Part of Platonic Theology: Books 1–5

ΠΡΟΚΛΟΥΠΛΑΤΩΝΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΘΕΟΛΟΓΙΑΣΚΕΦΑΛΑΙΑ ΤΟΥ ΤΡΙΤΟΥ

αʹ. Ὅτι μετὰ τὸν περὶ τῆς μιᾶς ἀρχῆς λόγον κοινῇ πραγματεύσασθαι χρὴ περὶ τῶν θείων τάξεων, ὅσαι τέ εἰσι καὶ πῶς διαιροῦνται ἀπʼ ἀλλήλων.

βʹ. Ὅτι πλῆθος ἑνάδων μετὰ τὸ ἓν ὑπέστη, καθʼ ἃς οἱ θεοὶ τὴν ὑπόστασιν ἔχουσιν.

γʹ. Πόσα δεῖ προαποδειχθῆναι τῆς εὑρέσεως τοῦ πλήθους τῶν θείων τάξεων, καὶ τούτων συνεχὴς παράδοσις.

δʹ. Ὅτι πᾶσαι αἱ ἑνάδες μεθεκταί, καὶ ὅτι ἓν μόνον τὸ ὡς ἀληθῶς ὑπερούσιον, τὰ δʼ ἄλλα πάντα μετέχεται ὑπὸ οὐσιῶν.

εʹ. Ὅτι αἱ μεθέξεις τῶν μὲν ἐγγυτέρων τοῦ ἑνὸς ἑνάδων εἰς ἁπλουστέρας προῆλθον ὑποστάσεις, τῶν δὲ πορρωτέρων εἰς συνθετωτέρας.

ϛʹ. Τίνα τὰ μετέχοντα τῶν θείων ἑνάδων καὶ τίς αὐτῶν ἡ πρὸς ἄλληλα τάξις· καὶ ὅτι τὸ μὲν ὂν πρεσβύτατον, δευτέρα δὲ ἡ ζωή, τρίτος δὲ ὁ νοῦς, τετάρτη δὲ ἡ ψυχή, τὸ δὲ σῶμα ἔσχατον· καὶ ὅτι τοσαῦται καὶ τῶν θείων ἑνάδων εἰσὶν αἱ διακοσμήσεις.

ζʹ. Ἐπανάληψις τῆς περὶ τοῦ ἑνὸς διδασκαλίας καὶ τῶν μετὰ τὸ ἓν δυοειδῶν ἀρχῶν παράδοσις.

ηʹ. Τίνες εἰσὶν αἱ δύο μετὰ τὸ ἓν τῶν πάντων ἀρχαί, καὶ πῶς αὐτὰς ὁ ἐν Φιλήβῳ Σωκράτης πέρας καὶ ἄπειρον ἐκάλεσε, καὶ τίνων αἰτίαι τοῖς οὖσιν.

θʹ. Τί τὸ τρίτον ἐκ τῶν δύο παραγόμενον ἀρχῶν, καὶ διὰ τί μικτὸν αὐτὸ προσηγόρευσεν ὁ ἐν Φιλήβῳ Σωκράτης· καὶ ὅτι οὐκ ἄλλο ἐστὶν ἢ τὸ πρώτως ὄν, καὶ πῶς τοῦτο προῆλθεν ἔκ τε τῶν δύο ἀρχῶν καὶ ἀπὸ τοῦ ἑνός.

ιʹ. Πῶς καὶ ἀπὸ τῶν εἰκόνων κατασκευάσειεν ἄν τις ὅτι τὸ πρῶτον ὑποστὰν ἐκ πέρατος καὶ ἀπείρου τὸ ὄν ἐστιν· ἐν ᾧ καὶ τοῦτο δέδεικται, πῶς διττὸν πέρας καὶ ἄπειρον, τὰ μὲν ἐν τῷ ὄντι, τὰ δὲ πρὸ τοῦ ὄντος.

ιαʹ. Τίς ἡ τριὰς ἥν φησιν ὁ ἐν Φιλήβῳ Σωκράτης παντὶ μικτῷ ὑπάρχειν.

ιβʹ. Κοινὸς λόγος περὶ τῆς πρώτης νοητῆς τριάδος, καὶ ὅπως ἀνάλογον ταύτῃ προῆλθεν ἡ δευτέρα.

ιγʹ. Τίς ἡ δευτέρα νοητὴ τριάς, ἀπό τε τοῦ ἐπικρατοῦντος καὶ ἀπὸ τοῦ μετεχομένου καὶ ἀπὸ τοῦ χαρακτηρίζοντος τὸ μικτὸν ἀκριβεστέρα παράδοσις.

ιδʹ. Τίς ἡ τρίτη νοητὴ τριάς, καὶ τί τὸ ἐπικρατοῦν ἐν ταύτῃ, τί τὸ μετεχόμενον· καὶ ἐπὶ τέλει κοινὸς λόγος περὶ τῆς τῶν τριῶν τριάδων διακρίσεως.

ιεʹ. Πῶς ἐν Τιμαίῳ παραδίδονται αἱ νοηταὶ τριάδες, καὶ ὑπομνήσεις πλείους περὶ τοῦ τὸ αὐτοζῷον τρίτην ἔχειν τάξιν ἐν τοῖς νοητοῖς.

ιϛʹ. Ὅτι ὁ αἰὼν κατὰ τὴν μέσην τάξιν τῶν νοητῶν ὑφέστηκεν ἀποδείξεις πλείους.

ιζʹ. Ὅτι τὸ ἓν ἐν ᾧ μένει ὁ αἰὼν ἡ ἀκροτάτη τῶν νοητῶν ἐστι τάξις.

ιηʹ. Κοινὸς λόγος περὶ πασῶν τῶν νοητῶν τάξεων κατὰ τὴν τοῦ Τιμαίου διδασκαλίαν καὶ ἀκριβεστέρα παράδοσις τῶν ἐν αὐταῖς ἰδιοτήτων.

ιθʹ. Περὶ τῶν νοητῶν εἰδῶν, τήν τε ἰδιότητα αὐτῶν ἐκφαίνουσα διδασκαλία, καὶ πῶς τέτταρα, καὶ ἀπὸ ποίων αἰτίων ὑπέστησαν.

κʹ. Ὅτι καὶ ἀπὸ τῶν ἐν Σοφιστῇ λόγων δυνατὸν ἀνευρίσκειν τὰς τρεῖς νοητὰς τάξεις· ἐν οἷς λέγεται τί τὸ ἓν ὄν, τί τὸ ὅλον, τί τὸ πᾶν.

καʹ. Συγκεφαλαίωσις τῶν εἰρημένων περὶ τῶν νοητῶν τριάδων, καὶ ὅτι δυνατὸν διαιρεῖν αὐτὰς εἰς πατέρα καὶ δύναμιν καὶ νοῦν ὑπομνήσεις ἐκ τῶν Πλάτωνος.

κβʹ. Πῶς ἐν Φαίδρῳ λέγεται τὸ θεῖον πᾶν καλόν, σοφόν, ἀγαθόν, καὶ τίνα τριπλᾶ τούτων ἑκάστου στοιχεῖα παραδίδωσιν ὁ Πλάτων· καὶ ὅπως ἐκ τούτων ἐπιβάλλειν δυνατὸν τῇ τε ἑνώσει καὶ τῇ διακρίσει τῶν νοητῶν τριάδων.

κγʹ. Πῶς τὸ πλῆθος τῶν θεῶν ὁ Παρμενίδης ἐν τῇ δευτέρᾳ παραδίδωσιν ὑποθέσει, καὶ ὅπως ποιησόμεθα τὸν περὶ ἑκάστης τάξεως λόγον, ἀποχρώμενοι τοῖς ἐκεῖ συμπεράσμασιν.

κδʹ. Τίς ἡ πρώτη τριὰς κατὰ τὸν Παρμενίδην, καὶ πόθεν ἄρχεται καὶ μέχρι τίνος πρόεισι περὶ αὐτῆς ἀναδιδάσκων.

κεʹ. Τίς ἡ δευτέρα τριὰς καὶ ὅπως τῇ πρὸ αὐτῆς συνεχὴς ὑπὸ τοῦ Παρμενίδου παραδίδοται, καὶ μέχρι τίνος προήγαγε τὸν περὶ αὐτῆς λόγον.

κϛʹ. Τίς ἡ τρίτη τριὰς καὶ ὅπως αὐτὴν ὁ Παρμενίδης διὰ τοῦ τρίτου συμπεράσματος ἐξέφηνεν.

κζʹ. Κοινὸς λόγος περὶ τῶν τριῶν συμπερασμάτων διʼ ὧν αἱ τρεῖς τάξεις χαρακτηρίζονται τῶν νοητῶν, καὶ ὅπως διὰ τούτων λύειν δυνατὸν τὰ χαλεπώτατα τῶν θεολογικῶν ἀπόρων.

κηʹ. Εὐφημία τῶν νοητῶν θεῶν, ὁμοῦ καὶ τὴν πρὸς τὸ ἀγαθὸν ἕνωσιν καὶ τὴν ἐξῃρημένην τῶν νοητῶν ὕπαρξιν αὐτῶν ἐκφαίνουσα.

ΠΡΟΚΛΟΥΠΛΑΤΩΝΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΘΕΟΛΟΓΙΑΣΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝαʹ

Ἡ μὲν οὖν περὶ τοῦ πρώτου θεοῦ παρὰ τῷ Πλάτωνι θεολογία τοιάδε τίς ἐστιν, ὡς ἐμοὶ καταφαίνεται, καὶ τηλικαύτην ἔλαχε πρὸς ἅπαντας τοὺς ἄλλους περὶ τῶν θείων λόγους ὑπερβολήν, ὁμοῦ μὲν τὴν ἄρρητον ἕνωσιν αὐτοῦ σεμνῶς διαφυλάττουσα τῶν ὅλων ἐξῃρημένην καὶ ἀπερίγραφον πάσαις ταῖς γνωστικαῖς περιοχαῖς ἁπάντων τῶν ὄντων ἐκβεβηκυῖαν, ὁμοῦ δὲ τὰς ἀναγωγοὺς ἐπʼ αὐτὸν ὁδοὺς ἐκφαίνουσα καὶ τὴν ὠδῖνα τῶν ψυχῶν ἣν ἔχουσιν ἀεὶ τοῦ πάντων πατρὸς καὶ προπάτορος τελεωσαμένη καὶ τὸν ἐν αὐταῖς ἀνάψασα πυρσόν, ἀφʼ οὗ δὴ μάλιστα πρὸς τὴν ἄγνωστον συνάπτονται τοῦ ἑνὸς ὑπεροχήν. Μετὰ δὲ τὴν ἀμέθεκτον ταύτην καὶ ἄρρητον καὶ ὡς ἀληθῶς ὑπερούσιον αἰτίαν, ἀπὸ πάσης οὐσίας καὶ πάσης δυνάμεως καὶ πάσης ἐνεργείας κεχωρισμένην, συνεχής ἐστιν ὁ περὶ τῶν θεῶν λόγος. Τί γὰρ ἄλλο τῷ ἑνὶ συνάπτεσθαι πρὸ τῶν ἑνάδων θεμιτόν, ἢ τί τῷ ἑνιαίῳ θεῷ συνήνωται μᾶλλον τῶν πολλῶν θεῶν; Περὶ δὴ τούτων ἐφεξῆς τὴν τοῦ Πλάτωνος ἀμήχανον ὅσην θεωρίαν ἀναπλώσωμεν, αὐτοὺς τοὺς θεοὺς ἡμῖν ἀνάπτειν τὸ τῆς ἀληθείας φῶς παρακαλέσαντες. Βούλομαι δὲ πρὸ τῆς τῶν καθʼ ἕκαστα θεωρίας αὐτὸ τοῦτο καταδήσασθαι καὶ διʼ ἀποδείξεως ποιῆσαι τοῖς ἀκούουσι φανερόν, ὡς ἄρα τοσαύτας εἶναι τῶν θεῶν τὰς τάξεις ἀναγκαῖον ὁπόσας ἡμῖν ὁ τοῦ Πλάτωνος Παρμενίδης ἐκφαίνει κατὰ τὴν δευτέραν ὑπόθεσιν. βʹ

Τοῦτο δὴ οὖν πρὸ τῶν ἄλλων ἁπάντων καταφανὲς ἡγοῦμαι τοῖς ἀδιαστρόφοις ὑπάρχειν, τὸ τὰς δευτέρας τῶν προόδων πανταχοῦ μέν, μάλιστα δὲ ἐν τοῖς θείοις διακόσμοις, καθʼ ὁμοιότητα τῶν τοιούτων ἀποτελεῖσθαι πρὸς τὰς οἰκείας ἀρχάς. Καὶ γὰρ ἡ φύσις καὶ ὁ νοῦς καὶ τῶν γεννητικῶν αἰτίων ἕκαστον πρὸ τῶν ἀνομοίων τὰ ὅμοια πρὸς αὐτὸ καὶ παράγειν πέφυκε καὶ συνάπτειν ἑαυτοῖς. Εἰ γὰρ δεῖ συνεχῆ τὴν πρόοδον εἶναι τῶν ὄντων καὶ μηδὲν παρεμπίπτειν κενόν, μήτʼ οὖν ἐν τοῖς ἀσωμάτοις μήτʼ οὖν ἐν τοῖς σώμασιν, ἀνάγκη τὸ προϊὸν ἐν ἑκάστῃ φύσει διʼ ὁμοιότητος προϊέναι. Ταὐτὸν μὲν γὰρ εἶναι τῷ αἰτίῳ τὸ αἰτιατὸν οὐδαμῶς θέμις· ὕφεσις γὰρ καὶ ἔλλειψις τῆς τοῦ παράγοντος ἑνώσεως ἀπογεννᾷ τὰ δεύτερα. Καὶ γὰρ αὖ καὶ εἰ τῷ πρώτῳ τὸ δεύτερον ἦν ταὐτόν, ὁμοίως ἂν ἑκάτερον ἦν ταὐτόν, οὐ τὸ μὲν αἴτιον, τὸ δὲ αἰτιατόν. Εἰ δὲ αὐτῷ τῷ εἶναι τὸ μὲν ἔχει τὴν τῆς παρακτικῆς δυνάμεως περιουσίαν, τὸ δὲ τὴν τῆς ὑφισταμένης ἔλλειψιν, διώρισται ταῦτα κατὰ φύσιν ἀπʼ ἀλλήλων καὶ προέχει τοῦ γεννωμένου τὸ γεννητικόν, καὶ ταὐτότης οὐκ ἔστι τῶν τοσούτῳ διαφερόντων πραγμάτων. Εἰ δὲ μή ἐστι ταὐτὸν τῷ πρώτῳ τὸ δεύτερον, εἰ μὲν ἕτερον εἴη μόνον, οὐδʼ ἂν συνάπτοιτο ἀλλήλοις οὐδʼ ἂν μετέχοι θατέρου θάτερον· ἡ γὰρ συναφὴ καὶ ἡ μέθεξις κοινωνία δήπου τῶν συναπτομένων ἐστὶ καὶ συμπάθεια τῶν μετεχόντων πρὸς τὰ μετεχόμενα. Εἰ δὲ ἅμα ταὐτὸν καὶ ἕτερον, εἰ μὲν ταὐτότητος ἐνδεὲς καὶ τῇ πρὸς ταύτην ἐναντίᾳ δυνάμει κρατούμενον, οὐκ ἂν ἔτι τὸ ἓν ἐξάρχοι τῆς προόδου τῶν ὄντων οὐδʼ ἂν ἕκαστον τῶν γεννητικῶν αἰτίων ἐν τἀγαθοῦ τάξει προϋπάρχοι τῶν δευτέρων. Τὸ γὰρ ἓν οὐ διαιρέσεως, ἀλλὰ φιλίας ἐστὶν αἴτιον καὶ τὸ ἀγαθὸν ἐπιστρέφει τὰ γεννώμενα πρὸς τὰς αἰτίας τὰς ἑαυτῶν· ἡ δὲ ἐπιστροφὴ καὶ ἡ φιλία τῶν δευτέρων πρὸς τὰ πρότερα διʼ ὁμοιότητός ἐστιν, ἀλλʼ οὐ τῆς ἀνομοίου φύσεως. Εἰ ἄρα τὸ ἓν αἴτιόν ἐστι τῶν ὅλων καὶ εἰ τὸ ἀγαθὸν ἐξῃρημένως ἐφετόν ἐστι τοῖς πᾶσι, διʼ ὁμοιότητος ὑφίστησι πανταχοῦ τὰ γεννήματα τῶν προηγουμένων αἰτίων, ἵνα καὶ πρόοδος ᾖ κατὰ τὸ ἓν καὶ ἐπιστροφὴ τῶν προϊόντων πρὸς τὸ ἀγαθόν· οὔτε γὰρ ἐπιστροφὴ χωρὶς ὁμοιότητος οὔτε γένεσις τῶν ἀποτελεσμάτων γένοιτο ἄν ποτε πρὸς τὰς οἰκείας ἀρχάς.

Τοῦτο μὲν οὖν κείσθω διωμολογημένον ἐνταῦθα. Δεύτερον δὲ ἔτι πρὸς τούτῳ καὶ διὰ τούτου δεικνύμενον, ὡς ἀνάγκη πᾶσαν μονάδα παράγειν ἀριθμὸν αὑτῇ σύστοιχον, τὴν μὲν φύσιν φυσικόν, τὴν δὲ ψυχὴν ψυχικόν, τὸν δὲ νοῦν νοερόν. Εἰ γὰρ πᾶν τὸ γεννητικὸν πρὸ τῶν ἀνομοίων τὰ ὅμοια γεννᾷ, καθάπερ δέδεικται πρότερον, ἕκαστον δήπου τῶν αἰτίων τὴν ἑαυτοῦ μορφὴν καὶ ἰδιότητα τοῖς οἰκείοις παραδώσει γεννήμασι, καὶ πρὶν τῶν πόρρω προεληλυθότων καὶ τῆς ἑαυτοῦ φύσεως κεχωρισμένων ὑποστατικὸν γένηται, τὰ ἐγγὺς κατὰ τὸ εἶναι καὶ συνημμένα πρὸς αὑτὸ διʼ ὁμοιότητος ὑφίστησιν. Ἅπασα τοίνυν μονὰς ὑποστήσει πλῆθος ὡς ἑαυτῆς δεύτερον γεννῶσα καὶ μεριζόμενον τὰς ἐν αὐτῇ κρυφίως προϋπαρχούσας δυνάμεις. Ἃ γάρ ἐστιν ἑνοειδῶς ἐν τῇ μονάδι καὶ συνεπτυγμένως, ταῦτα διῃρημένως ἐν τοῖς ἐκγόνοις τῆς μονάδος ἀναφαίνεται. Καὶ τοῦτο δηλοῖ μέν που καὶ ἡ ὅλη φύσις ἡ πάντων ἐν ἑνὶ περιέχουσα τοὺς λόγους τῶν τε ἐν οὐρανῷ καὶ τῶν ὑπὸ σελήνην, κατανείμασα δὲ τὰς ἑαυτῆς δυνάμεις ταῖς ἀπʼ αὐτῆς περὶ τὰ σώματα μεριζομέναις φύσεσι· καὶ γὰρ ἡ γῆς καὶ ἡ πυρὸς καὶ ἡ σελήνης φύσις ἐκ τῆς ὅλης ἔχει τὴν ἑαυτῆς ἰδιότητα καὶ μορφήν, καὶ ἐνεργεῖ μετὰ τῆς ὅλης καὶ συνέχει τὸν ἑαυτῆς κλῆρον. Δηλοῖ δὲ αὖ καὶ ἡ τῶν μαθηματικῶν ἀριθμῶν μονάς· πάντα γὰρ οὖσα πρώτως αὐτὴ καὶ τὰ εἴδη τῶν ἀριθμῶν ἐν ἑαυτῇ σπερματικῶς ὑποστήσασα, διαιρεῖ τοῖς ἔξω προελθοῦσιν ἀριθμοῖς ἄλλας ἄλλοις δυνάμεις. Οὐ γὰρ ἦν δυνατὸν ὁμοῦ γεννώμενον ἀθρόαν τὴν τοῦ γεννῶντος περιουσίαν ἀναδέξασθαι· καὶ πάντων ἀνάγκη τῶν ἐν αὐτῇ προϋπαρχόντων κατʼ αἰτίαν τὴν γόνιμον ἐκφαίνεσθαι δύναμιν. Πλῆθος οὖν ὑφίσταται περὶ αὐτὸ καὶ ἀριθμὸς διανεμόμενος τὰς ἐν αὐτῷ μενούσας ἀθρόως ἰδιότητας. Ἐπεὶ δέ, ὥσπερ εἴρηται πρότερον, τὸ ὅμοιον ἀεὶ τοῦ ἀνομοίου τῇ αἰτίᾳ συγγενέστερον, τὸ μὲν ἔσται τῶν ὁμοίων πρὸς τὴν μονάδα πλῆθος προϊὸν ἀπʼ αὐτῆς, τὸ δὲ τῶν ἀνομοίων. Τὸ δὲ αὖ ὅμοιον τῇ μονάδι πλῆθος τοῦτό ἐστι διῃρημένως ὅπερ ἡ μονὰς ἀδιαιρέτως· εἰ γὰρ δύναμιν ἔχει καὶ ὕπαρξιν ἰδίαν ἡ μονάς, ἔσται καὶ ἐν τῷ πλήθει τὸ αὐτὸ τῆς ὑπάρξεως εἶδος μετὰ τῆς ὑφέσεως τῆς πρὸς τὸ ὅλον.

Τὸ τρίτον τοίνυν ἐπὶ τούτοις θεωρήσωμεν, τὸ τῶν προϊόντων τὰ μὲν ἐγγυτέρω τῆς αἰτίας πλειόνων εἶναι γεννητικὰ καὶ τρόπον τινὰ συνεξισοῦσθαι ταῖς ἑαυτῶν περιοχαῖς, τὰ δὲ πορρώτερον ἐλαττόνων καὶ κατὰ τὴν τῆς δυνάμεως ἐλάττωσιν συνεξαλλάττειν τὸ τῆς ποιήσεως ἐκτενές. Εἰ γὰρ τῶν προϊόντων τὸ πρῶτον ὑφιστάμενον ὁμοιότερόν ἐστι πρὸς τὴν ἀρχήν, τῇ δὲ πάντα γεννώσῃ τὸ πλείστων ὑποστατικὸν κατά τε τὴν οὐσίαν καὶ τὴν δύναμιν ὁμοιότερον, ἀνάγκη δήπου καὶ τῶν δευτέρων τὰ μᾶλλον προσεχῆ τῇ μονάδι καὶ μετʼ αὐτὴν παραδεξάμενα τὴν ἐπικράτειαν διατείνειν ἐπὶ πλεῖστον τὰς ἑαυτῶν ποιήσεις, τὰ δὲ διῃρημένα μᾶλλον ἀπὸ τῆς οἰκείας πρωτουργοῦ μονάδος μήτʼ οὖν ἐπὶ πάντα διήκειν ὁμοίως μήτε ἐπὶ πλεῖστον ταῖς δραστηρίοις ἐνεργείαις· καὶ τὸ τῷδε παραπλήσιον, τὸ πλείστων ὑποστατικὸν ἐγγύτατα τῆς ἀρχηγικῆς ἱδρῦσθαι μονάδος καὶ τὸ πλειόνων αὖ γεννητικὸν τοῦ τὴν τῶν ἐλασσόνων αἰτίαν λαχόντος ὁμοιότερον ὂν τῷ πάντων παρακτικῷ προσεχέστερον αὐτῷ κατὰ τὴν ὕπαρξιν τετάχθαι. Πορρώτερον γὰρ ὂν ἀνομοιότερον ἔσται πρὸς τὴν πρώτην ἀρχήν, ἀνομοιότερον δὲ ὑπάρχον οὔτʼ ἂν δύναμιν ἔχοι περιληπτικὴν τῆς τῶν ὁμοιοτέρων δυνάμεως οὔτʼ ἂν ἐνέργειαν πλειόνων οἰστικήν. Τῷ γὰρ πάντων αἰτίῳ τὸ πλείστων αἴτιον συγγενές, καὶ ἀεὶ τὸ τῶν πλειόνων γεννητικὸν τῇ ἀρχῇ συμφυέστερον ἢ τὸ τῶν ἐλαττόνων· δυνάμεως γὰρ ἔλλειψίς ἐστιν ἡ τῶν ἐλαττόνων ποίησις, οὐσίας δὲ ὕφεσις ἡ τῆς δυνάμεως ἔλλειψις, ἡ δὲ τῆς οὐσίας ὕφεσις πλεονάζει διὰ τὴν πρὸς τὸ αἴτιον ἀνομοιότητα καὶ τὴν ἀπόστασιν τῆς πρώτης ἀρχῆς.

Πάλιν τοίνυν διοριζώμεθα πρὸς τοῖς εἰρημένοις καὶ τοῦτο, παντὸς μᾶλλον ἀληθὲς ὑπάρχον, ὡς ἄρα δεῖ πρὸ τῶν μετεχομένων αἰτίων πανταχοῦ τὰ ἀμέθεκτα προϋπάρχειν ἐν τοῖς ὅλοις. Εἰ γὰρ δεῖ τὴν αἰτίαν τοῦτο εἶναι πρὸς τὰ ἑαυτῆς γεννήματα ὅπερ ἐστὶ πρὸς ἅπασαν τὴν τῶν ὄντων φύσιν τὸ ἕν, καὶ ταύτην εἰληχέναι τὴν τάξιν πρὸς τὰ δεύτερα κατὰ φύσιν, τὸ δὲ ἓν ἀμέθεκτόν ἐστιν, ἀπὸ πάντων ὁμοίως ἐξῃρημένον τῶν ὄντων ὡς πάντων ἑνιαίως παρακτικόν, προσήκει δήπου καὶ τῶν ἄλλων αἰτίων ἕκαστον τὴν τοῦ ἑνὸς ὑπεροχὴν πρὸς πάντα ἀπεικονιζόμενον ἐξῃρῆσθαι τῶν ἐν τοῖς δευτέροις ὄντων καὶ μετεχομένων ὑπʼ αὐτῶν· καὶ αὖ τὸ τῷδε ἀντίστροφον, πᾶν τὸ ἀμέθεκτον καὶ πρωτουργὸν αἴτιον, ὑφιστάνον ἀφʼ ἑαυτοῦ τὰ μετεχόμενα, τοῖς ἀνομοίοις πρὸς αὐτὸ τῶν δευτέρων ἄνωθεν τὰς ὁμοίας προτάττειν μονάδας, λέγω δὲ οἷον τὴν μὲν ψυχὴν τὴν μίαν ταῖς φύσεσι τὰς πολλὰς ψυχάς, τὸν δὲ ἕνα νοῦν ταῖς πολλαῖς ψυχαῖς τοὺς μετεχομένους νόας. Οὕτω γὰρ ἂν τό τε πρώτιστον γένος ἐξῃρημένον πανταχοῦ τὴν ἀνάλογον ἔχοι τῷ ἑνὶ τάξιν καὶ τὰ δεύτερα μετέχοντα τῶν τῇ αἰτίᾳ συγγενῶν ἀναλογοῖ τε πρὸς αὐτὴν καὶ διὰ τῆς τούτων ὁμοιότητος συνάπτοιτο πρὸς τὴν ἀμέθεκτον ἀρχήν. Ἔστιν ἄρα πρὸ τῶν ἐν ἄλλοις ὄντων εἰδῶν τὰ ἐν αὑτοῖς ὄντα καὶ πρὸ τῶν συντεταγμένων αἰτίων τὰ ἐξῃρημένα καὶ πρὸ τῶν μετεχομένων αἱ ἀμέθεκτοι μονάδες· καὶ τὸ τούτῳ συναποδεδειγμένον, τά τε ἐξῃρημένα γεννητικὰ τῶν συντεταγμένων ἐστὶν καὶ τὰ ἀμέθεκτα τὰς μεθεκτὰς ἐφίστησι τοῖς ἑαυτῶν ἐκγόνοις μονάδας καὶ τὰ ἑαυτῶν ὄντα τὰς ἐν ἄλλοις παράγει δυνάμεις. γʹ

Τούτων δὴ οὖν ἡμῖν διωρισμένων λάβωμεν ὅπως ἕκαστα τῶν θείων γενῶν ὑφέστηκε διʼ ἀναλύσεως, καὶ θεωρήσωμεν αὐτῷ τῷ Πλάτωνι συνεπόμενοι τίνες εἰσὶν οἱ πρώτιστοι καὶ ὁλικώτατοι διάκοσμοι τῶν θεῶν. Τοῦτο γὰρ εὑρόντες καὶ καταδησάμενοι τάχʼ ἂν καὶ περὶ τῶν καθʼ ἕκαστα δυνηθείημεν τὴν ἀλήθειαν κατιδεῖν.

Ἀνάγκη δὴ οὖν ἡμῖν ἐκ τῶν προειρημένων ἀξιωμάτων, μιᾶς οὔσης ἑνάδος τῆς τῶν ὅλων ἀρχῆς καὶ πάσης ὑπάρξεως ἐκεῖθεν τὴν ὑπόστασιν ἐχούσης, παράγειν ἐξ αὐτῆς πρὸ τῶν ἄλλων ἁπάντων πλῆθος ἑνιαῖον καὶ ἀριθμὸν τῇ αἰτίᾳ συγγενέστατον. Εἰ γὰρ καὶ τῶν λοιπῶν αἰτιῶν ἑκάστη τὰ ὅμοια πρὸς ἑαυτὴν ὑφίστησι γεννήματα πρὸ τῶν ἀνομοίων, πολλῷ δήπου μειζόνως τὸ ἓν κατὰ τοῦτον τὸν τρόπον ἐκφαῖνον τὰ μεθʼ ἑαυτό, τὸ μᾶλλον ἐπέκεινα τῆς ὁμοιότητος ὂν καὶ αὐτοέν, καθʼ ἕνωσιν παράγει τὰ πρώτως ἀπʼ αὐτοῦ προϊόντα. Καὶ πῶς γὰρ ἄλλως τὸ ἓν ἢ ἑνιαίως ὑφιστάνειν ἀναγκαῖον; Καὶ γὰρ ἡ φύσις φυσικῶς καὶ ἡ ψυχὴ ψυχικῶς καὶ ὁ νοῦς νοερῶς ἀπογεννᾷ τὰ δεύτερα· καὶ τὸ ἓν ἄρα καθʼ ἕνωσιν αἴτιόν ἐστι τῶν ὅλων καὶ ἑνοειδὴς ἀπὸ τοῦ ἑνὸς ἡ πρόοδός ἐστιν. Εἰ δὲ καὶ τὸ παράγον τὰ πάντα πρώτως τὸ ἓν καὶ ἡ πρόοδος ἑνιαία, δεῖ δήπου καὶ τὸ παραγόμενον ἐκεῖθεν πλῆθος ἑνάδας αὐτοτελεῖς ὑπάρχειν τῷ παράγοντι συγγενεστέρας.

Ἔτι δέ, εἰ πᾶσα μονὰς ἀριθμὸν ὑφίστησι πρὸς ἑαυτὴν οἰκεῖον, ὡς δέδεικται πρότερον, πολλῷ δήπου πρότερον τὸ ἓν ἀπογεννᾷ τὸν τοιοῦτον ἀριθμόν. Ἐν μὲν γὰρ τῇ προόδῳ τῶν πραγμάτων διὰ τὴν τῆς ἑτερότητος ἐπικράτειαν ἀνομοιοῦται πολλάκις τῷ παράγοντι τὸ παραγόμενον· τοιαῦτα γάρ ἐστι τὰ ἔσχατα τῶν ὄντων καὶ πολὺ διεστῶτα τῶν οἰκείων ἀρχῶν. Ὁ δὲ πρώτιστος ἀριθμὸς καὶ τῷ ἑνὶ συμφυόμενος ἑνοειδὴς καὶ ἄρρητος καὶ ὑπερούσιος καὶ πάντῃ τῷ αἰτίῳ προσόμοιος. Οὔτε γὰρ ἑτερότης ἐν τοῖς πρωτίστοις αἰτίοις παρεμπίπτουσα διίστησιν ἀπὸ τοῦ γεννῶντος τὰ γεννώμενα καὶ εἰς ἑτέραν μεθίστησι τάξιν οὔτε κίνησις τῆς αἰτίας ὕφεσιν ἀπεργαζομένη τῆς δυνάμεως εἰς ἀνομοιότητα καὶ ἀοριστίαν προάγει τὴν τῶν ὅλων ἀπογέννησιν, ἀλλʼ ὑπερέχον ἑνιαίως ἀπὸ πάσης κινήσεως καὶ διαιρέσεως τὸ τῶν πάντων αἴτιον περὶ ἑαυτὸ τὸν θεῖον ἀριθμὸν ἱδρύσατο καὶ τῇ ἑαυτοῦ συνήνωσεν ἁπλότητι. Πρὸ τῶν ὄντων ἄρα τὰς ἑνάδας τῶν ὄντων ὑφίστησι τὸ ἕν.

Καὶ γὰρ αὖ καὶ κατʼ ἄλλον τρόπον ἀνάγκη τὰ πρώτως ὄντα διὰ τῶν προσεχῶν αὐτῶν ἑνάδων μετέχειν τῆς πρωτίστης αἰτίας. Ἕκαστα γὰρ τῶν δευτέρων διὰ τῶν ὁμοίων συνάπτεται τοῖς πρὸ αὐτῶν, τὰ μὲν σώματα διὰ τῶν καθʼ ἕκαστα ψυχῶν τῇ ὅλῃ, ψυχαὶ δὲ διὰ τῶν νοερῶν μονάδων τῷ παντὶ νῷ, τὰ δὲ ὄντα δήπου πρῶτα διὰ τῶν ἑνιαίων ὑπάρξεων τῷ ἑνί. Τὸ μὲν γὰρ ὂν κατὰ τὴν αὐτοῦ φύσιν ἀνόμοιόν ἐστι πρὸς τὸ ἕν· ἡ γὰρ οὐσία πρὸς τὸ ὑπερούσιον καὶ τὸ δεόμενον ἑνότητος ἀλλαχόθεν πρὸς τὴν πρωτίστην ἕνωσιν ἀσύναπτόν ἐστι καὶ πόρρω διέστηκεν ἀπʼ αὐτῆς· αἱ δὲ ἑνάδες τῶν ὄντων ἀπὸ τῆς ἀμεθέκτου καὶ τῶν ὅλων ἐξῃρημένης ἑνάδος ὑποστᾶσαι τά τε ὄντα συνάπτειν τῷ ἑνὶ καὶ πρὸς ἑαυτὰς ἐπιστρέφειν δύνανται. Ταῦτα δή μοι δοκεῖ καὶ ὁ Παρμενίδης ἐνδεικνύμενος διὰ τῆς δευτέρας ὑποθέσεως τὸ ἓν τῷ ὄντι συμπλέκειν καὶ περὶ τὸ ἓν τὰ πάντα θεωρεῖν καὶ τὸ προϊὸν τοῦτο καὶ μέχρι τῶν ἐσχάτων ἀποπερατούμενον τὸ ἓν ἀποφαίνειν. Πρὸ γὰρ τῶν ὄντως ὄντων ἀνάγκη τὰς ἑνάδας ὑφιστάνειν ἦν. Θέμις γὰρ οὐκ ἦν, φησὶν ὁ Τίμαιος, οὐδʼ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο τι πλὴν τὸ κάλλιστον, τοῦτο δέ ἐστι τὸ τῷ ἀρίστῳ διαφερόντως ὁμοιότατον· τῷ δὲ ἑνὶ τὸ ἑνιαῖον πλῆθος ὁμοιότατον. Ἐπεὶ καὶ ὁ δημιουργὸς τοῦ παντὸς ἀγαθὸς ὢν διʼ αὐτὴν τὴν ἀγαθότητα πάντα παραπλήσια πρὸς ἑαυτὸν ὑφίστησι· πολλῷ ἄρα μειζόνως ἡ πηγὴ τῶν ὅλων ἀγαθῶν τὰς ἑαυτῇ κατὰ φύσιν ἡνωμένας ἀγαθότητας παράγει καὶ τοῖς οὖσιν ἐφίστησιν.

