ΕΙΣ ΤΟΝ ΕΝ ΠΟΛΙΤΕΙΑΙ ΜΥΘΟΝ.
Τὸν ἐν Πολιτείᾳ τοῦ Ἠρὸς μῦθον, ὦ φίλε Μαρῖνε, τρίτον ἤδη τοῦτον, ὃν Ἀρμενίου μὲν εἶναί φησιν ὁ Σωκράτης, Πάμφυλον δὲ τὸ γένος, ἐξηγεῖσθαι προθέμενος πρῶτον ἡγοῦμαι χρῆναι τόν τε σκοπὸν διελθεῖν τοῦ παντὸς λόγου καὶ τὴν ἐν βραχυτάτοις κεφαλαίοις τομήν, ἔπειθʼ ὅσα προσφέρουσιν αὐτῷ τινες ἐγκλήματα καὶ τὴν ὑπὲρ ἑκάστων ἀπολογίαν, ἣν οἰόμεθα τῷ τε Πλάτωνι καὶ τοῖς πράγμασιν, ὧν προηγουμένην δεῖ ποιεῖσθαι τὴν θεωρίαν, εἶναι συμβαίνουσαν· καὶ μάλισθʼ ὅτι πολλοὶ τῆς περὶ αὐτὸν ἐφήψαντο κατανοήσεως καὶ τῶν Πλατωνικῶν οἱ κορυφαῖοι, Νουμήνιος, Ἀλβῖνος, Γάιος, Μάξιμος ὁ Νικαεύς, Ἁρποκρατίων, Εὐκλείδης, καὶ ἐπὶ πᾶσιν Πορφύριος, ὃν ἐγὼ πάντων μάλιστα τῶν ἐν τῷ μύθῳ κεκρυμμένων γενέσθαι φημὶ τέλεον ἐξηγητήν. τὸ γὰρ ἐφʼ ἑκάστου τά τε τῇ Πλατωνικῇ μούσῃ σύμφωνα καὶ τοῖς ἀνελέγκτοις τῆς ἐπιστήμης λόγοις ἀνευρεῖν μέγας εἶναί μοι φαίνεται καὶ οὐχ ὁ τυχὼν ἀγών· καὶ εἴ τι καὶ αὐτοὶ συνεξευπορῆσαι δυναίμεθα τοιούτοις οὖσι καὶ τοσούτοις τοῖς ἔμπροσθεν, ἔτι μείζονος ἐμοὶ δοκεῖ δεῖσθαι καὶ θεῶν ὄντως ἡγεμόνων δεομένης περιωπῆς. Ἀρχώμεθα δʼ οὖν ἐντεῦθεν, ὅθεν καὶ προσήκειν ἡγούμεθα τὸν περὶ τῶν τοιῶνδε λόγων πραγματευόμενον, καὶ λέγωμεν τίς ἡ τοῦδε τοῦ μύθου πρόθεσις, ἣν προστησάμενος ὁ Σωκράτης πάντα συνείρει πρὸς αὐτήν, καὶ διʼ ἣν αἰτίαν μόνον τὸν μῦθον τοῦτον εἰς μερικὴν ἀνέπεμψεν ἱστορίαν καί τινα ψυχὴν ἐκ τῆς ὑπερορίας, ἄγγελον τῶν ἐν Ἅιδου καὶ τῶν ἔξω σώματος παθημάτων ὧν ὑπομένουσιν αἱ ψυχαὶ ποικίλων γενομένην, ψυχὴν τὰ ψυχῶν ἱστορήσασαν, ἔπειτα τοῖς ζῶσιν ἔτι τὸν τῇδε βίον ἀπαγγείλασαν ὑποστησάμενος. Τίς ἡ πρόθεσις τοῦ μύθου παντός.
Τὴν μὲν οὖν πρόθεσιν οὐ πολλοῦ δεήσεσθαι λόγου νομίζω τὴν πρώτην ἡμῖν, σαφῶς καὶ αὐτοῦ τοῦ Σωκράτους εἰς τὴν σύμπασαν τῆς δικαιοσύνης θεωρίαν αὐτὴν ἀναπέμποντος, καὶ οὓς καρποῦται μισθοὺς παρὰ τῶν κρειττόνων ὁ τὴν ἐν αὑτῷ πολιτείαν κατακοσμήσας διὰ τῆς ἀρετῆς συμπάσης καὶ τῆς δικαιοσύνης διαφερόντως, ὥσπερ δὴ καὶ τὰς ἐναντίας τοῖς καρποῖς τούτοις τιμωρίας, ὅσας ὑπομένειν ἀνάγκη τὸν τὴν ἐναντίαν ἕξιν τὴν ἄδικον ἐν τῇ ψυχῇ κεκτημένον. Ἀλλὰ πρὸς μὲν τοῦτον τὸν σκοπὸν βραχύτατα τῶν ἐν τῷ μύθῳ πάντως ἂν ἐξήρκεσεν, ὅσα κατατείνει περὶ τῶν ἐν Ἅιδου λήξεων περί τε τὸ στόμιον τὸ μυκώμενον καὶ τὰ τραγικὰ περὶ τὸν Ἀρδιαῖον δράματα διατρίβων καὶ τὰς ἐπικαρπίας τῶν ὁσίως βεβιωκότων· τί δὲ ἡμῖν αἱ περιφοραὶ τῷ μύθῳ βούλονται τῶν οὐρανίων καὶ ἡ τῆς Ἀνάγκης βασιλεία καὶ αἱ τρεῖς Μοῖραι καὶ οἱ κλῆροι καὶ οἱ βίοι καὶ αἱ τῶν καθόδων τῶν ψυχικῶν παντοδαπαὶ διαφορότητες ἀλόγων λογικῶν, ἄμικτοι μεμιγμέναι; πάντα γὰρ ταῦτα μίαν ἁρμονίαν ἐκπληροῦν δεῖ τῆς μυθολογίας ἢ μάτην αὐτὰ προσερραψῳδῆσθαι τῷ Σωκράτει, τοῦτο δὴ τὸ πάντων ὡς εἰπεῖν ἀτοπώτατον. Μήποτʼ οὖν ἐπειδὴ τῆς δικαιοσύνης ἕνεκα τὸν περὶ τῆς ἀρίστης πολιτείας ἡμῖν ἐν τῇδε τῇ πραγματείᾳ συμπάσῃ λόγον διεπεράνατο, καὶ ἔτι ταύτης ἕνεκα καὶ τὰς παντοίας πολιτείας διηρευνήσατο τῶν ἐν γενέσει ψυχῶν, ἀντίστροφα καὶ περὶ τῶν ἐκτὸς τοῦ σώματος ἐν τῷδε τῷ μύθῳ διελθεῖν προθέμενος οὐ τοὺς μισθοὺς μόνον τοὺς ἐν ταῖς λήξεσιν ἡμᾶς ἀνεδίδαξεν, ἀλλὰ καὶ τὴν ἐν οὐρανῷ πᾶσαν πολιτείαν παράδειγμα τῆς ἀρίστης οὖσαν, ὡς καὶ τοῦτο προείρηκεν ὁ Σωκράτης ἐν οὐρανῷ λέγων αὐτὴν εἶναι, κἂν ἐν ἀνθρώποις ἀνυπόστατος ᾖ, καὶ τὰς ἐν τῷ ὑπὸ σελήνην τόπῳ τῶν ψυχῶν φορὰς καὶ αἱρέσεις καὶ ἐπαλλάξεις τῶν βίων, ἀφʼ ὧν καὶ αἱ μετὰ σωμάτων πολιτεῖαι ποικίλαι φύονται διῃρημέναι τοῖς ἀλόγοις εἴδεσιν τῆς ζωῆς. ὥστʼ εἶναι τὸν πάντα σκοπὸν ἀπὸ τῶν περὶ δικαιοσύνης ὁρμηθέντα λόγων κἀνταῦθα περὶ πάσης τῆς κοσμικῆς πολιτείας, ἣν ἐν μύθου σχήματι Πλάτων ἐκφαίνει τῶν τε οὐρανίων καὶ τῶν ὑπὸ τὸν οὐρανὸν τὴν τάξιν. Καὶ πανταχοῦ μὲν ὁ τῆς δικαιοσύνης πρὸς τὴν ἀδικίαν λόγος γίνεται καταφανής, μειζόνως δὲ ἀπὸ τῆς ἐν τῷ κόσμῳ πολιτείας· ἐν ᾗ θεοὶ μέν εἰσι φύλακες ὡς ἀληθῶς καὶ ἄρχοντες τῶν κοσμικῶν νόμων, οὓς ἥ τε Ἀνάγκη καὶ αἱ ταύτης παῖδες εἰς τὸ πᾶν διαθεσμοθετοῦσιν· δαίμονες δὲ οἱ ἐπιτεταγμένοι ταῖς ψυχαῖς καὶ οἱ προφῆται τῶν μοιραίων κανόνων τὴν ἐπικούρων εἰλήχασι τάξιν, οἳ μὲν πρὸ τῆς γενέσεως ἀφορίζοντες τὰ μέτρα τῶν κλήρων αὐταῖς, οἳ δὲ τοὺς γενεσιουργοὺς βίους κυβερνῶντες· ψυχαὶ δὲ ἐφήμεροι, φησὶν ὁ προφήτης, εἰς τὸ θητῶν συντελοῦσαι γένος ἀνάλογον τοῖς θησὶν ὑπηρετοῦσι ταῖς ἐσχάταις τῶν κρειττόνων προνοίαις, ἃς καὶ οἱ θεοί φασιν τὴν γένεσιν ἐπιστρεφομένας θητεύειν, ἀλλʼ ἀδαμάστῳ τῷ αὐχένι θητευούσας ἀνάγεσθαι πάλιν ἐντεῦθεν καταλιπούσας τὴν γένεσιν, παραδείγματα γιγνομένας τῶν ἐκ τοῦ θητικοῦ γένους εἰς τοὺς ἐπικούρους ἀναπεμπομένων καὶ τοὺς ἄρχοντας, ὅταν ὑπόχρυσοι γένωνται τὴν φύσιν· ὥσπερ ἔμπαλιν ἄνωθεν εἰς τὸν τῶν θητῶν χωροῦσι κλῆρον αἱ τὸν ὅλον κόσμον συνδιοικοῦσαι ψυχαὶ τοῖς θεοῖς, ἡνίκʼ ἂν ὦσιν ἐπτερωμέναι, τὴν ἑαυτῶν ἀδρανῆ ποιήσασαι ζωὴν καὶ τὸν τόνον ἐκλύσασαι τῆς μετεωροπορίας. Ταῦτα δʼ οὖν πάντα σαφῶς οἶμαι παρίστησιν ὑπὸ τοῦδε τοῦ μύθου λεγόμενα τὸ παράδειγμα τῆς Σωκρατικῆς πολιτείας ἐν τῷ κόσμῳ, δεικνύντα τοὺς φύλακας, τοὺς ἐπικούρους, τοὺς θῆτας τοὺς θεούς, τοὺς δαίμονας, τὰς ψυχάς· καὶ οὐ μόνον τοὺς τῆς δικαιοσύνης καὶ ἀδικίας ἀναδιδάσκει μισθοὺς οἵτινές εἰσιν ἀπελθούσαις ἐνθένδε ταῖς ψυχαῖς, ἀλλὰ καὶ τῆς πολιτείας ὅλης τὸ εἶδος ἐν τῷ παντὶ προϋπάρχον ἀποφαίνει καὶ τοῖς ἐν τῷ παντὶ γένεσιν πρώτοις μέσοις τελευταίοις· ἵνα μὴ μόνον πολιτικῶς ὁμοῦ τῇ δικαιοσύνῃ καὶ ὁ περὶ τῆς ἀρίστης πολιτείας συνεξετάζηται λόγος καὶ διὰ ταύτης ἐκείνη γίγνηται καταφανής, ἀλλὰ καὶ τὸν θεωρητικώτερον τρόπον καὶ μυθικῶς, μᾶλλον δὲ μυστικῶς, εἰς τὸ πᾶν ἡμῶν ἀνατεινομένων τὰ αὐτὰ μειζόνως ἀναφαίνηται· τῆς μὲν προνοίας κἀνταῦθα τὴν δικαιοσύνην διοριζούσης ἀπὸ τῆς ἀδικίας διὰ τῆς τῶν ὀφειλομένων καθʼ ἑκατέραν ἀποδόσεως καὶ τῶν δικαστῶν μέτρα τὰ προσήκοντα νεμόντων ἀμφοῖν οὐράνια καὶ χθόνια, τὰ μὲν εὐπαθείας τὰ δὲ τληπαθείας, τῆς δὲ ὅλης τοῦ κόσμου πολιτείας σαφεστέραν καὶ τὴν τῶν δικαστῶν ἡμῖν ποιούσης ἐνέργειαν· διὰ γὰρ ἐκείνην καὶ οὗτοι τὸν ὅρον ἀκλινῆ τῆς προνοίας ἐν ταῖς ἑαυτῶν προΐστανται κρίσεσιν, ἑπόμενοι τοῖς τε οὐρανίοις ἡγεμόσιν καὶ ταῖς ἐφεστώσαις τῷ οὐρανῷ πάσαις ἀρχαῖς, ἃς ἀποδρᾶναι τῶν ἐν τῷ κόσμῳ πάντων οὐδενὶ δυνατόν. Καὶ εἴπερ ὄντως ἐθέλοις ἰδεῖν τὸ πλέγμα τῆς μιᾶς τοῦ παντὸς τοῦδε πολιτείας καὶ τῶν νόμων τῶν ἐν αὐτῇ καὶ τῶν ἀρχόντων, ἴδε πρῶτον μέν, ὡς ἔφαμεν, τὰς ὑπερκοσμίους τῆς τάξεως αἰτίας πάσης τήν τε μονάδα καὶ τὴν τριάδα· τὰς Μοίρας λέγω καὶ τὴν Ἀνάγκην, ἀφʼ ὧν οἱ νόμοι πάντες οἱ κοσμικοί. Δεύτερον δὲ τὰς τὴν ἁρμονίαν συνεχούσας τοῦ παντὸς Σειρῆνας, ἵνα κἀνταῦθα διὰ μουσικῆς ἡ πολιτεία συνεστῶσα φαίνηται καὶ ταύτης ἀεὶ μενούσης μένῃ καὶ ἡ τάξις· ἧς μὴ μενούσης ἐλύετο τῆς πολιτείας τὸ εἶδος, ὡς αἱ Μοῦσαι λέγουσιν. Τρίτον δὲ αὐτοὺς τοὺς θεοὺς τοὺς οὐρανίους, φύλακας ὡς ἀληθῶς ὄντας ἐγκοσμίους τῶν παντοίων ἐν τῷ κόσμῳ νόμων ὁλικῶν τε καὶ μερικῶν. Τέταρτον δὲ τοὺς ἐπὶ ταῖς ψυχαῖς τεταγμένους ἄρχοντας εἴτε ἀγγέλους εἴτε δαίμονας τῶν βίων ἡγεμόνας, τὴν ἀπὸ τῆς αὐτεξουσίου φορᾶς ἀστάθμητον αὐτῶν κίνησιν τάττοντας καὶ οὐκ ἐῶντας παρεκβαίνειν τοὺς ὅρους τῆς προνοίας ἢ τῆς δίκης. Πέμπτον τοὺς δικαστὰς τῶν εὖ ἢ κακῶς βιούντων, τοὺς ἀποφοιτῶντας ἀπὸ τῶν νόμων ἐπιστρέφοντας αὖθις εἰς τὴν ὅλην τάξιν καὶ τοὺς ἐκείνης ἐξεχομένους διὰ τῶν τιμῶν ἀκλινῶς αὐτῆς ἔχεσθαι παρασκευάζοντας. Ἕκτῃ δʼ ἐν γενεῇ, φησὶν Ὀρφεύς, τοὺς δημίους τοὺς κοσμικούς, οἳ τοὺς τυραννικῶς βεβιωκότας ἄγριοί τινες ὄντες καὶ ἀπαραίτητοι κολάζουσιν διαλαμβάνοντες· οἷς ὑπέστρωται τὰ τῆς τίσεως δεσμωτήρια καὶ τὸ ἔσχατον καὶ φρικωδέστατον τῶν ψυχῶν οἰκητήριον καὶ κολαστήριον ὁ Τάρταρος. Ταύτην δὲ πᾶσαν τὴν σύνταξιν νοήσας ὄψει πῶς οὐδὲν διαφυγεῖν δυνατὸν τὴν ὅλην πρόνοιαν τῶν θεῶν, καὶ ἰδὼν τὸ παράδειγμα τῆς Σωκρατικῆς πολιτείας οὐράνιον ὑπάρχον εὑρήσεις καὶ τοῦτο εὑρὼν τὸν σκοπὸν τῆς μυθολογίας ταύτης καταδήσει τὸν τελεώτατον. καὶ πῶς γὰρ ἦν δυνατὸν τοὺς μισθοὺς ἀναδιδάξαι τῶν δικαίων καὶ ἀδίκων, οὓς ἐν τῷ παντὶ κομίζονται, μὴ ἐνδειξάμενον ὅτι τέτακται τὸ πᾶν καὶ ὡς ἄρχοντές εἰσιν προτεταγμένοι τῶν ὅλων καὶ μία πρόνοια διήκει κοσμοῦσα τὰ μέρη; ταύτην οὖν ὁ μῦθος ἡμῖν ἐκφαίνων καὶ τοὺς περὶ τῶν περιφορῶν λόγους καὶ τοὺς περὶ τῆς τάξεως ὅλης παρεισεκύκλησεν· ἢ οὐκ ἂν οὐδʼ οἱ μισθοὶ τῶν δικαίων καὶ τῶν ἀδίκων ἦσαν εὐπαράδεκτοι τοῖς ἀκούουσιν. Πόσα δεῖ προληφθῆναι τῶν ψυχικῶν κρίσεων.
Καὶ εἴ με δεῖ τοὐμὸν εἰπεῖν, ἡγοῦμαι τῶν μισθῶν τούτων οὐκ ἄλλως δειχθῆναι δυναμένων ἢ δυεῖν τούτοιν προαποδειχθέντοιν, ἑνὸς μὲν τοῦ χωριστὰς εἶναι σωμάτων τὰς ψυχάς, ἵνα οὖσαι κομίσωνται μισθοὺς ὧν ἐν σώμασιν οὖσαι ἐν σώμασιν ἔπραξαν — μὴ οὔσας γὰρ ἀδύνατον —, ἑτέρου δὲ τοῦ πρόνοιαν εἶναι — μὴ γὰρ οὖσαν τὴν ἀξίαν ὁρίζειν τοῖς βίοις ἀμήχανον· ἀλλʼ ὥσπερ εἶναι δεῖ τὸ λαμβάνον τοὺς μισθούς, τὰς ψυχάς, οὕτως εἶναι δεῖ καὶ τὸ διδόν, τὴν πρόνοιαν καὶ τοὺς ἐν τῷ παντὶ νόμους—τούτοιν δʼ οὖν ἀμφοῖν ἀναγκαίοιν ὄντοιν ἐν τοῖς ὑπὲρ τῶν μισθῶν λόγοις, ἐπειδὴ θάτερον αὐτῶν προκαταβέβληται διʼ ἀποδείξεων ἀνελέγκτων, χωριστὰς εἶναι τὰς ψυχὰς σωμάτων μὴ φθειρομένας ὑπὸ τῆς σφῶν αὐτῶν πονηρίας τῆς ἐσχάτης, ἔδει τὸ λοιπὸν ὑπομνήσεως ἀξιώσαντα καταδήσασθαι διʼ ἀμφοῖν οὓς ἀναδιδάξαι προὔθετο τῶν δικαίων καὶ ἀδίκων μισθούς. Τοῦτο δὴ οὖν καὶ αὐτὸς ἐργαζόμενος, ὡς ἐμοὶ δοκεῖ, καὶ τὸν περὶ τῶν κύκλων λόγον εἰς μέσον παρήγαγεν καὶ τὸν περὶ τῶν μοιρῶν· ἵνα δὴ γνώριμον γένηται, καὶ ὅτι τέτακται τὸ πᾶν καὶ ὅτι προϋπάρχει τὰ τάττοντα τῶν ταττομένων. εἰ γάρ ἐστι τάξις ἐν τῷ κόσμῳ μία καὶ πρόνοια τῆς τάξεώς ἐστι ταύτης καὶ οὐδὲν ταύτης ἔξω γενέσθαι θεμιτὸν τῶν τελούντων εἰς τὸ πᾶν, ἔστι δήπου καὶ εἰς τὰς ψυχάς τις ἀπὸ ταύτης καθήκουσα διανομὴ τοῦ κατʼ ἀξίαν. ἐν παντὶ γὰρ ζῴῳ κατὰ φύσιν διακειμένῳ τὰ μέρη βλέπει πρὸς τὸ ὅλον καὶ ἐκεῖ τάττεται ἕκαστον, οὗ ταχθὲν οὐ σαλεύσει τὴν τοῦ ὅλου τάξιν. Οἱ μὲν οὖν τῷ αὐτομάτῳ καὶ τῇ τύχῃ τὸ πᾶν ἐπιτρέψαντες οὐδὲν γίνεσθαί φασιν κατὰ πρόνοιαν καὶ δίκην, νοῦν δὲ καὶ λόγον ὕστερα ποιοῦσιν τοῦ αὐτομάτου καὶ γεννῶσιν ἀπὸ τῶν χειρόνων τὰ ἀμείνονα καὶ ἐκ τῶν ἀλόγως κινουμένων τὰ κατὰ λόγον ζῶντα· τοῖς δὲ εἰς τὴν τάξιν βλέπουσιν, ἣν ἔχουσιν αἱ τοῦ οὐρανοῦ περίοδοι, ταύτας μὲν εἰς νοερὰς εἰκότως ἐδόκει καὶ θείας ἀνάγειν αἰτίας, ταύταις δὲ ἑπόμενα πάντα ποιεῖν τὰ ἐντὸς οὐρανοῦ, καὶ ταῖς κυριωτέραις κινήσεσιν ἀκολουθούσας τὰς ἀκυροτέρας — ἐπεὶ καὶ ἐν πᾶσι ζῴοις τοῖς κυριωτέροις ἕπεται μορίοις τὰ ἀκυρότερα —, καὶ οὕτω δὴ τὸ πᾶν εὐνομούμενον δεικνύναι, πάντων ἐκ θεῶν ἀνηρτημένων τῶν οὐρανίων. εἰ ἄρα ἔδει τοὺς μισθοὺς ἀναγκαίους ἀποδεῖξαι τῶν ψυχῶν, ἔδει καὶ τοὺς περὶ τῆς κοσμικῆς τάξεως λόγους αὐτὸν μὴ παρελθεῖν, ἀλλʼ ὑπομνῆσαι καὶ περὶ ταύτης, ὡς ἦν τοῖς προκειμένοις συμβαῖνον· καί μοι δοκεῖ διὰ ταῦτα καὶ ὃ μηδεὶς ἔχει τῶν μύθων παρʼ αὐτῷ, καὶ ἐπὶ τῶν καθʼ ἕκαστα ποιεῖσθαι τὴν ἀφήγησιν, οὐκ ἀρκούμενος τοῖς κοινοῖς περὶ τῶν ψυχῶν λόγοις. ἐν μὲν γὰρ τοῖς κολαζομένοις ὁ Ἀρδιαῖος παρείληπται, τῶν τις τυραννικῶς βεβιωκότων, ἐν δὲ ταῖς αἱρέσεσι τῶν ψυχῶν οἱ Ὀρφεῖς, οἱ Αἴαντες, οἱ Ὀδυσσεῖς· αὐτὸς δὲ ὁ τῶν πραγμάτων διδάσκαλος ὁ Ἦρ ὁ Πάμφυλος, ἵνα διὰ πάντων γένηται γνώριμον, ὅτι μέχρι τῶν ἀτομωτάτων οἱ μισθοὶ τῆς τε δικαιοσύνης εἰσὶ καὶ τῆς ἀδικίας, καὶ οὐ τὰ ὅλα προνοεῖται μόνον, ἀλλὰ καὶ τὰ καθʼ ἕκαστα, θεῶν ὄντων καὶ δαιμόνων ὑπουργούντων τοῖς θεοῖς, τῶν ταττομένων μιᾷ τάξει χρωμένων ἄνωθεν ἄχρι τῶν ἐσχάτων ἀνελισσομένῃ. διά τοι ταῦτα καὶ ἐν Γοργίᾳ τῶν αὐτῶν ἕνεκα, λέγω δὴ τῶν ὑπὲρ δικαιοσύνης καὶ συμπάσης ἀρετῆς ἀγώνων τὸν κατήγορον αὐτῆς ἀμυνόμενος, εἰ καὶ μὴ τὸν διηγούμενον ἐποίησεν τὸ μυθολόγημα πρόσωπον μερικὸν ἢ τοὺς κολαζομένους τῶν καθʼ ἕκαστά τινας, ἀλλʼ οὖν οὐ παντελῶς ἀπέσχετο τούτων, εἰς τὴν Ὁμήρου ποίησιν ἀναφέρων τῶν ἀτόμων τὴν μνήμην· ἐκεῖνον γὰρ ποιῆσαί τινας τῶν τυράννων κολαζομένους ταῖς μεγίσταις κολάσεσιν. πρέπει γάρ, οἶμαι, τοῖς ὑπὲρ δικαιοσύνης λόγοις ἡ μέχρι τῶν καθʼ ἕκαστα προϊοῦσα ποίησις τῆς δίκης. ἐκεῖ μὲν οὖν, εἰ καὶ πολὺς ἦν καὶ ὁ ὑπὲρ τῆς δικαιοσύνης λόγος, ὡς ἔφην, ἀλλʼ οὐ προηγουμένης ἐτύγχανε τῆς ζητήσεως· ἐν δὲ τῇ Πολιτείᾳ καὶ τῶν περὶ πολιτείας σκεμμάτων εἰς τὴν δικαιοσύνην ἀναφερομένων ἀναγκαίως δήπου καὶ τὰ μυθικὰ ταῦτα πλάσματα διʼ αὐτῶν χωρεῖ τῶν καθʼ ἕκαστα, τοὺς τῆς δίκης ὅρους ἐκφαίνοντα καὶ ἀπὸ τούτων ἀνελέγκτως πιεζοῦντα, καὶ ὁ ἀφηγούμενος εἷς τίς ἐστιν ἀνήρ, μετὰ τὴν ἐν πολέμῳ τριβὴν καὶ τοὺς ἄθλους, οὓς ἀθλοῦσιν αἱ ψυχαὶ τὸν ἐν τῇ γενέσει πόλεμον μεταχειριζόμεναι, πρὸς τὴν χωριστὴν ἀνηγμένος καὶ τὴν ἔξω γενέσεως ζωήν, διʼ ἧς κατεῖδεν ὡς διάφορος ὢν καὶ οὐχ ὑπὸ τῶν ἄθλων τῶν γενεσιουργῶν δαμείς, οἷοι οἱ πλείους εἰσίν, οὗτος πᾶσαν τὴν τάξιν τῆς ἐν τῷ παντὶ προνοίας ἀναπόδραστον οὖσαν καὶ μέχρι τῶν ἀτομωτάτων διατείνουσαν καὶ ἐξέφηνεν ταῖς συγγενέσι τῶν τοιῶνδε λόγων ψυχαῖς. τοῦτο μὲν οὖν ἑπόμενόν ἐστιν, ὥσπερ εἴρηταί μοι, τοῖς περὶ τῶν μισθῶν τῆς τε δικαιοσύνης καὶ τῆς ἀδικίας θεάμασιν.
Ἡ δὲ δὴ τῶν κεφαλαίων τάξις ἄρχεται μὲν ἀπὸ τῶν λήξεων τῶν ψυχικῶν, τελευτᾷ δὲ εἰς τὰς καθόδους αὐτῶν τὰς εἰς τὴν γένεσιν, μέσην δὲ αὐτὴν παρεισκυκλεῖ τὴν περὶ τῶν ὅλων θεωρίαν, ἀφʼ ὧν καὶ εἰς τὰς ψυχὰς ἡ διακόσμησις χωρεῖ τάς τε τῶν λήξεων τυγχανούσας τῶν ὀφειλομένων καὶ τὰς εἰς τὰ σώματα φερομένας. καθʼ ἑκάτερον δὲ τῶν ἄκρων τοῖς κεφαλαίοις τὰ μὲν ἄρχοντα παραλαμβάνειν ἔοικεν ὁ λόγος τὰ δὲ ἀρχόμενα, καὶ τῶν ἀρχόντων τὰ μὲν ἐξῃρημένην ἔχοντα τὴν ἐπιτροπείαν τὰ δὲ πρὸς τὰ ἀρχόμενα συντεταγμένην, καὶ τῶν ἀρχομένων ὡσαύτως τὰ μὲν τῆς καλλίονος ὄντα μερίδος τὰ δὲ τῆς χείρονος καὶ ἀλογωτέρας. καὶ γὰρ ἐπὶ τῶν λήξεων οἱ μὲν δικασταὶ τὴν ὁλικωτέραν προβέβληνται πρόνοιαν τῶν ψυχῶν, οἱ δὲ ὑπηρετοῦντες αὐτοῖς δαίμονες τὴν μερικωτέραν — ὧν εἰσιν καὶ οἱ διάπυροι καὶ ἐπὶ τῶν ἀσπαλάθων κνάμπτοντες τὸν Ἀρδιαῖον· καὶ ἐπὶ τῶν καθόδων αἱ μὲν Μοῖραι τῶν κατιουσῶν εἰσιν ἐξῃρημέναι ψυχῶν, οἱ δὲ εἰληχότες αὐτὰς δαίμονες σύνταξιν ἔχουσι πρὸς αὐτὰς κατὰ τὰς τῶν βίων διαφοράς. καὶ αὖ πάλιν ἐν μὲν ταῖς λήξεσιν ἀμείνους ............. τὰς εἰς οὐρανὸν ........ τῶν ἐπὶ γῆς διαβιω … πέμπεσθαι ............ τὰς ψυχὰς ὧν τὸ μέσον, οἳ ....... διειλήφασιν· ἐν δὲ ταῖς καθόδοις τῶν ψυχῶν εἰς τὰς τῶν λογικῶν ζῴων γενέσεις καὶ εἰς τὰς τῶν ἀλόγων ὡς εἰς μεγάλα μέρη ποιήσασθαι τὴν διαίρεσιν. τούτων δὲ ἐφʼ ἑκάτερα τῶν λόγων τεταγμένων ἡ περὶ τῆς κοσμικῆς τάξεως θεωρία τὴν μέσην ἀπείληφε χώραν, εἰς ἣν ἀπὸ τῶν λήξεων ἐπάνεισιν ὁ μῦθος καὶ ἀφʼ ἧς εἰς τὰς γενέσεις κάτεισιν τῶν ζῴων καὶ τὰς τῶν ψυχῶν διαιρέσεις. αἱ γὰρ Μοῖραι τούτων ἀμφοτέρων εἰσὶν συναγωγοί, καὶ ταῖς λήξεσι τὰ προσήκοντα μέτρα καὶ ταῖς καθόδοις ἀπομερίζουσαι· διὸ καὶ πᾶσα κάθοδος τῆς μοιραίας δεῖται ποιήσεως καὶ πᾶσα λῆξις χείρων τε καὶ βελτίων. μέρη γάρ ἐσμεν τοῦ παντὸς καὶ ἡμεῖς· ἀνιόντες οὖν καὶ κατιόντες δεόμεθα τῶν Μοιρῶν, εἰ καὶ ὁτὲ μὲν αὐτῶν μετέχομεν κατὰ τὰς ἀσωμάτους ἡμῶν ζωὰς θειότερον τρόπον ὁτὲ δὲ κατὰ τὰς σωματικὰς δαιμονιώτερον, καὶ ὁτὲ μὲν ὡς θεῶν — ἵνα τὸ δοκοῦν εἴπω σαφῶς — ὁτὲ δὲ ὡς τὴν εἱμαρμένην εἰληχυιῶν. αὗται δʼ οὖν καὶ τῶν ταῖς οὐρανίαις περιόδοις ἑπομένων ψυχῶν τὰς περιόδους καὶ τῶν τὰς χθονίας ἀνελιττουσῶν ἀφορίζουσιν. ἀλλὰ ταῦτα μὲν καὶ εἰς ὕστερον· τῶν δὲ κεφαλαίων ταύτῃ διῃρημένων καὶ τῆς πάσης ἡμῖν ἐκπεφασμένης τοῦδε τοῦ μύθου προθέσεως· κατίδωμεν ἐκεῖνα λοιπόν, ὅσα τινὲς ὀχλεῖν εἰωθότες τὴν τοῦ Πλάτωνος φιλοσοφίαν ὑποκρούειν εἰώθασιν περὶ τῶν ἐν τῷ μύθῳ ἐξηγήσεων.
Ὁ μὲν Ἐπικούρειος Κωλώτης ἐγκαλεῖ τῷ Πλάτωνι, ὅτι τὴν ἀλήθειαν ἀφεὶς τὴν ἐπιστημονικὴν περὶ τὸ ψεῦδος διατρίβει μυθολογῶν ὡς ποιητής, ἀλλʼ οὐκ ἀποδεικνὺς ὡς ἐπιστήμων· καὶ ὅτι πρὸς ἑαυτὸν μαχομένως ἐν μέν γε προοιμίοις τῆσδε τῆς πραγματείας ἐλοιδόρησε τοὺς ποιητὰς ὡς περὶ τῶν ἐν Ἅιδου φρικτὰ πλάσαντας καὶ θανάτου φόβον ἐντεκόντας τοῖς ἀκούουσιν, ἐπὶ τέλει δὲ καὶ αὐτὸς μεθήρμοσεν τὴν φιλόσοφον μοῦσαν εἰς τραγικὴν τῶν ἐν Ἅιδου πραγμάτων μυθολογίαν· τὸ γὰρ στόμιον τὸ μυκώμενον ἐκεῖ καὶ οἱ διάπυροι ἄγριοι τοῦ τυράννου δήμιοι καὶ ὁ Τάρταρος καὶ ὅσα τοιαῦτα τίνα, φησίν, τραγῳδιοποιοῖς ἀπολέλοιπεν ὑπερβολήν; καὶ τὸ τρίτον, ὅτι τοὺς τοιούσδε μύθους πολὺ τὸ μάταιον ἔχειν ἀναγκαῖον· τοῖς μὲν γὰρ πολλοῖς οὐδὲ συνεῖναι δυναμένοις αὐτῶν εἰσιν ἀσύμμετροι, τοῖς δὲ σοφοῖς οὐ δεομένοις ἀμείνοσιν ἐκ τῶν τοιῶνδε γίνεσθαι δειμάτων περιττοί· πρὸς τίνας οὖν γράφονται, παρʼ αὑτῶν εἰπεῖν οὐκ ἔχοντες μάταιον ἀποφαίνουσιν τὴν περὶ τὰς μυθολογίας ἑαυτῶν σπουδήν. Ἡμεῖς δὲ πρὸς τοὺς τοιούσδε λόγους οὐχ ὅσα μόνον ὁ φιλοσοφώτατος κατέτεινεν Πορφύριος ἔχοιμεν ἂν ἀπαντῶντες λέγειν· οἷον ὅτι ταῖς περὶ τῆς ἀθανασίας τῶν ψυχῶν ἀποδείξεσιν καὶ περὶ τῆς ἐν Ἅιδου διατριβῆς αὐτῶν ἕπεται τὸν φιλόσοφον λέγειν καὶ περὶ τῶν τόπων τῶν διαφόρων καὶ περὶ τῶν ἐν τούτοις λήξεων, κατὰ τὰ εἴδη τῆς ζωῆς παντοδαπῶν ὄντων τῶν παρεπομένων, ἃ δὴ προσίεσθαι πάντως ἀναγκαῖον τοῖς παραδεξαμένοις ἀθανάτους εἶναι τὰς ψυχάς, ὡς μαντικὴν διδόναι τοῖς τὴν πρόνοιαν εἶναι θεμένοις ἀκόλουθον· καὶ ὅτι Πλάτων οὐ πᾶσαν ἐκποδὼν ἐποίησεν μυθολογίαν, ἀλλὰ τὴν διὰ τῶν αἰσχρῶν καὶ ἀθέσμων πλασμάτων χωροῦσαν, οἵαν Ὅμηρός τε καὶ Ἡσίοδος ἐγραψάτην, καὶ οὐδὲ τὰ δείματα ταῦτα τὰ ἐν Ἅιδου γυμνὰ τέθεικεν, τὰς ψυχὰς δεδιττόμενος καὶ πρὸς θάνατον περιφόβους ἀποτελῶν, ἀλλὰ τοῖς ἀδίκοις αὐτὰ προτείνων πρὸς τὴν ἀδικίαν ἀπεργάζεται τοὺς ἀκούοντας εὐλαβεῖς, μονονουχὶ συνημμένον πλέκων «εἰ τὸ ἀδικεῖν ὑμῖν αἱρετόν, τὰ φρικωδέστατα τῶν κολαστηρίων ὑμῖν ἐστιν αἱρετά· ταῦτα δὲ φεύγετε παντὶ σθένει· φευκτέον ἄρα ὑμῖν καὶ τὴν ἀδικίαν»· καὶ ὅτι τὸ πλασματῶδες τοῦτο κατὰ φύσιν πώς ἐστιν, διότι καὶ ἡ φύσις κρύπτεσθαι φιλεῖ καθʼ Ἡράκλειτον· καὶ ὡς οἱ δαίμονες οἱ προστάται τῆς φύσεως διὰ δή τινων τοιούτων πλασμάτων ἡμῖν ἐκφαίνουσιν τὴν ἑαυτῶν δόσιν ὄναρ τε καὶ ὕπαρ, λοξὰ φθεγγόμενοι, διʼ ἄλλων ἄλλα σημαίνοντες μεμορφωμένα τῶν ἀμορφώτων ἀφομοιώματα καὶ διὰ τῶν ἀνὰ λόγον ἄλλα σχημάτων, ὧν δὴ καὶ τὰ ἱερὰ πεπληρῶσθαι καὶ τὰ δρώμενα ἐν τοῖς τελεστηρίοις, ἃ καὶ δρᾶν αὐτῷ τῷ κρυφίῳ καὶ ἀγνώστῳ παρὰ τοῖς τελουμένοις. προσθετέον δὲ τούτοις καὶ ὅτι ταῖς ψυχαῖς νοεραῖς μὲν οὔσαις κατὰ τὴν ἑαυτῶν ὕπαρξιν καὶ λόγων πλήρεσιν ἀσωμάτων καὶ νοερῶν, ἐνδυσαμέναις δὲ τὸν φανταστικὸν νοῦν καὶ ζῆν ἄνευ τούτου μὴ δυναμέναις ἐν τῷδε τῷ τόπῳ τῆς γενέσεως — ὥστε καὶ τῶν παλαιῶν τινας τοὺς μὲν φαντασίαν ταὐτὸν εἰπεῖν εἶναι καὶ νοῦν, τοὺς δὲ καὶ διακρίναντας ἀφάνταστον νόησιν μηδεμίαν ἀπολείπειν— ταύταις δʼ οὖν, ὡς εἴπομεν, γενομέναις ἀπαθέσι παθητικαῖς, ἀμορφώτοις μορφωτικαῖς, πρέπων ἐστὶν τρόπος διδασκαλίας εἰκότως ὁ διὰ τῶν τοιῶνδε μύθων· οἷς πολὺ μέν ἐστιν ἔνδον τὸ νοερὸν τῆς ἀληθείας φέγγος, προβέβληται δὲ τὸ πλασματῶδες, ἀποκρύπτον ἐκεῖνο κατὰ μίμησιν τῆς ἐν ἡμῖν φαντασίας ἐπιλυγαζούσης τὸν μερικὸν νοῦν. τὸ μὲν γὰρ μυθῶδες πᾶν ὅσον πέπλασται μόνον τοῖς κατὰ μόνην τὴν φαντασίαν ζῶσίν ἐστιν οἰκεῖον καὶ ὧν ἐστιν τὸ ὅλον ὁ παθητικὸς νοῦς, τὸ δὲ φανὸν τῆς ἐπιστήμης καὶ αὐτοφανὲς τῆς νοερᾶς γνώσεως τοῖς ἱδρύσασιν ἐν νοήσεσιν καθαραῖς τὴν ἑαυτῶν ὅλην ἐνέργειαν· τὸ δὲ αὖ κατὰ μὲν τὸ ἔξω πλασματῶδες, κατὰ δὲ τὸ ἔσω νοερὸν ἡμῖν δήπου λείπεται σύζυγον εἶναι τοῖς τὸ συναμφότερον οὖσιν καὶ διττὸν ἔχουσι νοῦν, τὸν μὲν ὃν ἐσμέν, τὸν δὲ ὃν ἐνδυσάμενοι προβεβλήμεθα. καὶ διὰ τοῦτο δήπου καὶ χαίρομεν ὡς συμφυέσι τοῖς μύθοις· εὐφραίνεται γὰρ ὁ διττὸς ἐν ἡμῖν νοῦς, καὶ ὃ μέν τις ἡμῶν ὑπὸ τῶν ἔνδον τραφεὶς ἐγένετο θεατὴς τῶν ἀληθῶν, ὃ δὲ ὑπὸ τῶν ἔξω καταπλαγεὶς ἐπιτήδειος κατέστη πρὸς τὴν εἰς ἐπιστήμην ὁδόν. ὥσπερ δὲ καὶ εἰ φανταστικῶς ἐνεργοῦμεν, ὅμως δεῖ καθαραῖς χρῆσθαι φαντασίαις ἀλλʼ οὐ μεμιασμέναις ὑπό τινων αἰσχρῶν φαντασμάτων, οὕτω δήπου καὶ τοὺς μύθους πρέπουσαν ἔχειν προσήκει καὶ τὴν ἔξωθεν σκευὴν τοῖς ἔνδον νοεροῖς ἀγάλμασιν. διὸ καὶ Πλάτων ἀπεσκευάζετο τὰς τῶν ποιητικῶν μύθων διαθέσεις, ἀναπιμπλάσας τὰς ἀτελέστους ψυχὰς ὑπονοιῶν φορτικῶν. — Ὅτι δὲ καὶ εἰς τοὺς πολλοὺς δρῶσιν οἱ μῦθοι, δηλοῦσιν αἱ τελεταί. καὶ γὰρ αὗται χρώμεναι τοῖς μύθοις, ἵνα τὴν περὶ θεῶν ἀλήθειαν ἄρρητον κατακλείωσιν, συμπαθείας εἰσὶν αἴτιαι ταῖς ψυχαῖς περὶ τὰ δρώμενα τρόπον ἄγνωστον ἡμῖν καὶ θεῖον· ὡς τοὺς μὲν τῶν τελουμένων καταπλήττεσθαι δειμάτων θείων πλήρεις γιγνομένους, τοὺς δὲ συνδιατίθεσθαι τοῖς ἱεροῖς συμβόλοις καὶ ἑαυτῶν ἐκστάντας ὅλους ἐνιδρῦσθαι τοῖς θεοῖς καὶ ἐνθεάζειν· πάντως που καὶ τῶν ἑπομένων αὐτοῖς κρειττόνων ἡμῶν γενῶν διὰ τὴν πρὸς τὰ τοιαῦτα συνθήματα φιλίαν ἀνεγειρόντων ἡμᾶς εἰς τὴν πρὸς τοὺς θεοὺς διʼ αὐτῶν συμπάθειαν. ἢ πῶς μετʼ ἐκείνων μὲν πᾶς ὁ περὶ γῆν τόπος μεστὸς ἦν παντοίων ἀγαθῶν, ὧν θεοὶ προξενοῦσιν ἀνθρώποις, ἄνευ δὲ ἐκείνων ἄπνοα πάντα καὶ ἄμοιρα τῆς τῶν θεῶν ἐστιν ἐπιλάμψεως; Ἀλλὰ τῶν μὲν μύθων τὰς αἰτίας καὶ ἐν τοῖς Περὶ τῶν μυθικῶν συμβόλων ἐξειργάσμεθα. τούτων δὲ ἡμῖν τέλος ἐχόντων ἐπʼ αὐτὸν ἤδη τὸν Πλατωνικὸν μῦθον χωρεῖν ἀναγκαῖον.
Ἀλλʼ οὐ μέντοι σοι, ἦν δὲ ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλὰ ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου.
Τὰς περὶ τὸν τόπον τοῦτον τῶν πρὸ ἡμῶν διαφορὰς καὶ παντοίας διαστροφὰς θαυμάσειεν ἄν τις. ὧν οἳ μὲν οὐ τὸν Ἦρά φασιν εἶναι τὸν πατέρα τοῦ μύθου τοῦδε παντός, ἀλλὰ Ζωροάστρην, καὶ ὡς τοῦδε τοῦ ὀνόματος ἐγκειμένου τὴν γραφὴν ἐκδεδώκασιν, ὥσπερ καὶ ὁ Ἐπικούρειος Κωλώτης, οὗ καὶ πρότερον ἐμνήσθημεν. καὶ αὐτὸς ἐνέτυχον Ζωροάστρου βιβλίοις τέτρασι Περὶ φύσεως, ὧν τὸ προοίμιόν ἐστι· Ζωροάστρης ὁ Ἀρμενίου Πάμφυλος τάδε λέγει, ὅσα τε ἐν πολέμῳ τελευτήσας παρὰ θεῶν ἐδάη καὶ ὅσα ἐκ τῆς ἄλλης ἱστορίας. ἐν δὲ μέσοις αὐτοῖς πρὸς Κῦρον προσφωνῶν δῆλός ἐστι τὸν βασιλέα· τίνα δὲ τὸν Κῦρον, οὐ διασαφεῖ. τῶν δὲ ἐνταῦθα λεγομένων οὐδενὸς ἐπʼ ὀνόματος μέμνηται πλὴν τῆς Ἀνάγκης· ταύτην δὲ εἶναι τὸν ἀέρα φησίν. ἀστρολογικῶν δέ ἐστι θεαμάτων τὰ βιβλία γέμοντα· καί που καὶ ἀντιλέγειν δοκεῖ πρὸς τὴν ἐν Πολιτικῷ ἀνακύκλησιν. ὥστʼ ἄδηλον εἰ ἀπὸ τούτων οὗτος ὁ μῦθος ἔσχε τὴν ἀφορμήν, καὶ εἰ Ζωροάστρης ἀντὶ τοῦ Ἠρὸς ἐγέγραπτο ἐν τοῖς ἀντιγράφοις· πλὴν ὅτι τὸν ἥλιον ἐκεῖνα μέσον οἶδε τῶν πλανήτων, ὁ δὲ τὸν μῦθον τοῦτον ᾄδων ὑπὲρ σελήνην εὐθύς, δῆλόν ἐστιν τοῖς ἐκεῖνά τε εἰδόσιν καὶ τούτων ἀκροασαμένοις· ὥστʼ οὐκ ἂν ὁ Πλάτων ἀπʼ ἐκείνων εἴη τόνδε τὸν μῦθον συνθείς. Οἳ δὲ τὸν Ἦρα μὲν ὁμολογοῦσιν γεγράφθαι καὶ Ζωροάστρου γενέσθαι τοῦτον διδάσκαλον, ὥσπερ Κρόνιος, τὸν Πάμφυλον τὸ γένος τινὰ τρόπον τῷ Ζωροάστρῃ συνείροντες — εἰ μὴ ἄρα οὐ τῷ Πέρσῃ φαῖεν ἄν, ἀλλὰ τῷ Παμφύλῳ, τούτῳ δὴ ἐκείνῳ οὗ τοῖς περὶ φύσεως εἴπομεν βιβλίοις ἐντυχεῖν· οἳ δὲ Ἠρὸς υἱὸν Εὐμαίωνα τὸν διηγούμενον γράφοντες καὶ πῶς τὸ ἑξῆς ἄνευ ἄρθρου συντάξωσιν τῷδε τῷ ὀνόματι λέγειν οὐκ ἔχοντες, οὐκ εἰωθότων τῶν παλαιῶν ἄνευ τούτου κατὰ γενικὴν πτῶσιν πατέρας συνάπτειν· οἳ δὲ οὐκ Ἀρμένιον τὸν πατέρα φάσκοντες, ἀλλὰ διὰ θατέρου τῶν βραχέων Ἀρμόνιον, σμικρόν τι περὶ τὸ ὄνομα πλημμελοῦντες — καὶ εὕρομεν καὶ οὕτως ἐν τοῖς ἐκείνου Ζωροάστρου βιβλίοις Ἀρμόνιον τὸν πατέρα γεγραμμένον· οἶδα δὲ ἔγωγέ τινας καὶ Ἀρμένιον τὸν Ἦρα λέγοντας, οὓς ἐρωτᾶν δεῖ, πῶς τὸν Ἀρμένιον Πάμφυλον εἶναί φησιν τὸ γένος· εἰ καὶ ἡμῖν ἄνδρες αἰδοῖοι τοῦτο ὑπέλαβον, Θεόδωρον λέγω τὸν Ἀσιναῖον. ἀλλʼ ὅπερ ἔφην, φέρονται μὲν ἄλλως ἄλλοι τῶν πρὸ ἡμῶν· τὸ δʼ ἀληθὲς Ἦρα μὲν εἶναι τὸν ἄγγελον τοῦ μύθου τοῦδε, πατέρα δὲ αὐτῷ τοὔνομα λέγειν Ἀρμένιον, γένος δὲ ἐκ Παμφυλίας· ἵνα δὴ καὶ τὰ περὶ τὸν Ἀρδιαῖον εἰδέναι σαφῶς ἔχοι καὶ τὴν τυραννικὴν ἐκείνου ζωὴν καὶ τὰ μιάσματα τῶν ἐν Παμφυλίᾳ τυράννων ἑνὸς γεγονότος. εἴτε δὲ ἔχει τὰ τῆς ἱστορίας οὕτως εἴτε καὶ μή, ζητεῖν ἄτοπον, τοῦ Πλάτωνος τὰ τοιαῦτα πλάττοντος μὲν οὐδαμῶς, κατὰ δὲ τὴν χρείαν τῶν προκειμένων ἀεὶ παραλαμβάνοντος καὶ χρωμένου πᾶσι μετὰ τῆς πρεπούσης περιβολῆς καὶ οἰκονομίας, ὡς καὶ τῇ Μαντινικῇ ξένῃ καὶ τῷ κατὰ τὸν Γύγου πρόγονον διηγήματι καὶ τῷ κατὰ τοὺς Ἀτλαντίνους λόγῳ καὶ πᾶσι τοῖς ὁμοίοις.
Τοῦ δὲ Κωλώτου ψυχρευομένου κατὰ τὴν λέξιν ὄντως καὶ ἐπικαλοῦντος τῇ εἰσβολῇ τοῦ διηγήματος ὡς μειρακιώδει διὰ τὰ Ἀλκίνου τε καὶ ἀλκίμου παράλληλα κείμενα ὀνόματα, καλῶς μὲν καὶ ὁ Πορφύριος αὐτὸν ἐπερράπισεν ὡς ἄγευστον λογογραφικῆς καὶ σοφιστικῆς χάριτος καὶ μούσης Ἀττικῆς, ὁμοῦ δὲ ὀνειδίσας αὐτῷ καὶ ὅτι Κωλωτάριον αὐτὸν ὁ διδάσκαλος ἐκάλει θαμὰ καὶ οὐκ ὀρθῶς ἤκουεν ὑποκοριζομένου τοῦ Ἐπικούρου τὸν Κωλώτην· οὐ μὴν ἀλλὰ κἀκεῖνο ῥητέον, ὅτι τοῖς μυθικοῖς πλάσμασι μάλιστα δεῖ ποιητικῆς χάριτος, ἐπεὶ καὶ πολλῆς μετέχουσι τῆς τοιαύτης ἰδέας, πρὸς δὲ ποίησιν εὐδοκιμεῖ τὰ τοιαῦτα μάλιστα, καὶ τῶν τοῦ κάλλους σχημάτων ἐστὶν ἐκείνη διακορής. Ὁ μὲν οὖν Ἀλκίνου ἀπόλογος δηλοῖ τὴν ἐν Ἀλκίνου τοῦ Ὀδυσσέως νέκυιαν, οὗ δὴ τὰ ἐν Ἅιδου διηγεῖται θεάματα καὶ ὅσα εἶδεν καὶ οἷα ἀκήκοεν τοῖς σφαγίοις χρησάμενος καὶ τῷ αἵματι τῷ ψυχουλκῷ. καὶ γὰρ ἐπὶ πάντων τῶν τοιῶνδε διηγημάτων ἐξενίκησεν ὡς ἐπὶ παροιμίας τὸν Ἀλκίνου ἀπόλογον λέγειν. τοῦ δὲ προκειμένου μύθου καὶ αὐτοῦ τὰ ἐν Ἅιδου ποιουμένου φράζειν, εἰκότως ἀντιπαρατείνων αὐτὸν ἐνδείκνυται τῷ Ἀλκίνου ἀπολόγῳ, τοσοῦτον μόνον ὑπαλλάξας, ὅτι ἐκεῖ μὲν ὁ ἀκούων Ἀλκίνους ἦν οὐ πολεμικὸς ἀνήρ, ἀλλʼ εἰς εἰρήνην βλέπων καὶ τρυφήν, ὁ δὲ τὸν μῦθον τοῦτον διηγησάμενος καὶ αὐτὸς ἀπαγγείλας ἄλκιμός τις ἦν, ἐν πολέμῳ τε ἀποθανὼν καὶ τὰ κατὰ πόλεμον ἰδών, ἅπερ ἀπήγγειλεν, χωρισθείσης αὐτῷ τῆς ψυχῆς ἐκ τοῦ σώματος. ἔχοι δʼ ἄν τι πλέον, ὡς καὶ ἄλλοθι ἐπιέσαμεν, ἡ τῶν διηγημάτων τούτων εἰσβολὴ πρὸς ἔνδειξιν, ὅτι τὴν μὲν ἐκείνου νέκυιαν οὐκ ἀπεδέχετο, σκιαῖς ἀπεικάζουσαν τὰς ἐν Ἅιδου ψυχάς, καὶ τὸν ἐν γῇ ὄντα ἀνδρειότατον ποθοῦντα τὴν ἐνθάδε ζωὴν εἰσάγουσαν, καὶ πάντα ὅσα ἐν ἐκείνοις ἐπιστάσεως ἠξίωσεν κατατείνουσαν· ταύτην δὲ ὄντως ἀνδρικοῦ φησιν ἀνδρὸς εἶναι, ταῖς ὁσίαις ψυχαῖς τὸν ἐκεῖ τόπον μακαριστὸν ἀποδιδοῦσαν καὶ ταῖς ἀνοσίοις κολαστικόν, καὶ οὐ τὸν τόπον αὐτὸν ἀλλὰ τὴν ζωὴν αἰτιωμένην· μόνον οὐχὶ σαφῶς τὸν Σωκράτην λέγων οὐχὶ τὸν ποιητικὸν τρόπον, ἀλλὰ τὸν πολιτικὸν διαθήσειν τὴν διήγησιν ταύτην καὶ οὕτω μυθολογήσειν ὡς προσήκει τοῖς ἀνδριζομένοις καὶ πρὸς θάνατον ἔχουσιν ἀδεῶς, ἀλλʼ οὐ τοῖς φρίττειν εἰθισμένοις τὸν Ἅιδην. καὶ γὰρ ὁ τοῦ μύθου πατὴρ τοιόσδε τις ἦν γεννάδας ὡς ἀληθῶς καὶ ψυχὴν ἔχων σώματος ὑπερορῶσαν καὶ πρὸς τὸ ἄνω βλέπειν ἐπιτηδείαν καὶ διʼ ἧς ἀλκῆς, κατὰ τὸ λόγιον, χωριζομένην ἀπὸ τῶν ὑλικῶν ὀργάνων καὶ εἰς τὸ ἄναντες εὐθὺ τοῦ οὐρανοῦ χωροῦσαν. ἃ δὴ καὶ τὰ ἑξῆς παρίστησιν·
ὅς ποτε ἐν πολέμῳ τελευτήσας ἀναιρεθέντων δεκαταίων τῶν νεκρῶν ἤδη διεφθαρμένων ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δὲ οἴκαδε μέλλων θάπτεσθαι δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω.
Τὴν μὲν περὶ τῶν ἀποθανεῖν δοξάντων, ἔπειτα ἀναβιούντων ἱστορίαν ἄλλοι τε πολλοὶ τῶν παλαιῶν ἤθροισαν καὶ Δημόκριτος ὁ φυσικὸς ἐν τοῖς Περὶ τοῦ Ἅιδου γράμμασιν. καὶ τὸν θαυμαστὸν ἐκεῖνον Κωλώτην, τὸν Πλάτωνος ἐχθρόν, Ἐπικούρειον ὄντα πάντως ἔδει τὰ τοῦ καθηγεμόνος τῶν Ἐπικουρείων δόγματα μὴ ἀγνοῆσαι μηδὲ ἀγνοήσαντα ζητεῖν, πῶς τὸν ἀποθανόντα πάλιν ἀναβιῶναι δυνατόν. οὐδὲ γὰρ ὁ θάνατος ἦν ἀπόσβεσις, ὡς ἔοικεν, τῆς συμπάσης ζωῆς τοῦ σώματος, ἀλλʼ ὑπὸ μὲν πληγῆς τινος ἴσως καὶ τραύματος παρεῖτο, τῆς δὲ ψυχῆς οἱ περὶ τὸν μυελὸν ἔμενον ἔτι δεσμοὶ κατερριζωμένοι καὶ ἡ καρδία τὸ ἐμπύρευμα τῆς ζωῆς εἶχεν ἐγκείμενον τῷ βάθει· καὶ τούτων μενόντων αὖθις ἀνεκτήσατο τὴν ἀπεσβηκυῖαν ζωὴν ἐπιτήδειος πρὸς τὴν ψύχωσιν γενόμενος. καὶ γὰρ ἐφʼ ἡμῶν τινες ἤδη καὶ ἀποθανεῖν ἔδοξαν καὶ μνήμασιν ἐνετέθησαν καὶ ἀνεβίωσαν καὶ ὤφθησαν οἳ μὲν ἐγκαθήμενοι τοῖς μνήμασιν, οἳ δὲ καὶ ἐφεστῶτες· καθάπερ δὴ καὶ ἐπὶ τῶν πάλαι γεγονότων ἱστοροῦνται καὶ Ἀριστέας ὁ Προκοννήσιος καὶ Ἑρμόδωρος ὁ Κλαζομένιος καὶ Ἐπιμενίδης ὁ Κρής, μετὰ θάνατον ἐν τοῖς ζῶσιν γενόμενοι. καὶ τί δεῖ πολλὰ λέγειν; ὅπου γε καὶ ὁ μαθητὴς Ἀριστοτέλους Κλέαρχος ἱστορίαν τινὰ τοιαύτην πρῶτος παραδέδωκεν θαυμασίαν.
Κλεώνυμος ὁ Ἀθηναῖος, φιλήκοος ἀνὴρ τῶν ἐν φιλοσοφίᾳ λόγων, ἑταίρου τινὸς αὐτῷ τελευτήσαντος περιαλγὴς γενόμενος καὶ ἀθυμήσας ἐλιποψύχησέν τε καὶ τεθνάναι δόξας τρίτης ἡμέρας οὔσης κατὰ τὸν νόμον προὐτέθη· περιβάλλουσα δὲ αὐτὸν ἡ μήτηρ καὶ πανύστατον ἀσπαζομένη, τοῦ προσώπου θοἰμάτιον ἀφελοῦσα καὶ καταφιλοῦσα τὸν νεκρὸν ᾔσθετο βραχείας ἀναπνοῆς αὐτῷ τινος ἐγκειμένης. περιχαρῆ δὲ αὐτὴν γενομένην ἐπισχεῖν τὴν ταφήν· τὸν δὲ Κλεώνυμον ἀναφέροντα κατὰ μικρὸν ἐγερθῆναι καὶ εἰπεῖν, ὅσα τε ἐπειδὴ χωρὶς ἦν καὶ οἷα τοῦ σώματος ἴδοι καὶ ἀκούσειεν. τὴν μὲν οὖν αὑτοῦ ψυχὴν φάναι παρὰ τὸν θάνατον οἷον ἐκ δεσμῶν δόξαι τινῶν ἀφειμένην τοῦ σώματος παρεθέντος μετέωρον ἀρθῆναι, καὶ ἀρθεῖσαν ὑπὲρ γῆς ἰδεῖν τόπους ἐν αὐτῇ παντοδαποὺς καὶ τοῖς σχήμασι καὶ τοῖς χρώμασιν καὶ ῥεύματα ποταμῶν ἀπρόσοπτα ἀνθρώποις· καὶ τέλος ἀφικέσθαι εἴς τινα χῶρον ἱερὸν τῆς Ἑστίας, ὃν περιέπειν δαιμονίας δυνάμεις ἐν γυναικῶν μορφαῖς ἀπεριηγήτοις. εἰς δὲ ἐκεῖνον αὐτὸν τὸν τόπον καὶ ἄλλον ἀφικέσθαι ἄνθρωπον καὶ ἀμφοῖν τὴν αὐτὴν γενέσθαι φωνήν· μένειν τε ἡσυχῇ καὶ ὁρᾶν τὰ ἐκεῖ πάντα. καὶ δὴ καὶ ὁρᾶν ἄμφω ψυχῶν ἐκεῖ κολάσεις τε καὶ κρίσεις καὶ τὰς ἀεὶ καθαιρομένας καὶ τὰς τούτων ἐπισκόπους Εὐμενίδας· ἔπειτα κελευσθῆναι ἀποχωρεῖν, καὶ ἀποχωρήσαντας ἀλλήλους ἐπανερέσθαι τίνες εἶεν, καὶ εἰπεῖν ἀλλήλοις τὰ ὀνόματα καὶ τὰς πατρίδας, τὸν μὲν Ἀθήνας καὶ Κλεώνυμον, τὸν δὲ Συρακούσας καὶ Λυσίαν, καὶ ἀλλήλοις παρακελεύσασθαι ζητῆσαι πάντως ἑκάτερον, ἐὰν εἰς τὴν θατέρου πόλιν ἀφίκηται, τὸν ἀπʼ ἐκείνης ὡρμημένον. καὶ μετὰ χρόνον οὐ πολὺν ἐλθεῖν μὲν Ἀθήναζε τὸν Λυσίαν, πόρρωθεν δὲ αὐτὸν ἰδόντα τὸν Κλεώνυμον ἀναβοῆσαι τοῦτον εἶναι τὸν Λυσίαν, καὶ τοῦτον ὡσαύτως ἐπιγνῶναί τε πρὶν προσέλθῃ καὶ τοῖς παροῦσιν εἰπεῖν τοῦτον εἶναι τὸν Κλεώνυμον.
Ταῦτα μὲν ὁ Κλεάρχου λόγος· ἱστορεῖ δὲ καὶ Ναυμάχιος ὁ Ἠπειρώτης, ἀνὴρ ἐπὶ τῶν ἡμετέρων πάππων γεγονώς, Πολύκριτον Αἰτωλὸν ἐπιφανέστατον Αἰτωλῶν καὶ Αἰτωλαρχίας τυχόντα καὶ ἀποθανεῖν καὶ ἀναβιῶναι μηνὶ μετὰ τὸν θάνατον ἐνάτῳ, καὶ ἀφικέσθαι εἰς ἐκκλησίαν κοινὴν τῶν Αἰτωλῶν καὶ συμβουλεῦσαι τὰ ἄριστα περὶ ὧν ἐβουλεύοντο· καὶ τούτων εἶναι μάρτυρας Ἱέρωνα τὸν Ἐφέσιον καὶ ἄλλους ἱστορικοὺς Ἀντιγόνῳ τε τῷ βασιλεῖ καὶ ἄλλοις ἑαυτῶν φίλοις ἀποῦσι τὰ συμβάντα γράψαντας. Καὶ οὐ τοῦτον μόνον, ἀλλὰ καὶ ἐν τῇ Νικοπόλει τῶν οὐ πρὸ πολλοῦ τινα γεγονότων, Εὐρύνουν ὄνομα, ταὐτὸν παθεῖν, καὶ ταφέντα πρὸ τῆς πόλεως ὑπὸ τῶν προσηκόντων ἀναβιῶναι μετὰ πεντεκαιδεκάτην ἡμέραν τῆς ταφῆς καὶ λέγειν, ὅτι πολλὰ μὲν ἴδοι καὶ ἀκούσειεν ὑπὸ γῆς θαυμαστά, κελευσθῆναι δὲ πάντα ἄρρητα φυλάττειν· καὶ ἐπιβιῶναι χρόνον οὐκ ὀλίγον καὶ ὀφθῆναι δικαιότερον μετὰ τὴν ἀναβίωσιν ἢ πρότερον. Προστίθησιν δὲ καὶ τρίτον ἄλλον χθές, ὥς φησιν, γεγονότα, Ῥοῦφον τὸν ἐκ Φιλίππων τῶν ἐν Μακεδονίᾳ, τῆς δὲ ἐν Θεσσαλονίκῃ μεγίστης ἀρχιερωσύνης ἀξιωθέντα· τοῦτον γὰρ ἀποθανόντα τριταῖον ἀναβιῶναι καὶ ἀναβιοῦντα εἰπεῖν, ὅτι ὑπὸ τῶν χθονίων ἀναπεμφθείη θεῶν, ἵνα τὰς θέας ἐπιτελέσοι τῷ δήμῳ, ἃς ὑποσχόμενος ἐτύγχανεν, καὶ μέχρι τῆς ἐκείνων συμπληρώσεως ἐπιβιοῦντα αὖθις ἀποθανεῖν. Καὶ τὸν κολοφῶνα τούτων ὑπάρχειν Φιλίννιον κατὰ τοὺς Φιλίππου βασιλεύσαντος χρόνους. εἶναι δὲ αὐτὴν θυγατέρα Δημοστράτου καὶ Χαριτοῦς τῶν Ἀμφιπολιτῶν νεόγαμον τελευτήσασαν· ἐγεγάμητο δὲ Κρατερῷ. ταύτην δʼ οὖν ἕκτῳ μηνὶ μετὰ τὸν θάνατον ἀναβιῶναι καί τινι νεανίσκῳ Μαχάτῃ, παρὰ τὸν Δαμόστρατον ἀφικομένῳ ἐκ Πέλλης τῆς πατρίδος, λάθρᾳ συνεῖναι διὰ τὸν πρὸς αὐτὸν ἔρωτα πολλὰς ἐφεξῆς νύκτας καὶ φωραθεῖσαν αὖθις ἀποθανεῖν, προειποῦσαν κατὰ βούλησιν τῶν ὑποχθονίων δαιμόνων αὐτῇ ταῦτα πεπρᾶχθαι, καὶ ὁρᾶσθαι πᾶσι νεκρὰν ἐν τῇ πατρῴᾳ προκειμένην οἰκίᾳ· καὶ τὸν πρότερον αὐτῆς δεξάμενον τὸ σῶμα τόπον ἀνορυχθέντα κενὸν ὀφθῆναι τοῖς οἰκείοις, ἐπʼ αὐτὸν ἐλθοῦσιν διʼ ἀπιστίαν τῶν γεγονότων· καὶ ταῦτα δηλοῦν ἐπιστολὰς τὰς μὲν παρὰ Ἱππάρχου, τὰς δὲ παρὰ Ἀρριδαίου γραφείσας τοῦ τὰ πράγματα τῆς Ἀμφιπόλεως ἐγκεχειρισμένου πρὸς Φίλιππον. καὶ ταῦτα μὲν τὰ ἐκ τῶν ἱστοριῶν.
Ζητοῦντος δὲ τοῦ Κωλώτου, πῶς οὐ διεφθάρη τὸ σῶμα σαπὲν ἐν τοσαύταις ἡμέραις τοῦ Ἠρός, καὶ ταῦτα ψυχῆς μὴ παρούσης, ἔδει καὶ ἡμεῖς ἂν φήσαιμεν ἐπιλογίζεσθαι, πρῶτον ὅτι θαυμαστὸν οὐδὲν καὶ συμπαγῆναι τὸ σῶμα τὴν ἀρχὴν οὕτως, ὥστε ἄτροφον εἰς πλείους ἡμέρας ἀρκεῖν καὶ δυσδιάλυτον ὑπάρχειν· ὅπου γε καὶ βοτάναι θυμιώμεναί τινες παρέχονται διαμένον ἐπὶ πλεῖστον ὅσον χρόνον τὸ σῶμα τῶν μὴ τρεφομένων, καὶ ὅπερ αὗταί εἰσιν ἔξωθεν, τοῦτο καὶ πρὸς φυσικὴν σύστασιν προσιέναι τισὶ τῶν σωμάτων αὖθις παραδόξως· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἁπάντων οὕτως ἔχειν καὶ ὅσα δή τισιν διά τινων βοτανῶν ἢ λίθων δυνάμεις ὑπάρχει, ταῦτα ἔχει ἐκ τῆς φυσικῆς ἐνόντα κατασκευῆς· καὶ τοῖς ὀφθαλμοῖς τινες χυλὸν ἐνιέντες στρύχνου καὶ ποῶν ἄλλων εἴδωλα ἄττα δαιμόνων ἐν ἀέρι καθορῶσιν· καί τινες ἄνευ τῆς ἐπιτεχνήσεως ταύτης πάσχουσιν ταὐτόν, καὶ προορατικοὶ γίγνονται τοῦ μέλλοντός τινες ἐκ τῶν καλουμένων ἀπογεύσεων, ἄλλων φύσει τὴν δύναμιν ταύτην ἐχόντων. Πρὸς δὲ αὖ τούτοις κἀκεῖνο ῥητέον, ὅτι δὴ πάντως ὑπελείπετό τι ζώπυρον περὶ τὴν καρδίαν, τοῦ ἄλλου σώματος διὰ τὴν πληγὴν νεκρωθέντος, ὅπερ ὕστερον παυσαμένων τῶν ἐπὶ τῇ πληγῇ πόνων ἀπʼ αὐτῆς ἀρξάμενον καὶ εἰς πᾶν τὸ σῶμα διέδωκεν τοῦ ψυχωθῆναι δύναμιν. καὶ οὐδὲν θαυμαστὸν γίγνεσθαί τι τοιοῦτον, ὅπου γε καὶ τὰς χελιδόνας φασὶν ἐν κοιλότησιν δένδρων ὅλην τὴν τοῦ χειμῶνος ὥραν νεκρωθείσας ζῆν, καὶ παυσαμένης τῆς τοῦ ἀέρος ψύξεως κινεῖσθαι καὶ ἐκτινάσσειν τὴν νέκρωσιν· καὶ ὄφεις ταὐτὸν πάσχειν ἐν τοῖς ἑαυτῶν φωλεοῖς καὶ διαμένειν ἀκινήτους καὶ αὖθις ἀναβιώσκεσθαι, μενούσης ἔνδον τῆς ζωτικῆς ἀρχῆς καὶ τὰ ἀποψυχθέντα παρελθούσης τῆς ἔξωθεν βίας ἀναζωπυρούσης. Ἐφʼ ἅπασιν δὲ τοῖς εἰρημένοις καὶ τοῦτο προσθετέον, ὅτι τὴν ὅλην ταύτην ἱστορίαν εἰς δαιμονίαν μηχανὴν ὁ Πλάτων ἀνέπεμψεν· δηλοῖ δὲ καὶ τὸ κελεῦσαι τὸν ἄγγελον τοῦτον τοὺς δικαστὰς τὰ τῶν ἐκεῖ πάντα καθορᾶν καὶ ἀπαγγέλλειν τοῖς ἀνθρώποις· εἰ δὲ τοῦτο ἀληθές, τῶν αὐτῶν ἂν εἴη δήπου δαιμόνων ἔργον καὶ τὸ σῶμα φυλάττειν ἀπαθὲς τοῦ ἀγγέλου, καθάπερ καὶ τὴν ψυχὴν ἀνέκπληκτον ὑπὸ τῶν θεαμάτων ἐκείνων· καὶ τὸ τοὺς δαίμονας ἐπὶ τοσοῦτόν γε χρόνον ἀσκέδαστα τὰ σώματα διαφυλάττειν, ὃ εἰ καὶ διʼ ἄλλων δύναται γίνεσθαι σωμάτων, τοῖς νεκροῖς σώμασιν ἀδύνατον. Ὅλως δὲ δεῖ μηδαμῶς ἀγνοεῖν τὴν πρόνοιαν τῶν θεῶν ταῖς ψυχαῖς σύστοιχα καὶ τὰ ὄργανα δημιουργοῦσαν· οὐδὲ γὰρ ταύτας εἰς τὰ τυχόντα τὰς τυχούσας εἰσδύεσθαι, τὰ δὲ προσήκοντα ἑκάστην κατὰ τὴν ἐκείνων περιβάλλεσθαι βούλησιν. ὅταν οὖν τὰ παρʼ αὐτοῖς ἀγαθὰ προϋπάρχοντα βουληθῶσιν εἰς ἀνθρώπους ἐκφῆναι, λέγω δὲ οἷον μαντικὴν τὴν θείαν ἢ ἰατρικὴν τὴν ὡς ἀληθῶς παιώνιον ἢ τὴν ὄντως οὖσαν ἱερατικὴν ἐπιστήμην, καὶ ψυχὰς προάγουσιν τὰς διαπορθμεύειν ταῦτα δυναμένας εἰς τὴν γένεσιν ἄνωθεν, καὶ ὄργανα προπαρασκευάζουσιν ταῖς τοιαύταις ψυχαῖς ἐπιτήδεια πρὸς τὴν ἐκείνων πολιτείαν, καὶ τὸ τῆς ζωῆς εἶδος ἐφʼ ὃ τὴν ἀρχὴν αὐτὰς καταπέμπουσιν. καὶ οὖν καὶ τὰς ἀγγελικὰς ταύτας ψυχάς, τῆς ἀποκεκρυμμένης παρʼ αὐτοῖς ἀληθείας διὰ τῆς χωριστῆς ἑαυτῶν ζωῆς ἐκφαντορικὰς ἐσομένας, κινοῦντες ἐς τόνδε τὸν τόπον σώματα αὐταῖς ὑποστρωννύουσιν καὶ χωρῆσαι δυνάμενα τὴν ὑπερφυῆ ζωὴν τῶν ψυχῶν καὶ ὑπηρετοῦντα ταῖς ἐνεργείαις αὐτῶν ταῖς καρτερωτάταις καὶ ἀπαθεστάταις καὶ δύστρεπτα καὶ δυσδιάλυτα, πρὸς τὴν χωριστὴν ἐκείνων ἀπάθειαν ἐπαιρόμενα καὶ μιμούμενα τὴν δύναμιν αὐτῶν τῶν χρωμένων αὐτοῖς ψυχῶν. δηλοῖ δὲ καὶ αὐτὸς ὁ Πλάτων τὴν τῶν ὀργάνων πρὸς τὰς ἐπιβεβηκυίας ὁμοιότητα ψυχάς, τῇ μὲν ζωῇ τοῦ Ἠρὸς τὴν ἀλκὴν ἀποδούς, τῷ δὲ σώματι τὸ ἀδιάφθορον, ὡς ἂν κατὰ φύσιν τούτων συζυγέντων ἀλλήλοις· τάχα δὲ καὶ ὡς ἀπʼ αὐτῆς τῆς ψυχῆς καὶ εἰς τὸ σῶμα διαβαινούσης τινὸς ἀπαθείας καὶ ἀτρέπτου δυνάμεως, τοὺς μὲν ἄλλους διαφθαρῆναι λέγων, τὸν δὲ ἄλκιμον ἐκεῖνον ὑγιῆ μὲν ἀναιρεθῆναι, δωδεκαταῖον δὲ ἐπὶ τῇ πυρᾷ κείμενον ἀναβιῶναι. Καὶ δῆλον μὲν ὡς καὶ τὴν ἱστορίαν αὐτὴν οὕτως ἔχειν ὁμολογήσομεν, οὐδὲν ἀδύνατον λέγουσαν, οὔτε τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν τῆς ψυχῆς — καὶ γὰρ οἱ ἱερατικοὶ λόγοι τοῦτο δρῶσιν, χωρίζοντες ἀπὸ τῶν σωμάτων τὰς ψυχάς, καὶ τοῖς μὲν σώμασιν τοῦ μὴ διαπνεῖσθαι φρουρὰν περιβάλλοντες, ταῖς δὲ ψυχαῖς τὴν ἀπόλυτον τῶν σωμάτων προξενοῦντες ἐνέργειαν καὶ τὴν ἄφεσιν τῶν φυσικῶν δεσμῶν —, οὔτε τὴν ἐν πλείοσιν ἡμέραις διαμονὴν ἀσκεδάστου τοῦ σώματος. καὶ γὰρ ἐξ ἄλλων τοῦτο γέγονεν δῆλον ὁμοίων παρὰ τοῖς ἔμπροσθεν ἀναγεγραμμένων ἱστοριῶν, κἀξ αὐτῶν τούτων, ὧν νῦν εἴπομεν, καὶ τοῦτο πιθανόν· εἰ γὰρ καὶ τοῖς ἱερατικοῖς τοῦτο δυνατόν, φυλάττειν ἄτρεπτα τὰ σώματα χωριζομένων τῶν ψυχῶν, καὶ αὐτὰς χωρισθείσας ἀπὸ τῶν σωμάτων τοῖς αὐτοῖς ἥδεσθαι πεπραγμένοις αὐτῶν τῶν ψυχῶν πολλῶν δωδεκάτω … πῶς τοῦτο δυνατόν, καὶ δαιμονίων πολλῶν ἀνέθηκεν τὴν περὶ … αὐτὸν ἅπασαν ἱστορίαν, οὔτε τὸ θείας ἀληθείας τυχεῖν ἀδύνατον ψυχὴν ἀνθρωπίνην τῶν ἐν Ἅιδου πραγμάτων καὶ ἀγγεῖλαι τοῖς ἀνθρώποις. Δηλοῖ δὲ καὶ ὁ κατὰ τὸν Ἐμπεδότιμον λόγος, ὃν Ἡρακλείδης ἱστόρησεν ὁ Ποντικός, θηρῶντα μετʼ ἄλλων ἐν μεσημβρίᾳ σταθερᾷ κατά τινα χῶρον αὐτὸν ἔρημον ἀπολειφθέντα λέγων τῆς τε τοῦ Πλούτωνος ἐπιφανείας τυχόντα καὶ τῆς Περσεφόνης καταλαμφθῆναι μὲν ὑπὸ τοῦ φωτὸς τοῦ περιθέοντος κύκλῳ τοὺς θεούς, ἰδεῖν δὲ διʼ αὐτοῦ πᾶσαν τὴν περὶ ψυχῶν ἀλήθειαν ἐν αὐτόπτοις θεάμασιν. Πρὸς δὲ τῇ ἱστορίᾳ παντάπασιν αὐτῇ μὴ δυνάμενοι ἀπιστεῖν καὶ εἰς τὴν ζωὴν ἀναπέμποντες ὅσα φησὶν ὁ Πλάτων αὐτὴν τοῦ ἀγγέλου τῆς προκειμένης ἀφηγήσεως τὸ μὲν ἄλκιμον, ὥς που καὶ πρότερον εἴπομεν, δηλοῦν ἡμεῖς γε φήσομεν τὴν διʼ ἑῆς ἀλκῆς εἰς θεοὺς ἀνάτασιν τῆς τοιαύτης ψυχῆς· τὸ δὲ ὑγιὲς τὴν ἀλώβητον καὶ ἀπαθῆ κατάστασιν· οὐ γὰρ αἱ τυχοῦσαι τοιούτων ἂν τύχοιεν θεαμάτων· τὸ δὲ ἐν πολέμῳ τελευτῆσαι τὸ στρεφομένην ἔτι περὶ τὴν γένεσιν ἀχράντως διαζῆσαι καὶ μὴ ταὐτὸν παθεῖν ταῖς διαφθειρομέναις ὑπὸ τῶν ἐν αὐτῇ παθῶν, ἀλλʼ ἐξαίρετον ἔχειν παρὰ τὰς ἄλλας ψυχὰς τελειότητα.
Καὶ μὴν καὶ τὸ … διατρίβουσιν· διὰ δὲ τεσσάρων ἡμερῶν χωροῦσιν εἰς τὸν τόπον ἐκεῖνον ὅθεν καθορῶσι τὴν ἀρχὴν τοῦ συνέχοντος φωτὸς ὅλον τὸν οὐρανόν· ἡμερησίαν δὲ προελθόντες ὁδὸν εἰς αὐτὴν καταντῶσι τὴν ἀρχὴν τοῦ φωτός. Παραιτησάμενοι δὲ τὰς διακένους ὑπονοίας τῶν ἐξηγητῶν, ἃς καὶ Πορφύριος ἀπεσκευάσατο, πολλὴν καὶ διωλύγιον φλυαρίαν ἐπεισαγαγόντων διὰ τῆς δωδεκάδος, τῶν μὲν εἰς τὸν ζῳδιακόν, τῶν δὲ εἰς τοὺς μῆνας, τῶν δὲ εἰς τοὺς δώδεκα θεοὺς ἀναφερόντων τὸν ἀριθμόν, καὶ πιστουμένων οἰκεῖον οὕτως αὐτὸν εἶναι ταῖς εἰς γένεσιν ἰούσαις ψυχαῖς, εἰ δεῖ καὶ εἰς τὴν ζωὴν αὐτὸν τῶν ψυχῶν ἀναπέμπειν, ἄλλον τρόπον ἡμεῖς τὴν θεωρίαν μέτιμεν, τὴν τοῦδε τοῦ ἀριθμοῦ συγγένειαν αἰτιώμενοι πρὸς τὴν ὅλην περίοδον τῶν ψυχῶν. συνέστηκεν γὰρ ἐκ τῶν πρωτίστων ἀριθμῶν πολλαπλασιασάντων ἀλλήλους, τριάδος λέγω καὶ τετράδος· ὧν ἣ μὲν τελεσιουργός ἐστιν καὶ ἐπιστρεπτικὴ πρὸς τὰς ἀρχάς, ἣ δὲ γόνιμος καὶ ἑδραστικὴ τῶν γεννωμένων ἅμα καὶ ἐναρμόνιος. προσήκει τοίνυν ἡ δυωδεκὰς ἐξ ἀμφοῖν οὖσα τῇ τε τῆς ψυχῆς ἐπιστροφῇ πρὸς τὰ ὅλα καὶ τῇ νοερᾷ καὶ χωριστῇ ζωῇ καὶ τῇ τοῦ σώματος σταθερᾷ διαμονῇ καὶ ἀτρέπτῳ καὶ τῇ ἐναρμονίῳ τοῦ τε χρωμένου συστάσει καὶ τοῦ ὀργάνου πρὸς ἄλληλα. δοκεῖ δὲ καὶ τελειότητος ὅρος ἡ δυωδεκὰς εἶναι, πρεπούσης ταῖς τὰ πέρατα τοῦ κόσμου συνελισσούσαις αἰτίαις καὶ — τί γὰρ οὐ δεῖ λέγειν; — ταῖς οὐρανίαις τάξεσιν· διὸ καὶ μῆνα τὸν δωδέκατον ἐν Νόμοις ἀπένειμε ταῖς τῶν χθονίων θεραπείαις καὶ τὴν μεγίστην θεὸν Ἑκάτην τὰ πέρατα τῶν ἐγκοσμίων συγκλείουσαν καὶ διὰ τοῦτο κλῃδοῦχον ἀποκαλουμένην τὰ δωδέκατά φησιν ὁ θεολόγος τοῦ κόσμου κληρώσασθαι. τάχʼ οὖν ἂν καὶ ταύτῃ καὶ ὁ τῆς μυθολογίας τῆς προκειμένης ἄγγελος εἴη δωδεκαταῖος ἀναβιούς, ὡς τῶν ὅλων γενόμενος θεωρός, καὶ τῶν παρὰ τῷ Πλούτωνι ψυχῶν αὐτῶν κατὰ τοῦτον τὸν ἀριθμὸν τὴν χωριστὴν ἀπὸ τοῦ σώματος ἱδρυσασῶν ζωήν, ὅς ἐστιν ἀφοριστικὸς τοῦ κόσμου παντὸς καὶ τῶν ἐν αὐτῷ περάτων εἰς τὰς οἰκείας συνελισσομένων ἀρχάς. τοῦτο μὲν οὖν τοιόνδε τινὰ τὸν ἀπολογισμὸν ἔχοι ἂν τῆς θεωρίας.
Εἰ δέ τις αἰτιᾶται τὸν λόγον, ὅτι μὴ καὶ ἄλλοι πολλαχοῦ τοιοῦτοί τινες γεγόνασιν ἄγγελοι τῶν ἀφανῶν ἡμῖν, ἀλλʼ οὑτοσὶ μόνος ἀνὴρ ὅστις ποτέ ἐστιν — χρῆν γὰρ ἴσως καὶ ἐν ἄλλοις δή τισι τόποις Ἦράς τινας ἱστορεῖσθαι θεατὰς ὧν οὗτος εἶδεν καὶ ἀγγέλους ἀνθρώποις ὧν ἤγγειλεν— ἔοικεν οὖν, εἴτʼ αὐτός ἐστιν ὁ Κωλώτης εἴτʼ ἄλλος τοῦ μύθου τοῦτον τὸν τρόπον κατήγορος, ἀγνοεῖν ὡς ἄρα καὶ εἰσὶν καὶ ἔσονται πολλαχοῦ γῆς τῶν θείων καὶ ταῖς αἰσθήσεσιν ἡμῶν ἀλήπτων ἐξηγηταὶ κατά τινας θείας τε καὶ δαιμονίας ἐπιπνοίας· οἱ μὲν μετὰ τοῦ σώματος τῶν τοιούτων ἵστορες, ὥσπερ Ἐμπεδότιμον λόγος, οἱ δὲ ἄνευ σώματος, ὥσπερ τὸν Ἀθηναῖον Κλεώνυμον· καὶ πλήρεις αἱ παραδόσεις τούτων. εἰ δὲ μὴ πλείονές εἰσιν αὐτοπτικαὶ τῶν ὄντων ἐν ἡμῖν καταλήψεις, οὐδὲν θαυμαστόν· σώμασι γὰρ χρώμενοι καὶ τούτοις ἐνύλοις ὀλίγοι καὶ ἐν πολλῷ χρόνῳ τούτων ἀπολαύειν ἄνθρωποι δύνανται, καὶ διὰ τοῦτο καὶ ὁ Ἐμπεδότιμος σπάνιος καὶ ὁ Κλεώνυμος καὶ εἰ δή τις ἄλλος τῶν τοιούτων θεαμάτων λέγεται τυχεῖν· τὸ γὰρ τὴν ἀνθρωπίνην ζωὴν ὑπὲρ ἄνθρωπον ἐνεργεῖν ὀλίγοις δή τισι καὶ εὐαριθμήτοις ὑπάρχειν εἰκός.
Ἀναβιοὺς δὲ ἔλεγεν ἃ ἐκεῖ ἴδοι· ἔφη δέ, ἐπειδὴ οὖν ἐκβῆναι τὴν ψυχήν, πορεύεσθαι μετὰ πολλῶν, καὶ ἀφικνεῖσθαι σφᾶς εἰς τόπον τινὰ δαιμόνιον.
Τὴν μὲν ἀναβίωσιν τοῦ Ἠρὸς οὐκ ἄλλην ἢ τὴν εἴσοδον εἰς τὸ σῶμα τῆς χωρισθείσης ψυχῆς εἶναι λέγοντες ὀρθῶς ἐροῦμεν· βίος γάρ ἐστιν αὐτῆς ἡ κοινὴ ζωὴ μετὰ τοῦ σώματος· ταύτης οὖν τὴν ἀνάκτησιν ἀναβίωσιν ἐκάλεσεν, μεταβολὴν οὖσαν ἀπὸ τῆς ἰδίας ζωῆς ἐπὶ τὴν κοινὴν καὶ σύνθετον. ὅτι δὲ καὶ ἐξιέναι τὴν ψυχὴν καὶ εἰσιέναι δυνατὸν εἰς τὸ σῶμα, δηλοῖ καὶ ὁ παρὰ τῷ Κλεάρχῳ τῇ ψυχουλκῷ ῥάβδῳ χρησάμενος ἐπὶ τοῦ μειρακίου τοῦ καθεύδοντος καὶ πείσας τὸν δαιμόνιον Ἀριστοτέλη, καθάπερ ὁ Κλέαρχος ἐν τοῖς περὶ ὕπνου φησίν, περὶ τῆς ψυχῆς, ὡς ἄρα χωρίζεται τοῦ σώματος καὶ ὡς εἴσεισιν εἰς τὸ σῶμα καὶ ὡς χρῆται αὐτῷ οἷον καταγωγίῳ· τῇ γὰρ ῥάβδῳ πλήξας τὸν παῖδα τὴν ψυχὴν ἐξείλκυσεν καὶ οἷον ἄγων διʼ αὐτῆς πόρρω τοῦ σώματος ἀκίνητον ἐνέδειξε τὸ σῶμα καὶ ἀβλαβὲς σῳζόμενον ἀναισθητεῖν προσ … γραφόντων ὅμοιον ἀψύχῳ· ἐκείνην δὲ μεταξὺ διενεχθεῖσαν πόρρω τοῦ σώματος ἐγγύθεν αὐτῆς ἀγομένης πάλιν τῆς ῥάβδου μετὰ τὴν εἴσοδον ἀπαγγέλλειν ἕκαστα. τοιγαροῦν ἐκ τούτων πιστεῦσαι τούς τε ἄλλους τῆς τοιαύτης ἱστορίας θεατὰς καὶ τὸν Ἀριστοτέλην χωριστὴν εἶναι τοῦ σώματος τὴν ψυχήν. Τοῦτο μὲν οὖν ὅπερ λέγω, τὸ τὴν ψυχὴν ἐξιέναι τε δύνασθαι τοῦ σώματος καὶ αὖθις εἰσιέναι καὶ ἔμπνουν ποιεῖν ὅπερ ἀπελελοίπει, ταῦτά τε δηλοῖ πάλαι τοῖς ἡγεμόσιν τοῦ Περιπάτου γεγραμμένα, καὶ ὅσα τοῖς ἐπὶ Μάρκου θεουργοῖς ἐκδέδοται πίστιν ἐναργῆ πορίζει τοῦ λόγου. καὶ γὰρ ἐκεῖνοι διὰ δή τινος τελετῆς τὸ αὐτὸ δρῶσιν εἰς τὸν τελούμενον· καὶ ἔστι πᾶν τὸ τοιοῦτον οὐκ ἀνθρώπινον, ἀλλὰ δαιμόνιον τὸ μηχάνημα καὶ θεῖον. ὥστʼ οὐδὲν ἂν εἴη θαυμαστόν, εἰ καὶ τῶν προκειμένων θεαμάτων τὸν ἄγγελόν φησιν ὁ μῦθος οὑτοσὶ κατὰ τὴν τῶν κρειττόνων ἀγαθοειδῆ βούλησιν ἐξελθεῖν τε τοῦ σώματος ἀδιαφθόρου μένοντος καὶ ἐξελθόντα δύναμιν προσλαβεῖν θεωρὸν τῶν ἀοράτων ταῖς αἰσθήσεσιν ἡμῶν καὶ μνήμην ὧν εἶδεν καὶ ἔκφασιν· οὐ γὰρ τὴν τυχοῦσαν εἶναι ταύτην ψυχήν, ἀλλὰ τοῦτο παρὰ θεῶν γέρας λαβοῦσαν διὰ τὴν πρὸς τὰς ἄλλας ψυχὰς ὑπεροχήν, εἰ μὲν βούλει, καὶ αὐτῆς τῆς οὐσίας· εἰ δὲ τοῦτο δυσπαράδεκτον, διὰ τὸ τῆς ζωῆς θεοπρεπές· κωλύει μὲν γὰρ οὐδὲν καὶ κατʼ οὐσίαν αὐτὴν ἐκείνων διαφέρειν καὶ ὡς ἐγγυτέρω θεῶν οὖσαν τετυχηκέναι ταύτης τῆς αὐτοψίας· ὥσπερ δὴ καὶ περὶ ἄλλων ψυχῶν χρησμοὶ διδάσκαλοι γεγόνασιν, ἄνωθεν αὐτὰς ἐξ ὑπερτέρων ἡκούσας σειρῶν καὶ τάξεων ἡγεμονικωτέρων ἐκφῆναι τῶν θείων ἀγαθῶν ταῖς ὑφειμέναις πολλὰ καὶ ἀλήπτων ἐκείναις. Εἰ δὲ καὶ τοῦτο λέγοι τις ἄδηλον, ἐκεῖνό γε παντὶ γνώριμον, ὅτι τὴν παροῦσαν ζωὴν ἀνάγκη τὸν ἄγγελον τούτων ὑπερέχουσαν προστησάμενον τῶν ὁμοταγῶν ἄξιον πεφηνέναι τῆς ἀγγελικῆς ταύτης τάξεως πρὸς ἐκείνας. καὶ γὰρ ὁρᾶν ἔξεστιν, ὅπως ἡ μέθεξις τῆς κατὰ πρόνοιαν δόσεως, ἄνωθεν ἀπʼ αὐτῶν ἠργμένη τῶν θεῶν, καὶ ἡ κατὰ νοῦν ἐκφαντορικὴ τῶν θείων δύναμις κατὰ μικρὸν ὑφιζάνουσα πρόεισι διὰ τῶν μέσων, ἐν οἷς τὸ προσεχὲς δήπου τοῖς θεοῖς ὁμοιότερον ὂν αὐτοῖς τῶν πορρώτερον οὕτω διαπορθμεύει τὴν παρʼ ἐκείνοις ἱδρυμένην ἀλήθειαν· πρῶτος μὲν οὗτος ὁρᾷ τὰ θεῖα· μετὰ δὲ τοῦτον παρέχονται τὴν αὐτοφανῆ γνῶσιν διʼ ἀκοῆς, οἷς ἐκεῖνος ἐξήγγειλεν· εἶθʼ οἱ μετʼ ἐκείνους παραδεξάμενοι καὶ ἀπʼ ἐκείνων περὶ ὧν ἤκουσαν τὴν φήμην. τοῦτο δὲ τεκμήριον ἐναργὲς τοῦ πορρώτερον ἢ ἐγγύτερον ὄντος αὐτῶν τῶν θείων φασμάτων· οἷς ὁ πρώτιστος ὁμιλήσας δήπου τῶν ἄλλων θεοειδέστερος. οὐδὲ γὰρ τὸ τὴν ἀκοὴν εὐτυχῆσαι τούτων ἄνευ τῆς ἐκ θεῶν καθηκούσης ἐγὼ θείην ἂν εὐμοιρίας, ὥστε πολλῷ μᾶλλον τὴν θείαν εἴς τινα τῆς ζωῆς ὑπερβολὴν εἰς ἄκρον ἀνήκουσαν ὑπάρχειν. Πῶς δεῖ νοεῖν τὸ εἰσιέναι καὶ ἐξιέναι ψυχὴν ἀπὸ σώματος.
Ἀλλὰ καὶ τὸ ἐκβῆναι αὖ τὴν ψυχὴν κοινὸν μὲν ἔχει τὸν ἀπολογισμόν· οὐ γὰρ ἡ ἔκβασις ὡς ἐν τόπῳ τῆς ψυχῆς οὔσης — ἀσώματος γάρ —, οὔτε ὡς ἐν ὑποκειμένῳ οὔσης, διότι πᾶσα χωριστὴν ἔχει σώματος οὐσίαν· ἀλλὰ εἴσοδος μὲν αὐτῆς ἡ πρὸς αὐτὸ καλεῖται σχέσις, ἔξοδος δὲ ἡ τῆς σχέσεως ἀπόλυσις, οὐ τῆς ζωτικῆς, ἣν προστίθησιν διὰ τὴν νεῦσιν καὶ τὴν πρὸς τὸν δεσμὸν συμπάθειαν, ἀλλὰ τῆς φυσικῆς, περὶ ἧς ὁ Τίμαιος εἴρηκεν, ὅτι κατερριζοῦντο τῆς ψυχῆς οἱ τοῦ βίου δεσμοὶ περὶ τὸν μυελόν· ἴδιον δὲ τοῦ ταῦτα λέγοντος, ὅτι προσελάμβανεν ἐκ τῶν θεῶν καὶ ζωὴν θεοπρεπεστέραν παρακολουθεῖν πᾶσιν αὐτὸν ποιοῦσαν, τοῖς δικάζουσι τοῖς δικαζομένοις, τοῖς δρῶσιν τοῖς πάσχουσιν, τοῖς τόποις τοῖς χρόνοις, τοῖς λόγοις τοῖς ἔργοις· τούτων γὰρ ἁπάντων αὐτὸν ἐσόμενον θεατὴν ἔδει τινὰ κρείττονα μοῖραν λαβεῖν παρὰ τῶν κρειττόνων, οἷς ἔμελεν ἄγγελον αὐτὸν καταστῆναι τῶν θεαμάτων ἐκείνων ἀνθρώποις. Ἔτι τοίνυν τὴν πορείαν δεῖ μὴ παρέργως ἀκοῦσαι τοῦ μύθου προσθέντος, ἀλλὰ συννοήσαντας εἰπεῖν, ὡς ἄλλη μέν ἐστιν αὐτῶν τῶν ψυχῶν ζωτική τις οὖσα μετάβασις ἀπὸ τοῦ ἐν κατατάξει βίου πρὸς τὸν ἄσχετον, ἣν ἀπεικάζων ταῖς κατὰ τόπον κινήσεσιν πορείαν ὁ μῦθος προσείρηκεν — πασῶν γὰρ τῶν σωματοειδῶν κινήσεων ἐν τῇ ψυχῇ τὰ παραδείγματα προϋφέστηκεν· ἄλλη δὲ τοπική τις οὖσα μετὰ τοῦ σώματος κίνησις εἰς κριτήρια πορευομένου ἐν ταῖς ἐξόδοις, τοπική τις ἤδη τῆς ψυχῆς πορεία ἔξω τε καὶ εἴσω γινομένου τοῦ σωματικοῦ αὐτῆς καὶ πορευομένου κατά τε ὕψη καὶ βάθη τοῦ κόσμου, συνεπαιρομένου τῇ ψυχῇ καὶ συγκαταφερομένου καὶ μέχρι τῶν τῆς γῆς μυχῶν· περὶ γάρ τοι τῶν τοιούτων ὀχημάτων καὶ ὁ ἐν Φαίδωνι μῦθος ἔλεγεν, ὡς ἄρα ἀναβᾶσαι αἱ ψυχαὶ ἐπʼ αὐτὰ εἰς τὸν Ἀχέροντα φέρονται, καὶ ὡς ἐμβριθῆ μέν ἐστι καὶ σκοτεινὰ τὰ τῶν πολλῶν, ἀϋλότερα δὲ καὶ καθαρώτερα ὀλίγων δή τινων. Ἔστι δὴ οὖν ἡ πορεία καὶ ἀσώματος καὶ σωματική, ζωτική τε καὶ τοπική· καὶ ἡ ἑτέρα τῆς ἑτέρας εἰκών, δῆλον δὲ ποτέρα ποτέρας. πᾶσα μὲν δὴ ψυχὴ γλίχεται τοῦ ἄνω κατὰ φύσιν, ὡς εἰς οἰκεῖον ὁρμῶσα τόπον μετὰ τὴν ἐκ τοῦ ὀστρεώδους σώματος ὁρμήν· κατασπώμεναι δὲ ὑπὸ τῶν συντρόφων τοῖς σώμασι παθῶν εἰς τὸ κάτω βρίθουσιν· δηλοῖ δὲ καὶ τὸ λόγιον ταῦτα διδάσκον· πάσας μὲν γὰρ ἔχει γλυκερὸς πόθος, ὥς κεν Ὄλυμπον ἀθανάτοισι θεοῖσι συνέμποροι αἰὲν ἔχωσιν· οὐ πάσαις δὲ θέμις ἐπιβήμεναι τῶνδε μελάθρων. εἶτα τοῦ λαμβάνοντος τοὺς χρησμοὺς διὰ πλειόνων ἐκδοθέντας ἐρομένου, τίς οὖν ἐστιν ὁ τυγχάνων τῆς εἰς θεοὺς ἀνόδου, καὶ εἰ ὁ τὸν θυτικὸν βίον μάλιστα προστησάμενος, ἐπάγει πάλιν ὁ θεός· οὐχ ὅστις σπλάγχνοισιν ἐπίφρονα θήκατο βουλήν, ἤδη καὶ πρὸς Ὄλυμπον ἀποσκεδάσας τόδε σῶμα ᾖξεν ἀειρόμενος ψυχῆς κούφαις πτερύγεσσιν, ἀλλʼ ὅστις σοφ … ἀληθῆ κατὰ τὴν τῶν θεῶν μήνυσιν, πάσαις μέν ἐστιν ὁρμή τις εἰς τὸ ἄναντες ἐξελθούσαις ταῖς ψυχαῖς εἰς τὸ φύσει συγγενὲς διὰ τὴν ὁμοιότητα τὴν πρὸς τὸ θεῖον, ἣν ἔχουσι πᾶσαι κατʼ οὐσίαν· κατασπῶνται δὲ ὑπὸ τῶν ηὐξημένων τινὲς ἐν αὐταῖς ἀλόγων καὶ ἀγρίων θρεμμάτων εἰς τὸν ἐκεῖνοις οἰκεῖον τόπον τὸν χθόνιον· δεῖ γὰρ τὸ ὅμοιον πᾶν φέρεσθαι πρὸς τὸ ὅμοιον, νικᾶν δὲ ἐν ταῖς κινήσεσι τὸ πλεονεκτοῦν. ὥστʼ εἰκότως πορεύεσθαι λέγει μετʼ ἄλλων εἰς τὸν δαιμόνιον τόπον ὑπὲρ γῆς ὄντα, κἄν τινες αὐτῶν ἀξίως ὦσιν βεβιωκυῖαι τῶν ὑπὸ γῆς δικαιωτηρίων· ἡ γὰρ τάσις ἐκείνων ὀρεγομένων τοῦ δίκης τυχεῖν πασῶν, ἡ δὲ ἀξία πρὸς τὸν οἰκεῖον ἕλκει κλῆρον ἑκάστην. γίνεσθαι μὲν οὖν καὶ τοῦτο πιθανὸν καὶ ἅμα πλείους ψυχὰς ἄλλας ἐξ ἄλλων τόπων εἰς τὸν δικαστικὸν τόπον συντρέχειν, εἴπερ οἱ αὐτοὶ δικασταὶ πάσαις δικάζουσιν. οὐδὲν δὲ θαυμαστὸν τὸν Ἦρα μετὰ πολλῶν πορεύεσθαι ψυχῶν· ἔτι μᾶλλον ἴσως τῶν ἐν τῷ πολέμῳ τετελευτηκότων, οὓς καὶ διαφθαρῆναί φησιν ὁ μῦθος, διὰ τὴν αὐτὴν περίστασιν ἐκβεβηκυιῶν ἀπὸ τῶν σωμάτων, καὶ ὁμοπαθῶν ἀλλήλαις οὐσῶν καὶ μετὰ τὴν τελευτὴν συναγελαζομένων ἀλλήλαις καὶ κοινὴν τὴν ὁρμὴν ἐπὶ τὸν τόπον τὸν δικαστικὸν ποιουμένων· καὶ τῆς ἱστορίας τούτοις μαρτυρούσης λέγομεν τὴν αὐτὴν πορείαν τῶν ἀποθανόντων εἶναι, ἐν τῷ αὐτῷ χρόνῳ τε ἐλθουσῶν ἐν τῇ πρὸς τοὺς δικαστὰς ἀπαντήσει … ων εἰς τὸ αὐτὸ πασῶν· καὶ γὰρ ἐν πολέμῳ ἅμα τινῶν ἀπολομένων καὶ ἐν ναυαγίῳ καὶ ἐν πόλεων κατασεισθεισῶν κοιναῖς φθοραῖς ὤφθησαν ἀγέλαι ψυχῶν τισιν τῶν τὰ αὐτὰ παθουσῶν ἀπαγγέλλουσαι τὰς ἑαυτῶν συμφορὰς τοῖς προστυχέσιν αὐταῖς γενομένοις. Εἰ δὲ, ὡς ἐν Φαίδωνι μεμαθήκαμεν, οὐχὶ τῶν ψυχῶν αἱ ὁρμαὶ μόνον, ἀλλὰ καὶ οἱ λαχόντες αὐτὰς ἄγουσι δαίμονες, κινοῦντες ἑκάστην ἐφʼ ὃν δεῖ τόπον ἐλθεῖν, ὥστε καὶ οἷον αὐτομάτως φέρεσθαι καὶ ἀπροαιρέτως, ἔχοι ἂν καὶ ταύτῃ πολλὴν ὁ τοῦ Ἠρὸς λόγος ἀλήθειαν.
Ἀλλὰ τίς ὁ δαιμόνιος τόπος ἐστίν, εἰς ὃν ἡ ἄφιξις; καὶ εἰ οὗτός ἐστιν, ὃν καὶ ὁ ἐν Γοργίᾳ λέγει μῦθος, δικάζειν πού φησιν καὶ ἐκεῖνος ἐν τῷ λειμῶνι τὸν Μίνω καὶ τὸν Ῥαδάμανθυν καὶ τὸν Αἰακὸν τρίτον ἐν τῇ τριόδῳ. καὶ εἰ ὁ αὐτὸς τόπος ὑπʼ ἀμφοτέρων λέγεται τῶν μύθων, πῶς ἀλλήλοις οἱ δικασταὶ συμβαίνουσιν, αἱ ἡρωϊκαὶ ψυχαὶ τοῖς δαίμοσιν; ὁ γάρ τοι δαιμόνιος τόπος ἀπὸ τῶν δαιμόνων ἔχων τὴν προσηγορίαν εἰς δαίμονας ἔοικεν ἀναπέμπειν τοὺς δικαζομένους.
