ΠΡΟΚΛΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΘΕΟΛΟΓΙΑΣ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΚΕΦΑΛΑΙΑαʹ. Ἔφοδος ἀνάγουσα ἐπὶ τὴν ὑπερούσιον τῶν πάντων ἀρχὴν κατὰ τὴν τοῦ ἑνὸς καὶ τοῦ πλήθους ἐπιβολήν. βʹ. Δευτέρα ἔφοδος ἐκφαίνουσα τὴν ἐξῃρημένην τοῦ ἑνὸς ὑπόστασιν ἀπὸ πασῶν οὐσιῶν σωματικῶν καὶ ἀσωμάτων. γʹ. Ἔφοδοι πλείους τὸ αὐτὸ κατασκευάζουσαι καὶ δεικνύουσαι τὴν τοῦ ἑνὸς ὑπόθεσιν ἀνέλεγκτον. δʹ. Ἀπάντησις πρὸς τοὺς λέγοντας μὴ εἶναι τὴν πρώτην ἀρχὴν ὑπὲρ νοῦν κατὰ Πλάτωνα, καὶ ἀποδείξεις ἐκ τῆς Πολιτείας, ἐκ τοῦ Σοφιστοῦ, ἐκ τοῦ Φιλήβου, ἐκ τοῦ Παρμενίδου, τῆς τοῦ ὑπερουσίου ἑνὸς ὑποθέσεως. εʹ. Τίνες εἰσὶ τρόποι κατὰ Πλάτωνα τῆς ἐπὶ τὸ ἓν ἀναγωγῆς, καὶ ὅτι δύο, ὁ διʼ ἀναλογίας καὶ ὁ διὰ τῶν ἀποφάσεων, καὶ ὅπου τούτων ἑκάτερον ὁ Πλάτων καὶ διὰ ποίαν αἰτίαν μεταχειρίζεται. ϛʹ. Ποίοις ὀνόμασιν ὁ Πλάτων τὴν ἄρρητον ἀρχὴν ἐκφαίνει καὶ πόσοις, καὶ διὰ τί τοσούτοις καὶ τοιούτοις, καὶ πῶς συμφωνεῖ τὰ ὀνόματα τοῖς τρόποις τῆς ἐπʼ αὐτὴν ἀναγωγῆς. ζʹ. Τίνα τὰ ἐν Πολιτείᾳ ῥηθέντα διὰ τῆς πρὸς τὸν ἥλιον ἀναλογίας περὶ τῆς πρώτης ἀρχῆς· ἐν οἷς λέγεται πῶς τἀγαθὸν ἀνυμνεῖται, πῶς φανότατον τοῦ ὄντος, πῶς ὁ ἥλιος ἔκγονος τοῦ ἀγαθοῦ, καὶ ὅτι καθʼ ἑκάστην τάξιν τῶν θείων ὑπέστη μονὰς ἀνάλογος ἐκείνῃ τῇ ἀρχῇ, καὶ πῶς πάντων ἐστὶν αἰτία τῶν ὄντων πρὸ δυνάμεως οὖσα καὶ ἐνεργείας. ηʹ. Τίνα ἐν τῇ πρὸς Διονύσιον ἐπιστολῇ φησιν εἶναι τὸν πρῶτον βασιλέα· καὶ ὑπομνήσεις πλείους ὅτι περὶ τοῦ πρωτίστου θεοῦ διατάττεται ἐν ἐκείνοις. θʹ. Τίνες αἱ περὶ τοῦ πρώτου βασιλέως τρεῖς παρεδόθησαν ἔννοιαι· πῶς περὶ ἐκεῖνον πάντα, πῶς ἐκείνου ἕνεκα πάντα, πῶς ἐκεῖνος αἴτιον πάντων καλῶν· καὶ τίς ἡ τάξις τῶν ἐννοιῶν τούτων, καὶ ἀπὸ ποίων ὑποθέσεων ἐλήφθησαν. ιʹ. Πῶς ἐν τῷ Παρμενίδῃ μεταχειρίζεται κατὰ τὴν πρώτην ὑπόθεσιν τὴν περὶ τοῦ ἑνὸς διδασκαλίαν ταῖς ἀποφάσεσι χρώμενος, καὶ διὰ ποίαν αἰτίαν τοιαῦται καὶ τοσαῦται αἱ ἀποφάσεις. ιαʹ. Πῶς δεῖ προσιέναι τῇ περὶ τοῦ ἑνὸς διὰ τῶν ἀποφάσεων θεωρίᾳ, καὶ ποία διάθεσις τῆς ψυχῆς οἰκειοτάτη πρὸς τοὺς τοιούτους λόγους. ιβʹ. Ὕμνησις τοῦ ἑνὸς διὰ τῶν ἀποφατικῶν συμπερασμάτων, ἐξῃρημένον αὐτὸ πάντων τῶν τῶν ὄντων διακόσμων ἀποδεικνύουσα κατὰ τὴν ἐν τῷ Παρμενίδῃ παραδοθεῖσαν τάξιν.
ΠΡΟΚΛΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΘΕΟΛΟΓΙΑΣ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝαʹ
Ἀρχὴ δέ ἐστι κυριωτάτη τῆς προκειμένης ἡμῖν θεωρίας, ἀφʼ ἧς ἂν γένοιτο τὴν τῶν ὄντων ἁπάντων πρωτίστην αἰτίαν εὑρεῖν· ἀπὸ γὰρ ταύτης ὁρμηθέντες καλῶς καὶ τὰς περὶ αὐτῆς ἐννοίας ἀνακαθηράμενοι, ῥᾴονα τὴν τῶν ἄλλων ποιησόμεθα διάκρισιν. Ὧδε οὖν λεγέσθω περὶ τούτων ἐξ ἀρχῆς.
Ἅπαντα τὰ ὄντα καὶ πάσας τὰς τῶν ὄντων φύσεις ἀναγκαῖον ἢ πολλὰ μόνον εἶναι, μηδενὸς ὄντος ἑνὸς ἐν αὐτοῖς μήτʼ οὖν ἐν ἑκάστῳ μήτε ἐν πᾶσι τοῖς οὖσιν, ἢ ἓν μόνον, πλήθους οὐδενὸς ὄντος ἀλλὰ πάντων εἰς μίαν καὶ τὴν αὐτὴν τοῦ εἶναι δύναμιν συνεωσμένων, ἢ καὶ πολλὰ εἶναι καὶ ἓν τὸ ὄν, ἵνα δὴ μήτε τὸ πλῆθος αὐτὸ καθʼ αὑτὸ κρατῇ τῶν ὄντων μήτε ὁμοῦ πάντα καὶ τὰ ἐναντία συμφύρειν εἰς ταὐτὸν ἀναγκαζώμεθα. Τούτων τοίνυν τριῶν ὄντων, τί ποτε αἱρούμεθα λέγειν καὶ πρὸς τίνα τῶν εἰρημένων λόγων τὴν ἡμετέραν τιθέμεθα ψῆφον; Δεῖ δὴ καθʼ ἕκαστον αὐτῶν ἐπελθεῖν … ὅσα τοῖς τιθεμένοις ἄτοπα συμβαίνει διελομένους οὕτω τὸ ἀληθὲς ὅπως ἔχει θεωρῆσαι.
Εἰ μὲν δὴ πολλὰ τὰ ὄντα, καὶ οὕτω δὴ πολλὰ καθάπερ ἐξ ἀρχῆς εἴπομεν, ὡς μηδαμοῦ τοῦ ἑνὸς ὄντος, πολλὰ καὶ ἀδύνατα τίθεσθαι συμβαίνει· μᾶλλον δὲ ἅπασαν ὁμοῦ τὴν τῶν ὄντων φύσιν ἄρδην ἀφανίζεσθαι, μηδενὸς ὄντος εὐθὺς ὃ ἂν μὴ μεταλαμβάνειν δύνηται τοῦ ἑνός. Πᾶν γὰρ δὴ τὸ ὂν ἢ ἓν εἶναί τι λεκτέον ἢ μηδὲν εἶναι, καὶ τὸ μέν τι ὂν καὶ ἓν εἶναι, τὸ δὲ μηδὲν ὂν οὐδὲ εἶναι τὸ παράπαν. Οὐκοῦν εἰ ἔστι τὰ πολλά, καὶ ἕκαστον τῶν πολλῶν τί ἐστιν· εἰ δὲ μηδὲν ἕκαστόν ἐστιν, οὐδʼ ἂν τὰ πολλὰ εἶναι δύναιτο· τὰ γὰρ πολλὰ ταῦτά ἐστιν ὧν ἕκαστόν ἐστιν. Εἰ ἄρα μόνον ἐστὶ πολλὰ καὶ μηδαμῶς ἕν, οὐδὲ πολλὰ ἂν εἴη· τὰ γὰρ μηδαμῶς ἓν οὐδὲ ἕν ἐστιν οὐδαμῶς. Τὸ δέ γε οὐδὲ ἕν, πολλῷ πρότερον οὐδὲ πολλά· ἐξ ὧν γὰρ τὰ πολλὰ τούτων οὐδὲν εἶναι ἀναγκαῖον.
Ἔτι τοίνυν εἰ πολλά ἐστιν ὥσπερ εἴρηται, πάντα ἀπειράκις ἄπειρα ἔσται· κἂν ὁτιοῦν τῶν ἀπείρων λάβῃς, καὶ τοῦτο εὐθὺς ἄπειρον ἔσται, καὶ ἐξ ὧν τοῦτό ἐστιν, ἀπείρων ὄντων, καὶ τούτων ἕκαστον ἄπειρον. Εἰλήφθω γάρ τι τῶν πολλῶν ὅ φαμεν εἶναι οὐχ ἕν, τοῦτο δὴ πλῆθος ἂν εἴη κατὰ τὴν αὑτοῦ φύσιν, εἴπερ ἐστὶ τῶν ὄντων, μή ἐστι δὲ οὐδέν. Εἰ δὲ πλῆθος, ἐκ πολλῶν ἂν εἴη καὶ τοῦτο καὶ πολλά· κἂν τῶν πολλῶν τούτων τι λάβῃς, εὐθύς σοι φανεῖται τοῦτο οὐχ ἓν ἀλλὰ πολλά. Καὶ ἐπὶ τούτων εὐθὺς ὁ αὐτὸς λόγος, καὶ ἕκαστον ὁμοίως — ὅ τι ἕκαστον καταψευδόμενοι λέγομεν — κατʼ ἐνέργειαν ἔσται πλῆθος· καὶ ἄπειρον, ὡς εἰπεῖν, ἕκαστον, μᾶλλον δὲ ἀπειράκις ἄπειρον. Οὐδὲν γὰρ ὅ τι μὴ τοιοῦτον, ἐπειδὴ καὶ τὸ μέρος πολλὰ καὶ τὸ τοῦ μέρους μέρος ὁμοίως, καὶ τοῦτο εἰς ἄπειρον· οὐδαμοῦ γὰρ στήσεται τὸ πλῆθος ἰὸν οὐδʼ ἡ ἀπειρία, τῆς τοῦ ἑνὸς φύσεως ἀνῃρημένης. Ἀλλὰ μὴν τό γε ἀπειράκις ἄπειρα τὰ ὄντα ποιεῖν πρός τε τὴν ἀλήθειαν ἀδύνατον καὶ πρὸς τὴν ἡμετέραν πρόθεσιν. Εἰ γὰρ ἀπειράκις ἄπειρον τὸ ὄν, οὔτε γνῶναι τὸ ὄν ἐστιν οὔτε εὑρεῖν δυνατόν· πᾶν γὰρ δὴ τὸ ἄπειρον ἄληπτόν ἐστι καὶ ἄγνωστον. Καὶ εἰ ἀπειράκις ἄπειρον, ἔσται τι τοῦ ἀπείρου μᾶλλον ἄπειρον· εἰ δὲ ἐκεῖνο μᾶλλον ἄπειρον, τοῦτο ἂν ἧττον ἄπειρον εἴη· τὸ δὲ ἧττον ἄπειρον, οὐ παντελῶς ἄπειρον ὄν, δῆλον ὡς πεπερασμένον ἂν εἴη καθʼ ὅσον ἐλλείπει τῆς τοῦ ἀπείρου φύσεως. Εἰ ἄρα ἔστι τι τοῦ κατὰ πλῆθος ἀπείρου καὶ αὐτὸ κατὰ πλῆθος ἀπειρότερον, εἴη ἄν τι τοῦ ἀπείρου πλέον καὶ τὸ ἄπειρον ἔλασσον ἄλλου κατὰ πλῆθος· ἀλλὰ τοῦτο ἀδύνατον· οὐκ ἄρα ἔστι τὸ ἀπειράκις ἄπειρον. Ἀλλὰ μὴν εἰ ἔστι τὰ πολλὰ χωρὶς τοῦ ἑνός, ἔστι τὰ ἀπειράκις ἄπειρα· τοῦτο δὲ ἀδύνατον· οὐκ ἄρα ἔστι τὰ πολλά, εἰ μὴ ἔστι τὸ ἕν.
Ἔτι τοίνυν κατὰ ταύτην τὴν ὑπόθεσιν ἔσται τὰ αὐτὰ κατὰ τὰ αὐτὰ ὅμοια τε καὶ ἀνόμοια. Εἰ γὰρ ἅπαντα τὰ πολλὰ οὐχ ἕν, καὶ ἕκαστον καὶ τὰ πάντα ταὐτὸν ἂν εἴη δηλαδὴ πάθος πεπονθότα, τὸ οὐχ ἕν, τὴν τοῦ ἑνὸς στέρησιν. Ἐστερημένα δὴ οὖν τοῦ ἑνὸς πάντα ὡσαύτως, ὁμοίως ἂν ἔχοι ταύτῃ πρὸς ἄλληλα· τὰ δὲ ὁμοίως ἔχοντα, καθʼ ὅσον ὁμοίως ἔχει, δῆλον ὡς ὅμοιά ἐστιν ἀλλήλοις· ἔσται ἄρα τὰ πολλὰ ὅμοια ἀλλήλοις καθʼ ὅσον ἐστέρηται τοῦ ἑνός. Ἀλλὰ μὴν καὶ ἀνόμοια πάντῃ κατὰ ταύτην τὴν στέρησιν τοῦ ἑνός. Τὰ γὰρ ὅμοια ταὐτὸν πεπονθέναι πάθος ἀναγκαῖον, ὥστε τὰ μηδὲν πεπονθότα ταὐτὸν οὐκ ἂν εἴη ὅμοια· τὰ δὲ ταὐτόν τι πεπονθότα, καὶ ἓν πέπονθε· τὰ ἄρα τοῦ ἑνὸς ἐστερημένα παντός, οὐδʼ ἂν εἴη ταὐτόν τι πεπονθότα. Τὰ πολλὰ ἄρα καὶ ὅμοιά ἐστι καὶ ἀνόμοια κατὰ ταὐτόν· τοῦτο δὲ ἀδύνατον· ἀδύνατον ἄρα καὶ πολλὰ εἶναι ἃ μή ἐστι μηδαμῶς ἕν.
Ἀλλὰ μὴν καὶ ταὐτά γε ἀλλήλοις ἔσται τὰ πολλὰ καὶ ἕτερα κατὰ τὸ αὐτό. Εἰ γὰρ πάντα ὁμοίως ἐστερημένα φέρεται τοῦ ἑνός, ᾗ μὲν πάντα ὡσαύτως ἐστέρηται, ταὐτὰ ἂν εἴη κατὰ τὴν στέρησιν — τά τε γὰρ ὡσαύτως ἔχοντα κατὰ τὴν ἕξιν ταὐτὰ καὶ τὰ ὡσαύτως ἐστερημένα κατὰ τὴν στέρησιν —, ᾗ δὲ ὅλως ἑνὸς ἐστέρηται παντὸς ἕκαστον, ἕτερα ἂν εἴη τὰ πολλὰ ἀλλήλων. Εἰ γὰρ ταὐτόν ἐστι τὸ ἐν πολλοῖς ἕν, τὸ μηδαμῶς ἓν οὐδαμῶς ἂν εἴη ταὐτόν· ταὐτὰ ἄρα ἐστὶ καὶ οὐ ταὐτὰ τὰ πολλὰ ἀλλήλοις. Εἰ δὲ ταὐτὰ καὶ οὐ ταὐτὰ, δῆλον ὅτι καὶ ἕτερά ἐστιν ἀλλήλων· τὸ γὰρ ταὐτὸν καὶ οὐ ταὐτόν, ᾗ μὴ ταὐτόν ἐστιν, οὐ κατʼ ἄλλο ἢ κατὰ τὸ ἕτερον οὐ ταὐτόν ἐστιν.
Ἔτι τοίνυν καὶ κινούμενα ἔσται ταῦτα καὶ ἀκίνητα τὰ πολλά, εἰ τὸ ἓν μὴ ἔστιν. Εἰ γὰρ ἕκαστον οὐχ ἕν, ἀκίνητον ἔσται κατὰ τὴν τοῦ ἑνὸς στέρησιν· εἰ γὰρ μεταβάλλοι τὸ οὐχ ἓν ἕκαστον, ἕξει τὸ ἕν· αἱ γὰρ στερήσεις μεταβάλλουσαι πάντως εἰς τὰς ἕξεις ἄγουσι τὰ μεταβαλλόμενα. Δεῖ δὲ εἰπεῖν τίνα εἰς τὰ πολλὰ πολλὰ καὶ οὐχ ἕν, ἀκίνητα ἑστάναι κατὰ τὴν στέρησιν τοῦ ἑνός. Ἀλλὰ μὴν τοῦτό γε αὐτὸ ἀμήχανον, τὸ ἑστάναι τὰ πολλά. Πᾶν γὰρ δὴ τὸ ἑστὼς ἔν τινι τῷ αὐτῷ ἐστιν, ἢ εἴδει τῷ αὐτῷ ἢ τόπῳ· πᾶν δὲ τὸ ἐν τῷ αὐτῷ ὂν ἐν ἑνὶ τῷ αὐτῷ ἐστιν, ἓν γάρ ἐστι τὸ ταὐτὸν ἐν ᾧ ἐστιν· ἅπαν ἄρα τὸ ἑστὼς ἐν ἑνί τινί ἐστιν. Ἀλλὰ μὴν τὰ πολλὰ οὐ μετέχει τοῦ ἑνός· τὰ δὲ μὴ μετέχοντα ἑνὸς εἶναι ἐν ἑνί τινι παντελῶς ἀδύνατον· τὰ δὲ ἐν ἑνὶ μὴ ὄντα ἑστάναι οὐκ ἂν δύναιτο, εἴπερ τὰ ἑστῶτα ἐν ἑνὶ καὶ τῷ αὐτῷ πάντως ἐστίν· τὸ ἄρα τὰ πολλὰ ἑστῶτα καὶ ἀκίνητα μένειν, ἀδύνατον. Δέδεικται δέ γε ὡς ἀναγκαῖον αὐτὰ καὶ ἀκίνητα ἑστάναι. Τὰ αὐτὰ ἄρα κατὰ τὸ αὐτὸ πάθος — λέγω δὴ τὴν στέρησιν τῆς τοῦ ἑνὸς ἕξεως — καὶ κινούμενα καὶ ἀκίνητά ἐστιν· τὰ γὰρ ἀκίνητα καὶ τὰ ἑστῶτα καθʼ ὅσον ἄστατά ἐστι κατὰ τοσοῦτον ἀνάγκη κινούμενα φαίνεσθαι.
Καὶ μὴν καὶ ἀριθμὸς οὐδείς ἐστι τῶν ὄντων, εἰ μηδαμῶς ἔστι τὸ ἓν ἀλλὰ πάντα καὶ ἕκαστον οὐχ ἕν. Καὶ γὰρ τὸ τοῦ ἀριθμοῦ μόριον, ἡ μονάς, ἕν, καὶ αὐτὸς ἕκαστος τῶν ἀριθμῶν· εἰ γὰρ πέντε μονάδες, καὶ πεμπτάς, εἰ δὲ τρεῖς μονάδες, καὶ τριάς· ἀλλὰ καὶ ἡ τριὰς αὐτὴ καὶ ἡ πεμπτὰς ἑνάς τίς ἐστιν· ὥστε εἰ μηδέν ἐστιν ἕν, οὔτε μόριον οὐδὲν οὔτε τὸ ὅλον ἔσται τῶν ἀριθμῶν. Καὶ πῶς γὰρ ἂν εἴη τις ἀριθμός, τοῦ ἑνὸς οὐκ ὄντος; Τὸ γὰρ ἓν ἀρχὴ ἀριθμῶν· ἀρχῆς δὲ οὐκ οὔσης, οὐδʼ ἂν τὰ ἐκ ταύτης εἶναι δύναιτο· τοῦ ἄρα ἑνὸς οὐκ ὄντος, οὐδὲ ἀριθμός ἐστιν οὐδὲ εἷς.
Ἔτι τοίνυν οὐδὲ γνῶσις οὐδενὸς ἔσται τῶν ὄντων, εἴπερ μὴ ἔστι τὸ ἕν. Οὔτε γὰρ λέγειν οὔτε διανοεῖσθαί τι δυνατὸν τῶν ὄντων. Καὶ γὰρ τὸ ἕκαστον αὐτὸ καὶ πᾶν ὅ τι περ ἂν λέγοιμεν οἷς ἐπισφραγιζόμεθα τὴν τοῦ ἑνὸς φύσιν, οὐκ ἔσται, διότι μηδὲ τὸ ἕν. Οὐκοῦν οὐδὲ λόγος ἔσται οὐδὲ γνῶσις οὐδενός· καὶ γὰρ ὁ λόγος ἐκ πολλῶν εἷς, εἴπερ τέλειος, καὶ ἡ γνῶσις, ὅταν τὸ γινῶσκον ἓν γένηται πρὸς τὸ γνωστόν. Ἑνώσεως δὲ οὐκ οὔσης, ὁμοῦ καὶ τὸ γινώσκειν ἕκαστα καὶ τὸ λέγειν περὶ ὧν γινώσκομεν οὐκ ἔσται, πρὸς τῷ καὶ τὴν ἀνεξέλικτον ἐν ἑκάστοις ἀπειρίαν ὑποφεύγειν ἐξ ἀνάγκης ἀεὶ τὸ τῆς γνώσεως πέρας. Ἕκαστον γὰρ εὐθύς, ᾧ τὸ γινῶσκον ἐπιβάλλειν ὀρέγεται, φαινόμενον ἄπειρον διαδράσει τὴν γνωστικὴν αὐτοῦ δύναμιν, θιγεῖν καὶ ἅψασθαι σπεύδουσαν οὗ μήτε ἁφὴ μήτε θίξις ἐστίν.
Εἰ μὲν οὖν τὰ πολλὰ μόνον ἔστι, τοῦ ἑνὸς οὐδαμῶς ὄντος, τοσαῦτα ἄτοπα καὶ ἔτι πλείω συμβαίνειν ἀνάγκη τοῖς τιθεμένοις· εἰ δέ γε τὸ ἓν μόνον ἔστι, τὸ αὐτοέν, καὶ μηδὲν ἄλλο ἔστιν — οὕτω γὰρ ἂν οὐχ ἓν εἴη μόνον ἀλλὰ καὶ πολλά· τὸ γὰρ ἓν καὶ ἄλλο πλείω ἑνός, καὶ οὐχ ἓν μόνον —, οὐδὲν ἔσται τῶν ἁπάντων οὔτε ὅλον οὔτε μέρη ἔχον. Πᾶν γὰρ δὴ τὸ μέρη ἔχον πολλά ἐστι καὶ πᾶν τὸ ὅλον μέρη ἔχει· τὸ δὲ ἓν οὐδαμῶς ἐστι πολλά· οὔτʼ ἄρα ὅλον ἐστὶν οὔτε μέρη ἔχον.
Ἔτι δὲ οὔτε ἀρχὴν οὔτε τελευτήν τινος εἶναι δυνατόν. Τὸ γὰρ ἔχον ἀρχὴν καὶ μέσον καὶ τελευτὴν μεριστόν ἐστι· τὸ δὲ ἓν οὐ μεριστὸν ὅτι μηδὲ μέρη ἔχον· οὔτʼ ἄρα ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἕξει.
Ἔτι σχῆμα οὐκ ἔσται τῶν ὄντων οὐδενός. Πᾶν γὰρ δὴ τὸ σχῆμα ἔχον ἢ εὐθύ ἐστιν ἢ περιφερὲς ἢ μικτόν· ἀλλʼ εἰ μὲν εὐθύ, μέρη ἕξει, τό τε μέσον καὶ τὰ ἄκρα· εἰ δὲ περιφερές, ἔσται ἐν αὐτῷ τὸ μὲν ὡς μέσον τὰ δὲ ὡς ἔσχατα ἐφʼ ἃ διατείνει τὸ μέσον· εἰ δέ ἐστι μικτόν, ἐκ πλειόνων ἔσται καὶ οὐχ ἕν.
Ἀλλὰ μὴν οὐδὲ ἐν αὑτῷ ἔσται οὐδὲ ἐν ἄλλῳ. Τὸ γὰρ ἐν ἄλλῳ ὂν ἄλλο ἐστὶν ἐκείνου ἐν ᾧ ἐστιν. Ἑνὸς δὲ μόνου ὄντος καὶ οὐδενὸς ἄλλου· καὶ γὰρ ἐν ἄλλῳ οὐδαμοῦ ἔσται· οὐδʼ ἂν γένοιτό τι τῶν ὄντων ὃ ἐν ἄλλῳ ἐστί. Τὸ δέ γε ἐν αὑτῷ ὂν περιέχον τε ἅμα καὶ περιεχόμενον ἔσται, καὶ οὐ ταὐτὸν ἔσται ἐν τούτῳ τό τε περιέχειν καὶ τὸ περιέχεσθαι, οὐδὲ ὁ λόγος αὑτὸς ἀμφοῖν. Δύο ἄρα ἔσται καὶ οὐκέτι μόνον τὸ ἕν.
Ἔτι τοίνυν οὐδὲ ἑστὼς οὐδὲ κινούμενον ἔσται τι τῶν ὄντων. Κινούμενον μὲν γὰρ μεταβάλλειν ἀναγκαῖον· μεταβάλλον δὲ ἐν ἄλλῳ γίνεσθαι· τοῦ δὲ ἑνὸς μόνον ὄντος, οὐδὲν ἐν ἄλλῳ δυνατὸν ἐφάνη· οὐκ ἄρα μεταβάλλειν τι τῶν ὄντων δυνατόν. Ἑστὼς δέ γε πᾶν ἐν τῷ αὐτῷ ἀναγκαῖον εἶναι· τὸ δὲ ἐν τῷ αὐτῷ ὂν ἔν τινι τῷ αὐτῷ ἐστιν· ἀλλὰ τὸ ἓν ἐν οὐδενὶ τῷ αὐτῷ ἐστι. Τὸ γὰρ ἔν τινι ὂν ἢ ἐν ἑαυτῷ ἢ ἐν ἄλλῳ ἐστι· δέδεικται δὲ ὡς οὔτε ἐν ἑαυτῷ οὔτε δʼ ἐν ἄλλῳ· οὐδʼ ἄρα ἐν τῷ αὐτῷ τινί ἐστιν· οὐδʼ ἄρα ἕστηκε τῶν ὄντων οὐδέν.
Καὶ μὴν καὶ ταὐτὸν εἶναί τῴ τι καὶ ἕτερον ἀδύνατον. Εἰ γὰρ μηδὲν ἄλλο ἔστι πλὴν αὐτοέν, ἄλλῳ μὲν οὐκ ἂν εἴη τοῦτο ταὐτὸν οὐδὲ ἕτερον, οὐδὲ γάρ ἐστιν ἄλλο τῶν ὄντων οὐδέν· αὐτὸ δὲ αὑτοῦ οὔτʼ ἂν ἕτερον εἴη — πολλὰ γὰρ ἂν εἴη καὶ οὐχ ἕν — οὔτε ταὐτόν· καὶ γὰρ τοῦτο ἐν ἄλλῳ καὶ οὐκ αὐτοὲν τὸ ταὐτόν. Τὸ μὲν γὰρ ἓν ἁπλῶς ἓν ὅτι οὐ πολλά, τὸ δὲ ταὐτὸν ἄλλῳ ταὐτόν.
Ἀλλὰ μὴν οὐδὲ ὅμοιον οὐδὲ ἀνόμοιον εἶναί τῴ τι δυνατόν. Πᾶν γὰρ δὴ τὸ ὅμοιον ταὐτό τι πέπονθε πάθος, τὸ δὲ ἀνόμοιον ἕτερον. Τὸ δέ γε ἓν οὐδὲν πεπονθέναι δυνατόν· … οὐδὲ ἄλλο τι παρὰ τὸ ἕν, ὅ γε μηδαμῶς ἔστιν, εἴπερ αὐτὸ μόνον ἔστι τὸ ἕν.
