Part of Commentary on Plato's Republic

ΠΕΡΙ ΤΩΝ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΑΣΙΝΑΙΟΥ ΛΟΓΩΝ ΤΩΝ ΚΑΤΑΣΚΕΥΑΖΟΝΤΩΝ ΤΗΝ ΑΥΤΗΝ ΑΡΕΤΗΝ ΑΝΔΡΟΣ ΕΙΝΑΙ ΚΑΙ ΓΥΝΑΙΚΟΣ, ΚΑΙ ΩΝ Ο ΣΩΚΡΑΤΗΣ ΕΙΠΕΝ ΕΞΕΤΑΣΙΣ.

Ὁ μὲν Σωκράτης δυσὶν ἐχρήσατο λόγοις, διʼ ὧν τὸ τὴν αὐτὴν εἶναι παιδείαν καὶ ἀρετὴν ἀνδρὸς καὶ γυναικὸς οἴεται σαλεύεσθαι, τῷ μὲν εἰς ἄδοξόν τι περιάγοντι τὸ δόγμα — καὶ γὰρ αἱ ἀπὸ τῶν ἀδόξων ἐπιχειρήσεις ἀνατρεπτικὴν ἔχουσι δύναμιν, ὡς αἱ ἀπὸ τῶν ἐνδόξων πιθαναὶ πρὸς τὰς θέσεις εἰσὶ τῶν ζητουμένων —, τῷ δὲ ἀπὸ ὁμολογήματος, διʼ οὗ καὶ τὴν δικαιοσύνην ἥτις ἐστὶν ἐπέδειξεν καὶ πᾶσαν διεκόσμησεν τὴν πολιτείαν. ὁ μὲν οὖν πρότερος λόγος ἐστίν· εἰ αἱ αὐταὶ ἀρεταὶ καὶ γυναικῶν αἵπερ ἀνδρῶν, καὶ παιδείαν ἀνάγκη τὴν αὐτὴν εἶναι, πρόδρομον οὖσαν τῶν ἀρετῶν. εἰ δὲ παιδείαν τὴν αὐτήν, καὶ μουσικεύσονται καὶ γυμνάσονται ἡμῖν αἱ γυναῖκες· εἰ δὲ ταῦτα, γυμνώσονται, καθάπερ οἱ ἄνδρες, ἐν τοῖς γυμνασίοις. τοῦτο δὲ ἄδοξον· οὐκ ἄρα γυμνάσονται οὐκ ἄρα τὴν αὐτὴν παιδεύσονται παιδείαν· οὐκ ἄρα τὴν αὐτὴν ἕξουσιν τοῖς ἀνδράσιν ἀρετήν. τοῦτον δὲ ἐπιρραπίζει τὸν λόγον πολιτικῶς. ἀξιοῖ γὰρ μὴ εἰς τὸ ἄδοξον εἶναι δοκοῦν βλέπειν τὸν ἔχοντα νοῦν, ἀλλὰ εἰς τὸ ἀγαθόν, κἂν ᾖ παρὰ τοῖς πολλοῖς μὴ εὐδοκιμοῦν. γευσάμενοι γὰρ οἱ ἄνθρωποι τῆς ὠφελείας μεταβάλλουσι τὰς δόξας, καὶ φανήσεται αὐτοῖς ἔνδοξον τὸ πρὸ τοῦ φαινόμενον ἄδοξον. ὁ δὲ ἀπὸ τοῦ ὁμολογήματος λόγος· εἰ τὰς διαφόρους φύσεις δεῖ διάφορα ἐπιτηδεύειν — τοῦτο γὰρ ἦν, ὃ μάλιστα διεκόσμει τὴν πόλιν καὶ ὁδὸν παρεῖχεν εἰς τὴν τῆς δικαιοσύνης εὕρεσιν —, διαφέρουσι δὲ αἱ φύσεις τῶν ἀρρένων καὶ θηλειῶν, διαφέροι ἂν αὐτῶν καὶ τὰ ἐπιτηδεύματα. εἰ δὲ τοῦτο, παιδεία δʼ ἦν διὰ μουσικῆς καὶ γυμναστικῆς τῶν ἀνδρῶν, ταῖς ἄρα γυναιξὶ τούτων οὐ μεταδοτέον ἄν. εἰ δὲ μὴ δεῖ παιδεύεσθαι τὰς γυναῖκας, οὐδὲ ἀρετῶν αὐταῖς μεταδοτέον ὧν τοῖς ἀνδράσιν. τοῦτον δʼ αὖ πάλιν ἤλεγξε τὸν λόγον ἀπὸ τῆς ὁμωνυμίας. τὸ γὰρ ταὐτὸν καὶ τὸ ἕτερον ἢ πῇ ἢ ἁπλῶς λέγεται· τοῖς μὲν οὖν ἁπλῶς ἑτέροις οὐδὲν ἀποδιδόναι προσήκει ταὐτόν, τοῖς δὲ πῇ ταὐτʼ ἔχουσιν, καθʼ ὃ μὲν ταὐτά, ταὐτὸν ἔργον ὁριστέον, καθʼ ὃ δʼ ἕτερα, ὁμοίως ἕτερον. ἀνὴρ οὖν καὶ γυνή, καθʼ ὃ μὲν ἕτερα, διοίσει τοῖς ἔργοις, τὸ μὲν ἐν ἄλλῳ γεννῶν, τὸ δὲ ἐν ἑαυτῷ — κατὰ γὰρ ταῦτα διαφέρετον —, καθʼ ὃ δὲ ἔχετον ζωὴν λογικὴν καὶ ἄλογον, ὧν τὸ μὲν ἄρχειν πέφυκεν, τὸ δὲ ἄρχεσθαι, καὶ ἔργον ἂν ταὐτὸν ἔχοιεν, τῷ μὲν ἄρχειν, τῷ δὲ ἄρχεσθαι· ταῦτα δὲ ἦν ἴδια τῶν ἀρετῶν. εἰ οὖν ταῦτα κοινὰ αὐτοῖς, καὶ αἱ ἀρεταὶ δήπου κοιναὶ ἂν εἶεν αὐτοῖς. ταῦτα μὲν ὁ Σωκράτης. καὶ ἐπιστατέον, ὅτι κἀνταῦθα μόνος ἑαυτῷ σύμφωνος, τῶν μὲν ἀπὸ τῆς στοᾶς κατʼ εἶδος διαφέρειν οἰομένων τὸ θῆλυ καὶ τὸ ἄρρεν, ἀμφοῖν δὲ ὅμως εἶναι τὴν αὐτὴν ἀρετήν, τῶν δὲ ἐκ τοῦ περιπάτου κατʼ εἶδος μὲν εἶναι τὰ αὐτά, τὰς δὲ ἀρετὰς αὐτῶν εἶναι μὴ τὰς αὐτάς· αὐτὸς λέγων καὶ κατʼ εἶδος ταὐτὰ εἶναι καὶ τὴν ἀρετὴν αὐτῶν τὴν αὐτήν, διʼ ἐκεῖνο τὸ ἀξίωμα τὸ ταῖς οὐσίαις τὰς τελειότητας εἶναι συστοίχους, ταῖς αὐταῖς τὰς αὐτάς, ταῖς ἑτέραις τὰς ἑτέρας. νοῦς γὰρ ὁ καὶ τὰς οὐσίας διδοὺς τοῖς εἴδεσιν καὶ τὰς τελειότητας· οἵαν οὖν δίδωσιν οὐσίαν, τοιαύτην καὶ τελειότητα τῇ οὐσίᾳ συζυγοῦσαν.