Ὅτι μὲν οὖν οὐ πάντα πάντες οἱ περὶ τῶν ἐν Ἅιδου μῦθοι τῷ Πλάτωνι ποιηθέντες ἐκδιδάσκουσιν, δῆλον. ὃ μὲν γὰρ τοὺς δικαστὰς ἐπʼ αὐτῶν κηρύττει τῶν ὀνομάτων, ὥσπερ ὁ ἐν Γοργίᾳ ῥηθείς, ὃ δὲ τὸν τόπον φράζει διαφερόντως, ὥσπερ ὅδε ὁ μῦθος — ἐν Γοργίᾳ μὲν γὰρ εἴρηται τοσοῦτον, ὅτι δικάζουσιν ἐν τῷ λειμῶνι καθήμενοι πάντες ἐν τῇ τριόδῳ· νυνὶ δὲ τίς οὗτος ὁ τόπος, ὅτι μεταξὺ γῆς καὶ οὐρανοῦ, λέλεκται σαφῶς —, ὃ δὲ τὰ ῥεύματα τῆς δίκης καὶ τοὺς ποταμοὺς ἐπεκδιηγεῖται τοὺς ὑπὸ γῆς, ὥσπερ ὁ ἐν Φαίδωνι. πάντα δὲ ὁμοῦ τῷ νῷ συλλαβόντες ἕξομεν τοὺς δικαστάς, τὸν τόπον τῶν δικαστῶν, τὰς λήξεις τὰς ὑπʼ αὐτῶν ἀφοριζομένας. Ἀλλὰ τὰ μὲν εἰσαῦθις ζητήσομεν ἡμεῖς· τὸν δὲ δὴ τόπον, ὃν ἐξύμνησεν ἐν τοῖς προκειμένοις δαιμόνιον εἰπών, τίνα δεῖ φάναι, πρὸς ἡμᾶς αὐτοὺς εἴπωμεν. Νουμήνιος μὲν γὰρ τὸ κέντρον εἶναί φησιν τοῦτον τοῦ τε κόσμου παντὸς καὶ τῆς γῆς, ὡς μεταξὺ μὲν ὂν τοῦ οὐρανοῦ, μεταξὺ δὲ καὶ τῆς γῆς· ἐν ᾧ καθῆσθαι τοὺς δικαστὰς καὶ παραπέμπειν τὰς μὲν εἰς οὐρανὸν τῶν ψυχῶν, τὰς δὲ εἰς τὸν ὑπὸ γῆς τόπον καὶ τοὺς ἐκεῖ ποταμούς· οὐρανὸν μὲν τὴν ἀπλανῆ λέγων καὶ ἐν ταύτῃ δύο χάσματα, τὸν αἰγόκερω καὶ τὸν καρκίνον, τοῦτον μὲν καθόδου χάσμα τῆς εἰς γένεσιν, ἀνόδου δὲ ἐκεῖνον, ποταμοὺς δὲ ὑπὸ γῆς τὰς πλανωμένας — ἀνάγει γὰρ εἰς ταύτας τοὺς ποταμοὺς καὶ αὐτὸν τὸν Τάρταρον· καὶ ἄλλην πολλὴν ἐπεισάγων τερατολογίαν, πηδήσεις τε ψυχῶν ἀπὸ τῶν τροπικῶν ἐπὶ τὰ ἰσημερινὰ καὶ ἀπὸ τούτων εἰς τὰ τροπικὰ καὶ μεταβάσεις, ἃς αὐτὸς πηδῶν ἐπὶ τὰ πράγματα μεταφέρει, καὶ συρράπτων τὰ Πλατωνικὰ ῥήματα τοῖς γενεθλιαλογικοῖς καὶ ταῦτα τοῖς τελεστικοῖς· μαρτυρούμενος τῶν δύο χασμάτων καὶ τὴν Ὁμήρου ποίησιν οὐ μόνον λέγουσαν τὰς μὲν πρὸς βορέαο καταιβατὰς ἀνθρώποισιν ὁδούς, ἐπείπερ ὁ καρκίνος εἰς αἰγόκερον προσελθὼν ἀποτελεῖ· τὰς δὲ πρὸς νότον εἶναι θειοτέρας, διʼ ὧν οὐκ ἔστιν ἀνδράσιν εἰσελθεῖν, ἀθανάτων δὲ μόνον ὁδοὺς αὐτὰς ὑπάρχειν· ὁ γὰρ αἰγοκέρως ἀνάγων τὰς ψυχὰς λύει μὲν αὐτῶν τὴν ἐν ἀνδράσι ζωήν, μόνην δὲ τὴν ἀθάνατον εἰσδέχεται καὶ θείαν· οὐ ταῦτα δʼ οὖν μόνον, ἀλλὰ καὶ ἡλίου πύλας ὑμνοῦσαν καὶ δῆμον ὀνείρων, τὰ μὲν δύο τροπικὰ ζῴδια πύλας ἡλίου προσαγορεύσασαν, δῆμον δὲ ὀνείρων, ὥς φησιν ἐκεῖνος, τὸν γαλαξίαν. καὶ γὰρ τὸν Πυθαγόραν διʼ ἀπορρήτων Ἅιδην τὸν γαλαξίαν καὶ τόπον ψυχῶν ἀποκαλεῖν, ὡς ἐκεῖ συνωθουμένων· διὸ παρά τισιν ἔθνεσιν γάλα σπένδεσθαι τοῖς θεοῖς τοῖς τῶν ψυχῶν καθάρταις καὶ τῶν πεσουσῶν εἰς γένεσιν εἶναι γάλα τὴν πρώτην τροφήν. τὸν δὲ δὴ Πλάτωνα διὰ μὲν τῶν χασμάτων, ὡς εἴρηται, δηλοῦν τὰς δύο πύλας, διὰ δὲ τοῦ φωτός, ὃ δὴ σύνδεσμον εἶναι τοῦ οὐρανοῦ, τὸν γαλαξίαν· εἰς ὃν ἀνιέναι διʼ ἡμερῶν δυοκαίδεκα τὰς ψυχὰς ἀπὸ τοῦ τόπου τῶν δικαστῶν· ἦν δὲ ὁ τόπος τὸ κέντρον. ἐντεῦθεν τοίνυν ἀρχομένην τὴν δυωδεκάδα τελευτᾶν εἰς τὸν οὐρανόν· ἐν ᾗ τὸ κέντρον εἶναι, τὴν γῆν, τὸ ὕδωρ, τὸν ἀέρα, τὰς ἑπτὰ πλανωμένας, αὐτὸν τὸν ἀπλανῆ κύκλον. εἶναι δʼ οὖν τὰ τροπικὰ ζῴδια, τὰ χάσματα τὰ διπλᾶ, τὰς δύο πύλας ὀνόματι διαφέροντα μόνον, καὶ πάλιν τὸν γαλαξίαν, τὸ φῶς τὸ τῇ ἴριδι προσφερές, τὸν δῆμον τῶν ὀνείρων ταὐτόν. ὀνείροις γὰρ ἀπεικάζειν τὰς ἄνευ σωμάτων ψυχὰς καὶ ἄλλοθι τὸν ποιητήν, ταῖς ψυχαῖς αἷς ἐφέστηκεν ἀνε … φημί … ἀλλὰ πῶς ἄν τις ἀποδέξαιτο τὴν πρὸς τὰς αὐτοῦ τοῦ Πλάτωνος ῥήσεις αὐτοῦ διαφωνίαν· τούτων γὰρ πέρι καὶ ἡμῖν πρόκειται λέγειν. ὃ μὲν γὰρ τὸν δαιμόνιον τόπον εἶναί φησιν τὸ κέντρον, ὃ δὲ ἐν τῷ μεταξὺ τοῦτον ἔθετο γῆς καὶ οὐρανοῦ, καὶ οὐ γῆς ἰδίᾳ μόνον οὐδὲ οὐρανοῦ μόνον· καὶ ὃ μὲν γῆν ταύτην τιθέμενος, ἐφʼ ἧς βεβήκαμεν, εἰς τοὺς ὑπʼ αὐτὴν ἄγει ποταμούς, ὃ δὲ ἐν οὐρανῷ τίθεται τοὺς ποταμοὺς καὶ κολάσεις ἐκεῖ ψυχῶν, παρʼ οἷς ἡ μακαριστὴ ζωὴ τῶν ψυχῶν—δηλοῖ δὲ ὁ Τίμαιος τὴν εἰς τὸ σύννομον ἄστρον ἀποκαταστᾶσαν εὐδαίμονα βίον λέγων ἕξειν, καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης τὰς μὲν εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια λέγων χωρεῖν — ὅπου καὶ οἱ ποταμοὶ πάντες καὶ αὐτὸς ὁ Τάρταρος, ὡς ἐν Φαίδωνι διδασκόμεθα —, τὰς δὲ εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς Δίκης κουφισθείσας διάγειν ἀξίως οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου· διʼ ὧν πολλοῦ δεῖ τοὺς ὑπὸ γῆν ποταμοὺς εἰς τοὺς πλάνητας ἀνάγειν—ἔτι τοίνυν ὃ μὲν εἰς πάντα τὸν οὐρανὸν ἀνάγει τὰς ἀποκαθισταμένας — καὶ γὰρ περὶ πάντας νενεμῆσθαι τοὺς ἀστέρας ὑπὸ τοῦ πατρὸς διαιρεθείσας ἰσαρίθμους τοῖς ἄστροις —, ὃ δὲ μόνον τὸν γαλαξίαν ἐκ τῶν ψυχῶν συμπληροῖ τῶν ἐντεῦθεν εἰς οὐρανὸν ἀναβεβηκυιῶν· καὶ ὃ μὲν τὰς εὐδαίμονας οὔ φησι χωρεῖν εἰς τὸν ὑποχθόνιον τόπον, ὃ δὲ ἄγειν ἀναγκάζεται πρῶτον εἰς ἐκεῖνον, εἴπερ πᾶσαν ψυχὴν εἰς τὸν δικαστὴν χωρεῖν πρῶτον δεῖ, ἔπειτα εἰς τὸν οὐράνιον τόπον ἀνελθεῖν, ὅπου γε διάγουσιν αἱ ψυχαὶ εὐδαιμόνως. καὶ γὰρ ἐπὶ ταῖς δίκαις καὶ δαιμόνων καὶ τόπων καὶ πραγμάτων δεῖ καὶ τὸν δαιμόνιον τόπον ὥσπερ λέγεται μέσον ὑποτίθεσθαι γῆς καὶ οὐρανοῦ, τοῦ μὲν θεῶν ὄντος τόπου, τῆς δὲ τὰ θνητὰ γεννώσης καὶ τρεφούσης. μέσος δὲ οὐρανοῦ καὶ γῆς τόπος ἐστίν, ὅστις πᾶσαν ἔξωθεν περιέχων τὴν γῆν ἄκρα τε αὐτῆς καὶ μέσα καὶ πολλῷ μᾶλλον τὰ ἔσχατα περικλείων ὑπέζωκεν τὸν οὐρανόν· οὐ γὰρ τινός, ἀλλὰ πάσης, οὐδὲ τινὸς οὐρανοῦ μέσος ἐστίν, ἀλλὰ παντός· ὥστε μετὰ πάντα μὲν τὸν οὐρανὸν ἔσται, πάσης δὲ ὑπερανέχων τῆς γῆς, καὶ οὐ τῶν κοιλωμάτων αὐτῆς μόνων, ἐν οἷς ἡμεῖς οἰκοῦμεν, ἀλλὰ καὶ τῶν ἄκρων, ἐν οἷς τίθησι ψυχῶν εὐδαιμόνων λήξεις οὔπω τελέως ἀποδυσαμένων τὰ ὑλαῖα σώματα, καθάπερ ἐν Φαίδωνι μεμαθήκαμεν. εἰ δὲ δεῖ ταῦτα προσίεσθαι, μόνος δὲ ὁ αἰθὴρ ὑπὸ τὸν οὐρανὸν ὢν κύκλῳ περιρρεῖ τὴν γῆν ὅλην, οὗτός ἐστιν ὁ δαιμόνιος τόπος, ἐν ᾧ καὶ οἱ δικασταὶ καθήμενοι μεταξὺ γῆς καὶ οὐρανοῦ καὶ ἡ τρίοδος αὕτη τῶν ψυχῶν καὶ ἡ συναφὴ τῶν χασμάτων τῶν τε εἰς γῆν τεινόντων καὶ τῶν εἰς οὐρανόν. ἀλλʼ ὅταν μὲν καλῆται τρίοδος, εἰς τὰς τριπλᾶς ἀνάγεται ζωὰς τῶν ψυχῶν, τὴν εἰς τὰ ἄκρα τῆς γῆς εὐδαιμόνων οὖσαν θεατῶν, τὴν εἰς τὸν ὑπόγειον τόπον κολαζομένων οὖσαν, τὴν εἰς γένεσιν ἀμφοῖν μεσότητα συμπληροῦσαν, ἢ καὶ ἄλλως τὴν οὐρανίαν, τὴν χθονίαν, τὴν ὑποχθονίαν, ἃς ἡ δικαστικὴ ψῆφος διατάττει· ἡ μὲν γὰρ τῆς ἀπολαύσεως καὶ εὐδαιμονίας ζωὴ ἐν οὐρανῷ ὡς θεία τίθεται, ἡ δὲ τῆς δίκης εἰς τὴν μέσην φέρεται χώραν, ἡ δὲ τῆς ποινῆς ἀξία διὰ τοῦ ξίφους ὑπὸ γῆς· ὅταν δὲ αὖ τῶν τεττάρων λέγηται χασμάτων κοινὸν σημεῖον, διπλᾶς ἀφανῶν ἔχει λήξεων ὁδούς, οὐρανίαν καὶ χθονίαν, καὶ διπλᾶς καθόδων εἰς γένεσιν, κατὰ δίκην ἑκατέρων ἀποτελουμένων. καὶ γὰρ αἱ λήξεις ὁρίζονται παρʼ αὐτῶν καὶ ἀπʼ ἐκείνων εἰς τὴν γένεσιν αὖθις ὁδοὶ γίνονται μετὰ τὰς περιόδους, ἃς ἀφωρίσαντο ἐκεῖνοι.
Τὸ μὲν οὖν τὸν δαιμόνιον τόπον δικαστικὸν εἶναι τόπον ἀπὸ τῶν ἐν τῷδε τῷ μύθῳ γεγραμμένων δῆλον, ἀφικνεῖσθαι φάντος αὐτοῦ μετὰ πολλῶν ἔς τινα δαιμόνιον τόπον, δικαστὰς δὲ ἐν αὐτῷ καθῆσθαι. τὸ δὲ μηδὲν τοῦτον διαφέρειν τῆς τριόδου τὸν ἐν Γοργίᾳ μῦθον ἡμᾶς διδάσκειν φήσομεν· ἐν γὰρ τῇ τριόδῳ καθῆσθαί φησιν ἐκεῖνος τοὺς δικαστάς. εἰ δὲ ἐκεῖνος καὶ τὸν λειμῶνα τῇ τριόδῳ συνῆψεν εἰπὼν ἐν τῷ λειμῶνι δικάζειν αὐτοὺς ἐν τῇ τριόδῳ, παντὶ δήπου γνώριμον, ὅτι τὰ τρία τὸν αὐτὸν δηλοῖ τοῦ κόσμου τόπον, ὁ δαιμόνιος, ἡ τρίοδος, ὁ λειμών. μεταξὺ δὲ οὐρανοῦ καὶ γῆς ὁ δαιμόνιος, ὥστε καὶ ἡ τρίοδος καὶ ὁ λειμών. ὁ δὲ αἰθήρ ἐστι μόνος ἀμφοῖν μέσος, ὡς δέδεικται διὰ τῶν ἐν Φαίδωνι γεγραμμένων, οὐ τινὸς γῆς, ἀλλὰ τῆς ὅλης ὑπερηπλωμένος καὶ τοῦ οὐρανοῦ παντὸς. … ὤν· διὸ καὶ αἰτιᾶται τοὺς πολλοὺς εἰς ταὐτὸν ἄγοντας αἰθέρα καὶ οὐρανόν. ἔστιν ἄρα καὶ ὁ δαιμόνιος τόπος καὶ ὁ λειμὼν καὶ ἡ τρίοδος οὐκ ἄλλο ἢ μέσον οὐρανοῦ παντὸς κατὰ Πλάτωνα· πλὴν τὸ μέσον ἀέρος καὶ γῆς ἀκρότης οὗτός ἐστιν ὁ ὑπὸ σελήνην τόπος. ὥστε καὶ λειμὼν εἰκότως ὀνομάζεται, τὰς ἀρχὰς τῆς γενέσεως περιέχων καὶ τῆς ἐν ὑγρῷ φερομένης φύσεως· μετʼ αὐτῆς γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ καὶ ἡ γῆ, παρʼ οἷς αἱ γενέσεις διʼ ὑγρότητος ἐπιτελούμεναι καὶ τῆς ἐπικτήτου θερμότητος. εἰ δὲ καὶ προσεχῶς εἰς τὴν σεληνιακὴν ἀνήρτηται σφαῖραν, ἐν ᾗ τῆς γενέσεως αἰτίαι πάσης καί, ὥς φησίν τις ἱερὸς λόγος, τὸ αὔτοπτον ἄγαλμα τῆς φύσεως προσλάμπει, δῆλον δήπουθεν, ὅτι καὶ ταύτῃ λειμὼν εἰκότως ὀνομάζεται, δεξάμενος ἐκεῖθεν πρῶτος τὰς προόδους τῶν τὴν γένεσιν συγκροτούντων πνευμάτων· καὶ δὴ καὶ τρίοδος ψυχῶν τριπλᾶ προστησαμένων εἴδη ζωῆς κατὰ τὸν ὀρθὸν λόγον προσαγορεύεται, ἀνιουσῶν, πιπτουσῶν, καταδεδικασμένων· καὶ τὸ τρίτον δαιμόνιος τόπος, ὡς τὴν μέσην χώραν τοῦ κόσμου λαχών. πάλαι γὰρ τοὺς δαίμονας καὶ ἡ Μαντινικὴ ξένη τῶν τε ἀθανάτων μέσους ὡρίσατο καὶ τῶν θνητῶν ὑπάρχειν, μέσος δὲ καὶ ὁ αἰθὴρ ἀμφοτέρων τούτων ἐστίν. εἰ δὲ δὴ καὶ τοὺς ἐν τῇ Ἐπινομίδι λόγους τις προσοῖτο τῷ αἰθέρι τοὺς δαίμονας ἀποδιδούσῃ καὶ ταῖς τε αἰσθήσεσιν ὀξυτέραις καὶ ταῖς διανοήσεσιν ἀχράντοις μειζόνως λεγούσῃ τὰ ἀνθρώπινα καθορᾶν, πάντως δήπου κἀκ τῶν ἐν ἐκείνῃ γεγραμμένων δαιμόνιον τόπον τὸν αἰθέρα λέγεσθαι παρὰ τοῦ Πλάτωνος οὐκ ἀπιστήσομεν. ἀλλʼ ἡ μὲν Ἐπινομὶς νοθείας ὑπάρχουσα μεστὴ καὶ νοῦ μυστηριώδους τὸν νηπιόφρονα καὶ νῷ ἀρχαῖον ἀπατᾷ. ὅτι δὲ τοῦτο καὶ ἐξ ἄλλων δέδεικται τὸ τῆς ὁμονοίας τῶν γραμμάτων, παραστήσονται οἱ καθʼ ἡμᾶς ταύτην εἶναι ψευδῆ τὴν ὑπόκρισιν τοὺς ἀμφὶ Πατέριον ἐξηγητάς, ἄνδρας ἡμῖν αἰδοίους, διότι καὶ ψυχὰς τὰς εὐδαίμονας εἰς ἐκεῖνον ἀνάγει τὸν αἰθέρα, καὶ τὸν Φαίδωνα μάρτυρα προϊσχομένους — ἀληθὲς μὲν γάρ ἐστιν ὅ φασιν, ἀλλʼ οὐ ταὐτόν —, ὡς ἐπὶ δικαστικὸν τόπον ἀνιέναι τὸν αἰθέρα φαίην ἂν ἐγὼ καὶ ὡς ἐπὶ λῆξίν τινα ψυχῶν — τὸ μὲν γὰρ αὐτῶν ποιεῖ τόπον, τὸ δὲ τῶν δικαστῶν. ἐπεὶ καὶ τῶν οὐρανίων μετέχειν δυνατόν, ἀλλʼ οὐχ ὡς οὐρανίους· γενόμενοι γὰρ ἐν οὐρανῷ γινόμεθα πάντως οὐράνιοι, μένοντες δὲ ὑπὸ τὸν οὐρανὸν μετέχειν οὐ κωλυόμεθα τῶν οὐρανίων· ὥστε καὶ εἰς τὸν αἰθέριον κλῆρον ὅταν μὲν ὡς εἰς δικαστικὸν ἀφικνώμεθα τόπον, διὰ τῆς πρὸς τοὺς δικαστὰς ἀνατάσεως τοῦτο λεγόμεθα πάσχειν, ὅταν δὲ ὡς εἰς λῆξιν ἡμῖν ἀπονεμομένην, ὅλοι τε ἐν αὐτῷ γιγνόμεθα καὶ ὡς ἡμέτερον αὐτὸν καταλαμβάνομεν.
Τοῦτο μὲν οὖν ταύτῃ διωρίσαμεν. μηδεὶς δὲ οἰέσθω δαιμόνιον τόνδε τὸν τόπον ἀκούσας ἢ διαφωνεῖν ταῦτα τοῖς ἐν Γοργίᾳ γεγραμμένοις, ἐν οἷς φησιν τοὺς δικαστὰς τῶν ψυχῶν ἡρωϊκάς τινας εἶναι ψυχάς, ἢ μόνους δαίμονας καθῆσθαι τῶν βεβιωμένων δικαστάς, θεοὺς δὲ ταύτην μηδαμῶς εἰληχέναι τὴν μοῖραν· ἢ τὰς τῶν μετηλλαχότων ψυχὰς εἰς δαιμονίας τῷ Πλάτωνι διεξερχομένας ἐν Κρατύλῳ, ὡς ἂν αὗται φέρωσι δικαστικὴν ψῆφον τῶν πεπρακότων ψυχῶν ἕκαστα τῶν εἰς τὴν τίσιν γενομένων· ἐν οἷς διαστέλλει θεοὺς δαιμόνων καὶ δαίμονας ἡρώων, τῶν ἐν Κρατύλῳ διὰ τῶν ὀνομάτων ἐξηυπορημένων περὶ τῶν τριῶν τούτων γενῶν, τῶν ἐν Συμποσίῳ περὶ τῆς τῶν δαιμόνων οὐσίας τε καὶ τάξεως πεφιλοσοφημένων, ὡς μέσης ὄντως οὔσης ἐν πᾶσι τοῖς ἐγκοσμίοις. ἀλλʼ οὑτωσὶ δαιμόνιον τόνδε λεγέτω τὸν τόπον, ὡς μέσον τοῦ παντὸς καὶ συμπορευόμενον μὲν τῷ οὐρανῷ, περιρρέοντα δὲ κύκλῳ τὸν θνητὸν ὅλον χῶρον. προσήκει γὰρ τοῖς δαίμοσιν ἐν πάσαις λήξεσιν ἡ μεσότης, ὡς τοῖς θεοῖς ἡ ἀκρότης, ὡς, εἰ βούλει, ταῖς ψυχαῖς ἡ τελευτὴ τῆς ἀσωμάτου ζωῆς. ὥστε κἂν ἐν οὐρανῷ πάντες ὦσι, θεοὶ δαίμονες ψυχαί, θείως εἰσίν, ἐπείπερ ὁ οὐρανὸς ἔχει τὴν ἀκροτάτην τάξιν, κἂν ἐν τῷ αἰθέρι, δαιμονίως διὰ τὴν μεσότητα τοῦ αἰθέρος, κἂν ἐν γῇ, ψυχικῶς διὰ τὴν ἐσχάτην ὕφεσιν πρὸς τὰ ἄνω τῆς γῆς, καὶ οὗ μὲν οὐρανίως, οὗ δὲ αἰθερίως, οὗ δὲ χθονίως ἡ τριάς. δαιμόνιος οὖν τόπος οὐχ ὡς μόνων δαιμόνων ὁ αἰθὴρ κλῆρος, ἀλλʼ ὡς, κἂν θεοὶ δικαστικὴν ἐν αὐτῷ κληρωσάμενοι τάξιν ὦσιν ἢ ἄλλην ἰδιότητα προνοίας λαχόντες, κἂν δαίμονες ὑπηρετοῦντες ταῖς βουλήσεσι τῶν θεῶν, κἂν ψυχαὶ κατὰ σχέσιν δικαστικὴν προβεβλημέναι ζωήν, πάντων δαιμονίως ὄντων ἐκεῖ καὶ τὸ μέσον αὐτὸ τῆς ὑπάρξεως σύνθημα προτεινόντων· ὡς καὶ τοὺς ἐκεῖ θεοὺς μέσους εἶναι τῶν οὐρανίων θεῶν καὶ χθονίων, ὅταν ὑποληφθῶσιν ὡς προνοηταί, καὶ τὰς ψυχὰς τῶν κρειττόνων καὶ καταδεδικασμένων ψυχῶν, διʼ ὧν συνδεῖται τὸ πᾶν· οὐ γάρ ἐστιν οὐσίας ὄνομα τὸ δαιμόνιον, ἀλλὰ μόνης σχέσεως, ἣν ἔχειν δεῖ πρὸς ἄμφω τὰ ἄκρα τὸ μέσον. πῶς γὰρ οὐχὶ καὶ θεῶν ἂν εἴη τόπος ἐκεῖνος, εἴπερ καὶ χθονίους ἐν Νόμοις θεοὺς θεραπεύειν ἐδιδάχθημεν; πῶς δʼ οὐχὶ καὶ ψυχῶν μοῖραν ἐχουσῶν εὔμοιρον, εἴπερ εἰς ἐκεῖνον τὸν τόπον καὶ τὰ ἄκρα τῆς ἐν τῷ αἰθέρι γῆς δύνανται λήξεως μεταλαγχάνειν θείας, ὡς ἐν Φαίδωνι παρειλήφαμεν; πάντων οὖν εἷς τόπος ἐκεῖνος ὤν, θεῶν δαιμόνων ψυχῶν, ὡς ἂν μέσος ὤν, δαιμόνιος ἀπὸ τῆς τῶν λαχόντων αὐτὸν μέσης ὠνόμασται τάξεως.
Τούτων δὲ ὡς οἶμαι διηρθρωμένων, τίς τε ἡ ἐπὶ τὸν δαιμόνιον τόπον ἄφιξις καὶ τίς ἐστιν αὐτὸς οὗτος, ὃν καλεῖ δαιμόνιον τόπον, καὶ διὰ τί ταύτην ἔχει τὴν ἐπωνυμίαν, λέγωμεν περὶ τῶν χασμάτων ἑπομένως·
Ἐν ᾧ τῆς τε γῆς δύʼ εἶναι χάσματα ἐχομένω ἀλλήλοιν καὶ τοῦ οὐρανοῦ αὖ ἐν τῷ ἄνω ἀλλὰ κατʼ ἀντικρύ, δικαστὰς δὲ μεταξὺ τούτων καθῆσθαι τῶν χασμάτων.
Τετράδα μὲν πεποίηκεν ὁ λόγος, ὡς τῇ τε δημιουργίᾳ πάσῃ συμβαίνουσαν καὶ τῷ τετραμερεῖ κόσμῳ καὶ ταῖς τέτταρσι τῶν ὅλων ἀρχαῖς συναρμοζομένην. ἄνωθεν γὰρ αὕτη διʼ ὅλων διεξιοῦσα τῶν ἐγκοσμίων τὰ πάντα προσήγορα ἀλλήλοις κατεστήσατο καὶ τόν τε οὐρανὸν αὐτὸν τέτραχα διεῖλεν καὶ τὰ κέντρα διεστήσατο τοσαῦτα καὶ τὰ ὑπὸ τὸν οὐρανὸν στοιχεῖα διεκόσμησεν· ὥστε καὶ τὰς ψυχικὰς ζωὰς εἰκότως εἰς τέσσαρα διεμερίσατο γένη κατὰ τὴν τοῦ παντὸς διακόσμησιν τὴν δημιουργικήν· καὶ γὰρ ἡ ψυχὴ λόγων ἐστὶ μέτοχος, ἐκ μὲν τῆς δημιουργικῆς μεταδόσεως δεξαμένη τὸ πέρας καὶ τὴν ταυτότητα τῆς οὐσίας καὶ τὴν μόνιμον ἵδρυσιν τὴν ἐν ταῖς οἰκείαις ἀρχαῖς, ἐκ δὲ τῆς ζωογόνου δυάδος εἰς ἑαυτὴν εἰσιούσης καὶ ἀφʼ ἑαυτῆς γεννώσης τὰ μεθʼ ἑαυτὴν τὰς ποικίλας ζωὰς καὶ καθʼ ἑτερότητα διϊσταμένας ἀλλήλων καὶ τὰς παντοίας προόδους καὶ τὰς ἀνελίξεις τῶν ζωτικῶν λόγων. ταῦτα δὲ ἀμφότερα μάλιστα τὴν ψυχικὴν τετράδα συνίστησιν περὶ τὸ μένον τὴν κίνησιν τῆς ψυχῆς καὶ περὶ τὸ πέρας τὴν ἀπειρίαν ἀφορίζουσαν. μένουσα γὰρ ἀεὶ ἡ αὐτὴ κατὰ τὴν οὐσίαν ἐξαλλάττει τὰς ζωάς, ἀνιοῦσα κατιοῦσα δυομένη κατὰ τῆς γῆς, ἀνίσχουσα ἐκεῖθεν καὶ διαύλους ἀποτελοῦσα καὶ περιόδους ἀπεράντους. καὶ μὴν καὶ ἡ διαίρεσις τῆς ζωτικῆς ταύτης τετράδος οὐκ εἰς μονάδα καὶ τριάδα γενομένη — δυνατὸν γὰρ ἦν καὶ οὕτως τὸν τέσσαρα τεμεῖν —, ἀλλὰ δὶς δύο πάντως που ποιεῖ γνώριμον, ὅτι τὸ ὅλον εἶδος ἀφορίζει τῆς τετράδος ταύτης οὐχ ἡ μονάς — ὅπερ ἂν ἦν εἰς μονάδα καὶ τριάδα τῆς τομῆς οὔσης —, ἀλλʼ ἡ δυάς. καὶ γὰρ οὐκ ἔστιν οὐσιώδης, ἀλλὰ ζωῆς διαφορότης καὶ τῶν ἐν αὐτῇ κινήσεων· αἱ δὲ κινήσεις πρὸς τῆς ἀπειρίας εἰσὶ καὶ τῆς ἀορίστου δυάδος, ὡς ἂν οἱ Πυθαγόρειοι φαῖεν, καὶ τῶν θεολόγων πάλαι τὴν δυαδικὴν αἰτίαν τῶν ψυχῶν κινεῖν εἰς προόδους καὶ μερισμοὺς λεγόντων οὐ τὰς ψυχὰς μόνον — καὶ ταύτας μὲν γάρ … προτέρας οὔσας τῶν νῦν πολλαχοῦ ζωῶν· ὅπερ ὁ μῦθος ἐννοήσας ἐπιβούλησιν ἔθετο. τὸ μὲν οὖν τετραδικὸν κοινὸν ὂν τῇ τε οὐσίᾳ τῆς ψυχῆς καὶ τῇ ζωῇ τῶν αἰτίων αὐτῆς ἀμφοτέρων ἀνῆπται τῶν τε πατρικῶν καὶ τῶν μητρικῶν, τὸ δὲ μοναδικὸν καὶ τριαδικὸν τὴν οὐσίαν τὴν ψυχικὴν μίαν τε καὶ τριφυῆ ποιοῦν εἰς τὴν πατρικὴν αὐτὴν ἀνατείνει μονάδα, τὸ δὲ δὶς δύο τὴν ἐν αὐτῇ ζωὴν ποικιλλομένην παντοίαις κινήσεσιν καὶ ἀόριστον ὡς ἀληθῶς οὖσαν εἰς τὴν μητρικὴν ἀναφέρει δυάδα.
Τίνες δὴ οὖν αἱ δυάδες αὗται; πρῶτον μὲν οὖν ἐκεῖνό μοι δοκεῖ μὴ παρέργως ὁ Πλάτων ὀνομάσαι χάσματα τὰς δύο δυάδας, ἀλλʼ εἰδὼς καὶ τὸν θεολόγον Ὀρφέα τούτῳ τῷ ὀνόματι καλοῦντα τὴν πασῶν κινήσεων καὶ προόδων πρωτουργὸν ἐν τοῖς νοητοῖς αἰτίαν, ἣν οἱ Πυθαγόρειοι δυάδα νοητὴν καὶ ἀόριστον προσηγόρευον· Αἰθέρα μὲν Χρόνος οὗτος ἀγήραος, ἀφθιτόμητις γείνατο καὶ μέγα χάσμα πελώριον ἔνθα καὶ ἔνθα. καὶ μικρὸν ὕστερον· χάσμα δʼ ὑπʼ ἠέριον καὶ νήνεμος ἐρράγη αἰθὴρ ὀρνυμένοιο Φάνητος.
εἰ γὰρ ταύτην ἔχει τὸ πρώτιστον καὶ νοητὸν χάσμα τὴν δύναμιν, κινεῖν πάντα καὶ διεγείρειν ἐς προόδους καὶ παντοίας διακρίσεις, εἰκότως δήπου καὶ τὰς μεταβατικὰς τῶν ψυχῶν ἐφʼ ἑκάτερα κινήσεις καὶ ἀφʼ ἑκατέρων εἰς τὸ μέσον ὁδοὺς χάσματα προσείρηκεν, ὡς ἐσχάτην ἀφομοίωσιν πρὸς τὸ νοητὸν χάος φερούσας. ὅτι δὲ οὐκ ἐνταῦθα μόνον ὁ Πλάτων ἐξέθηκε τὰς ἐν δικαστηρίῳ ὁδοὺς τῶν ψυχῶν, ἀλλὰ καὶ ἐν τῷ Φαίδρῳ, φανερὸν ἐκ τῶν γεγραμμένων κρίσεων τῶν ἐκεῖ· τὰς ψυχὰς τὰς μὲν εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἀφικνουμένας δίκην ἔφατο τίνειν, τὰς δὲ εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς Δίκης κουφισθείσας διάγειν ἀξίως οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου. καί εἰσιν αὗται αἱ δύο πορεῖαι τῶν ψυχῶν, ἃς καὶ ἐνταῦθα ἀφηγούμενος τὴν μὲν εἰς τὸ ἄνω φησὶν ἄγειν καὶ τὸ πρόσθεν, τὴν δὲ εἰς τὸ κάτω καὶ τὸ ὄπισθεν. εἶτα τὰς λοιπὰς δύο προστίθησιν λέγων· τῷ δὲ χιλιοστῷ ἀμφότεραι ἀφικνοῦνται ἐπὶ κλήρωσιν καὶ αἵρεσιν δευτέρου βίου. περὶ ὧν καὶ ἐνταῦθα διαλεγόμενός φησιν τὰς μὲν ἐξ οὐρανοῦ κατιέναι, τὰς δὲ ἐκ τοῦ τῆς γῆς ἀνιέναι χάσματος, καὶ κατασκηνᾶσθαι σφᾶς ἐν τῷ λειμῶνι· δέδεικται δὲ ἡμῖν ἔμπροσθεν, τίς ὁ λειμών. ἔχομεν οὖν καὶ ἐκ τοῦ Φαίδρου τὰ δύο χάσματα τὰ τὰς λήξεις ὁρίζοντα καὶ τὰ λοιπὰ δύο τὰ ἀντίστροφα τούτοις, τῇ μὲν εἰς οὐρανὸν ἀγούσῃ τὸ ἐκεῖθεν κατάγον, τῇ δὲ εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια παραπεμπούσῃ τὸ ἐκεῖθεν ἀνάγον, τὸ δὲ κοινὸν τῶν τεττάρων τμῆμα καὶ σημεῖον τοῦτον τὸν λεγόμενον δαιμόνιον τόπον καὶ λειμῶνα καὶ τρίοδον· ἐν δὲ τοΰτῳ καθῆσθαι τοὺς δικαστάς. τοὺς δὲ αὐτοὺς δικαστὰς ἐν μὲν Γοργίᾳ τίνας ἔφατο, καὶ ἐνταῦθα δεδηλώκαμεν καὶ ἐν τοῖς εἰς ἐκεῖνα γεγραμμένοις ἔναγχος ἡμῖν· νυνὶ δὲ κοινότερον ἀκούειν ἀξιοῦμεν πάντας τοὺς ταύτην εἰληχότας τὴν δύναμιν ἐν θεοῖς, ἐν δαίμοσιν, ἐν ἥρωσιν. τῶν γὰρ ποτὲ δικαστῶν ἡ τάξις τῶν ἐν σώμασι καὶ τῶν ἀεὶ ὡς ἐν Γοργίᾳ μερική ἐστι, κρινόντων τὰς ψυχὰς ἀσωμάτους. δείκνυσι δὲ τὴν μερικὴν ἐκείνων τάξιν καὶ τὸ εἰς Πλούτωνος αὐτοὺς παραπέμπειν τὰς ψυχὰς εἴς τε μακάρων νήσους καὶ εἰς Τάρταρον, τούτους δὲ καθολικώτερον εἴς τε οὐρανὸν καὶ τὰ ὑπὸ γῆς πάντα δικαιωτήρια· περιεκτικώτερα δὲ ταῦτα τοῦ Ταρτάρου καὶ ἡ οὐρανία ἄρα λῆξις τῆς ἐν μακάρων νήσοις· ὥστε καὶ οἱ τῇδε δικασταὶ τῶν ἐν Γοργίᾳ περιληπτικώτεροι, καὶ οὐχ ἡρωϊκαὶ ψυχαὶ μόνον ἔσχαται οὖσαι τῶν δικαστικῶν δυνάμεων, ἀλλὰ καὶ εἴ τινες ἄλλοι πρὸ τούτων, ὡς ὁ οὐρανὸς πρὸ τῶν μακάρων νήσων, ὡς τὰ δικαιωτήρια τὰ ὑπὸ γῆς πρὸ τοῦ Ταρτάρου· τοῦτον γὰρ δεσμωτήριον τίσεως εἶπεν εἶναι καὶ δίκης, ἀλλʼ οὐχ ἁπλῶς δικαιωτήριον. τί γὰρ ἄλλο ἐστὶν τὸ δικαιωτήριον ἢ τὸ δικαιοῦν καὶ κατὰ δίκην ἀπευθῦνον; τί δὲ ἄλλο τὸ τῆς τίσεως δεσμωτήριον ἢ τὸ τίσιν καὶ τιμωρίαν ἐσχάτην ἐπάγον καὶ συμποδίζον τὰς ψυχάς; ὅτῳ δὲ διαφέρει τιμωρία δίκης καὶ ὡς ἣ μὲν ὀνίνησιν, ἣ δὲ τῶν ἀνιάτων ἐστὶ ψυχῶν, αὐτοῦ διδάσκοντος ἐν ἐκείνῳ τῷ μύθῳ μεμαθήκαμεν. ὅτι δὲ καὶ αἱ μὲν μακάρων νῆσοι Πλουτώνειοι λήξεις εἰσίν, αἱ δὲ οὐράνιαι τῆς τοῦ πρώτου τῶν τριῶν Διὸς ἀρχῆς κατὰ τὴν εἰς τρία τῶν Κρονιδῶν τομὴν τοῦ κόσμου, πάλιν ἐν τοῖς αὐτοῖς ἀποδεδείχαμεν λόγοις· καὶ ὡς ἡ μὲν εἰς Πλούτωνός ἐστι τρίοδος ἢ εἰς τὰς μακάρων νήσους ἢ εἰς τὸ δεσμωτήριον τῆς τίσεως ἢ εἰς τοὺς καθαρτικοὺς τόπους, ἡ δὲ εἰς Διὸς μοναδικὴ πρὸς οὐρανὸν ἄγουσα, ἡ δὲ εἰς Ποσειδῶνος σώζει τὰ τῶν χθονίων δικαστῶν. προσῆκεν ἄρα καὶ αὐτοὺς τοὺς δικαστὰς τὸ ἀνάλογον ταῖς ὁδοῖς σώζειν, τῶν ἐν Γοργίᾳ λεγομένων ὁλικωτέρους, καὶ ἐκείνους ἥρωας, τούτους δαίμονας καὶ θεοὺς ἡγεῖσθαι περιέχοντας καὶ τὴν ἐκείνων τάξιν.
Τὸ μὲν οὖν κατʼ ἀντικρὺ τὰ ἐν οὐρανῷ χάσματα εἶναι τοῖς κατὰ γῆς τεταμένοις οὐχ ἁπλῶς ἀκούειν ἄξιον, κατʼ ἀντικρὺ λέγεσθαι τῷ τὰ μὲν ἄνω πως εἶναι καὶ οὐράνια, τὰ δὲ κάτω που καὶ χθόνια — καὶ τοῦτο μὲν γάρ —, ἀλλὰ καὶ μερίζειν καὶ τῷ μὲν ἑτέρῳ τῶν ἄνω τὸ ἕτερον ἀντιτιθέναι τῶν κάτω, τῷ δὲ λοιπῷ τὸ λοιπόν. καὶ δὴ καὶ ἐπισκοπεῖν προσήκει πότερον ποτέρῳ, λέγω δέ, εἰ τῷ κατάγοντι κατὰ γῆς τὸ ἀνάγον εἰς οὐρανὸν καὶ τῷ ἀνάγοντι ἀπὸ γῆς τὸ ἐξ οὐρανοῦ πάλιν κατάγον. ἀλλὰ τοῦτο ἄτοπον· εἰς γὰρ ταὐτὸν τούτων ἡ ὁδός, εἰς τὸν κοινὸν τόπον τὸν λειμῶνα. λείπεται οὖν τὸ μὲν κατάγον ἐπὶ γῆς ἀπὸ τοῦ μέσου τόπου κατʼ ἀντικρὺ λέγειν τῷ ἐξ οὐρανοῦ κατάγοντι πρὸς τὸ μέσον, τὸ δὲ ἀνάγον ἀπὸ γῆς εἰς τὸν μέσον τόπον τῷ ἀπὸ τούτου εἰς οὐρανὸν ἀνάγοντι. τὸ δʼ αἴτιον, ὅτι τὰ ἐναντία πάθη πεπόνθατον· ὃν γὰρ ἀπολείπει τόπον θάτερον, καταλαμβάνει τὸ λοιπόν· ἴδιον δὲ τοῦτο τῶν ἐναντίων.
Εἰ δὲ δεῖ μὴ κινήσεις μόνας διὰ τῶν χασμάτων ὁρᾶν μηδὲ ὅλως χάσματα τοιαῦτα νοεῖν οἷον χωρητικοὺς τόπους — γῆ μὲν γὰρ στόμια ἄττα ἔχειν καὶ διάστασιν οὐ κωλύεται, διʼ ὧν χωρεῖν δυνατόν, οἷα δὴ καὶ ἱστόρηται πολλαχοῦ· — Πλουτώνειοι γὰρ δικασταὶ ἀπὸ Πλούτωνος, Αἰακὸς δηλαδὴ Ῥαδάμανθυς καὶ Μίνως· διὸ δὴ δαιμόνιον τὸν τόπον ἐκεῖνον νόει, ᾄττεσθαι δὲ τὰς ψυχὰς ἐν τούτῳ τῷ τόπῳ καὶ ἐν ἄλλοις χωρὶς σώματος—ἐπεὶ οὖν σωματικῶς τὰ χάσματα θεωρεῖν ἀμήχανον, ἐφιστάνειν χρή, μήποτε δαιμονίας τινὰς διὰ τούτων τάξεις ὁ μῦθος αἰνίσσεται δεχομένας τὰς ψυχὰς ἢ κατιούσας ἢ ἀνιούσας καὶ παραπεμπούσας εἰς τὸν οἰκεῖον ἕκαστα τόπον, ἃς ἀπείκασεν χάσμασιν ὡς κινήσεων προστάτιδας καὶ συστοίχους οὔσας πρὸς τὴν τοῦ χάους ἐκείνου δύναμιν, καθάπερ εἴπομεν, τοῦ πασῶν αἰτίου προόδων καὶ κινήσεων. ἐπεὶ καὶ αὐτὸς παρέχει τῶν τοιούτων ὑπονοιῶν ἡμῖν ἀφορμὴν εἰπὼν τῷ ἀπὸ γῆς ἀνάγοντι χάσματι παρεστῶτας τὸ φθέγμα καταμανθάνειν καὶ μυκωμένου κατέχειν ἔτι τὰς ἀνιέναι πρὸ τοῦ καιροῦ σπευδούσας ἀπὸ τῶν δικαιωτηρίων ἐκείνων ψυχάς, ὡς ἂν κἀκείνου συναίσθησιν ἔχοντος τῆς ἀξίας τῶν ψυχῶν, καὶ τῶν αὐτόθεν ἐφεστώτων ταῖς ἀνιούσαις ἐκεῖθεν δαιμόνων ὄντων δηλονότι, καὶ ἢ ἀφιέντων ἢ κωλυόντων ἐκείνῳ συνεπομένων καὶ τῷ ἐκείνου φθέγματι συνθήματι τῆς ἀξίας χρωμένων. μήποτε οὖν περὶ πάντων κοινῇ λεκτέον δαιμονίας εἶναι τάξεις τὰ χάσματα τετραχῇ διατεταγμένας — διὸ καὶ ὁ τόπος ὁ μέσος, ὁ κοινὸς τῶν χασμάτων, καλεῖται δαιμόνιος —, ὧν αἳ μέν εἰσιν λήξεων προστάτιδες εὐμοιροτέρων ἢ τληπαθεστέρων — δῆλον δὲ πότεραι ποτέρων —, αἳ δὲ εἰς γένεσιν καθόδων ἄνωθεν ἢ κάτωθεν. καὶ γὰρ αἳ μὲν ἐξ οὐρανοῦ τὴν ἀρχὴν ἄγουσιν, αἳ δὲ ἐκ τοῦ Ταρτάρου, καὶ μόνος ὁ μέσος χῶρός ἐστιν ὁ πρὸς ἄλλην καὶ ἄλλην δύναμιν τεταγμένος. τεκμαίρομαι δὲ ὅτι πλῆθος τὸ δαιμόνιον καθʼ ἕκαστον, διότι ἐφʼ ἑνὸς τοῦ ἐκ τῆς γῆς ἀνάγοντος παρεστῶτας ἔφη τινὰς καὶ καταμανθάνοντας τοῦ χάσματος τὸ φθέγμα δρᾶν, ἃ δὴ καὶ δρᾶν λέγονται περὶ τὰς ψυχάς, ὡς ἂν πολλῶν ὄντων τῶν κατʼ ἐκεῖνο τεταγμένων· ὥστε καὶ ἐπὶ πάντων ἔοικεν πλῆθος χρῆναι κατὰ τὸ ἀνάλογον λαμβάνειν. καὶ γὰρ οὐδὲν θαυμαστὸν πολλοὺς εἶναι τοὺς καθʼ ἕκαστον ἐφεστῶτας, ἢ κατὰ τὰ εἴδη τῆς τῶν ψυχῶν ζωῆς διῃρημένους, ἢ κατὰ τὰς διαφορὰς τῶν τόπων, ἐφʼ οὓς ἄγουσιν ἢ ἀφʼ ὧν τὰς ψυχάς, ἢ κατὰ τὰ μέτρα τῶν περιόδων διατεταγμένους, ἢ κατʼ ἄλλην ἐξαλλαγὴν τοιαύτην πεπληθυσμένους, ἑκάστου δὲ πλήθους τὴν κοινὴν ἰδέαν τὴν χωρητικὴν καὶ διαπορθμευτικὴν τῶν ψυχῶν ἀπʼ ἄλλων τόπων εἰς ἄλλους ἀμείνους ἢ χείρους χάσμα προσαγορεύεσθαι, μίαν ὑποδοχὴν οὖσαν πασῶν τῶν ἐκ τοῦ αὐτοῦ στελλομένων εἰς τὸ αὐτό. καὶ γὰρ τὰ χάσματα δίοδοί τινες εἶναι φιλοῦσιν ἢ ὑδάτων ἢ πνευμάτων, ὧν δύνανται δέχεσθαι καὶ εἰς ἄλλην παραπέμπειν χώραν, εἰς τὸ κάτω χωροῦντος ἢ εἰς τὸ ἄνω τοῦ τὸ χάσμα ποιοῦντος, ὥσπερ εἴπομεν, ὕδατος ἢ πνεύματος. εἰ δὲ καὶ τὰ κάτω χάσματα δύʼ ὄντα ἔχεται ἀλλήλων καὶ τὰ ἄνω τὸν αὐτὸν τρόπον, δῆλον οἶμαι καὶ ἐκ τούτων, ὅτι τὰ μέν ἐστιν ἀλλήλοις συγγενῆ μᾶλλον ὡς Πλουτώνεια, τὰ δὲ ἀλλήλοις ὡς Δίϊα, καὶ τὸ κοινὸν σημεῖον δηλοῖ τὴν ἀδιαίρετον αὐτῶν κοινωνίαν καὶ ὁμόνοιαν, ἀφʼ ἧς ἕνωσιν λαμβάνει τὸ πλῆθος· δεῖ γὰρ κατὰ πλήθη κοινωνεῖν τὰ χάσματα καὶ ἡνῶσθαι περὶ τὸν αὐτὸν ὥσπερ διʼ ἡνωμένον θεόν.
Ἀλλὰ τούτων μὲν ἅδην, ἐπὶ δὲ τὰ ἑπόμενα τούτων χωρῶμεν· τάχα γὰρ ἄν τι καὶ ἐν τοῖς ἑπομένοις ἀκούσαιμεν περὶ τούτων σαφές.
Ἔοικεν δὲ καὶ τὸ ὅλον σχῆμα τῶν χασμάτων χειὰς μιμούμενον μάλιστα προσήκειν ψυχαῖς οὐ μόνον ταῖς μερικαῖς, ἀλλὰ καὶ ἁπάσαις ἁπλῶς. ὃ καὶ τὸν Τίμαιον δηλοῦν· ὁ γοῦν παρʼ αὐτῷ δημιουργὸς σχίσας τὴν μίαν εὐθεῖαν τῶν ἀριθμῶν τῶν ἁρμονικῶν καὶ δύο ποιήσας συνάψας αὐτὰς κατὰ μέσας οἷον Χῖ ποιεῖν λέγεται, τοῦτον τὸν χαρακτῆρα τῇ οὐσίᾳ τῶν ψυχῶν ἐγκάρδιον ἐνθεὶς πάσης ἴδιον ὄντα ψυχῆς. αἴτιον δὲ ὅτι καὶ ἡ ἀρχικὴ τῶν ψυχῶν μονὰς ἐκ τοιούτων ἦν χιασμάτων, ὡς ὁ χαρακτὴρ αὐτῆς διασημαίνει. καὶ οὐκέτι ταῦτα Πλάτωνος οὐδὲ Τιμαίου λόγοι τινός, ἀλλὰ θεουργῶν καὶ θεῶν ἄγνωστα γραφόντων· καὶ ὅστις ἱστόρησεν τὸ πτέρωμα τῆς ἀρχικῆς ψυχῆς, οἶδεν ὃ λέγω. τῇ δʼ οὖν ζωῇ τῇ ψυχικῇ τὸν τοῦ Χῖ χαρακτῆρα καὶ ὁ Τίμαιος ἀνῆκεν· ἀλλʼ ἡ μὲν ὅλη ψυχὴ καὶ πᾶσα ἡ κρείττων ἡμῶν ἐνεργεῖ καὶ κατὰ τοῦτον ἀεὶ τὸν χαρακτῆρα ζωογονικὸν ὄντα καὶ κατὰ τοὺς δύο κύκλους νοεροὺς ὄντας· ἡ δὲ ἡμετέρα χωρὶς μὲν κατʼ ἐκεῖνον, χωρὶς δὲ κατὰ τοὺς ἐν αὐτῇ κύκλους. ὅθεν οἶμαι καὶ νῦν τὸ χίασμα παρείληπται μόνον, τὰς ζωτικὰς κινήσεις τῶν ψυχῶν ὑποδεχόμενον ἄνω τε καὶ κάτω καὶ αὖ ἄνω … ας· ἀλλὰ κατʼ ἀντικρὺ μὲν εἰπὼν ἐδήλωσε ταὐτὸν εἶναι τῷ ἄνω. καὶ ταῦτα συμβαίνοντα πλέον τῇ τε οὐσίᾳ τῶν ψυχῶν καὶ ταῖς τῶν ἱερατικῶν φήμαις· ἐπὶ δὲ τὴν τῶν ἑπομένων ἀνάπτυξιν ἡμῖν ἰτέον.
Οὓς ἐπειδὴ διαδικάσειαν, τοὺς μὲν δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξιάν τε καὶ ἄνω διὰ τοῦ οὐρανοῦ σημεῖα περιάψαντας τῶν δεδικασμένων ἐν τῷ πρόσθεν· ἕως τοῦ· πάντων ὧν ἔπραξαν.
Ἡ μὲν διαδικασία τῶν δικαστῶν ἐστι κρίσις πολυειδὴς διαιρουμένη περὶ τὰς μετεχούσας αὐτῆς ψυχάς. ὡς γὰρ αὐτοὶ περὶ τὴν δίκην μερίζονται μονάδα δικαστικὴν οὖσαν πᾶσιν τὸ κατʼ ἀξίαν ἀπονέμουσαν, θεοῖς, δαίμοσιν, ψυχαῖς ἀθανάτοις, θνηταῖς φύσεσιν, σώμασιν — οὐδὲν γὰρ ἔξω δύναται τῆς ὅλης δίκης πεσεῖν —, οὕτω δὴ καὶ αἱ ψυχαὶ διῃρημένως ὑποδέχονται τὴν ἀπʼ αὐτῶν κρίσιν, ὥστε τὰς μὲν ἄλλων, τὰς δὲ ἄλλων μέτρων τυγχάνειν, ἐκείνων ἀλλήλοις ὁμογνωμονούντων καὶ καθʼ ἕνα νοῦν ἐνεργούντων καὶ ἀποπληρούντων τὴν περὶ τὰς ψυχὰς βούλησιν τῆς Δίκης ἅπασαν. Δίκη μὲν γὰρ καὶ θεοῖς ἐφέστηκεν φρουροῦσα τὴν ἑκάστων ἀξίαν ἐν τῷ παντὶ καὶ τὸν ὅρον τὸν δημιουργικόν. διὸ καὶ τῷ Διῒ τοῖς Τιτᾶσιν τὰς ἐγκοσμίους διανέμειν παρασκευαζομένῳ λήξεις ἕπεσθαι τὴν Δίκην ὁ Ὀρφεύς φησιν· τῷ δὲ Δίκη πολύποινος ἐφέσπετο πᾶσιν ἀρωγός. εἰ γὰρ πᾶσιν ἀρωγὸς πολύποινος, εἰ τῷ δημιουργῷ τοῦ παντὸς συνδιακοσμεῖ τὰ πάντα, θεῶν ἄρχει, δαίμοσιν συνεπιστατεῖ, ψυχὰς διαδικάζει καὶ ἁπαξαπλῶς διὰ πασῶν διέρχεται τῶν ψυχῶν ἡ κρίσις, καὶ δικαίων δὲ λέγονται ψυχῶν εἶναι τοὺς θεοὺς διαδικάζοντας διὰ τῶν κρειττόνων λήξεων· καὶ ἐπὶ ταύταις διαδικάζουσιν ὡς κριτικὰς τούτων ἔχοντες δυνάμεις καὶ ταύτῃ μιμούμενοι τὴν ὅλην Δίκην, μέτρα δὲ ἄλλαις ἄλλα, καθάπερ εἴπομεν, διανέμοντες. καὶ εἰ τῶν κρινόντων ὁ νοῦς εἷς, ἀλλʼ ἡ τῶν κρινομένων διαφορότης πολυειδεῖς ποιεῖ τὰς κρίσεις· ἄλλαι γὰρ ἄλλης ἀξίας καὶ περὶ ἄλλων ἄλλη ψῆφος.
Ἡ μὲν τοίνυν διαδικασία τοιαύτην ἔμφασιν ἔχει, ταῖς πολλαῖς ψυχαῖς τὰ πολλὰ καὶ ταῖς ἐξηλλαγμέναις τὰ ἐξηλλαγμένα κριτικὰ μέτρα διατάττουσα καθʼ ἕνα τῶν κρινόντων νοῦν εἰς μίαν ἀνατεινόμενον μονάδα θείαν, τὴν δίκην· ἡ δὲ κέλευσις ἡ δικαστικὴ μετὰ τὴν διαδικασίαν ἀκόλουθός ἐστιν, εἰς ἔργον προάγουσα τὴν νοερὰν τῶν δικαστῶν περὶ ἑκάστων κρίσιν. καὶ δῆλον, ὅτι ἐπειδήπερ οὐ λόγῳ κελεύουσιν, ὥσπερ οἱ ἐνταῦθα δικάζοντες προστάττουσιν, ὅ τι χρὴ παθεῖν τοὺς διαδικασαμένους, ἀλλὰ διʼ αὐτῆς τῆς ζωῆς χωρεῖ τῶν τε κριθέντων καὶ τῶν ὑπουργούντων αὐτοῖς δαιμόνων ἡ τοιάδε κέλευσις, τοῖς μὲν πορεύουσιν τὰς ἀρχὰς ἐνδίδωσι τῆς προσεχοῦς εἰς τὰς ψυχὰς ποιήσεως, τοῖς δὲ πορευομένοις τῆς ἐπὶ τοὺς προσήκοντας τόπους κινήσεως ἀνεγείρει τὰς ὁρμάς. φέρεται μὲν γὰρ ἕκαστον κατὰ τὸν ἐν ἑαυτῷ νόμον εἰς τὸ ὅμοιον καὶ ἐπείγεται τὸ μὲν εἰς οὐρανὸν οὐράνιον ὄν, τὸ δὲ εἰς γῆν χθόνιον· προστιθεμένη δὲ τῶν δαιμόνων ἡ ἐπιστασία ταῖς ψυχαῖς ἐντίθησιν ἐν ἑκάστῃ τὴν ἀποπλήρωσιν τῆς κρίσεως. καὶ ποιεῖ διὰ δυνάμεών τινων θαυμασίων καὶ τὰ ἀσώματα εἰς τὰ ἀσώματα· ὡς γὰρ τὰ σώματα εἰς τὰ σώματα δύει, τὰ ἀσώματα δύει εἰς τὰ ἀσώματα· πλὴν ὅτι διέστηκεν ὁ τῆς ποιήσεως τρόπος, ἢ ἀσώματος ὢν ἢ σωματοειδής. κοινὸν δὲ πάντων, ὅτι δύναμιν ἐνδίδωσιν πᾶν τὸ ποιοῦν εἰς τὸ πάσχον τινὰ καὶ τὸ λαβὸν ἕπεται τῇ τοῦ δεδωκότος δυνάμει. καὶ αἱ ψυχαὶ τοίνυν ὡρμημέναι καὶ ἀφʼ ἑαυτῶν εἰς τὰς οἰκήσεις τὰς πρεπούσας προσλαμβάνουσιν καὶ ἀπὸ τῶν δικαστῶν εἰς τὴν ἐπʼ ἐκείνας πορείαν δύναμιν καὶ λαβοῦσαι κινοῦνται καὶ ὁρμῶσιν καὶ ὑπὸ τῶν ἐπιτεταγμένων αὐταῖς δαιμόνων προσεχέστερον τελειοῦσι τὰς ἑαυτῶν ὁρμάς, ἵνα τοῦ προσήκοντος τύχωσιν. καὶ ταύτην τὴν ἄνωθεν ἐφήκουσαν προσθήκην τῆς δυνάμεως κέλευσιν προσεῖπεν ὁ μῦθος, ἔνδοσιν οὖσαν δυνάμεως τὴν ἀπὸ τῆς ζωῆς ἐπιτηδειότητα πρὸς τήνδε τὴν λῆξιν ἀνεγείρουσαν.
Καὶ μὴν καὶ ἡ διαίρεσις τῶν λήξεων εἴς τε τοὺς δικαίους γενομένη καὶ τοὺς ἀδίκους μαρτυρεῖ τοῖς εἰρημένοις. τὸ μὲν γὰρ τῆς δικαιοσύνης εἶδος δηλοῖ τὴν αὐτοπραγίαν τῶν ψυχῶν καὶ τὴν τάξιν τὴν ἐν αὐταῖς, τὸ δὲ τῆς ἀδικίας τὴν ἀλλοτριοπραγίαν καὶ τὴν ἀταξίαν. προσήκει δέ που τάξις μὲν τοῖς οὐρανίοις καὶ αὐτοπραγία — πάντα γὰρ ἐκεῖ τὰ ἑαυτῶν πράττει καὶ διατηρεῖ τὴν ἀσύγχυτον πρὸς ἄλληλα τάξιν —, ἀλλοτριοπραγία δὲ καὶ ἀταξία προσήκει τοῖς ἐπιγείοις· τὰ γὰρ γήϊνα οὐ πράττει τὰ ἑαυτῶν οὐδὲ τὴν τάξιν καθʼ αὑτὴν διασώζει τὴν πρὸς ἑαυτά. δεῖ δὲ τὸ ὅμοιον πανταχοῦ φέρεσθαι πρὸς τὸ ὅμοιον, ὡς τὰ κοῦφα τῶν στοιχείων εἰς τὸ ἄνω φέρεται καὶ εἰς τὸ κάτω τὰ βάρος ἔχοντα, διʼ ὧν ἔλαβεν παρὰ τῆς φύσεως δυνάμεων, ἑκάτερα τὸ ὅμοιον ἐπιδιώκοντα. κατὰ τὰ αὐτὰ δὴ καὶ τὰ μὲν τεταγμένα τῶν τεταγμένων ὀρέγεται κἀκεῖνα σπεύδει καταλαβεῖν, τὰ δὲ ἄτακτα τῶν ἀτάκτων ἀντέχεται καὶ ἐν ἐκείνοις σπεύδει γενέσθαι. καὶ γάρ ἐστιν ἐν αὐτοῖς ὅπου μὲν λόγος καὶ νοῦς εἰς τὸ φωτεινὸν ἀνάγων, ὅπου δὲ ἀλογία καὶ σώματος βαρύτης εἰς τὸ σκοτῶδες κατασπῶσα καὶ ἔσχατον, καὶ συνάπτει τὰ μὲν θεοῖς, τὰ δὲ ὑλικοῖς δαίμοσιν, ἵνα καὶ διʼ αὐτῶν ὧν ἔχει παθῶν ὑπʼ ἐκείνων κολαζόμενα φύγῃ τὰ πάθη. καὶ γὰρ πάσχοντες ὑπʼ αὐτῶν μισοῦμεν τὰ πάθη, ἀλλʼ οὐκ ἐνεργοῦντες κατʼ αὐτά. τριττὰ δὲ τὰ κολάζοντα, τὰ μὲν τὰς ἐπιθυμίας, ἐν ὅσοις κρατεῖ τὸ ἐπιθυμητικόν, τὰ δὲ τοὺς θυμούς, ἐν ὅσοις τὸ θυμοειδές, τὰ δὲ τὰς διαστρόφους δόξας, ἐν ὅσοις γνῶσις μέν ἐστιν δοξαστική τις, ἀμυδρὰ δὲ αὕτη καὶ ἐπίκτητος ἀεὶ γιγνομένη· καὶ ταῦτα πάντα ἐναλλόμενα ταῖς τὰ ὅμοια πεπονθυίαις ψυχαῖς ἐπάγει τὰς κολάσεις, μόνον οὐχὶ βοώσης τῆς Δίκης, ὅτι τὰς τὰ τοιαῦτα ζωῆς εἴδη φιλοφρονησαμένας ἀνάγκη συνεῖναι τοῖς ὁμοίοις, συνούσας δὲ πάσχειν ὑπʼ αὐτῶν, ὅσα τοῖς τοιούτοις προσήκει ποιεῖν. ὥσπερ δὴ καὶ τὰς εἰς τὸ ἄναντες φερομένας τὰς μὲν κατὰ λόγον ὀρθὸν διεληλυθυίας τὸν βίον, τὰς δὲ τὸν κατὰ λόγον νοῦν ἐχούσας καὶ τὸν ἱερὸν προστησαμένας βίον, ὡς οἱ καλῶς διαφερόντως βιοτεύοντες, τὰς δὲ θεοειδεῖς, ὡς οἱ θεῖοι προσαγορευόμενοι δαίμονες καὶ συνάπτοντες τοῖς θεοῖς. δεῖ γὰρ δὴ νοεῖν πάμπολυ τὸ δαιμόνιον πλάτος ἄνωθεν ἀπὸ τῶν θείων ἀρχόμενον δαιμόνων καὶ εἰς τοὺς ὑλικωτάτους τελευτῶν, ἐν μέσῳ δὲ τούτων στρεφομένας τὰς ψυχὰς οὔτε τῶν ἀκροτάτων δυναμένας γενέσθαι ποτὲ κρείττους οὔτε τῶν ἐσχάτων χείρους, πάντων τῶν ἐν αὐταῖς εἰδῶν τῆς ζωῆς κατὰ σχέσιν ἐν ἐκείνοις κατʼ οὐσίαν προϋπαρχόντων καὶ τῶν ἐν ταύταις παρὰ φύσιν ἐν ἐκείνοις κατὰ φύσιν· οὐδὲν γὰρ ἀΐδιον παρὰ φύσιν. ἑκάστην οὖν ἡ ὁμοιότης ἄγει πρὸς τὸ συγγενές, τὴν μὲν ἐπὶ θεὸν ὁ ἐν αὐτῇ θεός, τὴν δὲ ἐπὶ νοῦν ὁ ἐν αὐτῇ νοῦς, τὴν δὲ ἐπὶ λόγον ὁ ἐν αὐτῇ λόγος, καὶ πάντα ἐπὶ τὸ τεταγμένον ἡ ἐν αὐτοῖς τάξις· καὶ ἐπὶ τούτοις τὴν μὲν ἐπὶ λόγον ἀμυδρὸν ὁ ἐν αὐτῇ λόγος ἀλογωθείς, τὴν δὲ ἐπὶ τὸ θυμοειδέστερον ὁ ἐν αὐτῇ θυμὸς ῥωσθείς, τὴν δὲ ἐπὶ τὸ φιληδονώτερον ἡ ἐν αὐτῇ ἐπιθυμία κρατήσασα, καὶ πάντα ἁπλῶς τὸ ἐν αὐταῖς ἄτακτον ἐπὶ τὸ ὅμοιον καὶ τὴν ἀταξίαν.
Ταῦτα μὲν οὖν λάβοις ἂν ἐκ τῆς κατὰ τὸ δίκαιον καὶ ἄδικον διαιρέσεως τῶν εἰς τὰς ἀντικειμένας λήξεις πορευομένων εἴσω τοῦ οὐρανοῦ καὶ εἴσω τῆς γῆς. κατίδωμεν δὲ καὶ τὰς ἀπὸ τῶν σχέσεων τῶν τοπικῶν διαφοράς, ἃς προσέθηκεν ὁ μῦθος. τὰς μὲν γάρ, φησίν, ἔπεμπον τὰς ἀμείνους δηλαδὴ ψυχὰς εἰς δεξιόν, τὰς δὲ εἰς ἀριστερὸν τὰς χείρους δηλονότι· αἳ μὲν τῆς τοῦ ἄνω, αἳ δὲ τῆς τοῦ κάτω λήξεως· ταῖς μὲν εἰς τὸ ἔμπροσθεν ταῖς ἀμείνοσι, ταῖς δὲ εἰς τὸ ὄπισθεν ταῖς χείροσιν. οὐκοῦν τὰ μὲν τρία σύστοιχα ἀλλήλοις, τὸ δεξιὸν τὸ ἄνω τὸ πρόσθεν, τὰ δὲ λοιπὰ πάλιν ἀλλήλοις, τὸ ἀριστερὸν τὸ κάτω τὸ ὄπισθεν, πάντα δὲ συγγενῆ κινήσεσιν καὶ δυνάμεσι τῶν μερικῶν ψυχῶν. αἱ μὲν γὰρ ὅλαι ψυχαὶ κατὰ κύκλον περιάγονται καὶ περὶ τὰ ἑαυτῶν κέντρα κινοῦνται καὶ τοὺς πόλους· κέντρα δὲ αὐτῶν αἱ ἐν αὐταῖς ἑνοειδεῖς ὑπάρξεις, καθʼ ἃς μονίμως ἑδράζονται ἐν ἑαυταῖς, πόλοι δὲ οἱ νόες, περὶ οὓς οἱ κύκλοι κινοῦνται πασῶν, ἐξ ὧν ἐδημιουργήθησαν· ταῖς δὲ μερικαῖς αἱ σχέσεις αὗται καὶ αἱ κατʼ αὐτὰς προσήκουσι κινήσεις, ταῖς μὲν κατὰ τὸν ταὐτοῦ κύκλον ἐνεργούσαις ἡ εἰς δεξιὰ κίνησις, ταῖς δὲ κατὰ τὸν θατέρου δῆλον ὡς ἡ εἰς ἀριστερά, καὶ ταῖς μὲν εἰς νοῦν ἐπιστρεφομέναις ἡ ἐπὶ τὸ ἄνω πορεία, ταῖς δὲ εἰς τὰ πάθη καταρρεπούσαις ἡ εἰς τὸ κάτω πτῶσις, καὶ ταῖς μὲν εἰδυίαις ἑαυτὰς καὶ διὰ γνώσεως κινουμέναις ἡ τοῦ πρόσθεν σχέσις, ταῖς δὲ ἀγνοούσαις καὶ διʼ ἄγνοιαν πιπτούσαις ἡ τοῦ ὄπισθεν. ἔμπροσθεν γάρ ἐστιν, ἐφʼ ὃ αἱ αἰσθήσεις, διὸ γνωστὸν τὸ πρόσω ταῖς αἰσθήσεσιν· ἔμπαλιν δὲ ὄπισθεν τὸ τῶν αἰσθήσεων ἀπόστροφον, διὸ σύνθημά ἐστιν ἀγνοίας τῆς ἑαυτῶν καὶ τῶν ἐν ἡμῖν παθῶν. καὶ νοῦς μὲν ἡμῶν ὑπερκάθηται, τὰ δὲ πάθη μεθʼ ἡμᾶς· ὥσθʼ ὃ μὲν εἰκότως ἄνω λέγεται καὶ ἡ ἐπʼ αὐτὸν ὁδὸς ἀνωφόρος, τὰ δὲ κάτω καὶ ἡ ἐπʼ αὐτὰ κίνησις κατωφόρος. καὶ ἡ μὲν πρώτη περίοδος πρώτη τῆς ψυχῆς κίνησίς ἐστιν, ἥπερ ἐπὶ δεξιὰ καλεῖται· κινήσεως γὰρ ἀρχὴ τὸ δεξιόν, ὥς φασι καὶ οἱ περὶ ζῴων γράφοντες· ἡ δὲ θατέρου ἐπʼ ἀριστερὰ ὡς ὑπʼ ἐκείνῃ τεταγμένη καὶ δευτερουργός, ὡς τὰ ἀριστερὰ τῶν δεξιῶν ἐν τοῖς ζῴοις δεύτερα. διὸ καὶ οἱ μὲν αὐτοπραγήσαντες τὴν δεξιὰν πορεύονται τὴν αὐτῶν ζωὴν ἐπιτρέψαντες τῇ κρείσσονι ταῖν περιόδοιν, οἱ δὲ ἀλλοτριοπραγήσαντες τὴν ἀριστεράν, ὡς ἐκείνης μὲν ἀποστάντες κατὰ ταύτην δὲ βεβιωκότες. εἰ δὲ καὶ ἐπὶ τὰ ἑαυτῶν οἱ δικασταὶ πέμπουσιν δεξιὰ καὶ ἐπὶ τὰ ἄνω τὰ ἑαυτῶν καὶ πάλιν ἐπὶ τὰ ἑαυτῶν ἀριστερὰ καὶ τὰ κάτω τὰ ἑαυτῶν, δῆλον, ὅτι τὰς μὲν ἀναγωγοὺς αὐτῶν δυνάμεις ἄνω καὶ δεξιὰς θήσομεν, τὰς δὲ κολαστικὰς κάτω καὶ ἀριστεράς. συλλήβδην οὖν τριχῶς ἀκουσόμεθα ταῦτα τὸ ἄνω καὶ κάτω, τὸ δεξιὸν καὶ ἀριστερόν, ψυχικῶς, δικαστικῶς, κοσμικῶς· ἔστι γὰρ καὶ ἐν τῷ κόσμῳ πάντα κατʼ ἀναλογίαν. αἱ μὲν οὖν κρείττους καὶ εἰς νοῦν ὁρᾶν ἐθέλουσιν καὶ κατὰ τὴν ἀμείνω ζωὴν ἐνεργεῖν καὶ γιγνώσκουσιν ἑαυτὰς καὶ τὸ οἰκεῖον τέλος· διὸ κινοῦνται τὴν ἐπὶ δεξιὰ καὶ ἄνω καὶ τὰ δικαστικὰ σημεῖα πρόσω φέρουσιν. αἱ δὲ χείρους καὶ εἰς τὴν τῶν παθῶν ἀταξίαν ὀπισθοβαροῦσι καὶ κατὰ τὸ χεῖρον ἑαυτῶν ζῶσιν καὶ ἀγνοοῦσι τὰς ἑαυτῶν συμφοράς· διὸ καὶ κάτω χωροῦσιν κατὰ τὴν τῶν δικαστῶν κρίσιν καὶ εἰς ἀριστερὰ φέρονται καὶ ὀπίσω περιάπτεται αὐταῖς τὰ σημεῖα τῆς κρίσεως. οὐ γὰρ βλέπουσι τὰ κακὰ τὰ ἑαυτῶν οὐδὲ γιγνώσκουσι τὰ οἰκεῖα πάθη, ἀλλὰ κατέλοιπον ὅπερ ἔχουσι. χρὴ δὲ ταῖς ἀλογωτέραις ἀπονέμειν δυνάμεσιν τὰ εἰς τὰ ὄπισθεν ταῖς φυσικαῖς· νώτοις δʼ ἀμφὶ θεᾶς φύσις ἄπλετος ᾐώρηται φησὶν καὶ τὰ λόγια περὶ τῆς τῶν φύσεων πηγῆς, ὡς ταῖς νοερωτέραις τὴν εἰς τὸ πρόσω βλέψιν ἀπονέμειν. εἰ οὖν αἱ μὲν ὑπὸ τῶν φύσεων κατατείνονται τῶν ὑλικῶν καὶ τῶν ποιναίων ἀγκτήρων τῶν εἰς τὸ σκότος ἀγόντων, αἱ δὲ ὑπὸ τῶν νοήσεων ἀνάγονται καὶ τῶν διανοητικῶν ἐνεργειῶν, εἰκότως δήπουθέν ἐστιν τὰ κριτικὰ σημεῖα τὰ μὲν νοερώτερα συνθήματα ζωῆς ἔμπροσθεν, τὰ δὲ ἀλογώτερα καὶ φυσικώτερα — ἀλογία γὰρ συνδεῖ πρὸς τὴν φύσιν, ὡς πρὸς νοῦν λόγος — ὄπισθεν.
Ἀλλὰ τίνα δή ἐστι τὰ σημεῖα ταῦτα τὰ περιαπτόμενα ταῖς ψυχαῖς ἐφʼ ἑκάτερα φερομέναις; τὰ μὲν γὰρ ἄλλα δῆλα γέγονεν. ἢ καὶ τοῦτο παντὶ καταφανές, ὅτι σημείων ἐστὶν ἔργον τύπον μέν τινα καὶ ἴχνος ἐκείνων ἔχειν, ὧν ἐστιν σημεῖα — καὶ τοῦτο διχῶς, ἢ διʼ ὁμοιότητος ἢ διʼ ἀναλογίας —, ἃ δὲ ἐκεῖνα τὰ οἷον σημαινόμενα ὑπʼ αὐτῶν, μὴ εἶναι; λέγω δὲ διʼ ὁμοιότητος μέν, οἷον εἴ τις λέγοι σημεῖον εἶναι πυρὸς τὸν ὁρώμενον καπνόν—ἔχει γάρ τι διά τε τὸ ἀνωφόρον καὶ τὸ θερμὸν ὅμοιον πρὸς τὸ πῦρ καὶ εἰ προσθείης αὐτῷ τὸ λαμπρὸν μόνον — τούτῳ γὰρ ἐλλείπει πυρός —, ἔσται πῦρ καὶ οὐ καπνός—διʼ ἀναλογίας δέ, ὡς ἐπὶ τῶν μαντικῶν σημείων σχεδὸν πάντων τὰ μὲν τοῖς ἀμείνοσι τῶν πραγμάτων ἀνάλογον τιθέμενοι, τὰ δὲ τοῖς χείροσιν σημεῖα καλοῦσιν, ὅταν αὐτὰ μὴ ἐξ ἐκείνων ᾖ τῶν γεγονότων ἢ ἐσομένων, οἷον τὸ κάτω σημαίνει τὰς πτώσεις ἢ τὰς θεοφανίας τὸ ἄνω δηλοῖ. οὐ γὰρ ἐξ ἐκείνων ταῦτα γέγονεν καθάπερ ὁ καπνὸς ἐκ τοῦ πυρός, ἀλλὰ διὰ τὴν ἀναλογίαν μόνην ἡ οἰκειότης. ἐν ἀμφοτέροις οὖν τοῖς σημείοις ἀμυδρῶς ἐστιν τὸ σημαινόμενον. εἰ οὖν τοιόνδε τι δηλοῖ τὸ σημεῖον, οὗπερ ἂν ᾖ σημεῖον, λέγειν χρὴ κἀνταῦθα τὴν πρόδρομον τῶν δικαστῶν εἰς τὰς ψυχὰς δόσιν τῶν ὀφειλομένων σημεῖον προσαγορεύειν τὸν μῦθον· καὶ γὰρ τῆς εὐπαθείας τῆς ἐν οὐρανῷ καὶ τῆς τίσεως τῆς ὑπὸ γῆς προκατάρχουσιν οἱ δικασταί, καὶ πρὶν ἐν ἐκείναις γένωνται ταῖς λήξεσιν αἱ ψυχαί, καὶ τῶν τιμωριῶν ἄρχονται καὶ τῶν ἐπικαρπιῶν· οὐ γὰρ ἦν ἡ κρίσις λόγος μόνον, ἀλλʼ ἔργον· εἰ καὶ τῶν ἄλλων ἦν προηγουμένως μετὰ τὴν κρίσιν τὰς ἀρχὰς τὰς ἐνδεδομένας τελεώσασθαι καὶ τὰς μὲν εἰς τὴν προσήκουσαν ἀνάγειν εὐμοιρίαν, τὰς δὲ εἰς τὴν προκατηργμένην κόλασιν. εἰ μὲν οὖν ἑκάτερον ὑπὸ τῶν κριτῶν ἐγίγνετο μόνων, οὐκ ἂν ἐρρήθησαν χρῆσθαι σημείοις, καὶ εἰ μηδὲν ἐποίουν ὅλως· ἐπεὶ δὲ δρῶσι μέν, ὑπαρξάμενοι δὲ δρῶσιν ἄλλοις παραδιδόντες τὴν ἀποπλήρωσιν, αἱ δόσεις αὐτῶν καὶ ἀρχοειδεῖς ποιήσεις σημείοις ἀπεικάσθησαν, ὧν οἰκειότης μέν ἐστι πρὸς τὰ σημαινόμενα καὶ ὑποτύπωσις, ἀμυδροτέρα δὲ ἐκείνων ἡ ὑπόστασις. ταύτας δὴ οὖν τὰς δικαστικὰς ἐνεργείας αἱ μὲν κρείττους ψυχαὶ καὶ γιγνώσκουσιν καὶ σέβουσιν καὶ συναισθάνονται, ποῖ ποτε αὐτὰς ἄγουσιν, αἱ δὲ χείρους καὶ γενομένας οὐ γιγνώσκουσι καὶ δίκην δώσουσι τὴν ὑπὸ γῆς, ἧστινος οὐκ αἰσθάνονται, καὶ ἔτι μᾶλλον οὐκ αἰσθάνονται ἑαυτῶν. καὶ τοῦτό ἐστι τὸ εἰς τοὔμπροσθεν τὰ σημεῖα περιάπτειν τούτων τοὺς δικαστάς, τῶν ἀδίκων δὲ ἐπὶ νώτοις, διὸ καὶ ὄπισθεν· οὕτως δὲ καὶ ἐν τῷ τῇδε βίῳ τοῖς μὲν ἀγαθοῖς ἡ πρόνοια καὶ τὰ ἀπʼ αὐτῆς ἐστιν ἐν γνώσει πᾶσιν, οἱ δὲ κακοὶ καὶ πάσχοντες ὑπʼ αὐτῆς ἀσυναισθήτως ἔχουσι πρὸς αὐτήν. ἔοικεν οὖν οἷον συστατικὰ εἶναι τὰ δικαστικὰ ταῦτα σημεῖα τῶν δεδικασμένων ψυχῶν τὰ μὲν πρὸς τὰ ἐν οὐρανῷ, τὰ δὲ πρὸς τὰ ὑπὸ γῆς, ἵνα συσταθεῖσαι παρὰ τῶν δικαστῶν τοῦ τέλους τύχωσι παρὰ τῶν ὑποδεχομένων αὐτάς.
Ἑαυτοῦ δὲ προσελθόντος εἰπεῖν, ὅτι δέοι αὐτὸν ἄγγελον ἀνθρώποις γενέσθαι τῶν ἐκεῖ καὶ διακελεύοιντό οἱ ἀκούειν καὶ θεᾶσθαι πάντα τὰ ἐν τῷ τόπῳ.
Σαφῶς ἐν τούτοις ὁ μῦθος τάξιν ἀγγελικὴν καὶ διαπορθμευτικὴν τῶν ἔξω σώματος περὶ τὰς ψυχὰς συμπιπτόντων ἀποδίδωσιν τῷ τὸν μῦθον ἀφηγουμένῳ κατὰ τὴν δικαστικὴν ψῆφον. εἰ δὲ τοῦτο, πρόδηλον, ὅτι καὶ τούτῳ κατὰ δίκην ὑπῆρξεν καὶ τὴν ἐκ τοῦ παντὸς ἐφήκουσαν ἀξίαν τοῦτο καὶ ἄλλῳ παντὶ τῷ τηλικούτων ἀγαθῶν ἐν θεωρίᾳ γενησομένῳ, καὶ λέλυται τὸ ἄπορον, πῶς διέμεινεν εἰς τοσαύτας ἡμέρας τὸ σῶμα τοῦ Ἠρὸς κείμενον ἐπὶ γῆς ἀδιάλυτον. εἰ γὰρ κατὰ τὴν κοσμικὴν ἐγίνετο τάξιν θεωρὸν γενέσθαι τὴν ψυχὴν χωρισθεῖσαν τῶν μετὰ σώματος ἀοράτων καὶ ἄγγελον ἀνθρώποις, καὶ τὴν τοῦ σώματος διαμονὴν ἀδιάφθορον φυλάττεσθαι ἀδύνατον· νῦν δὲ ἡ ἐνθάδε θεωρία καὶ ἀπαγγελία ἐκ θείας πρόεισι δυνάμεως. ὅτι δὲ τὸ τούτων, ἀλλʼ οὐκ ἄλλων γένος ψυχῶν ἡ θεία ἐδικαίωσε ψῆφος, ῥᾴδιον ἡμῖν κατιδεῖν τῷ περὶ πασῶν λέγειν ψυχῶν, ὡς αἳ μὲν ἄλλων εἰσὶν ἐκφαντορικαὶ ταῖς ἐν γενέσει ψυχαῖς ἀγνώστων αὐταῖς πραγμάτων, αἳ δὲ ἄλλων κατὰ τὰς διαφόρους τοῦ παντὸς περιόδους· οἷον αἳ μὲν τελετῶν καὶ μυστηρίων, ὅσαι τοῖς τελετουργοῖς ἀνεῖνται θεοῖς· αἳ δὲ τῆς θείας μαντικῆς, ὅσαι ταῖς ἐκφαντορικαῖς τάξεσιν ἀνεῖνται τῆς κρυφίως οὔσης ἐν τοῖς θεοῖς ἀληθείας· αἳ δὲ ἰατρικῆς, ὅσαι ταῖς παιωνίοις δυνάμεσι ταῖς ἀγήρων καὶ ἄνοσον καὶ ἄλυτον συνεχούσαις τὸν ὅλον οὐρανόν. οὕτω δὴ οὖν καὶ τῶν ἀφανῶν περιόδων τῶν ψυχικῶν ἄξιαί τινες γίγνονται διαφερόντως τῆς ἐποψίας, ὅσαι τοῖς τῶν περιόδων τούτων ἡγεμόσιν ᾠκείωνται· καὶ αὗται ποτὲ μὲν αὐτοφανῶς ἰδοῦσαι τὰς ἐν τῷ παντὶ τούτῳ κόσμῳ τάξεις αὐτῶν διαγγέλλουσιν κατὰ τὴν ἐν τῷ παντὶ προϋπάρχουσαν ἱερατικήν, αἱ δὲ ἄλλον τρόπον ἀναμνησθεῖσαι τῶν ἔξω θεαμάτων κατὰ τὴν φιλόσοφον θεωρίαν. ὡς γὰρ οἱ παρʼ ἡμῖν ἱερατικοὶ τοῖς ἐπόπταις δύναμιν ἐντιθέασιν ἰδεῖν ἃ μὴ πρότερον φάσματα καὶ ποιοῦσι θεωρούς, οὕτω καὶ ἡ ἐν τῷ κόσμῳ πρὸ τῆς παρʼ ἡμῖν εἰς πολλὰς τοῦτο δρᾷ ψυχὰς τὰς ἀξίας τῆς τοιαύτης μακαριστῆς θέας — πρὸ γὰρ τῶν μερῶν τὸ ὅλον — καὶ τελεστικαῖς χρῆται δυνάμεσι καὶ εἰς ἀγγελικὴν ἀνάγει τάξιν τὰς τελουμένας τῶν ψυχῶν, ἀλήθειαν διαγγελουσῶν τὴν κρυφίαν· διὸ προξενεῖ τὴν τούτων μακαρίαν θέαν. καὶ δὴ καὶ τὴν τοῦ Ἠρὸς τούτου ψυχὴν ἐν τοῖς καθήκουσι χρόνοις ἐτέλει μὲν τὸ πᾶν, κατὰ δίκην ὀφειλομένης αὐτῇ τῆς τοιαύτης εὐδαίμονος τελειότητος, ὡς δὲ πρὸς ἐκείνην τὴν ὑπὸ τοῦ παντὸς τελουμένην εἰς ἀγγελικὴν ἀνήγετο τάξιν. καὶ γὰρ οἱ τῇδε τελεστικοὶ τάξεώς εἰσι τοιαύτης· θέει ἄγγελος ἐν δυνάμει ζῶν, φησὶν τὸ λόγιον, ὅστις ἐστὶν ὡς ἀληθῶς ἱερατικός· γίνεται οὖν ἐπόπτης μὲν τῶν ἀφανῶν, ἄγγελος δὲ τοῖς ἐμφανέσιν ὁ αὐτός· διόπερ αὐτὸν οἱ δικασταὶ κελεύουσιν ὁρᾶν τὰ ἐν τῷ τόπῳ πάντα καὶ ἀκούειν, τόπον μὲν δήπου τοῦ μύθου λέγοντος τὸν παρὰ τοῖς δικασταῖς· ἐντεῦθεν γὰρ ὡς ἐκ περιωπῆς ὅλον τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ καθορᾶν, τὰ μὲν ἀσώματα τοῖς ἀσωμάτοις ὄμμασιν τῆς ψυχῆς, τὰ δὲ σωματικὰ τοῖς τοῦ αὐγοειδοῦς ὀχήματος. διὸ καὶ ἀκούειν αὐτόν φησι χρῆναι καὶ ὁρᾶν· τοῦτο γὰρ καὶ ὁρατικὸν ὅλον ἅμα καὶ ἀκουστικόν ἐστιν. καὶ γὰρ ἐν αὐτῷ πρώτως ἡ αἴσθησις ἡ μία καὶ ἀμερής, ἀφʼ ἧς αἱ μεμερισμέναι περὶ τοῖς αἰσθητηρίοις. ὡς οὖν ἐκείνη γιγνώσκει τὰ πασῶν, οὕτω καὶ τὸ ὄχημα τὸ αὐτῆς τὰ πάντων τῶν αἰσθητηρίων, καὶ ὡς ἀμερῶς ἐκείνη, οὕτω τὸ ὄχημα ἀπαθῶς. ταύταις δὲ χρῆται ταῖς αἰσθήσεσιν ἔξω σώματος ὂν καὶ ὕλης, καὶ ὅταν ἀποκαταστῇ, τά τε οὐράνια καὶ τὰ ὑπὲρ τὸν οὐρανόν, ὥς φασιν οἱ θεουργοί, φῶτα θεώμενον καὶ τῆς ἁρμονίας τῆς ἐν οὐρανῷ ἀκοῦον καὶ στρεφόμενον αὐτόν που τὸν ἄτρακτον καὶ τὰς ἄλλας περιφορὰς καὶ τὸν ἥλιον τὸν λαμπρὸν σφόνδυλον καὶ τὰς Μοίρας ὁρᾶν λέγει που καὶ ὡς τὰ πάντα δίδωσιν ἡ Λάχεσις. ἀλλὰ ταῦτα καὶ ἐν ἄλλοις. διὰ τί δὲ σημεῖον τούτῳ περιάπτειν οὐκ ἐθέλουσιν οἱ δικασταί, δῆλον. οὐ γὰρ εἶχεν αὐτῷ πέρας ὁ βίος, ἡ δὲ κρίσις ἦν μετὰ τὸν βίον καὶ ἡ τῶν σημείων περίθεσις μετὰ τὴν κρίσιν. οὕτω δὲ καὶ ἐν τοῖς ἑπομένοις ἐρεῖ μηδὲ κλῆρον αὐτόν τινα λαγχάνειν· οὐ γὰρ ἦν ἐφʼ ἕτερον βίον μετάβασις, ἀλλʼ ὁ αὐτὸς ἦν διακοπτόμενος τῇ αὐτοπτικῇ ταύτῃ θεωρίᾳ καὶ τῷ χωρισμῷ τοῦ σώματος.
Ὁρᾶν δὴ ταύτῃ μὲν καθʼ ἑκάτερον τὸ χάσμα τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς· ἕως τοῦ· καὶ ἁσμένας εἰς τὸν λειμῶνα ἀπιούσας οἷον ἐν πανηγύρει κατασκηνᾶσθαι.
Ἐν τούτοις σαφέστατα διέκρινεν ὁ μῦθος, τίνες μέν εἰσιν αἱ χρεῖαι τῶν δύο χασμάτων τῶν εἰς τὰς λήξεις ἀγόντων τὰς ψυχάς, τίνες δὲ τῶν λοιπῶν τῶν εἰς γένεσιν φερόντων ἀπὸ τῶν λήξεων ἐκείνων. ἀπίασι μὲν τοίνυν αἱ ψυχαὶ διὰ τοῖν δυοῖν, ὧν τὸ μὲν εἰς οὐρανὸν τείνει, τὸ δὲ εἰς τὰ ὑπὸ γῆς. εἰ δὲ τὰ χάσματα οὐ χῶραί τινές εἰσιν, ἀλλὰ δαιμόνιαι τάξεις, ὡς ἐδείκνυμεν, διαστέλλουσαι τὰς τῶν ψυχῶν λήξεις οὐρανίας τε καὶ χθονίας, ἑώρα μὲν ἐκεῖνος, εἰ τύχοι, καὶ τὰς ἀσωμάτους διανομὰς τῶν ψυχῶν, ἑώρα δὲ καὶ τὰς σωματικὰς μεταστάσεις, ἃς ἐποιοῦντο διὰ τῶν ὀχημάτων ἄνω τε καὶ κάτω φερομένων, εἰσδεχομένων αὐτὰς ἀπιούσας ἢ τῶν εἰς οὐρανὸν ἀναγόντων δαιμόνων ἢ τῶν εἰς τὰ ὑπὸ γῆς καταγόντων ἀπὸ τοῦ μέσου τόπου ἢ εἰς κρείττονα λῆξιν τὴν ἐν οὐρανῷ ἢ εἰς χείρονα τὴν ὑπὸ γῆς. καὶ ἐπειδὴ εἰς τὴν γένεσιν στέλλονται αἱ ψυχαί, καθʼ ἑκάτερον πάλιν εἰς τὸν μέσον φέρονται τόπον ἐξ οὐρανοῦ τε κατιοῦσαι καὶ ἐκ γῆς ἀνιοῦσαι, στελλόμεναι δὲ ἄμφω πρὸς τὰς γενέσεις τῶν ζῴων· ὥστε καὶ ἐκ Διὸς καὶ ἐκ Πλούτωνος εἶναι τὰς εἰς Ποσειδῶνος ἐπειγομένας. τὰς μὲν οὖν ἐκ τῆς γῆς ἀνιούσας κόνεως πεπληρῶσθαι καὶ αὐχμοῦ, τὰς δὲ ἐξ οὐρανοῦ κατιούσας εἶναι καθαρὰς τούτων. αἱ μὲν γὰρ οὐ παντελῶς ἦσαν ὕλης ἐκτός, αἱ δὲ ταύτης ἐκαθάρευον· τὴν δὲ ὕλην αὐχμηρὰν ὡς ἄγονον καὶ τῶν λογίων λεγόντων ἀκούομεν. ὧν οὖν καὶ τὰ ὀχήματα ἦν ἔνυλα καὶ σκοτεινὰ καὶ ἔτι τῆς παχυτέρας οὐσίας ἀναπεπλησμένα, ταύτας αὐχμοῦ καὶ κόνεως εἶπεν μεστάς, ὧν δὲ κουφότερα τὰ περιβλήματα καὶ φωτεινότερα διὰ τὴν ἐν οὐρανῷ διατριβήν, ταύτας καθαρωτέρας. πᾶν γὰρ καθαρὸν τὸ μηδὲν ἀλλότριον εἰσδεξάμενον, ἀλλότριον δὲ τῷ λεπτῷ τὸ παχὺ καὶ τῷ ἐμπυρίῳ τὸ γεῶδες καὶ τῷ λαμπρῷ τὸ σκοτεινόν. εἰ δὲ καὶ τῶν ἐκ γῆς ἀνιουσῶν ἔτι τοῖς πνεύμασιν ἐνεφαντάζετό τις ἐνοῦσα τῶν ἐκεῖ κολαστικῶν τόπων ἰδιότης, οἷον τοῦ Πυριφλεγέθοντος ἢ τοῦ Στυγίου ῥεύματος, ταῖς δὲ ἐξ οὐρανοῦ προσῆν ἐφέλκεσθαί τι φῶς ἐκεῖθεν ἐγγενόμενον, οἷον δὴ πολλάκις ἐλλάμπει καὶ λίθοις ἀπορροίας ἔχουσιν ἡλίου καὶ σελήνης καὶ ἄστρων, οὐδὲν θαυμαστόν· κατέχει γὰρ ἐν ἑαυτῇ ἑκάστη τὸ οἰκεῖον, αἱ μὲν ἐκ γῆς ἀνιοῦσαι τὸ ὑλῶδες καὶ σκοτεινόν, αἱ δὲ ἐξ οὐρανοῦ κατιοῦσαι τὸ φωτεινὸν καὶ τὴν ἀπὸ τῶν αὐγῶν τοῦ κοσμικοῦ φωτὸς περίλαμψιν. πάσας δʼ οὖν φησιν εἰς τὸν λειμῶνα ἀφικομένας ὥσπερ ἐν πανηγύρει κατασκηνᾶσθαι.
Τὸν μὲν οὖν λειμῶνα καὶ διὰ τούτων οἶμαι δηλοῖ τῶν ῥημάτων ὅτι τὸν δικαστικόν, ὥσπερ ἐν τῷ Γοργίᾳ, τόπον ἀποκαλεῖ. εἰ γὰρ εἰς τὸν κοινὸν ἀφικνοῦνται τῶν χασμάτων χῶρον, οὗτος δὲ αὖ ὁ δαιμόνιος τόπος ἐστίν, ἐν ᾧ καθῆσθαι προείρηται τοὺς δικαστάς, ἐν ᾧ καὶ ὁ τοῦδε τοῦ λόγου πατὴρ ἐκεκέλευστο παρὰ τῶν δικαστῶν θεᾶσθαι πάντα τὰ ἐν τῷ τόπῳ καὶ ἀκούειν, δῆλον ὡς αὐτὸς ἔσται δαιμόνιος τόπος καὶ τῶν δικαστῶν χῶρος, ὃν ἀπεδείκνυμεν ἔμπροσθεν ἐναργῶς αὐτὸν εἶναι τὸν αἰθέρα τὸν οὐρανοῦ καὶ γῆς ὅλης μέσον καὶ οὐχὶ τῶν ἐγκοίλων μόνων τῆς γῆς. ἔστι μὲν οὖν ὁ λειμὼν οὗτος ταύτην ἔχων τὴν ἐπωνυμίαν ὡς ἀρχὴ τῆς τῶν ῥευστῶν φύσεως καὶ τῶν ἐν ὑγρῷ τρεφομένων περιοχὴ πάντων λόγων τε γενεσιουργῶν καὶ ζωῆς ὑλικῆς ἀστάτως κινουμένης τόπος· τοιοῦτοι γὰρ οἱ λειμῶνες ὑδρηλοί τινες καὶ ἀνθέων καὶ ἄλλων τοιούτων γέμοντες. τοῦτον Ἐμπεδοκλῆς ἰδὼν τὸν λειμῶνα παντοίων αὐτὸν εἶναι κακῶν πλήρη καὶ εἶπεν καὶ εἰπὼν ἀνῴμωξεν· Ἔνθα Κότος τε Φόνος τε καὶ ἄλλων ἔθνεα κηρῶν Ἄτης ἐν λειμῶνι κατὰ σκότος ἠλάσκοντα. μισοφαὴς γὰρ οὗτος ὁ χῶρος, ὡς καὶ τὸ σκότος ἐν αὐτῷ ἐγένετο, καὶ τῆς τίσεως κακούργῳ παντί· κοινὸν δὲ αὖ τοῦτον ἡ φύσις ἐτέλεσεν τὸν τόπον, καὶ τοῖς δικαίοις οἰκεῖον εἶναι τοῦτον ὑμνοῦσιν. κατασκηνᾶσθαι δέ φησιν ἐν αὐτῷ τὰς ψυχὰς καταντώσας ὥσπερ ἐν πανηγύρει, διότι καὶ ἐν ταῖς πανηγύρεσιν ἄλλοι τε ἀλλαχόθεν ἀφικνοῦνται καὶ πηξάμενοι σκηνὰς διαιτῶνται χωρὶς ἀπʼ ἀλλήλων.
Τίς οὖν πανήγυρις ἐν ταύταις; ποίας εἶναι τὰς ψυχικὰς οἰησόμεθα σκηνάς; τὰς μὲν γὰρ πρὸς ἀλλήλας αὐτῶν συνουσίας μαθησόμεθα μικρὸν ὕστερον. ἡ δὲ δὴ πανήγυρις τὰς ἐκ τοῦ παντὸς αὐτῶν φοιτήσεις εἰς τὴν κοινὴν χώραν, τὴν ἑστίαν τῆς γενέσεως, παρίστησιν. καὶ γάρ ἐστιν οὗτος ὁ τόπος, ὡς μὲν διαυγέστατος τῶν στοιχείων, οἰκεῖος ταῖς ἐξ οὐρανοῦ σταλείσαις, ὡς δὲ γένεσιν ἔχων, ἐκ γῆς, ὑποδοχή ἐστιν τῶν πανταχόθεν γενεσιουργὸν ζωὴν ἤδη προβαλλομένων ψυχῶν· διὸ δὴ πανηγύρει τὴν σύνοδον αὐτῶν ἀπείκασεν ὁ μῦθος, καὶ τοῦτο γενέσει πρέπον ὄνομα θέμενος. εἰς γὰρ τὴν γένεσιν παντοδαπαὶ ψυχαὶ φέρονται, καὶ αἳ μὲν θέας ἕνεκα τῶν τῇδε καὶ ἱστορίας ὡς ἐν ταῖς πανηγύρεσιν, αἷς καὶ ἡ κάθοδος ἀνεπαχθής, αἳ δὲ ἐμπορευσόμεναί τι τῶν γενέσει καθηκόντων καὶ ἀποδωσόμεναί τι τῶν οἰκείων — αἳ δὴ καὶ συντελοῦσιν εἰς τὴν εὐγονίαν τῶν ἐνύλων —, αἳ δὲ οἷον ὠνησόμεναί τι τῶν ἀπὸ τῆς γενέσεως καὶ προληψόμεναι πεῖραν τῶν γενεσιουργῶν παθῶν, αἳ δὲ ἄλλο τι προσεοικὸς ἔχουσαι τοῖς εἰς τὰς πανηγύρεις ἀφικνουμένοις· αἳ μὲν οἷον εἰς ἄνεσιν διὰ τὸ πεποιῆσθαι πολλὴν πορείαν καὶ κάματον ἥκουσαι, αἳ δὲ διὰ τοῦτο ἀφικνούμεναι, ὡς τοὺς ἐφόρους ἐκμειλίξωνται τῆς γενέσεως, ὥσπερ ἐκεῖ τινες, ἵνα τοὺς τῆς πανηγύρεως θεραπεύσωσιν· πᾶσαι δʼ οὖν πανηγυρίζουσιν σὺν εὐθυμίᾳ ποιούμεναι τὴν κάθοδον. σκηνᾶσθαι δὲ ἄρα λέγονται τοῖς φυσικοῖς ἤδη καὶ ἐνύλοις χρώμεναι λόγοις καὶ τούτους προχειρίζουσαι, καθʼ οὓς μέλλουσιν ζῆν ἄλλαι κατʼ ἄλλους, ζωῶν τε εἴδη ποικίλα, καὶ τὰ ὀχήματα τὰ ἑαυτῶν ἐνυλώτερα ποιοῦσαι διὰ τῆς προβολῆς καὶ περιαμπισχόμεναι χιτῶνας παχυτέρους καὶ γενέσει φίλους, διʼ ὧν ἀποκρύπτουσιν ἑαυτὰς καὶ διοικίζουσιν ἀπὸ τῶν ἄλλων, ὥσπερ οἱ ἐν ταῖς σκηναῖς διατρίβοντες. εἰ δὲ καὶ σκιᾶς ἕνεκα πήγνυνται τὰς σκηνὰς ἐν ταῖς πανηγύρεσιν, ἵνα μὴ ὕπαιθροι διάγωσιν — ὅθεν καὶ τὸ ὄνομα ταῖς σκηναῖς —, φανερόν, ὅτι ταῖς ἤδη γενέσεως ἐπορεγομέναις καὶ εἰς τὴν φύσιν ὁρμώσαις τὸ κατασκηνᾶσθαι πρεπόντως εἴρηται, φευγούσαις μὲν τὴν ὕπαιθρον ζωήν, εἰς δὲ τὰ στερεὰ σώματα κατιούσαις, ἐν οἷς αἱ σκιαὶ καὶ τὰ εἴδωλα τῶν ὄντων· ἐπεὶ καὶ τὰ σκιὰς ποιοῦντα οὐκ ἄλλα ἐστὶν ἢ τὰ χθόνια περιβλήματα τῶν ψυχῶν.
Καὶ μὲν δὴ καὶ τὸ ἀσμένως ἑκατέρας εἰς τὸν λειμῶνα ἀφικνεῖσθαι καὶ τὸ ἐκ πολλῆς τινος αὐτὰς πορείας φαίνεσθαι ἥκειν δηλοῖ τήν περὶ τὴν γένεσιν ἀμφοτέρων φιλοφροσύνην. εἰ γὰρ ὁ λειμὼν ἀρχὴ τῆς γενέσεώς ἐστιν, αἱ δὲ ἄσμενοι τὸν λειμῶνα καταλαμβάνουσιν, φανερὸν ὅτι ἀμφότεραι τὴν γένεσιν προθυμοῦνται καὶ μετέχειν ἐθέλουσι τῆς ἐνύλου ταύτης ζωῆς· πολλὴ γάρ ἐστιν ἐν ταύτῃ ἡ ἐνέργεια. ταῖς οὐρανίαις οὖν καὶ ταῖς χθονίαις ἡ μεταβολὴ τῆς ζωῆς ἀσμένη ἐστί, καμούσαις ἐν ταῖς προτέραις ἐνεργείαις, ταῖς μέν γε εἰκότως, ἐν τληπαθείαις οὔσαις, ταῖς δέ, εἰ καὶ ἐν εὐπαθείαις, ἀλλʼ ἀποκαμούσαις καὶ πρὸς ἐκείνην τὴν ζωήν. οὐ γὰρ ὅλαις ἑαυταῖς ἐνήργουν, ἀλλὰ μόνῳ τῷ μένειν ἄνω δυναμένῳ. κάρα οὖν αὐτῶν ὠρέγετο τῆς ἐν οὐρανῷ ζωῆς, τὸ δὲ λοιπόν, ὅσον εἶχεν ἑκάστη τῆς φιλογενέσεως ζωῆς, ἐκεῖ μὲν ἀνενέργητον μένον, ἐφιέμενον δὲ ἐνεργῆσαι, κάμνειν ἐποίει καὶ ἀσθενεῖν τὴν ὅλην κατά τι ἑαυτῆς ψυχὴν καὶ κάμνουσαν διδόναι καὶ τῷ σφύζοντι χώραν καὶ διδοῦσαν ἀσμενίζειν τὸν λειμῶνα πρὸ ὀμμάτων αὐτῇ ποιοῦντα τὴν γένεσιν.
