Περὶ τῶν πρὸς τὸν ὅρον τῆς δικαιοσύνης τὸν τοῦ Πολεμάρχου ῥηθέντων ὑπὸ τοῦ Σωκράτους συλλογισμῶν. Περὶ τῶν ὑπὲρ δικαιοσύνης τεττάρων λόγων ἐν Πολιτείᾳ πρὸς τὰ Θρασυμάχου τέτταρα δόγματα περὶ αὐτῆς.
… δυνατώτερόν ἐστιν τοῦ δεομένου τὸ μὴ δεόμενον, ἀλλʼ αὔταρκες ἑαυτῷ πρὸς τὸ εἶναι ὅ ἐστιν. τούτου γὰρ ὄντος ἀληθοῦς δείκνυσιν τὴν ἀδικίαν εἰς τὸ ὁπωσοῦν εἶναι δεομένην τῆς δικαιοσύνης. μὴ γὰρ οὔσης δικαιοσύνης ἀργὸν εἶναι καὶ ἄπρακτον τὴν ἀδικίαν· καὶ τοῦθʼ ὑπομιμνήσκει διὰ πολλῶν, οἷον πόλεως, εἰ αὕτη γέμουσα εἴη ἀδικίας, μὴ ἄν ποτε δυνηθῆναι αὐτὴν ἢ πρὸς ἄλλην τι πόλιν πρᾶξαι ἢ αὐτὴν πρὸς αὑτὴν διὰ τὸ διχονοεῖν, ἐξ ἀδικούντων οὖσαν καὶ ἀδικουμένων· ὁμοίως δὲ καὶ στρατοπέδου, εἰ ἐν αὐτῷ εἴη πᾶσα ἀδικία, στασιάσει πρὸς αὑτὸ καὶ στασιάζον περὶ αὑτὸ καταρρεύσεται καὶ ἀδρανὲς ἔσται κατὰ τῶν πολεμίων· ὡσαύτως δὲ καὶ οἴκου τινός, ἐν ᾧ μηδέν ἐστιν ἴχνος δικαιοσύνης, τοῦτον ἀνάγκη διχονοίας ὄντα μεστὸν μηδὲν δύνασθαι πράττειν οὐ συμβαινόντων ἀλλήλοις τῶν ἐνοικούντων. τὸ δὲ πάντων θαυμαστότατον, ὅτι καὶ ἐν ἑνὶ μόνῳ τὴν ἀδικίαν ἐνοῦσαν ἀνάγκη στάσεως αὐτὸν πρὸς ἑαυτὸν πληροῦν καὶ διὰ τοῦ στασιάζειν ἀσθενέστερον ἀποφαίνειν, ἐπʼ ἄλλα μὲν καὶ ἄλλα φερόμενον, ἑαυτὸν δὲ ἀρέσκειν οὐ δυνάμενον. ἀναγκαῖον ἄρα πάντʼ ἄδικον, εἰ μέλλοι τι καὶ ὁπωσοῦν δυνήσεσθαι, δικαιοσύνης ἴχνος ἔχειν. ἐκ δὴ τούτων γίνεται συλλογισμὸς τοιόσδε· πᾶσα ἀδικία χωρὶς δικαιοσύνης ἀσθενής ἐστιν· πᾶν τὸ δικαιοσύνης χωρίς, ἀσθενὲς ὄν, δεῖται τῆς δικαιοσύνης εἰς τὸ δύνασθαι· πᾶσα ἄρα ἀδικία δεῖται δικαιοσύνης εἰς τὸ δύνασθαι. πάλιν ἄλλος συλλογισμός· πᾶσα ἀδικία δεῖται δικαιοσύνης εἰς τὸ δύνασθαι· πᾶν τὸ δεόμενον δικαιοσύνης εἰς τὸ δύνασθαι δικαιοσύνης ἐστὶν