ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΩΙ ΠΕΜΠΤΩΙ ΤΗΣ ΠΟΛΙΤΕΙΑΣ ΔΕΙΚΝΥΝΤΩΝ ΛΟΓΩΝ ΚΟΙΝΑΣ ΕΙΝΑΙ ΤΑΣ ΑΡΕΤΑΣ ΚΑΙ ΤΗΝ ΠΑΙΔΕΙΑΝ ΑΝΔΡΩΝ ΚΑΙ ΓΥΝΑΙΚΩΝ.
Τὴν ἀρετὴν τὴν πολιτικὴν οὐκ ἀνδράσι μόνοις, ἀλλὰ καὶ γυναιξὶ κοινὴν ἐν τῷ πέμπτῳ τῆς Πολιτείας Σωκράτης ἐπιδεῖξαι βουλόμενος ἀναγκαίως πρὸ τῆς ἀρετῆς τὴν παιδείαν τὴν αὐτὴν ἀνδρῶν εἶναί φησι καὶ γυναικῶν, ὅσην καὶ οἵαν ἀφώρισεν, τὴν διὰ μουσικῆς καὶ τὴν διὰ γυμναστικῆς. τῆς δὲ αὖ παιδείας πολλῷ πρότερον τὴν φύσιν ὁμοειδῆ τῶν γενῶν ἀμφοτέρων οὖσαν ἐπιδείκνυσιν· μὴ γὰρ τούτου πιεσθέντος οὔτʼ ἂν οἱ περὶ τῆς παιδείας λόγοι τὸ πιστὸν ἔχοιεν οὔτʼ ἂν οἱ περὶ τῆς ἀρετῆς. καὶ γὰρ ἀνάγκη τῇ μὲν φύσει τὴν παιδείαν ἑπομένην εἶναι, τῇ δὲ παιδείᾳ τὴν ἀρετήν, τὴν μὲν τελειοῦσαν τὴν φύσιν, τὴν δὲ τέλος οὖσαν τῆς παιδείας. καί μοι δοκεῖ κἀν τούτοις ὁ Πλάτων γνῶναί τε καὶ καταδήσασθαι τἀληθές, τὸ μὲν ἄρρεν καὶ θῆλυ τῷ εἴδει τὰ αὐτὰ θέμενος, τὰ δὲ ὁμοειδῆ, καθάπερ τὸ εἶδος ἕν, καὶ τὴν ἀρετὴν μίαν ἔχειν διορίσας. εἴτε γὰρ νοῦς τὸ πρῶτον ὀρεκτόν, αὐτὸς ἑκάστῳ τὸ εἶναι καὶ τὸ εὖ εἶναι διδούς, οἷς μίαν δίδωσιν οὐσίαν, τούτοις δήπου καὶ τελειότητα δίδωσι μίαν, εἴτε τὸ μὲν ἀγαθὸν ἐπέκεινα τοῦ νοῦ, τῶν δὲ εἰδῶν ὁ νοῦς αἴτιος, συντρέχειν ἀνάγκη τὰς δόσεις αὐτῶν, καὶ τῇ τῶν εἰδῶν διανομῇ τὴν ἐκ τἀγαθοῦ τελειότητα διανέμεσθαι κατʼ ἀξίαν, ὡς τῶν μὲν ἑτέρων κατʼ εἶδος καὶ τὸ εὖ διαφέρειν, τῶν δὲ κατʼ οὐσίαν ὁμοειδῶν καὶ τὴν ἀρετὴν ὁμοειδῆ πάντων ὑπάρχειν. Πλάτων μὲν οὖν, ὅπερ ἔφην, κἀνταῦθα τῇ τάξει τῶν ὄντων συμβαινούσας ἀφῆκεν φωνάς· τῶν δὲ μετʼ αὐτὸν οἳ μὲν ὁμοειδῆ λέγοντες εἶναι τὸ ἄρρεν καὶ θῆλυ καὶ τὸν ἄνθρωπον ἄτομον εἶδος καλοῦντες διασπῶσι τὰς ἀρετάς, ἄλλας μὲν ἀνδρός, ἄλλας δὲ γυναικὸς τιθέμενοι, καθάπερ οἱ ἐκ τοῦ περιπάτου φασίν. οἳ δὲ τὴν μὲν ἀρετὴν κοινὴν αὐτῶν ποιοῦσιν — καὶ οὐδέν γε τοῦτο θαυμαστόν, ὅπου καὶ θεοῦ καὶ ἀνθρώπου μίαν εἶναι διατείνονται τὴν ἀρετήν —, ἕτερα δὲ κατʼ εἶδος τὸ θῆλυ καὶ ἄρρεν εἶναι, καθάπερ ἄνθρωπον καὶ θεόν, ὥσπερ οἱ ἀπὸ τῆς στοᾶς. δεῖ δὲ τοῖς εἰρημένοις κανόσιν ἑπομένους οἷα περὶ τῆς ἑκάστων ὑπάρξεως ταυτότητός τε πέρι καὶ ἑτερότητος, τοιαῦτα καὶ περὶ τῆς τελειότητος ὁμοιότητός τε πέρι καὶ ἀνομοιότητος ὑπειληφέναι. καὶ γὰρ ἐπὶ πάντων ὡς εἰπεῖν ὁρῶμεν ταῖς φύσεσιν τὰς κατὰ φύσιν ἐνεργείας ἀκολουθούσας, ἐπὶ μὲν τῶν ἁπλῶν παντὶ πυρὶ τὴν ἐπὶ τὸ ἄνω φοράν, καὶ πάσῃ γῇ τὴν ἐπὶ τὸ κάτω, καὶ ἐπὶ τῶν μέσων ὡσαύτως· ἐπὶ δὲ τῶν συνθέτων οἷον ζῴων ἕκαστον, ὡς ἔχει μίαν ἰδέαν ἐκ τῆς φύσεως, οὕτω καὶ ἰδιότητα μίαν ἔχον ζωῆς, εἰ καὶ τὰ μὲν μᾶλλον τῶν καθʼ ἕκαστα, τὰ δὲ ἧττον ἔχει τὸ κοινόν. λέοντες μὲν γὰρ ἀνδρικοὶ πάντες, σωφρονικοὶ οἱ βόες, ἔμφρονες δὲ αἱ γέρανοι, καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος, εἰ καὶ ὡς εἴπομεν ἔνι καὶ ἐν τούτοις ἐπίτασίς τις καὶ ἄνεσις. καὶ τοῦτο δήπου τεκμήριον αὐτὸ τῆς κατʼ εἶδος ὁμοιότητος ἐν ταῖς ἐνεργείαις· ἐν γὰρ τοῖς ὁμοειδέσιν ὑπάρχει τὸ μᾶλλον καὶ ἧττον. οὕτω δὴ οὖν καὶ ἄνθρωποι πάντες ὁμοειδεῖς ὄντες καὶ τὰς τελειότητας ἕξουσι τὰς αὐτὰς καὶ τὰς φυσικὰς ἐνεργείας, ὥσπερ καὶ τὰς φύσεις. ταύτας δὲ ὅτι τὰς αὐτὰς κατʼ εἶδος ἔχουσιν, δηλοῖ τό τε τίκτειν μετʼ ἀλλήλων κατὰ φύσιν, καὶ οὐχ ὡς τὰ κοινογενῆ, καθάπερ ἵππον καὶ ὄνον, καὶ τὸ τὴν διαφορὰν αὐτῶν περὶ τὸ σῶμα εἶναι κατὰ τὰ ὄργανα τῆς παιδογονίας, βίους δὲ τοὺς αὐτοὺς ἀμφοτέρων, σώφρονας ἀκολάστους, δειλοὺς ἀνδρείους, ἔμφρονας ἀνοήτους, καὶ τὸ μεταβολὰς εἶναι κατὰ μόνα τὰ εἰρημένα μόρια τῆς μετασχηματίσεως γενομένης, τοῦ τε ἄρρενος εἰς ἄλληλα καὶ θήλεος, ὡς ἐκ τῆς ἱστορίας γνώριμον ἤδη γέγονεν, τῶν ἀνομοειδῶν εἰς ἄλληλα μὴ μεταβαλλόντων ἄνευ φθορᾶς.
Ταῦτα δʼ οὖν ὁ Σωκράτης εἰδὼς καὶ τὰς ἀρετὰς εἶναι κοινὰς τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν ἐθέλων ἀποφῆναι, καὶ μὴ μόνον φύλακας εἶναι χρῆναί τινας, ἀλλὰ καὶ τὰς συστοίχους αὐτοῖς φυλακίδας, μηδὲ ἐπικούρους ἄνδρας μόνους, ἀλλὰ καὶ γυναῖκας ὁπλίζειν, δείκνυσιν ἐξ ἀνάγκης, ὅτι δυνατὰ νομοθετεῖ καὶ ὅτι, ἐπειδὰν κρατήσῃ, τοῖς πεισθεῖσιν ὠφέλιμα. δύο γὰρ οὗτοι σκοποὶ πάσης εἰσὶ τῆς πολιτικῆς ἐπιστήμης, ὃ μὲν τὸ δυνατόν, ὃ δὲ τὸ ὠφέλιμον δεικνὺς τῶν προσταττομένων· οὔτε γὰρ εὐχαῖς ὅμοια δεῖ γράφειν τὸν νοῦν ἔχοντα νομοθέτην, οὔτʼ εἰ καὶ δυνατὰ λέγοι, πρὸς ἄλλο τι βλέποντα γράφειν ἢ τὸ ὠφέλιμον. καὶ ταῦτα εἰκότως· καὶ γὰρ ἡ νομοθετικὴ νοῦς τίς ἐστι μερικός, διὸ καὶ αὐτὸς τὸν νόμον ὡρίσατο νοῦ διανομήν. εἰ δὲ νοῦς ἐστιν, τρίτην μὲν ἔχει τάξιν ἀπὸ τοῦ ἀγαθοῦ, δευτέραν δὲ ἀπὸ τῆς δυνάμεως. καὶ γὰρ πᾶς νοῦς δυνάμεως δεῖται, ἵνα τὸ οἰκεῖον ἐκπληροῖ πάντως· οὐχ ὅπου δὲ δύναμις, ἐκεῖ καὶ νοῦς· ὥστʼ ἐπέκεινα τοῦ νοῦ κατὰ φύσιν ἡ δύναμις. καὶ εἰς ταῦτα ἄρα βλέπων καὶ ὁ Σωκράτης πάσας ἐπιστήμας καὶ πάσας τέχνας δυνάμεις τινὰς εἶναι διορίζεται, ἀλλʼ οὐκ ἀνάπαλιν· δυνάμεως γάρ φησιν οὔτε χρόαν οὔτε σχῆμα ὁρᾶν, ἀλλʼ ἀφʼ ὧν ἐργάζονται ἢ ἐφʼ οἷς τετάχαται τὰς διαφορὰς αὐτῶν ἐξευρίσκειν, ἀφʼ ὧν μὲν ἐργάζονται, τὰς ποιητικάς, ἐφʼ οἷς δὲ τετάχαται, τὰς γνωστικάς. πᾶσα δʼ οὖν γνῶσις ἀπὸ δυνάμεως, οὐ πᾶσα δὲ δύναμις γνωστικὴ πάντως — εἰσὶ γοῦν καὶ ὀρεκτικαὶ δυνάμεις καὶ ἄλλαι φυσικαὶ ζῴων ἢ φυτῶν ἢ ἀψύχων —, ὥστε ὑπὲρ νοῦν ἡ δύναμις. πάλιν δὲ αὖ τῆς δυνάμεως ἐπέκεινα τὸ ἀγαθόν· ἅπασα γὰρ δύναμις αὐτὴ καθʼ αὑτὴν ἀγαθόν. εἰ δέ τις εἴη βλαβερὰ λεγομένη δὲ ὅμως δύναμις, ἀδυναμία μειζόνως οὖσα φαντάζεταί τισιν εἶναι δύναμις· τί γὰρ ἄλλο δυνάμεως ἴδιον ἢ τὸ σώζειν τὸ ἔχον αὐτήν; εἰ δὲ βλαβερὰ τίς ἐστιν δύναμις, οὐδʼ ἂν δύναμις εἴη, τοὐναντίον δρῶσα τῇ τῆς δυνάμεως χρείᾳ. πᾶσα μὲν οὖν δύναμις ἀγαθόν, οὐ πᾶν δὲ τὸ ἀγαθὸν δύναμις, εἴπερ καὶ ἄλλα ἀγαθά ἐστιν οὐκ ὄντα δυνάμεις, ὅπου καὶ ἕξεις ἀγαθάς τινας λέγομεν, καὶ ἐνεργείας πρὸ ἕξεων, καὶ αὐτὸ τὸ εἶναι πρὸ δυνάμεως ὂν ἀγαθόν. εἰ δὲ ταῦτα ὀρθῶς εἴπομεν καὶ τὸ προρρηθὲν ἀληθές, τὸ τὴν νομοθετικὴν ἐπιστήμην νοῦν τινα μερικὸν εἶναι, διότι καὶ ὁ νόμος ὡς εἴρηται νοῦ διανομὴ κατʼ αὐτόν ἐστιν, ἐν τῇ τρίτῃ σειρᾷ τῶν πάντων οὖσα, βλέπειν εἰς τὰς πρὸ αὐτῆς ὀφείλει, τήν τε τῆς δυνάμεως λέγω καὶ τὴν τοῦ ἀγαθοῦ. σειραὶ γάρ εἰσιν καὶ τούτων, καὶ ἄλλαι ἀπʼ ἄλλων δυνάμεις προΐασιν καὶ ἀγαθότητες ὡσαύτως. εἰ δὲ εἰς ἐκείνας βλέπει, τό τε δυνατὸν ὀφείλει πανταχοῦ σκοπεῖν εἰς αἵρεσιν καὶ τὸ ὠφέλιμον εἰς τεῦξιν· αἱροῦνται γὰρ ἕκαστοι τὰ δυνατά, τυγχάνειν δʼ ἐφίενται τῶν ὠφελιμωτάτων.