Τήν τε οὖν ζωὴν αἰνίσσεται τὴν ἐπιτρέχουσαν ἤδη τῇ γενέσει τὸ ἀσμένας ἐν τῷ λειμῶνι κατασκηνᾶσθαι τὰς ἡκούσας εἰς αὐτὸν ἄνωθεν καὶ κάτωθεν ψυχάς, καὶ τὸ ἐκ πολλῆς πορείας ἥκειν φαίνεσθαι τὴν αἰτίαν προστίθησιν, διʼ ἣν ἄσμενοι τὸν λειμῶνα καταλαμβάνουσιν. οἱ γὰρ πολλὴν πορείαν πεποιημένοι καμάτου τὴν ἀνάπαυλαν ἄσμενοι δέχονται. καὶ αὗται οὖν πολλὰ πορευθεῖσαι ταὐτὸν ἔπασχον· πολλὰ δὲ ἐπορεύθησαν αἳ μὲν κατʼ οὐρανὸν συμπεριπολοῦσαι τοῖς οὐρανίοις θεοῖς, αἳ δὲ ἐν τοῖς ὑπὸ γῆς τόποις ποικίλας ἔχουσαι μεταβάσεις ἀπʼ ἄλλων εἰς ἄλλους, ὡς ἑκάστην ἦγεν ὁ τῆς τίσεως νόμος. ὅτι μὲν οὖν αἱ ψυχαὶ καὶ ὀχήμασιν χρώμεναι κινουμένοις κατὰ τόπον καὶ αὐταὶ καθʼ αὑτὰς μόνας τοῖς τε διανοήμασι καὶ θεωρητικαῖς ἐνεργείαις κινοῦνται, φανερόν, ὅτε καὶ δοκοῦσιν ἅπασαι ποιεῖν τῶν νοήσεων ἢ τῶν φαντασιῶν ἢ τῶν αἰσθήσεων τὸν κύκλον. τὸν δὲ δὴ χρόνον τῆς πορείας ἐνταῦθα οὐκ εἴρηκεν, ἐν δὲ τοῖς ἑπομένοις ἐρεῖ χιλιέτη τὴν ὑπὸ γῆς εἶναι πορείαν· ἔστι δὲ καὶ τῆς οὐρανίας τούτων τῶν ψυχῶν τοσοῦτος. πόθεν τοῦτο γράφω τεκμαιρόμενος; ὅτι καὶ ἐν Φαίδρῳ μετὰ τὴν κρίσιν τῶν ἄλλων ψυχῶν παρὰ τὰς φιλοσόφους ἀγαγὼν τὰς μὲν εἰς οὐρανόν, τὰς δὲ εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἐπήγαγεν· τῷ δὲ χιλιοστῷ ἀμφότεραι ἀφικνοῦνται ἐπὶ κλήρωσιν καὶ αἵρεσιν δευτέρου βίου, λέγων ἀμφοτέρας, καὶ τὰς εἰς οὐρανὸν ἀπὸ γῆς γεγονυίας· κἀνταῦθα δὲ τὰς ἐξ οὐρανοῦ ψυχὰς ἔθει ἄνευ φιλοσοφίας βεβιωκυίας ὀρθῶς εἶναι τὰς λήξεως ἐκεῖ τυχούσας, εἶτα εἰς τὸν λειμῶνα ἀφιγμένας. ὥστε ἡ χιλιέτης πορεία κοινὴ πάσαις ἐστὶν ταύταις, καὶ ἔοικεν ἡ χιλιὰς χρόνος εἶναί τις περιοδικὸς ἀπὸ γενέσεως ἐπὶ γένεσιν ἄγων τὰς ψυχάς, οὐχ ἁπλῶς, ἀλλὰ πρὸ τῆς τελέας ἀποκαταστάσεως. εἰ γὰρ ἄνευ φιλοσοφίας οὐράνιαι γεγόνασιν, οὔπω μὲν ἀνήχθησαν εἰς τὴν νοητὴν φύσιν, ταῖς δὲ ἐγκοσμίοις κινήσεσιν τῶν οὐρανίων συμπεριεπόλουν, διὰ τὴν ἐξ ἔθους τάξιν αὐταῖς ἐντεθεῖσαν χαίρουσαι τῇ τάξει τῶν περιόδων ἐκείνων. καὶ οὐδὲν θαυμαστὸν ψυχὰς καὶ ὀχήματα ψυχῶν συγγενῆ τοῖς οὐρανίοις τοῦτο δρᾶν, ὅπου καὶ τῶν ἐν γῇ κατερριζωμένων ἔστιν ὁρᾶν τὰ μὲν ἡλίῳ συγκινούμενα, τὰ δὲ σελήνῃ συντρέχοντα … ἐκείνοις δῆλον. ὅτι γὰρ διὰ τῆς κατὰ τὴν φύσιν οἰκειότητος ἐνέσπαρται τὰ μὲν εἰς ἥλιον, τὰ δὲ εἰς σελήνην, ὡς ὁ Τίμαιος ἐδίδαξεν, ἔστιν τὰ μὲν ἡλιακὰ ὀχήματα, τὰ δὲ σεληναῖα. καὶ εἰ τοῦτο ἀληθές, οὐδὲν θαυμαστὸν τὰ μὲν ἡλίῳ τὰ δὲ σελήνῃ συμπεριπολεῖν, εἰ μὴ ἄτακτα φέροιτο. τῆς δὲ ἀταξίας διὰ τὴν ἐν ἔθεσι τεταγμένοις ζωὴν ἀνῃρημένης ἕπεται τὴν κατὰ φύσιν αὐτὰ ζωὴν ἔχοντα καὶ ὄντα οὐράνια φύσει συμπεριάγεσθαι τοῖς ἡγεμόσιν καὶ ἀποκάμνειν ἤδη ποτὲ διὰ τὴν ἐν αὐτοῖς ζωὴν ἀσθενεστέραν οὖσαν τῆς τῶν ὅλων ζωῆς ἀκμήτως ἐνεργούσης. καὶ μηδεὶς οἰέσθω διὰ τούτους ἡμῶν τοὺς λόγους ἢ τὰ ὀχήματα χρῆναι μένειν ὑπὸ σελήνην πασῶν τῶν εἰς οὐρανὸν ἀνελθουσῶν, ἢ συνανιόντων καὶ τῶν ὀχημάτων τὸ οὐράνιον σῶμα σχίσεις ὑπομένειν τινάς, καθάπερ τὸν ἀέρα κινουμένων ἡμῶν διὰ τοῦ ἀέρος. δεῖ μὲν γὰρ ἕκαστον εἰς τὴν ὁλότητα πάντως ἀποκαθίστασθαι τὴν οἰκείαν, ὁλότης δὲ τῶν σπαρέντων ἐστὶν ὀχημάτων ταῦτα τὰ σώματα, ἐν οἷς ἐσπάρη κατὰ φύσιν. ἐπεὶ καὶ τὸ πῦρ ὁρῶμεν τὴν οἰκείαν ὁλότητα καταλαβεῖν σπεῦδον καὶ τὴν βῶλον καὶ τὸ πνεῦμα· καὶ πάντως ἄτοπον τοῖς μὲν φθαρτοῖς ὑπάρχειν τὴν ὄρεξιν ταύτην ὡς σώμασιν, τοῖς δὲ ἀφθάρτοις μὴ ὑπάρχειν, ἢ ὑπάρχειν μέν, μηδέποτε δὲ εἰς τέλος ἀφικνεῖσθαι, εἴπερ οὐδεμίαν ὄρεξιν φυσικὴν μάτην ... σθαι καὶ πᾶν ὄχημα … συγγενές τινι τῶν ὅλων ἐστὶ κατὰ φύσιν· ἡ γὰρ σπορὰ τὴν κατὰ φύσιν δηλοῖ διανομήν. οὐ μὴν διὰ τὴν τῶν ὀχημάτων δίοδον σχίζεταί πως τὸ σώμα τὸ θεῖον ἢ λαμβάνει προσθήκην ἀνιόντων ἢ ἀφαίρεσιν ὑπομένει κατιόντων, ἀλλʼ ἀδιαιρέτως διʼ αὐτοῦ χωρεῖ ταῦτα καὶ ἐντίθεται ταῖς οἰκείαις περιφοραῖς. πάλαι γὰρ ἡμεῖς καὶ σῶμα διὰ σώματος χωρεῖν ἀπεδείκνυμεν καὶ οὐ πάντα τὰ σώματα τοῦτο πάσχειν, ἀλλὰ τὰ ἄϋλα διὰ τῶν ἐνύλων ἢ τὰ ἄϋλα διιέναι διὰ τῶν ἀΰλων — λέγω δὲ ὕλην τὴν ἐσχάτην καὶ τοῖς ἐσχάτοις σώμασιν ὑποκειμένην —, εἶναι δέ τινα καὶ μέσα τῶν ἐνύλων καὶ ἀΰλων, ἃ δὴ καὶ αὐτὰ πρὸς ἄλληλα τὸ τῶν ἐνύλων ὑπομένει πάθος, χωρεῖν οὐ δυνάμενα διʼ ἀλλήλων ἀδιαιρέτως· διὸ μηδὲ τὸ ἡλιακὸν φῶς σῶμα ὂν διὰ τοῦ σεληναίου σώματος χωρεῖν — τοῦ μὲν γὰρ δηλοῖ τὴν πρὸς τὰ ἔνυλα συγγένειαν ἡ κλάσις, τοῦ δὲ ἡ σκιά· ποιεῖ γὰρ καὶ ἡ σελήνη σκιάν — μηδὲ τὸ ὄχημα τὸ ἡμέτερον διὰ τῶν ἐνύλων ὄγκων — μέσον γάρ ἐστιν καὶ τοῦτο τῶν ἐνύλων καὶ ἀΰλων —, διὰ δὲ τοῦ οὐρανίου σώματος καὶ τοῦτο καὶ τὸ ἡλιακὸν φῶς ἀδιαιρέτου μένοντος ὑπʼ αὐτοῦ φοιτᾶν. πᾶσα γὰρ διαίρεσις πάθος ἐστὶ τῆς τοῦ διαιρουμένου συνεχείας φθαρτικόν.
Ἀλλὰ ταῦτα μὲν διὰ πλειόνων ἐν ἄλλοις ἠξίωται διαρθρώσεως· τίς δὲ ὁ χιλιέτης ἀριθμὸς … ν ἐκ τούτων … ἔσται ἀφανές, ὅσα περὶ τῶν ὀχημάτων διήλθομεν.
Καὶ ἀσπάζεσθαί τε ἀλλήλας, ὅσαι γνώριμαι, καὶ πυνθάνεσθαι τάς τε ἐκ τῆς γῆς ἡκούσας παρὰ τῶν ἑτέρων τὰ ἐκεῖ, καὶ τὰς ἐκ τοῦ οὐρανοῦ τὰ παρʼ ἐκείναις, ἕως τοῦ· καὶ θέας ἀμηχάνους τὸ κάλλος.
Ἡ μὲν εἰς τὸν λειμῶνα σύνοδος τῶν ψυχῶν τίνα ἔνδειξιν ἔχει, διῃρήμεθα πρότερον, καὶ ὅτι ὁ αὐτός ἐστι λειμὼν καὶ δικαστῶν τόπος· ἀλλʼ ὡς μὲν τὸ ἀφʼ οὗ αἱ δισσαὶ λήξεις σχίζονται, δικαστικὸς τόπος· ὡς δὲ τὸ εἰς ὃ συννεύουσιν ἄμφω, λειμών· ὅθεν πρὸ μὲν τῶν λήξεων ὡς εἰς δικαστικὸν ᾔεσαν τόπον, πρὸ δὲ τῆς γενέσεως μετὰ τὰς λήξεις ὡς εἰς λειμῶνα τὸν αὐτόν· ὁ γὰρ αἰθὴρ καὶ ἀρχὴ γενέσεώς ἐστιν καὶ μέσον οὐρανοῦ καὶ γῆς, καὶ τῇ μὲν τόπος δικαστικός, τῇ δὲ λειμὼν ὀνομάζεσθαι πρέπων. Μετὰ δὲ τὴν εἰς ταὐτὸν οἷον σημεῖον τῶν ψυχῶν ἀπὸ τῶν διῃρημένων λήξεων σύνοδον ἕπεται θεωρεῖν, πῶς μὲν γνωρίζουσί τινες ἀλλήλας, πῶς δὲ ἀσπάζονται, πῶς δὲ διαλέγονται, καὶ πῶς διαλεγομένων ἀκούουσι καὶ διηγουμένων ἄλλαι ἄλλων· καὶ τίνα μὲν αἱ κάτωθεν διηγοῦνται ταῖς ἄνωθεν ἀφιγμέναις, καὶ πῶς ἐκεῖναι δέονται τοῦ μαθεῖν ἅτε οὐκ εἰδυῖαι, καὶ πῶς οὐκ ἴσασιν· τίνα δὲ αἱ ἄνωθεν, καὶ πῶς μέμνηνται τῶν ἐν οὐρανῷ θεαμάτων· καὶ εἰ θαυμάζουσιν ἐκεῖνα, πῶς οὐκ ἀναστρέφουσιν ἐπʼ αὐτά· καὶ εἰ πρὸς τὴν πορείαν ἔκαμον, πῶς ἀναλαμβάνουσιν. … ἀλλὰ πρός γε τ … θεωρίαν ἀγαγεῖν. Τὸ μὲν τοίνυν ἀναγνωρισμὸν εἶναι ταῖς ψυχαῖς ἀλλήλων, εἴπερ καὶ γνῶσιν ἀλλήλων ἔξω τῶν ὀστρεΐνων σωμάτων, οὐδὲν οἶμαι θαυμαστὸν εἶναι· καὶ γὰρ ἄτοπον τὰς μὲν αἰσθήσεις γνώσεις οὔσας μετὰ παχέων ὀργάνων ἀντιλαμβάνεσθαι τῶν συγγενῶν αἰσθημάτων — οἷον ὄψιν φωτοειδῆ κατὰ φύσιν οὖσαν χρωμάτων φωτοειδῶν ὄντων, καὶ ἀκοὴν ἀερώδη τὴν οὐσίαν ἔχουσαν τῶν ψόφων ἀερίων ὄντων —, τὰς δὲ ψυχὰς γνωστικὰς οὔσας καὶ οἷον ὄψεις τινὰς μὴ ὁρᾶν τὰς συγγενεῖς αὐταῖς ψυχὰς καὶ χωρὶς ὀργάνων αὐτὰς διʼ ἑαυτῶν. οὐ γὰρ γνῶσιν τὰ ὄργανα προστίθησιν, ἀλλὰ μᾶλλον ἄγνοιαν· εἴπερ ἡ μὲν γνῶσις ἐνέργεια, κρίσις οὖσα τῶν γνωστῶν, ἡ δὲ κρίσις ἀπαθής, τὰ δὲ ὄργανα πάθη ταῖς γνώσεσιν προστίθησιν. ὁρᾶν δὲ ὄντος δυνατοῦ καὶ ἀσωμάτως καὶ σωματικῶς οὐδὲν ἤδη θαυμαστὸν καὶ ψυχὴν ὁρᾶν ἄλλην ψυχήν. καίτοι καὶ διὰ τῶν ὀχημάτων δυνατὸν φάναι γίγνεσθαι ταῖς ψυχαῖς τὴν ἀλλήλων γνῶσιν, ὥσπερ ἐνταῦθα διὰ τῶν ὀστρεΐνων σωμάτων, καὶ ἐναργέστερον διʼ ἐκείνων ἢ τούτων· μᾶλλον γὰρ ἐκεῖνα τὰς ἀπὸ τῶν ψυχῶν ἐμφάσεις ὑποδέχεται τούτων, ὅπου γε καὶ ἐν τούτοις ἄλλα μόρια μᾶλλον ἄλλων, ὅσα ψυχῆς ἐγγυτέρω, δείκνυσιν τὰς ἔνδον ἐν αὐταῖς ταῖς ψυχαῖς διαθέσεις, οἷον ὄμματα … κατὰ τὸν ἀπα … αλλ … οὕτω δὴ οὖν μειζόνως τὰ συμφυέστερα ὀχήματα ταῖς ψυχαῖς καὶ τῶν ὑλικῶν τούτων ὀμμάτων ἀποτυποῦται τὴν χρωμένην ψυχὴν καὶ δείκνυσιν διʼ ἑαυτῶν καὶ ἐκείνην. ἐπεὶ καὶ ἐνταῦθα τῶν καθʼ ἡμᾶς τινα τά τε ἄλλα κατανοητικώτατον καὶ περὶ ταῦτα πολὺ σχόντα τὸ διαφέρον ἔγνωμεν παιδίον ἰδόντα ὑπὸ τιτθῇ τρεφόμενον, καὶ ἤδη γεγονὸς ἐν ἀνδρὸς ἡλικίᾳ πάλιν ἰδόντα καὶ ἐπιγνόντα ἔτι τοῦτον ὃν εἶδεν ὅτε παιδίον ἦν, διὰ μακροῦ χρόνου μόνοις τοῖς ὄμμασιν πιστεύσαντα τὸν ἀναγνωρισμόν. τί δὴ οὖν ἔτι παράδοξον καὶ τὰς ἐκεῖ ψυχὰς ἀναγνωρίζειν ἀπὸ τῶν ὀχημάτων ἀλλήλας; τά τε γὰρ τῶν ἀμεινόνων μᾶλλον διασημαίνει τὴν ἐπιβεβηκυῖαν ψυχὴν ἥτις ἐστίν, διότι καὶ κατὰ φύσιν συμπέφυκεν αὐταῖς, καὶ τὰ τῶν χειρόνων ἔχει τινὰς τύπους καὶ ἐμφάσεις ἔτι τοῦ τῆς ζωῆς εἴδους. καὶ ἔτι διορῶσαι καὶ ἐπιγιγνώσκουσαι διὰ τούτων ἀλλήλας πάμπολυ τῶν ἐνταῦθα τὰς ὄψεις ἀκριβεστέρας ἔχουσι, διὰ ἀυλοτέρων ἐνεργοῦσαι σωμάτων· κριτικώτερον γὰρ τὸ ἀυλότερον, καὶ τὸ ἀπαθέστερον αἰσθητήριον ἐνεργητικώτερον. καὶ ταῦτα γράφομεν, ὅπως καὶ διὰ τῶν ὀχημάτων ἐπιδείξωμεν δυναμένας γιγνώσκειν τὰς ἐκεῖ ψυχὰς ἀλλήλας· ἐκεῖνο προϋπομνήσαντες, ὡς ἄρα καὶ ἀσωμάτως ἀλλήλας γιγνώσκουσιν. εἰ γὰρ καὶ τὰ ὄντα βλέπουσιν ἀσωμάτως, πῶς οὐχὶ … ὁρᾶν διὰ τούτων ἀλλήλας.
Εἰ δὲ δὴ γιγνώσκουσιν ἀλλήλας, καὶ ἀναγνωρίζειν ἀλλήλας οὐκέτι δήπου θαυμαστόν, ἐχούσας ἐν ταῖς φαντασίαις ἀποκείμενον τὸν ἀλλήλων τύπον καὶ ἡσυχάζοντα, διὰ τῆς νέας ὄψεως ἀνακινούσας τὴν τῆς ὁρωμένης ψυχῆς μνήμην. τοιοῦτος γὰρ ὁ ἀναγνωρισμός, τοῦ μνημονευτοῦ προβολὴ καὶ μνήμης ἀνανέωσις, ἣν εἶχεν μὲν οὐ πρόχειρον δὲ εἶχεν, ὥστε καὶ διανοηθῆναι πρὸς ἑαυτὴν τὴν ἀναγνωρίζουσαν, ὅτι ἄρα αὕτη ἐκείνη ἡ ψυχὴ ἡ τοιόνδε ἦθος ἔχουσα καὶ ζῶσα χεῖρον ἢ βέλτιον. οἷον καὶ Ὀδυσσεὺς ὁ Ὁμήρου τὴν Ἀχιλλέως ψυχὴν ἰδὼν ἐν Ἅιδου καὶ τὴν Αἴαντος ἐγνώρισεν ἃς εἶδεν, τὴν δὲ Μίνωος ἣν ἤκουσεν, τυχὸν δὲ καὶ ἐδιδάχθη παρὰ τῶν ἐν Ἅιδου περί τε τούτου καὶ τῶν ἄλλων, τῆς Ταντάλου, τῆς Τιτυοῦ, τῆς Σισύφου, τίνες εἶεν· εἰ μὴ ἄρα καὶ τεθρύλητο ταῦτα περὶ αὐτῶν ὑπὸ δή τινων χρησμῳδηθέντα θεῶν, ὡς ὃ μὲν δικάζει ταῖς ἐν Ἅιδου ψυχαῖς, αἳ δὲ τοιάσδε κολάζονται κολάσεις, καὶ ἰδὼν ἐπέγνω ῥᾳδίως, ὅτι ταῦτα ἦν ἅπερ αἱ περὶ αὐτῶν φῆμαι παρέδοσαν. —Εἰ δὲ δὴ γνωρίζειν ψυχαὶ δύνανται καὶ ἐκεῖ ψυχάς, εἴτε διʼ ἑαυτῶν εἴτε διὰ τῶν ὀχημάτων ἐπὶ γνῶσιν ἀλλήλων ἰοῦσαι καὶ ἀναγνώρισιν, ἑπόμενόν ἐστι τούτῳ τὸ καὶ ἀσπάζεσθαι τὰς γνωρίμας ἀλλήλας ὡς διὰ χρόνου … ουσιν συνεῖναι ........ ἀλλήλαις καὶ ὅλης ἁπλῶς τῆς ζωῆς πρὸς ὅλην συνάπτεσθαι σπευδούσης καὶ φιλοφρόνως ἐχούσης. —Καὶ μὴν καὶ τὸ διαλέγεσθαι ψυχὰς οὐ γλῶτταν ἐχούσας οὐκ ἀρτηρίαν οὐ χείλη, διʼ ὧν ἐν τῷ τῇδε βίῳ διαλέγεσθαι μόνως δυνατόν, ἀπιστεῖν οὐ προσῆκεν· ἔστι γὰρ αὐτῶν τὰ ὀχήματα γλωσσοειδῆ ὅλα καὶ ὄμματα καθʼ ὅλα ἑαυτὰ καὶ ὦτα, καὶ ἀκούειν δυνάμενα καὶ ὁρᾶν καὶ φθέγγεσθαι. καὶ γὰρ ἄτοπον, εἰ ἡ μὲν γλῶσσα τὸν ἀπὸ τοῦ πνεύμονος ἀέρα πλήττουσα δύναται διηρθρωμένην ποιεῖν τὴν φωνήν, τὰ δὲ τῶν ψυχῶν ὀχήματα μὴ δύναται τὸν περὶ ἑαυτὰ κινεῖν ἀέρα καὶ διὰ τοίας ἢ τοίας κινήσεως σχηματίζειν εἰς φθόγγους διαφόρους· πρὸς τῷ καὶ τὸν τρόπον τῆς διαλέξεως μὴ ἐξ ἀνάγκης εἶναι ποικίλον οὕτως καὶ πολυκίνητον ὡς τὸν τῶν ἐνταῦθα ψυχῶν, ἀλλὰ διά τινων ἁπλουστέρων κινήσεων δύνασθαι σημαίνειν τὰς ἐννοίας αὐτῶν ἀλλήλαις. ὡς γὰρ αἱ διανοήσεις ἁπλούστεραι καὶ αἱ φαντασίαι, οὕτω καὶ αἱ διαλέξεις ἐπιτελοῦνται διὰ κινήσεων ὁμοίως ἐλασσόνων καὶ τῆς ἐνταῦθα ποικιλίας καθαρευουσῶν ὡς τὸ εἰκός. καὶ ἐπειδήπερ ἐν τοῖς ὀχήμασιν αὐτῶν ἐστιν ἡ ὡς ἀληθῶς αἴσθησις πᾶν γὰρ σῶμα ψυχῆς μετέχον ζῇ, λογικῆς δὲ ὂν ψυχῆς καὶ κατʼ αἴσθησιν ζῇ καὶ ἔτι κατὰ τόπον κινούμενον δεῖται καὶ αἰσθήσεως· τοιοῦτον δὲ πᾶν ὄχημα ψυχῆς συμφυὲς ὂν λογικῆς … ἀκούειν καὶ … δὲ … ερ τὸ μὲν ἁπλοῦν δύναται κατὰ τὸ αὐτὸ καὶ ἀκούειν καὶ ὁρᾶν καὶ ὅλως αἰσθάνεσθαι· μία γάρ, φησὶν Ἀριστοτέλης, ἡ κυρίως αἴσθησις καὶ τὸ κύριον αἰσθητήριον ἕν ἐστιν, ὡς ἐν τοῖς περὶ αἰσθήσεως λέγει που καὶ αἰσθητῶν· εἰ δὲ τοῦτο καὶ τῇ κοινῇ αἰσθήσει χρῆται, δύναται δήπου καὶ ἤχων ἀπαθῶς ἀντιλαμβάνεσθαι καὶ ἀκούειν καὶ ὧν ἡ τῶνδε τῶν σωμάτων ἀκοὴ μὴ πέφυκεν. οὐ γὰρ πᾶσα ἀκοὴ πάντων ἐστὶν ἀκουστῶν, ἀλλʼ ἣ μὲν ἄλλων ἣ δὲ ἄλλων· διὸ καὶ δαιμόνων φωνὰς οἳ μὲν ἀκούουσιν, οἳ δὲ οὔ, συνόντες τοῖς ἀκούουσιν· καὶ παρέχει τὴν δύναμιν ταύτην τοῖς μὲν ἱερατικὴ δύναμις, τοῖς δὲ κατασκευὴ φύσεως, ὥσπερ ὄμμασι φάσματα ὁρᾶν διὰ θατέρου τούτων ὑπάρχει τὰ ἄλλοις ὄμμασιν ἀόρατα. τὸ δὲ δὴ πρῶτον ὄχημα τῶν ψυχῶν τὴν κοινὴν αἴσθησιν ἔχον τὰ πάσαις μὴ ἀκουστὰ ταῖς ἀκοαῖς τῶν θνητῶν καὶ ἀόρατα ταῖς ὄψεσιν ὁρᾶν καὶ ἀκούειν πέφυκεν.
Τὸ μὲν οὖν διηγεῖσθαι καὶ διηγουμένων ἀκροᾶσθαι τοῦτον ἐπιτελεῖται τὸν τρόπον· ἡ δὲ χρεία τῶν διηγήσεών ἐστιν, ὅπως αἳ μὲν ἐκ τῶν δικαιωτηρίων γνῶσιν τὸ ἀγαθὸν οἷον ἄρα ἐστὶ τῆς κρείσσονος ζωῆς καὶ τῆς ἑπομένης ἐκείνῃ λήξεως, αἳ δὲ ἐκ τοῦ οὐρανοῦ τὸ τῶν τιμωριῶν μέγεθος ἡλίκον ἐστὶν τῶν κατὰ δίκην ὀφειλομένων ταῖς ἀποπεσούσαις τῆς ἀρίστης ζωῆς. ἀμφοτέραις δὲ ὄφελος ἂν εἴη ἡ πρὸς τὴν μετὰ … τειν οἶδεν ἐλπὶς καὶ λύπη, ἣ μὲν τιμῆς, ἣ δὲ τιμωρίας· γίγνεται τοίνυν ταῖς μὲν κάτωθεν ἡκούσαις ἐλπὶς τοῦ τυχεῖν ἀγαθοῦ, τῶν ἄνωθεν ἀφωρισμένων τὰ ἐκεῖ διηγουμένων· ταῖς δὲ ἄνωθεν ἀφιγμέναις φόβος τῆς τιμωρίας, τῶν κάτωθεν ἡκουσῶν τὰ ἐν Ἅιδου δείματα ἀπαγγελλουσῶν· ἀμφοτέραις δὲ τὸ σωφρονεῖν ἐν ταῖς τῶν βίων αἱρέσεσιν, ὡς ἑκάσταις δυνατόν. ὥστε καὶ τοῦτο γίνεσθαι πάντως κατὰ πρόνοιαν, τὸ διηγεῖσθαι ἀλλήλαις ἀμφοτέρας ὧν ἐπειράθησαν, εἰ καὶ μὴ πάσαις ἐξ ἀνάγκης ὑπάρχει τὸ ἐκ τούτων ὄφελος· οὐδὲ γὰρ ἐν τῷ τῇδε βίῳ πᾶσαι γίγνονται ἀμείνους ἐκ τῶν τοιούτων λόγων. Αἱ μὲν οὖν ἀπὸ τῶν χθονίων ἥκουσαι τόπων διηγοῦνται τὰ δείματα τὰ ἐκεῖ, τοὺς ποταμούς, τοὺς ἐφεστῶτας δαίμονας ποιναίους, καὶ ἀκούουσι τούτων αἱ ἐξ οὐρανοῦ — δέονται γὰρ μαθεῖν, οὐκ ἔχουσαι γνῶσιν πάντων· οὐ γὰρ ἦν ἡ ἀποκατάστασις αὐτῶν ἡ τελεωτάτη διʼ ἔθη βέλτιστα τῆς ἐν οὐρανῷ τυχουσῶν λήξεως· αἱ δὲ ἐξ οὐρανοῦ τὰς εὐπαθείας τὰς ἐκεῖ καὶ τὰς θέας τὰς ἀμηχάνους τῷ κάλλει· τὰ γὰρ οὐράνια ἑώρων αὐτοφανῶς, ἃ ἡμεῖς οὐχ ὁρῶμεν διὰ τὴν ἀπόστασιν, καὶ τὰ τῶν οὐρανίων δαιμόνων ὀχήματα καὶ πάντα φῶτα θεῖα καὶ ζωῆς μεστὰ καὶ διαπεποικιλμένα περιόδοις ἰδίαις· καὶ τούτων ἔτι μνήμην εἶχον· οὐ γὰρ ἀποστᾶσαι τοῦ ὁρᾶν καὶ τὴν μνήμην εὐθὺς ἀφῆκαν. ἐκράτει δὲ αὐτῶν ἡ εἰς τὴν γένεσιν ὁρμὴ καὶ διὰ τοῦτο προῄεσαν … ἑώρα τὰς εἰς τὴν γένεσιν ὁρμώσας ἔτι ἀμυδρὰν τὴν ἐκ τῆς μνήμης φαντασίαν ἐχούσας. — Ἀλλὰ τίς ἡ χιλιέτης πορεία, μεταξὺ εἴρηται τῶν διηγήσεων, καὶ εἴρηται ὡς ἄρα τῶν χθονίων ψυχῶν· καίτοι ὅτι κοινὴ καὶ ταῖς ἡκούσαις ἐστὶν ἐκ τοῦ οὐρανοῦ κατὰ Πλάτωνα, διὰ τῶν ἔμπροσθεν ἱκανῶς ἡμῖν ἀποδέδεικται. τὸ μὲν οὖν μὴ πάντως ἐπὶ δακτύλων χρῆναι τὸν ἀριθμὸν σκοπεῖν, μικρὸν ὕστερον ἀπὸ τῶν ῥημάτων δείξομεν τῶν Πλάτωνος. εἰ δὲ δεῖ μὴ τοῦτον τὸν τρόπον, ἀλλὰ ζωτικῶς τὸ εἶδος τοῦ ἀριθμοῦ θεωρεῖν, λεγέσθω καὶ παρʼ ἡμῶν ἡ χιλιὰς οἰκεῖός τις ἀριθμὸς εἶναι ταῖς ἀπὸ γενέσεως στελλομέναις εἰς γένεσιν ψυχαῖς, πρὸ τῆς τελείας, ὡς εἴπομεν πρότερον, ἀποκαταστάσεως· διότι δὴ χθόνιός ἐστιν ὁ χίλια, κυβικὸς ὢν ἐκ δεκάδος. ἡ μὲν οὖν δεκὰς σύμβολον κοσμικῆς ἔστω ζωῆς ἀπὸ τῆς μοναδικῆς ἐνεργείας εἰς ταύτην ἐκπεσούσης· ὁ δὲ ἀπὸ τῆς δεκάδος τετράγωνος πάλιν πεσούσης ἀφʼ ἑαυτῆς αὐτοκινήτως εἰς γένεσιν καὶ ἐπιπεδωθείσης διὰ τὴν πτῶσιν· ἡ δὲ χιλιὰς ἀπὸ γενέσεως αὖθις εἰς γένεσιν ἑτέραν ἐλθούσης διὰ τρίτης αὔξης· τῆς μὲν πρώτης εἰς κόσμον ἀναγούσης, τῆς δὲ δευτέρας εἰς γένεσιν, τῆς δὲ τρίτης εἰς ἄλλην γένεσιν· βαθύνασα γὰρ τὸ ἐπίπεδον οὐκ ἀνέδραμεν εἰς ἑαυτήν, ἀλλʼ ἐπιτείνασα τὴν ὁρμὴν προσέθηκεν γενέσει γένεσιν ἑτέραν· εἴτε οὖν πλείων ὁ τῆς περιόδου χρόνος εἴτε ἐλάσσων ἐστίν, ὅρος αὐτῆς … νη δεκάς· πρὸ δὲ τούτων ἡ μονὰς τῆς δημιουργικῆς αἰτίας τοῦ κόσμου, διʼ ἣν καὶ ὁ κόσμος δεκάς, τὴν ἐν τῇ μονάδι περιοχὴν τῶν εἰδῶν πάντων ἐξαπλώσασα καὶ περατώσασα τὸ πλῆθος τὸ κοσμικόν· μουνάδος ἐκ κευθμῶνος ἀκηράτου, φησὶν ὁ εἰς τὸν ἀριθμὸν Ὀρφικὸς ὕμνος, ἔστʼ ἂν ἵκηται τετράδʼ ἐπὶ ζαθέην. — ἔστιν δὲ τετρὰς ἡ Διονυσιακὴ θεότης, τετραυγέα τετρακέρατον μυριάκις τῆς Ὀρφικῆς θεολογίας τὸν θεὸν ὑμνούσης — ἣ δʼ ἔτεκε μητέρα πάντων πανδεχέα πρέσβειραν — ὡς πάντων χωρητικὴν τῶν ἐν τῷ κόσμῳ καὶ περιεκτικήν — ὅρον περὶ πᾶσι τιθεῖσαν ἄτροπον, ἀκαμάτην — ἀΐδιος γὰρ καὶ ἄλυτος ἡ συνέχουσα τὸν κόσμον φύσις — δεκάδα κλείουσί μιν ἁγνήν — ὡς ἀγενήτως τὸ πᾶν ὁρίζουσαν. μονὰς μὲν οὖν ἡ Δίιος, τετρὰς δὲ ἡ Διονυσιακή, δεκὰς δὲ ἡ τῶν κοσμικῶν εἰδῶν ὕπαρξις καὶ ὁ σύμπας κόσμος· διὰ μὲν τὴν Δίιον μονάδα μονογενής, διὰ δὲ τὴν Διονυσιακὴν τετράδα τετραμερής· ἐπειδὴ δὲ τῆς δεκάδος οὐσία λέγεται καὶ ἔστιν ἡ τετράς, ὁ κόσμος ἐστὶν ἤδη δεκάς· εἰς ὃν κατελθοῦσα ψυχὴ μοναδικῶς ζῶσα παρὰ τῷ Διὶ κατὰ τὸν ἑαυτῆς νοῦν, τετραδικῶς δὲ παρὰ τῷ Διονύσῳ, καθʼ ὅσον ἤδη καὶ διαιρέσεως ἐφάπτεται καὶ γίνεται δυάς, μερίζουσα ἑαυτὴν ταῖς τῶν ἄνω νοήσεσιν καὶ ταῖς τῶν κάτω προνοίαις, καὶ οὐκέτι ζῶσα κατὰ τὸν ἡνίοχον μόνον, ἀλλὰ καὶ καθʼ ἑ … ἑτερότητα καὶ τ … αν ὁ Ἐμπεδοκλῆς κ … εἰς τὸ αἰσθητὸν ῥεπούσῃ τὸ ταυτο … λοποιὸν ζωήν· ἕως αὐτὴν ἡ πρόοδος εἰς δεκάδα πεσεῖν ἐποίησεν, ἐγκόσμιον γενομένην, εἶθʼ ἑκατοντάδα καὶ ἑξῆς χιλιάδα, μετὰ τὸν γραμμικὸν ἀριθμὸν ἐπιπεδώσασαν ἑαυτὴν καὶ τὸ ἐπίπεδον, ὡς εἴρηται, βαθύνασαν· εἰ δὲ δὴ καὶ μὴ μίαν προσθείη γένεσιν, ἀλλὰ τὴν ποικιλίαν ἀνελίξαι τῶν βίων, ἡ τέως οὖσα χιλιὰς γίνεται μυριάς. καὶ διὰ ταῦτα ἡ παντελὴς διέξοδος ἐτῶν μυρίων μόλις ἀποκαθίστησιν τὴν ψυχήν, καὶ μετὰ ταύτην ἄλλος οὐκ ἔστι βίος· πέρας γὰρ ἡ μυριάς, πάντων οὖσα βίων ἀριθμός, πασῶν γενέσεων, πασῶν περιόδων. καὶ ταῦτα Πυθαγορείων ἐστὶ λόγων σπέρματα καταβεβλημένα τῷ Πλάτωνι, πρὸς τὴν τῶν περιοδικῶν ἡμᾶς ἀριθμῶν ἀνεγείροντα περιωπήν, ἐπὶ τῶν δακτύλων οὐκ ἐῶντα μένειν, ἀλλʼ ἐπὶ τὰ παραδείγματα πείθοντα ἀπὸ τῶν εἰκόνων μεταβαίνειν. —Εἰ δὲ ζητοῖμεν ἡμεῖς, τί δήποτε μόναις ἀποδέδωκεν ταῖς ὑπὸ γῆν πορείαις τὴν χιλιετηρίδα, καίτοι καὶ τῶν ἐξ οὐρανοῦ τῷ χιλιοστῷ ἀφικνουμένων ἐπὶ κλήρωσιν καὶ αἵρεσιν, ὡς εἶπεν ὁ ἐν Φαίδρῳ Σωκράτης, ῥητέον ὅτι ταῖς δυσπαθούσαις μᾶλλον φαίνεται τοῦ χρόνου τὸ μῆκος ἄπλετον ὂν ἢ ταῖς εὐμοίρως ζώσαις, ὥσπερ καὶ τοῖς νοσοῦσι μᾶλλον ἢ τοῖς ὑγιαίνουσιν· τὸ γὰρ παραμετροῦν διʼ ἀσθένειαν μεῖζον εἶναι φαντάζεται τὸ χαλεπόν. εἰ δὲ τοῦτο ἀληθές, ὁ Πλάτων εἰκότως δήπου τὰς κάτωθεν ἡκούσας ποιεῖ τὴν πορείαν ἐκτραγῳδούσας, ἢ διὰ τὰς ποινὰς ἢ διὰ τὸν χρόνον, ὄντα πολύν· ἢ γὰρ διὰ τὴν σφοδρότητα τὴν τιμωρίαν αὔξομεν ἢ διὰ τὴν τοῦ χρόνου παράτασιν. ταῖς δὲ ἄνωθεν ἐλθούσαις διὰ τὴν εὐπάθειαν οὐδὲ τοσοῦτος ὢν ὁ χρόνος ἐφαίνετο πολύς, οὐδὲ εἰ τούτου πολλαπλασίων ἦν, ἀπὸ μείζονος δυνάμεως τὴν κρίσιν τῷ τοῦ χρόνου πλήθει προσφερούσαις.
Τὰ μὲν οὖν πολλὰ, ὦ Γλαύκων, πολλοῦ χρόνου διηγήσασθαι· τὸ δʼ οὖν κεφάλαιον ἔφη τόδε εἶναι· μέχρι τοῦ· εἰς δὲ θεοὺς εὐσεβείας τε καὶ ἀσεβείας καὶ γονέας καὶ αὐτόχειρας φόνου μείζους ἔτι τοὺς μισθοὺς διηγεῖσθαι.
Τοῖς περὶ τῆς ἀρίστης καὶ χειρίστης πολιτείας λόγοις καὶ τῶν ἄλλων τῶν ἀνὰ μέσον ἑπομένην ὁ μῦθος ποιεῖται καὶ τὴν τῶν λήξεων ἀφήγησιν σύντομον, κοινὸν μὲν πασῶν ἕν τι λαμβάνων, ἀμεινόνων καὶ χειρόνων, μετὰ δὲ τοῦτο κατʼ ἄρθρα τριαδικῶς αὐτὰς διαιρούμενος, εἰς πρώτας μέσας τελευταίας. Τὸ μὲν οὖν κοινόν ἐστιν, ὃ δὴ κεφάλαιον καὶ αὐτὸς προσείρηκεν ὡς περιγράφον καὶ ὁρίζον τὸν σύμπαντα περὶ τῶν λήξεων τουτονὶ λόγον, ἕκαστον τῶν τε ἀδικημάτων καὶ τῶν κατορθωμάτων δεκαπλασίαν ἔχειν τὴν ἔκτισιν, ὅπου μὲν διὰ τῶν ἐπικαρπιῶν, ὅπου δὲ διὰ τῶν τιμωριῶν, ὡς καὶ τὸν ἁμαρτόντα δεκάκις ὑπὲρ τοῦ ἁμαρτήματος ἀλγυνθῆναι κολαζόμενον, καὶ τὸν ἀγαθόν τι πράξαντα δεκάκις ὑπὲρ τοῦ πραχθέντος … ηφ … τὸν ἀνθρώπινον βίον οὐχ ὡς Σόλων ἄρχ … ἑβδομήκοντα μόνον ἐτῶν, ἀλλʼ ἑκατόν. καὶ διὰ ταῦτα ἄρα καὶ τὸν χρόνον χιλιέτη δεκαπλασιαζόμενον εἶναι καὶ τῆς εὐπαθείας καὶ τῆς τιμωρίας. εἰ δὲ τοῦτο, δῆλον δήπουθεν, ὅτι πρῶτον μὲν κοινὴ καὶ ταῖς εὐμοιροτέραις ψυχαῖς χιλιάς, καὶ οὐ μόνων ἐστὶν τῶν ὑπὸ γῆς κολαζομένων· ἡμεῖς γὰρ εἴπομεν, διʼ ἣν αἰτίαν ταύταις ἀποδέδωκεν μόναις τὴν τοῦ χρόνου παρακολούθησιν· ἔπειθʼ ὅτι καὶ οὐκ ἐπὶ δακτύλων λογίζεσθαι δεῖ τὸν χρόνον, οὐδὲ πασῶν ἐστιν εἷς χρόνος τῶν ψυχῶν — οὐδὲ γὰρ πᾶσαι τὸν ἑκατονταέτη βεβιώκεσαν χρόνον ἐν τοῖς σώμασιν· ὥστε χρὴ τὸν ἀριθμὸν ἔς τι ζωῆς εἶδος ἀναπέμπειν· οὐ γὰρ ἂν ἐλέγοντο αἱ ἐξ ἀνίσων τῶν ἐν τῇ γενέσει βεβιωμένων ἐτῶν ἥκουσαι πᾶσαι χιλιέτη πεποιῆσθαι τὴν πορείαν, εἰ μὴ πᾶσαι τοσοῦτον ἦσαν ἐκεῖ γενόμεναι χρόνον, οὐκ ὄντα πάσαις ὀφειλόμενον διὰ τὴν ἀνισότητα τῶν ἐν σώμασι βίων. Ἀλλὰ τοῦτο μὲν δέδεικται καὶ διὰ τούτων· ὅτι δὲ καὶ ὁ ἑκατὸν ἐφαρμόζει συμβολικῶς τῇ μιᾷ γενέσει καὶ τῷ ἑνὶ βίῳ προείπομεν· καὶ εἴη ἂν Δίιος μὲν ἡ δεκάς, Πλουτώνιος δὲ ἡ χιλιάς, Ποσειδῶνι δὲ ἀνειμένη ἡ ἑκατοντάς. ἣ μὲν γάρ ἐστιν ὄντως οὐρανία, τοὺς μοναδικοὺς ἀριθμοὺς συμπεραίνουσα καὶ εἰς τὴν μονάδα τὴν δημιουργικὴν ἐπιστρέφουσα· τῶν δὲ οὐρανίων οἱ μοναδικοὶ ἀριθμοὶ πάντες εἰκόνες διὰ τὴν ἁπλότητα τὴν ἑαυτῶν· ἣ δὲ Πλουτώνιος διὰ τὸ κυβικόν· ἔστι γὰρ ἀπὸ … ων χθονίων εἰρημένων ὑπὸ τοῦ ...... καὶ διὰ τοῦτο ταῖς ὑποχθονίαις τάξεσι προσηκόντων· ἣ δὲ ἐν μέσῳ τούτων οὖσα τῆς γενεσιουργοῦ ζωῆς ἐστι σύνθημα διά τε τὴν ἐπὶ δύο διάστασιν τῇ γενέσει πρέπουσαν καὶ διότι τριῳδουμένα μονὰς ἡ ἑκατοντὰς εἰς τὸν τριαινοῦχον ἀναπεμπομένη θεόν. καὶ ὁ μὲν Πλάτων διὰ τοιαύτας αἰτίας ἀποδίδωσι τὴν χιλιάδα ταῖς ὑπὸ τῷ Πλούτωνι ψυχαῖς, ὁ δὲ Ὀρφεὺς διὰ τριακοσίων αὐτὰς ἐτῶν ἀπὸ τῶν τόπων ἄγει τῶν ὑπὸ γῆς καὶ τῶν ἐκεῖ δικαιωτηρίων αὖθις εἰς γένεσιν, σύνθημα καὶ οὗτος ποιούμενος τὰς τρεῖς ἑκατοντάδας τῆς τελείας περιόδου τῶν ἀνθρωπίνων ψυχῶν καθαιρομένων, ἐφʼ οἷς ἐβίωσαν ἐπιστρεφόμεναι τὴν γένεσιν. εἰ δὲ τὴν χιλιέτη πορείαν καὶ εἰς τὰς ἐν οὐρανῷ ψυχὰς ἀναπέμποιμεν, ἄλλως ἂν ἐκεῖ θεωροῖμεν αὐτήν· τῆς ψυχῆς πεσούσης μὲν εἰς γένεσιν διὰ τῆς ἑκατοντάδος, δυαδικὴν αὔξησιν ὑπομεινάσης, ἐπιστρεψάσης δὲ διὰ τῆς τριαδικῆς αὐξήσεως πάλιν εἰς τὴν δεκάδα· προόδων γὰρ ἡ δυὰς αἰτία πᾶσιν, ἐπιστροφῶν δὲ ἡ τριάς, οἷς ἐκείνη προόδων· ἐπεὶ οὖν εἰς οὐρανὸν ἡ ἄνοδος, ὅθεν καὶ ἡ κάθοδος, εἰκότως ἡ χιλιὰς κἀκείνων δηλοῖ τὴν ζωήν, οὐκέτι καθʼ ὅσον κύβος, ἀλλὰ καθʼ ὅσον τρὶς ηὐξημένος ἐπιστρέφει τὸ τέλος εἰς τὴν ἀρχήν. Ὅτι δὲ ἡ ἑκατοντὰς εἶδός τι ζωῆς ἐστιν, δηλοῖ καὶ ὁ τῶν Μουσῶν λόγος, τὰς διττὰς ἁρμονίας τῆς ἀνθρωπίνης περιόδου γεννῶν διὰ τῆς ἑκατοντάδος· … την μὲν γινομένην … τοῦ τε ἐπιτρίτου πυθμένος, τὸν μὲν ἐξ ἴσων πλευρῶν ἑκατὸν τοσαυτάκις κατὰ τὴν ὁμοιότητα τῆς ἀμείνονος ζωῆς λαμβάνων, τὸν δὲ ἐκ τῶν ἀνίσων κατὰ τὸν κράτιστον ἁρμονικὸν λόγον καὶ ἁπλούστατον οὐσῶν πρὸς ἀλλήλας τῆς χείρονος, διότι πάσης τῆς ἐν γενέσει ζωῆς ἡ ἑκατοντὰς εἰκών, ἣ μὲν κατὰ νοῦν ἐστιν, ἣ δὲ κατὰ νοῦν καὶ πάθος — μόνον γὰρ εἶναι πάθος ἐπὶ ψυχῆς ἀνθρωπίνης ἐνεργοῦν κατὰ πάντα τὸν βίον ἀδύνατον —, καὶ ἣ μὲν ἔοικεν τῇ ἀπὸ τῆς ἑκατοντάδος ἰσάκις ἴσῃ γενομένῃ ζωῇ, ἣ δὲ τῇ ἀπὸ ταύτης καὶ τοῦ ὑπʼ αὐτὴν κατὰ τὸν ἐπίτριτον.
Ἀλλὰ τὸ μὲν κοινὸν δῆλον· ἡ δὲ κατʼ ἄρθρα διαίρεσις τὰ μὲν μέγιστα διαιρεῖται τῶν ἀμεινόνων καὶ χειρόνων, ὅσα περὶ θεοὺς ἢ γονέας ἐστὶν ὅσια καὶ ἀνόσια ἔργα — καὶ γὰρ οἱ γονεῖς ἀνάλογον ἡμῶν ἄρχουσι θεοῖς, προεστῶτες καὶ αὐτοὶ τῆς γενέσεως καὶ τοὺς γενεσιουργοὺς ἐνεικονιζόμενοι θεούς, οἳ κατιοῦσιν ἡμῖν καὶ ὀχήματα ἐδημιούργησαν καὶ τὰ ἐκτὸς ἀπέδοσαν πρέποντα ταῖς περιόδοις τῶν ψυχῶν· διὸ τῆς αὐτῆς ἠξίωσεν μοίρας ἑκάτερα τά τε τῶν θεῶν καὶ τὰ τῶν γονέων, εὐσέβειάν τε καὶ δυσσέβειαν τὴν αὐτὴν ἀμφοτέροις ἀποδέδωκεν· ἐπεὶ καὶ οἱ θεοὶ πατέρες ἡμῶν καὶ οἱ πατέρες θεοὶ πρὸς ἡμᾶς. διὸ καὶ οἱ τῶν πατέρων ἀδελφοὶ θεῖοι προσηγορεύθησαν, ὡς τῶν πατέρων θεῶν πρὸς τοὺς ἀφʼ ἑαυτῶν τάξιν εἰληχότων· ἀπὸ γὰρ τῶν θεῶν ἡμᾶς οἱ πατέρες ὑπεδέξαντο προϊόντας … πατράσιν οἱ θεοὶ πα … ἀγάλματα θεῶν εἰσιν οἱ πατέρες θνητὰ καὶ ὅμοια τὰ εἰς ἀμφοτέρους ὅσια καὶ ἀνόσια ἔργα παρʼ ἡμῶν· τὰ δὲ αὖ μέσα τῶν ἀδικημάτων ἢ εὐεργετημάτων, ὅσα περὶ πόλεις ὅλας ἢ στρατόπεδα, τὰ μὲν σωτηρίας αἴτια καὶ εὐπραξίας, τὰ δὲ ἀπωλείας καί, ὡς εἶπεν αὐτός, κακουχίας, διὰ δή τινας ἢ προδοσίας ἢ ἐπιβουλὰς ἀλλοίας, ἢ ἄλλο τι τῶν κακῶν ἐξεργαζομένας ἢ καὶ θανάτων αἰτίας γιγνομένας· οἷα δὴ πολλοῖς ἐγένετο, πόλεις ἐξαρπάσασιν τῶν μεγίστων κινδύνων ἢ στρατόπεδα σεσωκόσιν· ὧν πολλοὺς καὶ ἐν μοίρᾳ δαιμόνων ἀγαθῶν ἡμᾶς οἱ χρησμοὶ τιμᾶν προσέταξαν, οἷον τὸν ὑπὲρ τῆς πόλεως αὑτὸν ἐπιδεδωκότα τοῖς πολεμίοις Κόδρον, καὶ εἴ τις ἄλλος τοιοῦτος γέγονεν. τὰ δὲ ἔσχατα καὶ οὐ πολλῆς δεόμενα τῆς ἐκ τῶν ὅλων διορθώσεως, ὧν παραδείγματα τὰ τῶν εὐθὺς γενομένων καὶ οὐ πολὺν δή τινα χρόνον βιούντων, ἃ δὴ καὶ ὀλίγης ἄξια μνήμης εἶναί φησιν, ὡς οὐκ ἔχοντα διαφανῆ καὶ εἰς θαῦμα δυναμένην ἐγείρειν ἢ τὴν τιμὴν ἢ τὴν τιμωρίαν. τούτοις δὲ ὅμοια καὶ τὰ τῶν εὐτελῶν δήπου φύσεών ἐστιν· οὐδὲν γὰρ αἱ τοιαῦται φύσεις οὔτε μέγα κακὸν οὔτε μέγα δύνανται ἀγαθὸν ἐξεργάζεσθαι· διὸ καὶ τὰς ἐπικαρπίας καὶ τὰς κολάσεις ἀμαυρὰς εἶναι τῶν τοιούτων. Οὕτω μὲν οὖν καὶ ἡ διαίρεσις ἐκφαίνει τὰς τῶν λήξεων ἡμῖν διαφοράς, κατʼ ἄρθρα διαστήσασα τὰς τιμὰς καὶ τὰς ποινάς· καὶ πρώτας μὲν τάξασα τὰς μέσας, μέσας δὲ τὰς τῶν ὀλιγοχρόνιον … , ἐσχάτας δὲ τὰς πρώτας, ὅσαι γονέων ἢ θεῶν πέρι ἀσέβειαί τε καὶ εὐσέβειαι. — Ἐπειδὴ δὲ ὁ τοῦ μύθου πατὴρ εἷς τις ἦν τῶν ἀπὸ τῆς γῆς ἥκειν παραδοθέντων, ἐφεξῆς καὶ διὰ τῆς ἱστορίας ἐπάγει τὴν πίστιν τῶν τὰς μεγίστας ὑπομενόντων κολάσεις, ὧν ἡ γνῶσις ἠδύνατο τῷ τὸν μῦθον ἀφηγουμένῳ γνώριμος εἶναι. λέγει γὰρ οὑτωσί πως·
Ἔφη γὰρ δὴ παραγενέσθαι ἐρωτωμένῳ ἑτέρῳ ὑπὸ ἑτέρου, ὅπου εἴη Ἀρδιαῖος ὁ μέγας ἕως τοῦ· καὶ ἀσμενέστατα ἕκαστον σιγήσαντος ἀναβῆναι.
Ταῦτα μὲν πάντα καὶ ὅσα ἄλλα τοιαῦτα καὶ ὁ ἐν Γοργίᾳ μῦθος ἀνατίθησι τοῖς τυράννοις ὡς τὰς μεγίστας ὑπομένουσιν κολάσεις μετὰ τῆς ἀληθείας τοὺς Θρασυμάχους συμποδίζει καὶ τοὺς Καλλικλέας, τοὺς ἐπαινέτας ἅμα καὶ ζηλωτὰς τῆς τυραννικῆς ζωῆς ἢ διὰ φιληδονίαν ἀπέραντον ἢ διὰ φιλοχρηματίαν ἀκάθεκτον. καὶ εἰ πρὸς τὰ ὄντα δὲ σκοποίης, οὐδένας οὕτως εἰκὸς τὴν ἐσχάτην ὑπομένειν κόλασιν ὡς τοὺς τυραννικούς· πολέμιοι γάρ εἰσιν τῶν κοσμικῶν νόμων οἱ τοὺς ἐκείνων ἐκγόνους ἀνατρέποντες νόμους· πολέμιοι τῆς ὅλης τάξεως οἱ τῆς ὁμοίας ἐκείνῃ τάξεως ὄλεθροι· πολέμιοι πάντων θεῶν οἱ τὸν τῶν Γιγάντων τρόπον ἀφανίζοντες πᾶν τὸ θεοῖς συγγενές. ὡς οὖν τοὺς ἐπιβουλεύοντας τῇ πολιτείᾳ καὶ τοῖς ἱεροῖς κολάζουσι διαφερόντως καὶ Πλάτων καὶ πάντες οἱ ἄριστοι νομοθέται, κατὰ τὰ αὐτὰ δὴ καὶ τοὺς τυράννους οἱ κοσμικοὶ νόμοι καὶ δικασταὶ ταῖς μεγίσταις τιμωρίαις ἐμβάλλουσι … ν ὀπαδοὺς τοὺς ζηλοῦντας τὸν ἐν τῷ παντὶ νόμον. Εἰ δὲ δὴ τύραννος ὢν ὁ Ἀρδιαῖος ὁ διὰ τούτων τῶν ῥήσεων ἱστορούμενος διὰ τὴν τυραννικὴν ζωὴν τοιούτων ἐγεγόνει δραμάτων ἀνοσίων ἐργάτης, ὄντως προσήκουσαν αὐτῷ τὴν δαιμονίαν ταύτην ποινὴν ἐπέστησεν ὁ λόγος. ὅσον γὰρ ἐφʼ ἑαυτῷ, πάντων ἐστὶ τῶν αἰτίων φθαρτικός, πατέρα ἀποκτείνας· καὶ προσέθηκεν πρεσβύτην, ἵνα καὶ διὰ τὸν χρόνον τὸ μίασμα ποιήσῃ πικρότερον· καὶ γὰρ ὁ χρόνος τὸ παλαιότερον οἶδεν σεμνότερον, ὡς τῷ παντὶ πρότερον γνωσθὲν καὶ τῇ ἀγενήτῳ φύσει διʼ ἀρχαιότητα συγγενέστερον· εἰ δὲ μετὰ τοῦ χρόνου καὶ ὁ πατὴρ εἴη, θείαν ὄντως αἰτίαν ἐγγὺς τῶν ἀϊδίων οὖσαν αἰτίων ἀπεικονίζεται· τὸν οὖν ταύτην ἀνελόντα τό γε ἑαυτοῦ μέρος αὐτῶν εἶναι τῶν ἀϊδίων αἰτίων πολέμιον ἀποδείκνυσιν. καὶ μὴν καὶ τῶν συστοίχων ὡσαύτως αὐτὸν ἀποφαίνει φθαρτικόν, ἀδελφὸν ἀνελόντα, καὶ τοῦτον πάλιν πρεσβύτερον, ἵνα καὶ τὴν κατὰ τῶν συστοίχων ἐπιβουλὴν εἰς τὴν κατὰ τῶν μὴ συστοίχων περιτρέψῃ διὰ τῆς κατὰ τὸν χρόνον ὑπεροχῆς. τί οὖν ἄλλο λείπεται τὸν τοιοῦτον ἢ πᾶν τὸ σύστοιχον ἅμα καὶ τίμιον ἐκποδὼν ποιεῖν; εἰ δὲ καὶ ἄλλα πολλὰ καὶ ἀνόσια ἐξείργαστο, δῆλον δὴ ὅτι πᾶσαν ἔνθεσμον ζωὴν ἀνατρέψας ἐτύγχανεν καὶ τὸ καθʼ αὑτὸν τὴν τάξιν ὅλην τὴν κοσμικὴν ἀνελών, ἃ δὴ τῆς τυραννικῆς ἐστιν ἐξαίρετα ζωῆς· εἰ δὲ χιλιοστὸν ἔτος γεγόνει τούτων τῶν δραμάτων, καὶ … πων ἐξ … ν φανερόν, ὅτι τῶν ἀνιάτως ἦν ἐχόντων καὶ ὡς παραδειγμάτων ἐν Ἅιδου τοῖς ὁρῶσιν ἀνηρτημένων.
Ὁ μὲν εἰ ἥξει ἐρωτῶν ἐστιν περὶ τοῦδε τοῦ ἀνδρὸς οὐδεὶς τῶν κάτωθεν, ἀλλὰ τῶν ἐκ τοῦ οὐρανοῦ τις ἡκόντων· ὁ γοῦν ἀποκρινόμενος, ὡς πάντων ἑωρακότων τῶν κάτωθεν ἡκόντων τὸν Ἀρδιαῖον, οὑτωσὶ λέγει κοινῇ περὶ ἁπάντων, ὅτι αὐτοῖς ἐδείκνυον τοῦτόν τε καὶ ἄλλους τούτῳ παραπλησίους οἱ κολάζοντες· ὥστε ὁ ἐπανερωτῶν εἷς ἐστιν τῶν ἄνωθεν. εἰ δὲ ὀρθῶς ἐπεστήσαμεν τούτῳ, σκοπεῖν χρὴ τὸ συμβαῖνον, ὅτι πρὸ τῆς οὐρανίας λήξεως ᾔδει τὸν Ἀρδιαῖον ὁ ἐρωτῶν καὶ εἶχεν αὐτοῦ τύπον καὶ μνήμην καὶ ἐκεῖ ὤν. εἰ δὲ τοῦτο ἀληθές, οὐκ ἦν τῶν τελέως κεκαθαρμένων· οὐδεμία γὰρ ψυχὴ φαντασίᾳ τῶν ἐνύλων χρῆται καὶ τυπωτικοὺς ἔχει λόγους μετὰ τὴν τελείαν κάθαρσιν, ἀλλʼ ἀποθεμένη τοὺς ἐκ τῶν αἰσθήσεων τύπους συνδιοικεῖ τοῖς θεοῖς κατὰ νοῦν ἔνθεον τὸν κόσμον. Ὁ μὲν τοίνυν ἐρωτῶν ὅστις ἐστίν, ἀνεύρομεν· ὁ δὲ ἐρωτώμενος οὐχ ἥκει, φησίν, μετὰ τῶν ἀναβεβηκότων ἡμῶν οὐδʼ ἥξει δεῦρο· τοῦτο δὴ τὸ ἐν Γοργίᾳ καὶ Φαίδωνι λέγων, ὡς ἄρα εἰσὶν ἀνίατοι ψυχαί τινες, οὐκ ἐκβαίνουσαι τῶν δεσμωτηρίων ἐκείνων οὐδὲ ἀπολυόμεναι τῶν κολάσεων. καὶ ἡμεῖς ἐδείκνυμεν καὶ ἐν τοῖς εἰς ἐκείνους τοὺς μύθους εἰρημένοις, ὡς ἄρα περίοδον ὅλην τινὰ κολάζων ὁ λόγος τὰς ἀνιάτους ψυχὰς τοιαῦτα φθέγγεται· τὸ γὰρ παντελῶς ἀνίατον εἶναι ψυχὴν ἄτοπον εἶναι ῥητέον· τὸ γὰρ ἐν χρόνῳ γεγονυῖαν ἀνίατον μὴ καὶ ἐν χρόνῳ χωρίζεσθαι τῶν νόσων ἐκείνων ἀμήχανον. καὶ εἰ μὲν πᾶσαν ψυχὴν δυνατὸν τηλικαῦτα ἁμαρτεῖν καὶ ἀνίατον γενέσθαι, πᾶν ἐπιλείψει τὸ πλῆθος τῶν ψυχῶν τὴν γένεσιν, ἐκεῖ γεγονυιῶν πασῶν ἐν τῷ ἀπείρῳ χρόνῳ καὶ μὴ ἀνιουσῶν· εἰ δέ τι γένος ἐστὶν ἴδιον ψυχῶν τὸ ταῦτα πάσχον, ἔσεσθαι χρόνον, ἐν ᾧ πᾶν τὸ τοιόνδε γένος ἐν τοῖς ὑπὸ γῆς τόποις δεδεμένον ἐπιλείψει τὴν γένεσιν. τούτων δὲ ὄντων ἀτοπωτάτων ἐλέγομεν τὴν ἀνίατον ζωὴν παρʼ ἑαυτῆς εἶναι τοιαύτην ὡς ἀμεταμέλητον· ἡ γὰρ μεταμέλεια δείκνυσι τὴν κατηγορίαν καὶ τὴν ἐπανόρθωσιν ἔνδον πρὸ τῆς ἔξω δίκης ὑπάρχουσαν· τῆς δὲ οἰκείας διορθώσεως ἀνῃρημένης αὐτὴ μέν ἐστιν παρʼ ἑαυτῆς ἀνίατος ἡ τοιαύτη πᾶσα ζωή, τυγχάνει δὲ ἰάσεως ὑπὸ τῶν ὅλων κατά τινα περίοδον λύουσαν αὐτῆς τὴν ἐκεῖ κατάταξιν. τὸ μὲν γὰρ ἀφʼ ἑαυτοῦ βοηθούμενον πολλῷ μειζόνως ἀπὸ τῶν ὅλων βοηθεῖται κοσμικῶν περιόδων· τὸ δὲ ἀφʼ ἑαυτοῦ σωτηρίας οὐκ ἔχον ἐλπίδα ἢ λαμβάνει σωτηρίας ἀφορμὴν ἀπὸ τῶν ὅλων, ἀΐδιον ὄν, ἢ ἀπόλλυται παντελῶς, εἰ μὴ ἀΐδιον ὂν τυγχάνοι. Διὰ ταῦτα τοίνυν καὶ τοῦ Ἀρδιαίου πάντως ἀπεγίγνωσκον ὡς ἀναβησομένου ποτέ, τὴν παροῦσαν ζωὴν γέμουσαν κακῶν ὁρῶντες καὶ ἀνήκεστα πάσχουσαν, ὥσπερ καὶ ἔδρασεν· τὰ δὲ ὅλα τίνα τρόπον σώζει τὰς τοιαύτας ψυχάς, οὐχ ἑώρων. Εἰκότως οὖν καὶ ὁ τὸν μῦθον ἀφηγούμενος ὑπόκειται Πάμφυλος, ἵνα καὶ τὰ περὶ τὸν Ἀρδιαῖον γνωρίσας ἐξαγγείλῃ παραδείγματα, παρειληφὼς ἀκοῇ μὲν ἀνθρωπίνῃ ὅσα ἔπραξεν, ἀκοῇ δὲ δαιμονίᾳ ὅσα ἔπαθεν, καὶ διὰ τῶν ἀπὸ τῆς αἰσθήσεως παραδειγμάτων ἐναργὲς ποιήσῃ μέγιστον εἶναι τὴν τυραννίδα κακόν.
Τίς δὲ ἡ περίοδος τῶν ἐν τῷ Ταρτάρῳ κολαζομένων καὶ μὴ ἐκβαινόντων ἐκεῖθεν, ἕως ἂν δέωνται κολάσεως, ὧνπερ οἱ ἐκβαίνοντες εἰς τοὺς ποταμοὺς παρὰ μέρος εἰς τὸν Τάρταρον ἐκπέμπονται καὶ αὖθις ἐκεῖθεν ἐξίασιν, εἴρηται ἡμῖν ἐν τοῖς εἰς τὴν τοῦ Φαίδωνος νέκυιαν· καὶ ὅτι τοῦ οὐρανοῦ μόνου περίοδος, οὐχὶ παντὸς τοῦ γενητοῦ, οὗ μέρος ἐστὶν καὶ ὁ Τάρταρος καὶ ἡ τῶν εἰς αὐτὸν ῥιφέντων περίοδος· καὶ τίνες οἱ ἐνιαυτοὶ τῶν ἐκβαλλομένων εἰς τοὺς ποταμοὺς καὶ εἰς τὸν Τάρταρον πάλιν ἐμπιπτόντων. καὶ γὰρ τοῦτο ἐκεῖ διήρθρωται, καὶ οὐδὲν δεῖ τὰ αὐτὰ καὶ ἐν τούτοις κατατείνειν· πλὴν ὅτι καὶ ὁ Ἀρδιαῖος αὐτόθεν εἰς τὸν Τάρταρον ὠθεῖται καὶ οὐκ ἔξεισιν ἐκεῖθεν, ἕως πᾶσαν ἐκπλήσῃ τὴν ὀφειλομένην αὐτῷ ποινήν, εἰρήσθω καὶ νῦν, ὅτι τὸ οὐδέποτε ἐκβαίνειν καὶ τὸ μὴ ἀνελθεῖν εἰς τὸν τοῦ στομίου τόπον ταὐτόν, ὡς μόνης ἄξιον τῆς ἐν τῷ ἐσχάτῳ κολαστηρίῳ διατριβῆς καὶ τῶν ἐκεῖ τιμωριῶν. Ἀλλʼ ὁ μὲν Ἀρδιαῖος χαιρέτω· καὶ ὅπως ἀληθὲς τὸ μὴ ἥξειν αὐτὸν εἰς τὸν ὑπὲρ γῆν τόπον, δεδηλώσθω διὰ τούτων.
Ὅσα δὲ ἐφεξῆς τούτοις προστίθησιν ὁ ἐρωτώμενος, εἷς ὢν τῶν κάτωθεν ἀναβεβηκότων, ἀκούσωμεν. εἴδομεν, φησίν, … εἰς τὸν οὐρανὸν εἰ .... ἀναβαίνειν μέλλοντες, ἐπειδὴ ἐγγὺς ἦμεν τοῦ στομίου, ἐκεῖνόν τε καὶ ἄλλους, τοὺς μὲν ἐκ τυραννικῆς ζωῆς ὡρμημένους, τοὺς δὲ ἐξ ἰδιωτικῆς, ἀνίατα δὲ ὅμως πλημμελήσαντας, οἰομένους μὲν ἀναβήσεσθαι μὴ δυναμένους δέ· τὸ γὰρ στόμιον ἐμυκᾶτο τῶν τοιούτων τινὸς ἐπιχειροῦντος ἀποδιδράσκειν τὰ ἐκεῖ δικαιωτήρια, οὐ διὰ μεταμέλειαν ὧν ἔπραξαν, ἀλλὰ διὰ τὰς ἐκ τῶν κολάσεων ἀλγηδόνας, οὐδὲ ὡς ἑαυτῶν κατηγόρους, ἀλλʼ ὡς φυγάδας ἀπὸ τῶν ποιναίων δαιμόνων. Τὸ μὲν δὴ μύκημα τοῦ στομίου πᾶσαν ὑπερβαίνει τραγικὴν διασκευὴν εἰς ἔνδειξιν τῆς ὑπερβολῆς τῶν τιμωριῶν, ὥσπερ καὶ τὸ διαπύρους τινὰς ποιεῖν τοὺς ἕλκοντας τὰς τιμωρίας ἀξίως βεβιωκυίας, καὶ τὸ ἐπʼ ἀσπαλάθων κνάμπτειν, καὶ τὸ κήρυγμα τῆς εἰς τὸν Τάρταρον τούτων ῥίψεως· πάντα γὰρ ταῦτα φρικώδεις μὲν ποιεῖ τὰς ποινὰς καὶ ἀπαραιτήτους, ἀνυπερβλήτους δὲ τὰς μοχθηρίας δείκνυσι τῶν κολαζομένων, εἴπερ καὶ τὰ ἄψυχα φωνὴν ἀφίησιν ἔμψυχον κατʼ αὐτῶν καὶ τὰ κολάζοντα φάσματα δυσαντίβλεπτα καὶ τὰ δεσμωτήρια ἄφυκτα. τούτων δὲ τοιούτων ὄντων, εἰ μὴ μῦθοι ταῦτα καὶ δείματα μόνον, ὥσπερ μορμολυκεῖα παίδων, δῆλον δήπουθεν, ὅτι δαιμόνων τίς ἐστι τάξις διορίζουσα τὴν γένεσιν καὶ τοὺς ὑπὸ γῆς τόπους καὶ τὴν ἀξίαν ἀφορίζουσα τῆς ἐκεῖ διατριβῆς ταῖς ψυχαῖς. οἱ μὲν οὖν θεόσοφοι κύνας τινὰς καὶ Κερβέρους ποιοῦσι φρουροὺς τῶν ἐν Ἅιδου ψυχῶν … ει τῶν ζῴων κύων … ον καὶ ἰχνηλατοῦντας τοὺς μὴ ἱκανὴν δεδωκότας τιμωρίαν καὶ μειζόνων ἔτι τῶν δικαιωτηρίων δεομένους· ὁ δὲ Πλάτων, εἰ καὶ τούτων ἀπέσχετο τῶν ὀνομάτων, ἄλλον τρόπον τὰ αὐτὰ γράφει, τὴν δαιμονίαν ταύτην τάξιν τὴν ἐφεστῶσαν τῇ φρουρᾷ τῶν ὑποχθονίων ψυχῶν μυκωμένην ἢ σιγῶσαν ποιῶν, ἴσως διὰ τοῦ μυκηθμοῦ καὶ τὴν ἀπαραίτητον ἀπειλὴν ἐνδεικνύμενος κατὰ τῶν φυγάδων τῶν ἐκεῖθεν γιγνομένων καὶ ὅτι σεληναία τις ἀγέλη δαιμόνων αὕτη· ταυρόμορφος γὰρ ἡ θεός, εἰ δὲ βούλει, καὶ τὸν ταυρόκερων δαίμονα καὶ δρακοντόμορφον τὸν ἀπὸ τῶν Διονυσιακῶν εἰδῶν ὑποστάντα περιέπουσα· πάντως γὰρ κἀκεῖνος ἡγεῖται πολλῶν φασμάτων, τῶν μὲν τιμωρῶν, τῶν δὲ φρουρητικῶν ἐκεῖ τεταγμένων, καὶ τὰ μὲν δράκουσιν ὁμοίως ἐμπίπτοντα, τὰ δὲ ταύρων ἤχους ἀφιέντα καταπλήττει τὰς ψυχάς. Οἱ δὲ δὴ ἄνδρες οἱ διάπυροι ἰδεῖν αὐτόθεν δαίμονές εἰσιν, λογικοὶ μέν, ὅθεν καὶ ἄνδρες ὀνομάζονται, κολαστικοὶ δὲ καὶ ἴσως τῷ Πυριφλεγέθοντι προσήκοντες· εἰ δὲ μή, διὰ πυρὸς ὄντες τιμωροί· πρέποντες γὰρ οὗτοι ταῖς τυραννικαῖς ζωαῖς ταῖς φθαρτικαῖς τῶν ἐνθέσμων πραγμάτων, ἄρδην ἀφανίζοντες τὴν ἐν αὐταῖς πονηρίαν. οὗτοι δʼ οὖν, φησίν, τὸ φθέγμα τοῦ στομίου καταμανθάνοντες· εἰ δὲ οὗτοι, πολλῷ πρότερον ἐκεῖνο δαιμόνιόν ἐστιν· οὐ γὰρ ἂν εἰς ἐκεῖνο τεταγμένοι τοὺς ἔτι δεομένους οἱ λόγῳ χρώμενοι κολάσεως ἐγίγνωσκον, εἰ ἦν ἄψυχος ὁ μυχηθμός· οὐκ ἦν δέ, εἰ κατὰ τὴν κριτικὴν ἐγίνετο τῶν ἀνιόντων δύναμιν, τοῦ κατὰ τὴν ἀξίαν καὶ μὴ κατὰ τὴν ἀξίαν ἀνιέναι τολμῶντος· γελοῖον γὰρ τὴν λογικὴν ζωὴν ἀψύχοις ἀκολουθεῖν εἰς τὴν κατʼ ἀξίαν τῶν κολάσεων ἀποπλήρωσιν. Οὗτοι δʼ οὖν παρεστῶτες, ὡς πᾶσι πανταχοῦ παρόντες καὶ τὴν ἑαυτῶν τάξιν οὐκ ἀπολείποντες, ἢ καὶ ὡς τῷ στομίῳ παρεστῶτες, οἷον ὑπουργοῦντες ταῖς ἐκείνου τιμωροῖς ἀπειλαῖς — ἦν γὰρ ἀπειλῆς σύμβολον ὁ μυκηθμός — καὶ εἰς ἔργον προάγοντες τὴν ἀπειλήν· ὡς γὰρ ἐπὶ τῶν ἀγαθουργῶν δυνάμεων αἳ μὲν βουλήσει μόνῃ λέγονται δρᾶν, αἳ δὲ ἀποπληροῦσιν τὰς ἐκείνων ἀγαθοειδεῖς βουλήσεις, οὕτως ἐπὶ τῶν τιμωρῶν αἱ μὲν ἀπειλῇ δρῶσι μόνον, αἳ δὲ ἐκπληροῦσι τὴν ἀπειλήν. καὶ τοῦτο δηλοῖ τὸ μυκᾶσθαι μὲν ἀπειλοῦν τὸ στόμιον, παρεστῶτας δὲ τοὺς διαπύρους τούτους ἄνδρας πρὸς τὸ φθέγμα τὴν κόλασιν ἐπάγειν, σύνθημα τὸν μυκηθμὸν ποιουμένους τῶν κολάσεων ἀξίων. Ποιναῖος οὖν ὁ μυκηθμός, ἀπειλή τις ὢν μόνον, ποιναία δὲ καὶ ἡ τούτων ποίησις· δρῶσιν δʼ οὖν ἑπόμενα τῷ φθέγματι· διαλαβόντες γὰρ ἄγουσιν οἳ μὲν ἄλλους, οἳ δὲ ἄλλους· τοῦτο γὰρ τὸ διαλαβεῖν, οἷον διανείμασθαι τὰς κολάσεις.
Τούτων δὲ τῶν παρʼ ἀξίαν ἀποδιδρασκόντων ἕνα καὶ τὸν Ἀρδιαῖον ὄντα καὶ τοὺς τούτῳ παραπλησίους πρῶτον μὲν συμποδίζουσιν, ὡς εἰκὸς ἦν φυγάδας, χεῖρας αὐτῶν καὶ πόδας καὶ κεφαλὴν συνδέοντες, τόν τε λόγον καὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἄξια πάντα τῶν ἐκεῖ δικαιωτηρίων ὑπειληφότες εἶναι· ψυχῆς γὰρ κεφαλὴ μὲν ὡς ἀκρότατον ὁ λόγος, θυμὸς δὲ αἱ χεῖρες ὡς ἀμυντικαί, ἐπιθυμία δὲ οἱ πόδες ὡς ἔσχατοι. Δεύτερον δέ, ὥς φησιν ὁ τραγικὸς οὑτοσὶ μῦθος, καταβαλόντες ἐκδείρουσιν· οὗ τὸ μὲν καταβαλεῖν δηλοῖ τὸ τὴν ἐσχάτην ἔχοντας αὐτοὺς ζωὴν συντάξαι τοῖς κάτω καὶ ἐσχάτοις τοῦ παντός· τὸ δὲ ἐκδεῖραι τὸ τῶν χιτώνων τῶν σκοτεινῶν καὶ ἐμβριθῶν τῶν ἐκ τῆς γενέσεως περιελεῖν, ἐκκαθαίροντας αὐτῶν τὴν ὅλην ζωὴν ἀπὸ τῶν προσπεφυκότων κακῶν. Τρίτον τοίνυν τὸ ἕλκειν παρὰ τὴν ὁδόν, διʼ ἧς ἡ πορεία ταῖς ψυχαῖς ἐπὶ τὸ στόμιον ἀπὸ τῶν ὑπὸ γῆς τόπων, τὸ διὰ πάσης δηλοῖ τῆς κολαστικῆς αὐτοὺς παραπέμπειν καὶ τιμωροῦ τῶν ψυχῶν ζωῆς· ἡ μὲν γὰρ ὁδὸς ἡ ὑποχθόνιός ἐστιν περίοδος τῶν ψυχῶν· ἡ δὲ παρʼ αὐτὴν ἕλξις τὴν οὔπω μὲν εἰς αὐτὴν ἥκουσαν, γειτνιάζουσαν δὲ αὐτῇ τιμωρίαν παρίστησιν. Τὸ τέταρτον οὖν τὸ ἐπʼ ἀσπαλάθων κνάπτειν ἐστὶν τὸ διεισδύνειν εἴσω τῆς ζωῆς αὐτῶν τὰς τιμωροὺς δυνάμεις, διαιρετικὰς οὔσας καὶ ἀποκοπτικὰς τῶν ἐν αὐτῇ φαντασιῶν ὑλαίων καὶ ὀρέξεων· αἱ γὰρ ἀσπάλαθοι φυτῶν εἰσι γένος δαίμοσιν ἀνειμένον ἀκανθῶδες· δηλοῦσι δὴ οὖν δαιμονίας δυνάμεις ἀλόγους, αἷς οἱ διάπυροι χρώμενοι δαίμονες ἐναλλομέναις αὐταῖς καὶ αἰκιζούσαις ἐκόλαζον τὰς τοιαύτας ψυχὰς διὰ τῶν σωμάτων ὧν ἔφερον, ἀνυποίστους ἀλγηδόνας ποιούσαις. Πέμπτον ἐπὶ τούτοις τὸ τοῖς παριοῦσι κηρύττειν, ὧν ἕνεκα ταῦτα δρῶσιν εἰς ἐκείνας, τήν τε τῶν δρώντων ὕπαρξιν λογικὴν οὖσαν ἀ … την ἀ … τὰς ἄλλας ψυχὰς διὰ τῶν … γὰρ παριόντες εἰσὶν οἱ τῶν τοιούτων κρείττους τιμωριῶν. Ἕκτον ἐπὶ πᾶσιν τὸ τῶν κακῶν τέλος, ὅτι ἄγοιντο παρʼ αὐτῶν μετὰ τὰς ἀσπαλάθους ἐπὶ τὸν Τάρταρον, τὸ τῆς τίσεως δεσμωτήριον, ἐναργῶς ὥρισεν, οἵων ἐστὶν ἄξιον τὸ τοιόνδε τῆς ζωῆς εἶδος, καὶ ὅτι ἄτακτον ὂν καὶ φυγὸν ἅπαντας θεσμοὺς εἰς τὸ ἀκοσμότατον συνέωσται τοῦ κόσμου, καὶ ἀποδρᾶν νοῦν εἰς τὸ ἀλαμπέστατον. τοιοῦτος γὰρ ὁ Τάρταρος, χῶρος ὢν πάσης ἀτάκτου καὶ σκοτεινῆς ὕλης, εἰς ὃν συρρεῖ τὰ ἔσχατα τῶν κοσμικῶν στοιχείων, πρὸς δὲ τὸν Ὄλυμπον ἀντίθετος. ὃ μὲν γὰρ ὁλολαμπής, πάντα περιέχων, ὑψηλότατος· ὃ δὲ σκοτεινός, κοιλότατος τόπος ὑπὸ πάντων περιεχόμενος· διὸ καὶ ἡ ποίησις βαθύτατον αὐτὸν εἶναί φησιν βέρεθρον ὑπὸ χθονός. πολλῶν δὲ ἡμῖν περὶ αὐτοῦ ῥηθέντων ἐν τοῖς εἰς τὴν νέκυιαν τοῦ Φαίδωνος ἀπʼ ἐκείνων μὲν τὰ δοκοῦντα τοῖς θεολόγοις περὶ αὐτοῦ ληπτέον· νυνὶ δὲ τὰ ἑξῆς προσθετέον, ὅσα ὁ ταῦτα λέγει διηγούμενος. παντοδαπῶν γὰρ αὐτοῖς γενομένων δειμάτων τοῦτον ὑπερβάλλειν τὸν φόβον, μὴ μυκῆται τὸ στόμιον καὶ αὐτῶν ἀνιόντων, καὶ σιγήσαντος ἀσμένως ἀναβῆναι. τὰ μὲν οὖν παντοδαπὰ δείματα δαιμόνων ὄψεις ἦσαν φοβεραὶ καὶ ὄφεσιν ἐοικότων καὶ κυσίν, καὶ τόπων καταπληκτικαὶ δυνάμεις θολεροῦ πυρὸς γεμόντων ἢ ψύξεως ἀφορήτου ὑπὸ πνίγους ἢ σήψεως … σιν … ὁ δὲ τοῦ στομίου μυκηθμὸς … γωνασθεν … νου … τοῦτο κατὰ τὸ δέον πράττων ἐνδίκου δηλοῖ ζωῆς ἐνέργειαν κριτικῶς κινοῦσαν ἑαυτὴν κατὰ τῶν ἀναξίων τῆς ἐκεῖθεν φυγῆς· ἡ δὲ ἀσμένως αὐτοῖς γεγονυῖα μόλις ἀνάβασις παρίστησιν τὴν τῶν κακῶν πεῖραν σωφρονεστέρας ποιοῦσαν τὰς ψυχάς· διὸ καὶ ἀσφαλεῖς αἱ τοιαῦται φαίνονται περὶ τὰς τῶν βίων αἱρέσεις.
Καὶ τὰς μὲν δίκας τε καὶ τιμωρίας τοιαύτας τινὰς εἶναι, καὶ αὖ τὰς εὐεργεσίας ταύταις ἀντιστρόφους.
Τὰς μὲν δίκας καὶ τὰς τιμωρίας οὐκ οἰητέον ἐκ παραλλήλου λέγεσθαι· διώρισται γὰρ ἐν Γοργίᾳ τοὺς μὲν δίκην διδόντας εἶναι τοὺς ὠφελουμένους καὶ παρὰ θεῶν καὶ παρὰ ἀνθρώπων, τοὺς δὲ τιμωρουμένους τοὺς ἀνιάτους· καὶ γὰρ ἄλλο μὲν τίσις, ἄλλο δὲ δίκη, καθάπερ καὶ τοῦτο διώρισται ἐν ἐκείνῳ. καὶ ἐν Νόμοις δὲ σαφῶς διέκρινεν τιμωρίαν καὶ δίκην, ὅπου καὶ δῆλον πεποίηκεν, ὡς ἄρα καὶ ἡ τιμωρία τρόπος τις ἰάσεώς ἐστιν· τὸν γὰρ μὴ τυγχάνοντα τῆς τιμωρίας ἄθλιον ἀξιοῖ καλεῖν ὡς μὴ ἰατρευόμενον· ὡς τοῦ τυγχάνοντος δήπουθεν ἰατρευομένου, κἂν ἐν τῷ παρόντι, ἵνʼ ἄλλοι σώζωνται, ἀπολλύηται· εἰ δὲ ὅπως οὖν ἰατρεύεται, παρʼ ἑαυτοῦ μὲν οὐκ ἂν πάσχοι τοῦτο ἀνίατος ὤν, παρὰ δὲ τῶν ὅλων δυνάμεων. καὶ εἰ μὴ θέμις τελέως ἀπολέσθαι τὸ ἀθάνατον, ἑαυτῷ μὲν ἀπόλλυται, τοῖς δὲ ἀπὸ τῶν ὅλων εἰς αὐτὸ καθήκουσιν σώζεται. τούτων δὲ δήλων ὄντων τὰς ἀντιστρόφους ταῖς τιμωρίαις εὐεργεσίας θεωρήσωμεν· καὶ λέγωμεν αὐτοὺς ἀπολαύειν πρῶτον μὲν ....... δαιμόνων συνουσίας Πλουτωνίων κηλούντων τὰς ψυχὰς καὶ τὰς ἐννοίας αὐτῶν τελειούντων καὶ προξενούντων τὴν πρόνοιαν τῶν καταχθονίων θεῶν, φάσματά τε δεικνύντων γαλήνης μεστὰ καὶ καθαιρόντων τὰ περιβλήματα αὐτῶν διὰ θείου φωτὸς καὶ ἀναμιμνησκόντων τῆς ἀϊδίου ζωῆς καὶ τῶν ἀποκαταστάσεων τῶν τελεωτάτων, ὥστε καὶ φωνῶν ἀκούειν θειοτέρων καὶ τέλος αὐτοῦ μεταλαγχάνειν τοῦ Πλούτωνος καὶ τῆς συμβασιλευούσης αὐτῷ ζῳογόνου θεᾶς καὶ τῶν νοερῶν ἀποπληροῦσθαι παρʼ αὐτῶν ἀγαθῶν· οἷα καὶ αἱ παναγέσταται τελεταὶ τῶν Ἐλευσινίων ὑπισχνοῦνται τοῖς μύσταις, τῶν παρὰ τῇ Κόρῃ δώρων ἀπολαύειν, ἐπειδὰν λυθῶσι τῶν σωμάτων. ὅτι δὲ καὶ Πλάτων τοιαύτας τινὰς εἶναι τὰς ἐκεῖ φαίη ἂν τῶν ψυχῶν εὐεργεσίας, δηλοῖ τὰ ἐν Κρατύλῳ ῥηθέντα περὶ τοῦ Πλούτωνος, ὡς ἄρα διʼ ἀρετῆς κατέχει παρʼ ἑαυτῷ τὰς ψυχὰς καὶ θέλγει σοφίας πληρῶν, καὶ οἱ Πλούτωνος οὗτοι δεσμοί, διʼ οὓς οὐδὲ αἱ Σειρῆνες ἐκεῖθεν ἀπελθεῖν ἐθέλουσιν κηλούμεναι, καὶ ταῦτα Σειρῆνες οὖσαι, τοῖς Πλουτωνίοις δώροις.
Ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν τῇ ὀγδόῃ πορεύεσθαι μέχρι τοῦ· οὕτω πᾶσαν συνέχον τὴν περιφοράν.
Τὰς μὲν νεοτελεῖς ψυχὰς καὶ πρώτην ἐκ τοῦ νοητοῦ ποιουμένας κάθοδον ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης φησὶν κατὰ τὸ πλῆθος τῶν θεαμάτων ποιεῖσθαι τὴν τοῦ βίου αἵρεσιν ἐξηλλαγμένην καὶ ἑλέσθαι τὴν μὲν πλεῖστα ἰδοῦσαν εἰς φιλοσόφου γονὴν ἰέναι καὶ εἰς τυράννου τὴν ἐλάχιστα, καὶ τὰς ἄλλας κατὰ τὸ πλείονα καὶ ἐλάσσονα τεθεᾶσθαι βίους προβαλέσθαι ὁλικωτέρους ἢ μερικωτέρους. ἐν δὲ τούτοις περὶ τῶν μὴ νεοτελῶν ψυχῶν ἡμᾶς ἀναδιδάσκων, ἀλλʼ ἐξ ἄλλης γενέσεως εἰς ἄλλην στελλομένων ἢ ἀπὸ λήξεων ἀμεινόνων ἢ χειρόνων, τοσοῦτον ἀξιοῖ πᾶσαν τὴν οὕτω κατιοῦσαν γενέσθαι πως τοῦ κόσμου θεωρὸν καὶ τῶν ἐν αὐτῷ κύκλων καὶ τῶν περιφορῶν, ἀφʼ ὧν καὶ ὑποδέχεσθαι τὸν κλῆρον ἕκασται μέλλουσιν. καὶ μηδεὶς οἰέσθω τοῦτο ἀδύνατον εἶναι· πρῶτον μὲν γὰρ ἐν τῷ ἔξω σωμάτων εἶναι τὰς ψυχὰς εἰκὸς τὰ ἐν τῷ κόσμῳ μᾶλλον ὁρᾶν ἢ ἐν σώμασιν οὔσας· πολλῶν γὰρ ἡμᾶς τὸ ὀστρέϊνον τοῦτο σῶμα, παχὺ καὶ χθόνιον ὄν, κωλύει θεαμάτων, ὧν τὰ ἁπλούστερα περιβλήματα τῶν ψυχῶν αἰσθάνεται μειζόνως· ἐπεὶ καὶ τοῦτό τινες ἔχοντες τὸ σῶμα διά τινων ἐγχρισμάτων αὐτοπτοῦσιν καὶ δαιμόνων σώματα ἀόρατα πρότερον ὄντα καὶ ἄλλων κοσμικῶν δυνάμεων· καὶ οὐ διὰ ζωῆς κάθαρσιν τούτων τυγχάνουσιν, ἀλλὰ δύναμιν φυσικὴν ἐντεθεῖσαν ἐκκαθαίρουσαν τὸ ὀπτικὸν φῶς ἀπὸ τῆς παχείας ὑγρότητος τῆς ἀναμεμιγμένης καὶ τῶν ἐκ τοῦ ἐγκεφάλου περιττωμάτων, καὶ ἐκεῖνο πυκνοῦσαν καὶ διὰ τῆς πυκνώσεως ῥωννῦσαν. ἔπειτα καὶ μελλούσας ἐπʼ ἄλλον βίον χωρεῖν εἰκὸς μάλιστα τότε, καθʼ ὅσον ἑκάστη δ … σχεδὸν πάντες οἱ εἰς … γ … ὁρμῶντες πράξεις τῶν ἀποκεκρυμμένων ἐφίενται τῆς γνώσεως· καὶ οἳ μὲν μᾶλλον, οἳ δὲ ἧττον ἐφάπτονται ταύτης ἢ διὰ συμβόλων ἢ διʼ ὀνείρων ἢ διʼ ἄλλων σημείων μαντικῶν πολυπραγμονοῦντες τὰ μέλλοντα· τοῖς δὲ μέλει καὶ καιροῦ καὶ τῶν καλουμένων καταρχῶν. τὸ οὖν ἀνάλογον οἴεσθαι χρὴ καὶ ἐκεῖ συμβαίνειν περὶ τὰς ψυχὰς εἰς ἄλλην γένεσιν στελλομένας. ἔτι τοίνυν αἱ μὲν ἐξ οὐρανοῦ ἀφιγμέναι προσεχῶς τεθέανται τὰ κράτη τῶν οὐρανίων καὶ μέμνηνται τῆς ποιήσεως αὐτῶν, εἴπερ καὶ τῶν εὐπαθειῶν καὶ τῶν θεαμάτων· αἱ δὲ ἀπὸ τῶν ὑπὸ γῆς δικαιωτηρίων ἐκ τῶν ἐκεῖ δειμάτων εὐλαβέστεραι γεγονυῖαι καὶ ἰδοῦσαι τὴν δύναμιν τῶν ὑποχθονίων δαιμόνων ἀνεγείρουσιν ἑαυτὰς εἰς τὴν τοῦ οὐρανοῦ κατανόησιν καὶ τὸ σέβας, φρίττουσαι τὸν ἀλαμπῆ καὶ ὑπὸ γῆς τόπον. ὥστʼ εἰκότως ἀμφότεραι διὰ ταύτας τὰς αἰτίας εἰς τὸ πᾶν βλέπουσιν καὶ τὰς ἐφεστώσας δυνάμεις ταῖς τῶν ψυχῶν καθόδοις· οἷον εἴ τινες πλέοντες, ἔπειτα χειμῶνα προσδοκῶντες, τοὺς Διοσκούρους ἐννοήσαιεν καὶ αὐτοὺς τοὺς ἐναλίους δαίμονας, διʼ ὧν ἡ σωτηρία μόνων τοῖς χειμῶνι χρησαμένοις ἐστίν. πρὸς δὲ τούτοις καὶ τὰ περικείμενα ταῖς ψυχαῖς ἐκείναις ὀχήματα, καθαρώτερα τῶν ὀστρεωδῶν τούτων ὄντα σωμάτων καὶ συγγενέστερα πρὸς τόνον κατὰ φύσιν, ἀνίστησι καὶ τὰς χρωμένας αὐτοῖς … ενα μᾶλλον … μασιν, εἰς θαῦμα καθίστανται … πᾶσαν τὴν γένεσιν· ἐκ δὲ τοῦ θαύματος αἷς μὲν μᾶλλον τῶν ψυχῶν αἷς δὲ ἧττον ἐγγενομένου συμβαίνει καὶ ἔρως τῆς κατανοήσεως αὐτῶν καὶ τῶν ἐκεῖθεν προτεινομένων κατὰ τὴν ἀναλογίαν τοῦ θαύματος, ὡς εἰς ἐπίστασιν ἰέναι καὶ τῶν ἀποκληρουμένων αὐταῖς ἐκεῖθεν ἢ ἐναργέστερον ἢ ἀμυδρότερον. Ἐφʼ ἅπασι δὲ τοῖς εἰρημένοις καὶ τόπος ἐκεῖνος, εἰς ὃν συνελέγησαν, πρῶτον μὲν ὅτι μάλιστα καθαρώτατος ὢν καὶ ὡς ἐν τοῖς ἐνύλοις στοιχείοις ἄυλος, ἔπεινα καὶ ἐπιφοιτήσεις ἔχων δαιμόνων ἀγαθῶν, ὥσπερ ὁ τῇδε τόπος δαιμόνων πονηρῶν ἀφανῶς προσκολλωμένων ἡμῖν καὶ δρώντων, ἃ δὴ καὶ δρᾶν τοῖς τοιούτοις φίλον — εἰς ἃ καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης ἀποβλέπων πρὸς τῇ ἀποστάσει τῆς θέας τοῦ ὄντος ᾐτιάσατο καὶ συντυχίας τινὰς κατάγειν εἰς λήθην καὶ κακίαν τὴν ψυχήν—ἐκεῖνος δʼ οὖν ὁ τόπος διά τε τὴν λεπτότητα τοῦ αἰθέρος καὶ τὴν εὐάγειαν εἰς ἔλλαμψιν ἀγαθουργῶν πνευμάτων ἐπιτήδειος ὢν οὐ θαυμάσαις, εἰ καὶ διὰ τούτων ἀνακινοίη τὰς ψυχὰς εἰς τὴν τῶν ὅλων θεωρίαν καὶ δύναμιν μέντοι πρὸς τοῦτο ἱκανὴν ἐνδιδοίη, πείσματα τῆς ἐνταῦθα ζωῆς ἀσφαλῆ ποιῶν αὐτὰς καταβάλλεσθαι, διʼ ὧν εἰδυῖαι τὰ περιεστῶτα τὰς αἱρέσεις ὀφείλουσι ποιεῖσθαι τῶν βίων.
Τοῦτο μὲν οὖν ἠξιώσαμεν πιθανῶν λόγων, ὡς ἄρα οὐδὲν ἀπεικὸς πᾶσαν … τὴν εἰς τὰς αἱρέσεις ἰοῦσαν τῶν προτεινομένων βίων. ἐπειδὴ δὲ ἑπτὰ μὲν ἡμέρας ἐν τῷ λειμῶνι διατρίβειν φησὶ τὰς ψυχάς, ἀναστάσας δὲ ἐκ τοῦ λειμῶνος ἀπιέναι διὰ τεττάρων ἄλλων ἡμερῶν εἴς τινα τόπον, ἐν ᾧ γενομένας φῶς τι καθορᾶν διὰ τοῦ οὐρανοῦ τεταμένον, ἐντεῦθεν δὲ πάλιν διὰ μιᾶς ἡμέρας ἄλλης ἀφικνεῖσθαι εἰς ἕτερον τόπον, ἀφʼ οὗ τὴν ἀρχὴν τοῦ φωτὸς αὐτὴν τρανέστερον ἐποπτεύειν, ἄξιον ἐπισκέψασθαι, καὶ τίνες πρῶτόν εἰσιν αἱ ἡμέραι καὶ τί τὸ πλῆθος αὐτῶν. ὅτι μὲν γὰρ ἐκ τούτων ἡ δυοδεκάς, τῶν ἑπτά, τῶν τεττάρων, τῆς μιᾶς, φανερόν· εἴρηται δὲ δωδεκαταῖον ἐπὶ τῆς πυρᾶς κείμενον ἀναβιῶναι τὸν Ἦρα τὸν τούτων ἄγγελον ἡμῖν τῶν λόγων γενόμενον· ἀλλʼ ὅπερ ἔφην, τίς ὁ ἀριθμός, οὐ παρέργως ἡμῖν ἐξεταστέον· καὶ πρὸ τούτων, εἰ ζωτικῶς μόνον δεῖ τοὺς ἀριθμοὺς ὁρᾶν καὶ τὰς ἡμέρας ἢ συμβολικῶς ἀκούειν ὡς τὴν χιλιέτη πορείαν ἢ καὶ ὄντως μετανάστασιν ἀπὸ τοῦ λειμῶνος τοπικὴν ἐκλαμβάνειν. Τὸ μὲν οὖν τοῦ μύθου λέγοντος μονὴν καὶ πορείαν καὶ χρόνον ἑκατέρας καὶ τόπους ὁρίζοντος, ὡδὶ μὲν τῆς πρώτης τοῦ φωτὸς θέας, ὡδὶ δὲ καὶ τῆς ἀρχῆς τοῦ φωτός, ἡμᾶς ἀφεῖναι παντελῶς τὰς διαστάσεις οὐκ ἔστι σωζόντων τὴν τῶν πλασμάτων πρέπουσαν ἐξήγησιν, ἀλλʼ ἀπαρτώντων ἐκ τῶν ἐναργῶς γεγραμμένων τοὺς λόγους, δέον προσβιβάζειν τῇ ἀληθείᾳ καὶ τὰς τοπικὰς ταύτας … τῶν πλασμάτων … εἰς οὐρανὸν γίνεσθαι τουτέστιν εἰς τὸν λειμῶνα, καὶ μετὰ τὴν σελήνην ...... τελευτα … ηι ἐννοίᾳ τὰς ἑπτὰ ἡμέρας τοῖς τρισὶν ἀπονέμειν καὶ τοῖς ὑπὲρ τούτους δυσὶν τὰς τέτταρας, τῷ δὲ λοιπῷ τὴν μίαν, καὶ τέλος μέχρι τῆς ἀπλανοῦς ἀναπέμπειν οὐκ ἐφιστάντων ἐστίν, ὅτι πρῶτον μὲν ἡμέρας διαριθμεῖν ὑπὲρ σελήνην πορευομένους ἄλογον· οὐ γάρ ἐστιν ὑπὲρ αὐτὴν πολύ τι τοῦ κώνου μέρος, ἀλλὰ πάντα τὰ ἐκεῖ νυκτός ἐστιν ἀνωτέρω καὶ ἓν ἐπέχει φῶς. ἔπειτα καὶ τοῦ Ἠρὸς σαφῶς λέγοντος τὰ βάθη τῶν σφαιρῶν ὁρᾶν ἄνωθεν ὑπερφαινόμενα· τοῦτο γὰρ σημαίνει δήπουθεν, ὁπόταν λέγῃ κύκλους ἄνωθεν τὰ χείλη πάντων ὁρᾶν· τμήματα γὰρ θεώμενος, ὅθεν αὐτὰ καὶ σφονδύλοις ἀπείκασεν καὶ καδίσκοις εἰς ἀλλήλους ἐμβεβλημένοις, ἀλλʼ οὐ σφαίραις εἰς ἀλλήλας ὡς ἂν τμήματα βλέπων, ἄνωθεν αὐτῷ λέγει φαίνεσθαι τὰ χείλη τῶν τμημάτων, ὡς κάτωθεν ὁρῶν. πρὸς δὲ τούτοις τὸ μὲν ἀνάγειν τὰς ἀπολιπούσας ψυχὰς τὸν οὐρανὸν διʼ ἀσθένειαν περίεργον· οὐ γὰρ ἂν ἀπέλειπον αὐτὸν ἐκεῖ δυνάμεναι μένειν· τὸ δὲ τὰς ἀπὸ τῶν ὑπὸ γῆς ἡκούσας δικαιωτηρίων, ἀδύνατον πρὸ γενέσεως αὐτὰς ἐν οὐρανῷ γίνεσθαι, μόλις ἐκεῖθεν ἀπολυθείσας. Τούτων δὲ ἀμφοτέρων ἐκβεβλημένων καὶ ὑπὸ σελήνην τῆς πορείας οὔσης κάλλιον λέγειν βάθος εἶναι τοῦ αἰθέρος, οὐχ ὅσον δοκεῖν τοῖς πολλοῖς, ἀλλʼ ὄντως ἄπλετον· ὡς … ἀνατείνει τὸν … ας ὁ ἐν Φαίδωνι μῦθος … , κατὰ τὰ αὐτὰ δήπου καὶ τὸν αἰθέρα τὸν συνάπτοντα τῷ οὐρανῷ τὴν γῆν πολὺν εἶναι διαφερόντως ὑπείληφεν, καὶ διὰ τούτου ποιεῖσθαι τὴν πορείαν τὰς ψυχάς, ἕως ἂν ἐπʼ ἄκρον αὐτὸν καταντήσωσιν, ὅθεν τὴν ἀρχὴν ὄψονται τοῦ φωτός. καὶ τὸ μὲν κατωτάτω μέρος αὐτοῦ λειμῶνα χρῆναι καλεῖν ὡς ἀρχὴν γενέσεως, τὸ δὲ μέσον τούτου τε καὶ τῆς ἄκρας ἁψῖδος βάθος ψυχῶν ὁδόν· ὀπισθοβαρῶν δὲ οὐσῶν διὰ τὰ ὀχήματα μὴ ὄντα καθαρὰ τῆς βαρυτέρας καὶ ἐνίκμου φύσεως μόλις γίνεσθαι τὴν εἰς τὸ ἄνω φοράν· ὅτι γὰρ εἰς τὸ ἄνω δεῖ νοεῖν τὴν κίνησιν, δῆλον. οὐ γὰρ ἂν ἐλέγοντο τὸ φῶς ὁρᾶν πρῶτον, ἔπειτα τὴν ἀρχὴν τούτου τοῦ φωτός· οὐ γὰρ κάτω τὴν ἀρχήν, ἀλλʼ ἄνω πάντως τίθεται τοῦ φωτός· ἄρχεται γὰρ ἄνωθεν, ἀλλʼ οὐ κάτωθεν, εἴπερ φῶς ἐστιν καὶ συνδεῖ τῷ οὐρανῷ τὴν γῆν· οὐδὲ ὅλως ἔστιν ἀπὸ γῆς εἰς οὐρανὸν διήκειν φῶς, ἀλλʼ ἐξ οὐρανοῦ εἰς γῆν. εἰ οὖν καὶ ἐπὶ τὸ ἄναντες ἡ πορεία καὶ μέχρι τῆς ὑπουρανίας ἁψῖδος καὶ ἀπὸ τοῦ λειμῶνος, οὗτος δὲ ἦν ὁ Δίκης τόπος, οὗτος δὲ ὁ αἰθήρ, δῆλον ὡς ἐξ ἀνάγκης ἐν τῷ αἰθέρι πᾶσαν εἶναι τὴν πορείαν ἀναγκαῖον· καὶ ἐπʼ ἐσχάτῳ μὲν αὐτῷ τὴν τῶν ἑπτὰ διατριβὴν ἡμερῶν, ἐν δὲ τῷ βάθει τὴν διὰ τῶν τεσσάρων ἀνάβασιν, ἐπὶ δὲ τῷ ὑψηλοτάτῳ τὴν διὰ μιᾶς μετάστασιν. καὶ εἴρηται τὸ αἴτιον … εἰ καὶ ἐφίενται καὶ τοῦ αἰθέρος καὶ τοῦ οὐρανίου φωτὸς … πρὸ τούτων ὑπεμνήσαμεν.