Ἔτι δὲ πρὸς τούτοις λέγωμεν ὡς οὐδὲ ἅπτεσθαί τι δυνατὸν οὐδὲ χωρὶς εἶναι, εἴπερ μηδὲν ἔστιν ἄλλο τοῦ ἑνός. Πῶς γὰρ ἂν εἴη χωρὶς ἢ ἅπτοιτό τινος ἅ γε μηδὲ ἔστιν; Ἀλλʼ οὐδὲ τὸ ἓν ἢ αὑτοῦ χωρίς ἐστιν ἢ ἑαυτοῦ ἁπτόμενον· εἴη γὰρ ἂν οὕτως πεπονθὸς τὸ ἅπτεσθαι καὶ τὸ χωρίς. Τὸ δέ γε ἓν πέπονθεν οὐδὲν ἄλλο παρʼ αὑτό· δέοι γὰρ …
Ἀλλὰ μὴν οὐδὲ ἴσον οὐδενὶ τῶν ὄντων οὐδὲν οὐδὲ ἄνισον ἔσται. Τὸ γὰρ ἴσον ἄλλο πρὸς ἄλλο λέγεται καὶ τὸ ἄνισον· τὸ δέ γε ἄλλο οὐκ ἔστιν, εἴπερ τὸ ἓν μόνον ἔστιν. Ἀλλʼ οὐδὲ τὸ ἓν ἴσον ἑαυτῷ γένοιτο ἂν οὐδὲ ἄνισον. Εἰ γὰρ ἄνισον, ἔσται ἐν αὐτῷ τὸ μὲν ὡς μεῖζον τὸ δὲ ὡς ἔλαττον, ὥστε δύο ἂν εἴη καὶ οὐχ ἕν. Εἰ δὲ ἴσον ἑαυτῷ τὸ ἕν, αὐτὸ ἑαυτὸ μετρήσει τὸ ἕν· ἀλλʼ ἀδύνατον, εἴη γὰρ ἂν μετροῦν τε καὶ μετρούμενον ὑφʼ ἑαυτοῦ τὸ ἕν· ὥστε οὐκ αὐτοέν. Οὐδὲ ἄρα ἴσον καὶ ἄνισον ἐν τοῖς οὖσιν οὐδὲν ἔστιν.
Εἰ δὴ ταῦτα ἀδύνατα, μήτε ἁπτόμενον καὶ χωρὶς ὄν, μήτε ὅμοιον καὶ ἀνόμοιον, μήτε ταὐτὸν καὶ ἕτερον, μήτε αὖ ἑστὼς ἢ κινούμενον, μηδὲ ὅλως ἔν τινι, μήτʼ ἐν αὑτῷ μήτʼ ἐν ἄλλῳ μηδενί, μηδὲ σχῆμα ἔχον, μηδὲ ὅλον ἢ μέρη ἔχον τι τῶν ὄντων, ἀδύνατον ἂν εἴη καὶ αὐτὸ μόνον εἶναι τὸ ἕν, τὸ ἀπλήθυντον καὶ ὃ τούτων ἁπάντων ἄδεκτόν ἐστιν. Ἀλλὰ μὴν οὐδὲ πολλά γε μόνον εἶναι δυνατόν, ὡς δέδεικται πρότερον. Ἀνάγκη ἄρα καὶ πολλὰ εἶναι καὶ ἓν τῶν ὄντων ἕκαστον.
Ἀλλʼ εἰ καὶ πολλὰ καὶ ἕν ἐστιν, ἆρα τὰ πολλὰ μετέχει τοῦ ἑνός, ἢ τὸ ἓν τῶν πολλῶν, ἢ καὶ ἀλλήλων ἀμφότερα, ἢ οὐδέτερα ἀλλήλων, ἀλλὰ χωρὶς μὲν τὰ πολλὰ χωρὶς δὲ τὸ ἕν, ἵνα καὶ πολλὰ ᾖ καὶ ἕν, ὡς ἀπέφηνεν ὁ λόγος;
Εἰ τοίνυν μήτε τὸ ἓν τῶν πολλῶν μήτε τὰ πολλὰ μετέχει τοῦ ἑνός, ἔσται τὰ αὐτὰ ἄτοπα ἃ καὶ πρότερον ἐπὶ τῆς τῶν πολλῶν ὑποθέσεως συνήγομεν· πάλιν γὰρ ἂν εἴη τὰ πολλὰ χωρὶς ἑνός. Καὶ γὰρ εἰ ἔστι τὸ ἓν ἐφʼ ἑαυτοῦ, καὶ μὴ μετέχει τὰ πολλὰ μηδαμῇ τοῦ ἑνός, ἀπειράκις ἄπειρα τὰ πολλά, καὶ ὅμοια καὶ ἀνόμοια, καὶ ταὐτὰ καὶ ἕτερα, καὶ κινούμενα καὶ ἑστῶτα, καὶ οὔτε ἀριθμὸς οὐδενός ἐστι τῶν πολλῶν οὐδὲ γνῶσις· ἡ γὰρ τοῦ ἑνὸς ἀπουσία ταῦτα πάντα ἐν τοῖς πολλοῖς ἀναγκάζει φαίνεσθαι. Ἀδύνατον ἄρα μήτε τὰ πολλὰ τοῦ ἑνὸς μήτε τὸ ἓν μετέχειν τῶν πολλῶν.
Εἰ δέ γε καὶ τὸ ἓν μετέχοι τῶν πολλῶν καὶ τὰ πολλὰ τοῦ ἑνὸς καὶ εἴη ταῦτα ἐν ἀλλήλοις ἀμφότερα, ἀνάγκη ἄλλην εἶναι παρὰ ταῦτα φύσιν ἐκ τρίτων, ἣ μήτε ἕν ἐστι μήτε πολλά. Μεμιγμένων γὰρ ἐν ἀλλήλοις τούτων ἀμφοτέρων, δεῖ δὴ τὸ τῆς μίξεως αἴτιον αὐτοῖς ὑπάρχειν, ὃ καὶ τῷ ἑνὶ τὸ πλῆθος καὶ τῷ πλήθει τὸ ἓν συζεύγνυσι· πᾶν γὰρ ἀνάγκη τὸ μικτὸν αἰτίαν τῆς μίξεως ἔχειν. Καὶ γὰρ ὅλως εἰ μετέχει τὸ ἓν καὶ τὸ πλῆθος ἀλλήλων, οὔτε τὸ ἓν τῷ πλήθει τῆς οὐσίας αἴτιον οὔτε τῷ ἑνὶ τὸ πλῆθος, ἀλλά τι τὸ τρίτον ἀμφοῖν, ὃ πρὸ τούτων ἐστί. Τί γὰρ ἂν εἴη τὸ ποιῆσαν τοῦτο μὲν πλῆθος ἐκεῖνο δὲ ἕν; Τί δὲ τὸ τῆς κοινωνίας αὐτοῖς ταύτης καὶ τῆς πρὸς ἄλληλα συνουσίας αἴτιον, τοῦ ἑνὸς ᾗ ἓν μηδαμῇ κοινωνοῦντος τοῖς πολλοῖς; ᾟ γὰρ πολλὰ καὶ ἓν ἕτερα ἀλλήλων, καὶ ᾗ μηδέτερον ἐκ μηδετέρου πρὸς ἄλληλα ἀσυμπαθῆ· τί οὖν αὐτὰ συνήγαγεν εἰς ἕν, φεύγοντα ἄλληλα καὶ ἄμικτα ἀλλήλοις ὄντα; Οὐδὲ γὰρ ἄλληλα ποθεῖν δυνατὸν οὕτω διαφέροντα ἀλλήλων ἢ ηὐτοματισμένην εἶναι τὴν σύνοδον αὐτοῖν. Εἰ γὰρ ἔτυχεν οὕτως, ἔσται ποτὲ καὶ χωρὶς ἀλλήλων, εἴπερ καὶ νῦν ὁμοῦ ταῦτα κατὰ τύχην· ἀλλὰ μὴν χωρὶς εἶναι τὰ πολλὰ ἀδύνατον· οὐκ ἄρα κατὰ τύχην ἡ μίξις. Ἀλλὰ μὴν οὐδὲ ἀπʼ αὐτῶν, εἴπερ μήτε τὸ ἓν τῶν πολλῶν μήτε τὰ πολλὰ τοῦ ἑνὸς αἴτια. Τοῦτο δὴ οὖν τὸ κρεῖττον, τί ποτέ ἐστιν; Ἢ γὰρ ἕν ἐστιν ἢ οὐχ ἕν. Ἀλλʼ εἰ μὲν καὶ αὐτὸ ἕν, πάλιν ἐρησόμεθα περὶ τούτου πότερον μετέχει καὶ τοῦτο πλήθους ἢ οὐδενός. Καὶ γὰρ εἰ τοῦτο μεθέξει, δῆλον ὡς ἄλλο τι πρὸ τούτου κατὰ τὸν αὐτὸν λόγον ἀναφανήσεται, καὶ τοῦτο εἰς ἄπειρον. Εἰ δέ ἐστιν ἀπλήθυντον πάντῃ τὸ τοιοῦτον, οὐκ ἂν εἴη πάλιν τὸ ἐξ ἀρχῆς ἀληθές, ὡς ἄρα τά τε πολλὰ τοῦ ἑνὸς καὶ τὸ ἓν μετέχει τῶν πολλῶν — λέγω δὴ τὸ κυριώτατον καὶ πρώτως ἕν —, ἀλλʼ ἔστι μέν τι τὸ ἐν τοῖς πολλοῖς ἕν, ἔστι δέ τι τὸ ἀμέθεκτον ἓν καὶ ὃ ἁπλῶς ἐστιν ἓν ἄλλο δὲ οὐδέν. Εἰ δὲ οὐχ ἓν τὸ πρὸ ἀμφοῖν, δεῖ δήπου τὸ οὐχ ἓν κρεῖττον εἶναι τοῦ ἕν· πάντα δὲ τῷ ἑνὶ καὶ ἔστιν ἅ ἐστι καὶ γίνεται ἃ γίνεται, καὶ μετὰ μὲν τοῦ ἓν σῴζεται τῶν ὄντων ἕκαστον, χωρὶς δὲ τοῦ ἓν εἰς τὴν ἑαυτοῦ πορεύεται φθοράν· ἀλλὰ καὶ ἡ μίξις αὐτὴ τοῦ ἑνὸς καὶ πλήθους, ἣν παρέχει τοῖς οὖσι τὸ οὐχ ἕν, κοινωνία καὶ ἕνωσίς ἐστιν· καὶ τὸ ἓν ἄρα καὶ τὸ οὐχ ἓν οὐδενὸς ἄλλου τοῖς οὖσιν αἴτιόν ἐστιν ἢ τοῦ ἕν. Εἰ δὴ τοῦ τοιούτου τὸ ἓν αἴτιον, οὐκ ἔσται κρείττονος αἴτιον τὸ οὐχ ἕν· δεῖ δέ γε τὸ κρεῖττον πανταχοῦ κρείττονος ἄλλου τοῖς οὖσιν αἴτιον εἶναι κατὰ τὴν αὑτοῦ δύναμιν· οὕτω γὰρ ἂν εἴη κρεῖττον ὡς μᾶλλον ἀγαθὸν … κατὰ τὴν αὑτοῦ φύσιν μείζονος ἀγαθοῦ καὶ κρείττονος αἴτιόν ἐστιν οἷς τὸ ἧσσον ἐλάσσονος.
Ἐκ δὴ τούτων ἀνάγκη τά τε πολλὰ μετέχειν τοῦ ἑνός, καὶ τὸ ἓν ἄμικτον εἶναι πρὸς τὸ πλῆθος, καὶ μηδὲν εἶναι τοῦ ἑνὸς κρεῖττον, ἀλλὰ τοῦτο καὶ τοῦ εἶναι τοῖς πολλοῖς αἴτιον εἶναι. Πᾶν γὰρ δὴ τὸ τοῦ ἑνὸς στερόμενον εἰς τὸ μηδὲν εὐθὺς καὶ τὴν ἑαυτοῦ διαδιδράσκει φθοράν, τὸ δὲ μὴ πολλὰ ὂν οὐχ ἅμα πολλὰ οὐκ ἔστι καὶ οὐδέν ἐστι. Τῷ μὲν γὰρ ἓν τὸ οὐδὲν ἀντίκειται, τῷ δὲ αὖ πολλὰ τὸ οὐ πολλά· εἰ τοίνυν μὴ ταὐτὸν τό τε ἓν καὶ τὰ πολλά, οὐδʼ ἂν τὰ μὴ πολλὰ τῷ μηδὲν εἴη ταὐτόν. βʹ
Ταύτῃ μὲν οὖν ἡμῖν σκοπουμένοις τὸ ἓν ἐπέκεινα τοῦ πλήθους ἐφάνη καὶ αἴτιον τοῦ εἶναι τοῖς πολλοῖς, δεῖ δὲ αὖ καθʼ ἕτερον τρόπον ἡμᾶς τὸν αὐτὸν λόγον μετελθόντας ἰδεῖν εἴ πῃ τοῖς εἰρημένοις συνεπόμεθα καὶ εἰς τὸ αὐτὸ τέλος ἀνήξομεν.
Ἀνάγκη τοίνυν ἢ μίαν εἶναι τὴν ἀρχὴν ἢ πολλάς· μᾶλλον γὰρ ἐντεῦθεν ἀρκτέον. Καὶ εἰ πολλάς, ἢ συμπαθεῖς ἀλλήλαις ἢ διεσπαρμένας ἀπʼ ἀλλήλων καὶ ἢ πεπερασμένας ἢ ἀπείρους. Εἰ δὲ μίαν, ἤτοι μὴ οὐσίαν ταύτην ἢ οὐσίαν· καὶ εἰ οὐσίαν, ἢ σωματικὴν ταύτην ἢ ἀσώματον, καὶ εἰ ἀσώματον, ἢ χωριστὴν τῶν σωμάτων ἢ ἀχώριστον, καὶ εἰ χωριστήν, ἢ κινουμένην ἢ ἀκίνητον· καὶ εἰ μὴ οὐσίαν, ἢ καταδεεστέραν πάσης οὐσίας ἢ μεθεκτὴν ὑπὸ οὐσίας ἢ ἀμέθεκτον.
Εἰ μὲν τοίνυν αἱ ἀρχαὶ πολλαὶ καὶ μὴ συμπαθεῖς ἀλλήλαις, οὐδὲν ἐξ αὐτῶν ἔσται τῶν ὄντων οὐδὲ ἔσονται κοιναὶ πάντων, ἀλλʼ ἑκάστη ποιήσει καθʼ αὑτήν. Ποία γὰρ κοινωνία τῶν κατὰ φύσιν ἀλλοτρίων ἢ τίς συνεργία τῶν παντελῶς ἑτεροφύλων ἐστί; Καὶ δὴ καὶ πρὸς τούτοις ἔσται τὰ πολλὰ μὴ μετέχοντα τοῦ ἑνός· εἰ γάρ ἐστιν ἕν τι κοινὸν ἐν πάσαις, οὐκ ἂν εἶεν πάντῃ κεχωρισμέναι κατʼ οὐσίαν ἀπʼ ἀλλήλων. Εἰ οὖν ἕτεραι καὶ μηδὲν ταὐτὸν περὶ αὐτάς ἐστι, πολλαὶ μόνον εἰσὶ καὶ οὐδαμῶς ἕν.
Εἰ δὲ πολλαὶ καὶ εἰ συμπαθεῖς, ἕξουσί τι κοινὸν ὃ καὶ πάσας ἄγει πρὸς τὸ συμπαθὲς καὶ ὁμοίας ἀποφαίνει πάσας. Ταῦτα γὰρ εἶναι συμπαθῆ λέγομεν οἷς ταὐτόν τι συμβαίνει πάσχειν· τὰ δὲ ὅμοια πάντως τοῦ ἑνὸς εἴδους μετέχοντα καὶ μιᾶς φύσεως ὅμοιά ἐστιν. Εἰ δὲ ταῦτα οὕτως ἔχοντά ἐστιν, ἀνάγκη ἐκεῖνο τὸ πανταχοῦ καὶ ἐν πάσαις ὂν ταῖς ἀρχαῖς κυριώτερον εἶναι τῶν πολλῶν· τοῦτο γοῦν αὐταῖς δίδωσι καὶ τὸ γεννᾶν, τὸ τὴν πρὸς ἄλληλα συμπάθειαν καὶ τὴν κατὰ φύσιν κοινωνίαν παρασχόν.
Καὶ αὖ εἰ μὲν ἄπειροι αἱ ἀρχαί, ἢ καὶ τὰ ἐξ αὐτῶν ἄπειρα, καὶ ἔσται δὶς ἤδη τὸ ἄπειρον, ἢ πεπερασμένα, καὶ ἔσονται οὐ πᾶσαι ἀρχαί· τὰ γὰρ πεπερασμένα πάντως ἐκ πεπερασμένων ἐστί· μάτην οὖν ἄπειροι, πρὸς τῷ καὶ τὴν ἀπειρίαν αὐτάς τε ἀγνώστους ποιεῖν καὶ τὰ ἐξ αὐτῶν· τῶν γὰρ ἀρχῶν ἀγνοουμένων, ἀνάγκη καὶ τὰ ἐξ αὐτῶν ἀγνοεῖσθαι· τότε γὰρ οἰόμεθα γινώσκειν ἕκαστον ὅταν τὰ αἴτια γνωρίσωμεν καὶ τὰς ἀρχὰς τὰς πρώτας.
Εἰ δὲ πεπερασμέναι, δῆλον ὡς ἔσται τις αὐτῶν ἀριθμός· τὸν γὰρ ἀριθμὸν πλῆθος ὡρισμένον φαμέν· εἰ δὲ ἀριθμός, ἀνάγκη καὶ τὸ τῶν ἀριθμῶν ἁπάντων αἴτιον εἶναι· πᾶς γὰρ ἀριθμὸς ἐξ ἑνὸς καὶ τοῦτο ἀρχὴ τῶν ἀριθμῶν, τὸ ἕν· ἔσται οὖν ἀρχῶν ἀρχὴ τοῦτο καὶ αἴτιον τοῦ πεπερασμένου πλήθους, ἐπεὶ καὶ αὐτὸς ὁ ἀριθμὸς ἕν, καὶ τὸ πέρας ἕν ἐστιν ἐν πολλοῖς καὶ ὁρίζει τὰ πολλὰ τῷ ἕν.
Μιᾶς δὲ τῆς ἀρχῆς οὔσης καὶ οὐσίας ταύτης, ἀναγκαῖον ἢ σωματικὴν ταύτην ἢ ἀσώματον τιθεμένους ἀρχὴν ταύτην τῶν ἄλλων ὁμολογεῖν. Οὐκοῦν εἰ σῶμα τὸ αἴτιον τῆς γενέσεως τῶν ὄντων, ἀνάγκη δήπου διαιρετὸν ὑπάρχειν αὐτὸ καὶ μέρη ἔχειν· πᾶν γὰρ σῶμα τῇ ἑαυτοῦ φύσει διαιρετόν· καὶ γὰρ ἅπαν μέγεθος ὅλον τί ἐστι· τὸ δὲ ὅλον ἐκ μερῶν. Ταῦτα τοίνυν τὰ μόρια, λέγω δὲ ἕκαστον αὐτῶν, ἢ μεθέξει ταὐτοῦ τινοσοῦν ἕκαστον ἓν ἢ οὐ μεθέξει. Μὴ μετέχοντα μὲν οὖν, πολλὰ μόνον ἔσται καὶ οὐδαμῶς ἕν· οὐκοῦν οὐδὲ τὸ ἐξ αὐτῶν ὅλον ἂν εἴη· μηδενὸς γὰρ ὄντος ἑνός, οὐκ ἂν τὸ ἐκ πάντων γένοιτο ἕν. Εἰ δὲ μετέχει τινὸς τοιούτου καὶ ἔστι τὶ ταὐτὸν ἐν πᾶσιν, ἀνάγκη τὸ τοιοῦτον ἀσώματον εἶναι καὶ ἀμέριστον κατὰ τὴν αὑτοῦ φύσιν. Εἰ γὰρ δὴ καὶ αὐτὸ σωματικόν, ἢ ὅλον ἐστὶν ἐν ἑκάστῳ τῶν μορίων ἢ οὐχ ὅλον. Εἰ μὲν δὴ ὅλον ἐν ἑκάστῳ, αὐτὸ ἑαυτοῦ κεχωρισμένον ἔσται· τὰ γὰρ μόρια χωρὶς ἀλλήλων ἐν οἷς ἐστιν. Εἰ δὲ οὐχ ὅλον, μεριστὸν ἄρα καὶ τοῦτο ἔσται καὶ ἕξει μέρη κατὰ τὰ αὐτὰ τοῖς εἰρημένοις μέρεσι. Καὶ ὁ αὐτὸς αὖθις περὶ τούτων λόγος· εἰ καὶ ἐν τούτοις ἐστί τι κοινὸν ἢ οὐδέν, καὶ τὰ πολλὰ χωρὶς ἑνὸς θήσομεν. Ἀλλὰ δὴ τὸ ὅλον σκεπτέον· πᾶν γὰρ σῶμα καὶ ὅλον ἐστὶ καὶ μέρη ἔχει. Τί τοίνυν αὐτοῦ, τῶν μερῶν δήπου, συνεκτικὸν ἂν εἴη, πλειόνων ὄντων; Ἀνάγκη γὰρ ἢ τὸ ὅλον τῶν μερῶν, ἢ τὰ μέρη τοῦ ὅλου παντὸς ἑνοποιὰ λέγειν, ἢ τρίτον τι πρὸ ἀμφοῖν, ὃ μήτε ὅλον μήτε μόριον μηδέν ἐστι, τό τε ὅλον τοῖς αὐτοῦ μέρεσι καὶ τὰ μέρη πρὸς τὸ ὅλον συνέχειν τε καὶ ἑνοῦν. Ἀλλʼ εἰ μὲν τὸ ὅλον τῶν μερῶν συνεκτικόν, ἀσώματον ἂν εἴη τὸ ὅλον καὶ ἀμερές· εἰ γὰρ σῶμα, καὶ τοῦτο μεριστὸν ἔσται καὶ δεήσεται φύσεως συνέχειν τὰ μέρη δυναμένης· καὶ τοῦτο εἰς ἄπειρον. Εἰ δὲ τὰ μέρη τοῦ ὅλου, πῶς τὰ πολλὰ τοῦ ἑνὸς συνεκτικὰ καὶ τὰ διῃρημένα τοῦ ἐξ αὐτῶν ὄντος; Τοὐναντίον γὰρ ἀνάγκη τῶν πολλῶν τὸ ἓν ἀλλʼ οὐ τὰ πολλὰ τοῦ ἑνὸς τὴν τῆς ἑνώσεως δύναμιν ἔχειν. Εἰ δὲ τὸ πρὸ ἀμφοῖν ἐστιν, ὃ μήτε ὅλον ἐστὶ μήτε μόρια ἔχει, ἀμέριστον ἂν εἴη τοῦτο παντελῶς· ἀμέριστον δὲ ὄν, καὶ ἀδιάστατον ἀναγκαῖον εἶναι· τὸ γὰρ διαστατὸν πᾶν μέρη τε ἔχει καὶ διαιρετόν ἐστιν. Ἀδιάστατον δὲ ὄν, καὶ ἀσώματόν ἐστι· πᾶν γὰρ σῶμα διαστατόν. Ἔτι τοίνυν τὴν ἀρχὴν ἀΐδιον ἀναγκαῖον εἶναι. Πᾶν γὰρ δὴ τὸ ὂν ἀΐδιόν ἐστιν ἢ φθαρτόν· οὐκοῦν καὶ τὴν ἀρχὴν τῶν ὄντων ἀΐδιον ἢ φθαρτὴν εἶναι δοτέον. Ἀλλʼ εἰ μὲν φθείρεσθαι καὶ ταύτην ἐπιτρέποιμεν, οὐδὲν ἔσται τῶν ὄντων ἄφθαρτον· ἀρχῆς γὰρ ἀπολλυμένης, οὔτε αὐτή ποτε ἔκ τινος οὔτε ἄλλο ἐξ ἐκείνης γενήσεται· οὔτε γὰρ ἑαυτὴν δυνήσεται γεννᾶν — οὐδὲ γὰρ ἔστιν εἴπερ μὴ ἀΐδιος — οὔτε ἄλλο αὐτήν, εἴπερ ἀρχή ἐστι τῶν πάντων. Εἰ δὲ ἄφθαρτός ἐστι, δύναμιν ἕξει τοῦ μὴ φθείρεσθαι, καὶ ταύτην ἄπειρον ἵνα ἐπʼ ἄπειρον ᾖ τὸν ὅλον χρόνον· πᾶσα γὰρ πεπερασμένη τοῦ εἶναι δύναμις φθαρτοῦ κατὰ φύσιν ἐστίν, ἄπειρος δὲ τῶν ἀϊδίων οἷς τὸ εἶναι ἐπʼ ἄπειρον. Οὐκοῦν τὸ ἄπειρον τοῦτο, λέγω δὴ τὸ κατὰ δύναμιν ἄπειρον, ἢ ἀμέριστόν ἐστιν ἢ μεριστόν. Ἀλλʼ εἰ μὲν μεριστόν, ἔσται ἐν πεπερασμένῳ σώματι τὸ ἄπειρον· ἡ γὰρ ἀρχὴ πεπερασμένον — εἰ γὰρ ἄπειρον, οὐδὲν ἄλλο ἔσται πλὴν αὐτῆς· εἰ δὲ ἀμερές, ἀσώματος ἂν ἡ τῆς ἀπειρίας τοῦ εἶναι δύναμις εἴη, καὶ ἡ ἀρχὴ τῶν ὄντων ἡ δύναμις αὐτή, διʼ ἣν καὶ τὸ ὑποκείμενον αὐτῇ ἀεὶ ἔστιν.
Ὅτι μὲν οὖν σωματικὴν εἶναι τὴν ἀρχὴν τῶν ὄντων ἀδύνατον, φανερὸν ἐκ τούτων ἐστίν· εἰ δὲ ἀσώματος, ἢ χωριστὴν αὐτὴν ἢ ἀχώριστον εἶναι τῶν σωμάτων. Ἀλλʼ εἰ μὲν ἀχώριστος, πάσας ἕξει τὰς ἐνεργείας ἐν σώμασι καὶ περὶ σώματα οὔσας· τοῦτο γάρ ἐστιν ἀχώριστον σώματος ὃ μηδαμοῦ πέφυκεν ἢ ἐν σώμασι καὶ μετὰ σωμάτων ἐνεργεῖν. Εἰ δέ ἐστιν ἡ ἀρχὴ τοιαύτη, δῆλον ὡς ἀνάγκη μηδὲν τῶν μετʼ αὐτὴν κυριώτερον εἶναι τῆς τῶν ὄντων ἁπάντων ἀρχῆς. Εἰ δὲ μηδέν ἐστι κρεῖττον τῆς περὶ τὰ σώματα καὶ ἐν τοῖς σώμασι καὶ περὶ τὴν σωματικὴν οὐσίαν ὑφεστώσης τε καὶ ἐνεργούσης δυνάμεως, οὐδαμοῦ τῶν ὄντων ὁ νοῦς ἔσται καὶ ἡ κατὰ νοῦν ἐνεργοῦσα δύναμις· πᾶσα γὰρ ἡ τοιαύτη κίνησις ἀπὸ δυνάμεώς ἐστιν οὐδὲν εἰς σώματα ποιούσης· θέμις δὲ οὔτε ἦν οὔτʼ ἔστι τὰ γεννώμενα τὴν τῶν σφετέρων αἰτίων ὑπερβάλλειν δύναμιν· πάντα γὰρ τὰ ἐν αὐτοῖς ἐκ τῶν πρώτων ἐστὶ καὶ ἐκεῖνα κύρια τῆς οὐσίας τῆς αὐτῶν. Εἰ οὖν ἡ ἀρχὴ τῶν ὄντων δύναται νοῦν καὶ φρόνησιν γεννᾶν, πῶς οὐκ εἰς αὑτὴν καὶ ἐν αὑτῇ γεννᾷ; Δυοῖν γὰρ ἀνάγκη θάτερον, ἢ μηδαμοῦ τῶν ὄντων εἶναι τὸ νοεῖν ἢ καταδεέστερον εἶναι, καὶ εἰ ἔστι, τοῦ ποιεῖν εἰς σώματα μόνον.