Θεὸς οὖν εἷς καὶ θεοὶ πολλοί· καὶ ἑνὰς μία καὶ πολλαὶ πρὸ τῶν ὄντων ἑνάδες· καὶ ἀγαθότης μία καὶ πολλαὶ μετὰ τὴν μίαν ἀγαθότητες, διʼ ἃς καὶ ὁ νοῦς ἀγαθὸς ὁ δημιουργικὸς καὶ πᾶς νοῦς θεῖός ἐστιν, εἴτʼ οὖν νοερὸς εἴτʼ οὖν νοητός· καὶ τὸ πρώτως ὑπερούσιον ἓν καὶ πολλὰ τὰ ὑπερούσια μετὰ τὸ ἕν. δʹ

Πότερον οὖν τὸ πλῆθος τοῦτο τῶν ἑνάδων ἀμέθεκτόν ἐστιν, ὥσπερ αὐτὸ τὸ ἕν, ἢ μετεχόμενον ὑπὸ τῶν ὄντων, καὶ ἔστιν ἑνὰς ἑκάστη τῶν ὄντων τινός, οἷον ἄνθος τοῦ ὄντος καὶ ἀκρότης καὶ κέντρον περὶ ὃ τὸ ὂν ἕκαστον ὑφέστηκεν;

Ἀλλʼ εἰ ἀμέθεκτοι καὶ αὗται, τί διοίσουσι τοῦ ἑνός; —ἑκάστη γὰρ αὐτῶν ἐστιν ἓν καὶ πρώτως ἀπὸ τοῦ ἑνὸς ὑφέστηκεν. Ἢ τίνι πλεονάζουσαι τῆς πρώτης αἰτίας ὑπʼ αὐτῆς ὑφεστήκασιν; —ἀνάγκη γὰρ αὖ πανταχοῦ τὸ δεύτερον ὑφειμένον τοῦ πρὸ αὐτοῦ τῆς τοῦ παράγοντος ἑνώσεως ἀπολείπεσθαι καὶ προσθέσει τινὸς ἐλαττοῦσθαι τῆς τοῦ πρώτου μοναδικῆς ἁπλότητος. Ποίαν οὖν ἕξομεν πρόσθεσιν λέγειν ἢ τίνα πλεονασμὸν παρὰ τὸ ἕν, εἰ καὶ τούτων ἑκάστη καθʼ ἑαυτὴν ἑνάς ἐστιν; Εἰ μὲν γὰρ ἓν καὶ πολλὰ ἑκάστη, τὴν τοῦ ὄντος ἰδιότητα μεταφέρειν ἐπʼ αὐτὰς ἐοίκαμεν· εἰ δὲ ἓν μόνον, ὥσπερ τὸ αὐτοέν, διὰ τί τὸ μὲν ἔχει τὴν ἐξῃρημένην ἀπὸ πασῶν αἰτίαν, τούτων δὲ ἑκάστη δευτέραν ἔλαχεν ἀξίαν;

Οὔτʼ οὖν τὸ πρῶτον ὑπερέχον τῶν μεθʼ ἑαυτὸ φυλάξομεν οὔτε τὰς ἀπʼ αὐτοῦ προελθούσας ἑνάδας ἀσυγχύτους ὑποθησόμεθα πρὸς ἑαυτὰς ἢ τὴν μίαν αὐτῶν ἀρχήν· ἀλλʼ οὔτε τῷ Παρμενίδῃ πεισόμεθα τὸ ἓν μετὰ τοῦ ὄντος παράγοντι καὶ τοσαύτας εἶναι μοίρας τοῦ ἑνὸς ὅσας καὶ τοῦ ὄντος ἀποδεικνύντι, καὶ τὸ μὲν ὂν ἕκαστον ἑνὸς μετέχειν, τὸ δὲ ἓν πανταχοῦ τῷ ὄντι συνυπάρχειν, καὶ ὅλως τὸ τῆς δευτέρας ὑποθέσεως ἓν μετέχειν τοῦ ὄντος καὶ μετέχεσθαι ὑπὸ τοῦ ὄντος λέγοντι, τῆς μεθέξεως οὐ τῆς αὐτῆς καθʼ ἑκάτερον οὔσης. Τὸ μὲν γὰρ ἓν μετέχει τοῦ ὄντος ὡς οὐκ ὂν πρώτως ἓν οὐδὲ ἐξῃρημένον τοῦ ὄντος ἀλλὰ καταλάμπον τὴν ὄντως οὖσαν οὐσίαν· τὸ δὲ ὂν μετέχει τοῦ ἑνὸς ὡς συνεχόμενον ὑπʼ αὐτοῦ καὶ πληρούμενον ἑνώσεως θείας καὶ πρὸς τὸ αὐτοὲν καὶ ἀμέθεκτον ἐπεστραμμένον. Αἱ γὰρ μετεχόμεναι μονάδες πρὸς τὸ τῶν ὅλων ἐξῃρημένον ἓν τὰ ὄντα συνάπτουσιν, ὥσπερ δὴ καὶ τὰς ψυχὰς οἱ μετεχόμενοι νόες πρὸς τὸν ὅλον νοῦν καὶ αἱ μετεχόμεναι ψυχαὶ τὰ σώματα πρὸς τὴν ὅλην ψυχήν. Οὐδὲ γὰρ τῷ ἐξῃρημένῳ τοῦ πλήθους αἰτίῳ δυνατὸν ἀμέσως ἑνοῦσθαι τὰ ἀνόμοια γένη τῶν δευτέρων, ἀλλὰ διὰ τῶν ὁμοίων ἀνάγκη γίνεσθαι τὴν συναφήν. Τὸ γὰρ ὅμοιον πλῆθος καθʼ ὃ μέν ἐστι πλῆθος κοινωνεῖ τῷ ἀνομοίῳ, καθʼ ὃ δὲ ὅμοιον τῇ πρὸ αὐτοῦ μονάδι συμφύεται πρὸς αὐτήν. Ἐν μέσῳ τοίνυν ἀμφοτέρων ἱδρυμένον συνήνωται τῷ ὅλῳ καὶ τῷ ἑνὶ τῷ πρὸ τοῦ πλήθους, ἐν ἑαυτῷ δὲ συνέχει τὰ πόρρω προεληλυθότα καὶ ἀνόμοια πρὸς τὸ ἑαυτῶν ἕν, καὶ διʼ ἑαυτοῦ πρὸς ἐκεῖνο πάντα ἐπιστρέφει. Καὶ πάντα οὕτως εἰς τὸ πρώτιστον ἀνατείνεται τῶν ὅλων αἴτιον, τὰ μὲν ἀνόμοια διὰ τῶν ὁμοίων, τὰ δὲ ὅμοια διʼ ἑαυτῶν. Ἡ γὰρ ὁμοιότης αὐτὴ καθʼ ἑαυτὴν συναγωγός ἐστι τῶν πολλῶν εἰς ἓν καὶ συνδετικὴ καὶ ἐπιστρεπτικὴ τῶν δευτέρων εἰς τὰς πρὸ αὐτῶν μονάδας. Καὶ γὰρ αὐτὸ τὸ ὁμοίοις εἶναι τοῖς ὁμοίοις ἀφʼ ἑνός· πρὸς ἐκεῖνο δὴ οὖν καὶ συνάπτει τὸ πλῆθος ἀφʼ οὗ τὴν πρόοδον ἔλαχε. Καὶ διὰ τοῦτό ἐστιν ὅπερ ἐστίν, ὁμοιότης, ὁμόγνια τὰ πολλὰ ποιοῦσα καὶ συμπαθῆ πρὸς ἑαυτὰ καὶ φίλα πρός τε ἄλληλα καὶ πρὸς τὸ ἕν.

Εἰ δὲ δεῖ μὴ μόνον ταῖς τοῦ Παρμενίδου νοεραῖς ἐπιβολαῖς χρωμένους τὸ πλῆθος τῶν θεῶν μετεχόμενον ἀποφαίνειν ὑπὸ τῶν ὄντων, ἀλλὰ καὶ τῷ Σωκράτει σύμφωνον ἐπιδεικνύναι τὴν περὶ τούτων θεωρίαν, ἀναμνησθῶμεν τῶν ἐν Πολιτείᾳ γεγραμμένων, ἐν οἷς τὸ ἐκ τοῦ ἀγαθοῦ προϊὸν φῶς ἑνοποιὸν εἶναι τοῦ τε νοῦ καὶ τῶν ὄντων ἐκεῖνός φησι. Διὰ γὰρ τούτων τὸ μὲν ἀγαθὸν ἐξῃρημένον ἀποδέδεικται τοῦ τε ὄντος καὶ τῆς οὐσίας, ὥσπερ ὁ ἥλιος τῶν ὁρατῶν, τὸ δὲ φῶς ἐν αὐτοῖς ὂν τοῖς νοητοῖς καὶ καταλάμπον αὐτά, καθάπερ τὸ ἡλιοειδὲς ἐν τοῖς ὁρατοῖς. Οὐ γὰρ ἄλλως τὰ ὁρατὰ γίνεται φανὰ καὶ ταῖς ὁράσεσι γνωστὰ ἢ διὰ τοῦ φωτὸς ἐν αὐτοῖς ἐγγενομένου· καὶ τὰ νοητὰ τοίνυν ἀγαθοειδῆ πάντα γίνεται διὰ τὴν τοῦ φωτὸς μετουσίαν, καὶ διὰ τοῦτο τὸ φῶς ἕκαστον τῶν ὄντων τῷ ἀγαθῷ ἐστιν ὁμοιότατον. Εἰ τοίνυν μηδὲν διαφέρει λέγειν τό τε φῶς τοῦτο καὶ τὸ ἕν — καὶ γὰρ τὸ φῶς συνδετικόν ἐστι καὶ ἑνοποιὸν τῶν νοητῶν ὡς ἐκ τοῦ ἑνὸς ὑφιστάμενον —, μεθεκτὴ μέν ἐστιν ἡ ἀπὸ τοῦ πρώτου προϊοῦσα θεότης, μεθεκτὸν δὲ πᾶν τὸ τῶν ἑνάδων πλῆθος. Καὶ τὸ μὲν ὡς ὄντως ὑπερούσιον ἕν, ἕκαστος δὲ τῶν ἄλλων θεῶν κατὰ μὲν τὴν οἰκείαν ὕπαρξιν, ᾗ καὶ ἔστι θεός, ὑπερούσιος τῷ πρώτῳ παραπλησίως, μετέχονται δὲ ὑπὸ οὐσίας καὶ τοῦ ὄντος. Ἑνάδες ἄρα ἡμῖν καὶ ἑνάδες μεθεκταὶ κατὰ τοῦτον τὸν λόγον οἱ θεοὶ πεφήνασιν, εἰς ἑαυτοὺς μὲν ἀναδησάμενοι τὰ ὄντα πάντα, διʼ ἑαυτῶν δὲ τῷ ἑνὶ τῷ πάντων ὁμοίως ἐκβεβηκότι τὰ μεθʼ ἑαυτοὺς συνάπτοντες. εʹ

Ἐπειδὴ τοίνυν ἑνὰς μέν ἐστι τῶν θεῶν ἕκαστος, μετέχεται δὲ ὑπὸ τῶν ὄντων τινός, πότερον ἑκάστου τὸ αὐτὸ μετέχειν φήσομεν ἢ τῶν μὲν πλείω, τῶν δὲ ἐλάττω τὰ μετέχοντα; καὶ εἰ τοῦτο, τῶν μὲν ἀνωτέρω πλείω, τῶν δὲ ὑφειμένων ἐλάττω, ἢ ἀνάπαλιν; Τάξιν γὰρ ἀνάγκη τῶν ἑνάδων ὑπάρχειν, ὥσπερ δὴ καὶ τῶν ἀριθμῶν ὁρῶμεν τοὺς μὲν ἐγγυτέρω τῆς ἀρχῆς, τοὺς δὲ πορρώτερον, καὶ τοὺς μὲν ἁπλουστέρους, τοὺς δὲ συνθετωτέρους καὶ τῷ μὲν ποσῷ πλεονάζοντας, τῇ δυνάμει δὲ ἐλασσουμένους.

Ἀλλʼ εὖγε ὅτι τῶν ἀριθμῶν ἐμνήσθημεν. Εἰ γὰρ δεῖ τὴν τῶν πρωτίστων μονάδων πρὸς ἀλλήλας τάξιν καὶ τὴν περὶ τὰ ὄντα πρόοδον ἐκ τούτων ὡς εἰκόνων θεωρῆσαι, πάντως ἀνάγκη καὶ ἐν ἐκείναις τὰ μὲν ἐγγυτέρω τοῦ ἑνὸς ὑπὸ τῶν ἁπλουστέρων τῇ οὐσίᾳ μετέχεσθαι, τὰ δὲ πορρώτερον ὑπὸ τῶν συνθετωτέρων. Οὕτω γὰρ ἔσται κατὰ τὸ ἀνάλογον ἡ μέθεξις, τῶν μὲν πρώτων ὑπὸ τῶν πρώτων, τῶν δὲ δευτέρων ὑπὸ τῶν δευτέρων ἀεὶ μετεχομένων. Καὶ γὰρ αὖ καὶ εἰ τὸ πρῶτον ἐξῄρηται πάντων καὶ ἀμέθεκτόν ἐστιν, ὁμοιότερον δὲ τῷ ἀμεθέκτῳ τὸ τῷ ἁπλουστάτῳ καὶ ἑνὶ συμφυόμενον ἢ τὸ τῷ ποικιλωτέρῳ καὶ πολυειδεστέρῳ καὶ πλείους ἔχοντι τὰς τῶν συνηρτημένων δυνάμεις, παντὶ δήπου καταφανὲς ὅτι τὰς μὲν ἐγγυτέρω τοῦ ἑνὸς ἑνάδας ὑπὸ τῶν πρωτίστων μετέχεσθαι καὶ ἁπλουστάτων οὐσιῶν ἀνάγκη, τὰς δὲ πορρώτερον ὑπὸ τῶν συνθετωτέρων, δυνάμει μὲν ἐλασσουμένων, ἀριθμῷ δὲ καὶ πλήθει πολλαπλασιαζομένων. Ὅλως γὰρ αἱ προσθέσεις ἐν ἐκείνοις ἀφαιρέσεις εἰσὶ τῶν δυνάμεων· καὶ τὸ ἐγγύτερον τοῦ ἑνός, ἁπλότητι θαυμαστῇ τῶν ὅλων ὑπερέχοντος, ἑνοειδέστερόν ἐστι καὶ ὁλικωτέραις τοῦ ὄντος σύνεστιν αἰτίαις. Καὶ συμβαίνει κατὰ τὸν τῆς δυνάμεως λόγον καὶ τὴν τῆς ἁπλότητος εἶναι τῶν πρώτων ὑπερβολήν· τὰ μὲν γὰρ πλειόνων αἴτια καὶ τῷ πάντων αἰτίῳ κατὰ τὴν δύναμιν … τῶν πρὸ αὐτῶν ποικιλώτερα κατὰ τὴν οὐσίαν ἐστίν. Αὕτη γὰρ ἡ ποικιλία τὴν ἑστῶσαν ἐν ἑνὶ δύναμιν κατακερματίζει καὶ ἐλασσοῖ.

Καὶ μὴν καὶ ἐπὶ τῶν μετεχομένων ψυχῶν αἱ μὲν πρώτισται καὶ θειόταται σώμασιν ἁπλοῖς καὶ ἀϊδίοις ἐφεστήκασιν, αἱ δὲ ἁπλοῖς μέν, ἀλλὰ μετὰ τούτων καὶ τοῖς ἐνύλοις ἐπιβεβήκασιν, αἱ δὲ ἁπλοῖς ἅμα καὶ ἐνύλοις καὶ συνθέτοις. Αἱ μὲν γὰρ οὐράνιαι ψυχαὶ σωμάτων ἄρχουσιν ἁπλῶν καὶ κατὰ τὴν ὑπόστασιν ἀΰλων καὶ ἀμεταβόλων· αἱ δὲ τῶν ὅλων ἐπικρατοῦσαι στοιχείων ἅμα μὲν τοὺς αἰθερίους περιβέβληνται χιτῶνας, ἅμα δὲ διὰ τούτων καὶ τοῖς ὅλοις ἐπιβατεύουσι στοιχείοις, ὡς μὲν ὅλοις ἀϊδίοις οὖσι καὶ ἁπλοῖς, ὡς δὲ ἐνύλοις φθορὰν καὶ γένεσιν καὶ τὴν ἐκ τῶν ἀνομοίων σύνθεσιν ἐπιδεχομένοις· τρίται δέ εἰσιν αἱ προσεχῶς μὲν ἐμπνέουσαι τὸ ζῆν τοῖς αὐγοειδέσιν ὀχήμασιν, ἐφελκόμεναι δὲ κἀκ τῶν ἁπλῶν στοιχείων χιτῶνας ἐνύλους καὶ δευτέραν εἰς τούτους ἀπορρέουσαι ζωήν, καὶ τοῖς συνθέτοις διὰ τούτων κοινωνοῦσαι καὶ πολυμόρφοις σώμασι καὶ τρίτην ἄλλην ὑπομένουσαι ταύτην μέθεξιν.

Εἰ δὲ βούλει καὶ τὰς νοερὰς θεωρῆσαι διακοσμήσεις, αἱ μὲν καὶ τούτων εἰσὶν ἐπὶ ταῖς ὅλαις ψυχαῖς καὶ τοῖς θειοτάτοις τῶν ἐν τῷ κόσμῳ τεταγμέναι καὶ ταῦτα κατευθύνουσαι δεόντως· αἱ δὲ ἐπὶ ταῖς τῶν κρειττόνων γενῶν, προσεχῶς μὲν ὑπὸ τῶν ἀρχόντων ἐν αὐτοῖς μετεχόμεναι, δευτέρως δὲ ὑπὸ τῶν μερικωτέρων οὐσιῶν· τρίται δὲ αὖ ταῖς μερικαῖς ψυχαῖς ἐφεστήκασι, καὶ ὅσῳ τὴν δύναμιν ὑφειμένην ἔλαχον, τοσούτῳ καὶ ἡ μέθεξις αὐταῖς ὑπάρχει ποικιλωτέρα καὶ πολυσυνθετωτέρα τῶν πρὸ αὐτῶν.

Εἰ τοίνυν ὁ τρόπος οὗτος τῆς μεθέξεώς ἐστιν ἐν ἅπασι τοῖς οὖσιν, ἀνάγκη δήπου καὶ τῶν θεῶν τοὺς μὲν τῷ ἑνὶ προσεχεστέρους ἁπλουστέραις ἐπιβατεύειν τοῦ ὄντος μοίραις, τοὺς δὲ πορρωτέρω προεληλυθότας συνθετωτέραις. Κατὰ γὰρ τὴν πρὸς ἐκείνους ὁμοιότητα καὶ τῶν δευτέρων γενῶν αἱ μεθέξεις τοῦτον διαιροῦνται τὸν τρόπον.

Πάλιν δὴ οὖν συλλήβδην εἴπωμεν ὅτι μετὰ τὴν μίαν τῶν ὅλων ἀρχὴν μονάδες ἡμῖν αὐτοτελεῖς ἐφάνησαν οἱ θεοί, μετεχόμενοι μὲν ὑπὸ τῶν ὄντων, ἀλλʼ οἱ μὲν κατὰ τὴν ἁπλουστέραν τῶν ὄντων οὐσίαν, οἱ δὲ κατὰ τὴν συνθετωτέραν τὴν εἰς αὐτὰ ποιησάμενοι πρόοδον. Πόσαι τοίνυν τῶν ὄντων αἱ τάξεις μετὰ ταῦτα διαιρετέον, καὶ τίνα μὲν ἁπλουστέραν, τίνα δὲ ποικιλωτέραν ἔλαχεν ὕπαρξιν.

Τῶν τοίνυν ὄντων ἁπάντων ἔσχατόν ἐστι τὸ σωματικόν· καὶ γὰρ τὸ εἶναι τοῦτο καὶ τὴν τελειότητα πᾶσαν ἐξ ἄλλης αἰτίας ἔχει πρεσβυτέρας καὶ οὔτε τὸ ἁπλοῦν οὔτε τὸ σύνθετον οὔτε τὸ ἀΐδιον οὔτε τὸ ἄφθαρτον ἀπὸ τῆς οἰκείας δυνάμεως ἔλαχεν. Οὐ γάρ ἐστιν αὐθυπόστατον οὐδὲ αὐτογενὲς τῶν σωμάτων οὐδέν, ἀλλὰ πᾶν τὸ τοιοῦτον, ἐν ἑνὶ τὴν αἰτίαν καὶ τὸ ἀπʼ αἰτίας συνῃρηκός, ἀσώματόν ἐστι καὶ ἀμερές. Καὶ ὅλως τὸ μὲν ἑαυτῷ τῆς ὑπάρξεως αἴτιον ἑαυτῷ καὶ τὴν ἄπειρον τοῦ εἶναι παρέχεται δύναμιν· οὐδέποτε γὰρ ἀπολεῖπον ἑαυτὸ οὔποτε λήγει τοῦ εἶναι καὶ τῆς ὑποστάσεως ἐξίσταται τῆς οἰκείας. Καὶ γὰρ τῶν φθειρομένων ἕκαστον χωριζόμενον τῆς τὸ εἶναι χορηγούσης δυνάμεως φθείρεται, τὸ δὲ ἑαυτῷ τοῦ εἶναι παρεκτικόν, ἀχώριστον ὂν ἑαυτοῦ, διʼ ἑαυτοῦ τὴν ἀΐδιον ἔλαχεν οὐσίαν· τῶν δὲ σωμάτων οὐδὲν αὑτῷ τῆς ἀϊδιότητος αἴτιον, οὐδʼ ἂν ἀΐδιον ᾖ. Τὸ γὰρ ἀΐδιον πᾶν ἄπειρον ἔχει δύναμιν· σῶμα δὲ αὐτὸ πεπερασμένον ὑπάρχον ἀπείρου δυνάμεως αἴτιον οὐκ ἔστιν. Ἡ γὰρ ἄπειρος δύναμις ἀσώματός ἐστιν, ἐπεὶ καὶ πᾶσα δύναμις· τοῦτο δὲ δῆλον, διότι καὶ μείζους δυνάμεις πανταχοῦ, σῶμα δὲ οὐδὲν ὅλον εἶναι πανταχοῦ δυνατόν. Εἰ τοίνυν τῶν μὲν σωμάτων οὐδὲν ἑαυτῷ τῆς δυνάμεως, εἴτε ἀπείρου ταύτης εἴτε πεπερασμένης οὔσης, παρεκτικόν, τὸ δὲ αὐθυπόστατον αὑτῷ καὶ τὴν τοῦ εἶναι καὶ τὴν τοῦ ἀΐδιον εἶναι παρέχεται δύναμιν, οὐδὲν ἂν τῶν σωμάτων αὐθυπόστατον εἴη.

Πόθεν οὖν τὸ εἶναι τοῖς σώμασι καὶ τί προσεχῶς τὸ εἶναι χορηγεῖν πέφυκεν αὐτοῖς; Ἆρʼ οὖν οὐ τοῦτο φήσομεν αἴτιον εἶναι τῶν σωμάτων πρώτως, ὃ καὶ τῷ παρεῖναι τὴν τοῦ σώματος φύσιν τελειοτέραν ἀποφαίνει τῶν ὁμογενῶν; Ἢ τοῦτο παντὶ καταφανές· τοῦ γὰρ τὴν τελειότητα παρέχοντός ἐστι τὸ καὶ τὴν οὐσίαν συνέχειν τῶν δευτέρων, ἐπεὶ καὶ ἡ τελειότης αὐτὴ τῆς οὐσίας ἦν τελειότης. Τίνος οὖν τὰ σώματα τὰ μετασχόντα τῶν μὴ μετασχόντων κρείττω φαμέν; Ἢ δῆλον ὅτι ψυχῆς· τὰ γὰρ ἔμψυχα τῶν ἀψύχων τελειότερά φαμεν. Ψυχὴ τοίνυν ἐστὶ σωμάτων ἐπέκεινα πρώτως, καὶ τόν τε ὅλον οὐρανὸν καὶ πᾶν τὸ σωματοειδὲς ὄχημα ψυχῆς θετέον.

Δύο μὲν οὖν αὗται τῶν ὄντων ἡμῖν ἀνεφάνησαν τάξεις, σωματικὴ μὲν ἄλλη, ψυχικὴ δὲ ὑπὲρ ταύτην ἄλλη· καὶ μετέχει τὰ σώματα ψυχῆς. Αὐτὴ δὲ ἡ ψυχὴ πότερον ταὐτόν ἐστι τῷ νῷ ἢ καὶ ἕτερον; Καὶ γὰρ ὥσπερ σῶμα τέλειον τὸ μετέχον ψυχῆς, οὕτω καὶ ψυχὴ τελεία νοῦ μετέχουσα. Καὶ ψυχῆς μὲν κατὰ λόγον ζῆν δυναμένης οὐ πάντα μετέχει, νοῦ δὲ καὶ νοερᾶς ἐλλάμψεως ταῦτά τε καὶ ὅσα γνώσεως ἡστινοσοῦν μετείληχε. Καὶ ψυχὴ μὲν ταῦτα κατὰ χρόνον ἐνεργεῖ, νοῦς δὲ ἐν αἰῶνι καὶ τὴν οὐσίαν ὁμοῦ καὶ τὴν ἐνέργειαν ἑστῶσαν συνείληφε. Καὶ ψυχὴ μὲν οὐ πᾶσα τὴν ἑαυτῆς τελειότητα σῴζειν ἄτρεπτον καὶ ἀνελάττωτον πέφυκε, νοῦς δὲ πᾶς ἀεὶ τέλειος καὶ τῆς ἑαυτοῦ μακαριότητος ἀνέκλειπτον ἔχει τὴν δύναμιν. Τὸ ἄρα νοερὸν γένος ἐπέκεινα τοῦ ψυχικοῦ κατʼ οὐσίαν ἐστίν, εἴπερ τὸ μὲν οὔτε ἐν τοῖς ὅλοις οὔτε ἐν τοῖς μερικοῖς παρείσδυσιν ὑπομένει τῆς τοῦ κακοῦ φύσεως, τὸ δὲ ἐν τοῖς ὅλοις ἄχραντον ὂν ἐν τοῖς μέρεσι τῆς οἰκείας ἐξίσταται μακαριότητος.

Τί οὖν; τὸ πρώτιστον τῶν ὄντων ὁ νοῦς; Ἢ καὶ πρὸ τούτου τὸ τῆς ζωῆς πλάτος. Καὶ ψυχὴ μὲν γὰρ αὐτόζως ἐστίν, ἑαυτῇ χορηγοῦσα τὸ ζῆν, καὶ ὁ νοῦς ἀρίστη ζωὴ καὶ τελεωτάτη καὶ ὥσπερ εἴπομεν αἰώνιος· ἀλλʼ ἡ μὲν τοῦ νοῦ ζωὴ νοερά πώς ἐστι καὶ σύμμικτος ἀπό τε τῆς νοερᾶς ἰδιότητος καὶ ζωτικῆς, δεῖ δὲ εἶναι καὶ τὴν αὐτοζωήν. Πότερον οὖν ζωὴ κρεῖττον ἢ νοῦς; Ἀλλʼ εἰ νοῦ μὲν τὰ γνωστικὰ μόνον μετέχει τῶν ὄντων, ζωῆς δὲ καὶ ὅσα γνώσεως ἄμοιρα — καὶ γὰρ τὰ φυτὰ λέγομεν ζῆν —, ἀνάγκη δήπου τὴν ζωὴν ἐπέκεινα τοῦ νοῦ τετάχθαι, πλειόνων αἰτίαν οὖσαν καὶ πλείοσιν ἐλλάμπουσαν τὰς ἀφʼ ἑαυτῆς δόσεις τοῦ νοῦ.

Τί οὖν; ἡ ζωὴ τὸ πρώτιστον τῶν ὄντων καὶ ταὐτὸν τῷ εἶναι τὸ ζῆν; Ἀλλὰ τοῦτο ἀδύνατον· εἰ γὰρ ἡ ζωὴ τὸ πρώτως ὄν, καὶ ταὐτὸν τὸ ζωῇ εἶναι καὶ τὸ ὄντι εἶναι, καὶ εἷς ὁ λόγος ἀμφοῖν, ἅπαν ἂν τὸ ζωῆς μετέχον καὶ τοῦ ὄντος εἴη μετειληφός, καὶ πᾶν τὸ τοῦ εἶναι μεταλαβόν, καὶ τῆς ζωῆς. Εἰ γὰρ ταὐτὸν ἑκάτερον, πάντα ἂν ὁμοίως τοῦ τε εἶναι μετέχοι καὶ τοῦ ζῆν· ἀλλὰ τὰ μὲν ζῶντα πάντα καὶ οὐσίαν ἔχει καὶ τὸ ὄν, τὰ δὲ ὄντα πολλαχοῦ καὶ ζωῆς ἐστιν ἄμοιρα. Προϋφέστηκεν ἄρα τῆς πρωτίστης ζωῆς τὸ ὄν· τὸ γὰρ ὁλικώτερον καὶ πλειόνων αἴτιον ἐγγυτέρω τοῦ ἑνός ἐστιν, ὡς δέδεικται πρότερον.

Οὐκοῦν ψυχὴ μέν ἐστι τὸ πρώτως ὑπεριδρυμένον σωμάτων, νοῦς δὲ ἐπέκεινα ψυχῆς, ζωὴ δὲ νοῦ πρεσβυτέρα, τὸ δὲ ὂν ἐφʼ ἅπασιν ἵδρυται, τὸ πρώτως ὄν. Καὶ πᾶν τὸ ψυχῆς μετέχον πολλῷ πρότερόν ἐστι νοῦ μετειληφός, οὐ πᾶν δὲ τὸ τῆς νοερᾶς ποιήσεως ἀπολαῦον καὶ ψυχῆς μετέχειν πέφυκε. Ψυχῆς μὲν γὰρ τὰ λογικὰ μετέχει ζῷα μόνον, ἐπεὶ καὶ ψυχὴν τὴν λογικὴν ὄντως εἶναί φαμεν· ψυχῆς γὰρ ἔργον, φησὶν ἐν Πολιτείᾳ, τὸ λογίζεσθαι καὶ τὰ ὄντα σκοπεῖν· καὶ ψυχὴ πᾶσα ἀθάνατος, ὡς ἐν τῷ Φαίδρῳ γέγραπται, καὶ ταῦτα τῆς ἀλόγου ψυχῆς οὔσης θνητῆς κατὰ τὸν ἐν τῷ Τιμαίῳ δημιουργόν. Καὶ ὅλως πολλαχοῦ δῆλός ἐστι καὶ ὁ Πλάτων ψυχὴν τὴν λογικὴν εἶναι τιθέμενος, τὰς δὲ ἄλλας εἴδωλα ψυχῶν, καθʼ ὅσον εἰσὶ καὶ αὗται νοεραὶ καὶ ζωτικαί, μετὰ τῶν ὅλων παράγουσαι τὰς περὶ τὰ σώματα ζωάς. Νοῦ δὲ οὐ μόνον τὰ λογικὰ ζῷα μετέχειν συγχωρήσομεν, ἀλλὰ καὶ τῶν ἄλλων ὅσα γνωστικὴν ἔχει δύναμιν, φαντασίαν λέγω καὶ μνήμην καὶ αἴσθησιν. Ἐπεὶ καὶ ὁ ἐν Φιλήβῳ Σωκράτης ἐπὶ τὴν νοερὰν ἄγει τὰ τοιαῦτα πάντα σειράν· καὶ γὰρ τοῦ καθʼ ἡδονὴν βίου τὸν νοῦν ἀφαιρῶν οὐ τὴν λογικὴν μόνον ζωήν, ἀλλὰ καὶ τῆς ἀλόγου τὴν γνωστικὴν πᾶσαν ἀφεῖλεν· ἅπασα γὰρ γνῶσις ἔκγονός ἐστι τοῦ νοῦ, καθάπερ δὴ καὶ πᾶς λόγος ψυχῆς εἰκών. Καὶ μὴν καὶ πάντα μὲν τὰ νοῦ μετέχοντα πολλῷ πρότερον ζωῆς μετέχει, τὰ μὲν ἀμυδροτέρας, τὰ δὲ ἐναργεστέρας· τὰ δὲ αὖ ζῶντα πάντα τῆς νοερᾶς οὐκέτι μετέχει δυνάμεως, ἐπεὶ καὶ τὰ φυτὰ ζῷα μέν ἐστιν, ὥς φησιν ὁ Τίμαιος, αἰσθήσεως δὲ αὐτοῖς ἢ φαντασίας οὐ μέτεστι, πλὴν εἴ τις τὴν συναίσθησιν λέγει τῶν τε ἡδέων αὐτοῖς καὶ τῶν λυπηρῶν. Καὶ ὅλως αἱ ὀρεκτικαὶ πανταχοῦ δυνάμεις ζωαί τέ εἰσι καὶ τῆς ὅλης ζωῆς ἰνδάλματα καὶ ποιήσεις ἔσχαται, νοῦ δὲ ἄμοιροι καθʼ ἑαυτὰς καὶ τῆς γνωστικῆς ἀμέτοχοι δυνάμεως· διὸ δὴ καὶ ἄμετροι καθʼ ἑαυτάς εἰσι καὶ ἀόριστοι, γνώσεως ἁπάσης παρῃρημέναι. Πάλιν τοίνυν τὰ μὲν ζῷα πάντα καὶ τοῦ ὄντος δέχεται μοῖραν, τὰ μὲν ἄλλην, τὰ δὲ ἄλλην, κατὰ τὴν αὐτῶν ἕκαστα φύσιν· τὰ δὲ ὄντα πάντα τῆς ζωῆς οὐκέτι μετέχειν ὁμοίως δυνατόν. Ἐπεὶ καὶ τὰς ποιότητας καὶ τὰ πάθη πάντα καὶ τῶν σωμάτων τὰ ἔσχατα τοῦ μὲν εἶναι καὶ αὐτὰ τὴν ἐσχάτην ποίησιν ὑποδέχεσθαί φαμεν, ζωῆς δὲ οὐκέτι καὶ τούτοις μετεῖναι λέγομεν.

Πρεσβύτερον ἄρα τὸ μὲν εἶναι τοῦ ζῆν, τοῦτο δὲ τοῦ νοῦ, τῆς δὲ ψυχῆς ὁ νοῦς, εἴπερ ἀνάγκη τὰ πλειόνων αἴτια προγενέστερα καὶ κατὰ τὴν τάξιν ἀρχικώτερα προεστάναι τῶν τὰ ἐλάττω παράγειν τε καὶ κοσμεῖν δυναμένων. Εἰκότως ἄρα καὶ ὁ Πλάτων ἐν Τιμαίῳ μὲν ἀπὸ νοῦ τὴν ψυχὴν ὑφίστησιν ὡς δευτέραν κατὰ τὴν ἑαυτῆς φύσιν· ἐν δὲ Νόμοις τὸν νοῦν κινεῖσθαί φησι ταῖς ἐντόρνοις σφαίραις παραπλησίως, τὸ γὰρ κινούμενον ζωῆς μετειληφὸς κινεῖται καὶ οὐδὲν ἄλλο ἐστὶν ἡ ὄντως ζωὴ παρὰ τὴν κίνησιν· ἐν δὲ τῷ Σοφιστῇ τὸ ὂν ἐξαιρεῖ τῶν τε ὅλων ἁπάντων γενῶν καὶ τῆς κινήσεως. Κατὰ γὰρ τὴν ἑαυτοῦ φύσιν τὸ ὂν οὔτε ἕστηκε, φησίν, οὔτε κινεῖται· τὸ δὲ μήτε ἑστὼς μήτε κινούμενον ἐπέκεινα τῆς αἰωνίου ζωῆς ἐστι.

Τεττάρων τοίνυν τούτων ὄντων πρὸ τῆς σωματικῆς ὑποστάσεως αἰτίων, οὐσίας, ζωῆς, νοῦ, ψυχῆς, ψυχὴ μὲν ἁπάντων μετέχει τῶν πρὸ αὐτῆς, τὸν μὲν λόγον κατὰ τὴν ἑαυτῆς ἰδιότητα λαχοῦσα, τὸν δὲ νοῦν καὶ τὴν ζωὴν καὶ τὸ ὂν ἀπὸ τῶν πρεσβυτέρων αἰτίων· διὸ δὴ καὶ τὰ μετʼ αὐτὴν ὑφίστησι τετραχῶς, κατὰ μὲν τὸ ὂν τὸ ἑαυτῆς τὰ πάντα καὶ μέχρι σωμάτων, κατὰ δὲ τὴν ζωὴν πάντα τὰ λεγόμενα ζῆν καὶ μέχρι τῶν φυτῶν, κατὰ δὲ τὸν νοῦν πάντα τὰ γνωστικὴν ἔχοντα δύναμιν καὶ μέχρι τῶν ἀλογωτάτων, κατὰ δὲ τὸν λόγον τὰ πρώτιστα τῶν μετέχειν αὐτῆς δυναμένων. Νοῦς δὲ ἐπέκεινα ψυχῆς ἱδρυμένος καὶ πλήρωμα τῆς τε ζωῆς ὑπάρχων καὶ τοῦ ὄντος τριχῶς διακοσμεῖ τὰ πάντα, τῆς μὲν νοερᾶς ἰδιότητος ἅπασι τοῖς γνωστικοῖς ἐλλάμπων τὴν δύναμιν, ζωῆς δὲ μετουσίαν πλείοσι χορηγῶν, καὶ τοῦ ὄντος ἅπασιν οἷς καὶ τὸ πρώτως ὄν. Ζωὴ δὲ ὑπὲρ νοῦν τεταγμένη διχῶς τῶν αὐτῶν αἰτία προϋπάρχει, μετὰ μὲν τοῦ νοῦ ζωοποιοῦσα τὰ δεύτερα καὶ ὅσα πέφυκε ζῆν ἀφʼ ἑαυτῆς πληροῦσα τῶν τῆς ζωῆς ὀχετῶν, μετὰ δὲ τοῦ ὄντος ἅπασι τὴν οὐσίαν ἄνωθεν παρέχουσα. Τὸ δὲ ὄν, αὐτὸ τὸ πρώτως ὂν καὶ ἐπέκεινα ζωῆς ἐκβεβηκός, αὐτῷ τῷ εἶναι τὰ πάντα γεννᾷ, καὶ τὰς ζωὰς ἁπάσας καὶ τοὺς νοῦς καὶ τὰς ψυχάς, καὶ πᾶσι πάρεστι μονοειδῶς καὶ ἀφʼ ὅλων ἐξῄρηται, κατὰ μίαν αἰτίαν τῶν ὅλων ὑποστατικὸν ὄν. Διὸ δὴ καὶ τῷ ἑνὶ πάντων ἐστὶν ὁμοιότατον καὶ τὴν ἐν αὑτῷ τῶν ὄντων περιοχὴν συνήνωσε τῇ πρωτίστῃ τῶν ὅλων ἀρχῇ, διʼ ἣν καὶ τὰ ὄντα πάντα καὶ τὸ μὴ ὂν ὑπέστη τά τε ὅλα καὶ τὰ μέρη τά τε εἴδη καὶ αἱ τούτων στερήσεις, ἃ δὴ τοῦ μὲν ὄντος μετέχειν οὐκέτι, τοῦ δὲ ἑνὸς πάντως ἀναγκαῖον.