Τούτων οὖν ὄντων δύο σκοπῶν, τὸ δυνατὸν πρότερον ὁ Σωκράτης ἡμῖν ἐπιδεικνὺς τοῦ γυναικείου δόγματος ἀπὸ τῶν κυνῶν ὑπομιμνήσκει τὴν εἰς τὸ φυλάττειν τὴν πόλιν ὁμοιότητα πρὸς τοὺς ἄνδρας τῶν γυναικῶν. τοῦτο γὰρ δὴ τὸ ζῷον εἰκόνα φύσεως ἐποιήσατο φυλακτικῆς, ταύτην ἔχον τὴν δύναμιν κατὰ φύσιν, ὡς ἄλλα τῶν ζῴων ἄλλην, τὰ μὲν τοῦ μέλλοντος προορατικήν, τὰ δὲ τὴν οἰκονομικήν, τὰ δὲ τὴν ἀμυντικήν. τῆς δὲ δυνάμεως ταύτης ἴδιον πρᾶον μὲν εἶναι τοῖς οἰκείοις, χαλεπὸν δὲ τοῖς ἀλλοτρίοις, ὃ δὴ διαφερόντως ὑπάρχει τοῖς κυσίν, ὥσπερ δὴ καὶ τὸ ἀγρυπνητικόν — καθεύδοντα γὰρ ἄλλου φύλακος ἀνάγκη δεῖσθαί τινος — καὶ τὸ ὀξὺ καὶ τὸ εὐαίσθητον· ὁ γὰρ τούτοις ἐλλείπων οὐ προσιόντας γνώσεται τοὺς ἀλλοτρίους, οὐ χαιρήσει καὶ ἀποσκευάσεται πρὸ τοῦ παθεῖν, τὸ μὲν διὰ δυσαισθησίαν, τὸ δὲ διʼ ἀργίαν. καὶ ἐοίκασιν ἄρα διὰ ταῦτα καὶ οἱ τὰ θεῖα σοφοὶ ταύτην κατιδόντες τῶν κυνῶν τὴν ἰδιότητα τὴν φυλακτικὴν τοῖς φρουρητικοῖς αὐτοὺς οἰκείους θεοῖς ὑπολαβεῖν καὶ κυνοπροσώπους αὐτοὺς ἐν τοῖς εἴδεσι ποιεῖν, ὡς τὸν Ἄνουβιν Αἰγύπτιοι τὸν τοῦ Ὀσίριδος φρουρόν. τὸν δʼ οὖν κύνα τοῖς φύλαξιν ἀνθρώποις καὶ αὐτὸς … διὰ τὴν κατὰ φύσιν πρὸς τὸ φυλακικὸν δαιμόνιον γένος συγγένειαν. ἐντεῦθεν ὁρμηθεὶς ἀποδείκνυσιν οὐ τῷ ἄρρενι μόνον τῶν ἀνθρώπων, ἀλλὰ καὶ τῷ θήλει τὴν φυλακὴν τῆς πόλεως οἰκείαν· καὶ γὰρ τοὺς κύνας οὐ μεῖον τοὺς θήλεις ἢ τοὺς ἄρρενας εἶναι τῶν ἀγελῶν φυλακικούς, οὐκ ἐκ παραδείγματος ἐπιβαλλόμενος — ἀσθενὴς γὰρ ὁ τοιόσδε τῆς ἐπιβολῆς τρόπος καὶ οὐ διαλεκτικός — οὐδὲ ὡς ἐπαγωγῇ χρώμενος — ἐκ γὰρ ἑνὸς ἐπαγωγὴν ποιεῖν ἀδύνατον —, ἀλλʼ ὡς ἐκ τοῦ ἥττονος ἐπιχειρῶν· ὥστʼ εἶναι τὸν λόγον τοιοῦτον. εἰ τοῖς ἧττον ἀνθρώπων ὀφείλουσιν τὴν κατὰ φύσιν ὁμοιότητα κεκτῆσθαι διὰ τὴν ὕφεσιν τῆς ζωῆς ὑπάρχει τὸ ὅμοιον ἐν τῇ φύσει, πολλῷ μᾶλλον ἀνθρώποις κρείττονα καὶ τρανεστέραν ἔχουσι ζωήν. ἐν γὰρ τοῖς κατʼ οὐσίαν ὑπερέχουσιν, συστοίχοις δὲ ἀλλήλοις μᾶλλον ἡ κοινωνία τῆς φύσεώς ἐστιν ἢ ἐν τοῖς καταδεεστέροις. ὅσῳ γοῦν ἕκαστα τῇ φύσει λείπεται τῶν πρὸ αὐτῶν, τοσούτῳ μᾶλλον καὶ τῆς ὁμοιότητος ἀποδεῖ τῆς πρὸς ἄλληλα, τῆς δὲ ἀνομοιότητος μετέχει πλείονος. ἀλλὰ μὴν τὸ ἡγούμενον· οἱ γοῦν κύνες ἐγγυτάτω μὲν ὄντες ἀνθρώπων καὶ συζῶντες αὐτοῖς, ὑφειμένοι δὲ διὰ τὴν τοῦ λόγου στέρησιν, οὐ μόνον οἱ ἄρρενες ἀλλὰ καὶ οἱ θήλεις, τὴν ἰδιότητα ταύτην εἰλήχασιν, ἣν κυνῶν ἰδίαν φαμέν. πολλῷ ἄρα μᾶλλον οἱ ἄνθρωποι, ὧν διὰ τὴν λογικὴν φύσιν κοινὴν οὖσαν τὸ προνοητικὸν τῶν ἀνθρώπων ἴδιον καὶ τὸ σωστικόν, ἕξουσιν ταύτην φύσιν πάντες τὴν τὸ συγγενὲς σώζειν ὀφείλουσαν, εἰ καὶ οἳ μὲν μᾶλλον, οἳ δὲ ἧττον. καὶ γὰρ τοῦτο προσέθηκεν δαιμονίως εἰς πίστιν τῆς ὁμοειδοῦς οὐσίας τῶν ἀνθρώπων· τὸ γὰρ μᾶλλον καὶ ἧττον ἐν τοῖς ὁμοειδέσιν καὶ Ἀριστοτέλης εἶναί φησιν, ἐν λευκοῖς ἐν μέλασιν ἐν θερμοῖς ἐν ψυχροῖς. τὸ δὲ μηδʼ ὅλως ταὐτοῦ μέτοχον εἴδους οὐ λέγεται μᾶλλον ἢ ἧττον μετέχειν, ἀλλʼ ὃ ἂν ᾖ ταὐτὸν μετʼ ἐπιτάσεως ἢ ἀνέσεως. εἰ δʼ οὖν καὶ οἳ μὲν μᾶλλον, οἳ δὲ ἧττον τῆς ἀνθρώπῳ προσηκούσης τελειότητος μετέχουσιν, ἀλλʼ ἡ φύσις κοινὴ καὶ τῶν ἀρρένων ἐστὶ καὶ τῶν θηλειῶν, καὶ κοινὰ πάντα ἀμφοτέροις τὰ ἐπιτηδεύματα, τὸ ἄρχειν τὸ ἐπικουρεῖν τὸ τεχνικῶς ζῆν. ὥστε σκοπητέον, τίνες καὶ ἐν γυναιξὶ φυλακικαὶ φύσεις εἰσίν, καὶ παιδευτέον καὶ ταύτας ὡς τοὺς ἄνδρας. ἡ γὰρ φυσικὴ ἐπιτηδειότης ἀτελής, ἡ δὲ παιδεία πρὸς τὸ τέλειον ἄγει τὴν φύσιν. κἂν ἀσθενέστερον ᾖ τὸ θῆλυ πρὸς ταῦτα μᾶλλον ἢ τὸ ἄρρεν, ὡς ὅλον εἰπεῖν, οὐ διοισόμεθα· δεῖ γὰρ οὐκ εἰς τὰ ὄργανα βλέπειν, ἀλλʼ εἰς τὰ εἴδη τῆς ζωῆς. καίτοι καὶ τὴν ἐν τοῖς ὀργάνοις τοῦ θήλεος δύναμιν ἔδειξεν ὅλα γυναικῶν ἔθνη παμπόλλην οὖσαν, Ἀμαζόνας λέγω τὰς διὰ τὴν ῥώμην καὶ Ἄρεως εἶναι ῥηθείσας ὀπαδοὺς καὶ τιμηθείσας μετὰ τὴν ἧτταν Ἀθήνῃσιν ὡς Ἀρεϊκάς· Σαυρομάτιδας οὐ μεῖον τῶν ἀνδρῶν πολεμικὰς καὶ τολμώσας ἐν τοῖς δεινοῖς· Λυσιτανῶν δὲ ἀκήκοα τὴν πολιτείαν ἱστουργίαν μὲν ἀποδιδόναι καὶ ταλασίαν τοῖς ἀνδράσιν, πολέμους δὲ καὶ ἀγῶνας ταῖς γυναιξίν. οὕτως ὁμαλὴ γέγονεν ἡ τῶν ἀνθρώπων φύσις πρὸς ἀρετὴν ἐκ τῆς δημιουργίας.
Ὁ μὲν δὴ λόγος τοιοῦτός ἐστιν, διʼ οὗ τὴν φύσιν κοινὴν οὖσαν ἐν πᾶσι τοῖς ἐπιτηδεύμασιν ἐπιδείκνυσιν ἀνδρῶν καὶ γυναικῶν· δύο δὲ πρὸς τὴν δόξαν ταύτην κινήσας ἀπαντήσεις ἀμφοτέρας μεταχειρίζεται τὸν ἐπιστημονικὸν τρόπον. ἔστι δὲ ἣ μὲν τῶν ἀπαντήσεων ἀπὸ τοῦ ἔθους εἰς ἄδοξόν τι περιάγουσα τὴν θέσιν, εἰωθὸς τοῦτο τοῖς περὶ τὰς ἀντιλογίας διατρίβουσι καὶ τὸ ἔνδοξον θηρῶσιν ἐν τοῖς λόγοις, ἣ δὲ ἀπὸ τῶν ἡμετέρων ὁμολογημάτων ὁρμωμένη δοκοῦσα μείζω τὴν ἰσχὺν ἔχειν καὶ περιτρεπτικὴ τῶν λόγων αὐτῶν πρὸς αὐτούς. ἡ μὲν ἀπὸ τοῦ ἔθους εἰς τὸ ἄδοξον ἄγουσα ἀπάντησίς ἐστιν τοιάδε τις. εἰ δεῖ τὰς γυναῖκας φυλακικὰς γίνεσθαι, δεῖ γυμνάζεσθαι καὶ μὴ μουσικεύεσθαι μόνον. εἰ δὲ γυμνάζεσθαι, δεῖ καὶ ἀποδύεσθαι ἐν τοῖς γυμνασίοις ὡς τοὺς ἄνδρας καὶ τἆλλα πάντα ὑπομένειν, ὅσα καὶ ἐκείνους, οἷον πηδᾶν ἱππάζεσθαι τρέχειν· ταῦτα δὲ αἰσχρὰ πάντα γυναιξὶν τὸ ἔθος εἶναί φησιν, ὃ δὴ κρατεῖ νῦν ἐν ταῖς πόλεσιν. τὸ δὲ αἰσχρὸν καὶ ἄσχημον ἄδοξον· οὐκ ἄρα γυμναστέον τὰς γυναῖκας· οὐκ ἄρα φυλακίδας πόλεως τακτέον. ἡ δὲ λοιπὴ τοιαύτη· κεῖται διὰ τῶν ἔμπροσθεν λόγων, ἕκαστον ἕν τι χρῆναι ἐπιτηδεύειν, ὃ κατὰ φύσιν ἐστὶν ἑκάστοις· εἰ δὲ τοῦτο ὀρθόν, ἀνάγκη τὰς διαφερούσας φύσεις διάφορα ἐπιτηδεύειν. εἰ οὖν αἱ ἀνδρὸς καὶ γυναικὸς φύσεις διαφέρουσιν ἀλλήλων, αἱ δὲ διαφέρουσαι φύσεις διαφέροντα ἐπιτηδεύουσιν, ἡ ἄρα ἀνδρὸς καὶ ἡ γυναικὸς φύσις διαφέροντα ἐπιτηδεύσουσιν. εἰ ἄρα ἡ ἀνδρὸς φύσις φυλακική, ἡ γυναικὸς οὐ φυλακική· ἄμφω γὰρ λέγειν ἅμα