ἀσθενέστερον· πᾶσα ἄρα ἀδικία δικαιοσύνης ἐστὶν ἀσθενέστερον. τοῦτο δʼ ἦν τὸ προκείμενον. — Ἴσως δʼ ἄν τις ἀπορήσειεν, μήποτε τὴν τελέαν ἀδικίαν οὐ λαμβάνομεν ἐφʼ ἑνός, ὅταν λέγωμεν καὶ τοῦτον, εἴπερ ἄδικος εἴη, διχονοεῖν πρὸς ἑαυτόν. τὸν μὲν γὰρ τοιοῦτον ἔχειν τι τοῦ δικαίου, καθʼ ὅσον ὁ λόγος ἔτι δύναται μάχεσθαι τῷ πάθει, τὸν δὲ τελέως ἄδικον χρῆσθαι τῷ λόγῳ δουλεύοντι καὶ συνηγοροῦντι τῷ πάθει καὶ ὁδοὺς ὑπαγορεύοντι τῶν πράξεων. πῶς οὖν ἐν τῷ τοιούτῳ διχόνοιαν εἶναι συγχωρήσομεν, πάσης τῆς ψυχῆς ἓν λεγούσης ὃ φθέγγεται τὸ πάθος, καὶ ὁρμώσης ἐφʼ ὅπερ ἐκεῖνο κινεῖ τὴν ζωήν, καὶ πραττούσης τῆς ἀδικίας ἃ δοκεῖ αὐτῇ, δικαιοσύνης οὐκ ἐνούσης; Λέγωμεν οὖν πρὸς τὴν ἀπορίαν ταύτην, ὅτι πρώτη μέν ἐστιν ἕξις ψυχῆς, ἐν ᾗ πάντῃ κρατεῖ τοῦ πάθους ὁ λόγος καὶ ἔχει τὴν ἑαυτοῦ τελειότητα τὴν διττήν, τήν τε γνωστικὴν καὶ τὴν ζωτικήν· ἐσχάτη δὲ ἐν ᾗ πάντῃ δυναστεύει τοῦ λόγου τὸ πάθος, ὥστʼ ἀπʼ ἐναντίας ἔχειν ἐκείνῃ καὶ μήτε διορατικόν τινος εἶναι τὸν λόγον μήτε ὄρεξιν ἔχειν ὀρθήν. τούτων δὲ ἄκρων οὐσῶν, ἐκ μεσοτήτων ἣ μέν ἐστιν ἀμείνων, ἣ δὲ χείρων, ἣ δὲ μέση τούτων ἀμφοτέρων. ἐὰν μὲν γὰρ μάχηται τῷ λόγῳ τὸ πάθος, κρατῇ δὲ ὅμως ποτὲ τὸ πάθος, ἀμείνων ἡ τοιάδε ἕξις τῆς ἐσχάτης ῥηθείσης καὶ χείρων τῆς πρώτης καὶ μέση τῷ ὄντι ἀμφοῖν. ἔτι γὰρ ὁ λόγος ἰσχύων ὁπωσοῦν καὶ κατὰ τὸ ζωτικὸν καὶ κατὰ τὸ γνωστικὸν μάχεται τῷ πάθει, διότι δὲ οὐκ ἔχει γνῶσιν τελέαν, ἀλλὰ δοξαστικὴν μόνον, ἐνδίδωσί ποτε τῷ πάθει· παρούσης γὰρ ἐπιστήμης οὐκ ἂν ἠναντιώθη τὸ πάθος, ἐκείνης ἐκ πρύμνης κοσμούσης πᾶσαν τὴν ζωήν. ἐὰν δὲ μὴ μάχηται ὁ λόγος τῷ πάθει διὰ τὸ ἠνδραποδίσθαι κατὰ τὴν ζωὴν καὶ τὸ αὐτὸ τίθεσθαι ὀρεκτὸν τῷ πάθει, τὸ δὲ γνωστικὸν ἔχῃ πως ἔτι βλέπειν