Ταῦτα καὶ τὸν Ἐλεάτην ξένον ἐν Σοφιστῇ περὶ τοῦ παντελῶς ὄντος διαταττόμενον ἀνέπεισεν, ὡς ἐμοὶ δοκεῖ, καὶ τὸ ὂν ἐκεῖ θέσθαι καὶ τὴν ζωὴν καὶ τὸν νοῦν καὶ τὴν ψυχήν. Εἰ γάρ ἐστι σεμνὸν καὶ τίμιον τὸ ὄντως ὄν, νοῦς ἐστιν ἐκεῖ πρώτιστος, φησίν· οὐ γὰρ θέμις αὐτὸ σεμνὸν καὶ ἅγιον ἑστάναι νοῦν οὐκ ἔχον. Εἰ δὲ νοῦς ἐστιν ἐν τῷ παντελῶς ὄντι, κινεῖται πάντως ὁ νοῦς· οὔτε γὰρ ἄνευ κινήσεως οὔτε ἄνευ στάσεως ὑποστῆναί ποτε τὸν νοῦν δυνατόν. Εἰ δὲ ὁ νοῦς κινεῖται καὶ ἕστηκεν, ἔστιν ἐν τῷ ὄντι καὶ ζωὴ καὶ κίνησις. Τρία τοίνυν ἐκ τούτων ἀναπέφανται, τὸ ὄν, ἡ ζωή, ὁ νοῦς. Ἀλλὰ μὴν καὶ ἡ ψυχὴ μετὰ ταῦτα διὰ τούτων ἀνευρίσκεται. Δεῖ γὰρ δή, φησί, καὶ τὴν ζωὴν καὶ τὸν νοῦν, ἃ πρότερον ἦν καθʼ ἑαυτά, καὶ ἐν ψυχῇ γενέσθαι· πᾶσα γὰρ ψυχὴ καὶ ζωῆς ἐστι πλήρωμα καὶ νοῦ, μετέχουσα ἀμφοῖν. Ὃ καὶ ὁ Ἐλεάτης ξένος ἐνδεικνύμενος προστίθησιν· Ἀλλὰ ταῦτα μὲν ἀμφότερα ἐνόντα αὐτῷ λέγομεν, οὐ μὴν ἐν ψυχῇ γε φήσομεν αὐτὰ ἔχειν αὐτό; Τὸ γὰρ ἔχειν, ὥς πού φησί τις, τοῦ εἶναι δεύτερον, καὶ ἡ ψυχὴ μετέχει μὲν ἑκατέρου κατὰ τὴν ἑαυτῆς ἰδιότητα, τὸ δὲ λογοειδὲς τῆς οἰκείας ὑπάρξεως συμμίγνυσι τῇ νοερᾷ καὶ ζωτικῇ δυνάμει· προϋφέστηκε δὲ καὶ ὁ νοῦς καὶ ἡ ζωὴ τῆς ψυχῆς, ὁ μὲν ὡς κινούμενος ἅμα καὶ ὡς ἑστώς, ἡ δὲ ὡς κίνησις καὶ στάσις. Καὶ τέτταρες αὗται μονάδες οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς ὑμνημέναι τῷ Πλάτωνι, ψυχὴ καὶ νοῦς καὶ ζωὴ καὶ ὄν. Καὶ ὥσπερ ἐν ψυχῇ πάντα κατὰ μέθεξιν, οὕτω καὶ ἐν νῷ τὰ πρὸ αὐτοῦ καὶ ἐν ζωῇ τὸ πρὸ αὐτῆς· καὶ γὰρ τὴν ζωὴν εἶναί φαμεν — ἢ πῶς ἂν ἐν τῷ ὄντι λέγοιτο τετάχθαι, κατὰ ταὐτὸν μὴ μετέχουσα τοῦ ὄντος; — καὶ τὸν νοῦν εἶναί τε καὶ ζῆν, καὶ γὰρ κινεῖται καὶ μοῖρα τοῦ ὄντος ἐστί. Μετέχει τοίνυν τὰ δεύτερα τῶν περιληπτικωτέρων μονάδων. Ἀλλὰ τῶν μετεχομένων ὄντων πανταχοῦ δεῖ καὶ τὰ ἀμέθεκτα προϋπάρχειν αἴτια, καθάπερ δέδεικται πρότερον, κατὰ τὴν πρὸς τὸ ἓν τῶν ὄντων ὁμοιότητα. Τὸ μὲν ὂν ἄρα πρώτως ἀμέθεκτόν ἐστι· ζωὴ δὲ μετέχει μὲν πρώτη τοῦ ὄντος, ἀμέθεκτος δέ ἐστιν, ἐξῃρημένη τοῦ νοῦ· καὶ ὁ νοῦς πληροῦται μὲν ἔκ τε τοῦ ὄντος καὶ τῆς ζωῆς, ἀμέθεκτος δέ ἐστιν ψυχαῖς καὶ τοῖς μετʼ αὐτόν· καὶ ψυχῇ νοῦς ἐφέστηκε, ζωῆς καὶ ὄντος αὐτῇ μετουσίαν ἐπιλάμπων, ἀμέθεκτος δὲ προϋπάρχει τῶν σωμάτων· ἐσχάτη δὲ ἄρα τῶν ὄντων τάξις ᾗ καὶ τὰ σώματα προσήρτηται, τὰ μὲν οὐράνια πρώτως, τὰ δὲ ὑπὸ σελήνην μετὰ τῆς τῶν ἐνύλων προσθήκης.

Ἡ μὲν οὖν πρόοδος τῶν ὄντων αὕτη, διὰ ζωῆς καὶ νοῦ καὶ ψυχῆς εἰς τὴν σωματικὴν τελευτήσασα φύσιν. Εἰ δὲ ἀνάγκη τὰς ὑπερουσίους τῶν θεῶν ἑνάδας ἀπὸ τῆς ἀμεθέκτου τῶν πάντων αἰτίας ὑποστάσας μετέχεσθαι τὰς μὲν ὑπὸ τῶν πρώτων ἐν τοῖς οὖσι διακόσμων, τὰς δὲ ὑπὸ τῶν μέσων, τὰς δὲ ὑπὸ τῶν ἐσχάτων, ὡς δέδεικται πρότερον, δῆλον ὡς αἱ μὲν αὐτῶν τὴν ἀμέθεκτον τῶν ὄντων μοῖραν ἐκθεοῦσιν, αἱ δὲ τὴν ζωήν, αἱ δὲ τὸν νοῦν, αἱ δὲ τὴν ψυχήν, αἱ δὲ καὶ τὰ σώματα κατέλαμψαν. Καὶ τῶν μὲν ἐσχάτων οὐ τὰ σώματα μετέχει μόνον, ἀλλὰ καὶ ψυχὴ καὶ νοῦς καὶ ζωὴ καὶ οὐσία — νοῦς γὰρ ἐν ἑαυτῷ ὢν καὶ τῆς ζωῆς ἐστι καὶ τοῦ ὄντος πλήρωμα· τῶν δὲ ὑπὲρ τὸν κόσμον τοῦτον νοῦς ἐξήρτηται καὶ ψυχικὴ δύναμις προϋπάρχουσα τῷ νῷ· τῶν δὲ ὑπὲρ ταύτην νοῦς ἀμέθεκτος καὶ νοερός· τῶν δὲ ἐπέκεινα ζωὴ πρωτίστη καὶ ἀμέθεκτος· τῶν δὲ ἀκροτάτων αὐτὸ τὸ πρώτιστον ὂν καὶ τὸ θειότατον τῶν ὄντων. Διὸ καὶ ὁ Παρμενίδης ἐντεῦθεν ἀπὸ τοῦ ἑνὸς ὄντος ἀρχόμενος προάγει τὰς ὅλας διακοσμήσεις τῶν θεῶν. ζʹ

Τούτων δὲ ἡμῖν προδιωρισμένων φέρε περὶ τῶν θείων διακόσμων ἀρξάμενοι λέγωμεν ἄνωθεν, ἀπὸ τοῦ ἑνὸς τὰς ὅλας τῶν θεῶν τάξεις παράγοντες καὶ τῷ Πλάτωνι συνοδεύοντες, πρῶτον μὲν ἐκ τῶν ἄλλων διαλόγων ἕκαστα καταδούμενοι τοῖς ἀνελέγκτοις λογισμοῖς, ἔπειθʼ οὕτως καὶ τὰ τοῦ Παρμενίδου συμπεράσματα συνάπτοντες ταῖς θείαις προόδοις καὶ ἀπεικάζοντες, καὶ τὰ μὲν πρῶτα ταῖς πρώταις, τὰ δὲ ἔσχατα ταῖς ἐσχάταις ἐφαρμόζοντες.

Πάλιν δὴ οὖν ἡμῖν ἐπαναληπτέον τὴν περὶ τοῦ ἑνὸς μυσταγωγίαν, ἵνα καθʼ ὁδὸν ἰόντες ἀπὸ τῆς πρώτης ἀρχῆς τὰς δευτέρας καὶ τρίτας τῶν ὅλων ὑμνήσωμεν. Ἁπάντων δὴ τῶν ὄντων καὶ αὐτῶν τῶν τὰ ὄντα παραγόντων θεῶν μία καὶ ἐξῃρημένη καὶ ἀμέθεκτος αἰτία προϋφέστηκεν, ἄρρητος μὲν παντὶ λόγῳ καὶ ἄφραστος, ἄγνωστος δὲ πάσῃ γνώσει καὶ ἄληπτος, πάντα μὲν ἀφʼ ἑαυτῆς ἐκφαίνουσα, πάντων δὲ ἀρρήτως προϋπάρχουσα, καὶ πάντα μὲν πρὸς ἑαυτὴν ἐπιστρέφουσα, πάντων δὲ οὖσα τέλος τὸ ἄριστον. Ταύτην δὴ οὖν τὴν ὄντως ἐκβεβηκυῖαν χωριστῶς ἀπὸ πασῶν καὶ πάσας μὲν τὰς ἑνάδας τῶν θείων, πάντα δὲ τὰ γένη τῶν ὄντων καὶ τὰς προόδους ἑνιαίως ὑφιστάνουσαν ὁ μὲν ἐν Πολιτείᾳ Σωκράτης τἀγαθὸν ἀποκαλεῖ καὶ διὰ τῆς πρὸς τὸν ἥλιον ἀναλογίας τὴν θαυμαστὴν αὐτῆς πρὸς τὰ νοητὰ πάντα καὶ ἄγνωστον ὑπεροχὴν ἀποκαλύπτει· ὁ δὲ αὖ Παρμενίδης ἓν μὲν αὐτὴν ἐπονομάζει, διὰ δὲ τῶν ἀποφάσεων τὴν ἐξῃρημένην τοῦ ἑνὸς τούτου καὶ ἄρρητον ὕπαρξιν αἰτίαν τῶν ὅλων οὖσαν ἐπιδείκνυσιν· ὁ δὲ ἐν τῇ πρὸς Διονύσιον ἐπιστολῇ διʼ αἰνιγμάτων προϊὼν λόγος περὶ ἣν τὰ πάντα καὶ ὡς αἰτίαν πάντων τῶν καλῶν ἀνυμνεῖ· ὁ δὲ ἐν τῷ Φιλήβῳ Σωκράτης οἷον τῶν ὅλων ὑποστάτιν εὐφημεῖ, διότι πάσης ἐστὶ θεότητος αἰτία, τὸ γὰρ εἶναι θεοὶ πάντες οἱ θεοὶ διὰ τὸν πρῶτον ἔχουσι θεόν.

Εἴτʼ οὖν πηγὴν θεότητος αὐτὴν ἐπονομάζειν ᾖ θέμις, εἴτε βασιλέα τῶν πάντων, εἴτε ἑνάδα πασῶν ἑνάδων, εἴτε τῆς ἀληθείας γεννητικὴν ἀγαθότητα, εἴτε ἁπάντων τούτων ἐξῃρημένην ὕπαρξιν καὶ πασῶν αἰτιῶν ἐπέκεινα τῶν τε πατρικῶν καὶ τῶν γεννητικῶν, αὕτη μὲν ἡμῖν σιγῇ καὶ τῇ πρὸ σιγῆς ἑνώσει τιμάσθω καὶ τοῦ μυστικοῦ τέλους τὴν προσήκουσαν ταῖς ἡμετέραις ψυχαῖς μοῖραν ἐπιλάμψειε· τὰς δὲ ἀπʼ αὐτῆς καὶ μετʼ αὐτὴν προελθούσας δυοειδεῖς ἀρχὰς τῷ νῷ θεωρήσωμεν. Τί γὰρ ἄλλο μετὰ τὴν ἕνωσιν τῆς ὅλης θεότητος ἢ τὴν δυάδα τῶν ἀρχῶν ἀνάγκη τετάχθαι; ηʹ

Τίνες οὖν αἱ δύο τῶν θείων διακόσμων ἀρχαὶ μετὰ τὸ πρῶτον, ἐφεξῆς τοῖς περὶ ἐκείνου λόγοις θεωρήσωμεν· κατὰ γὰρ τὴν πάτριον θεολογίαν καὶ ὁ Πλάτων τὰς δύο μετὰ τὸ ἓν ὑφίστησιν ἀρχάς.

Λέγει τοίνυν ὁ ἐν Φιλήβῳ Σωκράτης ὡς ἄρα θεὸς πέρατός ἐστι καὶ ἀπειρίας ὑποστάτης καὶ διὰ τούτων ἅπαντα τὰ ὄντα μιγνὺς παρήγαγε, κατὰ τὸν Φιλόλαον ἐκ περαινόντων καὶ ἀπείρων τῆς τῶν ὄντων φύσεως συμπεπλεγμένης. Εἰ τοίνυν ἐκ τούτων τὰ ὄντα, δῆλον ὅτι πρὸ τῶν ὄντων ὑφεστήκασι, καὶ εἰ μεμιγμένων αὐτῶν τὰ δεύτερα μετείληφεν, ἀμιγεῖς αὗται τῶν ὅλων προϋπάρχουσιν. Οὐ γὰρ ἐκ τῶν κατατεταγμένων καὶ ἐν ἄλλοις ὄντων, ἀλλʼ ἀπὸ τῶν ἐξῃρημένων καὶ ἐν ἑαυτοῖς ἱδρυμένων ἄρχεται τῶν θείων ἡ πρόοδος. Ὥσπερ οὖν τὸ ἓν αὐτὸ πρὸ τῶν ἡνωμένων ἐστί, καὶ ὡς τὸ πεπονθὸς τὸ ἓν δευτέραν ἔχει τάξιν μετὰ τὴν ἀμέθεκτον ἕνωσιν, οὕτως ἄρα καὶ αἱ δύο τῶν ὄντων ἀρχαὶ πρὸ τῆς μεθέξεως καὶ τῆς εἰς τὰ ὄντα συμμίξεως αὐταὶ καθʼ ἑαυτὰς ὑπάρχουσιν αἰτίαι τῶν ὅλων. Δεῖ γὰρ εἶναι πρὸ τοῦ πεπερασμένου τὸ πέρας καὶ πρὸ τοῦ ἀπείρου τὴν ἀπειρίαν κατὰ τὴν πρὸς τὸ ἓν τῶν ἀπʼ αὐτοῦ προελθόντων ὁμοιότητα. Καὶ γὰρ αὖ καὶ εἰ τὰ ὄντα μετὰ τὸ ἓν ἀμέσως παράγοιμεν, οὐδαμοῦ τὴν τοῦ ἑνὸς ἰδιότητα καθαρῶς εὑρήσομεν. Οὔτε γὰρ τὸ ὂν τῷ ἑνὶ ταὐτόν, ἀλλὰ μετέχει τοῦ ἑνός· οὔτε τὸ πρῶτον ὡς ἀληθῶς ἐστιν ἕν, κρεῖττον γάρ ἐστιν, ὡς πολλάκις εἴρηται, καὶ τοῦ ἑνός· ποῦ τοίνυν τὸ κυριώτατα πάντως ἕν; Ἔστιν ἄρα τι πρὸ τοῦ ὄντος ἕν, ὃ καὶ ὑφίστησι τὸ ὂν καὶ αἴτιόν ἐστι τοῦ ὄντος πρώτως, ἐπειδὴ τὸ πρὸ αὐτοῦ καὶ τῆς ἑνώσεως ἐπέκεινα καὶ τῆς αἰτίας ἦν, ἄσχετον πρὸς πάντα καὶ ἀμέθεκτον ἀπὸ πάντων ἐξῃρημένον. Ἀλλʼ εἰ αἴτιόν ἐστι τοῦτο τὸ ἓν καὶ ὑποστατικὸν τοῦ ὄντος, δύναμις ἂν ἐν αὐτῷ γεννητικὴ τοῦ ὄντος ὑπάρχοι. Πᾶν γὰρ τὸ παράγον κατὰ τὴν ἑαυτοῦ παράγει δύναμιν, μέσην τοῦ παράγοντος καὶ τῶν παραγομένων ὑπόστασιν λαχοῦσαν καὶ τοῦ μὲν οὖσαν πρόοδον καὶ οἶον ἐκτένειαν, τοῦ δὲ αἰτίαν γεννητικὴν προτεταγμένην. Καὶ γὰρ δὴ τὸ ὄν, ἐκ τούτων παραγόμενον καὶ οὐκ ὂν αὐτοέν, ἀλλʼ ἑνοειδές, τὴν μὲν ἀπὸ τοῦ ἑνὸς πρόοδον διὰ τὴν δύναμιν ἔχει, προάγουσαν αὐτὸ καὶ ἐκφαίνουσαν ἀπὸ τοῦ ἑνός, αὐτὴν δὲ τὴν κρύφιον ἕνωσιν ἀπὸ τῆς ὑπάρξεως τοῦ ἑνός. Τὸ μὲν τοίνυν ἓν τοῦτο τὸ προϋπάρχον τῆς δυνάμεως καὶ πρῶτον ἀπὸ τῆς ἀμεθέκτου καὶ ἀγνώστου τῶν ὅλων αἰτίας προϋποστάν, πέρας ὁ ἐν Φιλήβῳ Σωκράτης ἀποκαλεῖ, τὴν δὲ γεννητικὴν τοῦ ὄντος δύναμιν ἀπειρίαν. Λέγει δὲ οὕτως ἐν ἐκείνοις· Τὸν θεὸν ἐλέγομέν που τὸ μὲν πέρας τῶν ὄντων δεῖξαι, τὸ δὲ ἄπειρον.

Ὁ μὲν οὖν πρώτιστος καὶ ἑνιαῖος θεὸς ἄνευ προσθήκης ἄλλης θεὸς ὑπʼ αὐτοῦ προσείρηται, διότι δὴ τῶν μὲν δευτέρων ἕκαστος θεῶν ὑπὸ τοῦ ὄντος μετέχεται καὶ συνηρτημένον ἔχει τὸ ὄν, ὁ δὲ πρώτιστος μόνος ἀφʼ ὅλων τῶν ὄντων ἐξῃρημένος θεός ἐστι, κατʼ αὐτὸ τὸ ἄρρητον καὶ ἑνιαῖον μόνον καὶ ὑπερούσιον ἀφωρισμένος. Τὸ δὲ πέρας τῶν ὄντων καὶ τὸ ἄπειρον ἐκφαίνει τὴν ἄγνωστον ἐκείνην καὶ ἀμέθεκτον αἰτίαν, τὸ μὲν πέρας τῆς μονίμου καὶ ἑνοειδοῦς καὶ συνεκτικῆς θεότητος αἴτιον ὑπάρχον, τὸ δὲ ἄπειρον τῆς ἐπὶ πάντα προϊέναι καὶ πληθύεσθαι δυναμένης καὶ ὅλως τῆς γεννητικῆς προκατάρχον ἁπάσης διακοσμήσεως. Πᾶσα μὲν γὰρ ἕνωσις καὶ ὁλότης καὶ κοινωνία τῶν ὄντων καὶ πάντα τὰ θεῖα μέτρα τοῦ πρωτίστου πέρατος ἐξήρτηται, πᾶσα δὲ διαίρεσις καὶ γόνιμος ποίησις καὶ ἡ εἰς πλῆθος πρόοδος ἀπὸ τῆς ἀρχηγικωτάτης ταύτης ἀπειρίας ὑφέστηκεν. Ὥστε καὶ ὅταν μένειν τῶν θείων ἕκαστον ἅμα καὶ προϊέναι λέγωμεν, μένειν μὲν αὐτὸ σταθερῶς κατὰ τὸ πέρας ὁμολογήσομεν, προϊέναι δὲ κατὰ τὴν ἀπειρίαν, καὶ ἅμα τό τε ἓν ἔχειν καὶ τὸ πλῆθος, τὸ μὲν τῆς τοῦ πέρατος ἀρχῆς, τὸ δὲ τῆς ἀπειρίας ἐξαπτόμενον· καὶ ὡς συλλήβδην εἰπεῖν ἁπάσης τῆς ἐν τοῖς θείοις γένεσιν ἀντιθέσεως τὸ μὲν κρεῖττον ἐπὶ τὸ πέρας, τὸ δὲ καταδεέστερον ἐπὶ τὴν ἀπειρίαν ἀνοίσομεν.

Ἐκ γὰρ τούτων τῶν δύο ἀρχῶν ἅπαντα μέχρι καὶ τῶν ἐσχάτων τὴν εἰς τὸ εἶναι πρόοδον ἔσχε. Καὶ γὰρ ὁ αἰὼν αὐτὸς ἅμα καὶ πέρατος μετέχει καὶ ἀπειρίας, ὡς μὲν νοητὸν μέτρον ὑπάρχων, τοῦ πέρατος, ὡς δὲ τῆς ἀνεκλείπτου κατὰ τὸ εἶναι δυνάμεως αἴτιος, τῆς ἀπειρίας. Καὶ ὁ νοῦς καθʼ ὅσον μὲν ἑνοειδής ἐστι καὶ ὅλος καὶ καθʼ ὅσον τῶν παραδειγματικῶν μέτρων ἐστὶ συνεκτικός, τοῦ πέρατός ἐστιν ἔκγονος, καθʼ ὅσον δὲ αὖ διαιωνίως τὰ πάντα παράγει καὶ κατὰ τὸν ὅλον αἰῶνα πᾶσιν ὁμοῦ τὸ εἶναι χορηγῶν ἀεὶ τὴν ἑαυτοῦ δύναμιν ἀνελάττωτον ἔχει, τῆς ἀπειρίας. Καὶ ἡ ψυχὴ τῷ μὲν ἀποκαταστάσεσι καὶ περιόδοις μετρεῖν τὴν ἑαυτῆς ζωὴν καὶ ὅρον ἐπάγειν ταῖς ἑαυτῆς κινήσεσιν ὑπὸ τὴν τοῦ πέρατος αἰτίαν ἀνάγεται, τῷ δὲ παῦλαν τῶν κινήσεων οὐδεμίαν ἔχειν, ἀλλὰ τὸ τῆς περιόδου τέλος ἀρχὴν ποιεῖσθαι δευτέρας ὅλης περιφορᾶς ζωτικῆς, ὑπὸ τὴν τῆς ἀπειρίας τάξιν τελεῖ. Καὶ ὁ σύμπας οὗτος οὐρανὸς κατὰ μὲν τὴν ὁλότητα τὴν ἑαυτοῦ καὶ τὴν συνοχὴν καὶ τὴν τάξιν τῶν περιόδων καὶ τὰ μέτρα τῶν ἀποκαταστάσεων πεπέρασται, κατὰ δὲ τὰς γονίμους δυνάμεις καὶ τὰς ποικίλας ἀνελίξεις καὶ τὰς τῶν κύκλων ἀνεκλείπτους ἐπανακυκλήσεις ἀπειρίας μετείληχε. Καὶ μὴν καὶ ἡ σύμπασα γένεσις διὰ μὲν τὰ εἴδη πάντα πεπερασμένα καὶ ἀεὶ ὡσαύτως ἑστῶτα καὶ διὰ τὸν ἕνα κύκλον τὸν τὴν οὐράνιον περιφορὰν ἀπεικαζόμενον περατοειδής ἐστι, διὰ δὲ αὖ τὴν τῶν καθʼ ἕκαστα συνισταμένων ποικιλίαν καὶ τὴν ἐξαλλαγὴν τὴν ἄπαυστον καὶ διὰ τὴν τοῦ μᾶλλον καὶ ἧττον ἐν ταῖς μεθέξεσι τῶν εἰδῶν παρεμπλοκὴν τῆς ἀπειρίας ἐστὶν εἰκών. Καὶ πρὸς τούτοις αὖ τῶν φύσει γινομένων ἕκαστον κατὰ μὲν τὸ εἶδος τῷ πέρατι προσέοικε, κατὰ δὲ τὴν ὕλην τῇ ἀπειρίᾳ. Ταῦτα γὰρ ἐσχάτως ἐξήρτηται τῶν δύο μετὰ τὸ ἓν ἀρχῶν, καὶ μέχρι τούτων ἡ πρόοδος τῆς ἐκείνων ποιήσεως. Καὶ ἔστιν ἑκάτερον μὲν καὶ τούτων ἕν, ἀλλὰ τὸ εἶδος μέτρον καὶ ὅρος τῆς ὕλης καὶ μᾶλλον ἕν· δυνάμει δὲ ἡ ὕλη τὰ πάντα, καθʼ ὅσον ἐκ τῆς πρώτης ὑπέστη δυνάμεως. Ἀλλʼ ἐκεῖ μὲν γεννητικὴ τῶν πάντων ἡ δύναμις, ἡ δὲ τῆς ὕλης δύναμις ἀτελὴς καὶ τῆς τῶν πάντων κατʼ ἐνέργειαν ὑποστάσεως ἐνδεής.

Εἰκότως ἄρα καὶ ὁ Σωκράτης ἔλεγεν ἐκ πέρατος εἶναι καὶ ἀπείρου τὰ ὄντα πάντα καὶ τὰς δύο ταύτας νοητὰς ἀρχὰς ἀπὸ τοῦ θεοῦ πρώτως ὑφεστάναι. Τὸ γὰρ καὶ συνάγον ἀμφοτέρας καὶ τελειοῦν καὶ διὰ πάντων ἐκφαῖνον τῶν ὄντων τὸ πρὸ τῆς δυάδος ἐστὶν ἕν· καὶ ἡ μὲν ἕνωσις τοῖς πᾶσιν ἐκ τοῦ πρώτου, ἡ δὲ διαίρεσις τῶν δύο στοιχείων ἐκ τῶν πρωτουργῶν τούτων αἰτίων ἀπογεννᾶται καὶ διὰ τούτων ἐπὶ τὴν ἄρρητον καὶ ἄγνωστον ἀρχὴν ἀνατείνεται. θʹ

Τίνες μὲν οὖν εἰσιν αἱ δύο τῶν ὄντων ἀρχαὶ προσεχῶς ἐκ τοῦ ἑνὸς ἀναφανεῖσαι κατὰ τὴν τοῦ Πλάτωνος θεολογίαν, διὰ τούτων ἔστω καταφανές· τὸ δὲ ἐκ τούτων τρίτον ἀναφαινόμενον τί ποτέ ἐστι, μετὰ ταῦτα λέγωμεν. Καλεῖται μὲν οὖν πανταχοῦ μικτόν, ὡς ἐκ πέρατος καὶ ἀπειρίας ὑποστάν. Εἰ δὲ τὸ πέρας τῶν ὄντων ἦν πέρας καὶ τὸ ἄπειρον τῶν ὄντων ἄπειρον καὶ ἔστι τὰ ἐξ ἀμφοῖν ἔχοντα τὴν σύστασιν τὰ ὄντα, καθάπερ αὐτὸς σαφῶς ὁ Σωκράτης ἀναδιδάσκει, δῆλον ὅτι τὸ πρώτιστον τῶν μικτῶν πρώτιστόν ἐστι τῶν ὄντων, τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἀκρότατον ἐν τοῖς οὖσι καὶ ὅ ἐστιν αὐτοὸν καὶ οὐδὲν ἄλλο ἢ ὄν.

Λέγω δὲ οὕτως διὰ … καὶ τὸ πρώτως ὂν πάντων εἶναι νοητῶς περιληπτικὸν ἀπεδείκνυμεν, καὶ τῆς ζωῆς καὶ τοῦ νοῦ· καὶ γὰρ τὴν ζωὴν τριαδικὴν εἶναι ζωτικῶς καὶ τὸν νοῦν νοερῶς· καὶ εἶναι πανταχοῦ μὲν τὰ τρία ταῦτα, τὸ ὄν, τὴν ζωήν, τὸν νοῦν, πρώτως δὲ καὶ οὐσιωδῶς ἐν τῷ ὄντι πάντα προϋπάρχειν. Ἐκεῖ γὰρ καὶ ἡ οὐσία καὶ ἡ ζωὴ καὶ ὁ νοῦς· καὶ ἡ … ἀκρότης τῶν ὄντων, ἡ δὲ ζωὴ τὸ μέσον κέντρον τοῦ ὄντος, νοητὴ ζωὴ λεγομένη καὶ οὖσα, ὁ δὲ νοῦς τὸ πέρας τοῦ ὄντος καὶ νοητὸς νοῦς. Ἔστι γὰρ ἐν τῷ νοητῷ νοῦς καὶ ἐν τῷ νῷ νοητόν· ἀλλʼ ἐκεῖ μὲν νοητῶς ὁ νοῦς, ἐν δὲ τῷ νῷ νοερῶς τὸ νοητόν. Καὶ ἡ μὲν οὐσία τὸ μόνιμον τοῦ ὄντος καὶ τὸ ταῖς πρωτίσταις ἀρχαῖς συνυφαινόμενον καὶ ἀνεκφοίτητον τοῦ ἑνός· ἡ δὲ ζωὴ τὸ προϊὸν ἀπὸ τῶν ἀρχῶν καὶ τῇ ἀπείρῳ δυνάμει συμφυόμενον· ὁ δὲ νοῦς τὸ ἐπιστρέφον εἰς τὰς ἀρχὰς καὶ συνάπτον τῇ ἀρχῇ τὸ πέρας καὶ κύκλον ἕνα νοητὸν ἀπεργαζόμενον.

Τριττοῦ τοίνυν ὄντος τοῦ ὄντος, καὶ τοῦ μὲν οὐσιωδοῦς ἐν αὐτῷ, τοῦ δὲ ζωτικοῦ, τοῦ δὲ νοεροῦ, πάντων δὲ οὐσιωδῶς ἐν αὐτῷ προϋπαρχόντων, τὸ πρώτιστον τῶν ὄντων ἐστὶ τὸ ἐκ τῶν πρωτίστων ἀρχῶν μιγνύμενον, λέγω δὴ τὴν οὐσίαν. Ἡ γὰρ αὐτοουσία πάντων ἐστὶ τῶν ὄντων ἀκρότης καὶ οἷον μονάς ἐστι τῶν ὅλων· καὶ ἐν ἅπασι τοίνυν τοῖς οὖσιν ἡ οὐσία τὸ πρώτιστον, καὶ ἐν ἑκάστῳ τὸ οὐσιῶδές ἐστι πρεσβύτατον ὡς ἀπὸ τῆς τῶν ὄντων ἑστίας ὑποστάν. Καὶ γὰρ τὸ νοητὸν μάλιστα τοῦτό ἐστιν, ἐπειδὴ νοῦς μέν ἐστι τὸ γνωστικόν, ἡ δὲ ζωὴ νόησις, νοητὸν δὲ τὸ ὄν. Εἰ δὴ μικτόν ἐστι πᾶν τὸ ὄν, τὸ δὲ αὐτοὸν ἡ οὐσία, πρὸ τῶν ἄλλων ἁπάντων ἡ οὐσία τὸ μικτόν ἐστιν, ἐκ τρίτων ἀπὸ τοῦ ἑνὸς ὑφισταμένη. Διὸ δὴ καὶ ὁ Σωκράτης ἐνδεικνύμενος ὅπως ἐξήλλακται τῆς ἀπογεννήσεως ὁ τρόπος ἐπί τε τῶν δυεῖν ἀρχῶν καὶ τοῦ μικτοῦ, τὸ μὲν πέρας καὶ τὸ ἄπειρον δεῖξαί φησι τὸν θεόν — ἑνάδες γάρ εἰσιν ἀπὸ τοῦ ἑνὸς ὑποστᾶσαι καὶ οἷον ἐκφάνσεις ἀπὸ τῆς ἀμεθέκτου καὶ πρωτίστης ἑνώσεως —, τὸ δὲ μικτὸν ποιεῖν καὶ συγκεραννύναι διὰ τῶν πρώτων ἀρχῶν. Ὅσῳ δὴ τὸ ποιεῖν τοῦ ἐκφαίνειν καταδεέστερον καὶ ἡ γέννησις τῆς ἐκφάνσεως, τοσούτῳ δήπου τὸ μικτὸν ὑφειμένην ἔλαχε τὴν ἀπὸ τοῦ ἑνὸς πρόοδον τῶν δύο ἀρχῶν.

Οὐσία τοίνυν ἐστὶ νοητὴ τὸ μικτόν· καὶ ὑφίσταται πρώτως μὲν ἀπὸ τοῦ θεοῦ, παρʼ οὗ καὶ τὸ ἄπειρον καὶ τὸ πέρας, δευτέρως δὲ ἀπὸ τῶν μετὰ τὸν ἑνιαῖον θεὸν ἀρχῶν, τοῦ ἀπείρου λέγω καὶ τοῦ πέρατος. Ἡ γὰρ τετάρτη αἰτία, ἡ τῆς μίξεως ποιητική, πάλιν αὐτός ἐστιν ὁ θεός. Ἐπεὶ καὶ εἴ τις ἄλλην ὑποθοῖτο παρʼ αὐτήν, οὐκέτι τέταρτον, ἀλλὰ πέμπτον ὑποθήσεται. Πρῶτος μὲν γὰρ ἦν ὁ θεὸς ὁ τὰς δύο ἐκφαίνων ἀρχάς, δύο δὲ μετὰ τοῦτον ἀρχαί, τὸ πέρας καὶ ἄπειρον, τέταρτον δὲ τὸ μικτόν. Εἰ τοίνυν τὸ τῆς μίξεως αἴτιον ἐξήλλακται τῆς θείας αἰτίας τῆς πρωτίστης, πέμπτον ἂν εἴη τοῦτο, καὶ οὐ τέταρτον, ὥς φησιν ὁ Σωκράτης. Ἔτι δὲ πρὸς τούτοις, εἰ τὸν θεὸν ἑνώσεως μάλιστά φαμεν εἶναι χορηγὸν τοῖς οὖσι καὶ ἡ μίξις αὕτη τῶν ἀρχῶν ἕνωσίς ἐστιν εἰς τὴν τοῦ ὄντος ὑπόστασιν, δῆλον ὅτι καὶ ταύτης ὁ θεὸς αἴτιός ἐστι πρώτως. Καὶ μὴν καὶ ὁ ἐν Πολιτείᾳ Σωκράτης διαρρήδην ἀποφαίνεται τἀγαθὸν αἴτιον εἶναι τοῦ τε ὄντος καὶ τῆς οὐσίας τοῖς νοητοῖς, ὥσπερ τὸν ἥλιον τοῖς ὁρατοῖς· πῶς οὖν οὐκ ἀνάγκη τὸ μικτόν, εἴπερ ἐστὶ τὸ πρώτως ὄν, εἰς τὸν πρῶτον ἀναφέρειν θεόν, καὶ λέγειν ἀπʼ ἐκείνου τὴν πρόοδον εἰληφέναι; Εἰ δὲ καὶ ὁ ἐν Τιμαίῳ δημιουργὸς τὴν οὐσίαν τῆς ψυχῆς αὐτὴν καθʼ αὑτὴν ὑφίστησιν ἐκ τῆς ἀμερίστου καὶ τῆς μεριστῆς, ὃ ταὐτὸν τῷ ἐκ πέρατος καὶ ἀπείρου—ἔοικε γὰρ τῇ μὲν ἀμερίστῳ κατὰ τὸ πέρας, τῇ δὲ μεριστῇ κατὰ τὸ ἄπειρον—εἰ τοίνυν ὁ δημιουργὸς ἐκ τούτων συγκεράννυσι τὴν οὐσίαν τῆς ψυχῆς, καὶ τὸ ταὐτὸν αὖ καὶ τὸ ἕτερον χωρίς, εἶτʼ ἐκ τούτων ἤδη προόντων τὴν ὅλην ὑφίστησι ψυχήν, πῶς οὐ πολλῷ μειζόνως τὸν πρῶτον θεὸν τῆς πρωτίστης οὐσίας αἴτιον φήσομεν;

Πρόεισι μὲν οὖν ἐκ τοῦ πρώτου τὸ μικτόν, ὥσπερ εἴπομεν, καὶ οὐκ ἔστιν ἐκ τῶν μετὰ τὸ ἓν ἀρχῶν μόνον, πρόεισι δὲ καὶ ἐκ τούτων, καὶ ἔστι τριαδικόν, τὴν μὲν πρώτην ἐκ τοῦ θεοῦ μετέχον ἑνώσεως ἀρρήτου καὶ τῆς ὅλης ὑποστάσεως, ἐκ δὲ τοῦ πέρατος τὴν ὕπαρξιν καὶ τὸ μονοειδὲς καὶ τὴν μόνιμον ἰδιότητα λαμβάνον, ἐκ δὲ τῆς ἀπειρίας τὴν δύναμιν καὶ τὴν ἐν αὐτῷ κρύφιον τῶν πάντων … . Ὅλως γάρ, ἐπεὶ καὶ ἕν ἐστι καὶ οὐχ ἕν, τὸ μὲν ἓν αὐτῷ κατὰ τὸ πέρας ὑπάρχει, τὸ δὲ οὐχ ἓν κατὰ τὸ ἄπειρον, ἡ δὲ τούτων ἀμφοτέρων σύμμιξις καὶ ὁλότης ἐκ τοῦ πρώτου. Καὶ μονὰς οὖν ἐστι τὸ μικτόν, διότι μετέχει τοῦ ἑνός, καὶ δυοειδές ἐστι, καθʼ ὅσον ἐκ τῶν δύο προελήλυθεν ἀρχῶν, καὶ τριάς, καθʼ ὅσον ἐν παντὶ μικτῷ τριῶν τούτων δεῖ κατὰ τὸν Σωκράτην, κάλλους, ἀληθείας, συμμετρίας.