ἀδύνατον, καὶ τὰς φύσεις εἶναι διαφόρους καὶ τὰς ἐπιτηδεύσεις τὰς αὐτάς. ὥστʼ ἢ τὰ πρότερα ψευδῶς διωρίζομεν ἢ τὰ νῦν ψευδῶς δείκνυμεν. Αἱ μὲν οὖν ἀπαντήσεις τοιόνδε παρʼ αὐτῷ τρόπον προήχθησαν· λύει δὲ ἀμφοτέρας, τὴν μὲν προτέραν συλλογιζομένην οὕτως· τὸ γυμνάζεσθαι τὰς γυναῖκας, ἢ παραποδυομένας τοῖς ἀνδράσιν ἢ ἱππαζομένας ἢ ἄλλο τι τοιοῦτο μελετώσας, παρὰ τὸ κοινὸν ἔθος ἐστί· πᾶν τὸ παρὰ τὸ κοινὸν ἔθος ἄσχημον καὶ αἰσχρόν, καὶ τὸ συμβαῖνον δῆλον—ταύτην δʼ οὖν οὑτωσὶ λύει, τὴν μείζω πρότασιν σαλεύσας. τὸ γὰρ ἔθος διττόν, ἢ οὗ λόγος πατήρ, ἢ οὗ πάθος αἴτιον· καὶ τὸ αἰσχρὸν διττόν, ἢ τὸ τοῖς νοῦν ἔχουσιν τοιοῦτον φανταζόμενον, ἢ τὸ τοῖς ἀνοήτοις· καὶ τὸ ἄδοξον ὡσαύτως καὶ ἑπομένως τούτοις διττόν, ἢ τὸ τοῖς πολλοῖς, ἢ τὸ τοῖς περιττοῖς. εἰ μὲν οὖν τοῦ ἔθους ἡγεμὼν εἴη λόγος, κἂν ἄσχημον εἶναι δοκῇ τοῖς ἀνοήτοις κἂν ἄδοξον παρὰ τοῖς πολλοῖς, εἰσακτέον αὐτὸ πάντως εἰς τὰς πόλεις· ἔσται γὰρ καὶ τοῦτο χρόνῳ πᾶσιν ἀρέσκον. εἰ δὲ πάθος αἴτιον, κἂν καλὸν εἶναι φαίνηται τοῖς νοῦν οὐκ ἔχουσι κἂν ἔνδοξον ᾖ διὰ χρόνον γεγονὸς παρὰ τοῖς πολλοῖς, ἐκβλητέον αὐτὸ τῶν πόλεων. ἡ γὰρ νομοθετικὴ οὐ τῶν πολλῶν στοχάζεται τῆς κρίσεως, ἀλλὰ τῶν ὀλίγων, οὐδὲ εἰς δόξας ὁρᾷ τῶν ἀνοήτων, ἀλλʼ εἰς τὰς τῶν νοῦν ἐχόντων. καὶ τὰ ἄδοξα οὖν παρὰ τοῖς πολλοῖς νομοθετήσει πρὸς τὰ ἔνδοξα βλέπουσα παρὰ τοῖς ὀλίγοις. εἰ γὰρ ἔδει τοῖς πονηροῖς ἔθεσι δουλεύειν, οὐδέποτʼ ἂν ἐγένετο μεταβολή, τῶν χειρόνων τῶν προτέρων ἀεὶ κρατούντων. συλλογιστέον οὖν οὕτως· τινὰ ἔθη οὐ συνᾴδει ἀλλήλοις· τὰ κατὰ λόγον συνᾴδει ἀλλήλοις· οὐ πάντα ἄρα τὰ ἔθη κατὰ λόγον. ἐπεὶ οὖν οὐ πάντα κατὰ λόγον, ἐκεῖνα ἐκλεκτέον, οὐχ ὅσα κατὰ φαντασίαν ἐστὶν καλά, ἀλλʼ ὅσα διὰ τὴν τοῦ λόγου κρίσιν. τὴν μὲν οὖν προτέραν οὕτως ἔλυσεν ἀπάντησιν, καὶ ἀπὸ τῆς ἱστορίας ὑπομνήσας, ὅτι πολλὰ τῶν ἐθῶν αἰσχρὰ πρότερον νομιζόμενα προϊόντος τοῦ χρόνου οὐκέτʼ ἔδοξαν εἶναι τοιαῦτα, καθάπερ ἐν Λακεδαίμονι τὸ ἄνευ διαζώματος θεῖν. Τὴν δὲ δευτέραν συλλογιζομένην οὕτως· ἀνδρὸς φύσεις καὶ γυναικὸς διάφοροί εἰσιν· αἱ διάφοροι φύσεις διάφορα ἐπιτηδεύειν ὀφείλουσιν, λύει τὸ διάφορον διελὼν ὁσαχῶς λέγεται, καὶ ὡς τὸ μὲν πῇ τὸ δὲ ἁπλῶς, καὶ ὡς οὐ καθʼ ὃ διαφέρουσιν, κατὰ τοῦτο τὰ αὐτὰ ἐπιτηδεύειν αὐταῖς προσάπτομεν, ἀλλὰ καθʼ ὃ μὴ διαφέρουσιν. ἔστιν μὲν γάρ τις αὐτῶν διαφορὰ κατὰ τὴν τῶν ὀργάνων τῶν παιδοποιῶν θέσιν καὶ διάπλασιν, καὶ κατʼ αὐτὴν ἄλλα μὲν ἀνδράσιν ἄλλα δὲ γυναιξὶν ἐπιτηδευτέον, τοῖς μὲν ὅπως ἂν εὔρωστα σπείρωσιν καὶ μὴ ἀδρανῆ καὶ ἐξίτηλα διά τε τροφῆς τοιᾶσδε καὶ κινήσεως — καὶ γὰρ τῶν σπερμάτων τὰ μέν ἐστιν ἄγονα, ὅσα ὑδατώδη, τὰ δὲ γόνιμα, ὅσα εὐπαγῆ καὶ χαλαζώδη, φησὶν Ἀριστοτέλης —, … καὶ τῶν κυουσῶν γυναικῶν ἐστιν ἴδια ἐπιτηδεύματα, οἷα προσέταξεν ἐν Νόμοις Πλάτων, γυμνασίαν καὶ δίαιταν ἄνοινον καὶ εἴ τι τούτοις ὅμοιον. ταύτῃ μὲν οὖν διαφέρουσιν· ταῖς δὲ τῶν ψυχῶν δυνάμεσιν οὐ διαφέρουσιν, καθʼ ἃς δεῖ τὰ αὐτὰ αὐτοὺς ἐπιτηδεύειν, εἰ καὶ ἀσθενέστερον