Ἀλλὰ ταῦτα μὲν ἀδύνατα λέγειν· εἰ δὲ χωριστὸν τὸ πρώτιστον τῶν ὄντων καὶ ὅ ἐστιν ἀρχὴ τῶν πάντων, ἢ κινούμενον ἢ ἀκίνητον αὐτὸ τίθεσθαι πάντως ἀναγκαῖον. Ἀλλʼ εἰ μὲν κινούμενον, ἔσται τι πρὸ αὐτοῦ ἄλλο περὶ ὃ κινεῖται· πᾶν γὰρ δὴ τὸ κινούμενον, μένοντος ἄλλου, περὶ αὐτὸ κινεῖσθαι πέφυκε. Καὶ ἔτι πρὸς τούτῳ διʼ ἔφεσιν ἄλλου κινεῖται· δεῖ μὲν γὰρ αὐτὸ τινὸς ἐφιέμενον κινεῖσθαι, διότι καὶ ἡ κίνησις αὐτὴ μὲν καθʼ αὑτὴν ἀόριστος, τέλος δʼ ἐστὶν αὐτῆς οὗ ἕνεκά ἐστιν. Ἐφίοιτο δὲ ἂν ἢ ἄλλου ἢ ἑαυτοῦ. Ἀλλὰ πᾶν τὸ ἑαυτοῦ ἐφιέμενον ἀκίνητόν ἐστιν· ἑαυτῷ γὰρ συνὸν ἕκαστον, τί ἂν δέοιτο τοῦ ἐν ἑτέρῳ γίνεσθαι; Καὶ γὰρ τῶν κινουμένων, ᾧ μὲν ἔγγιον τὸ ἀγαθὸν ἐλάσσων ἡ κίνησις, ᾧ δὲ πορρώτερον μείζων· ὃ δὲ ἐν ἑαυτῷ τὸ ἀγαθὸν ἔχει καὶ οὗ ἕνεκά ἐστιν ἀκίνητον ἔσται τοῦτο καὶ ἑστώς. Ἐν αὑτῷ γὰρ ἀεὶ ὂν ἐν τῷ ἀγαθῷ ἐστι· τὸ δὲ ἐν αὑτῷ ὂν ἐν τῷ αὐτῷ ἐστιν — αὐτὸ γὰρ ἕκαστον ἑαυτῷ ταὐτόν· τὸ δὲ ἐν τῷ αὐτῷ ὂν ἑστάναι δήπου φαμὲν καὶ ἀκίνητον ὑπάρχειν. Ὃ δὲ μή ἐστιν ἀκίνητον οὔτε ἐν τῷ αὐτῷ οὔτε ἐν αὑτῷ ἐστιν ἀλλʼ ἐν ἑτέρῳ, καὶ κινεῖται πρὸς ἕτερον, καὶ τοῦ ἀγαθοῦ πάντως ἐστὶν ἐνδεές. Εἰ οὖν ἡ ἀρχὴ τῶν ὄντων κινεῖται, πᾶν δὲ τὸ κινούμενον διʼ ἔνδειαν ἀγαθοῦ κινεῖται καὶ πρὸς ἕτερον ὅ ἐστιν ἐφετὸν αὐτῷ, εἴη ἄν τι τῇ ἀρχῇ τῶν ὄντων ἐφετὸν παρʼ αὐτὴν ἄλλο καὶ περὶ ὃ ὡσαύτως ἔχον κινεῖσθαι φατέον αὐτήν. Ἀλλʼ ἀδύνατον· ἡ γὰρ ἀρχὴ τὸ οὗ ἕνεκα καὶ οὗ πάντα ἐφίεται καὶ τὸ μηδενὸς ἐνδεές· εἰ γὰρ δέοιτό τινος, καταδεέστερον ἔσται πάντως οὗ δεῖται καὶ πρὸς ὃ τὴν ἐνέργειαν ὡς ἐφετὸν ἔχει.
Εἰ δὲ ἀκίνητος ἡ ἀρχή—τοῦτο γὰρ ὑπόλοιπον—μίαν οὐσίαν αὐτὴν ἀσώματον καὶ ἀεὶ ὡσαύτως ἔχουσαν ἀναγκαῖον εἶναι· πῶς ἔχουσαν τὸ ἓν καὶ πῶς μίαν οὐσίαν; Εἰ μὲν γὰρ ταὐτὸν οὐσία καὶ ἕν, τὴν ἀρχὴν οὐσίαν εἶναι δοτέον. Εἰ δὲ ἡ οὐσία τοῦ ἑνὸς ἄλλο καὶ οὐ ταὐτὸν τὸ ἑνὶ εἶναι καὶ τὸ οὐσίᾳ εἶναι, εἰ μὲν ἡ οὐσία κρείττων, κατὰ ταύτην τὸ ἀρχῇ εἶναι ῥηθήσεται· εἰ δέ γε τὸ ἓν κρεῖττον καὶ ἐπέκεινα οὐσίας, ἀρχὴ καὶ τῆς οὐσίας τὸ ἕν· εἰ δὲ σύστοιχα ἀλλήλοις, ἔσται τὰ πολλὰ πρὸ τοῦ ἑνός· τοῦτο δὲ ἀδύνατον, ὡς δέδεικται πρότερον. Ὅτι μὲν οὖν οὐ ταὐτὸν οὐσία καὶ ἕν, δῆλον· οὐ γὰρ ταὐτὸν ἕν τε ἓν εἰπεῖν καὶ τὴν οὐσίαν ἕν· ἀλλὰ τὸ μὲν οὔπω λόγος, τὸ δὲ ἤδη λόγος. Καὶ πρὸς τούτοις εἰ ταὐτὸν οὐσία καὶ ἕν, ἔσται καὶ τὸ πλῆθος τῷ μὴ εἶναι καὶ τῇ μὴ οὐσίᾳ ταὐτόν· ἀλλʼ ἀδύνατον· καὶ γὰρ ἐν οὐσίᾳ τὰ πολλὰ καὶ ἐν μὴ οὐσίᾳ τὸ ἕν. Εἰ δὲ μὴ ταὐτὸν οὐσία καὶ ἕν, σύστοιχα μὲν οὐκ ἔσται ταῦτα ἀλλήλοις· εἴη γὰρ ἂν ἄλλο πρὸ αὐτῶν, εἴπερ ἐκ μιᾶς ἀρχῆς δεῖ πάντα εἶναι· θατέρου δὲ ὄντος κρείττονος, ἢ τὸ ἓν πρὸ τῆς οὐσίας ἢ τὴν οὐσίαν δηλαδὴ πρὸ τοῦ ἑνὸς θετέον. Ἀλλʼ εἰ μὲν τὸ ἓν πρὸ τῆς οὐσίας, τοῦτο ἡ ἀρχὴ καὶ οὐ τὸ εἶναι τῶν πάντων· τῆς γὰρ ἀρχῆς οὐδὲν εἶναι κρεῖττόν ἐστιν ἀναγκαῖον. Εἰ δὲ ἡ οὐσία πρὸ τοῦ ἑνός, πεπονθὸς ἔσται τὴν οὐσίαν τὸ ἕν, ἀλλʼ οὐχ ἡ οὐσία τὸ ἕν· εἰ δὲ τὸ ἓν τὴν οὐσίαν πέπονθεν, ἀνάγκη τὸ ἓν καὶ οὐσίαν εἶναι πᾶν, καὶ ὅσα δὴ ἓν οὐσία πάντα, οὐχ ὅσα δὲ οὐσία ἕν· ἔσται ἄρα τις οὐσία τοῦ ἑνὸς ἄμοιρος· ἀλλʼ εἰ τοῦτο, οὐδὲν ἂν εἴη· τὸ γὰρ τοῦ ἑνὸς ἐστερημένον οὐδέν. Πρὸ τῆς οὐσίας ἄρα τὸ ἕν.
Εἰ δέ γε μὴ οὐσία τὸ πρῶτον, εἰ μὲν τοῦτο καταδεέστερον οὐσίας, ἄτοπον· ἡ γὰρ ἀρχὴ τὸ κυριώτατόν ἐστι καὶ τὸ αὐταρκέστατον ἀλλʼ οὐ τὸ ἀτιμότατον οὐδὲ τὸ τῶν πολλῶν ἐνδεές. Ὅλως τε οὐ δεῖ τῶν δευτέρων οὐδὲν κρεῖττον εἶναι τῆς ἀρχῆς· οὐ γὰρ δεῖ τὰ ὄντα πολιτεύεσθαι κακῶς. Εἰ δὲ ἡ μὲν ἀρχὴ τὴν χείρονα τῶν ἀπʼ αὐτῆς ἔχοι τάξιν, τὰ δὲ ἀπʼ αὐτῆς κρείττονα αὐτῆς εἴη, πάντα συγχυθήσεται πλημμελῶς, καὶ οὔτε ἡ ἀρχὴ κατὰ φύσιν ὅτι μὴ τὸ ἄριστον οὔτε τὰ ἐκ τῆς ἀρχῆς ἐξ αὐτῆς ἔσται δύναμιν εἰς τὸ κρατεῖν ἔχοντα τῆς ἑαυτῶν ἀρχῆς. Ἔσται δὲ ἄρα κατὰ τύχην ἡ μὲν ἀρχὴ τῶν ὄντων τὰ δὲ ὄντα ἀπʼ αὐτῆς· ἀλλʼ ἀδύνατον· τὰ γὰρ κατὰ τύχην ὄντα, εἴπερ τοῦτό ἐστι τὸ κατὰ τύχην τὸ μὴ κατὰ νοῦν μηδὲ πρὸς τέλος ὡρισμένον, ἄτακτα καὶ ἀπέραντα καὶ ἀόριστά ἐστι, καὶ πάντα ὡς ἐπʼ ἔλαττον ὄντα· ἡ δὲ ἀρχὴ ἀεὶ ὡσαύτως ἀρχή, καὶ τὰ ἄλλα ἐξ αὐτῆς.
Εἰ δὲ ὅ ἐστι μὴ οὐσία κρεῖττον ἁπάσης οὐσίας, ἢ μετέχοιτο ἂν ὑπʼ αὐτῆς ἢ παντελῶς ἀμέθεκτος εἴη. Ἀλλʼ εἰ μὲν μεθέξει ἡ οὐσία τῆς ἀρχῆς, τινὸς ἀρχὴ ἔσται καὶ οὐ τῶν ὄντων ἁπάντων ἀρχή. Τὴν γὰρ τῶν ὄντων ἀρχὴν οὐδενὸς εἶναι δεῖ τῶν ὄντων· ἑνὸς γὰρ οὖσαν, οὐ πάντων εἶναι ἀναγκαῖον· πᾶν δὲ μετεχόμενον ὑπʼ ἄλλου, τούτου λέγεται εἶναι ὑφʼ οὗ μετέχεται καὶ ἐν ᾧ πρώτως ἐστίν· ἡ δὲ ἀρχὴ χωριστόν, καὶ ἑαυτῆς μᾶλλον ἢ τῶν ἄλλων ἐστίν. Ὅλως δὲ τὸ μετεχόμενον πᾶν ἐξ ἄλλης ἐστὶν αἰτίας κρείττονος, ἐπεὶ τὸ ἀμέθεκτον τοῦ μεθεκτοῦ κρεῖττον· τοῦ δὲ ἀρίστου καὶ ὃ λέγομεν ἀρχὴν οὐδενὶ οὐδὲ ἐννοεῖν τι κρεῖττον δυνατόν· οὐ γὰρ ἂν εἴη θεμιτὸν τὰ δεύτερα τῆς τε ἀρχῆς πέρι καὶ τῶν ἀπʼ αὐτῆς … βέλτιον κρίνειν τῆς ἑαυτῶν ἀρχῆς.
Ἔστιν ἄρα τὸ τῶν ὄντων ἁπάντων αἴτιον ὑπὲρ οὐσίαν πᾶσαν καὶ χωριστὸν ἁπάσης οὐσίας, καὶ οὔτε οὐσίαν οὔτε προσθήκην τὴν οὐσίαν ἔχον· ἡ γὰρ τοιαύτη πρόσθεσις ἐλάττωσίς ἐστι τῆς ἁπλότητος καὶ τοῦ ἕν. γʹ
Ὅρα δὴ καὶ τὸν τρίτον ἐπὶ τούτοις λόγον εἰς ταὐτὸν τοῖς εἰρημένοις ἡμᾶς ἐπάγοντα. Ἀνάγκη γάρ που τοῦτο εἶναι τῶν ὄντων ἁπάντων αἴτιον οὗ πάντα μετέχει τὰ ὄντα, καὶ πρὸς ὃ τὴν ἑαυτῶν ὑπόστασιν ἀναφέρειν ἔχει, καὶ ὃ μηδενὸς ἀποστατεῖ τῶν ὁπωσοῦν ὑφεστάναι λεγομένων· τοῦτο γὰρ ἐφετὸν μόνον τοῖς οὖσι τὸ πρώτως εἴτε καὶ ἄλλως αἴτιον αὐτὸ ὂν αὐτῶν, καὶ πᾶν τὸ πρὸς ἐκεῖνο καὶ διʼ ἐκεῖνο γενόμενον ἔχειν τινὰ πρὸς ἐκεῖνο σχέσιν καὶ διὰ ταύτην δήπου καὶ ὁμοιότητα ἀναγκαῖον. Πᾶσα γὰρ σχέσις ἄλλου πρὸς ἄλλο λέγεται διχῶς· ἢ τῷ ἑνὸς ἄμφω μετέχειν ὃ τὴν πρὸς ἄλληλα τοῖς μεταλαβοῦσι παρέχεται κοινωνίαν, ἢ τῷ θατέρου θάτερον, οὗ δὴ καὶ τὸ μὲν ὡς κρεῖττον δίδωσι τῷ ἑαυτοῦ χείρονι, τὸ δὲ ὡς ἔλαττον ὁμοιοῦται τῷ κρείττονι καθʼ ὅσον μετέχει τῆς ἐκείνου φύσεως. Ἀνάγκη τοίνυν, εἰ σχέσιν ἔχει τὰ τῇδε πρὸς τὸ πρῶτον, καὶ ἐφίεται ἐκείνου, καὶ περὶ ἐκεῖνο πάντα ἐστίν, ἢ τρίτον εἶναί τι τὸ τῆς σχέσεως αἴτιον, ἢ τὴν ἀρχὴν τοῖς μετʼ αὐτὴν παρασχέσθαι τὴν πρὸς αὑτὴν ἔφεσιν καὶ τὸν πόθον τοῦτον διʼ ὃν ἕκαστα σῴζεταί τε καὶ ἔστιν· ἀλλὰ μὴν οὐδέν ἐστιν ἄλλο τοῦ πρωτίστου κρεῖττον· ἐκεῖθεν ἄρα καὶ ἡ σχέσις τῶν ὄντων καὶ τὸ εἶναι καὶ ἡ ἔφεσις πρὸς τὸ πρῶτον, καὶ μετέχει πάντα τῆς ἑαυτῶν ἀρχῆς. Εἰ δὲ τοῦτο, δεῖ τὸ μετεχόμενον ἐκεῖθεν ἐν πᾶσιν ἀναφαίνεσθαι τοῖς οὖσιν, εἴπερ ἐστὶν ἐκεῖνο πάντων ἀρχὴ καὶ μηδενὸς ἀπολείπεται τῶν ὄντων. Τί οὖν δὴ τοῦτο ἂν εἴη τὸ πανταχοῦ καὶ ἐν πᾶσι τοῖς οὖσιν ἐπόν; Ἆρα τὸ ζῆν τοῦτο καὶ κινεῖσθαι; Καὶ πῶς; Πολλὰ γάρ ἐστι δήπου καὶ ζωῆς ἐστερημένα καὶ κινήσεως. Ἀλλʼ ἆρα ἡ στάσις πανταχοῦ καὶ ἐν πᾶσιν; Ἀλλʼ οὐδὲ τοῦτο ἀληθές· αὐτὴ γὰρ ἡ κίνησις, ᾗ κίνησίς ἐστι, στάσεως οὐκ ἂν μετέχοι· τοῦ γὰρ ἐναντίου πάντῃ μεταλαμβάνειν ἀδύνατον. Ἀλλʼ ὁ νοῦς ὁ πολυτίμητος αὐτὸς ὑπὸ πάντων μετέχεται τῶν ὄντων ᾗ νοῦς; Ἀλλὰ καὶ τοῦτο ἀδύνατον· πάντα γὰρ ἂν νοοίη τὰ ὄντα καὶ οὐδὲν ἂν εἴη τῶν ὄντων ἄνουν. Ἀλλʼ ἆρα τὸ ὂν αὐτὸ καὶ τὴν οὐσίαν φήσομεν ὑπὸ πάντων μετέχεσθαι τῶν ὁπωσοῦν ὑφεστηκότων; Καὶ πῶς; Τὸ γὰρ γινόμενον λέγεταί τε καὶ ἔστιν οὐσίας ἄμοιρον. Καὶ μή τοι θαυμάσωμεν εἰ καὶ αὐτὸ τῶν ὄντων ἐστίν. … οὐσίας ἂν ἤδη μετέχοι· καθὸ γὰρ γίνεται, οὐκ ἔστι, τελευτᾷ δὲ ἄρα εἰς τὸ εἶναι καὶ τὴν οὐσίαν ὅταν ἤδη γεγονὸς ᾖ καὶ οὐκέτι γινόμενον. Οὐδʼ ἄρα τῆς οὐσίας πάντα μετέχει τὰ ὁπωσοῦν ὑφεστηκότα.
Τί οὖν ἂν εἴη τὸ πανταχοῦ καὶ ὑπὸ πάντων μετεχόμενον; Σκεπτέον δὴ τῶν ὄντων ἕκαστον τί πέπονθεν ἅπαντα ταῦτα καὶ τί ποτέ ἐστιν ἐν ἅπασιν αὐτοῖς κοινόν· οἷον ἡ οὐσία τὸ ταὐτὸν τὸ θάτερον ἡ στάσις ἡ κίνησις, ἆρα τούτων ἕκαστον ἄλλο τί φαμεν ἢ ἓν εἶναι, καὶ οὐ χωρὶς μόνον ἀλλὰ καὶ τὰ ἐξ αὐτῶν, καὶ ὅλως ἅπαντα μή πῃ δυνατὸν ἄλλως λέγειν ἢ ὡς ἓν πάντα καὶ ἕκαστον; Εἰ γάρ τι τοῦ ἑνὸς ἄμοιρον εἴη, κἂν τῶν μερῶν λέγῃς κἂν τῶν ὅλων, εὐθὺς τὸ γενόμενον ἄμοιρον τοῦ ἕν, οὐδὲν ἂν εἴη τὸ παράπαν. Ἢ τί βουλόμενοι λέγομεν τὸ τελέως οὐκ ὂν οὐδέν, εἰ μὴ τὸ ἓν ἔσχατον ἀπέλιπε τὰ ὄντα, καὶ τοῦτο ἦν ἄρα τὸ μηδαμῶς ὂν γενέσθαι, τὸ καὶ τοῦ ἑνὸς πάντῃ στερηθὲν γενέσθαι; Τὸ μὲν γὰρ μὴ κινούμενον εἶναι δυνατὸν καὶ τὸ μὴ ὂν ὕπαρξιν ἔχειν· τὸ δὲ μηδὲν καὶ αὐτοῦ τοῦ ἑνὸς ἀπολειπόμενον οὐδὲν ἂν εἴη τὸ παράπαν. Τὸ ἓν ἄρα πᾶσι παραγίνεται τοῖς οὖσι· κἂν αὐτὸ τὸ πλῆθος εἴπῃς, μετέχειν καὶ τοῦτο ἀναγκαῖον τοῦ ἕν, ἢ μὴ γενόμενον ἓν οὐδὲ ὑποστῆναι δυνήσεται· κἂν αὐτὸ διαιρῇς εἰς ἄπειρον, τὸ ὅλον οὐκ ἄλλο … εὐθὺς ἕν· ἢ γὰρ οὐχ ὑποστήσεται τὸ διαιρεθὲν ἢ τὸ ἐπʼ ἄλλο γενόμενον, ἢ ὑποστὰν εὐθὺς ἔσται ἕν. Πανταχοῦ δὴ τὸ ἓν καὶ ἐν πᾶσι τοῖς οὖσι φαινόμενον καὶ οὐδενὸς ἀποστατοῦν τῶν ὄντων, ἢ ἐξ ἑνός ἐστι τοῦ ἁπλῶς ἑνός, ἢ ἐκ κρείττονος τοῦ ἕν· πεπονθὸς γὰρ εἶναι τὸ ἓν οὐκ ἄλλως δυνατὸν ἢ ἐκ τοῦ πρώτως ἑνός, καὶ ᾧ μὴ πρόσεστι τὸ ἕν, ἀλλʼ αὐτὸ τὸ ἕν ἐστιν ἢ οὐδὲν ἄλλο ἢ ἕν.
Πάλιν τοίνυν ἐξ ἄλλης ἀρχῆς τὸ αὐτὸ κατίδωμεν οὑτωσὶ λέγοντες. Ἀνάγκη γὰρ ἢ καὶ τὰ αἴτια τῶν ὄντων ἐπʼ ἄπειρον χωρεῖν καὶ τὰ αἰτιατά, καὶ μηδὲν εἶναι πρῶτον μηδὲ ἔσχατον ἐν τοῖς οὖσιν· ἢ τὸ μὲν πρῶτον μὴ εἶναι τὸ δὲ ἔσχατον εἶναι, τῆς ἀπειρίας ἐπὶ θάτερον μόνον οὔσης· ἢ ἀνάπαλιν ἀπʼ ἀρχῆς ὡρισμένης ἐπʼ ἄπειρον τὰ ὄντα χωρεῖν· ἢ καὶ πρῶτον εἶναί τι καὶ ἔσχατον καὶ πέρας ἐφʼ ἑκάτερα τῶν ὄντων. Καὶ εἰ πέρατα τῶν ὄντων ἔστιν, ἢ ἐξ ἀλλήλων ταῦτα καὶ κύκλῳ τῶν ὄντων ἡ γένεσις, ἢ εἰ μὴ ἐξ ἀλλήλων ἀλλʼ ἐκ θατέρου θάτερον, ἤτοι τὸ μὲν πρῶτον ἓν τὸ δὲ ἔσχατον οὐχ ἕν, ἢ ἀνάπαλιν, ἢ ἄμφω ἕν, ἢ οὐχ ἓν ἑκάτερον.
Εἰ μὲν τοίνυν ἄπειρα τὰ πρῶτα καὶ τὰ αἴτια τῶν ὄντων, ἕκαστον ἐξ ἀπείρων ἔσται. Τὸ μὲν γὰρ προϊὸν ἀπό τινος ἀρχῆς ἀνάγκη μετέχειν τῆς ἀρχῆς ἐκείνης ἀφʼ ἧς προελήλυθε· τὸ δὲ ἐκ πλειόνων αἰτίων ὑφιστάμενον πολυειδὲς ἔσται κατὰ τὴν αὑτοῦ φύσιν ἅτε πλειόνων μετέχον δυνάμεων· τὸ δὲ ἐξ ἀπείρων τῶν πρὸ αὑτοῦ παραγόμενον ἀπείρους ἕξει τὰς ἀπὸ τῶν ἀρχῶν εἰς αὐτὸ καθηκούσας ἰδιότητας. Ἕκαστον οὖν τῶν ὄντων ἄπειρον καὶ ἐξ ἀπείρων ὑφεστώς, ἀπειράκις ἄπειρα τὰ πάντα παρέξεται, καὶ οὔτε γνῶσις ἔσται τῶν ὄντων οὐδενὸς οὔτε ἀνέλιξις τῶν δυνάμεων· τὸ γὰρ ἄπειρον ἄγνωστον τῇ ἑαυτοῦ δυνάμει παντελῶς καὶ ἀπερίληπτον οἷς ἐστιν ἄπειρον.
Εἰ δὲ ἄπειρα πρὸς τὸ κάτω, πότερον καὶ ἕκαστον αὐτῶν ἄπειρον κατωτέρω χωροῦν ἀεί, καθάπερ καὶ τὰ πάντα φαμέν, ἢ πεπέρασται μὲν ἕκαστον ὅλον ἄπειρα δὲ τὰ ἐκ τούτων ἀεὶ γινόμενα τὰ ὄντα; Εἰ μὲν γὰρ καὶ τῶν ὄντων ἕκαστον κατὰ τὴν ἀρχὴν ὡρισμένον τὴν ἑαυτοῦ κατὰ τὴν τελευτὴν ἄπειρόν ἐστιν, οὔτε ἐν τοῖς μέρεσιν οὔτε ἐν ὅλοις τοῖς οὖσιν ἐπιστροφὴ τῶν ὄντων ἔσται πρὸς τὴν οἰκείαν ἀρχήν, οὐδὲ ὑποστήσεταί ποτε τὸ τῇ τάξει δεύτερον ὁμοιούμενον τῷ ἐσχάτῳ τοῦ προϋπάρχοντος, ὥσπερ δὴ πολλαχοῦ λέγομεν τὰς ἀκρότητας τῶν ὑφειμένων συνάπτειν τοῖς πέρασι τῶν ἀνωτέρω· οὐδενὸς γὰρ ὄντος ἐσχάτου, τίς μηχανὴ τὴν τοιαύτην ὁμοιότητα τῆς προόδου καὶ τὴν ἀλληλουχίαν τῶν ὄντων ὑπολείπεσθαι, καθʼ ἣν ἀεὶ τὰ δεύτερα συνῆπται τοῖς πρὸ αὐτῶν; Εἰ δὲ τὰ πάντα μόνον ἔχει τὴν τοιαύτην ἀπειρίαν, ἑκάστου πρὸς τὸ μετʼ αὐτὸ περαίνοντος, τὰ ὅλα τῶν μερῶν ἔσται καταδεέστερα καὶ τὰ μέρη τῶν ὅλων τελεώτερα κατὰ φύσιν. Τὰ μὲν γὰρ ἀνεπίστροφα πρὸς τὴν ἀρχὴν ἔσται τὴν πρὸ αὐτῶν, τὰ δὲ ἐπιστρέψει μετὰ τὴν πρόοδον· ὅσῳ δὴ προέχει τὸ συνάπτεσθαι πρὸς τὸ τελειότερον, τοσοῦτον, οἶμαι, καὶ τῶν ὄντων ἕκαστον παντὸς ὁμοῦ τοῦ ὄντος προέχειν ἀναγκαῖον, εἴπερ εἰς ἄπειρον χωροῦντος τοῦ ὅλου τοῦτο συνελίττεται πρὸς τὴν ἀκρότητα τὴν ἑαυτοῦ καὶ κατὰ κύκλον ἐπιστρέφει καὶ τελειοῦται κατὰ τὴν τοιαύτην ἐπιστροφήν.
Ἀλλὰ μὴν εἰ ἐφʼ ἑκάτερα τὴν ἀπειρίαν ὑποθησόμεθα, ταῦτά τε συμβαίνειν ἀνάγκη καὶ πρὸς τούτοις μηδὲν εἶναι κοινὸν ἐφετὸν τοῖς οὖσιν ἅπασι μηδὲ ἕνωσιν αὐτῶν μηδὲ συμπάθειαν. Τὰ γὰρ ἄπειρα πάντῃ τὸ πρῶτον ἐν αὑτοῖς οὐκ ἔχει· πρώτου δὲ οὐκ ὄντος, τί κοινὸν τέλος τῶν ὄντων καὶ διὰ τί τὰ μὲν κρείττω τὰ δὲ καταδεεστέραν ἔλαχε φύσιν, εἰπεῖν οὐχ ἕξομεν. Τὸ γὰρ κρεῖττον δήπου καὶ τὸ χεῖρον ἐκ τῆς πρὸς τὸ ἄριστον γειτνιάσεως λέγομεν, ὥσπερ καὶ θερμὸν μᾶλλον καὶ ἧττον ἐκ τῆς πρὸς τὸ πρῶτον θερμὸν κοινωνίας ἀφορίζομεν, καὶ ὅλως τὸ μᾶλλον αὐτὸ καὶ ἧττον ἐκ τῆς πρὸς τὸ μάλιστα κρίνομεν ἀναφορᾶς.