Ἀλλὰ περὶ μὲν τούτων εἰσαῦθις ἐροῦμεν· ὅπως δὲ τὸ πρώτως μικτὸν ἡ οὐσία, νῦν διαρθρώσωμεν. Τοῦτο γὰρ δὴ τῶν πάντων ἐστὶν εἰς εὕρεσιν χαλεπώτατον, τί τὸ πρώτως ὂν … ὥς πού φησι καὶ ὁ Ἐλεάτης ξένος, οὐ παρʼ ἔλαττον τοῦ μὴ ὄντος εἶναι τὸ ὄν, ἀπορώτατον. Πῶς τοίνυν ἐκ πέρατος ἡ οὐσία καὶ ἀπείρου, λεκτέον. Εἰ γὰρ καὶ τὸ πέρας καὶ τὸ ἄπειρον ὑπερούσια, δόξειεν ἂν ἡ οὐσία τὴν ὑπόστασιν ἐκ μὴ οὐσιῶν ἔχειν. Πῶς οὖν αἱ μὴ οὐσίαι ποιοῦσι τὴν οὐσίαν; Ἢ τοῦτο κἀν τοῖς ἄλλοις ἅπασίν ἐστιν ὅσα κατὰ μίξιν ἀλλήλων ὑφέστηκεν· τὸ γὰρ ἐκ τῶν μεμιγμένων οὐκ ἔστι τοῖς ἀμίκτοις ταὐτόν. Οὔτε γὰρ ἡ ψυχὴ ταὐτόν ἐστι τοῖς γένεσιν ἐξ ὧν συγκεραννυμένων ἀπεγέννησεν αὐτὴν ὁ πατήρ, οὔτε ὁ εὐδαίμων βίος ὁ αὐτός ἐστι τῷ κατὰ νοῦν ἢ καθʼ ἡδονὴν βίῳ, οὔτε τὸ ἐν σώμασιν ἓν ταὐτὸν τοῖς ἑαυτοῦ στοιχείοις. Ὥστε καὶ τὸ πρώτως ὂν οὐ θαυμαστὸν εἰ μήτε πέρας ὂν μήτε ἄπειρον ἐξ ἀμφοῖν ὑπέστη, καὶ ἔστι μικτόν, οὐκ αὐτῶν τῶν ὑπερουσίων αὐτοῦ εἰς τὴν μίξιν παρειλημμένων, ἀλλʼ ἐκείνων μὲν ἐξῃρημένων, δευτέρων δὲ ἀπʼ ἐκείνων προόδων συμφυομένων εἰς τὴν τῆς οὐσίας ὑπόστασιν. Οὕτως οὖν ἐκ τούτων τὸ ὄν, ὡς μετέχον ἀμφοῖν καὶ τὸ μὲν μονοειδὲς ἀπὸ τοῦ πέρατος ἔχον, τὸ δὲ γεννητικὸν καὶ ὅλως τὸ κρύφιον πλῆθος ἀπὸ τῆς ἀπειρίας. Ἔστι γὰρ πάντα κρυφίως, καὶ διὰ τοῦτο πάντων αἴτιον τῶν ὄντων. Ὃ καὶ ὁ Ἐλεάτης ξένος ἡμῖν ἐνδεικνύμενος τὴν μὲν πρώτην δυνάμενον ἀποκαλεῖ τὸ ὄν, ὡς ἂν κατὰ μετουσίαν τῆς πρώτης δυνάμεως ὑποστὰν καὶ μετέχον τῆς τε ὑπάρξεως ἐκ τοῦ πέρατος καὶ τῆς δυνάμεως ἐκ τοῦ ἀπείρου· προελθὼν δὲ αὖ καὶ δύναμιν ἀφορίζεται τὸ ὄν, ὡς οἰστικὸν τῶν πάντων καὶ γεννητικὸν καὶ ὡς πάντα ὂν ἑνοειδῶς. Ἡ γὰρ δύναμις αἰτία πανταχοῦ τῶν γονίμων προόδων καὶ παντὸς πλήθους, ἡ μὲν κρυφία δύναμις τοῦ κρυφίου πλήθους, ἡ δὲ κατʼ ἐνέργειαν καὶ ἑαυτὴν ἐκφήνασα, τοῦ παντελοῦς.

Διὰ δὴ ταύτην οἶμαι τὴν αἰτίαν καὶ πᾶν τὸ ὂν καὶ ἡ οὐσία πᾶσα δυνάμεις ἔχει συμφυεῖς, μετέχει γὰρ τῆς ἀπειρίας· καὶ τὴν μὲν ὕπαρξιν ἐκ τοῦ πέρατος κομίζεται, τὴν δὲ δύναμιν ἐκ τοῦ ἀπείρου. Καὶ οὐδὲν ἄλλο ἐστὶ τὸ ὂν ἢ μονὰς δυνάμεων πολλῶν καὶ ὕπαρξις πληθυνομένη, καὶ διὰ τοῦτο ἓν πολλὰ τὸ ὄν. Ἀλλὰ τὰ πολλὰ κρυφίως μέν ἐστι καὶ ἀδιακρίτως ἐν τοῖς πρώτοις, διῃρημένως δὲ ἐν τοῖς δευτέροις· ὅσῳ γάρ ἐστι τῷ ἑνὶ τὸ ὂν συγγενέστερον, τοσοῦτον μᾶλλον ἀποκρύπτει τὸ πλῆθος καὶ κατʼ αὐτὴν μόνον ἀφορίζεται τὴν ἕνωσιν. Ταῦτά μοι δοκοῦσι καὶ οἱ περὶ Πλωτῖνον πολλάκις ἐνδεικνύμενοι τὸ ὂν ἔκ τε εἴδους καὶ ὕλης νοητῆς ποιεῖν, τὸ μὲν εἶδος τῷ ἑνὶ καὶ τῇ ὑπάρξει, τὴν δὲ δύναμιν ἀνάλογον — τάττοντες τῇ ὕλῃ. Καὶ εἰ τοῦτο λέγοιεν, ὀρθῶς λέγουσιν· εἰ δὲ ἄμορφόν τινα καὶ ἀνείδεον φύσιν καὶ ἀόριστον ἐπὶ τὴν νοητὴν οὐσίαν ἀναπέμπουσι, τῆς Πλατωνικῆς ἁμαρτάνειν μοι δοκοῦσι διανοίας. Οὐ γάρ ἐστιν ὕλη τοῦ πέρατος τὸ ἄπειρον, ἀλλὰ δύναμις· οὐδὲ εἶδος τοῦ ἀπείρου τὸ πέρας, ἀλλὰ ὕπαρξις· ἐξ ἀμφοῖν δὲ τὸ ὄν, ὡς οὐ μόνον ἐν τῷ ἑνὶ στάν, ἀλλὰ πλῆθος ἑνάδων καὶ δυνάμεων εἰς μίαν οὐσίαν συγκεραννυμένων ὑποδεξάμενον. ιʹ

Τὸ μὲν οὖν πρώτως ὂν διὰ ταῦτα μικτὸν ὑπὸ τοῦ Πλάτωνος προσείρηται· κατʼ εἰκόνα δὲ αὐτοῦ καὶ ἡ γένεσις μικτὸν ἐκ πέρατος καὶ ἀπείρου. Καὶ τὸ μὲν ἄπειρον ἐν ταύτῃ δύναμις ἀτελής, τὸ δὲ πέρας εἶδος καὶ μορφὴ τῆς δυνάμεως ταύτης. Διὸ ταύτην μὲν τὴν δύναμιν ὕλην τιθέμεθα, τὸ κατʼ ἐνέργειαν οὐκ ἔχουσαν τοῦ εἶναι, καὶ τοῦ ὁρίζεσθαι δεομένην ἀλλαχόθεν· τὴν δὲ τοῦ ὄντος δύναμιν, γεννητικὴν τῶν ἐνεργειῶν οὖσαν καὶ πάντα τὰ ὄντα παράγουσαν ἀφʼ ἑαυτῆς καὶ τῶν τελείων δυνάμεων ἐν τοῖς οὖσιν ὁριστικὴν ὑπάρχουσαν, οὐκέτι φαμὲν ὕλην ἀποκαλεῖν θεμιτόν. Τὸ γὰρ ἐκείνης τέλειον ἀνομοίως ἡ τῆς ὕλης μεμίμηται δύναμις ἀτελὴς γενομένη, καὶ τὴν ἐν ἐκείνῃ τοῦ πλήθους ὠδῖνα δυνάμει γενομένη τὸ πλῆθος ἀπεικάσατο. Καὶ μὴν καὶ τὸ εἶδος τοῦτο μιμεῖται μὲν ἐσχάτως τὸ πέρας, ὁρίζον καὶ αὐτὸ τὴν ὕλην καὶ περατοῦν τὸ ἄπειρον αὐτῆς· πληθύεται δὲ καὶ μερίζεται περὶ αὐτὴν καὶ τῇ στερήσει συνανακέκραται τῆς ὕλης καὶ τὴν ἄκραν ἕνωσιν τῆς τοῦ ὄντος ὑπάρξεως τῷ εἶναι γινόμενον ἀεὶ καὶ ἀπολλύμενον ἀπεικονίσατο. Τὰ γὰρ ἐν τοῖς πρώτοις ὄντα καθʼ ὑπεροχήν, ταῦτα ἐν τοῖς ἐσχάτοις ἐστὶ κατὰ ἔλλειψιν. Ἐπεὶ καὶ τὸ μὲν πρώτως ὂν μικτόν ἐστιν ἐκ πέρατος καὶ ἀπείρου, ζωῆς ἐξῃρημένον καὶ αἴτιον αὐτῆς ὑπάρχον· τὸ δὲ ἐκ τοῦ πρώτου τῶν εἰδῶν καὶ τῆς πρώτης ὕλης ὑφιστάμενον ἄζων μέν ἐστι κατὰ τὴν αὑτοῦ φύσιν, δυνάμει γὰρ ἔχει τὴν ζωήν. Ἐκεῖ μὲν γὰρ τὰ γεννητικὰ προϋπάρχει τῶν ἀπογεννωμένων καὶ τὰ τέλεια πρὸ τῶν ἀτελῶν ὑφέστηκεν, ἐνταῦθα δὲ τὰ δυνάμει πρὸ τῶν κατʼ ἐνέργειαν καὶ τὰ συναίτια τοῖς ἐξ αὐτῶν ὑποβέβληται. Τοῦτο δὲ οἶμαι συμβαίνειν ἀνάγκη διότι τῶν πρώτων ἀρχῶν αἱ δόσεις καὶ μέχρι τῶν ἐσχάτων διήκουσι, καὶ οὐ μόνον τὰ τελειότερα γεννῶσιν ἀλλὰ καὶ τὰ ἀτελέστερα κατὰ τὴν ὑπόστασιν.

Καὶ διὰ ταῦτα τὸ μὲν μικτὸν γενέσεως αἴτιον καὶ τῆς μεμιγμένης ἐνταῦθα φύσεως, τὸ δὲ πέρας καὶ τὸ ἄπειρον τὰ πρὸ τοῦ ὄντος οὐ ταύτης μόνον, ἀλλὰ καὶ τῶν ταύτης στοιχείων, ὧν τὸ μικτὸν οὐκ ἦν αἴτιον καθʼ ὅσον ἐστὶ μικτόν. Διττὸν γὰρ τὸ πέρας καὶ τὸ ἄπειρον, καὶ τὰ μὲν ἐξῄρηται τῶν μικτῶν, τὰ δὲ εἰς τὴν συμπλήρωσιν αὐτῶν παρείληπται. Δεῖ γὰρ οἶμαι πανταχοῦ πρὸ τῶν μεμιγμένων εἶναι τὰ ἄμικτα καὶ πρὸ τῶν ἀτελῶν τὰ τέλεια καὶ πρὸ τῶν μορίων τὰ ὅλα καὶ πρὸ τῶν ἐν ἄλλοις τὰ ἐπʼ αὐτῶν· καὶ τοῦτο οὐκ ἐπὶ ἑνὸς μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ κάλλους καὶ ἐπὶ τῆς συμμετρίας καὶ ἐπὶ πάντων τῶν εἰδῶν ὁ Σωκράτης ὑφηγεῖται ποιεῖν. Εἰ τοίνυν καὶ τὰ δεύτερα καὶ τὰ τρίτα τῶν γενῶν τοῦ ὄντος καὶ εἰδῶν πρὸ τῶν μετεχόντων ὑφέστηκε, πῶς τὸ διὰ πάντων τῶν ὄντων διῆκον πέρας καὶ ἄπειρον μεμιγμένα τὴν πρώτην ὑφεστάναι φήσομεν; Ἀμιγῆ τοίνυν αὐτὰ καὶ χωριστὰ τοῦ ὄντος ὑποθετέον, καὶ τὸ ὂν ἀπʼ αὐτῶν ἅμα καὶ ἐξ αὐτῶν· ἀπʼ αὐτῶν μὲν ὡς προϋπαρχόντων, ἐξ αὐτῶν δὲ ὡς κατὰ δευτέραν πρόοδον ἐν αὐτῷ γενομένων. Καὶ τὰ τοῦ ὄντος γένη διττά, τὰ μὲν δημιουργικὰ τῶν ὄντων, τὰ δὲ στοιχεῖα τῆς ἑκάστου φύσεως· τὰ μὲν γὰρ αὐτὰ καθʼ ἑαυτὰ προϋφέστηκεν ὡς ποιητικά, τὰ δὲ ἐκ τούτων ἀπογεννώμενα συνίστησιν ἕκαστον.

Μηδεὶς οὖν ἔτι θαυμαζέτω πῶς ὁ μὲν Σωκράτης τὸ μικτὸν ἐν τῷ Φιλήβῳ τοῦ τε πέρατος καὶ τῆς ἀπειρίας προτίθησιν, ἡμεῖς δὲ ἔμπαλιν τοῦ μικτοῦ τὸ πέρας καὶ ἄπειρον ἐξῃρημένον ἀποφαίνομεν. Διττὸν γὰρ ἑκάτερον, καὶ τὸ μὲν πρὸ τοῦ ὄντος, τὸ δὲ ἐν τῷ ὄντι, καὶ τὸ μὲν γεννητικόν, τὸ δὲ στοιχεῖον τῶν μικτῶν. Τοιοῦτον δέ ἐστι καὶ τὸ πέρας τοῦ μικτοῦ βίου καὶ τὸ ἄπειρον, ὡς στοιχεῖον ἑκάτερον εἶναι τῆς ὅλης εὐδαιμονίας. Διὸ δὴ καὶ ἐνδεὲς ἑκάτερον ἑκατέρου, καὶ οὔτε νοῦς καθʼ ἑαυτὸν ἐφετὸς οὔτε ἡδονὴ τελεία, δεῖ δὲ τὸ ἀγαθὸν ἐκ πάντων εἶναι, τοῦ ἐφετοῦ, τοῦ ἱκανοῦ, τοῦ τελείου. Τὸ μὲν οὖν πέρας αὐτὸ καὶ τὸ ἄπειρον τὸ χωριστὸν τοῦ μικτοῦ προϋπάρχει κατʼ αἰτίαν, τὸ δὲ πέρας καὶ τὸ ἄπειρον τὸ μικτὸν ἀτελέστερον τοῦ μίγματός ἐστιν.

ιαʹ

Ἐκ τίνων μὲν οὖν τὸ μικτόν, δῆλον ἀπὸ τούτων· περὶ δὲ τῆς τριάδος τῆς συνυπαρχούσης αὐτῷ λεκτέον μετὰ ταῦτα. Πᾶσα γὰρ μίξις, ἄνπερ ὀρθῶς ἀπεργάζηται, φησὶν ὁ Σωκράτης, τῶν τριῶν δεῖται τούτων, κάλλους, ἀληθείας, συμμετρίας. Οὔτε γὰρ αἰσχρὸν παρεμπῖπτόν τι τῆς μίξεως ὀρθότητα παρέχεται, πλημμελείας ὂν αἴτιον καὶ τῆς ἀτάκτου πλεονεξίας· οὔτε τὸ ἀληθές ποτε χωριζόμενον ἐκ καθαρῶν καὶ τῷ ὄντι κρατουμένων ἀφίησι γενέσθαι τὴν σύμμιξιν, ἀλλʼ εἰδώλου καὶ τοῦ μὴ ὄντος ἀναπίμπλησι τὸ ὅλον· οὔτε συμμετρίας χωρὶς κοινωνία τῶν στοιχείων ἔσται καὶ εὐάρμοστος ὁμιλία. Δεῖ τοίνυν τῆς μὲν συμμετρίας πρὸς τὴν ἕνωσιν τῶν συμμιγνυμένων καὶ τὴν προσήκουσαν κοινωνίαν, τῆς δὲ ἀληθείας πρὸς τὴν καθαρότητα, τοῦ δὲ κάλλους πρὸς τὴν τάξιν· ὃ καὶ τὸ ὅλον ἐραστὸν ἀποτελεῖ. Τὸ γὰρ ἕκαστον τὴν ἑαυτῷ συναρμόττουσαν ἔχειν ἐν τῇ μίξει χώραν τά τε στοιχεῖα καὶ τὸ ἐξ αὐτῶν τεταγμένον ἀποφαίνει καὶ καλόν.

Ἐνταῦθα τοίνυν ἐν τῷ πρώτῳ μικτῷ τὰ τρία ταῦτα πέφηνε, τὸ σύμμετρον, τὸ ἀληθές, τὸ καλόν. Καὶ τὸ μὲν σύμμετρον τοῦ ἓν εἶναι τὸ ὂν αἴτιον τῷ μικτῷ, τὸ δὲ ἀληθὲς τοῦ ὄντως εἶναι, τὸ δὲ καλὸν τοῦ νοητὸν εἶναι. Νοητὸν ἄρα καὶ ὄντως ὄν ἐστι καὶ ἑνοειδέστερον τὸ πρώτως ὄν· καὶ συνῆπται μὲν ὁ νοῦς πρὸς αὐτὸ κατὰ τὴν πρὸς τὸ καλὸν οἰκείωσιν, μετέχει δὲ ἕκαστα τοῦ εἶναι διότι τοῦ ὄντος ἐστὶν ὄν, ἀκρότατον δέ ἐστιν ἐν τοῖς οὖσιν ἐκεῖνο διότι τῷ ἀγαθῷ συνήνωται. Ταῦτα δή μοι δοκεῖ τὰς τρεῖς τοῦ ὄντος αἰτίας καὶ ὁ θεῖος Ἰάμβλιχος κατιδὼν ἐν τρισὶ τούτοις, ἀφορίζειν τὸ νοητὸν συμμετρίᾳ καὶ ἀληθείᾳ καὶ κάλλει, καὶ διὰ τούτων τοὺς νοητοὺς θεοὺς ἐκφαίνειν ἐν τῇ πλατωνικῇ θεολογίᾳ.

Καὶ ὅπως μὲν ἐκ τούτων τὸ νοητόν ἐστι πλάτος, ἔσται προϊοῦσιν ἐναργέστατον· νυνὶ δὲ ἐκεῖνο πάντως ἐκ τῶν εἰρημένων σαφές, διότι φησὶν ὁ Σωκράτης τὴν τριάδα ταύτην ἀνευρὼν ἐν προθύροις εἶναι τοῦ ἀγαθοῦ. Τὸ γὰρ πρώτως ὂν κατὰ τὴν πρὸς τὸ ἀγαθὸν ἕνωσιν τῆς τριάδος ταύτης μετέσχε, διότι μὲν ἐκεῖνο πάντων ἐστὶ τῶν ὄντων μέτρον, σύμμετρον καὶ αὐτὸ γενόμενον, διότι δὲ ἐκεῖνο πρὸ τοῦ ὄντος, ὡς ὄντως ὑποστάν, διότι δὲ ἀγαθὸν ἐκεῖνο καὶ ἐφετόν, αὐτοκαλὸν ἀναφανέν. Ἐνταῦθα τοίνυν καὶ τὸ πρῶτον κάλλος, καὶ διὰ τοῦτο τὸ ἓν οὐ μόνον τῶν ἀγαθῶν αἴτιον ἀλλὰ καὶ τῶν καλῶν, ὥς φησι Πλάτων ἐν Ἐπιστολαῖς. Ἀλλὰ κρυφίως ἐνταῦθα τὸ κάλλος, ἐπεὶ καὶ πάντα ἑνοειδῶς ὁ διάκοσμος οὗτος περιέχει, πρῶτος ἀπὸ τῶν ἀρχῶν ὑποστάς. Ποῦ δὲ ἐκφαίνεται καὶ ὅπως, μικρὸν ὕστερον ἐξηγησόμεθα. ιβʹ

Τοιαύτη μὲν οὖν κατὰ τὸν ἐν Φιλήβῳ Σωκράτην τῶν νοητῶν ἡ πρωτίστη τριάς, πέρας, ἄπειρον, μικτόν. Ὧν τὸ μὲν πέρας ἐστὶ θεὸς ἐπʼ ἄκρῳ τῷ νοητῷ προελθὼν ἀπὸ τοῦ ἀμεθέκτου καὶ πρωτίστου θεοῦ, πάντα μετρῶν καὶ ἀφορίζων καὶ πᾶν τὸ πατρικὸν καὶ συνεκτικὸν καὶ ἄχραντον τῶν θεῶν γένος ὑφιστάς· τὸ δὲ ἄπειρον δύναμις ἀνέκλειπτος τοῦ θεοῦ τούτου, πάσας τὰς γεννητικὰς διακοσμήσεις ἐκφαίνουσα καὶ πᾶσαν τὴν ἀπειρίαν, τήν τε προούσιον καὶ τὴν οὐσιώδη καὶ μέχρι τῆς ἐσχάτης ὕλης· τὸ δὲ μικτὸν ὁ πρώτιστος καὶ ὑψηλότατος διάκοσμος τῶν θεῶν καὶ κρυφίως τὰ πάντα συνειληφώς, κατὰ τριάδα μὲν νοητὴν συνεκτικὴν συμπληρούμενος, παντὸς δὲ τοῦ ὄντος τὴν αἰτίαν ἑνιαίως περιέχων καὶ ἐν τοῖς νοητοῖς τοῖς πρωτίστοις ἀκρότητα τῶν ὅλων ἐξῃρημένην ἱδρυσάμενος.

Μετὰ δὲ τὴν τριάδα ταύτην πρώτην ἀπὸ τοῦ ἑνὸς ὑποστᾶσαν καὶ τῷ ἑνὶ συνηνωμένην, δευτέραν ὑμνήσωμεν ἀπὸ ταύτης προϊοῦσαν καὶ διὰ τῶν ἀναλόγων τῇ πρὸ αὐτῆς συμπληρουμένην. Ἀνάγκη μὲν γὰρ κἀν ταύτῃ μετέχον εἶναι τὸ ὂν καὶ μετεχόμενον τὸ ἕν, καὶ τοῦτο γεννητικὸν εἶναι τὸ δευτέρως ἓν τοῦ δευτέρως ὄντος, πανταχοῦ γὰρ ἡ μετεχομένη θεότης ὑφίστησι τὸ μετέχον περὶ ἑαυτήν· οὕτω καὶ αἱ ὅλαι ψυχαὶ τὰ σώματα συνυφιστᾶσι τοῖς ἑαυτῶν αἰτίοις καὶ αἱ μερικαὶ τὰς ἀλόγους συναπογεννῶσι τοῖς θεοῖς· πολλῷ δὴ οὖν μειζόνως οἱ θεοὶ τῷ ἑνὶ τὰ πάντα συμπαράγουσιν. Ὥσπερ οὖν ἡ πρωτίστη τῶν ἑνάδων ἀπογεννᾷ τὴν ἀκρότητα τοῦ ὄντος, οὕτω δὴ καὶ ἡ μέση τὸ μέσον ὑφίστησι. Πᾶν δὲ τὸ γεννῶν καὶ πᾶν τὸ ποιοῦν ἢ παράγον δύναμιν ἔχει τῶν παραγομένων οἰστικήν, καθʼ ἣν καὶ προάγει καὶ δυναμοῖ καὶ συνέχει τὰ ἀπʼ αὐτῆς. Πάλιν ἄρα τριὰς ἔσται δευτέρα τῇ πρώτῃ λαχοῦσα τὴν ἀνάλογον ἔκφανσιν· καὶ τὸ μέν ἐστιν αὐτῆς ἄκρον, ὃ δὴ καλοῦμεν ἓν καὶ θεότητα καὶ ὕπαρξιν, τὸ δὲ μέσον, ὃ προσαγορεύομεν δύναμιν, τὸ δὲ ἔσχατον, ὃ δή φαμεν εἶναι τὸ δευτέρως ὄν, τοῦτο δέ ἐστιν ἡ νοητὴ ζωή· πάντα γάρ ἐστιν ἐν τῷ νοητῷ, καθάπερ δέδεικται πρότερον, τὸ εἶναι, τὸ ζῆν, τὸ νοεῖν. Καὶ τὸ μὲν κατʼ αἰτίαν ἐστὶ πάντα καὶ ὡς πολλάκις εἴπομεν κρυφίως, τὸ δὲ προφαίνει τὸ πλῆθος καὶ πρόεισιν ἀπὸ τῆς ἑνώσεως τοῦ ὄντος εἰς ἔκφανσιν, τὸ δὲ ἤδη πᾶν ἐστι τὸ νοητὸν πλῆθος καὶ ὁ τῶν νοητῶν εἰδῶν διάκοσμος. Ἐπʼ ἐσχάτῳ γὰρ τῷ νοητῷ τὰ εἴδη τὴν ὑπόστασιν ἔχει· δεῖ γὰρ ἐν νῷ τὰ εἴδη καὶ εἶναι τὴν πρώτην καὶ φαίνεσθαι.

Εἰ τοίνυν μένει τὸ ὂν ἐξῃρημένως ἐν τῇ πρώτῃ μίξει, πρόεισι δὲ ἤδη καὶ ἀπὸ τῆς μονάδος δυαδικῶς ἀπογεννᾶται, κίνησις ἂν εἴη περὶ αὐτό· κινήσεως δὲ οὔσης ἀνάγκη καὶ ζωὴν εἶναι νοητήν. Πανταχοῦ γὰρ ἡ κίνησις ζωή τίς ἐστιν, ὅπου γε καὶ αὐτῶν τῶν ἐνύλων σωμάτων ζωήν τις ἀπεκάλεσε τὴν κίνησιν. Τὸ μὲν οὖν πρῶτον τῆς δευτέρας ταύτης τριάδος καλείσθω πέρας, τὸ δὲ δεύτερον ἄπειρον, ζωὴ δὲ τὸ τρίτον. Θεὸς γάρ ἐστι καὶ ἡ δευτέρα τριάς, γόνιμον δύναμιν ἔχων καὶ τὸ δευτέρως ὂν ἀφʼ ἑαυτοῦ καὶ περὶ ἑαυτὸν ἐκφαίνων.

ιγʹ

Ἀλλʼ ἔστι μὲν κἀνταῦθα τριὰς ἀνάλογος τῇ πρώτῃ, δεῖ δὲ αὖ καὶ τὴν ἰδιότητα αὐτῆς λογισμῷ συλλαβεῖν. Τῆς γὰρ πρώτης τριάδος πάντα μὲν οὔσης, ἀλλὰ νοητῶς καὶ ἑνιαίως καὶ — ὡς ἂν εἴποιμι πλατωνικῶς — περατοειδῶς, ἡ δευτέρα πάντα μέν ἐστιν, ἀλλὰ ζωτικῶς καὶ — ὡς ἂν εἴποιμι τῷ φιλοσόφῳ συνεπόμενος — ἀπειροειδῶς, ὥσπερ ἡ τρίτη κατὰ τὴν ἰδιότητα τοῦ μικτοῦ προελήλυθεν. Ὡς γὰρ ἐν τῇ κατὰ πλάτος προόδῳ τρίτον ἀνεφάνη τὸ μικτόν, οὕτως κἀν τῇ κατὰ βάθος ὑφέσει τῶν νοητῶν ἡ τρίτη τὴν τοῦ μικτοῦ τάξιν ἔχει πρὸς τὰς ἀνωτέρω τριάδας. Ἡ δʼ οὖν μέση τριὰς πάντα μέν ἐστιν, ἀλλὰ χαρακτηρίζεται κατὰ τὴν νοητὴν ἀπειρίαν. Αἱ γὰρ τρεῖς μετὰ τὸ πρῶτον ἀρχαὶ σύμπαν ἡμῖν διεκόσμησαν τὸ νοητὸν τῶν θεῶν γένος, τὸ μὲν πέρας τὴν πρώτην ἐκφῆναν τριάδα, τὸ δὲ ἄπειρον τὴν δευτέραν, τὸ δὲ μικτὸν τὴν τρίτην. Ἄπειρος οὖν δύναμίς ἐστι καθʼ ἣν ἡ δευτέρα χαρακτηρίζεται· μέση γὰρ οὖσα κατὰ τὸ μέσον τῆς πρώτης ὑφέστηκε. Καὶ πάντα μὲν ἐκ πάντων· ἐν ἑκάστῃ γάρ ἐστι πέρας, ἄπειρον, μικτόν· ἀλλʼ ἡ τῶν μονάδων ἰδιότης ἄλλη κατʼ ἄλλην προβεβλημένη τὸν νοητὸν ἐξελίττει διάκοσμον τῶν θεῶν. Ὑποστᾶσα δʼ οὖν οὕτως ἡ μέση τριάς —λέγω δὲ οὕτως, ὅτι ἐκ πάντων μὲν ὧν ἡ πρὸ αὐτῆς, ἀλλὰ κατὰ τὴν ἄπειρον δύναμιν—συνέχει τὴν μεσότητα τῶν νοητῶν· καὶ πληροῦται μὲν ἀπὸ τῆς ὑψηλοτέρας ἑνώσεως, πληροῖ δὲ τὴν μετʼ αὐτὴν δυνάμεων νοητῶν· καὶ μετρεῖται μὲν ἐκεῖθεν μονοειδῶς, μετρεῖ δὲ τὴν τρίτην τῇ ἑαυτῆς δυνάμει· καὶ μένει μὲν ἐν τῇ πρώτῃ σταθερῶς, ἑδράζει δὲ ἐν ἑαυτῇ τὴν ἐφεξῆς. Καὶ ὡς συνελόντι φάναι τὸ νοητὸν κέντρον εἰς ἑαυτὴν ἀνεδήσατο καὶ μίαν νοητὴν ἱδρύσατο συνοχήν, τὸ μὲν κρύφιον τῆς πρώτης καὶ ἑνοειδὲς προφαίνουσα, τὸ δὲ πλῆθος τῆς τρίτης τὸ νοητὸν συνάγουσα καὶ περιέχουσα πανταχόθεν.

Ἀλλὰ μὴν τὸ ὂν τὸ τὴν τριάδα ταύτην συμπληροῦν μικτὸν μέν ἐστιν, ὥσπερ τὸ πρὸ αὐτοῦ, καὶ τὴν τῆς ζωῆς ἰδιότητα προσλαβόν — ἡ γὰρ ἀπειρία καὶ ἐν τούτῳ τὴν ζωὴν ἐγέννησε —, καὶ μετέχειν ἀνάγκη καὶ τοῦτο τῶν τριῶν, συμμετρίας, ἀληθείας, κάλλους· ἀλλὰ τὸ μὲν πρώτως ὂν κατὰ τὴν συμμετρίαν διαφερόντως ὑφέστηκεν, ἑνίζουσαν αὐτὸ καὶ τῷ ἀγαθῷ συνάπτουσαν, ἡ δὲ δευτέρα κατὰ τὴν ἀλήθειαν — διότι γὰρ τοῦ πρώτως ὄντος μετέχει, καὶ ὄν ἐστι καὶ ὄντως ὄν —, ἡ δὲ τρίτη κατὰ τὸ καλὸν, ἐκεῖ γὰρ τὸ νοητὸν πλῆθος καὶ ἡ τάξις καὶ ἡ καλλονὴ πρώτως ἐκφαίνεται, διὸ καὶ κάλλιστον ἐκεῖνο τὸ ὂν τῶν νοουμένων ἁπάντων. Ἀλλὰ τοῦτο μὲν εἰς ὕστερον. Τριάδος δʼ οὖν οὔσης ἐν ἑκάστῳ μικτῷ τὸ μὲν πρῶτον συμμετρία μάλιστα συνέχει, τὸ δὲ δεύτερον ἀλήθεια, τὸ δὲ τρίτον κάλλος. Ὃ δὴ καὶ τὸν θεῖον Ἰάμβλιχον λέγειν ἀνέπεισεν ὡς ἄρα τὸ νοητὸν πᾶν ἐν τρισὶ τούτοις ὁ Πλάτων ἀφορίζει· καὶ γὰρ ἐν ἑκάστῳ πάντα καὶ ἄλλο ἐν ἄλλῳ διαφερόντως ὑφέστηκε τῶν νοητῶν. ιδʹ

Καὶ μὴν καὶ ἡ τρίτη μετὰ ταύτην ἐκφαίνεται. Δεῖ γὰρ καὶ τὸ ἔσχατον τοῦ ὄντος ἐκθεοῦσθαι καὶ μετασχεῖν ἑνάδος νοητῆς· οὔτε γὰρ τὰ ὄντα πλείω τῶν ἑνάδων, ὥς φησιν ὁ Παρμενίδης, οὔτε αἱ ἑνάδες τῶν ὄντων πλείους, ἀλλʼ ἑκάστη πρόοδος τοῦ ὄντος μετέχει τοῦ ἑνός. Ἐπεὶ καὶ τόδε τὸ πᾶν καθʼ ἑκάστην ἑαυτοῦ μοῖραν ὑπὸ ψυχῆς κυβερνᾶται καὶ νοῦ, πολλῷ ἄρα πρότερον τὸ νοητὸν ἐν ταῖς πρώταις αὑτοῦ καὶ μέσαις καὶ τελευταίαις ὑποστάσεσι μεθέξει τῶν νοητῶν θεῶν. Ὥσπερ οὖν τὸ ὂν τὸ νοητὸν ἡ πρωτίστη μετὰ τὴν ἐξῃρημένην αἰτίαν ἐξέφηνεν ἑνὰς καὶ ἡ δευτέρα τὴν νοητὴν ζωήν, οὕτως ἡ τρίτη τὸν νοητὸν νοῦν ὑφίστησι περὶ ἑαυτὴν καὶ πληροῖ θείας αὐτὸν ἑνώσεως, μέσην ὑποστησαμένη τὴν δύναμιν ἑαυτῆς τε καὶ τοῦ ὄντος, διʼ ἧς ἀποπληροῖ τὸ ὂν τοῦτο καὶ ἐπιστρέφει πρὸς ἑαυτήν.

Ἐν ταύτῃ τοίνυν καὶ πᾶν τὸ νοητὸν ἐκφαίνεται πλῆθος· καὶ γὰρ τὸ ὂν τοῦτο πάντʼ ἐστι νοητῶς, νοῦς καὶ ζωὴ καὶ οὐσία, καὶ οὔτε κατʼ αἰτίαν, ὥσπερ τὸ πρώτως ὄν, οὔτε προφαῖνον τὰ πάντα, καθάπερ τὸ δεύτερον, ἀλλʼ οἷον κατʼ ἐνέργειαν καὶ ἐκφανῶς τὰ πάντα. Διὸ δὴ καὶ τῶν νοητῶν ἐστιν ἁπάντων πέρας. Καθʼ ὁμοιότητα γὰρ ἀπὸ τοῦ ἑνὸς τῆς προόδου τῶν ὄντων ἀποτελουμένης τὸ μὲν ἑνοειδέστατον ἦν, τὸ δὲ ὠδῖνον τὸ πλῆθος καὶ διακρίσεως ἀρχόμενον, τὸ δὲ ἤδη παντελὲς καὶ πλῆθος νοητὸν ἐν ἑαυτῷ καὶ εἶδος ἐκφαῖνον. Ἔτι τοίνυν τῆς μὲν πρώτης τριάδος κρυφίως ἐν τῷ πέρατι μενούσης καὶ πᾶν τὸ μόνιμον τῶν νοητῶν ἐν ἑαυτῇ πηξαμένης, τῆς δὲ δευτέρας μενούσης ἅμα καὶ προϊούσης, ἡ τρίτη μετὰ τὴν πρόοδον ἐπιστρέφει τὸ νοητὸν πέρας εἰς τὴν ἀρχὴν καὶ συνελίσσει τὸν διάκοσμον πρὸς ἑαυτόν· νοῦ γὰρ πανταχοῦ τὸ ἐπιστρέφειν καὶ συννεύειν εἰς τὸ νοητόν. Καὶ ἔστιν ἑνοειδῆ πάντα ταῦτα καὶ νοητά, τὸ μένειν, τὸ προϊέναι, τὸ ἐπιστρέφειν· οὐ γὰρ ὡσαύτως ἐπὶ τῶν νοητῶν ἕκαστον τούτων λέγεται καὶ τῶν μετὰ τὸ νοητόν. Τὸ γὰρ τῶν νοητῶν θεῶν γένος ἑνιαῖόν ἐστι καὶ ἁπλοῦν καὶ κρύφιον, αὐτῷ τῷ ἑνὶ τῷ πρὸ τῶν ὄντων ἑαυτὸ συνενῶσαν καὶ οὐδὲν ἄλλο ἢ τὴν τοῦ ἑνὸς ὑπεροχὴν ἐκφαῖνον. Καὶ γὰρ αἱ τρεῖς αὗται τριάδες μυστικῶς ἀπαγγέλλουσι τὴν τοῦ πρώτου θεοῦ καὶ ἀμεθέκτου παντελῶς ἄγνωστον αἰτίαν· ἡ μὲν τὴν ἄρρητον αὐτῆς ἕνωσιν, ἡ δὲ τὴν πασῶν δυνάμεων ὑπεροχήν, ἡ δὲ τὴν παντελῆ τῶν ὄντων ἀπογέννησιν. Ὡς γὰρ δεδύνηνται χωρῆσαι τὴν καὶ τῆς ἑνώσεως καὶ τῶν δυνάμεων καὶ πάντων ἐκβεβηκυῖαν τῶν ὄντων ἀρχήν, οὕτως ἐκφαίνουσι τοῖς δευτέροις τὴν θαυμαστὴν ἐκείνης ὑπερβολήν, διῃρημένως μὲν τὸ ἑνιαῖον κράτος τοῦ πρώτου παραδεξάμεναι, νοητῶς δὲ τὴν πρὸ τῶν νοητῶν αἰτίαν ἐκφαίνουσαι. Καὶ γὰρ ἁπάντων ὁμοῦ τῶν θείων διακόσμων ἐξῃρημένην ἁπλότητα λαχόντες οἱ νοητοὶ θεοὶ τῆς τοῦ πατρὸς ἑνώσεως ἀπολείπονται.

Τῆς δʼ οὖν τριάδος ταύτης ἐπιστρεφούσης τὰ νοητὰ πάντα πρὸς τὴν πρώτην καὶ τὸ πλῆθος τὸ νοητόν, ἐκφανὲν ἐν αὐτῇ, συνελιττούσης εἰς τὴν μόνιμον τῶν ὅλων ἕνωσιν, τὸ μέν ἐστι πέρας καὶ ἑνὰς καὶ ὕπαρξις, τὸ δὲ ἀπειρία καὶ δύναμις, τὸ δὲ μικτὸν καὶ οὐσία καὶ ζωὴ καὶ νοῦς νοητός. Σύμπασα δὲ ἡ τριὰς κατὰ τὸ ὂν ὑφέστηκε καὶ ἔστι τῆς πρώτης νοῦς· ἐκείνη μὲν γάρ ἐστι θεὸς νοητὸς πρώτως, ἡ δὲ μετʼ αὐτὴν θεὸς νοητὸς καὶ νοερός, ἡ δὲ τρίτη θεὸς νοερός. Καὶ τρεῖς αὗται θεότητες καὶ μονάδες τριαδικαὶ τὰ νοητὰ συμπληροῦσι γένη. Μονάδες μὲν γάρ εἰσι κατὰ τὰς θεότητας τὰς ἑαυτῶν, ἐπεὶ τἆλλα πάντα τῶν θεῶν ἐξήρτηται, καὶ αἱ δυνάμεις καὶ τὰ ὄντα· τριάδες δὲ κατὰ τὴν διῃρημένην διαίρεσιν. Καὶ γὰρ τὸ πέρας τριχῶς καὶ ἡ ἀπειρία καὶ τὸ μικτόν· ἀλλʼ οὗ μὲν πάντα κατὰ τὸ πέρας, οὗ δὲ πάντα κατὰ τὸ ἄπειρον, οὗ δὲ πάντα κατὰ τὸ μικτόν· καὶ οὗ μὲν οὐσία τὸ μικτόν, οὗ δὲ ζωὴ νοητή, οὗ δὲ νοῦς νοητός.