ἐπιτηδεύσουσιν ὡς τὸ ὅλον αἱ γυναῖκες· ἐπεὶ ὅτι πολλαὶ καὶ τούτων εἰς ἅπασαν παιδείαν ἀνδρῶν εἰσί τινων ἐρρωμενέστεραι, δῆλον. οὐχ ᾗ δʼ οὖν διαφέρουσι, ταύτῃ κοινὰ τὰ ἐπιτηδεύματα αὐταῖς ἀφορίζομεν, ἀλλʼ ᾗ κοινὴν ἔχουσι φύσιν· καὶ σαφῆ τὸν παραλογισμὸν ἐποίησε τῷ πῇ καὶ ἁπλῶς χρησάμενος ὡς μηδενὶ διαφέρουσιν, τὸν φαλακρὸν καὶ τὸν κομήτην παραλαβὼν ὡς φύσιν ἔχοντας διάφορον καὶ οὐκ ὀφείλοντας τὰ αὐτὰ ἐπιτηδεύειν. ἔστι γάρ τι καὶ ἐν τούτοις διάφορον, ἀλλʼ οὐκ ἐκεῖνο τὸ ποιοῦν τὰς ἐπιτηδεύσεις διαφερούσας. ὅλως δὲ ἐν τοῖς συνθέτοις πᾶσιν ἔνεστίν τι πάντως καὶ ταὐτὸν καὶ ἕτερον, καὶ οὐ δεῖ τὸ πῇ ἕτερον ἁπλῶς ἕτερον λέγειν, οὐδὲ τὸ πῇ ταὐτὸν ἁπλῶς ταὐτόν.
Αἱ μὲν οὖν ἀπαντήσεις οὕτως ὑπʼ αὐτοῦ διελύθησαν· ὧν λυθεισῶν συνάγει δεῖν μὲν τῶν τε ἀνδρῶν εἶναι καὶ τῶν γυναικῶν τὰ αὐτὰ ἐπιτηδεύματα, δεῖν δὲ ταῖς γυναιξὶν ὡς ἀσθενεστέραις διδόναι μὲν ὄργανα τὰ κουφότερα, προστάττειν δὲ ἔργα, ὅσα μὴ παντάπασιν ἐπίπονα, διὰ τὴν τῆς φύσεως ὕφεσιν ἐν ἅπασιν, οἷς γυνὴ καὶ ἀνὴρ ἐπιτηδεύετον. καὶ γὰρ ἐν τοῖς ὁμολογουμένοις εἶναι γυναικείοις ἔργοις ἐρρωμενέστερον ἀνὴρ ἐνεργεῖ γυναικός, ὡς ἐν τῷ ὑφαίνειν, ὡς ἐν τῷ ταλασιουργεῖν, ὡς ἐν τῷ ποπανοποιεῖν· ἔνθα καὶ τὸ ἔθος ἡμᾶς ἐδίδαξε τὸ Ἀττικόν, ὡς ἄρα γυναῖκες ἦσαν οὐχ αἱ ἀλετρίδες μόνον, ἀλλὰ καὶ αἱ ποπανοποιοί, μιμούμεναι τὰς φύσεις τὰς πλαττούσας ὅσα τοῖς θεοῖς ἀνιᾶσιν ζῷα καὶ φυτά. διὰ πάντων δʼ οὖν τούτων τῶν γυναικείων ἔργων οἱ ἄνδρες εἰς τὸ τὰ αὐτὰ ποιεῖν εἰσιν μᾶλλον ἐρρωμένοι τῶν γυναικῶν· ὥστʼ οὐδὲν θαυμαστόν, εἰ καὶ ἐν τῷ ὁπλιτεύειν καὶ ἐν τῷ τρέχειν ἢ ἐν τῷ ἀγρυπνεῖν. ἀλλὰ προστακτέον αὐταῖς κοινωνεῖν καὶ τούτων τῶν ἐπιτηδευμάτων, τὴν ὕφεσιν τῆς φύσεως σοφιζομένους τοῖς ἐλαφροτέροις τῶν ἔργων. καὶ ἔοικεν καὶ τοῦτο τῷ θήλει ὑπάρχειν κατὰ τὴν πρὸς τὰ θεῖα ἀναλογίαν, τὰς ἑαυτῶν φύσεις ἀνατείνοντα καὶ μέχρι τῶν ἐσχάτων, ἐν οἷς τῶν συστοίχων τὰ θήλεα τῶν ἀρρένων ἐστὶν ὑφειμένα ταῖς δυνάμεσιν, διότι δὲ συντέτακται ἀλλήλοις — διὸ καὶ λέγεται σύστοιχα —, κοινὰς ἔχει τὰς ἀναγωγοὺς ἐπὶ τὰ σφῶν αὐτῶν αἴτια δυνάμεις. ὃ δὴ καὶ ἐνταῦθα ὂν εἰκονικῶς κοινὰς ἀπέφηνε τὰς ἀρετάς· ὥσπερ ἐκεῖ τῷ γεννᾶν διαφέρουσιν, τὸ μὲν ἄρρεν ἄλλως τὴν ἕνωσιν διδὸν τοῖς ἀπογεννωμένοις, τὸ δὲ θῆλυ τρόπον ἕτερον μερίζον καὶ πληθύον τὰ κοινὰ αὐτῶν ἀποτελέσματα, κατὰ τὸν αὐτὸν καὶ ἐνταῦθα λόγον ἡ διαφορότης ὑπάρχει τῷ θήλει πρὸς τὸ ἄρρεν ἐν ταῖς γονίμοις τῶν ὁμοίων ἐνεργείαις· εἰ καὶ ἐπιπονώτερον καὶ τοῦτο ἐργάζεται τὸ θῆλυ, τὸ δʼ ἄρρεν οὐ μόνον μετὰ ἀπονίας, ἀλλὰ καὶ μεθʼ ἡδονῆς, εἰκόνες καὶ ταῦτα τῶν θείων, ἐν οἷς τὸ μὲν διὰ περιουσίαν δυνάμεως μετὰ πλείονος ἐνεργεῖ ῥᾳστώνης, ἀπόλυτον ὂν καὶ ἄφετον τῆς προόδου τῶν δευτέρων, τὸ δὲ μετὰ ἐλάσσονος μὲν τῆς ἐξῃρημένης ὑπεροχῆς, πλείονος δὲ τῆς πρὸς τὰ γεννώμενα συμπαθείας.
