Περὶ ποιητικῆς καὶ τῶν ὑπʼ αὐτὴν εἰδῶν καὶ τῆς ἀρίστης ἁρμονίας καὶ ῥυθμοῦ τὰ Πλάτωνι δοκοῦντα.
Πρῶτον εἰπεῖν χρὴ καὶ διαπορῆσαι περὶ τῆς αἰτίας, διʼ ἣν οὐκ ἀποδέχεται τὴν ποιητικὴν ὁ Πλάτων, ἀλλὰ ἐξοικίζει τῆς ὀρθῆς πολιτείας, εἰ καὶ μύρον αὐτῆς καταχέας, ὡς τῶν ἐν τοῖς ἁγιωτάτοις ἱεροῖς ἀγαλμάτων θέμις, καὶ ὡς ἱερὰν στέψας αὐτήν, ὥσπερ καὶ ἐκεῖνα στέφειν ἦν νόμος. καὶ γὰρ αὐτὸ τοῦτο ζητήσεως ἄξιον, εἰ μέν τι θεῖον ἔχει κατʼ αὐτόν, πῶς ἐκβάλλεται τῆς θείας πολιτείας, εἰ δὲ μηδέν, πῶς τιμᾶται ταῖς τῶν θεῶν τιμαῖς. δεύτερον, τί δήποτε μάλιστα τὴν τραγῳδίαν καὶ τὴν κωμικὴν οὐ παραδέχεται, καὶ ταῦτα συντελοῦσαν πρὸς ἀφοσίωσιν τῶν παθῶν, ἃ μήτε παντάπασιν ἀποκλείειν δυνατὸν μήτε ἐμπιμπλάναι πάλιν ἀσφαλές, δεόμενα δή τινος ἐν καιρῷ κινήσεως, ἣν ἐν ταῖς τούτων ἀκροάσεσιν ἐκπληρουμένην ἀνενοχλήτους ἡμᾶς ἀπʼ αὐτῶν ἐν τῷ λοιπῷ χρόνῳ ποιεῖν. τρίτον πῶς ἐν Συμποσίῳ μὲν ἠνάγκαζεν τῆς αὐτῆς ἐπιστήμης εἶναι κωμῳδίαν καὶ τραγῳδίαν ἐργάζεσθαι τοὺς ἀμφὶ Ἀγάθωνα καὶ Ἀριστοφάνη συνομολογεῖν, ἐν Πολιτείᾳ δὲ οὐκ ἐθέλει τὸν αὐτὸν εἶναι τούτων δημιουργόν, καὶ ταῦτα ἐγγύτατα οὐσῶν, οὐδέ γε ὑποκριτὴν ἀμφοτέρων, οὐχ ὅτι μιμητὴν τὸν αὐτόν. τέταρτον, τί δήποτε τὰς ἁρμονίας οὔ φησιν εἰδέναι τὰς συμποτικὰς αἵτινές εἰσιν καὶ τὰς θρηνώδεις, οὐδὲ ἃς ὁ προσδιαλεγόμενος ὡς ἀμείνους τῶν ἄλλων προτείνει καὶ πρὸς παιδείαν ἀξιοχρεωτέρας, καίτοι περί γε τῶν ῥυθμῶν εἰδέναι τι προσποιούμενος ἀπὸ τῆς Δάμωνος ὑφηγήσεως ὁ Σωκράτης, καὶ ὀνομάζων οὓς ἐκεῖνος παρεδίδου ῥυθμούς. πέμπτον τίς ἡ ὄντως κατʼ αὐτὸν μουσική, καὶ τίνες αἱ δεύτεραι καὶ τρίται μουσικαί· δοκεῖ γοῦν ἄλλα ἀλλαχοῦ περὶ τούτων λέγειν, καὶ δὴ καὶ τὴν ποιητικὴν τότε μὲν μουσικήν τινα τίθεσθαι, τότε δὲ διοικίζειν ἀπὸ τῆς μουσικῆς. ἕκτον, ποῖον ἐγκρίνει τῶν ἁρμονιῶν γένος ὡς παιδείᾳ χρήσιμον, ὃ δεῖ μεταχειρίζεσθαι τοὺς παρʼ αὐτῷ ποιητάς, καὶ τί τῶν ῥυθμικῶν εἰδῶν ἐκλέγεται· δοκεῖ γὰρ ἀδιόριστα ταῦτα ἀφεῖσθαι, καίτοι δεόμενα διορισμοῦ μάλιστα τοῖς περὶ παιδείας διαλεγομένοις. ἕβδομον, τίνα ἁμαρτήματα εἶναι τῶν κατʼ αὐτόν φησιν ποιητῶν, καὶ διὰ ποίας αἰτίας μήποτε ἂν τὰς Μούσας αὐτὰς ἁμαρτεῖν. διὰ γὰρ τούτων γνωσθέντων εὑρήσομεν, ὅπως ἄριστος ἦν κριτὴς ποιητικῆς, ἀλλʼ οὐχ ὥς τινες ᾠήθησαν τῶν ἔμπροσθεν φαῦλος διὰ τὸν ἐν Τιμαίῳ κατὰ τῶν Σόλωνος ποιημάτων ἔπαινον. ὄγδοον, τίς ὁ κατὰ Πλάτωνα ποιητὴς ἄριστος, καὶ ἐκ ποίων τῶν τε πραγματικῶν καὶ τῶν λεκτικῶν χαρακτηριζόμενος πλεονεκτημάτων. δεῖν γὰρ εἶναί τινα πάντως κατωρθωμένον, πρὸς ὃν ἀποβλέποντες κρίνειν οἰόμεθα χρῆναι τὴν ποιητικήν. ἔνατον, τί τέλος ἐστὶ κατʼ αὐτὸν τῆς ὀρθῆς ποιητικῆς· δεῖ γὰρ τὴν ὀρθότητα παντὸς εἴς τι τέλος ἀναφέρεσθαι, καὶ διʼ ἐκεῖνο ἢ ἁμαρτανόμενον ἢ κατορθούμενον ποιεῖν τὸ ὀρθὸν καὶ διάστροφον ἑκάστου τῶν ἐπιτηδευμάτων. δέκατον, τίς ὁ ἐν τῷ παντὶ ποιητής, εἰς ὃν βλέπων καὶ ὁ τῇδε ποιητὴς τεύξεται τοῦ οἰκείου τέλους. οὐ γάρ ἐστιν οὐδὲν τῶν ὡς ἀληθῶς ἀγαθῶν, ὃ μὴ πολλῷ πρότερόν ἐστιν ἐν τοῖς ὅλοις ἢ τοῖς μέρεσιν.
Ἄνωθεν οὖν ἀρξάμενοι λέγωμεν, διʼ ἣν αἰτίαν τὴν ποιητικὴν καὶ ταῦτα εὐδοκιμοῦσαν ὡς παιδευτικὴν ἐν ἐκείνοις τοῖς χρόνοις οὐκ ἀποδέχεται, τῆς παιδείας τοὺς τύπους αὐτὸς παραδιδούς. ἔοικεν γὰρ μιμητικῆς ἁπάσης οὔσης τῆς τῶν ποιητῶν πραγματείας συνιδεῖν, ὅτι δύο ταῦτα πλημμελοῦσιν ἐν ταῖς μιμήσεσιν, τότε μὲν ἀνομοίως μιμούμενοι τὰ πράγματα, περὶ ὧν ποιοῦνται τοὺς λόγους, τότε δὲ ὁμοίως μὲν ποικίλων δὲ ὄντες μιμηταὶ ποικίλας παρεχόμενοι τὰς μιμήσεις εἰκότως. ὅταν μὲν οὖν τὰ τῶν θεῶν ἢ τὰ τῶν ἡρώων μιμῶνται, λανθάνειν αὐτοὺς ἀνομοίως μιμουμένους, διʼ ἐμπαθῶν ὀνομάτων καὶ ἤτοι παρὰ φύσιν ὄντων ἢ παρὰ θεσμὸν ἐπιχειροῦντάς τι λέγειν περὶ αὐτῶν εἴτε ἐν μύθων πλάσμασιν εἴτε ἄνευ μύθων, ἐξομοιοῦντας μὲν τὰ ἡρωϊκὰ τοῖς ἀνθρωπίνοις ἤθεσιν, καὶ καθέλκοντας εἰς τὰ αὐτὰ τῷ λόγῳ πάθη, φιλοχρηματίαν ἀνελευθερίαν ἀλαζονείαν ἀκολασίαν — εἶναι δὲ ταῦτα τῶν ἡρώων ἀνάξια πάντως, οὓς θεῶν παῖδας ὑπειλήφαμεν —, παραπετάσμασιν δὲ χρωμένους ὀνόμασιν αἰσχροῖς ἐπὶ τῶν θεῶν τῆς περὶ αὐτῶν ἀληθείας, ὧν οὐ ῥᾴδιον τοῖς ἀκούουσιν ἄλλως τε καὶ νέοις οὖσι γενέσθαι κριταῖς. ταῦτα δὲ ἀμφότερα δηλοῦν τὴν ἀνόμοιον μίμησιν, τῶν μὲν αὐτόθεν οὐκ ἐφαρμοζόντων, οἷς μιμοῦνται, τῶν δὲ οὐκ αὐτόθεν ἐφαρμοζόντων διὰ τὴν κατὰ τὸ πρόσχημα τῆς μυθοποιΐας φαινομένην ἀτοπίαν. δεῖ γὰρ τὸν μιμητὴν καὶ τὰς ἐννοίας οἰκείας παρέχεσθαι τοῖς πράγμασιν, εἰκόνας ἐκείνων εἶναι βουλομένας, καὶ τὰ ὀνόματα πρέποντα ταῖς ἐννοίαις ἐκλέγεσθαι. διὸ περὶ μὲν τῆς τῶν μύθων τῶν θείων ποιήσεως εἴωθεν λέγειν συχνόν, ὅτι οὐ καλῶς ψεύδεται, ψεῦδος ἐκεῖνο καλὸν ὀνομάζων, ὅπερ ἂν ᾖ διʼ ὀνομάτων καλῶν ἀποκρύπτον τὴν ἀλήθειαν· περὶ δὲ τῆς τῶν ἡρωϊκῶν πραγμάτων μιμήσεως, οὐχ ὅτι οὐ καλῶς ψεύδεταί φησιν, ἀλλʼ ὅλως ὅτι ψεύδεται, τοιούτους εἶναι τοὺς ἥρωας δεικνῦσα οἵους τοὺς ἀνθρώπους. ὅπου μὲν οὖν δέον τὰ ἀληθῆ λέγειν ψεύδεσθαι διὰ τὴν ἀνοικειότητα τῶν παθῶν, ἅπερ ἐπὶ τοὺς ἥρωας ἀναπέμπουσιν, ὅπου δὲ ψεύδεσθαι δέον μὴ καλῶς ψεύδεσθαι διὰ τὴν ἀνοικειότητα τῶν ὀνομάτων, ὧν ἐν ταῖς θεομυθίαις παραλαμβάνουσιν, πρὸς τοὺς θεούς. αἴτιον δὲ εἶναι τούτων, ὅπερ αὐτὸς ἐν Τιμαίῳ λέγει σαφῶς, ὅτι τὸ μιμητικὸν ἔθνος οἷς ἂν ἐντραφῇ, ταῦτα μιμεῖσθαι δύναται μάλιστα· τὸ δὲ ἐκτὸς τῆς τροφῆς ἑκάστοις γινόμενον χαλεπὸν μὲν ἔργοις μιμεῖσθαι γίνεται, χαλεπώτερον δὲ λόγοις. οὐκοῦν οὔτε ἔργα πρέποντα τοῖς ἥρωσιν ἀποδιδόναι δύνανται καὶ διὰ τούτων μιμεῖσθαι τὴν ἐκείνων ζωήν, τὰ μὲν ἀνδρικῶς τὰ δὲ σωφρονητικῶς ἐνεργοῦσαν, οὔτε λόγους οὓς ἂν ἐκεῖνοι φθέγξαιντο, ἢ ἐν πολέμοις ἀναστρεφόμενοί τισιν ἢ ἐν εἰρήναις, ἢ πρὸς θεοὺς ἢ πρὸς ἀνθρώπους, ἀλλʼ οὓς οἱ πολλοὶ τῶν ἀνθρώπων, ἢ βλασφημοῦντες εἰς θεοὺς καὶ ἀπαυθαδιζόμενοι, ἢ κολακεύοντες ἀνθρώπους ἢ ὑβρίζοντες. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ περὶ θεοὺς πλημμελοῦσιν, ἀπὸ τῶν συνήθων αὐτοῖς ὀνομάτων λαμβάνοντες καὶ οἷς ἐνετράφησαν, ὅσα πρὸς τὴν κρύψιν οἴονται συντελεῖν αὐτοῖς, τῶν θεῶν κλοπὰς ἁρπαγὰς πλάνας μοιχείας πολέμους ἐπιβουλάς, πολλοῦ δέοντες ἐκεῖνα τὰ ὀνόματα τοῖς πράγμασιν τιθέναι περὶ ὧν λέγουσιν, ὅσα τῶν εὖ τραφέντων ἐστὶν καὶ ἐν ταῖς ὀρθαῖς ἄνω καὶ κάτω θρυλεῖται πολιτείαις, οἷον θέμιν δίκην νόμον ἀφέλειαν αἰδὼ πάντα τὰ τοιαῦτα, σύντροφα τοῖς εὖ πολιτευομένοις ὄντα. τὰ γοῦν αἰσχρὰ καὶ ἄθεσμα οὐδὲ προφέρεσθαι τούτοις ἀνεκτόν· οὐ γὰρ ἡγοῦνται χρῆναι μολύνειν τὴν γλῶτταν, ὄργανον οὖσαν τῆς θεῶν ὑμνῳδίας καὶ τῆς πρὸς τοὺς ἀγαθοὺς συνουσίας, διὰ τῆς τούτων φθέγξεως. τὴν μὲν οὖν ἀνόμοιον μίμησιν διπλῆν οὖσαν παρὰ τοῖς ποιηταῖς διὰ ταῦτα ἐπερράπισεν, ὅμοιον ταύτην πράττουσαν, ὡς εἰ ζωγράφος Ἀχιλλέα μιμεῖσθαι προθέμενος Θερσίτην γράψειεν, ἢ Ἀχιλλέα μὲν οὐ φυλάττοντα δὲ τὴν ἀνδρικὴν ζωήν, ὅπερ ἐν Νόμοις ἐκάλεσεν τὸ εὖ μετὰ τῆς ὀρθότητος. Τὴν δὲ ἀνομοίαν μίμησιν ἐκάκισεν τὴν παρὰ τοῖς ποιηταῖς καθʼ ἕτερον τρόπον διὰ τὴν τῶν παντοίων ἠθῶν καὶ εἰδῶν ζωτικὴν ὁμοίωσιν ὡσαύτως μιμουμένην δειλοὺς ἀκολάστους ἀνοήτους ὡς ἀνδρείους σώφρονας ἔμφρονας. ταύτην γὰρ τὴν ποικιλίαν παντάπασιν ἀνεπιτήδειον εἶναι πρὸς τὴν παιδείαν, τυποῦν τὰ ἤθη τῶν παιδευομένων ἐν μόνοις τοῖς ἀγαθοῖς ἔργοις τε καὶ λόγοις σπουδάζουσαν. φύσει γὰρ τὴν ψυχὴν ἡμῶν χαίρειν τοῖς μιμήμασιν, διὸ καὶ φιλόμυθοι πάντες ἐσμέν, καὶ παῖδες ὄντες, ἐὰν συνεθιζώμεθα συζῆν μιμήμασι παντοδαποῖς, ἐξομοιούμεθα μὲν αὐτοῖς διὰ τὸ προσπάσχειν, γιγνόμεθα δὲ καὶ ἡμεῖς τοιοῦτοί τινες καὶ ἀποβαίνομεν τὰ ἤθη ποικίλοι διὰ τὸ χαίρειν τοῖς ποικίλοις ὑπὸ τῶν ποικίλων πλαττόμενοι μιμημάτων. αἴτιον δὲ πάλιν τοῦ τὴν ποιητικὴν τῶν ποικίλων ἠθῶν μᾶλλον εἶναι ποιητικὴν ἢ τῶν ἁπλῶν ταὐτόν, ὃ καὶ ἔμπροσθεν εἴπομεν ἐν Τιμαίῳ γεγραμμένον, τὸ μιμητικὸν ἔθνος ταῦτα μιμεῖσθαι ῥᾷον, οἷς ἂν ἐντραφῇ. τοὺς οὖν ποιητὰς τοιούτοις συντρόφους ὄντας ἀνθρώποις ποικίλοις καὶ παντοδαποῖς ἀπάδειν τῆς τῶν ἁπλῶν καὶ ἀπλάστων μιμήσεως καὶ τὰ ποιήματα παρέχεσθαι τοιαῦτα, τοιούτους ἄλλους δυνάμενα ποιεῖν τοὺς σπουδάζοντας περὶ αὐτά. τοιγαροῦν εὑρήσομεν καὶ τῶν νῦν ἀνθρώπων τοὺς μάλιστα ζηλωτὰς αὐτῶν μάλιστα τὸ ἦθος ποικίλους· ἔχει γοῦν λόγον πανταχοῦ τὸ θαυμάζον ὁμοιοῦσθαι πρὸς τὸ θαυμαζόμενον, καὶ πᾶν τὸ ἡδόμενον συμφύεσθαι πρὸς τὸ ἧδον. τοῖς τοίνυν παιδευτικοῖς τῶν νέων μάλιστα νόμοις φυλακτέον τὴν τοιαύτην ποιητικήν, ὡς ἡδεῖαν μὲν οὖσαν παισίν, οὐ μέντοι καὶ πρὸς ἀρετὴν ὠφέλιμον, ἀλλʼ ὅσῳπερ ἡδεῖα μᾶλλον, τοσούτῳ βλαβερὰν οὖσαν μᾶλλον· καὶ Μοῦσαν ἐκλεκτέον τὴν αὐστηροτάτην μέν, εὐθὺ δὲ τῆς ἀρετῆς ἄγουσαν. οὐδὲ γὰρ ἰατρικὴν θαυμάζομεν τὴν ἥδουσαν, ἀλλὰ τὴν ὑγιάζουσαν· ἔστι δὲ καὶ ἡ παιδεία τῶν ψυχῶν ἰατρική, τὴν ἀνωμαλίαν ἐξορθοῦσα καὶ τὴν διαστροφὴν τῶν ἐν αὐταῖς παθῶν, ὥστε καὶ ταύτην ἐκλέγεσθαι δεῖ καὶ ποιήματα καὶ ἐπιτηδεύματα πάντα πρὸς τὴν τῶν νέων ἀγωγήν, οὐχ ὅσα τέρπει τὴν νεότητα βλάπτοντα, ἀλλʼ ὅσα κοσμεῖ, κἂν ᾖ δυσκολώτερα. —Δύο τοίνυν, ἵνα συλλαβόντες εἴπωμεν, αἴτια τοῦ μὴ εἶναι παραδεκτέαν τὴν ποιητικὴν εἰς παιδείαν ὀρθήν, ἐν οἷς μὲν ἀληθῶς μιμεῖται — ταῦτα δʼ ἐστὶν τὰ ἀνθρωπικά —, τὸ ποικίλον τῆς μιμήσεως, ἐν οἷς δὲ ψευδῶς μιμεῖται, τὸ ἀπᾷδον τῆς μιμήσεως, καὶ τοῦτο διττόν, ἢ ἐν τοῖς ὀνόμασιν μόνοις ἢ καὶ τοῖς πράγμασιν, ὡς ἐδείκνυμεν. ἐπειδὴ δὲ ὅλως τὴν ποιητικὴν ἱερὰν εἶναι τῶν Μουσῶν ἅπαντες ὑπειλήφαμεν καὶ τὴν ἀρχὴν εἰς ἀνθρώπους παρελθεῖν κατὰ τὴν ἐκείνων ἐπίπνοιαν, εἰκότως δήπου καὶ τῆς ἑαυτοῦ πολιτείας ἐκπέμπων αὐτὴν διὰ τὰς εἰρημένας αἰτίας οὐκ οἴεται δεῖν ἀτιμάσας ἐκπέμπειν, ἀλλʼ ὡς ἱερὰν Μουσῶν ταῖς ὁμοίαις τιμαῖς τῶν ἀγαλμάτων τιμήσας, μύρῳ καὶ στέμματι. μὴ γὰρ δὴ τοῦτο οἰηθῶμεν, ὅτι καὶ τὴν τοιαύτην ποιητικήν, καὶ εἰ τῇ ἀρίστῃ πολιτείᾳ τυγχάνει προσήκουσα μηδέν, πρὸς πᾶσαν ζωὴν ἀνάρμοστον εἶναι θήσεται καὶ βλαβεράν, ἀλλʼ εἶναί τινας, οἳ καὶ ἀπὸ τῶν ταύτης ὀνίναιντο ἂν λόγων. ὡς γοῦν αὐτός φησιν, καὶ τὴν ψευδῶς τὰ θεῖα μεμιμημένην ἐν μέσοις ἱεροῖς χώραν ἔχειν, ἐν οἷς καὶ τὰ συμβολικῶς λεγόμενα πρέποντα φαίνεται τῇ συμπάσῃ θεραπείᾳ τῶν θείων καὶ ἡ τούτων ἀκρόασις συντελεῖ πρὸς τὴν ὅλην ἱερατικήν, αὐτῆς τῆς ζωῆς τῶν ἀκουόντων ἐνιδρυθείσης τοῖς θεοῖς καὶ ἀσφαλῶς ἤδη τῶν τοιούτων ἀκουούσης λόγων, διʼ ὧν ἐπανάγεται καὶ τὰ τελευταῖα τῶν πνευμάτων, καὶ θέλξαντα τοῖς τοιοῖσδε συμβόλοις ἀκώλυτον προξενεῖ παρʼ ἐκείνων εἰς ἡμᾶς προϊέναι τὴν θείαν ἐπίπνοιαν, οἷον ἀποπλησθέντων οἷς χαίρουσιν ὀνόμασιν καὶ πράγμασιν, οὕτω δὴ καὶ τὴν τῶν ποικίλων μιμητικὴν ἠθῶν εὕροιμεν ἄν πού τισιν ὠφέλιμον, οἷς τὸ μὴ ποικίλον τοῦ ποικίλου βλαβερώτερον· διὸ δὴ πρὸς τὴν τυραννικὴν ἅπασαν πολιτείαν εἶναι χρήσιμον, οὐκ ἐῶσαν ἑνὶ χαίρειν τῷ χειρίστῳ τῆς ζωῆς εἴδει μόνον, ἀλλʼ ἐπεισάγουσαν τὴν ἐκ τῆς τῶν παντοδαπῶν ἠθῶν μιμήσεως ἀγωγήν, τὴν ὁμοῦ καὶ τὰ ἀμείνω καὶ τὰ χείρω περιπτυσσομένην ἐπιτηδεύματα. καὶ γὰρ ἔοικεν ὡς τῷ βασιλικῷ καὶ θείῳ τῆς πολιτείας εἴδει τοῦτο εἶναι τὸ ποικίλον βλαβερόν, οὕτω τῷ ἐσχάτῳ καὶ τυραννικῷ ὠφέλιμον· διττὸν γοῦν τὸ ἁπλοῦν, ἢ τὸ κρεῖττον ἢ τὸ χεῖρον τοῦ ποικίλου, καὶ τὸ μὲν βλάπτοιτο ἂν τῷ ποικίλῳ προσχρώμενον χεῖρον γιγνόμενον, ὡς τοῦ χείρονος ἀναπιμπλάμενον, τὸ δὲ ὠφελοῖτʼ ἂν κρεῖττον γινόμενον, ὡς τοῦ κρείττονος ἀπολαῦον. εἰ δʼ οὖν καὶ ἄλλαις ἐστὶ πολιτείαις τισὶν ἡ ποιητικὴ χρήσιμος, ὡς μὲν τῇ πρωτίστῃ μὴ προσᾴδουσαν ἀποπεμπτέον, ὡς δὲ Μουσῶν ἄγαλμα οὖσαν τιμητέον. ἐπεὶ καὶ πᾶσαν τέχνην ἱερὰν εἶναι θείου τινός φαμεν, ἀλλʼ οὐ διὰ τοῦτο τοὺς παρʼ ἡμῖν φύλακας τεχνικοὺς ἐθελήσομεν ἀποτελεῖν, ἓν ἐπιτήδευμα μόνον ἔχοντας τὴν τῆς πόλεως σωτηρίαν. τὰς μὲν οὖν τέχνας εἰς τὴν κάτω πόλιν ἀπέπεμψεν, τὴν δὲ ποιητικὴν εἰς ἄλλην εἰκότως. αἳ μὲν γὰρ ὀργανικὴν παρέχονται τῷ πολιτικῷ καὶ τοῖς ἄρχουσιν χρείαν, ὡς ὑποτετάχθαι καὶ μὴ ἀμφισβητεῖν τὴν ἑαυτῶν φυλαττούσας τάξιν πρὸς τοὺς τῆς πόλεως σωτῆρας· τὴν δὲ ποιητικὴν φρονήματος οὖσαν ἀνάπλεων καὶ παιδεύειν ἐπαγγελλομένην οὐκ ἔστι συγκαταλέγειν ταῖς τέχναις, μὴ λάθωμεν ἐπιτειχίσματα κατασκευάζοντες πρὸς τοὺς ἄρχοντας ἐκ τῆς κάτω πόλεως καὶ τρέφοντες ἐπιτήδευμα πρὸς τὴν τῶν φυλάκων ἐπιτήδευσιν ἐναντιώτατον. τὸ μὲν οὖν πρῶτον τῶν προβλημάτων ταύτῃ διαθήσομεν.