Τούτων δὲ εὖ κειμένων δεῖ μεμνῆσθαι καὶ ὧν ὁ μέγας Θεόδωρος συνεξηυπόρησεν, πρῶτον μὲν ἐρωτῶν, εἰ μηδεμίαν ὅλως ἀρετὴν ἀποδώσομεν ταῖς θηλείαις ἢ τινὰ ἀποδώσομεν, καὶ εἰ τοῦτο, εἰ τὴν αὐτὴν ἣν καὶ τοῖς ἄρρεσιν ἢ ἑτέραν, ὡς λέγουσιν, τοῖς μὲν τὴν ἀνδρείαν, ταῖς δὲ τὴν σωφροσύνην. εἰ μὲν γὰρ μηδεμίαν, κολοβὸν ποιήσομεν τὴν πόλιν ἐξ ἴσων σπουδαίων καὶ ἀσπούδων αὐτὴν ποιοῦντες καὶ τὰ γεννώμενα ἐκ τούτων ὁμοίως εὐφυῆ καὶ ἀφυῆ πρὸς παιδείαν. εἰ δὲ τινά, πάλιν ἑκάτερον ἔσται κολοβὸν τὸ γένος καὶ ἡμιτελές, οὐκ ἔχον οὐδʼ ἣν ἔχει ἀρετὴν τελείαν. εἰ γὰρ ἦν τελεία, καὶ αἱ ἄλλαι ἂν ἀντηκολούθουν, ὥσπερ καὶ αὐτοί φασιν οἱ ἐκ τοῦ περιπάτου τὰς τελείας ἀντακολουθεῖν ἀλλήλαις. εἰ δὲ πάσας ἑκατέροις δοτέον, ἔχομεν τὸ ζητούμενον. δεύτερον δὲ καὶ ἀπʼ αὐτῶν ἐπιχειρῶν τῶν πραγμάτων. δῆλον γὰρ τὰ διάφορα γένη τῶν ἀνθρώπων κατὰ τὰς διαφόρους πολιτείας, ὅτι τὸ ἄρρεν καὶ τὸ θῆλυ ταὐτὰ ἀποδίδωσιν. καὶ γὰρ Ἀμαζόνες ἀνδρικαὶ καὶ Σαυρομάτιδες ὡς Θρᾷκες, παρὰ δὲ Λυσιτανοῖς, ὥς φασι, στρατηγοῦσι μὲν αἱ γυναῖκες καὶ πολιτεύονται καὶ πάντα πράττουσιν, ὅσα παρʼ Ἕλλησιν οἱ ἄνδρες, καὶ ἱστοποιοῦσιν καὶ ταλασιουργοῦσιν οἱ ἄνδρες καὶ πάντα πράττουσιν, ὅσα παρʼ Ἕλλησιν αἱ γυναῖκες. εἰ οὖν ταῦτα διωμολόγηται, μηδὲν οἰώμεθα διαφέρειν πρὸς ἀρετῆς κτῆσιν τοῦ θήλεος τὸ ἄρρεν, μηδὲ τοῖς ἔθεσιν ταῦτα διορίζωμεν, ἀλλὰ ταῖς φύσεσιν, ἃς τὰς αὐτὰς οὔσας δείκνυσιν ἡ τῶν αὐτῶν ἔργων ἐπιτήδευσις, εἰ καὶ ἐν ἄλλοις καὶ ἄλλοις τόποις. τρίτον τοίνυν καὶ τὸν θεολογικὸν τρόπον ἀξιῶν ἐκεῖνος ὁρᾶν, ὅτι καὶ ἡ τῶν τὰ θεῖα σοφῶν φήμη τὴν αὐτὴν θεὸν ἱστουργόν τε εἶναί φησιν καὶ ἐργάνην ὑμνεῖ διαφερόντως ἐν μέσοις τοῖς ἱεροῖς καὶ ἐνόπλιον παραδίδωσιν καὶ στρατηγικήν, καὶ ἀπὸ ταύτης ἀναβὰς ἐπὶ πᾶν τὸ θεῖον γένος ἐρωτᾷ, πότερον καὶ ἐν