Ἐν τούτῳ τοίνυν καὶ τὰ εἴδη πρώτως. Ἡ γὰρ τῶν νοητῶν διάκρισις τὴν τῶν εἰδῶν ἐκφαίνει τάξιν, διότι τὸ εἶδος τὶ ὄν ἐστιν, ἀλλʼ οὐχ ἁπλῶς ὄν. Τὸ μὲν οὖν πρώτως ὂν αὐτοὸν καὶ ὅπερ ὄν, τὸ δὲ δεύτερον δύναμις προϊοῦσα μὲν ἀπὸ τοῦ πρώτως ὄντος καὶ οἷον δυὰς οὖσα γεννητικὴ τοῦ πλήθους τῶν ὄντων, οὔπω δὲ οὖσα τὸ πλῆθος, τὸ δὲ τρίτον αὐτὸ τὸ τῶν ὄντων πλῆθος, διακριθέντος ἐκεῖ τοῦ ὄντος. Ὧν γὰρ ὑποστατικὰ τὰ εἴδη μεμερισμένως, τούτων ἐστὶν αἴτιον ἐξῃρημένον τὸ ὄν, καὶ ὧν ἀθρόως τὸ ὂν παρακτικόν, τούτων τὰ εἴδη διακεκριμένως ἐστὶν αἴτια, διότι τὰ μὲν εἴδη παραδείγματα καλεῖται τῶν ὄντων, τὸ δὲ ὂν αἴτιον τῶν μετʼ αὐτὸ πάντων, ἀλλʼ οὐ παράδειγμα· τῶν γὰρ διῃρημένων κατὰ τὸ εἶναι καὶ διαφόρους τῆς οὐσίας ἐχόντων τοὺς χαρακτῆρας αἴτια τὰ παραδείγματα. Μετὰ τὸ ἓν τοίνυν τὸ πρὸ τῶν ὄντων τὸ ἓν πολλὰ κρυφίως καὶ τὸ ἡνωμένον, καὶ μετὰ τοῦτο τὸ διακρινόμενον καὶ προκύπτον ἀπὸ τοῦ ἑνοειδοῦς εἰς τὸ φανόν, ἔσχατον δὲ τῶν νοητῶν τὸ διακεκριμένον καὶ τοῦ νοητοῦ πλήθους περιληπτικόν. ιεʹ

Ὁ μὲν οὖν ἐν τῷ Φιλήβῳ Σωκράτης τοιαύτας ἡμῖν ἀφορμὰς ἐνδίδωσι τῆς τῶν νοητῶν τριάδων θεωρίας· δεῖ δὲ οὐκ ἐπὶ τούτων στῆναι μόνον τῶν ἐννοιῶν, ἀλλὰ καὶ ἐκ τῶν ἄλλων διαλόγων καταδήσασθαι τὴν περὶ αὐτῶν τοῦ Πλάτωνος θεολογίαν καὶ μίαν ἐξ αὐτῶν ἀλήθειαν ἐπιδεῖξαι τοῖς πράγμασι προσήκουσαν. Λαβώμεθα τοίνυν τῶν ἐν Τιμαίῳ γεγραμμένων καὶ τῷ καθηγεμόνι συνακολουθήσωμεν ἐκφαίνοντι τὴν περὶ αὐτῶν ἡμῖν ἀπόρρητον μυσταγωγίαν, καὶ τῷ τέλει τῶν εἰρημένων τὴν ἀρχὴν συνάψωμεν τῶν ἑπομένων λόγων.

Ἐν δὴ τῷ Τιμαίῳ τὸ παράδειγμα τοῦ κόσμου παντὸς ὁ Πλάτων ἐπιζητῶν ὅ τί ποτέ ἐστιν, εὗρεν ὅτι πάντων ἐστὶ τῶν νοητῶν ζῴων περιληπτικόν, καὶ ὅτι παντελές, καὶ ὅτι τῶν νοουμένων κάλλιστον, καὶ ὅτι μονογενές, καὶ ὅτι τοῦ δημιουργοῦ νοητόν· καὶ δὴ καὶ αὐτοζῷον αὐτὸ προσηγόρευσεν ὡς τοῦ παντός, ζῴου καὶ αὐτοῦ τυγχάνοντος αἰσθητοῦ, παράδειγμα νοητόν. Τοῦτο τοίνυν τὸ αὐτοζῷον ἀνάγκη, διότι μέν ἐστι παντελὲς καὶ τῶν νοουμένων κάλλιστον, ἐν τοῖς νοητοῖς ἱδρῦσθαι διακόσμοις. Εἰ γὰρ δὴ καὶ ἔστιν ἐν τῷ δημιουργῷ ζῷον νοητόν, ἀλλὰ νοερόν ἐστι μᾶλλον ἢ νοητὸν καὶ οὐ πάντων κάλλιστον τῶν νοουμένων, ἀλλὰ καὶ κάλλει καὶ δυνάμει τῶν νοητῶν δεύτερον — τὸ γὰρ πρώτως κάλλος ἐν τοῖς νοητοῖς ἐστι θεοῖς — καὶ οὐ τέτταρα μόνον εἴδη περιέχον τῶν ἐν τῷ κόσμῳ πραγμάτων, ἀλλὰ πᾶν τὸ πλῆθος τῶν εἰδῶν — καὶ γὰρ τῶν ἀτόμων εἰδῶν ἐν ἐκείνῳ τὰ παραδείγματα προϋφέστηκε, τὸ δὲ αὐτοζῷον τῇ νοητῇ τετράδι πάντων ἐστὶ τῶν ζῴων ὁλικῶς ὑποστατικόν —, καὶ οὐ μονογενὲς ὥσπερ τὸ αὐτοζῷον ἐν τοῖς οὖσι παρηγμένον, ἀλλὰ μετὰ τῆς ζωογονικῆς αἰτίας, μεθʼ ἧς καὶ ὑφίστησι τὰ δεύτερα, μιγνὺς ἐν τῷ κρατῆρι τὰ γένη τοῦ ὄντος εἰς τὴν τῶν ψυχῶν ἀπογέννησιν· ὧν γὰρ ἦν μονοειδῶς τὸ νοητὸν ζῷον ποιητικὸν ἅμα καὶ γεννητικόν, τούτων ὁ δημιουργὸς διῃρημένως μετὰ τοῦ κρατῆρος ἐκληρώσατο τὴν αἰτίαν.

Διὰ ταῦτα μὲν οὖν, ὥσπερ ἔφην, ἐξῃρημένον ἐστὶ τοῦ δημιουργοῦ τὸ αὐτοζῷον καί, ὥσπερ ὁ Τίμαιος αὐτὸ πανταχοῦ προσείρηκε, νοητόν· διότι γε μὴν τὰ εἴδη πρῶτον ἐν αὐτῷ διακέκριται καὶ διότι παντελές ἐστιν, ἐν τῇ τρίτῃ τάξει τῶν νοητῶν ὑφέστηκεν. Οὔτε γὰρ τὸ πρώτως ὂν οὔτε τὸ δευτέρως παντελές· τὸ μὲν γὰρ ἐπέκεινα πάσης διακρίσεως, τὸ δὲ γεννᾷ μὲν καὶ ὠδίνει τὰ νοητά, πλῆθος δὲ οὔπω τῶν ὄντων ἐστίν. Εἰ τοίνυν μηδέτερόν ἐστι πλῆθος, πῶς ἂν εἴη πλῆθος παντελές; Εἰ δὲ κατὰ τὴν τρίτην ἐξεφάνη τριάδα τῶν νοητῶν, ὡς μικρῷ πρότερον δέδεικται, τὸ δὲ αὐτοζῷον πρώτιστόν ἐστι παράδειγμα — πάντων γάρ ἐστι τῶν νοητῶν ζῴων περιληπτικὸν καὶ μονογενὲς παράδειγμα καὶ ἀσυνδύαστον πρὸς ἄλλην ἀρχήν —, ἀνάγκη δήπου κατὰ ταύτην τὴν τάξιν ἱδρῦσθαι τὸ αὐτοζῷον. Ἢ γὰρ οὐκ ἔσται παράδειγμα νοητόν — καὶ πῶς τὰ αἰσθητὰ τῶν νοητῶν εἰκόνες ἢ πῶς τῶν ὅλων οἱ νοητοὶ θεοὶ πατέρες· — ἢ εἰ ἔστι, τρίτον ἐστὶν ἐν τοῖς νοητοῖς. Τὰ μὲν γὰρ πρὸ τῆς ἐν τοῖς νοητοῖς τριάδος οὐ παντελῆ — τῆς γὰρ εἰς πλῆθος διαιρέσεως ἐξῄρηται —, τὰ δὲ μετʼ αὐτὴν οὔτε μονογενῆ — μετʼ ἄλλων γὰρ πρόεισιν, τὰ μὲν ἀρρενωπὰ μετὰ τῶν θήλεων, τὰ δὲ δημιουργικὰ μετὰ τῶν γεννητικῶν — οὔτε κάλλιστα τῶν νοουμένων — ἐν γὰρ τῷ νοητῷ τὸ κάλλος —, τὸ δὲ αὐτοζῷον παντελὲς ἅμα καὶ μονογενές ἐστιν. Ἐν τῇ τρίτῃ ἄρα τῶν νοητῶν τριάδι τέτακται τὸ πρώτιστον παράδειγμα τῶν ὄντων. ιϛʹ

Ἀλλὰ μὴν τὸ αὐτοζῷον αἰώνιόν ἐστιν, ὡς αὐτός φησιν ὁ Τίμαιος· Ἡ μὲν ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος· καὶ πάλιν ἐν ἄλλοις, ὅτι τὸ παράδειγμα τὸν πάντα αἰῶνά ἐστιν ὄν. Εἰ τοίνυν αἰώνιόν ἐστι, μετέχει τοῦ αἰῶνος· εἰ δὲ τὸ μετέχον πανταχοῦ τοῦ μετεχομένου δεύτερον, καὶ τὸ αὐτοζῷον τοῦ αἰῶνος δεύτερον. Καὶ εἰ τὸν πάντα αἰῶνά ἐστιν ὄν, ὅλης πεπλήρωται τῆς τοῦ αἰῶνος δυνάμεως· εἰ δὲ τοῦτο, προσεχῶς ἐστι μετὰ τὸν αἰῶνα· τὸ γὰρ ὅλων ἀπολαύειν τῶν αἰτίων τῶν προσεχῶς ἐστι τεταγμένων μετὰ ταῦτα.

Καὶ μὴν καὶ εἰ τοῦτον ἔχει τὸν λόγον ὁ αἰὼν πρὸς τὸ νοητὸν ζῷον ὅνπερ ὁ χρόνος πρὸς τὸ αἰσθητόν, τοῦ δὲ χρόνου προσεχῶς μετέχει τὸ πᾶν — ἅμα γὰρ οὐρανῷ γέγονεν —, ἀνάγκη δήπου καὶ τοῦ αἰῶνος τὸ αὐτοζῷον πρώτως ἀπολαύειν. Ἐπέκεινα οὖν ἐστι τοῦ πρώτου παραδείγματος ὁ αἰών· καὶ γὰρ μετρεῖ μὲν ὁ αἰὼν τὸ εἶναι τοῦ αὐτοζῴου, μετρεῖται δὲ τοῦτο καὶ πληροῦται τῆς ἀϊδιότητος ἀπʼ αὐτοῦ.

Πρὸς δὴ τούτοις τὸν αἰῶνά φαμεν αἴτιον εἶναι τῆς ἀθανασίας τοῖς πᾶσι· τὸ ἄρα πρώτως ἀθάνατόν ἐστιν ὁ αἰών. Ὡς γὰρ τὸ τοῦ εἶναι πᾶσιν αἴτιον αὐτὸ πρώτως ὄν ἐστι, τὸ δὲ τῆς εἰδοποιίας αὐτὸ πρὸ τῶν ἄλλων εἶδός ἐστιν, οὕτω τὸ τῆς ἀϊδιότητος καὶ ἀθανασίας αἴτιον αὐτὸ πρώτως ἐστὶν ἀθάνατον. Καὶ τοῦτο καὶ ὁ δαιμόνιος Ἀριστοτέλης … ὀρθῶς ἀθάνατον καὶ θεῖον αἰῶνα καλῶν, ὅθεν ἐξήρτηται πᾶσι τὸ εἶναι καὶ τὸ ζῆν. Εἰ δʼ ἔστι τὸ πρώτως ἀθάνατον καὶ οὐ κατὰ μέθεξιν, ἀλλʼ αἴτιον ἀθανασίας καὶ ἀϊδιότητος, εἴη ἂν ζωὴ παρʼ ἑαυτῆς ἔχουσα τὸ ἀεὶ καὶ ὑπερβλύζουσα τὴν τῆς ἀϊδιότητος δύναμιν καὶ ἐπορέγουσα τοῖς ἄλλοις αὐτὴν καθʼ ὅσον ἕκαστον πέφυκε. Τὸ γὰρ ἀθάνατον ἐν ζωῇ καὶ μετὰ ζωῆς ὑφέστηκε· διὸ καὶ ὁ ἐν τῷ Φαίδωνι Σωκράτης πού φησι μετὰ τὰς καλὰς καὶ πολλὰς τῆς ψυχικῆς ἀθανασίας ἀποδείξεις· Ὁ δὲ δὴ θεός, ὦ φίλε Κέβης, καὶ αὐτὸ τὸ τῆς ζωῆς εἶδος πολλῷ μᾶλλον ἀθάνατά ἐστιν. Ἡ τοίνυν ζωὴ ἡ νοητὴ καὶ ὁ θεὸς ὁ τῆς ζωῆς ταύτης συνεκτικὸς πρώτως ἕξει τὸ ἀθάνατον καὶ ἔστι πηγὴ τῆς ὅλης ἀϊδιότητος· τοῦτο δέ ἐστιν ὁ αἰών. Ἐν ζωῇ ἄρα ὁ αἰὼν τὴν ὑπόστασιν ἕξει καὶ ἔσται κατὰ τὴν μεσότητα τὴν νοητὴν ἱδρυμένος.

Ἔτι τοίνυν ἀνάγκη τὸν νοητὸν αἰῶνα τῶν τριῶν ἕν τι λέγειν, ἢ κατὰ τὸ ὂν ἢ τὴν ζωὴν ἢ τὸν νοῦν ὑφεστάναι τὸν νοητόν. Ἀλλὰ τὸ μὲν ὂν κατὰ τὴν ἑαυτοῦ φύσιν, ὥς φησιν ὁ Ἐλεάτης ξένος, οὔτε ἕστηκεν οὔτε κινεῖται· καὶ εἰ τὸ ἐν πᾶσιν ὂν καὶ ἡ οὐσία τοιοῦτον, πολλῷ μᾶλλον ἡ νοητὴ οὐσία τοιοῦτον καὶ τὸ πρώτως ὄν. Οὐδὲ γὰρ ἄλλο ἐστὶν ἢ οὐσία μόνον· κίνησιν δὲ καὶ στάσιν ἐν ταῖς δευτέραις ἐκφαίνει καὶ τρίταις ἑαυτοῦ προόδοις καὶ τὰ λοιπὰ τῶν ὄντων γένη. Τὸ μὲν οὖν ὂν τὸ πρώτιστον, ὥσπερ εἴρηται, κινήσεως ὁμοῦ καὶ στάσεως ἐξῄρηται, ὁ δὲ αἰὼν μένει κατὰ τὸν Τίμαιον ἐν ἑνί, διὸ καὶ ὁ χρόνος, ἐν κινήσει μιμούμενος τὴν νοητὴν τοῦ αἰῶνος στάσιν. Οὐκ ἄρα κατὰ τὸ πρώτως ὂν ὁ αἰών. … οὐδὲ γὰρ ἡ ψυχὴ χρόνος ἐστὶν ἡ κατὰ πάντα κινουμένη τὸν χρόνον. Καὶ ὅλως ἐν τοῖς οὖσι θείοις πανταχοῦ τὸ μετεχόμενον ὑπερίδρυται τοῦ μετέχοντος· τὸ δὲ αἰώνιον μετέχει τοῦ αἰῶνος, ὥσπερ τὸ ἔγχρονον τοῦ χρόνου.

Πρὸ τοῦ νοῦ τοίνυν ὁ αἰὼν καὶ μετὰ τὸ ὄν, ὥστε κατὰ τὸ μέσον ἵδρυται τοῦ νοητοῦ πλάτους. Καὶ ὥσπερ τὸ αὐτοζῷον αἰώνιον, οὕτω καὶ ὁ αἰὼν τὸ ἀεὶ ὄν ἐστι· μετέχει γὰρ ὡς τὸ ζῷον τοῦ αἰῶνος, οὕτως ὁ αἰὼν τοῦ ὄντος, καὶ ἔστιν αἴτιος τοῦ εἶναι καὶ τοῦ ζῆν ἀεὶ καὶ τοῦ νοεῖν, καὶ πάντων μετρεῖ τάς τε οὐσίας καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας. ιζʹ

Ἐπειδὴ δὲ ὁ αἰὼν κατὰ τὸ μέσον ἐστὶ κέντρον τῶν νοητῶν καὶ τὸ αὐτοζῷον κατὰ τὸ ἔσχατον καὶ τοῦ νοητοῦ τὸ φανότατον, τί τὸ πρῶτόν ἐστι καὶ πῶς ὑπὸ τοῦ Τιμαίου προσονομάζεται; Λέγει τοίνυν περὶ τοῦ αἰῶνος ὅτι μένοντος ἐν ἑνὶ κατʼ ἀριθμὸν πρόεισιν ὁ χρόνος καὶ τῇ μὲν κινήσει τὴν ἐκείνου στάσιν, τῷ δὲ ἀριθμῷ τὴν μόνιμον ἕνωσιν ἀπεικονίσατο. Τί οὖν δή ἐστιν ἐκεῖνο τὸ ἓν οὗ φησιν ὁ Τίμαιος τὸν αἰῶνα μένειν; Ἀνάγκη γὰρ ἢ τὸ αὐτοῦ λέγειν τοῦ αἰῶνος ἓν ἢ τὸ τῶν νοητῶν ἁπάντων ἐκβεβηκὸς ἢ τὸ τῆς πρώτης τριάδος ἕν.

Ἀλλʼ εἰ μὲν τὸ ἀμέθεκτον ἓν λέγοιμεν εἶναι τοῦτο, πῶς ἐν ἐκείνῳ τι μένειν δυνατόν, τῷ πάντων ἐξῃρημένῳ καὶ μήτε σχέσιν ἐπιδεχομένῳ μήτε κοινωνίαν πρὸς ἑαυτὸ τῶν δευτέρων; Πᾶν γὰρ τὸ ἔν τινι μένον περιέχεταί πως ὑπʼ ἐκείνου πανταχόθεν ἐν ᾧ φαμεν αὐτὸ μένειν· τὸ δὲ πρώτιστον ἓν ἢ περιέχειν τι τῶν ὄντων ἢ συντάττεσθαι πρὸς αὐτὰ παντελῶς ἀδύνατον.

Εἰ δὲ τὸ αὐτοῦ τοῦ αἰῶνος ἓν ὑποθοῖτό τις ἐν ᾧ τὸν αἰῶνα μένειν ὁ Τίμαιός φησιν, ἐν ἑαυτῷ ἔσται ὁ αἰών. Ἀλλὰ δεῖ ἐν ἑαυτῷ μένειν τῷ ἐν τῷ πρὸ αὐτοῦ τὴν ὑπόστασιν ἔχειν· κρεῖττον γὰρ τὸ ἐν τῷ πρὸ αὐτοῦ μένειν τῆς ἐν ἑαυτοῖς τῶν πραγμάτων ἱδρύσεως, ὥσπερ καὶ τελειότερον τῆς ἐν τοῖς καταδεεστέροις ἕδρας τῶν βελτιόνων. Εἰ οὖν ὁ αἰὼν ἐν ἑαυτῷ, τίνι πρώτως ἀποδώσομεν τὴν ἐν τῷ πρὸ αὐτοῦ μονήν; Τοῦτο γὰρ ἀνάγκη θειότερον ὂν πρὸ τοῦ καταδεεστέρου τὴν γένεσιν ἔχειν.

Εἰ τοίνυν ὁ αἰὼν μήτε ἐν ἑαυτῷ δύναται μένειν μήτε ἐν τῷ πρωτίστῳ ἑνί, δῆλον ὅτι κατὰ τὸν Τίμαιον ἐν ἑνὶ μένων ἐν τῷ τῆς πρώτης ἵδρυται τριάδος ἑνί, μᾶλλον δὲ ἐν τῇ πάσῃ τριάδι. Καὶ γάρ, ὥσπερ πρότερον ἐλέγομεν, ἡ τριὰς αὕτη τοῦ μονίμου πᾶσιν αἰτία τοῖς οὖσιν, ὥσπερ ἡ μέση τῆς προόδου καὶ ἡ τρίτη τῆς ἐπιστροφῆς. ιηʹ

Τρεῖς οὖν ἡμῖν πάλιν πεφήνασι τῶν νοητῶν τάξεις κατὰ τὴν τοῦ Τιμαίου διδασκαλίαν, τὸ αὐτοζῷον, ὁ αἰών, τὸ ἕν. Καὶ διὰ μὲν τὸ ἓν τοῦτο καὶ τὴν ἐν αὐτῷ σταθερὰν ἵδρυσιν ὁ αἰὼν τὴν νοητὴν ἐπήξατο βασιλείαν· διὰ δὲ τὸν αἰῶνα τὸ αὐτοζῷον ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἀφορίζει τὸ πέρας τῶν νοητῶν θεῶν. Καὶ τὸ μὲν αὐτοζῷον τετραδικῶς προεληλυθὸς τῆς ἐν τῷ αἰῶνι δυάδος ἐξήρτηται — τὸ γὰρ ἀεὶ μετὰ τοῦ ὄντος ὁ αἰών· ἡ δὲ ἐν τῷ αἰῶνι δυὰς τῆς μονάδος μετέχει τῆς νοητῆς, ἣν καὶ διὰ τοῦτο προσηγόρευσεν ὁ Τίμαιος ἕν, ὡς παντὸς τοῦ νοητοῦ πλάτους μονάδα καὶ ἀρχήν. Ἐπεὶ καὶ ἄλλως τὴν μὲν πρώτην τριάδα, κατὰ τὸ πέρας διαφερόντως χαρακτηριζομένην, εἰκότως προσείρηκεν ἕν, ἀπὸ τοῦ πέρατος αὐτὴν ἐπονομάζων· τὴν δὲ μέσην δυαδικῶς αἰῶνα, τὰ ὀνόματα συμπλέκων, διότι κατὰ τὴν δύναμιν ἡ τριὰς αὕτη τὴν νοητὴν ἀφώρισται· τὴν δὲ τρίτην αὐτοζῷον, ἀπὸ τοῦ τῆς τριάδος ἐσχάτου μεταφέρων ἐπὶ τὴν ὅλην τὴν προσηγορίαν.

Ἡ μὲν οὖν πρώτη τριὰς ἕνωσίς ἐστι πάντων τῶν νοητῶν συντεταγμένη πως αὐτοῖς — ἄλλη γὰρ ἐξῃρημένη τῶν νοητῶν καὶ ἀμέθεκτος ἕνωσις — καὶ ἔστι μονίμου δυνάμεως χορηγός. Διʼ αὐτὴν γὰρ ἑδράζεται τὰ πάντα, τὸ δὲ πρώτως ὂν καὶ ἑδραζόμενον ὁ αἰών· ὥστε τῆς μονῆς τῶν ὅλων τὸ μὲν διʼ ὃ τὴν πρωτίστην τριάδα φήσομεν, τὸ δὲ ὑφʼ οὗ τὴν δευτέραν. Κατὰ ταύτην μὲν γάρ, ἀλλὰ διʼ ἐκείνην, ἡ σταθερὰ τῶν ὄντων ἵδρυσις.

Ἡ δέ γε δευτέρα τριὰς μέτρον ἐστὶ τῶν ὄντων ἁπάντων προσεχὲς καὶ συντεταγμένον τοῖς μετρουμένοις. Καὶ ἔστιν ἅμα πέρας ἐν αὐτῇ καὶ ἄπειρον, ὡς μὲν μετρούσῃ τὰ νοητὰ τὸ πέρας, ὡς δὲ ἀϊδιότητος καὶ τοῦ ἀεὶ αἰτίᾳ τὸ ἄπειρον. Τῆς γὰρ ἀνεκλείπτου ζωῆς καὶ τῆς ἀτρύτου δυνάμεως καὶ τῆς ἀόκνου κατὰ τὸ λόγιον ἐνεργείας ὁ αἰὼν αἴτιος. Μᾶλλον μὴν κατὰ τὸ ἄπειρον ὁ αἰὼν χαρακτηρίζεται· καὶ γὰρ τὸν ἄπειρον χρόνον ἐν ἑαυτῷ περιέχει. Καὶ ὁ μὲν χρόνος διῃρημένως ἔχει τὸ πέρας καὶ τὸ ἄπειρον· κατὰ μὲν γὰρ τὴν συνέχειαν ἄπειρός ἐστι, κατὰ δὲ τὸ νῦν πεπέρασται, τὸ δὲ νῦν πέρας. Ὁ δὲ αἰὼν ἐν ταὐτῷ τὸ πέρας ἱδρύσατο καὶ τὴν ἀπειρίαν· ἑνὰς γάρ ἐστι καὶ δύναμις, καὶ κατὰ μὲν τὸ ἓν πέρας, κατὰ δὲ τὴν δύναμιν ἄπειρος. Ὃ καὶ δείκνυσιν ὡς ἀπὸ τῶν εἰκόνων ὅτι καὶ ἡ μέση τριὰς πέρας ἔχει καὶ ἄπειρον καὶ μικτόν. Πόθεν γὰρ ἄλλοθεν τὸ πέρας τοῦ χρόνου ἢ ἐκ τοῦ αἰωνίου πέρατος; Ἐπεὶ καὶ τὸ χρονικὸν πέρας ἀμερές, ὡς τὸ τοῦ αἰῶνος πέρας ἑνάς· τοῦ γὰρ ἑνὸς εἰκὼν τὸ ἀμερές. Πόθεν δὲ τὸ ἄπειρον τῆς συνεχείας ἢ ἐκ τῆς ἀπείρου δυνάμεως; Ἡ μὲν γάρ ἐστιν ἑστῶσα ἀπειρία, ἡ δὲ κινουμένη· καὶ ὥσπερ ἐκείνη κατὰ τὸ ἓν ἕστηκεν, οὕτως αὕτη κινεῖται κατʼ ἀριθμόν. Ἐπεὶ πόθεν ἡ πρὸς τὰς ζωὰς τοῦ χρόνου συγγένεια ἢ ἐκ τῆς πρώτης ζωῆς; Ὁ δὲ χρόνος διὰ πάσης πρόεισι τῆς χρονικῆς ζωῆς. Πάλιν τοίνυν καὶ ἐκ τούτων δῆλον ὅτι κατὰ τὸ μέσον τῶν νοητῶν θεῶν ὁ αἰών· ἐνταῦθα γὰρ ἡ ἄπειρος ζωὴ καὶ ἡ πάσης αἰτία ζωῆς, τῆς τε νοερᾶς καὶ τῆς ψυχικῆς καὶ τῆς ἐν τοῖς σώμασι μεριστῶς ὑφισταμένης· τῆς δὲ ἀπείρου ζωῆς ὁ αἰών ἐστι πατὴρ καὶ χορηγός, εἴπερ καὶ πάσης ἀθανασίας καὶ ἀϊδιότητος αἴτιος ὁ αἰών. Καὶ ὅ γε Πλωτῖνος ἐνθεαστικώτατα τὴν τοῦ αἰῶνος ἰδιότητα κατὰ τὴν τοῦ Πλάτωνος θεολογίαν ἐμφανίζων ζωὴν ἄπειρον ἀφορίζεται τὸν αἰῶνα καὶ ὁμοῦ πᾶσαν προφαίνουσαν ἑαυτὴν καὶ ἐκφαίνουσαν καὶ τὸ ὂν τὸ ἑαυτῆς. Ἐν γὰρ τῷ νοητῷ κέντρῳ τὴν αὑτοῦ ζωὴν ἱδρυσάμενος καὶ διὰ μὲν τὸ ἓν μετρῶν αὑτὸν καὶ ἑδράζων ἐν τῷ πρὸ αὐτοῦ, διὰ δὲ τὴν δύναμιν ἄπειρον ποιῶν, ἐκφαίνει μὲν τὴν ἑνοειδῆ τῆς πρώτης τριάδος ὑπεροχήν, ὁρίζει δὲ τὴν τῶν νοητῶν ἀποπεράτωσιν, τείνει δὲ ἐκ τοῦ μέσου πανταχόσε καὶ ἐπὶ πᾶν τὸ νοητὸν πλάτος.

Ἀλλὰ μὴν καὶ ἡ τρίτη τριὰς πεπλήρωται μὲν ζωῆς νοητῆς καὶ διὰ τοῦτο ζῷόν ἐστι νοητὸν καὶ πρώτιστον ζῷον. Πρώτως γὰρ αὐτὸ μετέχει τῆς ὅλης φύσεως, ἐν ἑαυτῷ δὲ ἐκφαίνει τὰ πρώτιστα τῶν εἰδῶν, πρὸς ἃ καὶ ὁ δημιουργικὸς νοῦς ἀνατεινόμενος τὸν ὅλον ὑφίστησι κόσμον· καὶ ἔστιν αὐτὸ τὸ νοητὸν πᾶν, ὡς ὁ φαινόμενος κόσμος τὸ αἰσθητόν, διὸ καὶ ὁ Πλάτων παντελὲς ἐπονομάζει τὸ αὐτοζῷον. Μᾶλλον δὲ οὕτως, εἰ δοκεῖ, λέγωμεν· ἐν τῇ τρίτῃ ταύτῃ τριάδι καὶ πέρας ἐστὶ καὶ ἄπειρον καὶ μικτόν, ὃ δὴ νοῦν νοητὸν κεκλήκαμεν. Οὐκοῦν μονογενὴς μὲν ἡ σύμπασα τριὰς ἀπὸ τοῦ ἐν αὐτῇ προσαγορεύεται πατρός· τὸ γὰρ ἀσύντακτον πρὸς τὰ ἄλλα καὶ τὴν ἐξῃρημένην ὑπεροχὴν ἡ τοῦ πέρατος αἰτία παρέχεται. Τὸ γὰρ περιέχον, φησὶν ὁ Τίμαιος, πάντα ὅσα νοητὰ ζῷα μεθʼ ἑτέρου δεύτερον οὐκ ἂν εἴη· πάλιν γὰρ ἂν ἕτερον εἶναι τὸ περὶ ἐκείνω δέοι ζῷον. Τὸ τοίνυν περιληπτικὸν ἐν ἑνὶ τῶν νοητῶν ἁπάντων τὸ ὅλον ἐστί· πανταχοῦ μέντοι τὸ ὅλον πρὸς τοῦ πέρατός ἐστι, τὰ δὲ μέρη πρὸς τῆς ἀπειρίας· ὥστʼ εἰ διὰ τοῦτο μονογενές ἐστι τὸ αὐτοζῷον, κατὰ τὸ πέρας ἂν ἔχοι τὴν ἰδιότητα ταύτην. Αἰώνιος δὲ αὖ προσαγορεύεται κατὰ τὴν δύναμιν τὴν αὑτῆς, κατὰ ταύτην γὰρ μάλιστα τῷ αἰωνίῳ προσήκει· καὶ γὰρ ὁ αἰὼν δύναμις ἦν ἄπειρος ἐν ἑνὶ μένουσα καὶ προϊοῦσα σταθερῶς. Παντελὴς δὲ κατὰ τὸν νοῦν· ὁ γὰρ πᾶσαν ἐν ἑαυτῷ τὴν νοητὴν ἐκφήνας τοῦ ὄντος διάκρισιν ὁ νοῦς ἐστιν ὁ νοητός, καὶ οὗτος ἂν εἴη κατὰ τὴν τοῦ Πλάτωνος γνώμην νοῦς ὁ παντέλειος, ὁ πάντων νοητῶν περιληπτικὸς καὶ τὸ πέρας ἀφορίζων τῆς νοητῆς διακοσμήσεως. Τὸ μονογενὲς ἄρα καὶ τὸ αἰώνιον καὶ τὸ παντελὲς πέρας καὶ ἄπειρον καὶ μικτὸν ἀπέφηνε τὴν τοῦ νοητοῦ ζῴου φύσιν. Διὸ καὶ ὁ Τίμαιος ἐν τρισὶ τούτοις ἀπομνημονεύει συμπεράσμασι τοῦ παραδείγματος, ἐν τῷ μονογενὲς δεικνύντι τὸ πᾶν καὶ πάλιν τῇ γενέσει τοῦ χρόνου καὶ τῇ τῶν πάντων ζῴων παντελεῖ περιοχῇ.

Εἰ δὲ αὖ τῶν νοουμένων ἁπάντων κάλλιστον ὁ Τίμαιος εἶναί φησι τὸ αὐτοζῷον, καὶ ταῦτα τὴν τρίτην ἐν τοῖς νοητοῖς τάξιν λαχόν, οὐδὲν ἂν εἴη τοῦτο θαυμαστόν. Εἴρηται γὰρ πρότερον καὶ παρʼ ἡμῶν ὅτι πανταχοῦ μὲν ἡ τῆς ἀρίστης μίξεως αἰτία τριάς, τὸ σύμμετρον, τὸ ἀληθές, τὸ καλόν, διαφερόντως δὲ αὖ τὸ κάλλος ἐν τῇ τρίτῃ προόδῳ τοῦ ὄντος ἐκφαίνεται καὶ μετὰ τῶν νοητῶν εἰδῶν ἐκλάμπει τὴν ἑαυτοῦ φύσιν, ὥσπερ ἡ ἀλήθεια κατὰ τὴν δευτέραν καὶ τὸ σύμμετρον κατὰ τὴν πρώτην. Εἰ δὲ πρώτη μὲν ἡ ἀλήθεια, δεύτερον δὲ τὸ κάλλος, τρίτη δὲ ἡ συμμετρία, θαυμαστὸν οὐδὲν κατὰ μὲν τὴν τάξιν τὴν ἀλήθειαν καὶ τὸ κάλλος εἶναι πρὸ τῆς συμμετρίας, ταύτης δὲ καὶ ἐν τῇ πρώτῃ τριάδι μᾶλλον ἐκφαινομένης ἐκείνων ὡς τρίτης οὔσης, ἐκείνας ἐν ταῖς δευτέραις ἐκφαίνεσθαι κρυφίως οὔσας ἐν τῇ πρώτῃ, καὶ τὴν μὲν ἀλήθειαν, καθʼ ὅσον ἐστὶ νοητὴ γνῶσις, ἐν τῇ δευτέρᾳ, τὸ δὲ κάλλος, καθʼ ὅσον ἐστὶν εἶδος εἰδῶν, ἐν τῇ τρίτῃ. Ἐπεὶ ὅτι γε ἡ τριὰς ἐκεῖ πρῶτον, δῆλον ἐκ τοῦ τὴν μὲν ἀλήθειαν ἐν τῷ μάλιστα ὄντι πρώτως εἶναι πρὸ τῆς γνώσεως, τὸ δὲ κάλλος φοιτῶν καὶ μέχρι τῶν ἐσχάτων ὄντων εἶναι ἀναγκαῖον ἐν τῷ πρώτῳ ὄντι, παρʼ οὗ καὶ τὰ ἔσχατα τῶν ὄντων, τὴν δὲ πρώτην συμμετρίαν ἐν τῷ πρώτῳ εἶναι μικτῷ· πᾶσα γὰρ μίξις δεῖται συμμετρίας, ἵνα ἕν τι τὸ ἐξ αὐτῆς εἴη. Ἀλλʼ οὖν εἰ καὶ τὰ τρία προϋφέστηκεν ἐκεῖ, λαβόντες ἡμεῖς ὑπὸ πάντων ὁμολογούμενον, εἶναι μὲν ἐκεῖ τὴν συμμετρίαν, εἶναι δὲ τὴν ἀλήθειαν, εἶναι δὲ κάλλιστον ζῴων τῶν νοουμένων τὸ αὐτοζῷον, ὡς ὁ Τίμαιός φησιν, ἐν τῷ παρόντι τὸν περὶ τούτων διεπερανάμεθα λόγον, ἀλλαχοῦ προηγουμένως περὶ αὐτῶν διαλεχθέντες καὶ ὅσα τῷ Πλάτωνι περὶ τῆς τάξεως αὐτῶν δοκεῖν ᾠόμεθα μάλιστα πιέσαντες. Εἴρηται γὰρ περὶ τούτων ἡμῖν ἐν ἑνὶ τῶν μονοβίβλων, ὅπου καὶ δεδείχαμεν τὴν μὲν ἀλήθειαν τῷ φιλοσόφῳ σύστοιχον, τὸ δὲ κάλλος καὶ τὴν συμμετρίαν τῷ ἐρωτικῷ καὶ μουσικῷ, καὶ ὡς ἔχουσιν οἱ βίοι τάξεως, οὕτως ἔχοντα καὶ ταῦτα πρὸς ἄλληλα.

