Περὶ τῶν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας εἰρημένων θεολογικῶν τύπων.
Ἐν τοῖς τύποις τοῖς θεολογικοῖς, οὓς ἐν τῷ δευτέρῳ τῆς Πολιτείας ἐξέφηνεν, πρῶτον ἐκτίθεται τὸν τῆς ἀγαθότητος ἀεὶ στοχαζόμενον τῶν θεῶν καὶ μόνων τούτων αὐτοὺς αἰτιώμενον, τῶν ἀγαθῶν λέγω πάντων, ἀλλʼ οὐχὶ καὶ τῶν ἐναντίων· ἀξίωμα προλαβών, ὅτι πᾶς θεὸς ἀγαθός. ὅταν γὰρ λέγῃ τὸν θεὸν ἀγαθόν, δεῖ τοῦτο πρῶτον ἐννοεῖν, ὅτι πάντα λέγει θεόν· ἡ γὰρ τοῦ ἄρθρου πρόσθεσις ἢ τὸ καθʼ ὑπεροχὴν δηλοῖ μόνον — ὡς ὅταν λέγωμεν· ὁ ποιητὴς εἶπεν, τῷ ἀκροτάτῳ τοῦτο ἐξαίρετον ἀπονέμοντες —, ἢ τὸ ὅλον πλῆθος, ὡς ὅταν λέγωμεν· ὁ ἄνθρωπος λογικός, ἀντὶ τοῦ παντὸς τὸ ἄρθρον προσάπτοντες. οὐκοῦν ἐπείπερ οὕτω φησίν· ὁ θεὸς ἀγαθός, ἢ τὸν πρῶτον λέγοι ἂν ἢ πάντα θεόν. ἀλλʼ ὅτι οὐ περὶ μόνου τοῦ πρώτου βούλεται τοὺς τύπους τούτους κρατεῖν, δηλοῖ μετὰ ταῦτα συμπεραινόμενος, ὅτι ἕκαστος τῶν θεῶν κάλλιστός ἐστιν καὶ ἄριστος εἰς δύναμιν· δηλοῖ δὲ καὶ τοὺς ποιητὰς ἀξιῶν ἐν τούτοις γράφειν τοῖς τύποις, οἷς οὐκ ἔστι περὶ τοῦ πρώτου πάντως ὁ λόγος. εἰ οὖν ὀρθῶς εἴπομεν, ἀξίωμα τοῦτο πρῶτον ληπτέον· πᾶς θεὸς ἀγαθός, καὶ τῶν λογίων τῷ ἀξιώματι μαρτυρούντων, ἐν οἷς αἰτιώμενα τὴν τῶν ἀνθρώπων ἀσέβειάν φησιν· οὐδʼ ὅτι πᾶς ἀγαθὸς θεὸς εἰδότες· ἆ ταλαεργοὶ νήψατε. τριῶν δὲ εἰρημένων ἐν Νόμοις τοὺς θεοὺς χαρακτηρίζειν, ἀγαθότητος δυνάμεως γνώσεως, τὸ μὲν πρῶτον διὰ τοῦ πρώτου τύπου λαμβάνει, τὰ δὲ δύο διὰ τοῦ δευτέρου, τὴν ἀλήθειαν εἶναι λέγων ἐν θεοῖς καὶ τὴν ἀμεταβλησίαν. τούτων γὰρ τὸ μὲν τῇ γνώσει, τὸ δὲ τῇ δυνάμει προσήκει· τῆς γοῦν γνώσεως ἡ ἀλήθεια τελειότης, τῆς δὲ δυνάμεως ἡ ἀπάθεια. τὸ μὲν οὖν ἀξίωμα τοῦτο πρῶτον· εἴληπται δὲ μετὰ διορισμοῦ τινος ἀναγκαίου. οὐ γὰρ ἁπλῶς εἶπεν· ὁ θεὸς ἀγαθός, ἀλλʼ ὅτι τῷ ὄντι ἀγαθός, εἰωθὼς διαστέλλειν τὸ ὄντως ἀπὸ τοῦ μὴ ὄντως τῷ ἐκεῖνο μὲν ἄμικτον φυλάττειν πρὸς τὸ ἐναντίον, τοῦτο δὲ λέγειν ἤδη τοῦ χείρονος ἀναπεπλῆσθαι. ζωὴν γὰρ ὄντως καλεῖ καὶ νοῦν ὄντως καὶ κάλλος, οἷς μηδὲν ὑπάρχει τῶν ἀντικειμένων, ἀζωΐας ἀνοίας αἴσχους· μὴ ὄντως δὲ ἕκαστον τούτων, οἷς συμμέμικταί τι τῶν χειρόνων. πᾶς οὖν θεὸς ὄντως ἀγαθός, οὐσιωμένος κατὰ τὸ ἀγαθὸν καὶ οὐκ ἔχων ἐπίκτητον οὐδʼ ὡς ἕξιν τὸ ἀγαθόν — τὸ γὰρ οὕτως ἀγαθὸν οὐ τῷ ὄντι ἀγαθὸν ὂν τοῦ ἀγαθοῦ μετέσχεν· κατʼ αὐτὴν ἄρα τὴν ὕπαρξιν ὁ θεὸς ἀγαθός, καθʼ ὃ καὶ ἔστιν θεός, οὐκ ἄλλο τι ὤν, εἶτα ἀγαθός, ἀλλʼ αὐτοαγαθός, ὥσπερ τὸ πρῶτον αὐτὸ τἀγαθόν. Τούτου δʼ οὖν ληφθέντος ἑνὸς ἀξιώματος δύο σχίζονται συλλογισμοί, διʼ ὧν δείκνυται πᾶς θεὸς ἀγαθῶν μὲν αἴτιος, κακοῦ δὲ οὐδενός, καὶ οὗτος μὲν τοιῶσδε πρόεισιν· πᾶς θεὸς ἀγαθὸς τῷ ὄντι· οὐδὲν τῷ ὄντι ἀγαθὸν βλαβερόν· τὸ μὴ βλαβερὸν οὐ βλάπτει· τὸ μηδὲν κακὸν ποιοῦν οὐδενὸς αἴτιόν ἐστι τῶν κακῶν· πᾶς ἄρα θεὸς οὐδενός ἐστιν αἴτιος τῶν κακῶν. ἐν οἷς πρῶτον ἐκεῖνο δεῖ εἰδέναι, ὅτι τὸ οὐδὲν καὶ τὸ οὐδενὸς ὡς μέρος εἴληπται τῆς προτάσεως καὶ τοῦ κατηγορουμένου· οὐ γὰρ ἂν καὶ ὁ ὑποκείμενος εἶχεν προσδιορισμὸν τὸ πᾶς. ἔπειθʼ ὅτι ἀποφατικαὶ δοκοῦσιν εἶναι πᾶσαι πλὴν μιᾶς ἐκ μεταθέσεως οὖσαι