Τὸ δὲ δεύτερον — τοῦτο δʼ ἦν τὸ τὴν τραγῳδίαν ἐκβάλλεσθαι καὶ κωμῳδίαν ἀτόπως, εἴπερ διὰ τούτων δυνατὸν ἐμμέτρως ἀποπιμπλάναι τὰ πάθη καὶ ἀποπλήσαντας εὐεργὰ πρὸς τὴν παιδείαν ἔχειν, τὸ πεπονηκὸς αὐτῶν θεραπεύσαντας —, τοῦτο δʼ οὖν πολλὴν καὶ τῷ Ἀριστοτέλει παρασχὸν αἰτιάσεως ἀφορμὴν καὶ τοῖς ὑπὲρ τῶν ποιήσεων τούτων ἀγωνισταῖς τῶν πρὸς Πλάτωνα λόγων οὑτωσί πως ἡμεῖς ἑπομένως τοῖς ἔμπροσθεν διαλύσομεν. πᾶν τὸ μιμητικὸν τῶν παντοδαπῶν ἠθῶν, διὰ μὲν τὴν μίμησιν ῥᾳδίως εἰσδυόμενον εἰς τὰς τῶν ἀκουόντων διανοίας, διὰ δὲ τὴν ποικιλίαν βλαβερὸν αὐτοῖς γιγνόμενον — ὁποῖʼ ἄττα γὰρ ἂν ᾖ τὰ μιμητά, τοιαῦτα ἀνάγκη γίνεσθαι τὸν προσπάσχοντα τοῖς μιμήμασιν —, ἀλλοτριώτατόν ἐστιν πρὸς τὴν εἰς ἀρετὴν τῶν νέων ἀγωγήν. ἁπλοῦν γὰρ ἡ ἀρετὴ καὶ αὐτῷ τῷ θεῷ μάλιστα προσεοικός, ᾧ φαμεν διαφερόντως προσήκειν τὸ ἕν. τὸν οὖν τῷ τοιούτῳ παραπλήσιον γενησόμενον φεύγειν δεῖ τὴν ἐναντίαν τῇ ἁπλότητι ζωήν, ὥστε πάσης αὐτὸν δεήσει καθαρεύειν ποικιλίας· εἰ δὲ τοῦτο, καὶ τῶν εἰς ταύτην καθελκόντων πάντων ὅτι μάλιστα πορρωτάτω νέον ὄντα καὶ διὰ τὴν νεότητα ῥᾳδίως πλαττόμενον ἐπιτηδευμάτων ἀφεστάναι. δῆλον οὖν ὅτι καὶ τὴν τραγῳδίαν καὶ τὴν κωμῳδίαν παντοίων οὔσας μιμητικὰς ἠθῶν καὶ μεθʼ ἡδονῆς προσπιπτούσας τοῖς ἀκούουσιν διευλαβηθησόμεθα, μὴ τὸ ἐπαγωγὸν αὐτῶν εἰς συμπάθειαν τὸ ἀγώγιμον ἑλκύσαν τὴν τῶν παίδων ζωὴν ἀναπλήσῃ τῶν ἐκ τῆς μιμήσεως κακῶν, καὶ ἀντὶ τῆς πρὸς τὰ πάθη μετρίας ἀφοσιώσεως ἕξιν πονηρὰν ἐντέκωσιν ταῖς ψυχαῖς καὶ δυσέκνιπτον, τὸ ἓν καὶ τὸ ἁπλοῦν ἀφανίσασαν, τὰ δʼ ἐναντία τούτων ἐκμαξαμένην ἀπὸ τῆς πρὸς τὰ παντοῖα μιμήματα φιλίας. ἐπεὶ καὶ διαφερόντως αἱ ποιήσεις αὗται πρὸς ἐκεῖνο τῆς ψυχῆς ἀποτείνονται τὸ μάλιστα τοῖς πάθεσιν ἐκκείμενον, ἣ μὲν τὸ φιλήδονον ἐρεθίζουσα καὶ εἰς γέλωτας ἀτόπους ἐξάγουσα, ἣ δὲ τὸ φιλόλυπον παιδοτριβοῦσα καὶ εἰς θρήνους ἀγεννεῖς καθέλκουσα, ἑκατέρα δὲ τρέφουσα τὸ παθητικὸν ἡμῶν, καὶ ὅσῳ ἂν μᾶλλον τὸ ἑαυτῆς ἔργον ἀπεργάζηται, τοσούτῳ μᾶλλον. δεῖν μὲν οὖν τὸν πολιτικὸν διαμηχανᾶσθαί τινας τῶν παθῶν τούτων ἀπεράσεις καὶ ἡμεῖς φήσομεν, ἀλλʼ οὐχ ὥστε τὰς περὶ αὐτὰ προσπαθείας συντείνειν, τοὐναντίον μὲν οὖν ὥστε χαλινοῦν καὶ τὰς κινήσεις αὐτῶν ἐμμελῶς ἀναστέλλειν· ἐκείνας δὲ ἄρα τὰς ποιήσεις πρὸς τῇ ποικιλίᾳ καὶ τὸ ἄμετρον ἐχούσας ἐν ταῖς τῶν παθῶν τούτων προκλήσεσιν πολλοῦ δεῖν εἰς ἀφοσίωσιν εἶναι χρησίμους. αἱ γὰρ ἀφοσιώσεις οὐκ ἐν ὑπερβολαῖς εἰσιν, ἀλλʼ ἐν συνεσταλμέναις ἐνεργείαις σμικρὰν ὁμοιότητα πρὸς ἐκεῖνα ἐχούσαις ὧν εἰσιν ἀφοσιώσεις. εἰ τοίνυν οὐ δεῖ φιλοθρήνους ἡμῖν ἀποτελεῖσθαι καὶ φιλογέλωτας τοὺς παιδευομένους, οὐκ ἂν δέοι προσομιλεῖν αὐτοὺς ταῖς ταῦτα ἀμφότερα τὰ πάθη πολλαπλασιαζούσαις μιμήσεσιν. δύο τοίνυν ταῦτα πεποίηται τὸν Πλάτωνα μὴ προσέσθαι τραγῳδίαν καὶ κωμῳδίαν εἰς τὴν ὀρθὴν πολιτείαν ὡς ἀξίας οὔσας σπουδῆς τοῖς νέοις, ἓν μὲν τὸ ποικίλον ὡς εἴρηται τῶν ἐν ταύταις μιμήσεων, ἕτερον δὲ τὸ τῶν παθῶν ἀμέτρως κινητικόν, ἃ βούλεται συστέλλειν κατὰ δύναμιν, τρίτον δὲ ἐπὶ τούτοις τὸ πρὸς πᾶσαν τὴν περὶ τὸ θεῖον καὶ ἡρωϊκὸν γένος αὐτῶν πλημμέλειαν εὐχερές. οὐδενὸς γοῦν ἀπέχονται τῶν εἰς δυσσέβειαν τεινόντων ῥημάτων, βλασφημοῦσαι μὲν περὶ τοὺς θεούς, ἀπορρίπτουσαι δὲ εἰς τοὺς ἥρωας ἀναξίους τῶν ἡρώων λόγους· οἷς εἰ μὲν πιστεύσαιεν ἡμῖν οἱ νέοι, τὴν Γιγαντικὴν ζωὴν ἐκθρέψουσιν καὶ τὴν ἄθεον φαντασίαν, ἧς ἐπιταθείσης οἰχήσεται πᾶς ὁ τῆς ἀρετῆς χορός· οὐ γὰρ ἐθέλει συνοικεῖν ἀθέῳ ζωῇ καὶ ἀποθρασυνομένῃ πρὸς τοὺς κρείττονας· εἰ δὲ μὴ πιστεύσαιεν, οὐδʼ εἴ τι χρηστὸν ἔχουσιν αἱ ποιήσεις, αὐτὸ πιστὸν ἡγήσονται διὰ τὴν περὶ τὰ μέγιστα πρὸς αὐτὰς ἀπιστίαν. πεφύκαμεν γὰρ ἅπαντες οἷς ἂν ἐπὶ τῶν σπουδῆς ἀξίων διαφερόντως ἀπιστήσωμεν, μηδὲ ἐπὶ τῶν ἀτιμοτέρων ἐνδιδόναι τὴν ἑαυτῶν διάνοιαν· ὥστʼ ἢ περιττὰς ἀναγκαίως αὐτὰς ἢ βλαβερὰς τοῖς παιδευομένοις εἶναι. καὶ ταῦτα προϊδόμενος ὁ Πλάτων οὐ δίδωσι χορὸν τοῖς τῶν τοιούτων ποιήσεων δημιουργοῖς, οὐδὲ ἐπιτρέπει νέοις οὖσιν αὐτῶν ἀκροᾶσθαι, τριῶν ὡς εἴρηται φυλακῆς ἕνεκα, δοξῶν πονηρίας, παθῶν ἀμετρίας, τῆς ἐν τῇ πάσῃ ζωῇ ποικιλίας· ὧν τὸ μέν ἐστιν τοῦ ἐν ἡμῖν γνωστικοῦ κακόν, τὸ δὲ τοῦ ὀρεκτικοῦ, τὸ δὲ τῆς ὅλης ψυχῆς. Τούτων δὲ διηυκρινημένων ἐκεῖνο προσθῶμεν, ὃ δὴ προὐθέμεθα συγγενὲς ὂν τῷ πρόσθεν, πῶς ἂν αὐτὸς συνᾴδοι πρὸς ἑαυτόν, ἐν Συμποσίῳ μὲν ἀναγκάζων τῆς αὐτῆς εἶναι τέχνης κωμῳδίαν καὶ τραγῳδίαν ποιεῖν, ἐν Πολιτείᾳ δὲ μηδὲν ταύτας γειτνιώσας ἀλλήλαις οὐ τῆς αὐτῆς ἕξεως εἶναι λέγων ἀποτελεῖν, διὰ τὸ τὴν φύσιν ἡμῶν ἄλλην πρὸς ἄλλο πεφυκέναι κατακεκερματισμένην, ὡς μηδὲ ἐπὶ τραγῳδίας μόνης πάντας ὁμοίως ἔχειν πρὸς πάντα τὰ μέρη τῆς ποιήσεως ταύτης, ἀλλὰ τοὺς μὲν ἐν ἄλλοις αὐτῆς μέρεσιν τοὺς δὲ ἐν ἄλλοις κατορθοῦν, καὶ κωμῳδίας ὡσαύτως. ὅτι μὲν οὖν ἀληθὲς τὸ τὴν ἀνθρωπίνην ψυχὴν διὰ τὴν ἀπόστασιν τῆς ζωῆς καὶ τὴν εἰς τὸ ἔσχατον πτῶσιν ἀπὸ τῆς ὁλικῆς ἐνεργείας εἰς τὴν μερικωτάτην καταντῆσαι, παντός ἐστι συνιδεῖν. ἐκείνη μὲν γὰρ αὐτὴν ἐποίει κοσμικήν, εἰς τὸ ὅλον βλέπουσαν καὶ τοῖς θεοῖς συνδιοικοῦσαν τὸ πᾶν σμικρὸν ὁρῶσαν τὴν γένεσιν, ὅπου γε καὶ ὁ ἐνταῦθα κορυφαῖος τὴν γῆν εἰωθὼς εἰς τὸ ὅλον βλέπειν· ἡ δὲ εἰς τοῦτο τὸ εἶδος κάθοδος ἀπὸ τοῦ ὅλου καὶ παντὸς εἰς τὸ μερικώτερον ἀγομένης γέγονεν, ἀπὸ μὲν τοῦ κοσμικοῦ λόγου καθʼ ὃν ἔζη πρότερον τὸν τοῦ θνητοῦ ζῴου μόνον προχειριζούσης, ἀπὸ δὲ τούτου μερικώτερον ἄλλον τὸν ἀνθρώπειον προβαλλομένης ἀντὶ τῆς τοῦ παντὸς θνητοῦ ζῴου προνοίας ὡς ἑνός, ἀπὸ δὲ τούτου κατὰ τὸν τινὸς ἀνθρώπου βίον ἀπερειδούσης τὴν ἑαυτῆς ζωήν, οἷον φιλοσόφου, καὶ τὸν κοινὸν τοῦ ἀνθρώπου λόγον ἀφείσης, ἀπὸ δὲ τούτου τὸν ἐν τῷδε τῷ κλίματι καὶ τῇδε τῇ πόλει καὶ τῷδε τῷ γένει βίον ἐνδυσαμένης, καὶ οὕτω δὴ γινομένης μερικῆς ἀντὶ τῆς ὁλικῆς, ἀπὸ δὲ τῆς εἰς τοῦτο πτώσεως λοιπὸν ἐπιτηδειότητας ἄλλας προσλαβούσης, τὰς μὲν ἐκ τῶν προσεχῶν αἰτίων, οἷον πατέρων καὶ σπερμάτων, τὰς δὲ ἐκ τοῦ περιέχοντος καὶ τῆς ἐν τούτῳ φύσεως ἰδίας, τὰς δὲ ἐκ τῶν περιστάσεων τῆς ζωῆς τῆς οἰκείας τοῖς τόποις, ἐν οἷς κατετάχθη πεσοῦσα τὴν τελευταίαν πτῶσιν. ἐκ γὰρ τούτων πάντων ὄντως ἡ φύσις αὐτῆς κατακεκερματισμένη