Ταῦτα μὲν οὖν δέδεικται· τούτοις δὲ ἑπομένως τὰς αἰτίας ἀποδίδομεν τοῦ πλήθους τῶν ἡμερῶν· ἑπτὰ μὲν γὰρ ἡμέρας ἐν τῷ λειμῶνι γεγόνασιν, ἐπειδήπερ αἱ τῆς σελήνης φάσεις τῆς προσεχῶς τὸν αἰθέρα περιεχούσης κατὰ τὸν ἀριθμὸν ἐξαλλάττονται τοῦτον· ὡς οὖν φυσικαῖς δυνάμεσι τὰ πάντα κινοῦσιν, οὕτω δὴ καὶ ταῖς κινήσεσιν τῶν ἐν τῷ αἰθέρι ψυχῶν ἀρχὴν διδόασι τῆς ἐκεῖθεν μεταναστάσεως· καιροφυὴς γὰρ ἀριθμὸς οὗτος, ὡς καὶ οἱ Πυθαγόρειοι λέγουσιν, καὶ ἐν τοῖς τῇδε ζῴοις καὶ ταῖς ἡλικίαις πολὺ τὸ κράτος ἐπιδεικνύμενος. εἰ οὖν καὶ ἡ σελήνη κατὰ τὴν ἑβδομάδα τοὺς δρόμους ἐξαλλάττει καὶ τὰ σχήματα καὶ τὰ θνητὰ ζῷα κατὰ τοῦτον ποικίλλεται τὸν ἀριθμόν, οὐδὲν θαυμαστὸν καὶ τὰς αἰθερίας ἐκείνας ψυχὰς ὑπὸ τῆς ἑβδομάδος κινεῖσθαι πρὸς τὴν ἄνω πορείαν. διὰ τεττάρων δὲ ἄλλων ἡμερῶν ἡ τοῦ βάθους γίνεται κινηθείσαις αὐταῖς διέξοδος, ὡς ἐμαυτὸν πείθω, διὰ τὴν πρὸς τὸν ἥλιον τῆς τετράδος συγγένειαν· ἡμέρας μὲν γὰρ ἀριθμοῦμεν διὰ τὴν ἡλιακὴν κίνησιν, μῆνας δὲ διὰ τὴν σεληναίαν. ὅτι δὲ ἡλιακόν ἐστιν μέτρον ἡ τετράς, καὶ ὡς σελήνης ἑβδομάς, οὕτως ἡλίου φήμην ἔσχεν ἡ τετράς, καὶ ὡς ἡμερῶν ἐπὶ σελήνης ἑβδομάς, οὕτως μηνῶν ἐπὶ ἡλίου μέτρον ἐκείνη, τεθρύληται παρὰ … ἐσχάτω … αιθε … ων ἐνικμοτέρων ...... διατρίβειν ἐκεῖ κατασκηνησαμένας· καὶ γὰρ τὸ σεληναῖον φῶς ἐνικμότερον. ἀνιούσας δὲ καὶ πλησιαζούσας τῷ οὐρανίῳ τοῦ ἡλίου μετέχειν ἐπὶ πλέον, κωνοειδῶν αὐταῖς τῶν ὁριζόντων μειζόνως γιγνομένων καὶ διὰ τὴν πλείονα μέθεξιν τῶν ἡλιακῶν ἀκτίνων ἐκκαθαιρομένων τῶν ὀχημάτων καὶ ἀνωφόρων μᾶλλον ἀποτελουμένων· διόπερ ἡ ἀνάβασις αὐταῖς διὰ τῆς ἡλίῳ προσηκούσης ἐπετελεῖτο τετράδος. ἐν ὕψει δὲ τοῦ αἰθέρος ἤδη καὶ ἄλλο κατιδοῦσαι φῶς καὶ ἐλλάμψεις ὑποδεξάμεναι θειοτέρας, διὰ μιᾶς τῆς τῷ ἀπλανεῖ προσηκούσης ἤνυτον τὸν λειπόμενον δρόμον, ἕως ὑπʼ αὐτὴν ἐγένοντο τὴν ὑπʼ οὐρανὸν ἁψῖδα. διὰ σελήνην μὲν οὖν ἐν τῷ λειμῶνι διέτριβον καὶ τὴν ἑβδομάδα τὴν σελήνῃ προσήκουσαν· διʼ ἥλιον δὲ καὶ τὸ ἡλιακὸν φῶς ἐπορεύοντο καὶ διεξῄεσαν τὸ αἰθέριον βάθος· διὰ δὲ τὸ ἐν ὕψει φανὲν αὐταῖς φῶς τὴν λοιπὴν ὁδὸν ἐποιήσαντο διὰ μιᾶς ἡμέρας, ἀεὶ τῶν ὀχημάτων καθαρωτέρων γιγνομένων ἐκ τοῦ τελεωτέρου φωτός.
Εἰ δὲ δεῖ μὴ μόνον τοπικήν, ἀλλὰ καὶ ζωτικὴν ποιήσασθαι τούτων ἐξήγησιν, τὴν μὲν ἡμέραν ἀντὶ πάσης ἀκούσωμεν τῆς ἀπὸ τῶν θεῶν εἰς τὰς ψυχὰς φοιτώσης ἐλλάμψεως· τὴν δὲ ἑβδομάδα καὶ τετράδα καὶ μονάδα διαφορὰς τῶν τοιούτων νοήσωμεν ψυχικῶν λόγων, ἢ τὸ νοερὸν αὐτὸ τελειούσας ἢ τὸ ζωτικὸν ἢ τὸ οὐσιῶδες αὐτὸ καὶ τὴν ὕπαρξιν τὴν ἐν αὐταῖς· καὶ τὴν μὲν ἑβδομάδα φῶμεν τοῦ νοεροῦ … ική· τοῦ μ … νιον, ἐπειδὴ δὶς διὰ πασῶν … Ἀθηνᾶς τὸ ἀθήλυντον, ἐπείπερ οὔτε ἔκ τινος ἀριθμοῦ τῶν πρὸ αὐτῆς ἀλλʼ ἢ ἐκ μονάδος μόνης, οὔτʼ ἄλλον παράγει τῶν εἴσω δεκάδος. τὴν δὲ τετράδα τῆς ζωῆς εἶναι δύναμιν πρώτην ἐκ δυάδος ὑποστᾶσαν καὶ ταυτότητι καὶ ἰσότητι μετρήσασαν τὴν τῆς δυάδος πρόοδον. καὶ γὰρ ἡ ζωὴ κίνησις· ὁρίζεται δὲ ὑπὸ τῆς τῶν θεῶν δυνάμεως καὶ τὴν ἀπειρίαν περατοῖ τὴν ἑαυτῆς. τὴν δὲ μονάδα μένουσαν ἐν τῇ ἑνώσει τῆς οὐσίας εἶναι τῶν ψυχῶν ὅρον, ὑπʼ αὐτῶν ἐνδεδομένον εἰς αὐτὰς τῶν θεῶν· διὸ καὶ τῶν ψυχογονικῶν ἐστιν ἀρχὴ διαιρέσεων καὶ περὶ αὐτὴν οἵ τε διπλάσιοι λόγοι καὶ τριπλάσιοι σχίζονται κατὰ τὴν δημιουργικὴν τῶν ψυχῶν ἀπογέννησιν. Συναγάγωμεν οὖν ἐκ τούτων, ὡς ἄρα τὰς ψυχὰς οἱ θεοὶ πρὸ τῶν καθόδων ἐγείροντες εἰς τὴν τῶν ὅλων θεωρίαν, ἀφʼ ὧν αὐταῖς οἱ κλῆροι καθήκουσιν, καταλάμπουσιν αὐτῶν καὶ τὸ νοητικὸν καὶ τὸ ζωτικὸν καὶ τὸ οὐσιῶδες, καὶ δυναμώσαντες ἀνακινοῦσιν τὰς ἐννοίας προχειρίζειν καὶ τοὺς λόγους, οὓς ἔχουσιν κατʼ οὐσίαν, τῶν εἰδῶν τῆς ζωῆς, καὶ τοὺς προσήκοντας αἱρεῖσθαι βίους· χρεία γὰρ καὶ τῆς νοήσεως εἰς τὴν ἐκλογὴν καὶ τῆς ζωῆς εἰς τὴν ἔφεσιν καὶ τῆς οὐσίας εἰς τὴν προβολήν. οὐσιώδεις μὲν γάρ εἰσιν ἐν αὐταῖς λόγοι τῶν βίων· αἱ δὲ αἱρέσεις δέονται … ην … βλέψις, καὶ … τὸ γνωστικὸν αὐτῶν ἀνεγείρουσι διὰ τοῦ ἑβδομαδικοῦ φωτός, τὸ δὲ προαιρετικὸν διὰ τοῦ τετραδικοῦ, τὸ δὲ οὐσιῶδες διὰ τοῦ μοναδικοῦ. καὶ τελειουμέναις μὲν ἀπὸ νοήσεως διὰ ζωῆς ἐπὶ οὐσίαν ἡ ἄνοδος, κατιούσαις δὲ λοιπὸν ἀπὸ οὐσίας διὰ ζωῆς ἐπὶ γνῶσιν· δεῖ γὰρ προβάλλειν μὲν τὴν οὐσίαν, τὴν δὲ ζωὴν ὀρέγεσθαι τοῦ ἀγαθοῦ, τὴν δὲ κρίσιν σκοπεῖσθαι, τί τὸ ἀγαθὸν ἐν τοῖς προκεχειρισμένοις βίοις.
Τοσαῦτα περὶ τούτων εἴχομεν λέγειν· ἕπεται δὲ ζητεῖν, τί ποτέ ἐστιν τοῦτο τὸ φῶς, ὃ δή φησιν καθορᾶν τὰς ψυχὰς ὁ μῦθος. καὶ πρῶτον λάβωμεν, ἵνα πρὸς τεταγμένα ἄττα βλέποντες ποιησώμεθα τὴν περὶ αὐτοῦ ζήτησιν, οἷα περὶ αὐτοῦ φησιν ὁ λόγος τοῦ τεθεᾶσθαι φάσκοντος αὐτὸ φανῶς. λέγει τοίνυν σύνδεσμον μὲν αὐτὸ τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς ὑπάρχειν, τεταμένον δὲ εἶναι διὰ παντὸς τοῦ οὐρανοῦ καὶ αὐτὸ αὑτῷ συνεχές, χρῶμα δὲ ἔχειν τῇ ἴριδι προσφερές, λαμπρότερον δὲ ὅμως ἐκείνης, ἡδράσθαι δὲ κίονι παραπλησίως, συνέχειν δὲ πᾶσαν τὴν περιφοράν, τὰ δὲ ἄκρα αὐτοῦ τῶν δεσμῶν ἄρχεσθαι ἀπὸ τοῦ οὐρανοῦ καὶ εἶναι τὴν ἀρχὴν ἐκεῖ καὶ ἐκεῖθεν εἰς τὰ κατωτέρω διήκειν. ἀνάγκη τοίνυν, τούτων ὑπὸ τοῦ Ἠρὸς σαφέστατα εἰρημένων, ἢ ἀσώματον εἶναι τοῦτο τὸ φῶς καὶ ἀσωμάτως ὁρᾶσθαι παρʼ ἐκείνου τοῖς ὄμμασιν τελείωσιν … η λαβοῦσιν … άτη … ἀπ … χον, καὶ ὁρώμενα … πάντα ἀσωμάτως … οἷον τὰ πλάτη καὶ βάθη τῶν σφαιρῶν καὶ τὰ χρώματα αὐτῶν· οὔτε τὰ πάντα σωματικῶς, οἷον τὰς Μοίρας καὶ τὴν μητέρα τῶν Μοιρῶν, κἂν συμβολικῶς δοκῇ θεᾶσθαι ταύτας σωματικῶς ἀσωμάτους οὔσας. ἢ οὖν καὶ τοῦτο τὸ φῶς ὁρατὸν ὄντως ὂν ὁρᾷ καὶ σωματικὸν ἢ ἀσώματον μέν, ὡς φαινόμενον δὲ συμβολικῶς ἀφερμηνεύει τὸ ἀσώματον. καὶ τοιοῦτον δὲ εἰ ἔστιν, ὡς ὄντως εἶναι σῶμα καὶ ὁρατὸν σωματικῶς, ἢ τῶν ὁρατῶν ἐστι καὶ τοῖς ἡμετέροις ὀφθαλμοῖς ἢ τῶν ἀοράτων τούτοις γε τοῖς τοῦ ἐνύλου σώματος. τοῦτο μὲν τοίνυν καὶ παντάπασιν ἄτοπον, ὁρατὸν αὐτὸ τοῖς ὄμμασι τούτοις ποιεῖν, εἴπερ οὐδὲ τοῖς ἐν τῷ λειμῶνι διατρίβουσιν ὁρᾶν αὐτὸ δυνατὸν ἦν, ἀλλὰ τεταρταίοις εἰς τὸ ἄνω πορευθεῖσιν. εἰ δὲ τοῦτʼ ἀληθές, οἷον πόρισμα ληπτέον, ὡς ἄρα μάτην λέγουσιν οἱ τὸν γαλαξίαν εἶναι τοῦτο εἰπόντες τὸ φῶς ἢ τὸν τῶν ζῳδίων κύκλον· ἐκείνους γὰρ καὶ ἐπὶ γῆς ὄντες ὁρῶμεν, καὶ οὐδὲ διὰ παντός εἰσι τοῦ οὐρανοῦ τεταμένοι καὶ οὐ συνέχουσι τὴν περιφοράν, ἀλλʼ ἐν μέρει τινὶ τοῖς ἄλλοις ὁμοίως κύκλοις διέζωσαν τὸν ἀπλανῆ κύκλον. Εἰ δὲ μὴ σωματικὸν μηδὲ ὁρατὸν ἡμῖν τοῖς ἐνταῦθα κατῳκισμένοις εἶναι τὸ φῶς ὑποθήσεταί τις, ἀσώματον δὲ καὶ ἀνιούσαις εἰς τὸ ἄναντες ὁρᾶσθαι ταῖς ψυχαῖς, οἷον ζωήν τινα τοῦ παντὸς ἢ ἄλλο τι τοιοῦτον, οὐδὲ τοῖς ἐν Φαίδρῳ ὑπὸ Πλάτωνος γεγραμμένοις συμφωνήσει· ἐπεὶ πρῶτον μὲν χρῶμα πᾶν παντελῶς ἀφαιρεῖ τῆς ἀσωμάτου οὐσίας ἀχρωμάτου καὶ ἀσχηματίστου καὶ ἀναφοῦς ὑπαρχούσης· ἔπειτα εἰ καὶ συμβολικῶς καὶ ἐπὶ τῆς ἀσωμάτου φύσεως ἔλεγεν τὸ χρῶμα παραβάλλειν τὸ συμβολικῶς ῥηθὲν πρὸς τὸ κατʼ ἀλήθειαν κεχρωσμένον τὴν ἶριν καὶ λέγειν λαμπρότερον τὸ τοῦ φωτὸς ἐκείνου χρῶμα τοῦ τῆς ἴριδος καὶ καθαρώτερον· ἐν γὰρ τοῖς ὁμογενέσιν αἱ παραβολαὶ καὶ οὐκ ἐν τοῖς παντελῶς ἀλλοίοις καὶ κατά τινα συμβολικὴν ἀφομοίωσιν λεγομένοις. λείπεται τοίνυν σωματικὴν μὲν εἶναι τὴν οὐσίαν τούτου τοῦ φωτός, ἀπρόσοπτον δὲ τοῖς θνητοῖς ὄμμασιν καὶ ἀσύμμετρον καὶ μόνοις τοῖς τῶν αὐγοειδῶν ὀχημάτων ὁρᾶσθαι δυνάμενον, καὶ τούτοις ἐκκαθαρθεῖσιν εἰς δύναμιν, ὡς ὅταν γε καὶ ταῦτα τῶν ὑλικῶν ἐφέλκηταί τι περιβλημάτων, οὐδὲ τούτοις εἰλικρινῶς ὁρατὸν ὑπάρχον· διὸ καὶ τοῖς νῦν αὐτὸ θεᾶσθαι λεγομένοις ἐοικὸς τῇ ἴριδι φαίνεται, πλὴν ὅτι λαμπρότερον καὶ καθαρώτερον· ἡ δὲ ἶρις ὅτι συμμιγής ἐστιν τὴν χρόαν, παντί που δῆλον. εἰ οὖν κἀκεῖνο τοιοῦτον ὁρῶσιν, οὐχ ἁπλοῦν, ἀλλʼ ὑποσυγκεχυμένον, φανερὸν ὅτι διὰ τὴν τῶν ὁρώντων ἀσθένειαν τοῦτο συμβαίνει καὶ οὐ διὰ τὴν ἐκείνου φύσιν· ἡ δὲ ἀσθένεια διὰ τὴν σύμμιξιν τῶν ἀλλοτρίων πρὸς τὰ συμφυῆ τῶν ψυχῶν ὀχήματα. καθάπερ γὰρ τὰ ἔνυλα ὄμματα καὶ θνητοειδῆ κατεσκεύασται … κατὰ … αὐγοειδῆ φύσιν … τρανέστερον ὁρᾶν καὶ εἴ τι ἄλλο ὁρατὸν εἴη τῶν οὐρανίων. ὅλον δὴ καὶ τοῦτο βούλεται ὁ μῦθος ἐκφαίνειν. ὅτι γὰρ τοιοῦτόν τί ἐστι, μάθοιμεν ἂν ἐννοήσαντες πρῶτον μέν, ὅτι παντὸς τοῦ οὐρανοῦ φησιν ἕτερον αὐτὸ εἶναι· τετάσθαι γὰρ διὰ τοῦ οὐρανοῦ παντός· οὔτε οὖν ὅλον ἐστὶν τὸ οὐράνιον, γελοῖον γὰρ τοῦτο λέγειν, οὔτε μέρος τοῦ οὐρανοῦ· τοῦτο γοῦν ἔτι γελοιότερον. πῶς γὰρ ἢ τὸ μέρος διὰ τοῦ ὅλου τετάσθαι δυνατὸν ἢ τὸν ὅλον οὐρανὸν διὰ τοῦ οὐρανοῦ παντός; οὐδὲν γὰρ διʼ ἑαυτοῦ τέταται τῶν σωμάτων. εἰ δὲ ἕτερόν ἐστιν τοῦ οὐρανοῦ, πότερον κρεῖττόν ἐστιν αὐτοῦ ἢ χεῖρον ἢ σύστοιχον; ἀλλʼ ἀδύνατον ἢ χεῖρον εἶναι τοῦ συνεχομένου τὸ συνέχον ἢ σύστοιχον· τὸ γὰρ συνέχον ἀσκέδαστον φυλάττει πᾶν τὸ συνεχόμενον. εἰ οὖν τοῦτο τὸ φῶς πᾶσαν συνέχει τὴν περιφορὰν καὶ συνδεῖ τὰ ὅλα πρὸς ἄλληλα, τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ μεταξὺ δηλαδὴ τούτων πρὸς τὰ ἄκρα, παντὶ δήπου φανερόν, ὡς οὔτε χεῖρόν ἐστιν τῶν συνεχομένων — αὐτὸ γὰρ ἂν ἐδεῖτο τῆς ἀπʼ ἐκείνων συνοχῆς — οὔτε σύστοιχον· οὐδὲν γὰρ μᾶλλον ἂν ἦν συνέχον ἢ συνεχόμενον. εἰ οὖν καὶ σωματικόν ἐστιν καὶ τοῦ οὐρανοῦ κρεῖττον, εἰκότως ἐστὶν οὐ πᾶσιν ὄμμασιν ὁρατόν, ἀλλὰ τοῖς ἀϋλοτέροις καὶ καθαρωτέροις· οὐ γὰρ πάντα ὁρατὰ πᾶσιν ἢ διὰ τὴν ἀμυδρότητα τοῦ ἐν αὐτοῖς φωτὸς ἢ διὰ τὴν λαμπρότητα τὴν ἀσύμμετρον τοῖς ὁρῶσιν· … συνέχειαν ἐσ … ὑπερβάλλουσαν … ἀντερεῖσαν· τὰ δὲ ὄμματα ἡμῶν τὰ ἔνυλα δεῖται καὶ ἀντερείσεως καὶ τῆς τοῦ προσβάλλοντος δυνάμεως· πάσχοντα γὰρ ἀντιλαμβάνεται τῶν ὁρατῶν· τὰ δὲ τῶν ψυχικῶν ὀχημάτων ἀπαθῶς, ὁρῶντα μάλιστα φῶτα διʼ ἐνεργείας αὐτοῖς συμφυόμενα καὶ οὐ διὰ πάθους.
Ἀλλʼ ὅτι μὲν τοῦτο τὸ φῶς ἄλλο τι τῶν οὐρανίων ἐστί, δέδεικται διὰ τούτων· τίνα δὲ ἔχον φύσιν, μετὰ ταῦτα ῥητέον. οἶδα μὲν οὖν ὅτι καὶ ὁ φιλοσοφώτατος Πορφύριος ὑπώπτευσεν ὅσα νυνὶ γράφομεν ἡμεῖς, καὶ τῆς κοσμικῆς ψυχῆς ὄχημα πρῶτον εἶναι θέμενος αὐτὸ καὶ ἀνάλογον τῷ αὐγοειδεῖ τῆς ἡμετέρας ἐπὶ τοιαύτης ἐννοίας ἵστατό τινος ὡς σώματος ὄντος τοῦ φωτὸς τούτου πρὸ τοῦ οὐρανίου σώματος ἐξημμένου τῆς τοῦ παντὸς ψυχῆς, ἁπλουστέρου δήπουθεν ἢ κατὰ τὸ σῶμα τὸ οὐράνιον· τάχα καὶ τοῦ ἐν Φαίδωνι μύθου τοῦτο αἰνισσομένου τὸ φῶς, ἡνίκα ἔλεγεν τοὺς δυνηθέντας εἰς τὰ ἄκρα τοῦ ἀέρος ἀναπτῆναι καὶ δύναμιν ἐκεῖ μένειν ἔχοντας ἰδεῖν ἂν τὰ ἐκεῖ τρανέστερον, τὸν ἀληθινὸν οὐρανόν, φησίν, καὶ τὴν ἀληθινὴν γῆν. καὶ ἐπὶ τούτοις προστίθησιν καὶ τὸ ἀληθινὸν φῶς, καὶ ἐν ἐκείνοις, ὡς ὁρᾷς, τρία εἰπών, οὐρανὸν καὶ γῆν καὶ φῶς, ὥσπερ ἐνταῦθα σύνδεσμον οὐρανοῦ καὶ γῆς εἴρηκεν εἶναι τὸ φῶς. ἅπερ οὖν ἐξ ὑποθέσεως ἔλαβεν ἐκεῖ, ταῦτα ἐν τούτοις γιγνόμενα παραδέδωκε … καὶ ἀγαθ … ν … ον … καὶ ὁρώσας αὐτὰς ποιήσας οὐρανὸν καὶ γῆν καὶ τὸ φῶς, ἃ μὴ πρότερον ἑώρων, ταύταις νο … ν. ἀλλʼ οὖν, ὅπερ ἔφην, ἔοικεν τοιαῦτα ἄττα καὶ ἐκεῖνος ἐνθυμηθεὶς ἀφορίσασθαι τῆς ὅλης ψυχῆς εἶναι τοῦτο ὄχημα τὸ φῶς, πρώτως αὐτῆς ἐξηρτημένον· δεῖν γὰρ πρὸ τοῦ συνθέτου τὸ ἁπλοῦν εἶναι τῆς ἐν αὐτῇ μετέχον ἀσωμάτου ζωῆς. δεῖ δὲ ἡμᾶς ἔτι τρανέστερον εἰπεῖν ἃ φρονοῦμεν. πάντων τοίνυν τῶν συμπληρούντων τὸν αἰσθητὸν τοῦτον κόσμον σωμάτων ἢ ἑστώτων ἢ κινουμένων, καὶ ἢ ὅλων ἅμα κινουμένων τῶν κινουμένων ἢ καθʼ ὅλα μὲν ἑστώτων, κατὰ μέρη δὲ κινουμένων, ἀνάγκη, καθάπερ φασὶν ὅ τε Ἀθηναῖος ξένος καὶ ὁ Τίμαιος, καὶ τὰ ἑστῶτα πάντα ἐν ἕδρᾳ τινὶ ἑστάναι καὶ τὰ κινούμενα ἢ ἐν τῇ αὐτῇ ἕδρᾳ κινεῖσθαι, ὅσα καθʼ ὅλα ἕστηκεν, ἢ ἀπʼ ἄλλης εἰς ἄλλην μεταβαίνειν, ὅσα ἀμείβει τόπον ἐκ τόπου μεταλλάσσοντα ὅλα. τούτου δὲ ἀληθοῦς ὄντος ἀνάγκη καὶ τὸν οὐρανόν, εἴτε ὡς ἑστὼς ὅλος ἐν τῇ αὐτῇ ἕδρᾳ νοοῖτο εἴτε ὡς κινούμενος τοῖς ἑαυτοῦ μέρεσιν μεταβαλὼν τὰς τῶν μερῶν ἕδρας ἐν αἷς ἕκαστον γίνεται, ἕδραν τινὰ ἔχειν ἑτέραν τῶν τε μερῶν καὶ τοῦ ὅλου· τὸ γὰρ ἔν τῳ ἢ μένον ἢ κινούμενόν ἕτερόν ἐστιν ἐκείνου, ἐν ᾧ ἕστηκεν ἢ ἐξ οὗ κινεῖται καὶ εἰς ὃ κινεῖται. ταύτην οὖν τὴν ἕδραν τοῦ οὐρανοῦ, ἐν ᾗ ἐστιν, τὸν τόπον δηλονότι χρὴ φάναι τὸν τοῦ σώματος· καὶ … κινεῖται … ἕτερον ἐξ ἑτέρου τόπου ἀεὶ μεταλλάσσων. εἰ οὖν ὁ τόπος τοῦ ἑστῶτος ἢ κινητοῦ κόσμου παντός ἐστίν τι — δεῖ γὰρ οὔσης τῆς κατὰ τόπον κινήσεως εἶναι καὶ τὸν τόπον καὶ τῆς κατὰ τόπον ἠρεμίας εἶναι καὶ τὴν ἕδραν —, ἢ ἀσώματός ἐστιν ἢ σωματικός. ἀλλʼ ἀσώματος μὲν οὐδαμῶς εἶναι δύναται· τό τε γὰρ χωριστὸν σώματος ὅλον πανταχοῦ ἐστιν, ὁ δὲ τόπος οὐχ ὅλος πανταχοῦ — οὐ γὰρ ὅλον αὐτὸν κατέχει τὸ κινούμενον κατʼ αὐτόν, ἐπεὶ καὶ ἐν ἄλλῳ γίνεται τόπῳ· καὶ τὸ ἀχώριστον ἔν τινί ἐστιν· τὸ δὲ ἔν τινι ὂν ἐν τούτῳ ἐστίν, ἐν ᾧ καὶ τὸ ἐν ᾧ ἐστιν· ὁ δὲ τόπος τοῦ ἐν αὐτῷ καὶ τὸ ἐν τόπῳ τοῦ τόπου χωρίζεται. λείπεται ἄρα σῶμα εἶναι τὸν τόπον τὸν κοσμικόν· τοῦτο δὲ ἤτοι ἀκίνητον ἢ κινούμενον. ἀλλʼ εἰ κινούμενον, δεήσεται τόπου, καὶ περὶ ἐκείνου λόγος ὁ αὐτός, καὶ ἥξομεν εἰς τὸ ἀκίνητον θέσθαι τὸν τόπον. εἰ δὲ ἀκίνητον, ἢ διαιρετὸν ἢ ἀδιαίρετον, ὥσπερ καὶ ἀκίνητον. ἀλλʼ εἰ διαιρετόν, ἀνάγκη διαιρούμενον ὑπʼ ἄλλου σώματος ἐμπίπτοντος σχίσεις ὑπομένειν καὶ κινεῖσθαι τῷ διαιροῦντι πάντως ἀντιπεριιστάμενον. εἰ δὲ ἀδιαίρετον, ἓν καὶ συνεχὲς ἀεὶ διαμένειν· τοιοῦτον δὲ αὖ ὑπάρχον ἁπάντων εἶναι σωμάτων ἀϋλότατον καὶ θειότατον, τῶν μὲν γινομένων ὡς ἀγένητον, εἴπερ καὶ ἀδιαίρετον, τῶν δὲ ἀϊδίων ὡς ἀκίνητον· εἰ οὖν τὰ θειότατα τῶν κινουμένων φῶτά ἐστιν, πολλῷ δήπου μᾶλλον ἐκεῖνο τὸ σῶμα φῶς ἐστιν. Συλλήβδην οὖν εἴπωμεν, ὡς ἄρα ὃ τοῦ οὐρανοῦ καὶ τῆς γῆς σύνδεσμος εἶναι ὥρισται, σῶμά ἐστιν ἀκίνητον ἀδιαίρετον, οὗ ἡ οὐσία φῶς. καὶ τούτοις ἐφαρμόζωμεν τὰς τοῦ Πλάτωνος ῥήσεις, τὸ μὲν τεταμένον λαβόντες τῆς ἀδιαιρέτου συνεχείας ἱκανῶς δηλωτικόν· τὸ δὲ κίονι προσεοικὸς τῆς ἀκινησίας σημαντικόν· τὸ δὲ συνεκτικὸν τῆς περιφορᾶς πάσης τοῦ ἕδραν αὐτὸ εἶναι τῆς ὅλης οὐρανίας περιφορᾶς ἑστώσης ἅμα καὶ κινουμένης· τὸ δὲ σύνδεσμον ὑπάρχειν τοῦ τε οὐρανοῦ καὶ τῆς γῆς τοῦ ἓν ὂν πρώτως αὐτὸ καὶ ταῖς μερίσι τοῦ κόσμου τῆς ἑνώσεως αἴτιον προσεχῶς ὑπάρχειν· τὸ δὲ τῇ ἴριδι προσφερὲς εἶναι τοῦ ποικίλον ὁρᾶσθαι διὰ τὰς τῶν ὁρώντων ὄψεις οὐ σθενούσας ἀπαθῶς αὐτῷ προσβάλλειν· ὅσῳ γὰρ ἁπλούστερόν ἐστιν τῶν ἄλλων ὁρατῶν, τοσούτῳ δεῖται τῶν ὁρώντων ἀπαθέστερον αὐτῷ προσβαλλόντων. τὸ δὲ ἐκ τοῦ οὐρανοῦ τετάσθαι τὰ ἄκρα αὐτοῦ τῶν δεσμῶν παραστατικὸν εἶναι τοῦ μήτε ὑπερανέχειν τοῦ παντὸς μήτε εἴσω λήγειν· δεῖ γὰρ ὅλον εἶναι τὸν οὐρανὸν ἐν τόπῳ καὶ μηδὲν ἔξω πίπτειν κενόν· εἰκότως οὖν τὰ ἄκρα τῶν δεσμῶν αὐτοῦ, διʼ ὧν συνέχει τὴν περιφορὰν ὅλην, ἐκ τοῦ οὐρανοῦ τέταται. ἃ πάντα τοῖς τε πράγμασιν συμβαίνει καὶ τοῖς ῥήμασιν τοῦ πλάσματος, ὥστε θαρροῦντες λέγωμεν ἐνταῦθα δὴ καὶ μάλιστα τὴν οὐσίαν τοῦ τόπου δεδηλῶσθαι παρὰ τοῦ Πλάτωνος, ὅτι φῶς θεῖον οἷον πάντῃ διατεῖνον δ … ος· καὶ ὑ … πάντα τὰ κινούμενα καὶ ἑδράζον ἐν ἑαυτῷ καὶ συνέχον, ψυχαῖς ὁρατὸν διὰ τῶν αὐγοειδῶν ὀχημάτων.
Ἀλλὰ περὶ μὲν τῆς τοῦ τόπου φύσεως καὶ ἰδίᾳ πεπραγματεύμεθα· νῦν δὲ ἐπὶ τὴν τοῦ μύθου λέξιν ἀναδράμωμεν. λείπεται γὰρ τί δηλοῖ τὸ καὶ ἰδεῖν αὐτόθι κατὰ μέσον τὸ φῶς ἐπισκέψασθαι, καὶ τί τὸ οἷον τὰ ὑποζώματα τῶν τριήρων πᾶσαν συνέχον τὴν περιφοράν. Τὸ μὲν γὰρ οἷον κίονα φανερὸν ἐκ τῶν εἰρημένων, ὡς οὐχὶ σχήματός ἐστιν σημαντικόν, ἀλλὰ τῆς μονίμου καὶ ἀκλινοῦς ἱδρύσεως ἑδραζούσης τὰ κινούμενα ἐν αὑτῇ, καθάπερ οἱ κίονες ἕδραν παρέχονται τοῖς ἐπʼ αὐτῶν κειμένοις ἀσφαλῆ. τὸ γὰρ ὑπολαβεῖν, ὡς τῶν πρὸ ἡμῶν τινες, τὸν ἄξονα λέγεσθαι τὸ φῶς καὶ διὰ τοῦτο κίονι προσεικάζεσθαι, παντάπασιν ἄτοπον· ποῖον γὰρ φῶς ὁ ἄξων ἢ πῶς λαμπρότερον ἔχει χρῶμα τῆς ἴριδος δύναμις ἀσώματος ὤν; πρὸς τῷ καὶ μικρὸν ὕστερον ἠλακάτην σαφῶς ὀνομάζεσθαι τὸν ὑπʼ ἐκείνων λεγόμενον ἄξονα· πεπλάνηκεν δὲ αὐτοὺς ἴσως ὁ παρὰ Ὁμήρῳ καλούμενος Ἄτλας τῶν κιόνων ἄρχων, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν, ὁμολογουμένως ἐκεῖ τῶν κιόνων τοὺς τῶν παντοίων περιφορῶν ἄξονας αἰνισσομένων. ἀλλʼ ἐνταῦθα τοῖς ἄλλοις οὐ συνᾴδει τοῖς περὶ τοῦ φωτὸς εἰρημένοις ἡ τοιαύτη παράδοσις, ἐπεὶ καὶ παρὰ τῷ Τιμαίῳ διὰ παντὸς μὲν τεταμένος εἴρηται πόλος ὁ ἄξων, οὔτε δὲ χρῶμα ἔχων … Τὸ τοίνυν ἰδεῖν κατὰ μέσον τὸ φῶς οὐ τὰ ἄκρα λέγει τῶν δεσμῶν τεταμένα κατὰ μέσον τὸ φῶς. πῶς γάρ, εἴπερ ἐκ τοῦ οὐρανοῦ τέταται, καθάπερ φησίν; οὐδὲ γὰρ οὕτως σύνδεσμός ἐστιν οὐρανοῦ καὶ γῆς, ὡς ἐν μέσῳ τεταμένον ἀμφοῖν καὶ τὰ μὲν ἄκρα ἔχον ἐξηρτημένα τοῦ οὐρανοῦ, τὰ δὲ πέρατα συνάπτοντα πρὸς τὴν γῆν· οὐδὲ γὰρ ἂν ἔτι συνέχειν ἐλέγετο τὴν τοῦ οὐρανοῦ πᾶσαν περιφοράν. ἀλλὰ τὰ ὁρῶντα κατὰ μέσον ὄντα τὸ φῶς, ἄνωθεν ἐκεῖνο ἀπὸ τῆς ἄκρας ἁψῖδος τοῦ οὐρανοῦ τεταμένον ἕως τοῦ κέντρου τῆς γῆς, οὕτως τὰ πέρατα αὐτοῦ ἄνωθεν ἠρτημένα ἑώρα, αὐτὰ περιεχόμενα ἐν αὐτῷ κάτωθέν τε καὶ ἄνωθεν. Καὶ τοίνυν καὶ τοῖς ὑποζώμασιν εἰκάζεται τῶν τριήρων, ὡς ἐξ ἀρχῆς εἰς τέλος διατεῖνον· καὶ γὰρ τὰ ὑποζώματα ξύλα ἐστὶν ἐκ πρύμνης εἰς πρώραν διήκοντα. τοῦτο οὖν καὶ ὁ μῦθος ἐνδεικνύμενος, ὅτι ἄρχεταί τε ἀπὸ τῆς ἔξω περιφερείας τὸ φῶς καὶ ὅλον ὑποδέχεται τὸν κόσμον καὶ συνέχει ἐν αὑτῷ, τοῖς ὑποζώμασιν τῶν τριήρων αὐτὸ ὡμοίωσεν. μήποτε δὲ καί, ὡς αὐτὸς ἐπέβαλες, τριήρεσιν ἀπείκασε τὴν περιφορὰν ὑπὸ τῶν τριῶν οἷον ἐρεττομένην Μοιρῶν, καὶ οὕτω τὸ φῶς ἀναλογεῖν ἔθετο τοῖς ὑποζώμασι τῶν τριήρων. καὶ ὁρᾷς ὅτι τρισὶν ἐχρήσατο τοῦ φωτὸς εἰκόσιν, τῷ κίονι, τῇ ἴριδι, τοῖς ὑποζώμασιν, διʼ ὧν ἐδήλωσεν ὅτι ἑδραῖον, ὅτι ὁρατόν, ὅτι ὅλου τοῦ κόσμου συνεκτικόν· ἃ δὴ πάντα συλλαβὼν ἔχεις τὰς ἰδιότητας τοῦ κοσμικοῦ … τὸν κόσμον … καὶ οὐ θεωρήσῃς τὴν διαφοράν, ἀλλὰ καὶ τὴν κοινωνίαν καὶ τὴν ὑπεροχήν. κοινὸν μὲν γὰρ τὸ ὁρατόν· διαφέρον δὲ τὸ ἀκίνητον τῶν ἄλλων κινουμένων, ὑπερέχει δὲ ὡς συνέχον τῶν ὑπʼ αὐτοῦ συνεχομένων. τοῦτό μοι δοκεῖ καὶ τὰ λόγια λέγειν τὸ φῶς, ἡνίκα ἂν διδάσκοντα περὶ τῆς ψυχώσεως, ἣν ἡ πηγὴ τῶν ψυχῶν τὰ πάντα ψυχοῖ, λέγῃ δεξιτερῆς μὲν γὰρ λαγόνος περὶ χήραμα χόνδρων πολλὴ ἅδην βλύζει ψυχῆς λιβὰς ἀρχιγενέθλου, ἄρδην ἐμψυχοῦσα φάος πῦρ αἰθέρα κόσμους. τὰ μὲν γὰρ πάντα διεῖλεν, ὡς εἴωθεν, εἰς τὰ τρία, καὶ προσείρηκεν τὸ μὲν ἀκρότατον πῦρ, τὸ δὲ μέσον αἰθέρα, τὸ δὲ τρίτον κόσμους, πάντας οὕτω καλοῦντα τοὺς ὑλαίους, ὡς μάλιστα τοῦ κοσμεῖσθαι διὰ τὴν ὕλην ἐπιδεεῖς. τὸ δὲ φῶς ἄλλο παρὰ ταῦτα πάντα καὶ πρὸ πάντων εἰπόντα ψυχοῦσθαι παρὰ τῆς πηγαίας ἐκείνης ψυχῆς δῆλον, οἶμαι, πεποίηκεν, ὅτι σῶμά ἐστιν διαφέρον τῶν κόσμων τοῦ αἰθέρος τοῦ πυρός· ψυχούμενον γὰρ σῶμα δήπουθέν ἐστιν· τοῦτο γὰρ ἔμψυχον γίνεται. πρωτίστου δὲ τῶν κινουμένων ὄντος τοῦ ἐμπυρίου, δηλονότι τὸ φῶς ὑπὲρ τὸ πῦρ τεταγμένον ἀκίνητόν ἐστιν· καὶ ὡς ὁ αἰθὴρ συνέχει τοὺς ὑλαίους κόσμους καὶ τὸ ἐμπύριον τούς τε ὑλαίους καὶ τὸν αἰθέρα, οὕτω καὶ τὸ φῶς πάντα. ταῦτα δὲ οὐδὲν διαφέρει τῶν ἐνταῦθα γεγραμμένων, ὥστε μίαν ἐξ ἀμφοτέρων εἰρῆσθαι φύσιν καὶ ὠνομάσθαι ἑνὶ ὀνόματι, φῶς.
Ἐκ δὲ τῶν ἄκρων αὐτοῦ τεταμένον Ἀνάγκης ἄτρακτον, διʼ οὗ πάσας ἐπιστρέφεσθαι τὰς περιφοράς· ἕως τοῦ· τὸν δὲ σφόνδυλον μικτὸν ἔκ τε τούτου καὶ ἄλλων γενῶν.
Καὶ διὰ τούτων οἶμαι καταφανὲς εἶναι τῶν ῥημάτων, ὡς ἄρα τὸν οὐρανὸν ὅλον ἐμπεριέχεσθαι βούλεται τῷ φωτί· προειπὼν γὰρ ἐκ τοῦ οὐρανοῦ τὰ ἄκρα αὐτοῦ τετάσθαι τῶν δεσμῶν ἀνάπαλιν ἐν τούτοις ἐκ τῶν ἄκρων αὐτοῦ φησιν τετάσθαι τὸν τῆς Ἀνάγκης ἄτρακτον, ὡς τὰ ἄκρα ἑκατέρων συνάπτειν ἀλλήλοις καὶ συνδιήκειν τῷ τε οὐρανῷ τὸ φῶς καὶ τῷ φωτὶ τὸν οὐρανόν. ἐπειδὴ δὲ ἀκίνητον μὲν ἐθέλει τὸ φῶς εἶναι τῷ οὐρανῷ παρέχον ἕδραν οἷον κίονα, κινεῖσθαι δὲ τὸν οὐρανόν, ἐπήνεγκεν· διʼ οὗ πάσας ἐπιστρέφεσθαι τὰς τοῦ ἀτράκτου περιφοράς· τὸ γὰρ διʼ οὗ τοῦτο δοκεῖ μὲν ἐπάγεσθαι πρὸς τὸ εἰρημένον προσεχῶς, τὸν τῆς Ἀνάγκης ἄτρακτον, γελοῖον δὲ οὕτως ἀκούειν· ὁ γὰρ ἄτρακτος ὁ ἐκ τῶν σφονδύλων ἐστὶ καὶ τοῦ ἄξονος· αἱ δὲ περιφοραί εἰσιν αἱ τῶν σφονδύλων κινήσεις· τὸ οὖν διὰ τοῦ ἀτράκτου, ἀλλὰ μὴ ἐν τῷ ἀτράκτῳ πάσας περιάγεσθαι τὰς περιφορὰς οὐκ ἔστι κατάλληλον. ἀποδέδοται δὲ πρὸς τὸ ὑπὲρ τοῦτο ῥηθὲν περὶ τοῦ φωτός· οἷον τὰ ὑποζώματα τῶν τριήρων πᾶσαν συνέχον τὴν περιφοράν· διʼ οὗ συνέχοντος ὡς μίαν πᾶσαν τὴν περιφοράν — συνέχον γὰρ ἑνίζει πᾶσαν— διὰ τούτου δὴ οὖν τοῦ φωτὸς πᾶσαι αἱ περιφοραὶ περιστρέφονται· τοῦτο γὰρ ἀκίνητον ὂν κινεῖ πάσας. ἐπειδὴ δὲ οὐ πρώτως ἐστὶν κινοῦν, ὥσπερ ἡ ψυχὴ κι … σιν, διὰ τούτου πάσας λέγει ἐπιστρέφεσθαι τὰς περιφοράς, ἀλλʼ οὐχ ὑπὸ τούτου. τὸ μὲν γὰρ ὑφʼ οὗ ταῖς πρωτουργοῖς αἰτίαις εἴωθεν ἀποδιδόναι, τὸ δὲ διʼ οὗ ταῖς δευτερουργοῖς.
Ταῦτα μὲν οὖν δῆλα. τίς δὲ ἡ Ἀνάγκη καὶ τίς ὁ ἄτρακτος; καὶ πρότερόν γε τοῦτον ἐπισκεψώμεθα τὸν ἄτρακτον, ὅντινά φαμεν; εἴτε γὰρ τῷ οὐρανῷ ὁ αὐτός, πῶς μετέλαβεν οὐρανὸν ἔμπροσθεν αὐτὸν ἐπονομάζων εἰς τοῦτο τὸ ὄνομα; δεῖ γὰρ μὴ μάταιον εἶναι τὴν μετάληψιν. εἴτε μὴ ὁ αὐτός, τίς ἡ διαφορότης, σαφῶς τῶν ὀκτὼ σφονδύλων τὰς ὀκτὼ δηλούντων αὐτοῦ περιόδους; λέγω τοίνυν, ὅτι κατὰ μὲν τὸ ὑποκείμενον ταὐτόν ἐστιν ὅ τε οὐρανὸς καὶ ὁ ἄτρακτος, νοεῖται δὲ διχῶς ἕτερος, εἴτε κατὰ τὸ φαινόμενον ἐθέλοις μετιέναι τὴν διαφορὰν αὐτοῖν εἴτε κατὰ τὴν ἀληθεστέραν ἐπιβολήν. Κατὰ μὲν γὰρ τὸ φαινόμενον ἑτέρω ἐστόν, διότι τὸν μὲν οὐρανὸν ὅλον λέγει τὸ κυκλοφορητικὸν καὶ τὴν περιφορὰν πᾶσαν, ἣν συνέχειν τὸ φῶς· τὸν δὲ ἄτρακτον νοεῖ κατὰ τὰς ἀποτομὰς τῶν ὑπὲρ γῆς φαινομένων τοῦ παντὸς οὐρανοῦ τμημάτων, ὡς τούτων μὲν ἀναλογούντων τοῖς σφονδύλοις, τοῦ δὲ ἄξονος τῷ ξύλῳ, περὶ ὃ οἱ σφόνδυλοι, τοῦ δὲ πόλου τῷ ἀγκίστρῳ τῷ περατοῦντι τοῦ σφονδύλου τὴν κυρτὴν ἐπιφάνειαν. καὶ γὰρ ὄντως εἰς τὸ ἄναντες χωροῦντας αὐτοὺς οὕτως εἰκὸς ἦν ὁρᾶν τμήματα σφαιρῶν, ἀλλʼ οὐχ ὅλας αὐτάς· διὸ καί φησιν ἄνωθεν τὰ χείλη αὐτῶν φαίνεσθαι κύκλους ὡς ἂν ἐκτετμῆσθαι δοκούσας ὑπὸ τοῦ ὁρίζοντος, ὃν ἐποίουν αἱ ὄψεις ἑκασταχόθεν. αἱ μερίδες οὖν αἱ ὑπερφαινόμεναι τοῦ οὐρανοῦ μετὰ τοῦ ἄξονος ποιοῦσι τὸν ἄτρακτον· οὐρανὸς δὲ ἦν σύμπας ὁ ὄγκος ἐκ πασῶν τῶν σφαιρῶν καὶ ὅλων ἑκάστων συγκείμενος. ὥστε κατὰ τοῦτο διαφέρετον ἀλλήλων, τοῦ ἀτράκτου τὰ μὲν προσλαμβάνοντος, τὸν ἄξονα καὶ τὸν πόλον, τὰ δὲ ἀφαιροῦντος, τὰ κάτω τμήματα τῶν σφαιρῶν. Κατὰ δὲ τὴν ἀληθεστέραν καὶ ἐποπτικωτέραν ἐπιβολήν, ὡς μὲν ὅρος τοῦ κόσμου παντὸς τοῦ ὁρατοῦ καὶ περιέχων πάντα καὶ ὡς δημιούργημα τοῦ δημιουργοῦ καὶ πατρός, οὐρανὸς ἔστιν τε καὶ λέγεται — τὴν γὰρ φύσιν αὐτοῦ καὶ τὸ εἶδος ἥδε ἡ ἐπωνυμία δηλοῖ, καθʼ ἣν ὑφέστηκεν ἀπὸ τῆς δημιουργικῆς αἰτίας —, ὡς δὲ ἐξημμένος τῶν Μοιρῶν καὶ τῆς Ἀνάγκης ὀνόματι συμβολικῷ κέκληται κατὰ τὸ σχῆμα τῆς θεομυθίας ἄτρακτος· διὸ καὶ τῆς Ἀνάγκης αὐτὸν ὁ λόγος οὗτος προσείρηκεν ἄτρακτον, σαφέστατα διδάσκων ὅτι ὡς ἐκείνης ἱερὸς ἄτρακτος ὀνομάζεται καὶ ὡς Μοιραῖος· διὰ γὰρ τούτου πάντα αἱ Μοῖραι καὶ εἴρουσι καὶ ἐπικλώθουσιν τοῖς γινομένοις. ὡς οὖν εἴ τις αὐτὸν Ἑλικῶνα προσηγόρευεν μυθολογῶν εἰς τὰς Μούσας ἀναπέμπων ὡς ἐναρμόνιον τόπον Μουσῶν ἀποφαίνων, οὕτως διὰ τὴν ἀπὸ τῶν Μοιρῶν καὶ τῆς Ἀνάγκης εἰς αὐτὸν ποίησιν καὶ δόσιν καὶ ἀπʼ αὐτοῦ πάλιν καὶ διʼ αὐτοῦ εἰς τὰ μετʼ αὐτὸν ὁ παρὼν μῦθος ἄτρακτον αὐτὸν … καὶ κατὰ ταύτην τὴν ἐπιβολὴν οὐκ ἐθέλει λέγειν οὐρανὸν καὶ ἄτρακτον τὸν αὐτόν· οὐ γὰρ ἂν εἶπεν ἄτρακτον, εἰ τῆς δημιουργίας πέρι τὸν λόγον ἐποιεῖτο καὶ τῆς τῶν ἄλλων θεῶν εἰς αὐτὸν ποιήσεως, ἀλλʼ ὡς Μοίραις καὶ Ἀνάγκῃ συντεταγμένον οὕτως ἐκάλεσεν.
Τὸν μὲν οὖν ἄτρακτον ὅπῃ διαφέρει τοῦ οὐρανοῦ καὶ τῷ σχήματι καὶ τῇ δυνάμει, διὰ τούτων δῆλον πεποιήκαμεν. τὴν δὲ Ἀνάγκην, ἧς ἐξάπτει τὸν ἄτρακτον, τίνα δὴ λέγειν ἄξιον; τὸ μὲν γὰρ ὕλην αὐτὴν τίθεσθαι, καθάπερ ὑπολαμβάνουσί τινες καὶ τὴν μητέρα τῶν θεῶν ὕλην ἐν μυστικοῖς τισιν λόγοις εἰσάγεσθαι φάσκοντες, οὔτε εἰς τὴν Ἀνάγκην οὔτε εἰς τὴν μητέρα τῶν θεῶν θεῖα γράφειν ἐστίν· αἱ γὰρ μητέρες γόνιμοι δυνάμεις εἰσὶν ἀπερίληπτοι τοῖς καταδεεστέροις, εἰς ἑαυτὰς μὲν χωροῦσαι τὰ ἀπογεννώμενα, κλείουσαι τὰς προόδους ἐκείνων ἐν τοῖς ἀπείροις ἑαυτῶν κόλποις, οὐκ οὖσαι δὲ ὑποδοχαὶ τῶν προϊόντων ἀδρανεῖς, οἵαν εἶναι τὴν ὕλην ἅπαντες ὑπειλήφαμεν, ἄγονον καὶ ἀπεψυγμένην καὶ δεομένην ἐκείνων ὧν καλεῖται μήτηρ. διὸ καὶ αὕτη μὲν χείρων ἐστὶν ἐκείνων — οὐ γὰρ ἐγεννήσατο τὰ ἥττονα, προελθόντα δὲ ἀπʼ ἄλλων ἐνεκολπίσατο μόνον —, αἱ δὲ ἐν τοῖς θεοῖς μητέρες καὶ τὴν οὐσίαν καὶ τὰς δυνάμεις αὐταὶ τοῖς γεννωμένοις δοῦσαι κατὰ τὸν τῆς αἰτίας λόγον αὐτῶν ὑπερφέρουσιν. οὕτω καὶ ἡ τῶν θεῶν μήτηρ πάσης ἐστὶν τῆς δημιουργικῆς σειρᾶς καὶ ζωογονικῆς ὑπερηπλωμένη· παρήγαγεν γὰρ … ἐτελείωσεν· ὑφίστησι γὰρ τ … διακόσμησιν. οὐκ ἄρα ὡς ὑποδοχαί εἰσιν μητέρες, ἀλλʼ ὡς γεννητικαὶ τῶν παραχθέντων· ἐπειδὴ δὲ οὐκ ἔξω ἑαυτῶν γεννῶσιν, ἃ δὴ καὶ λέγονται γεννᾶν, ἐν τοῖς ἑαυτῶν τὰ γεννηθέντα παρʼ αὐτῶν κόλποις ἑδράζουσιν, ὥσπερ γῆ πάντα ὅσα βλαστάνει ῥιζώσασα ἐν ἑαυτῇ βλαστάνει, καὶ ὅδε ὁ κόσμος περιέχει τὰ ἑαυτοῦ γεννήματα· πολλῷ γὰρ τούτων μειζόνως αἱ ἀσώματοι δυνάμεις εἴσω τῆς ἑαυτῶν δυνάμεως κατακλείουσιν τὰς τῶν παραγομένων ὑπάρξεις. θεότητες οὖν εἰσιν αἱ μητέρες θεῶν ἄλλων περιληπτικαὶ καὶ χωρητικαὶ καὶ παρακτικαί· καὶ οὐ δεῖ μητέρας ἀκούσαντας εἰς τὴν ὕλην εὐθὺς βλέπειν τὴν ἀλλοτρίων ὑποδοχὴν γεννημάτων, ἀλλʼ ἐπέκεινα τιθέναι τὰ γεννῶντα τῶν γεννωμένων ἐν ἐκείνοις. τοῦτο μὲν οὖν καὶ παντάπασιν ἐκβλητέον τῆς ψυχῆς, ὡς ἢ τῆς Ἀνάγκης ἢ τῆς μητρὸς τῶν θεῶν ὕλης οὔσης τῆς ἐν ἐσχάτοις ὑπὸ τῶν θεῶν ἀπερριμμένης. Τὸ δὲ δὴ λέγειν τὴν ἐν Τιμαίῳ λεγομένην Ἀνάγκην ταύτην εἶναι τὴν μητέρα τῶν Μοιρῶν ἐν τοῖς προκειμένοις ὑμνημένην οὐ λίνον λίνῳ συνάπτειν ἐστίν, τὴν νοῦ καταδεεστέραν καὶ ὑπὸ νοῦ πειθομένην τὰ πλεῖστα τῶν γινομένων ἄγειν κατὰ φύσιν, καὶ τὴν πάντων ἄρχουσαν τῶν ἐγκοσμίων καὶ τῶν ψυχῶν ἐφεστηκυῖαν τοῖς κύκλοις καὶ ταῖς ἑαυτῆς ἐνεργείαις τὴν ἐναρμόνιον τῷ παντὶ ζωὴν ἀΐδιον παρεχομένην καὶ τῶν κινουσῶν ἐντεταγμένων τ … γεννῶσαν πάντα αὐτῷ τῷ εἶναι κατὰ τὴν ἑνοειδῆ … ῆς. οὐδὲ γὰρ ἐφάπτεται τοῦ ἀτράκτου οὐδὲ δρῶσά τι παραδέδοται περὶ αὐτόν, ἀλλʼ ἐκεῖνος ἐν τοῖς γόνασιν αὐτῆς στρεφόμενος καὶ τὴν τάξιν τὴν ἀνέκλειπτον ἔχων διʼ αὐτήν. εἰ οὖν αὕτη μὲν ἡ Ἀνάγκη θεῶν ἄρχει, ψυχῶν νοερῶν ἐπιβέβηκεν, ποδηγεῖ τῇ βουλήσει μόνῃ τὸν κόσμον ἐξῃρημένως, ἐπιτροπεύει τοὺς βίους τῶν μερικῶν ψυχῶν — διὰ γὰρ ταύτην ἕπεται ταῖς αἱρέσεσιν ἐξ ἀνάγκης ὁ βίος ἑκάστης —, ἐκείνη δὲ τῶν σωμάτων ἐστὶν κινητικὴ καὶ οὐ τῶν αὐτοκινήτων ὑποστάσεων, καὶ τούτων προεστῶσα μόνων ἐφεστῶτος δεῖται τοῦ νοῦ, καὶ τὸ ἀναγκαῖον οὐκ ἔχει διὰ τὴν πάντων περίληψιν οὐδενὸς αὐτὴν ἀποδρᾶναι δυναμένου, διὰ δὲ τὴν ἀπροαίρετον τῶν ὑπʼ αὐτῆς ἀγομένων φύσιν, πῶς ἂν προσήκοι τοσούτοις αὐτὰς διεστώσας ἀπʼ ἀλλήλων οἴεσθαι τὰς αὐτὰς εἶναι διὰ τὴν ἐπωνυμίαν κοινὴν οὖσαν; ἀλλὰ μήτε τοῦτο ἡμεῖς ὑπολάβωμεν μήθʼ ὅτι τὴν ἐν τῷ Πολιτικῷ κινοῦσαν καθʼ ἑαυτὴν τὸν κόσμον Εἱμαρμένην χρὴ ταύτην εἶναι λέγειν τὴν Ἀνάγκην, ἣν ὁ μῦθος οὗτος ἡμῖν ἐξέφηνεν. ἐκείνη μὲν γὰρ θεῶν κατὰ τὴν μυθικὴν ὑπόθεσιν πάντων ἀφέντων τὰς τοῦ παντὸς μερίδας τῆς αὐτῶν ἐπιμελείας ἄνευ ἐκείνων ἀναστρέφειν λέγεται τὸ πᾶν διὰ τὴν σύμφυτον ἐπιθυμίαν, οὐκ οὖσα θεός· δύο γὰρ, φησί, θεὼ κινεῖν ἐναντίας κινήσεις οὐ δυνατόν, ὡς αὐτὸς ἐν ἀρχῇ τοῦ μύθου διώρισεν· ὥστʼ εἰ τὴν προτέραν ἐκίνει τὸ πᾶν θεός, τὴν ἐναντίαν ἐκείνῃ τὸ κινοῦν οὐκ ἔστι θεῖον. θεὸν δὲ τὴν Ἀνάγκην καὶ μεγίστην εἶναι φήσομεν, ἐπεὶ καὶ τὰς Μοίρας τὰς τῆς Ἀνάγκης παῖδας δηλώσει ὁ προφήτης, τὸν νοῦν τῆς Λαχέσεως ἐνδιδοὺς ταῖς ψυχαῖς, νοερός τις ὢν καὶ αὐτός· ὥστε πολλῷ πλέον νοεραὶ αἱ Μοῖραι· νοεραὶ δὲ οὖσαι καὶ ταῖς ὅλαις ἐφεστῶσαι περιφοραῖς θεαί τινές εἰσιν· ὥστε πολλῷ μειζόνως ἡ Ἀνάγκη ἡ γεννησαμένη τὰς Μοίρας θεός. οὐδʼ ἄρα τὴν Εἱμαρμένην καὶ τὴν Ἀνάγκην κατʼ αὐτὴν τὴν Πλάτωνος κρίσιν συνάγειν εἰς ἓν δυνατόν, μὴ παντάπασιν ἀπᾴδοντα γράφειν τῶν ἐκείνου θέλοντας.
Τίνα οὖν ἡμεῖς τὴν θεὸν ταύτην εἶναι φήσομεν; ἢ δῆλον ὅτι τοῖς ῥήμασιν ἑπόμενοι, μητέρα μὲν αὐτὴν τῶν Μοιρῶν ὑμνουμένην ἀκούοντες, ἡγεμόνα δὲ τῆς κοσμικῆς ἁπάσης τάξεως, τῆς ἐν ψυχαῖς, τῆς ἐν φύσεσιν, συνέχουσαν δὲ ἀκλινῶς τὰ πάντα καὶ ὁρίζουσαν, ὅπου τεθὲν ἕκαστον συμπληρώσει τὸν κόσμον ἐν τῷ πρέποντι σχήματι, ταύτην ἐκείνην εἶναι τὴν παρὰ τοῖς θεολόγοις καλουμένην Θέμιν; ἣν τὸ ὑπερβαίνειν ἐγχειροῦν ἀθέμιτον μὲν εἶναι λέγομεν, ὑπερβαίνειν δὲ ὅμως μὴ δύνασθαι. τίνα γὰρ ἄλλην μητέρα Μοιρῶν ἢ ταύτην ἐκείνων ὑμνούντων ἠκούσαμεν; Οἶδα μὲν οὖν, ὅτι καὶ Μοίρας ἄλλας Ὀρφεύς, εἰ καὶ τοῖς αὐτοῖς ὀνόμασι χρώμενος, ἀπʼ αὐτῶν προελθεῖν φησιν τῶν πρωτίστων θεῶν, ἐπέκεινα καὶ τῆς Κρόνου βασιλείας καὶ τῶν νοερῶν ὅλως διακόσμων· ἀλλὰ κἀκεῖνος ἄλλην Ἀνάγκην παρήγαγεν πρὸ τῶν Μοιρῶν, στυγερῶπα τε Ἀνάγκην λέγων προελθεῖν ἀπʼ ἐκείνων. τὰς δὲ ἐγκοσμίους Μοίρας Ἡσίοδος ἀπὸ τῆς Θέμιδος ἔχω … γεννωμένας, ἀφʼ ὧν καὶ τὰς Ὥρας ὑφίστησιν. μήποτε οὖν ὁ Πλάτων πολλαχοῦ τῷ Ἡσιόδῳ χρώμενος, ὡς ἐκ τοῦ Κρατύλου δῆλον, καὶ τῇ Ἡσιόδου θεογονίᾳ κἀνταῦθα βλέπων εἰς ἐκεῖνον τοὔνομα μόνον ὑπαλλάξας τὴν Θέμιν Ἀνάγκην προσείρηκεν, μητέρα τῶν Μοιρῶν εἰπών, ἵνα ἐνδείξηται τὴν ἐπικράτειαν αὐτῆς τὴν ἐν τῷ κόσμῳ πάντων οὖσαν κρατητικήν, ἀναπόδραστον τάξιν καὶ ἀκλινῆ φρουρὰν ἐπιστήσασαν πᾶσιν· ἣν οὐδὲν ἐκβῆναι δυνατόν, οὐ τῶν πρώτων διʼ ὑπεροχήν, οὐ τῶν ἐσχάτων διʼ ἔλλειψιν, μιᾷ τῶν πάντων κατειλημμένων προνοίᾳ καὶ τεταγμένων τῶν ἀϊδίων καὶ ταττομένων τῶν γενητῶν ἐν τῇ πρεπούσῃ μοίρᾳ καὶ τῆς ὅλης τοῦ κόσμου πολιτείας διὰ ταύτην οὐδέποτε μετακινουμένης οὐδὲ ἐπεισοδιῶδές τι παραδέξασθαι δυναμένης, διʼ ἣν ἐν θεσμοῖς ἀλύτοις τὰ πάντα φρουρεῖται. καὶ γὰρ εἴ με δεῖ τοὐμὸν εἰπεῖν, περὶ πολιτείας τὸν σύμπαντα λόγον ποιησάμενος τοῦδε τοῦ μύθου τῆς κοσμικῆς πολιτείας τὸ παράδειγμα διὰ ταύτης ἐξέφηνεν τῆς μονάδος· διʼ ἣν καὶ ὁ δημιουργὸς πολιτικός ἐστιν τῇ Θέμιδι συνών, ᾧ μὴ θέμις δρᾶν ἄλλο τι πλὴν τὸ κάλλιστον, φησὶν ὁ Τίμαιος. τὴν μὲν οὖν Ἀνάγκην θεὸν αἰτίαν τῆς ἐν τῷ παντὶ τάξεως εἶναί φαμεν καὶ ζωῶν τῶν τεταγμένων καὶ διὰ τῶν παίδων κινήσεων ἡγεμόνα παντοίων καὶ περιόδων ὡρισμένων κατὰ μίαν νοερὰν δύναμιν, τὴν συμπεραίνουσαν ἅπασαν τὴν τοῦ θείου γενητοῦ περίοδον.
Τὴν δὲ ἠλακάτην ὅλην ἐξ ἀδάμαντος εἶναι καὶ τὸ ἄγκιστρον τί ποτε δηλοῦν ἡμεῖς οἰόμεθα; τὸν μὲν γὰρ ἄτρακτον ὅτι πᾶν εἶναί φησιν τοῦ οὐρανοῦ τὸ τοῖς ὁρῶσιν αὐτὸν κάτωθεν ὑπὸ τῶν ὄψεων ἀφοριζόμενον τμῆμα μετὰ τοῦ ἄξονος, ἵνα καὶ ἀτράκτῳ παραπλήσιον ᾖ, διὰ τῶν ἔμπροσθεν ὑπεμνήσαμεν· καὶ δῆλον ὡς ἐκείνοις ἕπεται τὸ μὲν ἄγκιστρον τοῦ ἀτράκτου τὸν πόλον εἶναι λέγειν, ὅς ἐστιν ἐπὶ τῆς κυρτῆς περιφερείας τοῦ οὐρανίου τμήματος ὡς τὸ ἄγκιστρον ἐπὶ τῆς τοῦ σφονδύλου· τὴν δὲ ἠλακάτην αὐτὸν τὸν ἄξονα τὸν ἐληλαμένον διὰ τῶν σφονδύλων· ἐντεῦθεν γὰρ αὐτὸν καὶ οὕτως ἐκάλεσεν, ἄλλο τι τῆς ἠλακάτης παρὰ τοῖς πολλοῖς σημαινούσης, περὶ ἣν εἱλεῖται τὸ ἔριον. ἀλλʼ εἰ μὴ μέλλοιμεν καὶ αὐτοὶ γράφειν ὀνόματα μόνα, τὸν πόλον λέγοντες καὶ τὸν ἄξονα, ῥητέον τι τρανὲς περὶ αὐτῶν καὶ θεολογίᾳ προσῆκον. ἐπεὶ καὶ αὐτὸς εἰπὼν ἐξ ἀδάμαντος ἑκάτερον εἶναι καὶ τὴν οὐσίαν αὐτῶν ἀδάμαντα καλέσας ἔοικεν αἰνίξασθαί τι θεῖον· οὐδὲ γὰρ ἄλλην εἰπὼν ὕπαρξιν αὐτὰ κεκτῆσθαι τῶν συμβεβηκότων τι τὸν ἀδάμαντα ἔθετο, ἵνα καὶ ἡμεῖς εἰπόντες τὸ ἄλυτον δηλοῦν καὶ μόνιμον αὐτὸν διὰ τοῦ συνθήματος τούτου τῶν λοιπῶν ἀντιλαβώμεθα σκεμμάτων, ἀλλὰ τὴν οὐσίαν αὐτὴν τοῦ τε ἀγκίστρου καὶ τῆς ἠλακάτης ἀδάμαντα κέκληκεν, καὶ τὸν σφόνδυλον ἐξ ἀδάμαντος μὲν εἶναι καὶ αὐτόν, ἀλλὰ καὶ ἐξ ἄλλων γενῶν. δεῖ τοίνυν καὶ ἐπὶ τούτων ἰδεῖν, τίς ὁ ἀδάμας, μόνη αὐτῶν ὕπαρξις ὤν, καὶ ἐπʼ ἐκείνου, τίνα τὰ ἄλλα γένη καὶ πῶς ὁ ἀδάμας οὐκέτι μόνος, ἀλλὰ μετʼ ἐκείνων συμπληροῖ τὴν ὑπόστασιν. μὴ οὖν λέγωμεν ἁπλῶς σημαίνειν τὸ ἀπαθὲς τὸν ἀδάμαντα καὶ ἀδάμαστον, ἀλλʼ ἐκφήνωμεν, τίς ὁ πόλος ὢν καὶ τίς ὁ ἄξων ἀπαθεῖς εἰσιν, ἵνα καὶ γνῶμεν πῶς ἑκάτερος ἀδάμας προσείρηται συμβολικῶς, ὡς τοῖς θείοις μύθοις ἐστὶν ἔθος τὰ ἀπόρρητα κατακρύπτειν· ἐπεὶ καὶ τὸ πόλον καὶ ἄξονα φάναι μαθηματικευομένων ἐστίν, ἀλλʼ οὐ θεολογούντων· γελοῖον γὰρ σημείοις ἀψύχοις καὶ γραμμαῖς πιστεῦσαι.
Τὸ πᾶν μὲν οὖν ἀσώματον ἑκάτερον εἶναι παντὶ φανερόν· τίνα δὲ ὄντα συνέχει τὴν περιφορὰν θείαν οὖσαν, εἰ μὴ κενολογεῖν ἐθέλοιμεν, δεῖ δήπου λέγειν ἡμᾶς. λέγωμεν τοίνυν, ὅτι τοῦ κόσμου τὸν αὐτὸν ἀεὶ τόπον κατέχοντος καὶ ταύτῃ μένοντος, ἔχοντος δὲ καὶ κίνησιν τὴν ἐν ταὐτῷ κατὰ ταὐτὰ καὶ ἐν τάξει περιαγομένην, ἀνάγκη δήπου καὶ τῆς μονῆς αὐτοῦ καὶ τῆς ἐν ταὐτῷ περιαγωγῆς εἶναι θείας αἰτίας· πᾶν γάρ, ὅπερ ἂν ἔχῃ, παρʼ ἄλλων ἔχει, καὶ πρὸ τῶν ἄλλων τὴν σύστασιν αὐτήν. τοῦ μὲν οὖν ὅλως κινεῖσθαι τὸν οὐρανὸν αὐτὴν αἰτίαν εἶναι θετέον τὴν οὐρανίαν ψυχήν· τοῦ δὲ τὸν αὐτὸν ἀεὶ τόπον κατέχειν καὶ ἕνα τὴν σφαῖραν οὐκ ἄλλο τι χρὴ οἴεσθαι αἴτιον εἶναι πλὴν τοῦ κέντρου· τούτου γὰρ μόνου σαλευθέντος εἰς ἄλλον μεταβήσεται τόπον· ἐπεὶ τῶν γε πόλων κινουμένων καθʼ ὑπόθεσιν, οἷον ἐξαιρομένων ἀπὸ τοῦ ὁρίζοντος, δυνατὸν ἔτι μένειν ἐν τῷ αὐτῷ τόπῳ τὸ κέντρον … μενον ἐν τῷ … τμημάτων ἑκάτερον. ὁ δὲ πόλος δίδωσι τῷ κατʼ αὐτὸν τμήματι τὴν περὶ τὸ κέντρον περιφοράν. τεκμήριον δέ· οἱ γὰρ ἑκατέραν ὁρίζοντες κύκλοι μιμοῦνται ἑκάτερον μέχρι τοῦ μεγίστου, τῶν μετʼ ἐκεῖνον ἐφʼ ἑκάστους τὴν ἐναντίαν ἰσχόντων, παρʼ ὅσον ἀφίστανται, τῆς κινήσεως δύναμιν. ἐπειδὴ δὲ τῶν πόλων, ὡς εἴρηται, τοῖς τμήμασιν διαιρουμένων ὅρος ὁ μέγιστος κύκλος, ἔδει δέ τινα καὶ τῆς κοινῆς πάντων εἶναι τῶν κύκλων περιαγωγῆς ἑνιαίαν αἰτίαν, ταύτην μοι δοκεῖ προσίστασθαι τὴν αἰτίαν ὁ ἄξων, συνάπτων τὰς τῶν κύκλων πάντων κινήσεις καὶ ἐν ταὐτῷ περὶ ἑαυτὸν πάντας περιάγων. Εἰ δὴ ταῦτα ὀρθῶς ἡμῖν διώρισται — μεταβατέον γὰρ ἐπὶ τὰ ὄντα λοιπὸν ἀπὸ τῶνδε τῶν ὀνομάτων —, νοῖ μέν εἰσι πάντως οἱ τούτοις ὀνομαζόμενοι τοῖς ὀνόμασιν· νοῦ γὰρ ἴδιον, ὡς ἐν Νόμοις ἐδιδάχθημεν, ὡς ψυχῆς τὸ κινεῖν ἔργον, τὸ κατὰ ταὐτὰ καὶ περὶ τὰ αὐτὰ καὶ ἐν τῷ αὐτῷ καὶ ὡσαύτως περιάγειν. καὶ ὁ μὲν κεντρικὸς νοῦς ἐν τῷ αὐτῷ στηρίσας ἔχει τὸ πᾶν, διʼ ὃν ὁ αὐτός ἐστιν τοῦ κόσμου τόπος· οἱ δὲ πόλοι νόες τινὲς περὶ τὰ αὐτὰ παρέχοντες τοῖς τῆς περιφορᾶς τμήμασιν τὴν κίνησιν καθʼ ἕνα λόγον καὶ μίαν τάξιν, οὓς οἱ ὁμόστοιχοι μιμούμενοι, καθʼ ὅσον εἰσὶν ἑκατέρῳ γειτνιάζοντες, δυσκινητότεροι τῶν πορρώτερόν εἰσιν· ὁ δὲ ἄξων νοῦς εἷς συνοχεὺς τῶν κύκλων πάντων ἑνώσας τὰς πάντων περιόδους. τὸ μὲν γὰρ ἀκίνητον αὐτῶν πάντων εἰς τὴν νοερὰν ἡμᾶς οὐσίαν ἀναπέμπει, διὰ ψυχὴν οὐκ ἀκινησίας, ἀλλὰ κινήσεως τοὐναντίον ὑπαρχούσης τῷ κόσμῳ. δηλοῖ δὲ καὶ αὐτός, καὶ ἀφελὼν ἐν Φαίδρῳ ψυχὴν τοῦ κόσμου καὶ στήσας αὐτόν, καὶ ἱσταμένῳ καθʼ ὑπόθεσιν ἐν Νόμοις ἐπεισαγαγὼν ψυχὴν καὶ κινήσας ὃν ἔστησεν. εἰ δὲ δεῖ τῶν ἀεὶ ἑστώτων, περὶ ἃ καὶ τὰ κινούμενα κινεῖται, τῶν ἀσωμάτων αἰτιᾶσθαί τι, δηλονότι νοῦν αἰτιατέον, ὃς καὶ τὴν ψυχὴν ἐποίησεν μὴ κινεῖσθαι μόνον, ἀλλʼ ὡσαύτως κινεῖσθαι. νόες ἄρα τινὲς ἡμῖν ἀνεφάνησαν οὗτοι, λέγω δὲ ὁ ἄξων καὶ ὁ πόλος· καὶ ὅτῳ διαφέροντες ἀλλήλων τε καὶ τοῦ κεντρικοῦ νοῦ, προείπομεν. Τούτους τοίνυν ὁ μῦθος ὅδε μυστικῶς ἡμῖν αἰνισσόμενος ἀδάμαντας αὐτοὺς προσείρηκεν διὰ τὸ ἀεὶ ὡσαύτως ἐνεργεῖν· καὶ γὰρ τὸ ἄλυτον κυριώτατα τῆς νοερᾶς ἦν ἴδιον οὐσίας. δηλοῖ δὲ ὁ ἐν Τιμαίῳ δημιουργὸς μηδὲ τὰς θείας ψυχὰς πάμπαν ἀλύτους εἶναι συγχωρῶν· καὶ πῶς γὰρ ἔμελλον ἕξειν τοῦτο, μεταξὺ τῆς ἀμερίστου γεγονυῖαι καὶ τῆς μεριστῆς οὐσίας; ὅπου γὰρ τὸ μεριστόν, ἀνάγκη λύσιν ἐπινοεῖσθαι κατὰ τὸν μερισμόν· αὐτοῖς ἄρα τοῖς νοῖς, οἷς τὸ ἀμέριστον, προσήκει μόνοις τὸ ἄλυτον. εἰ οὖν τὸν ἀδάμαντα σύνθημα τῆς ἀλύτου οἰητέον οὐσίας — οὐ γάρ ἐστιν οὐδὲ πυρὶ λυτός —, ταὐτὸν ἂν εἴη νοῦν τε θεολογοῦντας λέγειν καὶ ἀδάμαντα μυθολογοῦντας. ἀλλʼ ὁ μὲν πόλος καὶ ὁ ἄξων, νοῦς ἑκάτερος ὢν μόνον, διὰ τὴν μόνιμον καὶ ἀμέριστον ζωὴν οὕτως ἀδάμας ἐστίν· ἐν δὲ τῷ οὐρανῷ πάντως μέν ἐστιν καὶ νοῦς — κύκλῳ γὰρ κινεῖται, φησὶν ὁ Πλωτῖνος, ὅτι νοῦν μιμεῖται —, πρὸς δὲ τῷ νῷ καὶ ψυχὴ καὶ σῶμα· διὸ καὶ εἰκότως αὐτὸν ἔκ τε ἀδάμαντος εἶναί φησιν καὶ ἐξ ἄλλων γενῶν, τῶν τε ψυχικῶν λέγων καὶ τῶν σωματικῶν. καὶ συμβαίνει πάντα τοῖς τε πράγμασι καὶ ἀλλήλοις, τὰ ἀμερῆ τοῖς ἀμερέσιν, τὰ ἀκίνητα τοῖς ἀκινήτοις, τὰ κινούμενα τοῖς κινουμένοις, τὰ μεμιγμένα τοῖς συμμίκτοις αἰτίοις.
Εἰ δὴ ταῦτα διηρθρωμένως νοήσαιμεν, ἕξομεν καὶ τὰ τούτων ἀπορρητότερα νοεῖν, ἐπειδὴ κατὰ τὸν Τίμαιον ἄγαλμα τῶν ἀϊδίων ἐστὶν θεῶν ὅδε ὁ κόσμος, τελεστὴν μὲν εἶναι τοῦ ἀγάλματος τούτου τὸν δημιουργόν, ὃς ἔπνευσεν εἰς αὐτὸν ζωὴν ἀμήχανον ὅσην καὶ ἐποίησεν ἄγαλμα ἔννουν χρηματίζον διὰ τῆς αὐτοῦ κινήσεως τοῖς ὁρᾶν δυναμένοις καὶ διὰ τῶν ἐν οὐρανῷ σημείων τὰ ἐσόμενα λέγον· τῷ δὲ τῆς ψυχῆς χαρακτῆρι καὶ ταῖς περιφοραῖς, αἷς ὀνόματα αὐτὸς ἔθηκεν, περιέλαβεν αὐτὸ καὶ συνέδησεν· φυλακτήρια δὲ αὐτῷ περιῆψεν καὶ ἐν μέσοις ἥδρασεν τοῖς κόλποις τοὺς εἰρημένους νόας, οἷον αὐτῶν, εἰ βούλει, τῶν ἰΰγγων συνθήματα τῶν ἀτόμων καὶ ἑνοειδῶν· εἰ δὲ μὴ ἐκείνων ὡς ξενικωτέρων, ἀλλὰ τῶν γε προσεχῶν αὐτοῦ θείων αἰτίων. τοῦ μὲν Κρόνου τὸν πόλον εἶναί φασι σύμβολον· διὸ καὶ ἄγκιστρον οἰκείως εἴρηται, τὸν ἀγκυλομήτην ἐκεῖνον ὡς ἀληθῶς μιμούμενον νοῦν· τῆς δὲ ζωογόνου θεᾶς ὁ ἄξων, πρόοδον ἀποτυπούμενος μένουσαν ἀκλινῶς, καὶ αὐτοῦ τοῦ δημιουργοῦ λοιπὸν εἰκὼν ὁ σφόνδυλος, σχῆμα ἔχων τοῦ εἰδοποοῦντος τὴν κίνησιν περὶ ἑαυτὸν καὶ τὸν ἄξονα, τοῦ πρὸς ἑαυτὸν ἐπεστραμμένου καὶ πρὸς τὰς αἰτίας ἀφʼ ὧν προῆλθεν. καὶ μέχρι τούτων ἡμῖν ὁ περὶ τούτων λόγος ἐχέτω τέλος.
Τὴν δὲ τοῦ σφονδύλου φύσιν εἶναι τοιάνδε· τὸ μὲν σχῆμα οἵαπερ ἡ τοῦ ἐνθάδε· μέχρι τοῦ· ἐκείνην δὲ διὰ μέσου τοῦ ὀγδόου διαμπερὲς ἐληλάσθαι.
Τὸν σφόνδυλον ὅτι ἀνάλογον λαμβάνει τῷ τοῦ οὐρανοῦ τμήματι τῷ ἄνωθεν φαινομένῳ τῶν ὁρώντων, φανερὸν καὶ εἴρηται πολλάκις· ἀπεικάζει δὲ αὐτὸν κατὰ τὸ σχῆμα τοῖς τῇδε σφονδύλοις, διότι καὶ οὗτοι τὸ μὲν ἔχουσι κυρτὸν ἔξωθεν τὸ πρὸς τῷ ἀγκίστρῳ, τὸ δὲ ἔνδοθεν ἐπίπεδον· τμήματα γάρ εἰσι καὶ οὗτοι σφαιρικά. πλὴν ὅτι τὸν σφόνδυλον ἐκεῖνον οὐκ εἶναι ναστόν, ἀλλὰ σύνθετον ἐκ πολλῶν ἀλλήλοις ἐγκειμένων, καὶ τῶν μὲν μειζόνων ἐγκολπισαμένων τοὺς ἐλάσσονας καὶ περιεχόντων ταῖς κοίλαις αὐτῶν ἐπιφανείαις, τῶν δὲ ἐλασσόνων ἐνηρμοσμένων ἐκείνοις κατὰ τὰς κυρτάς. ἐκγεγλύφθαι γὰρ τοὺς μείζονας διαμπερές φησιν, χώραν παρέχοντας τοῖς ἐλάσσοσιν· διαμπερὲς δέ, ὡς διʼ ὅλων ἑαυτῶν τοῦτο πεπονθότας, ἵνα καθʼ ἕκαστον αὐτῶν οἱ διορίζοντες κύκλοι τὰ βάθη τῶν σφονδύλων, ἃ δὴ χείλη προσείρηκεν, αὑτοῖς ὁμόκεντροι ὦσιν· μὴ γὰρ ὄντων ὁμοκέντρων οὐκ ἔχει χώραν τὸ διαμπερές, ἀνομοίων ὄντων καὶ ἀνίσων τῶν βαθῶν ἢ χειλῶν. οὕτω δὲ καὶ ἐν Τιμαίῳ πάντας ὁμοκέντρους ἐποίησεν τοὺς τῆς ψυχῆς κύκλους· ἀφʼ ὧν λάβοιμεν ἂν ἀμφοτέρων, τῶν τε ἐνταῦθα κἀκεῖ λεγομένων, ὡς ἄρα οὔτε τοὺς ἐκκέντρους προσίεσθαι Πλατωνικόν ἐστιν οὔτε τὰς ἀνελιττούσας· καὶ γὰρ τὸ πλῆθος ὁρίζων τῶν τε κύκλων καὶ τῶν σφονδύλων καὶ ἕνα πασῶν ἄξονα ποιῶν ὡς διαμπερὲς ἐκγεγλυμμένων δῆλός ἐστιν ἐκείνων ἀπογιγνώσκων τῶν ὑποθέσεων. Πλὴν θαυμάζειν ἄξιον, πῶς ἐν Τιμαίῳ μὲν περὶ ψυχῆς λέγων κύκλους ἐποίει μόνον ἀβαθεῖς, ἐνταῦθα δὲ περὶ σώματος σφονδύλους τίθεται βάθος ἔχοντας· ἔδει γὰρ συμβολικοῖς ὀνόμασιν χρώμενον ὅπου μὲν χρῆσθαι τοῖς ἀσωματωτέροις, ὅπου δὲ τοῖς σωματικοῖς. καὶ οὕτως ἄμεινον τὴν μεσότητα νοεῖν τῶν ψυχῶν τῆς ἀμεροῦς οὐσίας καὶ μεριστῆς, ἐν κύκλῳ αὐτὰς ποιοῦντας καὶ διὰ τούτων ἐνδεικνυμένους τὸ μέσον τῶν ἀμεγέθων καὶ τῶν πάντῃ διεστώτων μεγεθῶν, ἢ κρίκους τινὰς διαμηχανωμένους στερεοὺς τοὺς ψυχικούς, παντὸς κρίκου τῶν σφαιρικῶν ὄγκων συνθετωτέραν ἰδέαν εἰληχότος καὶ διὰ τοῦτο τῆς ψυχικῆς οὐσίας ἀπᾴδοντος, ἥτις ἦν ἁπλουστέρα τῶν σωμάτων καὶ τῶν σφαιρικῶν ὄγκων.
Εἰ δὲ διαμπερὲς ἐληλάσθαι διὰ πάντων φησὶν τὴν ἠλακάτην, συντόμως καὶ τὴν αἰτίαν ἐξέφηνεν, διʼ ἣν ἠλακάτην τὸν ἄξονα προσείρηκεν, καὶ ὅτι παρὰ τὸ ἐληλάσθαι. πάντων δὲ τῶν σφονδύλων μίαν ἠλακάτην ἐχόντων, περὶ ἣν κινοῦνται, πάντας ὁμοκέντρους ἀνάγκη φάναι· καὶ τοῦτο δηλοῖ τὸ τὴν ἠλακάτην ἐληλάσθαι διαμπερές, ὅτι διʼ ὅλων αὐτῶν εἷς ἐστιν ἄξων πεφοιτηκώς, περὶ ὃν ἡ κίνησις, περιαγομένων τε τῶν ἔνδον ὑπὸ τῶν ἐκτὸς καὶ τὴν ἰδίαν κίνησιν περὶ τὸν αὐτὸν ἄξονα ποιουμένων. Εἰ δὲ κύκλους ἄνωθεν τὰ χείλη φαίνουσιν οἱ ὀκτὼ σφόνδυλοι, καὶ διττοὺς ἕκαστος τοὺς ἑκάστου τὸ βάθος ὁρίζοντας καὶ διὰ τοῦτο διττὰ χείλη δεικνύντας, δῆλον δήπουθεν ὅτι οἱ ὁρῶντες αὐτοὺς πάντων ἦσαν κατωτέρω καὶ οὕτως ἄνωθεν ἐκείνων ἑώρων τὰ χείλη κύκλους. ὥστε ὑπὸ τὴν σελήνην ἦσαν κἀκεῖθεν ταῖς ὄψεσιν ἐποιοῦντο τὰς ἀποτομὰς τῶν ὅλων καὶ τελείων τοῦ οὐρανοῦ σφαιρῶν· εἴτε γὰρ κατωτέρω τοῦ αἰθέρος, οὐκ ἂν μόνας ἀποτομὰς ἑώρων ὀκτώ, ἀλλὰ πλείους — καὶ γὰρ τῶν κατωτέρω τοῦ οὐρανοῦ σφαιρῶν· εἴτε ὑπὲρ σελήνην, ἐλάσσους ἂν ἑώρων τῶν ὀκτὼ ἀποτομῶν. ὥστε ἀνάγκη ἐπʼ ἄκρας αὐτοὺς ὄντας ὁρᾶν τῆς αἰθερίας ἁψῖδος μόνας τὰς πασῶν τῶν τοῦ οὐρανοῦ σφαιρῶν ἀποτομάς. Καὶ μὴν καὶ τὸ ἕκαστον σφόνδυλον ἐκγεγλυμμένον εἶναι δηλοῖ τὸ μὴ ναστὸν ἕκαστον ὑπάρχειν, ὥσπερ τῶν ἄστρων ἕκαστον καὶ αὐτὸν τὸν ἥλιον, ἀλλʼ οἷον ἁψῖδα σφαίρας ὑπάρχειν. καίτοι γε τοῦτο ἀτελέστερον εἶναι δοκεῖ· πῶς οὖν, ὃ ταῖς ὅλαις σφαίραις οὐχ ὑπάρχει, τοῦτο τοῖς ἄστροις ὑπῆρξε παρὰ τοῦ πατρός; μήποτε οὖν δεῖ λέγειν, ὅτι τοῦ κόσμου παντὸς καὶ σφαιροειδοῦς ὄντος ὡς μηδενὶ ἐλλείπειν καὶ πάντα περιέχοντος ὡς ἑαυτοῦ πληρώματα, τοῖς ἐν αὐτῷ μεμερισμένως ὑπάρχειν ταῦτα· τοῖς μὲν τὸ μηδενὶ ἐλλείπειν εἰς τὸ σφαίρας εἶναι καθάπερ τοῖς ἄστροις, τοῖς δὲ τὸ περιέχειν τὰ ἄλλα καθάπερ ταῖς ὅλαις σφαίραις. καὶ γάρ ἐστιν τῆς κατὰ τὸ σχῆμα τελειότητος ἡ κατὰ τὴν περιοχὴν τῶν ἐντὸς θεοπρεπεστέρα· δύναμιν γὰρ ἐμφαίνει κρατητικὴν τῶν λοιπῶν πάντων· διὸ ταύτην μὲν τὴν τελειότητα ταῖς ὅλαις σφαίραις ἀποδέδωκεν ὁ γεννήσας αὐτὰς πατήρ, ἐκείνην δὲ τοῖς ἐν αὐταῖς περιεχομένοις ἄστροις καὶ ὑπʼ αὐτῶν κινουμένοις.
Τούτοις δὲ ἑπομένως εἴρηται καὶ τὸ τοῖς κάδοις ἐοικέναι τοῖς εἰς ἀλλήλους ἐντεθεῖσιν τοῖς ἐλάττοσιν εἰς τοὺς μείζονας· τοιαύτη γάρ ἐστιν καὶ ἡ τῶν σφονδύλων ἔνθεσις καὶ τὸ νῶτον αὐτὴν ἓν συνεχὲς ποιεῖν. μηδενὸς γὰρ ὄντος κενοῦ μεταξὺ τῶν ἐνηρμοσμένων σφονδύλων ἀλλήλοις ἕν που γίνεται συνεχὲς νῶτον ἀπὸ τῆς κυρτῆς τῆς ἐνδοτάτω πάντων ἐπιφανείας ἕως τοῦ ἐξωτάτω κειμένου πάντων· τοῦτο γὰρ ὅλον τὸ βάθος νῶτον ἐκάλεσεν καὶ οὐχὶ τὴν ἐκτὸς μόνην ἐπιφάνειαν τοῦ μεγίστου τῶν σφονδύλων· οὐδὲ γὰρ ἡ ἐνάρμοσις τῶν σφονδύλων ἐκείνην ἐποίησεν μίαν, ἀλλʼ ἡ συνέχεια τῆς ἐναρμόσεως διὰ τὸ μὴ παρεμπίπτειν κενὸν συνεχὲς ποιεῖ τὸ ἐκ πάντων νώτων ἐννοούμενον νῶτον ἀπὸ κυρτῆς εἰς κυρτὴν διῆκον, ἀπὸ τῆς ἐσχάτης ἐπὶ τὴν πρωτίστην. Εἰ δὲ καὶ τοῦτο ζητοίημεν, τί δήποτε τοσοῦτοι τὸ πλῆθός εἰσιν οἱ σφόνδυλοι, λέγω δὲ ὀκτὼ τὸν ἀριθμόν, ἵνα μὴ μόνον τοῦ σχήματος αὐτῶν τὴν αἰτίαν γιγνώσκωμεν, ἀλλὰ καὶ τοῦ πλήθους, διαιρετέον πρῶτον αὐτοὺς ἀπʼ ἀλλήλων, ᾗ καὶ διῄρηνται, καὶ ῥητέον, ὡς ἑνὸς καὶ ἑπτὰ τούτων ὄντων ἀναφέρεται μὲν καὶ ἐπὶ τὴν ψυχὴν ἡ τοῦ πλήθους αἰτία. καὶ γὰρ μία ἦν ἐκείνη καὶ ἑβδομαδική· μία μὲν κατὰ τὸ φύραμα τῆς οὐσίας καὶ τῆς ταυτότητος καὶ τῆς ἑτερότητος, ἐξ ὧν ἐφυράθη καὶ ἓν ὅλον ὑπέστη παρὰ τοῦ πατρός, ἑβδομαδικὴ δὲ κατὰ τὰς ἑπτὰ μοίρας, εἰς ἃς αὐτὴν διεῖλεν. τῆς μὲν οὖν ὁλότητος αὐτῆς εἰκὼν ὁ εἷς σφόνδυλος, περιέχων τε πάντας καὶ περιάγων· τῶν δὲ ἐκεῖ μοιρῶν ἑπτὰ οὐσῶν οἱ ἑπτὰ σφόνδυλοι φέρουσιν εἰκόνας. ὥστε πάσης οὕτως ὁμοῦ τῆς ψυχῆς οἷον ἄγαλμά ἐστιν ἐμφανὲς ὁ σύμπας σφόνδυλος· καὶ ἔστιν ὁ τοιόσδε τῆς ἀποδόσεως τρόπος Πλατωνικός, τοῖς ἐν Τιμαίῳ λόγοις ἑπόμενος καὶ ταῖς τῶν κύκλων ἐκείνων καὶ τῶν μοιρῶν διαιρέσεσιν. οὐ μὴν ἀλλʼ ἔμοιγε καὶ οἱ θεολογικώτεροι τῶν λόγων προσᾴδουσιν, λέγοντες τὸν δημιουργὸν καὶ πατέρα τοῦ οὐρανοῦ, μοναδικόν τε ὄντα καὶ ἑβδομαδικόν — μοναδικὸν μέν, ὡς πάσης ἑνιαίως ἡγεμόνα τῆς δημιουργικῆς σειρᾶς, ἑβδομαδικὸν δέ, ὡς τὴν νοερὰν ὅλην συμπληροῦντα καὶ χαίροντα μετὰ τῶν ἄλλων τῷδε τῷ ἀριθμῷ προσήκοντι ταῖς νοεραῖς προόδοις — ἀμφοτέρων εἰκόνας ἐνθεῖναι τῷ οὐρανῷ, τῆς τε μονάδος καὶ τῆς ἑβδομάδος, τῆς μὲν τὸν ἕνα κύκλον, τῆς δὲ τοὺς ἑπτά, τὸν μὲν μιμούμενον τὸ ἑνιαῖον αὐτοῦ κράτος, τὸν δὲ τὴν ἑπταπλασιαζομένην ὑφʼ ἑαυτῆς πρόοδον. ταῦτα δὲ ὅπως ἔχει τῆς ἀληθείας ἴσασιν οἱ τῆς θεοπαραδότου μετασχόντες μυσταγωγίας· οὓς ἀρκεῖ καὶ ταῦτα ἀναμνῆσαι τῶν νοερωτέρων ἐπιβολῶν περὶ τῆς εἰς τὰς ὀκτὼ σφαίρας τοῦ παντὸς οὐρανοῦ διαιρέσεως.
Τὸν μὲν οὖν πρῶτόν τε καὶ ἐξωτάτω σφόνδυλον πλατύτατον τὸν τοῦ χείλους κύκλον ἔχειν· ἕως τοῦ· ὄγδοον δὲ τὸν τοῦ δευτέρου.
Τίς μὲν ἡ εἰς ἀλλήλους τῶν σφονδύλων ἔνθεσις, εἴρηται διὰ τῶν ἔμπροσθεν· ἐν δὲ τούτοις ὅτι μὲν τὰ βάθη βούλεται τῶν σφαιρῶν ἐπεκδιηγήσασθαι, δῆλον· τὸ γὰρ πλατύτατον εἶναί τινα τοῦ χείλους κύκλον καὶ ἕτερον ἧττον πλατὺν καὶ ἄλλον τούτων ἔτι ἧττον οὐδὲν ἄλλο παρίστησιν ἢ πῶς ἔχουσιν βάθους οἱ σφόνδυλοι· πλάτος γὰρ αὐτῶν καλεῖ τὸ βάθος ὡς ἓν ἐπίπεδον νοῶν διὰ τὰς ἀποτομὰς ὁριζόμενον δυσὶ κύκλοις, τῷ τε ἐκτὸς ἑκάστου σφονδύλου καὶ τῷ ἐντός, καὶ ὅλον τὸ μέσον ἀμφοῖν κύκλον τοῦ πλάτους ὀνομάζων. διττὴ δʼ ἐστὶν ἡ γραφὴ τῆς ταῦτα τὰ βάθη διοριζούσης λέξεως. καὶ ἡ μὲν προτέρα καὶ ἀρχαιοτέρα τοῖς μεγέθεσιν ἀκολουθεῖ τῶν καθʼ ἑκάστην σφαῖραν ἀστέρων, τῆς μὲν μείζονα περιεχούσης μεῖζον τὸ βάθος λέγουσα, τῆς δὲ ἐλάσσονα ἔλασσον. οἷον μετὰ τὸν ἐξωτάτω σφόνδυλον, ὅς ἐστιν ὁ τῆς ἀπλανοῦς, περιέχων τοσοῦτον πλῆθος ἄστρων κατεσπαρμένον κατὰ πᾶν αὐτοῦ τὸ βάθος, ὧν ἕκαστον ἀποδείκνυσιν ὁ λόγος μείζονα τῆς γῆς, ὡς οὐ φαινόμενον ἀπὸ τῆς γῆς οἷον σημεῖον, ἀλλʼ ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσιν κατὰ μέρη δύεσθαι καὶ ἀνατέλλειν ὁρώμενον, τῆς γῆς πρὸς ἐκεῖνον τὸν κύκλον σημείου καὶ κέντρου λόγον ἐχούσης, ὡς δηλοῖ τὸ πανταχόθεν τὸ ἥμισυ τοῦ ζωδιακοῦ θεωρεῖσθαι ὑπὲρ γῆς ὄν—μετὰ τοῦτον δʼ οὖν τὸν ἀπλανῆ κύκλον πλατύτατον ὄντα διά τε τὰ μεγέθη καὶ τὰ πλήθη τῶν ἄστρων οὐδὲ ἐπὶ μιᾶς ἐπιφανείας ὄντων, ὡς ἔστιν δῆλον καὶ τοῦτο καὶ ἐκ τῶν διπλῶν φαινομένων ἀστέρων, τὸν τοῦ ἡλιακοῦ σφονδύλου τῶν λοιπῶν ἕβδομον ὄντα τῷ πλάτει διαφέρειν, ἐπειδὴ καὶ ὁ ἥλιος τῶν πλανωμένων φαίνεται μείζων· ἔπειτα τὸν τοῦ σεληνιακοῦ — καὶ γὰρ αὕτη πρὸς αἴσθησιν τῶν πέντε μείζων· καίτοι τόν γε τῆς Ἀφροδίτης τινὲς μείζονά φασιν εἶναι τῆς γῆς, ὡς ἱστόρησεν ὁ Κάρπος —, καὶ ἐπὶ τούτῳ τὸν τῆς Ἀφροδίτης — μείζων γὰρ καὶ αὕτη τῶν λοιπῶν φαίνεται —, καὶ ἐπὶ τούτῳ τὸν τοῦ Ἀρεϊκοῦ — καὶ γὰρ τὸν Ἄρεά φασιν ἐν τοῖς περιγείοις ὄντα μείζονα τοῦ Διὸς ὁρᾶσθαι —, καὶ ἐπὶ τούτῳ τὸν τοῦ Διΐου σφονδύλου καὶ ἑξῆς τὸν τοῦ Κρονίου, καὶ τελευταῖον εἶναι τὸν τοῦ Ἑρμαϊκοῦ· καὶ ἁπλῶς κατὰ τὰ μεγέθη τῶν ἀστέρων καὶ τὸν σφόνδυλον ἔχειν τὸ πλάτος. Ἡ δὲ δευτέρα καὶ νεωτέρα, κρατοῦσα δὲ ἐν τοῖς κεκωλισμένοις ἀντιγράφοις, μετὰ τὸν ἐξωτάτω σφόνδυλον — κοινὸν γὰρ ἀμφοτέραις τοῦτο διὰ τὴν προειρημένην αἰτίαν, τὴν ὑπεροχὴν τούτου πάντως ἔχοντος πρὸς πάντας τοὺς ἐντός — εἶναι δεύτερον κατὰ τὸ πλάτος τὸν τοῦ ἕκτου· τοῦτον δὲ εἶναι τὸν τῆς Ἀφροδίτης· καὶ τρίτον τὸν τοῦ τετάρτου, τοῦτον δὲ εἶναι τὸν τοῦ Ἄρεως· καὶ τέταρτον τὸν τοῦ ὀγδόου, τὸν δὲ τῆς σελήνης εἶναι τοῦτον· καὶ πέμπτον τὸν τοῦ ἑβδόμου, τοῦτον δὲ αὖ εἶναι τὸν ἡλιακόν· καὶ ἕκτον τὸν τοῦ πέμπτου, τοῦτον δὲ εἶναι τὸν τοῦ Ἑρμοῦ· καὶ ἕβδομον τὸν τοῦ τρίτου, τοῦτον δὲ εἶναι τὸν τοῦ Διός· καὶ ὄγδοον τὸν τοῦ δευτέρου, δηλαδὴ τὸν τοῦ Κρόνου, λοιπὸς γὰρ οὗτος. καὶ ἴσως οἱ οὕτως λέγοντες ἔβλεψαν εἰς τὰ ἀπόγεια καὶ περίγεια κινήματα τῶν ἀστέρων, καὶ ἐφʼ ὧν πλείονα τὴν διαφορὰν εὗρον, ἐπὶ τούτων τὸ βάθος ἔθεντο πλεῖον τῶν σφαιρῶν· τὸ γὰρ μᾶλλον ἀπόγειον ἐλάσσονα κινεῖται, ὥστε τὸ ἔχον πλείω διαφορὰν τῶν ἀπογείων κινημάτων πρὸς τὰ περίγεια μᾶλλον γίνεται ἀπόγειον· τούτῳ δὲ ἕπεται τὸ βάθος εἶναι πλέον τῆς σφαίρας, ἐν ᾗ τὸ ἑκάστου τῶν ἀστέρων ἐστὶν ἀπόγειον καὶ περίγειον· ὥστʼ ἔχομεν ἀμφοτέρων τῶν ἐπιβολῶν τὰς ἀφορμάς. —Εἴτε δὲ τὴν προτέραν εἴτε τὴν δευτέραν ἐγκρίνοι τις γραφήν, οὐ πάνυ συνᾴδουσιν ταῖς τῶν μετὰ ταῦτα τηρήσεσιν· μᾶλλον δὲ ὅμως ἡ μὲν δευτέρα συμβαίνει πῃ τοῖς τὰς ἀνελιττούσας εἰσαγαγοῦσιν, ἡ δὲ προτέρα τὸ αὐτοφυὲς ἔχει, τοῖς μεγέθεσιν ἀποδιδοῦσα τῶν ἐνδεδεμένων ἐν ταῖς σφαίραις ἀστέρων τὰς ἐν τοῖς βάθεσι διαφοράς, πλὴν ὅτι τῆς σελήνης ἡ Ἀφροδίτη μείζων, εἰ καὶ τὸ φαινόμενον ἀπʼ ἐναντίας ἔχει· παντελῶς τῶν κατʼ ἐκεῖνον τὸν χρόνον ἀστρονόμων τοῖς φαινομένοις ἀκολουθησάντων ὡς τὸ εἰκὸς καὶ ταύτῃ καὶ τὰ βάθη διαστησάντων ἀπʼ ἀλλήλων. ἔοικεν δʼ οὖν ὁ Πλάτων ἀκολουθῆσαι τοῖς καθʼ ἑαυτὸν ἀστρονόμοις· ᾧ καὶ δῆλον ὅτι οὐ πάντα ὁ τοῦ μύθου διήγγειλεν ὡς ἰδὼν αὐτὸς τούτου πατήρ, ἀλλὰ καὶ αὐτὸς προσέθηκεν, ὅσα τοῖς κατʼ αὐτὸν εὐδοκιμωτάτοις ἤρεσεν· ὥσπερ δὴ καὶ τὸ τὸν ἥλιον ἕβδομον ἀπὸ τῆς ἀπλανοῦς εἶναι καὶ προσεχῶς ὑπὲρ σελήνην· οὐ γὰρ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν Τιμαίῳ τοῦτο φαίνεται λέγων. καίτοι γε οἶδα καὶ αὐτὸς ὅτι καὶ τοῖς μέσον τῶν ἑπτὰ τὸν ἥλιον εἰποῦσιν ἀστρονόμοις οὐ πάνυ διʼ ἀναγκαίων τοῦτο δέδεικται λημμάτων· ὅπως δὲ ὅλως ἐπεχείρησαν, εἴπομεν ἐν τοῖς εἰς Τίμαιον ἱκανῶς· ἀλλὰ τῶν παρὰ Χαλδαίοις θεουργῶν ἀκούσας, ὡς ἄρα ὁ θεὸς ἐμεσεμβόλησεν τὸν ἥλιον ἐν τοῖς ἑπτὰ καὶ ἀνεκρέμασεν ἀπʼ αὐτοῦ τὰς ἓξ ἄλλας ζώνας, καὶ τῶν θεῶν αὐτῶν, ὅτι τὸ ἡλιακὸν πῦρ κραδίης τόπῳ ἐστήριξεν, καὶ δεδοικὼς μή πῃ κατὰ τὸν Ἴβυκον παρὰ θεοῖς ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψωμαι, τοῦτο δὴ τὸ καὶ ὑπὸ τοῦ Σωκράτους ῥηθέν, ἕπομαι μὲν τοῖς ἐκ τῶν θεῶν πεφασμένοις, λέγω δὲ ὅτι τῇ καθʼ ἑαυτὸν ἀστρονομίᾳ περὶ τούτων ὁ Πλάτων συμφέρεται· καὶ γὰρ Ἀριστοτέλης τοῦτον οἴεται τὸν τρόπον, ἑπόμενος τοῖς περὶ Κάλλιππον ἀστρονόμοις. Εἰ δὲ δὴ κρατοίη τὸν μὲν ἥλιον ἐν τῷ μέσῳ τάττειν τῶν ἑπτά, καθάπερ οἱ θεουργικοὶ λόγοι καὶ θεοί φασιν, τὸν δὲ Ἑρμῆν ὑπὲρ σελήνην, σκόπει τὴν τάξιν, ὅπως ἐστὶ προσήκουσα τοῖς τῆς γενέσεως ὅλης προστάταις. ὁ μὲν γὰρ ὡς καὶ τῶν ὁρατῶν πάντων βασιλεὺς καὶ τὰς δημιουργικὰς δυνάμεις διὰ τῶν τοῦ φωτὸς ἀκτίνων ἀπομιμούμενος ὑπὸ πάντων δορυφορεῖται τῶν κοσμοκρατόρων, γεννῶν τε καὶ ζωῆς πληρῶν καὶ ἀνανεάζων τὰς γενέσεις· ἀνωτέρω δὲ αὖ τρεῖς ἀρρενωποὶ δραστηρίους ποιήσεις ἐπιδεικνύμενοι κατὰ πάντα τὸν τῆς γενέσεως κύκλον, ὁ μὲν συγκρίνων ὁ μέγιστος Κρόνος, ὁ δὲ διακρίνων ὁ μέγιστος Ἄρης, ὁ δὲ συγκεραννὺς τὰς ἀμφοτέρων δυνάμεις καὶ κινήσεις· διὸ καὶ σύμμετρος ἡ τοῦ Διὸς ποίησις τοῖς θνητοῖς, αἱ δὲ τῶν ἄκρων ὑπερβολαὶ διʼ αὐτὴν τὴν μονοειδῆ ποίησιν ἀσύμμετροι τοῖς συνθέτοις εἰσίν, ἁπάσης μὲν τῆς γενέσεως διὰ συγκρίσεών τινων καὶ διακρίσεων ἐπιτελουμένης, τῶν δὲ συνθέτων ἀμφοτέρων τούτων μεμετρημένως δεομένων. κατωτέρω δὲ ἄλλοι τρεῖς, ὧν οἱ ἄκροι θήλεις, μέσος δὲ ὁ Ἑρμῆς κοινὸς ὢν αὐτῶν, διότι δὴ τὸ γόνιμον μιμοῦνται τῶν αἰτίων τοῦ κόσμου καὶ παντοίων αὐξητικὸν προόδων. ἀλλʼ ἡ μὲν ἑνίζουσα διὰ τῆς ἐναρμονίου τῶν ἐναντίων κράσεως· ἡ δὲ πληθύουσα διὰ τὰς παντοίας κινήσεις καὶ τὴν ποικιλίαν τῶν σχηματισμῶν καὶ τῶν ἀναβατικῶν δρόμων· ὁ δὲ δὴ μέσος ἀμφοῖν συνάγων τὰς ἀμφοτέρων δυνάμεις, ὅσαι τε τὴν φύσιν πρυτανεύουσιν, ὡς αἱ τῆς σελήνης, καὶ ὅσαι περὶ τὸ ὄντως καλὸν ἀνεγείρουσιν, ὡς αἱ τῆς Ἀφροδίτης. ἡ μὲν γὰρ εἰδοποιεῖ τὰ ἔργα τῆς φύσεως, ἡ δὲ πληροῖ κάλλους καὶ ἀνακινεῖ πρὸς τὸ γεννᾶν· Μοῖρα γάρ, φησὶν ὁ Σωκράτης, καὶ Εἰλείθυια ἡ καλλονή ἐστιν ἐν τῇ γενέσει. διὰ δὲ τῶν Ἑρμαϊκῶν λόγων κοινοῦνται μὲν αἱ τῆς φύσεως ποιήσεις, κρατεῖ δὲ τὰ καλλοποιὰ δῶρα τῆς Ἀφροδίτης τῶν ὑλικῶν· διὸ καὶ ἄρρην οὗτος, ἐπιρρωννὺς τὰς ἑκατέρας δόσεις καὶ δυναμῶν.