καταφάσεις· δηλοῦσι δὲ αἱ ἑξῆς ἀεὶ τὰ ὑποκείμενα μετὰ τῆς ἀποφάσεως λαμβάνουσαι. τῶν δὲ λογικῶν θεωρημάτων ἐρρωμένων ὅρα καὶ τὸ πραγματειῶδες τῶν λημμάτων καὶ τὴν συνέχειαν. πᾶς θεὸς τῷ ὄντι ἀγαθός· τούτου ἀξίωμα· τὸ τῷ ὄντι ἀγαθὸν οὐκ ἔστιν βλαβερόν. εἰ γὰρ οὐσίωται ἐν τῷ ἀγαθῷ καὶ μή πῃ ἀγαθόν ἐστιν — τῷ ὄντι γὰρ εἴληπται ἀγαθόν —, οὐκ ἔχει τὴν δύναμιν τὴν βλαπτικήν. ταύτην γὰρ ἔχον μετέχοι ἂν τοῦ ἐναντίου καὶ οὐκέτʼ ἂν εἴη τῷ ὄντι ἀγαθόν· οὐδὲ γὰρ ἄλλο τι τῶν τοῦ ἐναντίου μετεχόντων. οὐ γὰρ τῷ ὄντι καλὸν τὸ τοῦ αἰσχροῦ μέτοχον ἢ κατὰ δύναμιν ἢ κατʼ ἐνεργείαν, εἴπερ ὀρθῶς διώρισται τὸ ὄντως καὶ μὴ ὄντως. τὸ δʼ οὖν τῷ ὄντι ἀγαθόν, διότι οὐκ ἔχει δύναμιν τὴν τοῦ ἐναντίου τῷ ἀγαθῷ, οἷον τὴν βλαπτικήν, διὰ τοῦτο οὐκ ἔστι βλαβερόν. τὸ δὲ μὴ ὂν βλαβερόν, φησίν, οὐδαμῶς βλάπτει. τίνι οὖν ταῦτα διέστηκεν; ἢ τὸ μὲν τὴν δύναμιν ἀφεῖλεν τὸ πρότερον, τοῦτο δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἐναντίαν ἐνέργειαν. βλαβερὸν γὰρ λέγεται, κἂν μὴ βλάπτῃ, δυνάμενον δὲ ᾖ βλάπτειν, βλάπτον δὲ τὸ ἤδη ἐνεργοῦν. ᾗ οὖν διαφέρει τὸ θερμαντικὸν καὶ τὸ θερμαῖνον, ταύτῃ διέστηκεν τὸ βλαβερὸν καὶ τὸ βλάπτον. ἐκεῖνο δὲ ἐν πᾶσι τοῖς τοιούτοις δῆλον, ὅτι τὸ μὲν ἐνεργοῦν καὶ δύναται, τὸ δὲ δυνάμενον οὐκ ἐξ ἀνάγκης ἐνεργεῖ· ὥστʼ εἴ τι βλάπτει, καὶ βλαβερόν, οὐ μέντοι ἀνάπαλιν. σὺν ἀντιθέσει οὖν ἀντιστρέψας ἔλαβεν, ὅτι τὸ μὴ βλαβερὸν οὐδαμῶς βλάπτει. τὸ δὲ μὴ βλάπτον, φησίν, οὐδὲν ποιεῖ κακόν· ταῦτα γὰρ ἀλλήλοις ἐξισάζει, καὶ εἴ τι βλάπτει, κακόν τι δίδωσι τῷ βλαπτομένῳ, καὶ εἴ τι κακὸν ποιεῖ, βλάπτει τὸ πάσχον. τοῦτο δὲ ὅτι ἀληθές, λάβοις ἂν ἐκ τοῦ ὅρου τῆς βλάβης· ὡρίσατο γὰρ ἐν τῷ πρώτῳ βλάβην εἶναι τὴν χεῖρον ποιοῦσαν εἰς τὴν οἰκείαν ὁτιοῦν ἀρετήν. εἰ δὲ χεῖρον ποιεῖ, δῆλον ὅτι κακύνει τὸ βλαπτόμενον. εἰ ἄρα τι μηδαμῶς βλάπτει, οὐδὲν ποιεῖ χεῖρον εἰς τὴν οἰκείαν ἀρετήν· εἰ μηδὲν ποιεῖ χεῖρον εἰς τὴν οἰκείαν ἀρετήν, οὐδὲν κακύνει τῶν πάντων· εἰ μηδὲν κακύνει τῶν πάντων, οὐδενὶ ποιεῖ τι κακόν. τὸ γὰρ κακόν τι ποιοῦν κακύνει τὸ δεχόμενον, καὶ ἔοικεν ἀντιστρέφειν μὲν ταῦτα, τὸ βλάπτειν καὶ τὸ κακὸν ποιεῖν· ἀλλὰ τὸ μὲν ὡς πρὸς τὸ μετεχόμενον ἀναφέρεσθαι, τὸ δὲ ὡς πρὸς τὸ μετέχον. κακὸν γάρ ἐστι τὸ μετεχόμενον, βλάπτεται δὲ οὐ τοῦτο, ἀλλʼ ἐκεῖνο ἐν ᾧ ἐστιν τοῦτο, ὥστε βλάπτει μὲν τὸ ὑποκείμενον, ποιεῖ δὲ κακὸν τὸ ἐν τῷ ὑποκειμένῳ· οἷον νόσον μέν τι ποιεῖ, βλάπτει δὲ οὐ τὴν νόσον, ἀλλὰ τὸ λαβὸν τὴν νόσον. ἐπεὶ οὖν οὐδὲν τῶν κακῶν χωριστόν, ἀλλʼ ἐν ἄλλῳ πάντως, δῆλον ὅτι πᾶν τὸ ποιοῦν τι κακὸν ὑποκείμενόν τι πρότερον τῷ κακῷ βλάπτει. λέγων οὖν τὸ μὴ βλάπτον μηδὲν κακὸν ποιεῖν ἐκ τοῦ μηδὲν ὑποκείμενον διατιθέναι χεῖρον λαμβάνει μηδὲ διάθεσιν ἐν αὐτῷ ποιεῖν παρὰ φύσιν. καὶ οὕτως οἱ ὅροι διαφέροντές εἰσι καὶ τῆς προτάσεως ταύτης. Τὸ δὲ δὴ μηδὲν κακὸν ποιοῦν οὐδενός, φησίν, αἴτιόν ἐστι τῶν κακῶν. εἰ γὰρ αἴτιόν τινός ἐστιν, δύναμιν ἂν ἔχοι κακὸν ποιεῖν, ὥστε καὶ ἐνέργειαν ἕξει ποτὲ τοιαύτην· ἐὰν οὖν τὸ δυνάμενον ἤδη ὡς ἐνεργοῦν θῶμεν, ἔσται τὸ αἴτιον τῶν κακῶν τινος ποιοῦν τι κακόν, ἐξ ὧν συμβαίνει τὸ μηδαμῶς κακὸν ποιοῦν κακόν τι ποιοῦν. τοῦτο δὲ τὸ ἀδύνατον οὐκ ἠκολούθησεν τῇ ὑποθέσει τῇ λαβούσῃ τὸ δυνάμενον ἤδη τι ἐνεργοῦν — δυνατῷ γὰρ οὐκ ἀκολουθεῖ ἀδύνατον —, ἀλλὰ τῷ τὸ μηδαμῶς κακὸν ποιοῦν αἴτιον εἰπεῖν κακοῦ τινος. ἀληθὲς ἄρα τὸ μηδενὸς αἴτιον εἶναι τοῦτο τῶν κακῶν. οὗτος μὲν οὖν ὁ συλλογισμὸς συνάγει πάντα θεὸν αἴτιον εἶναι κακοῦ μηδενός. —Ὁ δὲ ἑπόμενος τούτῳ διὰ τῶν ἀντικειμένων τοῖς εἰρημένοις, ὧν τὰς ἀποφάσεις ἐλάμβανεν, ἀγαθῶν αἴτιον μόνων εἶναι δεικνύει πάντα θεόν. καὶ ἔχουσι τάξιν ὀρθήν, πρότερον μὲν εἶναι τὸν ἀφαιροῦντα τὸ χεῖρον ἀπὸ τῶν θεῶν, δεύτερον δὲ τὸν προστιθέντα τὸ κρεῖττον. οὐδὲ γὰρ ἦν πλεονέκτημα τῶν θεῶν τὸ μὴ εἶναι κακῶν αἰτίους — οὐδὲ γὰρ ὁ τραγέλαφος —, ἀλλὰ τὸ πάντων ἀγαθῶν αἰτίους ὑπάρχειν. ἔστιν οὖν ὁ δεύτερος λόγος τοιόσδε. πᾶς θεὸς τῷ ὄντι ἀγαθός· τὸ τῷ ὄντι ἀγαθὸν μόνως ὠφέλιμον. τοῦτο γὰρ ἀντίκειται τῷ βλαβερῷ, δύναμιν σημαῖνον ὠφελητικήν. ἄλλο γὰρ τὸ ὠφέλιμον καὶ ἄλλο τὸ ὠφελοῦν· ὠφέλιμον γὰρ τὸ σιτίον καὶ μὴ ἐνεργοῦν. διὸ καὶ ἑξῆς ἐπάγειν δυνατόν· τὸ δὲ μόνως ὠφέλιμον μόνως ὠφελεῖ· οὐ γὰρ δὴ βλάπτει μόνως ὠφέλιμον ὄν, βλαβερὸν δὲ οὐδʼ ὅλως, οὐδʼ αὖ μηδέποτε ὠφελεῖν αὐτὸ δυνατόν· τὸ γὰρ δυνατὸν ἐνδέχεται γενέσθαι. ἐὰν οὖν ληφθῇ γεγονός, ἔσται τὸ μηδέποτε ὠφελοῦν ποτὲ ὠφελοῦν, ὅπερ ἀδύνατον. τοῦτο δὲ οὐ διὰ τὴν ὑπόθεσιν, ἀλλʼ ὅτι μηδέποτε ὠφελοῦν ἐθέμεθα τὸ δυνατὸν ὠφελεῖν. ἀλλὰ μὴν τὸ μόνως ὠφελοῦν μόνως ἀγαθὰ ποιεῖ· βλάπτοι γὰρ ἂν καὶ τῶν κακῶν τι ποιοῦν, κεῖται δὲ μόνως ὠφελεῖν. καὶ πάλιν ἰστέον τὴν τῶν δύο τούτων ὅρων διαφοράν, ὅτι τὸ μὲν ὠφελεῖν πρὸς τὸ ὑποκείμενον ἀναφέρει τὴν ἐνέργειαν, τὸ δὲ ἀγαθοποιεῖν πρὸς τὰ ἐν ὑποκειμένῳ. ποιεῖ γὰρ ὑγείαν εἰ τύχοι καὶ ἀρετήν, ἀλλʼ οὐχὶ τὰ ποιούμενα ὠφελεῖ, ἀλλὰ τὰ μεταλαμβάνοντα τούτων, σῶμα καὶ ψυχήν· ὥστε οὐκ εἰσὶν οἱ ὅροι οἱ αὐτοί, πρὸς ἄλλο καὶ ἄλλο τὴν ἀναφορὰν ἔχοντες, κἂν ἀντιστρέφωσιν, ὃ δή τινες ἐνεκάλεσαν τούτοις τοῖς συλλογισμοῖς. ὑπόλοιπον δὲ λῆμμα καὶ ἐν τούτῳ τῷ συλλογισμῷ, τὸ μόνως ἀγαθὰ ποιοῦν μόνων εἶναι ἀγαθῶν αἴτιον· ἀφʼ ὧν συνάγεται πάντα θεὸν μόνων εἶναι ἀγαθῶν αἴτιον. καὶ ἡμεῖς μὲν καὶ ἐπὶ τοῦ δευτέρου συλλογισμοῦ πάσαις ἐπεξήλθομεν ταῖς προτάσεσιν· ὁ δὲ Πλάτων τὰς ἄκρας μόνας ἔθηκεν εἰπών· πᾶν τῷ ὄντι ἀγαθὸν μόνως ὠφέλιμον, καὶ πᾶν τὸ μόνως ὠφέλιμον μόνης εὐπραγίας αἴτιον, ἀντὶ παντὸς ἀγαθοῦ τὴν εὐπραγίαν λαβών. διὸ καὶ ἐπάξει τοῖς ἀνθρώποις μόνων ἀγαθῶν εἶναι τὸν θεὸν αἴτιον· τὴν γὰρ εὐπραγίαν ἐν ἀνθρώποις εἶναι, διότι καὶ τὰς πράξεις· τοῦτο δέ, διότι καὶ προαίρεσιν. ἐν δὲ ἀλόγοις ἢ ἀψύχοις ἔστι μὲν ἀγαθά, πράξεις δὲ οὐκ εἰσίν· διὸ οὐδὲ τὸ ἀγαθὸν τὸ ἐν τούτοις εὐπραγίαν ὀνομάζουσιν. Τίς μὲν οὖν ἀρχὴ κοινὴ τῶν δύο συλλογισμῶν, εἴπομεν, τί δὲ ἀπʼ ἀμφοτέρων πόρισμα συνάγειν δυνατόν, νῦν λέγωμεν. εἰ γὰρ μόνων ἀγαθῶν αἴτιος ὁ θεὸς καὶ πᾶς θεὸς κακοῦ οὐδενός, συναποδέδεικται καὶ ὅτι κακῶν ἰδέα οὐκ ἔστιν· καὶ γὰρ ἡ τῶν κακῶν ἰδέα θεὸς ἔσται, ἐπείπερ πᾶσα ἰδέα θεός, ὡς ὁ Παρμενίδης εἴρηκεν. εἰ οὖν καὶ ἡ τῶν κακῶν ἰδέα θεός, πᾶς δὲ θεὸς ἀγαθῶν μόνων αἴτιος, κακοῦ δὲ οὐδενός, ἔσται καὶ ἡ τῶν κακῶν ἰδέα μόνων ἀγαθῶν αἰτία, κακοῦ δὲ οὐδενός. τὸ δὲ μηδενὸς κακοῦ αἴτιον οὐδὲ παράδειγμά ἐστι κακῶν· καὶ γὰρ τὸ παράδειγμα ἕν τι τῶν αἰτίων. τὸ δὲ μὴ ὂν παράδειγμα τῶν κακῶν οὐκ ἔστιν ἰδέα κακῶν· πᾶσα γὰρ ἰδέα παράδειγμα. συμβαίνει ἄρα τὴν ἰδέαν τῶν κακῶν μὴ εἶναι αὐτὸ τοῦτο ἰδέαν κακῶν. οὔσης δὲ ἰδέας κακῶν τί τὸ ποιοῦν πρὸς αὐτήν; ἴσως γὰρ εἴποις ἂν τὴν ἰδέαν μὴ ποιεῖν, ἀλλὰ ἄλλο τι πρὸς αὐτὴν βλέπον. εἰ μὲν οὖν ὁ ἔχων αὐτὴν θεός, ἀδύνατον, εἴπερ τῶν κακῶν οὐδενὸς αἴτιος ὁ θεός· εἰ δὲ ὁ ποιῶν τι τῶν ἐνταῦθα κακῶν, πᾶς δὲ ὁ τὸ παράδειγμα εἰδὼς οἶδε καὶ τὴν εἰκόνα, γιγνώσκων ἄρα τὸ κακὸν ποιήσει ὁ ποιῶν, ὅπερ ἀδύνατον· ἀγνοίᾳ γὰρ δρῶσι τὰ κακὰ πάντες, ὡς ἐν Μένωνι δέδεικται. ταῦτα περὶ τῶν δύο συλλογισμῶν τῶν ἐν τῷ πρώτῳ τύπῳ περιεχομένων, καθʼ οὓς δεῖ μυθολογεῖν περὶ θεῶν ὑμνοῦντας αὐτῶν ἀεὶ τὴν ἀγαθότητα καὶ φυλάττοντας ἀναιτίους κακῶν.
Ἐπὶ δὲ τὸν δεύτερον μεταβάντες διπλοῦν αὐτὸν εὑρήσομεν. κοινὸν μὲν γὰρ αὐτῷ δόγμα δεῖξαι πάντῃ τὸ θεῖον ἀπαθές, καὶ μήτε μεταβάλλον μήτε ἐξαπατῶν ὡς μεταβάλλον· καὶ γὰρ τοῦτο πάθος ἐπʼ αὐτό τι φέρει· τὸ γὰρ ἑκούσιον τῆς ἀπάτης οὐκ ἀπαθές. διῃρημένου δὲ τοῦ λόγου παντὸς εἰς τὸ μήτε μεταβάλλειν αὐτὸ κατʼ ἀλήθειαν μήτε ἀμετάβλητον ὂν σοφίζεσθαι καὶ ἐξαπατᾶν ὡς μεταβάλλον τοὺς ὁρῶντας, εἴποις ἂν διπλοῦν εἶναι τὸν δεύτερον τύπον· καὶ τὸ μὲν αὐτοῦ δεικνύναι ὅτι ἀμετάβλητον τὸ θεῖον, τὸ δὲ ὅτι μόνως ἀληθευτικόν, ἀπάτης πάσης καὶ ψεύδους καθαρεῦον. Πῶς οὖν δείκνυται τὸ πρότερον τοῖν δυεῖν; λαμβάνει δὴ πάλιν ἀξίωμα πρὸ τοῦ λόγου τοιόνδε· πᾶν τὸ μεταβάλλον ἢ ὑφʼ ἑαυτοῦ μεταβάλλει, ὡς ψυχὴ κακυνομένη καὶ ἀρετὴν ἴσχουσα προαιρετικῶς, ἢ ὑπʼ ἄλλου, ὡς σῶμα θερμαινόμενον ἢ ψυχόμενον. τούτου δὲ ληφθέντος ἐπιφέρει, ὅτι καὶ τὸ θεῖον, εἰ μή ἐστιν ἀμετάβλητον, δεῖ κατὰ θάτερον μεταβάλλειν τούτων. κείσθω πρότερον ὑπʼ ἄλλου τινὰ μεταβάλλειν θεόν. οὐκοῦν τὸ μεταβαλλόμενον πᾶν τοῦ μεταβάλλοντος ἀσθενέστερον, εἴπερ τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει· τὸ δὲ θεῖον πᾶν δυνατώτατον, καὶ ἀσθένεια πάθος οὖσα ὑλικὸν πόρρω τῶν θεῶν. οὐκ ἄρα ὑπʼ ἄλλου μεταβάλλεταί τις τῶν θεῶν· οὐδὲν γὰρ ἔχει δυνατώτερον· τὸ δὲ ὑπʼ ἄλλου μεταβαλλόμενον ἔχει τι δυνατώτερον. δόξειεν δʼ ἂν οὗτος ὁ λόγος ἕνα μόνον ποιεῖν θεόν· πολλῶν γὰρ ὄντων ἔστι καὶ τὸ δυνατώτερον. ἢ τὸ μὲν δυνατώτερον ἔστιν, οὐκ ἀσθενεστέρου δὲ δυνατώτερον, ἀλλὰ τὴν οἰκείαν ἔχοντος ἀσάλευτον δύναμιν. οὐ γὰρ ἀσθενὴς ὁ ἡλιακὸς νοῦς, ὅτι μὴ ταύτην ἔχει τὴν δύναμιν ἣν ὁ δημιουργός, ἀλλʼ ἐν τῷ οἰκείῳ εἴδει τὴν ἀκροτάτην ἔχει δύναμιν. τὸ οὖν ἀσθενὲς διʼ ἀπόπτωσίν ἐστι τῆς οἰκείας δυνάμεως ἀσθενές, οὐ διʼ ὕφεσιν τὴν πρὸς τὸ κρεῖττον. ἅπαντα γὰρ οὕτως ἂν εἴη ἀσθενῆ πλὴν ἑνός, καὶ εἰ ἡ ἀσθένεια κακόν, πάντα κακοῦ μέτοχα πλὴν ἑνός. οὐδενὶ δὲ ἡ ὕφεσις κακόν· οὐσίωται γὰρ κατὰ ταύτην. εἰ οὖν ἡ ὡς ὕφεσις ἀσθένεια οὐσιώδης, πᾶν δὲ κακὸν ᾧ ἐστι κακὸν οὐκ οὐσιῶδες — τὸ γὰρ οὐσιῶδες κατὰ φύσιν, τὸ δὲ κακὸν παρὰ φύσιν —, οὐκ ἂν εἴη κακὸν ἡ ὕφεσις