Ἀλλὰ τούτων μὲν ἅδην. τὸ δὲ δεύτερον, ὅτι καὶ βέλτιστον πρὸς τῷ δυνατῷ τὸ γυναικεῖον δρᾶμα, κατεσκεύασεν συνδρομώτερον, καὶ ἔστιν ὁ λόγος δυνάμει τοιοῦτος. εἰ τὸ πλείους ἀγαθοὺς εἶναι πολιτείᾳ λυσιτελέστερον ἢ τὸ ἐλάσσους, καὶ τὸ παιδεύεσθαι μὴ ἄνδρας μόνον ἀλλὰ καὶ γυναῖκας λυσιτελέστερον. ἀλλὰ μὴν ἐκεῖνο πᾶς ἂν ὁμολογήσειεν· ὅσῳ γὰρ πλείους οἱ ἀγαθοί, τοσούτῳ κρείσσων ἡ ζωὴ τῆς πόλεως. ὥσπερ γὰρ καὶ τὸ πᾶν εὔδαιμον, διότι τὸ μὲν πλεῖστον αὐτοῦ ζῇ θείως, τὰ δὲ κατὰ τὴν θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον πάνσμικρον ὄντα περιπολεῖ καὶ διὰ τοῦτο κρατεῖται ὑπὸ τῶν ἀμεινόνων, πλειόνων καὶ δυνατωτέρων ὄντων. τὸ ἄρα ἑπόμενον ἀληθέστατον, ὅτι τὸ παιδεύεσθαι καὶ τὰς γυναῖκας λυσιτελέστερον ἢ μόνους τοὺς ἄνδρας· ἔσται γὰρ τὸ ἥμισυ τῆς πόλεως ἀπαίδευτον τῶν ἀνδρῶν μόνων εἰς ἀρετὴν ἀγομένων, τῶν δὲ γυναικῶν ἀμελουμένων. ἐπεὶ καὶ ὅσῳ τὸ θῆλυ γένος ἀσθενέστερον ὂν ἐπιρρεπέστερόν ἐστιν εἰς τὸ ἐμπαθές, τοσούτῳ μᾶλλον τῆς περὶ αὐτὸ παιδείας τῷ νομοθέτῃ φροντιστέον, διὰ τῆς ὀρθῆς ἀγωγῆς ἀνέλκοντι πρὸς τὸ ἄριστον καὶ τοῦτο καὶ ἀμυνομένῳ τὴν ἀσθένειαν τῆς φύσεως τῇ δυνάμει τῆς ἀρετῆς. ἔσται γὰρ καὶ ἡ ὅλη πόλις ἑαυτῇ σύμφωνος μᾶλλον ἐξ ἀγαθῶν οὖσα πάντων ἢ ἐξ ἀγαθῶν καὶ μὴ ἀγαθῶν. καὶ γὰρ ὁ τοῦδε τοῦ παντὸς πατήρ, ὃν ὁ νομοθέτης καὶ ἁπλῶς ὁ πολιτικὸς ὄντως ἀνὴρ ἀπεικονίζεται, τὸ πᾶν ὑπέστησεν ἀγαθὰ μὲν πάντα, φλαῦρον δὲ μηδὲν εἶναι βουλόμενος κατὰ δύναμιν. διὸ καὶ πάντα κεκόσμηται κατὰ τὴν ἐκείνου βούλησιν, θεοί τε καὶ θεαὶ τῶν ὅλων προεστᾶσιν καὶ δαίμονες καὶ δαιμονίδες. εἰ οὖν, ὡς αὐτός φησιν, οὐράνιόν ἐστιν τὸ τῆς πολιτείας ταύτης εἶδος, μιμείσθω τὰς δύο τῶν κρειττόνων συστοιχίας, διακεκοσμημένων τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν τοῖς καλλίστοις τῆς παιδείας ὅροις. τοῦτο γὰρ ὡς ἀληθῶς ὠφελιμώτατον τοῖς μέρεσιν, μιμεῖσθαι τὸ ὅλον, καὶ ταῖς ἀνθρωπίναις πολιτείαις, ἀπεικάζεσθαι ταῖς θείαις. εἰ δὲ δή τις ἔροιτο, πῶς εἰ κοινὰ τὰ ἐπιτηδεύματα τῶν τε ἀρρένων καὶ τῶν θηλειῶν καὶ οἱ αὐτοὶ τῆς παιδείας ὅροι, τὰς ἐκ τοῦ νοητοῦ ψυχὰς κακυνθείσας ἐν τοῖς πρώτοις βίοις εἰς γυναῖκας ἄγομεν ἐν τοῖς ἑξῆς, ὡς ἂν τῆς ἀρετῆς οὐκ οὔσης κοινῆς, ἀλλὰ τῆς κακίας γυναιξὶ πρεπούσης, ἀποκρινόμεθα πρὸς τὸν ταῦτα διερωτῶντα τὴν τάξιν τῆς προόδου τὸν Πλάτωνα παριστάνοντα τῶν ἀπὸ τοῦ νοητοῦ προϊουσῶν εἰς τὸν τῇδε τόπον ψυχῶν ἐκεῖνα διατάττεσθαι περὶ τῶν βίων, οὐχ ὡς ἀφαιρούμενον τὰς γυναῖκας τῆς κατʼ ἀρετὴν ὁμοίας τοῖς ἀνδράσι ζωῆς, ἀλλʼ ὡς εἰδότα τὴν ὕφεσιν τοῦ θήλεος γένους πρὸς τὸ ἄρρεν κἀν τοῖς τῆς ἀρετῆς ἐπιτηδεύμασι κοινοῖς ἀμφοτέρων οὖσιν. οὐ γὰρ πᾶσα ὕφεσις εἶδος οἶδεν ἐξαλλάττειν, ἀλλʼ ἥτις ἂν μηδέποτε ἐν τῷ ἑτέρῳ δεικνύῃ ταὐτὸν εἶδος, ὃ ἦν ἐν τῷ κρείττονι. νῦν δὲ τὸ τῆς ἀρετῆς εἶδος ἔν τισι θήλεσιν γένοιτο ἂν τοιοῦτον οἷον ἐν τοῖς ἄρρεσιν, ὥστʼ εἶναί τινων ἀνδρῶν γυναῖκας μειζόνως ζώσας κατʼ ἀρετὴν τὴν αὐτῶν τῶν ἀνδρῶν. εἰ δὲ μηδέποτε τὸ θῆλυ τὴν ὁμοίαν ἀρετὴν εἶχεν τῷ ἄρρενι, δῆλον ἂν ἦν ὡς κατʼ εἶδος ἐξήλλακτο τὸ τῆς ἀρετῆς εἶδος ἐν τούτοις. οὔκουν τὴν ἀνθρωπίνην ἀρετὴν γενέσθαι ποτὲ κρείττονα τῆς δαιμονίας δυνατὸν διὰ τὴν ἀμφοτέρων ἐξαλλαγὴν κατʼ εἶδος, οὐδέ τι τῶν ἀλόγων ζῆσαι τὴν ἀνθρωπίνην ἀρετὴν διὰ τὴν αὐτὴν αἰτίαν. ἡ μὲν οὖν κατʼ εἶδος τῆς ἀρετῆς … ἀνέπεισε τὸν Σωκράτη κοινὴν ποιῆσαι τὴν παιδείαν· ταύτην δὲ εὗρεν λαβὼν ἀπὸ τῶν πραγμάτων, ὅτι τινὲς γυναῖκες ζῶσι τὴν ἀνδρῶν ἀρετήν. καὶ τοῦτο Τιμαίῳ γνώριμον καὶ εὐπαράδεκτον, εἰδότι τοὺς βίους τῶν Πυθαγορείων γυναικῶν, τῆς Θεανοῦς, τῆς Τιμύχας, τῆς Διοτίμας αὐτῆς. ἡ δὲ ὕφεσις τῆς ἐν ταῖς γυναιξὶν ἐπιτηδειότητος πρὸς πᾶσαν ἐπιτήδευσιν ἀνέπεισεν καὶ αὐτὸν καὶ τὸν Τίμαιον ἐν δευτέροις βίοις ἄγειν εἰς γυναικὸς φύσιν τὴν ψυχήν. οὐ γὰρ διὰ δύναμιν ἡ κάθοδος, ἀλλὰ διὰ ἀδυναμίαν· ἡ γὰρ μᾶλλον ἀδυναμία ποιεῖ τὸ μᾶλλον ἀσθενές. ὅτι δὲ εἰς τὴν ἑκάστων ἐπιτηδειότητα δεῖ βλέποντα τὸν νομοθέτην ἢ μεταδιδόναι τισὶ παιδείας ἢ μή, δηλοῖ καὶ τῶν θητῶν τοὺς διʼ εὐφυΐαν ὑποχρύσους ἀνάγων εἰς τὴν ἄνω πόλιν, καὶ τῶν ἄνω τοὺς διʼ ἀφυΐαν ὑποχάλκους καταπέμπων. οὐ γὰρ γένος ἐστὶ θητῶν καὶ φυλάκων ὡς ἵππων καὶ ἀνθρώπων διωρισμένον, ὧν αἱ φύσεις οὐκ ἂν ὑπομείναιεν ἐπάλλαξιν, ἀλλʼ ἑκάστων ἐπιτηδειότης ἢ τοῖσδε τὴν ψυχὴν ἢ τοῖσδε συντάττει τοῖς γένεσιν. οὕτως οὖν καὶ γυναῖκές εἰσιν τῆς ἀνδρῶν ἄξιαι παιδείας καὶ ἀρετῆς, ἐξαναστᾶσαί τινα τρόπον ἀπὸ τῆς θηλυπρεποῦς ἀδυναμίας, καὶ ἄνδρες εἰς τὴν ἐκείνων ἀδυναμίαν ἐκπεσόντες. καὶ δεῖ μὴ τὸ γένος βλέπειν, ἀλλὰ τὴν ἑκατέρου τοῖν γενοῖν δύναμιν ἢ ἀδυναμίαν καὶ ταύτῃ τὴν παιδείαν ὁρίζειν. εἰ δὲ καὶ αἱ αὐταὶ ψυχαὶ γίγνονται καὶ ἀνδρῶν καὶ γυναικῶν ἀλλάττουσαι τοὺς βίους, αἱ δὲ ἀρεταὶ ψυχῶν εἰσιν οὐ σωμάτων, τίς μηχανὴ διὰ τὰ σώματα ποιεῖν αὐτῶν τὰς τελειότητας διαφερούσας, ἀλλὰ μὴ διὰ τὰς ψυχὰς τὰς αὐτάς; ὡς αὐτό γε τοῦτο τεκμήριον ἱκανὸν τοῦ κοινὰς εἶναι τὰς ἀρετάς, τὸ κοινὰς εἶναι πολλῷ πρότερον ἀμφοτέρων τὰς ψυχάς. μὴ τοίνυν μηδὲ ἐκεῖνον ἀποδεχώμεθα τὸν λόγον, ὃς ἂν λέγῃ ταῖς ποιαῖς τῶν σωμάτων κράσεσιν ἕπεσθαι τὰς δυνάμεις τῶν ψυχῶν, ταύταις δὲ τὰς ἀρετάς, καὶ διὰ τοῦτο τὴν γυναικὸς ἄλλην ἀρετὴν εἶναι καὶ τὴν ἀνδρὸς ἄλλην. πρῶτον μὲν γάρ, εἰ ταῦτα κρατοίη, καὶ τὴν ὑγείαν ἄλλην τῷ εἴδει ποιήσομεν ἀνδρὸς καὶ γυναικὸς καίτοι μίαν οὖσαν, ὡς δηλοῖ καὶ μία τέχνη ταύτης τε οὖσα καὶ ἐκείνης ἀποτελεστική, καίτοι τῆς ἵππων θεραπευτικῆς καὶ τῆς ἀνθρώπων ἄλλης οὔσης. ἔπειτα καὶ αὐτῶν τῶν ἀνδρῶν τὰς ἀρετὰς κατʼ εἶδος διαφέρειν ἐροῦμεν τῶν κράσεων διαφερουσῶν· εἰ δὲ αὗται τῷ καθέκαστα διαφέρουσιν διὰ τὰς κράσεις, ὁ αὐτὸς καὶ ἐπʼ ἐκείνων λόγος ἔσται. πρὸς δὲ τούτοις οὐδὲ τὸ ἐξ ἀρχῆς ὁμολογήσομεν εἶναι ἀληθές. οὐ γὰρ ταῖς σωματικαῖς ποιότησιν ἀκολουθεῖν τὰς τῶν ψυχῶν διαφόρους ζωάς, ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν ἀπαιδεύτων τὸ ἦθος μόνον κρατεῖν κατά τινας ὀρέξεις ἐνύλους, εἶναι δέ τινας καὶ αὐτῆς τῆς ἀλόγου ψυχῆς δυνάμεις οὐχ ἑπομένας κράσεσιν οὐδὲ ποιαῖς ἡλικίαις, ὥσπερ τὴν φιλότιμον καὶ φιλοχρήματον. εἰ δὲ μὴ αὗται, σχολῇ ἂν αἱ προαιρετικαὶ δυνάμεις ἀκολουθοῖεν κράσεσι σωμάτων καὶ αἱ τούτων κρείττους.