Ἀνάγκη τοίνυν πέρας εἶναι τό τε πρώτιστον καὶ τὸ ἔσχατον ἐν τοῖς οὖσιν. Ἀλλʼ εἰ μὲν ἐξ ἀλλήλων ταῦτα, τὸ αὐτὸ πρεσβύτερον ἔσται καὶ νεώτερον, καὶ αἴτιον ὁμοῦ καὶ αἰτιατόν, καὶ πρῶτον ἑκάτερον καὶ ἔσχατον· διοίσει δὲ οὐδὲν οὔτε ταῦτα ἀλλήλων οὔτε τὰ μεταξὺ τούτων· τῶν γὰρ ἄκρων ἀδιαφόρων ὄντων, πῶς δυνατὸν ἐν μέσῳ τὴν κατʼ οὐσίαν ἐξαλλαγὴν παρεμπίπτειν; Εἰ δὲ θάτερον ἐκ θατέρου, πότερον ἐκ τοῦ ἐσχάτου τὸ πρῶτον, ὥσπερ τινὲς λέγουσιν ἐκ τῶν χειρόνων ἀπογεννῶντες τὰ κρείττονα καὶ τῶν ἀτελεστέρων τὰ τελειότερα; Καὶ πῶς τὸ τὴν δύναμιν τοῦ τέλειον γεννᾶν καὶ παράγειν λαχὸν οὐ πολλῷ πρότερον αὑτὸ τελειοῖ καὶ κοσμεῖ τῇ παρούσῃ δυνάμει; Πῶς δὲ ἑαυτὸ τῆς χείρονος μοίρας εἶναι καταλεῖπον ἄλλῳ τὴν κρείττονα τάξιν ἀφορίζει; Ἐφίεται μὲν γὰρ ἕκαστον τῆς οἰκείας τελειότητος καὶ τοῦ ἀγαθοῦ ἁπλῶς, δύναται δὲ οὐχ ἕκαστον τοῦ τοιούτου μετέχειν· εἰ δὴ καὶ τὴν δύναμιν ἕξει τοῦ τὸ τελειότατον τοῦτο παράγειν, εἰς ἑαυτὸ πρὸ τῶν ἄλλων ἐνεργήσει τὸ ἔσχατον καὶ ἔσται πρώτιστον, ἐν ἑαυτῷ τὸ ὅλον ἀγαθὸν καὶ τὴν τελειότητα πᾶσαν ἱδρυσάμενον. Εἰ δὲ ἐκ τοῦ πρώτου τὸ ἔσχατον καὶ τοῦ τελειοτάτου τὸ ἀτελέστατον, πότερον ἓν ἑκάτερον ἢ τὸ μὲν ἓν τὸ δὲ οὐχ ἕν; Ἀλλʼ εἰ μὲν τὸ πρῶτον ἢ τὸ ἔσχατον οὐχ ἕν, οὐδέτερον αὐτῶν ἔσται πρῶτον οὐδὲ ἔσχατον· πλήθους γὰρ ὄντος ἐν ἑκατέρῳ, καὶ τὸ κρεῖττον δηλαδὴ καὶ τὸ χεῖρον ἑκάτερον ἕξει, καὶ οὔτε τὸ ἄριστον ἔσται πρὸς τὸ χεῖρον ἀμιγὲς οὔτε τὸ πάντων ἀμυδρότατον κατὰ τὸ εἶναι τὴν τοσαύτην ὕφεσιν ἕξει τοῦ τελειοτέρου παντελῶς ἀμοιροῦν· ἀλλʼ ἔσται τοῦ μὲν ἐσχάτου μᾶλλον ἔσχατον, τοῦ δὲ πρωτίστου μᾶλλον τέλειον· τὸ γὰρ ἄριστον πανταχοῦ, τοῦ μὴ μείναντος ἐν τῷ ἀρίστῳ προσθήκην ἄλλην εἰς τὸ χεῖρον λαβόντος, τελεώτερον. Εἰ δὴ ταῦτα ὀρθῶς λέγομεν, τό τε ἓν ἀρχὴ πάντων καὶ τὸ ἔσχατον τῶν ὄντων ἕν· ἀνάγκη γάρ, οἶμαι, τὸ τέλος τῆς προόδου τῶν ὄντων ὁμοιοῦσθαι πρὸς τὴν ἀρχήν, καὶ μέχρι τούτου τὴν τοῦ πρώτου δύναμιν ἥκειν.
Συλλήβδην δὲ λέγωμεν ἐπανελθόντες ὡς ἀνάγκη τὴν ἀρχὴν τὴν πρώτην ἢ μίαν εἶναι, ἢ πολλὰς μόνον, ἢ μίαν ἐν ἑαυτῇ πλῆθος ἔχουσαν, ἢ πολλὰς ἑνὸς μετεχούσας. Ἀλλʼ εἰ μὲν πολλαὶ μόνον, ἓν ἐξ αὐτῶν οὐκ ἔσται. Τί γὰρ τὸ ποιοῦν ἓν καὶ ὅλον, εἴπερ αἱ ἀρχαὶ πολλαί, μηδενὸς ὄντος τοῦ ποιοῦντος ἕν; Δεῖ γὰρ δήπου ταῖς ἀρχαῖς ὁμοιοῦσθαι τὰ μετʼ αὐτάς· ἢ τοίνυν οὐκ ἔσται τὸ ἓν ἐν οὐδενὶ τῶν ὄντων, ἢ οὐκ ἐκ τούτων ἔσται τῶν ἀρχῶν, ὥστε ἕκαστον τῶν ὁπωσοῦν ὑφισταμένων πλῆθος ἔσται μόνον διῃρημένον, καὶ τῶν μερῶν αὖ τοιοῦτον ἕκαστον, καὶ οὐδαμοῦ στησόμεθα τὴν οὐσίαν καὶ τὸ εἶναι κατακερματίζοντες· πάντα γὰρ ἔσται πολλά, καὶ τὸ ἓν οὐδαμοῦ τῶν πάντων οὔτε τῶν ὅλων φαινόμενον οὔτε τῶν μερῶν. Εἰ δὲ πολλὰς μὲν εἶναι τὰς ἀρχὰς ἀναγκαῖον, μετέχειν δὲ ἑνός, κατατεταγμένον ἔσται τὸ ἓν ἐν τοῖς πολλοῖς· δεῖ δὲ αὖ τὸ ἀκατάτακτον εἶναι πανταχοῦ τοῦ κατατεταγμένου πρεσβύτερον καὶ τοῦ μετεχομένου τὸ ἐξῃρημένον· πῶς γάρ ἐστιν ἐν ἑκάστῳ τῶν πολλῶν τὸ ἓν εἰ μὴ ἐκ μιᾶς ἀρχῆς, ἣ καὶ συντάττει τὸ πλῆθος καὶ ἐπιστρέφει πρὸς ἑαυτὴν κατὰ τὴν κοινωνίαν τοῦ ἑνός; Εἰ δὲ αὖ τὸ πρῶτον ἓν ἔσται πληθυόμενον, πεπονθὸς ἔσται τὸ ἕν· ἅμα γὰρ ἕν τε καὶ οὐχ ἓν ὑπάρξει καὶ οὐκ ἔσται ὅπερ ἕν· δεῖ δὲ ἐν ἑκάστῳ γένει τὸ ἀμιγὲς εἶναι πρὸς τὸ χεῖρον ἵνʼ ᾖ καὶ τὸ μεμιγμένον, ὥσπερ δὴ καὶ περὶ τῶν εἰδῶν λέγομεν. Ἐκ γὰρ τοῦ αὐτοΐσου τὰ τῇδε ἴσα φαντάζεται μὲν ὡς ἴσα, τῆς ἐναντίας δὲ ἀναπέπλησται φύσεως, καὶ τοῦ πρώτως ὄντος τὸ τῷ μὴ ὄντι συγκεκραμένον καὶ οὕτως εἶναι φαινόμενον. Καὶ συνόλως πανταχοῦ τὸ ὅπερ ὂν ἕκαστον προηγεῖται τῶν διʼ ὕφεσιν ἀναμιγνυμένων ταῖς ἑαυτῶν στερήσεσιν. Ἔστιν ἄρα καὶ τὸ ἓν καθʼ αὑτὸ παντὸς πλήθους ἐξῃρημένον, καὶ τὸ ἓν ἅμα καὶ οὐχ ἓν οὐ πρῶτον ἀλλʼ ἐξήρτηται τοῦ πρώτως ἑνός, διὰ μὲν τὴν ἀρχὴν τοῦ ἑνὸς μετέχον, διὰ δὲ τὴν ἐλάττωσιν πλήθους ἤδη καὶ διακρίσεως αἰτίαν ἐν ἑαυτῷ προφαῖνον.
δʹ
Ὅτι μὲν οὖν τὸ ἓν ἀρχὴ πάντων καὶ αἰτία πρώτη καὶ ὅτι πάντα τὰ ἄλλα τοῦ ἑνὸς δεύτερα, διὰ τούτων οἶμαι γεγονέναι καταφανές· θαυμάζω δὲ ἔγωγε τούς τε ἄλλους ἅπαντας τοῦ Πλάτωνος ἐξηγητάς, ὅσοι τὴν νοερὰν βασιλείαν ἐν τοῖς οὖσι προσήκαντο, τὴν δὲ τοῦ ἑνὸς ἄρρητον ὑπεροχὴν καὶ τῶν ὅλων ἐκβεβηκυῖαν ὕπαρξιν οὐκ ἐσέφθησαν, καὶ δὴ διαφερόντως Ὠριγένην τὸν τῷ Πλωτίνῳ τῆς αὐτῆς μετασχόντα παιδείας. Καὶ γὰρ αὖ καὶ αὐτὸς εἰς τὸν νοῦν τελευτᾷ καὶ τὸ πρώτιστον ὄν, τὸ δὲ ἓν τὸ παντὸς νοῦ καὶ παντὸς ἐπέκεινα τοῦ ὄντος ἀφίησι· καὶ εἰ μὲν ὡς κρεῖττον ἁπάσης γνώσεως καὶ παντὸς λόγου καὶ πάσης ἐπιβολῆς, οὔτʼ ἂν τῆς τοῦ Πλάτωνος συμφωνίας οὔτʼ ἂν τῆς τῶν πραγμάτων φύσεως αὐτὸν ἁμαρτάνειν ἐλέγομεν· εἰ δʼ ὅτι παντελῶς ἀνύπαρκτον τὸ ἓν καὶ ἀνυπόστατον καὶ ὅτι τὸ ἄριστον ὁ νοῦς καὶ ὡς ταὐτόν ἐστι τὸ πρώτως ὂν καὶ τὸ πρώτως ἕν, οὔτʼ ἂν ἡμεῖς αὐτῷ ταῦτα συνομολογήσαιμεν οὔτʼ ἂν ὁ Πλάτων ἀποδέξαιτο καὶ τοῖς ἑαυτοῦ γνωρίμοις συναριθμήσειε. Πόρρω γάρ, οἶμαι, τὸ τοιοῦτον δόγμα τῆς τοῦ Πλάτωνος φιλοσοφίας ἐστέρηται καὶ τῆς Περιπατητικῆς ἀναπέπλησται καινοτομίας. Εἰ δὲ βούλει, καὶ πρὸς τοῦτον καὶ πρὸς τοὺς ἄλλους ἅπαντας, ὅσοι τῆς αὐτῆς προέστησαν δόξης, μικρὰ διέλθωμεν ὑπὲρ τῆς Πλάτωνος γνώμης διαγωνιζόμενοι καὶ δεικνύντες ὅτι τὴν πρωτίστην αἰτίαν ἐπέκεινα τοῦ νοῦ καὶ τῶν ὄντων ἁπάντων ἐξῃρῆσθαί φησι, καθάπερ αὐτὸν Πλωτῖνός τε καὶ Πορφύριος καὶ πάντες οἱ τὴν τούτων παραδεξάμενοι φιλοσοφίαν οἴονται λέγειν.
Ἀρξώμεθα τοίνυν ἀπὸ τῆς Πολιτείας. Καὶ γὰρ ἐνταῦθα διαρρήδην ὁ Σωκράτης τὸ ἀγαθὸν ὑπεριδρῦσθαι τοῦ τε ὄντος καὶ τοῦ νοεροῦ διακόσμου παντὸς ἐπιδείκνυσι τῇ πρὸς τὸν ἥλιον ἀναλογίᾳ τῆς πρωτίστης ἀγαθότητος ἑπόμενος. Εἰ γὰρ ὡς ἔχει πρὸς τὴν γένεσιν καὶ πᾶν τὸ ὁρατὸν καὶ τὰ ὁρῶντα πάντα κατὰ τὴν γεννητικὴν τοῦ φωτὸς δύναμιν ὁ βασιλεὺς Ἥλιος, οὕτως ἀνάγκη καὶ τὸ ἀγαθὸν ἔχειν πρὸς τὸν νοῦν καὶ τὰ νοητὰ κατὰ τὴν τῆς ἀληθείας οἰστικὴν αἰτίαν, τῶν μὲν ὁρώντων ὁμοῦ καὶ τῶν ὁρωμένων κατὰ μίαν ὑπεροχὴν τὸν ἥλιον ἐξῃρῆσθαι φήσομεν, τῶν δὲ νοούντων ἀεὶ καὶ νοουμένων ἐκβεβηκέναι τὸ ἀγαθὸν συγχωρήσομεν. Οὐδὲν δὲ οἷον καὶ αὐτῶν ἀκοῦσαι τῶν Πλατωνικῶν ῥημάτων· Τὸν ἥλιον τοῖς ὁρωμένοις οὐ μόνον, οἶμαι, τὴν τοῦ ὁρᾶσθαι δύναμιν παρέχειν φήσεις ἀλλὰ καὶ τὴν γένεσιν καὶ αὔξην καὶ τροφήν, οὐ γένεσιν αὐτὸν ὄντα. Πῶς γάρ; Καὶ τοῖς γινωσκομένοις τοίνυν μὴ μόνον τὸ γινώσκεσθαι φάναι με ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν ὑπʼ ἐκείνου αὐτοῖς προσεῖναι, οὐκ οὐσίας ὄντος τοῦ ἀγαθοῦ, ἀλλʼ ἔτι ἐπέκεινα τῆς οὐσίας πρεσβείᾳ τε καὶ δυνάμει ὑπερέχοντος.
Διὰ δὴ τούτων πάντων καταφανὲς ὅπως τὸ ἀγαθὸν καὶ τὴν πρωτίστην ἀρχὴν οὐ τοῦ νοεροῦ μόνον πλάτους ἀλλὰ καὶ τοῦ νοητοῦ καὶ τῆς οὐσίας ὑπερηπλῶσθαι καθʼ ἕνωσιν ἀφορίζεται, καθάπερ δὴ καὶ τὸν ἥλιον ἁπάντων τῶν ὁρατῶν ὑπερέχειν καὶ πάντα τελειοῦν τῷ φωτὶ καὶ γεννᾶν συλλογίζεται. Πῶς οὖν ἔτι τὸν νοῦν τῷ Πλάτωνι συνεπόμενοι τὸ ἄριστον εἶναι καὶ τὴν τῶν ὅλων αἰτίαν συγχωρήσομεν; Πῶς δὲ αὐτὸ τὸ ὂν καὶ τὴν οὐσίαν εἰς ταὐτὸν ἄξομεν τῇ πασῶν ἐξηγουμένῃ τῶν θείων προόδων ἀρχῇ; Καὶ γὰρ ἡ οὐσία καὶ ὁ νοῦς ἀπὸ τοῦ ἀγαθοῦ πρώτως ὑφεστάναι λέγεται καὶ περὶ τὸ ἀγαθὸν τὴν ὕπαρξιν ἔχειν, καὶ πληροῦσθαι τοῦ τῆς ἀληθείας φωτὸς ἐκεῖθεν προϊόντος, καὶ τῆς ἐπιβαλλούσης αὐτοῖς μεθέξεως ἐκ τῆς ἑνώσεως τοῦ φωτὸς τούτου τυγχάνειν, ὃ δὴ καὶ αὐτοῦ τοῦ νοῦ καὶ τῆς οὐσίας ἐστὶ θειότερον, ὡς τοῦ ἀγαθοῦ πρώτως ἐξηρτημένον καὶ ἐν τοῖς οὖσι τῆς πρὸς τὸ πρῶτον ὁμοιότητος παρακτικόν. Καὶ γὰρ τὸ ὁρατὸν πᾶν ἡλιοειδὲς ἀποτελεῖ τὸ φῶς τὸ ἀφʼ ἡλίου προβαλλόμενον, καὶ τὸ νοητὸν ἀγαθοειδὲς ἀπεργάζεται καὶ θεῖον ἡ τοῦ φωτὸς ἐκείνου μετουσία. Καὶ ὁ νοῦς ἄρα θεὸς διὰ τὸ φῶς τὸ νοερόν, καὶ τὸ νοητὸν τὸ καὶ αὐτοῦ τοῦ νοῦ πρεσβύτερον διὰ τὸ φῶς τὸ νοητόν, καὶ τὸ νοητὸν ὁμοῦ καὶ τὸ νοερὸν διὰ τὴν εἰς αὐτὸ καθήκουσαν τοῦ φωτὸς ἀποπλήρωσιν τῆς θείας ὑπάρξεως μετείληφε, καί, ἵνα συλλήβδην εἴπωμεν, ἕκαστον τῶν θείων διὰ τοῦτο καὶ ἔστιν ὃ λέγεται καὶ τῇ πάντων αἰτίᾳ τῶν ὄντων συνήνωται.
Πολλοῦ ἄρα δεῖ τὸ πρώτιστον ἀγαθὸν εἰς ταὐτὸν ἥκειν τῷ νῷ καὶ τὸ νοητὸν ἁπάσης ὁμοῦ τῆς ὑπάρξεως τῶν ὅλων εἶναι πρεσβύτερον, ὃ καὶ τοῦ φωτός ἐστι δεύτερον τοῦ προϊόντος ἐκ τοῦ ἀγαθοῦ, καὶ τελειούμενον ἐκ τούτου συνάπτεται κατὰ τὴν αὑτοῦ τάξιν πρὸς αὐτὸ τὸ ἀγαθόν. Οὐ γὰρ τὸν αὐτὸν τρόπον τό τε νοητὸν τῷ πρώτῳ καὶ τὸ φῶς ἡνῶσθαι φήσομεν, ἀλλὰ τὸ μὲν διὰ τὴν πρὸς αὐτὸ συνέχειαν ἀμέσως ἐνιδρῦσθαι τῷ ἀγαθῷ, τὸ δὲ διὰ τοῦτο τῆς πρὸς ἐκεῖνο γειτνιάσεως μεταλαγχάνειν· ἐπεὶ κἀν τοῖς αἰσθητοῖς τὸ μὲν ἡλιακὸν φῶς αὐτῇ τῇ τοῦ ἡλίου περιφορᾷ πρώτως συμφύεται, καὶ πρὸς τὸ κέντρον τῆς ὅλης σφαίρας ἀνῆκται καὶ περὶ αὐτὸ πανταχόθεν ὑφίσταται, τὰ δὲ πάντα ταῦτα διὰ τοῦτο τῆς πρὸς τὸν ἥλιον ὁμοιότητος τυγχάνει, κατὰ τὴν ἑαυτοῦ φύσιν ἕκαστον τῆς ἡλιοειδοῦς πληρούμενον ἐλλάμψεως.
Ἦν μὲν οὖν καὶ ταῦτα τοῖς τῆς ἀληθείας φιλοθεάμοσιν ἱκανὰ τῆς τοῦ Πλάτωνος ἀναμνῆσαι διανοίας καὶ τὴν τοῦ νοῦ τάξιν δευτέραν ἀποφῆναι τῆς ἐξῃρημένης τοῦ ἑνὸς ὑπεροχῆς· εἰ δὲ δεῖ διὰ πλειόνων τὸ αὐτὸ καταδήσασθαι μαρτυριῶν, σκεψώμεθα τίνα περὶ τούτων ὁ Ἐλεάτης ξένος ἐν τῷ Σοφιστῇ διορίζεται. Λέγει δὴ οὖν ἐκεῖνος ὅτι τὸ μὲν πλῆθος τῶν ὄντων ἁπάντων, εἴτʼ οὖν ἐναντίων ὄντων εἴτε καὶ μή, τοῦ ἑνὸς ὄντος ἐξάπτειν ἀνάγκη, τὸ δὲ ἓν ὂν αὐτὸ τοῦ ἑνός. Καὶ γὰρ ὅταν τὸ θερμὸν ἢ τὸ ψυχρὸν ἢ τὴν στάσιν ἢ τὴν κίνησιν ὂν λέγωμεν, οὐχ ὡς αὐτὸ τούτων ἕκαστον ὂν προσαγορεύομεν· εἴτε γὰρ ἡ στάσις αὐτὸ ὄν, οὐκ ἂν ἦν ἡ κίνησις ὄν· εἴτε ἡ κίνησις ὂν τοιοῦτον, οὐκ ἂν μετειλήχειν ἡ στάσις τῆς τοῦ ὄντος ἐπωνυμίας. Ἀλλὰ δῆλον ὅτι τὸ εἶναι τοῦτο καὶ τῇ στάσει καὶ τῇ κινήσει καὶ παντὶ τῷ πλήθει τῶν ὄντων ἐξ ἑνὸς ἐφήκει τοῦ πρώτως ὄντος. Αὐτὸ δὲ ἄρα τοῦτο τὸ πᾶσι τῆς οὐσίας αἴτιον καὶ ὑπὸ τῶν ἄλλων ἁπάντων μετεχόμενον τοῦδε τοῦ ἑνός ἐστι μετειληφός, καὶ διὰ τοῦτο οὐ μόνον ἐστὶν ὂν ἀλλὰ καὶ ἕν, καὶ οὐχ ὥσπερ πρώτως ἐστὶν ὂν οὕτως ἐστὶ καὶ πρώτως ἕν, ἀλλὰ αὐτὸ μὲν ὂν καὶ οὐ κατὰ μετοχὴν τὸ εἶναι κεκληρωμένον, ἓν δὲ κατὰ μέθεξίν ἐστι· καὶ διὰ τοῦτο πέπονθε μὲν τὸ ἕν, ἔστι δὲ τὸ ὂν πρώτως. Εἰ τοίνυν τὸ ἓν ἔτι ἐπέκεινα τοῦ ὄντος ὁ Πλάτων ἀποδίδωσιν ὑπάρχον, καθάπερ δὴ καὶ τῶν ὄντων ἐκβεβηκὸς τὸ πρώτιστον … ἐν τοῖς ὅλοις ὑποτίθεσθαι· νοῦς γὰρ ἡ πρωτίστη καὶ ὂν οὖσα φύσις· τὸ δὲ ὂν πῶς οὐ τοῦ ἑνὸς δεύτερον, μετέχον ἐκείνου καὶ διὰ τοῦτο προσαγορευόμενον ἕν;
Καὶ μὴν καὶ ὁ ἐν τῷ Φιλήβῳ Σωκράτης τὸ αὐτὸ σαφῶς ἐπιδείκνυσι τοῖς ἐκ τῶν μερῶν τὰ ὅλα γινώσκειν δυναμένοις, ὡς ἄρα ὁ νοῦς τῷ πρωτίστῳ τὴν αὐτὴν οὐκ ἂν ἔχοι τάξιν. Τὸ γοῦν ἀγαθὸν ἐπιζητῶν τῆς ἀνθρωπίνης ψυχῆς καὶ τὸ τέλος οὗ μετασχοῦσα παντάπασιν ἱκανῶς ἂν ἔχοι, τὴν προσήκουσαν εὐδαιμονίαν καρπουμένη, τήν τε ἡδονὴν πρῶτον ἀποσκευάζεται τοῦ τοιούτου τέλους καὶ μετὰ ταύτην τὸν νοῦν, ὡς οὐδὲ τοῦτον ἅπασι τοῖς τοῦ ἀγαθοῦ στοιχείοις συμπεπληρωμένον. Εἰ τοίνυν καὶ ὁ ἐν ἡμῖν νοῦς εἰκὼν τοῦ πρώτου νοῦ, καὶ κατὰ τοῦτον μόνον τὸ ἀγαθὸν οὐκ ἔστιν ἀφορίσασθαι τῆς συμπάσης ἡμῶν ζωῆς, πῶς οὐκ ἀνάγκη καὶ ἐν ἐκείνοις τὴν τῶν ἀγαθῶν αἰτίαν ὑπεριδρῦσθαι τῆς νοερᾶς τελειότητος; Εἰ γὰρ ἦν τὸ πρώτως ἀγαθὸν κατὰ τὸν ὅλον νοῦν, καὶ ἡμῖν ἂν καὶ τοῖς ἄλλοις ἅπασι κατὰ τὴν τοῦ νοῦ μετουσίαν ἡ αὐτάρκεια καὶ τὸ οἰκεῖον ἀγαθὸν παρῆν. Ἀλλʼ ὁ μὲν ἡμέτερος νοῦς τοῦ ἀγαθοῦ διέζευκται καὶ ἔστιν ἐνδεής, καὶ διὰ τοῦτο δήπου καὶ τῆς ἡδονῆς δεῖται πρὸς τὴν τελειότητα τὴν ἀνθρωπίνην· ὁ δέ γε θεῖος νοῦς ἀεὶ τοῦ ἀγαθοῦ μετέχει καὶ συνήνωται πρὸς αὐτὸ καὶ διὰ τοῦτο θεῖός ἐστι καὶ ἀγαθοειδής, ἀγαθοειδὴς μὲν ὢν κατὰ τὴν τοῦ ἀγαθοῦ μετουσίαν, θεῖος δὲ ὡς τῆς πρώτης θεότητος ἐξηρτημένος. Ὁ αὐτὸς τοίνυν λόγος τό τε ἀγαθὸν ἐξῃρῆσθαι τοῦ πρωτίστου νοῦ καὶ τὴν εὐδαιμονίαν οὐ κατὰ τὴν νόησιν μόνον ἀλλὰ κατὰ τὴν παντελῆ τοῦ ἀγαθοῦ παρουσίαν ἀφορίζεται· τὸ γὰρ νοερὸν τῆς ἐνεργείας εἶδος αὐτὸ καθʼ αὑτὸ πρὸς τὸ μακάριον ἐλλιπές.
Καὶ τί δεῖ πολλὰ λέγοντας διατρίβειν; Ὁ γάρ τοι Παρμενίδης ἡμᾶς ἀναδιδάσκει σαφέστατα τὴν τοῦ ἑνὸς πρὸς τὴν οὐσίαν καὶ τὸ εἶναι διαφορότητα, καὶ ὅτι τῶν τε ἄλλων ἁπάντων ἐξῄρηται τὸ ἓν καὶ τῆς οὐσίας· τοῦτο γὰρ ἐπὶ τέλει τῆς πρώτης ὑποθέσεως τοῦ ἑνὸς ἀπέφησε· τὸ δὲ τῆς οὐσίας αἴτιον καὶ κατʼ ἄκραν ὑπεροχὴν ἐξῃρημένον, πῶς οὐχὶ καὶ τῆς νοερᾶς ἔσται τάξεως ἐπέκεινα; Καὶ γὰρ ὁ νοῦς οὐσία. Εἰ δὲ ἐν τῷ νῷ καὶ στάσις ἐστὶ καὶ κίνησις, τὸ δὲ ἓν ἐκβεβηκέναι τούτων ἐπιδείκνυσιν ὁ Παρμενίδης, πῶς οὐκ αὐτόθεν ἡμᾶς ἐφίστησι τῇ πρὸ νοῦ παντὸς ἀρρήτῳ τῶν ὅλων αἰτίᾳ; Καὶ εἰ πᾶς νοῦς εἰς αὑτὸν ἔστραπται καὶ ἐν ἑαυτῷ ἐστι, τὸ δὲ ἓν οὔτε ἐν αὑτῷ δείκνυται ὂν οὔτε ἐν ἄλλῳ, πῶς ἔτι τὸν νοῦν εἰς ταὐτὸν ἄξομεν τῷ πρώτῳ; Τίνι δὲ αὖ καὶ διοίσει τοῦ ἑνὸς ὄντος, ὃ κατὰ τὴν δευτέραν ὑπόθεσιν ἐλαμβάνομεν, τὸ πρὸ τοῦ ὄντος ἕν, εἰ ἄριστόν ἐστιν ὁ νοῦς καὶ πρωτίστη τῶν ὅλων ἀρχή; Τὸ γὰρ ἓν ὂν μετέχει τοῦ ἑνός· τὸ δὲ μετέχον τοῦ μετεχομένου δεύτερον. εʹ
Ἀλλʼ ὅτι μὲν κατὰ Πλάτωνα τὸ ἓν τοῦ νοῦ καὶ τῆς οὐσίας πρεσβύτερον διὰ τούτων ὑπεμνήσθη· μετὰ δὲ ταῦτα θεωρητέον, εἰ οὔτε νοητόν ἐστιν οὔτε νοερὸν οὔθʼ ὅλως τῆς τοῦ ὄντος μετέχει δυνάμεως, τίνες ἂν εἶεν τρόποι τῆς πρὸς αὐτὸ ἀναγωγῆς καὶ διὰ ποίων ὁ Πλάτων ἐπιβολῶν τοῖς ἑαυτοῦ γνωρίμοις τὴν ἄρρητον τοῦ πρώτου καὶ ἄγνωστον ἐκφαίνει κατὰ δύναμιν ὑπεροχήν.