δυνάμενον, ὃ καὶ διὰ τοῦτο ἐκείνῳ ὁδοὺς ἐξευρίσκῃ πρὸς τὴν τοῦ πάθους ἀποπλήρωσιν, ἡ τοιαύτη ἕξις χείρων τῆς εἰρημένης τοῦ λόγου κατὰ τὸ ἥμισυ ζῶντος τὸ ἑαυτοῦ· γνωστικῆς γάρ ἐστι δυνάμεως ἴδιον τὸ εὑρίσκειν τὰ προτεθέντα. ἐὰν δὲ γιγνώσκῃ ὁ λόγος ἃ δεῖ καὶ ὀρέγηται ὧν δεῖ, μὴ τελέως δὲ γιγνώσκῃ, τὸ δὲ μὴ τέλεον μὴ οὕτως ἔχῃ ὥστε δόξας εἶναι μόνον ἐν αὐτῷ βελτίστας ἀλλʼ ἤδη καὶ εἰς ἐπιστήμην ὁδεύειν, ἡ τοιαύτη ἕξις ἐστὶν ἐγγυτάτω τῆς ἀρίστης, ἐν ᾗ οὐδεμία μάχη ἐστίν, τοῦ μὲν πάθους ὅλως μαχομένου, διότι μήπω κρατεῖ ὁ τῆς ἐπιστήμης λόγος, τοῦ δὲ λόγου δυναμένου, καὶ πολεμοῦντος αὐτῷ τοῦ πάθους, κρατεῖν, διότι μὴ μόνον ἔχει δόξας ὀρθάς, ἀλλʼ ὁπωσοῦν ἐπιστήμης ἤρξατο μετέχειν· δυναμοῖ γὰρ αὐτοῦ τὸ γνωστικὸν ἡ τοιαύτη γνῶσις καὶ παρασκευάζει συντονώτερον ἀντέχειν πρὸς τὸ πάθος τῷ μειζόνως ὁρᾶν τὸ ἀγαθὸν καὶ μᾶλλον ἔχειν κατὰ φύσιν. ὅταν μὲν οὖν τέλειος ᾖ παντελῶς ὁ λόγος, οὐδὲν πράττεται τῶν ἀδίκων διὰ τὴν τοῦ ἀρίστου δύναμιν· καὶ ὅταν παντελῶς ἀτελὴς τῷ μηδὲ τὸ γνωστικὸν ἔχειν διορατικὸν μηδέ γε τὸ ζωτικὸν κατωρθωμένον, πάλιν οὐδὲν πράττεται διὰ τὸ μηδʼ ὅλως εἶναι τὸ βουλευόμενον. τῶν δὲ ἄκρων ἕξεων τοιούτων οὐσῶν λοιπὸν ἐν ταῖς μέσαις ἡ μὲν πρὸς τῇ ἀμείνονι πάλιν ἀπέχεται τῶν πράξεων ἔνδον μόνον ἔχουσα τὴν ἀδικίαν· ἡ δὲ μετʼ αὐτὴν καὶ πράξειεν ἄν, ἀλλʼ οὐχ ὅλῃ τῇ ψυχῇ δεδογμένα διὰ τὸ εἶναί τινα μάχην· ἡ δὲ μετὰ ταύτην ἐστὶν ἡ δοκοῦσα καὶ πράττειν καὶ ὅλῃ τῇ ψυχῇ πράττειν, οὐδʼ αὐτὴ δὲ ἄνευ δικαιοσύνης οὖσα. τί γὰρ ἴδιον δικαιοσύνης ἢ τὸ αὐτοπραγεῖν; ἔστι δὲ τοῦτό πῃ καὶ ἐν ταύτῃ· καθʼ ὅσον γὰρ τὸ ἐν τῷ λόγῳ γνωστικὸν τὸ οἰκεῖον ἔργον ἐργάζεται δριμὺ βλέπον καὶ εὑρίσκον ὃ ζητεῖ, κατὰ τοσοῦτον αὐτοπραγεῖ, καθʼ ὅσον δὲ δουλωθὲν τὴν ὄρεξιν ἔχει κοινὴν πρὸς τὸ πάθος, οὐκ αὐτοπραγεῖ. πάντως τοίνυν ὅταν γίνηταί τις ἀπὸ ἀδικίας πρᾶξις, δεῖ μετεῖναι τῷ πράττοντι δικαιοσύνης. εἰ δὲ λάβοις καὶ τὴν ταύτης χείρονα ἕξιν, ἐν ᾗ καὶ ὁ λόγος ἤδη τετύφλωται καὶ τὸ ὀρεκτικὸν διέστραπται, εἰκότως ἄπρακτος ἡ ἕξις αὕτη, δικαιοσύνης ἀμυδροτάτης ἔτι οὔσης, ὡς μηδʼ εἶναι δοκεῖν· ἔστι γάρ πως, καθʼ ὅσον ἀπολείπειν τὴν ψυχὴν πάντῃ τὰς κοινὰς ἐννοίας ἀδύνατον, καὶ μάλιστα τῇ τοῦ ἀγαθοῦ ἐφέσει. καθʼ ὅσον οὖν ὡς πρὸς ἀγαθὸν ὁρμᾷ, δικαιοσύνης μετείληχεν· καὶ γὰρ εἰ ἐνεγένετο παντελὴς ἀδικία ψυχῇ, τάχʼ ἂν ἀπώλεσεν καὶ τὸ εἶναι ψυχή· καὶ γὰρ σῶμα κατὰ πᾶν νοσῆσαν ἀπόλλυται. δεῖ οὖν εἶναί τι δικαιοσύνης ἴχνος καὶ ἐπὶ τῆς ἐσχάτης ἀδικίας καὶ ἐν μιᾷ ψυχῇ, διʼ ὃ σῴζεται κατʼ οὐσίαν· ὥστε διχόνοια μὲν καὶ ἐν ταύτῃ πάντως ἐστίν, μαχομένης σχεδὸν πάσης τῆς ψυχῆς πρὸς τὰς ὑποκειμένας ἐν αὐτῇ κοινὰς ἐννοίας· ἄπρακτος δέ ἐστιν ἕξις, διότι τὸ τῆς δικαιοσύνης ἴχνος ἀμυδρωθὲν ἐκείνην σχεδὸν μόνην ἀπέφηνεν οὖσαν τὴν μηδὲν καθʼ ἑαυτὴν διʼ ἀσθένειαν πρᾶξαι ἰσχύουσαν. ὅτι δὲ καὶ ἐν τῇ τοιαύτῃ ἕξει πάντως ἐστὶν δικαιοσύνης ἴχνος, δῆλον· οὐ γάρ που καὶ ἑαυτὸν ἀδικεῖν ἐθέλει καὶ διαφθείρειν τὰ ἑαυτοῦ· φυλάττων οὖν τό γε πρὸς ἑαυτὸν δίκαιον οὐκ ἔστιν μόνως ἄδικος, οὐκ εἰδὼς δὲ ὅπως ἂν φυλάξειεν, ἄδικός ἐστιν, διʼ ὧν οὐ χρὴ φυλάττειν ἑαυτὸν φυλάττων. πάντα ἄρα τὰ δόγματα ἀληθῆ, καὶ ὅτι διχονοίας αἰτία ἡ ἀδικία αὐτῷ πρὸς ἑαυτόν, οὐ μόνον πρὸς ἄλλον· καὶ ὅτι πᾶσα ἀδικία τὴν τοῦ πράττειν ἀφαιρεῖται δύναμιν τοσούτῳ μᾶλλον, ὅσῳπέρ ἐστιν ἀδικία μᾶλλον· καὶ ὅτι δικαιοσύνης μὲν ἀδικία δεῖται, ἀδικίας δὲ δικαιοσύνη πρὸς τὸ πράττειν οὐ δεῖται. τούτων δὲ ὄντων ἀληθῶν κρατήσει τὸ δυνατωτέραν