Ἀλλὰ περὶ τούτων ἅλις· ἐκεῖνο δὲ προσθέντες ἐπὶ τὰ ἑπόμενα χωρῶμεν, ὅτι τῶν μὲν προειρημένων γραφῶν ἡ προτέρα, καθάπερ εἴπομεν, εἰς τὰ μεγέθη τῶν περιεχομένων ἐν τοῖς πλάτεσιν ἀστέρων βλέπει καὶ οὐδὲ τὰ τούτων μεγέθη διώρισεν ὡς τοῖς ὕστερον ἔδοξεν· ἡ δὲ τῶν μετὰ ταῦτα τήρησις τοῖς ἀπογείοις αὐτῶν ἐχρήσατο καὶ περιγείοις εἰς δήλωσιν τοῦ πλάτους τῶν σφονδύλων, οὐδὲ τοῖς ὕστερον τῆς τούτων καταλήψεως ἱκανῶς πιεσθείσης. ἔστω μὲν γὰρ οἵων ἡ ἐκ τοῦ κέντρου τοῦ ἐκκέντρου Ξ, τοιούτων ἡ ἐκ κέντρου τοῦ ἐπικύκλου· ἐπὶ μὲν Κρόνου ϛ καὶ Λ· ἐπὶ δὲ Διὸς ΙΑ καὶ Λ· ἐπὶ δὲ Ἄρεως ΛΘ καὶ Λ· ἐπὶ δὲ ἡλίου Β καὶ Λ· ἐπὶ δέ γε Ἀφροδίτης ΜΓ καὶ Ι· ἐπὶ δὲ Ἑρμοῦ ΚΒ καὶ Λ· ἐπὶ δὲ σελήνης ϛ καὶ Κ. ἀλλὰ τῶν ἐκκέντρων διαφόρων ὄντων — ἄλλος γὰρ καθʼ ἕκαστον — καὶ δηλονότι μειζόνων τῶν ὑψηλοτέρων καὶ αἱ ἐκ κέντρου καθʼ ἕκαστόν εἰσιν ἄδηλοι τῶν τε ἐκκέντρων καὶ τῶν ἐπικύκλων· ὅπου καὶ τούτων δοθέντων οὔπω δῆλον ἑκάστης σφαίρας ἐστὶ τὸ βάθος ὅσον, διὰ τὸ μὴ πάντως ἀκολουθεῖν τοῖς μεγέθεσιν τῶν ἐπικύκλων τὰ βάθη τῶν σφαιρῶν ἐν αἷς εἰσιν, εἴπερ μηδὲ τοῖς μεγέθεσιν τῶν ἀστέρων ἢ τῶν ἐπικύκλων ἢ τῶν σφαιρῶν ἀναγκαῖον τὸ βάθος ἕπεσθαι· δυνατοῦ ὄντος καὶ μείζονα ἐπίκυκλον ἐν ἐλάσσονι βάθει κινεῖσθαι καὶ ἀνάπαλιν καὶ ἀστέρας ὡσαύτως. Ἀλλʼ ἐπὶ τὰ ἑπόμενα χωρῶμεν, τοσοῦτον εἰπόντες, ὅτι οὐδὲ κωλύεται ταῖς τότε τηρήσεσιν ἑπόμενον τῶν περιγείων καὶ ἀπογείων τοιαύτας ἀφορίζειν τὰς κατὰ τὸ βάθος τῶν ἑπτὰ σφαιρῶν διαφορότητας.
Καὶ τὸν μὲν τοῦ μεγίστου ποικίλον, τὸν δὲ τοῦ ἑβδόμου λαμπρότατον· ἕως τοῦ· δεύτερον δὲ λευκότητι τὸν ἕκτον.
Μετὰ τὸν περὶ τοῦ πλάτους τῶν σφονδύλων λόγον περὶ τῶν χρωμάτων διαλέγεται τῶν ἐν αὐτοῖς περιεχομένων, λέγω δὴ τοῖς πλάτεσιν, ἀστέρων· καὶ φησὶ ποικίλον μὲν εἶναι τὸν τοῦ μεγίστου διὰ τὴν τῶν ἀπλανῶν ἀστέρων ἐν ἐκείνῳ τῷ κύκλῳ ποικιλίαν· τὸν δὲ τοῦ ἑβδόμου σφονδύλου λαμπρότατον, τοιοῦτος γὰρ ὁ ἥλιος· τὸν δὲ τοῦ ὀγδόου παρὰ τοῦ ἑβδόμου φωτίζεσθαι, τὴν σελήνην δηλαδὴ λέγων· ἔχει γὰρ αὕτη τὸ λάμπον ἀεὶ πρὸς ἥλιον, καὶ ἔστιν ἀμφοτέροις οἰκεῖον τὸ λαμπρόν, ἀλλὰ τῷ μὲν κατʼ οὐσίαν, τῇ δὲ κατὰ μετουσίαν. τὸν δὲ τοῦ δευτέρου, τὸν Κρόνον ἐνδεικνύμενος, καὶ τὸν τοῦ πέμπτου ξανθόν πως ἔχειν τὸ χρῶμα· καὶ οὐδὲ ἁπλῶς ξανθόν, ἀλλʼ ἐκείνων τῶν λαμπρῶν ξανθότερον, ὅτι τὸ λαμπρὸν τῷ ἐρυθρῷ καὶ λευκῷ κιρνάμενον γέγονεν ξανθόν, ὡς ὁ Τίμαιος διώρισεν, ὥστε μίξει λευκοῦ καὶ ἐρυθροῦ πρὸς τὸ ξανθότερον ἀνεῖται τὰ τούτων χρώματα. τὸν δὲ τοῦ τρίτου καὶ τοῦ ἕκτου κοινὸν ἔχειν τὸ λευκόν, εἰ καὶ ἧττον εἶναι λευκόν φησιν τὸν ἕκτον· ὑπερέρυθρον δὲ τὸν τέταρτον, οἷον δὴ καὶ ὁρῶμεν ὄντα τὸν τοῦ Ἄρεως. οὐκοῦν κατὰ δυάδας μὲν τῶν ἄλλων ἡ ἀπαρίθμησις, ἡλίου καὶ σελήνης ὡς λαμπρῶν, Κρόνου δὲ καὶ Ἑρμοῦ δευτέρων ὡς ξανθοτέρων, Διὸς δὲ καὶ Ἀφροδίτης ὡς λευκῶν τρίτων· … ὑπερέρυθρον χρῶμα … πρέπει γὰρ τῷ μὲν ὡς χαίροντι διακρίσεσιν καὶ τῇ ἑτερότητι τὸ … ὸν καὶ τὸ χωρὶς ἄλλων ἔχειν τὴν ἰδιότητα τῆς χρόας καὶ τὸ εἶδος μέντοι πολὺ τὸ πυρῶδες ἔχον καὶ πρὸς τὸ ὀξὺ καὶ διαιρετικὸν ἐπιτήδειον· τοῖς δὲ ἁρμομονίας καὶ συγκράσεως αἰτίοις τὸ λευκόν, ἀποκρύπτον τὸ σκοτῶδες πᾶν μετὰ τῆς πρὸς τὴν ὄψιν συμμετρίας ἀπλήκτως προσβάλλον, ὡς ὅταν γε λάμπῃ διαφερόντως, ἀνύποιστον γίνεται πρὸς αὐτήν· τοῖς δὲ συγκρίνειν καὶ συνάγειν ἐφιεμένοις τὸ ξανθόν, συναγωγὸν ὂν καὶ τοῦτο πλειόνων ἰδεῶν εἰς μίαν καὶ πασῶν τῶν ἄλλων, λαμπρότητος λευκότητος ἐρυθρότητος· τοῖς δὲ πάντων ἡγεμόσιν τὸ λαμπρόν, ἄλλο εἶδος ὂν πυρὸς καὶ ἀρκοῦν ἑαυτῷ μόνον εἰς τὸ ὁρᾶσθαι· τὰ μὲν γὰρ ἄλλα χρώματα φαίνεται διὰ τὸ λαμπρόν, τοῦτο δὲ ὁρατόν ἐστι διʼ ἑαυτὸ μόνον· προσῆκον οὖν χρῶμα τοῖς τῶν ὁρατῶν αἰτίοις καὶ οἷον πατράσιν ἦν τὸ τοιόνδε χρῶμα, μόνον αὔταρκες ὑπάρχον, μόνον εἰκόνα φέρον τοῦ νοητοῦ φωτός. Ὅτι δὲ τεσσάρων ὄντων τῶν ἁπλῶν χρωμάτων, λευκοῦ μέλανος ἐρυθροῦ λαμπροῦ, τὸ μέλαν μόνον οὐκ ἔσχεν χώραν ἐν ἐκείνοις ἐμπυρίοις οὖσιν, αὐτὸ διὰ τὴν πρὸς τὸ γήϊνον τοῦ πυρὸς μῖξιν ὑφιστάμενον, εὔδηλον· ἀλλʼ ἀντὶ τοῦ μέλανος τὸ ξανθὸν συγγενὲς ὂν τοῖς τρισὶν ἀποδέδωκεν ἐκείνοις ἡ φύσις τοῖς συναγωγοῖς, πρέπον Κρόνῳ μὲν διὰ τὴν σύγκρισιν, ἧς ἐστιν αἴτιος, ὡς καὶ τὴν .... εἰς αὐτὸν ἀναπέμπεσθαι τῶν συγκρίσεων ἐσχάτην οὖσαν ταύτην, Ἑρμῇ δὲ ὡς τὰ ἄκρα πανταχοῦ συνδεῖν ἐθέλοντι διὰ τὴν ἰδιότητα τὴν διαπορθμευτικὴν εἰς τὸ κοινωνικὸν λόγοις δή τισιν καὶ συμβολαίοις, ὃ τελευταῖόν ἐστιν εἶδος ἐνεργείας.
Οὕτω μὲν οὖν τὰ τέσσαρα ταῦτα χρώματα διῄρηται ἀπʼ ἀλλήλων· ἔχουσιν δὲ καὶ οἱ κατʼ αὐτὰ συνεζευγμένοι τὴν προσήκουσαν σύζευξιν, ὡς εἴπομεν, ὁ ἥλιος μὲν καὶ ἡ σελήνη τὴν πατρὸς καὶ μητρὸς ἔχοντες πρὸς ἀλλήλους σύνταξιν, Ζεὺς δὲ καὶ Ἀφροδίτη τὴν τῶν τελεσιουργῶν αἰτίων ὧν ἐκεῖνοι γεννῶσιν καὶ ζωοποιῶν, Κρόνος δὲ καὶ Ἑρμῆς τὴν τῶν τὰς γνώσεις προξενούντων· ὁ μὲν γὰρ νοερᾶς, ὁ δὲ λογικῆς γνώσεως χορηγός· καὶ ὁ μὲν τῶν ζωοποιῶν τῆς γεννητικῆς ζωῆς, ὁ δὲ τῆς ἐπιστρεπτικῆς αἴτιος· καὶ ὁ μὲν τῶν δημιουργικῶν τῆς εἰδοποιΐας, ὁ δὲ τῆς κατὰ τὴν ὕλην ποικιλίας ὑποστάτης· ἐν δὲ τούτοις τὰ πάντα, τῷ εἶναι τῷ ζῆν τῷ γιγνώσκειν, οὐ μόνον ἐν τοῖς γενητοῖς, ἀλλὰ καὶ ἐν τοῖς ἀϊδίοις. τῆς δὲ τούτων ἑτερότητος καὶ διαιρέσεως εἷς αἴτιος, μιμούμενος τὴν νοερὰν πηγὴν τῆς τῶν ὄντων ἀπʼ ἀλλήλων διακρίσεως, ἣν ὑπεζωκότα καλεῖν ἐστιν ἔθος τοῖς ἐκ τῆς βαρβάρου θεοσοφίας, ἑτερότητα δὲ τοῖς Πλάτωνος φίλοις. καὶ τῷ μὲν εἶναι τὸ λαμπρὸν χρῶμα συγγενές, πρώτως ὂν ὁρατόν, ὡς τὸ εἶναι πρῶτον ἀνάγκη παρεῖναι τοῖς οὖσιν· διʼ ἐκεῖνο γὰρ καὶ τὸ ζῆν ἐστιν καὶ τὸ γιγνώσκειν· τῷ δὲ ζῆν τὸ λευκὸν πρὸς τὸ λαμπρὸν οἰκείως ἔχον καὶ τῆς ἐκ τῆς ἀζωίας ἐγγιγνομένης μελαίνης καὶ σκοτώδους χρόας καθαρεῦον· τῷ δὲ γιγνώσκειν τὸ ξανθὸν φίλον, συμμιγὲς ὂν ἐκ πάντων· καὶ γὰρ ἡ γνῶσις καὶ τοῦ ὄντος ἐπορέγεται καὶ τῆς ζωῆς, διότι κίνησίς τίς ἐστιν, καὶ τῆς ἑτερότητος, διακρίνειν ἐθέλουσα τὰ ὄντα καὶ οὐ μόνον ἐκ πολλῶν ἕν, ἀλλὰ καὶ πολλὰ ποιεῖν ἐξ ἑνός.
Τὰ μὲν οὖν χρώματα τούτων εἰκόνες· εἰ δὲ μὴ παντάπασιν ἐν τοῖς ὁρωμένοις ταῦτα τοιαῦτα φαίνεται, μάλιστα μὲν καὶ εἰς τὰς ἰδέας φήσομεν τῶν ἀστέρων ἀπιδόντα τὸν Πλάτωνα καὶ τὰς δυνάμεις τῶν ἀστέρων ταύτας οὕτως αὐτοῖς διανεῖμαι τὰς χρόας. εἰ δὲ μὴ τοῦτο παραδέχοιτό τις, ἐκεῖνό γε οὐκ ἄδηλον, ὅτι τοῖς ἐγγύθεν ὁρῶσιν ἢ τοῖς πόρρωθεν ἀλλοιότερα τὰ χρώματα φαντάζεται· θαυμαστὸν οὖν οὐδὲν καὶ τὸ ἐκεῖθεν ὁρώμενον λευκὸν διὰ τὴν σύμμιξιν τοῦ ἀέρος ἡμῖν μὴ φαίνεσθαι λευκόν, καὶ μάλιστα ἐν νυκτὶ θεωμένοις· ἢ τὸ ξανθὸν μὴ ὁρᾶσθαι ξανθόν· καὶ γὰρ παρʼ ἄλληλα τιθέμενα τὰ χρώματα φαντάζεται οὐχ οἷά ἐστιν· εἰ δὲ παρʼ ἄλληλα, καὶ διʼ ἀλλήλων ὡσαύτως ἑτεροῖα προσπίπτει τοῖς ὄμμασιν ἡμῶν. Ἀλλʼ ἐπὶ τὰ ἑπόμενα χωρῶμεν, ἱκανῶν ὄντων τούτων πρὸς τὴν ἐκ τῶν χρωμάτων ὡς ἀπʼ εἰκόνων περὶ τῆς ποιήσεως τῶν ἀστέρων θεωρίαν.
Κυκλεῖσθαι δὲ στρεφόμενον τὸν ἄτρακτον ὅλον μὲν τὴν αὐτὴν περιφοράν· ἕως τοῦ· στρέφεσθαι δὲ αὐτὸν ἐν τοῖς τῆς Ἀνάγκης γόνασιν.
Περὶ τῆς κινήσεως ἐν τούτοις ὁ λόγος τῶν ὀκτὼ σφονδύλων, οὐκέτι τῶν χρωμάτων· ταῦτα γὰρ τῶν ἀστέρων ἢ τῶν ἐν τοῖς σφονδύλοις, αἱ δὲ κινήσεις τῶν σφονδύλων. καὶ γὰρ τὴν βραδύτητα καὶ τὴν ταχύτητα πρὸς τὰς τούτων κινήσεις ἀποβλέποντες διορίζομεν· ἐπεὶ οἵ γε ἀστέρες αὐτοὶ περὶ τὰ ἑαυτῶν κέντρα κινοῦνται, καὶ ὅπως ἔχουσιν τάχους ἢ βραδύτητος πρὸς ἀλλήλους, ἐκ τῆς ὄψεως ἄδηλον· ἀλλʼ ὅταν λέγωμεν τοὺς μὲν θᾶττον ἀποκαθίστασθαι, τοὺς δὲ βραδύτερον, εἰς τὰς τῶν σφονδύλων, ἐν οἷς εἰσιν, ἀφορῶμεν περιόδους· οὗτοι γὰρ περιάγουσι τοὺς ἀστέρας. καὶ ἡ μὲν ἀπλανὴς πάντας, καὶ τοὺς ἐν αὐτῇ περιεχομένους καὶ τοὺς ἐν ταῖς ἄλλαις περιόδοις· διὸ δὴ λέγεται μίαν εἶναι τὴν τοῦ ὅλου σφονδύλου περιφοράν, τῶν ἑπτὰ περιαγομένων ὑπὸ τοῦ ἐξωτάτου κατὰ τὴν ἐπὶ δεξιὰ κίνησιν. ἑκάστη δὲ τῶν ἄλλων περιόδων τὸν ἐν αὐτῇ περιάγει κατὰ τὴν ἑαυτῆς κίνησιν ἀστέρα· καὶ ἡ μὲν διὰ πλείονος χρόνου, καθάπερ ἡ Κρονία περίοδος, ἡ δὲ διʼ ἐλάσσονος, καθάπερ ἡ τῆς σελήνης· αἱ δὲ ἄλλαι τούτων εἰσὶν ἀνὰ μέσον, τριῶν μὲν ἰσοδρόμων οὐσῶν, τῆς ἡλίου τῆς Ἑρμοῦ τῆς Ἀφροδίτης, τριῶν δὲ ἀνίσων πρός τε ταύτας καὶ ἀλλήλας, τῆς Ἄρεως τῆς Διὸς τῆς Κρόνου. ταῦτα μὲν οὖν μυριόλεκτα· πρὸς τούτοις δὲ κἀκεῖνο δῆλον, ὅπως εἴρηται τὸ ἠρέμα περιάγεσθαι τὰς ἐντός· πασῶν γὰρ τούτων ἡ τοῦ ὅλου κίνησίς ἐστι θάττων· καὶ ὅπως ἐπανακυκλεῖσθαι τὸν τέταρτον … τοῦ … τὸν ὅλον σφόνδυλον. ὅτι δὲ ἐν τοῖς γόνασιν στρέφεται τῆς Ἀνάγκης, ὥσπερ ὑπὸ τῶν χειρῶν τῶν Μοιρῶν, σαφῶς αὐτοῦ διορίζοντος, λάβοις ἂν καὶ ἐντεῦθεν, ὅσην οἴεται τὴν ὑπεροχὴν εἶναι τῆς Ἀνάγκης πρὸς τὰς Μοίρας. αἳ μὲν γὰρ διʼ ἐνεργείας ἔξω προϊούσης κινοῦσιν, ἣν συμβολικῶς ἡ διὰ τῆς χειρὸς ἐπαφὴ τοῦ κινουμένου παρίστησιν, ἣ δὲ πρὸ ἐνεργείας· οὐδὲν γὰρ αὐτῆς πραττούσης ἀψόφῳ κελεύθῳ μένων ἐν τοῖς γόνασιν αὐτῆς ὁ ἄτρακτος κινεῖται. καὶ εἰ τοῦτο, οὐκ ἂν εἴη κατὰ τὴν ὕλην Ἀνάγκη τῶν Μοιρῶν μήτηρ, οὐδʼ οὕτως, ὡς εἰώθασι τὰς ὑποδοχὰς μητέρας καλεῖν, ἀλλʼ ὡς γεννητικὴ δύναμις ἐκείνων καὶ μονὰς τῆς ὅλης αὐτῶν τριάδος. πρὸς τούτοις γε μὴν αὐτὸ τὸ ἐν τοῖς γόνασιν κινεῖσθαι δίδωσιν αὐτῷ τὴν τοῦ κινεῖσθαι δύναμιν· καὶ γὰρ τὰ γόνατα σύμβολα κινητικῶν ἐστιν παρὰ τοῖς θεοῖς δυνάμεων· ὅθεν καὶ τοῖς ποιηταῖς εἴωθεν λέγεσθαι τό· θεῶν ἐν γούνασι κείσθω, περὶ ὅτου ἂν τύχωσι τοῦτο λέγοντες, ὡς εἰς τὰς ἐκείνων ποιήσεις καὶ κινήσεις ἀναφέροντες τὴν αἰτίαν τοῦ γινομένου· καὶ γὰρ ἐν τοῖς ἡμετέροις σώμασι ταύτην ἔχει τὰ γόνατα τὴν χρείαν τῇ φύσει, καμπῆς τοῦ σκέλους καὶ ἐκτάσεως ἕνεκα γεγονότα παρʼ αὐτῆς. καὶ τοίνυν τῆς Ἀνάγκης τὰς δυνάμεις ἐνδιδούσης τῷ παντί, τὴν εἰς τὸ αὐτὸ συναγωγὴν τῶν κινήσεων καὶ τὴν ἀπὸ τοῦ αὐτοῦ διάκρισιν καθʼ ἕνα λόγον καὶ μίαν τάξιν … ν τά … τῷ ἐπιδέξια … εἰκότως ἀμφοτέροις ἐνέθηκεν τὸν ἄτρακτον, ἐγκόλπιον αὐτὸν τῆς θεοῦ ποιήσας.
Ἀλλὰ περὶ μὲν τούτων ἱκανὰ τὰ εἰρημένα· δεῖ δὲ ἐφιστάνειν, ὅπως ὥρισε μὲν τὸ πλῆθος τῶν ὀκτὼ σφονδύλων, ἕνα δὲ διὰ πάντων ἐλάσας ἄξονα καὶ κινεῖσθαι περὶ τὸν αὐτὸν ἄξονα πάντας λέγων χώραν οὔτε ταῖς ἀνελιττούσαις δίδωσιν οὔτε τοῖς ἐκκέντροις οὔτε τοῖς ἐπικύκλοις οὔτε ὅλως ταῖς μεμηχανημέναις ταύταις ὑποθέσεσιν. εἰκότως· οἱ μὲν γὰρ τὰς ἐκκέντρους ὑποθέμενοι σφαίρας κινοῦσιν αὐτὰς περὶ ἄλλο κέντρον ἢ τὸ τῆς ἀπλανοῦς, ἵνα τὰ ἀπόγεια κινήματα καὶ τὰ περίγεια διαφυλάξωσιν. ἀναγκαῖον οὖν ἢ κενὸν εἶναι μεταξὺ τῶν σφαιρῶν μὴ ἐναρμοζομένων ἀλλήλαις διὰ τὴν τῶν κέντρων παράλλαξιν, ἢ τὰς σφαίρας ἐπισυγχεῖσθαι ἀλλήλαις, μὴ διωρισμένων τῶν ἐπιφανειῶν, ἵνα ἡ κατωτέρω μηδὲν ἀπολείπῃ μεταξὺ τῆς ἀνωτέρω καὶ ἑαυτῆς, καθʼ ὃ μὲν ἐλάσσονα ἔχει τὴν ἐκ τοῦ κέντρου, ἐναρμοζομένη, καθʼ ὃ δὲ μείζονα, χωροῦσα διʼ ἐκείνης· ἀλλʼ ἀνίσων τῶν κινήσεων οὐσῶν ἐν τῷ τῆς μείζονος ἔσται ἡ ἐλάσσων, καὶ ἔσται καὶ οὕτω κενόν. εἰ δὲ τοῦτο ἀδύνατον, ἔσται τι ἄλλο σῶμα μεταξὺ τῶν δύο σφαιρῶν· καὶ εἰ μὲν ἠρεμοῦν, ἄλογον μέσον εἶναί τι σωμάτων φύσιν ἀεικίνητον ἐχόντων σῶμα ἠρεμοῦν τὸν ἅπαντα χρόνον· εἰ δὲ κινούμενον, εἰ μὲν συνεπισπώμενον ταῖς περιεχούσαις … οἰσθήσεται· τοῦ … ὁμαλές· ὥσθʼ ἵνα … ἔσται τι μεταξὺ ἐκείνων ἀνωμάλως φερόμενον. εἰ δὲ καθʼ αὑτὸ φερόμενον, εἰ μὲν κύκλῳ, πῶς οὐκ ὂν σφαιροειδὲς κινεῖται κύκλῳ κατὰ φύσιν; εἰ δὲ μὴ κύκλῳ, πῶς ἐν ἐκείνοις ἐστίν, μὴ ὂν ὁμοειδὲς ἐκείνοις καὶ δηλονότι φθαρτόν; πᾶν γὰρ σῶμα κινούμενον ἐπʼ εὐθείας, στοιχεῖον δὲ ὅλως ὄν, οὐκ ἀΐδιόν ἐστι. καὶ μὴν καὶ εἰ ἑκάστης τῶν σφαιρῶν ἴδιόν ἐστι κέντρον, εἰ μὲν καὶ τῆς τοῦ ἀέρος σφαίρας καὶ τῆς γῆς, ἀλλὰ τὰ κέντρα διορίζειν οὐκέτι δυνατὸν τὴν μὲν ἀπὸ τοῦ μέσου κίνησιν, τὴν δὲ ἐπὶ τὸ μέσον· ἑνὸς γὰρ μὴ ὄντος τοῦ μέσου ταῦτα πάντα ἄλογα· πρὸς γὰρ ἓν τὸ μέσον ὁ τούτων διορισμός. εἰ δὲ τὰ στοιχεῖα τὰ τῇδε κατὰ τὸ τοῦ παντὸς μέσον ὥρισται ταῖς κινήσεσιν, πῶς τούτων μὲν αἱ κατὰ φύσιν κινήσεις πρὸς ἐκεῖνο γίγνονται τὸ μέσον, αἱ δὲ τῶν σφαιρῶν τῶν θειοτέρων οὐ περὶ ἐκεῖνο; καὶ γὰρ εἰ μὲν κράτιστον τὸ περὶ κέντρον κινεῖσθαι τοῦ παντός, πῶς αἱ οὐράνιαι σφαῖραι ἄλλοις χρῶνται κέντροις; εἰ δὲ μὴ κράτιστον, πῶς ἡ ἀπλανὴς περὶ ἐκεῖνο στρέφεται, κρείττων οὖσα τῶν ἐντὸς καὶ περιάγουσα τὰς ἄλλας; εἰ δὲ τοῦτο μὲν τῆς ἀπλανοῦς μέσον, ἄλλο δὲ τὸ τοῦ παντός, πῶς οὐκ ἐκεῖνο τὰς θέσεις ὁρίζει τῶν σωμάτων τὰς κατὰ φύσιν καὶ τὰς κινήσεις; ὡς γὰρ μένει πάντα κατὰ φύσιν, οὕτω καὶ κινεῖται κατὰ φύσιν· καὶ εἰ μένει περὶ τὸ τοῦ παντὸς μέσον, καὶ κινεῖται περὶ αὐτὸ κατὰ φύσιν· καὶ εἰ κινεῖται, καὶ μένει. Καὶ μὴν καὶ τὸ τοὺς ἐπικύκλους ὑποτίθεσθαι παντάπασιν ἄτοπον ἐ … ή … οὐκ ἔοικεν δὲ μηχανήματι ἡ … ησις, ἀλλʼ αὐτοφυὴς ὄντως ἐστίν. οἱ δὲ ἐπίκυκλοι πολλὴν εἰσάγουσι τὴν τῶν μηχανημάτων ἔννοιαν· εἴτε γὰρ κυκλίσκους νοήσαιμέν τινας, ἐφʼ ὧν οἱ ἀστέρες ἔνεισι, κινουμένους ἐπὶ τῶν ὁμοκέντρων, πολλὴ ἀλογία κύκλους ἐν οὐρανῷ ποιεῖν ἀντὶ σωμάτων δινουμένους· εἴτε σώματα ἄττα σφαιροειδῆ ταῖς σφαίραις ἐνδεδεμένα καὶ διʼ αὐτῶν φερόμενα καὶ τὰ ἄστρα ἐπὶ τούτων, ἔτι ἀδυνατώτερον καὶ πλασματωδέστερον· οὐδὲν γὰρ ἀπέοικεν τοῦ ποιεῖν ἐπὶ δή τινων ὀχημάτων φερομένους τοὺς ἀστέρας ὡς αὐτοὺς οὐ δυναμένους κινεῖσθαι καὶ τῆς ἐφʼ ἑτέρων ὀχήσεως ὄντας ἐπιδεεῖς. γελοῖον δὴ τοὺς τὴν κίνησιν ὁμαλῆ φυλάξαι προθυμουμένους οἴεσθαι τοῦτο ποιεῖν, εἰ τὰ κινούμενα διπλασιάσαιεν· ἔπειτα διὰ τίνα αἰτίαν ὁ μὲν ἥλιος καὶ ἡ σελήνη ὧδε ἐπὶ τῶν ἐπικύκλων κινοῦνται, οἱ δὲ πέντε πλάνητες ἑτέρως; οἳ μὲν γὰρ τὴν ἄνω τοῦ ἐπικύκλου περιφέρειαν ἐναντίως τῷ ἐπικύκλῳ, τὴν δὲ κάτω, φασίν, ἐπὶ τὰ αὐτά· οἱ δὲ πλάνητες ἀνάπαλιν, τὴν μὲν ἄνω ἐπὶ τὰ αὐτά, τὴν κάτω δὲ ἐναντίως. οἱ μὲν οὖν ἀπὸ τῶν μαθημάτων ἐροῦσιν, ὅπως τὰ φαινόμενα διασώσωνται, τοιαύτας λαμβάνειν ὑποθέσεις· οἱ δὲ εἰς φιλόσοφον Μοῦσαν βλέποντες τὸ μηδὲν ἀλόγως γίνεσθαι χρῆναι διαφυλάττειν· ἐν οἷς μάλιστα μηδὲν εἰκῇ μηδʼ ὡς ἔτυχεν, ἀλλὰ πάντα κατὰ λόγον· … ανον καὶ … σωμάτων φύσει. τῶν μὲν γὰρ Πυθαγορείων παρακέλευσμα ἦν ...... διʼ ἐλαχίστων καὶ ἁπλουστάτων ὑποθέσεων χρῆναι τὴν φαινομένην ἀνωμαλίαν τῶν οὐρανίων ἀπευθύνειν εἰς ὁμαλότητα καὶ τάξιν· οἱ δὲ ταῖς ἀνελιττούσαις χρώμενοι πολλοῦ δέουσιν τοῦτο ποιεῖν, πολλαπλασίας ὑποθέσεις τῶν φαινομένων λαμβάνοντες καὶ σφαίρας δημιουργοῦντες ἀμυθήτους καὶ κόσμον κατασκευάζοντες ποικίλον, ἵνα μηχανήσωνται τάξιν ἑνὸς ἀστέρος ἁπλῆν, καὶ οὔτε τοῦ πλήθους οὔτε τῆς ποικιλίας δημιουργίᾳ πρέπουσαν αἰτίαν φράζοντες· πρὸς τῷ καὶ τὰς ὑποθέσεις αὐτὰς ἐληλέγχθαι παρὰ τῶν ὕστερον, ὡς μήτε πάντα τὰ φαινόμενα σώζειν δυναμένας μήθʼ ὅσα καὶ σῴζουσιν ἀρκούντως ἀποδεικνύσας.
Ταῦτα μὲν οὖν καὶ ὁ Πτολεμαῖος ἐν τοῖς τῶν ὑποθέσεων βιβλίοις ἐπραγματεύσατο· πολλῶν δὲ ὄντων καὶ ἄλλων, ὅσα λέγεσθαι δυνατὸν πρὸς τὰς τοιαύτας ἀρχὰς τῆς περὶ τῶν οὐρανίων θεωρίας, τοσοῦτον ἡμεῖς τοῖς εἰρημένοις προσθέντες ἐπὶ τὰ προκείμενα χωρῶμεν, ὅτι πολλῷ βέλτιον αὐτοῖς διδόναι τὴν κίνησιν τοῖς ἄστροις μεταξὺ τῶν ἀπλανῶν τεταγμένοις καὶ τῶν ὑπὸ σελήνην σωμάτων, τῶν μὲν ἁπλῆν καὶ τεταγμένην κινουμένων κίνησιν, τῶν δὲ ποικίλην καὶ ἄτακτον, αὐτοῖς τεταγμένην ἅμα καὶ ποικίλην. τὸ μὲν γὰρ τεταγμένον οἰκεῖον σώμασιν θείοις, ὧν ἐστιν ψυχὴ κατὰ νοῦν … ο … ιαταυτ … χρωμένην ψυχὴν ἁπλῆν μὲν οὐκ οὖσαν, ἀλλὰ ὀρθὴν καὶ ἔμφρονα καὶ τεταγμένην, ἧς εἰκὼν ἡ τάξις. τὸ δὲ ἁπλοῦν οὐκ ἦν πάντως σώμασιν οἰκεῖον· σώματος γὰρ φύσις μεταβολῆς οὐκ ἄμοιρος, ὡς ἐν Πολιτικῷ μεμαθήκαμεν· ὁπόταν οὖν τὰ σώματα μὴ τῶν πρωτίστων, ἀλλὰ τῶν δευτέρων ᾖ καὶ συνθέσεως οὐκ ἀμοίρων, ἀνάγκη δήπου καὶ τὴν κίνησιν αὐτῶν εἶναι τὴν κατὰ φύσιν τοιαύτην. Εἰ οὖν ἐν τοῖς πλανᾶσθαι λεγομένοις τάξιν μὲν εἶναι δεῖ πάντως ἐν ταῖς περιόδοις, ἁπλότητα δὲ τῶν μὲν ὑπʼ αὐτὰ μᾶλλον, τῶν δὲ πρὸ αὐτῶν ἧττον, τοῦτο δεῖ σκοπεῖν, εἰ καὶ ἀνωμαλίας οὔσης ἡ τάξις ἐστὶν καὶ τὰς δοκούσας ἀνομοιότητας ἐν χρόνοις ἔχει τεταγμένοις, ὡς καὶ εἰς μυριοστὸν ἔτος δύνασθαι περὶ αὐτῶν εἰπεῖν, ὅπως ἕκαστα καὶ οἵας ἕξει τὰς ἀνελίξεις τῶν τοιούτων ἀνωμαλιῶν. εἴτε οὖν θᾶττον κινοῖτο καὶ βραδύτερον τεταγμένως, εἴτʼ ἐπὶ τἀναντία προσθέσεις ποιεῖται καὶ ἀφαιρέσεις, εἴτʼ ἐπὶ τὸ ἀπόγειον ἢ περίγειον ἐν ὡρισμένοις χρόνοις φυλάττοντα τὴν τάξιν, οὐδὲν ἡμεῖς ἀνάξιον ἡγούμεθα τῶν κατὰ νοῦν κινουμένων θείων σωμάτων ὁρᾶν. τὸ γὰρ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὰ αὐτά, καθʼ ὅσον κινουμένοις δυνατόν, ἔστιν ὁρᾶν καὶ ἐν τούτοις· ἄλλο γὰρ τὸ ὡσαύτως καὶ τὸ κατὰ ταὐτὰ καὶ τὸ περὶ τὰ αὐτὰ τῶν τε πρώτων ἐστὶ καὶ τῶν μέσων καὶ τῶν τελευταίων· τοῖς γὰρ μέσοις ἕκαστον τούτων ἀποδοτέον μετὰ … ἀνομοιότητος· ἐπεὶ ἀνάγκη τῶν ὑπὸ σελήνην εἶναι τὰ οἷον παραδείγματα κινήσεων ἐν τοῖς προσεχῶς αὐτῶν ὑπερκειμένοις κύκλοις· οἷον τῶν ἐναντίων κινήσεων, τῶν ἐπὶ τὸ ἄνω καὶ κάτω, τῶν θαττόνων καὶ βραδυτέρων. πασῶν δὲ τῶν ἐνταῦθα κατὰ φύσιν ἄλλων ἄλλοις … ἐκεῖ κατὰ φύσιν ἐν τοῖς αὐτοῖς, οὔτε διʼ ἀσθένειαν τῆς ταχύτητος ἢ τῆς βραδύτητος ἐπεισιούσης οὔτε διὰ ζωῆς μεταβολὴν τῆς εἰς τὸ ἀπόγειον ἢ περίγειον οὔτε στάσει τῆς προσθέσεως καὶ ἀφαιρέσεως διειργομένης, ἀλλὰ πανταχοῖ φερομένων τῶν ἐκεῖ σωμάτων διὰ τὴν τῶν ψυχῶν τῶν κινουσῶν πρὸς ἄλλα καὶ ἄλλα νόησιν ἀπὸ τῆς αὐτῆς δυνάμεως, διὰ βούλησιν ἀφομοιουσῶν τὰς ἐμφανεῖς κινήσεις τοῖς νοουμένοις· καὶ γὰρ σχήματα πολυειδῆ τῶν ἀστέρων ἐστὶν πρός τε ἀλλήλους καὶ τοὺς τοῦ οὐρανοῦ τόπους καὶ φύσεις ποικίλαι τὰς ἀφανεῖς ἀπογραφόμεναι τῶν εἰδῶν δυνάμεις. καὶ αἱ μὲν προσθέσεις ἐκεῖ καὶ ἀφαιρέσεις τῶν ὑπὸ σελήνην ἐπιδόσεων εἰς τὴν ζωὴν καὶ ὑφέσεών εἰσιν αἴτιαι καὶ τὸ εἶναι καὶ τὴν εἰδοποιΐαν· αἱ δὲ βραδύτητες καὶ αἱ ταχύτητες τῶν δυσκινήτων καὶ εὐκινήτων μεταβολῶν καὶ τῶν ἠρεμαιοτέρων καὶ ὀξυρροπωτέρων ζωῶν· αἱ δὲ εἰς τὸ ἄνω καὶ κάτω κινήσεις τῶν ἀνωφόρων ἢ κατωφόρων καὶ πρὸς τὸ μέσον ἢ ἀπὸ τοῦ μέσου φορῶν, ἐπεὶ καὶ τὰς αὐξήσεις καὶ μειώσεις τὰς τῆς σελήνης καὶ τὰς ἐκλείψεις ἀρχετύπους εἶναι τῶν ὑπʼ αὐτήν φαμεν αἰτίας ἢ γενέσεων ἢ φθορῶν. ἀλλʼ ἐπὶ ταύτης μὲν διὰ τοῦ φωτὸς τὸ παράδειγμα θεωροῦμεν καὶ τῶν κατὰ τὸ φῶς σχηματισμῶν ὧν ἀποτελεῖ· παρὰ δὲ τοῖς πέντε διὰ τῶν προσθέσεων καὶ ἀφαιρέσεων. ἥλιος δὲ διὰ τὴν πρὸς πάντας ὑπεροχὴν ἀμφοτέρων μὲν τούτων ἄδεκτος, διὰ δὲ τῆς θάττονος καὶ βραδυτέρας κινήσεως δείκνυσι τῶν ἐναντιώσεων τῶν ἐν τῇ γενέσει περιέχων τὴν αἰτίαν, ἀνώμαλον ὁμαλότητα καὶ ἀνόμοιον ὁμοιότητα καὶ αὐτὸς ἔχων καὶ τῆς κινήσεως ἐλαχίστην παράλλαξιν ποιούμενος· πάντες δὲ τῶν ἁπλῶν περιόδων καὶ τῶν ποικίλων, ἅτε ἐν μέσῳ τεταγμένοι, τὴν ἀνάλογον τάξιν διαφυλάττοντες.
Καὶ τὰς μὲν ὅλας σφαίρας τῶν πλανωμένων οἰητέον κατὰ μίαν ἁπλῆν κινεῖσθαι φοράν· εἴρηται γοῦν ἐν Τιμαίῳ πάσας ὁ δημιουργὸς περιάγειν κατὰ διάμετρον καὶ ἐπʼ ἀριστεράν, τὴν δὲ ἀπλανῆ ἐπὶ δεξιὰ καὶ κατὰ πλευράν· τοὺς δὲ ἀστέρας ἐπʼ αὐτῶν κινεῖσθαι κατά τε πλάτη καὶ βάθη περὶ τὰ κέντρα μὲν τὰ ἑαυτῶν κινουμένους — πᾶν γὰρ σῶμα θεῖον κινεῖται κυκλικῶς —, φέρεσθαι δὲ καὶ περὶ αὐτὴν λοιπὸν τὴν οἰκείαν ἕκαστον σφαῖραν οὐχ ἁπλῆν φοράν, ἀλλὰ ποικίλην, πλέον ἢ ἔλασσον παρεξιόντα τὸν ἀκριβῆ λοξὸν καὶ εἰς ὕψος αἰρόμενα καὶ εἰς βάθος κατιόντα, τινὰ δὲ καὶ εἰς τὸ πρόσω καὶ εἰς τὸ ὀπίσω φερόμενα κατὰ τὴν αὐτῶν βούλησιν, οὐδαμοῦ τῆς περὶ τὰ οἰκεῖα κέντρα κινήσεως ἀφιστάμενα. καὶ οὕτω δὴ καὶ τὴν αὐτῶν κινεῖσθαι κίνησιν τὴν κυκλικὴν καὶ τῶν ὑπὸ σελήνην πασῶν κινήσεων προειληφέναι τὰς αἰτίας τῶν κατʼ εὐθεῖαν, ἐν τῷ κυκλίζεσθαι τῶν εὐθυπόρων τὰς ἰδιότητας φορῶν ἐπιδεικνυμένους, τῆς ἄνω τῆς κάτω, τῆς εἰς δεξιὰ τῆς εἰς ἀριστερά, τῆς πρόσω τῆς ὀπίσω. τὰ μὲν οὖν ὑπὸ σελήνην σώματα μερικὰ κινεῖται προηγουμένως ἐπʼ εὐθείας, ἔχει δὲ τὸ κύκλῳ κατὰ μέθεξιν διὰ τῆς ἀνταποδόσεως τῶν ἐναντίων κινήσεων, τὰ δὲ ἄστρα ἔχει μὲν τὴν κυκλοφορίαν οἰκεῖον, κινεῖται δὲ καὶ κατὰ τὰς τῶν ἐπʼ εὐθείας κινήσεων ἰδιότητας, ἄνω κάτω πρόσω ὀπίσω, διότι προείληφεν ἐκείνων τὰς αἰτίας. ὥστε τὰ μὲν εὐθυπορικῶς κυκλίζεται, τὰ δὲ κυκλοφορικῶς εὐθυπορεῖται, μέσην ἔχοντα τάξιν καὶ κίνησιν τῶν τε μόνως κυκλοφορουμένων καὶ τῶν μόνως εὐθυπόρων, οἷόν ἐστιν ἕκαστον τῶν ἐνταῦθα σύνθετον.
Ταῦτα ἡμεῖς ἐφιστάντες γράφομεν, θαυμάζοντες μὲν τὸν Πλάτωνα τῆς φιλοσόφου θεωρίας, ἀφελόντα τῶν οὐρανίων τὰς μεμηχανημένας αἰτίας τῶν κινήσεων, ἔχοντες δέ τι καὶ ὑπὲρ τῶν χρωμένων ταῖς ὑποθέσεσιν ἐκείναις λέγειν. ἐπειδὴ γὰρ ἠβούλοντο μαθηματικῶς σκοπεῖν καὶ ἐπὶ δακτύλων, ποῦ θᾶττον ἢ ποῦ βραδύτερον ἐκεῖνα φέρεται, καὶ λογίζεσθαι τοὺς χρόνους, ηὑρήκασιν ὑποθέσεις, καθʼ ἃς εὐεφόδευτος αὐτοῖς γίνεται τῶν χρόνων τῆς ἀνωμαλίας ἡ κατάληψις, οὐκ ἐκείνων οὕτω κινουμένων, ἀλλʼ ἡμῶν μὴ δυναμένων ἄλλως θηρᾶσαι τὴν κίνησιν ἢ τοιαύτας ὑποθέσεις κατασκευασαμένων, διʼ ὧν τὰς ὁμαλεῖς λαβόντες κινήσεις κατʼ ἐπισύνθεσιν δυνάμεθα τὰς ἀνωμάλους … ίν … χρόνους, ὥσπερ ἂν εἰ περὶ κύλινδρον κινουμένου μύρμηκος ἑλικοειδῶς ἡμεῖς τὴν ...... θέλοντες λαβεῖν ἐνοήσαμεν εὐθεῖαν ἐν τῷ κυλίνδρῳ τινὰ ὀρθὴν καὶ περὶ αὐτὸν στρεφομένην, σημεῖον δὲ ἐπὶ τῆς ἐυθείας ἄνωθεν καταφερόμενον, εἶτα τὴν ἕλικα ἐξ ἀμφοῖν ποιοῦμεν ἐκ δυεῖν κινήσεων τὴν μίαν, οὐ τοῦ μύρμηκος ὡς δύο κινουμένου κινήσεις, ἀλλʼ ὡς μίαν τὴν ἐξ ἀμφοῖν. οὕτω γὰρ οἶμαι καὶ οἱ ἐκ τῶν μαθημάτων τὴν ἀνώμαλον ἐξ ὁμαλῶν ποιοῦσιν, ἵνʼ ὅπερ εἴπομεν αὐτοὶ δύνωνται τοὺς ἀριθμοὺς εὑρίσκειν τῆς ἀνωμαλίας διὰ τῶν ὁμαλῶν ὄντας καταληπτοὺς μόνως, ἐκείνων τοιούτων οὐσῶν καθʼ αὑτὰς ἀσυνθέτων, οἵας οὗτοι ποιοῦσι διὰ συνθέσεως. καὶ γὰρ οἱ τὰ παραπήγματα κατασκευάζοντες λογισμοῖς χρώμενοι μιμοῦνται τὴν πρὸ λογισμῶν καὶ ἐπινοιῶν ἐκεῖνα δημιουργήσασαν φύσιν· καὶ οἱ χρυσὸν ποιεῖν φάσκοντες ἐκ μίξεώς τινων εἰδῶν, τῆς φύσεως πρὸ μίξεως ὧν οὗτοι λέγουσιν τὸ εἶδος ἓν τοῦ χρυσοῦ ποιούσης· καὶ ἐπʼ ἄλλων πολλῶν οὗτος ὁ τρόπος, τῆς ἀνθρωπίνης ψυχῆς ταῖς εὐμηχάνοις ἐπιβολαῖς τὰ ἔργα τῆς φύσεως θηρᾶν ἐφιεμένης καὶ ζητούσης, πῶς ἂν ἐγένετο, εἴπερ ἐγίνετο, καὶ ὡς δυνατὸν εὑρισκούσης. ἐπὶ δὲ τῶν ἀστέρων καὶ πρόφασιν αὐτοῖς ἡ ζήτησις ἔχει καὶ κατόρθωσιν οὐ τὴν τυχοῦσαν ἡ εὕρησις, ὅπως ἀποδείξωσιν ὁμαλῶς πάντα κινούμενα τὰ ἐγκυκλίως φερόμενα· τοῦτο γάρ φασι θείοις σώμασιν προσήκειν. καὶ ἔγωγε φαίην ἂν καὶ αὐτὸς ἄλλοις μὲν τὸ ὁμαλὲς μόνως, ἄλλοις δὲ πάλιν τὸ ἀνωμάλως ὁμαλές, ἄλλοις δὲ τοῖς ἐν γενέσει μόνοις τὸ ἀνώμαλον μόνως. μήποτε γὰρ οὐδὲ ἀνωμαλίαν χρὴ λέγειν, ἐφʼ ὧν αἱ ἀνταποδόσεις ὁμαλεῖς καὶ τάξιν ἔχουσαι πάντως ἀναγκαίαν.
Ἀλλὰ τοῦτο μὲν παντός ἐστιν συλλογίσασθαι· τὸ δὲ καὶ τὴν ἀπλανῆ κινεῖν ἐπὶ τὰ ἑπόμενα καὶ μοῖραν μίαν ἐν ἔτεσιν ἀπλέτοις, οὐδὲ τοῦτο δήπου τῷ Πλάτωνι προσῆκεν, σαφῶς λέγοντι τὰς ἐναντίας εἶναι κινήσεις ἐν τῇ ἀπλανεῖ καὶ τῇ πλανωμένῃ· καὶ γὰρ ἦν δέον καὶ τῶν ἐναντίων δυναστευόντων κατὰ τὴν γένεσιν ἐκεῖ προϋπάρχειν τὸ παράδειγμα, καὶ τῆς ἐν τοῖς νοητοῖς ταυτότητος καὶ ἑτερότητος πρῶτον μετέχειν τὸν οὐρανόν· ἄλλης δὲ οὔσης ἐκεῖ κινήσεως διὰ τῆς κατὰ τόπον μονῆς ἐν ταύτῃ θεωρεῖσθαι τὴν ἐναντίωσιν· Μουσῶν δὲ τὸν ὅλον οὐρανὸν συνεχουσῶν συμφωνίαν εἶναι τῶν ἐναντίων κινήσεων καὶ ὁμολογεῖν τῇ ἑτέρᾳ τὴν ἑτέραν. ἐπεὶ ὅτι γε καὶ ἡ περὶ τῆς ἀπλανοῦς δόξα ψευδὴς ὡς κινουμένης ἐπὶ τὰ αὐτὰ ταῖς πλανωμέναις, δῆλον· ἔδει γὰρ εἴπερ μάλιστα περὶ τὸν τοῦ ζῳδιακοῦ κινεῖται πόλον, πολλὰ τῶν ἀφανῶν ἄστρων ἐμφανῆ γεγονέναι καὶ τῶν ἐμφανῶν ἀφανῆ· τούτου δὲ ὄντος ἀδυνάτου μηδὲ τὴν ἀπλανῆ κινεῖσθαι περὶ τὸν τοῦ ζῳδιακοῦ πόλον· εἰ δὲ περὶ τὸν τοῦ παντὸς πόλον ἐκινεῖτο, τῶν ἐπὶ τοῦ διὰ μέσων ὁρωμένων ἔμπροσθεν ἄστρων ἐκβεβηκέναι τινὰ τὸν διὰ μέσων ἔδει κύκλον, ὅπερ ἐστὶ καὶ αὐτὸ παντελῶς ψεῦδος· εἰ δὲ τὰς πολυθρυλήτους ἐπανατείνοιντο τηρήσεις ὡς μαρτυρούσας τῇ ἐπὶ τὰ ἑπόμενα κινήσει τῆς ἀπλανοῦς, καὶ ἡμεῖς τῶν Χαλδαίων ἕξομεν τηρήσεις λέγειν πάνυ ἐναργῶς παραδούσας ἐξ ἀμυθήτων χρόνων, ποῖαι καὶ ὅλων κοσμικῶν περιόδων καὶ ἀποκαταστάσεων ἦσαν ἱστορίαι· προσθήσω δὲ Χαλδαίοις καὶ Αἰγυπτίους. καὶ τί δεῖ Χαλδαίους καὶ Αἰγυπτίους λέγειν; ἀλλὰ πρὸ τούτων αἱ τῶν θεῶν φῆμαι σαφῶς τὰ αὑτῶν εἰδότων καὶ οἱ χρησμοὶ τήν τε ἀπλανῆ κινεῖσθαί φασιν οὕτως, ὡς καὶ ὁ Πλάτωνος λόγος, περιάγουσαν τὸν ὅλον οὐρανὸν ἐπὶ δυσμάς, καὶ πρὸς τούτοις ἑπτὰ μόνας εἶναι τὰς λοιπὰς περιόδους, ἀλλʼ οὐκ ἐπικύκλους οὐδὲ ἀνελισσούσας οὐδʼ ἄλλον τινὰ τοιοῦτον κύκλων ὄχλον· οἷς χρὴ πειθομένους τὰς εἰρημένας ἐπιβολὰς κρατύνειν, τοῖς μηχανήματα βουλομένοις ἱστάνειν ἐπὶ τὸν οὐρανὸν παραχωρήσαντας ὡς χρείας ἕνεκα καὶ ἀνθρωπίνων λογισμῶν ταῖς ὑποθέσεσι ταύταις χρωμένοις· εἰ δʼ ὡς πειθόμενοι ταῦθʼ οὕτως ἔχειν λέγουσιν, οὐχ ἡμεῖς γε προσησόμεθα τοὺς λόγους.
Ἐπὶ δὲ τῶν κύκλων αὐτοῦ ἄνωθεν ἐφʼ ἑκάστου βεβηκέναι Σειρῆνα συμπεριφερομένην, φωνὴν μίαν ἱεῖσαν, ἕνα τόνον· ἐκ πασῶν δὲ ὀκτὼ οὐσῶν μίαν ἁρμονίαν συμφωνεῖν.
Τίς μὲν ὁ Μοιραῖος ἄτρακτος καὶ ὁποίας ἔχει τῶν σφονδύλων διαφοράς, εἴρηται διὰ τῶν ἔμπροσθεν· ἐν δὲ τούτοις εἰσάγει λοιπὸν τὰς ἐφεστηκυίας τῇ κινήσει τοῦ ἀτράκτου θείας καὶ ἀσωμάτους ὑποστάσεις, καὶ τούτων τὰς Σειρῆνας πρώτας λέγων ἐφʼ ἑκάστου κύκλου μίαν βεβηκέναι καὶ συμπεριφέρεσθαι τῷ κύκλῳ τῷ … έμ … ὁ τόνος οὐχ ἥκιστα πρέπων τοῖς μουσικοῖς λόγοις … σημαίνει τὸν ἕνα φθόγγον καὶ τὸν ἁπλούστατον ἦχον· ἡ μὲν γὰρ μία φωνὴ δηλοῖ τὴν ἀμετάβολον τοῦ τῆς ἐνεργείας εἴδους εἰς ἄλλο καὶ ἄλλο μέλος ὕπαρξιν, ὡς ἑκάστης Σειρῆνος ἀεὶ τὴν αὐτὴν ἱείσης φωνήν· ὁ δὲ εἷς τόνος τὴν ποιὰν φωνὴν ἐδήλωσεν εἰς ἑνὸς ἀπήχησιν φθόγγου τελοῦσαν· παρὰ γὰρ τὴν τάσιν καὶ ὁ φθόγγος καλεῖται τόνος. καὶ τέλος ὀκτὼ τῶν κύκλων καὶ τῶν Σειρήνων οὐσῶν μίαν ἁρμονίαν ἐκ πάντων ἀποτελεῖσθαί φησιν, οἷον τὴν διὰ πασῶν, ἐν ὅροις μὲν ὀκτὼ θεωρουμένην, ἑπτὰ δὲ διαστήμασιν, ὡς τῶν Σειρήνων τὰς ἐνεργείας εἰκάσθαι φθόγγοις, ἐξ ὧν ἡ διὰ πασῶν ἡ κατακορεστάτη τῶν συμφωνιῶν, καὶ κατὰ τὴν τάξιν αὐτῶν εἶναι τὰ διαστήματα τῶν φθόγγων, ἀρχόμενα ἀπὸ τῆς νήτης κάτωθεν καὶ τελευτῶντα εἰς τὴν ὑπάτην ἀνωτάτω οὖσαν· δεῖ γὰρ τὰ ἀνωτέρω κινεῖσθαι θᾶττον, κἂν δοκῶσιν αἱ ἀποκαταστάσεις εἶναι πολυχρονιώτεραι τῷ μείζονα λόγον ἔχειν τοὺς κύκλους αὐτοὺς τοῖς μεγέθεσι πρὸς τοὺς κύκλους ἢ τὰς κινήσεις αὐτῶν πρὸς ἀλλήλας· τοῦτο γὰρ δοκεῖ συμπεφωνῆσθαι παρὰ πᾶσιν.
Τούτων δʼ οὖν οὕτως αὐτῷ διατεταγμένων, ὡς εἴρηται, τίνας εἶναι ῥητέον τὰς Σειρῆνας ταύτας; τὸ μὲν οὖν δὴ λέγειν τὰς Μούσας εἶναι καὶ παρʼ ἡμῶν ἡμᾶς προστιθέναι τὴν λοιπήν, ἵνα τὸν τῆς ἐννεάδος συμπληρώσωμεν ἀριθμόν, οὐκ ἔστιν ἑπομένων ταῖς ῥήσεσιν· πρὸς τῷ καὶ τὸ συμπεριφέρεσθαι τοῖς κύκλοις τὰς Σειρῆνας καταδεεστέρας εἶναι τῶν Μουσῶν … α … ειδ … ψυχικῆς σωματικ … φωναῖς τῶν Μουσῶν εἶναι· διὸ καὶ ἐναρμονίους ἔχειν κινήσεις καὶ τοῖς κύκλοις οἷς ἐπιβεβήκασιν προξενεῖν τὴν ἔρρυθμον κίνησιν πανάληθες. τίνα οὖν οὐσίαν καὶ τάξιν ἐχούσας; ὅτι μὲν δὴ πρὸ σωμάτων οὔσας ἀναγκαῖον καὶ προσεχῶς ἐφεστώσας τοῖς κύκλοις εἶναι ψυχὰς αὐτάς, δῆλον, ἐπεὶ καὶ τὸ συμπεριφέρεσθαι τοῖς κύκλοις κινεῖσθαι δήπου μεταβατικῶς αὐτὰς ἀναδιδάσκει. καὶ εἰ μὴ μῦθος ἦν, εἶπεν ἂν ταῖς Σειρῆσιν τοὺς κύκλους συμπεριάγεσθαι· νῦν δὲ ὡς φιλοῦσιν οἱ μυθοπλάσται ποιεῖν, ἀνέστρεψε τὴν τάξιν καὶ τοῖς κύκλοις εἶπεν συμπεριφέρεσθαι τὰς Σειρῆνας. εἰ δʼ οὖν κινοῦνται καὶ αὐταὶ κυκλικῶς κατὰ τὴν ἀσώματον κίνησιν, ἀνάγκη δήπου ψυχάς τινας αὐτὰς εἶναι νοερῶς ζώσας· νοῦ γὰρ εἰκὼν ἡ περιφορά, καθάπερ ὁ Ἀθηναῖος ξένος ἐδίδαξεν, καὶ ψυχαὶ περιάγονται διὰ νοῦν. εἰ δὲ ταῦτα ἀληθῆ, συνᾴδει ταῦτα τοῖς ἐν Τιμαίῳ περὶ τῶν θείων ψυχῶν πεφιλοσοφημένοις, ὡς ἄρα ἐκ τῶν ἁρμονικῶν ὑφεστήκασι λόγων· εἰ γὰρ τὴν κίνησιν αὐτῶν ἐναρμόνιον εἶπεν, ἔχοιεν ἂν κατʼ οὐσίαν τοὺς λόγους τοὺς ἁρμονικούς, ὡς καὶ ἐκεῖνος εἶπεν· καὶ εἰ περιφέρονται, καὶ αὐταὶ κύκλοι τινές εἰσιν, ὥσπερ φησὶ καὶ ὁ Τίμαιος. καὶ εἰ μίαν φωνὴν ἀφίησιν ἑκάστη καὶ ἕνα τόνον, λογικαὶ πάντως εἰσὶ κατʼ οὐσίαν, ἁπλαῖς χρώμεναι καὶ ἀσυνθέτοις ἐνεργείαις καὶ οὐχ οἵαις αἱ ἡμέτεραι, συλλογιζόμεναι, καὶ εἰκάζουσαι ἄλλοτε ἄλλως, ἵνα τὰ ὄντα γνῶσιν· πάλιν δὲ εἰ μίαν συμπληροῦσιν ἁρμονίαν, οἷον χορεύουσιν πᾶσαι περὶ ἕνα κορυφαῖον τὴν τοῦ ὅλου κόσμου ψυχήν. Σειρῆνας μὲν οὖν αὐτὰς ἐκάλεσεν, ἵνα ἐνδείξηται τὴν ἁρμονίαν σωματοειδῆ πάντως οὖσαν, ἣν αὗται τοῖς κύκλοις ἐνδιδόασιν· οὐρανίας δὲ Σειρῆνας, ἵνα τῶν γενεσιουργῶν διακρίνῃ ταύτας Σειρήνων, ἃς δὴ καὶ αὐτὸς ἀλλαχοῦ συμβουλεύει κατὰ τὸν Ὁμηρικὸν ἐκεῖνον Ὀδυσσέα παραπλεῖν. ἀλλʼ ἐκεῖναι μὲν ἀπὸ δυάδος ἄρχονται· λέγει γοῦν ὁ ποιητής· φθογγὴν Σειρήνοιϊν, ὡς ἂν δυεῖν οὔσαιν· αὗται δὲ ἀπὸ μονάδος· ἡ γὰρ τοῦ ἑνὸς κύκλου τοῦ ἐξωτάτου προηγεῖται τῆς ἑβδομάδος. ὥστε κἀκείνῃ τῇ δυάδι πλῆθος οἰκεῖον ὑπεστρῶσθαι πάντως εἰκός· καὶ εἰ τῇ οὐρανίᾳ μονάδι ἑβδομαδικόν, τῇ γενεσιουργῷ δυάδι πάντως δὶς ἑβδομαδικόν, οὕτω καὶ τῶν θεολόγων πολλαχοῦ τὰς οὐρανίας ζώνας διπλασιαζόντων ἐν τοῖς ὑπὸ σελήνην. εἰσὶ δὲ ἄρα τινὲς καὶ ἐν Ἅιδου Σειρῆνες, περὶ ὧν αὐτὸς εἶπεν ἐν Κρατύλῳ σαφῶς, ὡς οὐδὲ ἐκείναις ἀπολείπειν τὸν Ἅιδην φίλον, θελγομέναις ὑπὸ τῆς τοῦ Πλούτωνος σοφίας. ὥστε τριττὰ γένη κατʼ αὐτὸν Σειρήνων· οὐράνια Διός, γενεσιουργὰ Ποσειδῶνος, ὑποχθόνια Πλούτωνος· κοινὸν δὲ πάντων τῶν γενῶν ἁρμονίαν ὑφιστάνειν σωματοειδῆ, τῶν Μουσῶν τὴν νοερὰν ἁρμονίαν μάλιστα δωρουμένων, διὸ καὶ κρατεῖν λέγονται τῶν Σειρήνων καὶ τοῖς πτεροῖς αὐτῶν στεφανοῦσθαι· καὶ γὰρ ἐκείνας ἀνάγουσιν ἑαυταῖς τε συνάπτουσιν, τὰς ἀναγωγοὺς αὐτῶν δυνάμεις ἐξάπτουσαι τῆς ἑαυτῶν νοήσεως. Ἄλλας δὲ καθημένας πέριξ διʼ ἴσου τρεῖς, ἐν θρόνῳ ἑκάστην, θυγατέρας τῆς Ἀνάγκης Μοίρας· ἕως τοῦ· τὴν δὲ Λάχεσιν ἐν μέρει ἑκατέρας ἑκατέρᾳ τῇ χειρὶ ἐφάπτεσθαι.
Μετὰ τὰς Σειρῆνας, ἃς εἴπομεν τὰς θείας εἶναι τῶν ὀκτὼ κύκλων ψυχάς, ὧν καὶ ἡ οὐσία καὶ ἡ ζωὴ ἐναρμόνιος καὶ ἡ ἐνέργεια νοερὰ κύκλῳ κινουμένων — ἐν γὰρ ἀσωμάτοις ἡ κύκλῳ κίνησις νοερὰν ἐμφαίνει πάντως ἐνέργειαν — ἡ τῶν Μοιρῶν παραδέδοται τριὰς ὑπὲρ τὰς Σειρῆνας, ἄνωθεν ἐποχουμένη ταύταις τε καὶ ταῖς ὅλαις περιόδοις, ἁπτομένη τε αὐτῶν καὶ οὐχ ἁπτομένη — τοῦτο γὰρ τὸ διαλείπειν —, οἷον ὑπερκόσμιός τε ἅμα καὶ ἐγκόσμιος οὖσα· τὸ μὲν γὰρ ἅπτεσθαι κοινωνίαν δηλοῖ πρὸς τὰς περιφοράς, τὸ δʼ αὖ μὴ ἅπτεσθαι χωριστὴν ζωὴν ἀπὸ τούτων ἀσύναπτον πρὸς αὐτάς. καὶ ὁρᾷς πῶς καὶ τῆς Ἀνάγκης ὑφεῖνται τῆς ἑαυτῶν μητρὸς αἱ Μοῖραι καὶ τῶν Σειρήνων ὑπερκάθηνται· θρόνοι μὲν γὰρ ἀποδέδονται παρὰ τοῦ μύθου καὶ αὐταῖς, ὥσπερ τῇ Ἀνάγκῃ· καὶ γὰρ τοῦ τῆς Ἀνάγκης θρόνου μεμνήσεται διὰ τῶν ἑπομένων· καὶ καθῆσθαι λέγονται καθάπερ ἡ μήτηρ, ἀλλʼ οὐ συμπεριφέρεσθαι τοῖς κύκλοις, ὥσπερ αἱ Σειρῆνες. ἀλλʼ ἣ μὲν οὐκ ἐφάπτεται τοῦ ἀτράκτου ταῖς χερσίν, ἀλλʼ ἔγκειται τοῖς γόνασιν αὐτῆς ὡς ἡδρασμένος ἐν αὐτῇ μονίμως, αἳ δὲ χρῶνται ταῖς χερσὶν καὶ κινοῦσι διὰ τούτων, ὡς ἂν προσεχέστεραι τοῖς κινουμένοις· καὶ αὗται μὲν ἔξω τῶν κύκλων οὖσαι καὶ ἡδρασμέναι κινοῦσιν· αἱ δὲ Σειρῆνες ἐπιβεβηκυῖαι τῶν κύκλων καὶ συμπεριφερόμεναι αὐτοῖς· ὥστε τῶν Μοιρῶν καὶ ταύτας κινουσῶν … ἐντὸς περιφορὰς ......... γὰρ κινοῦσιν· ἣ δὲ ἐκ τῶν περιφορῶν εἰς τὰ ἐπʼ εὐθείας κινούμενα· ταῦτα γὰρ πάντα δουλεύει ταῖς ἐκείνων περιόδοις. καὶ οὕτως ὁ κόσμος ἅπας ἐστὶν Μοιραῖος, τῶν μὲν ἀκυροτέρων κινήσεων εἰς τὰς κυριωτέρας ἀνηρτημένων, τούτων δὲ εἰς τὰς Μοίρας· τῶν δὲ Μοιρῶν κατὰ τὴν βούλησιν τῆς μητρὸς κινουσῶν, καὶ ὅσον ἐκείνη τῷ εἶναι, τοσοῦτον τῷ ἐνεργεῖν τούτων εἰς τὸ πᾶν παρεχουσῶν. ἀλλʼ ὅτι μὲν αἱ Μοῖραι διὰ τῶν περιόδων τούτων πάντα τὰ ἐν τῷ κόσμῳ κατευθύνουσι, δῆλον, ἑκάστοις ἀπομερίζουσαι τὸ προσῆκον, καὶ ψυχαῖς καὶ ζώοις καὶ φυτοῖς, καὶ ἐπικλώθουσαι τὴν ὀφειλομένην μοῖραν. διὸ καὶ τὰς περιόδους ἀτράκτῳ καὶ σφονδύλοις προσείκασεν, ἐπεὶ κἀν ταῖς ἱεροποιΐαις συνθήματα ταῦτα τῶν Μοιρῶν εἰώθασι παραλαμβάνειν, ἠλακάτας ἀτράκτους νήματα· διὰ γὰρ τούτων δηλοῦται τὸν ἄνωθεν εἱρμὸν μέχρι τῶν τελευταίων διήκειν, τῆς μὲν ἐν τῇ συνηθείᾳ καλουμένης ἠλακάτης τὴν ἐν ταῖς Μοίραις περιεχομένην αἰτίαν δηλούσης, ἧς εἰς τὸ πᾶν ἐντιθέασιν ἀπʼ ἐκείνης ζωῆς· τοῦ δὲ ἀτράκτου τοῦ ἀπʼ ἐκείνης τὸ νῆμα δεχομένου τὴν εἰς τὸ πᾶν ἐνδεδομένην· τοῦ δὲ νήματος τὸν εἱρμὸν τῆς τε μενούσης καὶ τῆς προελθούσης. οὐ γὰρ δεῖ νομίζειν, ὅτι τάττουσαι τὰ πάντα καὶ κινοῦσαι χωρὶς τοῦ ζωὴν ἐνδιδόναι κινοῦσιν· οὐδὲ γὰρ οἱ τὰ τῇδε ἀγάλματα ἐλλάμποντες ἄνευ ζωῆς ἐλλάμπουσιν· ἀλλὰ τῆς ζωῆς ἰδιότης ἄλλη ἄλλης, καὶ ὡς μὲν ζωὴ κ … δ … εῖται … δ … Μοῦσαι μὲν ἐναρμόνιον προξενοῦσι, Μοῖραι δὲ εἰρόμενον εἶδος τῷ κόσμῳ καὶ ἄλλος ἄλλο τι τῶν θεῶν.
Τίς δέ ποτε ἄρα τάξις .... Μοιρῶν καὶ τίνα τὰ ἀπὸ τῆς θεομυθίας αὐταῖς ἀποδοθέντα σύμβολα, οἱ θρόνοι τὰ στέμματα ἡ λευκὴ ἐσθὴς ἡ ὑμνῳδία αἱ χεῖρες; ἕκαστα γὰρ τούτων δεῖται νοερῶν ἐπιστάσεων. καὶ ὅλως πρὸ τούτων, πῶς ἑώρα καθημένας καὶ σχήματα ἐχούσας αὐτὰς καὶ ἤκουεν ὑμνουσῶν; καὶ τί τὸ τὴν μὲν ἄλλα ὑμνεῖν, τὴν δὲ ἄλλα, καὶ μεμερίσθαι τὰς ὑμνήσεις τοῖς τοῦ χρόνου μορίοις; τί γὰρ πρὸς ἐκείνας χρόνος; εἰ μὲν γὰρ ἦσαν ψυχαί, τάχʼ ἂν καὶ χρόνος αὐταῖς διέφερεν· καίτοι καὶ εἰ τοῦτο ἀληθές, ἡ κατὰ μέρη τοῦ χρόνου διαίρεσις δεῖται λόγου τινός. — Τὸ μὲν τοίνυν τὰ ἀσώματα σωματοειδῆ θεωρεῖν καὶ τὰ ἔξω τόπου παντὸς ὡς ἐν τόπῳ τινὶ ὄντα καὶ διαστήματι καὶ τῶν ἔξω κινήσεως διὰ κινήσεως ἀντιλαμβάνεσθαι θαυμαστὸν οὐδέν· πάλαι καὶ τῶν θεουργῶν ἡμᾶς διδαξάντων, ὅτι τὰς αὐτοφανείας τῶν θεῶν μεμορφωμένας τῶν ἀμορφώτων καὶ ἐσχηματισμένας τῶν ἀσχηματίστων ἀνάγκη γίνεσθαι, τῆς ψυχῆς καὶ τὰ ἀτρεμῆ καὶ τὰ ἁπλᾶ φάσματα τῶν θεῶν κατὰ τὴν ἑαυτῆς φύσιν ὑποδεχομένης μεριστῶς καὶ μετὰ φαντασίας σχῆμα καὶ μορφὴν συναγούσης τοῖς θεάμασιν. πᾶσα γὰρ μέθεξις τήν τε τοῦ μετεχομένου καὶ τὴν τοῦ μετέχοντος ἰδέαν διασώζει, μέση πως οὖσα τούτων ἀμφοτέρων· καὶ οὔτε τὴν τοῦ μετεχομένου μόνον, οὐ γὰρ ἂν ἐδίδου τι τῷ μετέχοντι· οὔτε τὴν τοῦ μετέχοντος, οὐ γὰρ ἂν ἐξήρτητο τοῦ μετεχομένου. ὄντων οὖν θείων τῶν μετεχομένων ἔχει τὰ παρʼ αὐτῶν προτεινόμενα φάσματα τὸ φωτοειδὲς τὸ ἄχραντον τὸ ἀχρόνως παρὸν τὸ ζωτικόν, πᾶν εἴ τι τοιοῦτον, τῶν δὲ μετεχόντων τὸ διαστατὸν τὸ μεμορφωμένον τὸ ἐσχηματισμένον· ταῦτα καὶ τῶν θεῶν εἰπόντων πρὸς τοὺς θεουργούς· ἀσωμάτων γὰρ ὄντων, φασίν, ἡμῶν σώματα τοῖς αὐτόπτοις φάσμασιν ὑμῶν εἵνεκεν ἐνδέδεται· διὰ γὰρ τοὺς μετέχοντας σωματοειδῆ φαντάζεται τὰ ἀσώματα ἐν τῷ αἰθέρι φαινόμενα διαστατῶς. εἰ οὖν τοῖς θεουργοῖς τοῦτον αὐτοπτεῖται τὸν τρόπον τὰ θεῖα, θαυμαζέτω μηδείς, εἰ καὶ ὁ τῶν θεαμάτων τούτων ἄγγελος, ὡς ψυχὴν εἰκὸς ἦν μερικὴν φαντασίᾳ χρωμένην καὶ ἔτι σώματος ἔννοιαν ἔχουσαν, οὕτω τῶν ἀσωμάτων ἐφήπτετο καὶ ἑώρα ἐν τῷ αἰθερίῳ σώματι τὰς τῶν ἀσωμάτων ὑπάρξεις σωματικῶς, καὶ ἀντὶ μὲν τῆς ζωῆς τῆς θείας καὶ ἀΰλου χιτῶνας λευκοὺς καὶ λευχείμονας τὰς Μοίρας· ἀντὶ δὲ τῆς σταθερᾶς καὶ μονίμου καταστάσεως καθημένας· ἀντὶ δὲ τῆς διωρισμένης ἀπὸ τῶν ἄλλων θεῶν ἰδιότητος μεριστὰς καὶ τοπικὰς περιγραφάς· συνθήματα γὰρ τὰ ἐμφανῆ τῶν ἀφανῶν ἐστιν δυνάμεων, τῶν ἀμορφώτων τὰ ἐν μορφαῖς ὁρώμενα διασταταῖς. ταῦτα μὲν οὖν, ὅπερ ἔφην, διὰ τῶν ἱερατικῶν ἔργων γνώριμα τοῖς μὴ παντάπασιν ἐκείνων ἀνηκόοις· ἐπεὶ καὶ τὸ φωνῆς ἀκούειν ἐμμελοῦς καὶ ὕμνων γέ τινων σύνηθες τοῖς … ἀσωμάτων … αὐτοφάνειαν, οὔτε φωνῇ καὶ σωματικοῖς ὀργάνοις οὔτε πληγαῖς καὶ ἤχοις δρώντων, ἀλλʼ ἀσωμάτως ἐνεργούντων· τῆς ἐν ἐκείνοις ἀπαθοῦς ἐνεργείας ἐν τῷ μετέχοντι κατὰ τὴν ἐκείνων βούλησιν παθητικὴν ὑφιστάσης κίνησιν· ἐπεὶ καὶ τῆς ψυχῆς αἰδουμένης ἢ φοβουμένης ὠχρότης ἢ ἔρευθος ἐν τῷ σώματι συμβαίνει, μὴ ὄντος ἐν ἐκείνῃ θατέρου τούτων, ἀλλʼ ἀπὸ τῆς ἐν ἐκείνῃ κινήσεως τῆς ἀχρωμάτου περὶ τὸ σῶμα τῆς κατὰ τὸ χρῶμα διαθέσεως ὑφισταμένης. Μὴ οὖν οἰέσθω τις ἀδύνατον εἶναι τῶν Μοιρῶν ὑμνουσῶν νοερῶς εἰς αἴσθησιν ἐκπίπτειν τὰς νοήσεις αὐτῶν παρὰ τοῖς ἀμφὶ τὸν Ἦρα καὶ ἦχον ἀποτελεῖσθαι τὴν ἄνευ ἤχου κίνησιν καὶ διὰ πληγῆς ἐνεικονίζεσθαι τὴν ἄπληκτον ζωὴν καὶ ἀπὸ τῆς κατὰ νοῦν συναισθήσεως ἐκφοιτᾶν εἰς τὴν διʼ ἀκοῆς ἀντίληψιν. οἷον γὰρ τὸ γνωστόν, τοιαύτη καὶ ἡ γνῶσις· εἰ μὲν νοητόν, νόησις· εἰ δʼ ἀκουστόν, ἄκουσις· τοῦ δὴ νοητοῦ γεγονότος διʼ ἐμφάσεως ἀκουστοῦ καὶ ἡ νόησις ἄκουσις γέγονεν καὶ ἤκουεν ὧν ἐνόει πρότερον. ἀλλὰ τοῦτο μὲν φανερόν, ὅπερ εἴπομεν, καὶ ἀπὸ τῆς παρʼ ἡμῖν ἱερατικῆς· καὶ προσθετέον ὡς ἄλλον μὲν τρόπον ἄγγελοι θεῶν ἐπήκοοι γίγνονται, δαίμονες δὲ ἄλλον, ψυχαὶ δὲ ἀνθρώπων ἄλλον· οἳ μὲν νοερῶς τῶν νοερῶν, οἱ δὲ λογικῶς, οἳ δὲ καὶ αἰσθητικῶς, ἕκαστοι δὲ κατὰ τὰ μέτρα τῆς ἑαυτῶν ἐπιτηδειότητος ὑποδεχόμενοι τὴν τῶν θεῶν γνῶσιν καὶ ἐνέργειαν εἰς ἑαυτοὺς προϊοῦσαν. καὶ … ς ὅταν τῆς συνθέσεως ἐν ταῖς διανοήσεσι καθαρεύσωμεν· τότε ἀμορφώτως αὐτῶν ἕξομεν συναίσθησιν παρόντων, ὅταν φαντασίαν ἀποσκευασώμεθα· τότε τὰ φθέγματα αὐτῶν διὰ νοῦ γνωσόμεθα μόνως, ὅταν σιγήσωμεν πάσαις ἡμῶν ταῖς σωματικαῖς αἰσθήσεσιν.
Τούτων δʼ οὖν ὑπεμνησμένων τί χρὴ λέγειν πρῶτον περὶ τῆς τῶν Μοιρῶν τάξεως, ἴδωμεν· τίς πρώτη τούτων ἐστίν, τίς δὲ τρίτη, τίς δὲ μέσην ἔχουσα δύναμιν; οἳ μὲν γὰρ τῶν πρὸ ἡμῶν τὴν Λάχεσιν τρίτην ἔθεντο καὶ φασὶν ὡς ὑφειμένην ἑκατέρᾳ χρῆσθαι ταῖν χειροῖν, καὶ τὰ παραδείγματα τῶν κλήρων ἀπὸ ταύτης ὡς ὑφειμένης λαμβάνειν τὸν προφήτην, πασῶν ὄντα καταδεέστερον, ἀπὸ τῆς ἑαυτῷ προσεχοῦς. οἳ δὲ μέσην αὐτὴν τάττουσιν ἀμφοτέρων καὶ ὡς συνεφαπτομένην ταῖς ἄκραις οὕτως ἐνεργεῖν, μετὰ μὲν Κλωθοῦς τῇ δεξιᾷ, μετὰ δὲ Ἀτρόπου τῇ ἀριστερᾷ· διὸ καὶ ἐκείνων ἑκατέραν χρόνον διαλείπειν, οἷον χώραν τῇ μέσῃ παρεχομένας, καὶ διὰ τοῦτο ταύτην ἔχειν παραδείγματα τῶν κλήρων ὡς ἐν ἑαυτῇ διὰ τὴν μεσότητα τὴν τριάδα τὴν Μοιραίαν δεικνύουσαν, καὶ ὡς τῇ μεσότητι τῶν ψυχῶν προσήκουσαν. οἱ δὲ δὴ τρίτοι πρεσβυτέραν ἀμφοῖν ὑπώπτευσαν εἶναι τὴν Λάχεσιν καὶ οὕτως ἀμφοτέραις κινεῖν τὸν ἄτρακτον, ὡς καὶ τὸ ἀπλανὲς ἐπιστρέφουσαν καὶ τὸ πλανώμενον καὶ ἁπλῶς ὅλον τὸν οὐρανόν· καὶ τὰ παραδείγματα τῶν κλήρων … μετὰ δὲ τὴν αἵρεσιν τὰ … τὴν δευτέραν καὶ διὰ τοῦτο καλεῖσθαι Κλωθώ· … νωσαν καὶ αὐτὴν ἐμπεδοῦν τὴν Ἄτροπον, τόν τε βίον λέγω καὶ τὰ ἐπικεκλωσμένα, καὶ διὰ τοῦτο Ἄτροπον ὀνομάζεσθαι. —Τούτων δὴ διαφερομένων ἡμεῖς τῷ Πλάτωνι χρώμεθα κριτῇ λέγοντι μὲν ἐν Νόμοις ἐν τῷ δωδεκάτῳ σαφέστατα, ὡς ἄρα πρώτην μὲν Λάχεσιν ὑπολαμβάνειν δεῖ, Κλωθὼ δὲ δευτέραν, Ἄτροπον δὲ τρίτην ἀμετάστροφα τὰ κλωσθέντα ἀποτελοῦσαν· λέγοντι δὲ καὶ ἐν τούτοις, ὡς ἄρα ὁ λαχὼν ἑκάστην ψυχὴν δαίμων ἄγει πρῶτον μὲν ὑπὸ τὴν Λάχεσιν καὶ τὴν ἐκείνης ἐπιστροφήν, δεύτερον δὲ ὑπὸ τὴν τῆς Κλωθοῦς, τρίτον δὲ ὑπὸ τὴν τῆς Ἀτρόπου· κἀκεῖθεν ἐπὶ τὸ πεδίον ἔρχονται πᾶσαι τῆς Λήθης καὶ τὸν Ἀμέλητα ποταμόν. εἰ οὖν ἡ κάθοδος ἄνωθεν, δῆλον ὡς ἡ Λάχεσις πρεσβυτάτη πασῶν ἐστιν καὶ οὕτως ἑκατέρᾳ κινεῖ ταῖν χειροῖν, ὡς καὶ τὴν ἐπὶ δεξιὰ καὶ τὴν ἐπʼ ἀριστερὰ κινοῦσα τοῦ ἀτράκτου περιφοράν.
Τούτου δὲ ἡμῖν ἀπʼ αὐτῶν δειχθέντος τῶν Πλατωνικῶν ῥήσεων τὰ ἑπόμενα τούτοις σύμβολα διασκεψώμεθα. τὸ μὲν οὖν θυγατέρας λέγεσθαι τὰς Μοίρας τῆς Ἀνάγκης δείκνυσιν τὸ μὲν ἑνοειδὲς κράτος τῇ Ἀνάγκῃ προσῆκον ὡς πάντα συνεχούσῃ κατὰ μίαν αἰτίαν, ἣν ἀποδρᾶναι τῶν ἐγκοσμίων οὐδενὶ θεμιτόν, οὐ τῶν οὐρανίων, οὐ τῶν ὑπὸ σελήνην, οὐ τῶν ὁλικῶν, οὐ τῶν μερικῶν· μία γάρ ἐστιν αὕτη πάντων φρουρὰ τῶν τοῦ … τὰς δὲ Μοίρας κατατάσσει ὑπὸ τὴν ταύτης βασιλείαν, ὡς ἐκείνην τῶν δόσεων τῶν Μοιραίων καὶ τῶν ἐπικλωθομένων καὶ τῆς πάντων ἀναγκαίας ἀκολουθίας εἶναι δεσπότιν. τὰς δὲ Μοίρας ἄλλην ἄλλο τι δρᾶν μερισαμένας τὰ ἔργα τῆς μονάδος· καὶ διὰ τοῦτο λέγεσθαι θυγατέρας, ὡς τήν τε πρόοδον καὶ τὴν οὐσίαν καὶ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας ἀπʼ ἐκείνης διακληρωσαμένας· ἐν γὰρ τοῖς θεοῖς τὰ αἴτια καὶ τὰ αἰτιατὰ τούτοις διαφέρει, τῷ ἡνωμένῳ καὶ πεπληθυσμένῳ, τῷ ὁλικωτέρῳ καὶ μερικωτέρῳ, τῷ ἐξῃρημένῳ καὶ προσεχεστέρῳ τοῖς διοικουμένοις. κἀνταῦθα τοίνυν προηγεῖται μὲν ἡ μονὰς καὶ ἐξῄρηται πάντῃ τῶν ἐγκοσμίων καὶ ἔστιν ὅλη καὶ μία, ταύτης δὲ ἡ τριὰς ἀνῆπται, μεριζομένη περὶ τὴν τοῦ ἀτράκτου περιφορὰν καὶ προάγουσα εἰς ἐμφανὲς τὴν τῆς μονάδος πρόνοιαν. ὅθεν καὶ Μοῖραι τὴν φήμην ἔσχον αὗται καλεῖσθαι, οὐ μόνον ὡς μερίζουσαι τὰ ὀφειλόμενα τοῖς γιγνομένοις πᾶσιν, ἀλλὰ καὶ ὡς μερισάμεναι τὴν τῆς μητρὸς ἡνωμένην ποίησιν· ἐκείνη δὲ Ἀνάγκη, ὡς κρατοῦσα πάντων ἀραρότως καὶ ἀναποδράστως, ὧν αὗται διῃρημένως. τῶν μὲν γὰρ ἔξω γενέσθαι δυνατὸν κατά τινα ἐνέργειαν, οἷον τῆς Λαχέσεως κατὰ τὴν πρὸ τοῦ κλήρου ζωήν· πρῶτος γὰρ ἡμᾶς ὁ κλῆρος ὑποτάττει τῇ Λαχέσει καὶ τὸ λαχεῖν οἷόν ποτε κλῆρον· τῆς δὲ Ἀνάγκης κατʼ οὐδεμίαν· διὸ κυρίως Ἀνάγκη πάντα περιλαβοῦσα τοῖς ἑαυτῆς ἀκλινέσιν ὅροις.
Τὸ δὲ δὴ λευχείμονας λέγεσθαι πάντως παρίστησιν, ὅτι καὶ νοερὰν εἰλήχασι ζωήν· καὶ τοῦ θείου φωτὸς μὲν ἡ ἐνάργεια καὶ ἡ ὄψις ἡ αὐτοφανὴς σύνθημα, τῆς δὲ ἐν οὐρανῷ ζωῆς τὸ φωτεινὸν καὶ διαυγὲς οἰκείως ἔχον τοῖς οὐρανίοις, ὥσπερ τὸ μέλαν τοῖς χθονίοις· τῆς γὰρ λαμπρότητος τῆς ἐν τῷ φωτὶ συγγενὲς τὸ λευκόν. ὅτι δὲ τὰς ἐσθῆτας οἱ μῦθοι σύμβολα παραλαμβάνειν εἰώθασιν τῶν ἀσωμάτων ζωῶν, ὅστις παρηκολούθηκεν ταῖς θεομυθίαις, πάντως που γιγνώσκει· καὶ γὰρ αἱ ζωαὶ τὰς τῶν θεῶν ὑπάρξεις ἀποκρύπτουσιν προβεβλημέναι καὶ αἱ ἐσθῆτες τὰ σώματα· καὶ ὡς αὗται περιέχουσιν ἐν ἀφανεῖ τὸ χρώμενον, οὕτω καὶ ἐκεῖναι τὰς θείας ἑνώσεις. ἐπεὶ δὲ αἱ ὑπάρξεις ἄλλων ἄλλαι, καὶ τὰς ἐσθῆτας τῶν μὲν λευκάς, τῶν δὲ μελαίνας, τῶν δὲ χρυσᾶς, τῶν δὲ τοιαύτας ἄλλας παραλαμβάνουσιν, καὶ πάντα ἁπλῶς τὸν ἔξωθεν κόσμον ταῖς ἔνδον καὶ ἐγκρυφίοις δυνάμεσιν ἐοικότα κατὰ σχήματα καὶ χρώματα περιβάλλουσιν αὐτοῖς. ἐπεὶ καὶ ἐν τοῖς ἱεροῖς διὰ ταῦτα τοῖς ἀγάλμασιν ἄλλοις ἄλλα περιέκειτο συνθήματα, τῶν κρειττόνων συνᾴδοντα τοῖς ἀγάλμασιν· καὶ οἱ τῶν θεῶν ἱεροὶ καὶ οἱ κλήτορες καὶ οἱ δοχεῖς πολυειδέσιν ἐχρῶντο χιτῶσιν καὶ καταζώσεσιν, μιμούμενοι τὰς θείας ζωάς, εἰς ἃς ἀνῆγον τὴν ἑαυτῶν πραγματείαν. προσήκει τοίνυν καὶ ταῖς Μοίραις τὸ φανὸν ὡς τὰς οὐρανίας ζωὰς προβεβλημέναις, διʼ ὧν κινοῦσι τὸν οὐρανόν· καὶ γὰρ τὸ ἀμιγὲς καὶ καθαρὸν αὐταῖς οἰκεῖον· διὸ καὶ νηφάλια σπένδειν θεμιτὸν Μοίραις καὶ πᾶν τὸ χθόνιον … μαις αὐ …
Τὸ δὲ στέμματα ἐπὶ τῶν κεφαλῶν αὐτὰς ἔχειν τῷ θείῳ φωτὶ καὶ νοητῷ περιλάμπεσθαι δηλοῖ τὰς ἀκροτάτας αὐτῶν ὑπάρξεις· οὐ γὰρ ἀπὸ φυτῶν τὸ στέμμα γίνεσθαί φασιν, ἀλλʼ ἀπὸ ἐρίων. καὶ ἔστι καὶ τοῦτο πρέπον ταῖς ἱερατικαῖς ζωαῖς· στρόφια γὰρ καὶ τοῖς ἱερεῦσιν τοῖς τῶν ἄλλων ὑψηλοτέρας ἱερωσύνας φέρουσιν ἔχειν προστέτακτο καὶ μέγα ἦν τὸ στροφίου κύριον εἶναι· τοῦτο δὴ οὖν ἀποτυποῦται τὰ στέμματα τὰ Μοιραῖα, συμβολικῶς περικείμενα ταῖς κεφαλαῖς αὐτῶν. αἱ μέν γε κεφαλαὶ τῶν θειοτάτων εἰκόνες εἰσὶν καὶ ὑψηλοτάτων ἐν αὐταῖς δυνάμεων, ἐπεὶ καὶ ἐφʼ ἡμῶν τοῦ θειοτάτου τῆς ψυχῆς εἰσιν οἰκήσεις. Τὰ δὲ στέμματα ζωὴν θείαν καὶ γόνιμον ἐνδείκνυται, συνάπτουσαν αὐτῶν τὰς ἀκρότητας ταῖς ὑπερτέραις αἰτίαις, ὡς τὰς ἱερατικὰς ζωὰς τοῖς θεοῖς οἷς καθιέρωτο τὰ στρόφια συνάπτειν ἐπεπίστευτο. καὶ ὁρᾷς ὅπως ὁ τῆς κεφαλῆς κόσμος τοῦ περὶ τὸ ἄλλο πᾶν σῶμα ὡς αἴτιος προϋπάρχων ἀναφαίνεται· τῆς γὰρ ἐσθῆτος τὸ ἔριον οἷον αἴτιόν ἐστιν, ὥστε εἰ καὶ ἑκάτερον ζωῆς σύμβολον, ἀλλὰ τὸ μὲν θειοτέρας καὶ αἰτιωτέρας, τὸ δὲ καταδεεστέρας καὶ ἀπʼ ἐκείνης ἀπορρεούσης. —Καὶ μὴν καὶ τὸ ἐπὶ θρόνων καθῆσθαι πέριξ καὶ διʼ ἴσου πᾶσαν αὐτῶν ἀναφαίνει τὴν τάξιν ἀεὶ ὡσαύτως ἔχουσαν καὶ περιέχουσαν πανταχόθεν τὸν ὅλον οὐρανὸν καὶ τὴν πρὸς ἀλλήλας αὐτῶν ἀξίαν καθʼ ἕνα λόγον ἑστῶσαν διαφυλάττουσαν. τὸ μὲν γὰρ διʼ ἴσου θαυμαστῶς ἐνεδείξατο πῶς ἔχουσι πρὸς ἀλλήλας … ην … ἀπὸ τῆς αὐτῆς προελθοῦσαι μονάδος … ἀλλήλαις, καὶ οὐχ ὡς τὰ αἴ … μόνον ὑπεροχὴ καὶ ὕφεσίς ἐστιν ἐν αὐταῖς. καὶ τοῦτο σημαίνει τὸ διʼ ἴσου πάσας τῶν ἄλλων διεστάναι, καὶ τὴν Λάχεσιν τῆς Κλωθοῦς καὶ τῆς Ἀτρόπου ταύτην καὶ τὴν Ἄτροπον τῆς Λαχέσεως, οἷον ἐν ἰσοπλεύρῳ τριγώνῳ τεταγμένας. τοῦτο δὲ ὅπερ εἴπομεν τὴν σύνταξιν αὐτῶν σημαίνει τὴν ὡς ἀπὸ μιᾶς αἰτίας πάσας ὑποστάσας κατὰ μίαν ἰσότητα συντάττουσαν. τὸ δὲ δὴ πέριξ τὴν ἔξωθεν περικαλύπτουσαν τὸν ἄτρακτον ζωήν· περιέχουσι γὰρ ὅλον ἐν ἑαυταῖς καὶ οἷον περικάθηνται τῷ σφονδύλῳ πανταχόθεν· οἷον εἰ νοήσειας ἐπὶ τῆς κυρτῆς ἐπιφανείας τρίγωνον ἐκ περιφερειῶν ἴσων καὶ κατὰ τὰς γωνίας ἱδρυμένας ἐπὶ θρόνων τὰς Μοίρας. οὕτω γὰρ καὶ διʼ ἴσου καὶ πέριξ ταύτας νοήσεις ἐφιδρυμένας τῷ παντί, καὶ ἅμα μὲν ἀλλήλαις ὁμοταγεῖς, ἅμα δὲ τῷ οὐρανῷ περιβαλλούσας τὴν ἑαυτῶν φυλακήν. Τοὺς δὲ δὴ θρόνους, ἐφʼ ὧν αὐτοπτικῶς αὐτὰς ἐκεῖνος ἑώρα καθημένας, τίνας ἂν φαῖμεν ἢ δυνάμεις εἶναι αὐτὰς ὑποδεχομένας αὐτῶν τὴν μόνιμον καὶ σταθερὰν ἵδρυσιν; ἐπειδὴ γὰρ καὶ μένουσιν οἱ θεοὶ ἐν αὑτοῖς καὶ προΐασι διὰ πάντων καὶ ἐπιστρέφουσιν εἰς τὰ πρὸ αὐτῶν, καὶ οὔτε τὸ μένειν χαλῶσιν διὰ τὸ προϊέναι καθάπερ αἱ ψυχαί — ταύταις γὰρ ἡ εἰς τὸ κάτω πρόοδος ἀποφοιτώσαις μὲν τῶν αἰτίων, ἐξισταμέναις δὲ γίνεται ἑαυτῶν — οὔτε τὸ προιέναι ἐπέχουσιν διὰ τὸ μένειν — … ἐν τῷ κατὰ φύσιν … π … α κινητά ἐστιν —, ἀλλʼ ἅμα τὸ συναμφότερόν ἐστιν παρʼ αὐτοῖς καὶ τὸ ἐπιστρέφεσθαι μετὰ τούτων, τὰς μὲν ζωὰς ἁπάσας τὰς τὴν μονὴν αὐτῶν ὑποδεξαμένας θρόνοις εἰκάζουσιν, τὰς δὲ ταῖς προόδοις ὑπηρετούσας ἢ ἐπιστροφαῖς ὀχήμασίν τισιν· καὶ ταῦτα παραπετάσματα γίνεται τοῖς σοφοῖς μύθοις τῆς περὶ θεῶν ἀληθείας. καὶ τοίνυν καὶ τῶν Μοιρῶν τὰς ἐξῃρημένας τοῦ οὐρανοῦ ζωὰς τὰς τῶν μονίμων ἐν ἑαυταῖς δυνάμεων ὑποδοχάς, ἐν αἷς ἱδρυμέναι καὶ τὸν οὐρανὸν ἐν ἑνὶ τόπῳ μένοντα διαφυλάττουσιν, θρόνους ὑπολαβεῖν χρὴ λέγεσθαι, καθάπερ ἐν Φαίδρῳ θεῶν ὀχήματα … ταῖς τε πορείαις αὐτῶν συνεξορμώσας· ἐλαύνων γάρ, φησίν, ὁ Ζεὺς πτηνὸν ἅρμα πορεύεται πρῶτος· καὶ ἑξῆς φησιν, ὅτι τὰ τῶν θεῶν ὀχήματα ἰσορρόπως εὐήνια ὄντα πορεύεται, τὰ δὲ ἄλλα μόγις. καὶ γὰρ ἐκεῖ οἱ ἡνίοχοι τῶν ὀχημάτων ἕτεροι καὶ ἐνταῦθα αἱ ἐντεθρονισμέναι τῶν θρόνων, ὑποδοχαὶ δὲ ἄμφω ταῦτα ἀμφοῖν, ἀλλʼ αἳ μὲν κινουμένων, αἳ δὲ μενόντων. εἰ δὲ δὴ καὶ τὸν τόπον νοήσαις, ἐν ᾧ κεῖσθαι δεῖ φαντασθῆναι τοὺς θρόνους, ἐκεῖνο τὸ φῶς τὸ τῷ κίονι παραπλησίως ἀκλινές, καὶ ἐν ἐκείνῳ τὰς Μοίρας ἱδρυμένας λέγειν ἐκεῖθεν τὸν σφόνδυλον κινεῖν ἐν τῷ αὐτῷ, τάχʼ ἂν δυνηθείης κἂν τὴν φαντασίαν ἀποπλῆσαι διαστηματικὴν τούτων ἔννοιαν λαβεῖν ἐφιεμένην· εἰ γὰρ ἔξω τοῦ οὐρανοῦ κάθηνται καὶ εἰ ἐν τόπῳ ἐστὶν ἑκάστη, διʼ ἴσου διεστῶσαι ἀπʼ ἀλλήλων, ποῦ ἀλλαχοῦ ἢ ἐν ἐκείνῳ νοήσεις αὐτῶν τὴν ἵδρυσιν, ἐν ᾧ πάντα ἥδρασται μένοντα κατὰ τὰ αὐτά· τοιοῦτος δὲ ὡς ἐδείκνυμεν ἐκεῖνος ὁ τόπος, ὃν εἶπεν εἶναι τὸ φῶς, ὡς καὶ τοῦτο οὐκ ἀμυδρῶς δέδεικται διὰ τῶν ἔμπροσθεν.
Μέχρι μὲν δὴ τούτων ὅσα κοινὰ παραδέδοται θεάματα περὶ τῶν Μοιρῶν· ἔστιν δὲ ταῦτα τὸ θυγατέρας εἶναι πάσας τῆς Ἀνάγκης, τὸ διʼ ἴσου καθῆσθαι, τὸ πέριξ, τὸ στέμματα ἐπὶ τῶν κεφαλῶν ἔχειν, τὸ λευχειμονεῖν, τὸ ἐπὶ θρόνων δή τινων ἱδρῦσθαι. λοιπὸν δὲ ἐντεῦθεν τὰς διαφερούσας αὐτῶν ἐνεργείας ἐκφαίνει καὶ ταύτας διαιρεῖ, τὰς μὲν γνωστικὰς τιθέμενος αὐτῶν, τὰς δὲ κινητικάς. αἱ μὲν γὰρ ὑμνῳδίαι τῶν γεγονότων καὶ ὄντων καὶ ἐσομένων· καὶ πῶς ἣ μὲν ὑμνεῖ τὰ γεγονότα μόνως, ἡ Λάχεσις, ἣ δὲ τὰ παρόντα μόνον, ἡ Κλωθώ, ἣ δὲ τὰ μέλλοντα μόνως, ἡ Ἄτροπος; δυνατὸν μὲν οὖν λέγειν, ὅτι τὴν τάξιν ἠθέλησεν τῶν Μοιρῶν ποιῆσαι γνώριμον διὰ τῶν τριῶν τοῦ χρόνου μορίων· ὧν ἡγεῖται μὲν τὸ γεγονός, ὡς ἡ Λάχεσις ταῖν δυεῖν· δεύτερον δὲ τὸ παρόν, ὡς ἡ Κλωθὼ δευτέρα· τρίτον δὲ τὸ ἐσόμενον, ὡς ἡ Ἄτροπος. γελοῖον γάρ, εἴ τις οἴοιτο τοῖς χρόνοις ὄντως διῃρῆσθαι τὰς ὑμνήσεις, ἀλλὰ μὴ συμβολικῶς σημαίνεσθαι διὰ τούτων πρώτην καὶ μέσην καὶ τελευταίαν νοήσεων ἐνέργειαν, πασῶν μὲν ὑπὲρ χρόνον οὐσῶν, τοῦ δὲ μύθου διὰ τῶν χρονικῶν ὀνομάτων τὴν ἐξαλλαγὴν τῶν ἀχρόνων νοήσεων σημαίνοντος. … ου κάτ … οὐ γὰρ κατὰ τὴν ἀξίαν τὸν ὕμνον πρὸς τὴν τῶν Σειρήνων ἁρμονίαν συνᾴδειν ἀναστρέψας εἶπεν ὁ μῦθος τὴν τάξιν. τὴν γὰρ ἁρμονίαν ἕπεσθαι δεῖ τῇ ᾠδῇ, καθάπερ ἐν τοῖς Νόμοις ἐδιδάχθημεν, μέλει μὲν ἀκολουθεῖν ῥυθμόν, ᾠδῇ δὲ μέλος· καὶ εἰ ἐνταῦθα τοῦτο κατὰ λόγον ἐστίν, πολλῷ πρότερον ἐν τῷ παντὶ τοῦτο κατὰ φύσιν. δεῖ τοίνυν καὶ ταῖς ὑμνήσεσι τῶν Μοιρῶν ἕπεσθαι τὰς ἁρμονίας τῶν Σειρήνων· ὃ δὲ διʼ ἐπίκρυψιν ἔμπαλιν ἀπεφήνατο τὰς Μοίρας ὑμνεῖν πρὸς τὴν ἁρμονίαν τῶν Σειρήνων, οὐχ ὡς ἑπομένην ἐκείνῃ προτέραν οὖσαν, ἀλλʼ ὡς ὅρον αὐτῇ καὶ μέτρον ἐπάγουσαν. τοῦτο μὲν τοίνυν σαφὲς οὑτωσὶ γέγονεν ἡμῖν· εἰ δὲ βούλει, καὶ καθʼ ἕτερον τρόπον σκόπει τῶν χρονικῶν ὕμνων τὴν ἐξήγησιν. αὐτὸ μὲν γὰρ ὅλως τὸ ὑμνεῖν δηλοῖ τὴν ἐνέργειαν αὐτῶν εἶναι τὴν νοερὰν εἰς τὰς ὑπερτέρας αἰτίας ἐπεστραμμένην· αἱ γὰρ ὑμνήσεις τῶν θεῶν κρειττόνων εἰσίν, ἀλλʼ οὐ χειρόνων. δῆλον οὖν ὅτι νοοῦσιν τὰς ἐν τῇ μητρὶ τῶν πάντων αἰτίας καὶ εἰσὶν ὄντως ὑμνῳδοὶ τῆς μητρός, ἐπειδὴ δὲ ἡ μὲν τῆς Λαχέσεως νόησις περιέχει τὰς τῶν ἄλλων, ἡ δὲ τῆς Κλωθοῦς τὴν τῆς λοιπῆς, τὰ χρονικὰ ὀνόματα συνθήματα παρείληπται τῆς περιοχῆς· τὰ μὲν γὰρ γεγονότα μέλλοντα καὶ παρόντα γέγονε πρότερον, τὰ δὲ παρόντα μέλλοντα μὲν γέγονε, γεγονότα δὲ οὔπω· τὰ δὲ μέλλοντα μέλλοντα ἄρα μόνον ἐστίν, οὔτε δὲ παρόντα πώς ἐστιν οὔτε πολλῷ μᾶλλον γεγονότα. περιεκτικώτερα οὖν τὰ γεγονότα μὲν τῶν λοιπῶν, παρόντων καὶ μελλόντων, τὰ παρόντα δὲ τῶν μελλόντων μόνων. ὥστʼ εἶναι δῆλον ἐκ τούτων, ὅτι αἱ μὲν τῆς Λαχέσεως νοήσεις ὁλικώτεραι τῶν ἐν ταῖς ἄλλαις εἰσὶν νοήσεων, ἡ δὲ τῆς Κλωθοῦς μερικωτέρα μὲν τῆς ἐν τῇ Λαχέσει, περιληπτικωτέρα δὲ τῆς ἐν τῇ Ἀτρόπῳ — καὶ γὰρ οὔπω μὲν τὸ παρόν ἐστιν γεγονός, μέλλον δὲ πρότερον ἦν —, ἡ δὲ τῆς Ἀτρόπου μερικωτέρα ἐκείνων, εἴπερ τὸ μέλλον οὔπω παρόν ἐστιν, ἀλλʼ οὐδὲ γεγονός. εἰ οὖν αἱ νοήσεις αὐτῶν ὡς εἰς τὰ θειότερα ἐπεστραμμέναι ὑμνήσεις προσηγορεύθησαν, ὑμνοῦσι δέ που καὶ νοοῦσιν, ὁλικώτερα μὲν ἡ Λάχεσις νοητά, μερικώτερα δὲ ἡ Ἄτροπος, μέσα δὲ ἡ Κλωθώ, τούτῳ δηλαδὴ καὶ τὴν τῶν νοήσεων ἱκανῶς δηλοῖ καὶ τὴν τῶν νοούντων ἐξαλλαγήν. Καὶ μὴν καὶ τὰς κινητικὰς αὐτῶν ἐνεργείας τῇ τῶν γνώσεων τάξει συμβαινούσας ἀκούομεν· ἡ μὲν γὰρ Κλωθὼ τῇ δεξιᾷ χειρὶ κινεῖ καὶ δῆλον ὅτι τὴν ἐπὶ δεξιὰ περίοδον, ἡ δὲ Ἄτροπος τῇ ἀριστερᾷ καὶ δῆλον δὴ ὅτι καὶ αὕτη τὴν ἐπʼ ἀριστερὰ περιφοράν, ἡ δὲ Λάχεσις ἑκατέρᾳ ταῖν χειροῖν ὡς τὰς συναμφοτέρας περιάγουσα. πάλιν οὖν ἡ μὲν Λάχεσις ὁλικωτέρα ταῖν δυεῖν, ἡ δὲ Κλωθὼ προηγεῖται τῆς Ἀτρόπου τὴν κρείσσονα κινοῦσα περίοδον, τρίτη δὲ ἡ Ἄτροπος, ὑφειμένη τῆς μὲν τῷ μοναχῇ κινεῖν, τῆς δὲ τῷ τὴν καταδεεστέραν· κρείττων γοῦν ἡ ἐπὶ δεξιὰ τῆς ἐπʼ ἀριστερὰ περιαγωγῆς, ᾗ τὰ δεξιὰ τῶν ἀριστερῶν δυνατωτέραν ἔχει τάξιν. ἐκεῖνο δὲ τούτων ἀληθεστάτων οὐσῶν ἄξιον μὴ παραδραμεῖν, ὅτι καὶ τὴν Κλωθὼ καὶ τὴν Ἄτροπον κινεῖν εἰπὼν προσέθηκεν ἐφʼ ἑκατέρας· διαλείπουσαν χρόνον, ὡς ἐπὶ τῶν ὑμνήσεων τὸ πρὸς τὴν τῶν Σειρήνων ἁρμονίαν, οὕτως ἐπὶ τῶν κινήσεων τὸ διαλείπειν χρόνον ἄλλο τι δεόμενον ἐπιστάσεως. τί οὖν δηλοῖ τὸ διαλείπειν χρόνον; ἢ πρὸς μὲν τὸ πλάσμα τῆς θεομυθίας, ἵνα καὶ ἡ Λάχεσις ἔχῃ χώραν ἑκατέραν ταῖν περιόδοιν κινεῖν, ὅταν ἐκεῖναι διαλείπωσιν, πρὸς δὲ τὴν ἀλήθειαν, εἰς ἔνδειξιν τοῦ μὴ εἶναι τὰς ἀπʼ αὐτῶν κινήσεις ἑτεροκινήτων; ἔστησαν γὰρ ἂν αἱ περίοδοι τούτων διαλειπουσῶν· τὸ οὖν αὐτοκίνητον αὐταῖν ὁρᾷς, εἰ διαλιπούσας ταύτας λάβωμεν. — Αἱ δὲ δὴ χεῖρες αἱ τῶν Μοιρῶν τίνας ποτὲ δηλοῦσι δυνάμεις; ἢ ὡς αἱ κεφαλαὶ τὰς θειοτάτας, οὕτως αἱ χεῖρες τὰς δευτερουργούς· καὶ ὡς ἐκεῖναι τὰς νοερωτάτας, οὕτως αὗται τὰς ποιητικάς· καὶ γὰρ αἱ μὲν κεφαλαὶ γεγόνασιν ἀρχαὶ τῶν ζῴων, αἱ δὲ χεῖρες ἀντιλήψεως ἕνεκα καὶ ἀμύνης καὶ ὅλως τοῦ δρᾶν. καὶ λάβοις ἂν καὶ ἐκ τούτων, ὅπως καὶ θεολόγοι χεῖράς τινας ἀποκαλοῦσι θεότητας ἢ τῆς ζῳογόνου Ῥέας ἢ τοῦ βασιλέως Ἡλίου· καὶ αὖ ὅπως τὰς ὑπερκοσμίους θεότητας ἅπτεσθαί φασι καὶ μὴ ἅπτεσθαι τοῦ οὐρανοῦ, καὶ τοῦ Σωκράτους ἀκούσας ὑμνοῦντος τὰς Μοιραίας χεῖρας καὶ λέγοντος αὐτὰς ἅπτεσθαι καὶ μὴ ἅπτεσθαι τῶν κινουμένων. οὕτω δὲ ἄρα δυνάμεών εἰσιν αἱ χεῖρες σύμβολα θειοτάτων, ὡς καὶ ἐν τοῖς ὑπὲρ τὸν δημιουργὸν θεοῖς Ἑκατόγχειρας ὑμνεῖσθαί τινας φρουρητικοὺς ὄντας τῶν νοερῶν βασιλέων· τριῶν γὰρ τούτων … ἀντοχῆς. Τοσαῦτα καὶ περὶ τούτων. τὸ δὲ τὴν Λάχεσιν ἐν μέρει ἑκατέρας ἐφάπτεσθαι σημαίνει δήπου τὸ δυνάμεις ἔχειν … , διʼ ὧν συνεφάπτεται ταῖς ἄλλαις τῶν κινήσεων, ὥσπερ ἡ Ἀνάγκη κατὰ μίαν ἕνωσιν τὴν κοινὴν πᾶσιν ἐνδίδωσι κίνησιν. δοκεῖ δέ, ὡς εἴπομεν, καὶ τῷ πλάσματι χώραν παρέχειν· εἰ γὰρ ἐκεῖναι διαλείπουσιν χρόνον κινοῦσαι, αὕτη εἰκότως ἐν μέρει ἑκατέρᾳ χειρὶ κινεῖ· οἷον ἐν ᾧ μὲν ἡ Κλωθὼ διαλείπει, τῇ δεξιᾷ κινοῦσα μόνῃ, ἐν ᾧ δὲ ἡ Ἄτροπος, τῇ ἀριστερᾷ, ἵνα τὸ πᾶν ἀεὶ μὲν ὑπό τινος κινῆται καθʼ ἑκατέραν ταῖν περιόδοιν, μηδέποτε δὲ ὑπὸ δυεῖν· τοῦτο δέ, ὃ καὶ πρότερον εἴπομεν, ἔνδειξιν ἔχει τοῦ τὰ ἀφʼ ἑκάστης ἐνδιδόμενα τῷ κόσμῳ διάφορα εἶναι, καὶ μετέχειν τὰς περιφορὰς οὐ τῶν αὐτῶν παρά τε τῆς μιᾶς καὶ ταῖν δυεῖν· τῷ γὰρ χρόνῳ διεῖλεν τὰ τῇ τάξει διῃρημένα, καθάπερ καὶ ἐπὶ τῶν ὑμνήσεων διήλθομεν· ἐπεὶ καὶ τοῦτο τῶν θεομυθιῶν ἴδιον, μεταλαμβάνειν τὰς ἀχρόνως συνούσας ἐνεργείας, διαφερούσας δὲ ἀλλήλων, εἰς χρονικὴν τάξιν καὶ ἐξαλλαγὴν ὑπὲρ τοῦ κατιδεῖν διωρισμένως τὰς ἰδιότητας αὐτῶν.