οὐδὲ τὸ οὕτως ἀσθενές· ἀλλʼ ὅταν τι μὴ ἔχῃ τὴν ἐπιβάλλουσαν αὐτῷ δύναμιν, τότε ἡ ἀδυναμία κακόν. τοιαύτην δὲ ἀνάγκη ἔχειν τὸ ὑπʼ ἄλλου μεταβάλλον, τῆς οἰκείας ἀποπῖπτον δυνάμεως. εἰ οὖν πᾶν τὸ θεῖον ἐν τῇ ἑαυτοῦ τάξει δυνατώτατον καὶ ἄριστον, καὶ εἰ ἄλλο ἄλλου δυνατώτερον, οὐδεμίαν ὑπομένει μεταβολὴν τὸ καταδεέστερον ὑπὸ τοῦ κρείττονος. καὶ γὰρ ἐκεῖνο ἄριστον μειζόνως, οὐδὲν δὲ τῶν ἀρίστων μεταβλητικόν ἐστι τῶν ὁμοίων, ἀλλὰ μειζόνως τοῦ ἐν αὐτοῖς ἀρίστου φυλακτικόν. πᾶν γὰρ τὸ μεταβάλλον ἑαυτῷ τὸ μεταβαλλόμενον ἐξομοιοῖ πάντως. εἰ οὖν τὸ κρεῖττον μεταβάλλοι τι τῶν χειρόνων, ἑαυτῷ τὸ μεταβαλλόμενον ἐξομοιώσει· τὸ δὲ τῷ κρείττονι ὁμοιούμενον δυνατώτερον γίνεται· τὸ δὲ δυνατώτερον γινόμενον ἀμεταβλητότερον γίνεται· εἰ ἄρα τὸ κρεῖττον ἐκεῖ μεταβάλλοι τι τῶν χειρόνων, τὸ μεταβαλλόμενον ἀμεταβλητότερον γίνοιτʼ ἄν, ὅπερ ἀδύνατον. Ὅτι μὲν οὖν πᾶν τὸ θεῖον ἀμετάβλητον ὑφʼ ἑτέρου, δέδεικται· λείπεται δὲ εἰ μεταβάλλει τοῦτο ὑφʼ ἑαυτοῦ πάσχειν. ἀλλὰ πᾶν τὸ ὑφʼ ἑαυτοῦ μεταβαλλόμενον ἢ ἐπὶ κρεῖττον ἢ ἐπὶ χεῖρον ἴσχει τὴν μεταβολήν. ἀλλʼ ἐπὶ μὲν τὸ χεῖρον ἑκουσίως οὐδὲν ἂν ἑαυτό ποτε μεταβάλλοι· πᾶν γὰρ τὸ πάσχον τοῦτο διʼ ἄγνοιαν αὐτὸ φαίνεται πάσχον τοῦ ἀγαθοῦ. ἐπὶ δὲ τὸ κρεῖττον εἴ τι μεταβάλλοι ἑαυτό, πρὸ τῆς μεταβολῆς ἐνδεὲς ὂν τοῦ οἰκείου ἀγαθοῦ τὴν τοιαύτην αἱρεῖται μεταβολήν. ἐξ ἀμφοῖν δὲ ἢ ἀκούσιον ἐνέργειαν ἀνοίσομεν ἐπὶ τὸ θεῖον ἢ ἔνδειαν ἀγαθῶν. ἀλλὰ μὴν καὶ γνῶσίς ἐστιν τοῖς θεοῖς ἡ ἀρίστη καὶ ζωὴ αὐτάρκης· οὔτε ἄρα ἐνδεεῖς εἰσιν ἀγαθοῦ τινος οὔτε ἀκούσιόν τι πάσχουσιν. εἰ δὲ ταῦτα, οὐδὲ ὑφʼ ἑαυτῶν μεταβάλλουσιν, ὥσπερ οὐδʼ ὑπʼ ἄλλων. καὶ λαμβάνει πόρισμα πάλιν ἐκ τούτων, ὅτι οὔτε τοῖς σώμασιν οὔτε ταῖς ψυχαῖς ἡμῶν ὁμοούσιοί εἰσιν οἱ θεοί. τὸ μὲν γὰρ ὑπʼ ἄλλων μεταβάλλειν σώμασι πᾶσι προσήκει, τὸ δὲ ὑφʼ ἑαυτῶν ταῖς ψυχαῖς ἡμῶν. εἰ οὖν ἐν Νόμοις λέγοιντο τὴν αὐτοκίνητον κίνησιν μεταβολῶν οὖσαν τὴν πρωτίστην αἱ θεῖαι ψυχαὶ κινεῖσθαι, τὸν τρόπον τῆς μεταβολῆς ἐκεῖνον ἐροῦμεν μήτʼ ἐπὶ τὸ κρεῖττον εἶναι μήτε ἐπὶ τὸ χεῖρον, ἀλλὰ μεταβατικὴν ζωὴν ἀπʼ ἄλλης νοήσεως ἐπʼ ἄλλην, τῆς αὐτῆς τελειότητος μενούσης. διὸ καὶ ἀμετάβλητόν τινες ἐκείνην μεταβολὴν καλοῦσιν, ὡς οὐκ ἐξισταμένην τοῦ οἰκείου ἀγαθοῦ, ἀλλʼ ἀεὶ ἐν τέλει οὖσαν, ὅ φησιν Ἀριστοτέλης περὶ τῆς οὐρανίας φορᾶς. ὁ δὲ παρὼν λόγος ταύτας ἔλαβεν τὰς ἀλλοιωτικὰς τοῦ κινουμένου μεταβολάς, ἀλλʼ οὐ τὰς μεταβατικάς, διὰ τὴν τῶν ἑπομένων ἐξέτασιν. ἕπεται δὲ ὡς μαθησόμεθα διελέγξαι τοὺς λέγοντας μεταβάλλειν τοὺς θεοὺς εἰς ἀνθρώπους ἢ καὶ εἰς ἄλλο τι ζῷον ἐν ταῖς εἰς ἀνθρώπους κοινωνίαις καὶ ἐν ταῖς ἐπιφοιτήσεσιν. ἀλλοιοῦσθαι μὲν οὖν ἀδύνατον θεούς, μεταβατικῶς δὲ ζῆν δυνατόν, ἀναλλοιώτου τῆς μεταβάσεως οὔσης· ὥσπερ καὶ τὰ ἐμφανῆ ταῦτα τὰς τοπικὰς μεταβάσεις ἄνευ ἀλλοιώσεως ὑπομένειν φαμέν. αἱ δὲ ἅμα ἀλλοιώσεσι μεταβάσεις τῶν μερικῶν εἰσι ψυχῶν κατιουσῶν ἢ ἀνιουσῶν, ὡς καὶ σωμάτων τῶν ἐνύλων. — Ταῦτα μὲν οὖν δείκνυσιν ἀμετάβλητον πάντα θεόν· λείπεται δὲ ἐκεῖνο κατιδεῖν, εἰ μὴ μεταβάλλον αὐτὸ μήθʼ ὑφʼ ἑαυτοῦ μήθʼ ὑπʼ ἄλλου