εἶναι τῆς ἀδικίας τὴν δικαιοσύνην. Λάβοις δʼ ἂν καὶ πόρισμα διὰ τῶν νῦν εἰρημένων, ὅπερ πρῶτος εἶδεν Ἀμέλιος, ἀπὸ μείζονος ἀδικίας ἐλάσσονα γίνεσθαι κακὰ πολλάκις, ἀπὸ δὲ ἐλάσσονος μείζονα. κρατούσης γὰρ τελέως ἀδικίας ἄπρακτός ἐστιν ἡ ζωή, συνούσης δὲ αὐτῇ δικαιοσύνης γίνεταί τις πρᾶξις ἀπʼ αὐτῆς. καὶ μηδεὶς οἰέσθω ψεῦδος εἶναι τὸ ῥηθέν, διότι μείζονα κακὰ γενοιτʼ ἂν ἀπὸ ἀκολασίας ἢ ἀκρασίας, καὶ ταῦτα μείζονος οὔσης κακίας. ἡ γὰρ ἀκρασία κακία τέ ἐστιν καὶ οὐ κακία· μάχεται γὰρ ὁπωσοῦν ὁ λόγος πρὸς τὸ πάθος, ὅπερ οὔπω κακίαν ποιεῖ τελείαν, ὥστε διὰ τοῦτο ἐλάττονα γίνεται ἀπὸ τῆς ἀκρασίας, διότι σύμμικτός ἐστιν ἐκ κακίας καὶ μὴ κακίας. τὸ δὲ ῥηθὲν ἐπὶ δυεῖν κακίαιν ἀληθές, οὐκ ἐπὶ κακίας καὶ οὐ κακίας. ὅτι δὲ καὶ τοῦτο τὸ ἀξίωμα ἐπὶ τὸ ἀγαθὸν ἀνάγειν δυνατόν, ᾧ χρώμενος τὸν τρίτον διέθηκεν λόγον, δῆλον. τὸ γὰρ αὐταρκέστερον ἔγγιον τοῦ ἀγαθοῦ, τὸ δὲ ἔγγιον τοῦ ἀγαθοῦ δυνατώτερον τοῦ πορρώτερον ἐξ ἀνάγκης. ὥστʼ εἰκότως δυνατώτερόν ἐστιν δικαιοσύνη τῆς ἀδικίας.
Λοιπὸς δὲ ἡμῖν ὁ τέταρτός ἐστιν λόγος, δεικνὺς ὡς προείπομεν τὸν δίκαιον εὐδαίμονα καὶ οὐ τὸν ἄδικον ὄντα, ὡς ἔλεγεν Θρασύμαχος. δείκνυσι δὲ κανόνα τοιόνδε θέμενος, παντὸς ἔργον εἶναι τοῦτο ὅπερ ἂν ἢ μόνον ἢ κάλλιστα ἀπεργάζηται· μόνον μὲν ὡς ὀφθαλμοῦ τὸ ὁρᾶν καὶ ὤτων τὸ ἀκούειν καὶ τὸ γεύεσθαι γλώσσης· κάλλιστα δέ, ὡς τοῦ δρεπάνου τέμνειν ἄμπελον, ἀλλʼ οὐ σμίλης, σμίλης δέ, ὡς τὸ σκύτη τέμνειν, ἀλλʼ οὐ μαχαίρας, μαχαίρας δὲ ὡς τὸ κρέα τέμνειν, ἀλλʼ οὐ τῶν λοιπῶν, διότι τούτων ἑκάστον ἐφʼ ὧν εἴπομεν κάλλιστα ἔχει τὸ τέμνειν, τὰ δὲ ἄλλα χειρόνως, καὶ ἐκείνων τῶν ἔμπροσθεν, διότι ἕκαστον μόνον ποιεῖ τὸ εἰρημένον ἔργον, τὸ ὁρᾶν τὸ ἀκούειν τὸ γεύεσθαι. καὶ ἀνάγοις