Κάλλιστον μὲν οὖν τὸ αὐτοζῷον δικαιότατα ἂν καλοῖτο, καθʼ ὅσον τῷ νοητῷ κάλλει διαφερόντως συνέχεται. Τὸ γὰρ κάλλος ἐποχεῖσθαι τοῖς εἴδεσι φιλεῖ καὶ ἔστιν οἷον εἶδος εἰδῶν, τοῦ ἀγαθοῦ τὸ κρύφιον ἐκφῆναν καὶ προλάμψαν τὸ ἐραστὸν αὐτοῦ καὶ τὸν κρυπτόμενον περὶ ἐκεῖνο πόθον ἑλκύσαν εἰς τὸ ἑαυτοῦ φανόν. Τοῦ μὲν γὰρ ἀγαθοῦ πάντα σιγωμένην ἔχει καὶ ἀπόρρητον τὴν ἔφεσιν, πρὸς δὲ τὸ καλὸν μετʼ ἐκπλήξεως καὶ κινήσεως ἐγειρόμεθα. Τὸ γὰρ ἐκλάμπον αὐτοῦ καὶ δραστήριον ὀξέως διὰ πάσης χωρεῖ τῆς ψυχῆς καὶ πᾶσαν ἐπιστρέφει θεωμένην τὸ καλὸν ὡς τῷ ἀγαθῷ πάντων ὁμοιότατον· καὶ τὸ ἀπόρρητον οἷον ἐκφανὲν ἰδοῦσα χαίρει καὶ ἄγαται τὸ φανὲν καὶ ἐπτόηται περὶ αὐτό. Καὶ ὥσπερ ἐν ταῖς ἁγιωτάταις τελεταῖς πρὸ τῶν μυστικῶν θεαμάτων ἔκπληξις τῶν μυουμένων, οὕτω δὴ κἀν τοῖς νοητοῖς πρὸ τῆς τοῦ ἀγαθοῦ μετουσίας τὸ κάλλος προφαινόμενον ἐκπλήττει τοὺς ὁρῶντας καὶ ἐπιστρέφει τὴν ψυχὴν καὶ δείκνυσιν ἐν τοῖς προθύροις ἱδρυμένον οἷόν ἐστιν ἄρα τὸ ἐν τοῖς ἀδύτοις καὶ τὸ κρύφιον ἀγαθόν. ιθʹ

Ἀλλʼ ὅθεν μὲν ἄρχεται τὸ κάλλος καὶ ὅπως πρώτως ἐκφαίνεται, διὰ τούτων ἔστω φανερόν, καὶ διότι κάλλιστον τῶν νοουμένων πάντων ἐστὶ τὸ αὐτοζῷον. Ἐπεὶ δὲ τὰ πρωτουργὰ καὶ νοητὰ παραδείγματά φησιν ὁ Τίμαιος ἐν τῷ νοητῷ ζῴῳ τὴν ὑπόστασιν ἔχειν καὶ εἶναι τέτταρα τὰ πάντα κατὰ τὴν παντελῆ τετράδα ποιησάμενα τὴν πρώτην ἔκφανσιν, πρῶτον μὲν ἐκεῖνο συνορᾶν ἄξιον, ὅτι τῶν εἰδῶν ἐν τῷ νοητῷ φανέντων πολλῷ πρότερον ἀνάγκη καὶ τὰ γένη τῶν ὄντων ἐν τοῖς νοητοῖς προϋπάρχειν. Οὐ γὰρ ἂν εἴη δυνατὸν τὰ μὲν εἴδη νοητὰ τίθεσθαι, τὰ δὲ γένη νοερὰ μόνον· ἀλλʼ ὥσπερ τὰ εἴδη νοητῶς μέν ἐστι κατὰ τὴν πρώτην ἑαυτῶν ὑπόστασιν, ἐν δὲ τοῖς νοεροῖς θεοῖς τὸ πλήρωμα τὸ ἐξ αὐτῶν ἐξέφηνε, καὶ τὸ μὲν ὁλικὸν εἰς μερικωτέρας ὑποβάσεις διεῖλε, τὸ δὲ ἑνοειδὲς εἰς πλῆθος προήγαγε, τὸ δὲ ἐξῃρημένον εἰς τὰς συντεταγμένας αἰτίας ἀνήπλωσεν, οὕτω δὴ καὶ τὰ γένη τοῦ ὄντος κρυφίως μέν ἐστιν ἐν τοῖς νοητοῖς καὶ ἀδιαιρέτως, διακεκριμένως δὲ ἐν τοῖς νοεροῖς. Καὶ διὰ τοῦτο ἡ μὲν πρώτη τριὰς τὸ μικτὸν εἶχε τὴν οὐσίαν, ἡ δὲ δευτέρα τὴν ζωήν, ὅπου καὶ κίνησις ἦν καὶ στάσις, μενούσης τῆς ζωῆς καὶ προϊούσης, ἐν δὲ τῇ τρίτῃ ταὐτὸν καὶ θάτερον· τὸ μὲν γὰρ παντελὲς πλῆθος διὰ τὴν νοητὴν ἑτερότητα, τὸ δὲ ἡνωμένον καὶ τὸ κοινὸν περιληπτικὸν τῶν κατὰ γένη καὶ καθʼ ἓν μορίων διὰ τὸ ταὐτόν. Καὶ πάντα ταῦτα νοητῶς ἐστιν ἐν ταῖς τριάσι ταύταις καὶ οὐσιωδῶς καὶ μονοειδῶς.

Πρῶτον μὲν οὖν τοῦτʼ αὐτὸ συλλογίζεσθαι τοὺς φιλοθεάμονας τῆς τῶν πραγμάτων φύσεως ἄξιον καὶ τοῖς εἴδεσι τοῖς νοητοῖς ἀποδιδόναι τὰ σύστοιχα γένη. Θέμις γὰρ οὔτε ἦν οὔτε ἔσται τὰ γένη δεύτερα μετὰ τὴν τῶν εἰδῶν φύσιν ἐκφαίνεσθαι· τοῖς οὖν εἴδη νοητὰ τιθεμένοις πολλῷ μειζόνως ὑποθετέον ἐν τῷ νοητῷ τὰ γένη τὸν εἰρημένον τρόπον. Ἔπειτα πρὸς τούτοις καὶ τὴν τετράδα ταύτην τῶν εἰδῶν ὅπως ὑπέστη θεατέον καὶ πῶς ταῖς ἀρχαῖς ἀνάλογον ἐν τῷ νοητῷ νῷ προφαίνεται. Διαιρεῖται μὲν γὰρ εἰς μονάδα καὶ τριάδα· καθʼ ὅσον γὰρ ἡ τῶν οὐρανίων θεῶν ἰδέα προτέτακται τῶν ἄλλων, κατὰ τὴν θείαν αἰτίαν ἀφώρισται. Δοκεῖ δʼ ἔμοιγε κατὰ τὴν ἐπιστροφὴν τὴν ἑαυτοῦ πρὸς τὰς τῶν ὅλων ἀρχὰς ὁ νοητὸς νοῦς ἐπιστρεφόμενος πλήρωμα γενέσθαι τῶν εἰδῶν καὶ πάντα νοερῶς ἅμα καὶ νοητῶς εἰς ἑαυτὸν χωρῆσαι τὰ τῶν ὄντων αἴτια· καὶ τῆς μὲν ἀρρήτου καὶ τῶν πάντων ἐξῃρημένης αἰτίας πληρωθεὶς ὑποστῆσαι τὴν μονάδα τῶν θεῶν — ὅθεν οἶμαι καὶ ὁ Πλάτων θεῶν αὐτὴν ἰδέαν ἀποκαλεῖ —, τῶν δὲ τριῶν μετὰ τὸ ἓν ἀρχῶν ὑποδεξάμενος τὰς νοερὰς αἰτίας τὰς τρεῖς ἀναφῆναι μετὰ ταύτην ἰδέας, τὴν μὲν ἀεροπόρων καὶ πτηνῶν αἰτίαν τῷ πέρατι προελθοῦσαν ἀνάλογον, διὸ καὶ θεοὺς ὑφίστησιν ἑνοειδεῖς, ἀναγωγούς, ἀχράντους, τοῖς οὐρανίοις θεοῖς ἡνωμένους καὶ δεύτερα μέτρα λαχόντας ἐκείνων καὶ τοῦτο ὄντας πρὸς τοὺς τὴν γένεσιν κυβερνῶντας συντεταγμένως ὅπερ ἐκεῖνοι πρὸς τούτους κατὰ τὴν ἐξῃρημένην ὑπεροχήν· τὴν δὲ ἐνύδρων θεῶν, τῇ γεννητικῇ δυνάμει καὶ τῷ ἀπείρῳ σύστοιχον καὶ παράγουσαν θεοὺς κινήσεως χορηγοὺς καὶ τῆς γονίμου περιουσίας καὶ ζωῆς ἐφόρους, ἐπεὶ καὶ αὐτὸ τοῦτο τὸ φαινόμενον ὕδωρ χύσει καὶ ἀπείρῳ φορᾷ καὶ ἀοριστίᾳ κεκράτηται, διὸ καὶ ταῖς ζωογόνοις ἀνεῖται δυνάμεσι· τὴν δὲ χθονίων καὶ πεζῶν θεῶν προηγουμένην τῇ τοῦ μικτοῦ φύσει προσήκουσαν καὶ θεοὺς ἀπογεννῶσαν τοὺς τὸ τέλος συνέχοντας τῶν ὅλων μονίμως καὶ κρατοῦντας τοῖς ἐσχάτοις εἴδεσι τὴν τῆς ὕλης ἀμορφίαν καὶ τὴν ἑστίαν τῶν ἐγκοσμίων εἰς ἓν τὸ τοῦ παντὸς κέντρον συνερείδοντας, ἀπὸ γὰρ τῆς πρωτίστης οἷον ἑστίας τῶν ὄντων ὑποστάντες καὶ τήνδε τὴν ἑστίαν αὐτοὶ μονίμως ἀφορίζουσιν.

Οὕτω μὲν οὖν ἡ πρωτίστη τῶν εἰδῶν ἔκφανσις ἐν τῷ νοητῷ νῷ κατὰ τὰς πρωτίστας ἀρχὰς δείκνυται τήν τε πρόοδον ἔχουσα καὶ τὴν τάξιν. Δεῖ δὲ αὖ πρὸς τούτοις καὶ τοῦτο ἐκ τρίτων ἑπομένους τῷ Τιμαίῳ συνάγειν, ὅτι κατὰ τὴν τριάδα ταύτην τὸ πλῆθος ἐξέλαμψε τῶν μερῶν τῶν νοητῶν καὶ τὸ ὅλον τὸ μεμερισμένον εἰς τὸν παντελῆ τῶν μορίων διάκοσμον. Οὗ γάρ φησίν ἐστι τὰ ἄλλα νοητὰ ζῷα καθʼ ἓν καὶ κατὰ γένη μόρια, τοῦτό ἐστι τὸ πρώτιστον καὶ κάλλιστον παράδειγμα τοῦ παντός. Εἰ δὲ τὰ ἄλλα μόρια τοῦδε, δῆλον ὡς αὐτὸ ὅλον ἐστὶ τὸ πλῆθος ἐν ἑαυτῷ τῶν νοητῶν μορίων συνειληφὸς καὶ πάντων τῶν νοητῶν μορίων συνεκτικόν. Ἔτι τοίνυν τὸ τὴν τριάδα ταύτην πρωτίστην εἶναι τῆς ποιήσεως καὶ τῆς δημιουργίας αἰτίαν. Εἰ γὰρ ἐν αὐτῇ τὰ πρωτουργὰ παραδείγματα, δῆλον ὡς ἀπʼ αὐτῆς ἡ τῶν δευτέρων ἄρχεται διακόσμησις· καὶ εἰ ζῷόν ἐστιν ἁπάντων ζῴων ὑποστατικόν, πᾶν μὲν τὸ ψυχικὸν πλάτος, πᾶν δὲ τὸ σωματικὸν ἐντεῦθεν ἔχει τὴν πρόοδον, καὶ περιέχει τῶν τε ζωογονικῶν πάντων διακόσμων καὶ τῶν δημιουργικῶν τὰς νοητὰς αἰτίας. κʹ

Ἐκ μὲν οὖν τῶν ἐν Τιμαίῳ γεγραμμένων τοιαύτας ἐπιβολὰς ληπτέον περὶ τῶν τριῶν νοητῶν τριάδων, συμφώνως τοῖς ἐν Φιλήβῳ πέρας καὶ ἄπειρον ἐν ἑκάστῃ καὶ τὸ ἐξ ἀμφοῖν θεωροῦντας. Εἰ δὲ βούλει καὶ ἀπὸ τῶν ἐν Σοφιστῇ διῃρημένων ὁρμηθέντες ἐπιδείξωμεν τὸν Πλάτωνα τὴν αὐτὴν ἔχοντα περὶ τῶν πρωτίστων ἀρχῶν διανόησιν.

Ὁ τοίνυν Ἐλεάτης ξένος ἐν ἐκείνοις πρὸς τὸν Παρμενίδου λόγον ἀπορῶν τὸν ἓν λέγοντα τὸ πᾶν καὶ τὸ νοητὸν πλῆθος ἐκφαίνων καὶ δεικνὺς ὅπως ἐξήρτηται τοῦ ἑνός, τὸ μὲν πρῶτον ἀπὸ τοῦ ἑνὸς ὄντος ἐπιχειρεῖ, καὶ ὑπομνήσας ὅτι τοῦτο πεπονθός ἐστι τὸ ἓν καὶ μετέχει τοῦ ἑνός, ἀλλʼ οὐκ ἔστιν αὐτοὲν οὐδὲ τὸ πρώτως ἕν, μετὰ τοῦτο ἀπὸ τοῦ ὅλου ποιεῖται τὴν ἐπιβολὴν τῆς διακρίσεως τοῦ τε ἑνὸς τοῦ ἀμεθέκτου καὶ τοῦ ὄντος. Εἰ γὰρ καὶ ὅλον ἐστὶ τὸ ἓν ὄν, ὡς Παρμενίδης μαρτυρεῖ, τὸ δὲ ὅλον μέρη ἔχει, τὸ δὲ μέρη ἔχον οὐκ ἔστιν αὐτοέν, οὐκ ἂν εἴη τὸ ἓν ὂν τῷ ἑνὶ ταὐτόν. Τρίτον τοίνυν ἐκ τοῦ παντελοῦς ἐπιχειρεῖ· τὸ γὰρ πάντῃ μεμερισμένον καὶ παμπόλλων μορίων συνεκτικὸν οὐκ ἄν ποτε σχοίη τὴν αὐτὴν ὑπόστασιν τῷ παντελῶς ἑνί. Καὶ μέχρι τούτων προῆλθε δεικνὺς ὅτι τὸ ἀπλήθυντον τοῦ ἑνὸς ὄντος κατὰ τὴν ἑαυτοῦ φύσιν ἐξῄρηται, διὰ τριῶν ἐπιχειρήσεων ὁδεύσας, καὶ τοτὲ μὲν ἀπὸ τοῦ ἑνὸς ὄντος ὁρμηθείς, τοτὲ δὲ ἀπὸ τοῦ ὅλου, ποτὲ δὲ ἀπὸ τοῦ παντός.

Βέλτιον δὲ καὶ αὐτῶν ἐπακοῦσαι τῶν τοῦ Πλάτωνος ῥημάτων. Ὅτι μὲν οὖν τὸ ἓν οὐκ ἔστι τῷ ἑνὶ ὄντι ταὐτόν, διὰ τούτων κατασκευάζει τῶν λέξεων· Τί δέ; Παρὰ τῶν ἓν τὸ πᾶν λεγόντων ἆρʼ οὐ πευστέον εἰς δύναμιν τί ποτε λέγουσι τὸ ὄν; —Πῶς γὰρ οὔ; —Τόδε τοίνυν ἀποκρινέσθωσαν· Ἕν πού φατε μόνον εἶναι; Φαμὲν γάρ, φήσουσιν. Ἦ γάρ; — Ναί. —Τί δέ; Ὂν καλεῖταί τι; Ναί. Πότερον ὅπερ ἕν, ἐπὶ τὸ αὐτὸ προσχρώμενοι δυεῖν ὀνόμασιν, ἢ πῶς; —Τίς οὖν αὐτοῖς ἡ μετὰ τοῦτο, ὦ ξένε, ἀπόκρισις; Διὰ δὴ τούτων τὸ ἓν καὶ τὸ ὂν ἀπʼ ἀλλήλων ὁ Πλάτων διαιρούμενος καὶ δεικνὺς ὡς ἄλλη μὲν ἔννοια τοῦ ἑνός, ἄλλη δὲ τοῦ ὄντος, καὶ ὡς διαφέρει ταῦτα ἀλλήλων, ἀποφαίνει τὸ κυριώτατα καὶ πρώτως ἓν τοῦ ἑνὸς ὄντος ἐξῃρημένον. Τὸ μὲν γὰρ ἓν ὂν οὐ μένει καθαρῶς ἐπὶ τῆς ἀπληθύντου καὶ ἑνοειδοῦς ὑπάρξεως, τὸ δὲ ἓν πάσης προσθέσεως ἐκβέβηκεν· ὅ τι γὰρ ἂν αὐτῷ προσθῇς, ἐλαττοῖς τὴν ἄκραν αὐτοῦ καὶ ἄρρητον ἕνωσιν. Δεῖ τοίνυν τὸ μὲν ἓν προτάττειν τοῦ ἑνὸς ὄντος, τὸ δὲ ἓν ὂν ἐξάπτειν τοῦ μόνως ἑνός. Εἰ γὰρ εἴη ταὐτὸν τό τε ἓν καὶ τὸ ἓν ὂν καὶ μηδὲν διαφέροι λέγειν ἓν καὶ ὄν —εἰ γὰρ διοίσει, πάλιν ἐξήλλακται τοῦ ἑνὸς ὄντος τὸ ἕν—εἰ γοῦν μηδὲν διαφέρει τὸ ἓν τοῦ ἑνὸς ὄντος, ἓν ἔσται πάντα καὶ τὸ πλῆθος ἐν τοῖς οὖσιν οὐκ ἔσται, οὐδʼ ὀνομάζειν τὰ πράγματα δυνατόν, ἵνα μὴ δύο γένηται, τὸ πρᾶγμα καὶ τὸ ὄνομα. Παντὸς γὰρ πλήθους ἐξῃρημένου καὶ πάσης διαιρέσεως οὔτʼ ὄνομα ἔσται τινὸς οὔτε λόγος, ἀλλὰ τὸ ὄνομα τῷ πράγματι ταὐτὸν ἀναφανήσεται καὶ οὔτε τὸ ὄνομα πράγματος ὄνομα ἔσται … ἀλλὰ τὸ ὄνομα ὀνόματος ὄνομα, εἴπερ τὸ πρᾶγμα τῷ ὀνόματι ταὐτὸν καὶ τὸ ὄνομα τῷ πράγματι, καὶ τὸ πρᾶγμα πράγματος πρᾶγμα. Πάντα γὰρ ὑπάρξει περὶ τὸ πρᾶγμα τὰ αὐτὰ ἅπερ περὶ τὸ ὄνομα διὰ τὴν ἕνωσιν τοῦ τε πράγματος καὶ τοῦ ὀνόματος. Εἰ οὖν ταῦτα ἄτοπα καὶ τὸ ἕν ἐστι καὶ τὸ ὂν καὶ μετέχει τὸ ὂν τοῦ ἑνός, οὐκ ἄρα ταὐτόν ἐστι τὸ ἓν καὶ τὸ ἓν ὄν.

Ὅτι δὲ καὶ τὸ ὅλον, εἴπερ ἐστίν, οὐκ ἂν εἴη τῷ ἑνὶ ταὐτόν, ἑξῆς ἀποδείκνυσιν, ἐντεῦθεν ἀρχόμενος. Τί δέ; Τὸ ὅλον ἕτερον τοῦ ἑνὸς ὄντος ἢ ταὐτὸν φήσουσι τούτῳ; —Πῶς γὰρ οὐ φήσουσί τε καὶ φασίν; —Εἰ τοίνυν ὅλον ἐστίν, ὥσπερ καὶ Παρμενίδης λέγει, Πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντῃ — τὸ γὰρ οὔτε τι μεῖζονοὔτε τι βαιότερον πελέναι χρεών ἐστι τῇ ἢ τῇ —, τοιοῦτόν γε ὂν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει· ταῦτα δὲ ἔχον πᾶσα ἀνάγκη μέρη ἔχειν. Ἢ πῶς; —Οὕτως. —Ἀλλὰ μὴν τό γε μεμερισμένον πάθος μὲν τοῦ ἑνὸς ἔχειν ἐπὶ τοῖς μέρεσι πᾶσιν οὐδὲν ἀποκωλύει, καὶ ταύτῃ δεῖ πᾶν τε ὂν καὶ ὅλον ἓν εἶναι. —Τί δʼ οὔ; —Τὸ δὲ πεπονθὸς ταῦτα ἆρʼ οὐκ ἀδύνατον αὐτό γε τὸ ἓν αὐτὸ εἶναι; — Πῶς; —Ἀμερὲς δήπου δεῖ τό γε ἀληθῶς ἓν κατὰ τὸν ὀρθὸν λόγον εἰρῆσθαι; —Δεῖ γὰρ οὖν. —Τὸ δέ γε τοιοῦτον ἐκ πολλῶν μερῶν ὂν οὐ συμφωνήσει τῷ λόγῳ. —Μανθάνω. Διὰ δὴ τούτων ὁ Ἐλεάτης ξένος μετὰ τὸ ἓν ὂν ἀπὸ τῆς ὁλότητος ἐπιχειρῶν καὶ τοῦ μερισμοῦ τῶν μορίων τῆς ὁλότητος δείκνυσιν ὡς ἄρα οὐχ ἕν ἐστι τὸ πᾶν. Εἰ γάρ ἐστι τὸ ὅλον ἐν τοῖς οὖσιν, ὡς μαρτυρεῖ Παρμενίδης ἐν τοῖς ἔπεσιν, οὐκ ἂν εἴη τὰ πάντα ἕν. Τὸ μὲν γὰρ ἓν ἀμερές, τὸ δὲ ὅλον μέρη ἔχει· τὸ ἄρα ὅλον οὐκ ἔστιν αὐτοέν. Ἐκεῖνο γὰρ μερῶν ἐκβέβηκε πάντων καὶ τῆς ὁλότητος· ἀλλὰ τὸ ὅλον πεπονθὸς μέν ἐστι τὸ ἕν, διὸ καὶ ὅλον προσονομάζεται, τὸ γὰρ ὅλον οὐκ αὐτοέν. Οὐκ ἄρα τὰ ὄντα πάντα ἕν ἐστιν ἀδιάκριτον καὶ ἀπλήθυντον.

Καὶ μὴν καὶ τὸ πᾶν αὐτὸ πλειόνων ἐστὶ μερῶν περιληπτικόν. Τὸ μὲν γὰρ ὅλον τὴν πρώτην ἐκ δυεῖν ἐστι μερῶν, τὸ δὲ πᾶν πλῆθος ἔχει μερῶν, καὶ ὁλότητος μετέχον ἅμα καὶ πᾶν ἐστιν ὡς παντελῶς μεμερισμένον. Τοῦτο δὴ οὖν αὐτοὲν οὐκ ἔστιν, ἀλλὰ πεπονθὸς τὸ ἕν· ἀμερὲς γὰρ τὸ αὐτοέν, οὕτω δὲ ἀμερὲς ὡς ἁπάντων τῶν μερῶν ἐξῃρημένον. Οὐκ ἄρα τὸ πᾶν τῷ ἑνὶ ταὐτόν. Ἡμεῖς μὲν οὖν διείλομεν, ὁ δὲ Πλάτων συνέπλεξε τό τε ὅλον καὶ τὸ πᾶν οὑτωσὶ λέγων· Ἀλλὰ μὴν τό γε μεμερισμένον πάθος μὲν τοῦ ἑνὸς ἔχειν ἐπὶ τοῖς μέρεσι πᾶσιν οὐδὲν ἀποκωλύει, καὶ ταύτῃ δεῖ πᾶν τε καὶ ὅλον ἓν εἶναι. Διῄρηται δὲ ὅμως ταῦτα τὸν εἰρημένον τρόπον.

Οὐκοῦν ἐκ τριῶν τούτων ἐπιχειρήσεων ὁ Ἐλεάτης ξένος διέκρινε τὸ ἓν ἀπὸ τῶν μετεχόντων τοῦ ἑνὸς καὶ διηπόρησε πρὸς τοὺς ἓν τὰ πάντα λέγοντας, τὸ ἓν ὄν, τὸ ὅλον, τὸ πᾶν. Ὧν τὸ μὲν πᾶν μετέχει τοῦ ὅλου καὶ ἔστι πλῆθος ἐκ μερῶν πλειόνων ὁλομελές· τὸ δὲ ὅλον τοῦ ὄντος, ὂν γάρ ἐστι καὶ τὸ ὅλον, ὡς Παρμενίδης μαρτυρεῖ. Τούτων τοίνυν τοιαύτην τάξιν ἐχόντων πῶς οὐκ ἀνάγκη κατὰ τὰς τρεῖς νοητὰς τριάδας γεγονέναι τῷ Πλάτωνι τὰς ἐφόδους; Καὶ γὰρ ἔδει, τοῦ Παρμενίδου τὸ ἓν ὂν τοῖς νοητοῖς ἀφορίζοντος, ἐκεῖθεν τὸν Πλάτωνα πεποιῆσθαι τὰς ἀποδείξεις τῆς διακρίσεως τοῦ πρὸ τῶν νοητῶν ἑνὸς καὶ τοῦ ἐν τοῖς νοητοῖς ἑνός. Αἱ γὰρ πρὸς τὸν Παρμενίδην ἀπορίαι τὸ μετεχόμενον ἓν εἰς τὴν ἀμέθεκτον ἕνωσιν ......................... δεικνύμεναι πολλαχοῦ. Οὐκ ἄρα ἐστὶν ἐν τούτοις ................... ἀλλὰ καὶ τὸ ἓν ὂν καὶ τὸ ὅλον ........................... Τὸ μὲν δὴ πᾶν δῆλον ὅτι τῷ πέρατι τῷ νοητῷ ................. — τὸ γὰρ κατὰ πάντα τέλειον καὶ τὸ σύμπαν νοητὸν πλῆθος ἐκεῖ τὴν ὑπόστασιν ἔσχε· τὸ δὲ ὅλον τῷ μέσῳ κέντρῳ καὶ τῷ συνδέσμῳ τοῦ νοητοῦ πλάτους ἁρμόζει — τὸ γὰρ ὅλον πρὸ τοῦ παντός, εἴπερ τὸ μὲν πᾶν ὅλον ἐστί, τὸ δὲ ὅλον οὐκ ἤδη καὶ πᾶν ἐστι· τὸ γὰρ διῃρημένον πλῆθός ἐστι πᾶν, τὸ δὲ συνέχον ἐν ἑαυτῷ τὸ πλῆθος καὶ οὔπω διακεκριμένον ὅλον· καὶ τοῦτο τῷ αἰῶνι μάλιστα προσήκει, μέτρον γάρ ἐστιν ὁ αἰὼν παντὸς τοῦ νοητοῦ πλήθους, ὥσπερ τὸ ὅλον συνοχὴ καὶ ἕνωσις τοῦ παντός· τὸ δὲ ἓν ὄν, τῇ πρώτῃ — καὶ γὰρ τὸ ἓν ἐκείνης ἐστι μάλιστα τῆς τριάδος ἴδιον, ὡς καὶ ὁ Τίμαιος ἐνεδείξατο, καὶ τὸ ὂν ἐκεῖ πρώτως ἐκφαίνεται, τὸ κρυφίως καὶ νοητῶς ὂν καὶ πᾶσι τοῖς ἄλλοις τῆς οὐσίας αἴτιον.

Πάλιν οὖν ἡμῖν αἱ τρεῖς πεφήνασι τριάδες ἑπομένοις τῷ Ἐλεάτῃ ξένῳ, κατὰ μὲν τὸ ἓν ὂν ἡ πρώτη, κατὰ δὲ τὸ ὅλον ἡ δευτέρα, κατὰ δὲ τὸ πᾶν ἡ τρίτη. Πρὸς ἣν καὶ ἀποβλέπων ὁ τοῦ παντὸς δημιουργὸς διακοσμεῖ τὸ αἰσθητὸν πᾶν, ἐν ἐκείνῳ τῷ νοητῷ παντὶ τὸ ὁρατὸν ἀφορίζων, πρὸς δὲ τὴν ὁλότητα τὴν νοητὴν τὸν χρόνον· διὸ καὶ ὁ χρόνος συνεχής, καὶ ὥσπερ ἐκεῖνο τὸ ὅλον δυεῖν ἐστι μερῶν περιεκτικόν, ἑνὶ δὲ πέρατι συνέχει τὰ μέρη, τὸν αὐτὸν τρόπον καὶ ὁ χρόνος τῷ μὲν νῦν πεπέρασται, τοῖς δὲ μέρεσιν ἄπειρός ἐστι διττοῖς ὑπάρχουσι. καʹ

Ταῦτα μὲν οὖν καὶ μικρὸν ὕστερον ἐπὶ πλέον διαρθρώσομεν, ὅταν περὶ τοῦ Παρμενίδου λέγωμεν· προτέλεια γάρ ἐστι τῶν Παρμενίδου μυστηρίων τὰ τοῦ Ἐλεάτου νοήματα. Πρὶν δὲ ἐπὶ τὸν Παρμενίδην τραπώμεθα, φέρε περὶ αὐτῶν εἰ δοκεῖ τῶν τριῶν τριάδων ἐξ ἀρχῆς διέλθωμεν, τὴν τοῦ Πλάτωνος διάνοιαν ἐκ τῶν πολλαχοῦ διεσπαρμένων ἀθροίζοντες.

Τρεῖς μὲν οὖν εἰσιν, ὡς πολλάκις εἰρήκαμεν, καὶ τοῦτον διῄρηνται τὸν τρόπον, εἰς πέρας καὶ ἄπειρον καὶ μικτόν, ὥστε τριττὰ μὲν εἶναι τὰ νοητὰ πέρατα, τρισσὰς δὲ τὰς ἀπειρίας, τριττὰ δὲ τὰ μικτά. Πάσης δὲ αὖ νοητῆς τριάδος τὸ μὲν πέρας ἐν ἑκάστῃ πατὴρ ἐπονομάζεται, τὸ δὲ ἄπειρον δύναμις, τὸ δὲ μικτὸν νοῦς. Καί μοι μηδεὶς ὑπολάβῃ τὰ ὀνόματα τῆς Πλάτωνος εἶναι φιλοσοφίας ἀλλότρια· φανήσεται γὰρ παντὸς μᾶλλον καὶ αὐτὸς χρώμενος ταῖς ἐπωνυμίαις ταύταις κατὰ τῶν προειρημένων τριάδων. Τὸν μὲν γὰρ πρῶτον θεὸν πατέρα καὶ κύριον αὐτὸς ἐν Ἐπιστολαῖς προσαγορεύει· δῆλον δὲ ὅτι τοῦ πρώτου καὶ τὴν πατρικὴν τάξιν ὑπεραίροντος τὸ πρώτως πατρικὸν ἐν τοῖς νοητοῖς ἐστι θεοῖς. Οὗτοι γάρ εἰσιν οἱ τῷ ἑνὶ διαφερόντως συγγενέστατοι καὶ τὴν ἄρρητον αὐτοῦ καὶ ἄγνωστον ἕνωσιν νοητῶς ἐκφαίνοντες. Εἰ τοίνυν ἐκεῖνος καὶ ἓν καὶ πατὴρ ἀπὸ τῶν προσεχῶς ἀπʼ αὐτοῦ προελθόντων ἐπονομάζεται, καθάπερ ἑνάδες εἰσὶν οἱ νοητοὶ θεοὶ πρώτως, καὶ πατέρες εἰσὶ πρώτως· διχῶς γὰρ τῷ ἀρρήτῳ τὰ ὀνόματα τίθησιν ὁ Πλάτων, ἢ ἀπὸ τῶν ἀκροτήτων ἢ ἀπὸ πάντων τῶν ὄντων, διὰ γὰρ τούτων ἡ τοῦ ἑνὸς ὑπεροχὴ γνωρίζεται. Καὶ μὴν καὶ τὸ ὂν ὁ Ἐλεάτης ξένος δυνάμενον καὶ δύναμιν ἀποκαλεῖ. Προϋπάρχει τοίνυν ἡ πρώτη δύναμις τοῦ ὄντος καὶ ἥνωται τῷ πατρί, διαφερόντως δὲ συμφέρεται τῷ ὄντι καὶ πληροῖ τὸ ὂν ἐξ αὐτῆς. Διὸ καὶ τὸ ὂν ὡς μὲν μετέχον τῆς δυνάμεως προσαγορεύεται δυνάμενον, ὡς δὲ συνηνωμένον αὐτῇ καὶ κατʼ αὐτὴν τὰ ὄντα παράγον πάντα, δύναμις. Εἰ δὲ τὰ ὄντα πάντα νοῦν πολλάκις ἀποκαλοῦσιν αὐτός τε ὁ Πλάτων καὶ οἱ γνησιώτατοι τοῦ Πλάτωνος ἑταῖροι — διὸ καὶ τρεῖς ποιοῦσι τὰς ἀρχὰς πολλαχοῦ, ἀγαθόν, νοῦν, ψυχήν, πᾶν τὸ ὂν νοῦν προσαγορεύοντες —, ἔχοις ἂν καὶ τὸ τρίτον ἐν ἐκείνοις τὸν νοῦν.

Δεῖ δὲ μὴ λανθάνειν τὴν διαφοράν, ὅτι νοῦς ὁ μέν ἐστιν ὡς πρὸς τὴν ὕπαρξιν νοῦς. Ὅταν γὰρ τὴν ἑνάδα τὴν ἐν ἑκάστῃ νοητὸν ἀποκαλῶμεν ὡς ἐφετὸν τῷ ὄντι καὶ ὡς πληροῦν τὸ ὄν, τότε τὸ τρίτον τῆς τριάδος νοῦν ἐπονομάζομεν· καὶ γὰρ νοητόν ἐστιν ὡς οὐσία, καὶ νοῦς, ἀλλʼ οὐκ οὐσίας νοῦς, ἀλλὰ τοῦ πατρὸς καὶ τῆς θεότητος· πᾶσα γὰρ ἡ μετεχομένη θεότης νοητόν ἐστιν ὡς πλήρωμα τοῦ μετέχοντος. Ὁ δέ ἐστι νοῦς οὐσίας νοῦς, καθʼ ὃ δή φαμεν τὸ ὂν τὸ τῆς τρίτης τριάδος νοῦν εἶναι τοῦ πρώτως ὄντος. Νοῦς γάρ ἐστιν οὗτος οὐσιώδης, αὐτὸ τὸ ἐνεργεῖν οὐσίαν ἑαυτοῦ λαχών· πάντα γάρ ἐστιν οὐσιωδῶς ἐν αὐτῷ, καὶ τὰ ἁπλούστερα γένη καὶ τὰ πρωτουργὰ παραδείγματα, νοητὸς γάρ ἐστι νοῦς. Τρίτος δέ ἐστιν ὁ νοερὸς νοῦς, ὃς δὴ καὶ ἀνάλογον ὑφέστηκε τῷ νοητῷ καὶ συνῆπται πρὸς αὐτὸν καὶ πληροῦται παρʼ αὐτοῦ, νοερῶς ἔχων ἃ ἦν ἐν ἐκείνῳ νοητῶς. Καὶ ὅλως ἀνάγκη πανταχοῦ τὰ πρῶτα καθʼ ἑκάστην σειρὰν μορφὴν ἔχειν τῶν πρὸ αὐτῶν· διὸ καὶ πρῶτα λέγεται καὶ ἔχει τινὰ πρὸς τὰ σύστοιχα τῆς οὐσίας ὑπεροχήν. Ἐπεὶ οὖν τὸ πρὸ τῶν νοητῶν θεός, τὰ πρῶτα νοητὰ θεοὶ καὶ ἑνάδες· καὶ ἐπεὶ τὸ νοητὸν οὐσιῶδες, οἱ πρῶτοι νόες οὐσίαι· καὶ ἐπεὶ ὁ νοῦς νοερὸς πανταχοῦ κατὰ τὴν ἑαυτοῦ φύσιν, αἱ πρῶται ψυχαὶ νοεραί· καὶ διότι ζωῆς αἱ ψυχαὶ πληρώματα, τὰ πρῶτα τῶν σωμάτων ζωτικώτατα· καὶ ἐπεὶ τὰ ἀΐδια τῶν σωμάτων κύκλῳ φέρεται, τὰ ἄκρα τῶν ἐνύλων σωμάτων συμφέρεται τοῖς ἀϊδίοις.