Σφᾶς οὖν, ἐπειδὴ ἀφικέσθαι, εὐθὺς δεῖν ἰέναι πρὸς τὴν Λάχεσιν· ἕως τοῦ· ἀναβάντα ἐπί τι βῆμα ὑψηλὸν εἰπεῖν.
Τὸ μὲν ἐπὶ τὴν Λάχεσιν ἀφικνεῖσθαι πρώτην τὰς ψυχὰς οὔτε εἰς τὸν οὐρανὸν αὐτὰς μεθίστησιν οὔτε πολλῷ πλέον ἐπέκεινα ποιεῖ τοῦ οὐρανοῦ. πῶς γὰρ εἰκὸς τοῦτο πάσχειν ἢ τὰς ἐξ οὐρανοῦ πεσούσας ἢ τὰς μόλις ἐκ … ἄλλα μορφ … ἐσχηματισμένως, οὕτω καὶ ἐν ταῖς ψυχαῖς ἑώρα τῇ Λαχέσει προσιούσαις· ἣν ἑώρα καθημένην ἐφʼ ἑνὸς τῶν τριῶν θρόνων· αἱ δὲ ψυχαὶ προσῄεσαν ὡς ἐκείνης πρὸ τῶν ἄλλων κινούσης αὐτὰς ἐπὶ τὰς αἱρέσεις τῶν δευτέρων βίων. οὐκ ἔστιν οὖν ἡ προσέλευσις συναφὴ πρὸς αὐτήν, ἀλλὰ διʼ ὧν ὥρμων ἐπὶ τοὺς βίους, οἰκείωσις πρὸς αὐτήν, καὶ εἰ ὑπὸ σελήνην ἦσαν· ὅπου γὰρ ἂν ᾖ τὸ τὴν ἐνέργειαν προβάλλον, κατʼ αὐτὴν τὴν προβολὴν πρόσεισιν τῷ τῆς ἐνεργείας ἐφόρῳ. Τοῦτο μὲν οὖν τὸ προσϊέναι δηλοῖ τῷ μύθῳ πρὸς τὴν Λάχεσιν· τὸ δὲ δὴ προφήτην τινὰ πρῶτον ἐν τάξει διϊστάνειν τὰς ψυχὰς ἐναργῶς παρίστησιν, ὡς ἄρα οὐκ ἔστιν ἡ αὐτὴ τῶν ψυχῶν ἀξία πασῶν· ἀλλʼ αἳ μὲν κρείττους εἰσίν, αἳ δὲ χείρους τῶν αἱρησομένων τοὺς βίους, καὶ ἡ ἐν τάξει διάστασις τὴν κατὰ τάξιν αὐταῖς παρέχεται διάκρισιν, οὐ τοπικὴν οὖσαν, ἀλλὰ ζωτικήν. ὡς ἂν οὖν αὐτῶν μὲν οὐκ εἰδυιῶν τὴν ἐν ἀλλήλαις ἀξίαν, ἐκείνου δὲ καὶ εἰδότος καὶ διορίζοντος κατὰ ταύτην αὐτὰς ἀπʼ ἀλλήλων, οὕτως εἶπεν ὅτι διέστησεν ὁ προφήτης αὐτὰς ἐν τάξει, τὰς μὲν εὐμοιροτέρας ὁρῶν, τὰς δὲ δυσμοιροτέρας· οὐ γὰρ κατʼ οὐσίαν αὐτὰς διέστησε — τοῦτο γὰρ εἶχον ἐκ τῆς δημιουργικῆς αἰτίας —, ἀλλὰ κατὰ τὴν ζωὴν τὴν παροῦσαν, ἔχουσαν τὴν διαφορὰν περὶ τὴν τῶν κλήρων διανομὴν τῶν τε δοκούντων εὐμοιροτέρων εἶναι καὶ τῶν ἥσσονα τὴν εὐμοιρίαν ἐχόντων· τὸ δὲ εὔμοιρον ἢ ἐναντίον ἐν τοῖς κλήροις ἐστίν. κατα … τα κινήσεως … βίων, ἀφʼ ὧν αἱ αἱρέσεις, εὐμοιρότερον τὸ ἐξ ἀφθονωτέρων εἶναι τὴν αἵρεσιν ἢ ἐξ ἐλαττόνων, καὶ τὸ ἐξ ἀμεινόνων ἢ χειρόνων. ἀλλὰ ταῦτα μὲν καὶ εἰς ὕστερον ἔσται φανότερα πάντως· νυνὶ δὲ τίς ἐστιν οὗτος ὁ προφήτης λέγωμεν καὶ πρῶτον ἐπιστήσωμεν, ὅτι προφήτην αὐτὸν οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ τινὰ προφήτην, ὡς ὄντων δήπου καὶ ἄλλων, ἀφʼ ὧν εἷς οὗτός ἐστιν, εἰς τὴν προφητικὴν ταύτην τελούντων σειράν. ἔπειτα ὅτι τῆς Λαχέσεως αὐτὸν ἐκφαντορικὸν εἶναι τῶν λόγων φησίν· οὐ γὰρ ἑαυτοῦ λέγειν λόγους, ἀλλὰ τῆς κόρης τῆς θυγατρὸς οὔσης ἐκείνης τῆς Ἀνάγκης, καὶ τέλος εἶπεν, ὅτι τῆς Λαχέσεως· καὶ γὰρ καὶ αἱ λοιπαὶ θυγατέρες ἦσαν ἐκείνης. καὶ τρίτον, ὅτι διαλέγεται πρὸς τὰς ψυχὰς περὶ μιᾶς δή τινος εἰς γένεσιν καθόδου καὶ ἑνὸς αἱρέσεως βίου, καὶ ὡς τὸν δαίμονα αὐτὸς ἐφίστησι ταῖς ἑλομέναις. Ἐκ δὴ τούτων οὔτε νοῦν σεληνιακόν, ὡς Πορφύριος ὑπέλαβεν, αὐτὸν ἡμεῖς εἶναι φήσομεν· θεῖος γάρ ἐστιν καὶ ὁ σεληναῖος νοῦς καὶ δημιουργικὴν ἔλαχεν τάξιν, ἀλλʼ οὐχ ὑπηρέτης ἐστὶ τῶν Μοιρῶν, καὶ πᾶσαν κυβερνᾷ τὴν γένεσιν· οὔτε τὸν δημιουργὸν τοῦ παντός, ὡς Θεόδωρος ὁ Ἀσιναῖος· ἐκεῖνος γὰρ οὐ περὶ μιᾶς γενέσεως δημηγορεῖ πρὸς τὰς ψυχὰς οὐδὲ μιᾶς Μοίρας ἀπαγγέλλει τινὰς λόγους, ἀλλὰ πάντας ἐγγράφει τοὺς εἱμαρμένους νόμους ταῖς οὐσίαις τῶν ψυχῶν καὶ περὶ πάσης διαλέγεται τῆς ἀπὸ τοῦ νοητοῦ περιόδου πασῶν εἰς τὸ νοητόν. ἀλλʼ ἐπειδὴ δεύτερος μέν ἐστι τῶν Μοιρῶν, καὶ ἐκφαντορικὸς τῶν νοήσεων τῆς Λαχέσεως, τοῦ δὲ λαγχάνοντος τὰς ψυχὰς δαίμονος ὑπέρτερος — τῆς μὲν γὰρ ἀπαγγέλλει τοὺς λόγους, τὸν δὲ ἐφίστησιν ἑκάστῃ τῶν ψυχῶν —, ἀγγελικῆς αὐτὸν εἶναι θετέον τάξεως· οἱ γὰρ ἄγγελοι τίνες εἰσὶν ἢ οἱ ἄλλων λόγους ἐκφαίνοντες; τίνες δὲ καὶ οἱ θεῶν μὲν ὑπηρέται, δαιμόνων δὲ ἐπιστάται πλὴν τῶν ἀγγέλων; καὶ οὐ ξενικὸν τὸ ὄνομα καὶ βαρβάρου θεοσοφίας μόνης, ἀλλὰ καὶ Πλάτων ἐν Κρατύλῳ τὸν Ἑρμῆν καὶ τὴν Ἶριν θεῶν ἀγγέλους εἶναί φησιν, καὶ παρὰ τὸ εἴρειν αὐτῶν τὰ ὀνόματα γενέσθαι λέγει σαφῶς. ἀλλʼ ἐκεῖνοι μὲν ἄρχοντές εἰσι καὶ κατὰ τοὺς ἄλλους Ἑλλήνων θεολόγους τῆς ἀγγελικῆς σειρᾶς, ὃ μὲν τῆς ἄρρενος, ἣ δὲ τῆς θηλείας, καὶ ὑπουργοῦσιν τοῖς δημιουργοῖς τοῦ παντός· ἡ δὲ προφητικὴ τάξις Μοιραία μέν ἐστιν, ἐφέστηκεν δὲ ταῖς εἰς γένεσιν καθόδοις τῶν ψυχῶν, ἐκ τοῦ ἀφανοῦς αὐτὰς εἰς τὴν ἐμφανῆ παραπέμπουσα ζωήν, καὶ δαιμόνων ἡγεῖται τῶν καλουμένων ἀγγελικῶν, ὅσοι τοὺς τῇδε βίους ἡμῶν ἐπιτροπεύουσιν, εἰληχότες ἡμᾶς μετὰ σωμάτων ζῶντας. Ἄλλοτε δὲ ἄλλων ψυχῶν συγκλήρων γινομένων, ἃς ὁ τῶνδε τῶν λόγων μηνυτὴς ἑώρα, τούτων προφήτης τὶς προειστήκει· θαυμαστὸν γὰρ οὐδὲν ἄλλον ἄλλαις ψυχαῖς διανέμειν τοὺς κλήρους. εἰ δὲ δὴ καὶ τὸ ὄνομα τοῦ προφήτου σκοποίης, ὡς αὐτὸς ἐν Τιμαίῳ διώρισεν, ἑρμηνευτικὸν τῶν μαντέων ὂν καὶ ὧν ἐνθεάζοντες ἐκεῖνοι λέγουσιν ἐξηγητικὸν διὰ νοερᾶς ἐπιστάσεως, ἔσται σοι δῆλον, ὅπως καὶ οὗτος ὁ ἐν τῷ παντὶ προφήτης τῶν ἐν τῇ Λαχέσει θείων ἐστὶ νοήσεων ἐκφαντικός, νοῦς μὲν ὤν, ἀλλὰ τὶς νοῦς, ἀλλὰ Μοιραῖος νοῦς, τεταγμένος δὲ οὐκ ἐν σελήνῃ, καθάπερ φησίν τις, ἀλλʼ ἐν τῷ αἰθέρι· τοῦτον γὰρ τὸν τόπον ἀρχὴν εἶναι τῆς γενέσεως οἰόμεθα· θνητῆς δὲ περιόδου προστάτης ὁ προφήτης καὶ οὐκ ἀνόδων εἰς οὐρανόν, ἀλλὰ καθόδων εἰς τὴν γένεσιν. ἐπειδὴ δὲ τῶν κληρουμένων ὑπερίδρυται ψυχῶν, νοῦς αὐτὸς ὢν γενεσιουργὸς τῶν εἰς γένεσιν πεμπομένων ἄρχων, οὐχ ἁπλῶς αὐτόν φησι δημηγορεῖν εἰς τὰς ψυχὰς ταύτας τὰς συγκλήρους, ἀλλʼ ἀναβάντα ἐπί τι βῆμα ὑψηλόν, ἵνα καὶ συντεταγμένος ᾖ ταῖς ψυχαῖς, ὡς λόγων χορηγός, καὶ ἐξῃρημένος ἀπʼ αὐτῶν, ὡς ἐπὶ βήματος λέγων.
Τί οὖν δή ἐστιν τουτὶ τὸ βῆμα, λέγωμεν· οὐ γὰρ ὡς ἔτυχεν τοῦτο παρέρριψεν ὁ μῦθος οὐδὲ πλάσας αὐτὸς νοῦν ἐπὶ βήματος δημηγόρον· ἀλλʼ ὥσπερ οἱ λόγοι μεταδόσεις εἰσὶν ἐνεργειῶν εἰς τὰς ψυχάς, κινητικαὶ μὲν αὐτῶν εἰς τὴν γένεσιν, ἐγερτικαὶ δὲ εἰς τὰς τῶν βίων προβολάς, ἐρεθιστικαὶ δὲ τῶν φαντασιῶν εἰς τοὺς ὀφειλομένους κλήρους, ἵνα ἕκασται λαβοῦσαι τὸν οἰκεῖον ἐκλέξωνται τοὺς βίους, οὕτω καὶ τὸ βῆμα σύμβολόν ἐστιν μυθικὸν τοῦ ὀχήματος τοῦ προφητικοῦ, διʼ οὗ κυβερνᾷ τὰ ὀχήματα τῶν ψυχῶν. ἐφʼ οὗ βεβηκὼς ὄντως αὐτὸς ἐπιστατεῖ ταῖς κατιούσαις, μένων ἐν τῇ ἑαυτοῦ τάξει καὶ οὐκ ἀφιστάμενος τοῦ αἰθέρος· πᾶς γὰρ ἐγκόσμιος νοῦς ἔχει τι πάντως ἐγκόσμιον ὄχημα, διʼ οὗ συμπληροῖ τὸ πᾶν καὶ μέρος ὢν τοῦ παντὸς ἐγκόσμιος ἀποκαλεῖται. καὶ δὴ καὶ ὁ παρὼν νοῦς ἔχει τοιοῦτόν τι σῶμα ἀίδιον, ᾧ ἐποχούμενος ἐνεργεῖ τὰ ἐκ .. τοῦτο ἐννοῶν ὁ τοῦ μύθου τοῦδε μηνυτὴς βήματι χρῆσθαι τὸν προφήτην εἶπεν ὑψηλῷ· διότι γὰρ ἐν τῷ ὕψει τοῦ αἰθέρος αὐτὸ ἐθεᾶτο, διὰ τοῦτο ὑψηλὸν αὐτὸ προσεῖπεν. εἰ δὲ ἀναβαίνειν εἶπεν τὸν ἀεὶ ἐφεστῶτα καὶ ποτὲ λέγειν τὸν ἀεὶ λέγοντα, καὶ εἴ τι ἄλλο τοιοῦτον χρονικόν ἐστιν, τῆς τοῦ ὁρῶντος αὐτὸ χρονικῆς θεωρίας οἰητέον εἶναι συνεισαγούσης ἀφʼ ἑαυτῆς καὶ διʼ ἑαυτὴν χρόνον τοῖς ἀϊδίοις, ὥσπερ καὶ τόπον τοῖς ἔξω τόπου παντὸς καὶ σχήματα τοῖς ἀσχηματίστοις. οὕτω δὲ καὶ ἐν τῷ Φαίδωνι περὶ τῶν ψυχῶν λέγων χρωμένων ἔξω τῶν σωμάτων τούτων ἄλλοις ὀχήμασιν ἀναβᾶσαι, φησίν, ἃ δὴ αὐταῖς ὀχήματά ἐστιν, ὥσπερ καὶ ἐν τούτοις τὸν προφήτην ἐπί τι βῆμα ἀναβαίνειν εἴρηκεν. ἀλλʼ οὐχὶ τὸν ἐν Τιμαίῳ δημιουργὸν πρὸς τὰς ψυχὰς διαλεγόμενον βήματος εἶπεν δεῖσθαί τινος· ὑπερκόσμιος γὰρ ἦν καὶ παντελῶς ἐξῃρημένος τῶν ψυχῶν, ὁ δὲ προφήτης καὶ θνητῶν περιόδων κῆρυξ καὶ ἐγκόσμιος.
Τοὺς μὲν οὖν λόγους τοὺς προφητικοὺς ὕστερον διασκεψόμεθα· νυνὶ δὲ τίνες οἱ κλῆροι καὶ τίνες οἱ βίοι λέγωμεν πρότερον, καὶ τίνα τὰ παραδείγματα τῶν βίων, καὶ διὰ τί ταῦτα ἀπὸ τῶν τῆς Λαχέσεως δέχεται γονάτων, ἀλλʼ οὐκ ἀπὸ τῶν ἄλλων Μοιρῶν ἢ ἀπὸ τῆς μητρὸς τῶν Μοιρῶν· ἄξια γὰρ ταῦτα θεωρίας. τούτων δὴ προκειμένων εἰς ἐπίστασιν δύο ταῦτα μάλιστα χρὴ προλαβεῖν, ἵνʼ ὁ σύμπας λόγος ἡμῖν γένηται καταφανής· ἓν μὲν ὅτι τὸ ἐφʼ ἡμῖν οὐ μάτην λέγεται παρὰ τοῖς Στωικοῖς, ἀλλʼ ἔστιν καὶ μάλιστα ἐν ταῖς ἔξω σωμάτων ψυχαῖς οὐδὲ ταῖς σωματικαῖς ἀνάγκαις κατειλημμέναις. δεύτερον δὲ ἕτερον τὰς τοῦ κόσμου περιόδους δρᾶν εἰς τὰ θνητὰ πάντα καὶ πολλὰ γίγνεσθαι καὶ ἐκεῖθεν εἰς ἡμᾶς ὡς ἐν αὐτῷ περιεχομένους. τούτων γὰρ προληφθέντων εὐμαρὴς ὁ περὶ τῶν κλήρων ἔσται καὶ τῶν βίων ἡμῖν λόγος. τὸ μὲν οὖν τὰς κοσμικὰς περιφορὰς διαβαίνειν καὶ μέχρις ἡμῶν καὶ τῶν ἄλλων θνητῶν ζῴων ὑπομνηστέον ἐκ τῆς τοῦ κόσμου συμπαθείας· ταύτην δὲ αὖ ἀποδεικτέον ἡμῖν ἐκ τοῦ ζῷον ἓν εἶναι τὸ πᾶν. εἰ γάρ ἐστι ψυχὴ μία συνέχουσα τὸν ὅλον κόσμον, ἀνάγκη δήπου συμπάθειαν εἶναι τῶν ἐν αὐτῷ μερῶν πρὸς ἄλληλα· καὶ γὰρ τῶν τῇδε ζῴων ἕκαστον αὐτὸ πρὸς ἑαυτὸ συμπαθές ἐστιν οὕτως, ὥστε ἀπʼ ἄλλων μορίων ἄλλων κατάδηλον γίνεσθαι διάθεσιν. εἰ δὲ τὸ μερικὸν οὕτως ἀμυδροτέραν ἔχον τοῦ παντὸς ζωὴν ὅμως ἔχει τὴν τῶν μερῶν διὰ ταύτην συμπάθειαν, πολλῷ μᾶλλον ὁ κόσμος· ἡ γὰρ τοῦ παντὸς ζωὴ καὶ δυνατωτέρα πάντως ἐστὶν τῶν μερικῶν καὶ ζωὴ ἐπὶ ζωαῖς οὖσα μειζόνως συνδεῖ πάντα πρὸς τὴν ἀλλήλων κοινωνίαν καὶ τὴν ἀπʼ ἄλλων εἰς ἄλλα ποίησιν. εἰ δʼ οὖν ζῷον ἕν ἐστιν ὁ κόσμος, ἔστιν ἐν αὐτῷ ζωὴ μία πασῶν συναγωγὸς τῶν ἐν αὐτῷ ζωῶν· εἰ δὲ τοῦτο, συμπαθὴς ὁ κόσμος πρὸς ἑαυτόν· εἰ δὲ τοῦτο, δύνανται πάντως αἱ ἄλλων κινήσεις εἰς ἄλλα διαβαίνειν καὶ ποιεῖν εἰς ἐκεῖνα, κἂν ὁπωσοῦν ἔχῃ διαστάσεως· εἶναι γὰρ τὴν μίαν ζωὴν τὴν διαπορθμεύουσαν τὰς ποιήσεις ἀπὸ τῶν δυναμένων ποιεῖν εἰς τὰ δυνάμενα πάσχειν. εἰ δὲ ταῦτα ἀληθῆ, τῶν δὲ ἐν τῷ κόσμῳ μορίων τὰ μέν ἐστι κυριώτερα, τὰ δὲ ἀκυρότερα, καθάπερ καὶ ἐν ἑκάστοις τῶν θνητῶν ζῴων, δῆλον δήπουθεν, ὅτι τὰς τῶν κυριωτέρων δυνάμεις εἰς τὰ ἀκυρότερα δρᾶν ἀναγκαῖον καὶ τὰς ἀπὸ τῶν δυνάμεων κινήσεις καὶ τούτοις τὰς κινήσεις προξενεῖν. εἰ δὲ τοῦτο, κυριώτερα δὲ τὰ ἀΐδια τῶν θνητῶν καὶ τὰ τεταγμένως κινούμενα τῶν ἀτάκτων, ἀπʼ ἐκείνων ἄρα διαβαίνουσιν αἱ κινήσεις εἰς ταῦτα καὶ ταῦτα ἐκείνοις ἕπεται, τὰ θνητὰ τοῖς ἀθανάτοις τοῦ κόσμου μέρεσιν. εἰ δὲ τοῦτο, φοραὶ καὶ ἀφορίαι ζῴων θνητῶν ἀπὸ τῶν οὐρανίων περιόδων ἀθανάτων οὐσῶν ἐπιτελοῦνται καὶ φθοραὶ καὶ γενέσεις καὶ βίοι τῶν τῇδε ζῴων, οἱ μὲν πολυχρονιώτεροι, οἱ δὲ ὀλιγοχρονιώτεροι, καὶ κατὰ σώματα καὶ κατὰ ψυχὰς διαθέσεις χείρους καὶ βελτίους. Τὸ μὲν οὖν τὴν κοσμικὴν περιφορὰν δρᾶν εἰς ἡμᾶς διὰ τούτων ὑπομνηστέον, ὡς ἐν ἑνὶ ζῴῳ τῷ παντὶ τῶν μὲν ποιούντων, τῶν δὲ πασχόντων· τοῦτο δὲ δῆλον, εἰ ζῷον ὁ κόσμος· τοῦτο δὲ δῆλον ἀπὸ τοῦ κρεῖττον εἶναι πανταχοῦ τὸ ὅλον τοῦ μέρους, μηδαμοῦ δὲ τὸ ἄζων τοῦ ζῶντος καὶ τὸ ἀνόητον τοῦ νοῦν ἔχοντος· ὥστʼ εἰ ἔστιν τι τοιοῦτον ἐν τῷ παντὶ ζῶν καὶ νοοῦν, πολλῷ μᾶλλον τὸ πᾶν τοιοῦτον· νοῦ δὲ ὄντος ἐν τῷ παντὶ καὶ ζωῆς μιᾶς ὁ τῆς συμπαθείας ἐναργὴς ἤδη λόγος.
Ὅτι δὲ ἔστιν καὶ τὸ ἐφʼ ἡμῖν καὶ κύριοί τινών ἐσμεν αὐτοὶ καὶ ἑλέσθαι καὶ πρᾶξαι κατὰ τὰς αἱρέσεις, δῆλον, εἰ μὴ μάτην βουλευτικοὶ γεγόναμεν, τῆς φύσεως οὐδὲν ποιούσης μάτην. βουλευόμεθα δὲ ὡς ἐφʼ ἡμῖν ὄντος ἑλέσθαι τάδε πρὸ τῶνδε· καὶ γὰρ εἰ μηδέν ἐστιν ἐπὶ ταῖς ἡμετέραις αἱρέσεσιν, ἄλλο τι ἂν εἴη τῶν πραττομένων κύριον καὶ οὐχ ἡμεῖς ὧν πράττομεν. εἰ δὲ τοῦτο, οὐκέθʼ ἡμᾶς αἰτιατέον ὧν κατορθοῦμεν ἢ ἁμαρτάνομεν, ἀλλὰ τὸ κύριον· καὶ εἰ μὲν μηδʼ ὅλως ἐστὶν ἁμαρτήματα, ταῦτα μηδὲν αὐτὰ διαφέρειν τῶν κατʼ ἀρετὴν γινομένων, ἀλλʼ εἶναι πάντα ἀδιάφορα, τὸ σωφρονεῖν, τὸ ἀκολασταίνειν, ἕκαστα τῶν τοιούτων· εἰ δέ ἐστιν ἁμαρτήματα ἐναντία τοῖς τῆς ἀρετῆς ἔργοις, εἰ μὴ ἡμεῖς αἴτιοι τούτων, αἴτιον εἶναι τὸ χρώμενον ἡμῖν οἷον ὀργάνοις· ὅταν δὲ ᾖ τὸ μὲν ὄργανον, τὸ δὲ χρώμενον, οὔτʼ ἀγαθὸν οὔτε κακόν ἐστίν τι τοῦ ὀργάνου παντελῶς, ἀλλὰ τοῦ χρωμένου. μετοίσομεν οὖν τὰ ἁμαρτήματα τῶν πράξεων εἰς τὰ πρὸ ἡμῶν, καὶ τὰ ἀγαθὰ τοίνυν ὡσαύτως· καὶ οὔτε ἐπαινεσόμεθά τινας οὔτε ψέξομεν. καὶ εἰ μὲν ἐκεῖνο καὶ ἁμαρτάνον καὶ κατορθοῦν αἱρεῖται τούτων θάτερον, ἐκεῖνο ἔχει τὸ ψυχῆς ἔργον· ἐκεῖνο γὰρ ἔσται τὸ προαιρούμενον· καὶ ἐκεῖνο οὐκέτι ἔσται αἴτιον ἁπλῶς, ἀλλὰ δεήσεται τοῦ κρίνοντος καὶ ἐπανάγοντος εἰς τὸ ἀγαθόν. εἰ δὲ ἠναγκασμένον κἀκεῖνο ταῦτα ποιεῖ, πάλιν εἰς ἄλλο τὸ ἀναγκάζον ἥξομεν, καὶ τοῦτο εἰς ἄπειρον. πῶς δὲ καὶ ἑνὸς ὄντος τοῦ πάντα ἀναγκάζοντος εἰσίν τινες οἱ λέγοντες ἡμῶν, ὅτι οὐ πάντα ἠνάγκασται, εἴτε σφάλλονται τοῦτο λέγοντες εἴτε κατορθοῦσιν; εἰ μὲν γὰρ τοῦτό γε τὸ τοῦτο λέγειν ἐπʼ αὐτοῖς, ἔστιν τι πάλιν τὸ ἐφʼ ἡμῖν· εἰ δὲ μηδὲ τοῦτό φασιν ὡς ἐπʼ αὐτοῖς ὄν, ἀλλʼ ἀναγκαζόμενοι καὶ τοῦτο λέγουσιν, πῶς τι τῶν αἰτίων ἐν τοῖς ἀποτελουμένοις ὑπεναντίαν κατέλειπεν κίνησιν ᾗ αὐτὸ ἐπιφέρει; παντάπασιν γὰρ τοῦτο ἄλογον καὶ ὅμοιον, ὡς εἴ τις ἰατρεύειν διδάσκων ὑπεναντία τοῖς ἑαυτοῦ ἔργοις διδάξειεν λέγειν τὸν διδασκόμενον. εἰ μὲν οὖν βούλεται λέγειν ἡμᾶς, ὅτι οὐ πάντα ἠνάγκασται, ταύτην τὴν βούλησιν ἄτοπον ἔχει καὶ οὐδαμῶς αἰτίῳ προσήκουσαν· οὐ γὰρ φύσεως τὸ παρὰ φύσιν ποιεῖν οὐδʼ ὅλως τοῦ αἰτίου τὸ τῷ αἰτίῳ μαχόμενον. εἰ δὲ μὴ βούλεται, ποιεῖ δὲ ὃ μὴ βούλεται, πάλιν εἰς ἄλλην ἀναγκάζουσαν δύναμιν ἀναθήσει τὴν τοῦ ἀβουλήτου ποίησιν.
Τοσαῦτα καὶ περὶ τοῦ δευτέρου τῶν ζητουμένων εἴχομεν σπέρματα καταβάλλεσθαι τῶν ὑπομνήσεων· τούτων δὲ προειλημμένων ἀναγκαῖον ὄντος μὲν τοῦ ἐφʼ ἡμῖν εἶναι κυρίους ἡμᾶς αἱρέσεως, δρώσης δὲ εἰς ἡμᾶς τῆς περιφορᾶς διαβαίνειν τι καὶ ἀπʼ ἐκείνης εἰς ἡμᾶς. ἀμφοτέρων δὲ ὄντων ἀληθῶν ἢ προκατάρχει μὲν ἡ περιφορὰ τοῦ παντός, ἕπεται δὲ ἡ αἵρεσις τῶν ψυχῶν, ἢ ἀνάπαλιν ἡμεῖς μὲν προκατάρχομεν, ἕπεται δὲ ἡ περιφορὰ διδοῦσα τὰ ἀκόλουθα ταῖς αἱρέσεσιν ἡμῶν. ἀλλʼ εἰ ἡμεῖς προκατάρχομεν, τὸ δὲ πᾶν δίδωσιν οἷς εἱλόμεθα συμβαίνοντα, πρῶτον μὲν ἄτοπον μέρεσι τοῦ παντὸς ἡμῖν οὖσιν ἕπεσθαι τὸ πᾶν· οὐ γὰρ τὸ ὅλον τοῖς μέρεσιν, ἀλλὰ τὸ μέρος ἕπεσθαι τῷ ὅλῳ προσήκει· εἴπερ τὸ μὲν μέρος ἕνεκα τοῦ ὅλου, τὸ δὲ ὅλον οὗ ἕνεκα τῶν μερῶν, ἕκαστον δὲ τῶν ἕνεκά του δεῖ τῷ οὗ ἕνεκα ἀκολουθεῖν, ἀλλʼ οὐ τῷ ἕνεκά του τὸ οὗ ἕνεκα· τὸ γὰρ οὗ ἕνεκα τέλος. ἔπειτα καὶ τοῦ ἐφʼ ἡμῖν ἀτάκτου ὄντος καὶ ἀσταθμήτου διὰ τὴν προαιρετικὴν ζωὴν φερομένην ἄλλοτε ἐπʼ ἄλλα κατὰ τὴν ὄρεξιν τὴν ἑαυτῆς, τῇ δὲ προαιρέσει τῶν ψυχῶν ἑπομένων τῶν κοσμικῶν ποιήσεων εἰς ἡμᾶς, ἀνάγκη μηδένα ὅρον ἐν τοῖς ἑπομένοις εἶναι μηδὲ τάξιν· τὸ γὰρ τῷ ἀτάκτῳ ἐπακολουθεῖν ἐθέλον καὶ αὐτὸ μεταλαγχάνει τῆς ἐκείνου πως ἀταξίας. ὥστε συμβήσεται τὴν τοῦ παντὸς τάξιν μεθαρμόζεσθαι ταῖς ἡμετέραις ἀστάτοις ὁρμαῖς· πρὸς δὲ τούτοις οὐδὲ τὸν τῆς προνοίας ἔτι διασώσασθαι λόγον ἔσται δυνατόν· προνοίας μὲν γὰρ τὴν ἑκάστου πανταχοῦ διαφυλάττειν ἀξίαν, τῶν τε ὅλων καὶ τῶν μερῶν, καὶ συντάττειν πάντα πρὸς ἄλληλα καὶ πρὸς ἓν τὸ ἀγαθὸν ἀναπέμπειν. εἰ δὲ ἐπιτρέψοι τοῦ παντὸς ἡμῖν ἐπακολουθεῖν τὴν περιφοράν, οἰχήσεται μὲν ἡ τῶν ὅλων τάξις, ἐπεισοδιωδῶν πολλῶν γιγνομένων διὰ τὰς ἡμετέρας ὁρμάς· τὸ δὲ ἀπὸ τῆς προνοίας ἀγαθὸν οὐκέτι τῶν πάντων ἔσται κρατητικόν· οὐ γὰρ ἀγαθὸν τοῖς χείροσιν ἀκολουθεῖν τὸ κρεῖττον. ἀνάγκη τοίνυν προκατάρχειν μὲν τὴν περιφορὰν ἐκ τούτων, ἕπεσθαι δὲ τὸ ἐφʼ ἡμῖν τοῖς ἐκεῖθεν προκατηργμένοις. Εἰ δὲ τοῦτο, δῆλον ὡς ἕνα μόνον προτείνειν βίον ἑκάστῃ ψυχῇ τὸ πᾶν διὰ τῆς περιφορᾶς δεῖ πάντως ἢ πάντας ἑκάστῃ, καὶ ἄλλην ἄλλης κατὰ τοῦτο διαφέρειν μηδέν, ἢ διῃρημένως τινὰς μὲν ἄλλαις, τινὰς δὲ ἄλλαις. ἀλλʼ εἰ μὲν εἷς μόνος ἑκάστῃ προτείνοιτο βίος, οὐκ ἔσται τὸ ἐφʼ ἡμῖν πάλιν ἐν ταῖς αἱρέσεσιν· ἐκ γὰρ ἑνὸς αἵρεσις οὐδαμῶς ἐστιν, ἀλλʼ ἐκ δυοῖν τοὐλάχιστον· πᾶσα γὰρ προαίρεσις ἄλλο ἄλλου προτίθησιν. ἠναγκασμένως οὖν ὁ μὲν ἕξει βίον ἄλλον, ὁ δὲ ἄλλον. καὶ εἰ μὲν μηδὲ ἐνταῦθα κύριοί τινός ἐσμεν, ἐκβέβληται πάντῃ τοῦτο δὴ τὸ ἐφʼ ἡμῖν· εἰ δὲ ἐνταῦθα μὲν τινός, ἐκεῖ δὲ οὐδενός, ἄτοπον σώματος μὲν ἐκτὸς ὄντας μηδεμίαν ἔχειν προαιρετικὴν κίνησιν, ἐν σώμασι δὲ γενομένους· καίτοι τῆς μὲν ἐξουσίας κατὰ φύσιν οὔσης, οἷς τὸ εἶδος τῆς ζωῆς προαιρετικόν, τῆς δὲ ἀνάγκης παρὰ φύσιν· ἐν δὲ σώμασι τῆς ψυχῆς παρὰ φύσιν ζώσης μᾶλλον ἢ ἔξω σωμάτων. Εἰ δὲ πάντες οἱ βίοι πάσαις ἐκ τῆς περιφορᾶς προτείνονται ταῖς ψυχαῖς, ἔσται τὸν αὐτὸν τρόπον ἀταξίας πλῆρες τὸ πᾶν· πᾶσα γὰρ ψυχὴ φιλόπρωτος οὖσα πάντων αὐτῇ προτεινομένων τῶν βίων ἐπιτρέχουσα φανήσεται ταῖς τυραννίσιν καὶ ταῖς δυναστείαις, καὶ οἱ ἀμείνους τῶν βίων ἀφανεῖς ἔσονται καὶ τὰ τῆς δίκης ἔργα μάτην θρυληθήσεται, πάντων ὁμοίας ἐξουσίας ἀπολαυουσῶν ψυχῶν, σωφρόνων ἀκολάστων, ὁσίων ἀνοσίων, ἐμφρόνων ἀφρόνων. εἰ δὲ εὐνομεῖται τὸ πᾶν μᾶλλον ἢ ἄλλο τι τῶν ἐντὸς τοῦ παντός, οὐδὲν δὲ τοῦτο θεμιτὸν ἐν ταῖς εὐνομουμέναις πολιτείαις ἴσης ἐξουσίας μετεῖναι πᾶσιν, οὐδʼ ἂν ἐν τῷ παντὶ πολλῷ πρότερον εἴη ἄν τι τοιοῦτον· συγχυθήσονται γὰρ οἱ τῆς ἀξίας ὅροι τῶν αἱρουμένων, εἰ ἀπὸ τῶν αὐτῶν καὶ πάντων αἱ αἱρέσεις ἑκάστοις. Λείπεται τοίνυν μήτε ἑνὸς προτεινομένου πάσαις μήτε πάντων πάσαις τοὺς προτεινομένους βίους τινὰς εἶναι ταῖς ψυχαῖς καὶ ἄλλους ἄλλαις· οὐ γάρ που τοὺς αὐτούς, εἰ καὶ τινὰς πάσαις. διαφέρει γὰρ οὐδὲν τοῦτο λέγειν καὶ πάντας πάσαις· ὧν γὰρ αἱ ἕξεις ἀνόμοιοι, τούτων δεῖ καὶ τὰς ἐξουσίας ἀνίσους εἶναι, πάντως κατὰ δίκην διανεμομένας τοῖς ἀνομοίοις· οὕτω γοῦν καὶ ὁ Ἀθηναῖος Ξένος Διὸς κρίσιν εἶπεν τὴν γεωμετρικὴν μεσότητα, τοῖς ἀνίσοις ἄνισα νέμουσαν κατὰ τὴν ἑκάστων ἀξίαν. εἰ δʼ οὖν ἄλλαις ἄλλοι προτείνονται βίοι ψυχαῖς, ἑκάστῃ δὲ οὐχ εἷς οὐδὲ δὴ πάντες, ὡς δεδείχαμεν, φανερὸν ἤδη τίς μέν ἐστιν κλῆρος ἑκάστης, τίς δὲ βίος· κλῆρος μὲν γάρ ἐστιν σύμπας ὁ ἀριθμὸς τῶν βίων, ὧν ἑκάστῃ προτείνει τὸ πᾶν διὰ τῶν ἑαυτοῦ περιφορῶν, βίος δὲ ἕκαστος τῶν ἐν τῷ κλήρῳ περιεχομένων, εἶδος ὤν τι ζωῆς ἕν, ὅπερ δεῖ ψυχὴν ἑκάστην ἐν τῇ γενέσει βιῶναι μετὰ τῶν ἐκ τοῦ παντὸς ἀπονεμομένων. λέγω δὲ οἷον εἴ τῳ προτείνονται βίοι τρεῖς, βασιλικὸς ἐρωτικὸς πολεμικός, ὥσπερ τῷ Ἀλεξάνδρῳ φασὶν οἱ μῦθοι τὴν μὲν προτεῖναι τὸν βασιλικὸν τὴν Ἥραν, τὴν δὲ τὸν ἐρωτικὸν τὴν Ἀφροδίτην, τὴν δὲ τὸν ἀνδρεῖον καὶ πολεμικὸν τὴν Ἀθηνᾶν· προσκείσθω δὲ ἑκάστῳ καὶ οἷα δὴ βασιλεύοντι ἢ ἐρωτικῷ ὄντι ἢ πολεμικῷ γινομένῳ παρὰ τοῦ παντὸς ὑπάρξαι, πλοῦτον ἢ πενίαν, νόσον ἢ ὑγείαν, περιστάσεις ἢ ἀπερίστατον τύχην, καὶ ἕκαστα τῶν λοιπῶν. ὁ μὲν τοίνυν ἀριθμὸς τῶν τριῶν βίων κλῆρός ἐστιν ὁμοῦ πάντων εἷς, καὶ εἰ τέτταρες ἦσαν καὶ εἰ πλείους ὡσαύτως· ἕκαστον δὲ εἶδος ζωῆς βίος· ὃν ἑλομένην ἔδει τὴν ψυχὴν ἢ βασιλικὴν ἢ ἐρωτικὴν ἢ πολεμικὴν γενέσθαι. καὶ ἐκ τούτων ἡ αἵρεσις, ὧν ὁ κλῆρος περιεῖχεν, ἀλλʼ οὐκ ἄλλων, τὴν ἄστατον φορὰν τοῦ παντὸς ἀποκλείσαντος καὶ εἰς ὅρον τῶν βίων ὧν ἐστιν ἀξία περιαγαγόντος ἑκάστῃ τὴν αἵρεσιν· ὅσα δὲ πάλιν ἑλομέναις προστίθησιν τὸ πᾶν, κλῆροι δεύτεροι μετὰ τὴν αἵρεσιν, οἷον πατέρων τωνδὶ γενέσθαι καὶ τύχας τοιάσδε ἔχειν καὶ ὅσα ἄλλα προσήρτηται τοῖς βίοις. διττὸς οὖν ὁ κλῆρος, ὁ μὲν πρὸ τῆς αἱρέσεως, ὁ δὲ μετὰ τὴν αἵρεσιν· ὁ μὲν ὁλότης ὢν τῶν βίων, οὗ μέρος ἕκαστος βίος, ὁ δὲ ὁλότης τῶν ἑκάστῳ βίῳ παρακολουθούντων, ὧν ὁ κόσμος ἀπονέμει· καὶ ἑκάτερος ἀπὸ τοῦ παντός, ἐν μέσῳ δὲ αὐτῶν ἡ αἵρεσις τῆς ψυχῆς καὶ οὕτω δὴ μένει μὲν ἡ αὐτεξούσιος φορά, σώζονται δὲ τῆς δίκης ὅροι, τὴν ἀξίαν διανέμοντες ταῖς ψυχαῖς, οὐχ ὧν εἵλοντο μόνον, ἀλλὰ καὶ ὧν αἱρήσονται· προκατάρχει δὲ τὸ πᾶν καὶ ἐπακολουθεῖ ταῖς αἱρέσεσιν· πάντα δὲ εὐνομίας μεστὰ τῶν προτεινόντων, τῶν αἱρουμένων, τῶν ἀπονεμόντων, τῶν ἀπονεμομένων. Ἐπειδὴ οὖν οὔτε εἷς τις μιᾷ βίος ἀπονέμεται τῶν ψυχῶν οὔτε πάντες ὁμοίως πάσαις, ἀλλὰ τινὲς τισίν, ἀνάγκη δήπουθεν ἢ κατὰ τὸ ποσὸν ἴσους ἀπονέμεσθαι βίους ταῖς ἀνομοίαις, τῷ δὲ ποιῷ μόνον διαφέροντας, ἢ κατὰ τὸ ποιὸν τοὺς ὁμοίους, πλείους δὲ ἄλλους ἄλλαις μετὰ τῶν ὁμοίων, ἢ κατʼ ἄμφω διαφέροντας. ἀλλʼ αἱ μὲν σύγκληροι δῆλον ὅτι κατὰ τὸ ποσὸν διοίσουσιν, οἵας ὁρῶν ἀπήγγειλεν ὁ τοῦ μύθου τούτου διαθέτης· κωλύει δὲ οὐδὲν ἐν ἀλλοίαις περιόδοις ἀπʼ ἴσων μὲν τῷ ἀριθμῷ βίων γίνεσθαι τὰς αἱρέσεις, τῇ δὲ ποιότητι διαφερόντων· οἷον τριῶν μὲν προτεινομένων τῇδε τῇ ψυχῇ βίων, τριῶν δὲ τῇδε, μὴ τῶν ὁμοίων δὲ ἢ πάντων ἢ τινῶν. καὶ τοῦτο μὲν δῆλον· αἱ γὰρ τῶν ψυχῶν ὁμοιότητες καὶ ἀνομοιότητες παντοίας εἰσάγουσι καὶ τῶν βίων ἐξαλλαγάς.
Κατίδωμεν δὲ καὶ ἐν τούτοις τοῖς παροῦσιν, ὅσα δυνατὸν ἐπὶ τῶν συγκλήρων ψυχῶν· λέγονται δὲ σύγκληροι ψυχαὶ ... αἱ κατὰ τὸν αὐτὸν τῆς περιόδου χρόνον ποιούμεναι τὰς καθόδους καὶ ἅμα δεχόμεναι καὶ μετʼ ἀλλήλων τοὺς κλήρους τοὺς τῶν βίων περιεκτικούς. οὐκοῦν ἓν μὲν λέγεται περὶ αὐτῶν, ὅτι μιᾶς ψυχῆς εἷς ἐστιν κλῆρος. οὐ γάρ ἐστι κλήρων αἵρεσις ἀλλὰ διανομή, κατὰ τὴν ἀξίαν ἑκάστης τὸν αὐτῇ προσήκοντα δεχομένης. δεύτερον δὲ ἕτερον τὸ πάντα κλῆρον πλειόνων ἑνὸς εἶναι βίων περιοχήν· ἢ πῶς εἰς τὸν οἰκεῖον ἀποβλέπουσα κλῆρον αἱρεῖται βίον ὃν ἂν ἐθέλῃ ἑκάστη τῶν ψυχῶν; τρίτον, ὅτι οἱ κλῆροι περιέχουσιν οἱ ἕτεροι τοὺς ἑτέρους, οἱ τῶν πρώτων κληρουμένων τοὺς τῶν δευτέρων· ἢ πῶς ἡ ἐσχάτη κληρωθεῖσα ψυχή φησιν τοῦτον ἂν ἑλέσθαι βίον, ὃν εἵλετο, καὶ πρώτη κληρωθεῖσα, εἰ μὴ περιείχοντο καὶ οἱ ταύτῃ δοθέντες εἰς αἵρεσιν ἐν τῷ πρωτίστῳ τῶν κλήρων; τέταρτον σαφηνίζει τοῦτο ἐξηγούμενος τὸ πρῶτος δὲ ὁ λαχὼν πρῶτος αἱρείσθω βίον, ὅτι τὸν πρῶτον καὶ δεύτερον καὶ τρίτον κλῆρον, οὓς προτείνει τὸ πᾶν διὰ τῶν περιφορῶν, ὁρίζουσιν αἱ ἀνατέλλουσαι μοῖραι· πῶς γὰρ ψυχή τις ἔλαχεν εἰκοστὴ μετὰ τὴν πρώτην καὶ πρὸ ἄλλων ψυχῶν, εἰ μὴ τῆς μὲν ὁ κλῆρος περιεῖχεν τοσῶνδε μοιρῶν ἢ σημείων ἁπλῶς τῆς περιφορᾶς ἀνατολήν, τῆς δὲ ἐλασσόνων, εἴπερ οἱ δεύτεροι περιέχονται ἐν τοῖς πρὸ αὐτῶν. πέμπτον ἐπὶ τούτοις, ὅτι πᾶς βίος περιείληφεν μετὰ τοῦ εἴδους τῆς ζωῆς καὶ ὁπόσα αὐτῷ συνήρτηται τοῦ παντὸς ἀπονείμαντος· οὕτω γὰρ ὁ πρῶτον λαβὼν κλῆρον ἐνορᾷ ἐν τῷ βίῳ ὃν εἵλετο συμφοράς τινας ἐνούσας καὶ ἀποθρηνεῖ μετὰ τὴν αἵρεσιν ὡς ἐνιδὼν ἐν αὐτῷ τὰ ἑπόμενα δράματα, δέον ἁπάντων πρὸ τῆς αἱρέσεως γίνεσθαι κριτήν. ἕκτον, ὅτι πᾶς βίος προστάτην ἔχει δαίμονα καὶ ἀποπληρωτήν. τοῦτο γάρ ἐστιν τὸ ὑμεῖς δαίμονα αἱρήσεσθε· κλῆρον μὲν τοῦ προφήτου ποιοῦντος, βίον δὲ ἕνα τοῦ δαίμονος, τῆς δὲ Λαχέσεως ἀμφότερα περιεχούσης, καὶ τοῦ δαίμονος τὴν ἐπιτροπείαν καὶ τοῦ προφήτου τὴν διακλήρωσιν. ἕβδομον, ὅτι πᾶς βίος ἀναγκαῖός ἐστι ταῖς ψυχαῖς μετὰ τὴν αἵρεσιν· ὃ δὴ καὶ ὁ προφήτης δηλοῖ λέγων ᾧ συνέσται ἐξ ἀνάγκης. δεῖ γὰρ ἑκάστην ψυχὴν ὃν εἵλετο βιῶναι πάντως ἐλθοῦσαν εἰς τὴν γένεσιν καὶ ἀποπληρῶσαι τὰς ἑαυτῆς ὁμολογίας πρὸς τὸ πᾶν. ὄγδοον, ὅτι μετὰ τοῦ δαίμονος καὶ τύχην ἕκαστος εἴληχεν βίος, τοῦ μὲν δαίμονος τὸ τῆς ζωῆς εἶδος εἰληχότος, τῆς δὲ τύχης τὰ ἐκ τοῦ παντὸς ἑκάστοις ἀπονεμηθέντα ζωῆς εἴδη κατὰ καιρὸν ἀποπληρούσης. διὸ καὶ τὸν ὅλον βίον εἰλήχατον ἄμφω, περιέχοντα καὶ τὸ εἶδος τῆς ζωῆς καὶ τὰς τοῦ κόσμου δόσεις. ἔνατον, ὅτι παντοδαπὰ τὰ εἴδη τῶν βίων ἐστίν, ἢ ἀπὸ λογικῶν εἰς λογικὰ τῆς μεταβάσεως τῶν ψυχῶν ἡμῶν γιγνομένης, ἢ ἀπὸ ἀλόγων εἰς ἄλογα, ἢ ἀπὸ ἀλόγων εἰς λογικά, ἢ ἀπὸ λογικῶν εἰς ἄλογα. καὶ γὰρ τῶν λογικῶν καὶ τῶν ἀλόγων ἐστὶν κύκλος τις καὶ ἀπονέμει τινὰ καὶ τούτοις τάξιν τὸ πᾶν. δέκατον, ὅτι τὸ αὐτεξούσιον οὐκ ἀφῃρήμεθα καὶ ἐν τῇ γενέσει καὶ μετὰ τὴν αἵρεσιν. εὖ γὰρ ἢ κακῶς διαθεῖναι δυνάμεθα ἑαυτοὺς καὶ ἐν παντὶ ζωῆς εἴδει πράττειν ὁσίως καὶ προσκατασκευάζειν ἑαυτοῖς ἀμείνω τοῦ βίου τοῦ νῦν παρόντος.
Ταῦτα μὲν οὖν ἠθροίσαμεν ἐκ τῶν ἐν αὐτῷ τῷδε τῷ μύθῳ γεγραμμένων· τούτων δὲ διηριθμημένων ἐκεῖνο πάντως ὑπόλοιπον ἰδεῖν, πῶς ἐν τοῖς γόνασι τῆς Λαχέσεως εἶναί φησιν τούς τε κλήρους καὶ τὰ παραδείγματα τῶν βίων διότι μὲν οὖν οὐκ ἐν τῇ Ἀνάγκῃ ταῦτα ἔθετο, ῥᾴδιον τὴν αἰτίαν συνιδεῖν. οὐ γὰρ ἐκίνει τὸν σφόνδυλον Ἀνάγκη, εἰ καὶ ἐν τοῖς γόνασιν αὐτῆς ἐκινεῖτο. τῆς οὖν περιφορᾶς τοὺς κλήρους νεμούσης εἰκότως οὐκ εἰς ἐκείνην αὐτοὺς ἀνήγαγεν, ἀλλὰ τὴν ὅλον αὐτὸν κινοῦσαν ταῖν χεροῖν, καὶ οὔτε εἰς τὴν Κλωθώ — οὐ γὰρ ἀπὸ τῆς ἀπλανοῦς μόνης ὁ κλῆρος καὶ ὁ βίος — οὔτε εἰς τὴν Ἄτροπον· οὐ γὰρ ἀπὸ τῆς πλανωμένης μόνης· ἀπʼ ἀμφοτέρων οὖν ἡμῖν ἀπονεμομένους εἰς τὴν ἀμφοτέρων ἀνήγαγεν κινητικὴν τὴν Λάχεσιν. καὶ γὰρ τοῦ μὲν ἀεὶ τὴν τάξιν εἶναι ἡ Ἀνάγκη αἰτία, τοῦ δὲ ἄλλην καὶ ἄλλην ἀεὶ αἱ Μοῖραι, ἀφʼ ὧν οἱ κλῆροι ἀεὶ ἄλλοι καὶ ἄλλοι· ἀλλὰ μὴν καὶ ἀπὸ παντὸς τοῦ οὐρανοῦ καὶ οὐκ ἐκ τῆς ἑτέρας ταῖν περιόδοιν· δεῖ ἄρα τὴν Λάχεσιν αὐτῶν περιειληφέναι τὰς αἰτίας. Τοῦτο μὲν οὖν δεδεῖχθαι φῶμεν. εἰ δὲ ἔστιν ἐν τῇ Λαχέσει παραδείγματα τῶν βίων, δῆλον ὅτι πεπερασμένα ταῦτά ἐστιν· τῶν γὰρ καθʼ ἕκαστα πάντως ἀπείρως ἐξαλλαττομένων ἀνάγκη τὰ παραδείγματα πεπεράνθαι. καὶ εἴ με δεῖ τοὐμὸν εἰπεῖν, ὥρισται ταῦτα ταῖς τοῦ θείου γενητοῦ περιόδοις, καὶ πάντων τῶν βίων ὧν πᾶσαι ψυχαὶ ζῶσιν ἐν μιᾷ τοιᾷδε περιόδῳ προϋπάρχει τὰ παραδείγματα, καὶ τὰ αὐτὰ ἀνελίσσεται καθʼ ἑκάστην περίοδον· καὶ ὡς ὁ ἀριθμὸς τοῦ χρόνου τῶν ὀκτὼ περιόδων ὁ αὐτὸς ἀεί, καὶ ἄλλος καὶ ἄλλος τῷ πάλιν καὶ πάλιν, οὕτω καὶ τὰ εἴδη τῶν βίων τὰ αὐτὰ ἀεὶ μένει κατὰ πᾶσαν κοσμικὴν περίοδον καὶ ἄλλα καὶ ἄλλα τῷ πάλιν καὶ πάλιν· καὶ γὰρ ἀδύνατόν τι προστεθῆναι τῇ τοῦ θείου γενητοῦ περιόδῳ ζωῆς εἶδος· ἢ οὐκ ἂν ἦν ἡ προσλαβοῦσά τι τελέα· καθάπερ οὖν αἱ τῶν κύκλων ἀποκαταστάσεις ἐν τῇ περιόδῳ συμπεραίνονται πάντων, κατὰ τὰ αὐτὰ δὴ καὶ αἱ περίοδοι τῶν ψυχῶν αἱ κατὰ πάντας βίους· καὶ ἐν οὐδεμιᾷ περιόδῳ ζῇ ψυχὴ βίον ὃν μὴ ἔζηκε πρότερον. λεκτέον τοίνυν, ἐπειδὴ καὶ δέδεικται, θαρρούντως, ὅτι τὰ παραδείγματα τῶν βίων καὶ πολλῷ πρότερον τῶν κλήρων τοσαῦτά ἐστιν, ὅσα περιέχει μία τοῦ κόσμου περίοδος, συναποκαθισταμένων τῶν ψυχικῶν βίων τοῖς κοσμικοῖς κύκλοις. τῶν οὖν παραδειγμάτων πάσης ὄντων τῆς περιόδου δαιμονίως εἶπεν, ὅτι ἔλαβεν κλήρους, ὡς τινὰς λαβόντος, καὶ παραδείγματα βίων, ἀλλʼ οὐχὶ τῶν βίων ἁπλῶς. κατὰ τινὰ γὰρ εἰσίασιν εἰς τὴν γένεσιν αὗται, περὶ ὧν ὁ λόγος, ἀπεριλήπτων ὄντων ἀνθρωπίνῃ διανοίᾳ πάντων· διὰ τοῦτο δὲ ἄρα καὶ τὶς προφήτης ἐστὶν ὁ ταῦτα διακληρῶν καὶ προτείνων, ἀλλʼ οὐχ ἁπλῶς ὁ προφήτης· ὡς πολλῶν μὲν ὄντων τοιούτων, ἄλλων δὲ κατʼ ἄλλα παραδείγματα τὴν διανομὴν ποιουμένων, τῆς δὲ Λαχέσεως ἑνοειδῶς τὰ πλήθη τῶν παραδειγμάτων περιεχούσης καὶ ἐκείνων περὶ αὐτὴν μεριζομένων καὶ μεριζόντων τὰ ἀπʼ ἐκείνης ταῖς ψυχαῖς. εἰ δὲ ὡς ἡ Ἀνάγκη τὸν σφόνδυλον ἐν τοῖς γόνασιν εἶχεν, οὕτω καὶ αὕτη τὰ παραδείγματα τῶν βίων καὶ τοὺς κλήρους, φανερὸν ὅτι τε τὴν μητρῴαν ἀξίαν ἔχει πρὸς τὰς ἄλλας Μοίρας καὶ ὅτι αὐτῷ τῷ εἶναι καθάπερ ἐκείνη κυβερνᾷ τὰς ψυχικὰς περιόδους ὡς ἐκείνη τὰς κοσμικάς, καὶ οὐ διὰ δή τινος ἐνεργείας, ἀλλὰ ταῖν χεροῖν τὴν τοῦ ἀτράκτου περιφοράν. σημαίνει γὰρ ἡ διὰ τῶν γονάτων εἰκὼν τὸ ἑδραῖον καὶ συναγωγὸν εἰς ἓν τῶν πολλῶν, καὶ ὅσα ἄλλα περὶ τῆς Ἀνάγκης προείπομεν· τὰ γὰρ ὅμοια καὶ ἐπὶ τῆς Λαχέσεως κατατείνειν δυνατόν.
Ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως ὅδε λόγος· ψυχαὶ ἐφήμεροι, ἀρχὴ ἄλλης περιόδου θνητοῦ γένους θανατηφόρου. μέχρι τοῦ αἰτία ἑλομένου, θεὸς ἀναίτιος.
Πανταχοῦ μὲν ὁ Πλάτων νοῦν ἡγεμόνα προστησάμενος ὧν φθέγγεται νοερῶν ὄντως ἐπάξια φθέγγεται θεαμάτων· ὅταν δὲ καὶ τοὺς κρείττονας ἡμῶν ἀπεικονίζηται, σαφῶς ἐνθεάζοντι προσέοικεν καὶ τοὺς φοιβολήπτους μιμεῖται, ῥήματα ἀφιεὶς ὥσπερ βέλη νοῦ γέμοντα καὶ ὑψηλῶν ἐπιβολῶν· συνεξορμώσης δὲ αὐτῷ τῆς ἑρμηνείας ταῖς νοήσεσιν ἀκαλλωπίστως συνεστραμμένοις μὲν χρῆται φθέγμασιν, ἀπολελυμένα δὲ ἀπʼ ἀλλήλων αὐτὰ διίστησιν τὴν ἀπόλυτον μιμούμενος θέαν τῆς ψυχῆς ἀπʼ ἄλλων ἐπʼ ἄλλα πηδῶσαν. οἷα καὶ διὰ τούτων ἐργάζεται τῶν τοῦ προφήτου λόγων, ἐν ἐλαχίστοις μὲν ἀπεριήγητα νοήματα συλλαβών, ἀσύνδετα δὲ τὰ πλεῖστα φθεγξάμενος, συστρέψας δὲ τὰ κῶλα τοῖς αἰνίγμασιν παραπλησίως. σκόπει δὲ ἐς δύναμιν ἕκαστον τῶν κώλων.
Ἀνάγκης, φησί, θυγατρὸς κόρης Λαχέσεως ὅδε λόγος. ἤρξατο μὲν οὖν ἀπὸ τῆς Ἀνάγκης ἐνδεικνύμενος, ὡς ἄρα καὶ ἡ Λάχεσις καὶ πᾶς ὁ μοιραῖος διάκοσμος τῶν θεαινῶν καὶ αὐτὸς ὁ προφητικὸς εἰς μονάδα μίαν ἐκείνην ἀνατείνονται· πᾶσα γὰρ τάξις ἀπʼ ἐκείνης, τῶν οὐρανίων τῶν χθονίων, τῶν ψυχῶν τῶν ὅλων τῶν μερικῶν. τῆς δὲ Λαχέσεως εἰπὼν ἐκφαντικὸς εἶναι διαφερόντως δέδωκεν ἡμῖν ἐννοεῖν, ὡς ἄρα καὶ αὐτὸς ἡγεμονικὴν ἀξίαν ἔχει πρός τινας ἄλλους προφήτας, ὡς ἡ Λάχεσις πρὸς τὰς λοιπὰς Μοίρας, καὶ μετὰ τῶν προφητῶν ἴσως τοὺς δαίμονας οὓς ἐφίστησι ταῖς ψυχαῖς. τὴν δὲ δὴ Λάχεσιν αὐτὴν κόρην ἀνυμνῶν ἄχραντον αὐτὴν δήπου καὶ ἀμιγῆ πρὸς πάντα τὰ διοικούμενα καὶ ἀκμῆς μεστὴν εἶναι καὶ δυνάμεως ἀύλου καὶ καθαρᾶς αἰνίσσεται. τὸ γὰρ κόρον τοιοῦτον εἶναι καὶ αὐτὸς ἡμᾶς ἐν τῷ Κρατύλῳ παρὰ τοῖς θεοῖς ἐδίδαξεν, οὐχὶ πλησμονὴν ἀλλὰ καθαρότητα σημαῖνον. οὕτω δὲ καὶ ἐν Νόμοις τὴν πολιοῦχον κόρην ἅμα καὶ δέσποιναν ἡμῶν προσείρηκεν, ὡς ἀχράντῳ δυνάμει διαλάμπουσαν. τὸν δὲ αὖ λόγον εἰπὼν εἶναι τῆς Λαχέσεως, ὃν μέλλοι ταῖς ψυχαῖς ἐκφαίνειν, σαφέστατα τάξιν ἀγγελικὴν ἑαυτῷ πρὸς τὴν Λάχεσιν ἀποδέδωκεν· ἄλλου γὰρ ἀπαγγέλλων λόγους ἄγγελός ἐστι δήπουθεν αὐτὸς ἐκείνου διαφερόντως, οὗ τῶν λόγων ἐστὶ μηνυτής. ὥστε συντόμως καὶ ὅστις ἐστὶν ἐξέφηνεν, ὅτι τῶν μοιραίων ἀγγέλων τις, κλήρων διανομεύς, βίων ἐκφαντορικός, τῶν εἰληχότων ἡμᾶς δαιμόνων ἐπιστάτης. ἀλλʼ ὅπως μὲν ἔχει πρὸς τὰ πρὸ αὐτοῦ, διὰ τούτων ἐδίδαξεν, ἃ δὲ πρὸς τὰ μετʼ αὐτὸν ἀποτείνεται σκοπήσωμεν ἑπομένως.
Ψυχαί, φησίν, ἐφήμεροι, τὰς μὲν ἀνθρωπίνας ψυχάς, οὔτι γε πάσας, ἀλλὰ τὰς γενέσεως ἐπορεγομένας ἤδη καλῶν ἐφημέρους, ὡς θνητῶν καὶ ἐφημέρων ἁπτομένας. καὶ διὰ ταῦτα ἄρα πολλοῦ δεῖ ὁ αὐτὸς εἶναι τῷ δημιουργῷ τῷ τὴν ἀίδιον οὐσίαν τῶν ψυχῶν ἐνεργὸν ποιοῦντι, τὴν ἐφήμερον αὐτῶν ζωὴν αὐτὸς ἐπισκοπῶν. Ἀρχὴ δὴ οὖν ἑξῆς φησιν ἄλλης περιόδου θνητοῦ γένους θανατηφόρου· ταῦτα τοῦ πρὸ αὐτῶν ἀποστήσας κώλου, καθάπερ καὶ ἐκεῖνο τοῦ πρώτου ῥηθέντος. ὡς γὰρ νοεῖ μεταβατικῶς, οὕτω καὶ φθέγγεται, καὶ τῆς μεταβάσεως εἰκὼν ἡ τοιάδε διάστασις. εἰ δὲ θνητοῦ γένους εἰς ἀρχὴν ἄγει τὰς ψυχάς, πρόδηλον ὡς οὐ πάσης ἐστὶν προστάτης τῆς περιόδου τῶν ψυχῶν, ἀλλὰ τῆς ἀπὸ γενέσεως ἐπὶ γένεσιν· τὸ γὰρ θνητὸν καὶ θανατηφόρον γένος τοῦτό ἐστιν, ὅσον συμπληροῖ τὴν γένεσιν. θνητὸν μὲν οὖν ἐστιν εἰς ὃ κάτεισιν ψυχή, θανατηφόρος δὲ ἡ περίοδος τῶν ψυχῶν αὐτῶν οὐ μόνον ὅπῃ φησὶν Ἡράκλειτος, «θάνατος ψυχαῖσιν ὑγραῖσι γενέσθαι» λέγων, ἀλλὰ καὶ ᾗ πολλάκις αὐτὸς εἶπεν ὁ Πλάτων ζῆν ἡμᾶς ἐν τῇ γενέσει κατὰ τὸ πολὺ τῷ θνητῷ τῆς ψυχῆς ἑπομένους· πᾶν οὖν τὸ θνητὸν ἐπιδεὲς ὂν τῆς τοιαύτης ζωῆς — ὑπὸ ταύτης γὰρ διασώζεται προσεχῶς — θάνατον ἐπιφέρει ταῖς ἄνωθεν ἡκούσαις· καὶ διὰ τοῦτο θανατηφόρος ἐστὶν ἡ γενεσιουργὸς τῶν ἀθανάτων ψυχῶν καὶ ἐφʼ ἑαυτῶν ἀθάνατα διανοουμένων. Καὶ μὴν καὶ τὰς ψυχὰς αἱρήσεσθαι τὸν δαίμονα φησίν, ἀλλʼ οὐχὶ τὸν δαίμονα λήξεσθαι τὰς ψυχάς· ἐκεῖνο θαυμαστῶς διδάσκων, ὡς ἄρα εἰ καὶ εἰλήχασιν οἱ δαίμονες τὰ εἴδη τῶν βίων καὶ εἰσὶν ἄλλοι διʼ ἄλλων ἐπίσκοποί τινες, ἀλλʼ οὐκ ἀναγκάζουσιν τὰς ψυχὰς εἰς τόνδε τὸν βίον χωρεῖν ἢ ἕτερον· ἀλλʼ ἡ ἐκείνων αἵρεσις, ὥσπερ εἰς βίον αὐτάς τινα προάγειν ....... καὶ … προστάτην· ἅμα γὰρ αἱρεῖται βίον καὶ συντάττεται ἐφόρῳ τοῦ βίου πάντως. οὐδὲν γὰρ ἄναρχον ἐν τῷ κόσμῳ τῶν πάντων, οὐ βίος οὐ λῆξις οὐκ ἄνοδος οὐ κάθοδος· ἀλλὰ πάντα δέδοται ταῖς οἰκείαις ἐπιστασίαις· καὶ ὡς αὐτὸς εἶπεν ἐν Νόμοις, εἰς τὸν ἔσχατον ἥκει μερισμὸν ἡ πρόνοια τῶν ὅλων ὑποδιαιροῦσα ἑαυτὴν καὶ γεννῶσα προνοίας ἐξ ἄλλων ἄλλας, ἐκ τῶν ὁλικωτέρων τὰς μερικωτέρας, ἐκ τῶν θειοτέρων τὰς δαιμονιωτέρας. εἰσὶν οὖν καὶ τῶν γενεσιουργῶν βίων ἔφοροι δαίμονες, οἳ τὰς ψυχὰς ἐπιτροπεύουσιν τὰς κατὰ τούτους διαζώσας τοὺς βίους· καὶ εἰώθασιν τούτους ἀγγελικοὺς καλεῖν, ἀντιδιαστέλλοντες τοῖς πρὸ τούτων θείοις δαίμοσιν, οἵτινες αὐτὰς τὰς ὑπάρξεις τῶν ψυχῶν συνδέουσι πρὸς τοὺς ἡγεμόνας αὐτῶν θεούς. εἰς οὕς μοι δοκεῖ καὶ ὁ προφήτης ἀποβλέπων εἰπεῖν πρὸς τὰς ψυχάς· οὐχ ὑμᾶς δαίμων λήξεται, τὴν διαφορὰν τούτων τῶν γενεσιουργῶν καὶ μοιραίων πρὸς τοὺς οὐσιώδεις ἡμῶν ἐφόρους ἐνδεικνύμενος. ἐκεῖνοι γὰρ αὐτοὶ τῷ ὄντι λαγχάνουσι τὰς ψυχάς, πρὸ αὐτῶν διαιρεθέντες περὶ τοὺς θεοὺς καὶ τὰς ψυχὰς ἑαυτοῖς συνδιανείμαντες, ἐπειδὴ κατʼ οὐσίαν αὐτῶν εἰσιν ἡγεμόνες· οἱ δὲ μοιραῖοι διά τινα βίον αὐτῶν ἄρχουσιν, οὗ ἡ αἵρεσις ἐπʼ αὐταῖς. ἐπʼ ἐκείνων μὲν οὖν ἤρχθημεν, ἵνα ὑποστῶμεν, ἐπὶ τούτων δὲ εἱλόμεθα τοιῶσδε ζῆν, ἵνα ἀρχθῶμεν. καὶ γὰρ ἔοικεν ἐκεῖνος μὲν ὁ δαίμων, ἅτε οὐσιώδης ὤν, ἄνωθεν ἡμᾶς οἷον ἐκ πρύμνης διοικεῖν ἀπʼ αὐτῆς τῆς οὐσίας ἡμῶν ἀρχόμενος· καὶ διʼ ἐκεῖνον ἡ ψυχὴ καὶ πεσοῦσα ἀνιέναι πάλιν … τα τὴν πρὸς τὸν οἰκεῖον αὐτῆς θεὸν σύνταξιν. οὗτος δὲ τίς ἄλλος ἢ ὁ τῆς ἐνταῦθα μονῆς ἡμῶν ἐπιμελὴς καὶ νεύσεως ἔφορος ὑπάρχων τῆς πρὸς τὴν γένεσιν. ὅσῳ δὴ οὖν ὁ δεσμὸς τοῦ δεσμοῦ διενήνοχεν, ὁ πρὸς τὰ ἄνω λέγω τοῦ πρὸς τὰ κάτω, καὶ ἡ οὐσιώδης ἀρχὴ τῆς κατὰ σχέσιν, τοσούτῳ καὶ ἐκεῖνος ὁ δαίμων τούτου διέστηκεν. ὅθεν εἰ καὶ ἐκείνου λήξεις ἐσμέν, οὐκέτι καὶ οὗτος ἡμᾶς λαγχάνει· πρὸ γὰρ τῆς αἱρέσεως οὐκ ἐσμὲν ὑπʼ αὐτόν, ἑλόμενοι δὲ τὸν ἀρχόμενον ὑπʼ αὐτοῦ βίον καὶ ἡμεῖς γιγνόμεθα τῶν ἀρχομένων, καθʼ ὃ τὴν ζωὴν ἐκείνην ζῶμεν. ὅτι δὲ ὁ δαίμων οὗτος ἐν λογικαῖς ὑπάρξεσιν οὐσίωται μειζόνως, εἴπερ καὶ ἡμεῖς ὧν ἐστι προστάτης, καὶ ὅτι πολλῶν εἷς ἄρχει τῶν ὁμοειδῶς ζώντων, οὐδὲν οἶμαι δεῖν ὑπομιμνήσκειν. γελοῖον γὰρ εἰ, ὅταν ἀπολείπωμεν τὸν αὐτῷ προσήκοντα βίον, εὐθὺς ἄλλη ψυχὴ τὸν αὐτὸν αἱρεῖται βίον, ἢ ἐκεῖνος οὐδενός ἐστιν ἄρχων· τὸ μὲν γὰρ πλασματῶδες, τὸ δὲ τῆς δαιμονίας οὐσίας ἀνάξιον. δεῖ γὰρ αὐτοὺς ἄρχειν ἀεὶ ταύτην οὐσίαν ἔχοντας, δεῖ δὲ καὶ ψυχῶν ἡγουμένους πολλῷ μᾶλλον ἐν λογικῇ ζωῇ τὴν ὑπόστασιν ἔχειν, καὶ ταύτῃ τελείᾳ καὶ κατὰ νοῦν ἐνεργούσῃ, διʼ ἣν καὶ ἡμεῖς ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὴν ἑαυτῶν ἀνεγειρόμεθα τελείωσιν. καὶ γὰρ ἄρχει τῶν ἔνδον διαφερόντως, ὥσπερ ἡ τύχη τῶν ἔξω μᾶλλον. διὸ καὶ αὐτὸς ἐν τῇ αἱρέσει τῆς ζωῆς ὑποτάττεσθαί φησιν ἡμᾶς τῷ δαίμονι, τύχης δὲ οὐ πεποίηται μνήμην· ἀλλʼ ὅταν τὸν ὅλον βίον ἐπισκοπῶν ὁ πρῶτος κληρωθείς, ὃν εἵλετο, καὶ τὰ ἑπόμενα τῷ τυραννικῷ βίῳ θεωρῇ, τότε αὐτὸν τὸν δαίμονα αἰτιᾶσθαι καὶ τύχην.
Ἐπὶ δὴ τούτοις παρακελεύεται τὸν πρῶτον αἱρεῖσθαι βίον, τὴν ὑποδοχὴν τοῦ κλήρου δηλῶν διὰ τοῦ πρῶτον λαχεῖν· διότι πάντες οἱ κλῆροι παρὰ τῆς Λαχέσεως ἐνδίδονται καὶ τὸ λαχεῖν οὐκ ἄλλο τι σημαίνει ἢ τὸ κληρωθῆναι. καὶ δῆλον ὅτι κατὰ δίκην τῶν κλήρων διανεμομένων τὸ πρῶτον λαχεῖν ἐστιν τὸ εὐμοιρότερον εἶναι περὶ τὸν κλῆρον, ἐξ ἀφθόνων ποιούμενον τὴν αἵρεσιν. δέδεικται δὲ ἡμῖν, ὅτι τῶν συγκλήρων ψυχῶν αἱ πρῶται κληρωθεῖσαι τοὺς τῶν ἑξῆς περιέχουσι βίους μετὰ ἄλλων, καὶ αἱ δεύτεραι τοὺς τῶν ἑξῆς· ὥστε τὸ πρῶτόν ἐστι κληρωθῆναι τὸ πλείστων βίων ἐν ἐξουσίᾳ γενέσθαι αἱρέσεως. τοῦτον οὖν κελεύει καὶ αἱρεῖσθαι πρῶτον. Ὅτι δὲ τὸ πρῶτον ἐν τούτοις καὶ δεύτερον εἰς τὴν τοῦ οὐρανοῦ φορὰν ἀποβλέποντα δεῖ νομίζειν ἀφορίζειν τὸν παρόντα λόγον, εἴπομεν ἤδη πρότερον. καὶ γὰρ συγκλήρους ταύτας εἶναί φαμεν, ὅσαι κατὰ τὸ συνεχὲς τμῆμα τοῦ ζῳοφόρου ποιοῦνται τὰς αἱρέσεις· οἷον τοῦ μὲν πρώτου κλήρου δεκαμοιρίαν ἔχοντος εἰς αἵρεσιν τῶν ἐν ταῖς ἀνατολαῖς τῆς δεκαμοιρίας βίων, τοῦ δὲ δευτέρου πᾶσαν οὐκέτι τὴν δεκαμοιρίαν, ἀλλʼ ἐν ἐλάττοσι ταύτης τὴν ἐξουσίαν ἔχοντος, τοῦ τρίτου δὲ ἔτι μᾶλλον ἐν ἐλάττοσιν, καὶ ἀεὶ τοῦτο, μέχρις ἂν εἰς ἐλάχιστον πλῆθος ἡ αἵρεσις καταλήξῃ τὸν αἱρούμενον ἀποστενώσασα. καὶ οὐ δεῖ θαυμάζειν, πῶς δὴ τοῦτο δυνατὸν ἀποροῦντας· οὐ γὰρ δὴ λέγοντός τινος ἀκούουσιν ἀπὸ τῶνδε χρῆναι τὸν βίον ἑλέσθαι, οὐδʼ εἰ καὶ λέγοι τις, πᾶσα ψυχὴ δύναται τὸ πᾶν ὁρᾶν, οἷόν ἐστι καὶ ὅσων οἰστικόν. τοῦτο μὲν γὰρ ταῖς ἔξω σωμάτων οὔσαις ψυχαῖς οὐκ ἀδύνατον, τοσοῦτον πλέον ἔχειν τῶν ἐν σώμασιν, ὡς δύνασθαι συννοεῖν τὴν οὐρανίαν φοράν· ὅπου γε καὶ ἐνταῦθά τινες τἆλλα μέν εἰσιν οἱ τυχόντες, ἔχουσι δὲ συστοίχως εἰς κατανόησιν τῶν ἐκ τῆς φορᾶς ἀποτελουμένων. Οὐ μὴν οὐδὲ ἐκεῖνο θαυμαστόν, ἐκ τῶν ὅλων ἡμᾶς κινεῖσθαι πρὸς τάδε μᾶλλον ἢ τάδε, πρὸς ἃ πεφύκαμεν ἢ ὧν ἐσμεν ἄξιοι, καὶ τὰς φαντασίας ἡμῶν ἐρεθίζεσθαι πρὸς αἱρέσεις τῶνδε μᾶλλον ἢ τῶνδε τῶν ἡμῖν οἰκειοτέρων. καὶ γὰρ ἐν τοῖς σώμασιν ὄντας ἡμᾶς ἀνατολαὶ πολλάκις ἀστέρων καὶ σχηματισμοὶ κινοῦσι καὶ προθύμους ποιοῦσιν ἐνεργεῖν ἃ μὴ πρότερον, καὶ ἄλλα παρασκευάζουσιν εἰς ὄκνον τῶνδε τῶν ἐνεργημάτων. εἰ δὲ καὶ κατὰ συνήθειάν εἰσιν ὡς τὰ πολλὰ τῶν προτέρων βίων αἱρέσεις καὶ τοῖς προμελετηθεῖσιν ἐπιτρέχομεν, αὐτόθεν δήπου φανερόν, ὅτι καὶ τῶν ὅλων ταῖς ὡς εἰς μέρη ποιήσεσιν διεγειρόντων καὶ ἡμῶν ἤδη προκεκινημένων διὰ τὴν συνήθειαν αἱ πρὸς τάδε γίγνονται ῥοπαὶ μᾶλλον ἢ τάδε τὰ οἰκεῖα καὶ τῷ κινοῦντι, διότι τούτων οἰστικὸν εἰς ἡμᾶς, καὶ τῷ κινουμένῳ, διότι τούτων ἐν ἔθεσιν ἐγεγόνει πρότερον.
Τί δὴ οὖν μετὰ τὴν αἵρεσιν τοῦ βίου φησὶν ὁ προφήτης, ᾧ συνέσται ἐξ ἀνάγκης; ἀναπόδραστος γὰρ μετὰ τὴν αἵρεσιν λοιπὸν ὁ βίος, καὶ δεῖ διαβιῶναι τὴν ψυχὴν ὃν εἵλετο βίον· καὶ τό τε πᾶν κυροῖ τὴν αἵρεσιν, καὶ ἡ ψυχὴ πᾶσα πρὸς ἓν εἶδος ῥέψασα ζωῆς συμπλέκει τὸ ἐπʼ αὐτῇ τῷ ἐκ τοῦ παντός, οἷον μερικήν τινα πρότασιν καθολικῇ, καὶ συνάγει συμπέρασμα ἐξ ἀνάγκης ἑπόμενον τὸν τῇδε βίον κατὰ τὴν αἵρεσιν καὶ τὴν φοράν. ὡς εἰ λέγοι τοιόνδε ἀνάλογον· τόνδε τὸν βίον εἱλόμην· ὃν δὲ εἱλόμην, τὰ ὅλα κυροῖ· τόνδε ἄρα τὸν βίον τὰ ὅλα κυροῖ. πρὸς δὲ τοῦτο καὶ ὁ ἀποπληρωτὴς δαίμων ἐφέστηκεν τὴν πρὸς τὸ ὅλον τῆς ψυχῆς ὁμολογίαν ἀπαιτῶν, ὥστʼ ἐξ ἀνάγκης συνεῖναι τῷ αἱρεθέντι βίῳ, ὁποῖος ἂν τυγχάνῃ ὁ βίος ὤν. εἰ δʼ ἐξ ἀνάγκης, δῆλον διότι τὸ κῦρος ἄνωθεν ἀπὸ τῆς Ἀνάγκης ἔχομεν μάλιστα. καὶ γὰρ πᾶν τὸ ἀναγκαῖον παρʼ ἐκείνης ὑπάρχει τοῖς ἐγκοσμίοις θεοῖς τε καὶ τοῖς μετὰ θεούς· ἀλλʼ ὅπου μὲν τὸ ἀναγκαῖον καθʼ ὕπαρξίν ἐστιν ἀναγκαῖον, ὡς ἐπὶ τῶν κρειττόνων ἡμῶν ἀεὶ ὡσαύτως καθʼ ἕνα λόγον ζώντων καὶ τάξιν μίαν, ὅπου δὲ κατὰ ἀκολουθίαν, ὡς ἐφʼ ἡμῶν· τὸ γὰρ ἐφʼ ἡμῖν ἄστατον ὂν ἔχει κατὰ τὸ ἀκόλουθον ἀνάγκην, εἰ μὲν τάδε ἑλοίμεθα, ταδὶ πάντως ἀκολουθήσειν, εἰ δὲ τάδε, ταδί. καθάπερ καὶ ἐνταῦθα· τόνδε γὰρ ἑλόμενοι τὸν βίον συνεσόμεθα αὐτῷ ἐξ ἀνάγκης· ἁπλῶς δὲ οὐκ ἐξ ἀνάγκης· ἐνεδέχετο γὰρ καὶ ἄλλον βίον ζῆν, ἀλλὰ πρὸ τῆς αἱρέσεως, μετὰ δὲ τὴν αἵρεσιν ἀδύνατον. καὶ οὕτως ἔοικεν καὶ πᾶν τὸ ἐνδεχόμενον εἰς ἀναγκαίαν μεταπίπτειν δύναμιν διὰ τῆς ἀκολουθίας, καὶ τῶν ἐνδεχομένων ἀναγκαίως ἐνδεχομένοις ἄλλοις ἑπομένων. τὸ μὲν οὖν ἀναγκαῖον ἐν τοῖς βίοις ἡμῶν τοιόνδε χρὴ νοεῖν. ἐπειδὴ δὲ οἱ βίοι πολυειδεῖς ὄντες ἔννοιαν παρεῖχον, μήποτε οὐ πᾶς βίος δεκτικὸς ἀρετῆς, ἀλλʼ ὄντως ἠναγκασμένοις ἐοίκαμεν εἰς ἄλλους ἄλλοι καὶ τὸ εὖ ἡμῖν οὐκ ἀφʼ ἡμῶν, ἀλλὰ καὶ τοῦτο τὴν ἀνάγκην ἠρτημένην ἀλλαχόθεν ἔχει καὶ μεμοιραμένην, ὅρα τί ποτέ φησιν αὐτὸς ὁ τὰς μοιραίας δόσεις εἰς ἡμᾶς ἀγγέλλων προφήτης· ἀρετὴ δὲ ἀδέσποτον· καὶ πῶς ἀδέσποτον ἐδίδαξεν· ἣν τιμῶν καὶ ἀτιμάζων πλέον καὶ ἔλαττον αὐτῆς ἕκαστος ἕξει· δυνατὸν οὖν ἢ πλέον ἢ ἔλασσον μετέχειν ἀρετῆς ἡμᾶς κατὰ τὰ μέτρα τῆς περὶ αὐτὴν τιμῆς. ἀλλʼ ὁ γενναῖος Ἀμέλιος οὐδέν φησι θαυμαστὸν ἀδέσποτον εἶναι τὴν ἀρετήν· καὶ γὰρ τὴν κακίαν ἀδέσποτον, εἴπερ καὶ τὴν ἀρετήν· τῶν γὰρ ἐναντίων ἡ αὐτὴ προαίρεσις. ἡμεῖς δὲ φήσομεν ἀδέσποτον μὲν εἶναι καὶ τὴν κακίαν, ἀλλʼ ὡς ἐφʼ ἡμῖν οὖσαν μόνον· ἀδέσποτον δὲ τὴν ἀρετήν, ἀλλʼ οὐ διὰ τὸ ἐφʼ ἡμῖν μόνον, ἀλλὰ διότι τὴν ψυχὴν ἐλευθέραν ἀποτελεῖ τῶν πικροτάτων δεσποτῶν, οἷς ἡ δουλεύουσα τῶν ἀγαθῶν στέρεται πάντων. δουλεύει γὰρ θυμοῖς, ἐπιθυμίαις, φαντασίαις, αἰσθήσεσιν, δαίμοσιν ὑλαίοις, ἀνθρώποις τοῖς τῶν παθῶν πορισταῖς· ὧν ἀρετὴ πέφυκεν ἐλευθεροῦν. καὶ ἀδέσποτον οὖν μόνην αὐτὴν ὅσιον καλεῖν, ἀλλʼ οὐ τὴν κακίαν τὴν δουλοπρεπῆ καὶ δούλην ποιοῦσαν τὴν ψυχήν. ὡς οὖν οἱ θεοὶ πάντων δεσπόζοντές εἰσιν ἀδέσποτοι, οὕτω καὶ ἡ ἀρετὴ δεσπόζουσα, ὧν δεῖ δεσπόζειν, ἀδέσποτός ἐστιν ὑπὸ τῶν ἐχόντων τὴν κακίαν. εἰ δὲ δὴ ταύτην ἡ ἀρετὴ κέκτηται τὴν δύναμιν, οὐ μόνον ἐστὶν ἀδέσποτον, ἀλλὰ καὶ μόνον τῶν ἐν ἡμῖν δεσποτικὸν δεῖ νομίζειν καὶ πάντα βίον αὐτῆς πλέον ἢ ἔλασσον μετέχειν. μὴ γὰρ οὐδὲ δυνατὸν ᾖ βίον ἕνα πάσης ἀρετῆς ἄμοιρον γενέσθαι καὶ τοὐναντίον πάσης ἀρετῆς μέτοχον· ἀλλʼ ὃ μέν τις μᾶλλον ὃ δὲ ἧττον ἀρετῆς μέτοχός ἐστιν, ἥκιστα δὲ ἢ μάλιστα ἀδύνατον. αὐτὸς γοῦν ἐστιν ὁ λέγων ἐν Φαίδωνι φρόνησιν ἡμῖν τελέαν ἐνταῦθα μὴ ἂν παραγενέσθαι διὰ τὰς μυρίας ἀποῦσαν ἀσχολίας, ἃς τὸ σῶμα παρέχει ταῖς ψυχαῖς καὶ ἡ ἐξημμένη γένεσις ἡμῶν. εἰ δὲ διὰ τὴν τοῦ ἀλλοτρίου προσθήκην κωλυόμεθα τελέαν ἔχειν τὴν οἰκείαν ἀρετήν, ἀνάγκη καὶ διὰ τὴν οἰκείαν ἡμῶν οὐσίαν νοερὰν οὖσαν μηδέποτε παντελῆ τὴν κακίαν ἡμᾶς ὑπομένειν ἀλλοτρίαν οὖσαν· φύσει γὰρ ἡ ψυχὴ πρὸς τἀγαθὸν ᾠκείωται μᾶλλον ἢ τὸ ἐναντίον· καὶ τάχα ἂν εἰ παντελῆ κακίαν ἔσχεν, ἐφθάρη ἄν, εἴπερ τὸ κακὸν ἑκάστου φθαρτικόν· νῦν δὲ διαστρέφονται μὲν αὐτῆς οἱ κύκλοι, φησὶν ὁ Τίμαιος, οὐ μέντοι παντελῶς· ὥστε οὐδʼ ἡ κακία παντελής. εἰ δὲ ταῦτα δέδεικται, πᾶς βίος ἀρετῆς δύναται μετέχειν, καθʼ ὅσον ἕκαστος αὐτὴν νομίζει τίμιον, καὶ οὐκ ἀπεστερήμεθα τοῦ μετέχειν ἀρετῆς διὰ τὴν ἐν τοῖς βίοις μετὰ τὰς αἱρέσεις ἀνάγκην.
Τέλος τοίνυν ἐφʼ ἅπασι τοῖς εἰρημένοις ἐπήνεγκεν ὁ λόγος· αἰτία ἑλομένου, θεὸς ἀναίτιος· σαφέστατα διαμαρτυρόμενος, ὡς ἄρα τῶν ἀποβαινόντων κακῶν οὐ θεὸν αἰτιᾶσθαι προσῆκεν, ἀλλʼ ἡμᾶς αὐτούς. ὃ μὲν γὰρ κυρίους ἡμᾶς κατέστησεν ἀμεινόνων καὶ χειρόνων αἱρέσεων, ἡμεῖς δὲ μὴ κρίνοντες ἀφʼ ὧν δεῖ τὰς αἱρέσεις ἐπιτρέχομεν ταῖς χείροσιν ἀντὶ τῶν ἀμεινόνων. ἐνταῦθα δὴ καὶ μάλιστα διωρίσθαι προσῆκεν, τίνα τὰ κριτήρια τῶν πραγμάτων τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν, καὶ τίνα τὰ ὡς ἀληθῶς ἀγαθὰ καὶ τίνα τὰ ὄντως κακά, καὶ τίνα ἀδιάφορα μὲν ἀγαθὰ δὲ φανταζόμενα τοῖς πολλοῖς. κριτήρια μὲν γὰρ ἄπταιστα λόγος καὶ νοῦς, ἐπταισμένα δὲ φαντασία καὶ αἴσθησις· καὶ ὁ μὲν ἐκείνοις χρώμενος γιγνώσκει τὸ ὂν καὶ τὸ τούτῳ ἐναντίον τὸ μὴ ὄν, ὁ δὲ τούτοις ἐνηλλαγμένως καταψηφίζεται μὲν τῶν ὄντων ὡς μὴ ὄντων, ἀποδέχεται δὲ τὰ μὴ ὄντα ὡς ὄντα. τὰ γὰρ οἰκεῖα προτίθησιν ἑκάτερα, κυριώτερα δὲ τὰ ἀυλότερα τῶν ἐνυλοτέρων εἰς κρίσιν, καὶ τὰ ἑαυτὰ καὶ τὰ ἕτερα γιγνώσκοντα τῶν μήτε ἑαυτὰ μήτε θάτερα διεγνωκότων. νοῦς μὲν οὖν καὶ λόγος οἶδεν καὶ ἑαυτὸν καὶ φαντασίαν καὶ αἴσθησιν, φαντασία δὲ ἄρα καὶ αἴσθησις οὔτε ἑαυτὰς γιγνώσκειν οὔτε νοῦν καὶ λόγον πέφυκεν. πάλιν ἀληθινὰ μὲν ἀγαθά, διʼ ὧν ψυχὴ τελειοῦται καὶ ζῇ κατὰ φύσιν, κακὰ δὲ ὄντως, διʼ ὧν ἑαυτήν τε εἰς τὸ ἔσχατον ἄγει καὶ τὰ ἑαυτῆς· ἀδιάφορα δὲ ὅσα μηδέτερα τούτων ὄντα τῶν ἀγαθῶν ἕνεκα ζητεῖν εἰώθαμεν. ὅταν τοίνυν ἀντὶ μὲν νοῦ ψυχὴ φαντασίαν ἐφέλκηται πρὸς τὰς αἱρέσεις τῶν βίων, ἀντὶ δὲ λόγου τὴν αἴσθησιν, τὰ μὲν ἀναγκαῖα τίμια νομίζουσα, τὰ δὲ ἀληθινῶς ἀγαθὰ παρορῶσα, περιπετὴς γίνεται τοῖς ὄντως κακοῖς· καὶ οὕτω δὴ τὰς ἑαυτῆς ὀφείλει κρίσεις αἰτιᾶσθαι τῶν μοχθηρῶν αἱρέσεων, μὴ ζητοῦσα τοὺς βίους ἐν οἷς τὸ ἀγαθὸν, ἀλλʼ ἐν οἷς τὰ ἀδιάφορα, πλοῦτοι καὶ δυνάμεις καὶ σώματα ῥωμαλέα, μηδὲ φεύγουσα τοὺς ἔχοντας ἑπομένην τὴν χείρονα ζωήν, ἀλλὰ τοὺς πενίας φέροντας ἢ ἀσθενείας σωμάτων ἢ ἀτιμίας. οὐκοῦν ἑαυτὴν αἰτιᾶσθαι προσήκει τὴν ψυχήν, ὡς μὴ χρησαμένην οἷς ἔχει κριτηρίοις ἀψεύστοις, ἀλλὰ τοῖς μοχθηροῖς κανόσι τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων, καίτοι θεόθεν λαβοῦσα τὰ ὄντως κριτήρια τῶν ὄντων καὶ ἐν τούτοις μὲν ἔχουσα τὸ εἶναι, τοῖς δὲ χείροσιν ὡς ὑπηρετοῦσιν ἐν οἷς δεῖ χρωμένη. τὴν οὖν τάξιν ἀνατρέψασα καὶ τὰ ὄργανα τῶν χρωμένων προτιθεῖσα μὴ θεὸν ἀλλʼ ἑαυτὴν αἰτιάσθω. τί γὰρ ἂν καὶ εἴποι θεοῦ λέγοντος· τὰ μὲν ἐποίησα τῶν κριτηρίων ἐν σοί, τὰ δὲ μετὰ σέ· καὶ σὺ τὰ ἐν σοὶ παντελῶς ἀτιμάσασα τοῖς μετὰ σὲ τὴν πᾶσαν ἀπονέμεις μοῖραν, ἀποτυφλώσασα διʼ ἐκείνων τὰ ἐν σοὶ κατʼ οὐσίαν ἐνόντα. ταῦτα γὰρ ἐναργέστατα θεὸν μὲν ἐξαιρεῖ πάσης αἰτίας κακῶν, ἐπʼ αὐτὴν δὲ ἀναφέρει τὴν ψυχὴν ὧν ἁμαρτάνει τὴν αἰτίαν, μὴ χρωμένην τοῖς οἴκοθεν κριτηρίοις, ἀλλὰ τοῖς σωματικοῖς ἀντὶ τῶν ψυχικῶν καὶ τοῖς ἐνύλοις ἀντὶ τῶν ἀύλων, ὧν αἱ γνώσεις ἐσκιαγραφημέναι καὶ ἄλλων ἀντιλαμβανόμεναι τοιούτων καὶ εἴδωλα γιγνώσκουσαι τῶν ἀγαθῶν ἀντὶ τῶν ἀληθινῶν. οὔτʼ οὖν τὴν Λάχεσιν οὔτε τὴν μοιραίαν τάξιν οὔτε θεὸν ὅλως αἰτιατέον ὧν αἱρούμεθα μοχθηρῶς· ἔξεστι γὰρ καὶ ἐν ταῖς αἱρέσεσιν τοὺς ἀμείνους ἀντὶ τῶν χειρόνων, ὡς ἐγχωρεῖ, βίους ἐκλέγεσθαι, καὶ εἴ τῳ ὁ κλῆρος ἔσχατος εἴη, καὶ διʼ ἥντινά ποτε αἰτίαν τοῖς χείροσιν ἐνισχόμενον μὴ ἀμελεῖν ἀρετῆς· εἴπερ ἀδέσποτος ἡ ἀρετὴ καὶ ἐν οὐδενὶ τῶν βίων ἀποκέκλειται τὸ ὁπωσοῦν τιμᾶν ἀρετὴν καὶ πλέον αὐτὴν τιμῶντα πλείονος αὐτῆς μεταλαγχάνειν.
Τοσαῦτα τὴν πρώτην ἐχρησμῴδησεν ταῖς ψυχαῖς ὁ προφήτης, οὔπω διανείμας αὐταῖς τοὺς κλήρους. τὰ δὲ δὴ τοῖς λόγοις ἑπόμενα ἔργα θεωρήσωμεν, ὅσα προστίθησιν ἅμα λέγων ταῦτα διὰ τῶν ἐφεξῆς· ταῦτʼ εἰπόντα ῥῖψαι ἐπὶ πάντας τοὺς κλήρους ἕως τοῦ πολὺ πλείω τῶν παρόντων. Ὁμοῦ μὲν τοῖς λόγοις ἀποδίδωσι τὴν τῶν κλήρων διανομήν, εἰς ἐναργῆ δήλωσιν τοῦ καὶ τὰς νοήσεις τῶν κρειττόνων ἡμῶν ποιήσεις τινὰς εἶναι καὶ οὔτε ποίησιν παρʼ ἐκείνοις ἄνευ νοήσεως ὑπάρχειν — φύσεως γὰρ τοῦτο ἴδιον — οὔτε νόησιν ἄνευ ποιήσεως — ψυχῆς γὰρ εἶναι τοῦτο μερικῆς· ἅμα οὖν νοῶν καὶ ἃ νοεῖ ποιῶν εἰκότως λέγων ῥιπτεῖ τοὺς κλήρους. ὑπολείπονται γοῦν ἔτι τινὲς τῶν προφητικῶν λόγων. ἡ δὲ ῥῖψις τῶν κλήρων τὴν ἀπὸ τῶν οὐρανίων περιφορῶν καὶ τῶν κινουσῶν ταύτας αἰτιῶν διὰ μέσου τοῦ προφήτου καθήκουσαν εἰς τὰς ψυχὰς αὐτῶν διανομὴν παρίστησιν· ἅμα δὲ δηλοῖ καὶ ὅτι περιείχοντο μὲν ἑνιαίως ἐν ἐκείνῳ, διεσπείροντο δὲ ἐν τοῖς ὑποδεχομένοις, ἄλλης ψυχῆς ἄλλον κλῆρον λαγχανούσης. καὶ γὰρ τὰ ἅμα ῥιπτούμενα πρόεισιν οὕτως εἰς πλῆθος ἀφʼ ἑνὸς τοῦ ῥίψαντος· ἕκαστος γοῦν λαμβάνει τοῦτον, ὡς φησίν, ὃς παρʼ αὑτὸν ἔπεσεν. καὶ δόξειεν μὲν ἂν αἰτιᾶσθαι τύχην ὁ μῦθος τῆς τοιαύτης πτώσεως· ἔστι δὲ κατὰ δίκην ἡ παρʼ ἕκαστον τοῦ προσήκοντος αὐτῷ κλήρου πτῶσις· πῶς γὰρ οὐ μέλλει κατὰ δίκην εἶναι καὶ οὐκ ἀλόγως γίνεσθαι, κατὰ νοῦν γινομένη τοῦ τε προφήτου καὶ τῆς Λαχέσεως; καὶ ὁ μὲν προφήτης ἐνεργεῖ κινῶν τὰς ψυχὰς εἰς τὴν τῶν κλήρων ὑποδοχὴν καὶ τῶν βίων τὴν ἐκλογήν, ἐκεῖναι δὲ κινοῦνται ὑπʼ αὐτοῦ καὶ κατὰ τὸν λόγον καὶ κατὰ τὴν φαντασίαν εἰς ἄμφω ταῦτα. οὐδὲ γὰρ ἄλλως ἐνεργοῦσιν εἰς ἡμᾶς οἱ κρείττους ἡμῶν ἢ ἔνδοθεν, ἅτε προηγούμενοι τῆς οὐσίας ἡμῶν· τῇ δʼ ἂρ ἐπὶ φρεσὶ θῆκε θεά, καὶ φᾶρος μέν μοι πρῶτον ἐνέπνευσεν μέγα δαίμων· οὐ διʼ ἀκοῆς οὖν εἰσδέχονται τοὺς λόγους οὐδὲ κατʼ αἴσθησιν τοὺς κλήρους, ἀλλʼ ἀνεγειρόμεναι πρὸς τὰ οἰκεῖα ἕκασται εἴδη διὰ τῶν προφητικῶν ἐνεργειῶν τῶν τε γνωστικῶν, ὧν οἱ λόγοι εἰκόνες, καὶ τῶν κινητικῶν, ὧν αἱ ῥίψεις. Ἑκάστου τοίνυν τὸν προσήκοντα λαβόντος κλῆρον — τοῦτο γὰρ δηλοῖ τὸ τὸν παρʼ αὑτὸν πεσόντα ἀνελέσθαι, τῆς τοπικῆς σχέσεως τὴν κατʼ ἀξίαν καὶ ὀφειλομένην ἐνδειξαμένης σύνταξιν καὶ τὴν τοῦ δεδομένου πρὸς τὸ δεξάμενον οἰκείωσιν — μόνος οὐ συγχωρεῖται λαβεῖν ὁ τούτων ἄγγελος· οὐ γὰρ ἤλλαττεν τὸν παρόντα βίον οὐδʼ εἰς ἄλλην ἔμελλεν εἰσδύεσθαι γένεσιν· ὥστε ἤνυεν ἔτι τὸν αὐτὸν κλῆρον. καὶ γὰρ τὸ τούτων αὐτὸν τῶν θεαμάτων τυχεῖν μέρος ἦν ἐκείνου τοῦ κλήρου, καὶ περιείχετο ἐν αὐτῷ τὸ τοιόνδε τρόπον χωρισθέντα σώματος αὐτόπτην γενέσθαι τῶν ἐν Ἅιδου πραγμάτων. Εἰ δὲ ὁ ἀνελόμενος πᾶς εὐθὺς γιγνώσκει πόστος ἔλαχεν, τί ἄλλο διὰ τούτου παρίστησιν ἢ ὅτι πᾶσα ψυχὴ βλέπουσα εἰς τὸ πᾶν, ὅθεν αὐτῇ καὶ ὁ κλῆρος ἀποδίδοται, γιγνώσκει πόσων τε βίων ἐστὶν κυρία καὶ ποίαν ἔχει πρὸς τὰς συγκλήρους τάξιν, οἷον γράμματα ὁρῶσα ἐν τῇ περιφορᾷ γεγραμμένα ταῦτα, ὅσα ἑκάστῃ προτείνεται; καὶ ὃ πολλάκις εἴπομεν, οὐ χρὴ θαυμάζειν, εἰ πρὸ τῶν σωμάτων αἱ ψυχαὶ πολλὰ καθορῶσιν τῶν ἐν τῷ παντὶ γιγνομένων, ὅσα μὴ δύνανται καθορᾶν τὸν παχὺν τοῦτον περιτειχισάμεναι δεσμόν· καὶ γὰρ ἡ ἐκ τῆς γενέσεως λήθη δεινὴ καὶ τὸ νέφος τὸ ἐπιπροσθοῦν ἐκ τῆς σωματικῆς παχύτητος ἀφόρητον. τοῦτο μὲν τοίνυν ὑπέμνησται πλεονάκις.