ἂν ἐπὶ τὴν πάντων ἀρχὴν καὶ τοῦτον τὸν κανόνα, διότι τοῖς μὲν δίδωσιν τὸ οἰκεῖον ἐκπληροῦν ὡς οὖσα αὐτοὲν μόνοις, τοῖς δὲ ὡς οὖσα τἀγαθὸν εἰ καὶ μὴ μόνοις, ἀλλὰ κάλλιστα. παρʼ ἐκείνης γὰρ πᾶσιν ὑπάρχει τὸ οἰκεῖα ἔργα ἔχειν ἄλλα ἄλλοις, διότι καὶ ἐκείνης πρώτης ἐστὶν ἔργα τὰ ὄντα πάντα, καθάπερ τοῦ ἐσχάτου οὐδέν, τῶν δὲ μέσων τὰ μὲν ἔστιν, τὰ δὲ οὐκ ἔστιν. τούτου δὴ τεθέντος τοῦ κανόνος λαμβάνει πρότασιν τοιαύτην ἀναμφισβήτητον· πᾶν τὸ οἰκεῖον ἔργον εὖ ἀπεργάζεται τῷ ἔχειν οἰκείαν ἀρετήν, μεθʼ ἧς ἐκπληροῖ τὸ ἑαυτοῦ ἔργον καὶ κατʼ ἐκείνην· ἑκάστου γὰρ ἡ ἀρετὴ τελειότης ἐστίν, καὶ ἐνεργοῦν αὐτὸ ποιεῖ τελείως ἐνεργεῖν. εἶθʼ ἑτέραν πρότασιν περὶ ψυχῆς διπλῆν· τότε μὲν εἰ τῆς ψυχῆς ἔργον ἐστὶν τὸ βουλεύεσθαι καὶ ἐπιμελεῖσθαι καὶ ἄρχειν ἐρωτῶν — μόνῳ γὰρ τούτῳ ἄν φησιν πρᾶξαι —, τότε δὲ εἰ τὸ ζῆν ἔργον ψυχῆς· καὶ γὰρ ζῶμεν μόνῳ τούτῳ, τῇ ψυχῆ. πεποίηται δὲ διπλῆν τὴν ἐρώτησιν, ἢ ἵνα λάβῃ τό τε τῆς λογικῆς ἴδιον ἔργον, οἷον τὸ βουλεύεσθαι καὶ τὰ τούτῳ σύστοιχα, καὶ τὸ μὴ ταύτης μόνον, ἀλλὰ καὶ πάσης ψυχῆς ἔργον — καὶ γὰρ τοῦ ἀλόγου τὸ ζῆν ἔργον, οὐκ ἐκεῖνα· ἢ ἵνα λάβῃ τῆς ψυχῆς τό τε γνωστικὸν καὶ τὸ ὀρεκτικόν, ὃ ἐκάλεσεν ζῆν. Τούτων δʼ οὖν ὑποκειμένων οὑτωσὶ πρόεισιν ὁ λόγος· τὸ βουλεύεσθαι καὶ ἐπιμελεῖσθαι καὶ ἄρχειν καὶ ἁπλῶς τὸ ζῆν μόνῃ ὑπάρχει ψυχῇ· τὸ δὲ μόνῃ ψυχῇ ὑπάρχον ἔργον ἐστὶ ψυχῆς διὰ τὸν κανόνα· τὸ ἄρα ζῆν ἁπλῶς καὶ τὸ βουλεύεσθαι καὶ ἐπιμελεῖσθαι καὶ ἄρχειν ἔργον ψυχῆς. δεύτερος ἕτερος· τὸ ζῆν ἔργον ἐστὶ ψυχῆς, ὡς δεδείχαμεν· πᾶν ἔργον μετὰ τῆς οἰκείας ἀρετῆς ἔχει τὸ εὖ· τὸ ἄρα ζῆν τῆς ψυχῆς μετὰ τῆς οἰκείας ἀρετῆς ἔχει τὸ εὖ. τρίτος· τὸ εὖ ζῆν τῆς ψυχῆς μετὰ τῆς ψυχικῆς ἀρετῆς παραγίνεται. τὸ δὲ μετὰ τῆς