Λέγω τοίνυν ὅτι ποτὲ μὲν διʼ ἀναλογίας αὐτὸ καὶ τῆς τῶν δευτέρων ὁμοιότητος ἐμφανίζει, ποτὲ δὲ διὰ τῶν ἀποφάσεων τὸ ἐξῃρημένον αὐτοῦ καὶ ἀφʼ ὅλων ὁμοῦ τῶν ὄντων ἐκβεβηκὸς ἐπιδείκνυσιν. Ἐν Πολιτείᾳ μὲν γὰρ διὰ τῆς πρὸς τὸν ἥλιον ἀναλογίας τὴν ἄφραστον ἰδιότητα καὶ ὕπαρξιν τοῦ ἀγαθοῦ μεμήνυκεν· ἐν δὲ αὖ τῷ Παρμενίδῃ διὰ τῶν ἀποφάσεων τὴν τοῦ ἑνὸς πρὸς πάντα τὰ μετʼ αὐτὸ διαφορὰν ἐνεδείξατο. Δοκεῖ δʼ ἔμοιγε κατὰ μὲν τὸν ἕτερον τῶν τρόπων τὴν πρόοδον ἐκφαίνειν τὴν ἀπʼ ἐκείνου τῶν τε ἄλλων ἁπάντων καὶ πρὸ τῶν ἄλλων τῶν θείων διακόσμων· διὰ γὰρ τοῦτο πάντων ἐξῄρηται τῶν ὑπʼ αὐτοῦ παραγομένων, ὅτι τὸ αἴτιον πανταχοῦ τῶν οἰκείων ἀποτελεσμάτων ὑπερίδρυται, καὶ διὰ τοῦτο οὐδέν ἐστι τῶν πάντων, ὅτι πάντα ἀπʼ αὐτοῦ προελήλυθεν· ἀρχὴ γάρ ἐστι τῶν πάντων, καὶ τῶν ὄντων ὁμοῦ καὶ τῶν μὴ ὄντων. Κατὰ δὲ αὖ τὸν ἕτερον τὴν πρὸς αὐτὸ τῶν προελθόντων ἐπιστροφὴν ἀπεικονίζεται· διὰ γὰρ τὴν ὁμοιότητα τὴν πρὸς ἐκεῖνο καθʼ ἑκάστην τῶν ὄντων τάξιν ἀνάλογον ὑπέστη τῷ ἀγαθῷ μονάς, τοῦτο οὖσα πρὸς ὅλον τὸν σύζυγον αὑτῆς ἀριθμὸν ὃ πρὸς ἁπάσας ἐστὶ τὰς τῶν θεῶν διακοσμήσεις τἀγαθόν· τῆς δὲ ὁμοιότητος ταύτης ἡ πρὸς ἐκεῖνο τῶν ὅλων ἐπιστροφὴ πάντως αἰτία. Ταῦτʼ οὖν καὶ πρόεισιν ἐκεῖθεν καὶ ἐπέστραπται πρὸς ἐκεῖνο· καὶ ἡ μὲν πρόοδος τῶν πάντων τὴν διὰ τῶν ἀποφάσεων ἡμῖν ἐξέφηνεν ἐπὶ τὸ πρῶτον ἄνοδον, ἡ δὲ ἐπιστροφὴ τὴν διὰ τῶν ἀναλογιῶν.
Καί μοι μηδεὶς μήτε τὰς ἀποφάσεις ταύτας οἷον στερήσεις εἶναι τιθέμενος ἀτιμαζέτω τὸν τοιοῦτον τῶν λόγων τρόπον, μήτε τὴν ἀναλογίαν ἐν λόγων ταὐτότητι τοὺς δὲ λόγους ἐν σχέσεσιν ἀφοριζόμενος διαβάλλειν ἐπιχειρείτω τὴν ἀναγωγὸν ταύτην πορείαν ἐπὶ τὴν πρωτίστην ἀρχήν. Αἱ μὲν γὰρ ἀποφάσεις τριπλῆν, ὡς ἐμοὶ δοκοῦσιν, ἐν τοῖς πράγμασιν ἰδιότητα προτείνουσι· καὶ ποτὲ μὲν ἀρχοειδέστεραι τῶν καταφάσεων οὖσαι, γεννητικαὶ καὶ τελειωτικαὶ τῆς ἀπογεννήσεως αὐτῶν ὑφεστήκασι· ποτὲ δὲ τὴν σύστοιχον ταῖς καταφάσεσιν ἐκληρώσαντο τάξιν καὶ οὐδὲν μᾶλλον ἡ κατάφασις τῆς ἀποφάσεως σεμνοτέρα· ποτὲ δὲ αὖ καταδεεστέραν ἔλαχον φύσιν τῶν καταφάσεων καὶ οὐδὲν ἀλλʼ ἢ στερήσεις εἰσὶν ἐκείνων. Καὶ γὰρ τὸ μὴ ὂν αὐτὸ παρʼ ᾧ καὶ ἡ ἀπόφασις τῶν ὄντων ἐστίν, ὁτὲ μὲν ἐπέκεινα τοῦ ὄντος τιθέμενοι λέγομεν ὡς αἴτιόν ἐστι καὶ ὡς παρακτικὸν τῶν ὄντων· ὁτὲ δὲ τῷ ὄντι σύζυγον ἀποφαινόμεθα καθάπερ, οἶμαι, καὶ ὁ Ἐλεάτης ξένος οὐδὲν τὸ μὴ ὂν τοῦ ὄντος ἔλαττον, εἰ θέμις εἰπεῖν, ἐπιδείκνυσιν· ὁτὲ δὲ τοῦ ὄντος στέρησιν καὶ ἐνδεὲς τοῦ ὄντος ἀπολείπομεν αὐτό· κατὰ γὰρ τοῦτον δηλαδὴ τὸν τρόπον καὶ τὴν γένεσιν πᾶσαν καὶ τὴν ὕλην μὴ ὂν ἀποκαλοῦμεν.
Αἱ δὲ ἀναλογίαι διʼ ἔνδειξιν μόνον τῆς πρὸς ἐκεῖνο τῶν δευτέρων ὁμοιώσεως παραλαμβάνονται, καὶ οὔτε λόγος οὐδεὶς οὔτε σχέσις οὔτε κοινωνία τῆς πρωτίστης ἀρχῆς πρὸς τὰ μετʼ αὐτὴν ἐκ τούτων ἀναφαίνεται. Καὶ γὰρ τὸ ἐξῃρημένον αὐτῆς οὐ τοιοῦτόν ἐστιν οἷον ἐπὶ τῶν δευτέρων καὶ τρίτων θεωρεῖται διακόσμων, ἀλλὰ πολλῷ μειζόνως τἀγαθὸν ὑπερέχει τῶν ὅλων ἢ ὁ νοῦς τῶν μετʼ αὐτόν, εἴτε ὁ δημιουργικὸς οὗτος εἴτε ὁ τοῦ παντὸς κόσμου νοῦς εἴτε ἄλλος τις εἴη τῶν θείων προσαγορευομένων· ἀλλὰ πᾶς ὁ νοῦς καὶ πᾶς θεὸς ὑφειμένην ἔλαχεν ὑπεροχὴν πρὸς τὰ καταδεέστερα καὶ ὧν ἐστιν αἴτιος ἢ τὸ πρῶτον πρὸς ἕκαστον τῶν ὄντων, ὃ πάντων ὁμοίως ἐκβέβηκε καὶ οὐ τῶν μὲν μᾶλλον τῶν δὲ ἧττον· οὕτω γὰρ ἂν αὐτῷ σχέσιν πρὸς τὰ δεύτερα μείζω καὶ ἐλάττω προσάγοιμεν. Δεῖ δὲ ἐκεῖνο μὲν ἄσχετον πρὸς πάντα καὶ ἀφʼ ὅλων ὁμοίως ἐξῃρημένον φυλάττειν, τῶν δὲ ἄλλων τὰ μὲν ἐγγύτερον ἐκείνου τὰ δὲ πορρώτερον· καὶ γὰρ πρόεισιν ἕκαστον ἀπʼ ἐκείνου κατὰ μίαν αἰτίαν τὰ πάντα παράγοντος καὶ ἐπιστρέφεται πρὸς αὐτὸ τὰ μὲν ἄλλως τὰ δὲ ἄλλως, ἐκείνου πρὸς μηδὲν τῶν μετʼ αὐτὸ σχέσιν ἢ κοινωνίαν ἐπιδεχομένου.
Διττὸς οὖν, ὥσπερ εἴπομεν, ὁ τρόπος τῆς τοῦ ἑνὸς ἐνδείξεως· διττὰ γὰρ αὖ καὶ ὀνόματα παραδίδωσιν ἡμῖν ὁ Πλάτων τῆς ἀρρήτου ταύτης αἰτίας. Ἐν Πολιτείᾳ μὲν γὰρ τἀγαθὸν αὐτὴν ἀποκαλεῖ καὶ τῆς ἀληθείας τῆς ἑνιζούσης τόν τε νοῦν καὶ τὰ νοητὰ πηγὴν ἐπιδείκνυσιν· ἐν Παρμενίδῃ δὲ ἓν ἐπονομάζει τὴν τοιαύτην ἀρχὴν καὶ τῶν ἑνάδων ἀποφαίνει τῶν θείων ὑποστατικήν.
Πάλιν δὴ οὖν τῶν ὀνομάτων τούτων, τὸ μὲν τῆς προόδου τῶν ὅλων, τὸ δὲ τῆς ἐπιστροφῆς ἐστιν εἰκών. Διότι μὲν γὰρ ὑφίσταται πάντα καὶ πρόεισιν ἀπὸ τοῦ πρώτου, τὸ ἓν ἐπʼ αὐτὸ φέροντες αἴτιον ἐκεῖνο παντὸς πλήθους καὶ προόδου πάσης ἀποφαινόμεθα· πόθεν γὰρ ἄλλοθεν τὸ πλῆθος ἢ ἐκ τοῦ ἑνὸς ἔχει τὴν ἔκφανσιν; Διότι δὲ αὖ τὰ προελθόντα πρὸς ἐκεῖνο κατὰ φύσιν ἐπέστραπται καὶ ποθεῖ τὴν ἄρρητον ἐκείνου καὶ ἄληπτον ὕπαρξιν, τἀγαθὸν αὐτὸ προσαγορεύομεν· τί γὰρ ἄλλο ἐστὶ τὸ πάντων ἐπιστρεπτικὸν καὶ ὃ πᾶσι προβέβληται τοῖς οὖσιν ὡς ἐφετόν, ἢ τἀγαθόν; Τὰ μὲν γὰρ ἄλλα πάντα διῃρημένως ἐστὶ τοῖς μὲν τῶν ὄντων τίμια, τοῖς δὲ οὔ, καὶ τῶν μὲν ὀρέγεται, τὰ δὲ ἐκκλίνει τῶν ὁπωσοῦν εἶναι λεγομένων ἕκαστον· τὸ δὲ ἀγαθὸν κοινῇ τῶν ὄντων ἐστὶν ἁπάντων ἐφετόν, καὶ πρὸς τοῦτο νεύει καὶ ἀνατείνεται πάντα κατὰ τὴν αὑτῶν φύσιν· ἡ δὲ ἔφεσις πανταχοῦ τῶν ἐφιεμένων ἐστὶ πρὸς τὸ οἰκεῖον ἐφετόν. Ἐπιστρεπτικὸν ἄρα τὸ ἀγαθόν ἐστι τῶν δευτέρων ἁπάντων, ὑποστατικὸν δὲ τὸ ἕν.
Καί μοι μήτε ὀνομαστὸν διὰ τοῦτο τὸ ἄρρητον ὑπολάβῃς μήτε διπλασιάζεσθαι τὸ πάσης ἑνώσεως αἴτιον. Τὰ μὲν γὰρ ὀνόματα κἀνταῦθα πρὸς τὸ μετʼ αὐτὸ βλέποντες καὶ τὰς ἀπʼ αὐτοῦ προόδους ἢ πρὸς αὐτὸ κατὰ κύκλον ἐπιστροφὰς ἐπʼ ἐκεῖνο μεταφέρομεν, διότι μὲν ἐξ αὐτοῦ τὸ πλῆθος ὑπέστη, τὴν τοῦ ἑνὸς αὐτῷ προσηγορίαν ἐπάγοντες, διότι δὲ πρὸς αὐτὸ πάντα καὶ μέχρι τῶν ἀμυδροτάτων ἐπιστρέφεται, τἀγαθὸν αὐτὸ προσονομάζοντες. Καὶ τὸ ἄγνωστον ἄρα τοῦ πρώτου διὰ τῶν προϊόντων ἀπʼ αὐτοῦ καὶ ἐπιστρεφομένων πρὸς αὐτὸ γινώσκειν ἐπιβαλλόμεθα, καὶ τὸ ἄρρητον διὰ τῶν αὐτῶν ὀνομάζειν ἐπιχειροῦμεν. Οὔτε δὲ γνωστὸν ἐκεῖνο τοῖς οὖσιν οὔτε ῥητὸν οὐδενὶ τῶν πάντων, ἀλλὰ πάσης γνώσεως ἐξῃρημένον καὶ παντὸς λόγου, καὶ ἄληπτον ὑπάρχον, ἁπάσας τε τὰς γνώσεις καὶ ἅπαντα τὰ γνωστὰ καὶ λόγους πάντας καὶ ὁπόσα λόγῳ περιληπτὰ κατὰ μίαν αἰτίαν ἀπʼ αὐτοῦ παρήγαγε.
Τὸ δὲ ἑνιαῖον ἐκείνου καὶ τὸ πάσης διαιρέσεως ἐκβεβηκὸς δυαδικῶς ἐν τοῖς μετʼ ἐκεῖνο προφαίνεται, μᾶλλον δὲ τριαδικῶς. Πάντα γὰρ καὶ μένει καὶ πρόεισιν καὶ ἐπιστρέφεται πρὸς τὸ ἕν· ὁμοῦ γὰρ καὶ ἥνωται πρὸς αὐτὸ καὶ ὑφεῖται τῆς ἐξῃρημένης αὐτοῦ τῶν ὅλων ἑνώσεως καὶ ἐφίεται τῆς ἐκείνου μεταλήψεως· καὶ ἡ μὲν ἕνωσις μόνιμον ἐνδίδωσι τοῖς δευτέροις ἅπασι καὶ ἀνεκφοίτητον τῆς ἑαυτῶν αἰτίας ὑπεροχήν, ἡ δὲ ὕφεσις τὴν πρόοδον τῶν ὄντων ἀφορίζει καὶ τὴν ἀπὸ τῆς ἀμεθέκτου καὶ πρωτίστης ἑνάδος διάκρισιν, ἡ δὲ ἔφεσις τὴν ἐπιστροφὴν τῶν ὑποστάντων καὶ τὴν εἰς τὸ ἄρρητον ἀνακύκλησιν τελειοῖ. Πάντων δὲ ἄρα καὶ ἡνωμένων ἀεὶ τῷ πρώτῳ, τῶν μὲν πορρώτερον τῶν δὲ ἐγγύτερον, καὶ διὰ τῆς ἑνώσεως ταύτης τήν τε ὕπαρξιν καὶ τὴν τοῦ ἀγαθοῦ μοῖραν ὑποδεχομένων, τὴν μὲν πρόοδον τῶν ὅλων καὶ τὴν ἐπιστροφὴν διʼ ὀνομάτων δηλοῦν ἐπικεχειρήκαμεν· τὴν δὲ μόνιμον αὐτῶν ἐν τῷ πρώτῳ περιοχήν, εἰ θέμις εἰπεῖν, καὶ τὴν ἕνωσιν τὴν πρὸς τὸ ἄρρητον, ἅτε δὴ καὶ αὐτὴν ἄληπτον ὑπάρχουσαν, οὔτε διὰ γνώσεως ἑλεῖν δυνατὸν οὔτε διὰ λόγου μηνύειν ἦν τοῖς περὶ τὰ θεῖα σοφοῖς· ἀλλʼ ὥσπερ αὐτὸ πρώτως ἐν ἀβάτοις ἀποκέκρυπται καὶ πάντων ἐξῄρηται τῶν ὄντων, οὕτω δὴ καὶ ἡ πρὸς αὐτὸ τῶν πάντων ἕνωσις κρύφιός ἐστι καὶ ἄφραστος καὶ ἄγνωστος τοῖς πᾶσιν· οὐ γὰρ κατʼ ἐπιβολὴν ἑνοῦται πρὸς αὐτὸ τῶν ὄντων ἕκαστον οὐδὲ κατὰ τὴν ἐνέργειαν τὴν τῆς οὐσίας, ἐπεὶ καὶ τὰ γνώσεως ἄμοιρα τῷ πρώτῳ συνήνωται καὶ τὰ πάσης ἐνεργείας ἐστερημένα μετέχει κατὰ τὴν αὑτῶν τάξιν τῆς πρὸς αὐτὸ συναφῆς. Τὸ τοίνυν ἄγνωστον τὸ ἐν τοῖς οὖσιν κατὰ τὴν πρὸς τὸ πρῶτον ἕνωσιν ὑπάρχον, οὔτε γινώσκειν οὔτε ὀνόματι δηλοῦν ἐπιχειροῦμεν· ἀλλʼ εἴς τε τὴν πρόοδον αὐτῶν καὶ τὴν ἐπιστροφὴν μᾶλλον ἀποβλέπειν δυνάμενοι, δύο μὲν ὀνόματα τῷ πρώτῳ καθάπερ ἀγάλματα λαβόντες ἀπὸ τῶν δευτέρων προσάγομεν, δύο δὲ τῆς ἀνόδου τρόπους ἀφορίζομεν, τῇ μὲν τἀγαθοῦ προσηγορίᾳ τὸν διὰ τῆς ἀναλογίας συνάπτοντες, τῇ δὲ τοῦ ἑνὸς τὸν διὰ τῶν ἀποφάσεων. Ὃ δὴ καὶ ὁ Πλάτων ἐνδεικνύμενος ἐν Πολιτείᾳ μὲν ὁμοῦ καὶ ἀγαθὸν ἀποκαλεῖ τὸ πρῶτον καὶ διʼ ἀναλογίας ἐπʼ αὐτὸ ποιεῖται τὴν ἀναγωγήν, ἐν Παρμενίδῃ δὲ αὐτοὲν ὑποτιθέμενος διὰ τῶν ἀποφατικῶν συμπερασμάτων ἐκφαίνει τὴν ἐξῃρημένην αὐτοῦ τῶν ὄντων ὑπεροχήν. Κατʼ ἀμφότερα τοίνυν τὸ πρῶτον ἐκβέβηκε τῶν τε γνωστικῶν δυνάμεων καὶ τῶν τοῦ λόγου μορίων· τὰ δὲ ἄλλα πάντα καὶ τῆς γνώσεως ἡμῖν καὶ τῆς ἐπωνυμίας τὴν αἰτίαν παρέχεται. Καὶ τὸ μὲν τὰς ἑνώσεις ἁπάσας καὶ τὰς ὑπάρξεις τῶν δευτέρων ἑνιαίως ὑφίστησι, τὰ δὲ μετʼ αὐτὸ διῃρημένως μετέχει τῆς αἰτίας. Καὶ ταῦτα μέν, ὥσπερ εἴρηται, μένοντα καὶ προϊόντα καὶ ἐπιστρέφοντα πληθύεται· τὸ δὲ ἓν ἁπάντων ὁμοῦ τελέως ἐξῄρηται καὶ τῶν γονίμων προόδων καὶ τῶν ἐπιστρεπτικῶν δυνάμεων καὶ τῶν ἑνοειδῶν ἐν τοῖς οὖσιν ὑποστάσεων. ζʹ
Τίνες μὲν οὖν οἱ τρόποι τῆς περὶ τοῦ πρώτου διδασκαλίας, καὶ διὰ ποίων ὀνομάτων αὐτὸ μηνύειν ὁ Πλάτων ἐπιχειρεῖ, καὶ πόθεν … τά τε ὀνόματα καὶ τοὺς τρόπους τούτους τῆς τοῦ ἀρρήτου καὶ ἀγνώστου τοῖς πᾶσι δείξεως, οἶμαι διὰ τούτων γεγονέναι καταφανές· εἰ δὲ δεῖ καὶ τῶν διεσπαρμένων περὶ αὐτοῦ δογμάτων ἐν τοῖς Πλατωνικοῖς λόγοις ἕκαστον θεωρῆσαι καὶ πρὸς τὴν μίαν ἀναγαγεῖν τῆς θεολογίας ἐπιστήμην, σκοπῶμεν, εἰ βούλει, πρὸ τῶν ἄλλων τὰ τοῦ Σωκράτους ὅσα ἐκεῖνος ἐν τῷ τῆς Πολιτείας ἕκτῳ κατὰ τὸν προειρημένον τρόπον ἐνδείκνυται, καὶ ὅπως διὰ τῆς ἀναλογίας τὴν θαυμαστὴν ὑπερβολὴν τοῦ ἀγαθοῦ πρὸς πάντα τὰ ὄντα καὶ τὰς ἀκρότητας τῶν ὅλων ἀναδιδάσκει.
Πρῶτον μὲν τοίνυν τὰ ὄντα διίστησιν ἀπʼ ἀλλήλων, καὶ τὰ μὲν νοητὰ τὰ δὲ αἰσθητὰ θέμενος, ἐπιστήμην μὲν ἀφορίζει τῇ τῶν νοητῶν γνώσει, τὴν δὲ αἴσθησιν τοῖς αἰσθητοῖς συζεύγνυσι· καὶ διχῇ τὰ πάντα διελών, τῷ τε νοητῷ πλήθει μονάδα μίαν ἐξῃρημένην ἐφίστησι καὶ τῷ αἰσθητῷ δευτέραν μονάδα κατὰ τὴν πρὸς ἐκείνην ὁμοιότητα· καὶ τῶν μονάδων τούτων ἑκατέραν γεννητικὴν ἐπιδείκνυσι, τὴν μὲν νοητοῦ φωτὸς τὴν δὲ αἰσθητοῦ· καὶ τῷ μὲν νοητῷ φωτὶ θεοειδῆ πάντα νοητὰ καὶ ἀγαθοειδῆ κατὰ τὴν ἐκ τοῦ πρώτου θεοῦ μετουσίαν ἀποφαίνει, τῷ δὲ αἰσθητῷ κατὰ τὴν ἀφʼ ἡλίου τελείωσιν ἡλιοειδῆ πάντα αἰσθητὰ καὶ τῇ μιᾷ μονάδι παραπλήσια. Πρὸς δὲ αὖ τοῖς εἰρημένοις, τὴν μὲν δευτέραν μονάδα τῆς ἐν τῷ νοητῷ βασιλευούσης ἐξάπτει· πάντα δὲ οὕτως εἰς τὸ ἀγαθὸν ἀνατείνει τά τε πρῶτα καὶ τὰ ἔσχατα τῶν ὄντων, τά τε νοητὰ λέγω καὶ τὰ αἰσθητά.
Καί μοι δοκεῖ τῆς ἐπὶ τὸ πρῶτον ἀναγωγῆς ὁ τοιοῦτος τρόπος ἄριστος εἶναι καὶ θεολογίᾳ μάλιστα προσήκειν· τοὺς μὲν ἐν τῷ κόσμῳ πάντας θεοὺς εἰς μίαν ἕνωσιν συνάγειν καὶ τῆς προσεχοῦς αὐτοῖς μονάδος ἐξάπτειν, τοὺς δὲ ὑπερκοσμίους εἰς τὴν νοερὰν ἐπανάγειν βασιλείαν, τοὺς δὲ νοεροὺς τῆς νοητῆς ἐξαρτᾶν ἑνώσεως, αὐτοὺς δὲ ἤδη τοὺς νοητοὺς καὶ τὰ ὄντα πάντα διὰ τούτων ἐπὶ τὸ πρῶτον ἀναφέρειν. Ὡς γὰρ τῶν ἐγκοσμίων ὑπερκόσμιος ἡ μονάς, ὡς τῶν ὑπερκοσμίων νοερὰ καὶ νοητὴ τῶν νοερῶν, οὕτως ἀνάγκη καὶ τὰ νοητὰ πρώτως τῆς ὑπὲρ τὰ νοητὰ μονάδος ἐξέχεσθαι καὶ τελειοῦσθαι παρʼ ἐκείνης, καὶ θεότητος πληρούμενα τῷ νοητῷ φωτὶ τὰ δεύτερα καταλάμπειν· τὰ δὲ νοερὰ τοῦ μὲν εἶναι παρὰ τῶν νοητῶν τοῦ δὲ ἀγαθοῦ καὶ τῆς ἑνοειδοῦς ὑπάρξεως ἐκ τῆς πρώτης αἰτίας ἀπολαύοντα, τῷ νοερῷ φωτὶ τὰ ὑπερκόσμια συνέχειν· αὐτὰ δὲ τὰ πρὸ τοῦ κόσμου γένη τῶν θεῶν, νοῦν μὲν καθαρὸν ἐκ τῶν νοερῶν ὑποδεχόμενα νοητὸν δὲ φῶς ἀπὸ τῶν νοητῶν τὸ δὲ ἑνιαῖον ἀπὸ τοῦ τῶν ὅλων πατρός, ἐκπέμπειν εἰς τόνδε ἐμφανῆ τὸν κόσμον τοῦ παρʼ ἑαυτοῖς φωτὸς ἔλλαμψιν· καὶ διὰ τοῦτο τὸν ἥλιον, ἀκρότητα τῶν ἐγκοσμίων ὄντα καὶ ἀπὸ τῶν αἰθερίων προελθόντα βυθῶν, τελειότητος ὑπερφυοῦς μεταδιδόναι τοῖς ὁρατοῖς καὶ ποιεῖν καὶ ταῦτα κατὰ δύναμιν τοῖς ὑπερουρανίοις κόσμοις προσόμοια.
Ταῦτα μὲν οὖν καὶ εἰς ὕστερον διὰ πλειόνων ἐξετάσομεν· πάντα δὲ αὖ τὸν εἰρημένον τρόπον τοῦ ἀγαθοῦ καὶ τῆς πρωτίστης ἑνάδος ἐξῆψεν ὁ παρὼν λόγος. Εἰ γὰρ ὁ μὲν ἥλιος ἅπαν τὸ αἰσθητὸν συνέχει, τὸ δὲ ἀγαθὸν ἅπαν τὸ νοητὸν καὶ παράγει καὶ τελειοῖ, τούτων δὲ ἡ δευτέρα μονὰς ἔκγονος τοῦ ἀγαθοῦ προσείρηται, καὶ διὰ τοῦτο καὶ αὕτη τὸ αἰσθητὸν ἀπολαμπρύνει καὶ διακοσμεῖ καὶ πληροῖ τῶν ἀγαθῶν, ὅτι δὴ μιμεῖται τὴν ἑαυτῆς πρόγονον αἰτίαν, πάντα ἂν οὕτως μετέχοι τοῦ ἀγαθοῦ καὶ πρὸς μίαν ταύτην ἀρχὴν ἀνατείνοιτο, τὰ μὲν νοητὰ καὶ τὰ θειότατα τῶν ὄντων ἀμέσως τὰ δὲ αἰσθητὰ διὰ τῆς ἑαυτῶν μονάδος.
Ἔτι τοίνυν καὶ καθʼ ἕτερον τρόπον τὴν ἐπὶ τὸ πρῶτον ἡμῖν ἀνάλυσιν ἐν τούτοις ὁ Πλάτων ὑφηγεῖται. Πάντα γὰρ τὰ ἐν τῷ κόσμῳ πλήθη νοητῶν ἐξάπτει μονάδων, οἷον τὰ μὲν καλὰ πάντα τοῦ αὐτοκαλοῦ τὰ δὲ ἀγαθὰ πάντα τοῦ αὐτοαγαθοῦ τὰ δὲ αὖ ἴσα τοῦ αὐτοΐσου· καὶ τὰ μὲν νοητὰ θέμενος τὰ δὲ αἰσθητά — αἱ δὲ ἀκρότητες αὐτῶν ἐν τοῖς νοητοῖς ἵδρυνται μονοειδῶς —, πάλιν ἀπὸ τῶν νοητῶν τούτων εἰδῶν ἐπαναβαίνειν ἀξιοῖ, καὶ τὴν ἀγαθότητα τὴν ἐπέκεινα τῶν νοητῶν μειζόνως σεβομένους, διʼ ἐκείνην πάντα καὶ εἶναι καὶ τελειοῦσθαι τὰ νοητὰ καὶ τὰς ἐν αὐτοῖς μονάδας ὑπολαμβάνειν· ὥσπερ γὰρ τὸ αἰσθητὸν πλῆθος εἰς μονάδα τοῖς αἰσθητοῖς ἀσύντακτον ἀνάγομεν, καὶ διὰ ταύτην ἀξιοῦμεν καὶ τοῦτο τὴν ὑπόστασιν ἔχειν, οὕτως ἀνάγκη τὸ νοητὸν εἰς ἄλλην αἰτίαν ἀναφέρειν μὴ συναριθμουμένην τοῖς νοητοῖς, ἀφʼ ἧς καὶ ταῦτα τήν τε οὐσίαν ἔλαχε καὶ τὴν θείαν ὕπαρξιν.