τὴν πρὸς τὰς διαφερούσας τέχνας καὶ ἐπιστήμας καὶ ἐπιτηδεύσεις ἀπεστένωσεν ἐπιτηδειότητα, καὶ ἄλλη πρὸς ἄλλα πέφυκεν, καὶ οὐδὲ πρὸς ταῦτα ὅλα, διελοῦσα ταῖς ἑαυτῆς δυνάμεσι τὰς περὶ αὐτὰ ζωάς. τοῦτο μὲν οὖν ὅπερ ἔφην πάντων ἐστὶν ἀληθέστατον καὶ ὡς διὰ τοῦτο τοῖς μὲν κωμῳδίαν τοῖς δὲ τραγῳδίαν ἐργάζεσθαι δυνατὸν καὶ οὐδὲ ὅλην κωμῳδίαν τισὶν ἢ τραγῳδίαν ὡσαύτως πᾶσαν. οὐ μὴν ἀλλʼ ἐπειδὴ τοῖς ταύτας ἐργαζομένοις τὰς ποιήσεις δυοῖν τούτοιν δεῖ, τῆς τε γνώσεως καὶ τῆς ζωῆς, τῆς μὲν ὅπως ἂν ἔχωσι τέχνην τοῦ πῶς ἑκατέραν μεταχειριστέον καὶ ἐκ τίνων μερῶν διασκευαστέον καὶ πῶς τεταγμένων καὶ ὁποίων προσώπων, ἃ δὴ καὶ λέγειν εἰώθασιν οἱ περὶ αὐτῶν γράφοντες, τῆς δὲ ὅπως ἂν τοιαύτην παράσχωνται τὴν τῶν ἠθῶν μίμησιν, ὁποῖα τά τε πράγματά ἐστι τὰ ὑποκείμενα καὶ τὰ πρόσωπα, καὶ μὴ ἀνόμοιοι γένωνται μιμηταὶ τῶν προτεθέντων αὐτοῖς, τὴν μὲν γνῶσιν μίαν ἐν ἀμφοτέραις εἶναι τὴν τεχνικὴν δυνατόν, ὃ καὶ ὁ Σωκράτης ὁ ἐν Συμποσίῳ φησίν — οὐ γὰρ μιμεῖσθαι τὸν αὐτόν, ἀλλʼ ἐπίστασθαι ποιεῖν κωμῳδίαν καὶ τραγῳδίαν· τὴν δὲ διὰ τῶν ἠθῶν ἐπιτηδειότητα πρὸς αὐτὰς τὴν μιμητικὴν ἀναγκαῖον μηκέτι μίαν ὑπάρχειν. ὃ καὶ ὁ ἐν Πολιτείᾳ λέγει Σωκράτης· μιμεῖσθαι γὰρ τὸν αὐτὸν κωμικῶς καὶ τραγικῶς οὐκ εἶναι δυνατόν. μάλιστα γὰρ ἠθοποιός ἐστιν ἡ μίμησις, οὐκ ἔστιν δὲ ταὐτὸν ἦθος ἐπιτήδειον πρός τε τραγῳδίαν φιλόθρηνον οὖσαν καὶ πρὸς κωμῳδίαν φιλόγελων. ὥστʼ εἰκότως διελὼν ὁ Σωκράτης τὸ τεχνικὸν τοῦ ἠθικοῦ τότε μὲν ἔφατο τὸν αὐτὸν ἐπίστασθαι ποιεῖν ἀμφοτέρας, τότε δὲ οὐ τὸν αὐτὸν μιμεῖσθαι δυνατὸν ἀμφοτέρας· δεῖ γὰρ καὶ τέχνης πρὸς αὐτὰς καὶ ἤθους, ὧν ἣ μὲν κοινὴ γένοιτʼ ἂν ἀμφοῖν, τὸ δὲ ἐξ ἀνάγκης ἐστὶ διάφορον. τοσαῦτα καὶ περὶ τούτου.
Τί δὲ δὴ περὶ τοῦ τετάρτου φήσομεν, πῶς ὁ Σωκράτης ἀναίνεται τὰς τῶν ἁρμονιῶν εἰδέναι διαφοράς, καὶ ταῦτα περί γε τῶν ῥυθμῶν ἀκηκοέναι τι παρὰ Δάμωνος λέγων, καὶ εἰς τὸν Γλαύκωνα τὴν γνῶσιν αὐτῶν ἀποπέμπει προστιθείς· σὺ γὰρ μουσικός. λέγωμεν τοίνυν καὶ πρὸς ταύτην τὴν ζήτησιν, τῷ πολιτικῷ προσήκειν καὶ περὶ ἁρμονιῶν τι λέγειν καὶ περὶ ῥυθμῶν, ἀλλʼ οὐχ ὡς τῷ μουσικῷ. τοῦ μὲν γὰρ ἔργον ἀφορίσασθαι τὸ εἶδος οἷον εἶναι δεῖ τῶν ἁρμονιῶν τῶν εἰς ὀρθὴν ἀγωγὴν νέων καὶ παιδείαν συντεινουσῶν, τῷ δὲ πάσας ἠκριβωκέναι τὰς ἐν αὐταῖς διαφοράς, ὅσαι τε τὸ φιλόλυπον ἐγείρουσιν τῆς ψυχῆς καὶ ὅσαι χαλῶσι τὸ φιλήδονον καὶ ὅσαι μετροῦσι τὰς ἀμφοτέρων κινήσεις. δεῖ γὰρ αὐτόν, εἴπερ ἐστὶ τῷ ὄντι μουσικός, ἐπεσκέφθαι τίνες ὠφέλιμοι ταῖς πολιτείαις. διὸ καὶ ὀρθῶς οἱ λέγοντες, ὡς ἄρα δεῖ μήτε τὸν πολιτικὸν ἄμουσον εἶναι μήτε τὸν μουσικὸν ἀπολίτευτον. ὃ μὲν γὰρ ἄμουσος ὢν οὐδʼ ὅτι συντελεῖ τις ἁρμονία πρὸς παιδείαν γνώσεται διὰ τὴν ἄγνοιαν τῆς μουσικῆς· ὃ δὲ ἀπολίτευτος ὢν ὁμοίως ἀσπάσεται πάσας, ὅσαι τε συντείνουσιν εἰς ἀπαιδευσίαν καὶ ὅσαι συντελοῦσι πρὸς παιδείαν· καίτοι τῆς μουσικῆς ἐπαγγελλομένης τὴν ψυχὴν συμπάσχουσαν μὲν τοῖς καλοῖς ἀποφαίνειν, ἀνιλλομένην δὲ ἐπὶ τοῖς αἰσχροῖς. τῷ τοίνυν πολιτικῷ τὸ πρέπον φυλάττων ὁ Σωκράτης ἅτε πολιτείας ὢν δημιουργὸς εἰς ἄλλους ἀποπέμπει τὴν τῶν ἁρμονιῶν διάκρισιν, αὐτὸς τοὺς τύπους μόνον ὑπογράφων τῆς πρὸς παιδείαν συντεινούσης ἁρμονίας. οὕτω δὲ καὶ τῷ στρατηγῷ τὸ μὲν τέλος αὐτὸν προσῆκεν ὁρίζειν τὸν ὡς ἀληθῶς πολιτικόν, τίσιν πολεμητέον, ὅτι τοῖς ἀδικεῖν ἐγχειροῦσιν, τοὺς δὲ τρόπους τοὺς πολεμικοὺς καὶ τὰς διαφορὰς ἐκείνῳ καταλιπεῖν ὡς εἰδότι, ποῦ καὶ πῶς καὶ διὰ τίνων πολεμητέον. οὕτω καὶ τῷ ἰατρῷ προστάξει μὲν ὁ πολιτικὸς ὑγιάζειν οὓς δέον, μὴ μακρὸν ποιοῦντι τὸν θάνατον, τοὺς δὲ τρόπους τῆς ὑγιάσεως ἐκείνῳ παραδώσει γιγνώσκειν, εἴτε διαίταις τοῦτο ποιεῖν δυνατὸν εἴτε φαρμακείαις εἴτε χειρουργίαις. οὕτω καὶ τῷ ῥήτορι παρακελεύσεται ῥητορεύειν καὶ πείθειν, ὡς τῶν αὐτῶν ὄντων δικαίων καὶ συμφερόντων, τὰ δὲ εἴδη τῶν λόγων οἷς χρώμενος πείθειν δύναται καὶ τὰς ἐν αὐτοῖς διαφορότητας ἐκείνῳ καταλείψει διελέσθαι καὶ ὁρᾶν, εἰ διὰ σεμνῶν λόγων ἢ διὰ ἠθικῶν ἢ διὰ δεινότητα πλείονα ἐχόντων χρὴ πείθειν τοὺς ἀκούοντας· ἑκάστους γὰρ ἐπάξεται διὰ τῶν οἰκείων. οὕτω δὴ οὖν καὶ περὶ τῶν ἁρμονιῶν μέχρι τῶν τύπων ὁ πολιτικὸς ἑστήξεται τῆς ἐκλογῆς αὐτῶν, αὐτὴν δὲ τὴν λεπτουργίαν τῶν ἐν αὐταῖς διαφορῶν ἐπιτρέψει τῷ μουσικῷ. διὰ ταῦτʼ οὖν ὁ Σωκράτης οὐδʼ εἰδέναι φησὶ τὰς ἁρμονίας, οὔτε τίνες θρηνῴδεις οὔτε τίνες συμποτικαί, τοσοῦτον δὲ μόνον ὁρίζειν, ὅτι τὸν παιδεύοντα δεῖ πρὸς ἐκείνην βλέπειν τὴν ἁρμονίαν, ἥτις ἂν ἀπεργάζηται τὸν παιδευόμενον ἐν πάσαις πράξεσιν καὶ πάσαις περιστάσεσιν καὶ πᾶσιν πάθεσιν τεταγμένον, ἐν μὲν τοῖς βιαίοις καὶ ἀκουσίοις ἀνδριζόμενον καὶ μὴ χαλῶντα τὸν τόνον τῆς ζωῆς, ἐν δὲ ταῖς εὐροωτέραις καὶ ἑκουσίοις σωφρονοῦντα καὶ μὴ ἐκμελῆ γιγνόμενον ὑπὸ τῆς παρούσης εὐπραξίας. φιλεῖ γὰρ τὰ μὲν ἀβούλητα τῶν συμπιπτόντων ταπεινοῦν, τὰ δὲ βουλητὰ χαυνοῦν τὰς ψυχάς. εἰ δὲ τὰς ἁρμονίας ἀναινόμενος εἰδέναι διὰ τὸ τῷ πολιτικῷ προσῆκον λέγει τι περὶ ῥυθμῶν, τούτου δήπου τὴν τοῦ Γλαύκωνος αἰτιατέον ἄγνοιαν· τὰς μὲν γὰρ ἁρμονίας εἰδέναι καὶ τὰ εἴδη τὰ ἐν αὐταῖς, τοὺς δὲ ῥυθμοὺς ἀγνοεῖν ἔφατο, καὶ εἰ καὶ τούτων εἰσί τινες ἐπιτήδειοι πρὸς παιδείαν. ἵνʼ οὖν ἐνδείξηται καὶ τῆς τούτων δυνάμεως πέρι καὶ μὴ ἀτελὴς ὁ λόγος αὐτῷ καταλειφθῇ περὶ τῆς ὅλης μουσικῆς καὶ τῆς εἰς παιδείαν αὐτῆς συντελείας, βραχέα περὶ τῶν ῥυθμῶν εἰκότως εἶπεν, ἐφιστὰς πῶς ἐστι καὶ ἐν τούτοις παιδευτικὸν καὶ φέρον εἰς ἀρετήν· εἶτʼ εὐθὺς τὸν πολιτικὸν φυλάττων, ἀλλʼ οὐκ εἰς τὸν μουσικὸν μεταπεσεῖν ἐθέλων, καὶ εἰς Δάμωνα τὴν περὶ τῶν ῥυθμῶν ἀποπέμψας θεωρίαν ἓν ἐκ πάντων συλλογίζεται, χρῆναι τὸν παιδευτικὸν εὐλογίας στοχάζεσθαι καὶ εὐαρμοστίας· καὶ εὐρυθμίας, τάχα κἀν τούτοις εἰς πᾶσαν βλέπων τὴν ψυχήν. διὰ μὲν γὰρ τῆς εὐλογίας ὁ ἐν ἡμῖν τελειοῦται λόγος, διὰ δὲ τῆς εὐαρμοστίας καὶ εὐρυθμίας τὸ ἄλογον κοσμεῖται· τῆς μὲν ἀπὸ τῶν δυνάμεων αὐτῶν ἀρχομένης — ἁρμόζονται γὰρ ἐκεῖναι πρὸ τῶν ἐνεργειῶν —, τῆς δὲ ἐν ταῖς ἐνεργείαις μόνως ἐμφαινομένης· τάττονται γὰρ αἱ κινήσεις διὰ τῶν ῥυθμῶν, διότι καὶ τούτων ἐστὶ τάξις ὁ ῥυθμός, καθʼ ὅσον χρόνῳ μετροῦνται καὶ τὸ πρότερόν ἐστιν ἐν αὐταῖς καὶ ὕστερον.