ψυχικῆς ἀρετῆς παραγινόμενον μετὰ τῆς δικαιοσύνης παραγίνεται· δέδεικται γὰρ ἀρετὴ ψυχῆς· τὸ ἄρα εὖ ζῆν τῇ ψυχῇ μετὰ δικαιοσύνης παραγίνεται. τέταρτος· ἡ δικαιοσύνη τοῦ εὖ ζῆν αἰτία· τὸ δὲ αἴτιον τοῦ εὖ ζῆν αἴτιόν ἐστιν τοῦ εὐδαιμονεῖν· ἡ ἄρα δικαιοσύνη τοῦ εὐδαιμονεῖν ἐστιν αἰτία. τὴν γὰρ εὐζωΐαν εὐδαιμονίαν εἶναι· καὶ γὰρ τοῦτο πάντες ὁμολογοῦσιν, ταὐτὸν εἶναι τὴν εὐζωΐαν καὶ τὴν εὐδαιμονίαν, οἵ τε ἐν ψυχῇ τὸ εὖ ζῆν εἶναι λέγοντες καὶ οἱ ἐν τοῖς ἐκτὸς καὶ οἱ ἐν ἀμφοτέροις· μὴ γὰρ εἶναι τὸ εὐδαιμονεῖν ἄνευ τοῦ εὖ ζῆν. Ὅτι μὲν οὖν ἡ δικαιοσύνη συντελεῖ πρὸς τὸν εὐδαίμονα βίον, δέδεικται διὰ τούτων. ὅτι δὲ ἀρετὴ ψυχῆς ἐστιν, ἔλαβεν ἀπὸ τοῦ δεῖξαι πρότερον φρονήσει καὶ σοφίᾳ σύστοιχον αὐτήν, τὴν δὲ ἀδικίαν τοῖς ἐναντίοις. ἅπαντες γὰρ τὴν φρόνησιν καὶ τὴν σοφίαν ἀρετὴν ὑπειλήφασιν· καὶ γὰρ γελοῖον μὴ οὕτω λέγειν, ἐπεὶ καὶ αὐτὸ τὸ μὴ λέγειν τὴν φρόνησιν ἀρετὴν ἐμφρόνως ἢ ἀφρόνως λέγουσιν. εἰ μὲν γὰρ ἀφρόνως, οὐκ ἀληθές ἐστιν ὃ λέγουσιν, ἀλλʼ ἀρετή ἐστιν ἡ φρόνησις· εἰ δὲ ἐμφρόνως καὶ διὰ τοῦτο ὀρθῶς, ἀρετὴ πάλιν ἐστὶν ἡ φρόνησις. εἰ οὖν τὸ τῇ φρονήσει σύστοιχον ἀρετῇ σύστοιχόν ἐστιν, τὸ δὲ ἀρετῇ σύστοιχον ἀρετή ἐστιν, ἀλλʼ οὐ κακία, δῆλον ὅτι τὴν δικαιοσύνην ἀρετὴν εἶναι ψυχῆς ἀναγκαῖον. εἰ δέ τις ἀποροίη, πῶς ἔργον εἶναι ψυχῆς εἶπεν τὸ βουλεύεσθαι καὶ ἄρχειν, ἀλλʼ οὐ τὸ θεωρεῖν κρεῖττον ὄν, ῥᾴδιον ἀπαντᾶν, ὅτι τῆς πολιτικῆς εὐδαιμονίας ἴδια ταῦτʼ ἐστιν, ὅσα τῆς ψυχῆς ἔργα ἔθετο εἶναι· ταύτην δὲ ἔδει σκοπεῖν καὶ τὰ ταύτης ἔργα, διότι καὶ δικαιοσύνην ζητοῦμεν τὴν πολιτικήν, εἰς ἣν καὶ ὁ Θρασύμαχος βλέπων ἔλεγεν αὐτὴν εἶναι τὸ συμφέρον τοῦ κρείττονος· ὥστε εἰκότως τὰ τῆς πολιτικῆς ἔργα μόνα παρέλαβεν ὡς μόνης ὄντα ψυχῆς.