κατὰ τὸν τῶν γοήτων τρόπον ἡμᾶς ἐξαπατᾷ, φανταζόμενον οἷον οὐκ ἔστιν. πάλιν οὖν ἀξίωμα προειλήφθω τούτων, ὅτι πᾶν τὸ ἐξαπατῶν ἢ ἐν ἑαυτῷ ἔχον τὸ ψεῦδος καὶ ἠπατημένον ἀπατᾷ ἕτερον, ἢ αὐτὸ μὲν οἶδε τἀληθές, ἐξαπατᾷ δὲ διὰ τῆς εἰς ἄλλο ἐνεργείας, οὐ δυνάμενον ἄλλως ἢ ἐχθρῶν κρατῆσαι ἢ φίλους ἀνοήτους ὄντας καὶ μὴ δυναμένους ὠφεληθῆναι διὰ τοῦ ἀληθοῦς εὖ ποιῆσαι. πότερον οὖν ἔνδον ἔχουσι τὸ ψεῦδος οἱ θεοὶ καὶ οὕτως ἀπατῶσιν; ἀλλὰ ἀδύνατον· πᾶν γὰρ τὸ τοιοῦτον ψεῦδος καὶ ἀνθρώποις ἐχθρὸν καὶ θεοῖς· οὐδεὶς γὰρ ἂν οὕτως ἀπάτην ἔχειν ἐν ἑαυτῷ βούλοιτο· παντὶ γὰρ τὸ ἠπατῆσθαι ἀκούσιον. ἀλλʼ ἆρα οὐκ ἠπατημένοι ἄλλους ἀπατῶσιν; ἀλλʼ οὐδὲ τοῦτο δυνατόν· οὔτε γὰρ ἐχθρόν τι τοῖς θεοῖς ἐστιν οὔτε φίλον, ἀνοήτως διακείμενον. οὐδαμῶς ἄρα τοῖς θεοῖς ἀπατᾶν προσῆκεν, οὔθʼ ὡς ἠπατημένοις οὔθʼ ὡς φίλοις τῶν ἀπατωμένων οὔτε ὡς ἐχθροῖς. Οἱ μὲν οὖν τύποι τοιοῦτοι, καθʼ οὓς ἐθέλει τοὺς περὶ θεῶν διατιθέναι μύθους ταῦτα τρία σώζοντας· ἀγαθὸν τὸ θεῖον καὶ μόνων ἀγαθῶν αἴτιον· ἀμετάβλητον τὸ θεῖον, οὔθʼ ὑπʼ ἄλλου μεταβαλλόμενον οὔθʼ ὑφʼ ἑαυτοῦ· ἀληθευτικὸν τὸ θεῖον, οὔτε διὰ τὸ ἀπατᾶσθαι ἀπατῶν οὔτε διʼ αὐτὸ τὸ ἀπατᾶν.
Τούτων δὲ ὑπὸ τοῦ Πλάτωνος δεδειγμένων πρὸς μὲν τὸ πρῶτον ἀπορεῖται, πόθεν τὰ κακά· καὶ γὰρ εἴτε θεόθεν, ψευδὴς λόγος ὁ δεικνὺς μόνων ἀγαθῶν τὸ θεῖον αἴτιον· εἴτε ἀλλαχόθεν, εἰ μὲν ἐκεῖνο θεόθεν, πολλῷ μειζόνως τὸ θεῖον αἴτιον τῶν κακῶν· εἰ δὲ μὴ θεόθεν, αἱ ἀρχαὶ πλείους μιᾶς, ἣ μὲν ἀγαθῶν ἣ δὲ κακῶν. πρὸς δὲ τὸ δεύτερον, πῶς αἱ αὐτοφάνειαι γίγνονται τῶν θεῶν, φαινομένων τότε μὲν ἀτυπώτων φώτων, τότε δὲ τετυπωμένων· μὴ γὰρ προσέμενοι ταῦτα τὴν ἱερατικὴν ὅλην ἀνατρέπομεν καὶ τὰ ἔργα τῶν θεουργῶν, καὶ ἄνευ τούτων τὰς αὐτομάτους ἐπιφανείας τῶν θεῶν ἐν σχήμασιν ἄλλοτε ἄλλοις φανταζομένων. ἄπορον οὖν πῶς μὴ μεταβάλλον τι τῶν θείων ἐν διαφόροις αὐτοπτεῖται μορφαῖς. πρὸς δὲ τὸ τρίτον, πῶς χρησμοὶ δίδονται ψευδεῖς τῶν χρώντων μὴ ψευδομένων, ὧν τὰ χρηστήρια μεστὰ πάντα· καὶ πῶς οὐχὶ τοῦ ἀγαθοῦ πρὸ τῆς ἀληθείας ὄντος διὰ τὸ ἀγαθὸν οἱ θεοὶ καὶ ψεύσονταί ποτε καὶ ἀπατήσουσι τοὺς ἀναξίους τῆς ἀληθείας αὐτόθεν τυχεῖν. ταῦτα γὰρ ἄν τις διαπορήσειεν πρὸς τοὺς εἰρημένους λόγους, καίτοι διʼ ἀναγκαίων ἀποδεδειγμένους.
Εἴρηται μὲν οὖν διὰ πλειόνων ἐν ἄλλοις περὶ τούτων, λεγέσθω δὲ καὶ νῦν συντόμως εἰ δοκεῖ, πρὸς μὲν τὴν πρώτην ἀπορίαν, ὅτι τὸ κακὸν οὔτε θεόθεν οὔτʼ ἀπʼ ἄλλης αἰτίας τινὸς προηγουμένης εἰς τὰ ὄντα τὴν πάροδον δέχεται. οὐδὲ γὰρ ἢ κακῶν ἰδέαν εἰσάγειν ἢ τὴν ὕλην αἰτίαν λέγειν αὐτῶν δυνατόν· πάντα γὰρ τὰ εἴδη θεῖα τέ ἐστι καὶ νοερὰ καὶ οὐσιῶν ἢ τῶν ἐν ταῖς οὐσίαις τελειοτήτων προέστηκεν· καὶ ἡ ὕλη παρῆκται θεόθεν ὡς ἀναγκαία τῷ κόσμῳ, καὶ οὔτε κακοποιὸς ἡ συντελοῦσα πρὸς τὴν γένεσιν τοῦ παντός, οὔτε ἀγαθὸν ἡ ἐσχάτη τῶν ὅλων, ἀλλʼ ἔχει τὴν τάξιν ἐν τοῖς ἀναγκαίοις· πᾶν γὰρ τὸ ἕνεκά του τοιοῦτον. οὐδεμίαν οὖν οὔτε εἰδητικὴν οὔθʼ ὑλικὴν τῶν κακῶν αἰτίαν ὑποθετέον, οὔθʼ ὅλως μίαν ἀρχήν, ἀλλʼ ὡς αὐτὸς εἶπεν, μερικὰ καὶ διεσπαρμένα τὴν παρυπόστασιν αὐτοῖς προξενεῖν λεκτέον· μερικὰ μέν, ὅτι μηδὲν τῶν ὅλων, οἷον νοῦν ἢ ψυχὴν ἢ σῶμα, πολλὰ δέ, ὅτι μὴ ἕν· διὸ καὶ αὐτός φησιν ἄλλʼ ἄττα αὐτῶν χρῆναι ζητεῖν τὰ αἴτια. πάντως γὰρ εἰ σῶμά ἐστιν κακοῦ μετέχον, ἔστιν ἐν τούτῳ διάφορα ἄττα, ὧν ἀσυμμέτρως ἐχόντων πρὸς ἄλληλα παρυφίσταται νόσος, ἑκάστου κρατεῖν ἐθέλοντος. καὶ εἰ ψυχή, διάφορα ζωῆς εἴδη καὶ ἐν ταύτῃ καὶ ἐναντία πώς ἐστιν, ὧν μαχομένων ἐκ τῶν ἑτέρων τοῖς ἑτέροις ἐνδύεταί τι κακόν, ἑκατέρου τὸ ἑαυτοῦ πράττοντος. ἔδει δὲ καὶ σῶμα εἶναι τοιοῦτον ἐκ μαχομένων, ἵνʼ ᾖ τι καὶ φθαρτὸν καὶ ὁ κόσμος τέλειος ἐκ πάντων ὑποστάς, καὶ ψυχῶν ἐνταῦθα σύμμιξιν, ἵνʼ ᾖ μὴ λογικῶν ἄμοιρα τὰ τῇδε ζῴων, μηδʼ αὖ λογικαὶ ζωαὶ σώμασιν ἐμφύωνται χωρὶς μεσότητος καὶ ποιῶσι καὶ πάσχωσι τὰ τῶν ἀλόγων, ὀρέγωνται αἰσθάνωνται φαντάζωνται· τούτων γὰρ χρεία τοῖς θνητοῖς, εἰ μέλλοι καὶ βραχύν τινα σώζεσθαι χρόνον. παρυφίσταται οὖν τὰ κακὰ ταῖς προηγουμέναις τῶν ὄντων ἐνεργείαις καὶ οὐδὲ διʼ ἄλλο τι ἢ τὸ ἀγαθόν, καὶ παρυποστᾶσιν αὐτοῖς εἰς δέον χρῆται τὸ πᾶν καὶ ἀγαθύνεται καὶ ταῦτα τῇ τῶν χρωμένων δυνάμει. διὸ καὶ οὐδὲν ἄκρατον κακόν, ἀλλʼ ἴχνους ἀγαθοῦ μετείληχεν. καὶ τὸ κακὸν οὖν θεόθεν, ὡς ἀγαθόν πῃ, καὶ ταῦτα ὑπʼ ἄλλων μερικῶν αἰτίων καὶ πλειόνων ἐπεισοδιῶδες γεγονὸς αὐτοῖς τοῖς πολλοῖς ἐκείνοις. πρὸς μὲν οὖν τὴν περὶ τῶν κακῶν ζήτησιν τοσαῦτά φησιν ὁ λόγος, ἀναιτίους αὐτῶν ἀποφαίνων τοὺς θεούς. Πρὸς δὲ τὴν δευτέραν τὴν περὶ τῶν αὐτοφανειῶν λεκτέον, ὅτι τῶν θεῶν μενόντων ἀμεταβλήτων καὶ μηδὲν προσλαμβανόντων ἢ ἀποβαλλόντων αὐτῶν φάσματα θεῖα προβάλλεται, τὴν γένεσιν ἐν τῷ περὶ ἡμᾶς δεχόμενα τόπῳ. τῶν γὰρ ὁρώντων σώμασι χρωμένων καὶ τῶν θεῶν αὐτῶν ἀσωμάτων ὄντων τὰ ἀπʼ αὐτῶν προτεινόμενα θεάματα τοῖς ἐπαξίοις ἔχει μέν τι καὶ ἀπὸ τῶν προτεινόντων, ἔχει δέ τι καὶ τοῖς ὁρῶσιν συγγενές· διὸ καὶ ὁρᾶται καὶ οὐ πᾶσιν ὁρᾶται. καὶ γὰρ τοῖς ὁρῶσιν αὐτοῖς ὁρᾶται τοῖς αὐγοειδέσι τῶν ψυχῶν περιβλήμασιν· καλυπτομένων γοῦν τῶν ὀμμάτων ὁρᾶται πολλάκις. ὡς μὲν οὖν διαστατὰ καὶ ἐν ἄλλῳ τοιούτῳ τῷ ἀέρι φανταζόμενα συγγενῆ τοῖς ὁρῶσιν ὑφίσταται· ὡς δὲ θεῖον προβεβλημένα φῶς καὶ ὡς δραστήρια καὶ ὡς ἐνεικονιζόμενα τὰς τῶν θεῶν δυνάμεις διὰ τῶν ἐναργῶν συμβόλων αὐτῶν ἐξήρτηται τῶν προτεινόντων αὐτὰ κρειττόνων· διὸ καὶ τὰ ἄρρητα συνθήματα ἐκείνων ἀποτυποῦται, τὰ μὲν ἄλλην τὰ δὲ ἄλλην μορφὴν προβεβλημένα. δηλοῖ δὲ καὶ τὰ λόγια πρὸς τὸν θεουργὸν λέγοντα σαφῶς, ὅτι ἀσώματα μέν ἐστι τὰ θεῖα πάντα, σώματα δὲ αὐτοῖς ὑμῶν ἕνεκεν ἐνδέδεται, μὴ δυναμένων μετασχεῖν ἀσωμάτως τῶν ἀσωμάτων, διὰ τὴν σωματικὴν εἰς ἣν ἐνεκεντρίσθητε φύσιν. ταῦτα μὲν οὖν καὶ φαίνεται καὶ ἀφανῆ γίνεται κατὰ τὴν βούλησιν τῶν θεῶν· αὐτοὶ δὲ ἀφανεῖς εἰσιν, μένοντες οἷοίπέρ εἰσιν μήτε τι προσλαμβάνοντες ἐκ τῶν φασμάτων τούτων μήτε ἀλλοιούμενοι· καθάπερ οὐδὲ τὰ εἴδη τὰ νοερὰ ἢ σωματοειδῆ γίνεται ἢ σύνθετα ἢ μεμορφωμένα τῶν ὑφισταμένων κατʼ αὐτὰ τοιούτων ὑφισταμένων, ἐκ μὴ τοιούτων ἐκείνων ὄντων. πᾶς οὖν θεὸς ἀμόρφωτος, κἂν αὐτοπτῆται μορφωτικῶς· οὐ γὰρ ἐν αὐτῷ ἡ μορφή, ἀλλʼ ἀπʼ αὐτοῦ, μὴ δυναμένου τοῦ αὐτοπτοῦντος ἀμορφώτως