἶναι τῆς ὅλης τριάδος χαρακτηριστικόν· οἷον ἐπὶ μὲν τῆς ἀγνώστου τὴν ἑτερότητα μέσην ἱδρυμένην τοῦ ἑνὸς καὶ τοῦ ὄντος, ἐπὶ δὲ τῆς συνεκτικῆς τὸ ὅλον, ὃ μέσον ἐστὶ τοῦ ἑνὸς καὶ τοῦ πεπερασμένου, ἐπὶ δὲ τῆς τελεσιουργοῦ τὸ τέλειον, ὃ δὴ καὶ αὐτὸ μέσον ἵδρυται τοῦ ἔσχατα ἔχοντος καὶ τοῦ σχήματος. Καὶ γὰρ ἡ ἑτερότης αὐτὸ τὸ θῆλυ καὶ τὸ γόνιμόν ἐστι τῶν θεῶν· καὶ τὸ ὅλον αὐτὸ τὸ τῆς συνοχῆς ἐστιν εἶδος, τὰ πολλὰ μέρη συνδέον· καὶ τὸ τέλειον αὐτὸ τὸ τῆς τελειότητος ἀγαθόν, ἀρχὴν ἔχον καὶ μέσον καὶ τέλος καὶ συνάπτον τὸ τέλος τῇ ἀρχῇ κατὰ τὴν ἰδιότητα τῆς ἐπιστροφῆς καὶ οὐδὲν ἀλλʼ ἢ τελεταρχικὸν ἀποτελούμενον. Αἴτιόν ἐστι τῆς κατὰ τὰ μέσα κέντρα πανταχοῦ τῶν θεῶν τούτων ἰδιότητος τὸ καὶ πᾶσαν αὐτῶν τὴν διακόσμησιν ἐν μεσότητι θεωρεῖσθαι τὴν ὑπόστασιν λαχοῦσαν τῶν τε νοητῶν καὶ τῶν νοερῶν θεῶν. Οἱ μὲν γὰρ νοητοὶ θεοὶ κατὰ τὰς ὑπάρξεις ἀφορίζονται μάλιστα καὶ τὰς ἀκρότητας, διὸ δὴ πατέρες καλοῦνται καὶ ἑνιαῖοι θεοί — τὸ γὰρ ἓν καὶ ὁ πατὴρ ἐν ἐκείνοις ταὐτόν· οἱ δὲ νοεροὶ κατὰ τὰ πέρατα, διὸ δὴ καὶ νόες ἐπονομάζονται πάντες καὶ νοεροί· μέσοι δὲ ὄντες οἱ νοητοὶ καὶ νοεροὶ κατὰ τὰς μεσότητας ἐκφαίνονται μάλιστα τὰς τῶν τριάδων.

Ἔτι τοίνυν κἀκεῖνο περὶ πασῶν τῶν τριάδων τούτων κοινῇ τεθεωρήσθω, τὸ κατὰ τὸ πέρας ἑκάστην εἰς ἄπειρον χωρεῖν· καὶ γὰρ τῆς πρώτης τὸ πέρας ἀριθμός, καὶ τῆς δευτέρας τὸ ἄπειρον πλήθει, καὶ τῆς τρίτης τὸ εὐθύ, καὶ αὐτὸ τῆς τοῦ ἀπείρου φύσεως μετέχον. Καὶ τούτου μὴν αἴτιον τὸ τῶν τριάδων ἑκάστην κατὰ τὸ πέρας ἑαυτῆς τοῖς ἐνύλοις ἐπιβατεύειν κόσμοις καὶ τὴν ἀπειρίαν τῶν ἐν τούτοις γεννωμένων κατὰ μίαν αἰτίαν περιέχειν.

Πρὸς δὲ αὖ τοῖς εἰρημένοις καὶ τὴν τάξιν τῶν τριάδων ἀπὸ τῶν ἐν αὐταῖς τελῶν θεωρήσωμεν. Τῆς μὲν γὰρ πρώτης τὸ πέρας ἀριθμός, τῆς δὲ δευτέρας πεπερασμένον καὶ ἄπειρον, τῆς δὲ τρίτης περιφερές, μικτόν, εὐθύ. Δῆλον οὖν ὅτι μοναδικὴ μὲν ἡ πρώτη, δυαδικὴ δὲ ἡ δευτέρα, τριαδικὴ δὲ ἡ τρίτη· καὶ ἀνάλογον ὑπέστησαν, ἡ μὲν πρὸς τὸ ἓν ὄν, ἡ δὲ πρὸς τὸ ὅλον τὸ νοητόν, ἡ δὲ πρὸς τὸ παντελὲς ὅλον. Ὅτι δὲ ἐκεῖνα ταύτην ἔχει πρὸς ἄλληλα τάξιν, εἴρηται πρότερον.

Συνελόντες οὖν εἴπωμεν ὅτι πᾶσα νοητὴ καὶ νοερὰ τριὰς κατὰ μὲν τὴν ἀκρότητα τὴν ἑαυτῆς συνῆπται πρὸς τὸ νοητόν, κατὰ δὲ τὴν μεσότητα τὴν οἰκείαν ἐκφαίνει δύναμιν, κατὰ δὲ τὴν ἀποπεράτωσιν περιλαμβάνει τὴν ἀπειρίαν τῶν δευτέρων· καὶ τοῦτο τέλος ἐπιθῶμεν τῇ περὶ τῶν νοητῶν καὶ νοερῶν θεῶν διδασκαλίᾳ.