Τούτων μὲν οὖν ἅδην· τὸ δὲ ἑπόμενον σκοπῶμεν, τίνα εἰδέναι χρὴ κατʼ αὐτὸν περὶ μουσικῆς καὶ ποιητικῆς, πῶς ἔχουσι πρὸς ἀλλήλας καὶ πόσαι τάξεις εἰσὶν μουσικῆς. δόξειεν γὰρ ἂν ὡδὶ μὲν τὴν μουσικὴν συνάπτειν πρὸς τὴν ποιητικήν, ὅταν λέγῃ τὸν ποιητὴν ἐν τῷ τρίποδι καθῆσθαι τῆς Μούσης καὶ ὅταν τὴν ἀπὸ Μουσῶν κατοκωχὴν λαβοῦσαν ἁπαλὴν καὶ ἄβατον ψυχὴν ἀνεγείρειν καὶ ἐκβακχεύειν κατά τε ᾠδὰς καὶ τὴν ἄλλην ποίησιν, ὡδὶ δὲ διϊστάνειν αὐτὰς ἀλλήλων, ὥσπερ ὅταν τοὺς βίους διορίζων τὸν μὲν μουσικὸν εἰς τὸν πρῶτον φέρων κατατάττῃ, καθάπερ καὶ πάντα τὸν φιλόκαλον, τὸν δὲ ποιητικὸν εἰς τὸν ἕκτον, καθάπερ καὶ πάντα τὸν μιμητικόν. ἔοικεν δὴ οὖν πολλὰ τῆς μουσικῆς εἴδη θεασάμενος πᾶν μὲν τὸ ποιητικὸν γένος ὑπὸ τὴν μουσικὴν ἀναπέμπειν, οὐ πᾶν δὲ τὸ μουσικὸν εἰς τὴν ποιητικὴν κατακλείειν. τίνα οὖν μουσικὴν ἂν φαίη ποιητικήν, ἄξιον ἡμᾶς λέγειν διορισαμένους πρῶτον τὰ εἴδη πάντα τῆς μουσικῆς. λέγομεν οὖν καὶ τὴν φιλοσοφίαν αὐτὴν μεγίστην εἶναι μουσικήν, ὥσπερ καὶ ἐρωτικὴν εἰ βούλει φάναι τὴν ἐρωτικωτάτην ἁρμοσαμένην οὐ λύραν, ἀλλʼ αὐτὴν τὴν ψυχὴν τὴν ἀρίστην ἁρμονίαν, διʼ ἣν ἡ ψυχὴ τά τε ἀνθρώπινα πάντα δυνατὸν κοσμεῖν καὶ τὰ θεῖα τελέως ὑμνῳδεῖν, αὐτὸν μιμουμένη τὸν μουσηγέτην, ὃς ὑμνεῖ μὲν τὸν πατέρα ταῖς νοεραῖς ᾠδαῖς, συνέχει δὲ τὸν ὅλον κόσμον τοῖς ἀλύτοις δεσμοῖς ὁμοπολῶν πάντα, καθάπερ ὁ ἐν τῷ Κρατύλῳ λέγει Σωκράτης. διὸ καὶ τὴν ἔνθεον μουσικὴν παρὰ τῷ φιλοσόφῳ πρώτως ἂν εἶναι φαίη — καὶ γὰρ ὁ φιλόσοφος ἐνθουσιάζων λέληθε τοὺς πολλούς — καὶ τὰ τῆς παιδευτικῆς ἀγαθὰ μουσικῆς μειζόνως καὶ πάντα ἁπλῶς, εἰς ἃ βλέποντες ἡγούμεθα τὴν μουσικὴν εἶναι σπουδῆς ἅπασιν ἀξίαν. καὶ ὅ γε τῶν μουσικῶν ἀκρότατος οὗτός ἐστιν, ὁ αὐτὸς ὢν ὡς εἴρηται τῷ ὡς ἀληθῶς φιλοσόφῳ, μηδενὶ τῶν κατὰ μουσικὴν ἀγαθῶν ἐλλείπων. λέγει δὲ καὶ τὴν ἐκ Μουσῶν κατοκωχὴν μουσικὴν τρόπον ἄλλον ὡς ἐξορμῶσαν καὶ κινοῦσαν εἰς τὴν ἔνθεον ποιητικὴν τὰς ψυχάς· ὃς γὰρ ἄν, φησίν, ἄνευ Μουσῶν μανίας ἐπὶ ποιητικῆς θύρας ἀφίκηται, καὶ αὐτὸς ἀτελής ἐστι ποιητὴς καὶ ἡ ποίησις αὐτοῦ ὑπὸ τῆς τῶν μαινομένων ἡ τοῦ σωφρονοῦντος ἠφανίσθη· κἀνταῦθα τὸ μουσικὸν εἰς ταὐτὸν ἥκει καὶ τὸ ποιητικόν, τῆς ἐνθέου μουσικῆς τὸν ἔνθεον ἀποτελούσης ποιητήν· οὐ γὰρ εἰς ἄλλο τί φησιν τὸν ἐκ Μουσῶν κάτοχον ἐνθεάζειν ἢ εἰς τὸ ποιητὴν γενέσθαι, τῶν μὲν ἔμπροσθεν γεγονότων ἔργων ἀγαθῶν ὑμνῳδόν, εἰς ζῆλον δὲ ἀνεγείροντα παιδείας διὰ τούτων τοὺς ἐπιγινομένους. ὅπου δὴ καὶ τὸ ἔργον μάλιστα τῆς ποιητικῆς ὅσον ἐστὶν εἰς παιδείαν ἀνῆκον ἐξέφηνεν καὶ οἷον, καὶ ὡς οὐ νομοθετικόν ἐστιν, ἀλλʼ ὄντως τρίτον ἀπὸ τῆς ἀληθείας, διὰ τῶν εἰς τοὺς ἀγαθοὺς γεγονότας ἐγκωμίων παιδεῦον τοὺς ζηλοῦντας τὰ τῶν ἀγαθῶν ἐπιτηδεύματα. καὶ γὰρ καὶ οὗτός ἐστιν παιδείας τις τρόπος τοῖς ἀρχαίοις μάλιστα συνήθης, διὰ δή τινα πεῖραν τῶν κατʼ ἀρετὴν ζησάντων ὁδηγεῖν ἄλλους κατὰ τὴν ἐκείνων μίμησιν εἰς ἀρετήν· οἷον δηλοῖ καὶ ἐκεῖνος ὁ παρὰ τῷ ποιητῇ λέγων οὕτω· Καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν καί· Οὐχ ὁράᾳς οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης, πάντας ἐπʼ ἀνθρώπους α. καί· Οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι· κάρτιστοι μὲν ἔσαν Α. ἕκαστα γὰρ τῶν τοιούτων παιδεύει μέν, ἀλλὰ διὰ παραδειγμάτων· νομοθέτου δὲ οὐχ οὗτος ὁ τρόπος, ἀλλὰ τίς ὁ τῷ ὄντι λέγειν ἀγαθός, καὶ πῶς ἂν ὁ παιδευόμενος γένοιτο τοιοῦτος, καὶ ἡ παιδεία ὑπὸ καθολικῶν οὐχὶ μερικῶν παραδειγμάτων. λέγει δὲ ἄρα καὶ τὸ τρίτον μουσικῆς εἶδος, οὐκέτι τοῦτο καθάπερ τὸ προρρηθὲν ἐνθεαστικόν, ἀναγωγὸν δὲ ὅμως ἀπὸ τῶν φαινομένων ἁρμονιῶν εἰς τὸ ἀφανὲς τῆς θείας ἁρμονίας κάλλος· φιλόκαλος γὰρ καὶ ὁ τοιοῦτος μουσικός, ὥσπερ καὶ ὁ ἐρωτικός, εἰ καὶ ὃ μὲν διʼ ὄψεως, ὃ δὲ διʼ ἀκοῆς ἀναμιμνήσκεται τοῦ καλοῦ. τοῦτον δʼ οὖν καὶ ἐν τῷ πρώτῳ βίῳ συνηρίθμησε τῷ ἐρωτικῷ καὶ τρεῖς ἐποίησεν τοὺς τὸν ἀναγωγὸν καὶ ἐπιστρεπτικὸν ἑλομένους βίον ἀπὸ τῶν τελευταίων εἰς τὰ πρῶτα πάλιν, ὅθεν δεῦρο κατεληλύθασιν, τὸν φιλόσοφον, τὸν ἐρωτικόν, τὸν μουσικόν, τὸν μὲν περὶ τὶ καλὸν ἐνεργοῦντα τὸ ἐν ἁρμονίαις καὶ ῥυθμοῖς καὶ ἀπὸ τούτου πρὸς τὰς ἀφανεῖς ἁρμονίας ἀνιόντα καὶ ῥυθμοὺς ἐκείνους οὐκέτι διʼ ἀκοῆς ὄντας γνωστούς, ἀλλὰ τῷ τῆς διανοίας λογισμῷ καταφανεῖς, τὸν δὲ περὶ πᾶν τὸ ἐν αἰσθήσει καλόν, ἀναμνηστικὸν ὄντα κάλλους ἁπλῶς, ἀλλʼ οὐ τινός, τὸν δὲ ἀπὸ πάντων τῶν αἰσθητῶν εἰδῶν εἰς τὴν θέαν τῶν νοητῶν, ὧν εἰκόνες τὰ αἰσθητὰ ταῦτα, στελλόμενον καὶ προειληφότα τό τε τοῦ μουσικοῦ καὶ τὸ τοῦ ἐρωτικοῦ τέλος. τὸ γὰρ τὶ καλὸν πάντως δήπου καὶ καλόν ἐστιν καὶ τὸ τὶ εἶδος πάντως καὶ εἶδος· ὁ τοίνυν παντὸς εἴδους θεατὴς οἶδεν ἄμφω, καὶ τὸ ἁπλῶς μὲν καλόν, τὶ δὲ εἶδος, καὶ τὸ τὶ καλόν· ὥστʼ εἴη ἂν ὁ τοιοῦτος μουσικὸς τῷ φιλοσόφῳ σύστοιχος. λέγει δὴ οὖν καὶ ἄλλην ἐπὶ ταύταις μουσικήν, τὴν παιδευτικὴν τῶν ἠθῶν διά τε ἁρμονιῶν τῶν εἰς ἀρετὴν καὶ ῥυθμῶν, ἀνευρίσκουσαν τίνες μὲν ἁρμονίαι καὶ ῥυθμοὶ παιδεύειν δύνανται τὰ πάθη τῶν ψυχῶν καὶ πλάττειν ἤθεσι βελτίστοις ἐν πάσαις πράξεσι καὶ περιστάσεσιν, τίνες δὲ ἐναντίοι τούτοις ἐκμελεῖς αὐτὰς ἀποτελοῦσιν ἐπιτείνουσαι ἢ χαλῶσαι καὶ εἰς ἀναρμοστίαν ἄγουσαι καὶ ἀρρυθμίαν. καὶ ταύτην εἴποις ἂν εἶναι τὴν παιδευτικὴν μουσικὴν ὑπὸ τῷ πολιτικῷ τεταγμένην τῇ γυμναστικῇ σύστοιχον, εἰς ἣν ὁ ἐν Πολιτείᾳ Σωκράτης βλέπων τοὺς περὶ ἁρμονιῶν καὶ ῥυθμῶν κεκίνηκεν λόγους, ὥσπερ εἰς τὴν πρὸ ταύτης, ἡνίκα τὰς ἐπιστήμας ζητῶν τὰς ἐχούσας τι πρὸς τὴν ἀλήθειαν ὁλκὸν ἀξιοῖ καὶ τὴν ἁρμονίαν μὴ τὴν αἰσθητὴν ἀσπάζεσθαι ταύτην, ἀλλʼ εἰς τοὺς καθολικοὺς ἀνάγειν λόγους, μεθιστᾶσαν τὸν νοῦν ἡμῶν εἰς τὰ νοητὰ ἀπὸ τῶν αἰσθητῶν. Τοσούτων τοίνυν ὄντων τῶν παρʼ αὐτῷ μουσικῶν ἤδη φανερόν, ὅπως τὴν ποιητικὴν ὑπὸ τὴν μουσικὴν τακτέον, εἴτε τὴν ἔνθεον εἴτε τὴν μὴ τοιαύτην, καὶ τίνος διοριστέον, ὅτι τῆς ἀναγομένης. ταύτην γὰρ εἶχεν ὁ πρώτιστος βίος, καὶ ταύτην διώριζεν τῆς ποιητικῆς ὡς μιμητικῆς, οὐκ ἐθέλουσαν μιμητικῶς ζῆν, ἀλλὰ ἀπὸ τῶν μιμητῶν ἀναρπάζειν ἑαυτὴν εἰς τὰ παραδείγματα τῶν ἁρμονιῶν τῶν τῇδε καὶ ῥυθμῶν.