ἰδεῖν τὸν ἀμόρφωτον, ἀλλʼ ὁρῶντος κατὰ τὴν αὐτοῦ φύσιν μορφωτικῶς. τοσαῦτα καὶ πρὸς τὴν δευτέραν εἰρήσθω ζήτησιν. Πρὸς δὲ τὴν τρίτην ἀπαντητέον, ὡς ἄρα τὸ ψεῦδος οὐκ ἐν τοῖς χρῶσίν ἐστιν, ἀλλʼ ἐν τοῖς ὑποδεχομένοις τὰς χρησμῳδίας, ἐν ἅπασι τοῖς μαντείοις τοῦ μὲν χρῶντος οὔτε ἀπατῶντος οὔτε ἀπατωμένου, τῶν δὲ χρωμένων διὰ τὴν ἑαυτῶν ἀνεπιτηδειότητα καὶ ἀσθένειαν ἀλλοτρίως δεχομένων τὴν χρησμῳδίαν, οὐδὲ τούτου γινομένου παρὰ τὴν βούλησιν τῶν χρώντων. ἀξίους γὰρ ὄντας τοὺς χρωμένους ἐθέλουσιν ὧν εἰσιν ἄξιοι μόνων τυγχάνειν· ἔστι δὲ οἷς τὸ μὲν ἀληθὲς παρʼ αὐτοῖς καθαρῶς ἱδρυμένον οὐ προσήκει γνῶναι, διὰ δὲ τοῦ ψευδοῦς εἰς αὐτοὺς ἥκοντος καὶ ἐν αὐτοῖς ὑποστάντος παθεῖν ὅσα προσήκει. οὔτε οὖν ἀγνοοῦσιν τὴν ἀλήθειαν οὔτε ἀφανίζουσιν — οὐ γὰρ θέμις αὐτοῖς —, ἀλλʼ ἀφανιζομένῃ διὰ τοὺς μετέχοντας εἰς ὠφέλειαν χρῶνται τῶν τὴν ἀλήθειαν ἀφανιζόντων. τίς δὲ ἡ ἀνεπιτηδειότης, διʼ ἧς τῆς ἀληθείας ἐνδέχεται μὴ τυγχάνειν ὡς ἔστιν ἀλλʼ ὡς οὐκ ἔστιν παρατρέποντας αὐτὴν τοὺς ὑποδεχομένους, εἴρηται διὰ πλειόνων ἐν τοῖς εἰς τὰ λόγια γεγραμμένοις, καὶ τῆς ἐν τοῖς μαντικοῖς ἱστορίας μαρτυρούσης ἡμῖν, ὅταν λέγωσιν ἢ διὰ τὸν τόπον ἢ διὰ τὸν καιρὸν ἢ διὰ τὸν τρόπον τῆς τῶν χρησμῶν ἐκδόσεως ἢ διά τινα ἄλλην πλημμέλειαν παρυφίστασθαι τὸ ψεῦδος ἐν τοῖς χρηστηρίοις. καὶ γὰρ παρὰ τὰς ἐρωτήσεις οὐκ ὀρθῶς γενομένας, μὴ ὅτι γε παρὰ τὰς ἄλλας τὰς κυριωτέρας αἰτίας δυνατὸν τοῦτο συμβαίνειν, κάτωθεν τῶν αἰτίων ὄντων, αὐτῶν δὲ τῶν θεῶν ἄνωθεν τὴν ἀλήθειαν ἀεὶ προτεινόντων τοῖς δυναμένοις αὐτῆς τυγχάνειν.
Ταῦτα μὲν οὖν καὶ ἐν ἄλλοις ἔτυχεν διαίτης μετρίας, δέδεικται δὲ ἐκ τούτων πάντων, ὅτι δύο τῶν νόμων ὄντων τῶν θεολογικῶν, καὶ τοῦ δευτέρου διπλοῦ, τρεῖς οἱ τύποι πάντες εἰσίν· ὧν ὃ μὲν τὸ ἀγαθουργὸν μόνως ἀπονέμειν ἀξιοῖ τοῖς θεοῖς, ὃ δὲ τὸ ἀμετάβλητον παντελῶς — καὶ γὰρ ὑφʼ ἑαυτῶν καὶ ὑπʼ ἄλλων —, ὃ δὲ τὸ ἀληθευτικὸν ἐν ἁπάσαις ταῖς ἐνεργείας. καὶ ταῦτα συμβαίνει τοῖς ἐν τῷ δεκάτῳ τῶν Νόμων τρισὶν ὡς εἴπομεν, τῇ ἀγαθότητι τῇ δυνάμει τῇ γνώσει. προσθέντος δὲ τοῦ Πλάτωνος ἐν τοῖς περὶ τῆς ἀληθείας, ὅτι πάντῃ ἀψευδὲς οὐ μόνον τὸ θεῖον, ἀλλὰ καὶ τὸ δαιμόνιον, δεῖ λαβεῖν ἀπὸ ταύτης τῆς προσθήκης, ὅτι τὸ ὡς ἀληθῶς δαιμόνιον πάντῃ — οὐ τὸ κατὰ σχέσιν, ὃ καὶ μεταβολὰς ὑπομένει παντοίας καὶ ἀπατᾷ τούτους οἷς ἂν γένηται φίλον —, πᾶν δὲ τὸ κατʼ οὐσίαν δαιμόνιον λογικὸν μὲν ὂν πάντως ἀληθευτικόν ἐστιν, ἄλογον δὲ ὂν ἄδεκτον καὶ ἀληθείας καὶ ψεύδους. διὸ καὶ καὶ ὁ Πλάτων οὐκ εἶπεν ἀληθευτικὸν πᾶν τὸ δαιμόνιον καὶ θεῖον, ἀλλʼ ὅτι ἀψευδὲς πᾶν· ἄδεκτον γὰρ πᾶν ψεύδους· ἀλλὰ τὸ μὲν ὡς πεφυκὸς ἀληθεύειν μόνως, τὸ δὲ ὡς μήτʼ ἀληθεῦον μήτε ψευδόμενον. ὅσον οὖν ἀπατητικὸν γένος, ὃ ἱστορεῖται ἢ τὰς χρησμῳδίας ὑποδυόμενον ἢ ταῖς κλήσεσιν ὑπακοῦον ἢ καὶ ἐκ ταὐτομάτου τισὶν συγγινόμενον, τῶν κατὰ σχέσιν ἐστὶ δαιμόνων· εἰ δέ τινες ὑπὸ δαιμόνων ἀπατῶνται τῶν ὄντως δαιμόνων, διʼ ἑαυτοὺς ἀπατῶνται καὶ οὐ διʼ ἐκείνους, ὥσπερ καὶ ἐπὶ τῶν θεῶν ἐλέγομεν. κοινὸς γὰρ εἴρηται λόγος ἐπί τε θεῶν τῷ Πλάτωνι καὶ δαιμόνων τῆς ἀψευδείας.