Μετὰ δὲ τοῦτο, φησίν, βίων παραδείγματα εἰς τὸ πρόσθεν σφῶν ἔθηκεν πολὺ πλείω τῶν παρόντων· ὡς τῶν κλήρων ἴσων ὄντων τοῖς παροῦσιν, πλείω δὲ τὰ παραδείγματα τῶν βίων, ἵνα ἐκ πλειόνων ἑκάστοις ἡ αἵρεσις ᾖ. καὶ γὰρ ὁ τελευταῖος οὕτως εὑρήσει βίους πλείους ἑνός, ἀφʼ ὧν ποιήσεται τὴν ἐκλογήν. εἰ γὰρ εἶεν αἱ αἱρούμεναι ψυχαὶ ὀκτὼ αἱ σύγκληροι καὶ οἱ βίοι τοσοῦτοι, τῇ μὲν πρώτῃ ἀπὸ τῶν ὀκτὼ ἡ αἵρεσις, τῇ δὲ δευτέρᾳ, εἰ τύχοι, ἀπὸ τῶν ἑπτά, καὶ τῇ τρίτῃ ἀπὸ τῶν ἕξ, τῇ δὲ τετάρτῃ ἀπὸ τῶν πέντε, καὶ τῇ πέμπτῃ ἀπὸ τῶν τεττάρων, καὶ τῇ ἕκτῃ ἀπὸ τῶν τριῶν, καὶ τῇ ἑβδόμῃ ἀπὸ τῶν δύο· λοιπὴ δὲ ἡ ὀγδόη αἵρεσιν οὐχ ἕξει, ἑνὸς ὑπολειφθέντος μόνου, τῆς δὲ αἱρέσεως ἐκ πλειόνων ἢ ἑνὸς οὔσης. καὶ γὰρ εἰ λέγει, ὅτι ἡ τελευταία ψυχὴ τὸν ἠμελημένον ὑπὸ τῶν ἄλλων εἵλετο βίον, οὐχ ὅτι μόνος ἦν, τοῦτο ἔοικεν λέγειν, ἀλλʼ ὅτι μόνος ὑπὸ πάντων ἠμελημένος· διὸ καὶ ἐπήγαγεν, ὅτι καὶ εἰ πρώτη ἔλαχεν, τοῦτον ἂν εἵλετο, καὶ ταῦτα πολλῶν αὐτῇ προταθέντων. Εἰ δὲ ἐπὶ γῆν προτίθησι ταῦτα καὶ ἔμπροσθεν σφῶν, γνῶσίν τε ἔχουσιν τῶν βίων εἰκότως, ἵνα καὶ ἕλωνται ἀφʼ ὧν γιγνώσκουσιν, καὶ οἱ βίοι πάντως εἰς γένεσιν ἄγουσιν. ὡς γὰρ ἤδη τῶν ψυχῶν κάτω βλεπουσῶν οὕτως εἶπεν καὶ εἰς γῆν καὶ ἔμπροσθεν αὐτῶν ταῦτα τίθεσθαι. ταύταις γοῦν πρόσω μὲν ἡ γένεσις, ὄπισθεν δὲ τὰ θεῖα· καὶ γὰρ ταῦτα μὲν ἀπολιμπάνουσιν, ὁρμῶσιν δὲ εἰς τὴν γένεσιν. Δεῖ δὲ καὶ τοῖς ῥήμασιν ἐπισημαίνεσθαι τοῖς μυθικοῖς, ῥῖψιν μὲν λέγουσιν ἐπὶ τῶν κλήρων, θέσιν δὲ ἐπὶ τῶν βίων — ἣ μὲν γὰρ δηλοῖ τὴν ἐξ ὁλικωτέρων αἰτίων καὶ ὑψηλοτέρων διανομήν, ἣ δὲ τὴν ἐκ μερικωτέρων καὶ χαμαιζηλοτέρων —, καὶ ταῦτα πρὸς τὰς ψυχὰς ἀναφέρειν. ὁ μὲν γὰρ κλῆρος ἐκ τῆς περιφορᾶς ἧκεν, ὁ δὲ βίος ἐκ τῆς τῶν ψυχῶν αἱρέσεως. καὶ οὐδὲ θαυμαστόν, ὅτι τὸ παράδειγμα ἐπὶ τῶν βίων εἴωθεν τάττειν, καὶ τοῦτο εἰκότως· τῶν γὰρ ἐμφανῶν οἱ ἀφανεῖς ἀρχέτυποί εἰσιν, κλήρου δὲ ἐμφανὴς οὐκ ἔστιν ἀποτύπωσις· οὐδὲ γὰρ δυνατόν, εἴπερ πλειόνων ἐστὶ βίων περιληπτικός. μετὰ τοὺς κλήρους δʼ οὖν ἴσους ὄντας τοῖς λαγχάνουσιν τὰ παραδείγματα τῶν βίων ὄντα πολὺ πλείω τῶν παρόντων. Ὅτι δὲ ὁ βίος οὐ μόνον τὸ εἶδος ἔχει τῆς ζωῆς, ἀλλὰ καὶ τὰ ἀκόλουθα ἑκάστῳ παρὰ τοῦ παντὸς ἀπονεμόμενα, πολλάκις ἤδη προείπομεν. καὶ τούτῳ διαφέρουσιν οἱ βίοι τῶν ἐν Φαίδρῳ βίων ἐκείνων ζωῶν ἰδέας ἐχόντων· ἀλλὰ καὶ περὶ τούτων ἐν τοῖς εἰς τὴν παλινῳδίαν διήλθομεν.
Εἶναι δὲ παντοδαπά· ζῴων τε γὰρ πάντων βίους καὶ δὴ καὶ ἀνθρωπίνους ἕως τοῦ τὰ δὲ καὶ μεσοῦν τούτων. Τὰς πολυειδεῖς τῶν βίων ἐξαλλαγὰς διὰ τούτων, ὁποῖαί τινες, ὁ μῦθος ἐμφανίζων καὶ ἅμα δηλῶν, ὅτι τοῖς εἴδεσιν ἐν τούτοις τῶν ζωῶν καὶ τὰ ἐκ τοῦ παντὸς ἐπικλωθόμενα συμπέπλεκται, τοὺς μὲν εἶναί φησιν ἐν τοῖς παραδείγμασιν ἐκείνοις τοῖς εἰς γῆν τεθεῖσιν ἔμπροσθεν τῶν κληρωσαμένων ζῴων πάντων βίους τῶν ἄλλων, τοὺς δὲ ἀνθρωπίνους. καὶ τοῦτο μὲν εἰς δήλωσιν τῶν κατʼ εἶδος διεστώτων· λοιπὸν δὲ τὰς ἄλλας προστίθησιν διαφοράς, οἷον τυραννίδων ἢ διὰ βίου σωζομένων ἢ μεταξὺ διακοπτομένων κατὰ διαφόρους περιπετείας, καὶ εὐδοκίμων ἄλλων βίων, ἐν εὐγενείαις, ἐν σωμάτων κάλλεσιν, ἐν εὐμαθίαις. ὅταν δʼ οὖν λέγῃ ζῴων πάντων τοὺς βίους ἐν τοῖς παραδείγμασιν ἐνεῖναι, πότερον ἐνδείκνυται καὶ τοῖς ἄλλοις γένεσιν εἶναι προκειμένους εἰς αἵρεσιν βίους, ἅμα πάσαις εἰπόντος τοῦ προφήτου τὰ προειρημένα ῥήματα ὁμοίως ὡς ταῖς ἀνθρωπίναις ψυχαῖς οὕτως καὶ ταῖς τῶν ἄλλων ζῴων; ἢ ὅτι μόνως μὲν οἱ λόγοι πρὸς τὰς ἀνθρωπίνας καὶ τὰ παραδείγματα τῶν βίων πρόκειται ταύταις, ἔνεισι δὲ ἐν τούτοις ἀνθρώπινοί τε βίοι τῶν λογικῶν ψυχῶν καὶ ζῳώδεις εἰς ἐκεῖνα τὰ ζῷα μεθισταμένων, καὶ ὁμοίως εἰς πάντα καὶ μέχρι τῶν ἐσχάτων; ὅτι μὲν οὖν καὶ ἐκ τῶν ἀλόγων εἰσὶν τῶν ψυχῶν μετατάξεις εἰς ἄλογα, τῶν ἀγρίων εἰς τὰ ἥμερα καὶ τῶν ἡμέρων εἰς τὰ ἀγριώτερα, καὶ ἐκ λογικῶν εἰς ἄλογα καὶ ἐξ ἀλόγων εἰς λογικά, καθάπερ καὶ ἐκ λογικῶν εἰς λογικά, τετραχῶς πλεκόμεναι, μικρὸν ὕστερον αὐτοῦ λέγοντος ἀκουσόμεθα σαφῶς. εἰ δὲ τοῦτο ἀληθές, κἀνταῦθα τούς τε τῶν πάντων βίους ζῴων καὶ τοὺς ἀνθρωπίνους λέγεσθαι φήσομεν ἀντιδιεσταλμένως· ὡς τῶν τε ἀλόγων κατʼ εἴδη διαφέροντα παρὰ τοῦ παντὸς ὑφισταμένων καὶ τῶν ἀνθρώπων καθʼ ἕτερα, καὶ τούτων ἀμφοτέρων ἐν ταῖς κοσμικαῖς περιφοραῖς περιεχομένων καὶ τοῦ προφήτου προτιθέντος ἑκάτερα, διότι καὶ ψυχαῖς ἀνθρωπίναις ἐστὶν ἀπὸ τῶν ἀνθρωπίνων εἰς τοὺς ἐκείνων βίους μετάστασις· καὶ τούτων οὖν παραδείγματα προκεῖσθαι ταῖς ἡμετέραις μόναις ψυχαῖς, αἷς καὶ ἔμπροσθεν διελέγετο καὶ ὧν προὐκαλεῖτο τὰς αἱρέσεις. ὥστε πρόκεινται μὲν ἀλόγων βίοι καὶ λογικῶν, ἀλλʼ ἕνεκα τῆς τῶν λογικῶν αἱρέσεως, ἢ ἀπὸ τῶν ἀνθρωπίνων βίων ποιουμένων τὰς αἱρέσεις ἢ ἀπὸ τῶν ἀλόγων ζῴων. ὁρμὰς μὲν γὰρ ἐν τοῖς ἀλόγοις δυνατὸν ἐνεῖναι, αἱρέσεις δὲ ἀδύνατον· εἴπερ ἡ αἵρεσις ἐπίκρισίς ἐστιν πλειόνων εἰς ἑνὸς ἐκλογήν. εἰ δὲ καὶ τὸν Τίμαιον συμπαραλάβοι τις διὰ μόνης τῆς λογικῆς ψυχῆς καὶ τοῖς ἀλόγοις πᾶσιν διδόντα τὴν ψύχωσιν, ἔτι μᾶλλον ἂν πεισθείη πάντα τὰ παραδείγματα καὶ ἀλόγων καὶ λογικῶν ψυχαῖς προκεῖσθαι λογικαῖς, ἢ λογικῶς ζησομέναις καὶ σωσούσαις τὸν ἄνθρωπον ἢ ἀλογωθησομέναις καὶ ἐκπεσουμέναις εἴς τι τῶν χειρόνων ζῴων. Ἀλλὰ τοῦτο μὲν διαίτης ἔτυχεν ἀρκούσης πρὸς τὸ παρόν· εἰ δὲ δὴ καί φησι· ψυχῆς δὲ τάξιν μὴ ἐνεῖναι διὰ τὸ ἀναγκαίως ἔχειν ἄλλον ἑλομένην βίον ἀλλοίαν γενέσθαι, φανερὸν οἶμαι καὶ διὰ τούτων ἐστίν, ὡς ἄρα περὶ τῆς ἡμετέρας ἐστὶ ψυχῆς ὁ λόγος ὡς κατὰ τὰς ἑαυτῆς αἱρέσεις μεταταττομένης εἰς βίους ἄλλους καὶ ἄλλους, ἀνθρωπίνους ἢ ἀλόγους, βελτίους ἢ χείρονας. ποῦ γὰρ αἵρεσις ἐν τοῖς ἀπροαιρέτως ζῶσιν, ποῦ δὲ προαίρεσις ἐν τοῖς ὀρέξεσιν ἀλόγοις χρωμένοις; Σκοπεῖν δὲ χρὴ καὶ ὅπως τάξιν ἐν ταῖς προαιρετικῶς ζώσαις οὐκ εἶπεν μὴ εἶναι — καὶ γὰρ ἔστιν κατʼ οὐσίαν αὐτὰς διορίζουσα τάξις, ἣν ἡ δημιουργία πάσαις ἐνέθηκεν —, ἀλλʼ ἐνεῖναι, τὴν ἀπὸ τῆς προαιρέσεως τάξιν ἐνδεικνύμενος μὴ οὖσαν ὡρισμένην. τὸ γὰρ ἐνεῖναι τὴν ἔξωθεν ἐφήκουσαν δηλοῖ τάξιν καὶ ἐπισυμβαίνουσαν ἐκ τῆς προβολῆς τῶν τοιῶνδε τῆς ζωῆς εἰδῶν, ἃ ὁ παρὼν χαρακτηρίζει βίος. κωλύει γὰρ οὐδὲν τὴν κρείττονα ψυχὴν τὸν χείρονα βίον προχειρίσασθαι, καὶ κατὰ ταὐτὸ τὴν χείρονα κρεῖττον εἶδος ζωῆς ἑλέσθαι καὶ προστήσασθαι. τὸν μὲν δὴ βίον ἀληθὲς ἕπεσθαι ταῖς αἱρέσεσιν· τὰ δὲ ἄλλα — ταῦτα δέ ἐστιν, ὅσα μετὰ τὰς αἱρέσεις ἐκ τοῦ παντὸς διανέμεται ταῖς ἑλομέναις — μεμῖχθαι· τὰ μὲν πλούτοις καὶ πενίαις, ἅ ἐστιν τῶν ἐκτός· τὰ δὲ νόσοις καὶ ὑγείαις, ἅ ἐστιν τῶν δευτέρων μετὰ τὰ ψυχῆς ἀγαθὰ καὶ κακά· τὰ δέ φησι καὶ μεσοῦν τούτων, ἃ δὴ καὶ εἶναι πάντων ἀσφαλέστατα. τῶν γὰρ ἄλλων αἱ μὲν ὑπερβολαὶ χαυνοῦσιν, αἱ δὲ ἔνδειαι ταπεινοῦσιν, τὸ δὲ ἐν ἐκείνοις μέτριον καὶ ταῖς ἀρεταῖς μετριότησιν οὔσαις ἐναρμονίως σύνεστιν, καὶ γίνεται ἡμῶν ὁ βίος ἅπας κατὰ πάντα μέτριος, τὰ ψυχικά, τὰ σωματικά, τὰ ἐκτός. διὰ μὲν οὖν πλούτου καὶ πενίας ἐδήλωσεν πάντα ὁπόσα σώματος ἐκτός, τιμὰς ἀτιμίας, δυνάμεις ἀδυναμίας, ἀρχὰς ἰδιωτείας· διὰ δὲ ὑγείας καὶ νόσου πάντα τὰ σώματος, ἰσχῦς ἀσθενείας, κάλλη αἰσχρότητας, εὐαισθησίας δυσαισθησίας· ὧν ἑκάστων τὸ μέσον οἰκεῖόν ἐστιν ταῖς ψυχαῖς ἡμῶν καὶ προσήγορον. ἐν οὖν ταῖς αἱρέσεσιν μακρῷ ἄμεινον τὰς μετριότητας ἐν τούτοις πᾶσι διώκειν, τῶν ἀκροτήτων ὡς ἐπὶ τὸ πλεῖστον εἰς κακίαν παρακαλουσῶν τὰς ψυχάς. εἴρηται δὲ τὸ αἴτιον, καὶ ὅτι ταῖς τε ψυχαῖς μέσην λαχούσαις οὐσίαν συμφυὲς τὸ τῆς ἀρετῆς εἶδος ἐν μεσότητι θεωρούμενον καὶ τῇ ἀρετῇ τὸ τῶν ὀργάνων αὐτῆς μέτριον ὑπάρχον συγγενές. ταῦτα μὲν οὖν μυριόλεκτα. Τὰ δὲ ἑπόμενα τούτοις … Ἔνθα δὴ ὡς ἔοικεν, ὦ φίλε Γλαύκων, ὁ πᾶς κίνδυνος ἀνθρώπῳ ἕως τοῦ οὕτω γὰρ εὐδαιμονέστατος γίγνεται ἄνθρωπος. Τοῖς μυθικοῖς πλάσμασιν ἠθικὰ παραγγέλματα μιγνύμενα σαφέστατα δείκνυσιν, ὁποῖόν ἐστιν τὸ εἶδος τῶν Πλατωνικῶν μύθων, καὶ ὅτι πολιτικόν τε καὶ παιδευτικόν. καὶ δὴ καὶ ἐν τοῖς προκειμένοις εἴρηται μέν, ὅτι τοῖς εἴδεσι τῆς ζωῆς παντοδαποῖς οὖσιν μίγνυται τά τε σωματικὰ καὶ ὅσα ἐκτὸς ἀγαθά τε καὶ κακὰ καὶ ὅσα μέσα τούτων καὶ τὴν ἀπέραντον ποικιλίαν παρέχεται τῶν βίων· τούτοις δὲ ἑπομένως ἄρα παρακελεύεται μάλιστα σκοπεῖν, πῶς ἂν ἕκαστος ἡμῶν ἀξιόχρεως γένοιτο κριτής, ἢ μαθὼν παρʼ ὅτου δυνατὸν μαθεῖν ἢ εὑρών — διτταὶ γὰρ αἱ εἰς ἐπιστήμην ὁδοί, μάθησις καὶ εὕρεσις, ὡς καὶ ὁ ἐν Ἀλκιβιάδῃ Σωκράτης ἐδίδαξεν —, τῶν ἀμεινόνων καὶ χειρόνων βίων, μὴ εἰς τὰ ἔξω βλέπων καὶ παραγόμενος ὑπʼ αὐτῶν καὶ καταπληττόμενος, ἐὰν πλοῦτοι καὶ τιμαὶ διαφέρουσαι προτείνωνται καὶ δυνάμεις καὶ ἀρχαὶ πόλεων καὶ ἐθνῶν, καὶ εὐγένειαι καὶ σωμάτων ῥῶμαι καὶ πάντα τὰ τοιαῦτα, διʼ ὧν αἱ πολλαὶ ψυχαὶ πάντως ἁλισκόμεναι πάντα τὰ ἄλλα παρορῶσιν. σκοπεῖν γὰρ δεῖν μὴ τὰς τούτων πλεονεξίας καὶ τὰς τῶν ἐναντίων ἐλαττώσεις, ἃς δὴ διαδιδράσκουσιν ἅπαντες ὡς εἰπεῖν, ἀλλʼ ὅ τι καὶ ἀλλήλοις ταῦτα μιγνύμενα καὶ μετὰ τῶν ἕξεων τῶν ψυχικῶν ἀποτελεῖ· λέγω δὲ μετʼ ἀλλήλων μέν, οἷον κάλλος πενίᾳ ἢ πλούτῳ, ψυχικαῖς δὲ ἕξεσιν, ἀρετῇ ταῦτα καὶ μοχθηρίᾳ. δῆλον γὰρ ὅτι καὶ … πολλάκις βίος … μένου διὰ πενίαν … τος διὰ πλοῦτον. καὶ πανταχοῦ τῶν ἕξεων ἀλλοίων οὐσῶν ἀλλοῖα φαίνεται· μετὰ μὲν εὐμαθείας καὶ ἀγχινοίας ἕκαστα τούτων ἐστὶν σφαλερά, μετὰ δὲ δυσμαθείας ἧττον. τοιαῦτα μὲν οὖν ἐστιν καὶ ὅσα τοιαῦτα φύσει περὶ ψυχήν — γινόμεθα γὰρ εὐμαθεῖς φύσει καὶ δυσμαθεῖς· ἐπακολουθεῖ δὲ ἡμῖν ἔξωθεν πάντα ὅσα προείπομεν ἢ σωμάτων ἢ τῶν ἐκτὸς πλεονεκτήματα ἢ ἐλαττώματα. δεῖν οὖν ἐπειδὴ τὸ χρώμενόν ἐστι ψυχή, τὰ δὲ ἄλλα ὄργανα ταύτης, εἰς τὴν ταύτης ἀποβλέπειν φύσιν καὶ εἰδότα αὐτήν, ὧν μὲν ἄρξαι δύναται, ταῦτα αἱρεῖσθαι συμμεμιγμένα τῷ εἴδει τῆς ζωῆς, ὧν δὲ οὐκ ἔχει τὴν χρησομένην ἕξιν, ταῦτα μὴ ἐπιδιώκειν, ἀλλὰ χαίρειν ἐᾶν, ἀεὶ τὸ πρόσφορον ὄργανον τῇ ἑαυτοῦ δυνάμει ζητοῦντα καὶ ἐκλεγόμενον, μὴ πρὸς τὸ πλέον βλέποντα τῶν ἄλλων, ἀλλὰ πρὸς τὸ ἑαυτῷ σύμμετρον. τίς οὖν ἡ ἀρίστη δόξα περὶ τούτων, ἣν ἀξιοῖ μένειν ἐν ἡμῖν ἀσάλευτον καὶ ὡς εἶπεν ἀδαμαντίνην καὶ εἰς Ἅιδου πορευθεῖσιν; ὅτι τὸ μέσον ἐστὶν ἀσφαλέστερον ἐν ἅπασι τοῖς ἐκτός, ὑγείας νόσου, ῥώμης ἀσθενείας, κάλλους αἴσχους, πλούτου πενίας, δυνάμεως ἀδυναμίας, τιμῆς ἀτιμίας, καὶ πρὸς τοῦτο ποιεῖσθαι τὴν ἐκλογὴν τῶν βίων ἀνέκπληκτον ὑπὸ τῶν τυραννίδων, ἀνάλωτον ὑπὸ τῶν φαινομένων ἀγαθῶν, ἀχείρωτον ὑπὸ τῶν σωματικῶν ὄντα δυνάμεων, τὰς ὑπερβολὰς ἐκτρεπόμενον πανταχοῦ καὶ τὰς ἐνδείας· καὶ τέλος προιστάμενον οὐ τῶν ὀργάνων τὴν περιεργίαν, ἀλλὰ τοῦ χρωμένου τελείωσιν· αἱ γὰρ ἔνδειαι καὶ αἱ πλεονεξίαι γίνονται μὲν αἴτιαι τοῦ δρᾶν μεγάλα κακά, πολλάκις δὲ ἔχουσι καὶ πάθη μείζονα τῶν ποιήσεων. πολλοὶ γοῦν τῶν τυράννων ἀνεσταυρώθησαν, οἳ δὲ εἰς πτωχείαν ἤλασαν, οἳ δὲ εἰς φυγὴν διὰ βίου παντὸς κατέστησαν· πολλοὶ δὲ καὶ τῶν πλούτοις ἢ κάλλεσιν χρησαμένων κακῶς εἰς παντοίας ἐκπεπτώκασι συμφοράς· πολλοὺς δὲ καὶ πενίαι καὶ αἴσχη σωμάτων ἀγεννῆ καὶ ταπεινὰ καὶ δουλοπρεπῆ φρονεῖν ἠνάγκασαν, καὶ ἐμπόδια τῆς ἑαυτῶν ἐπιμελείας τισὶν καὶ ταῦτα γεγένηται· καὶ μεσταὶ τούτων αἱ ἱστορίαι τῶν τε παλαιῶν καὶ τῶν νέων καὶ καθʼ ἡμᾶς. δεῖν οὖν τὰ ἑκατέρωσε ὑπερβάλλοντα φεύγειν, εἴς τε τὰ χείρονα δοκοῦντα εἶναι καὶ τὰ ἀμείνονα φαινόμενα τοῖς πολλοῖς. Καὶ προσέθηκεν· οὕτω γὰρ εὐδαιμονέστατος ἄνθρωπος γίνεται· γινόμενος μὲν γὰρ πᾶσι χρήσεται δεόντως καὶ ταῖς ὑπερβολαῖς καὶ ταῖς ἐνδείαις. πάντα γὰρ ὄργανα τῆς ἀρετῆς, καθʼ ἣν ὁ εὐδαίμων ἐστὶν εὐδαίμων, καὶ πάντα ἀδιάφορα πρὸς ἐκείνην. ἵνα δὲ εὐδαίμων γένηται, τῶν μέσων, ἀλλʼ οὐχὶ τῶν ἄκρων δεήσεται· τὰ γὰρ ἄκρα πρὸς τὴν κτῆσιν τῆς ἀρετῆς ἐμπόδια, τὰ μὲν βαπτίζοντα τὴν ψυχὴν καὶ κατακλύζοντα, τὰ δὲ ἀγεννῆ ποιοῦντα καὶ ἀνελεύθερον.
Καὶ δὴ καὶ τότε ὁ ἐκεῖθεν ἄγγελος ἤγγελλε τὸν μὲν προφήτην οὕτως εἰπεῖν ἕως τοῦ μήτε ὁ τελευτῶν ἀθυμείτω. Τὴν μὲν αἰτίαν, διʼ ἣν τοὺς τοῦ προφήτου λόγους μεταξὺ διέτεμεν, ἔκ τε ὧν πρότερον εἴπομεν δεῖ λαμβάνειν — τοῖς γὰρ λόγοις αὐτὸν τὰ ἔργα σύνδρομα παρεχόμενον ἐπιδεῖξαι προθυμούμενος, ἅμα λέγοντα καὶ ῥιπτοῦντα τοὺς κλήρους καὶ τὰ παραδείγματα προτιθέντα τῶν βίων ἀπομιμούμενος, αὐτὸς δὲ παρὰ μέρος ἑκάτερον διδάσκων εἰκότως τοῖς ἔργοις διέτεμεν μεταξὺ τοὺς λόγους· καὶ δὴ καὶ νῦν τρόπον ἕτερον ῥητέον, ὅτι ταῖς μερικαῖς ψυχαῖς οἰκεία πώς ἐστιν ἡ τῶν λόγων διαίρεσις, οὐ δυναμέναις πᾶσαν ὁμοῦ τὴν τῶν κρειττόνων νόησιν ὑποδέξασθαι, μεριζούσαις δὲ τὸ ἐκείνης ἡνωμένον καὶ διακοπτούσαις τὸ συνεχὲς ταῖς ἑαυτῶν μέσαις παρεμφαινομέναις ἐνεργείαις. ἃ δὴ καὶ ὁ Πλάτων ἀποτυπούμενος τοὺς ἠθικοὺς κανόνας παρεμβέβληκεν τοῖς τοῦ προφήτου λόγοις· οἱ δὲ ἠθικοὶ κανόνες ψυχῆς ἦσαν ἐπιστρεφούσης εἰς ἑαυτὴν καὶ ἑαυτὴν ἀσφαλεστέραν περὶ τὰς αἱρέσεις ποιούσης· ταῖς δʼ οὖν ἐπιστάσεσιν ταύταις τὴν συνέχειαν τῆς ἀπὸ τῶν κρεισσόνων ἐνεργείας εἰς ἑαυτὴν διατέμνειν εἴωθεν· καὶ τοῦτο μιμεῖται τῶν προφητικῶν ῥημάτων ἡ διαίρεσις. εἰ δὲ συνάψαις τῷ τέλει τῶν ἔμπροσθεν εἰρημένων ταυτὶ τὰ νυνὶ λεγόμενα, μάλιστα θεάσῃ τὸ συνεχὲς τῶν λόγων· αἰτία ἑλομένου, θεὸς ἀναίτιος· καὶ τελευταίῳ ἐπιόντι σὺν νῷ ἑλομένῳ συντόνως ζῶντι κεῖται βίος ἀγαπητός, οὐ κακός. εἰ γὰρ αἱ αἱρέσεις αἴτιαι τῶν ἀμεινόνων καὶ χειρόνων βίων, δυνατὸν καὶ ἔσχατον ἐπιόντα πρὸς τὴν αἵρεσιν, σὺν νῷ ποιησάμενον τὴν αἵρεσιν ἐκ τῶν παρόντων τὸν ἀμείνω προελέσθαι βίον· τῷ δὲ ἑλομένῳ σὺν νῷ ζωὴ προστεθεῖσα σύντονος ποιεῖ τὸν βίον ἀγαπητόν, οὐ κακόν· οὐδὲ γὰρ πάντως ἀγαθόν, εἰ μὴ εἶχεν ὁ κλῆρος τοιοῦτον … γε … ῆσ … καὶ αἱρέσε … μᾶλλον συντελοῦν … προστεθέντος βίου συντόνου· τὸ γὰρ ἀσθενικῶς ἀντιλαβέσθαι τοῦ ἀμείνονος ἀναιρεῖ τὸ ἐν αὐτῷ ἀγαθόν· προστίθησι δὲ ἡ συντονία καὶ τῷ μὴ ἄκρῳ πάμπολυ πρὸς τὴν εἰς ἀρετὴν ὁδόν. καὶ ἔοικεν καὶ τούτων τὸ μὲν εἰς τὴν κρίσιν ἀναφέρεσθαι τῆς ψυχῆς, ἡ ἐκλογὴ τοῦ τῶν προτεινομένων ἀμείνονος βίου, τὸ δὲ εἰς τὴν τῆς ζωῆς ῥώμην, ἡ σύντονος ἀντίληψις τοῦ ἐκλεγέντος. ἐξ ἀμφοτέρων δὲ ἐπιτήδειοι γιγνόμεθα πρὸς τὸ τυχεῖν μείζονος ἐκ τοῦ παντὸς εὐμοιρίας· ὁ γὰρ τοῖς δοθεῖσι χρησάμενος ὀρθῶς προκαλεῖται μειζόνων ἀγαθῶν εἰς ἑαυτὸν παρουσίαν· ὥσπερ τὴν ἁμαρτητικὴν χρῆσιν τῶν ἐκ τοῦ παντὸς ἀγαθῶν φαμεν ἐν πολλαῖς δή τισιν ἑξῆς περιόδοις στερίσκειν ἡμᾶς τῆς ἐκεῖθεν εὐμοιρίας, ἀναξίους ὀφθέντας ὧν ἐτύχομεν ἔμπροσθεν. Τί δὴ οὖν ἐπὶ τούτοις φησὶν ὁ προφήτης, τέλος ἐπάγων ἅπασι τοῖς ἑαυτοῦ λόγοις, οὓς ἐξέφηνεν ταῖς ψυχαῖς; μήτε ὁ ἄρχων αἱρέσεως, φησίν, ἀμελείτω μήτε ὁ τελευτῶν ἀθυμείτω· θείως, ὡς ἐμοὶ δοκεῖ, διὰ τούτων τῶν παραγγελμάτων ἐνδειξάμενος, ὡς ἄρα τὸ πᾶν ἐπὶ ταῖς ψυχαῖς ἐστιν καὶ τὴν εὐμοιρίαν ἡ αἵρεσις ἀφανίζει καὶ τὴν δυσμοιρίαν ἐπανορθοῖ. τὸν μὲν γὰρ ἄρχοντα τῆς αἱρέσεως ἐκεῖνον λέγει τὸν πρῶτον αἱρούμενον καὶ κληρωθέντα πρῶτον, ὃς διὰ μοχθηρὰν αἵρεσιν θρηνήσει μικρὸν ὕστερον ἑαυτόν, τὸν δὲ τελευτῶντα τοῦτον ἐκεῖνον εἶναί φησιν, ὃς σωφρονήσει περὶ τὴν αἵρεσιν τοῦ τε προκληρωθέντος, καὶ ταῦτα ἔσχατος ἐπὶ τὴν αἵρεσιν ἐλθών, πράξει κάλλιον, ἐκ τῶν ἐνόντων τὸν κράτιστον ἑλόμενος βίον. οὔτε τοῦτον οὖν ἀθυμεῖν προσῆκεν ὡς ἔσχατον, ἐὰν ἔχῃ καὶ τὸν τυχόντα νοῦν, τοῖς δοθεῖσιν μετὰ νοῦ χρώμενον, οὔτε τὸν πρῶτον διὰ τὴν εὐμοιρίαν ῥᾳθυμεῖν· ἡ γὰρ ῥᾳθυμία πολλοῖς ἀφανῆ ποιεῖ τὰ ἐκ τῆς εὐμοιρίας ἀγαθὰ διὰ μοχθηρὰν τῶν ἐκ τοῦ παντὸς ὑπαρξάντων χρῆσιν. ταῦτʼ οὖν σφραγῖδα τοῖς λόγοις ἐπέθηκεν ἱκανὰ μὲν ὄντα τοὺς ἀξίους ἐπιστρέψαι πρὸς τὴν μετὰ κρίσεως ὀρθῆς αἵρεσιν, τοῖς δὲ ἀναξίοις ἱκανώτερα μείζονα ποιῆσαι τὴν συμφοράν· οἵ γε καὶ τοῦ προφήτου λέγοντος ἀπερισκέπτως πεποίηνται τὴν αἵρεσιν. μάλιστα μὲν οὖν καὶ ὁ ἐν τῷ παντὶ προφήτης ἐστὶν τῶν τοιῶνδε λόγων δημηγόρος· ἔστι δὲ καὶ ἐν ἑκάστῃ ψυχῇ προφήτης τις ταῦτα βοῶν καὶ διαμαρτυρόμενος κατʼ οὐσίαν, ὥσπερ καὶ δίκη καὶ νόμος. ἀλλʼ ἣ μὲν καὶ πείθεται τῷ ἐν αὐτῇ προφήτῃ καὶ γίνεται ἐπιστατικωτέρα περὶ τὴν ἐκλογήν, ἣ δὲ ἀπειθήσασα μικρὸν ὕστερον μεταμελείας ἀναπίμπλαται καὶ κακῶν, ἐπιδραμοῦσα διὰ πάθος τούτοις, ὧν ὁ ἐν αὐτῇ προφήτης ἀνέστελλεν.
Εἰπόντος δὲ ταῦτα τὸν πρῶτον λαχόντα ἔφη εὐθὺς ἐπιόντα τὴν μεγίστην τυραννίδα ἑλέσθαι μέχρι τοῦ ἔθει ἄνευ φιλοσοφίας ἀρετῆς μετειληφότα. Τοὺς μὲν λόγους τοῦ προφήτου διʼ αὐτῶν ἐπιδείκνυσιν τῶν ἔργων ἐναργεστάτους ὄντας ἔκ τε τῶν ἀπερισκέπτως ἐπιτρεχόντων ταῖς αἱρέσεσιν διὰ τὰς προφαινομένας δυνάμεις καὶ ἐκ τῶν διὰ κρίσιν καὶ λογισμὸν ἀκριβῆ μενόντων ἀμεταβλήτων ἐφʼ οἷς εἵλοντο βίοις· πολλὴν δὲ προσέθηκεν ἡ τοῦ μύθου σκηνὴ τοῖς λόγοις ἔμφασιν, εἰπόντος τὸν ἐκ τοῦ πρώτου κλήρου προσελθόντα τῇ αἱρέσει τοιούτοις σφάλμασι περιπεσεῖν καὶ ἐπεισαγαγόντος τραγικὰ πάθη τῇ ἐπιστάσει καὶ θρήνους καὶ κοπετούς, οἰμωζούσης τὰ αἱρεθέντα τῆς ψυχῆς καὶ πρὸ τῶν ἐκβάσεων ἀνακλαομένης καὶ οὐκ ἐχούσης ἀναδῦναι τὰ αἱρεθέντα· προείρηται γὰρ τὴν ἑλομένην ἐξ ἀνάγκης τῷ βίῳ συνέσεσθαι, καὶ τοῦ παντὸς ἀπαιτοῦντος καὶ τοῦ δαίμονος ἀποπληροῦντος τὴν αἵρεσιν. τὰ μὲν οὖν αἴτια τῆς τοιαύτης τραγῳδίας εἶναί φησιν ἀφροσύνην καὶ λαιμαργίαν, ὧν ἣ μέν ἐστι τῆς γνωστικῆς δυνάμεως τύφλωσις, ἣ δὲ τῆς ὀρέξεως ἀπέραντος ἔκτασις· τῆς μὲν ἐπιτρεχούσης τῇ φαινομένῃ δυνάμει, τῆς δὲ οὐκ ἐώσης ἰδεῖν τὰ ἑπόμενα τῷ αἱρεθέντι βίῳ δράματα. τὰ μὲν οὖν αἴτια ταῦτα· μετὰ δὲ τὴν ἐπίσκεψιν τοῦ βίου τὰ ἑπόμενα τίνα ἐστίν; μεταμέλεια δεινὴ καὶ αἰτίασις οὐχ ἑαυτοῦ — δέον γὰρ ἦν ἑαυτὸν καταμέμφεσθαι τῆς τε ἀφροσύνης καὶ τῆς λαιμαργίας —, ἀλλὰ τῆς τύχης καὶ τοῦ δαίμονος καὶ πάντων μᾶλλον. ἐπεὶ γὰρ ὁ μὲν δαίμων ἐπιστατεῖ τοῖς ἔνδον ἡμῶν κινήμασιν, ἡ δὲ τύχη τὰ ἑπόμενα τούτοις ἀποπληροῖ κατὰ καιρόν, τούτους αἰτιᾶται τῆς κατὰ τὸν βίον ὅλον ἀτοπίας, οὐχ ἑαυτόν, καίτοι τῆς μὲν αἱρέσεως ἐπʼ αὐτῷ κειμένης, τούτοιν δὲ τοῦ μὲν ἀποπληροῦντος τὴν τῆς ψυχῆς ὁμολογίαν πρὸς τὸ πᾶν, τῆς δὲ ἀνάπαλιν ἀποπληρούσης τὴν τοῦ παντὸς πρὸς τὴν ψυχήν. ἡ μὲν γὰρ ζήσεσθαι τοιόνδε ζωῆς εἶδος ὁμολογοῦν πρὸς τὸ πᾶν, τὸ δὲ ζωῇ τοιαύτῃ καὶ τὰ τοιάδε πάντως ἐπικλώσειν· ὧν τὸ μὲν ὁ δαίμων ἐφέστηκεν ἀπαιτῶν, τὰ δὲ ἡ τύχη πάντως ἡμῖν ἀποδώσουσα. τούτους οὖν ἄτοπον αἰτιᾶσθαι τὸν σύνδεσμον ἡμῶν πρὸς τὸ πᾶν συνέχοντας καὶ τοῦ παντὸς πρὸς ἡμᾶς· εἴπερ ἡμεῖς τῷ παντὶ προσηγάγομεν ἡμᾶς αὐτούς, οἳ δὲ φύλακές εἰσιν τῆς ἀμφοτέρων κοινωνίας. μεταξὺ δὲ τῶν αἰτίων τῆς ἀτόπου ταύτης αἱρέσεως καὶ τῶν ἑπομένων τῇ ἐπιστάσει τῶν ἀκολούθων τῷ βίῳ τούτῳ κακῶν αὐτὸ τὸ εἶδος τῆς ζωῆς καὶ τὸ ἐκ τοῦ παντὸς αὐτῷ συνηρτημένον ἀτύχημα παραδέδωκεν ὁ μῦθος, τὸ μὲν τυραννίδα μεγίστην λέγων οἷον ἔθνους ὅλου τινός, τὸ δὲ βρῶσιν παίδων. ἀλλὰ τυραννίδα μὲν τὸ πᾶν φέρειν καὶ τυραννικὸν βίον οὐδὲν θαυμαστόν· ἔστι γὰρ καὶ τυραννίδι χρήσασθαι καλῶς· παίδων δὲ βρῶσιν ἆρα σημαίνειν αὐτῷ μόνον οἰητέον τὴν τοῦ παντὸς φοράν, εἰς ἣν ἀποβλέψας εἶδεν τοῦτο τὸ πάθος ἐνὸν τῷ βίῳ μετὰ τὴν ἐπίστασιν, ἢ καὶ ποιεῖν τοῦτο καὶ εἶναι αἰτίαν ἢ συναιτίαν κἀκείνην; καὶ οὐ τοῦτο μόνον ἄξιον ἀπορίας, ἀλλὰ κἀκεῖνο, πῶς κατὰ δίκην οὗτος ὁ βίος, εἰ τῶν ἐξ οὐρανοῦ τίς ἐστιν ἀφιγμένος, λήξεως δὲ ἔτυχεν οὐρανίας ἐν πολιτείᾳ χρηστῇ βεβιωκώς; πόθεν γὰρ ὅλως αὐτῷ τοιοῦτος προετάθη βίος, τίνα ζωὴν ἀξίαν ἔχοντι τῆς εἱμαρμένης ταύτης; οὐ γὰρ ἔχομεν ἐνταῦθα προβιοτὴν αἰτιᾶσθαί τινα τῆς τοιαύτης ποινῆς. Πῶς ἡ τῶν παίδων βρῶσις γίνεται ἐκ τοῦ παντός, καὶ πῶς τοῦτο ὀφείλεται ψυχῇ ἐκ τοῦ οὐρανοῦ κατιούσῃ.
Πρὸς μὲν οὖν τὸ πρότερον ἀποκρινόμεθα λέγοντες μὴ μόνον ταῦτά τε καὶ τὰ τοιαῦτα σημαίνειν τὸ πᾶν, ὡς τοὺς ὄρνιθας, ἀλλὰ καὶ ποιεῖν. πᾶσα γὰρ κίνησις καὶ πᾶν σχῆμα καὶ πᾶσα μεταστροφὴ τοῦ κόσμου δραστήριός ἐστιν καὶ ἄλλων ἄλλοις οἰστικὴ φθορῶν καὶ γενέσεων· φθείρεται δὲ τὰ μὲν ὑφʼ ἑαυτῶν, τὰ δὲ διʼ ἄλλων, καὶ ἤτοι τῶν συστοίχων ἢ τῶν αἰτίων ἢ τῶν αἰτιατῶν. δεῖ γὰρ τὰ σώματα ἐξ ἀλλήλων γίνεσθαι καὶ τὰ γενόμενα ἔκ τινων ἀναλύεσθαι εἰς ἐκεῖνα, καὶ πάντα πορεύεσθαί τινα κύκλον οὕτως. ἐν μὲν οὖν τοῖς ἁπλοῖς φανερὸν πᾶσι τοῦτο γιγνόμενον συνεχῶς· τὸ γὰρ ἔκ του γεγονὸς εἰς ἐκεῖνο φθείρεται πάλιν ἐξ οὗ γέγονεν, οἷον ὁ ἐκ πυρὸς ἀὴρ εἰς πῦρ. οὕτω δὲ ἔχει καὶ τὰ σύνθετα πρὸς τὰ ἁπλᾶ· γενόμενα γὰρ ἐξ ἐκείνων ἀναλύεται αὖθις εἰς ἐκεῖνα· δανεισάμενοι γάρ, φησίν, οἱ ἐν τῷ κόσμῳ δημιουργοὶ μόρια ἐκ τοῦ παντὸς τὰ σύνθετα πλάττουσιν, ὡς ἀποδοθησόμενα πάλιν. εἰ οὖν καὶ τὰ ἁπλᾶ ἐκ τῶν ἁπλῶν καὶ τὰ σύνθετα ἐκ τῶν ἁπλῶν οὕτως ἔχει γένεσιν, ὡς καὶ τὴν εἰς ταῦτα ἀνάλυσιν ὑπομένειν, ἐξ ὧν γέγονεν κατὰ φύσιν, ἔχει δήπου λόγον καὶ τὸ λειπόμενον, τὰ σύνθετα ὅσα ἐκ συνθέτων ἄλλων γέγονεν ἀναλύεσθαι εἰς τὰ ἐξ ὧν γέγονεν, πάντων κατὰ κύκλον μεταβαλλόντων. ὥστε καὶ ζῴων βρώσεις ὑπὸ τῶν γεννησαμένων αὐτὰ γιγνόμεναι κατά τινα τάξιν ἀποτελοῦνται φυσικὴν καὶ σωματικὴν εἰς ἐκεῖνα μεταβολὴν ἐξ ὧν γέγονεν. καὶ ὅταν μέντοι τὰ γεννηθέντα τρέφηται ἐκ τῶν γεννησάντων, κατὰ τὴν πρὸς τὰ ὅλα γίνεται καὶ τοῦτο μίμησιν. πόθεν γὰρ ἄλλοθεν τὰ σύνθετα τρέφεται ἢ ἐκ τῶν ἁπλῶν ἐξ ὧν γέγονεν; Τούτων δὴ τριῶν ὄντων φυσικῶν νόμων περὶ τὰς τῶν σωμάτων μεταβολάς, τὰ γεννηθέντα ἀναλύεσθαι εἰς τὰ γεννήσαντα, τὰ σύστοιχα συντελεῖν ἀλλήλοις εἰς τὰς γενέσεις, τοῖς γεννηθεῖσιν ἐκ τῶν γεννησάντων εἶναι τὴν τροφήν, γίνεται μὲν καὶ ἐν τοῖς ὅλοις ταῦτα καὶ ἐν τοῖς μέρεσιν κατὰ τὰς εἰρημένας τρεῖς μεταβολάς. καὶ τὸ πᾶν οὕτω δρᾷ τούτων ἕκαστον, ὡς κινοῦν εἰς ἄλληλα πάντα καὶ μεταβάλλον σώματα ἄλλα εἰς ἄλλα. — Τὴν δʼ ἀξίαν ἀφορίζει τὴν ἐν τούτοις κατὰ τὴν ζωὴν ἡ ἐν αὐτῷ δίκη — δεῖ γὰρ ἤδη καὶ πρὸς τὴν δευτέραν ἐπίστασιν ἀποκρίνασθαι — καὶ οὐ πάσαις, ἀλλὰ τισὶν ταῦτα ἀφορίζει ψυχῶν βίοις τὸ τὴν τοιαύτην ἀνάλυσιν ὑπομεῖναι, τῶν κατὰ φύσιν μὲν ἐν τῷ παντὶ γιγνομένων, αὐτῶν δὲ παρὰ φύσιν ἐνεργουσῶν· τῆς Δίκης κατὰ τὸ προσῆκον ταύτην περί τινων τὴν ψῆφον ἐκφερούσης, κατὰ δή τινας ἀνάγκας τιμωρητικὰς τῶν ἀξίων τούτου ψυχῶν. καὶ γὰρ τὰ ἄλλα πάντα ποιεῖ μὲν ἡ τάξις τοῦ παντὸς ᾗ ἕκαστα πέφυκεν, συναρμόζει δὲ τὰ γιγνόμενα τοῖς βίοις ἡ Δίκη τοῖς ἡμετέροις καὶ διανέμει τὰ μὲν ἄλλοις τὰ δὲ ἄλλοις, καὶ γενέσεων τρόπους καὶ θανάτων καὶ πάντα ἁπλῶς, ὅσα ὡς εἰς τὸ πᾶν τελοῦντες χρώμεθα τοῖς ἐκ τοῦ παντός. καὶ δὴ καὶ τούτῳ τῷ πρώτῳ κληρωθέντι, καὶ εἰ τῷ ἐκ τοῦ οὐρανοῦ τις ἡκόντων ἦν, οὐ διὰ φιλοσοφίαν ἐκεῖ γεγονότων, ἀλλὰ διὰ δή τινα ἀρετὴν παισὶν οὐκ ἀνδράσιν οἰκείαν τὴν ἐξ ἐθῶν βελτίστων γενομένην, πάντως ἡ τῶν παίδων βρῶσις ποινή τις οὖσα κατὰ δίκην ἀποδέδοται· καὶ ὅπως κατὰ δίκην, εἰ καὶ μὴ ἐκ προβεβιωμένων δή τινων, αὐτὸς ἐπήγαγεν εἰπὼν ἐπιπηδῆσαι τῇ μεγίστῃ τυραννίδι τὸν ἄνθρωπον ὑπὸ ἀφροσύνης καὶ λαιμαργίας· καὶ γὰρ οὐδʼ ἂν ἔπαθεν ἄλλος τοῦτο μὴ τοιούτοις ἔνοχος ὢν κακοῖς. κολάζει τοίνυν ἡ Δίκη τὸν λαίμαργον βρώσει παίδων, διὰ τῆς ἀθέσμου τροφῆς καὶ ἀνοσίας τὴν τῆς ζωῆς ἀπληστίαν τιμωρουμένη· μόνον οὐκ ἐκεῖνο βοῶσα τοῖς κατακούειν τῶν τῆς Δίκης φθεγμάτων δυναμένοις, ὡς ἄρα ἡ ζωτικὴ λαιμαργία καὶ ἡ ἀπέραντος ὄρεξις ὧν μὴ δεῖ καὶ ἄπληστος ἑπομένην ἔχει καὶ τὴν παρὰ φύσιν τροφήν, ὡς μὲν σωμάτων σωματικὴν κατὰ φύσιν οὖσαν, ὡς δὲ ζῴων ζῴοις παρὰ φύσιν. Αἰτία δὲ ἡ ἀφροσύνη καὶ ταύτης τῆς λαιμαργίας· ἡ γὰρ τοῦ λόγου τυφλότης ἀκόρεστον ἐποίησεν ἐπιθυμίαν πλούτου καὶ δυνάμεως καὶ ζῆν ὡς ἄλογον καὶ θηρίον παρεσκεύασεν· ἀλογώσαντι οὖν ἑαυτὸν ὡς ἀλόγῳ χρῆται τὸ πᾶν. ὁ τοίνυν ἐκτείνας τὸ λαίμαργον τῆς ἑαυτοῦ ζωῆς εἰς τυραννίδος αἵρεσιν μεγάλης ὡς ἐκπλήσων τὴν οἰκείαν ἀπέραντον ὄρεξιν, ἐν ἐκείνῃ δίδωσι δίκην περὶ ἑαυτῷ τὴν λαιμαργίαν τρέψας καὶ ταῖς τῶν ἑαυτοῦ παίδων ἀπολαύσεσιν· μόνον οὐχὶ βοώσης τῆς Δίκης, ὅτι ἡ ἀπέραντος τῆς τυραννίδος ὄρεξις ταύτην ἔχει ποινὴν θηρίον γενέσθαι, τῶν τέκνων ἐμπιπλάμενον ὧν ἐγεννήσατο. Τοῦτο μὲν οὖν, εἰ ζητοίη τις, πῶς τηλικοῦτον ἕπεται κακὸν τὸ μὴ ἐκ προβεβιωμένων ὀφειλόμενον· εἰ μὴ ἄρα καὶ πρὸ τῆς τεταγμένης ζωῆς, διʼ ἣν ἔτυχεν τῆς οὐρανίας λήξεως, ἦν τις αὐτῷ βίος γεγενημένος … δῆλον ὡς πολλων … ρικῶν, ἐπὶ ζωάρ … διδόντες ἐν ἄλλοις ὕστερον χρόνοις τῶν ἡμαρτημένων ἡμῖν ποινήν, οὔπω κατʼ ἀξίαν ἐν ἐκείνοις καθαρθέντες· καὶ ταῦτα ἐξῆν καὶ προβιοτὰς ἀεὶ αἰτιᾶσθαι· ὡς ἡμεῖς γε ἀποχρῆναι νομίζομεν τὴν ἐπὶ τῇ ἕξει τῆς ψυχῆς, ἀφʼ ἧς ἡ αἵρεσις, ποινήν, κολάζοντος ἐκείνην τοῦ παντὸς διὰ τῶν ἑπομένων. δηλοῖ δὲ καὶ αὐτὸς εἰπὼν τῇ ἀφροσύνῃ καὶ λαιμαργίᾳ τὴν τῶν παίδων βρῶσιν ἀκολουθῆσαι, ἣν ἰδόντα θρηνεῖν τὸν ἀνεπισκέπτως ἑλόμενον τοῦτον τὸν βίον, παρὰ πόδας τυγχάνοντα τῆς Δίκης.
Δεῖ δὲ μηδὲ ἐκεῖνο λανθάνειν, ὅτι καὶ δαιμόνων ἐπεισκωμάζουσαι ταῖς τοιαύταις ψυχαῖς, ὧν ἡ ἐπιθυμία τοσαύτη, ποιναίων κινήσεις τὰς τοιαύτας ἐμβάλλουσιν ὁρμάς· οἷς ὑπάρχει τὰ πρῶτα μιμεῖσθαι τῆς ἑαυτῶν σειρᾶς ἀνομοίως καὶ ὡς ἔσχατα εἰκός. ὅσα γὰρ ἐκεῖνα δρᾷ θείως, ταῦθʼ οὗτοι πράττουσιν ποιναίως· οἷον τῆς Ἀρεϊκῆς σειρᾶς ταῖς ἀχράντοις ἑαυτῆς δυνάμεσιν καὶ διαιρετικαῖς τεμνούσης μὲν τὴν ὕλην, τὰς δὲ ψυχὰς ἀναγούσης διὰ μέσων τῶν ἀποκοπτικῶν ἀγγέλων τῆς ὑλικῆς ζωῆς καὶ τοῦ ἡγεμόνος αὐτῶν τοῦ τῆς τμήσεως ἐξάρχοντος, ὡς τὸ λόγιον εἴρηκεν — εἶναι γάρ τινα τμήσεως ἀγὸν τῶν ἐκτεμνόντων τὴν ὕλην ἀπὸ τῶν ψυχῶν ἀγγέλων —, οἱ ἔσχατοι τῶν Ἀρεϊκῶν δαιμόνων μιμοῦνται χειρόνως τὴν οἰκείαν σειράν, φόνοις ἀκορέστοις χαίροντες καὶ ταῖς τομαῖς ταῖς τῶν σωμάτων καὶ τοιούτοις … ναλῶς … ποιεῖν ἀνεκφοίτη … ἐξεχόμενοι, χαίροντες τέκνων βρώσεσιν ὑπὸ πατέρων· καὶ γὰρ ἀπόπτωσις τοῦτο τὸ κακὸν ἀγαθοῦ μεγάλου γενόμενον ὑπὸ τῶν ἐσχάτων ἀλόγως, οὗ τὸ ἀρχέτυπον ὑπὸ τῶν πρωτίστων ἐγίνετο νοερῶς. καὶ ἡ ψυχὴ παρʼ ἐκείνοις μένουσα καὶ ἐκεῖνα μιμουμένη ζῇ νοερῶς καὶ τὰ γεννήματα ἑαυτῆς ἐν ἑαυτῇ κατακλείει — νοερᾶς δὲ ζωῆς γεννήματα δήπουθέν ἐστιν, ὅσα προχειρίζεται νοήματα συνοῦσα ἐκείνοις —, ἐν δὲ τοῖς ἐσχάτοις γενομένη καὶ διʼ ἀφροσύνην τοῖς ἐσχάτοις τῆς σειρᾶς ἐκείνης ὁμιλήσασα κινεῖται πρὸς τὰς ἀποπτώσεις ἐκείνων, καὶ τὰ γεννηθέντα ζῳωδῶς ἀλλʼ οὐ νοερῶς καὶ ὄντα μεριστὰ ἀλλʼ οὐκ ἀμερῆ εἰς τὸ γεννῆσαν ἀναλύει, καὶ ἀναλύουσα ποινὴν ἐσχάτην τίνει τῆς τῶν τοιούτων συνουσίας. ἐπεὶ καὶ τὸ τῇ μεγίστῃ τῶν τυραννίδων ἐπιτρέχειν ἀπόπτωσίς ἐστιν τοιαύτης τινὸς ζωῆς τῆς πάντα τὸν κόσμον διοικούσης, ἧς ἔχουσα φαντασίαν ὑποφέρεται πρὸς τὴν τοιάνδε πολλῶν ἄρχουσαν μετὰ ἀνάγκης δύναμιν. καὶ ὅλως πάντων τῶν μεγάλων κακῶν αἱ πράξεις ψυχῶν εἰσιν μεγάλῃ μὲν φύσει χρωμένων καὶ εὐφυῶν, διʼ ἐννοίας δὲ ἀδιαρθρώτους ἐξεργαζομένων τὰ μέγιστα τῶν κακῶν — καὶ εἴρηται ἡμῖν ὁ λόγος καὶ ἐν ἄλλοις πολλάκις· τάχα καὶ τῆς τῶν παίδων βρώσεως, εἰ χρὴ τολμήσαντα εἰπεῖν, ὁμοῦ τῇ μεγίστῃ τυραννίδι πρῶτον ἐκφανείσης. τοῦ γὰρ αὐτοῦ … ὺς, ε … καὶ … τὴν ἑαυτοῦ διακριν … ῶν κρατῇ θεῶν μόνος, … ειν τοῖς συνοχικοῖς. καὶ ταῦτα καὶ οἱ θεολόγοι γιγνώσκοντες τὸν βίᾳ λαβόντα τὴν βασιλείαν καὶ τοὺς ἑαυτοῦ παῖδας ἐσθίειν ἐμυθολόγησαν, ὡς δέον ὂν τὸν βιασάμενον τὸν πατέρα καὶ περὶ τοὺς παῖδας εἶναι τοιοῦτον· τοῦτο δέ ἐστιν τὸν διʼ ὑπεροχὴν δυνάμεως ἑτέρας ἡγησάμενον βασιλείας καὶ ὅσα γεννᾷ παρʼ ἑαυτῷ κατέχειν. Τόδε δὲ συλλογισώμεθα ἐκ πάντων, ὅτι ἡ τῶν παίδων βρῶσις γίνεται μὲν καθʼ εἱμαρμένην ὡς πάσης ἀναλύσεως σωμάτων εἰς σώματα προστάτιν, ἁπλῶν εἰς ἁπλᾶ, συνθέτων εἰς ἄλλα σύνθετα, καὶ τούτων ἢ εἰς τὰ ἐξ ὧν γέγονεν ἢ εἰς τὰ ἐξ αὐτῶν γενόμενα ἢ εἰς τὰ μηδέτερα μὲν ἐκ δὲ τῶν αὐτῶν γεγονότα στοιχείων — καὶ γὰρ ἡ τῶν ζῴων βρῶσις τοιαύτη καὶ ἡ τῶν ἐκ γῆς καρπῶν —, γίνεται δὲ καὶ ὑπὸ δαιμόνων ἐσχάτων, ἐκείνων τῶν θεῶν ἐξημμένων, οἳ τῶν αἰτιατῶν τῆς εἰς τὰ αἴτια ἐπιστροφῆς εἰσιν αἴτιοι, μιμουμένων ἀνομοίως τοὺς ἑαυτῶν ἀγελάρχας, γίγνεται δὲ καὶ ὑπὸ τῶν ἀνθρωπίνων ψυχῶν διʼ ἐσχάτην ἐμπάθειαν ἢ θυμικὴν ἢ ἐπιθυμητικήν — πολλοὶ γοῦν καὶ διὰ λιμὸν ἥψαντο τῶν τέκνων, ὥσπερ ἐν Θετταλίᾳ μετὰ τὴν τῶν βαρβάρων ἔφοδον ἔναγχος —, γίνεται δὲ πρὸ τούτων ὑπὸ τῆς ἐν τῷ παντὶ δίκης διὰ δή τινας ἁμαρτάδας ἀνιάτους ἐπαγόμενον τοῖς ποιοῦσιν ἅμα καὶ πάσχουσιν, τούτοις μὲν περὶ πατέρας ἀσεβήσασιν, ἐκείνοις δὲ περὶ τοὺς ὅρους πάντας τοῦ γένους ἤ τι ἄλλο τοιοῦτον πλημμελήσασιν — διὸ δαπανᾶν ἄξιοι τὰ τῆς διαμονῆς αἴτια τοῦ γένους ἐκρίθησαν — εἰς τὴν … ν ἐν … νεύσασιν.
Ἀλλὰ ταῦτα μὲν εὔστομα κείσθω· λοιπὸν δέ ἐστιν ἐν τοῖς προκειμένοις ἐπισκέψασθαι ῥήμασιν, τίς ὁ δαίμων οὗτος καὶ τίς ἡ τύχη· τίνων μὲν γὰρ προεστήκασιν εἴπομεν. λέγεται τοίνυν ὁ μὲν δαίμων ἑκάστου τις ἴδιος, ἡ δὲ τύχη κυβερνῶσα τὸν ἑκάστου βίον. ἀλλʼ ὅτι μὲν ὁ δαίμων εἷς ἐστι τῶν παρὰ τοῖς θεολόγοις ἀγγελικῶν δαιμόνων ὀνομαζομένων, εἴρηταί μοι καὶ πρότερον· διὸ καὶ ὁ προφήτης αὐτὸν ἐφίστησιν, ὃν ἄγγελον ὄντα ἀπεδείκνυμεν. τὴν δὲ τύχην ταύτην θεὸν μὲν εἰπεῖν οὐκ ἀληθές, τῷ δαίμονι σύστοιχον οὖσαν, δαιμονίαν δὲ πάντως, ἀντιδιαιρεῖσθαι δὲ πρὸς τὸν δαίμονα, καθʼ ὅσον ὃ μὲν τὰς ἔνδον ἡμῶν ἐπιτροπεύει κινήσεις, ἣ δὲ τὰς εἰς τὸ ἔξω προϊούσας· μηδέ σε δαίμων ἐνταῦθα τρέψειε, φίλος· φᾶρος μέν μοι πρῶτον ἐνέπνευσεν μέγα δαίμωνφησὶν ὁ πάνσοφος ποιητής· ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· καὶ ὅλως ἄφθονα παρʼ αὐτῷ τὰ τὴν δαιμονίαν ἐπίπνοιαν εἰς τὰς ἔνδον ἡμῶν τρέποντα παντοίας ὁρμάς. ὅτι δὲ ἡ τύχη τῶν ἐκτὸς προέστηκεν, καὶ αὐτὸς ἡμᾶς ὁ Πλάτων πολλαχοῦ διδάσκει καὶ ἡ κοινὴ φήμη, τὰ τυχαῖα τῶν τοιούτων τιθεμένη πάντα τῶν ἐν ταῖς ἐνεργείαις ἡμῶν καὶ ταῖς ζωαῖς ταῖς ἐμφανέσιν ὁρωμένων. καὶ διὰ ταῦτα ἄρα καὶ τῷ μὲν τὸ ἀρρενωπὸν προσήκει, τῇ δὲ τὸ θηλυπρεπές, εἴπερ ὃ μὲν ἀφανῶν ἣ δὲ ἐμφανῶν προεστήκατον, καὶ ὃ μὲν ἀσωματωτέρων ἣ δὲ σωματοειδεστέρων· τὸ γὰρ δυνατώτερον καὶ ἑνοειδέστερον τοῖς ἄρρεσιν οἰκεῖον, τὸ δὲ ἐκ ...... τοῖς θήλεσιν. ἐπεὶ δὲ ἔνιοι τοῦτο κατʼ ἀπειρίαν οἴονται τὸν ἴδιον ἡμῶν δαίμονα καὶ τὴν τούτῳ σύστοιχον τύχην τοῦ ἀγαθοῦ δαίμονος καὶ τῆς ἀγαθῆς τύχης διαφέρειν οὐδέν, ἄξιον ἐπισημηναμένους εἰπεῖν, ὡς ἄρα οὗτοι μὲν ἀκράτως εἰσὶν ἀγαθῶν χορηγοί — διὸ καὶ μετὰ τῆς προσθήκης ὀνομάζονται ταύτης —, καὶ εἰσὶν οὐκ ἀφωρισμένοι τοῖσδε τοῖς βίοις, ἀλλὰ κοινοὶ τῶν ἀξίων ἀπολαύειν τῆς ἐκείνων χορηγίας, καὶ ἡγοῦνται σειρᾶς ἑκάτερος ὅλης· ὁ δὲ δαίμων οὗτος, ὃν ἴδιον καλοῦμεν, καὶ ἡ τύχη προεστήκατον ἀνθρωπίνων βίων εὐμοίρων ἢ καὶ ἐναντίων καὶ εἰδῶν ζωῆς ἀμεινόνων ἢ χειρόνων, καὶ κυβερνῶσιν τούτων ὅσα αὐτοῖς προσήκει κατὰ τὴν αἵρεσιν τῆς ζωῆς· ἀλλʼ ὁ μὲν δαίμων ὡς ἐπίτροπος ζωῆς ἧς ἐστιν ἔφορος ἡγεῖται τοῦ ἑλομένου τὴν ζωὴν ἐκείνην, οἷον τυραννικὴν ἢ βασιλικήν, ἡ δὲ τύχη τῶν ἀπονεμομένων ἐκ τοῦ παντὸς οὖσα προστάτις, ὡς προσήκουσα τῇ τάξει τῇ ταῦτα ἀφοριζούσῃ ταῖς ζωαῖς, ἄλλη καὶ ἄλλη καθʼ ἕκαστόν ἐστιν· καὶ τὸ πλῆθος αὐτῶν καὶ ἡ διαίρεσις οὐ τοῖς εἴδεσιν τῆς ζωῆς, ἀλλὰ ταῖς ἀναφοραῖς ὥρισται τοῦ παντός. ἀφορίζει δὲ ὡς ἓν αἴτιον τὸν μὲν ὁ Ἥλιος, τὴν δὲ ἡ Σελήνη· διὸ καὶ οἱ κλῆροι τούτων ἀπὸ τούτων εὑρίσκονται τῶν θεῶν ἐν ταῖς γενέσεσιν ἡμῶν, ὥς ἐστιν δῆλον τοῖς περὶ ἀστρολογίαν γεγυμνασμένοις.
Ἀλλʼ ἐπὶ … ἐπιδραμοῦσα ζῆν τυράννου. τὸ δὲ ἀρετῆς ἄνευ φιλοσοφίας τοῦτον μετασχόντα τῆς ἐν οὐρανῷ τετυχηκέναι ζωῆς διὰ τὴν ἐν πολιτείᾳ χρηστῇ τροφήν, δίδωσιν ἡμῖν ἐννοεῖν, ὡς ἄρα οὗτος καὶ ἐν οὐρανῷ μετὰ σώματος ἔζη, καὶ ὡς, εἰ τοῦτο, καὶ τὸ ὄχημα τῆς τούτου ψυχῆς ἀνάγειν ἔοικεν εἰς οὐρανόν. ψυχὴ γὰρ ζῶσα μετὰ σώματος ἐκεῖ λέγεται εἶναι καὶ ἔστιν ὅπου καὶ τὸ σῶμα διὰ τὴν σχέσιν· ὥστʼ εἰ ὑπὸ σελήνην αὐτῆς εἴη τὸ σῶμα, μεθʼ οὗ ζῇ, καὶ αὐτὴ ὑπὸ σελήνην ἐστίν· ἀνάγκη ἄρα καὶ τὸ ὄχημα αὐτῆς συνανιέναι. καὶ γὰρ τὸ ἐν Φαίδρῳ ῥηθέν, τὸ εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς δίκης κουφίζεσθαι τὰς μὴ διὰ φιλοσοφίας κεκαθαρμένας, τοιόνδε τι δηλοῦν ἔοικεν· καὶ γὰρ τὸ κουφίζεσθαι καὶ τὸ εἴς τινα τόπον σωματοειδῆ συνεισάγει λήξεως ὑπόνοιαν. πλὴν ἐκεῖνο δῆλον, ὅτι τῶν μὲν τελέως κεκαθαρμένων ψυχῶν τὸ δεύτερον ὄχημα μεῖναν ὑπὸ σελήνην διὰ τὴν ἐκείνων περιστροφὴν ἀμυδρούμενον κατὰ τὴν ζωὴν ἀναλύεται εἰς τὰ στοιχεῖα ἐξ ὧν ἐστιν, τῶν δὲ ἐν ἔθεσι μόνον χρηστοῖς βεβιωκυιῶν διαμένει καὶ τοῦτο ἐλλαμπόμενον ὑπʼ αὐτῶν· οὐ γὰρ τελέως ἐχωρίσθησαν, ἅτε μήπω διὰ φιλοσοφίας κεκαθαρμέναι· καί πως καὶ τοῦτο συμπεριάγεται τοῖς συμφυέσιν ὀχήμασιν, ὡς οἱ κομῆταί τισιν ἄστροις, ὡς πολλὰ τῶν ἐνταῦθα φυτῶν τοῖς οὐρανίοις φωστῆρσιν. εἰ δὲ ἔθη χρηστὰ διὰ βίου γενόμενα τοιαύτην προξενεῖ ταῖς ψυχαῖς μετὰ τῶν ὀχημάτων … θεωρίαν· τελέους δὲ … ὡς ἐν Φαίδρῳ μεμαθήκαμεν. δῆλον οὖν κἀκεῖνο πάντως, ὅτι τὰς τοιαύτης θεωρίας τυχούσας ταῖς ἐμφανέσι πορείαις ἕπεσθαι μόνως τῶν οὐρανίων ἀναγκαῖον καὶ τὴν τάξιν αὐτῶν ἄγασθαι καὶ ζηλοῦν διὰ τὴν ἐκ μόνων τῶν ἐθῶν ἐγγεγονυῖαν τάξιν τοῖς ἤθεσιν· ὥσπερ λόγος μὲν αὐτὰς συνδεῖ ταῖς λογικαῖς αὐτῶν ψυχαῖς, νοῦς δὲ ταῖς νοεραῖς οὐσίαις, ἐνθεασμὸς δὲ ταῖς θεότησιν αὐταῖς, καὶ πανταχοῦ τῷ ὁμοίῳ τὸ ὅμοιον.
Ὡς δὲ καὶ εἰπεῖν, οὐκ ἐλάττους εἶναι ἐν τοῖς τοιούτοις ἁλισκομένους τοὺς ἐκ τοῦ οὐρανοῦ ἥκοντας ἕως τοῦ οὐκ ἐξ ἐπιδρομῆς τὰς αἱρέσεις ποιεῖσθαι.
Θαυμαστὸς μὲν ὄντως ὁ λόγος, εἰ οἱ ἐκ τοῦ οὐρανοῦ ἥκοντες μάλιστα ταῖς αἱρέσεσιν ἐπεπήδων τῶν τυραννικῶν βίων· ὅμως δὲ κατεσκεύασεν καὶ αὐτὸς τὸν λόγον, χαυνότητα αἰτιασάμενος ἐκείνων διὰ πόνων ἀγυμνασίαν, τὰς δὲ ἐκ τῶν ὑπογείων τόπων ἀσφαλεστέρας εἶναι λέγων καὶ μὴ ἐξ ἐπιδρομῆς ποιεῖσθαι τὰς αἱρέσεις διὰ τὴν πεῖραν τῶν ἐκεῖ πόνων καὶ τῶν κολάσεων. ἐοίκασι δὲ καὶ τὴν φαντασίαν ταύτην ἔχειν τὴν τυραννικὴν αἱ ἐξ οὐρανοῦ, θεασάμεναι τὰς τῶν οὐρανίων ἀρχὰς καὶ δυνάμεις κυβερνώσας πᾶσαν τὴν γένεσιν καὶ ἄλλας ἄλλων μείζους καὶ δυνατωτέρας, ὅθεν καὶ αὐταὶ δυνάμεως ἐφίενται· δέοντος γιγνώσκειν, ὅτι παρʼ ἐκείνοις μὲν τὰ τρία σύνεστιν, ἀγαθότης δύναμις νοῦς, παρʼ ἡμῖν δὲ ἡ δύναμις ἀρετῆς καὶ νοῦ στερομένη μεγάλων αἰτία ἐστὶν κακῶν, καὶ ὡς δεῖ τὴν ἀληθινὴν ἔχειν καὶ σωστικήν, ἀλλʼ οὐ τὴν δοκοῦσαν δύναμιν, ἧς ἡ κτῆσις μὴ σώζῃ τὸ ἔχον αὐτήν· … ρ καὶ ἡ δοκοῦσα τιμή, ἀξίᾳ συνοῦσα, καλὸν ἐκείνης ὄργανον, ἄνευ δὲ ταύτης εἰς ὄλεθρον ἄγει τοὺς χρωμένους. ἀπὸ δὲ τούτων κἀκεῖνο λάβοις ἄν, ὅτι καὶ τὰ δοκοῦντα αἰσιώτερα εἶναι τῶν ἀπονεμομένων βλάπτει πολλάκις διὰ τὸ μετέχον οὐκ ὀρθῶς αὐτοῖς χρώμενον, καὶ τἀναντία τούτων ὀνίνησιν, ἐπιστρέφοντα τὰς ψυχὰς εἰς τὴν προσοχὴν καὶ τὴν ἀμείνω ζωήν· καὶ ὅτι πολλοῖς ἡ ἱστορία τῶν κακῶν εἰς ἀγαθὸν τελευτᾶν οἶδεν, οἷς ἄνευ ταύτης οὐκ ἦν ὠφεληθῆναι δυνατόν. οὕτω γὰρ καὶ αἱ ὑπὸ γῆν ἐν πόνοις γενόμεναι καὶ ἄλλους ἰδοῦσαι τληπαθοῦντας ὠφέληνται πρὸς τὰς τῶν ἑξῆς βίων αἱρέσεις.
Διὸ δὴ καὶ μεταβολὴν τῶν κακῶν καὶ τῶν ἀγαθῶν ταῖς πολλαῖς τῶν ψυχῶν γίνεσθαι καὶ διὰ τὴν τοῦ κλήρου τύχην ἕως τοῦ ἀλλὰ λείαν τε καὶ οὐρανίαν.
Ἀπὸ πάντων τῶν περὶ τοὺς κλήρους καὶ τὰς αἱρέσεις τῶν βίων ἱστορημένων οἷον συμπέρασμα ἓν ἐπιστημονικὸν συνάγει διὰ τούτων· ὅτι τούτοιν χρεία δυεῖν, ἑνὸς μὲν τῆς ὀρθῆς κρίσεως περὶ τὸ ἄμεινον καὶ χεῖρον τῶν προτεινομένων βίων, ἑτέρου δὲ τοῦ τὸν κλῆρον μὴ ἐν τοῖς ἐσχάτοις πίπτειν· τί γὰρ εἰ καὶ ὁ αἱρούμενος εἴη περὶ κρίσιν ἀσφαλής, ἀλλʼ οἱ προτεινόμενοι βίοι διὰ δή τινας αἰτίας οἱ τυχόντες εἶεν; τί δὲ εἰ εὐμοιρία μέν τις εἴη περὶ τοὺς βίους, ὁ δὲ αἱρούμενος εἰς ἐκλογὴν τῶν ἀμεινόνων ἄτοπος; δεῖ οὖν ἀμφοτέρων, καὶ τῆς τοῦ κλήρου μοίρας ἀγαθῆς καὶ τῆς ἡμετέρας κρίσεως· τούτων γὰρ ὑπαρξάντων, φησίν, καὶ ὁ τῇδε βίος εὐδαίμων καὶ ἡ ἐνθένδε ἐκεῖσε πορεία καὶ ἡ ἐκεῖθεν δεῦρο πάλιν εἰς ἕτερον βίον οὐ τραχεῖα καὶ χθονία γίγνοιτʼ ἄν, ἀλλὰ λεία τε καὶ οὐρανία. τί δὴ οὖν δηλοῦν ταῦτα λέγωμεν; τὸ μὲν δὴ τραχὺ καὶ χθόνιον σημαίνει τὴν ἐπίπονον καὶ κολάσεσιν ἔνοχον οὖσαν ζωήν, τὸ δὲ λεῖον καὶ οὐράνιον τὴν εὐπαθείας μέτοχον καὶ εὐμοιρίας. πᾶσα γὰρ τραχύτης ἐμποδών ἐστι ταῖς κινήσεσιν, οὐκ ἐῶσα ῥᾳστώνης μετέχειν, πᾶσα δὲ λειότης ἀπαραπόδιστον παρέχει τοῖς πορευομένοις τὴν διέξοδον· ζωῆς οὖν ἣ μὲν εὐκολίαν ἣ δὲ τληπάθειαν ταῖν ὁδοῖν περιποιεῖ. καὶ ἔοικεν ταῦτα μὲν παραγίνεσθαι τὰ ἀγαθὰ ταῖς ψυχαῖς ἀπό τε ἑαυτῶν καὶ τοῦ παντός, τὴν ἀξίαν μὲν τοῦ παντὸς ἀποδιδόντος, τῶν δὲ ψυχῶν ἑαυτὰς ποιουσῶν ἀξίας διὰ τῆς ἔμφρονος ζωῆς· ἐκεῖνα δὲ τἀναντία τούτων ἀπʼ ἀμφοτέρων πάλιν, τῶν μὲν διὰ τὴν ἀφροσύνην ἑαυταῖς ἐπικλωσασῶν μοχθηροτέραν ζωήν, τοῦ δὲ παντὸς τὴν ὀφειλομένην αὐταῖς μοῖραν ἐπαρτήσαντος.
Ἐκ δὴ τῶνδε τῶν ῥήσεων κἀκεῖνο συλλογιστέον, ὡς ἄρα κατὰ Πλάτωνα, καὶ εἰ μὴ συντελεῖ πρὸς εὐδαιμονίαν τὰ ἐκ τοῦ παντὸς ἀπονεμόμενα ταῖς ψυχαῖς, ἀλλὰ συντελεῖ πρός γε τὸ εὐδαίμονας γενέσθαι, καὶ διὰ τὰ ἐκεῖθεν ἐμποδισθεῖεν ἂν πρὸς τὴν εἰς εὐδαιμονίαν ὁδόν. καὶ γὰρ σώματος τοιοῦδε πρὸς τὴν κατʼ ἀρετὴν ἄσκησιν δεῖ, καὶ περιουσίας τινὸς εἰς τὸ μὴ τῶν ἀναγκαίων ἐνδεεῖς ὄντας ἀφέλκεσθαι τῆς προηγουμένης ἑαυτῶν ἐπιμελείας, καὶ τῆς ἔξωθεν ἀταραξίας ἀπερισπάστους … ῆσθαι ...... τῶ … κοσμοῦσιν· καὶ … καὶ χαλεπὰ πράως .......
Ἀλλὰ τί ποτέ ἐστιν τὸ ὑγιῶς φιλοσοφεῖν, καὶ τί τὸ τὸν κλῆρον πίπτειν δηλοῖ; τοῦτο μὲν τοίνυν εἴρηται πρὸς τὴν ῥῖψιν συμφώνως. εἰ γὰρ ὁ προφήτης ῥίπτει τοὺς κλήρους ταῖς ψυχαῖς, ἀνάγκη τοὺς ῥιφέντας κλήρους πίπτειν εἰς τὰς ὑποδεχομένας αὐτοὺς ψυχάς. ἄμφω δὲ δηλοῖ δήπουθεν, ὡς ἄρα κατὰ τὴν ἀπὸ τῶν οὐρανίων περιόδων ποίησιν εἰς ἡμᾶς οἱ κλῆροι κατιοῦσιν, ἀπὸ ὑψηλοτέρων εἰς χαμαιζηλότερα φερόμενοι καὶ ἀπὸ ὁλικωτέρων εἰς μερικώτερα. καὶ τί δεῖ περὶ κλήρων λέγειν, ὅπου γε καὶ αὐτὸς ὁ Πλάτων ἐν Φιλήβῳ ῥῖψιν ἐκάλεσεν τὴν εἰς ἡμᾶς μετάδοσιν ἀπὸ τῶν θεῶν τῆς διαλεκτικῆς ἅμα φανοτάτῳ πυρὶ διὰ Προμηθέως ῥιφείσης; οὕτως οἰκεῖον αὐτῷ τὸ ὄνομα τῆς εἰς τὸ κάτω ποιήσεως τῶν ἀνωτέρω σύμβολον ὄν, καὶ τῶν θεολόγων ῥίψεις καὶ πτώσεις θεῶν τὰς κατὰ βούλησιν τῶν κινούντων αὐτοὺς ἄνωθεν ἕως τῶν ἐσχάτων ἀποκαλούντων. Τὸ δὲ ὑγιῶς ἄρα φιλοσοφεῖν ἐστιν τὸ μήτε διʼ ἄγνοιαν τῶν ἀμεινόνων καὶ χειρόνων βίων αἱρεῖσθαι τοὺς χείρονας ἀντὶ τῶν ἀμεινόνων, μήτε διʼ ὄρεξιν ἄμετρον ἐφιστάντας τοῖς ἀμείνοσιν εἶτα ἐπιπηδᾶν τοῖς χείροσιν. τὸ γὰρ ὑγιὲς δηλοῖ τὸ μηδενὶ ἐλλεῖπον εἰς τὴν ὀρθότητα τὴν προσήκουσαν τοῖς εἰς τὰς αἱρέσεις ἀπαντῶσιν· ἐλλείπει δὲ πᾶν τὸ κατὰ θάτερα τούτων ἀτελές, ὡς τό γε κατʼ ἀμφότερα χωλεῦον, κρίσιν καὶ ὄρεξιν, τελέως αὐτα …
Ταύτην γὰρ δὴ ἔφη τὴν θέαν ἀξίαν εἶναι ἰδεῖν, ὡς ἕκασται αἱ ψυχαὶ ᾑροῦντο τοὺς βίους· ἐλεεινήν τε γὰρ ἰδεῖν εἶναι καὶ γελοίαν καὶ θαυμασίαν· κατὰ συνήθειαν γὰρ τοῦ προτέρου βίου τὰ πολλὰ αἱρεῖσθαι.
Τίνα ποτέ ἐστιν τὰ ἐν τούτοις ἀγγελλόμενα, ἐξ ὧν συνήγαγεν, ὅτι δεῖ τοῖς εὐδαίμοσιν ἐσομένοις τοῦ τε ὑγιῶς φιλοσοφεῖν ἐν ταῖς αἱρέσεσιν τῶν βίων καὶ τοῦ τὸν κλῆρον μὴ πίπτειν ἐν τοῖς ἐσχάτοις, θέλων ἀναδιδάξαι φησὶν ταύτην τὴν θέαν τῶν αἱρέσεων ἀξίαν ἰδεῖν εἶναι παρὰ τοῦ ἀγγέλου λελέχθαι· καὶ πῶς ἀξίαν ἰδεῖν, προσέθηκεν τριχῇ μὲν διελὼν αὐτήν, εἰς τὸ γελοῖον, εἰς τὸ ἐλεεινόν, εἰς τὸ θαυμάσιον, κοινὸν δὲ ἐπαγαγὼν πάσαις ταύταις ταῖς αἱρέσεσιν τὸ κατὰ συνήθειαν ὡς τὰ πολλὰ τῶν προβεβιωμένων γίνεσθαι τῶν βίων τὰς αἱρέσεις, καὶ τοῦτο εἰπὼν αἴτιον εἶναι τῆς παντοίας αὐτῶν ἐξαλλαγῆς. Τοῦτο μὲν οὖν ἀνάλογόν ἐστιν τῷ ἐν Φαίδρῳ ῥηθέντι περὶ τῶν νεοτελῶν ψυχῶν· ὡς γὰρ ἐκείνας ἔφη κατὰ τὰ θεάματα πλείονα ἢ ἐλάσσονα ὄντα βίους ἄλλους καὶ ἄλλους προστήσασθαι, τοὺς μὲν ἀμείνους τοὺς δὲ χείρους, οὕτω καὶ ταύτας κατὰ συνήθειαν τῶν προβεβιωμένων ἐπιτρέχειν ἄλλοις καὶ ἄλλοις βίοις· πλὴν ὅτι προσέθηκεν ἐν τούτοις, ἐνδεχομένην τὴν πρότασιν ποιῶν, τὸ ὡς τὰ πολλά. διότι θαυμαστὸν οὐδὲν καὶ ἀποστέρξαι τινὰ ψυχὴν τὸ σύνηθες διά τινας πόνους, μεμνημένην ὧν ἔπαθεν ἐν τοῖς ἔμπροσθεν χρόνοις· οἵαν παραδώσει τὴν Ὀδυσσέως ψυχὴν πόνων καὶ φιλοτιμίας λελωφηκυῖαν καὶ αἱρουμένην ἰδιώτου καὶ ἀπράγμονος βίον ἀνδρός.
Πρὸς μὲν οὖν τοὺς ἀπορήσαντας, πῶς ἡ συνήθεια τοσοῦτον ἔχει κράτος ἡ τοῦ προτέρου βίου, ὥστε καὶ εἰς οὐρανὸν ἀνάγειν ψυχὰς ἔθει ἄνευ φιλοσοφίας βεβιωκυίας, καὶ εἰς ἄλογα ζῷα κατάγειν διὰ τὴν πρὸς τὸ κάτω νεύουσαν ἐκ συνηθείας ζωήν, ἔλεγον ἤδη καὶ αὐτός, ὅτι παντάπασιν οὕτως ἔχει· ἐπεὶ πάμμεγα δύναται τὰ ἔθη παρὰ πᾶσιν ὡς εἰπεῖν, ὥστε καὶ ὑποτάττειν ἡμᾶς ἄλλοις καὶ ἄλλοις γένεσιν ἐν τῷ κόσμῳ καὶ πρὸς ἀλλήλους συνάπτειν ἢ διιστάνειν, καὶ ἐν τοῖς ἄλλοις ζῴοις. παρὰ τούτοις μὲν οὖν οὐδὲν θαυμαστόν, ἅτε λόγον οὐκ ἔχουσιν, μόνοις δουλεύειν τοῖς ἔθεσιν· ἀλλὰ καὶ ἐπʼ αὐτῶν τῶν θείων ἀκούω τῶν λογίων λεγόντων ὅτι ἐθίσαντα τὰ στοιχεῖα τοιῶσδε ζῆν οὐ παραλλάττει τὸ ἔθος, καὶ περὶ αὐτοῦ τοῦ ἡλίου, ὅτι περὶ τὸ κέντρον ἐθὰς ἔρχεται τὸν ἑαυτοῦ δρόμον ἐξανύων. καὶ ἡμᾶς δὲ τοὺς ἀνθρώπους οὐκ ἄλλο τι ποιεῖ τοῖς πατρίοις ἑπομένους μὴ δύνασθαι ῥᾳδίως αὐτῶν ἀφίστασθαι, δίκην δὲ ὑπέχειν μεθισταμένους, ἢ τὰ ἔθη διὰ τὸν χρόνον κυρωθέντα· διὸ καὶ οὐκ ἀσφαλὲς αὐτὰ κινεῖν. τούτων δὲ ἀπορηθέντων ἐλέγομεν τὴν πρώτην τάξιν τινὰ δαιμονίαν ἐπίσκοπον εἶναι τῶν ἐθῶν τούτων, ὑπὸ τὸν αἰῶνα τεταγμένην· καὶ γὰρ τὸ ἔθος οὐδὲν ἄλλο εἶναι ἢ τὸ ποτὲ οὐκ ἄλλως ἀλλʼ ὡσαύτως ἐπιτηδευθέν· οὔσης οὖν σειρᾶς ἀπὸ τοῦ αἰῶνος τῆς πάσης μὲν ζωῆς ἀεὶ ἑστώσης, πάσης δὲ ἀεὶ κινουμένης μετρητικῆς, εἶναί τινα τελευταίαν ἀπʼ ἐκείνης τάξιν τῶν ποτὲ μὲν κρατούντων, ἀμεταβόλων δὲ ἔν τισιν χρόνων περιόδοις μείζοσιν ἢ ἐλάττοσιν φρουρητικὴν ἀναγκαῖον, ἵνα πᾶν τὸ ὡσαύτως εἰς ἐκείνην ἀνάπτῃ τὴν αἰτίαν· καὶ δῆλον μὴ ἕν, ἀλλὰ πολλὰ τῶν ἐθῶν εἶναι κρατητικὰ αἴτια, ἄρχοντα τὰ μὲν νοερωτέρων τὰ δὲ ἀλογωτέρων ἐθῶν, καὶ μονάδα μίαν πρὸ τούτων ἀνάλογον τῷ ὅλῳ αἰῶνι, πᾶσιν τοῖς τε ἀμείνοσι καὶ τοῖς χείροσιν τὸ κράτος αὐτὴν ἐνδιδοῦσαν, καθʼ ὅσον κοινοῦ τινος καὶ ταῦτα μεταλαχόντα τὴν πρὸς τὰ ἄλλα πάντα τὰ περιόδοις μετρούμενά τισιν ἔλαχεν ἐξαλλαγήν. ὡς οὖν αἱ ὧραι τῆς σειρᾶς οὖσαι ταύτης ἀνακυκλοῦσι τὰ ἔργα τῆς φύσεως, οὕτως εἶναί τινα καὶ τῶν ἐθῶν μετρητικὴν αἰτίαν τὴν ὁρίζουσαν πάντα κατὰ περιόδους οἰκείας.
Τούτων δὲ εὖ εἰρημένων, τοῦ μὲν ἄλλα τῶν ἐθῶν ἐν ἄλλοις χρόνοις λύεσθαι καὶ γένεσιν ἔχειν αὖθις ἐδόκει τὴν ἀρχὴν ὁ λόγος ἀνηυρηκέναι, πόθεν δὲ ὅλως τοῖς ἔθεσιν ἡ ἰσχύς, διʼ ἣν τοσαύτην ἔχει πανταχοῦ τὴν ἐπικράτειαν, οὔπω διορίζειν. ἵνʼ οὖν καὶ τοῦτο πιέσωμεν, ἐδόκει χρῆναι πρότερον ἰδεῖν, τίνα δύναμιν ἔχει τὰ ἔθη παρʼ ἡμῖν, εἶτʼ ἐντεῦθεν ἐξαναστάντας τὴν ἐν τοῖς ὅλοις αὐτῶν αἰτίαν καταδήσασθαι. δῆλον τοίνυν ὅτι τὰ ἔθη νόμιμα ἄττα βούλεται εἶναι, εἰ καὶ ἄγραφα, φασίν, νόμιμα δὲ ὅμως· ἐπεὶ καὶ οἱ ἀληθεῖς νόμοι δέονται γραμμάτων οὐδέν, ἀλλʼ ἐν αὐταῖς κεῖνται ταῖς τῶν κατʼ αὐτοὺς ζώντων ψυχαῖς ἀκίνητοι μένοντες. καὶ τὰ ἔθη οὖν τὰ παρʼ ἑκάστοις ἴδιά τε καὶ κοινὰ νόμοι δή τινές εἰσιν ἔμψυχοι, καὶ ἕπεται νόμοις ἄλλα ἄλλοις, ἢ φυσικοῖς ὡς ἐπὶ τῶν ἀλόγων, ἢ πολιτικοῖς ὡς ἐπʼ ἀνθρώπων. εἰ οὖν ταῦτα ἀληθῆ, δῆλον δήπουθέν ἐστιν τὸ ἐκ τούτων συμβαῖνον, ὡς ἄρα … πα … ῶν … σε … ον· ἄν τʼ ἐπὶ τῶν θείων καὶ οὐρανίων θεωρῆται στοιχείων ἀεὶ τοῖς αὐτοῖς ἐνόντα καὶ ὡσαύτως καθʼ ἕνα λόγον, ἄν τε ἐν ἀνθρώποις, ἔν τισι τακτοῖς δυναστεύοντα χρόνοις, ἄν τε ἐν τοῖς ἄλλοις ζῴοις, συμπληροῦντα τὴν κατὰ φύσιν ἑκάστων διεξαγωγήν. τὸν δὲ δὴ Νόμον τοῦτον ὅτι θεὸν ἡγεῖσθαι δεῖ συνοχέα τῶν τε εἱμαρμένων νόμων, οὓς ὁ ἐν Τιμαίῳ δημιουργὸς ἐγγράφει ταῖς ψυχαῖς, καὶ τῶν εἰς πᾶσαν τὴν τοῦ κόσμου πολιτείαν διατεινόντων, ἠκούσαμεν πολλάκις τῶν τε θεολόγων αὐτὸν ἐξυμνούντων καὶ τοῦ Πλάτωνος ἔν τε Γοργίᾳ καὶ ἐν Νόμοις. διὰ τοῦτον δὴ οὖν τὸν θεὸν ἤδη θαρροῦντες λέγωμεν καὶ τὴν τῶν ἐθῶν τῶν πανταχοῦ δύναμιν ὑποστῆναι μεγάλην μοῖραν ἐν τῷ κόσμῳ λαχοῦσαν, καὶ πολλὰ γίνεσθαι κατὰ ταύτην καὶ ἐν ταῖς ἡμετέραις ψυχαῖς. καὶ ὥσπερ οἱ μὲν ἀληθεῖς νόμοι τῶν κοσμικῶν εἰσι νόμων εἰκόνες, οἱ δὲ ἡμαρτημένοι νόμοι μέν, ἀλλʼ ἐσκιαγραφημένοι τινὲς ὄντες ἀποπτώσεις ἐκείνων ὑπάρχουσιν, οὕτω καὶ ἔθη τὰ μέν ἐστιν ἐν ταῖς ἡμετέραις ζωαῖς ἐοικότα τοῖς τῶν ὅλων, τὰ δὲ εἴδωλα ἐκείνων ὄντα τυγχάνει· κράτος δὲ ὅμως ἔχει καὶ ταῦτα μεταλλάττειν τάς τε λήξεις ἡμῶν καὶ τὰς ἐν τῷ παντὶ τιμὰς καὶ ἀτιμίας.
Ἀλλὰ τούτων μὲν ἅδην· ἐπανελθόντες δὲ εἰς τὰ προκείμενα λέγωμεν, ὅτι τριῶν διαφόρων εἰδῶν πρὸς ἄλληλα ῥηθέντων τὸ μὲν ἐλεεινόν ἐστιν, ἐν οἷς εἰς ἄλογα μὲν ζῷα ψυχὰς εἰσδυομένας παραδίδωσιν ἄλλα ἀστειότερα τῶν ἄλλων, καὶ ταῦτα δοκούσας ἡρωικὰς εἶναι· διὰ τοῦτο γὰρ ἐλεεινὸν αὐτῶν τὸ πάθος ἔδοξεν εἶναι, τοιαύτην ἀπόπτωσιν ἔχειν διὰ πάθος τηλικαύτας ψυχάς. τὸ δὲ γελοῖον, ἐν οἷς αἰσχρὰς εἰς ὅμοια ζῷα πιπτούσας ἱστορεῖ· τί γὰρ ἄλλο τὸ γελοῖόν ἐστιν ἢ τὸ αἰσχρὸν μετὰ ἀσθενείας; διʼ ἀδυναμίαν οὖν ζωῆς καὶ εὐτέλειαν εἰς ἄλλα ζῷα τοιαῦτα φερομένας εἰκότως ἀποκαλεῖ γελοίας. τὸ δὲ θαυμάσιον, ἐν οἷς ἐρεῖ τινας ψυχὰς ἐπιστατικῶς αἱρεῖσθαι τοὺς βίους, οὐκ ἐπιπηδώσας ἀλόγως τοῖς ὑπʼ ὀφθαλμοῖς· διὸ καὶ μεταβάλλειν τὰς τοιαύτας ἀπὸ χειρόνων τινῶν βίων εἰς ἀμείνονας, ἢ ἐξ ἀνθρωπίνων εἰς ἀνθρωπίνους, ἢ καὶ ἐξ ἀλόγων εἰς λογικὰ ζῷα μεθισταμένας. Εἰ δὲ βούλει καὶ ἄλλον τρόπον· τὸ μὲν θαυμάσιον τῆς ἀρίστης ἐστὶ ζωῆς καὶ εἰς εὐδαιμονίαν ἀγομένης, τὸ δὲ ἐλεεινὸν τῆς ἐναντίας πρὸς ταύτην καὶ τοῦ οἰκείου τέλους ἐκπεσεῖν κινδυνευούσης, τὸ δὲ γελοῖον τῆς μήτε ἀγαθὸν μέγα μήτε κακὸν ἐχούσης, αἰσχρᾶς μὲν οὔσης καὶ διὰ τοῦτο οὐδαμῶς εὐδαιμονικῆς, ἀσθενείᾳ δὲ συνούσης καὶ διὰ τοῦτο οὐ παντελῶς κακοδαιμονίαν ἀπειλούσης. καὶ γὰρ τῷ ὄντι πᾶς μὲν θαύματος ἄξιος βίος εἰς εὐδαιμονίαν φέρων, πᾶς δὲ ἐλεεινὸς εἰς κακοδαιμονίαν ὠθῶν, ὁ δὲ ἐν μέσῳ τούτων εὐτελής τε ὢν καὶ αἰσχρὸς γελοῖος ἂν εἰκότως ἐπονομάζοιτο διὰ τὴν ἀμφοτέρων τούτων συμπλοκήν.
Ἀλλʼ ἐπειδὴ καὶ εἰς ἄλογα ζῷα μεθίστησιν τὰς ψυχὰς ὁ μῦθος, τῶν δὲ παλαιῶν οἳ μὲν κατὰ τὴν ὁμοιότητα τῆς ἀνθρωπίνης ψυχῆς πρὸς τὴν ἄλογον ἀπεδέξαντο τὴν μεταβολήν, οὐ σωμάτων λέγοντες ἔνδυσιν ἀλόγοις ζῴοις προσηκόντων, ἀλλὰ ζωῆς προχείρισιν ἐκείνοις οἰκείας— εἶναι γὰρ καὶ ἐν ἡμῖν πάντα, ὅσα καὶ ἐν ἐκείνοις, καὶ ζῆν ἡμᾶς ποτὲ μὲν καθʼ ὃ κοινωνοῦμεν τοῖς ἀλόγοις ἀλογωθέντας — οἵδε γὰρ οὐκ ἀπέχουσι κυνῶν ἀλόγων πολὺ μέτρον, οἱ ζῶντες πονηρὰν ζωήν, φησὶ τὸ λόγιον —, ποτὲ δὲ καθʼ ὃ διεστήκαμεν ἐκείνων· ὃ γὰρ ἂν ζῶμεν, τοῦτο ἐσμέν, εἰ μὲν κατὰ λόγον, ἄνθρωπος, εἰ δὲ κατʼ ἀλογίαν, θηρίον—, οἳ δὲ καὶ σφόδρα ταῖς εἰς τὰ ἄλλα πάντα ζῷα τῶν ἡμετέρων ψυχῶν μεταστάσεσιν ἐπέδραμον, οἱ πνεύματι τὴν ψυχὴν ἐοικέναι φάσκοντες συναλλοιουμένῳ τοῖς περιέχουσιν καὶ συσχηματιζομένῳ — καὶ γὰρ ἐν ἡμῖν οὖσαν, τοῦτʼ ἔστι τοῖς ἡμετέροις σώμασιν, εἶναι λογικὴν καὶ ἐν τοῖς τῶν ἀλόγων ἄλογον· ἐπεὶ δʼ οὖν ταῦτα πολλοῖς δή τισιν ἤρεσεν, τὰς μὲν ἀκριβεστάτας τούτων ἐξετάσεις ἐν τοῖς εἰς τὴν παλινῳδίαν ἡμῖν τοῦ Φαίδρου γεγραμμένοις πεποιημένοι περιττὸν ἡγούμεθα καὶ ἐν τούτοις αὖτις ἀριζήλως εἰρημένα ἐν ἐκείνοις μυθολογεύειν· συντόμως δὲ τὰ συμπεράσματα τῶν ἐκεῖ πεπιεσμένων ἐνταῦθα παραθώμεθα, διὰ τὸ μηδὲ τὸν τόπον τοῦτον ἀνενόχλητον ὑπὸ τῶν ἐξηγητῶν ἀπολειφθῆναι τῶν διὰ τὸ δόγμα τοῦτο πρὸς ἀλλήλους ἀντιρρήσεων.
Λέγωμεν δʼ οὖν ὅτι πάντως μὲν κατὰ τὴν Πλάτωνος ψῆφον μετιέναι τὴν ψυχὴν εἰς ἄλογα ζῷα διὰ τὴν ὁμοιότητα τῆς ζωῆς καὶ ἡμεῖς φαμεν, ἀλλʼ οὐκ ἐνοικίζεσθαι τοῖς σώμασιν αὐτῶν — αἱ γὰρ φυσικαὶ διοργανώσεις μάχονται πρὸς τὴν τοιαύτην κατάταξιν —, ἐν σχέσει δὲ μόνῃ τῆς ζωῆς συνδεῖσθαι πρὸς τὴν ἐκείνων ψυχὴν τὸ οἰκεῖον σῶμα ψυχώσασαν, οὐδὲν τῆς ἀνθρωπίνης προσδεομένην· τοῦτο γὰρ καὶ ὁ Ἀσιναῖος Θεόδωρος αὐτὸς πρῶτος ἐπιβάλλων καὶ ἡμᾶς ἀνέπεισε φρονεῖν τε καὶ γράφειν· συνάπτειν δὲ ἑκάστην τὸ πρόχειρον πάθος συνεφελκυσάμενον τὸ τῆς ψυχῆς κύτος εἰς τὴν ἑαυτοῦ ζωὴν καὶ ὁρμήν· τοῦτο γὰρ καὶ ὁ μέγας ἱκανῶς κατεδήσατο Πλωτῖνος. ὥστʼ ἔχειν ἡμᾶς παρʼ ἀμφοτέρων, καὶ τί τὸ συνδετικὸν ἡμῶν πρὸς τὰ ἄλογα, καὶ ὅτι πάθος μέν, συγγενὲς δὲ ἐκείνοις οἷς ἂν συνδεώμεθα — κρατεῖ γὰρ καὶ ἐκείνων ἄλλο ἐν ἄλλοις, καὶ ἐν ἡμῖν ἄλλο ἐν ἄλλοις· τὸ οὖν κρατῆσαν ἐν ἡμῖν συνδεῖ πρὸς τὸ ἐν ἐκείνοις κρατοῦν —, καὶ μέντοι καὶ ὅπως ἡ συναφὴ τούτων γίνεται, καὶ ὅτι κατὰ τὴν ἐν σχέσει ζωήν· ἐν ἡμῖν μὲν γὰρ πάρεστιν ἡ ἡμετέρα ψυχὴ δῆλον ὡς ἐν κατατάξει, καὶ ἐν τοῖς ἀλόγοις ἡ ἐν αὐτοῖς· ἡ δὲ ἐν ἡμῖν πρὸς τὴν ἐν ἐκείνοις ἐν σχέσει γενομένη ψυχοῖ τὸ ἄλογον ἔξωθεν ἐφεστῶσα σχετικῶς· ἐπεὶ καὶ ἐν δαίμοσιν γίνεται καὶ ἐν θεοῖς καὶ δαίμων κατὰ σχέσιν καὶ θεός, ἀλλʼ οὐκ αὐτὸ δαίμων καὶ αὐτὸ θεός, ᾧ μὴ ὕπαρξίς ἐστιν δαίμοσιν πρέπουσα καὶ θεοῖς. ἔοικεν γὰρ καὶ ἐπὶ τὸ ἄνω διαβάλλουσα καὶ ἐπὶ τὸ κάτω γίνεσθαι πάντα ἐν σχέσει καὶ τὰ πρὸ αὐτῆς καὶ τὰ μετʼ αὐτήν, καὶ συμφύεσθαι πᾶσι. ψυχῆς γὰρ ὄντως ἀληθὲς ἐν τοῖς βίοις τάξιν οὐκ ἐνεῖναι, φέρεσθαι δὲ αὐτὴν ἐφʼ ἑκάτερα, καὶ μέχρι τἀγαθοῦ καὶ μέχρι τοῦ Ταρτάρου, καὶ γίνεσθαι διὰ μὲν νοῦν καὶ τὸ ὑπὲρ νοῦν δαιμονίαν καὶ θείαν, διὰ δὲ ὄρεξιν ἄλογον καὶ γνῶσιν ἄλλο καὶ ἄλλο τι τῶν ἀλόγων.
Ὅτι δὲ καὶ ὁ Πλάτων οὐ τοῖς σώμασιν ἐνοικίζει τοῖς τῶν ἀλόγων τὴν ἡμετέραν ψυχήν, ἀλλὰ τοῖς ἤδη ζῴοις οὖσιν, δηλοῖ καὶ ἐνταῦθα λέγων τὴν μὲν εἰς κύκνον, τὴν δὲ εἰς ἀηδόνα, τὴν δὲ εἰς ἀετόν, τὴν δὲ εἰς λέοντα χωρεῖν, τὴν δὲ ἐνδύεσθαι πίθηκον μάλα γελοῖον, ἀλλʼ οὐχὶ σώματα τούτων ἀμπίσχεσθαι τῶν ζῴων — οὐ γάρ που τὸν κύκνον καὶ τὸν λέοντα καὶ τὸν πίθηκον σῶμα δηλοῦν, ἀλλʼ οὐδὲ τὰ ἐκ ψυχῶν καὶ σωμάτων ῥητέον· δηλοῖ δὲ ἐπὶ τοῦ ἐξ ἀνδρὸς εἰς γυναικὸς μεθισταμένου βίον οὐκέτʼ εἰπὼν εἰς γυναῖκα ἰέναι, ἵνα ἂν ἐποίησεν κατὰ σχέσιν καὶ ταύτην ὥσπερ ἐκείνας τὴν ψύχωσιν, ἀλλʼ εἰς γυναικὸς φύσιν τεχνικῆς. ἡ δὲ φύσις ὅτι σώματός ἐστιν ἐσχάτη ζωὴ δῆλον· εἰς ταύτην οὖν ἔρχεται γενομένην ἐκ τοῦ παντὸς καὶ ἐνδύεται οὐ ζῷον — αὐτὴ γὰρ ποιεῖ τοῦτο ζῷον —, ἀλλὰ σῶμα φυσικόν.