Ἀλλʼ ἐπειδὴ καὶ ταῦτα διώρισται, μηδὲ ἐκεῖνα παραλείπωμεν ἀδιόριστα τούτοις ἑπομένως, τίνας ἁρμονίας ἐγκρίνει δεῖν τὸν ποιητὴν παραλαμβάνειν εἰς τὴν τῶν νέων παιδείαν, καὶ τίνας αὐτὸν ῥυθμοὺς προσαναγκάζει ζηλοῦν, τὴν πασῶν μὲν ἁρμονιῶν πάντων δὲ ῥυθμῶν ἐπιτήδευσιν ἐκτρεπόμενος ὡς ποικιλίας ἀμούσου πρόξενον γιγνομένην τοῖς ἤθεσιν τῶν παιδευομένων. δοκεῖ γοῦν διʼ ἃς εἴπομεν αἰτίας ἄλλοις ἐπιτρέπων τὴν τούτων ἐπίκρισιν μετεώρους ἡμᾶς ἀφεῖναι διψῶντας ἀκοῦσαι, τί ποτέ ἐστι τὸ τῷ Σωκράτει περὶ τούτων δοκοῦν, ὅς ἐστιν τῶν μουσικῶν ἀκρότατος· ὥσπερ οἶμαι καὶ αὐτὸς ὁμολογεῖ, φιλοσοφίαν μὲν εἶναι λέγων τὴν μεγίστην μουσικήν, ἑαυτὸν δὲ μηδὲν ἀπολελοιπέναι ταύτης ἐν παντὶ τῷ βίῳ, καὶ ταῦτα διατεινόμενος ὁ εἰρωνικὸς ἐκεῖνος καὶ μηδὲν εἰδέναι λέγων πρὸ τῆς τελευταίας ἡμέρας. Τίνα οὖν αὐτῷ δοκεῖ περί τε ἁρμονίας καὶ ῥυθμοῦ τῶν εἰς παιδείαν φερόντων, ἐν οἷς καὶ τοὺς ποιητὰς ἀναγκάζει ποιεῖν, ὅσα προσᾴσονται τοῖς νέοις καὶ οἷς μόνοις δώσειν χορόν φησιν, ἀλλʼ οὐχὶ τοῖς παντοίων ἠθῶν μιμηταῖς; τοὺς μὲν οὖν ῥυθμούς, ἐξ ὧν καὶ Δάμωνος ἀκοῦσαι λέγει καὶ ἀποδέχεται τοῦ λόγου, δῆλός ἐστιν τῶν μὲν συνθέτων τὸν ἐνόπλιον ἀποδεχόμενος, ὅς ἐστιν ἔκ τε ἰάμβου καὶ δακτύλου καὶ τῆς παριαμβίδος· τοῦτον γὰρ ἀνδρικὸν ἦθος ἐμποιεῖν καὶ παρατεταγμένον πρὸς πάσας τὰς ἀναγκαίας καὶ ἀκουσίους πράξεις· τῶν δὲ ἁπλῶν τὸν ἡρῷον δάκτυλον, περὶ οὗ καὶ λόγων φησὶν ἀκοῦσαι Δάμωνος καὶ δάκτυλόν γε καὶ ἡρῷον διακοσμοῦντος, ἐνδεικνύμενος ὡς ἄρα τὸν τοιοῦτον ῥυθμὸν ἡγεῖται κοσμιότητος εἶναι ποιητικὸν καὶ ὁμαλότητος καὶ τῶν τοιούτων ἀγαθῶν. ἐκ δὲ ἀμφοτέρων ἀποτελεῖσθαι τὴν ψυχὴν ἅμα μὲν εὐκίνητον ἅμα δὲ ἠρεμαίαν· ταῦτα δὲ ἄμφω καλῶς ἀλλήλοις συγκραθέντα παιδείαν τὴν ὡς ἀληθῶς ἐντιθέναι. δεῖν γὰρ καὶ ἐν τῷ Πολιτικῷ φησιν μήτε τὸ εὐκίνητον μόνον αἱρεῖσθαι τῶν ἠθῶν, ὀξύρροπον καθʼ αὑτὸ καὶ ἄστατον ὄν, μήτε τὸ ἠρεμαῖον ἀργὸν καὶ ἀδρανὲς ὑπάρχον θατέρου χωριζόμενον. ἄμφω τοίνυν οἱ ῥυθμοὶ τὴν ἀμφοτέρων μετριότητα προξενοῦσιν ἀλλήλοις συμπλεκόμενοι. τὰς δὲ αὖ ἁρμονίας ἤδη μέν τινες τῶν θρηνοποιῶν καὶ συμποτικῶν, ὧν αἳ μὲν τὸ φιλήδονον χαλῶσιν, αἳ δὲ τὸ φιλόλυπον συντείνουσιν, τούτων δʼ οὖν ἐκβεβλημένων ἀξιοῦσιν τὰς λοιπάς, ὧν Δάμων ἐδίδασκεν, τήν τε Φρύγιον καὶ τὴν Δώριον αὐτὸν ὡς παιδευτικὰς παραδέχεσθαι· καὶ διαμφισβητοῦσι πρὸς ἀλλήλους, οἳ μὲν τὴν Φρύγιον εἰρηνικήν, τὴν δὲ Δώριον λέγοντες εἶναι κατʼ αὐτὸν πολεμικὴν, οἳ δὲ ἀνάπαλιν, τὴν μὲν Φρύγιον ὡς ἐκστατικὴν εἶναι πολεμικήν, τὴν δὲ Δώριον καταστηματικὴν καὶ εἰρηνικήν. ἡμεῖς δὲ εὑρόντες ἐν Λάχητι λέγοντα σαφῶς αὐτὸν τὸν ἀγαθὸν ἄνδρα εἶναι καὶ ὄντως πεπαιδευμένον τὸν ἁρμοσάμενον οὐ λύραν οὐδὲ ὄργανα παιδείας, ἀλλʼ αὐτὸν τὴν αὐτοῦ ψυχήν, οὐ φρυγιστὶ οὐδὲ αὖ ἰαστὶ ἢ λυδιστί, ἀλλὰ δωριστί, ἥπερ μόνη ἐστὶν ἁρμονία Ἑλληνική, ταύτην μὲν αὐτὸν ἡγούμεθα μόνην οἴεσθαι τῶν ἁρμονιῶν ἐν παιδείᾳ ἐξαρκεῖν, τὴν δὲ φρυγιστὶ πρὸς ἱερὰ καὶ ἐνθεασμοὺς ἐπιτηδείαν ὑπάρχειν — ὡς καὶ τοῦτο ἐν Μίνωϊ λέγει σαφῶς, τὰ Ὀλύμπου μέλη μόνα τοὺς εἰς κατοκωχὴν πεφυκότας κινεῖν ἐξιστάντα, πρὸς δὲ παιδείαν μὴ συντελεῖν· τῶν δὲ ῥυθμῶν τὸν μὲν ἐνόπλιον οὐκ εἰς τὸ παιδεύειν νέων ψυχάς, ἀλλʼ εἰς τὸ ἐξορμᾶν εἰς τὰς πολεμικὰς πράξεις παρέχεσθαι χρείαν ὑπειληφέναι, καὶ τὸ ὄνομα λαβεῖν ἐντεῦθεν τὸν ῥυθμόν· μόνον δὲ τὸν δάκτυλον καὶ ἡρῷον ἁρμόττειν παιδευομένοις καὶ ὅλως τὸν τῇ ἰσότητι κεκοσμημένον. διό μοι δοκεῖ καὶ οὕτω εἰπεῖν Δάμωνος ἀκοῦσαι τοῦτον διακοσμοῦντος τὸν ῥυθμόν, ὡς εἰς κατακόσμησιν ὡς ἀληθῶς συντελοῦντα τῆς ζωῆς καὶ παιδευτικόν. μίαν οὖν ἁρμονίαν τὴν Δώριον καὶ ῥυθμὸν ἕνα τὸν δακτυλικὸν αὐτὸν ἐγκρίνειν ἡμῖν λεκτέον τοῖς παιδεύειν μέλλουσι ποιηταῖς ἐμπρέπειν· καὶ γάρ ἐστι τούτοις κοινωνία κατὰ τὸν τῆς ἰσότητος λόγον. καὶ γὰρ ὥσπερ ὁ δακτυλικὸς ῥυθμὸς ἐν τῷ ἴσῳ συνίσταται τῆς ἄρσεως καὶ θέσεως, οὕτω καὶ ἡ Δώριος ἁρμονία τὸν ἴσον ἐφʼ ἑκάτερα τοῦ τόνου λόγον ἁρμόζει· δύο γὰρ τετράχορδα διοριζόμενα τόνῳ μελῳδεῖται κατʼ αὐτήν. ἐμπρέπει δὲ ὁ τῆς ἰσότητος λόγος ταῖς τῶν ἀλόγων εἰδῶν ἀρεταῖς, τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας ἀφελών, αἳ δὴ τῆς τοῦ ἀνίσου μερίδος εἰσίν. ταῦτα μὲν οὖν εἰρήσθω δεικνύντα, τίνας ἁρμονίας ἐκλέγεται καὶ τίνας ῥυθμοὺς εἰς ποίησιν παιδευτικήν. ὅτι δὲ ὥσπερ ἐν τῇ μιμήσει τὴν ποικιλίαν ἀπεσκευάζετο καὶ διὰ τοῦτο τὴν τοιαύτην ποιητικὴν ἐξέπεμπεν, οὕτω καὶ ἐν ταῖς ἁρμονίαις καὶ τοῖς ῥυθμοῖς τὰς παντοδαπὰς αὐτῶν ἕξεις, αἳ δὴ χειροῦνται τὰς τῶν πολλῶν ἀκοάς, ἐκτρέπεται, δηλοῖ καὶ τῶν ὀργάνων ἀτιμάζων τὰ καλούμενα παναρμόνια καὶ τοὺς τριγώνους καὶ αὐτὸν τὸν αὐλόν, ἐοικότα τοῖς παναρμονίοις διὰ τὸ πλῆθος τῶν τρυπημάτων, οἷς τὸ ὄνομα γέγονεν ἐκ τοῦ παντοίας ἁρμονίας εἶναι δυνατὸν ἐπιδείκνυσθαι διʼ αὐτῶν. ὡς οὖν συντόμως εἰπεῖν, πανταχοῦ δεῖ τὸν παρʼ αὐτῷ ποιητὴν εἰς δύο ταῦτα βλέπειν καὶ ἐν ταῖς μιμήσεσιν καὶ ἐν ταῖς ἁρμονίαις καὶ ἐν τοῖς ῥυθμοῖς, τὸ καλὸν καὶ τὸ ἁπλοῦν, ὧν τὸ μέν ἐστι νοερὸν τὸ δὲ θεῖον· καὶ εἰκότως. δεῖν γὰρ ὁμοιωθῆναι τούτοις τὴν ψυχὴν πρὸ αὐτῆς οὖσιν· καὶ γὰρ μετʼ αὐτὴν σῶμα καὶ ὕλη, αὕτη μὲν αἶσχος οὖσα, τὸ δὲ σῶμα σύνθετον.