Μὴ δή τις οἰέσθω τὸν Πλάτωνα τὴν αὐτὴν ὑποτίθεσθαι τοῦ ἀγαθοῦ τάξιν ἔν τε τοῖς νοητοῖς εἴδεσι καὶ πρὸ τῶν νοητῶν. Ἀλλὰ τὸ μὲν ἀγαθὸν τὸ τῷ καλῷ συντεταγμένον ὄν, οὐσιῶδες καὶ τῶν εἰδῶν ἕν τι τῶν ἐν τοῖς νοητοῖς ὑπολαμβανέτω· τὸ δὲ ἀγαθὸν τὸ πρώτιστον, ὃ καὶ συνενίζοντες τοὔνομα τἀγαθὸν εἰώθαμεν ἀποκαλεῖν, ὑπερούσιον τιθέσθω καὶ τῶν ὄντων ἁπάντων πρεσβείᾳ τε καὶ δυνάμει προέχον. Ἐπεὶ καὶ ὁ Σωκράτης περὶ μὲν τοῦ καλοῦ καὶ ἀγαθοῦ διοριζόμενος οὑτωσί πώς φησι· Καὶ αὐτὸ δὴ καλὸν καὶ αὐτοαγαθόν, καὶ οὕτως περὶ πάντων ἃ τότε καλῶς πολλὰ ἐτίθεμεν, πάλιν αὖ κατʼ ἰδέαν ἑκάστου ὡς μιᾶς οὔσης τιθέντες, ὃ ἔστιν ἕκαστον προσαγορεύομεν· καὶ διὰ τούτων ἡμᾶς ἀπὸ τῶν αἰσθητῶν καλῶν τε καὶ ἀγαθῶν καὶ ὅλως τῶν μετεχομένων καὶ ἐν ἄλλοις ὄντων καὶ πεπληθυσμένων ἐπʼ αὐτὰς τὰς νοητὰς ἑνάδας τῶν ὄντων καὶ τὰς πρωτίστας οὐσίας ἀναγαγών, ἀπὸ τούτων αὖθις μέτεισιν ἐπὶ τὴν ἐξῃρημένην τῶν καλῶν πάντων καὶ τῶν ἀγαθῶν αἰτίαν. Ἐν μὲν γὰρ τοῖς εἴδεσι τὸ αὐτοκαλὸν ἐξηγεῖται τῶν πολλῶν καλῶν καὶ τὸ αὐτοαγαθὸν τῶν πολλῶν ἀγαθῶν, καὶ τῶν ὁμοίων ἑκάτερον ὑποστατικόν ἐστι μόνον· τὸ δὲ πρώτιστον ἀγαθὸν οὐ τῶν ἀγαθῶν μόνον ἐστὶν αἴτιον, ἀλλὰ καὶ τῶν καλῶν ὁμοίως, ὥσπερ καὶ ἐν ἄλλοις ὁ Πλάτων ἔφη· Καὶ ἐκείνου ἕνεκα πάντα καὶ ἐκεῖνο αἴτιον πάντων καλῶν.
Καὶ γὰρ αὖ πρὸς τοῖς εἰρημένοις, τὸ μὲν ἀγαθὸν τὸ ἐν τοῖς εἴδεσι νοητόν ἐστιν, ὡς αὐτὸς ὁ Σωκράτης ἀναδιδάσκει, καὶ γνωστόν, τὸ δὲ πρὸ τῶν εἰδῶν ἐπέκεινα τῶν ὄντων καὶ γνώσεως ἁπάσης ὑπεριδρυμένον· καὶ τὸ μὲν οὐσιώδους ἐστὶ τελειότητος παρεκτικόν, τὸ δὲ αὐτοῖς τοῖς θεοῖς τὸ ἀγαθοῖς εἶναι, καθόσον εἰσὶ θεοί, χορηγεῖ, καὶ τῶν προουσίων ἐστὶν ἀγαθῶν γεννητικόν. Μὴ τοίνυν μηδέ, ὅταν τὸ ἀγαθὸν προσονομάζῃ τὸ πρῶτον ὁ Σωκράτης ἐκ τοῦ τῆς ἰδέας ὀνόματος, εὐθὺς τὴν νοητὴν ἀγαθότητα λέγειν αὐτὸν ὑπολάβωμεν· ἀλλʼ ἐπειδὴ καὶ λόγου παντὸς καὶ ὀνόματος κρεῖττον τὸ πάντων αἴτιον τῶν καλῶν καὶ ἀγαθῶν, συγχωρῶμεν αὐτῷ διὰ τῶν προσεχῶς ἀπʼ αὐτοῦ πληρουμένων ἐπʼ ἐκεῖνο μεταφέρειν τὰς ἐπωνυμίας· τοῦτο γάρ, οἶμαι, καὶ αὐτὸς ἐνδεικνύμενος ἐφʼ ἅπασι τοῖς περὶ τοῦ ἀγαθοῦ λόγοις, ἐπέκεινα καὶ γνώσεως αὐτὸ καὶ τῶν γινωσκομένων καὶ οὐσίας καὶ τοῦ ὄντος εἶναι κατὰ τὴν πρὸς τὸν ἥλιον ἀναλογίαν ἀποδείκνυσιν. Καὶ τρόπον δή τινα θαυμαστὸν τῶν ἐν τῷ Παρμενίδῃ περὶ τοῦ ἑνὸς ἀποφάσεων ἡμῖν συνῃρημένην πεποίηται περίληψιν· τὸ γὰρ μήτε ἀλήθειαν εἶναι τἀγαθὸν μήτε οὐσίαν μήτε νοῦν μήτε ἐπιστήμην, ὁμοῦ μὲν αὐτὸ τῶν ὑπερουσίων ἑνάδων ἐξαιρεῖ καὶ παντὸς τοῦ τῶν θεῶν γένους, ὁμοῦ δὲ τῶν νοερῶν καὶ νοητῶν διακόσμων, ὁμοῦ δὲ τῆς ψυχικῆς ἁπάσης ὑποστάσεως· ταῦτα δέ ἐστιν ἃ καὶ διὰ τῆς πρώτης ὑποθέσεως ἀφαιρεῖ τῆς τῶν ὅλων ἀρχῆς.
Ἀλλὰ μὴν οὐδέ, ὅταν φανότατον τοῦ ὄντος ἀνυμνῇ τὸ τῶν θείων ἀγαθῶν ἡγεμονοῦν, ὡς μετέχον αὐτὸ φωτὸς φανότατον ἐπονομάζει — τὸ γὰρ πρώτιστον φῶς ἀπʼ αὐτοῦ πρόεισιν εἰς τὰ νοητὰ καὶ τὸν νοῦν —, ἀλλʼ ὡς αἴτιον τοῦ πανταχοῦ φωτὸς καὶ ὡς πηγὴν ἁπάσης τῆς νοητῆς ἢ νοερᾶς ἢ περικοσμίου θεότητος. Οὐδὲν γὰρ ἄλλο ἐστὶ τὸ φῶς ἢ μετουσία τῆς θείας ὑπάρξεως· ὡς γὰρ ἀγαθοειδῆ πάντα γίνεται τἀγαθοῦ μεταλαμβάνοντα καὶ πληρούμενα τῆς ἐκεῖθεν προϊούσης ἐλλάμψεως, οὕτως ἄρα καὶ θεοειδῆ τὰ πρώτως ὄντα καί, ὥσπερ λέγεται, θεῖα τά τε νοητὰ καὶ τὰ νοερὰ διὰ τὴν τοῦ θεοῦ μετουσίαν ἀποτελεῖται.
Πρὸς ἅπαντα δὴ τὰ εἰρημένα βλέποντες ἐξῃρημένην μὲν τὴν τἀγαθοῦ πρὸς τὰ ὄντα πάντα καὶ τοὺς θείους διακόσμους ὑπεροχὴν φυλάττομεν· ἐν ἑκάστῃ δὲ αὖ τάξει τῶν ὄντων τὴν ἀνάλογον ἐκείνῳ μονάδα συγχωρῶμεν ὑφεστάναι, μὴ μόνον ἐν τοῖς αἰσθητοῖς, ὥσπερ Πλάτων τὸν ἥλιόν φησιν, ἀλλὰ κἀν τοῖς ὑπερκοσμίοις κἀν τοῖς πρὸ τούτων ἐκ τἀγαθοῦ διατεταγμένοις γένεσιν τῶν θεῶν. Δῆλον γὰρ ὅτι τὰ τῆς αἰτίας τῆς πρώτης ἐγγυτέρω καὶ μετέχοντα μᾶλλον ἐκείνης ὁμοιότερά πώς ἐστι πρὸς αὐτήν· καὶ ὥσπερ ἐκείνη πάντων ἐστὶν αἰτία τῶν ὄντων, οὕτω δὴ καὶ αὐτὰ τῶν μερικωτέρων διακόσμων μονάδας ἡγεμονικὰς προεστήσατο· καὶ τὰ μὲν πλήθη ταῖς μονάσιν ὑποτάττει, τὰς δὲ αὖ μονάδας ἁπάσας εἰς τὴν ἐξῃρημένην τῶν ὅλων ἀρχὴν ἀνατείνει καὶ περὶ ἐκείνην ὑφίστησι μονοειδῶς. Δεῖ τοίνυν καὶ τὴν θεολογικὴν ἐπιστήμην ταῖς θείαις τάξεσιν ἑπομένως ἀμιγεῖς καὶ ὑπερβαλλούσας καὶ πρὸς μηδὲν τῶν ἄλλων ἐπιπλεκομένας τὰς περὶ αὐτῆς ἐννοίας ἀνακαθαίρεσθαι, καὶ πάντα μὲν τὰ δεύτερα κατʼ ἐκείνην ὑφιστάμενα θεωρεῖν καὶ περὶ ἐκείνην τελειούμενα, αὐτὴν δὲ ὑπερέχουσαν πασῶν τῶν ἐν τοῖς οὖσι μονάδων κατὰ μίαν ἁπλότητος ὑπερβολὴν καὶ προτεταγμένην τῶν ὅλων διακόσμων ἑνιαίως ὑποτίθεσθαι· ὡς γὰρ αὐτοὶ οἱ θεοὶ τὴν ἐν αὐτοῖς τάξιν διεθεσμοθέτησαν, οὕτω δεῖ καὶ τὴν περὶ αὐτῶν ἀλήθειαν τά τε προηγούμενα τῶν ὄντων αἴτια καὶ τὰ ἀπὸ τούτων ἀπογεννώμενα δεύτερα καὶ τρίτα διορίζεσθαι.
Μία τοίνυν ἀλήθεια περὶ τῆς πρώτης ἀρχῆς αὕτη καὶ ἕνα λόγον ἔχουσα ταῖς Πλατωνικαῖς ὑποθέσεσιν ἀρέσκοντα διαφερόντως, ὡς ἄρα προϋπάρχει τῶν ὅλων ἐν θεοῖς διακόσμων καὶ τὴν ἀγαθοειδῆ τῶν θεῶν οὐσίαν ὑφίστησι, καὶ ὡς ἔστι πηγὴ τῆς ἀγαθότητος τῆς ὑπερουσίου, καὶ ὅτι τὰ μετʼ αὐτὴν πάντα πρὸς αὐτὴν ἀνατεινόμενα τῶν ἀγαθῶν πληροῦται, καὶ τρόπον ἄρρητον ἑνοῦται πρὸς αὐτὴν καὶ ἑνοειδῶς περὶ αὐτὴν ὑφέστηκε. Τὸ γὰρ ἑνιαῖον αὐτῆς οὐκ ἔστιν ἄγονον, ἀλλὰ τοσούτῳ μᾶλλον τῶν ὅλων γεννητικὸν ὅσῳ τῶν ὑφισταμένων ἐξῃρημένην ἕνωσιν προεστήσατο· οὐδὲ τὸ γόνιμον αὐτῆς εἰς πλῆθος καὶ διαίρεσιν ἀποφέρεται, μένει δὲ ἄχραντον ἐν ἀβάτοις ἀποκεκρυμμένον, ἐπεὶ κἀν τοῖς μετʼ αὐτὴν ὁρῶμεν πανταχῇ τὸ τέλειον γεννᾶν ἐφιέμενον καὶ τὸ πλῆρες μεταδιδόναι καὶ ἄλλοις σπεῦδον τῆς πληρώσεως. Πολλῷ δὴ οὖν μειζόνως τὸ πάσας τὰς τελειότητας ἐν ἑνὶ συνέχον καὶ ὃ μὴ τὶ ἀγαθόν ἐστιν ἀλλʼ αὐτοαγαθὸν καὶ τὸ ὑπερπλῆρες, εἰ οἷόν τε φάναι, γεννητικὸν τῶν ὅλων ἔσται καὶ ὑποστατικὸν αὐτῶν, τῷ τῶν πάντων ἐξῃρῆσθαι τὰ πάντα παράγον καὶ τῷ ἀμέθεκτον εἶναι πάντα ὁμοίως τά τε πρῶτα καὶ τὰ ἔσχατα τῶν ὄντων ἀπογεννῶν.
Ἀλλὰ τὴν γένεσιν ταύτην καὶ τὴν πρόοδον μήτε κινουμένου τοῦ ἀγαθοῦ μήτε πληθυομένου μήτε δύναμιν ἔχοντος γεννητικὴν μήτε ἐνεργοῦντος ὑπολάβῃς προβάλλεσθαι· πάντα γὰρ ταῦτα δεύτερά ἐστι τῆς τοῦ πρώτου μονώσεως. Εἴτε γὰρ κινεῖται τὸ ἀγαθὸν, οὐκ ἀγαθὸν ἔσται· τὸ γὰρ αὐτοαγαθὸν καὶ ὃ μηδὲν ἄλλο ἐστίν, εἰ κινοῖτο, τῆς ἀγαθότητος ἐκστήσεται· πῶς οὖν τὸ διʼ ἀγαθότητα τῶν ὄντων παρακτικόν, αὐτῷ τῷ παράγειν τὰ ὅλα τοῦ ἀγαθοῦ στερόμενον ἀναφανήσεται; Εἴτε πληθύεται, διʼ ἀσθένειαν ἡ πρόοδος ἔσται τῶν ὅλων ἢ διʼ ὕφεσιν ἀλλʼ οὐ περιουσίαν τῆς ἀγαθότητος· τὸ γὰρ ἐν τῷ γεννᾶν τῆς οἰκείας ὑπεροχῆς ἐξιστάμενον, οὐ διὰ τελειότητα γόνιμον ἀλλὰ διʼ ὕφεσιν τῆς ἑαυτοῦ δυνάμεως καὶ ἔνδειαν σπεύδει τὰ χείρονα κοσμεῖν. Εἴτε δυνάμει χρώμενον παράγει τὰ πάντα, τῆς ἀγαθότητος ἐλάττωσις ἔσται περὶ αὐτό, δύο γὰρ ἂν εἴη καὶ οὐχ ἕν, ἀγαθὸν καὶ δύναμις· καὶ εἰ μὲν δεῖται τῆς δυνάμεως, ἐνδεὲς ἂν εἴη τὸ πρώτως ἀγαθόν, εἰ δὲ ἐξαρκεῖ πρὸς τὴν τελειότητα τῶν παραγομένων καὶ πρὸς τὴν πλήρωσιν τῶν πάντων αὐτὸ τὸ εἶναι τἀγαθόν, τί τὴν δύναμιν ἐν προσθήκης μοίρᾳ παραλαμβάνομεν; Αἱ γὰρ προσθέσεις ἐν τοῖς θεοῖς ἀφαιρέσεις εἰσὶ τῶν ὑπερεχουσῶν ἑνώσεων. Μόνον οὖν τἀγαθὸν ἔστω καὶ πρὸ δυνάμεως καὶ πρὸ ἐνεργείας· πᾶσα γὰρ ἐνέργεια δυνάμεώς ἐστιν ἔκγονος. Οὔτʼ οὖν ἐνεργοῦντος ἐκείνου πάντα κατʼ ἐνέργειαν ὑφέστηκεν, οὔτε δυνάμεως δεομένου πάντα πλήρη δυνάμεων, οὔτε πληθυομένου πάντα τοῦ ἀγαθοῦ μετείληφεν, οὔτε κινουμένου πάντα παρόντος ἀπολαύει τοῦ πρώτου. Πασῶν γὰρ δυνάμεων καὶ πασῶν ἐνεργειῶν καὶ παντὸς πλήθους καὶ κινήσεως προηγεῖται τἀγαθόν, ἐπεὶ καὶ τούτων ἕκαστον ὡς πρὸς τέλος τὸ ἀγαθὸν ἀναφέρεται. Τὸ δὴ τῶν τελείων ἁπάντων τελικώτατον καὶ τὸ τῶν ἐφετῶν ὅλων κέντρον πάντα μὲν τὰ ἐφετὰ τέλη χορηγοῦν τοῖς δευτέροις, αὐτὸ δὲ ἀπερίγραφον τοῖς πᾶσι προϋπάρχον τὸ πρῶτόν ἐστιν ἀγαθόν. ηʹ
Ἀλλὰ δὴ μετὰ ταῦτα τῶν ἐν τῇ πρὸς Διονύσιον ἐπιστολῇ περὶ τῆς πρώτης ἀρχῆς ἐννοιῶν ἀντιλαβώμεθα καὶ θεωρήσωμεν ὅπως ὑμνεῖ τὴν ἄρρητον αὐτῆς καὶ ἀμήχανον ὅσην ὑπερβολήν.
Τάχα δʼ ἄν τις ἡμῖν δυσχεράνειεν ὡς προχείρως τὰ τοῦ Πλάτωνος ἕλκουσιν ἐπὶ τὰς ἑαυτῶν ὑποθέσεις, καὶ τοὺς τρεῖς βασιλέας νοεροὺς εἶναι φήσει πάντας θεούς, τὸ δὲ ἀγαθὸν οὐδὲ συντάττειν οὐδὲ συναριθμεῖν ἀξιώσει τοῖς δευτέροις· οὐ γὰρ δὴ τῆς ἐξῃρημένης αὐτοῦ πρὸς τοὺς ἄλλους ὑπεροχῆς τὴν τοιαύτην ἐπαξίαν εἶναι συναρίθμησιν, οὐδὲ ὅλως πρῶτον εἶναι τἀγαθὸν ὡς πρὸς ἄλλο δεύτερον ἢ τρίτον αἴτιον εἰς τριάδος συμπλήρωσιν μετʼ ἄλλων συντελεῖν· ἀλλὰ πάσης τριάδος καὶ παντὸς ἀριθμοῦ μειζόνως ἐκεῖνο προέχειν ἢ τοὺς νοητοὺς θεοὺς τῶν νοερῶν. Πῶς οὖν τὸ πάντων ὁμοῦ τῶν θείων ἀριθμῶν ἐξῃρημένον συναριθμοῦμεν τοῖς ἄλλοις βασιλεῦσι καὶ τὸν μὲν πρῶτον τὸν δὲ δεύτερον τὸν δὲ τρίτον ἐπισυνάπτομεν; Πολλὰ δʼ ἂν ἔχοι καὶ ἄλλα λέγειν τὴν τῆς πρώτης ἀρχῆς πρὸς πᾶν τὸ θεῖον ὑπεροχὴν ἐνδεικνύμενος· καὶ δὴ καὶ ἡμῖν διαφερόντως ἔσται τῶν τοιούτων λόγων ἐξηγητής, οἳ τἀγαθὸν ἀμέθεκτον εἶναί φαμεν καὶ πάντων ἐκβεβηκέναι τῶν νοητῶν ἢ νοερῶν γενῶν καὶ πασῶν ὑπεριδρῦσθαι τῶν θείων μονάδων.
Ἀλλʼ ὅτι μὲν ὁ Πλάτων πάντων βασιλέα τὸν πρῶτον ὑποτίθεται θεόν, καὶ τοῦτον εἶναί φησιν οὗ ἕνεκα πάντα καὶ ὡς αἴτιον πάντων καλῶν, οὐ πολλοῦ δεῖν οἶμαι λόγου τοῖς τὰς ῥήσεις καθʼ αὑτὰς ἐπισκοπουμένοις χωρὶς τῶν οἰκείων ἐπινοιῶν ἃς φέροντες εἰσβιάζονται καὶ τῷ Πλάτωνι προσαρμόττειν ἐπιχειροῦσι· ὅτι δὲ οὐ συναριθμοῦντες ταῦτά φαμεν, δηλοῖ καὶ αὐτὸς ὁ Πλάτων, οὔτε πρῶτον εἰπὼν βασιλέα τὸν πρῶτον ἀλλὰ πάντων βασιλέα μόνον, οὔτε πρῶτα τὰ περὶ αὐτὸν ὥσπερ τὰ δεύτερα περὶ τὸ δεύτερον καὶ τὰ τρίτα περὶ τὸ τρίτον ἀλλὰ πάνθʼ ἁπλῶς τὰ ὄντα, καὶ τοῖς μὲν ἄλλοις ἀριθμὸν προσάγων καὶ διῃρημένην βασιλείαν, τῷ δὲ βασιλεῖ τῶν πάντων οὔτε ἀριθμοῦ μόριον οὔτε πρὸς τοὺς ἄλλους ἀντιδιαίρεσιν τῆς ἀρχῆς ἀποδιδούς. Ὁ δὴ τοιοῦτος τῶν λόγων τρόπος οὔτε συναριθμεῖ τοῖς ἄλλοις αὐτὸν οὔτε ὡς τριάδος ἡγούμενον συντάττει δευτέρᾳ καὶ τρίτῃ δυνάμει· τῆς γὰρ τριαδικῆς διαιρέσεως, ἡ μὲν πρώτη μονὰς τῶν πρώτων ἡγεῖται καὶ συστοίχων ἑαυτῇ διακόσμων, ἡ δὲ δευτέρα τῶν δευτέρων, ἡ δὲ τρίτη τῶν τρίτων. Εἰ δὲ καὶ πάντων ἡγεῖσθαι τὴν πρώτην ὑπολαμβάνοι τις ὡς καὶ τοὺς δευτέρους ὁμοῦ καὶ τοὺς τρίτους κλήρους περιλαμβάνουσαν, ἀλλʼ ἡ κατὰ περιοχὴν αἰτία τῆς ἐπὶ πάντα διηκούσης ὁμοίως ἐξήλλακται, καὶ τῷ μὲν πάντων βασιλεῖ τὰ πάντα καθʼ ἕνα λόγον καὶ μίαν τάξιν ὑποτέτακται, τῷ δὲ πρώτῳ τῆς τριάδος τὰ μὲν πρῶτα κατὰ τὴν αὐτοῦ τάξιν τὰ δὲ δευτέρα καὶ τρίτα κατὰ τὴν πρὸς τοὺς λοιποὺς βασιλέας κοινωνίαν δουλεύειν ἀνάγκη. Πῶς οὖν τὸ τῆς πρωτίστης αἰτίας ἐξῃρημένον καὶ ἀσύντακτον πρὸς τὰς ἄλλας τῶν θεῶν βασιλείας οὐχ οὗτος ὁ λόγος ἀνυμνεῖ διαφερόντως, ὅταν καὶ πάντων αὐτὴν βασιλεύειν ὁμοίως λέγῃ, καὶ πάντα περὶ αὐτὴν ὑφεστάναι, καὶ αὐτῆς ἕνεκα τοῖς πᾶσιν ὑπάρχειν τήν τε οὐσίαν καὶ τὸ ἐνεργεῖν;
Εἰ δὲ καὶ ὁ ἐν τῇ Πολιτείᾳ Σωκράτης ἀνάλογον τἀγαθῷ τὸν ἥλιον ἐν τῷ κόσμῳ βασιλεύειν σαφῶς ἀναδιδάσκει, καὶ τὴν ἀναλογίαν ταύτην οὐδεὶς ἂν αἰτιᾶσθαι τολμήσειεν, ὡς τὸ ἀγαθὸν τῷ τῶν ἐγκοσμίων βασιλεῖ συναριθμοῦσαν· ἀλλʼ εἰ τῇ τῶν δευτέρων αἰτιῶν πρὸς τὰς πρώτας ἀρχὰς ὁμοιότητι καὶ τὴν ἐξῃρημένην ἐκείνην ἡγεμονίαν συνδιαφυλάττειν ἀξιοῦμεν, πῶς τοὺς ὑπερκοσμίους βασιλέας ἀνάλογον τῷ πρώτῳ τῶν οἰκείων κλήρων ἡγεῖσθαι, καθάπερ ἐκεῖνο τῶν ὅλων προτέτακται κατὰ μίαν ὑπεροχήν, ἀδύνατον φήσομεν;
Καὶ τί δεῖ πολλὰ λέγειν; Ἀλλὰ βασιλέα μὲν ὁ Πλάτων τὸν θεὸν ἀποκαλεῖ, τοὺς δὲ ἄλλους οὐκέτι τῆς αὐτῆς ἐπωνυμίας ἀξιοῖ, οὐκ ἐν ἀρχῇ μόνον τῆς περὶ αὐτῶν ῥήσεως, ἀλλὰ καὶ μικρὸν προελθών· Τοῦ δὴ βασιλέως πέρι, φησί, καὶ ὧν εἴπομεν, οὐδέν ἐστι τοιοῦτον. Οὐκοῦν βασιλεὺς μὲν ὁ πρῶτος λέγεται μόνος θεός· βασιλεὺς δὲ οὐ τῶν πρώτων μόνον, ὥσπερ δὴ τῶν δευτέρων ὁ δεύτερος καὶ τῶν τρίτων ὁ τρίτος, ἀλλὰ πάντων ὁμοῦ τῶν ὄντων, καὶ τῶν καλῶν πάντων αἴτιος. Ἐξῃρημένως ἄρα καὶ ἑνοειδῶς καὶ κατὰ τὴν ὑπεροχὴν τῶν ὅλων προέχει τῶν ἄλλων αἰτίων, καὶ οὔτε συντεταγμένος αὐτοῖς οὔτε ὡς τριάδος ἡγούμενος ὑπὸ τοῦ Πλάτωνος ἀνύμνηται.