ἐκείνῳ τὴν αὐτὴν ἀρετὴν οὐ δοτέον τῷ ἄρρενι καὶ θήλει τῶν θεῶν. ἢ τοῦτό γε συγχωρητέον· εἰ γὰρ ἄτοπον θεόν τινα λέγειν ἀρετῆς καὶ ἡστινοσοῦν ἄμοιρον, ἀνάγκη πάντας καὶ πάσας ἀρετὴν ἅπασαν ἔχειν· τὸ γὰρ καθʼ ἡντιναοῦν ἐλλεῖπον οὐκ εὔδαιμον, θεὸς δὲ πᾶς εὐδαίμων. εἰ οὖν ἐκεῖ τὸ ἄρρεν καὶ θῆλυ πάσης ἑκάτερον ἀρετῆς μέτοχον, δῆλον δήπουθεν ὅτι κατὰ τὸ ἀνάλογον καὶ παρʼ ἡμῖν τὰ γένη ταῦτα τὴν αὐτὴν ἕξει τοῖς ἐκεῖ γένεσιν ἀρετήν. τέταρτον τοίνυν φυσικῶς ἐπιχειρῶν ἀξιοῖ σκοπεῖν, εἰ τὰ ὄργανα, ἐξ ὧν τὸ ἄρρεν καὶ θῆλυ συμπέπηγεν, πρὸς τὸ αὐτὸ ἔργον ἑκατέρῳ πέπηγεν, οἷον ὀφθαλμοὶ πρὸς τὸ ὁρᾶν καὶ ὦτα πρὸς τὸ ἀκούειν καὶ ἐγκέφαλος πρὸς τὸ αἰσθάνεσθαι καὶ σκέλη πρὸς τὸ βαδίζειν καὶ τῶν ἄλλων ἕκαστα τῶν κοινῶν. εἰ δὲ ἐν τῷ σώματι πάντα τὰ κοινὰ τῶν αὐτῶν ἕνεκα γέγονεν ἐπʼ ἀμφοῖν, τίς μηχανὴ μὴ καὶ τὰ τῆς ψυχῆς μέρη κοινὰ ὄντα τῶν αὐτῶν ἔργων ἕνεκα ἐν αὐτοῖς ὑποστῆναι; εἰ δὲ καὶ ταῦτα τῶν αὐτῶν ἕνεκα, καὶ αἱ τελειότητες αὐτῶν αἱ αὐταὶ δήπουθέν εἰσιν, αἳ καὶ τὰ ἔργα τέλεια ποιοῦσιν. καὶ γὰρ ἐπὶ τῶν σωματικῶν, ἐπειδὴ τὸ ὁρᾶν κοινόν, καὶ ἡ ὀξυωπία κοινή, καὶ ἐπειδὴ τὸ ἀκούειν, καὶ ἡ ὀξυηκοΐα. ὥστʼ ἐπειδὴ καὶ ὁ λόγος κοινός, καὶ τὸ κατὰ λόγον ζῆν κοινόν, ὥστε καὶ τὸ φρονεῖν κοινόν· καὶ ἐπειδὴ τὸ ἐπιθυμητικὸν κοινόν, καὶ τὸ τεταγμένως ἐπιθυμεῖν, ὥστε καὶ τὸ σωφρονεῖν κοινόν· καὶ ἐπειδὴ τὸ θυμοῦσθαι κοινόν, καὶ τὸ ἀνδρίζεσθαι. οὐ γὰρ δὴ θυμὸν μὲν δέδωκεν, ἀεὶ δὲ ἀλόγως ζῶντα ταῖς θηλείαις· μάτην γὰρ ἂν αὐτὸν ὑπὸ τῷ λόγῳ ζῶντα ἐποίησεν. πέμπτον δὴ οὖν ἄλλον λόγον προστίθησιν, Αἰγυπτίων τινὸς προφήτου τόνδε τὸν λόγον ἀκοῦσαι λέγων, ὡς ἄρα καὶ τῶν εἰς ἄνθρωπον ἰουσῶν ψυχῶν ἔρχονταί τινες καὶ εἰς τὸ θῆλυ φῦλον ἔνθεοι. καὶ δὴ καὶ τὴν Ἑλένην τοιαύτην εἶναι, οὐ μεῖον τῶν ἀδελφῶν αὐτῆς τῶν