Τούτων οὖν ἡμῖν συμπερανθέντων ἴδωμεν, τίνα ποτέ ἐστιν, ἃ τοῖς καθʼ ἑαυτὸν ἐπιτιμᾷ ποιηταῖς καὶ διʼ ἅ φησιν αὐτοὺς ἀποπίπτειν τῆς ἀληθοῦς μουσικῆς. τὸ γὰρ μὴ ἄν ποτε τὰς Μούσας αὐτὰς ἐξαμαρτεῖν ἅπερ οὗτοι πλημμελοῦσιν ἐκβαίνοντας αὐτοὺς δείκνυσι τὴν τῷ ὄντι μουσικὴν καὶ φερομένους εἰς τὴν τὸν πολὺν ὄχλον ἀρέσκουσαν. ἔστι δὴ οὖν τούτων, ὧν φησι τοὺς καθʼ ἑαυτὸν ποιητὰς πλημμελεῖν, ἓν μὲν τὸ τοὺς λόγους καὶ τὰς ἁρμονίας καὶ ῥυθμοὺς μὴ ποιεῖν οἰκείους τοῖς εἴδεσι τῆς ζωῆς ἃ μιμοῦνται, περιάπτοντας γυναιξὶν μὲν ἀνδρικοὺς λόγους, ἀνδράσι δὲ γυναικῶν καὶ οὐδὲ τούτων σπουδαίων· τοῦτο γὰρ οὐκ ἔστιν μιμήσεως ὀρθῆς, ὥσπερ οὐδὲ τὸ δειλοῖς ῥυθμοὺς ἀνδρείων ἢ ἀνάπαλιν διανέμειν. ἕτερον δὲ τὸ συγχεῖν τὰς ἁρμονίας καὶ τοὺς ῥυθμοὺς πρὸς τὰ εἴδη τῶν λόγων καὶ τὰ ἀσύγκλωστα συγκλώθειν, οἷον λόγοις θρηνητικοῖς ἁρμονίαν Δώριον ἐπιφέρειν, καὶ ἀνδρικοῖς Λύδιον γοερὰν οὖσαν. δεῖν γὰρ ἕπεσθαι τῷ μὲν λόγῳ τὴν ἁρμονίαν, τῇ δὲ ἁρμονίᾳ τὸν ῥυθμόν· καὶ εἰ μὲν ἀνδρικὸς ὁ λόγος, καὶ τὰ λοιπὰ εἶναι τοιαῦτα πάντως, εἰ δὲ θρηνώδης, κἀκεῖνα τῆς ὁμοίας εἶναι δυνάμεως. καὶ ἔοικεν διὰ τούτου κἀκεῖνο διδάσκειν, ὡς ἄρα τῶν ἁρμονιῶν κατὰ τὰ εἴδη διῃρημένων τῆς ζωῆς οἱ ποιηταὶ χρώμενοι πάσαις ἐπὶ πάντων ἀτάκτως δόξαν παρεῖχον, ὡς ἄρα μὴ οὔσης ἐν ταῖς ἁρμονίαις τοιαύτης διαφορᾶς, ἀλλὰ ἁπασῶν εἰς πᾶν ἦθος ἐναρμόζεσθαι δυναμένων· ὡς θρηνεῖν μὲν ἰαστὶ τυχόν, ἐν δὲ συμποσίοις διαγίγνεσθαι μιξολυδιστί. καὶ εἵλοντο λέγειν τινὲς καὶ ταῦτα συγχωροῦντες εἶναι καὶ λόγων καὶ ῥυθμῶν διαφοράς, καὶ μὴ ἂν τὸν τοῦ ἀνδρικοῦ λόγον ἁρμόσαι τῷ δειλῷ, μηδὲ τὸν ἀνδρικὸν ῥυθμὸν γενέσθαι ἂν ἐμπρέποντα δειλῷ. γελοῖον γὰρ τῶν ἄκρων ταύτῃ διωρισμένων τὴν ἁρμονίαν μὴ κατὰ ταῦτα διῃρῆσθαι καὶ ἄλλην ἄλλοις ἤθεσιν ἐμπρέπειν. τοῦτο μὲν οὖν ὅπερ ἔφην, τὸ πάντα συγχεῖν, ἔοικεν τοῦτο τοῖς ποιηταῖς ἐπιτιμᾶν. τὸ δὲ πρότερον, τὸ τοῖς ὑποκειμένοις ἤθεσι καὶ εἴδεσι τῆς ζωῆς μὴ παρέχεσθαι συνᾴδοντας τοὺς λόγους καὶ τὰς ἁρμονίας καὶ τοὺς ῥυθμούς, εἰ καὶ ἀλλήλοις εἴη ταῦτα μὴ ὡς ἔτυχεν συγκεκλωσμένα, διδάσκοντος ἡμᾶς ἐστιν τὴν πάντων τούτων χρείαν καὶ σύνταξιν εἰς τὰ πράγματα δεῖν ἀναφέρειν. τὰς γὰρ ἐννοίας ἐκείνοις ἕπεσθαι δεῖν, αἳ προηγουμένην ἐν τοῖς λόγοις ἔχουσι δύναμιν· οἷς ἕπεσθαι προσήκει τὰς ἁρμονίας, ὡς ταύταις τοὺς ῥυθμούς. Εἰ δὲ ταῦτα ἀληθῶς ἐν Νόμοις εἰρημένα πεφωράκαμεν, δῆλον δήπουθεν, ὅτι τὸν τοῖς ὅροις τούτοις χρώμενον τῆς ποιητικῆς καὶ διορίζοντα τὰ μέτρα πάντων τούτων, λόγων ἁρμονιῶν ῥυθμῶν, καὶ μάλιστα ἂν θείμεθα κριτὴν ποιητῶν ἄριστον εἶναι, καὶ οὐχ ὥσπερ ἔδοξέν τισιν κίβδηλον ἐκ τῶν ἐν Τιμαίῳ περὶ τῶν Σόλωνος ποιημάτων λόγων, οὓς εἰς Κριτίαν ἀνέπεμψεν τὸν πρεσβύτερον, ὃν ἔδει περὶ ἀνδρὸς προσήκοντος αὐτῷ λέγοντα τὰ αἰσιώτερα λέγειν· πρὸς τῷ καὶ τὸν ἔπαινον ἐστοχάσθαι τῆς Σόλωνος περὶ τὴν ποίησιν τῶν τε ὀνομάτων ἕνεκα καὶ τῶν νοημάτων ἐξουσίας. τὸ γὰρ ἐλευθεριώτατον εἶναι τῶν ποιητῶν τὴν ἐν τούτοις ἄδειαν δηλοῖ, μήτε ὀνομάτων ὥρας φροντίζουσαν, οἵαν οἱ πολλοὶ περὶ πλείονος ἄγοντες βοστρυχίζουσι τοὺς στίχους, μήτε νοημάτων πέρι τῆς ποικιλίας, οἵας ἀντεχόμενοί τινες τὸ ἦθος ἀμβλύνουσιν τὸ ἀνηγμένον εἰς ἀρετήν. ὥστε ἐμοὶ δοκεῖ καὶ τοῦτο πρέπον ὄνομα τῇ ἰδιότητι τῶν Σόλωνος ποιημάτων εἰς αὐτὸν ἀπορρῖψαι, κἂν ᾖ Κριτίας ὁ κριτής.