Καὶ μὴν καὶ ὅτι περὶ τοῦ πρώτου θεοῦ ταῦτα διατέτακται, μικρὸν ἐπανελθόντες τῶν περὶ αὐτοῦ λόγων μάθοιμεν ἄν· Φῂς γὰρ δὴ κατὰ τὸν ἐκείνου λόγον, οὐχ ἱκανῶς ἀποδεδεῖχθαί σοι περὶ τῆς τοῦ πρώτου φύσεως. Φράσω τοίνυν διʼ αἰνιγμῶν ἵνα ἄν τι ἡ δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. Ὧδε γὰρ ἔχει. Περὶ τὸν πάντων βασιλέα τὰ πάντα ἐστὶ καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον πάντων τῶν καλῶν. Ἐν δὴ τούτοις τὰς περὶ τοῦ πρώτου διʼ αἰνιγμάτων ἐννοίας ἡμῶν ἀνακαθήρασθαι προθέμενος, τὸν πάντων ἐξυμνεῖ βασιλέα, καὶ τὴν αἰτίαν τῶν ὅλων ἐπʼ αὐτὸν ἀναφέρει καλῶν τε καὶ ἀγαθῶν. Τίς οὖν ἐστι τῶν πάντων βασιλεὺς ἢ ὁ ἑνιαῖος θεός, ὁ τῶν πάντων ἐξῃρημένος καὶ τὰ πάντα παράγων ἀφʼ ἑαυτοῦ καὶ κατὰ μίαν αἰτίαν ἐξηγούμενος τῶν ὅλων διακόσμων; Τίς δὲ ὁ τὰ τέλη πάντα πρὸς ἑαυτὸν ἐπιστρέφων καὶ περὶ ἑαυτὸν ὑποστησάμενος; Οὗ γὰρ ἕνεκα τὰ πάντα, τοῦτον ἁπάντων τελῶν τέλος καὶ πρωτουργὸν αἰτίαν προσειπών, οὐκ ἂν ἁμάρτοις τῆς περὶ αὐτὸν ἀληθείας. Τίς δὲ ὁ τῶν καλῶν ἁπάντων αἴτιος, καὶ πάντα καταλάμπων τῷ θείῳ φωτί, καὶ τὸ αἰσχρὸν καὶ τὸ ἄμετρον εἰς τὸ ἔσχατον καὶ τὸ τῶν ὅλων ἀμυδρότατον κατακλείσας;
Εἰ δὲ βούλει, καὶ ἐκ τῶν ἑξῆς τοῦ Πλάτωνος ῥημάτων, τίνι προσήκει φήσομεν τὸ μηδενὸς λόγου μηδὲ γνώσεως δεκτικόν. Τῷ πρώτῳ. Τὸ γὰρ «Ποῖόν τι μήν;» ἁπάντων αἴτιόν ἐστι κακῶν εἰς τὴν πρωτίστην ἀρχὴν ἀναφερόμενον· οὔτε γὰρ νοῆσαι ταύτην ὡς ἄγνωστον οὔτε ἀφερμηνεῦσαι δυνατὸν ὡς ἀπερίγραφον, ἀλλʼ ὅπερ ἂν εἴπῃς, τὶ ἐρεῖς καὶ περὶ ἐκείνης μὲν ἐρεῖς, αὐτὴν δὲ οὐκ ἐρεῖς· ὧν γάρ ἐστιν αἰτία λέγοντες, ὅ τι ποτέ ἐστιν εἰπεῖν ἢ διὰ νοήσεως λαβεῖν ἀδυνατοῦμεν. Ἐνταῦθα τοίνυν ἡ προσθήκη τοῦ ποιοῦ καὶ ἡ πολυπραγμοσύνη τῆς ψυχῆς ἀφίστησι μὲν αὐτὴν τῆς ἐξῃρημένης τῶν ὅλων ἀγαθότητος, πλεονάζουσαν ταῖς περὶ αὐτῆς ἐννοίαις, καθέλκει δὲ εἰς τὰ συγγενῆ καὶ σύμφυλα καὶ πολυειδῆ νοήματα, τὸ δὲ ἑνιαῖον ἀπολαμβάνει καὶ κρύφιον τῆς τοῦ ἀγαθοῦ μετουσίας. Καὶ οὐ τὴν ἀνθρωπίνην ψυχὴν μόνον καθαρεύειν προσήκει τῶν ἑαυτῆς συστοίχων ἐν τῇ πρὸς τὸ πρῶτον ἑνώσει καὶ κοινωνίᾳ πᾶν τὸ ἑαυτῆς πλῆθος ἔξω καταλείπουσαν, καὶ τὴν ὕπαρξιν τὴν ἑαυτῆς ἀνεγείρουσαν μύσασαν, φησί, προσάγειν αὑτὴν τῷ πάντων βασιλεῖ καὶ μετέχειν τοῦ φωτός, ὡς αὐτῇ θεμιτόν· ἀλλὰ καὶ νοῦς πρὸ ἡμῶν καὶ πάντα τὰ θεῖα ταῖς ἀκροτάταις ἑνώσεσιν ἑαυτῶν καὶ τοῖς ὑπερουσίοις πυρσοῖς καὶ ταῖς ὑπάρξεσι ταῖς πρώταις ἥνωνται τῷ πρώτῳ καὶ μετέχουσιν ἀεὶ τῆς ἐκεῖθεν πληρώσεως· οὐχ ᾗπερ οὖν εἰσιν, ἀλλʼ ᾗ τῶν ἑαυτοῖς συγγενῶν ἐξῄρηνται, πρὸς τὴν μίαν ἀρχὴν συννεύουσι. Πᾶσι γὰρ ἐνέσπειρεν ὁ τῶν ὅλων αἴτιος τῆς ἑαυτοῦ παντελοῦς ὑπεροχῆς συνθήματα, καὶ διὰ τούτων περὶ ἑαυτὸν ἵδρυσε τὰ πάντα, καὶ πάρεστιν ἀρρήτως πᾶσιν ἀφʼ ὅλων ἐξῃρημένος. Ἕκαστον οὖν εἰς τὸ τῆς ἑαυτοῦ φύσεως ἄρρητον εἰσδυόμενον εὑρίσκει τὸ σύμβολον τοῦ πάντων Πατρός· καὶ σέβεται πάντα κατὰ φύσιν ἐκεῖνον, καὶ διὰ τοῦ προσήκοντος αὐτῷ μυστικοῦ συνθήματος ἑνίζεται τὴν οἰκείαν φύσιν ἀποδυόμενα, καὶ μόνον εἶναι τὸ ἐκείνου σύνθημα σπεύδοντα καὶ μόνου μετέχειν ἐκείνου, πόθῳ τῆς ἀγνώστου φύσεως καὶ τῆς τοῦ ἀγαθοῦ πηγῆς· καὶ μέχρι ταύτης ἀναδραμόντα τῆς αἰτίας ἐν γαλήνῃ γίνεται καὶ τῶν ὠδίνων λήγει καὶ τοῦ ἔρωτος, ὃν ἔχει τὰ πάντα κατὰ φύσιν, τῆς ἀγνώστου καὶ ἀρρήτου καὶ ἀμεθέκτου καὶ ὑπερπλήρους ἀγαθότητος. θʹ
Ἀλλʼ ὅτι μὲν περὶ τοῦ πρώτου θεοῦ τὸν παρόντα λόγον ὑποθετέον, καὶ ὡς ἀσύντακτον αὐτὸν καὶ τῶν λοιπῶν ἐξῃρημένον διαφερόντως ἐν τούτοις ὁ Πλάτων τοῖς νοήμασιν ἀφίησιν, οἶμαι διὰ τούτων ὑπομεμνῆσθαι μετρίως· σκεψώμεθα δὲ ἐφεξῆς καὶ τῶν δογμάτων ἕκαστον καὶ ταῖς περὶ τῆς αἰτίας ἐννοίαις ἐφαρμόσωμεν, ἵνα κἀκ τούτων τὸν τῆς ὅλης θεολογίας σκοπὸν τῷ λογισμῷ περιλάβωμεν.
Μία μὲν οὖν ἀλήθεια περὶ τῆς πρώτης ἀρχῆς ἔστω διαφερόντως αὐτῆς ὑμνοῦσα τὸ ἄρρητον καὶ ἁπλοῦν καὶ τῶν πάντων ἐκβεβηκός, ἣ τὰ μὲν ἄλλα πάντα περὶ ἐκείνην ὑφίστησιν, αὐτὴν δὲ οὔτε γεννᾶν οὔτε παράγειν οὐδὲν οὔτε ὡς τέλος προϋπάρχειν τῶν μεθʼ ἑαυτὴν ὑποτίθεται. Τὸ γὰρ τοιοῦτον τῶν ὀνομάτων εἶδος οὔτε προστίθησιν οὐδὲν τῷ ἀγνώστῳ … ἀπὸ τῶν ὅλων ἐξῃρημένον, οὔτε πληθύει τὸ πάσης ἑνώσεως ὑπεριδρυμένον, οὔτε σχέσιν ἀναφέρει καὶ κοινωνίαν τῶν δευτέρων ἐπὶ τὸ παντελῶς ἀμέθεκτον, οὐδὲ ὅλως περὶ ἐκείνου διδάσκειν ἐπαγγέλλεται καὶ τῆς ἐκείνου φύσεως, ἀλλὰ περὶ τῶν μετʼ ἐκεῖνο δευτέρων καὶ τρίτων ὑποστάσεων.
Ταύτης δὲ οὔσης τοιαύτης καὶ οὕτως τὸ ἄρρητον σεβούσης τοῦ πρώτου θεοῦ τῆς ἐνδείξεως, δευτέρα μετʼ αὐτήν ἐστιν ἡ πάσας τὰς ἐφέσεις τῶν πραγμάτων ἐπιστρέφουσα πρὸς αὐτό, κἀκεῖνο τῶν ὅλων ἐφετὸν καὶ κοινὸν τέλος ἀνευφημοῦσα κατὰ μίαν αἰτίαν πασῶν τῶν ἄλλων αἰτιῶν προηγουμένην. Τὸ μὲν γὰρ ἔσχατον τῶν πραγμάτων ἕνεκά του μόνον ἐστί, τὸ δὲ πρῶτον οὗ ἕνεκα μόνον· πάντα δὲ τὰ μεταξὺ μετέχει τῶν δύο τούτων ἰδιοτήτων· καὶ τῶν μὲν ὑπερεχόντων ὡς ἐφετῶν λιπαρῶς ἀντέχεται, τοῖς δὲ ὑποδεεστέροις ἐνδίδωσι τὴν τῶν ἐφέσεων τελειότητα.
Τρίτη δὲ πρὸς ταύταις ἐστὶ πολλῷ λειπομένη τῶν προειρημένων θεωρία τῆς ἀρχῆς τῶν ὅλων, ἡ καὶ ὑποστατικὴν αὐτὴν τῶν καλῶν πάντων ὑποτιθεμένη. Τὸ μὲν γὰρ τὸ τοῦ ἀγαθοῦ χορηγὸν καὶ τὸ ὡς τέλος προέχον τῶν θείων διακόσμων ἐπʼ αὐτὴν ἀναπέμπειν οὐ πόρρω βάλλει τῆς πάντα τὰ αἴτια μετʼ αὐτὴν καὶ ἀπʼ αὐτῆς τὴν ὑπόστασιν ἔχειν λεγούσης ὑφηγήσεως, τά τε πατρικὰ καὶ τοῦ ἀγαθοῦ πληρωτικὰ καὶ τὰ τῶν γονίμων δυνάμεων οἰστικά· τὸ δὲ καὶ ποιητικὴν αὐτῇ καὶ γεννητικὴν ἀπονέμειν αἰτίαν πορρώτερον φέρεται τῆς τοῦ πρώτου παντελοῦς ἑνώσεως· οὔτε γὰρ εἰ αἴτιον ἐκεῖνο τῶν ὄντων οὔτε εἰ γεννητικόν, ἢ γνῶναι τοῖς δευτέροις θεμιτὸν ἢ λόγῳ διελθεῖν, ἀλλὰ σιγῇ τὸ ἄρρητον αὐτοῦ καὶ πρὸ τῶν αἰτίων πάντων ἀναιτίως αἴτιον ἀνυμνεῖν. Εἰ δέ, ὥσπερ τὸ ἀγαθὸν καὶ τὸ ἕν, οὕτω καὶ τὸ αἴτιον, καὶ τελικὸν ἢ πατρικόν, ἀπὸ τῶν πρώτων αὐτοῦ μετεχόντων ἐπʼ αὐτὸ μεταφέρειν ἐπιχειροῦμεν, τῇ μὲν ὠδῖνι τῆς ψυχῆς τῇ περὶ τὸν ἑνιαῖον θεὸν συγγνωστέον καὶ νοεῖν ἐκεῖνον καὶ περὶ αὐτοῦ λέγειν ὀρεγομένῃ, τὴν δὲ ἐξῃρημένην ὑπερβολὴν τοῦ ἑνὸς ἀμήχανον ὅσον τῆς τοιαύτης ἐνδείξεως ὑπερφέρειν θετέον.
Ἐκ τούτων τοίνυν καὶ τὰ τοῦ Πλάτωνος ἱεροπρεπῆ νοήματα καὶ τὴν προσήκουσαν τοῖς πράγμασιν τάξιν ἀποδεξόμεθα. Καὶ τὸ μὲν πρῶτον τὴν ἁπλότητα τοῦ πάντων βασιλέως καὶ τὴν ὑπεροχὴν καὶ τὸ ἄσχετον καὶ τὸ πρὸς πάντα ἁπλῶς ἀσύντακτον ἱκανῶς ἐνδείκνυσθαι φήσομεν. Τὸ γὰρ πάντα περὶ αὐτὸν ὑφεστηκέναι, τῶν μὲν δευτέρων τὴν ὕπαρξιν ἐκφαίνει, τὸ δὲ ἐπέκεινα τῶν ὅλων ἀφίησιν οὐδεμίαν ἔχειν πρὸς τὰ μετʼ αὐτὸν συμπλοκήν. Τὸ δὲ δεύτερον τὴν ἐν τέλους τάξει προτεταγμένην τῶν θεῶν πάντων αἰτίαν ἀνευφημεῖ. Τῷ γὰρ πρὸ αἰτίας συνεχές ἐστι τὸ τῶν ὅλων αἰτίων ἀκρότατον, τοιοῦτον δέ ἐστι τὸ τελικὸν αἴτιον καὶ τὸ οὗ ἕνεκα· τοῦτο τοίνυν μετʼ ἐκεῖνο καὶ τῇ τάξει τῶν πραγμάτων καὶ τῇ τῆς Πλατωνικῆς διδασκαλίας προόδῳ συναναφαίνεται. Τὸ δὲ αὖ τρίτον καὶ παρακτικὸν αὐτὸν τῶν καλῶν ὑποτίθεται, καὶ καταδεέστερον τοῦ τέλους αἰτίας εἶδος αὐτῷ προστίθησιν — ὅθεν, οἶμαι, καὶ ὁ Πλωτῖνος πηγὴν τοῦ καλοῦ τὸν πρῶτον θεὸν προσειπεῖν οὐκ ὤκνησε· δεῖ δὲ ἄρα τῷ πάντων ἀρίστῳ τὸ ἄριστον ἀπονέμειν, ἵνα καὶ πάντων αἴτιος ᾖ καὶ προαίτιος, ὡς ὁ ἀληθὴς λόγος· τοῦτο δέ ἐστι τὸ ἀγαθόν.
Ἐπεὶ καὶ τοῦτο θαυμαστὸν ἐν τοῖς τοῦ Πλάτωνος λόγοις συνορᾶν ἔξεστιν, ὡς τὸ μὲν πρώτιστον τῶν τριῶν τούτων ἐνθέων δογμάτων οὔτε περὶ τοῦ ἀγαθοῦ τι λέγειν τολμᾷ καὶ τῆς ἀπορρήτου ταύτης φύσεως, οὔτε αἰτίας εἶδος οὐδὲν ἐπʼ αὐτὸ διὰ τῶν λόγων ἀναφέρειν ἡμῖν συγχωρεῖ. Τὸ δὲ δεύτερον ἐκεῖνο μὲν ἀφίησιν ἄρρητον, ὡς θέμις, ἐκ δὲ τῆς τῶν μετʼ αὐτὸ σχέσεως τὸ τελικὸν αἴτιον συλλογίζεσθαι παρέχεται. Ἐκεῖνο μὲν γὰρ οὗ ἕνεκα προσειπεῖν οὐκ ἠξίωσε, πάντα δὲ ἐκείνου θέμενος ἕνεκα τῆς τοῦ ἐφετοῦ πρὸς τὰ ἐφιέμενα κοινωνίας καὶ συντάξεως ἐν ἡμῖν ἀνεγείρει τὴν ἔννοιαν. Τό γε μὴν τρίτον ἐκεῖνο τῶν καλῶν αἴτιον ἀποφαίνεται· τοῦτο δέ ἐστι καὶ λέγειν τι περὶ αὐτοῦ, καὶ προστιθέναι τῇ τῆς πρώτης αἰτίας ἁπλότητι, καὶ μὴ μένειν ἐπὶ τῆς τοῦ τέλους ἐννοίας, ἀλλὰ καὶ ποιητικὴν αὐτῇ προσάπτειν τῶν δευτέρων ἀρχήν, καί μοι δοκεῖ κἀνταῦθα τῶν προσεχῶς μετὰ τὸ πρῶτον ἐκφανέντων· οὐδὲ γὰρ ἀλλαχόθεν τι περὶ ἐκείνου λέγειν δυνατὸν ἢ ποτὲ μὲν ἐκ τῶν πάντων ποτὲ δὲ ἐκ τῶν ἀρίστων ὁρμωμένοις· καὶ γὰρ πᾶσι τοῖς οὖσιν αἴτιόν ἐστι τῆς ὑπάρξεως, καὶ πρώτως ὑπὸ τῶν ἀρίστων μετέχεται καὶ τῆς ἑαυτοῦ χωριστῆς ἑνώσεως ἐκφαίνει διὰ τούτων τὴν ἰδιότητα. Τὸ μὲν οὖν ἓν καὶ τὸ ἀγαθὸν ἐκ τῆς εἰς ἅπαντα τὰ ὄντα καθηκούσης ἀπʼ αὐτοῦ δόσεως ἐπʼ αὐτὸ μετήγομεν· ὧν γὰρ τὰ ὄντα πάντα μετείληφε, τούτων τὸ αἴτιον οὐδὲν ἄλλο φήσομεν ἢ τὸ πρὸ τούτων ἁπάντων ἱδρυμένον. Τὸ δὲ περὶ ὃ καὶ τὸ διʼ ὃ καὶ τὸ ἀφʼ οὗ διαφερόντως μέν ἐστιν ἐν τοῖς νοητοῖς θεοῖς, ἀπὸ δὲ τούτων εἰς τὸ πρῶτον ἀναπέμπεται· πόθεν γὰρ ἄλλοθεν τοῖς ἑνιαίοις θεοῖς τὰς ἰδιότητας ἢ ἐκ τοῦ πρὸ αὐτῶν ἐφήκειν ὑποθησόμεθα; Προσήκει δὴ οὖν τῇ μὲν ἀκρότητι τῶν νοητῶν τὸ περὶ ὅ, διότι περὶ αὐτὴν πάντες οἱ θεῖοι διάκοσμοι προεληλύθασι κρυφίως αὐτῶν προτεταγμένην· τῇ δὲ μέσῃ τάξει τὸ διʼ ὅ, πάντα γὰρ τῆς ἀϊδιότητος ἕνεκα καὶ τῆς ὁλοτελοῦς ὑπάρξεως ὑφέστηκε· τῇ δὲ ἀποπερατώσει τῶν νοητῶν τὸ ἀφʼ οὗ, πρώτη γὰρ αὕτη καὶ παράγει πάντα καὶ διακοσμεῖ μονοειδῶς. ιʹ
Ταῦτα μὲν οὖν γνωριμώτερα ποιήσομεν ὅπως λέγεται μικρὸν ὕστερον ἐν τῇ περὶ τῶν νοητῶν θεῶν διδασκαλίᾳ· τὸ δὲ μετὰ ταῦτα φέρε τὴν περὶ τοῦ πρώτου θεοῦ πραγματείαν ἐπαναπαύσωμεν τῇ τοῦ Παρμενίδου θεωρίᾳ, καὶ τῆς πρώτης ὑποθέσεως ἀναφήνωμεν τὰ μυστικὰ νοήματα, καθόσον τῇ παρούσῃ προθέσει διαφέρει· τὴν γὰρ τελεωτάτην αὐτῶν ἐξήγησιν ἐν τοῖς εἰς τὸν διάλογον ἡμῖν γεγραμμένοις καταβεβλήμεθα.
Πρῶτον μὲν οὖν ἐκεῖνο διορίσασθαι χρὴ περὶ τῆς πρώτης ὑποθέσεως, ὅτι τοσαῦτα συμπεράσματα περιείληφεν ἀποφατικῶς ὅσα καταφατικῶς ἡ μετʼ αὐτήν· ἐκείνη μὲν γὰρ τὰς ὅλας διακοσμήσεις ἀπὸ τοῦ ἑνὸς προϊούσας ἐπιδείκνυσιν, αὕτη δὲ τὸ ἓν ἐξῃρημένον ἁπάντων τῶν θείων γενῶν· ἐκ δὲ ἀμφοῖν παντὶ καταφανὲς ὅπως τὸ αἴτιον τῶν ὅλων ὑπερέχειν ἀνάγκη τῶν ἀφʼ ἑαυτοῦ παραγομένων. Καὶ γὰρ διότι πάντων ἐστὶ τῶν θεῶν αἴτιον τὸ ἕν, ἐκβέβηκεν ἁπάντων· καὶ διότι καθʼ ὑπεροχὴν αὐτῶν ἐξῄρηται, διὰ τοῦτο πᾶσιν ἐνδίδωσι τὰς ὑποστάσεις. Αὐτῷ γὰρ τῷ πάντων ὑπερηπλῶσθαι, πάντας ὑφίστησιν, ἐπεὶ κἀν ταῖς δευτέραις ἢ τρίταις τάξεσι τῶν ὄντων, τῶν συντεταγμένων αἰτίων τὰ παντελῶς ἐξῃρημένα τῶν οἰκείων ἀποτελεσμάτων τελεώτερον ἀπογεννᾷ καὶ συνέχει τὰ ἑαυτῶν γεννήματα· καὶ αὐτῷ τῷ πάντας τοὺς θείους διακόσμους ἀρρήτως παράγειν, ἁπάντων ἑνιαίως ὑπεριδρυμένον ἀναφαίνεται, καὶ γὰρ ἐν τοῖς μετʼ αὐτὸ γεννωμένοις πανταχοῦ τῶν αἰτιατῶν ἐξήλλακται τὸ αἴτιον· καὶ διὰ τοῦτο ἡ μὲν φύσις ἀσώματος, αἰτία σωμάτων ὑπάρχουσα, ἡ δὲ ψυχὴ παντελῶς ἀΐδιος, αἰτία δὲ τῶν γεννητῶν, ὁ δὲ νοῦς ἀκίνητος, αἴτιος γὰρ τῶν κινουμένων ἁπάντων. Εἰ τοίνυν καθʼ ἑκάστην τῶν ὄντων πρόοδον ἀποφάσκεται τῶν αἰτίων τὰ ἀπʼ αὐτῶν, ἀνάγκη δήπου τοῦ τῶν πάντων αἰτίου πάντα ὁμοίως ἀφαιρεῖν.
Δεύτερον δὲ μετὰ τοῦτο τὴν τάξιν οἶμαι δεῖν τῶν ἀποφάσεων διωρίσθαι τοῖς τὴν θεολογίαν κατὰ τὴν τοῦ Παρμενίδου βούλησιν ὑποδεξαμένοις, καὶ ὅτι πρόεισι μὲν ἀπὸ τῶν πρώτως ἐν τοῖς θείοις γένεσι μονάδων καὶ πάντα τὰ δεύτερα καὶ τρίτα, κατὰ τὴν προσήκουσαν ἑκάστοις τάξιν, ἀφαιρεῖ τοῦ ἑνός — τὸ γὰρ τῶν ἀρχηγικωτέρων αἰτίων ἐκβεβηκὸς πολλῷ μειζόνως προϋφέστηκε τῶν καταδεεστέρων —, οὐ μέντοι τὴν τῶν λόγων ἀρχὴν ἀπὸ τῶν ἡνωμένων τῷ πρώτῳ θεῶν καταβάλλεται· δυσδιάκριτον γὰρ τοῦτο τὸ γένος τοῦ ἑνός, διότι κατὰ φύσιν μετʼ αὐτὸ τεταγμένον ἑνικώτατόν ἐστι καὶ κρύφιον καὶ τῷ γεννήσαντι διαφερόντως ὁμοιότατον. Ὅπου δὴ οὖν πρὸ τῶν ἄλλων ἁπάντων διαίρεσις ἀνεφάνη καὶ πλῆθος, ἐκεῖθεν ὁρμηθεὶς ὁ Παρμενίδης, καὶ διὰ πάντων ἐν τάξει τῶν δευτέρων προελθὼν διακόσμων ἄχρι καὶ τῶν ἐσχάτων, ἀναστρέφει πάλιν ἐπʼ ἀρχήν, καὶ δείκνυσιν ὅπως καὶ τῶν ἑνοειδεστάτων θεῶν καὶ πρώτως αὐτοῦ μετεχόντων ἐξήλλακται τὸ ἓν κατὰ μίαν ἄρρητον αἰτίαν.
Τρίτον δὲ αὖ πρὸς τοῖς εἰρημένοις περὶ τοῦ τρόπου διορίζομαι τῶν ἀποφάσεων, ὡς οὐκ εἰσὶ στερητικαὶ τῶν ὑποκειμένων ἀλλὰ γεννητικαὶ τῶν οἷον ἀντικειμένων· τῷ γὰρ οὐ πολλὰ τὸ πρῶτον ὑπάρχειν, ἀπʼ αὐτοῦ τὰ πολλὰ πρόεισιν, καὶ τῷ μὴ ὅλον, ἡ ὁλότης, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· καὶ ὡς μένειν ἐπὶ τῶν ἀποφάσεων προσήκει τῷ Πλάτωνι πειθομένους καὶ μηδὲν τῷ ἑνὶ προστιθέντας· ὅ τι γὰρ ἂν προσθῇς, ἐλαττοῖς τὸ ἕν, καὶ οὐχ ἓν αὐτὸ λοιπὸν ἀποφαίνεις, ἀλλὰ πεπονθὸς τὸ ἕν· τὸ γὰρ μὴ ἓν μόνον, ἀλλὰ πρὸς τούτῳ καὶ ἄλλο τι κατὰ μέθεξιν ἔχει τὸ ἕν.
Ἔστι τοίνυν ὁ τρόπος οὗτος τῶν ἀποφάσεων ἐξῃρημένος ἑνιαῖος πρωτουργὸς ἐκβεβηκὼς τῶν ὅλων ἐν ἀγνώστῳ καὶ ἀρρήτῳ τῆς ἁπλότητος ὑπερβολῇ. Καὶ δεῖ τῷ πρώτῳ θεῷ τὸν τοιοῦτον ἀναθέντας πάλιν αὐτὸν καὶ τῶν ἀποφάσεων ἐξαιρεῖν· οὐδὲ γὰρ λόγος ἐκείνου γένοιτʼ ἂν οὐδὲ ὄνομα, φησὶν ὁ Παρμενίδης, οὐδέν· εἰ δὲ μηδείς ἐστιν ἐκείνου λόγος, δῆλον ὡς οὐδὲ ἀπόφασις — πάντα γὰρ τοῦ ἑνὸς δεύτερα, καὶ τὰ γνωστὰ καὶ αἱ γνώσεις καὶ τὰ τῶν γνώσεων ὄργανα —, καὶ ἀδύνατόν πως ὑποφαίνεται τελευτώσης τῆς ὑποθέσεως· εἰ γὰρ μηδὲ εἷς ἐστι τοῦ ἑνὸς λόγος, οὐδὲ αὐτὸς οὗτος ὁ ταῦτα διατεινόμενος λόγος τῷ ἑνὶ προσήκει. Καὶ θαυμαστὸν οὐδὲν τὸ ἄρρητον τῷ λόγῳ γνωρίζειν ἐθέλοντας εἰς τὸ ἀδύνατον περιάγειν τὸν λόγον, ἐπεὶ καὶ πᾶσα γνῶσις τῷ μηδὲν αὐτῇ διαφέροντι γνωστῷ συναπτομένη τὴν ἑαυτῆς ἀπόλλυσι δύναμιν· καὶ γὰρ τὴν αἴσθησιν εἰ τοῦ ἐπιστητοῦ λέγοιμεν, ἑαυτὴν ἀναιρήσει, καὶ τὴν ἐπιστήμην εἰ τοῦ νοητοῦ, καὶ ἑκάστην τῶν γνώσεων· ὥστε καὶ εἰ λόγος εἴη τοῦ ἀρρήτου, περὶ ἑαυτῷ καταβαλλόμενος οὐδὲν παύεται καὶ πρὸς ἑαυτὸν διαμάχεται. ιαʹ
Ἄγε δὴ οὖν εἴπερ ποτὲ καὶ νῦν τὰς πολυειδεῖς ἀποσκευασώμεθα γνώσεις, καὶ πᾶν τὸ ποικίλον τῆς ζωῆς ἐξορίσωμεν ἀφʼ ἡμῶν, καὶ πάντων ἐν ἠρεμίᾳ γενόμενοι τῷ πάντων αἰτίῳ προσίωμεν ἐγγύς· ἔστω δὲ ἡμῖν μὴ μόνον δόξης μηδὲ φαντασίας ἠρεμία, μηδὲ ἡσυχία τῶν παθῶν ἡμῶν ἐμποδιζόντων τὴν πρὸς τὸ πρῶτον ἀναγωγὸν ὁρμήν, ἀλλὰ ἥσυχος μὲν ἀὴρ ἥσυχον δὲ τὸ πᾶν τοῦτο· πάντα δὲ ἀτρεμεῖ τῇ δυνάμει πρὸς τὴν τοῦ ἀρρήτου μετουσίαν ἡμᾶς ἀνατεινέτω. Καὶ στάντες ἐκεῖ, καὶ τὸ νοητόν, εἰ δή τι τοιοῦτόν ἐστιν ἐν ἡμῖν, ὑπερδραμόντες, καὶ οἷον ἥλιον ἀνίσχοντα προσκυνήσαντες μεμυκόσι τοῖς ὀφθαλμοῖς — οὐ γὰρ θέμις ἀντωπεῖν οὐδὲ ἄλλο τῶν ὄντων οὐδέν —, τὸν τοίνυν τοῦ φωτὸς τῶν νοητῶν θεῶν ἥλιον ἐξ ὠκεανοῦ, φασὶν οἱ ποιηταί, προφαινόμενον ἰδόντες, καὶ αὖθις ἐκ τῆς ἐνθέου ταύτης γαλήνης εἰς νοῦν καταβάντες καὶ ἀπὸ νοῦ τοῖς τῆς ψυχῆς χρώμενοι λογισμοῖς εἴπωμεν πρὸς ἡμᾶς αὐτοὺς ὧν ἐξῃρημένον ἐν τῇ πορείᾳ ταύτῃ τὸν πρῶτον θεὸν τεθείμεθα. Καὶ οἷον ὑμνήσωμεν αὐτόν, οὐχ ὅτι γῆν καὶ οὐρανὸν ὑπέστησε λέγοντες οὐδʼ αὖ ὅτι ψυχὰς καὶ ζῴων ἁπάντων γενέσεις· καὶ ταῦτα μὲν γὰρ ἀλλʼ ἐπʼ ἐσχάτοις· πρὸ δὲ τούτων ὡς πᾶν μὲν τὸ νοητὸν τῶν θεῶν γένος, πᾶν δὲ τὸ νοερὸν ἐξέφηνε, πάντας δὲ τοὺς ὑπὲρ τὸν κόσμον καὶ τοὺς ἐν τῷ κόσμῳ θεοὺς ἅπαντας· καὶ ὡς θεός ἐστι θεῶν ἁπάντων, καὶ ὡς ἑνὰς ἑνάδων, καὶ ὡς τῶν ἀδύτων ἐπέκεινα τῶν πρώτων, καὶ ὡς πάσης σιγῆς ἀρρητότερον, καὶ ὡς πάσης ὑπάρξεως ἀγνωστότερον, ἅγιος ἐν ἁγίοις τοῖς νοητοῖς ἐναποκεκρυμμένος θεοῖς.