Διοσκούρων θείαν, καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα τῶν Ἀφροδίτης ὡρῶν ἔμπλεων· καὶ ἵνα, φάναι τὸν προφήτην, μὴ μακρολογῶ, καὶ ταύτην Ἀφροδίτην γενέσθαι τινά, καὶ ἥκουσαν ἐξ οὐρανοῦ τὸν μὲν βάρβαρον ἐξαπατῆσαι ὡς ἔχοντα ἣν οὐκ εἶχεν, ἐλθοῦσαν δʼ εἰς Αἴγυπτον τῶν πρώτων ἱερῶν μετασχεῖν. καὶ ταῦτα ἀπομνημονεύεσθαι παρʼ αὐτοῖς· τοὺς δὲ παρʼ Ἕλλησιν θεατρικοὺς ἄνδρας ἄλλους ἄλλα δυσφημεῖν εἰς αὐτήν, οὐδὲν εἰδότας τῶν ἀληθῶν. ταῦτα μὲν ὁ Αἰγύπτιος καὶ ὁ Θεόδωρος ἐκεῖνον ὑποκρινόμενος. εἰ δέ ἐστιν ἀληθὲς τὸ καὶ εἰς θηλείας ἰέναι ψυχὰς θεοειδεῖς, τίς μηχανὴ μὴ καὶ τὰς ἀρετὰς αὐταῖς εἶναι κοινάς; ἢ μαντικὰς μὲν γενέσθαι γυναῖκας ὡς καὶ ἄνδρας κατόχους τοῖς μαντῴοις θεοῖς ὡς τὰς προφήτιδας δώσομεν, καὶ τελεστικὰς ἄλλας, ὡς τὴν Διοτίμαν τὴν Πλάτωνος, ὡς τὴν Θεοξέναν τῶν βαρβάρων, ὡς τὴν Βερενίκην, ἄλλην ταύτην μαγείας διδάσκαλον, σωφροσύνην δὲ καὶ ἀνδρείαν καὶ φρόνησιν αὐτῶν ἀφαιρήσομεν; καὶ πῶς ἐτύγχανον θείων μὲν ὄψεων, θείων δὲ ἐπιπνοιῶν; ἄνευ γὰρ ἀρετῆς θεὸς ἀνθρώποις οὐκ ἄν ποτε παραγένοιτο· τὸ γοῦν ὅμοιον πανταχοῦ τῷ ὁμοίῳ συνεῖναι φιλεῖν ἅπαντες ἂν φαῖμεν· ὥστε καὶ τὸ πάσης ἀρετῆς μετέχον τῷ ζῶντι κατʼ ἀρετήν.

Τοσαῦτα καὶ ἀφʼ ὧν ὁ μέγας Θεόδωρος γέγραφεν συνεισφέρειν δεῖ τοῖς Σωκράτους λόγοις ὑπὲρ τῆς τῶν γυναικῶν ὁμοίας ἀνδράσι παιδείας, διʼ ἧς ἡ πρὸς τὴν τελείαν ἐστὶν ἀρετὴν καὶ ἀνδράσι καὶ γυναιξὶν ὁδός. δύο δὲ ὄντων ἄλλων ἐν τούτοις ἀπόρων Πλατωνικῶν, ἑνὸς μὲν πῶς, εἰ τῆς ὁμοίας ἀρετῆς τὸ θῆλυ δεκτικόν, οὐδεμίαν ψυχὴν ἀπὸ τοῦ νοητοῦ κατιοῦσαν ἄγει εἰς τὸ θῆλυ γένος, ἑτέρου δέ, πῶς οὐχὶ καὶ ἐν Νόμοις ἐπιτρέπει καὶ γυναιξὶ τὴν νομοφυλακικὴν ἀρχὴν ὡς ἐνταῦθα τὴν φυλακικήν, πρὸς μὲν τὸ πρότερον λεκτέον, ὅτι τὴν ὕφεσιν ἐθέλων σημῆναι τοῦ γένους παρὰ τὸ γένος τὴν νεοτελῆ ψυχὴν εἰς ἀνδρῶν ἄγει γενέσεις, εἶτʼ εἰς γυναικῶν. οὐ γὰρ ἐπειδὴ τῆς ὁμοίας εἰσὶν ἀρετῆς μετέχειν δυνάμεναι, διὰ τοῦτο καὶ ὡσαύτως μετέχουσιν, ἀλλὰ ἐρρωμενέστερον οἱ ἄνδρες, ὥσπερ καὶ τῶν ἐπιτηδευμάτων ἀντιλαμβάνονται καὶ ὅσα δοκεῖ γυναικῶν εἶναι μᾶλλον ἢ ἀνδρῶν, καθάπερ λέγει καὶ αὐτός. φύσει οὖν αἱ ἀρρενωποὶ ψυχαὶ τῶν θηλυπρεπῶν δυνατώτεραι· διὸ τῇ ἄνω ζωῇ τῶν ψυχῶν αὗται προσεχεῖς. αἱ δὲ κάθοδοι διὰ τῶν προσεχῶν εἰς τὰ πορρώτερον γίνεσθαι φιλοῦσιν, ὥστʼ εἰκότως εἰς ταύτας πρότερον τὰς ἀρρενουμένας ἐκείνων τῶν θηλυνομένων. πρὸς δὲ τὸ δεύτερον, ὅτι ἐν Νόμοις ἤδη λαμβάνει βεβιωκότας ἀνθρώπους ἐν ἄλλαις πολιτείαις, εἰ καὶ ἀδιαστρόφους μείναντας, καὶ οὐ τὰς ἀκροτάτας φύσεις ἔχοντας, ὥσπερ ἐνταῦθα, φύντας εὐθὺς ἐκ τοῦ παντὸς ὑποδέχεται καὶ παιδεύει. διὸ τινὰς μὲν ἀρχὰς ἐπιτρέπει κἀκεῖ ταῖς γυναιξίν, οὐ μέντοι τὴν ἀκροτάτην τῶν ἀρχῶν, ἀλλὰ μόνοις ἀνδράσιν, ὡς ἔχουσιν αὐτὸ τοῦτο ὅπερ ἔφαμεν, τὸ τῇ φύσει καὶ ἐρρωμενέστερον καὶ ὑψηλοφρονέστερον. καὶ γὰρ ἡ ἄλλη διάθεσις τῆς πολιτείας οὐχ ὁμοία τῆς τε ἐν Νόμοις καὶ τῆς ὑπὸ τοῦ Σωκράτους διακοσμουμένης, οὐδὲ ἡ διὰ πάντων κοινωνία χώραν ἔχειν ἔδοξεν καὶ ἐπʼ ἐκείνης, ἣν ὁ Σωκράτης ἐπὶ ταύτης ἐνέκρινεν, οὐδὲ τὸ εἶδος τῆς ζωῆς ταὐτὸν τῶν ἐν ταύτῃ κἀκείνῃ ζώντων· ὥστʼ εἰκότως ἀγαπᾷ τὴν μεγίστην ἀρχὴν ἀνδράσιν ἐπιτρέπων μόνοις διακοσμεῖν ἐκείνην, ταύτης τοσοῦτον ὑφειμένην, ὅσον τῆς διὰ πάντων κοινωνίας ἀπολείπεται τὸ μεριστὸν εἶδος τῆς πολιτείας. καὶ γὰρ συμπαθέστερον φύσει τὸ θῆλυ περὶ τὸ ἴδιον τοῦ ἄρρενος· οὐκ ἦν οὖν ἀσφαλὲς μερισμὸν εἰσαγαγόντα καὶ χρημάτων καὶ παίδων καὶ εἰς γυναῖκας ἄγειν τὴν τῶν ὅλων ἀρχήν, ὑπʼ αὐτῆς τῆς φύσεως ἠναγκασμένας τοῖς ἰδίοις συμπάσχειν ἀντὶ τῶν κοινῶν καὶ τοῖς μέρεσιν ἀντὶ τῶν ὅλων.