Τοῦτο μὲν οὖν αἴτιον εἰρήσθω τοῦ καὶ τὰς ἑνάδας πολλάκις νοητὰ καλεῖσθαι καὶ τὰ ὄντα νόας νοητούς. Ὅτι δὲ τὴν τριάδα ταύτην οἶδεν ὁ Πλάτων, πατέρα λέγω καὶ δύναμιν καὶ νοῦν, μάθοιμεν ἂν εἰς τὴν δημιουργικὴν τάξιν ἀποβλέποντες· ἐν ταύτῃ γὰρ διαφερόντως ἡ τριὰς ἀναφαίνεται· διὸ κατὰ τὴν πρὸς τὸ νοητὸν ἕνωσιν πεπλήρωται τῆς τριάδος ταύτης καὶ μᾶλλον ἔχει ταῦτα διῃρημένα ἤπερ τὸ αὐτοζῷον ἢ ὁ αἰὼν ὁ νοητός. Οὐκοῦν ἐν ἀρχῇ μὲν εὐθὺς τῆς δημηγορίας ἐν Τιμαίῳ πατέρα ἑαυτὸν ὁ δημιουργὸς ἀποκαλεῖ· Ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, Μικρὸν δὲ ὕστερον τὴν δύναμιν ἐκφαίνει τὴν ἑαυτοῦ· Μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμετέραν γένεσιν. Ὃ δὴ καὶ θαυμαστόν, ὅτι τὴν θεολογικωτάτην ἡμῖν ἔννοιαν περὶ τῆς δυνάμεως ἀποδέδωκε, πρῶτον μὲν πατρὸς αὐτὴν ἀποκαλέσας δύναμιν — πατὴρ γὰρ αὐτός· ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, φησίν· αὐτοῦ δὲ ἡ δύναμις· μιμούμενοι τὴν ἐμὴν δύναμιν· ὥστε κατὰ Πλάτωνα τοῦ πατρὸς ἡ δύναμις· ἔπειτα τὴν γεννητικὴν αὐτῇ τῶν ὅλων ἰδιότητα προσάπτων, τοῦτο γὰρ τὸ περὶ τὴν ὑμετέραν γένεσιν· αἰτία δὴ οὖν γεννήσεως ἡ δύναμις καὶ τῆς προόδου τῶν ὄντων. Ἐφʼ ἅπασι δὲ τὸ νοερὸν ἰδίωμα τοῦ δημιουργοῦ παραδίδωσι· Ταῦτα εἶπε, καὶ πάλιν ἐπὶ τὸν πρότερον κρατῆρα, ἐν ᾧ τὴν τοῦ παντὸς ψυχὴν ἐκεράννυ, τὰ τῶν πρόσθεν ὑπόλοιπα κατεχεῖτο μίσγων. Καὶ γὰρ τὸ εἰπεῖν νῷ προσήκει καὶ τὸ μιγνύναι καὶ ἡ μίξις καὶ τὸ τῆς ψυχῆς παρακτικόν. Καὶ τί δεῖ ταῦτα λέγειν; ἀλλὰ καὶ νοῦν αὐτὸν ἀποκαλεῖ πρὸ τούτων· ᾟπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ ὅ ἐστι ζῷον ὅσαι τε ἔνεισι καὶ οἷαι καθορᾷ, τοσαύτας καὶ τοιαύτας διενοήθη δεῖν καὶ τόδε τὸ πᾶν σχεῖν. Καὶ πατὴρ οὖν ἐστιν ὁ δημιουργὸς καὶ δύναμις καὶ νοῦς, καὶ ταῦτα κατὰ τὴν ἕνωσιν ἔχει τὴν πρὸς τὰ νοητά· καὶ γὰρ θεός ἐστι διʼ ἐκεῖνα καὶ γεννητὴς τῶν ὅλων καὶ γινώσκει τὰ ὄντα νοερῶς διʼ ἐκεῖνα, πρώτως γὰρ ἐν ἐκείνοις ἡ νοητὴ γνῶσις. Πολλῷ ἄρα μᾶλλον ἐν τοῖς νοητοῖς πατήρ ἐστι καὶ δύναμις καὶ νοῦς, ἀφʼ ὧν καὶ ὁ δημιουργὸς πληρούμενος τῆς τριάδος ταύτης μετείληχε. Καὶ γὰρ καὶ ἀνάλογον ἕκαστα παρείληφεν ὁ Πλάτων· ὡς γὰρ ἡ πατρικὴ τριὰς ἐν τοῖς νοητοῖς ὑφίστησι τὸν αἰῶνα τὸν νοητὸν, οὕτως ὁ δημιουργὸς ὧν ἐστιν ἔργων πατήρ, ταῦτα ἄλυτα ποιεῖ. Καὶ ὡς ἐν ἐκείνοις ὁ αἰὼν κατὰ τὴν ὅλην δύναμιν προελθὼν τὸ αὐτοζῷον ἀπογεννᾷ τὸ νοητόν, οὕτως ἡ δημιουργικὴ δύναμις ὑπέστησε τὰ ἐγκόσμια ζῷα τὰ ἀΐδια καὶ θεῖα καὶ τοῖς νέοις θεοῖς ἄλλην ἐνδίδωσι δύναμιν τῶν θνητῶν ζῴων γεννητικήν.

Ἀλλʼ ὅτι μὲν καὶ ταῦτα τὰ ὀνόματα λάβοι τις ἂν παρὰ τοῦ Πλάτωνος, ὑπεμνήσθω διὰ τούτων. Τριχῶς δὲ τοῦ ὄντος ἐν τοῖς νοητοῖς τὴν ὑπόστασιν ἔχοντος, τὸ μέν ἐστι πρώτως ὂν καὶ προαιώνιον, τὸ δὲ δευτέρως ὂν καὶ αἰὼν ὁ πρώτιστος, τὸ δὲ ἐσχάτως ὂν καὶ νοῦς ὁ νοητὸς καὶ αἰώνιος. Καὶ οὗ μὲν τὸ ὄν, οὗ δὲ ὁ αἰών, οὗ δὲ ὁ νοῦς· καὶ περιληπτικώτερον νοῦ μὲν ὁ αἰών, τοῦ δὲ αἰῶνος τὸ ὄν. Πᾶς μὲν γὰρ νοῦς αἰώνιος, οὐ μέντοι καὶ πᾶν τὸ αἰώνιον νοῦς· καὶ γὰρ ἡ ψυχὴ κατὰ τὴν οὐσίαν τὴν ἑαυτῆς αἰώνιος. Καὶ πᾶν μὲν τὸ αἰῶνος μετειληφὸς μετέχει πολλῷ πρότερον καὶ τοῦ ὄντος — ἐν γὰρ τῷ ἀϊδίως εἶναι συνυπάρχει καὶ τὸ εἶναι πάντως —, ἀλλὰ τὸ τοῦ εἶναι μετέχον οὐ πάντως καὶ αἰωνίως ὄν ἐστιν, ἐπεὶ καὶ τὰ σώματα μετέχει πως τῆς τοῦ εἶναι φύσεως, αἰώνια δὲ οὐκ ἔστι. Νοῦς μὲν οὖν τὴν νοερὰν μόνην οὐσίαν ὑφίστησιν ᾗ νοῦς — ἐπεὶ καθʼ ὅσον καὶ οὗτός ἐστι ζωὴ καὶ ὄν, τῶν πάντων ὑποστάτης· αἰὼν δὲ καὶ τὴν νοερὰν καὶ τὴν ψυχικήν — ζωὴ γὰρ ἦν αὕτη νοητὴ τὸ μικτόν· τὸ δὲ ὂν καὶ τὴν νοερὰν καὶ τὴν ψυχικὴν καὶ τὴν σωματικήν. Καὶ γὰρ ἡ ὕλη ἓν μέν ἐστιν, ἀνείδεον δὲ ὂν καὶ μὴ ὂν ἀποπέπτωκε τῆς τοῦ ὄντος μετουσίας. Εἰ δὲ δυνάμει λέγοι τις αὐτὴν εἶναι ὄν, καὶ τὴν δύναμιν ταύτην ἐκ τοῦ ὄντος ἔχει· καὶ γὰρ ἡ δύναμις πρόδρομός ἐστι τῆς ἐνεργείας μέθεξις. κβʹ

Ταῦτα μὲν οὖν περὶ τούτων. Τί δὲ ἡμῖν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης περὶ τῶν νοητῶν τούτων τριάδων ἱκανὸν παρέξεται τῆς διαιρέσεως τεκμήριον, καὶ πῶς ἂν ἐκ τῶν παρʼ αὐτῷ διατεταγμένων εἰς τὴν ἔννοιαν ἀναδράμοιμεν τῆς τῶν ἀρχηγικωτάτων θεῶν ὑποστάσεως;

Πᾶν τοίνυν τὸ θεῖον καλὸν σοφὸν ἀγαθὸν ἀνυμνεῖ νυμφόληπτος ἐν ἐκείνοις ὁ Σωκράτης γενόμενος, καὶ τούτοις τρέφεσθαί φησι τὴν ψυχήν. Εἰ δὴ πᾶν τὸ θεῖον τοιοῦτον, πολλῷ πρότερον τὸ νοητόν· καὶ πανταχοῦ μὲν ἦν πάντα, διαφερόντως δὲ ἐν μὲν τῇ πρώτῃ τριάδι τὸ ἀγαθόν, ἐν δὲ τῇ δευτέρᾳ τὸ σοφόν, ἐν δὲ τῇ τρίτῃ τὸ καλόν. Ἐν ταύτῃ μὲν γὰρ τὸ τῶν νοουμένων κάλλιστον, ἐν δὲ τῇ δευτέρᾳ ἡ ἀλήθεια καὶ ἡ πρωτίστη νόησις, ἐν δὲ τῇ πρώτῃ τὸ σύμμετρον, ὃ δὴ τῷ ἀγαθῷ ταὐτὸν ἐλέγομεν.

Ἀλλὰ τοῦ ἀγαθοῦ στοιχεῖά φησιν ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης τὸ ἐφετόν, τὸ ἱκανόν, τὸ τέλειον. Οὐκοῦν τὸ μὲν ἐφετὸν τῷ πέρατι προσήκει, πάσης γάρ ἐστι τῆς τριάδος ἕνωσις καὶ ἀγαθότης καὶ περὶ αὐτὸ συννένευκεν ἡ τριάς· τὸ δὲ ἱκανὸν τῇ ἀπειρίᾳ, δύναμις γὰρ ἡ ἱκανότης ἐπὶ πάντα διικνεῖσθαι δυναμένη καὶ παρεῖναι πᾶσιν ἀκωλύτως· τὸ δὲ τέλειον τῷ μικτῷ, τοῦτο γάρ ἐστι τὸ πρώτως τριαδικόν, ἐπειδὴ πᾶσα μίξις ἐκ τριάδος ἔχει τὴν συνέλευσιν.

Τὰ μὲν οὖν στοιχεῖα τοῦ ἀγαθοῦ τὴν πρώτην ἡμῖν ἐκφαίνει τριάδα, τὰ δὲ στοιχεῖα τῆς νοητῆς σοφίας τὴν δευτέραν. Τὸ δὲ σοφὸν πᾶν πλῆρές ἐστι τοῦ ὄντος καὶ γεννητικὸν τῆς ἀληθείας καὶ ἐπιστρεπτικὸν τῶν ἀτελῶν εἰς τὴν ἑαυτοῦ τελειότητα. Τὸ μὲν οὖν πλῆρες τῷ πέρατι προσήκει τῷ δευτέρῳ· τοῦτο γὰρ τῶν πρὸ αὐτοῦ μετέχον ἑνοειδῶς πεπλήρωται τῆς μεθέξεως· καὶ γὰρ τὸ πλῆρες οἰκεῖον πανταχοῦ τῷ πέρατι, καθάπερ δὴ τῷ ἀπείρῳ τὸ ἀπλήρωτον. Τὸ δὲ γόνιμον τῇ δευτέρᾳ δυνάμει καὶ τῇ ἀπειρίᾳ· τὸ γὰρ μὴ μένον ἐπὶ τῆς ἑαυτοῦ πληρώσεως, ἀλλὰ καὶ ἄλλων οἰστικὸν καὶ γεννητικὸν τῆς ἀπειρίας τῆς θείας μάλιστα γνώρισμα. Τὸ δὲ ἐπιστρεπτικὸν τῷ μικτῷ· τοῦτο γὰρ ὡς τὸ τέλος τῆς τριάδος κληρωσάμενον ἐπιστρέφει πᾶν τὸ ἀτελὲς εἰς τὸ πλῆρες, καὶ ἑαυτὸ πρὸ τῶν ἄλλων ἑνίζει τῷ πέρατι τῆς ὅλης τριάδος.

Ἀλλὰ μὴν καὶ τὰ τοῦ κάλλους στοιχεῖα τῆς τρίτης ἐστὶν ἰδιώματα τῶν νοητῶν τριάδος· ταῦτα δέ ἐστιν, ὥσπερ καὶ πρότερον εἴπομεν, τὸ ἐραστόν, τὸ ἁβρόν, τὸ λαμπρόν. Τὸ μὲν οὖν ἐραστὸν τῷ ἐφετῷ τεταγμένον ἀνάλογον τῆς ἑνάδος ἐστὶ τοῦ πέρατος· τὸ δὲ ἁβρὸν τῷ ἱκανῷ σύστοιχον ὄν, τῆς δυνάμεως τῆς ἀπείρου τῆς ἐν τῷ καλῷ· τὸ δὲ λαμπρόν, τῆς νοερᾶς ἰδιότητος. Τοῦτο γάρ ἐστι τὸ φανὸν τοῦ κάλλους καὶ καταλάμπον πάντα καὶ ἐκπλῆττον τοὺς θεάσασθαι δυναμένους· καὶ ὥσπερ τὸ φαινόμενον κάλλος στίλβον ἐναργέστατα φαντάζεται διὰ τῆς ἐναργεστάτης τῶν αἰσθήσεων — πολλὰς γὰρ ἔχει διαφορὰς κατὰ Ἀριστοτέλην τὰ ταύτης αἰσθητά, καὶ αὕτη τῶν ἄλλων μᾶλλον ἐπὶ πλέον διήκει —, οὕτω δὴ καὶ τὸ νοητὸν κάλλος ἐκφαίνεται τῷ νῷ τῆς ψυχῆς λάμπον νοητῶς. Εἶδος γάρ ἐστι νοητόν, καὶ διὰ τοῦτο τῷ νῷ καταφανὲς τὸ τοῦ κάλλους λαμπρόν. Ἐπʼ ἐσχάτῳ τοίνυν τῷ νοητῷ προφαίνεται τὸ κάλλος λάμπον, ὥς φησιν ὁ Σωκράτης· τοῦτο γάρ ἐστι τὸ φανότατον τῶν νοητῶν, ὁ νοῦς ὁ νοητός, καὶ τὸ ἀποστίλβον τὸ φῶς τὸ νοητόν, ὃ καὶ τοὺς νοεροὺς θεοὺς ἐκπλήττει φανὲν καὶ ποιεῖ θαυμάζειν τὸν πατέρα, καθάπερ φησὶν Ὀρφεύς.

Ἐκ μὲν δὴ τούτων τοιαύτην ἄν τις λάβοι παρασκευὴν εἰς τὴν τῶν νοητῶν θεῶν ἐπιστήμην. Καὶ νῦν ἀναπέφηνεν ὅπως τὸ κάλλος κρυφίως μέν ἐστιν ἐν τῷ τέλει τῆς πρώτης νοητῆς τριάδος, ἐκφανῶς δὲ ἐν τῇ τρίτῃ προελθὸν ὑπέστη — μονοειδῶς μὲν γάρ ἐστιν ἐκεῖ, τριαδικῶς δὲ ἐν ταύτῃ —, καὶ ὅπως ἑκάστη τῶν τριάδων μονάς ἐστιν ἅμα καὶ τριάς. Ἥ τε γὰρ πρώτη κατὰ τὸ ἀγαθὸν χαρακτηριζομένη συμπεπλήρωται τοῖς τρισὶ τοῦ ἀγαθοῦ στοιχείοις· καὶ ἡ δευτέρα κατὰ τὸ σοφὸν τῇ τριάδι τῆς σοφίας συνέχεται· καὶ ἡ τρίτη κατὰ τὸ καλὸν ὑποστᾶσα τῇ τριάδι τοῦ κάλλους ἐστὶ παντελής. Εἰ δὲ καὶ ἔστιν ἐν τῇ πρώτῃ τριάδι τὸ καλὸν κρυφίως καὶ ἐκφαίνεται τριαδικῶς ἐν τῇ τρίτῃ, δῆλον ὡς ὁ νοῦς ὁ νοητὸς καὶ ἐρᾷ τῆς πρώτης τριάδος καὶ ἔρωτα ἔχει τῷ ἑαυτοῦ κάλλει συνημμένον· καὶ οὗτός ἐστιν ὁ νοητὸς ἔρως ὁ τῆς πρωτίστης καλλονῆς. Ἐκ δὴ τούτου πρόεισιν ὁ νοερὸς μετὰ πίστεως καὶ ἀληθείας, ὡς καὶ πρότερον εἴπομεν· τὸ γὰρ ἀγαθὸν καὶ σοφὸν καὶ καλόν, αἱ νοηταὶ μονάδες, τρεῖς ὑπέστησαν ἀναγωγοὺς δυνάμεις τῶν τε ἄλλων ἁπάντων καὶ πρὸ τῶν ἄλλων τῶν νοερῶν θεῶν. κγʹ

Ἀλλὰ περὶ μὲν τούτων ἐς ὕστερον· ἐπʼ αὐτὴν δὲ ἤδη τὴν τοῦ Παρμενίδου θεωρίαν τρεπόμενος βούλομαι πάλιν ὑπομνῆσαι τοὺς ἀκούοντας ὧν πρότερον ἐπεδείξαμεν. Δέδεικται τοίνυν ὅτι τὴν δευτέραν ὑπόθεσιν χρὴ διελεῖν εἰς ὅλας τὰς τοῦ ἑνὸς ὄντος προόδους καὶ ὡς οὐδὲν ἄλλο ἐστὶν ἢ γένεσις καὶ πρόοδος θεῶν ἡ ὑπόθεσις αὕτη μέχρι τῆς ἐκθεουμένης οὐσίας ἄνωθεν ἀπὸ τῆς ἄκρας ἑνώσεως προϊοῦσα τῶν νοητῶν. Οὐ γάρ, ὥσπερ λέγουσί τινες, ἐν τῇ πρώτῃ περὶ θεοῦ καὶ θεῶν ὁ λόγος· οὐδὲ γὰρ ἦν θέμις αὐτῷ συντάττειν τὸ πλῆθος τῷ ἑνὶ καὶ τὸν ἕνα τῷ πλήθει· πάντῃ γὰρ ἐξῄρηται τῶν ὅλων ὁ πρώτιστος θεός. Ἀλλὰ καὶ τὴν οὐσίαν ἐν τῇ πρώτῃ καὶ αὐτὸ τὸ ἓν ἀφαιρεῖται τοῦ πρώτου· ταῦτα δὲ ὅτι μὴ προσήκει τοῖς ἄλλοις θεοῖς, παντὶ καταφανές. Οὐ μὴν οὐδʼ, ὡς αὐτοὶ λέγουσι, περὶ τῶν νοητῶν θεῶν ἐν τῇ πρώτῃ ποιεῖται τὸν λόγον ὁ Παρμενίδης, ἐκείνων τὰς ἀποφάσεις εἶναι λέγοντες διότι συνήνωνται τῷ ἑνὶ καὶ εἰσὶν ἁπλότητι καὶ ἑνώσει προέχοντες ἁπάντων τῶν θείων γενῶν. Πῶς γὰρ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἢ τὸ ἅπτεσθαι καὶ χωρὶς καὶ τὰ ἄλλα πάντα τὰ ἀποφασκόμενα τοῦ ἑνὸς ὑπάρξει τοῖς νοητοῖς θεοῖς; Ἀλλʼ ὅτι μὲν τὰ ἀφαιρούμενα θεῶν εἰσιν ἰδιότητες δοκοῦσί μοι λέγειν ὀρθῶς, ὅτι δὲ πάντα τῶν νοητῶν, οὐκ ὀρθῶς, πρὸς τῷ καὶ ἀναγκαῖον εἶναι κατὰ τὸν λόγον τοῦτον πάλιν ἐν τῇ δευτέρᾳ περὶ τῶν νοητῶν θεῶν εἶναι τὴν πραγματείαν· ἃ γὰρ ἀπέφησεν ἐν ἐκείνῃ, ταῦτα κατέφησεν ἐν ταύτῃ.

Τοῦτό τε οὖν, ὥσπερ ἔφην, δέδεικται καὶ ὅτι τάξιν ἔχει τὰ συμπεράσματα πρὸς ἄλληλα τὴν τῶν προτέρων καὶ ὑστέρων καὶ αἰτίων καὶ αἰτιατῶν. Δεῖ τοίνυν ἡμᾶς ἐφαρμόζειν ἄνωθεν ἀρχομένους ταῖς μὲν πρώταις τάξεσι τὰ πρῶτα συμπεράσματα, ταῖς δὲ μέσαις τὰ μέσα, ταῖς δὲ ἐσχάταις τὰ τελευταῖα, καὶ δεῖξαι τοσούτους ἠρωτημένους λόγους ὁπόσαι τῶν θείων διακόσμων αἱ πρόοδοι.

Καὶ πρῶτον περὶ τῶν νοητῶν, ὑπὲρ ὧν καὶ προὐθέμεθα λέγειν, ἀποδῶμεν τὴν τοῦ Παρμενίδου διδασκαλίαν, ἐπειδὴ καὶ διείλεκται περὶ τούτων ὁ Πλάτων πολλαχοῦ, τὰ μὲν ἐνδεικνύμενος, τὰ δὲ καὶ διαρρήδην λέγων. Δεῖ δὲ ἡμᾶς τὴν πραγματειώδη καὶ συνοπτικὴν περὶ ἑκάστης τάξεως συνάγειν εἰς ἓν θεωρίαν, ἐπειδὴ καὶ τὴν τῶν λέξεων ἔφοδον ἐν τοῖς ὑπομνήμασι ποιησαμένους τὰ αὐτὰ καὶ νῦν ἀνακυκλεῖν οὐκ ἂν ἔχοι λόγον. Ἀλλʼ οὑτωσὶ ποιήσω· τῶν συμπερασμάτων ἕκαστον αὐτὸ καθʼ αὑτὸ παραλαβὼν εἰς τὸν οἰκεῖον αὐτῷ τῶν θεῶν διάκοσμον ἀναπέμπειν πειράσομαι, τοῖς τοῦ καθηγεμόνος ἡμῶν κἀνταῦθα παρακολουθῶν ἐνθεασμοῖς, ᾧ δὴ καὶ ἡμεῖς τῇ θείᾳ κεφαλῇ περὶ τὴν τοῦ Παρμενίδου θεωρίαν συνεβακχεύσαμεν, τὰς ἱερὰς ἀτραποὺς ταύτας καὶ πρὸς τὴν μυσταγωγίαν τὴν ἀπόρρητον ἀτεχνῶς καθεύδοντας ἡμᾶς ἀνεγειρούσας ἐκφαίνοντος. κδʹ

Ταῦτα μὲν οὖν περὶ τοῦ τρόπου τῶν ὅλων συμπερασμάτων ἡμῖν προειρήσθω· τὸ δὲ ἐντεῦθεν ἐπʼ αὐτὴν μεταβήσομαι τὴν τῶν προκειμένων ὑφήγησιν. Τὸ μὲν δὴ πρώτιστον καὶ ἀμέθεκτον ἕν, ἐπέκεινα τῶν ὅλων προϋπάρχον, οὐ τῶν μετεχόντων μόνων, ἀλλὰ καὶ τῶν μετεχομένων ἑνάδων, ὕμνηται διὰ τῆς πρώτης ὑποθέσεως, ἁπάντων μὲν ἀρρήτως αἴτιον ἀποπεφασμένον, αὐτὸ δὲ ἐν οὐδενὶ δὴ τῶν πάντων ἀφοριζόμενον οὐδέ τινα δύναμιν ἔχον οὐδὲ ἰδιότητα συγγενῆ πρὸς τοὺς ἄλλους θεούς. Μετὰ δὲ τοῦτο τὸ μόνως ὑπερούσιον καὶ ὑπερὸν καὶ ἄμικτον πρὸς πάσας τὰς ὑπάρξεις, ἑνάς ἐστι μετεχομένη μὲν ὑπὸ τοῦ ὄντος καὶ περὶ ἑαυτὴν ὑποστήσασα τὴν πρώτην οὐσίαν καὶ πλεονάσασα τῇ προσθήκῃ τῆς μεθέξεως ταύτης τοῦ πρώτως ἑνός, αὐτὴ δὲ ὑπερούσιος ὕπαρξις καὶ … τῆς πρωτίστης νοητῆς τριάδος. Δύο δὴ τούτων ὄντων ἐν τῇ πρώτῃ τριάδι, τοῦ ἑνὸς καὶ τοῦ ὄντος, καὶ τοῦ μὲν γεννῶντος, τοῦ δὲ γεννωμένου, καὶ τοῦ μὲν τελειοῦντος, τοῦ δὲ τελειουμένου, δεῖ δὴ καὶ τὴν μέσην ἀμφοῖν ὑπάρχειν δύναμιν, διʼ ἧς τε καὶ μεθʼ ἧς τὸ ἓν ὑποστατικόν ἐστι καὶ τελειωτικὸν τοῦ ὄντος. Ἥ τε γὰρ πρόοδος ἀπὸ τοῦ ἑνὸς καὶ ἡ πρὸς τὸ ἓν ἐπιστροφὴ τῷ ὄντι διὰ τῆς δυνάμεως. Τί γὰρ ἄλλο συνάπτει τῷ ἑνὶ τὸ ὂν ἢ μετεχόμενον ποιεῖ τὸ ἓν ὑπὸ τοῦ ὄντος πλὴν τῆς δυνάμεως; Πρόοδος γάρ ἐστι τοῦ ἑνὸς καὶ ἔκτασις ἐπὶ τὸ ὄν· ὅθεν δὴ καὶ ἐν πᾶσι τοῖς θείοις γένεσι προόδων καὶ γεννήσεων αἱ δυνάμεις προκατάρχουσιν. Τριὰς οὖν ἐστιν αὕτη τῶν νοητῶν ἀκρότης, τὸ ἕν, ἡ δύναμις, τὸ ὄν, τὸ μὲν παράγον, τὸ δὲ παραγόμενον, ἡ δὲ ἐξηρτημένη μὲν τοῦ ἑνός, συμφερομένη δὲ τῷ ὄντι.

Ταύτην τοίνυν τὴν τριάδα παραδίδωσιν ὁ Παρμενίδης εὐθὺς ἀρχόμενος τῆς δευτέρας ὑποθέσεως, ἁπλουστάτην τὴν μέθεξιν τῷ ἑνὶ προσάπτων τῆς οὐσίας. Καλεῖ δὲ αὐτὴν ἓν ὄν, καὶ τό τε ὂν μετέχει, φησί, τοῦ ἑνὸς καὶ τὸ ἓν τοῦ ὄντος. Ἡ δὲ μέθεξις τούτου διάφορος· τὸ μὲν γὰρ ἓν οὕτω μετέχει τοῦ ὄντος ὡς καταλάμπον καὶ ἐκπληροῦν καὶ ἐκθεοῦν τὸ ὄν, τὸ δὲ ὂν οὕτω τοῦ ἑνὸς ὡς ἐξηρτημένον τοῦ ἑνὸς καὶ ἐκθεούμενον ὑπʼ αὐτοῦ. Μέση δὲ ἀμφοῖν ἡ σχέσις, οὐκ οὖσα παρʼ ἐκείνοις ἀνύπαρκτος· οὐδὲ γὰρ ἡ ἐνταῦθα σχέσις μηδαμῶς ὄν ἐστι, πολλῷ μᾶλλον ἡ ἐν ἐκείνοις. Ἡ δὲ σχέσις αὕτη δυοειδής ἐστι· καὶ γὰρ τοῦ ἑνός ἐστι καὶ τῷ ὄντι συμφύεται· κίνησις γάρ ἐστι τοῦ ἑνὸς καὶ πρόοδος εἰς τὸ ὄν. Ταύτην τὴν τριάδα παραδιδοὺς ὁ Παρμενίδης ἄρχεται μὲν ἐντεῦθεν τῶν περὶ αὐτῆς λόγων· Ὅρα δὴ ἐξ ἀρχῆς. Εἰ ἕν ἐστιν, ἆρʼ οἷόν τε αὐτὸ εἶναι μέν, οὐσίας δὲ μὴ μετέχειν; —Οὐχ οἷόν τε. Τελευτᾷ δὲ περὶ αὐτῆς διαλεγόμενος ὡδί· Ἆρʼ οὖν ἄλλο ἢ ὅτι οὐσίας μετέχει τὸ ἕν, τοῦτʼ ἂν εἴη τὸ λεγόμενον, ἐπειδάν τις συλλήβδην εἴπῃ ὅτι ἕν ἐστι; —Πάνυ γε.

Τριὰς οὖν αὕτη πρώτη νοητή, τὸ ἕν, τὸ ὄν, καὶ σχέσις ἀμφοῖν, διʼ ἣν καὶ τὸ ἓν τοῦ ὄντος ἐστὶ καὶ τὸ ὂν τοῦ ἑνός, πάνυ θαυμαστῶς καὶ διὰ τούτων ἐνδεικνυμένου τοῦ Πλάτωνος ὅτι καὶ ὁ πατὴρ τοῦ νοῦ πατήρ ἐστι καὶ ὁ νοῦς τοῦ πατρὸς καὶ ὡς ἡ δύναμις κέκρυπται μεταξὺ τῶν ἄκρων. Καὶ γὰρ ἡ θεότης πατήρ ἐστι τῆς τριάδος καὶ τὸ ὂν νοῦς τῆς θεότητος ταύτης, οὐχ οὕτως νοῦς ὢν ὡς εἰώθαμεν λέγειν τὸν τῆς οὐσίας νοῦν· ὁ μὲν γὰρ τοιοῦτος νοῦς καὶ ἕστηκε καὶ κινεῖται πᾶς, ὥς φησιν ὁ Ἐλεάτης ξένος, τὸ δὲ πρώτως ὂν οὔτε ἕστηκεν οὔτε κινεῖται, ὡς αὐτὸς διατάττεται. Καλεῖται δʼ οὖν ἡ πρώτη τριὰς ἓν ὄν, ἐπείπερ ἡ δύναμις ἐνταῦθα κρυφίως ἐστίν· οὐ γὰρ πρόεισιν ἡ τριὰς ἀφʼ ἑαυτῆς, ἀλλʼ ἀδιακρίτως καὶ ἑνοειδῶς ὑφέστηκε, πρώτως ἀφοριζομένη κατὰ τὴν ἕνωσιν τὴν θείαν. Πρώτη τοίνυν αὕτη μέθεξις, τῆς οὐσίας μετεχούσης τοῦ ἑνὸς διὰ μέσης τῆς δυνάμεως, ἣ καὶ συναγωγός ἐστιν ἀμφοῖν καὶ διακριτική, καὶ ὑπερούσιος μέν, συμφερομένη δὲ τῇ οὐσίᾳ. Μὴ τοίνυν ὑπολάβωμέν ποτε πᾶσαν δύναμιν οὐσίας ἔκγονον ὑπάρχειν· αἱ γὰρ τῶν θεῶν δυνάμεις ὑπερούσιοί εἰσιν αὐταῖς συνυπάρχουσαι ταῖς ἑνάσι τῶν θεῶν, καὶ διὰ ταύτας οἱ θεοὶ γεννητικοὶ τῶν ὄντων εἰσίν. Ὀρθῶς οὖν καὶ ἡ ποίησις πανταχοῦ τὰ πάντα δύνασθαί φησι τοὺς θεούς. Αἱ μὲν γὰρ οὐσιώδεις δυνάμεις οὐ τὰ πάντα δύνανται· τῶν γὰρ ὑπερουσίων οὐκ εἰσὶν ὑποστατικαί· αἱ δὲ ὑπερούσιοι καὶ τὰς οὐσίας ἀφʼ ἑαυτῶν παράγουσιν. κεʹ

Ἡ μὲν οὖν πρώτη τριὰς διὰ τούτων ἡμῖν ὑπὸ τοῦ Παρμενίδου παραδέδοται. Μετὰ δὲ ταύτην ἐφεξῆς ἡ δευτέρα τὴν πρόοδον ἔλαχεν, ἣν κατὰ τὴν ὁλότητα τὴν νοητήν, ὥσπερ καὶ ἐν Σοφιστῇ διείλομεν, χαρακτηρίζει. Τῆς γὰρ πρώτης τριάδος ἑνοειδοῦς οὔσης καὶ πάντα νοητῶς καὶ κρυφίως ἐχούσης, τὴν ὕπαρξιν, τὴν δύναμιν, τὸ ὄν, οὕτως ὥστε καὶ μέσην οὖσαν τοῦ τε ἑνὸς καὶ τοῦ ὄντος τὴν τῆς διαιρέσεως αἰτίαν δύναμιν κεκρύφθαι καὶ διὰ τῆς πρὸς ἄλληλα κοινωνίας τῶν ἄκρων ἀναφαίνεσθαι, πρόεισιν ἡ δευτέρα τριὰς πρώτη δυνάμει τῇ νοητῇ χαρακτηριζομένη καὶ τὰς ἐν αὐτῇ μονάδας διακεκριμένας ἔχουσα. Πάντων γὰρ ἡνωμένων ἐκεῖ καὶ ἀδιακρίτων ὄντων ἡ διάκρισις ἐν ταύτῃ προφαίνεται, καὶ τὸ ὂν καὶ ἡ δύναμις διῄρηται πλέον ἀπʼ ἀλλήλων, καὶ τὸ ἐκ τούτων οὐκέτι μόνον ἓν ὄν ἐστιν, ἀλλʼ ὅλον, ὡς μέρη τό τε ἓν καὶ τὸ ὂν ἔχον ἐν ἑαυτῷ. Ἄνω μὲν γὰρ πρὸ μερῶν πάντα καὶ ὁλότητος, ἐν ταύτῃ δὲ τὰ μέρη καὶ τὸ ὅλον, τῆς δυνάμεως ἑαυτὴν ἐκφαινούσης· διακρίσεως γὰρ οὔσης καὶ μέρη ἐστὶ καὶ τὸ ἐκ τούτων ὅλον. Καλεῖται τοίνυν ἡ δευτέρα τριὰς ὁλότης νοητή, μέρη δὲ αὐτῆς τὸ ἓν καὶ τὸ ὄν— ἄκρα λέγω—μέση δὲ ἡ δύναμις οὖσα κἀνταῦθα συνάπτει, καὶ οὐχ ἑνοῖ, καθάπερ ἐν τῇ πρὸ αὐτῆς, τὸ ἓν καὶ τὸ ὄν. Καὶ ἐπεὶ μέση ἐστὶν ἀμφοῖν, διὰ μὲν τὴν πρὸς τὸ ὂν κοινωνίαν ἓν ὂν ἀποφαίνει τὸ ἕν, διὰ δὲ τὴν πρὸς τὸ ἕν, ἓν ἀποτελεῖ τὸ ὄν. Καὶ οὕτως τὸ ἓν ὂν ἐκ μερῶν ἐστι δυοῖν, τοῦ τε ἑνὸς ὄντος καὶ τοῦ ὄντος ἑνός, ὥσπερ αὐτὸς ὁ Παρμενίδης φησίν.

Ἄρχεται μὲν οὖν τῶν περὶ τῆς τριάδος ταύτης λόγων ἐνθένδε· Πάλιν δὴ λέγωμεν, ἓν εἰ ἔστι, τί συμβήσεται. Σκόπει οὖν εἰ οὐκ ἀνάγκη ταύτην τὴν ὑπόθεσιν τοιοῦτον τὸ ἓν σημαίνειν οἷον μέρη ἔχειν. Τελευτᾷ δὲ οὑτωσὶ λέγων· Καὶ ὅλον ἄρα ἐστὶν ὃ ἂν ἓν ᾖ καὶ μόριον ἔχει. Διὰ δὴ τούτων ὁ Παρμενίδης ὁλότητα τὴν δευτέραν ἀφορίζεται τάξιν τῶν νοητῶν. Ὡς γὰρ τὸ εἶναι πᾶσιν ἀπὸ τῆς πρώτης, οὕτως τὸ ὅλον ἀπὸ τῆς δευτέρας καὶ ἡ παντελὴς διαίρεσις ἀπὸ τῆς τρίτης. Ἀλλὰ τοῦτο μὲν εἰσαῦθις. Τριττῆς δὲ ἄρα τῆς ὁλότητος οὔσης, τῆς μὲν πρὸ τῶν μερῶν, τῆς δὲ ἐκ τῶν μερῶν, τῆς δὲ ἐν τῷ μέρει, κατὰ τὴν Πλάτωνος ὑφήγησιν· —ἐν Πολιτικῷ μὲν γὰρ τὸ γένος ὅλον καλεῖ, τὸ δὲ εἶδος μέρος, οὐ συμπληρουμένου τοῦ γένους ἐκ τῶν εἰδῶν, ἀλλὰ προϋπάρχοντος αὐτῶν· ἐν Τιμαίῳ δὲ ὅλον ἐξ ὅλων εἶναί φησι τὸν κόσμον, καὶ ὁ μὲν σύμπας κόσμος ἐκ μερῶν συμπληροῦται τῶν ὅλων, τῶν δὲ μερῶν ἕκαστον τὸ ὅλον ἐστίν, οὐχ ὡς τὸ πᾶν, ἀλλὰ μερικῶς· — τριττῆς οὖν, ὅπερ ἐλέγομεν, κατὰ Πλάτωνα τῆς ὁλότητος οὔσης, ἡ ἑνὰς τούτων καὶ ἡ αἰτία ἡ νοητὴ καὶ ἡ κρύφιος παραδέδοται νῦν, ἑνιαίως περιέχουσα τὰς τρεῖς, καὶ ὑφιστᾶσα κατὰ μὲν τὴν ὕπαρξιν τὴν ἑαυτῆς τὴν πρὸ τῶν μερῶν ὁλότητα, κατὰ δὲ τὴν δύναμιν τὴν ἐκ τῶν μερῶν, κατὰ δὲ τὸ ὂν τὴν ἐν τῷ μέρει. Τὸ μὲν γὰρ ἓν πρὸ παντός ἐστι πλήθους, ἡ δὲ δύναμις ἐπικοινωνεῖ πως ἀμφοτέροις τοῖς ἄκροις καὶ τὰς ἰδιότητας αὐτῶν ἐν ἑαυτῇ συνείληφε, τὸ δὲ ὄν πῃ μετέχει τοῦ ἑνός. Διόπερ ἐκ μὲν τῆς ἑνιαίας ὑπάρξεως ἡ πρωτίστη τῶν ὁλοτήτων, ἡ πρὸ τῶν μερῶν — μονὰς γάρ ἐστι καὶ αὕτη τῶν μερῶν ὑποστατικὴ καὶ τοῦ ἐν αὐτοῖς πλήθους· ἐκ δὲ τῆς δυνάμεως ἡ δευτέρα — συμπληροῦται γὰρ ἀπὸ τῶν μερῶν, ὡς ἐν τῇ συναγωγῷ δυνάμει τοῦ ἑνὸς καὶ τοῦ ὄντος ἐκφαίνεταί πως τὰ ἄκρα· ἐκ δὲ τοῦ ὄντος ἡ τρίτη — μέρος γάρ ἐστι τὸ ὂν καὶ γέννημα ἀμφοῖν, τῆς τε δυνάμεως καὶ τοῦ ἑνός, καὶ ἔχει μερικῶς ἑκάτερον.