Καὶ μετὰ ταῦτα πάλιν εἰς λογισμοὺς ἀπὸ τῆς νοερᾶς ὑμνῳδίας καταβάντες καὶ τὴν ἀνέλεγκτον προβαλόντες τῆς διαλεκτικῆς ἐπιστήμην, θεωρήσωμεν ἑπόμενοι τῇ θέᾳ τῶν πρώτων αἰτίων ὅπως ἐξῄρηται τῶν ὅλων ὁ πρώτιστος θεός, καὶ μέχρι ταύτης ἡ κάθοδος ἔστω· καὶ γὰρ ἐντεῦθεν ἐπʼ ἐκεῖνα διαβάλλειν καὶ αὖθις δυνατόν· δόξα δὲ αὖ καὶ φαντασία καὶ αἴσθησις ἐκλύουσι μὲν ἡμῶν τὴν τῶν θεῶν παρουσίαν, καθέλκουσι δὲ ἀπὸ τῶν Ὀλυμπίων ἀγαθῶν ἐπὶ τὰ γηγενῆ κινήματα, καὶ διαιροῦσι Τιτανικῶς τὸν ἐν ἡμῖν νοῦν, καὶ ἀπὸ τῆς ἐν τοῖς ὅλοις ἱδρύσεως ἐπὶ τὰ τῶν ὄντων εἴδωλα κατασπῶσι.
ιβʹ
Τί οὖν ἂν εἴη πρώτιστον τῆς ἐπιστήμης νόημα τῆς προϊούσης ἀπὸ νοῦ καὶ ἑαυτὴν προφαινούσης; Τί δὲ ἄλλο φήσομεν ἢ τὸ ἁπλούστατον καὶ γνωριμώτατον τῶν ἐν αὐτῇ πάντων νοημάτων; Τοῦτο γάρ ἐστι καὶ τῇ τοῦ νοῦ θεωρίᾳ διαφερόντως ὁμοιότατον. Τί οὖν τοῦτό ἐστι; Τὸ ἕν, φησὶν ὁ Παρμενίδης, εἰ ἕν ἐστιν, οὐκ ἂν εἴη πολλά. Τὰ γὰρ πολλὰ μετέχειν ἀνάγκη τοῦ ἑνός· τὸ δὲ ἓν οὐ μετέχει τοῦ ἑνὸς ἀλλʼ ἔστιν αὐτοέν. Ἀλλʼ οὐδὲ μεθεκτόν ἐστι τὸ πρώτως ἕν· οὐ γὰρ ἂν εἴη τὸ καθαρῶς ἓν συμμιγνύμενον τοῖς πολλοῖς, οὐδὲ τὸ ὅπερ ἓν προσθήκην τοῦ χείρονος λαβόν. Ἐξῄρηται ἄρα τὸ ἕν. Ἀλλὰ μὴν τὰ πολλὰ πρώτως ἐν τῇ τῶν πρώτων νοερῶν θεῶν ἀκρότητι καὶ νοητῇ περιωπῇ, καθάπερ ἡμᾶς ἡ δευτέρα διδάξει τῶν ὑποθέσεων· πάντῃ ἄρα τὸ ἓν ἐκβέβηκε τῆς τοιαύτης τάξεως καὶ αἴτιόν ἐστιν αὐτῆς. Τὸ γὰρ οὐ πολλὰ στέρησις οὐκ ἔστιν, ὅπερ ἐλέγομεν, ἀλλὰ αἰτία τῶν πολλῶν.
Τοῦτο μὲν οὖν οὐδὲ ἀποδείξεως ὁ Παρμενίδης ἠξίωσεν, ἀλλʼ ὡς παντὶ καταφανέστατον πρῶτον ἀπέφηνε διὰ τὴν τῶν πολλῶν πρὸς τὸ ἓν οἷον ἀντίθεσιν· τὸ δὲ ἐφεξῆς τούτῳ χρώμενος ἀφαιρεῖ καὶ τὸ μετʼ ἐκεῖνο τῷ πρὸ αὐτοῦ, καὶ τοῦτο ἀεὶ κατὰ τὸν αὐτὸν τρόπον, καὶ ποτὲ μὲν ἐκ τῶν προσεχῶν ποτὲ δὲ ἐκ τῶν ὑπερκειμένων καταλαμβάνει τὰ στοιχεῖα τῶν ἀποδείξεων. Μετὰ γὰρ δὴ ταύτην, ὥσπερ εἴπομεν, … τῶν θεῶν τάξιν τὴν συνέχουσαν τὸ πλάτος αὐτῶν καὶ ὁρίζουσαν ὑφίστησιν ἀπὸ τῆς ἐξῃρημένης αἰτίας· καλεῖται δὲ αὕτη παρʼ αὐτῷ μέρη καὶ ὅλον ἐν τῇ δευτέρᾳ. Ταῦτα τοίνυν ἀποφάσκει τοῦ ἑνός, τοῖς πολλοῖς εἰς διορισμὸν τῶν τε ὑφειμένων καὶ τοῦ ἑνὸς χρώμενος. Τὸ μὲν γὰρ ὅλον, ὥς φησι, καὶ τὸ μέρη ἔχον πολλά ἐστι, τὸ δὲ ἓν ἐπέκεινα τῶν πολλῶν. Εἰ τοίνυν τὸ μὲν ἓν τῆς νοητῆς ἁπλότητος ἐκβέβηκε, τὸ δὲ ὅλον καὶ τὸ μέρη ἔχον πρόεισιν ἀπʼ αὐτῆς εἰς τὸν σύνδεσμον τῆς ὅλης ταύτης διακοσμήσεως, πῶς οὐκ ἀνάγκη τὸ ἓν μήτε ὅλον εἶναι μήτε μερῶν προσδεῖσθαι, καὶ διὰ τὴν ὑπεροχήν, οἶμαι, ταύτην ὡς αἴτιον προεστάναι τῆς τάξεως ταύτης τῶν θεῶν, καὶ παράγειν μὲν αὐτὴν ἀλλʼ ἐξῃρημένως;
Τρίτην δὲ ἐπὶ ταύταις τὴν τὸ πέρας τῶν νοερῶν ἅμα καὶ νοητῶν κληρωσαμένην ἀπὸ τοῦ ἑνὸς προϊοῦσαν θεασώμεθα καὶ τὸ ἓν αὐτῆς παντελῶς ὑπερηπλωμένον. Αὕτη μὲν γὰρ ἀπὸ τῶν δευτέρων ὑφίσταται γενῶν καὶ τῆς ὁλότητος τῶν γενῶν καὶ νοερᾶς· τὸ δὲ ἕν, ὥσπερ δέδεικται, καὶ ταύτης κατʼ αἰτίαν ἐξῄρηται. Οὔτε ἄρα ἀρχὴν ἢ μέσον ἢ τελευτὴν ἔχει τὸ ἕν, οὔτε ἔσχατα ἔχει, οὔτε σχήματος οὐδενὸς μετείληφε· διὰ γὰρ τούτων ἡ προειρημένη τῶν θεῶν τάξις ἐκφαίνεται. Εἴτʼ οὖν ἀκρότης εἴη τελεσιουργὸς εἴτε μέσον ἐν αὐτοῖς κέντρον ὑμνούμενον εἴτε ἀποπεράτωσις ἐπιστρέφουσα τὸ πέρας τῶν θεῶν τούτων πρὸς τὴν ἀρχήν, ὁμοίως ἁπάσης τῆς τριπλῆς διακοσμήσεως ἐπέκεινα τὸ ἕν. Μέρη γὰρ ἂν ἔχοι τὸ ἓν καὶ πολλὰ ἂν εἴη τῶν τοιούτων μετέχον· δέδεικται δὲ καὶ τῶν πολλῶν καὶ τῆς ὁλότητος ὁμοῦ τοῖς μέρεσιν ὡς αἴτιον ἑνιαίως προϋπάρχον. Καὶ ὁρᾷς ὅπως τῆς μὲν ἀκροτάτης τάξεως μίαν ἡμῖν ἀπόφασιν ὁ Παρμενίδης προηνέγκατο, τῆς δὲ μεσότητος δύο, τῆς δὲ ἐσχάτης τρεῖς· … χωρὶς δὲ ὅτι μὴ ἔσχατα ἔχον, τὸ δὲ ἄπειρον τοιοῦτον· χωρὶς δὲ αὖ ὅτι σχημάτων ἁπάντων ἐστὶν ἄδεκτον.
Πάλιν δὴ οὖν μετὰ τὰς τριττὰς ταύτας διακοσμήσεις τοὺς ἀπὸ τούτων ὑποστάντας νοεροὺς θεοὺς τριχῇ διῃρημένους νοήσωμεν καὶ τὸ ἓν αὐτῶν ὑπερέχον ἀποδείξωμεν. Τοιοῦτον γὰρ τὸ ἕν, οὔτε ἐν αὑτῷ ἐστιν οὔτε ἐν ἄλλῳ, φησὶν ὁ Παρμενίδης. Εἴτε γὰρ ἐν ἄλλῳ, περιέχοιτο ἂν ὑπʼ ἐκείνου πανταχόθεν ἐν ᾧ ἐστι καὶ ἅπτοιτο ἂν πανταχοῦ τοῦ περιέχοντος· τοιοῦτον δὲ ὂν καὶ σχῆμα ἕξει καὶ ἐκ μερῶν ἔσται, καὶ διὰ τοῦτο πολλὰ ἂν εἴη καὶ οὐχ ἕν· εἴτε ἐν ἑαυτῷ, περιέξει μὲν ἑαυτὸ πάντως δήπου, περιέχον δὲ ἅμα καὶ περιεχόμενον δύο ἔσται καὶ οὐκέτι τὸ πρώτως ἕν. Εἰς ταὐτὸν ἄρα πρόεισιν ὁ λόγος καὶ τὸ ἓν οὐχ ἓν ἀποφαίνει, τῇ ἀκρότητι τῶν νοερῶν εἴ τις αὐτὸ συμμιγνύειν ἐπιχειρήσειε. Πάντῃ ἄρα καὶ ταύτης κεχωρισμένον ὑφίστησιν αὐτήν, ὁμοῦ μὲν τῆς τρίτης τριάδος τῶν ὑπερκειμένων θεῶν μετέχουσαν, ὁμοῦ δὲ ἐκ τῆς δευτέρας παραγομένην, ὁμοῦ δὲ ἐκ τῆς πρωτίστης τελειουμένην καὶ ἐν αὐτῇ παντελῶς ἱδρυμένην.
Καὶ μὴν καὶ τὴν δευτέραν νοερὰν τάξιν ἀπογεννᾷ τὸ ἕν, ἀμιγὲς πρὸς αὐτὴν ὑπάρχον· οὔτε γὰρ ἕστηκεν οὔτε κινεῖται· μηδετέρου οὖν μετέχον ἀλλʼ ὁμοίως ἀμφοῖν ἐξῃρημένον ὁμοῦ καὶ τῶν μέσων κόσμων τῆς νοερᾶς προόδου τῶν θεῶν ἐκβέβηκεν. Εἴτε γὰρ κινεῖται, διχῶς ἂν κινοῖτο, κατʼ ἀλλοίωσιν ἢ φοράν· ἀλλʼ οὔτε ἀλλοιοῦσθαι τὸ ἓν δυνατόν· ἔσται γὰρ οὐχ ἓν ἀλλοιούμενον, καὶ τῆς ἑνιαίας ὑπάρξεως ἐκστήσεται· οὔτε φέρεσθαι· κύκλῳ μὲν γὰρ ἀδύνατον διότι μέρη ἂν ἔχοι, τά τε μέσα καὶ τὰ ἄκρα· χώραν δὲ ἄλλην ἀμεῖβον, μεριστὸν ἔσται· δέοι γὰρ ἂν αὐτὸ μήτε ἐν ἐκείνῳ ὅλον εἶναι πρὸς ὃ κινεῖται, μήτε ἐν τούτῳ ὅθεν ὥρμηται προφερόμενον· ἐν γὰρ τῷ ἑτέρῳ τεθέν, ἀκίνητον ἔσται, τῇ μὲν οὔπω κινούμενον τῇ δὲ ἤδη πεπαυμένον τῆς φορᾶς. Εἰ δὲ ἕστηκεν, ἐν τῷ αὐτῷ δήπου μένειν ἀνάγκη τὸ ἕν· ἀλλὰ δέδεικται μηδαμοῦ ὄν, μήτʼ οὖν ἐν αὑτῷ μήτʼ οὖν ἐν ἄλλῳ. Πάντῃ ἄρα τὸ ἓν οὔτε κινεῖσθαι οὔτε ἑστάναι οἷόν τε, ἃ τῇ μέσῃ τάξει διαφέρει τῶν νοερῶν, ὡς ἔσται δῆλον ἐκ τῆς δευτέρας ὑποθέσεως· παράγει γὰρ καὶ ταύτην ὁ πρῶτος θεὸς ἐξῃρημένος ἀπʼ αὐτῆς.
Τὸ δὴ τρίτον τὴν ἐσχάτην τῶν νοερῶν καὶ προϊοῦσαν ἐκ τοῦ ἑνὸς καὶ ὑφειμένην αὐτοῦ διὰ τῶν ἐφεξῆς λόγων θεωρήσωμεν. Ταὐτότης μὲν γὰρ ἐν ταύτῃ καὶ ἑτερότης ἡνωμένως ὑφέστηκεν· ὁμοῦ δὲ ἀμφοτέρων τούτων προϋπάρχει τὸ ἕν. Τό τε γὰρ ἕτερον λέγεται καὶ ἑαυτοῦ καὶ τῶν ἄλλων ἕτερον, καὶ τὸ ταὐτὸν ὁμοίως καὶ ἑαυτῷ καὶ τοῖς ἄλλοις ταὐτόν· τὸ δὲ ἓν ἑαυτοῦ μὲν ἕτερον οὐκ ἔστιν, ὅτι τὸ τοῦ ἑνὸς ἕτερον οὐχ ἓν ἂν εἴη· ταὐτὸν δὲ τοῖς ἄλλοις οὐκ ἔστιν, ἵνα μὴ ταὐτὸν ἐκείνοις γενόμενον εἰς τὴν ἐκείνων φύσιν λάθῃ μεταστάν. Ἀλλὰ μὴν οὐδὲ ἕτερον τῶν ἄλλων· ἔσται γὰρ ἅμα καὶ ἓν καὶ προσθήκην ἔχον τὴν τῆς ἑτερότητος δύναμιν· οὐ γὰρ καθὸ ἕτερον ἓν ἔσται, οὐ γὰρ ἕν ἐστιν ἡ ἑτερότης· ἓν οὖν καὶ ἕτερον ὑπάρχον καὶ πολλὰ ἂν εἴη καὶ οὐχ ἕν. Οὐδὲ δὴ ταὐτόν ἐστιν ἑαυτῷ τὸ ἕν. Εἰ μὲν γὰρ τὸ ἓν καὶ τὸ ταὐτὸν ὀνόματι διαφέρει μόνον, οὐκ ἔσται τὰ πολλὰ μετέχοντα πρὸς ἄλληλα ταὐτότητος· ἓν γὰρ αὖ ποτε γενέσθαι τὰ πολλὰ τοῖς πολλοῖς ἀδύνατον· εἰ δὲ καὶ τῷ εἶναι τὸ ἓν τῆς ταὐτότητος ἐξήλλακται, τὸ πρώτως ἓν ὑπάρχον ἀμέτοχόν ἐστι ταὐτότητος, ἵνα μὴ πρὸς τῷ ἑνὶ τὴν ταὐτότητα προσλαβὸν πεπονθὸς γένηται τὸ ἓν ἀλλʼ οὐ πρώτως ἕν. Εἰ δὴ τὸ πέρας τῶν νοερῶν τῇ τετράδι ταύτῃ χαρακτηρίζεται, δῆλον ὡς τὸ ἓν ἐπέκεινα καὶ ταύτης ὑπάρχον, ἄνωθεν αὐτὴν ἐμφαίνει καὶ τοῖς ὅλοις ἐφίστησι, μονάδα τετραδικὴν τῶν δευτέρων ἁπάντων κοσμητικήν. Ἐντεῦθεν γὰρ τὰ ἄλλα πρώτως τὴν πρὸς τὸ ἓν παρεδέξατο κοινωνίαν, ἃ δὴ καὶ παράγεται δήπου καὶ συνέχεται παρὰ τοῦ ἑνός.
Μετὰ δὴ τοὺς νοεροὺς θεοὺς τὸ τῶν ὑπερκοσμίων πλάτος ἡ τοῦ ἑνὸς ἄρρητος ὑπεροχὴ διέταξεν αὐτὴ τῶν ἀπογεννωμένων κρυφίως ἐξῃρημένη, προσεχῶς μὲν ἀπὸ τῶν νοερῶν ὑφιστάμενον, ἑνοειδῶς δὲ ἀπὸ τοῦ πρώτου θεοῦ τὴν ὕπαρξιν παραδεχόμενον. Τοῦτο τοίνυν διʼ ὁμοιότητος μὲν ὁ Παρμενίδης καὶ ἀνομοιότητος ἀπὸ τῆς τὸ πέρας συγκλειούσης τῶν νοερῶν μονάδων θεότητος προάγει· τὸ γὰρ ὅμοιον πεπονθός ἐστι τὸ ταὐτὸν ὥσπερ δὴ τὸ ἀνόμοιον πεπονθὸς τὸ ἕτερον· δείκνυσι δὲ ὡς ἄρα τὸ ἓν ἐκβέβηκε κατὰ μίαν ἁπλότητα καὶ τῆς τοιαύτης τῶν θεῶν ἰδιότητος· τὸ γὰρ τῆς τοῦ ταὐτοῦ καὶ ἑτέρου δυνάμεως ὑπεριδρυμένον πολλῷ μειζόνως ὑπερέχει τῶν κατὰ ταῦτα τὴν ὑπόστασιν λαχόντων γενῶν.
Τί οὖν μετὰ τοῦτο λοιπόν; Ἢ δῆλον ὅτι τὸ ἐγκόσμιον τῶν θεῶν πλῆθος· ἀλλὰ καὶ τοῦτο διττόν· τὸ μὲν οὐράνιον τὸ δὲ ὑπὸ σελήνην. Τούτων δὴ οὖν τὸ μὲν κατʼ οὐρανὸν περιπολοῦν γένος τῷ τε ἴσῳ καὶ τῷ μείζονι καὶ τῷ ἐλάσσονι συμπροήκει· τὸ δὲ ὑπὸ σελήνην, τὸ μὲν ἴσον ἔλαχε πλήθει διαφέρον τῆς οὐρανίου ἰσότητος, τὸ δὲ ἄνισον τῇ τοῦ πλείονος αὖ καὶ ἐλάττονος δυνάμει τεμνόμενον. Καθʼ ἑκάτερον ἄρα τῶν θείων γένος μονὰς ἂν εἴη καὶ δυάς, ἀλλʼ ἄνω μὲν τῷ ἑνὶ καὶ τῇ ταὐτότητι συγγενής, κάτω δὲ τῷ πλήθει καὶ τῇ νοερᾷ τῆς ἑτερότητος αἰτίᾳ. Πάντων δὲ ἄρα τούτων ὑπερέχει τὸ ἕν. Τὸ μὲν γὰρ ἴσον πανταχοῦ τῶν αὐτῶν ἐστι μερῶν, τὸ δὲ ἄνισον ἑτέρων· τὸ τοίνυν ὁμοῦ ταὐτότητος ἐξῃρημένον καὶ τῆς συζύγου πρὸς αὐτὴν ἑτερότητος, τίς μηχανή ποτε μετέχειν ἰσότητος αὖ καὶ ἀνισότητος;
Πρὸς δὴ τούτοις ἅπασι τοῖς θείοις διακόσμοις καὶ τὰ τῶν ψυχῶν γένη τῶν ἐκθεουμένων καὶ περὶ τοὺς θεοὺς διαιρουμένων νοήσωμεν. Ἐν ἐσχάταις γὰρ τῶν θείων προόδων καὶ τῶν ψυχῶν τὸ πρώτιστον γένος ἐκφαίνεται συμφυόμενον τοῖς θεοῖς, ἐπεὶ καὶ ἐν οὐρανῷ καὶ ὑπὸ σελήνην θεῖαι ψυχαὶ τὴν τῶν θεῶν εἰς τὸν κόσμον ὑπεδέξαντο διαίρεσιν, ὥς που καὶ ὁ Ἀθηναῖος ξένος ἀποδείκνυσι. Τὸ μὲν οὖν ψυχικὸν πλάτος τῷ χρόνῳ καὶ τῇ κατὰ χρόνον ζωῇ χαρακτηρίζεται, ἡ δὲ τῶν θείων ψυχῶν ἰδιότης τὸ αὐτὸ νεώτερον ἅμα καὶ πρεσβύτερον ἑαυτοῦ τε καὶ τῶν ἄλλων ἐπιδείκνυσι· κατὰ γὰρ τὸν αὐτὸν ἀεὶ χρόνον περιπορευόμεναι καὶ τῷ τέλει συνάπτουσαι τὴν ἀρχήν, ὁμοῦ ὡς πρὸς τέλος τῆς ἁπάσης ἰοῦσαι περιόδου νεώτεραι, ὁμοῦ δὲ ὡς πρὸς ἀρχὴν ἀνακυκλούμεναι πρεσβύτεραι γινόμεναι διατελοῦσι· πᾶσαι δὲ αὐταῖς ἡλικίαι καὶ τὸ μέτρον τοῦ χρόνου ταὐτὸν ἀεὶ διατηροῦσι. Πάλιν οὖν ταὐτότης ἐστὶν ἐν αὐταῖς καὶ ἑτερότης, ἡ μὲν τὴν ἰσότητα κατὰ χρόνον ἡ δὲ τὴν ἀνισότητα φυλάττουσα. Προϋφέστηκεν ἄρα καὶ τῶν θείων ψυχῶν τὸ ἓν καὶ συναπογεννᾷ καὶ ταῦτα τοῖς θεοῖς.
Ἐπʼ αὐτὸ δὴ λοιπὸν ἥκομεν τὸ πέρας τῆς ὅλης τῶν κρειττόνων διακοσμήσεως· καὶ τὰ γένη τὰ συνεπόμενα τοῖς θεοῖς καὶ τριχῇ μεριζόμενα τοῖς τοῦ χρόνου τρισὶ μορίοις ἐκφαίνει μὲν ὁ πάντων ὁμοῦ τῶν νοητῶν αἴτιος, ἐξῃρημένος δὲ καὶ τούτων ἀποδείκνυται ταῖς τοῦ Παρμενίδου νοεραῖς ἐπιβολαῖς· τὸ γὰρ χρόνου παντὸς ἐπέκεινα καὶ τῆς κατὰ χρόνον ζωῆς οὐδεμία μηχανὴ ταῖς μερικωτέραις τοῦ χρόνου δουλεύειν περιόδοις.
Κατὰ μίαν ἄρα καὶ ἄγνωστον αἰτίαν τὸ πρώτιστον τῶν ὅλων θεούς τε πάντας ἐξέφηνε καὶ θείας ψυχὰς καὶ τὰ κρείττονα γένη· καὶ οὔτε συμπλέκεται τοῖς ἑαυτοῦ γεννήμασιν οὔτε πληθύεται περὶ αὐτά, πάντῃ δὲ αὐτῶν ἐκβεβηκὸς ἐν ἁπλότητι θαυμαστῇ καὶ τῆς ἑνώσεως ὑπερβολῇ, πᾶσιν ἀδιακρίτως τήν τε πρόοδον ὁμοῦ καὶ τὴν ἐν τῇ προόδῳ τάξιν ἐνδίδωσι.
Μέχρι μὲν οὖν τούτων ὁ Παρμενίδης ἄνωθεν ἀπὸ τῆς νοητῆς περιωπῆς τῶν πρώτων νοερῶν θεῶν ὡρμημένος προελήλυθεν, κατὰ τὰ μέτρα τῆς ἀπογεννήσεως τά τε τῶν θεῶν γένη καὶ τῶν θεοῖς ἡνωμένων τε καὶ συνεπομένων ὑφιστάς, καὶ πάντων ἀεὶ τὸ ἓν ἐξῃρημένον ἀρρήτως ἀποφαίνων· πάλιν δὲ ἐντεῦθεν ἐπʼ ἀρχὴν ἀναστρέφει, καὶ τὴν τῶν ὅλων ἐπιστροφὴν ἀπομιμούμενος τῶν ἀκροτάτων θεῶν, τῶν νοητῶν λέγω, χωρίζει τὸ ἕν. Οὕτω γὰρ ἂν αὐτοῦ μάλιστα τὴν ὑπεροχὴν θεασαίμεθα καὶ τὴν ἀμήχανον πρὸς τὰ ἄλλα πάντα τῆς ἑνώσεως ἐξαλλαγήν, εἰ μὴ μόνον αὐτὸ τῶν δευτέρων ἢ τρίτων ἐν τοῖς θείοις διακόσμοις ὑπεριδρυμένον ἀποδείξαιμεν ἀλλὰ καὶ αὐτῶν προτεταγμένον τῶν νοητῶν ἑνάδων, καὶ ταῦτα συστοίχως τῇ τῶν κρυφίων ἐκείνων ἁπλότητι καὶ οὐ διὰ τῶν ποικίλων λόγων ἀλλʼ αὐτῆς τῆς νοερᾶς μόνον ἐπιβολῆς· νῷ γὰρ τὰ νοητὰ γνωρίζεσθαι πέφυκε. Τοῦτο τοίνυν καὶ ὁ Παρμενίδης ἔργῳ δείκνυσιν, τὰς μὲν λογικὰς μεθόδους ἀπολιπὼν κατὰ δὲ νοῦν ἐνεργῶν καὶ τῆς οὐσίας τὸ ἓν ἐπέκεινα λέγων καὶ τοῦ ἑνὸς ὄντος· οὐ γὰρ ἐκ τῶν πρόσθεν συμπερασμάτων τοῦτο συλλελόγισται· ἦν γὰρ ἂν ὁ περὶ τῶν πρωτίστων αὐτῷ θεῶν λόγος ἀναπόδεικτος ἐκ τῶν χειρόνων τὴν πίστιν ἐφελκόμενος. Καὶ τὰς γνώσεις τοίνυν καὶ τὰ τῶν γνώσεων ὄργανα πάντα τῆς τοῦ ἑνὸς ὑπεροχῆς ἀπολείπεσθαι κατὰ τὸν αὐτὸν χρόνον διατείνεται, καὶ τελευτᾷ δὴ καλῶς εἰς τὸ ἄρρητον τοῦ πάντων ἐπέκεινα θεοῦ. Μετὰ γὰρ τὰς κατʼ ἐπιστήμην ἐνεργείας καὶ τὰς νοερὰς ἐπιβολὰς ἡ πρὸς τὸ ἄγνωστον ἕνωσίς ἐστιν, εἰς ἣν δὴ καὶ ὁ Παρμενίδης τὸν συμπάντα λόγον ἀνενεγκὼν συμπεραίνεται τὴν πρώτην ὑπόθεσιν, πάντα μὲν τὰ θεῖα γένη τοῦ ἑνὸς ἐξάψας, αὐτὸ δὲ ἑνιαίως τῶν πάντων ἐξῃρημένον ἀποφήνας, τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν, ἀμέθεκτον ὑπάρχον καὶ τῶν μετεχομένων μονάδων ἀρρήτως ὑποστατικόν· διὸ καὶ τοῦ ἑνὸς ἐπέκεινα τοῦ τῇ οὐσίᾳ συζυγοῦντος εἴρηται καὶ παντὸς ὁμοῦ τοῦ μετεχομένου τῶν ἑνάδων πλήθους.