Ἀλλὰ τούτων ἱκανῶν ὄντων εἰς ταύτην τὴν ζήτησιν ἕπεται λέγειν ἡμᾶς, τίς ὁ κατὰ Πλάτωνα ποιητὴς ἄριστος ἂν εἴη, καὶ τίνα μὲν αὐτὸν εἰδοποιεῖ πραγματικά, τίνα δὲ λεκτικὰ καθήκοντα. χρὴ μὲν οὖν τὴν ὡς ἀληθῶς ἐπαινετὴν παρʼ αὐτῷ ποιητικήν, εἴτε περὶ θεῶν εἴτε περὶ δαιμόνων λέγοι, πρὸς ἐκείνους ὁρᾶν τοὺς τύπους, οὓς αὐτὸς εἶπεν, ὑμνῳδὸν οὖσαν αὐτῶν ὡς ἀγαθοποιῶν μόνως, ὡς ἀμεταβλήτων ταῖς τε οὐσίαις καὶ ταῖς δυνάμεσι καὶ ταῖς ἐνεργείαις, ὡς ἀλήθειαν συμφυᾶ ταῖς ἑνώσεσιν ἀεὶ τὴν αὐτὴν ἐχόντων· κἂν πλάττῃ τινὰς περὶ αὐτῶν μύθους, ὥσπερ οὖν δεῖ πλάττειν — πάντως γὰρ τὸ μυθολογικὸν καὶ Πλάτων ἀποδίδωσιν τοῖς ποιηταῖς· τὸν γὰρ ποιητήν φησιν, εἴπερ μέλλοι ποιητὴς εἶναι, χρὴ ποιεῖν μύθους ἀλλʼ οὐ λόγους —, ὁμοίους πλάττειν τοῖς ὑποκειμένοις, ἀλλὰ μὴ διὰ τῶν ἀνομοίων ἐθέλειν αὐτὰ κρύπτειν· λαμβάνειν δὲ ἀπὸ μὲν τῶν φυσικῶν ὀνομάτων ὅσα κατὰ φύσιν, οἷον γάμους καὶ τόκους καὶ ἐκτροφὰς τῶν γεννηθέντων καὶ συστάσεις κατὰ φύσιν γενομένας, ἀλλʼ οὐ τερατώδεις· ἀπὸ δὲ τῶν ἠθικῶν τὰ ἔνθεσμα καὶ ἄξια τῶν ἀεὶ τῷ καλῷ καὶ τῷ ἀγαθῷ κεκοσμημένων, οἷον νόμον καὶ δίκην καὶ παίδων εἰς πατέρας τιμὰς καὶ πατέρων εἰς παῖδας παραδόσεις τῆς ἀρχῆς. ταῦτα γὰρ ἂν εἴη πρέποντα παραπετάσματα τῶν θείων νοημάτων ἀπὸ τῶν μετʼ αὐτοὺς ἑλκόμενα πραγμάτων ἐπʼ αὐτούς. εἰ δὲ περὶ ἡρώων ἢ ἀνθρώπων λέγοι, χωρὶς ἁπάσης κρύψεως τὰ μὲν περὶ ἡρώων προσήκοντα τοῖς ἥρωσι ποιεῖν, ἀπάθειαν αὐτοῖς ἀπονέμοντα τὴν ἡμιθέοις πρέπουσαν, τὰ δὲ περὶ ἀνθρώπων εἰς ἔπαινον τείνοντα τῶν ἀγαθῶν ἀεί, καὶ κοσμοῦσαν λόγοις τὰ ἐκείνων ἔργα καὶ μιμήσει χρωμένην τῶν τοιούτων, τὰ δὲ τῶν κακῶν ἐπιρραπίζουσαν, ἵνʼ ᾖ τοῖς νέοις ὠφέλιμα πρὸς ἀκρόασιν, καὶ ἐνδιατρίβουσαν τοῖς περὶ τῶν ἀμεινόνων λόγοις, τὸ δὲ ἁπλοῦν ἀεὶ μεταδιώκουσαν ἦθος ἀντὶ τοῦ ποικίλου κατὰ τὴν μίμησιν. Τὸ μὲν οὖν πραγματικὸν τῆς ποιητικῆς τοιοῦτον εἶναι δεῖ κατʼ αὐτόν· τὸ δὲ λεκτικὸν κατὰ μὲν τὴν λέξιν ἑπομένως ταῖς διανοίαις μάλιστα μὲν ἀφηγηματικὸν εἶναι τῶν εἰρημένων ἐννοιῶν ἀντεχόμενον, εἰ δέ που δεῖ καὶ μιμήσεως — καὶ γὰρ τοῦτο Πλάτων διώρισεν, ὥσπερ μυθολογικόν, οὕτω καὶ μιμητικὸν εἶναι τὸν ποιητήν —, ἐξ ἀνάγκης τὴν μίμησιν μὴ ποικιλίας μετέχειν, ἀλλʼ εἶναι τῶν ἀγαθῶν μόνων, κἄν ποτε μιμήσηταί τινα παθαινόμενον, μήτε ἀνεπίπληκτον ἐᾶν μήτε ἀπολαύειν τῆς μιμήσεως· τούτοις δὲ οἰκείως καὶ μελοποιοῦντα τὴν εἰς ἀρετὴν τείνουσαν ἁρμονίαν τιμᾶν καὶ ταύτῃ προσχρῆσθαι διαφερόντως· εἰ δέ ποτε τῶν ἄλλων τινὰ παραλάβοι τῶν κακῶν τινα μιμουμένη πρὸς ὀλίγον, δήλην γίνεσθαι πρὸς τὸ εἶδος ἀνιλλομένην ἐκεῖνο τῆς ἁρμονίας ὡς οὐ σπουδαῖον, ἀλλὰ δυσχεραίνουσαν, ἵνʼ ᾖ τῇ πολιτικῇ προσήγορος. καὶ δὴ καὶ εἰ ῥυθμοῖς χρῷτο, πρέποντας αὐτοὺς τῇ ἁρμονίᾳ συγκλώθειν, τοὺς μὲν ἐπὶ πλέον ὡς σπουδάζουσαν, τοὺς δὲ ἐπʼ ἐλάχιστον ὡς παίζουσαν· οὕτω γὰρ ἂν εἴη πρὸς ἑαυτὴν σύμφωνος. ὥστʼ εἴη ἂν ἡ ποιητικὴ κατʼ αὐτὸν ἕξις μιμητικὴ διά τε μύθων καὶ λόγων μετὰ ἁρμονιῶν καὶ ῥυθμῶν κατʼ ἀρετὴν διατιθέναι δυναμένων τὰς τῶν ἀκουόντων ψυχάς.
Τὸ μὲν οὖν τῆς ποιητικῆς ἄριστον εἶδός ἐστιν παρʼ αὐτῷ τοιοῦτον· ἑξῆς δὲ τούτῳ τί ποτε τὸ τέλος αὐτῆς ἐστι παντὶ συλλογίσασθαι ῥᾴδιον. εἰ γὰρ μιμητής ἐστιν ὁ ποιητής, ὅτι μὲν οὐκ ἔχει τέλος τὴν ἡδονήν, ὥσπερ ὑπέλαβον οἱ πάντα μὲν νομίζοντες πράγματα παραλαμβάνειν εἰς μίμησιν αὐτόν, πάσαις δὲ ἁρμονίαις χρῆσθαι, πάντων δὲ ῥυθμῶν εἶναι ζηλωτήν, ἵνα ἡδυσμένην ἀποτελῇ τὴν ποίησιν, ὅτι δʼ οὖν τοῦτʼ οὐκ ἀληθές, ἐν Νόμοις ἔδειξεν οὑτωσὶ συλλογιζόμενος· ὁ ποιητὴς μιμητής· πᾶς μιμητὴς τέλος ἔχει ὅμοιον ποιῆσαι τῷ παραδείγματι, ἄν τε ἥδειν μέλλῃ τινὰς ἄν τε μή· δῆλον ἄρα ὅτι καὶ ὁ ποιητὴς οὐ τὸ ἥδειν ἁπλῶς ποιήσεται τέλος. ὅτι δὲ εἴπερ μέλλοι τοιοῦτος εἶναι μιμητὴς οἷον εἴπομεν, εἰς τέλος βλέψει τὸ ἀγαθόν, καὶ τοῦτο γνώριμον· πάσης γὰρ τῆς κατʼ ἀρετὴν ἐπιτηδεύσεως, εἴτε ἐν μιμήσεσιν εἴτʼ ἄνευ μιμήσεων, οὐκ ἄλλο τι φήσομεν εἶναι τέλος πλὴν τοῦ ἀγαθοῦ. τοῦτο δὲ δή τί ἐστιν, ἄξιον συνιδεῖν, ὅτι πρόδρομον εἶδος τῆς πολιτικῆς ζωῆς, οὐκ εἰς τὸ θεωρητικὸν ἀνάγον τὴν ψυχὴν τέλος, ἀλλʼ εἰς τὸ πολιτικόν· διὸ καὶ ἀναγκαῖον ἐλέγομεν εἶναι τῷ ποιητῇ τὰ μέτρα τῶν ἐνεργειῶν ἀφορίζειν τὸν πολιτικόν, ὡς τῷ στρατηγῷ καὶ ἰατρῷ καὶ ῥήτορι, τὸν δὲ οἷς ἐκεῖνος διακελεύεται χρώμενον ὅροις τὸν εἰρημένον τρόπον ποιεῖν, εἰς ἐκεῖνο φέροντα τὰ ποιήματα τὸ τέλος.
Τούτου δὲ ἡμῖν γνωσθέντος οἶμαι καὶ τὸ τελευταῖον εἶναι δῆλον τῶν προβληθέντων ἡμῖν εἰς ζήτησιν, τίς ποτε ἄρα ἐστὶν ὁ ἐν τῷ παντὶ ποιητής, καὶ εἰς τίνα βλέπει καὶ οὗτος πολιτικὸν ὑπὲρ αὐτὸν ὄντα· καθάπερ ἄλλος ὁ ἐν τῷ παντὶ στρατηγὸς καὶ ῥήτωρ ἄλλος καὶ ἰατρός, ὃ μὲν τὸν κοσμικὸν πόλεμον τῷ πατρὶ συνδιακοσμῶν καὶ τὰ ἀμείνω κρατεῖν ἀεὶ τῶν χειρόνων παρασκευάζων, μετὰ τοῦ μηδὲ τὴν ἐκείνων ἀφανίζειν δύναμιν — δεῖ γὰρ εἶναι κἀκεῖνα πάντως, ἵνʼ ᾖ τὸ πᾶν ἐκ τῶν ἐναντίων —, ὃ δὲ τὴν ἐν τῷ παντὶ φύσιν δυναμῶν, ἵνα συνέχῃ τὰ σώματα πάντα, καὶ ἀγήρων ᾖ καὶ ἄνοσον ἀεὶ τὸ πᾶν κατὰ φύσιν ἔχον, ὃ δὲ τοῖς νοεροῖς λόγοις πείθων ταῦτα ζῆν ἃ βούλεται ὁ πολιτικὸς ἐν τῷ παντὶ νοῦς. οὕτω γάρ που καὶ ποιητὴς ἄλλος ἐστὶ κοσμικός, μυθολογικὸς μόνως, μιμήματα ποιῶν τὰ ἐμφανῆ τῶν ἀφανῶν καὶ καλῶν καλά, τῶν κατὰ νοῦν τὰ κατὰ φύσιν, ἁρμονίαις χρώμενος, διʼ ὧν ἀρετὴν ἐν τῷ ὅλῳ παρέχεται κρατοῦσαν, ἡττωμένην δὲ κακίαν· καὶ ῥυθμίζων τὰς κινήσεις, ὥστε κατὰ λόγον κινεῖσθαι, καὶ μίαν ἐκ πάντων ζῶσαν ἀποτελῶν ἁρμονίαν καὶ ἕνα ῥυθμόν. τοῦτον ἐγὼ τὸν ποιητὴν οὐκ ἄλλον εἶναι φαίην ἂν ἢ τὸν τοῦ μεγάλου πολιτικοῦ μέγαν συνεργὸν καὶ παιδευτικὸν ὡς ἀληθῶς θεόν, εἰς τὸν ἐκείνου βλέποντα νοῦν. ὁ μὲν γὰρ ἐν τῷ παντὶ πολιτικός ἐστιν ὁ μέγας ὑμνούμενος Ζεύς, παρʼ ᾧ καὶ αὐτὸς εἶναί φησιν τὴν πολιτικήν· ὁ δὲ τούτῳ μὲν συνεργὸς τῆς ἐν τῷ παντὶ πάσης τάξεως ἔν τε ὀξείαις καὶ βαρείαις κινήσεσι καὶ ἐν βραχυπορωτέραις ἢ μακροπορωτέραις περιόδοις οὐκ ἄλλος ἐστὶν ἢ ὁ Ἀπόλλων, ποιητὴς ὢν μιμημάτων ἐναρμονίων καὶ ἐνρύθμων. ἐκείνων δὲ ὁ μὲν στρατηγὸς ὁ μέγιστος Ἄρης, πολέμων προστάτης θεὸς καὶ ἀνεγείρων πάντα πρὸς τὴν ἐναντίωσιν τὴν κοσμικήν· ὁ δὲ πειθοῦς δημιουργὸς οὐκ ἄλλος ἢ ὁ Ἑρμῆς, διʼ ὃν καὶ δημηγοροῦσιν ἄλλοι θεοὶ κατʼ ἄλλους, καὶ πρὸς πάντας ὁ Ζεὺς τὸν ἐν ἑαυτῷ προχειρίσας Ἑρμῆν· ὁ δὲ πάντα κατὰ φύσιν ἔχοντα δεικνὺς Ἀσκληπιός, διʼ ὃν οὐ νοσεῖ τὸ πᾶν, οὐ γηράσκει, τὰ στοιχεῖα οὐκ ἀνίησι τῶν ἀλύτων δεσμῶν. εἰ οὖν με δεῖ τὰ ἀνέξοιστα λαλεῖν, ὁ μὲν ποιητὴς ὅστις ἐστὶ δῆλον· κινεῖ δὲ τὰς Σειρῆνας ᾄδειν μίαν φωνὴν ἱείσας ἕνα τόνον, ὡς ὁ ἐν τῷ δεκάτῳ λέγει τῆς Πολιτείας μῦθος· κινεῖ δὲ ὡς ὁ Τίμαιος τοὺς τῶν θείων ψυχῶν κύκλους ἐν λόγῳ προφερομένους ἐνρύθμους κινήσεις. πάντα δὲ ἀπὸ τῶν ψυχῶν ἀρξάμενα ποιήματά ἐστιν Ἀπόλλωνος ἐναρμόνια καὶ ἔρρυθμα· καὶ εἰς τοῦτον βλέπων ὁ τῇδε ποιητὴς ὑμνείτω μὲν θεούς, ὑμνείτω δὲ ἀγαθοὺς ἄνδρας ἔν τε μύθοις καὶ ἄνευ μύθων, ἢ περὶ ἄλλα στρεφόμενος γιγνωσκέτω καὶ ποιητικῆς ἁμαρτὼν καὶ Ἀπόλλωνος.