Μετὰ μὲν οὖν τὸ νοητὸν αἱ τρεῖς ὁλότητες διῄρηνται κατὰ τὰς διαφόρους τῶν ὄντων τάξεις· ἡ δὲ νοητὴ ὁλότης τὰς τρεῖς ἑνιαίως περιείληφε καὶ ἔστι μονὰς τῆς τριάδος ταύτης συνεκτικὴ νοητῶς, ἐκ μέσου τοῦ νοητοῦ καὶ κρυφίου διακόσμου πάντῃ διατείνουσα τὰς ἑαυτῆς δυνάμεις. κϛʹ

Μετὰ δὲ ταύτην τὴν τριάδα νοήσωμεν ἐφεξῆς ἄλλην προϊοῦσαν, ἐν ᾗ τὸ νοητὸν πλῆθος ἐκφαίνεται πᾶν· ἣν καὶ αὐτὴν ὁλότητα μέν, ἀλλʼ ἐκ μερῶν πολλῶν ὑφίστησιν ὁ Παρμενίδης. Μετὰ γὰρ τὴν κρύφιον ἕνωσιν τῆς πρώτης καὶ τὴν τῆς δευτέρας δυαδικὴν διάκρισιν ἡ τῆς τρίτης ἀπογεννᾶται πρόοδος, ἐκ μερῶν μὲν ἔχουσα τὴν ὑπόστασιν, πλειόνων δὲ μερῶν, ὧν τὸ πλῆθος ὠδίνει ἡ πρὸ αὐτῆς. Ἑνὰς μὲν γάρ ἐστιν ἐν ταύτῃ καὶ δύναμις καὶ ὄν, ἀλλὰ καὶ τὸ ἓν πληθύεται καὶ τὸ ὂν καὶ ἡ δύναμις· καὶ οὕτως ἡ μὲν σύμπασα τριὰς ὁλότης ἐστίν, ἑκάτερον δὲ τῶν ἄκρων αὐτῆς, τὸ ἓν λέγω καὶ τὸ ὄν, πλῆθος ὂν διὰ τῆς συναγωγοῦ δυνάμεως συναπτόμενον, πάλιν διαιρεῖται καὶ πληθύεται. Τὸ γὰρ ἑνιαῖον πλῆθος συνάπτουσα τῷ πλήθει τῶν ὄντων, τῶν μὲν ἀποτελεῖ διὰ τὴν πρόοδον ἕκαστον ἓν ὄν, τῶν δὲ κατὰ τὴν μέθεξιν ὂν ἕν. Δύο μὲν οὖν ἐστι κἀνταῦθα τῆς ὁλότητος τὰ μέρη, τὸ ἓν καὶ τὸ ὄν, ἀλλὰ καὶ τὸ ἓν μετέχει τοῦ ὄντος — συνῆπται γὰρ αὐτῷ — καὶ τὸ ὂν τοῦ ἑνός. Τὸ μὲν τοίνυν ἓν τοῦ ὄντος μετέχον διαιρεῖται πάλιν, ὥστε τὸ ἓν καὶ τὸ ὂν ἀπογεννᾶν ἑνάδα δευτέραν, μοίρᾳ τοῦ ὄντος συνταττομένην. Τὸ δὲ ὂν τοῦ ἑνὸς μετέχον διακρίνεται πάλιν εἰς ὂν καὶ ἕν· ἀπογεννᾷ γὰρ ὂν μερικώτερον ἑνάδος μερικωτέρας ἐξηρτημένον, καὶ τὸ ἓν ἐκτεθεωμένων ἐστὶ τῶν μερικωτέρων ὄντων καὶ εἰδικωτέρων μονάς. Αἰτία δὲ τῆς προόδου ταύτης ἡ δύναμις· δυοποιὸς γὰρ ἡ δύναμις καὶ πλήθους ἐργάτις, τὸ μὲν ἓν εἰς πλῆθος προκαλουμένη, τὸ δὲ ὂν εἰς τὴν μετουσίαν τῶν θείων ἑνάδων ἐπιστρέφουσα.

Πόθεν οὖν ἄρχεται περὶ ταύτης ἡμᾶς τῆς τριάδος ἀναδιδάσκειν ὁ Παρμενίδης καὶ ποῦ τὸν περὶ αὐτῆς συμπεραίνεται λόγον; Ἀρχὴ μὲν οὖν αὐτῷ τῶν λόγων ἥδε· Τί οὖν; Τῶν μορίων ἑκάτερον τούτων, τοῦ ἑνὸς ὄντος, τό τε ἓν καὶ τὸ ὄν, ἆρʼ ἀπολείπεσθον ἢ τὸ ἓν τοῦ εἶναι μόριον ἢ τὸ ὂν τοῦ ἑνὸς μορίου; —Οὐκ ἂν εἴη. Τελευτὴ δὲ ἥδε· Οὐκοῦν ἄπειρον ἂν τὸ πλῆθος οὕτω τὸ ἓν ὂν εἴη; — Ἔοικέ γε.

Πρῶτον μὲν οὖν τῆς προόδου τὸν τρόπον ἐννοεῖν προσήκει τῶν θείων γενῶν, καὶ ὅτι κατὰ τὴν μονάδα τὴν νοητήν, ἣν κατὰ τὸ ἓν ὂν τάττομεν, καὶ τὴν δυάδα τὴν μετʼ ἐκείνην, ἣν ὁλότητα μὲν ἐκαλοῦμεν, ἐκ δύο δὲ μερῶν διακεκριμένων ὑπὸ τῆς δυνάμεως λέγομεν ὑφεστάναι, τὸ νοητὸν ἐκφαίνεται πλῆθος ἀπὸ μονάδος καὶ δυάδος. Ὅταν μὲν γὰρ λέγηται τοῦ ἑνὸς ὄντος μόρια πάντα τὰ δεύτερα καὶ ὅσα διὰ τὴν τῆς δυνάμεως διακριτικὴν αἰτίαν ἀναφαίνεται, τὴν ἀπὸ τῆς μονάδος ἐφήκουσαν ἕνωσιν εἰς τὴν τρίτην τριάδα παραδίδωσιν ὁ λόγος· ὅταν δὲ ἡ δύναμις διακρίνουσα καὶ συνάπτουσα τὰς ἑνάδας καὶ τὰ ὄντα τὸ πλῆθος ἀποτελῇ, τότε δὴ πάντως ἡ μετουσία τῆς δυάδος ἀναφαίνεται, καθάπερ οἶμαι καὶ ὁ Παρμενίδης ἐνδείκνυται λέγων Ὥστε ἀνάγκη δύο ἀεὶ γιγνόμενον μηδέποτε ἓν εἶναι. Κατʼ ἀμφοτέρας ἄρα τὰς προϋπαρχούσας τριάδας αὕτη προελήλυθε, ῥέουσα κατὰ τὸ λόγιον καὶ ἐπὶ πᾶν προϊοῦσα τὸ νοητὸν πλῆθος. Τῆς γὰρ ῥοῆς ταύτης καὶ τοῦ ἀπεριλήπτου τῆς δυνάμεως τὸ ἄπειρον πλῆθος ἐνδεικτικόν.

Πρῶτον μὲν τοίνυν, ὡς ἔφην, τὴν τῆς τριάδος ταύτης ὑπόστασιν τῶν πρὸ αὐτῆς ἠρτημένην διὰ τούτων ἀποδεικτέον. Ἔπειθʼ ὅτι καὶ πρωτογενὴς ἡ τριὰς αὕτη κατὰ τὸν Παρμενίδην· πρώτῃ γὰρ αὐτῇ τοῦ γίνεσθαι μεταδίδωσι καὶ τὸ πλῆθος τὸ ἐν αὐτῇ γιγνόμενον ἀποκαλεῖ. Λέγει γὰρ οὖν οὕτως· Καὶ γίνεται τὸ ἐλάχιστον ἐκ δυοῖν αὖ μορίοιν τὸ μόριον· καὶ πάλιν Ὅτιπερ ἂν γίνηται μόριον, τούτω τὼ μορίω ἀεὶ ἴσχει· καὶ ἐν τοῖς ἑξῆς· Ὥστε ἀνάγκη δύο ἀεὶ γιγνόμενον μηδέποτε ἓν εἶναι. Τὸ τοίνυν συχνῷ τῷ τῆς γενέσεως ὀνόματι χρῆσθαι περὶ τῆς προόδου τοῦ νοητοῦ πλήθους ἀναδιδάσκοντα, πῶς οὐ κηρύττοντός ἐστιν ὅτι τὰ μὲν πρὸ ταύτης τῆς τάξεως ἥνωται μᾶλλον ἀλλήλοις, αὕτη δὲ πρόεισιν ἐπὶ πλέον καὶ ἐκφαίνει τὸ κρύφιον τῶν πρὸ αὐτῆς, καὶ ἔστι πρωτογενής, ἐν ἑαυτῇ τὴν γόνιμον ἐκφαίνουσα δύναμιν;

Πρὸς δὴ τούτοις τὴν ἀπειρίαν τοῦ πλήθους οὐχ ὡς ἀξιοῦσιν ἔνιοι σκοπεῖν, τῷ ποσῷ τὸ ἄπειρον λαμβάνοντες, οὕτω καὶ ἡμῖν ἀποδεκτέον· ἀλλʼ ἐπείπερ ἐν ταῖς τῶν ὅλων ἀρχαῖς τὸ πέρας ἦν καὶ τὸ ἄπειρον, τὸ μὲν τῆς ἑνώσεως αἴτιον, τὸ δὲ τῆς διακρίσεως τοῦ πλήθους, τὸ πρώτιστον καὶ νοητὸν πλῆθος ἄπειρον ὁ Παρμενίδης φησί, διότι πᾶν μὲν πλῆθος κατὰ τὴν ἑαυτοῦ φύσιν ἄπειρόν ἐστιν ὡς τῆς πρωτίστης ἀπειρίας ἔκγονον, πᾶν δὲ τὸ νοητὸν πλῆθος τοιοῦτον. Πρῶτον γάρ ἐστι πλῆθος καὶ αὐτοπλῆθος, τὸ δὲ αὐτοπλῆθος πρῶτόν ἐστι τῆς νοητῆς ἀπειρίας ἔκγονον. Ἄπειρον οὖν διὰ τοῦτο πλῆθος τὸ νοητόν, ὡς ἐκφαῖνον τὴν ἀπειρίαν τὴν πρώτην, καὶ ταὐτὸν τὸ ἄπειρον τοῦτο τῷ παντελεῖ. Τὸ γὰρ ἐπὶ πᾶν προεληλυθὸς καὶ ἐφʼ ὅσον ἔδει τὴν νοητὴν φύσιν διὰ τὴν γεννητικὴν τῶν ὅλων δύναμιν, ἄπειρόν ἐστιν. Ὑπʼ οὐδενὸς γὰρ ἄλλου περιληπτόν ἐστιν, ἀλλὰ παντὸς τοῦ νοεροῦ πλήθους περιληπτικόν ἐστι τὸ νοητὸν πλῆθος. Καὶ γὰρ εἰ μὲν ἦν τὸ πρώτως ἄπειρον κατὰ τὸ ποσὸν ἄπειρον, ἔδει καὶ τὸ ἄπειρον πλῆθος τοιοῦτον ὑποτίθεσθαι τὸ νοητόν· ἐπειδὴ δὲ ἐκεῖνο δύναμίς ἐστιν ἄπειρος, ἀνάγκη τοίνυν καὶ τὸ μετέχον τοῦ πρώτως ἀπείρου κατὰ τὴν περιληπτικὴν τῶν προτέρων πάντων δύναμιν προφαίνειν τὴν ἀπειρίαν. Καὶ εἴ με δεῖ φάναι τοὐμόν, ὥσπερ τὸ πρώτως ἓν πρώτως ἐστὶ πέρας, οὕτως τὸ πρώτως πλῆθος ἄπειρόν ἐστι πλῆθος. Ὅλην γὰρ ὑποδέχεται τὴν τῆς ἀπειρίας δύναμιν, καὶ πάσας τὰς ἑνάδας καὶ πάντα τὰ ὄντα παράγον, καὶ μέχρι τῶν ἀτομωτάτων οὐ λήγει τῆς δυνάμεως. Παντὸς οὖν πλήθους ὁλικώτερόν ἐστι καὶ ἀπερίληπτον ἄπειρον. Πᾶν δὲ οὖν πλῆθος ἐκφαῖνον ἀπείρῳ δυνάμει πάντα περατοῖ καὶ μετρεῖ καὶ πᾶσιν ἐπιφέρει διὰ τῆς ὁλότητος τὸ πέρας.

κζʹ

Ταῦτα καὶ περὶ τῆς τρίτης νοητῆς τριάδος ἐκ τοῦ Παρμενίδου ληπτέον· κοινῇ δὲ περὶ πασῶν τῶν νοητῶν τριάδων λέγωμεν ἑξῆς. Τὴν μὲν τοίνυν πρώτην τριάδα, κρύφιον καὶ νοητὴν ἀκρότητα κληρωσαμένην ἐν τοῖς νοητοῖς, ποτὲ μὲν ὁ Πλάτων ἀπὸ τῆς ἑνώσεως ὁρμηθεὶς τῆς ἐν αὐτῇ καὶ τῆς ἐξῃρημένης πρὸς τὰς ἄλλας ὑπεροχῆς ἓν ἐπονομάζει, καθάπερ ἐν τῷ Τιμαίῳ· Μένει δέ φησιν ὁ αἰὼν ἐν ἑνί, τὸ δὲ ἓν τοῦτο τὴν πρώτην τριάδα τῶν νοητῶν ἀπέφηνεν ὁ λόγος· ποτὲ δὲ ἀπὸ τῶν ἄκρων τῶν ἐν αὐτῇ, τοῦ μετεχομένου καὶ μετέχοντος, ἓν ὂν αὐτὴν ἀποκαλεῖ, τὴν δύναμιν ὡς ἑνοειδῶς καὶ κρυφίως ἐν τούτοις περιεχομένην ἄρρητον τιθείς· ποτὲ δὲ καὶ πᾶσαν αὐτὴν κατὰ τὰς ἐν αὐτῇ μονάδας ἐκφαίνει, πέρας, ἄπειρον καὶ μικτόν, τοῦ μὲν πέρατος τὴν ὕπαρξιν τὴν θείαν, τῆς δὲ ἀπειρίας τὴν γεννητικὴν δύναμιν, τοῦ δὲ μικτοῦ τὴν οὐσίαν τὴν ἀπʼ αὐτῶν προϊοῦσαν ἐνδεικνυμένου.

Τὴν μὲν οὖν πρώτην, ὅπερ ἔφην, διὰ τούτων ὁ Πλάτων ἡμᾶς ἀναδιδάσκει τῶν ὀνομάτων, τοτὲ μὲν διʼ ἑνὸς ὀνόματος, τοτὲ δὲ αὖ διὰ δυεῖν, τοτὲ δὲ αὖ διὰ τριῶν αὐτὴν ἐμφανίζων, ἐπεὶ καὶ τριάς ἐστιν ἐν αὐτῇ, καθʼ ἣν ἡ πᾶσα χαρακτηρίζεται, καὶ δυάς, καθʼ ἣν τὰ ἄκρα κεκοινώνηκεν ἀλλήλοις, καὶ μονὰς ἡ τὸ ἄρρητον καὶ κρύφιον καὶ ἑνιαῖον τοῦ πρώτου προφήνασα διὰ τῶν ἑαυτῆς μονάδων. Τήν γε μὴν δευτέραν μετὰ ταύτην ἐν Τιμαίῳ μὲν αἰῶνα προσείρηκεν, ἐν Παρμενίδῃ δὲ ὁλότητα τὴν πρωτίστην. Ὅπως δὲ ταῦτα τὴν αὐτὴν ἔλαχεν ἰδιότητα μάθοιμεν ἂν ἐκεῖνο συννοήσαντες, ὅτι πᾶν μὲν τὸ αἰώνιον ὅλον ἐστίν, εἰ μὲν παντελῶς αἰώνιον εἴη, καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν ὅλην ἅμα παροῦσαν ἔχον — τοιοῦτος γὰρ πᾶς νοῦς, τό τε εἶναι καὶ τὸ νοεῖν ὅλον ὁμοῦ καὶ πᾶν ἐν ἑαυτῷ τελέως ἱδρυσάμενος, καὶ οὐ τὸ μὲν ἔχων τοῦ ὄντος, τῷ δὲ ἐλλείπων, οὐδὲ τῆς ἐνεργείας παρὰ μέρος μετέχων, ἀλλʼ ὅλον μὲν τὸ ὄν, ὅλην δὲ τὴν νόησιν ἀθρόως περιλαβών —, εἰ δὲ ταῖς μὲν ἐνεργείαις εἴη κατὰ χρόνον προϊόν, τὴν δὲ οὐσίαν αἰώνιον ἔχοι, τὴν μὲν ὅλην ἀεὶ τὴν αὐτὴν ἑστῶσαν ἔλαχε, τὴν δὲ ποτὲ μὲν ἄλλην, ποτὲ δὲ ἄλλην γινομένην. Πανταχοῦ τοίνυν ὁ αἰὼν οἷς ἂν παρῇ πρώτως, ὁλότητος αἴτιός ἐστιν. Ἀλλὰ μὴν καὶ τὸ ὅλον ἀϊδιότητός ἐστι πανταχοῦ περιεκτικόν· οὐδὲν γὰρ τῶν ὅλων ἢ τὴν οὐσίαν ἢ τὴν τελειότητα τὴν οἰκείαν ἀφίησιν, ἀλλὰ καὶ τὸ φθειρόμενον πρώτως καὶ τὸ κακυνόμενον τὸ μερικόν ἐστι. Διὰ γὰρ τοῦτο καὶ ὁ σύμπας κόσμος ἀΐδιος, ὅτι ὅλος, καὶ τὰ ἐν οὐρανῷ πάντα καὶ τῶν στοιχείων ἕκαστα· συνεκτικὴ γὰρ ἡ ὁλότης πανταχοῦ τῶν ὑποκειμένων ἐστί. Συνυφέστηκεν οὖν ὁ αἰὼν τῇ ὁλότητι καὶ ταὐτόν ἐστιν ὁλότης καὶ αἰών, καὶ μέτρον ἑκάτερον, τὸ μὲν τῶν αἰωνίων καὶ τῶν ἀϊδίων πάντων, τὸ δὲ τῶν μερῶν καὶ πλήθους παντός. Τριῶν δὲ τῶν ὁλοτήτων οὐσῶν, τῆς μὲν πρὸ τῶν μερῶν, τῆς δὲ ἐκ τῶν μερῶν, τῆς δὲ ἐν τῷ μέρει, διὰ μὲν τῆς πρὸ τῶν μερῶν ὁλότητος ὁ αἰὼν τὰς ἑνάδας μετρεῖ τῶν θείων τὰς ἐξῃρημένας τῶν ὄντων, διὰ δὲ τῆς ἐκ τῶν μερῶν τὰς ἑνάδας τὰς συντεταγμένας τοῖς οὖσιν, διὰ δὲ τῆς ἐν τῷ μέρει τὰ ὄντα πάντα καὶ τὰς οὐσίας ὅλας· μέρη γὰρ αὗται τῶν θείων ἑνάδων μεριστῶς ἔχουσαι τὰ ἑνιαίως ἐν ἐκείναις προϋπάρχοντα. Καὶ μὴν καὶ ὁ αἰὼν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἀεὶ ὄν, ἐκ τῆς ἑνάδος τῷ ὄντι τῆς συνοχῆς ἐλλαμπομένης· τὸ δὲ ὅλον ἐκ δυοῖν μεροῖν, τοῦ ἑνὸς καὶ τοῦ ὄντος, τῆς δυνάμεως συναγωγοῦ τῶν μερῶν ὑπαρχούσης. Κατʼ ἀμφοτέρας ἄρα τὰς ἐπιβολὰς ἡ δυὰς προσήκουσα τῇ μέσῃ νοητῇ τριάδι, τὴν μονοειδῆ καὶ κρύφιον ἐκφαίνουσα τῆς πρώτης ὑπόστασιν.

Ἀλλὰ μὴν καὶ τὴν τρίτην τριάδα τῶν νοητῶν ἐν Τιμαίῳ μὲν αὐτοζῷον καὶ νοητὸν καὶ παντέλειον ἐπονομάζει καὶ μονογενές, ἐν δὲ τῷ Παρμενίδῃ πλῆθος ἄπειρον καὶ ὁλότητα πολλῶν μορίων περιληπτικήν, ἐν δὲ τῷ Σοφιστῇ παντότητα νοητὴν μεμερισμένην εἰς τὰ ὄντα πολλά. Πάντα τοίνυν ταῦτα μιᾶς ἐστιν ἐπιστήμης ἔκγονα καὶ πρὸς μίαν ἀλήθειαν ἀνατείνεται τὴν νοητήν. Ὅ τε γὰρ Τίμαιος ζῷον νοητὸν ἀποκαλῶν τὴν τριάδα ταύτην καὶ παντέλειον αὐτὴν εἶναι τίθεται καὶ τῶν νοητῶν ζῴων καθʼ ἓν καὶ κατὰ γένη περιεκτικὴν ὡς μορίων· ὅλον ἄρα κατὰ τοῦτόν ἐστι τὸ αὐτοζῷον, τῶν νοητῶν ζῴων ὡς μορίων περιληπτικόν. Καὶ ὁ Παρμενίδης παντελὲς … πλῆθος ἀποφαίνων τὸ ἓν ὂν τὸ τῇ τάξει ταύτῃ συνυφεστώς· τὸ γὰρ ἄπειρον πανδύναμον ἔσται καὶ παντελές, ὡς πρότερον εἴπομεν, νοητὸν ἐν αὑτῷ πλῆθος περιέχον μορίων, ἃ καὶ ἀπογεννᾷ, τῶν μὲν ὁλικωτέρων, τῶν δὲ μερικωτέρων καί, ὡς ὁ Τίμαιός φησι, τῶν καθʼ ἓν καὶ κατὰ γένη μορίων. Ἔτι δέ, ὥσπερ ἐκεῖνος αἰώνιον ἀποκαλεῖ τὸ αὐτοζῷον καὶ μονογενές, οὕτως ὁ Παρμενίδης τὸ ἀεὶ καὶ γίγνεσθαι τῷ ἀπείρῳ πλήθει πρῶτον ἀπένειμεν, οὑτωσὶ λέγων· Καὶ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἀεί, ὅτιπερ ἂν μόριον γίγνηται, τούτω τὼ μορίω ἀεὶ ἴσχει· τό τε γὰρ ἓν τὸ ὂν ἀεὶ ἴσχει καὶ τὸ ὂν τὸ ἕν, ὥστε ἀνάγκη δύο ἀεὶ γιγνόμενον μηδέποτε ἓν εἶναι. Τίς ἂν οὖν ἡμᾶς ἐναργῶς οὕτως ὑπέμνησε περὶ τοῦ αἰωνίου ζῴου καὶ τῆς πρωτογενοῦς τριάδος ὡς ὁ Παρμενίδης, γένεσιν καὶ τὸ ἀεὶ πρῶτον ἐπὶ ταύτης τῆς τάξεως παραλαβὼν καὶ οὕτω συχνῶς χρησάμενος ἑκατέρῳ; Τὸ αὐτὸ τοίνυν καὶ ζῷόν ἐστι παντελὲς καὶ πλῆθος νοητὸν πανδύναμον. Τῆς γὰρ πρώτης ἀπειρίας δυνάμεως οὔσης, τὸ πᾶν τὸ νοητὸν κατʼ αὐτὴν ὑφεσταμένον καὶ τὴν εἰς τὰ μέρη διαίρεσιν ἀπʼ αὐτῆς ὑποδεξάμενον πανδύναμον ἀξιῶ προσονομάζειν, τῆς τοῦ ἀπείρου προσηγορίας ὡς πολλοὺς ταραττούσης ἀπαλλαγείς.

Ἀλλʼ ὅπερ ἐστὶν ἐν τούτοις καὶ συννοῆσαι χαλεπὸν καὶ θαυμάσαι μάλιστα τοῦ Πλάτωνος προσῆκον μὴ παρῶμεν, ἀλλὰ τοῖς γνησίοις τῆς ἀληθείας ἐρασταῖς ἐπιδείξωμεν. Τοῦ γὰρ νοητοῦ ζῴου τέσσαρας ἰδέας περιέχοντος νοητάς, καθʼ ἃς οὐ θεῶν γένη μόνον ὑφίστησιν, ἀλλὰ καὶ τῶν μετὰ θεοὺς κρειττόνων καὶ αὐτῶν ἤδη τῶν θνητῶν ζῴων—ἡ γὰρ τῶν ἀεροπόρων ἰδέα καὶ ἡ τῶν ἐνύδρων καὶ ἡ τῶν χθονίων ἀπὸ θεῶν μέχρι καὶ τῶν θνητῶν ζῴων ἀπογεννῶσα διατείνει—τέτταρας γοῦν περιέχοντος ἰδέας καὶ διὰ τῶν αὐτῶν παραδειγμάτων ὁλικῶς τά τε θεῖα καὶ τὰ δαιμόνια καὶ τὰ θνητὰ παράγοντος, εἰκότως ἀπορίαν παρέσχεν ὁ λόγος τοῖς τῆς ἀληθείας φιλοθεάμοσι, πῶς τῶν αὐτῶν αἰτίων ὄντων καὶ τῶν αὐτῶν πρωτουργῶν παραδειγμάτων προϋπαρχόντων, τὰ μὲν τῶν ὑποστάντων θεοί, τὰ δὲ δαίμονες, τὰ δὲ ζῷα θνητά. Πρὸς γὰρ ἓν εἶδος πάντα γενόμενα πῶς οὐκ ἔχει μορφὴν τὴν αὐτὴν καὶ φύσιν, δέοντος τὴν μίαν ἰδέαν πανταχοῦ τῶν ὁμοειδῶν εἶναι γεννητικήν; Διὰ γὰρ τοῦτο τὴν τῶν ἰδεῶν ὑπόθεσιν συνεχωρήσαμεν, ἵνα πρὸ τοῦ πλήθους τὰς τῶν ὁμοίων παρακτικὰς μονάδας ἔχῃ τε καὶ περιέχῃ τὸ νοητὸν τῶν θεῶν γένος.

Ταύτης οὖν οὕτως χαλεπῆς τῆς ἀπορίας οὔσης λογικῶς μὲν ἄν τις ἀντιλάβοιτο λέγων ὅτι μὴ συνώνυμα τὰ καθʼ ἓν εἶδος ὑποστάντα πάντα μηδὲ ὡσαύτως μετέχει τῆς κοινῆς αἰτίας, ἀλλὰ τὰ μὲν πρώτως, τὰ δὲ μέσως, τὰ δὲ ἐσχάτως. Ἕκαστον γὰρ εἶδος ἡγεῖται σειρᾶς τινος ἄνωθεν ἀρχόμενον καὶ μέχρι τῶν ἐσχάτων ὑφιζάνον. Πάντα γὰρ ἄνωθεν

ἄρχεται εἰς τὸ κάτω τείνειν ἀκτῖνας ἀγητὰς κατὰ τὸ λόγιον. Ὥστε οὐδὲν ἂν εἴη θαυμαστὸν τὴν αὐτὴν ἰδέαν θεῶν καὶ δαιμόνων καὶ θνητῶν ζῴων αἰτίαν προϋπάρχειν, ὁλικῶς τὰ πάντα παράγουσαν καὶ τὴν μερικωτέραν διάκρισιν τῇ δημιουργικῇ τάξει παραδοῦσαν, ὥσπερ αὕτη τὴν τῶν ἀτόμων ποίησιν εἰς τοὺς νέους παράγει θεούς. Τὰ μὲν γὰρ νοητὰ τῶν ὅλων ἐστὶν αἴτια σειρῶν, τὰ δὲ νοερὰ τῶν κατὰ γένη κοινὰ διαιρέσεων, τὰ δὲ ὑπερκόσμια τῶν κατʼ εἴδη διαφορῶν, τὰ δὲ ἐγκόσμια καὶ αὐτῶν ἤδη τῶν ἀτόμων· κινούμενα γάρ ἐστιν αἴτια καὶ μεταβολῆς ἐξάρχει τοῖς ἀφʼ ἑαυτῶν γινομένοις.

Εἰ δὲ δεῖ καὶ αὐτὸ τὸ πρᾶγμα θεωρῆσαι καθʼ αὑτό, καὶ ὅπως τὸ ἓν νοητὸν εἶδός ἐστι θεῶν καὶ δαιμόνων καὶ θνητῶν, μόνος ἡμᾶς ὁ Παρμενίδης ἀναπλῆσαι δυνήσεται, τῶν ἐν τῷ νοητῷ πλήθει μερῶν τὰ μὲν κατὰ τὸ ὃν χαρακτηρίζων, τὰ δὲ κατὰ τὸ ἕν. Τὸ μὲν γὰρ ἓν ὂν τῷ ἑνὶ κατέχεται, τὸ δὲ ὂν ἓν τῷ ὄντι μᾶλλον, καὶ ἔχει τῶν νοητῶν ζῴων ἕκαστον ἐν ἑαυτῷ καὶ τὸ ἓν ὂν καὶ τὸ ὂν ἕν. Ὑφίστησιν οὖν κατὰ μὲν τὸ ἓν ὂν τὰ θεῖα γένη μετὰ τῆς οἰκείας ἰδιότητος, κατὰ δὲ τὸ ὂν ἓν τὰ μετὰ θεούς· καὶ τοῦ ὄντος ἑνὸς κατὰ μὲν τὸ ἓν ὂν τὰ τῶν δαιμόνων, κατὰ δὲ τὸ ὂν ἓν τὰ θνητά· καὶ αὖ τοῦ ἑνὸς ὄντος κατὰ μὲν τὸ ἓν ὂν τὰ πρώτιστα καὶ ὑψηλότατα γένη τῶν θεῶν, κατὰ δὲ τὸ ὂν ἓν τὰ δεύτερα καὶ ἀγγελικὴν ἔχοντα τάξιν. Καὶ οὕτω δὴ πάντα πλήρη θεῶν, ἀγγέλων, δαιμόνων, ζῴων θνητῶν. Καὶ ὁρᾷς ὅπως ἡ μεσότης σῴζεται τῶν κρειττόνων γενῶν. Τὸ γὰρ ὂν ἓν τὸ ἀγγελικὸν πέρας ἐστὶ τοῦ ἑνὸς ὄντος τοῦ τοὺς θεοὺς παράγοντος, τὸ δὲ ἓν ὂν τὸ δαιμόνιον ἀκρότης τοῦ ὄντος ἑνὸς τοῦ τὰ δεύτερα κοσμοῦντος· αἱ δὲ τῶν δευτέρων ἑνώσεις οὐκ ἄδηλον ὅτι συνεγγίζουσι τῷ πλήθει καὶ τῇ προόδῳ τῶν ὑπερκειμένων. Καὶ μὴ θαυμάσῃς εἰ τὸ μὲν ὂν ἓν ἀγγέλων αἴτιον, τὸ δὲ ἓν ὂν δαιμόνων. Οὗ μὲν γὰρ τὸ ὂν ἓν τοῦ ἑνὸς ὄντος ἐστὶ μέρος, οὗ δὲ τὸ ἓν ὂν τοῦ ὄντος ἑνός, καὶ οὗ μέν ἐστιν ἕνωσις οὐσιώδης, οὗ δὲ οὐσία ἑνοειδής· τοῦ γὰρ ὄντος ἑνὸς τὸ ἀκρότατον τοιοῦτον.

Εἰκότως ἄρα πανδύναμόν ἐστι τὸ νοητὸν πλῆθος καὶ παντελὲς τὸ νοητὸν ζῷον ὡς ὁμοῦ πάντων αἴτιον καὶ μέχρι τῶν τελευταίων, μόνον οὐκ ἐκεῖνο τοῦ Πλάτωνος βοῶντος, τὸ Ἔνθεν συρόμενος πρηστὴρ ἀμυδροῖ πυρὸς ἄνθος κόσμων ἐνθρῴσκων κοιλώμασιν. Αἱ γὰρ ἑνάδες αἱ θεῖαι κατὰ βραχὺ προϊοῦσαι πάντων τῶν ἐγκοσμίων τὸ πλῆθος ἀπεγέννησαν. Ἔστιν οὖν ἡ τριὰς αὕτη πηγὴ καὶ αἰτία πάντων καὶ ἀπʼ αὐτῆς πᾶσα ζωὴ καὶ πᾶσα πρόοδος ὑπέστη, θεῶν τε καὶ τῶν κρειττόνων ἡμῶν γενῶν καὶ τῶν θνητῶν ζῴων, ὁλικῶς τε καὶ μονοειδῶς πάντα παραγούσης καὶ τῶν μεριστῶν ὀχετῶν τῆς τε ζωογονίας καὶ τῆς εἰδοποιίας εἰς ἑαυτὴν τὰς ὅλας ἀρχὰς ἀναδησαμένης.

κηʹ

Εἶεν δὴ οὖν πάλιν ἀπὸ τῆς διῃρημένης τῶν νοητῶν θεωρίας ἐπὶ τὴν παντελῆ καὶ μίαν αὐτῶν ἐπιστήμην ἀναδράμωμεν καὶ πρὸς ἡμᾶς αὐτοὺς εἴπωμεν ὅτι τὸ νοητὸν τοῦτο τῶν θεῶν γένος ἐξῄρηται πάντων ἑνιαίως τῶν ἄλλων θείων διακόσμων καὶ οὔτε ὡς τῷ μερικῷ νῷ γινωσκόμενον οὔτε ὡς νοήσει μετὰ λόγου περιληπτὸν καλεῖται νοητόν, ἀλλʼ οὐδὲ ὡς τῷ παντελεῖ νῷ προϋπάρχον. Ἐκβέβηκε γὰρ ἀπό τε τῶν ὅλων καὶ τῶν μερικῶν νοητῶν καὶ προϋπάρχει τῶν νοουμένων ἁπάντων, ἀμέθεκτον ὂν καὶ θεῖον νοητόν. Διὸ καὶ τοιαύτην ὑπεροχὴν ἔλαχε πρὸς τὰς νοητὰς ἁπάσας τάξεις οἶον τὸ ἓν πρὸς ἅπαν τὸ θεῶν γένος· ἀμέθεκτον γάρ ἐστι καὶ τὸ νοητὸν τοῦτο καὶ πληροῖ ἄνωθεν τοὺς θείους καὶ νοεροὺς διακόσμους. Εἰ γάρ ἐστι πᾶς νοῦς νοητὸς ἑαυτῷ, διὰ τοὺς νοητοὺς θεοὺς ἔχει τὴν ἰδιότητα ταύτην· ἐκεῖθεν γὰρ πᾶσι τὸ πλῆρες. Καὶ οὕτως ἅμα μὲν ἐξῄρηται τοῦ νοῦ τὸ νοητόν, αὐτὸ καθʼ αὑτὸ ὑπάρχον, ἅμα δὲ οὐκ ἔξω τοῦ νοῦ τὸ νοητόν. Ἔστι γὰρ καὶ τῷ νῷ σύζυγον νοητόν, ἀπὸ τοῦ ἐξῃρημένου τὸ συντεταγμένον, ἀπὸ τοῦ ἀμεθέκτου τὸ μετεχόμενον, ἀπὸ τοῦ προϋπάρχοντος τὸ ἐνυπάρχον, ἀπὸ τοῦ μονοειδοῦς τὸ πληθυόμενον.

Καὶ τὴν ἁπλότητα ἄρα τὴν νοητὴν οὐ τοιαύτην ἀφοριστέον ὁποίαν περὶ τῶν νοερῶν λέγειν εἰώθαμεν. Ἐπὶ ταύτης μὲν γὰρ συνεξισοῦται τὸ ἓν τῷ πλήθει καὶ ἡ διάκρισις τῇ μονοειδεῖ τῆς οὐσίας ταὐτότητι· ἡ δὲ νοητὴ ἁπλότης ἑνοειδής ἐστι καὶ ἀδιάκριτος καὶ κρυφία, παντὸς τοῦ μεριστοῦ τῆς ζωῆς εἴδους καὶ τοῦ πλήθους τοῦ νοεροῦ προέχουσα.

Καὶ τοίνυν τὴν ἀγαθότητα τὴν νοητὴν οὐκ ἐν ἰδέας ἔγωγε τίθεμαι τάξει — μερικὸν γὰρ τοῦτο τὸ εἶδος καὶ καταδεέστερον τῆς νοητῆς ἑνώσεως —, ἀλλὰ θείαν ὕπαρξιν, γεννητικὴν τῶν ἀγαθῶν ὅλων τῶν ἐπὶ πάντα τὰ θεῖα διανεμομένων, ἐν οἷς ὑφεστήκασιν οἱ θεοί. Οὔτε γὰρ εἶδος οὔτε ἕξις ἐστὶν ἡ τῶν θεῶν ἀγαθότης, ἀλλὰ πλήρωμα τῆς θείας αὐταρκείας καὶ τῆς θείας δυνάμεως, καθʼ ἣν τὰ πάντα πεπληρώκασι τῶν ἀγαθῶν. Πολλῷ δὴ οὖν μειζόνως οἱ νοητοὶ θεοί, διότι καὶ συνήνωνται πρὸς τἀγαθόν, ὅλως εἰσὶν ἀνάμεστοι τῆς ἀγαθότητος τῆς ὑπερουσίου καὶ ἐν αὐτῇ τὴν ἄκραν ὕπαρξιν ἑαυτῶν ἱδρυσάμενοι συνέχουσιν.

Εἰκότως ἄρα τοὺς νοητοὺς θεοὺς λέγομεν τὴν ἄρρητον ἐκφαίνειν τῶν πάντων ἀρχὴν καὶ τὴν θαυμαστὴν ἐκείνης ὑπεροχὴν καὶ τὴν ἕνωσιν, κρυφίως μὲν καὶ αὐτοὺς ὑποστάντας, μονοειδῶς δὲ τὰ πλήθη καὶ ἑνιαίως περιέχοντας, ἐξῃρημένως δὲ βασιλεύοντας τῶν ὅλων καὶ ἀσυντάκτους ὄντας πρὸς ἅπαντας τοὺς ἄλλους θεούς. Καὶ γὰρ ὥσπερ τὸ ἀγαθὸν τῷ ὑπερουσίῳ φωτὶ κατέλαμψε πάντα καὶ θεοὺς ἀνέφηνε πατέρας τῶν πάντων, οὕτω δὴ καὶ τὸ νοητὸν τῶν θεῶν γένος κατὰ τὴν πρὸς τἀγαθὸν ὁμοιότητα τῆς νοητῆς πληρώσεως πᾶσι μετέδωκε τοῖς δευτέροις ἀφʼ ἑαυτοῦ θεοῖς. Ἔστι γοῦν καθʼ ἑκάστην διανομὴν θεῶν οἰκεῖον πλῆθος νοητόν, ὥσπερ καὶ τἀγαθῷ προϋπάρχει τῶν θείων τάξεων ἑκάστης ἀνάλογον μονάς. Καὶ αὕτη μὲν ἑνώσεως προκατάρχει τοῖς δευτέροις, τὸ δὲ νοητὸν πλῆθος κάλλους, αὐταρκείας, δυνάμεως, οὐσιῶν, ἁπάντων τῶν νοητῶν ἀγαθῶν. Πάντα γὰρ τὰ νοερὰ νοητῶς οἱ θεοὶ προειλήφασι καὶ καθʼ ἕνωσιν ἄκραν συνέχουσιν ἐν ἑαυτοῖς.