Συλλήβδην οὖν εἴπωμεν δυνατὸν εἶναι τὴν ψυχὴν εἰς ἄλογα ζῷα χωρεῖν καὶ ἐξ ἀλόγων εἰς ἄνθρωπον, οὐ πάσης τῆς ἐν τῷ ἀλόγῳ ζωῆς μετιούσης, ἀλλὰ τῆς ἀνθρωπίνης. οὕτω γὰρ καὶ ὁ ἐν Φαίδρῳ Σωκράτης σαφέστατα διώρισεν, ὅτι δὴ καὶ ἐκ θηρίου μέτεισιν ὅς ποτε ἦν ἄνθρωπος εἰς ἄνθρωπον· διττῆς οὖν οὔσης τοῦ ἀλόγου ψυχώσεως, τῆς μὲν ἐν κατατάξει τῆς δὲ ἐν σχέσει, τὴν ἐν σχέσει μόνον εἶναι τὴν αὖθις εἰς ἄνθρωπον μετιοῦσαν καὶ γινομένην πάλιν ἄνθρωπον. καὶ ὡς αὗται αἱ παραφοραὶ τῶν ψυχῶν οὐκ εἰσὶ τῶν νεοτελῶν· οὐ γὰρ νόμος φυτεῦσαι τὴν ψυχὴν εἰς θήρειον φύσιν ἐν τῇ πρώτῃ γενέσει· σφαλεῖσαν γὰρ αὐτὴν ὁ τοιόσδε διαδέχεται τρόπος τῆς ψυχώσεως. καὶ γὰρ οὐκ ἦν θεμιτὸν ἀμέσως τῇ θηριώδει ζωῇ συνάπτειν τὴν νοεράν, ἀλλὰ διὰ μέσης τῆς λόγῳ χρωμένης ἢ κρείττονι ἢ χείρονι γενομένην, ἣ … ει ἀλογίαν καὶ πάθος. Τοσαῦτα προείληφα περὶ τούτων, ὅπερ εἴπομεν, ἐξητασμένου μοι τοῦ πράγματος ἱκανῶς ἐν τοῖς τῆς παλινῳδίας ὑπομνήμασιν, ἐνταῦθα δὲ προκειμένων ἄλλων εἰς ἐξέτασιν οὐδὲν τούτου λειπομένων εἰς τὸ δυστόπαστον.
Ἰδεῖν μὲν γὰρ ἔφη ψυχὴν τὴν ποτὲ Ὀρφέως γεγενημένην κύκνου βίον αἱρουμένην μίσει τοῦ γυναικείου γένους ἕως τοῦ καὶ πάσας μίξεις μίγνυσθαι.
Ὅτι μὲν παντελῶς ταῦτα ἀτοπίας μεστὰ τοῖς ἀπερισκέπτως αὐτὰ μετιοῦσίν ἐστιν, οὐδʼ αὐτὸς ἄλλως ἂν εἴποιμι. τὸ γὰρ τὰς τῶν θείων ἀνδρῶν ψυχὰς εἰσοικίζειν εἰς ἄλογα ζῷα καὶ τὰς ἡρωικὰς ὑπερβολὴν οὐ καταλιμπάνει τῆς περὶ ἐκείνας πλημμελείας. καίτοι γε μαρτυρομένων ἀκούω παμπόλλων, ὡς Πλάτων φρονεῖ περὶ ἐκείνων οὐχὶ τοιαῦτα οἷα ὁ μῦθος οὗτος κατηγορεῖ. δηλοῖ δὲ τὰ ἐν Ἀπολογίᾳ ῥηθέντα παρὰ τοῦ Σωκράτους, ὡς ἄρα πολλοῦ ἂν τιμήσαι τὸ ἐν Ἅιδου συγγενέσθαι τοῖς Ὀρφεῦσιν, τοῖς Μουσαίοις, τοῖς Αἴασιν· ἤκουεν γάρ που καὶ τῶν ἐν Ἐλευσῖνι μυστηρίων ἐξυμνούντων τὸν τὰς ἁγιωτάτας ἐκφήναντα τελετάς. πῶς οὖν εἰκὸς τοιαύτας ἔχοντα περὶ ἐκείνων ἐννοίας τοσαύτην αὐτῶν κατασκεδαννύναι τραγῳδίαν, ἢ τῷ Ἠρὶ πιστεύοντα τοιαῦτα περὶ τῆς λήξεως αὐτῶν παρὰ τὴν τελευτὴν φρονεῖν; πῶς δʼ ἄν τις διανήξαιτο τοσοῦτον πέλαγος πλασμάτων; οὐ ῥᾴδιον ἔμοιγε καταφαίνεται· κύκνοι καὶ ἀηδόνες ἀπὸ τῶν ταῖς Μούσαις γεγόνασιν κατόχων, ἀετοὶ καὶ λέοντες ἀπὸ τῶν ἡρωικῶν· καὶ ταῦτα ἐν αὐτῇ ταύτῃ τῇ πραγματείᾳ καταβοήσαντος αὐτοῦ τῶν ποιητῶν, οἳ ἐποίησαν τοὺς ἥρωας ἀνθρώπων οὐδὲν κρείττους, ἀλλὰ τοῖς ὁμοίοις ἐνόχους πάθεσιν. εἶθʼ ὁ τὰ πάθη τῶν ἡρωικῶν ψυχῶν ἐν σώμασι στρεφομένων ἐξελὼν μετὰ τὸ σῶμα διὰ πάθη τοῖς ἀλόγοις αὐτὰς ἐνοικίζει ζῴοις;
Μήποτε οὖν, ἵνα καὶ τῷ μύθῳ χαρισώμεθα καὶ συγχωρήσωμεν ἃ βούλεται πλάττειν καὶ τὸν Πλάτωνα τῆς εἰς τοὺς ἥρωας δυσφημίας ἐξέλωμεν, ἐκεῖνο ῥητέον, ὡς ἄρα διὰ τῶν τοιούτων πλασμάτων οὐκ αὐτὰς θέλει τὰς ψυχὰς ἐκείνας ὧν διαμνημονεύει νῦν ἡρώων εἰς τὰ ἄλογα κατασπᾶν, ἀλλὰ ζωῶν εἴδη αἰνίσσεσθαι διὰ τῶνδε τῶν ὀνομάτων, οἷα προσήκοντα μὲν ἦν τοῖς ὀνομαζομένοις, διὰ δέ τινας παθῶν προσθήκας ἀνομοίως ἐκείνους μιμούμενα κατέπεσεν εἰς ἀλογίαν ἀφομοιουμένην ἀλόγως τοῖς εἴδεσιν ἐκείνων· οἷον ἀπὸ τῆς Ὀρφέως ζωῆς καὶ τῆς Θαμύρου ζωὴν ἐνδεικνύμενος μουσικὴν μέν τινα πάντως, διὰ δὲ πάθος ἄλογον, οἷον μῖσος ἢ ζῆλον ἤ τι ἄλλο τοιοῦτον, εἰς μουσικὸν πίπτουσάν τι ζῷον, ὃ δὴ τῷ μὲν εἶναι μουσικὸν ἔχει συγγενῶς πρὸς τὴν ἀνθρωπίνην μουσικήν, τῷ δὲ αὖ ἄλογον εἶναι τὴν ἀλογωθεῖσαν ὑποδέχεται ψυχὴν διά τι πάθος· ἡ γὰρ τούτου πρόσθεσις ἀλογίας αὐτὴν ἀπέφηνεν οἰκείαν.
Τεκμαίρομαι δὲ ταῦτα εἶναι ἀληθῆ, διότι καὶ ἐν Γοργίᾳ λέγοντος ἤκουσα τοῦ Σωκράτους τοὺς Μίνωας καὶ τοὺς Αἰακοὺς καὶ τοὺς Ῥαδαμάνθυας δικαστὰς ἐν Ἅιδου τῶν ψυχῶν καθῆσθαι, καὶ διὰ τούτων εἴδη ζωῆς δικαστικὰ σημαίνοντος. ἢ πῶς ἐκείνων διαζώντων τὸν τῇδε βίον αἱ ἐν Ἅιδου ψυχαὶ δίκης ἐτύγχανον; ἐκ γὰρ τούτων οἶμαι καὶ τῶν τοιούτων ἐναργὲς εἶναι πᾶσιν, ὅτι τοῖς ὀνόμασι τῶν ἡρώων εἰς ἔνδειξιν ἐν τοῖς μύθοις χρῆται τῶν εἰδῶν ὅλων τῆς ζωῆς, ἐν οἷς ἐκεῖνοι διαφερόντως τὸν βίον διεξήγαγον, καὶ διὰ τοῦτο ἐκεῖ μὲν τὰς δικαστικὰς ψυχὰς ἀντὶ τῶν παντοίων παρείληφεν δικαστικῶν τάξεων θείων τε καὶ δαιμονίων, ἀφʼ ὧν ὡς ἔοικεν ἐγίγνωσκον οἱ κοινωνοὶ τῶν λόγων καὶ ὑπὲρ ὧν οὐκ ᾔδεσαν, διδάσκων ἀπὸ τῶν μερικῶν καὶ κατὰ σχέσιν ἀντὶ τῶν ὁλικῶν καὶ καθʼ ὕπαρξιν δικαστῶν· ἐνταῦθα δὲ τὰς μουσικὰς ἀντὶ τῶν ὁμοίων ἐν τῷ παντὶ μουσικῶν ψυχῶν, τὰς ἐγνωσμένας ἀντὶ τῶν ἀγνώστων, τὰς ἀπαθεῖς ἀντὶ τῶν ἐμπαθῶν. ὡς εἰ σαφῶς ἔλεγεν ὅσα αἰνίσσεται διὰ τούτων, ἰδεῖν ἂν εἶπεν οἵαν τὴν Ὀρφέως, οἵαν τὴν Θαμύρου ψυχὴν διὰ δή τι πάθος εἰς κύκνους καὶ ἀηδόνας εἰσπηδῶσαν. καὶ τί τὸ πάθος, ἀπὸ τῆς ἑτέρας τούτων ἐνδεικνύμενος μίσει, φησίν, τοῦ γυναικείου γένους, ἵνα μὴ ἐκ γυναικὸς γένηται βίον ἀνθρώπινον ἑλομένη, διὰ δή τι μῖσος εἰς κύκνον ᾤχετο, καὶ μουσικῆς ἔχουσα δυσαπαλλάκτως καὶ τὸ ἀνθρώπειον ἐκκλίνουσα γένος. καὶ ὁ Θαμύρας δὲ μουσικός, ἀλλὰ διὰ τὴν πρὸς τὰς Μούσας φιλοτιμίαν πηρὸς γενόμενος· ἄλλως οὖν ἡ διὰ τούτου δηλουμένη ψυχή, μουσικὴ μέν, πέρα δὲ τοῦ μέτρου φιλότιμος, ἐπέδραμεν ταῖς ἀηδόσιν, αἵ τε θαμὰ τρωπῶσιν ἑὴν πολυηχέα φωνὴν καὶ ᾄδουσαι νύχιαι διατελοῦσι καλλωπιζόμεναι ταῖς ἑαυτῶν ποικίλαις καὶ ἐναρμονίοις φωναῖς. Ἀποχρῆσθαι μὲν τοίνυν ἔοικεν τῷ κατὰ τὸν Ὀρφέα μύθῳ δηλοῦντι τὴν ἐξῃρημένην αὐτοῦ μουσικὴν ἀπὸ τῆς θηλυπρεποῦς καὶ ὄντως κεχαλασμένης—ἔνθεος γὰρ ἦν, εἰ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν μεμερισμένως αὐτῆς μετέσχον — ὃ διὰ τῶν σπαραγμῶν οἱ μῦθοι δηλοῦσιν — καὶ τὸ κεφάλαιον αὐτῆς ἡ Λέσβος ὑπεδέξατο — τοῦτο ὃ δὴ κεφαλὴν Ὀρφέως προσειρήκασιν —, ὅθεν καὶ ὄνομα ἔσχεν ἡ Λεσβία Μοῦσα καὶ τὸ μετὰ Λέσβιον ᾠδὸν εἰς παροιμίαν ἐξενίκησεν—, ἀποχρώμενος δὲ ἀντὶ τῆς ὑπεροψίας τῶν ἐκτεθηλυσμένων μελῶν ἀπέχθειαν πρὸς τὸ θῆλυ πᾶν λαβών, ἐμπαθῆ ποιήσας μουσικὴν ψυχὴν πρὸς ἀνθρωπίνην φύσιν καὶ ζωήν, μεθιστάνειν πᾶσαν τοιάνδε, κἂν ᾖ μουσική, ζωὴν εἰς ἀλογίαν, οὔτε ἔξω μουσικῆς ἣν ἐπετήδευεν, οὔτε ἀνθρωπίνην ἣν ἐξέκλινεν. οὐκ ἄρα οὐδὲ ὁ μουσικὸς βίος σῴζει τὴν ψυχὴν ἄνευ ἀπαθείας, ἀλλὰ καθάπερ ὁ ἐρωτικός, καὶ οὗτος ἀνάγει μετὰ φιλοσοφίας· πάθος δὲ ὑποσυμμιγὲς αὐτῷ γενόμενον ἀλόγοις συνάπτει ζῴοις μουσικοῖς.
Ταῦτα μὲν οὖν περὶ ψυχῶν ἀνθρωπίνων, μουσικῶν μέν, οὐκ ἄνευ δὲ πάθους, πρὸς τὴν ἀνθρωπίνην ἀπεχθανομένων φύσιν· δεῖ γὰρ ὡς ἔοικεν ἀσχέτου ζωῆς ταῖς μὴ πεσουμέναις εἰς ἀλογίαν. εἰ δὲ καὶ κύκνος εἰς ἀνθρώπινον βίον μεθίστατο ἢ καὶ ζῷα ἄλλα μουσικά, πολλὰ δὲ τὰ τοιαῦτα, παντὶ δήπου δῆλον, ὅτι ψυχαὶ μὲν ἦσαν ἐν τούτοις ἀνθρώπιναι, πάλιν δὲ ἐπανῄεσαν εἰς τὴν ἑαυτῶν τάξιν ἀπὸ τῶν χειρόνων οἰκήσεων. οὐ γὰρ ἥ γε μή ποτε ἰδοῦσα τὴν ἀλήθειαν εἰς τόδε ἥξει τὸ σχῆμα, φησὶν ὁ ἐν τῷ Φαίδρῳ Σωκράτης, οὐ πᾶσαν τὴν ἐν τοῖς ἀλόγοις ζωὴν μετοικίζων εἰς ἀνθρώπους, ἀλλὰ τὴν ἐξ ἀνθρώπων εἰς ἀλογίαν ἐκπεσοῦσαν. οὐκοῦν ἐν τούτοις μουσικῶν εἰσι ψυχῶν μεταβάσεις ἐκ λογικῶν εἰς ἄλογα, καὶ αὖ ἐξ ἀλόγων εἰς λογικὰ ζῷα. καὶ φανερὸν ὡς, εἰ λόγος κρατήσας εἰς ἄνθρωπον ἤγαγεν, πάθος πλεονάσαν εἰς ἀλογίαν ἀπέωσεν. καὶ λεγέσθω πᾶσα μὲν ψυχὴ μουσικὴ Ὀρφέως ἢ Θαμύρου τινός, ἀπὸ τῶν μάλιστα μουσικῶν λαβοῦσα τὴν ἐπωνυμίαν· πάθος δὲ αἴτιον ἄμουσον καὶ ἀφιλόσοφον τῆς εἰς ἄλογα ζῷα πορείας. Διττῆς δὲ οὔσης μουσικῆς, τῆς μὲν ἐνθέου τῆς δὲ ἀνθρωπικῆς, καὶ τῆς μὲν ἐν Ὀρφεῖ τεθεωρημένης τῆς δὲ ἐν Θαμύρᾳ — Καλλιόπης μὲν γὰρ ἐκεῖνος υἱὸς διὰ τὴν ἔνθεον Μοῦσαν, πηρὸν δὲ τοῦτον ἔθεσαν αἱ Μοῦσαι διὰ τὴν ἅμιλλαν τῆς ἀνθρωπίνης μουσικῆς παρὰ τὴν θείαν —, ἑκατέραν πάθει χραινομένην εἰς ἀλογίαν ἄγει, καὶ τὰς ἐνθέῳ μουσικῇ καὶ τὰς ἀνθρωπίνῃ χρησαμένας· ὡς ἄνευ φιλοσοφίας μηδὲ τὰ δοκοῦντα εἶναι δαιμόνια σῴζει τὰς ψυχὰς — μόνη γὰρ αὕτη προξενεῖ τὴν ἀπαθῆ ζωήν —, καὶ μουσικὴ δὲ καὶ ἐρωτικὴ καὶ πᾶς ἄλλος βίος πάθους μέτοχος ὢν ἀλογίᾳ συνάπτειν πέφυκεν. φιλοσοφεῖν μὲν γὰρ οὐδὲν δύναται τῶν ἀλόγων, μουσικὴν δὲ φυσικὴν ἴδοις ἂν καὶ ἐν ἐκείνοις καὶ ἐναβρύνεταί γε ταῖς ᾠδαῖς ἐκείνων πολλὰ μᾶλλον ἢ ἄνθρωποι. μέτεστι γὰρ αἰσθήσεως καὶ ἐκείνοις, μουσικὴ δὲ καὶ ἐρωτικὴ προσχρῶνται ταῖς ἀκροτάταις τῶν αἰσθήσεων· φιλοσοφία δὲ πάλαι καταψηφίζεται πάσης αἰσθήσεως, ὡς οὔτε ἀκούομεν ἀκριβὲς οὐδὲν οὔτε ὁρῶμεν ἀπελέγχουσα καὶ διαμαρτυρομένη, λόγον δὲ πείθουσα μόνον ἡγεμόνα προΐστασθαι καὶ νοῦν. ὥστʼ εἰκότως αὕτη γε μόνη ῥύεται τῶν εἰς τὴν ἀλογίαν φερουσῶν ὁδῶν.
Τίνα μὲν οὖν τρόπον ἀκούειν χρὴ καὶ τῶν ὀνομάτων τούτων καὶ τῶν πλασμάτων, ἱκανῶς ὑπεμνήσαμεν, λέγω δὲ τοῦ Ὀρφέως, τοῦ Θαμύρου, τοῦ Αἴαντος, τοῦ Ἀγαμέμνονος, ὅλως τῶν ἡρωικῶν ψυχῶν. τοσοῦτον δὲ τοῖς ἔμπροσθεν προσθετέον, οἷς περί τε Ὀρφέως εἴπομεν καὶ Θαμύρου, περὶ τῶν λοιπῶν, ὡς ἡ μὲν Αἴαντος ψυχὴ πᾶσαν δηλοῖ ζωὴν ἀνδρικὴν μέν, πλεονάζουσαν δὲ κατὰ τὸν θυμὸν διὰ δή τινα φιλόνεικον ψυχῆς ἕξιν, καὶ διὰ ταύτην ἐνδυομένην εἰς ἀνδρικὸν μὲν ζῷον, ἄλογον δέ — τὸ γὰρ φιλόνεικον προσκείμενον τῷ ἀνδρικῷ συνάπτει πρὸς ἀλογίαν· ἡ δὲ τοῦ Ἀγαμέμνονος βασιλικὸν μὲν ἐπιδιώκουσαν αἰνίσσεται βίον ἐξῃρημένον τῶν πολλῶν — τοιοῦτος γὰρ ὁ βασιλεύς —, διὰ δὲ πάθος ἕτερον, μῖσος πρὸς ἀνθρώπους, εἰς ἀετὸν μετοικιζομένην· Δίιος γὰρ καὶ ὁ ἀετὸς καὶ ἐν ὕψει πετόμενος καὶ βασιλεύων τῶν πτηνῶν, λόγου δὲ ἄμοιρος· διὸ πρὸς τὸ ὅμοιον ἡ τοιάδε ψυχὴ χωροῦσα τὸν ἀετοῦ βίον ἀλλάττεται καὶ τυ … ερόμενος ἠλογωμένος ἦν. Ἡ δὲ τῆς Ἀταλάντης ψυχὴ καὶ τοῦ Ἐπειοῦ μεταμπίσχεσθον, ἣ μὲν ἀπὸ γυναικὸς εἰς ἀθλητικόν τινα βίον ἀνδρός· καὶ γὰρ ἐν γυναιξὶν οὖσα τὴν ἀνδρικὴν ἐπεδίωκεν ζωήν· ὃ δὲ ἀπὸ ἀνδρὸς εἰς γυναικεῖον τεχνικόν· καὶ γὰρ εἰς ἄνδρας τελῶν τεχνικὸς μὲν ἦν, ὅς γε καὶ τὸν ἵππον ἐτεχνήσατο, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ, ζωῆς δὲ ἀνδρικῆς ἄμοιρος, ὅς γε καὶ φησίν· ἢ οὐχ ἅλις ὅττι μάχηςἐπιδεύομαι; μέτεισι τοίνυν εἰς τὸ προσῆκονἣ μὲν εἰς τὴν ἀνδρωνῖτιν, ὃ δὲ εἰς τὴν γυναικωνῖτιν. καὶ ἔστιν ταῦτα ζωῆς εἴδη κατὰ τὴν ἀνθρωπίνην ζωὴν ἄνω τε καὶ κάτω διαβάλλοντα· διὸ καί φησιν ἐν μέσοις λαχεῖν αὐτὰ τὴν τάξιν, ὡς τῆς μεσότητος οὐκ ἐξιστάμενα τῆς ἀνθρωπίνης. εἰ δὲ δὴ τὴν Αἴαντος εἰκοστὴν εἶπεν λαχεῖν, δηλούτω μὲν εἰ βούλει διὰ τῆς εἰκοσάδος τὴν κατὰ θυμὸν ζωὴν προσεχῶς ἐκβᾶσαν ἀπὸ τῆς κατὰ λόγον, τῷ μὲν λόγῳ τῆς δεκάδος πρεπούσης, ὥσπερ τῷ νῷ τῆς μονάδος, τῷ δὲ θυμῷ τῆς εἰκοσάδος ὡς μετὰ λόγον τεταγμένῳ — τοιαῦτα γὰρ ὁ ἡμέτερος φιλοσοφεῖ περὶ τούτων πατήρ· δηλούτω δὲ καὶ ὅσα φησὶν ὁ Πορφύριος παρʼ Αἰγυπτίων μαθόντα τὸν Πλάτωνα περὶ τῶν ἀναφορικῶν χρόνων ἐνδείκνυσθαι διὰ τούτων, ὡς ἄρα κατὰ τὰς ἀναφορὰς τῶν τοὺς βίους ὁριζόντων χρόνων εἰκοστὴν εἶχεν τάξιν ἡ τοῦ Αἴαντος αὕτη ψυχή, καὶ τοῦτο ἀποβλέπων εἰς τὸ πᾶν ὁ τῶνδε τῶν λόγων ἄγγελος ἠρίθμει τὴν τάξιν, λέγω τῶν ψυχῶν τῶν πρώτων ἢ δευτέρων ἢ εἰκοστῶν ἢ ἄλλως ὁπωσοῦν αἱρουμένων. Καὶ γὰρ ἡμεῖς ἐνετύχομεν σφαίραις βαρβαρικαῖς Αἰγυπτίων καὶ Χαλδαίων κατὰ τὰς μοίρας τοῦ ζωδιακοῦ τὰς τῶν βίων διαφορὰς ὁριζούσαις, καὶ τὴν μὲν ποιούσαις εἰ τύχοι βασιλικήν, τὴν δὲ ἑξῆς, ὃ καὶ παράδοξον ἀκοῦσαι, ἐμπορικήν τινα καὶ ταύτης χείρονα τῆς ζωῆς, καὶ ἄλλην ἱερέως, καὶ τὴν μετʼ αὐτὴν δούλου, καὶ τὸ τοῦδε χεῖρον, ἀπηρυθριακότος πρὸς τὴν ἄρρενα φύσιν. ὥστʼ οὐδὲν θαυμαστὸν καὶ τὰς συγκλήρους ψυχὰς τὸ πρωτεῖον ἔχειν καὶ μέσον καὶ ἔσχατον κατὰ τὰς ἀναφορὰς τῶν μοιρῶν, εἴπερ καὶ αἱ διαφοραὶ τῶν βίων κατʼ αὐτάς, ὡς αἱ εἰρημέναι σφαῖραι διασημαίνουσιν· ὧν μίαν τινὰ Κυρατος ἐπιγραφομένην εὕρομεν, καὶ ἄλλην εἰς ἄλλον ἀναφερομένην πατέρα τῶν λόγων, πάσας δέ, ὅπερ ἔφην, τὸν βίον ταῖς τῶν μοιρῶν ἀφοριζούσας ἰδιότησιν, ὡς τοῦ ποιοῦ τοῦ κατὰ τοὺς βίους ἀποτελουμένου διὰ τοὺς τῶν ἀστέρων πρὸς τὴν μοῖραν συσχηματισμούς.
Τούτοις τοίνυν ἑπομένως ἡ τοῦ γελωτοποιοῦ Θερσίτου ψυχὴ πίθηκον ἐνεδύετο, φησίν. γελωτοποιὸς μὲν οὖν ἦν Θερσίτης, ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν λέγων· τὸν δὲ πίθηκον ἐνδύεται διὰ τὴν τοῦδε τοῦ ζῴου φύσιν καταγέλαστον ὄντως οὖσαν τῷ μιμεῖσθαι τὴν ἀνθρώπου ζωήν, ἀλλʼ ἐπὶ τὸ αἴσχιον. ἅπας οὖν μετὰ τοῦ αἰσχροῦ καὶ ἀσθενοῦς γελοῖος ὢν πιθηκόμορφός ἐστιν, ὥσπερ λεοντόμορφος ὁ ἀνδρικὸς μετὰ φιλονείκου καὶ θυμικοῦ πάθους, καὶ ἀετόμορφος ὁ βασιλικὸς μετὰ τῆς πρὸς τὸ ἀνθρώπινον γένος ἐμπαθείας· καὶ ἐφʼ ἑκάστων τρόπος ὁ αὐτός, τὰ μὲν εἴδη τῆς ζωῆς λαμβάνων ἀπὸ τῶν ἡρωικῶν ψυχῶν, τὰ δὲ ἀπὸ τῆς ἱστορίας ἔθη προστιθείς. εἰ οὖν ἐκεῖνοι μὲν μετὰ τὰς ἐκ τῶν σωμάτων ἐξόδους ἀπαλλαγέντες χωριστὴν ἔσχον ζωὴν γενέσεως, οἱ δὲ ὅμοιον μὲν ἐκείνοις ἔχοντες τὸ τῆς ζωῆς εἶδος, τοῖς δὲ πάθεσιν ἐνισχόμενοι, τοιούτοις ζῴοις ἀλόγοις ἐνῳκίσθησαν, μόνον οὐχὶ βοᾶν οἰητέον τὸν παρόντα μῦθον· «μὴ τὰ δοκοῦντα εἶναι ἀγαθὰ μετὰ παθῶν, ὦ ψυχαί, μετέρχεσθε· τοῦτο γὰρ ὑμᾶς εἰς ἀλογίαν κατάξει, παρʼ ᾗ φυσικῶς ἐστιν ταῦτα καὶ ἐμπαθῶς, οἷον τὸν μουσικὸν εἰς ἄλογον μουσικήν, τὸν ἀνδρικὸν εἰς ἄλογον ἀνδρίαν, τὸν βασιλικὸν εἰς ἄλογον βασιλείαν, καὶ ποιήσει κύκνους, λέοντας, ἀετούς· ἔστι γὰρ ταῦτα καὶ ἀλόγως ἔχειν καὶ λογικῶς, ποιεῖ δὲ ἀλογίαν ἐμπαθὴς ζωή, καὶ ἀνθρωπίνην ἀπαθής».
Ὅτι δὲ οἱ εἰρημένοι βίοι πάντες συνᾴδουσι τοῖς ἐν Φαίδρῳ βίοις, εὔδηλον. καὶ γὰρ ὁ μουσικὸς ἦν ἐν ἐκείνοις καὶ ὁ βασιλικὸς καὶ ὁ πολεμικὸς καὶ ὁ τεχνικὸς καὶ ὁ γυμναστικὸς καὶ ὁ μιμητικός, οἷον ἐπεδίωκεν ὁ τὸν πίθηκον ἐνδυόμενος ἐπὶ τὸ αἴσχιον, ὡς Ἐπειὸς τὸν τεχνικόν, ὡς ἡ Ἀταλάντη τὸν γυμναστικὸν καὶ οἱ λοιποὶ τῶν εἰρημένων τοὺς λοιπούς.
Ἐν ἐσχάτοις τοίνυν ἡ Ὀδυσσέως ψυχή — ληπτέον δὲ καὶ ταύτην εἶδος εἶναί τι ζωῆς ἐνδεικνυμένην ὥσπερ τὰς ἄλλας ἐκείνας, τὸ ἔμφρον ἐν ταῖς τῶν βίων αἱρέσεσιν —, αὕτη τοίνυν ἰδοῦσα βίον ὑπὸ τῶν ἄλλων ἠμελημένον, ἐσχάτη δὲ λαχοῦσα, φησὶν αὐτός, διὰ τύχην, ἧς ἔργον τὸ συντάττειν ἡμᾶς πρὸς τὸ πᾶν, ταύτην οὖν ἔχουσα τοῦ κλήρου τὴν τάξιν ὅμως διὰ φρόνησιν εἵλετο βίον ἄριστον, πόνων λελωφηκυῖα, φησίν, καὶ φιλοτιμίας· ἀποδεικνὺς τὴν ὑπεροχὴν ταύτης τῆς ψυχῆς· οὕτω γοῦν αὐτὸς εἶπε λελωφηκυῖαν φιλοτιμίας ὁ Πλάτων, ὡς ἀπὸ τῆς φιλοτιμουμένης ἐπὶ τὸ ἄνω πορευόμενος τῆς κατὰ γνῶσιν λελειμμένης· ἑλέσθαι δʼ οὖν τὴν τοιαύτην ψυχὴν τὸν ἄριστον ἐκ τῶν ἐνόντων, οὐκ ἀπερισκέπτως ἑλομένην, ἀλλὰ ζητοῦσαν ἐκ τῶν λοιπῶν — τοῦτο δὲ ὡς ἂν πλειόνων ἔτι ὄντων — τὸν ἀμείνω, καὶ περιιοῦσαν· ὃ δὴ σημαίνει τὴν μεταβατικὴν τοῦ λογισμοῦ τῆς διανοίας ἐνέργειαν· κρίνασαν δʼ οὖν τὸν ἰδιώτου καὶ ἀπράγμονος βίον ἄριστον ἑλέσθαι τότε τὸν τοιοῦτον — ἀντιδιῄρηται δὲ ὁ μὲν ἰδιώτης πρὸς τὸν τυραννικὸν καὶ ὅλως ἀρχικὸν καὶ φιλότιμον, ὁ δὲ ἀπράγμων πρὸς τὸν ἐπίπονον· εἴρηται γὰρ ὅτι πόνων ἐλελωφήκει καὶ φιλοτιμίας· ἑλομένην δὲ τὸν τούτων ἀπηλλαγμένον εἰπεῖν, ὅτι τοῦτον ἂν εἵλετο τὸν βίον καὶ πρὸ τῶν ἄλλων τυχοῦσα κλήρου.
Καὶ πάλιν ὑπομνηστέον ὅτι τοῦτο δείκνυσιν, ὡς ἄρα οἱ κλῆροι περιέχουσιν οἱ πρότεροι τοὺς δευτέρους, καὶ ὅσοι μὲν τοῖς δευτέροις βίοι προτίθενται, καὶ τοῖς προτέροις, οὐ μέντοι καὶ ἀνάπαλιν· ὡς ἐξ ἀφθονωτέρων καὶ πλειόνων τοῖς ἀεὶ προτέροις κληρουμένοις τῆς αἱρέσεως ὑπαρχούσης. οὐ γὰρ ἂν ἡ Ὀδυσσέως ψυχὴ τοῦτον εἶπεν ἑλέσθαι ἂν βίον, ὃν εἵλετο ἐσχάτη κληρωθεῖσα τῶν ἄλλων, εἰ μὴ καὶ οὗτος ὁ βίος ἐν τοῖς τῶν προτέρων περιείχετο κλήροις. ἀπὸ ταύτης δʼ οὖν τῆς αἱρέσεως οὕτω γενομένης πιστὸν ἐποίησεν τὸν τοῦ προφήτου λόγον εἰπόντος· καὶ τελευταίῳ ἐπιόντι, σὺν νῷ ἑλομένῳ, κεῖται βίος ἀγαπητὸς οὐ κακός· καὶ δῆλον ὅτι γίνεται μὲν ἐν τῷ παντὶ … μὲν … τούτω … οὐ μὴν ἀλλὰ καὶ ὡς σωφρονιστικὰ ταῦτα διεσκεύασται τοιῶσδε τῶν ψυχῶν, φρόνησιν δεικνύντα τῆς φαινομένης εὐπορίας αἱρετωτέραν, ὅταν ταῦτα μερίζηται ἀπʼ ἀλλήλων. ἣ μὲν γὰρ εἰς εὐδαιμονίαν οἶδεν ἄγειν, ἣ δὲ οὐκ ἐξ ἀνάγκης, εἰ μὴ καὶ φρόνησις εἴη περὶ τὰς αἱρέσεις.
Τούτοις τοίνυν ἐπήγαγεν, ὃ δὴ λοιπόν ἐστι τῆς διαιρέσεως, ὅτι καὶ εἰς ἄλληλα τὰ ἄλλα ζῷα μεταβάλλει, τὰ μὲν ἄδικα εἰς τὰ ἄγρια, τὰ δὲ δίκαια εἰς τὰ ἥμερα. λείπεται τοῦτο μετὰ τὰς μεταβολὰς τὰς ἐξ ἀνθρώπων εἰς τὰ ἄλογα καὶ ἐκ τῶν ἀλόγων εἰς ἀνθρώπους, οἷος ὁ κύκνος ἔμπροσθεν, οἷα τὰ πρὸ τούτων, ἐν οἷς ἔλεγεν, ὅτι καὶ ἐκ τῶν ἄλλων θηρίων εἰς ἀνθρώπους γίνονται μετατάξεις, καὶ δὴ καὶ τὰς ἐξ ἀνθρώπων εἰς ἀνθρώπους, ὡς τοῦ Ἐπειοῦ καὶ τῆς Ἀταλάντης· ἃς διὰ τοῦτο εἶπεν ἐν μέσοις λαχεῖν ὡς ἐν τῇ μεσότητι τῆς ἀνθρωπίνης ζωῆς στρεφομένας καὶ τῷ ἐξ ἄρρενος εἰς θῆλυ ἢ τῷ ἐκ θήλεος εἰς ἄρρεν ἰέναι διενεγκούσας. Τούτων γὰρ ῥηθέντων ἐλείπετο καὶ τὴν ἐσχάτην εἰπεῖν μεταβολὴν τὴν ἐκ θηρίων εἰς θηρία γενομένην, ἣν τελευταίαν καὶ αὐτὸς προσέθηκεν, διορίζων καὶ ἐπὶ τούτων, ὅτι τὰ μὲν ἄδικα τῆς ζωῆς εἴδη μετέβαλλεν εἰς τὰ ἀγριώτερα, τὰ δὲ δίκαια εἰς τὰ ἡμερώτερα· καὶ ἐπὶ πᾶσιν ἐπήνεγκε τοῖς εἴδεσιν τῶν μεταβολῶν, καὶ πάσας μίξεις μίγνυσθαι τὰς ζωάς, πέρας ἐπιτιθεὶς τῇ ὅλῃ διαιρέσει τῶν βίων κοινόν. πᾶσα δὲ μῖξις ἢ ἐκ τῶν ὁμοίων εἰς τὰ ὅμοια — καὶ τοῦτο διχῶς, ἐκ λογικῶν εἰς λογικὰ καὶ ἐξ ἀλόγων εἰς ἄλογα — ἢ ἐξ ἀνομοίων εἰς ἀνόμοια, καὶ τοῦτο πάλιν διχῶς, ἢ ἐξ ἀλόγων εἰς λογικὰ μετιουσῶν τῶν ψυχῶν ἢ ἐκ λογικῶν εἰς ἄλογα. ταῦτα μὲν οὖν ἤδη δῆλα διὰ τῶν ἔμπροσθεν ἡμῖν γέγονεν. Ἃ δὲ τελευταῖα προσέθηκεν, σκεπτέον, ὅταν λέγῃ τὰ ἄδικα εἰς τὰ ἄγρια καὶ τὰ δίκαια μεταβάλλειν εἰς τὰ ἥμερα, πότερον ἀλόγων εἶναι τῷ ὄντι μετοικίσεις ψυχῶν εἰς ἄλλα ζῷα ἄλογα, οἷον κυνείας ψυχῆς εἰς ἵππειον ζῷον μετιούσης, ἢ καὶ ταύτας ψυχῶν μὲν ἀνθρωπίνων, μετενδυομένων δὲ ἀπὸ ἀλόγων εἰς ἄλογα, καὶ ἀπὸ μὲν τῶν ἀδικωτέρων ζῴων, οἷον ἰκτίνων καὶ λύκων καὶ ὅσα ἁρπακτικά, εἰς τὰ ἄγρια μεθισταμένων, οἷον ὅσα ἰοβόλα, ἃ δὴ παντελῶς ἐστιν ἀνήμερα· ἀπὸ δὲ τῶν δικαιοτέρων, οἷον πελαργῶν καὶ τοιούτων ἄλλων, εἰς τὰ ἥμερα, οἷον μελίσσας καὶ μύρμηκας, ἃ δὴ πολιτικὰ γένη καὶ ἥμερα προσεῖπεν αὐτὸς ἐν τῷ Φαίδωνι, τὰ μὲν βασιλικῆς τὰ δὲ οἰκονομικῆς ἔχοντα ζωῆς ἴχνος.
Τούτων δὴ προκειμένων εἰς ζήτησιν λέγωμεν, ὅτι καὶ ταύτας τὰς μεταβολὰς οὐκ ἀλόγων ψυχῶν ἀλλὰ ἀνθρωπίνων οἴεσθαι δεῖ λέγεσθαι παρὰ τοῦ Πλάτωνος, καὶ περὶ τούτων εἶναι μόνων ἁπλῶς σύμπαντα τὸν περὶ τῶν μετενσωματώσεων αὐτῷ λόγον. τοῦτο δὲ ἡμεῖς ἐκ πολλῶν ἀποδείξομεν. πρῶτον μὲν γὰρ ὁ τοῦ προφήτου λόγος οὐ πρὸς ἀλόγους, ἀλλὰ πρὸς λογικὰς ἦν ψυχάς· γελοῖον γὰρ ἀλόγοις λέγειν Ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως ὅδε λόγος, καὶ οὐχ ὑμᾶς λήξεται δαίμων, ἀλλʼ ὑμεῖς δαίμονας αἱρήσεσθε, καὶ αἰτία ἑλομένου, θεὸς ἀναίτιος, καὶ τελευταίῳ ἐπιόντι, σὺν νῷ ἑλομένῳ, κεῖται βίος ἀγαπητός, οὐ κακός· ταῦτα γὰρ μάτην ἂν κατέτεινεν πρὸς τὰς φύσιν οὐκ ἐχούσας ἐπαΐειν οὐχ ὅτι τῶν ἀπὸ νοῦ προϊόντων λόγων, ἀλλʼ οὐδὲ ὅλως λόγων ψυχὰς οὐδὲ σὺν νῷ τι δυναμένας αἱρεῖσθαι καὶ πράττειν. ἔπειτα ὅτε διώριζεν αὐτός, πῶς δεῖ ποιεῖσθαι τὰς αἱρέσεις, καὶ ἔλεγεν ψυχῆς τάξιν μὴ ἐνεῖναι, σαφῶς ὡς περὶ λογικῶν διελέγετο ψυχῶν· ταύτας γὰρ ἠξίου μὴ ἐκπλήττεσθαι ὑπὸ δυνάμεων καὶ ὑπὸ πλούτων καὶ εὐγενειῶν, ἀλλὰ κρίσιν ἐφιστάνειν τοῖς βίοις καὶ σκοπεῖν τὸν εἰς εὐδαιμονίαν ἄγειν μᾶλλον δυνάμενον ἐκ τῶν προτεινομένων· ἐν τούτοις δὴ πᾶσιν καὶ τοῖς τοιούτοις δῆλος ὢν οὐ περὶ ἀλόγων ἀλλὰ περὶ λογικῶν μόνον διαταττόμενος ψυχῶν· ποία γὰρ ἔκπληξις ἢ κρίσις πλούτου καὶ πενίας καὶ δυνάμεως καὶ ἀδυναμίας καὶ τῆς ἐν τούτοις μεσότητος ἐν ἀλόγοις; τρίτον τοίνυν μετὰ τὸ συμπληρῶσαι τοὺς περὶ τῶν μεταβολῶν λόγους πάντας κατάγων λοιπὸν εἰς τὴν γένεσιν πάσας ἀκούσωμεν, ὅσα φησίν· ἐπειδὴ δʼ οὖν πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, πάσας ἰέναι πρὸς τὴν Λάχεσιν καὶ τὸν δαίμονα δέχεσθαι παρʼ αὐτῆς φύλακα καὶ ἀποπληρωτήν, φησίν. εἰ οὖν πᾶσαι μὲν ᾕρηνται, ψυχαῖς δὲ ἀλόγοις αἵρεσις οὐκ ἔστιν — οὐδὲ γὰρ προαίρεσις —, δῆλον ὡς οὐκ ἦσαν ἐν ταῖς εἰρημέναις μεταβολαῖς ἀλόγων μετοικίσεις, ἀλλὰ ἀνθρωπίνων εἰσὶν πᾶσαι ψυχῶν τὰς μετενδύσεις ἐκείνας ποιουμένων, καὶ ἀπʼ ἀρχῆς εἰς τέλος περὶ ἐκείνων ἐστὶν ὁ λόγος. Μὴ οὖν ζητῶμεν καὶ ἄλογα ζῷα πῶς εἰς ἄλογα ἄλλα μέτεισιν, ἀλλὰ μένωμεν ἐπὶ τῶν λογικῶν ψυχῶν. τὸ γὰρ αὐτεξούσιον καὶ τὸ ἐφʼ ἡμῖν ἐν λογικαῖς ἐστι ζωαῖς· ὡς καὶ ὁ Ἀθηναῖος ξένος εἶπεν ταῖς ἡμετέραις ψυχαῖς τὸν θεὸν τοῦ ποιοῦ δοῦναι τὴν ἐξουσίαν, ταύτας δὲ κυρίας οὔσας τοῦ μεταβάλλειν ἑαυτὰς κατὰ τὸ χεῖρον ἢ βέλτιον ὑπὸ τῆς εἱμαρμένης εἰς ἄλλην καὶ ἄλλην τάττεσθαι χώραν, ἐν ᾗ ταχθεῖσαι πᾶσαι νικῶσαν μὲν ἀρετὴν ἐν τῷ κόσμῳ παρέξονται, κακίαν δὲ ἡττωμένην.
Ὅτι δὲ καὶ ἀνθρώπιναι ψυχαὶ μετίασιν ἀπʼ ἄλλων ἀλόγων ζῴων εἰς ἄλλα, δεδήλωκεν καὶ ἡ καθʼ ἡμᾶς ἱστορία καὶ μικρὸν πρὸ ἡμῶν. Νεστόριος γοῦν ὁ μέγας ἀνὴρ ἱερατικὸς εἰς τὴν Ῥώμην ἀφικόμενος γυναικὸς μιᾶς τῶν εὐπαρύφων μόλις ἐξειπεῖν ἐθελησάσης, θρηνούσης δὲ ἐπὶ τῇ μνήμῃ τῶν ἔμπροσθεν βίων αὐτὸς ἀκοῦσαι λέγεται περὶ ἑαυτῆς ἱστορούσης, ὡς ἄρα ἐν περιόδοις προτέραις ἐν Ἀδασμάστῃ τῆς Ἀττικῆς ἐγεγόνει παιδισκάριον καπήλοις τισὶν ὑπηρετοῦν, λήθῃ δὲ ὑπερβαλλούσῃ κατείχετο τῶν ἀεὶ προσταττομένων ὑπὸ τῶν χρωμένων, καὶ ἀπεκλάετο τὴν λήθην, ὥσπερ ὅτε ταῦτα ἔλεγεν τὴν μνήμην· συμμῖξαι οὖν αὐτήν τινι φάσματι καὶ αἰτῆσαι μνήμην καὶ αἰτήσασαν λαβεῖν, καὶ λαβοῦσαν πάντων ἑξῆς τῶν ἐκεῖθεν διαμνημονεύειν. γενέσθαι οὖν αὐτὴν ὡς ἐμέμνητο μετʼ ἐκεῖνον τὸν βίον κυνὸς ψυχήν, καὶ ἀχθεσθεῖσαν μετὰ τὴν σύνερξιν ὦσαι τὸν κύνα ἐκ τέγους τινός, ἀπαλλαγῆναι βουλομένην τοῦ δεσμοῦ· καὶ τῆς ἀδίκου πράξεως εἰς τὸν κύνα δίκην τίνουσαν εἰς ὄφιν ἐλθεῖν, καὶ ἐκεῖνον κτεῖναι δυσχεράνασαν τὴν ψύχωσιν, ἐκτείνασαν αὐτὸν ἁμάξης κινουμένης ἔμπροσθεν τῆς ἁμάξης· κἀκεῖνον μὲν κατατμηθέντα ἀπολέσθαι, μετὰ δὲ ἐκεῖνον ἄρκτον γενομένην καὶ τὸν εἱμαρμένον χρόνον τῷ ζῴῳ συμβιοῦσαν εἰς ἄνθρωπον ἐλθεῖν. ἐκείνην μὲν οὖν καὶ τῆς μνήμης καὶ τῶν ἐπὶ τῇ μνήμῃ θρήνων ὁ Νεστόριος ἰάσατο θεοῖς χρησάμενος συνεργοῖς καὶ περὶ τοῦ μέλλοντος ἔχειν ἀμείνους ἐλπίδας ἐποίησεν· ἐκ δὲ τούτων χρὴ λαβεῖν, ὅτι καὶ ἀπʼ ἄλλων ζῴων εἰς ἄλλα κατὰ δίκην γίνονται μεταστάσεις καὶ διʼ ἀδικίαν εἰς ἀγριώτερα, καὶ ὡς ἔστιν καὶ ἐν ἀλόγοις ἀδικία καὶ δικαιοσύνη, καὶ πάντων δίκη καὶ νόμος ἔφορος.
Ὅτι μὲν οὖν πάσας τὰς ἐν ταῖς αἱρέσεσι ταύταις μεταβολὰς ψυχῶν εἶναι δεῖ νομίζειν λογικῶν ἢ εἰς τὰ ὅμοια μεθισταμένων ἢ εἰς τὰ ἀνόμοια, καὶ ἢ ἐπὶ τὸ κρεῖττον ἢ ἐπὶ τὸ χεῖρον τὴν μεταβολὴν ποιουμένων, εἴρηται πρότερον, καὶ εἴληπται πάντα ἐκ διαιρέσεως ἡμῖν τὰ εἴδη τῆς ζωῆς. συλλογισώμεθα δὲ ὅσα ἕπεται τοῖς δεδειγμένοις. ὧν ἐστι πρῶτον τὸ τὰς εἰς τὰ ἄλογα ζῷα καθόδους μὴ εἶναι τῶν ἐξ οὐρανοῦ ψυχῶν εἰς γένεσιν ἰουσῶν. οὐδὲ γὰρ ἄνοδος ἡ εἰς ἐκεῖνον τὸν τόπον ἐκ τῶν ἀλόγων γένοιτο ἄν, ἀλλʼ, ὡς εἴρηκεν αὐτός, τῶν καὶ ἄνευ φιλοσοφίας ἢ καὶ νοῦ τό γε ἐν τεταγμένῃ πολιτείᾳ βεβιωκέναι πάντως ἐχουσῶν. οὕτως γὰρ καὶ ἔσται πάλιν εἰς τὸ ὅμοιον ἡ μετοίκισις, ἀπὸ τεταγμένης παρʼ ἀνθρώποις πολιτείας εἰς τὴν ἐν τῷ κόσμῳ τεταγμένην πολιτείαν· τοιαύτη δὲ ἡ τῶν κατʼ οὐρανὸν περιιόντων, ὅπου μήτε ἀδικεῖ μηδὲν μήτε ἀδικεῖται, πάντα δὲ ἐν κόσμῳ φέρεται καὶ τάξει καὶ ζῇ μετʼ ἀλλήλων τὴν κοινὴν ζωήν, καὶ ἕκαστον τὴν ἑαυτοῦ παρέχεται συμπλήρωσιν εἰς τὸ ὅλον, τὰ ἑαυτοῦ πρᾶττον, καὶ ἓν ἐπιτήδευμα ἔχει πρόχειρον. μία γὰρ ἰδέα τῆς τεταγμένης ἐστὶν πολιτείας· ὡς καὶ τῆς πολιτείας ταύτης ἐν οὐρανῷ τὸ παράδειγμα ὁ Σωκράτης ἔλεγεν τετάχθαι τῆς ἀρίστης. χωροῦσιν οὖν εἰς οὐρανὸν οὐκ ἀπὸ τῶν ἀλόγων αἱ ψυχαὶ ζῴων· πορρωτάτω γὰρ ταῦτα τῶν οὐρανίων ζῴων τῶν νοῦν μιμουμένων τὰ ἄμοιρα λόγου, τῶν κύκλῳ κινουμένων τὰ εἰς γῆν κύπτοντα, τῶν ἀεὶ τεταγμένων τὰ ἀεὶ τῇ αὑτῶν φύσει ἄτακτα, τῆς μεταβολῆς πανταχοῦ διʼ ὁμοιότητα γινομένης. Εἰ δὲ ἡ εἰς οὐρανὸν ἄφιξις οὐκ ἀπὸ ἀλόγου γίνεται οἰκήσεως, ἀλλʼ ἀπὸ τεταγμένης πολιτείας, ὡς αὐτός φησιν, οὐδὲ τὸ ἀνάπαλιν τῶν ἐξ οὐρανοῦ κατιουσῶν εἰς ἄλογα ζῷα γένοιτο ἂν μετάστασις ἐκεῖθεν. καὶ γὰρ τοῦτο διώρισεν αὐτός, ὅτι κατὰ συνήθειαν τῶν ἔμπροσθεν βίων γίγνονται ταῖς ψυχαῖς αἱ αἱρέσεις· ποία δὲ συνήθεια συγγενὴς πρὸς ἀλογίαν ἐστὶν πολιτείας ἀνθρωπίνης τεταγμένης; ἐπεὶ καὶ τὸ τυραννίσιν ἐπιτρέχειν διὰ τὰ κράτη τῶν οὐρανίων ἐγγέγονεν ταῖς ἐξ οὐρανοῦ κατιούσαις· καὶ τοῦτο ἐκ συνηθείας τῆς περὶ τὰ οὐράνια, τὸ δὲ ὅλως εἰς ἄνθρωπον χωρεῖν ἐκ τῆς ἀπʼ ἀνθρώπων εἰς τὸν οὐρανὸν ἀφίξεως· μίξασαι οὖν ἀνθρωπίνην πολιτείαν καὶ δύναμιν κρατητικὴν εἰς ὄρεξιν τῆς τυραννικῆς κατέστησαν ζωῆς, ἀφελοῦσαι μὲν τῆς ἀνθρωπίνης πολιτείας τὸ τεταγμένον, ὅπερ ἐποίησεν αὐτὰς τῆς ἐν οὐρανῷ λήξεως τυχεῖν, τῆς δὲ ἐν οὐρανῷ δυνάμεως ἀγνοήσασαι τὸ κατὰ νοῦν, διότι καὶ ἄνευ νοῦ πεποίηντο τὴν ἄνοδον· τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον γνωστόν. Ὅτι μὲν οὖν τὰς οὐρανόθεν κατιούσας εἰς γένεσιν εἰς ἄλογα ζῷα χωρεῖν ἀδύνατον, δῆλον· ἑπόμενον δὴ τὰς ἐκ τῶν ὑπογείων τόπων τοῦτο τὸ πάθος ὑπομένειν, διὰ μὲν τὰ ἐν Ἅιδου δράματα καὶ μάλιστα τὰ περὶ τὸν Ἀρδιαῖον ἐκτρεπομένας τοὺς τυραννικοὺς βίους, φερομένας δὲ ὅμως ὡς αὐχμοῦ καὶ κόνεως μεστὰς εἰς τὰς χθονίας ζωὰς καὶ τὴν ἀλογίαν δηλον.
Πῶς δὲ ἄρα διεγίγνωσκεν ὁ θαυμαστὸς τούτων ἄγγελος, ὅτι βεβιωκυῖαι πρότερον ἦσαν αἵδε αἱ ψυχαὶ λογικῶν ζῴων βίον ἢ ἀλόγων; τὰς μὲν γὰρ παρούσας αὐτῶν αἱρέσεις ἑώρα, καὶ εἰς αὐτὰς βλέπων καὶ εἰς τὸ πᾶν τοιῶνδέ τινων βίων οἰστικὸν ὑπάρχον· τὰς δὲ πρὸ τῆς χιλιέτους περιόδου ζωὰς αὐτῶν, ἀφʼ ὧν εἰς τὰς τότε παρούσας ᾔεσαν, πῶς ἑώρα; καὶ πόθεν εἶχεν φράζειν, ὡς αἳ μὲν ἐξ ἀνθρώπων εἰς κύκνους ᾔεσαν καὶ ἀηδόνας, αἳ δὲ ἐξ ἀλόγων εἰς ἀνθρώπους, ὡς αἱ ἀπὸ κύκνων εἰς ἀνθρώπους, αἳ δὲ καὶ ἐξ ἀλόγων εἰς ἄλογα, καθάπερ αἱ ἐκ θηρίων εἰς θηρία μετενδυόμεναι; Μήποτε οὖν ἀληθὲς μὲν καὶ τὸ σὸν δὴ τοῦτο, ὦ φίλε ἑταῖρε, καὶ διηγουμένων ἀκοῦσαι ταῦτα τὸν Ἦρα τῶν ψυχῶν — καὶ γὰρ εἴρηται τοῦτο πρότερον, ὅτι καὶ ἠσπάζοντο ἀλλήλας ὅσαι γνώριμαι καὶ διηγοῦντο τὰ σφῶν αὐτῶν, αἳ μὲν ὅσα ἴδοιεν ὑπὸ γῆς, αἳ δὲ τὰς ἐν οὐρανῷ πάσας εὐπαθείας· οὐδὲν οὖν θαυμαστὸν τὰς ἐκ τῶν ὑπὸ γῆς δικαιωτηρίων καὶ τοὺς βίους διηγεῖσθαι τοὺς ἔμπροσθεν, ἀφʼ ὧν ὁρμηθεῖσαι τὴν περίοδον ἐκείνην ἀνέτλησαν· ἀληθὲς δὲ καὶ τὸ τοῖς πνευματικοῖς αὐτῶν περιβλήμασιν ἐκφαίνεσθαι τοὺς τύπους καὶ τὰς μορφὰς ἔτι τῶν προτέρων βίων, εἰ μὲν ἐν ἀνθρώπου εἴδει ἐβεβιώκεσαν, ἀνθρωποειδεῖς, εἰ δὲ ἐν ἀλόγων, ἐκείνοις παραπλησίας· οὐχ ὡς ἐνδυομένων τῶν ψυχῶν τὰ σώματα καὶ τυπουμένων ὑπʼ αὐτῶν εἰς τὴν ἑκάστου μορφήν, ἀλλʼ ὡς διὰ τὴν τοῦ λόγου προβολὴν καὶ τὸ πνεῦμα τὸ ἑαυτῶν τυπουσῶν εἰς τὴν ὁμοίαν τοῖς ζῴοις σκιαγραφίαν. καὶ γὰρ αἱ φαντασίαι ποικίλας περὶ τὸ πνεῦμα παρέχονται τοῦτο μορφὰς συνεξαλλαττόμενον αὐταῖς καὶ συνδιατιθέμενον· ἢ πῶς οἰόμεθα καὶ ἐν τοῖς φάσμασιν πολλάκις ἐν ὀλίγῳ χρόνου διαστήματι τὸ αὐτὸ φαίνεσθαι πολύμορφον καὶ φωνὰς ἐκπέμπειν οἰκείας τοῖς σχήμασιν τοῖς φανταζομένοις, ἢ ὑπὸ τῆς φαντασίας μετασχηματιζόμενον ἕκαστον καὶ τοῖς μορφώμασιν οἰκείως συμφθεγγόμενον; οὐδὲν οὖν ἀπεικὸς δήπουθέν ἐστιν, καὶ τῶν ψυχῶν τὰ ὑλικὰ περιβλήματα σῴζειν τὸν τύπον τοῦ ἔμπροσθεν βίου, καὶ κατὰ τοῦτον οἷον ἐσκιαγραφημένον ἐν αὐτοῖς τῷ θεωμένῳ δηλοῦν, ἀφʼ οἵων ἥκουσι ζῴων· μέχρις ἂν ἄλλου προβολὴ λόγου τοῦτον μὲν ἀφανίσῃ, τὸν δὲ προσήκοντα τῇ τοῦ παρόντος δυνάμει καὶ προκεχειρισμένου συμμεταμορφώσῃ, μετὰ τοῦ καὶ τὸ πᾶν εἰς τὴν ἐκείνου διάθεσιν συνεργεῖν καὶ φυλάττειν τὸν πρότερον καὶ τυποῦν τὸν δεύτερον, κατὰ τὴν οἰκείαν ἑκάτερον περίοδον. Τοῦτο μὲν τοίνυν οὑτωσὶ φήσομεν καὶ τῷ ἀγγέλῳ τοῦδε τοῦ μύθου γενέσθαι γνώριμον, ἐξ οἵων ἥκουσι ζῴων αἱ ψυχαί, λογικῶν ἀλόγων, εἰς τὴν ἑπομένην γένεσιν.
Ἴσως δὲ ἄν τις ἀπορήσειεν, πῶς τῆς ἀπὸ γενέσεως ἐπὶ γένεσιν πρὸ ἀποκαταστάσεως τῶν ψυχῶν τελέας χιλιέτους οὔσης πορείας ὁ τῶν θεαμάτων τούτων ἄγγελος ἰδεῖν φησιν τὴν Ὀρφέως ψυχὴν καὶ τὴν Αἴαντος καὶ τὰς ἄλλας εἰς γένεσιν ἐρχομένας, αἷς οὐκ ἴσος ἦν χρόνος τοῦ τε παρόντος βίου καὶ τοῦ προτέρου καὶ ὅλως οὐδεμιᾶς χιλιοστύος· ταῦτα γὰρ οὐκ ἔστι συγκλώθειν, τόν τε τῶν χιλίων ἐτῶν ἀριθμὸν καὶ τὸ ψυχὰς τὰς μὴ ἅμα βεβιωκυίας εἰς δευτέραν γένεσιν ἄγειν ὁμόχρονον καὶ συγκλήρους ποιεῖν. Ἡμεῖς μὲν οὖν καὶ τὸν τῆς χιλιάδος ἀριθμὸν ὅπως ἀκούειν δεῖ συμβολικῶς καὶ τὰ ὀνόματα τῶν ἡρωικῶν ψυχῶν προείπομεν· καὶ κατὰ ταύτας τὰς ἐπιβολὰς οὐδέν ἐστιν ἐναντίον, εἴπερ ὃ μὲν εἶδός τι ζωῆς δηλοῖ περιοδικῆς, τὰ δὲ βίων διαφορὰς ὁμοίων ἐκείναις ταῖς ψυχαῖς, ἀλλʼ οὐκ αὐτὰς ἐκείνας οὐδὲ μαθηματικὸν ἀριθμὸν τὸν χίλια. Δεῖ δὲ μηδὲ τὴν τῶν πρὸ ἡμῶν τινος ἐπιβολὴν ἀποκρύψασθαι, Ναυμάχιον λέγω τὸν Ἠπειρώτην, οὗ καὶ πρότερον ἐμνήσθην τὰς ἱστορίας παρατιθέμενος τῶν ἀναβίωσιν ἐχόντων ἃς ἐκεῖνος ἤθροισεν. περὶ γὰρ δυεῖν προβλημάτοιν εἰς τόνδε τὸν μῦθον μονόβιβλον συγγραψάμενος, περί τε τῆς ἀναβιώσεως καὶ περὶ τοῦ πῶς δεῖ λῦσαι τὴν εἰρημένην ἀπορίαν, ἀξιοῖ πρὸς τὸ δεύτερον ἀπαντῶν, τὸν ἄγγελον τῶν θεαμάτων τούτων θειοτέραν ἀλλαξάμενον ζωὴν τῆς μετὰ τοῦ σώματος οὕτως ὁρᾶν τὰς ψυχὰς τὰς αἱρουμένας τοὺς βίους ὡς οἱ κρείττους ἡμῶν, τὸν δαιμόνιον τρόπον. ὥσπερ οὖν οἱ θεοὶ καὶ τὰ μήπω παρόντα ὁρῶσιν ὡς ἤδη παρόντα καὶ τὰ μὴ ἅμα ὄντα ὡς ἅμα — πάντα γὰρ ἐκείνοις ἅμα —, τὸν αὐτὸν τρόπον καὶ τὸν Ἦρα κατὰ τὸ ἐν ἑαυτῷ θεῖον καὶ τὰς οὐχ ἅμα κατιούσας ψυχὰς ὡς ἅμα κατιούσας θεᾶσθαι — τοιαύτην γὰρ εἶναι πᾶσαν τὴν θείαν νόησιν καὶ τὴν ἐν ἡμῖν· ταύτας δὲ θεᾶσθαι καὶ οὐκ ἄλλας ὡς ἔχοντά τινας περὶ αὐτῶν ἐννοίας· καὶ τοῦτο μὲν ὡς ψυχὴν πάσχειν τὸ ἀφʼ ὧν ἔχει τὴν περὶ ψυχῶν ἁπλῶς θεωρίαν ποιεῖσθαι, τὸ δὲ ὡς παρόντα ὁρᾶν τὰ μὴ παρόντα καὶ ἅμα τὰ μὴ ἅμα ὡς θείως ἐνεργοῦσαν. Τοσαῦτα μὲν ὁ Ναυμάχιος ἐξηυπόρησεν εἰς λύσιν τῆς προτεθείσης ἀπορίας. Τριῶν δὲ ἡμῖν δεδειγμένων ἐν τούτοις, ἑνὸς μὲν ὅτι ψυχῶν εἰσι λογικῶν αἱ μεταβολαὶ πᾶσαι μόνων ἢ ἀπʼ ἀνθρώπων εἰς ἄλογα μετιουσῶν ἢ ἀνάπαλιν ἢ ἀπʼ ἀρρένων εἰς θήλεα ἢ ἀνάπαλιν ἢ ἀπʼ ἀλόγων εἰς ἄλογα, δευτέρου δὲ ὅτι αἱ εἰς ἄλογα μετοικήσεις τῶν ἀπὸ γῆς εἰσιν ψυχῶν, ἀλλʼ οὐ τῶν ἐκ τοῦ οὐρανοῦ προελθουσῶν, τρίτου δὲ ὅπως ἐγνώριζεν ὁ τούτων ἄγγελος τῶν θεαμάτων τὰς ἐξ ἀνθρωπίνων βίων ἢ ἐξ ἀλόγων ὡρμημένας· καὶ δεδειγμένων πάντων οὐκ ἀπιθάνως ἕπεται τρία μετὰ ταῦτα συγγενῆ τούτοις διασκέψασθαι προβλήματα καὶ τὰ δοκοῦντα περὶ αὐτῶν εἰπεῖν· ὧν ἓν μέν ἐστιν, εἰ πᾶσαν ψυχὴν εἰς γένεσιν κατιοῦσαν εἰς ἄλογα ζῷα κατιέναι δυνατόν, ἢ ἔστιν γένος ψυχῶν τῆς τοιαύτης ἄδεκτον ἀποπτώσεως· ἕτερον δὲ εἰ πᾶν ἄλογον ζῷον ἔχει ψυχὴν ἐφεστῶσαν λογικὴν ἔξωθεν, καὶ οὐκ ἄλλως ψυχοῦσθαι καὶ ταῦτα δυνατὸν ἢ διὰ ψυχῆς λογικῆς δυναμούσης τὴν ἐν αὐτοῖς ψυχὴν ἐνοῦσαν· τρίτον δὲ εἰ διὰ πάντων ἀλόγων ζῴων ἡ κάθοδός ἐστι τῶν λογικῶν ψυχῶν κατὰ τὴν Πλάτωνος ψῆφον, καὶ εἰ μέχρι τούτων μόνων.
Τούτων δὲ τῶν τριῶν τὸ μὲν πρῶτον ζητοῦντες οὐδαμοῦ τὸν Πλάτωνα σαφῶς διορίζοντα τὰς πιπτούσας εἰς ἀλογίαν ψυχὰς καὶ ἀπτώτους εὕρομεν ἀπʼ ἀλλήλων, πᾶν δὲ τοὐναντίον ἐνδεικνύμενον, ὡς ἄρα πάσας οἴεται τοῦτο πάσχειν τὸ πάθος. καὶ γὰρ ἐν Τιμαίῳ πρὸς πάσας ὁ δημιουργὸς τὰς ψυχὰς λέγων τοὺς εἱμαρμένους νόμους τὴν ἁμαρτοῦσαν εἶπεν ἥξειν καὶ εἰς θήρειον φύσιν, μὴ διελόμενος ὅτι τισίν ἐστι τοῦτο προσῆκον ψυχαῖς καὶ οὐ πάσαις· καὶ ἐν Φαίδρῳ τὴν μὲν φιλοσοφήσασαν εἰς τὸ αὐτό φησιν ἀφικνεῖσθαι, τρὶς ἑλομένην τὸν βίον τοῦτον, τὰς δὲ ἄλλας μετὰ τὸν πρῶτον βίον χωρεῖν καὶ εἰς ἄλογα ζῷα πιπτούσας, οὐχὶ γένει ψυχῶν ἀλλʼ εἴδει ζωῆς ἀποδοὺς τὴν τοιαύτην πτῶσιν, ὡς καὶ τῆς φιλόσοφον βίον ἑλομένης, εἰ μὴ ἀδόλως φιλοσοφήσειεν, ταὐτὰ ταῖς ἄλλαις πάσχειν οὐκ ἀπεγνωσμένης παρʼ αὐτῷ· καὶ ἐν αὐτῷ μέντοι τῷδε τῷ μύθῳ ψυχῆς τάξιν οὐκ ἐνεῖναι προείρηκεν διὰ τὸ ἄλλον αἱρεῖσθαι βίον, καὶ οὐδʼ ἐνταῦθα τινὸς ψυχῆς ἔφη μὴ ἐνεῖναι τάξιν, ἀλλὰ ψυχῆς ἁπλῶς. ὥστʼ ἐξ ἁπάντων τούτων εἶναι συλλαβεῖν πᾶσαν αὐτὸν ψυχὴν ὑπομένειν τὴν μεταβολὴν ταύτην μὴ ἀπογιγνώσκειν. Εἰ δὲ δὴ τὰς ἡρωικὰς ψυχὰς ἐξηλλάχθαι τῶν καλουμένων ἀνθρωπίνων κατʼ οὐσίαν ὑπείληφεν, εἰκάζειν ἔξεστιν, ὅτι ταύτας μέχρις ἀνθρώπων κατάγει, καθάπερ τὰς ἀνθρωπίνας μέχρι θηρίων. Ὅτι δὲ ἐκεῖνο Πλατωνικόν ἐστιν, λάβοις ἂν ἔκ τε τῶν ἐν τῇ πραγματείᾳ ταύτῃ ῥηθέντων πρὸς τοὺς μυθοπλάστας καὶ ἐπιτιμηθέντων, ὡς ἀνθρώπων τοὺς ἥρωας οὐδὲν βελτίους ποιοῦντας καὶ ἐπʼ ἐκείνους πάθη προσήκοντα ἀνθρώποις ἀναπέμποντας, καὶ ἐξ ὧν ἐν Κρατύλῳ τῶν δαιμόνων καὶ τῶν ἀνθρώπων ἐν μέσῳ τὸ τῶν ἡρώων ἔταξεν φῦλον, ὡς οἱ δαίμονες τῶν ἡρώων ὑπέρτεροι κατὰ τὴν οὐσίαν, οὕτω τοὺς ἥρωας τῶν ἀνθρώπων ὑψηλοτέρους θέμενος· καὶ ἐπὶ τούτοις ἀπὸ τῶν ἐν Νόμοις διωρισμένων, ἐν οἷς ὡς θεῶν ἱερὰ καὶ θυσίας καὶ δαιμόνων, οὕτως καὶ τῶν θεῶν παίδων ἐδοκίμασεν σέβειν τοῖς ἑαυτοῦ τροφίμοις, ἐφεξῆς τάττων θεοὺς δαίμονας ἥρωας ἀνθρώπους, ὁσίας ἐξηλλαγμένας καὶ ψυχῶν γένη τέτταρα ποιῶν, θεῖον δαιμόνιον ἡρωικὸν ἀνθρώπινον, καθάπερ καὶ ἐν Κρατύλῳ τὰ ὀνόματα αὐτῶν ἐπισκοπῶν διώρισεν. εἰς γὰρ ταῦτα καὶ τὰ τοιαῦτα συχνὰ ὄντα ἀποβλέψας τις εἰκάσειεν ἄν, ὅτι τὰς ἡρωικὰς ψυχάς, ἃς ἀποκαλεῖ παῖδας θεῶν, οὐ κατάγει καὶ εἰς θήρειον φύσιν ὡς τὰς ἀνθρώπων — οὐδὲ γὰρ ἂν ἔτι τῇ οὐσίᾳ διαφέροιεν, ὁμοπαθεῖς οὖσαι τῶν ἀνθρωπίνων ὀνομαζομένων ψυχῶν —, ἀλλʼ εἰς ἀνθρώπων βίους, ὥσπερ τὰς δαιμονίας οὐδʼ εἰς ἀνθρώπων βίους ἀπτώτους οὔσας εἰς γένεσιν.
Ἔοικεν δὲ καὶ τὰ πράγματα τοῖς λόγοις τούτοις συμβαίνειν. δεῖ γοῦν πανταχοῦ ταῖς μεσότησι συμπληροῦσθαι πᾶσαν τῶν ὄντων σειράν· ὡς οὖν ἐπὶ τῶν σωμάτων οὐκ ἀπὸ τῶν ἀιδίων εὐθὺς τὰ πάμφθορα τὴν γένεσιν ἔσχεν, ἀλλὰ τὰ μεταξὺ τούτων ἀίδιά τε ὄντα καὶ οὐκ ἀίδια, καθάπερ τὰ στοιχεῖα τὰ ὑπὸ σελήνην, οὕτως ἄρα καὶ τῶν ψυχῶν οὐκ ἀπὸ τῶν ἀεὶ ἄνω μενουσῶν αἱ πᾶσαν ὑπομένουσαι πτῶσιν ὑπέστησαν, ἀλλὰ μέσαι τούτων αἱ πίπτουσαι μέν, ἐπιστρέφουσαι δὲ εἰς τὰς ἀρχάς, πρὶν εἰς βάθος πεσεῖν. εἰ δὲ ταῦτα κρατοίη, καὶ ὅσα ἐν Τιμαίῳ λέγει ὁ δημιουργός, καὶ ὅσα ἐν Φαίδρῳ γέγραπται περὶ τῶν πρώτας καθόδους ποιησαμένων ψυχῶν, καὶ τὸ ψυχῆς μὴ ἐνεῖναι τάξιν ἀνοίσομεν εἰς τὸν κοινὸν περὶ ἁπασῶν λόγον κατιουσῶν εἰς γένεσιν· ἐν γὰρ ταύταις εἶναι καὶ τὰς πιπτούσας ἐπʼ ἔσχατον, καὶ διὰ ταύτας συνείρειν αὐτὸν τὰ ἑπόμενα ταῖς ποικίλαις αἱρέσεσιν, καὶ τοὺς περὶ τῶν δευτέρων καὶ τρίτων βίων τύπους εἰς ταύτας ὁρᾶν, ἀλλʼ οὐκ εἰς πάσας τὰς κατιούσας ὁπωσοῦν ἐκεῖθεν δεῦρο ψυχάς. καὶ γὰρ ἐξ ὑποθέσεως λέγει τὰ ἐπακολουθοῦντα ταῖς ἁμαρτούσαις· εἴτε τινὲς εἶεν διὰ τὴν ἄχραντον ζωὴν ἀναμάρτητοι, ταύτας τῶν ἄλλων ἐξῃρῆσθαι ψυχῶν, εἴτε τινὲς ποικίλων αἱρέσεων καθαρεύουσαι, τούτων εἶναι καὶ τοὺς βίους μονοειδεῖς. Τούτου μὲν δὴ τοῦ προβλήματος πέρι τοσαῦτα γράφομεν ἐφιστάντες.
Ὅτι δὲ εἰς πᾶν ζῷον κατάγει τὴν λογικὴν καὶ ἀνθρωπίνην ψυχήν, δῆλον μέν ἐστι καὶ ἐξ ὧν ἐν τῷ μύθῳ τούτῳ προείρηκεν, ὅτι βίοι πάντων ἦσαν ζῴων προκείμενοι ταῖς ψυχαῖς· εἰ γὰρ πάντων, ἔοικεν ἡ ψυχὴ πᾶσιν ἐγκαταδεῖσθαι ζῴοις, πτηνοῖς ἐνύδροις χερσαίοις· δῆλον δὲ καὶ ἀπὸ τῶν ἐν Τιμαίῳ ῥηθέντων, ἐν οἷς διὰ πάντων ἄγει τῶν ἀλόγων γενῶν τὰς ἐν ἀνθρώποις ἀφροσύνῃ συμβεβιωκυίας ψυχάς, ἡμέρων τε καὶ ἀγρίων. καὶ ἔοικεν τῆς εἰς φυτὰ μόνα πτώσεως αὐτὰς ἐξαιρεῖν καὶ ταύτῃ τοῦ Ἐμπεδοκλέους διαφέρειν, ὅς φησιν καὶ θάμνος γενέσθαι ποτέ, καθάπερ οἰωνὸς καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς· προσήκειν ἡγούμενος αὐτὸς τὴν ἀνθρωπίνην ψυχὴν μὴ εἰς τὰ πορρωτάτω τῆς ἀνθρωπίνης ἐξολισθάνειν ζωῆς, ἀλλʼ εἰς τὰ καὶ αἴσθησιν ἔχοντα τρανεστέραν διὰ τὴν λογικὴν ζωήν — ἧς εἰκὼν ἡ αἴσθησις —, καὶ τὴν κατὰ τόπον κίνησιν διὰ τὴν αὐτοκινησίαν — ἧς εἰκὼν ἡ τῶν ζῴων κατὰ τόπον μάλιστα κίνησις. καὶ ὁρᾷς πάλιν τὴν συμφωνίαν τῶν δογμάτων· ὡς γὰρ τὰς ἡρωικὰς ψυχὰς ἄγει μέχρις ἀνθρώπων, ἀλλʼ οὐ μέχρις ἀλόγων, οὕτω τὰς ἀνθρωπίνας μέχρις ἀλόγων, ἀλλʼ οὐ μέχρι φυτῶν. ὅτι γὰρ οὐ κατὰ τὸν Ἐμπεδοκλέα καὶ αὐτὸς ἐνδεῖ καὶ φυτοῖς τὴν ψυχὴν τὴν ἀνθρωπίνην, δηλοῖ μὲν καὶ ὁ Τίμαιος, τὰς τῶν ζῴων γενέσεις ἀπὸ ταύτης πάσας διατιθείς, τὰ δὲ φυτὰ λέγων ἄλλαις αἰσθήσεσιν κεραννύντας τροφῆς ἕνεκα τῶν ζῴων δημιουργῆσαι τοὺς θεοὺς καὶ μέτοχα ποιῆσαι τοῦ τρίτου εἴδους τῆς ψυχῆς, τῆς ἐπιθυμίας δήπου λέγων· δηλοῖ δὲ καὶ ὁ ἐν Φαίδωνι Σωκράτης, εἰς τὰ τῶν ζῴων γένη μεθιστὰς τὴν ἡμετέραν ψυχὴν ἄλλην εἰς ἄλλα κατʼ ἄλλο ζωῆς εἶδος, ἀλλʼ οὐκ εἰς φυτὰ καθάπερ ἐκεῖνος.
Τούτων δὴ οὖν διηρθρωμένων ἡμῖν ἐπὶ τὸ τρίτον ἐλθόντες τῶν προκειμένων εἰς ζήτησιν εἴπωμεν, ὅτι τὸν μὲν Τίμαιον οὐκ ἄν τις ἀμφιβάλλοι λέγειν, ὅτι πᾶσι τοῖς ἀλόγοις ἀπὸ ψυχῶν ἐστιν εἰς αὐτὰ μετοικησασῶν ἐξ ἀνθρώπων ἡ ψύχωσις· δόξειεν δʼ ἂν ὁ ἐν Φαίδρῳ Σωκράτης καὶ ἕτερον αὐτῶν εἰδέναι τρόπον ψυχώσεως καὶ οὐκ ἀπὸ λογικῶν ψυχῶν μόνων, ὁπόταν λέγῃ καὶ ἐκ θηρίου ψυχὴν ἀφικνεῖσθαι πάλιν εἰς ἄνθρωπον, ὅς ποτε ἄνθρωπος ἦν· οὐ γὰρ ἥ γε μήποτε ἰδοῦσα τὴν ἀλήθειαν, φησίν, εἰς τόδε ἥξει τὸ σχῆμα· σαφῶς καὶ αὐτός, ὥσπερ καὶ Ἀριστοτέλης ἀξιοῖ, διορίζων μὴ τὴν τυχοῦσαν ψυχὴν εἰς τὰ τυχόντα σώματα εἰσδύεσθαι καὶ κατατάττεσθαι ἐν αὐτοῖς καὶ συμπληροῦν ζῷον ἕν. τὴν μὲν γὰρ ἀνθρωπίνην ψυχὴν ἐν ἀλόγῳ γενέσθαι δυνατόν, ἔξωθεν σχετικῶς συνοῦσαν — ὅπου γε καὶ ἐν ἡμῖν δαίμονος σχέσιν πρὸς τὸ ζῷον ὁ Τίμαιος τῇ λογικῇ ψυχῇ δέδωκεν· πολλῷ δὴ οὖν τῷ ἀλόγῳ μᾶλλον ὡς δαίμων ἐφέστηκεν, διὰ τῆς ἀλογίας δηλονότι αὐτῷ συναφθείς —, τὴν δὲ ἄλογον ἐν κατατάξει μὲν γενέσθαι ἐν ἀνθρώπου σώματι πάντως ἀδύνατον διὰ τὴν εἰρημένην αἰτίαν, τῇ ἀλόγῳ ζωῇ τοῦ ἀνθρωπείου σχήματος μὴ συμβαίνοντος — τοῦτο μὲν γάρ, φησὶν ὁ Τίμαιος, εἰς οὐρανὸν ἀνακρεμάννυσιν τὴν κεφαλὴν δεικνῦον ὡς ἔστι φυτὸν οὐκ ἔγγειον ἀλλʼ οὐράνιον, ἐκείνη δὲ κάτω βλέπει καὶ οὐδὲν ἔχει πρὸς οὐρανὸν ἀνανεῦον —, ἔξωθεν δὲ ἐφεστάναι τῇ ἀνθρωπίνῃ ψυχῇ κατὰ σχέσιν, ὡς ταύτην τῷ ἀλόγῳ, φαμὲν ἀδυνατώτερον· ποῦ γὰρ λόγῳ τὸ ἄλογον ἔχει φύσιν ἐφεστάναι; Τοῦτο τοίνυν τοῦ Σωκράτους λέγοντος, ὅς ποτε ἄνθρωπος ἦν εἰς ἄνθρωπον μετιέναι, δόξειεν ἄν τις καὶ ἄλλος εἶναι ψυχώσεως τρόπος τῶν ἀλόγων ἀπὸ τῆς ἰδίας ἐκείνων ψυχῆς, ἀλλʼ οὐκ ἀπὸ τῆς ἀνθρωπίνης μόνης, ὥσπερ δοκεῖ λέγειν ὁ Τίμαιος. Οὐ μὴν ἀλλὰ καὶ τὴν τοῦ Σωκράτους δόξαν ἐπαναγαγεῖν δυνατὸν εἰς τὴν τοῦ Τιμαίου παράδοσιν—ἔστω γὰρ ἐν ἅπασι τοῖς ἀλόγοις ἀνθρωπίνη ψυχή, μετὰ δὲ ταύτης ἡ ἰδία τοῦ ἀλόγου ζῴου καὶ πρὸ ταύτης· αὕτη οὖν ἐπάνεισιν εἰς ἄνθρωπον ἡ ἐν σχέσει ψυχοῦσα τὸ ἄλογον, ἀλλʼ οὐχ ἡ ἐν κατατάξει — καὶ τοῦτο ἂν λέγοι καὶ ὁ Σωκράτης λέγων οὐ γὰρ ἥ γε μήποτε ἰδοῦσα τὴν ἀλήθειαν εἰς τόδε ἥξει τὸ σχῆμα, τὴν μηδέποτε ἰδοῦσαν τὴν ἀλήθειαν ἐκείνην λέγων τὴν πρὸ τῆς ἀνθρωπίνης ψυχώσασαν τὸ ἄλογον καὶ ποιήσασαν ἐξ ἑαυτῆς καὶ ἐκείνης ζῷον ἓν ὅλον—καὶ τὴν τοῦ Τιμαίου μέντοι κρίσιν εἰς τὴν πᾶσιν πρόχειρον τοῦ Σωκράτους δόξαν περὶ τῆς διττῆς ψυχώσεως· καὶ γὰρ εἰ εἰς πάντα ἄλογα ζῷα δυνατὸν χωρεῖν ψυχὴν ἀνθρώπου καὶ πάντα διʼ ἑαυτῆς ψυχοῦν, ἀλλʼ οὔπω λέγεται ὅτι καὶ μόνη ψύχωσις αὕτη τῶν ἀλόγων ἐστὶν ὑπὸ τοῦ Τιμαίου· κωλύει τοίνυν οὐδὲν δύο τρόπων ὄντων τῆς ψυχώσεως τὸν ἕτερον μὲν μόνον ἐκλέξασθαι τὸν Τίμαιον διʼ αἰτίας εὐλογίστους, ἃς εἴπομεν ἐν τοῖς εἰς τὸν Τίμαιον ἐκδεδομένοις, μηκέτι δὲ προσθέντα καὶ ὅτι μόνον οἴεται τοῦτον εἶναι ψυχώσεως τῶν ἀλόγων τρόπον, χώραν διδόναι καὶ ταῖς τοῦ Σωκράτους περὶ ἀμφοτέρων ἐνδείξεσιν.
Ταύτῃ δὲ συμφωνεῖν δυναμένων ἀλλήλοις αὐτὸ καθʼ ἑαυτὸ τὸ δόγμα λοιπὸν θεωρίας ἐστὶν ἄξιον, εἴτε καὶ πᾶν ζῷον ἄλογον μόνως ψυχοῦται ἀπὸ τῆς ἀνθρωπίνης ψυχῆς, εἴτε καὶ ἔστιν ἄνευ ταύτης ἰδία τις τῶν ἀλόγων ψύχωσις. τὸ μὲν οὖν ἑκάστῳ τῶν ἀλόγων ζῴων παρεῖναι … δόξειεν, ἵνʼ ἔχοι τὴν προσεχῶς ἐμπνέουσαν αὐτὸ ζωήν, τῆς ἐν κατατάξει διὰ τὴν ἐν τῷ σώματι τῷ «σκιδναμένῳ» κατάταξιν αὐτῆς ἑαυτὴν συνέχειν ἀσθενούσης καὶ δεομένης ἄλλης ἔξωθεν τῆς ζῳογονεῖν αὐτὴν δυναμένης ἀποσβεννυμένην, ὥσπερ καὶ τὸ σῶμα ἐν ᾧ ἐστιν. τὸ δὲ αὖ εἶναί τινα ζῷα ἄλογα καὶ μὴ ὑπὸ ψυχῆς ἀνθρωπίνης ζῳογονούμενα πιστὸν διὰ τὸν τῆς μεσότητος λόγον· εἰ γὰρ τὰ μὲν φυτὰ τοῦ τρίτου μετέχει τῆς ψυχῆς εἴδους, ἄδεκτα ὄντα ψυχῆς ἀνθρωπίνης, τινὰ δὲ τῶν ἀλόγων ζῴων ὑπʼ ἀνθρωπίνης ψυχοῦται ψυχῆς, εἶναι δεῖ που καὶ τὰ μέσα τούτων, μετέχοντα μὲν πάσης τῆς ἀλόγου ζωῆς καὶ ταύτῃ κρείττονα τῶν φυτῶν ὄντα, χωρὶς δὲ ἀνθρωπίνης εἰς αὐτὰ παρούσης ψυχῆς ζῶντα καὶ ταύτῃ τῶν καὶ ἐκείνης μετεχόντων χείρονα· καὶ ταῦτα ἄλλοτε ἄλλα γίνεσθαι, καθάπερ καὶ τῶν ἀνθρώπων ἄλλοτε ἄλλοι δαιμονίας ἐπιπνοίας μετέχουσιν. τοῦτο μὲν οὖν ἐπιστάσεως ἄξιον· καὶ παραβλητέον τῷ τῆς μεσότητος λόγῳ τὸν ἀπὸ τοῦ δεῖσθαι τὰς τῶν ἀλόγων ψυχὰς τῆς ἀνθρωπίνης ψυχῆς εἰς τὸ συνέχεσθαι παρʼ αὐτῆς. μήποτε γὰρ τοῦτο μὲν καὶ ἀπὸ τῶν ἐφεστώτων αὐταῖς δυνατὸν ὑπάρχειν, ἄνευ δὲ μεσότητος ἢ οὐσίας ἢ ζωὰς ἢ γνώσεις ἀδύνατον παραγενέσθαι. καὶ δεῖ τινα καὶ ἀλόγων εἶναι ζῴων φύσιν ἰδίαν ἔχουσαν ψύχωσιν, ὥσπερ καὶ τῶν φυτῶν, καὶ τὴν ἀνθρωπίνην ψυχὴν ἁμαρτοῦσαν ἐνδύεσθαι τὴν ἐκείνων ζωὴν καὶ παρὰ φύσιν· οὐκ ἂν παρὰ φύσιν οὔσης τῆς μεταστάσεως, εἰ μὴ δυνατὸν ἦν ἄλλως ψυχοῦσθαι τὰ ἄλογα, καθʼ ἕνα δὲ μόνον τρόπον διὰ ψυχῆς ἀνθρωπίνης. οὐδὲν γὰρ ἐκ τοῦ παρὰ φύσιν μόνον ἀεὶ γίνεται κατὰ φύσιν· τὸ οὖν πάντα γεννᾶσθαι παρὰ φύσιν πλὴν ἀνθρώπου παντελῶς ἄτοπον. ὅτι δὲ παρὰ φύσιν ταῖς ἀνθρωπίναις ψυχαῖς ἡ εἰς τὰ ἄλογα μετάβασις, οὐ τὰ λόγια μόνον διδάσκει λέγοντα θεσμὸν ἀπαὶ μακάρων εἶναι τοῦτον ἄλυτον, τὴν ἀνθρώπου ψυχὴν
αὖτις ἐπʼ ἀνθρώπων περάαν βίον, οὐκ ἐπὶ θηρῶν ὡς τῆς εἰς τὰ θηρία μετοικήσεως ἀθέσμου ζωῆς ἐκγόνου, οὔσης· ἀλλὰ καὶ Πλάτων, ἁμαρτουσῶν ψυχῶν εἶναι τὴν τοιαύτην ψύχωσιν τιθέμενος. ἄτοπον δὴ τὸ μόνην καὶ πᾶσαν τὴν τῶν ἀλόγων σύστασιν κατὰ φύσιν μὴ εἶναι, καὶ φυτῶν καὶ ἀνθρώπων κατὰ φύσιν γινομένων. τίνι γὰρ ἔσται κατὰ φύσιν; ταῖς ψυχαῖς; ἀλλὰ πᾶσαι παρὰ φύσιν ζῶσιν ἐν τοιούτοις οὖσαι σώμασιν· ἀλλὰ τοῖς σώμασιν; ἀλλʼ οὐδὲ τούτοις κατὰ φύσιν, ψυχῶν οὖσιν ὀργάνοις παρὰ φύσιν αὐτοῖς χρωμένων· πᾶν γὰρ ὄργανον κατὰ φύσιν ἐστὶν τοῦ χρωμένου κατὰ φύσιν. εἰ δὲ δὴ καὶ δαιμόνων ἔστιν φῦλον ἄλογον καὶ οὐ πᾶν τὸ δαιμόνιον λογικόν—ἐπεὶ πῶς ἡ Διοτίμα φησὶν τὴν γοητείαν καὶ οὐ τὴν ἱερατικὴν μόνην γίνεσθαι διὰ τοῦ δαιμονίου γένους, εἰ μὴ πρὸς τῷ λογικῷ τι δαιμόνιον καὶ ἄλογον ἦν; — ὃ δὴ καὶ τὰ λόγια κυσὶν ἀπεικάζειν εἴωθεν καὶ πηρὸν ἀποκαλεῖν ὡς νοῦ καὶ διανοίας ἄμοιρον—, πῶς οὐχὶ καὶ θνητὸν ἔστιν τι μόνως ἄλογον γένος ψυχῆς ἀνθρωπίνης ἀμέτοχον; οὐ γάρ που κἀκεῖνο φήσομεν ὑπὸ τοιαύτης γεγονέναι ψυχῆς ἀίδιον ὄν, οὐδὲ ἀιδίου γένους ἀλόγου καὶ ἄνευ ἀνθρωπίνης ὄντος ψυχῆς θνητὸν ἀδύνατον εἶναι τοιοῦτον φήσομεν. ἔτι δὲ ἑκάστην τῶν ἰδεῶν μὴ κατὰ τὴν ἑαυτῆς ἰδιότητα τῶν ζῴων εἴδη γεννᾶν, ἀλλὰ πάσας δεῖσθαι μιᾶς, πρὸς ἣν ἀντιδιῄρηνται, παντελῶς ἄτοπον. δεήσονται γὰρ αἱ τῶν ἀλόγων ζῴων ἰδέαι μιᾶς πᾶσαι τῆς ἀνθρώπου διὰ τὴν ἀνθρωπίνην ψυχήν, ἄνευ ταύτης ἵππον ἢ κύνα ἢ λέοντα γεννήσασθαι μὴ δυνάμεναι μηδʼ ἄλλο τι ζῷον, εἰ διʼ ἐκείνης πᾶσαι ψυχοῦσιν τὰ τῇδε ζῷα, τρόπον δὲ ἄλλον ἀδυνατοῦσι ποιεῖν κύνας καὶ ἵππους καὶ λέοντας καὶ ἕκαστα τῶν ἄλλων ζῴων. τί οὖν ἐστιν ὃ δὴ γεννῶσιν; τὸ μὲν γὰρ εἶδος ἐξ ἄλλης παραγίνεται τοῖς ζῴοις ἰδέας τῆς ἀνθρωπίνης· εἰ δὲ τὴν ὕλην ὑφιστᾶσι μόνην οἷον τὸ σῶμα τῶν ζῴων, οὐκέτι ζῴων ἔσονται ἰδέαι, ἀλλὰ ὕλης τῶν ζῴων, καὶ ταύτης ἀλλοτρίας τῶν εἰδῶν. οὐκ ἄρα μόνος οὗτός ἐστι τῆς τῶν ἀλόγων ψυχώσεως ὁ τρόπος, ἀλλὰ πρὸ τούτου πάντως τῶν ἰδίων ψυχῶν ἑκάστοις ἐστὶ γένεσις, πρὸ τοῦ παρὰ φύσιν τῆς κατὰ φύσιν ψυχώσεως οὔσης καὶ πρὸ τῆς μερικῆς τῆς κοινῆς πάντων τῶν ὁμοειδῶν· ταῦτα καὶ τῆς Ὀρφικῆς ἡμᾶς ἐκδιδασκούσης θεολογίας. ἢ οὐχὶ καὶ Ὀρφεὺς τὰ τοιαῦτα σαφῶς παραδίδωσιν, ὅταν μετὰ τὴν τῶν Τιτάνων μυθικὴν δίκην καὶ τὴν ἐξ ἐκείνων γένεσιν τῶν θνητῶν τούτων ζῴων λέγῃ πρῶτον μέν, ὅτι τοὺς βίους ἀμείβουσιν αἱ ψυχαὶ κατὰ δή τινας περιόδους καὶ εἰσδύονται ἄλλαι εἰς ἄλλα σώματα πολλάκις ἀνθρώπων· οἱ δʼ αὐτοὶ πατέρες τε καὶ υἱέες ἐν μεγάροισιν εὔκοσμοί τʼ ἄλοχοι καὶ μητέρες ἠδὲ θύγατρες γίνοντʼ ἀλλήλων μεταμειβομένῃσι γενέθλαις. ἐν γὰρ τούτοις τὴν ἀπʼ ἀνθρωπίνων σωμάτων εἰς ἀνθρώπινα μετοίκισιν αὐτῶν παραδίδωσιν. τοῦτο δὲ οὐδʼ ἂν Ἀριστοτέλης ἀπαγορεύσειεν, εἴπερ ἀθανάτους τε εἶναι δίδωσιν τὰς ψυχὰς καὶ τῷ πλήθει πεπερασμένας καὶ τὸν κόσμον ἀίδιον· ὧν τὸ μὲν καὶ λέγει καὶ δείκνυσιν, ἀίδιον εἶναι τὸν κόσμον· τὸ δὲ ὁμολογεῖ σαφῶς, ὅταν λέγῃ περὶ τοῦ δυνάμει νοῦ· καὶ τοῦτο μόνον τῶν ἐν ἡμῖν ἀθάνατον· τὸ δὲ ἀναγκάζεται συγχωρεῖν, τὸ πᾶν ἀίδιον πλῆθος εἶναι πεπερασμένον.
Ἔπειθʼ ὅτι καὶ εἰς τὰ ἄλλα ζῷα μετάβασίς ἐστι τῶν ψυχῶν τῶν ἀνθρωπίνων, καὶ τοῦτο διαρρήδην Ὀρφεὺς ἀναδιδάσκει, ὁπηνίκα ἂν διορίζηται· οὕνεκʼ ἀμειβομένη ψυχὴ κατὰ κύκλα χρόνοιο ἀνθρώπων ζῴοισι μετέρχεται ἄλλοθεν ἄλλοις· ἄλλοτε μέν θʼ ἵππος, τότε γίνεται ...... ἄλλοτε δὲ πρόβατον, τότε δʼ ὄρνεον αἰνὸν ἰδέσθαι, ἄλλοτε δʼ αὖ κύνεόν τε δέμας φωνή τε βαρεῖα, καὶ ψυχρῶν ὀφίων ἕρπει γένος ἐν χθονὶ δίῃ. τούτοις μέντοι τὸν Ἀριστοτέλη συγχωρῆσαι παντελῶς ἀμήχανον· δεῖ γάρ, φησίν, τὴν μὲν ψυχὴν τῷ σώματι χρῆσθαι, τὴν δὲ τέχνην τοῖς ὀργάνοις· τὰ δὲ ὄργανα τὰ ἀλλότρια ταῖς τέχναις εἶναι ἄχρηστα πάσαις. ταῦτα μὲν οὖν μυριόλεκτα· καὶ εἴρηται καὶ ἡμῖν περὶ αὐτῶν ἐν τοῖς τῆς παλινῳδίας ὑπομνήμασιν, ὅπως ἐστὶν ἐλεγκτέα, διὰ πλειόνων.
Ὅτι δὲ καὶ ἰδία τῶν ἀλόγων τίς ἐστιν ψύχωσις, ἀλλʼ οὐκ ἀπὸ μόνων τῶν ἀνθρωπίνων ψυχῶν, δηλοῖ λέγων ὁ Ὀρφεύς· αἱ μὲν δὴ θηρῶν τε καὶ οἰωνῶν πτεροέντων ψυχαὶ ὅτʼ ἀίξωσι, λίπῃ δέ μιν ἱερὸς αἰών, τῶν οὔ τις ψυχὴν παράγει δόμον εἰς Ἀίδαο, ἀλλʼ αὐτοῦ πεπότηται ἐτώσιον, εἰς ὅ κεν αὐτὴν ἄλλο ἀφαρπάζῃ μίγδην ἀνέμοιο πνοῇσιν· ὁππότε δʼ ἄνθρωπος προλίπῃ φάος ἠελίοιο, ψυχὰς ἀθανάτας κατάγει Κυλλήνιος Ἑρμῆς γαίης ἐς κευθμῶνα πελώριον· διʼ ὧν τὰς μὲν ἀνθρωπίνας ψυχὰς βούλεται χωρεῖν εἰς τὸν ὑποχθόνιον τόπον καθάρσεως ἕνεκα καὶ κολάσεως καὶ εἰς τὰ δεσμωτήρια τῆς τίσεως, τὰς δὲ τῶν ἀλόγων αὐτοῦ περὶ τὸν ἀέρα πωτᾶσθαι, μέχρις ἂν εἰς ἄλλα σώματα πάλιν ἐνδεθῶσιν. εἰ δʼ ἦσαν καὶ αἱ τῶν ἀλόγων ψυχώσεις ἀπὸ ψυχῶν ἀνθρωπίνων μόνων, πάσας ἔδει φάναι τὸν Ἑρμῆν εἰς Ἅιδου κατάγειν ἢ καθαρθησομένας ἢ κολασθησομένας· ὥσπερ καὶ Πλάτων ποιεῖ καὶ τὰς ἐκ τῶν ἀλόγων, ἀνθρωπίνας δὲ οὔσας ψυχὰς εἰς τὸν ὑπὸ γῆς τόπον ἀπάγων καὶ πάλιν ἐκεῖθεν στέλλων εἰς ἄλλας βίων αἱρέσεις, ἃ δὴ πρότερον ἐπεδείξαμεν. ἐπεὶ καὶ τὰ ἄλλα παρʼ Ὀρφέως ἐμυθολόγησεν λαβών, οἷον ὅτι ἐν τῷ Ἀχέροντι καθαίρονται καὶ τυγχάνουσιν εὐμοιρίας τινός· οἱ μέν κʼ εὐαγέωσιν ὑπʼ αὐγὰς ἠελίοιο, αὖτις ἀποφθίμενοι μαλακώτερον οἶτον ἔχουσιν ἐν καλῷ λειμῶνι βαθύρροον ἀμφʼ Ἀχέροντα, καὶ ὅτι κολάζονται ἐν τῷ Ταρτάρῳ· οἱ δʼ ἄδικα ῥέξαντες ὑπʼ αὐγὰς ἠελίοιο ὑβρισταὶ κατάγονται ὑπὸ πλάκα Κωκυτοῖο Τάρταρον ἐς κρυόεντα. διὰ γὰρ τούτων σαφῶς τὰς Πλατωνικὰς διατάξεις περὶ τῶν ὑπὸ γῆς λήξεων φαίνεται προλαβών, ὥσπερ καὶ τὰς περὶ τῶν μετεμψυχώσεων. Εἰ δὲ ταῦτα ἑπόμενος Ὀρφεῖ διατάττει Πλάτων, ἆρʼ οὐ γελοῖόν ἐστιν — ἀφίημι γὰρ θεμιτὸν λέγειν — τὸν τῶν τοιούτων ἡγεμόνα δογμάτων, οἷς ἡ Πλάτωνος φιλοσοφία διαφέρει τῶν ἄλλων ἁπασῶν, εἰς ἄλογα ζῷα κατάγειν καὶ κύκνου ψυχὴν ποιεῖν; οὗ καὶ τὴν περὶ τῶν θείων ὑφήγησιν αὐτὸς ἐν Τιμαίῳ πιστὴν εἶναί φησιν καίπερ ἄνευ τε εἰκότων λόγων καὶ ἀποδείξεων λεγομένην, ὡς διʼ ἐνθεασμὸν εἰδότος μάλιστα τὰ τῶν θεῶν πατέρων ὄντων, εἴ τις ἔστιν τῆς θεογονίας τοῖς Ἕλλησιν πατήρ, ἣν αὐτὸς παραδοῦναι προθέμενος ἐπὶ τοὺς παραδόντας πρώτους ἀνάγει τὴν περὶ αὐτῆς ἀλήθειαν.
Ἀλλὰ τοῦτο μὲν καὶ ἐν ἀρχῇ τῶν ἐξηγήσεων τῆς ῥήσεως ταύτης διὰ πλειόνων ἐξητάσαμεν· τέλος δὲ ἀρχῇ συνάψαντες τῶν ἑπομένων λοιπὸν ἀντιλαβώμεθα τοῦ μύθου ῥημάτων·
Ἐπειδὴ δʼ οὖν πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν ἕως τοῦ ἀμεταστρεπτὶ ὑπὸ τὸν τῆς Ἀνάγκης θρόνον.
Μετὰ τὰς αἱρέσεις τῶν βίων αἱ πρὸς τὰ ὅλα τῶν ψυχῶν εἰσι συντάξεις καὶ αἱ ἀπὸ τῶν ὅλων εἰς τὰς ψυχὰς μεταδόσεις. δεῖ γὰρ ἐνεῖναι τὸ μὴ ἀπηρτῆσθαι τὰ μέρη ποτὲ τῶν ὅλων μηδὲ τὸ αὐτεξούσιον ἀφανίζειν τὴν τάξιν, ὥσπερ μηδὲ τὴν τάξιν ἀνατρέπειν τὸ αὐτεξούσιον, ὃ δὴ κατʼ οὐσίαν ἡμῶν ὑπάρχει ταῖς ψυχαῖς. συντάττονται δʼ οὖν οἱ βίοι τῶν ἑλομένων πασῶν ψυχῶν πρὸς τὴν Λάχεσιν τὴν καὶ τὸν κλῆρον αὐταῖς τὸν περιληπτικὸν τῶν βίων ἀφορίσασαν, εἰκότως· ὅλον γὰρ αὕτη κινεῖ τὸν οὐρανὸν ἐν τοῖς γόνασι κείμενον τῆς μητρός. ἡ δὲ Λάχεσις, φησίν, ὥσπερ ἔλαχον, οὕτω καὶ κατὰ τὴν αὐτὴν τάξιν προσελθούσαις τῶν μὲν πρώτων, τῶν δὲ δευτέρων, τῶν δὲ ταύταις ἑπομένων ἀπονέμει τὸν δαίμονα φύλακα τοῦ βίου, ὃν ἑκάστη προείλετο, καὶ τῶν αἱρεθέντων ἀποπληρωτήν. καὶ ὁ δαίμων οὖν ἡμῖν ἀπὸ τῆς αὐτῆς δίδοται Μοίρας, ἀφʼ ἧς ὁ κλῆρος καὶ τὰ παραδείγματα τῶν βίων. καὶ γὰρ οὗτος ἐπίτροπος ἡμῶν ἐστιν τοῦ βίου, τρίτος ὢν ἀπὸ τῆς Λαχέσεως· ἣ μὲν αὐτόθεν ὡς θεὸς ἡμῖν ἐφίστησιν τὸν δαίμονα τοῦτον, ὁ δὲ προφήτης ὡς ἄγγελος τῆς Λαχέσεως· διὸ καὶ ὃ μὲν λέγων αὐτὸν ἐπέστησεν, ἣ δὲ δρῶσα τοῦτο χωρὶς λόγων τὸν προσήκοντα θεοῖς τρόπον. τὸ μὲν οὖν προσελθεῖν ἐστιν τῇ Λαχέσει τὸ συνταχθῆναι πρὸς τὰς ποιήσεις αὐτῆς εἰς τὸ πᾶν προϊούσας καὶ ὑποδέξασθαι τὴν δόσιν τὴν εἰς ἡμᾶς καθήκουσαν, ὡς μέρη τοῦ παντὸς γενομένους.
Ὁ δὲ δὴ δαίμων παρὰ τῆς Λαχέσεως ἡμῖν ἐπιστάτης δοθεὶς ἄγει πρὸς τὰς ἑξῆς Μοίρας ἤδη τῶν ἀπὸ τῆς Λαχέσεως μετασχόντας ἡμᾶς· καὶ πρῶτον ὑπὸ τὴν Κλωθὼ καὶ ὑπὸ τὴν ἐκείνης χεῖρα — τῇ γὰρ δεξιᾷ μόνῃ τὸν ἄτρακτον κινεῖ — καὶ ὑπὸ τὴν ἐπιστροφὴν ταύτην τῆς τοῦ ἀτράκτου δίνης. καὶ προσεκτέον ὅπως εἶπεν ὑπὸ τὴν Κλωθὼ τὸν δαίμονα ἄγειν, ἀλλʼ οὐκ ἐπὶ τὴν Κλωθώ. καίτοι γε εἰ ἄνωθεν ἠγόμεθα, τοῦτον ἦν τρόπον ὀρθότερον εἰπεῖν· ἀπὸ τῆς Λαχέσεως ἐπὶ τὴν Κλωθώ. νῦν δὲ οὐχ οὕτως εἶπεν, ἀλλʼ ὡς ὑπὸ σελήνην οὖσαν τὴν ψυχήν, ὑποταττομένην δὲ ταῖς Μοιρῶν ποιήσεσιν διὰ τὴν εἰς γένεσιν ῥοπὴν ὑπὸ τὴν Κλωθώ φησιν ἄγεσθαι καὶ αὖθις ἐπὶ τὴν Ἄτροπον ὑπὸ τοῦ δαίμονος, ὡς ὑποκατακλινομένην ταῖς περιόδοις αὐτῶν καὶ ὑποδεχομένην τὰς εἰς ἡμᾶς κινήσεις διαβαινούσας ἐκεῖθεν. Τί οὖν ἀπὸ τῆς Κλωθοῦς παραγίνεται; κυρωθῆναί φησιν ἣν εἱλόμεθα μοῖραν· οὐχὶ τὸ τῆς ζωῆς εἶδος μόνον, ἀλλὰ καὶ τὰ ἀπονεμόμενα ἡμῖν ἀπὸ τοῦ παντός. ἐκ γὰρ τῆς Λαχέσεως, παρʼ ἧς καὶ βίος, τὰ συναμφότερα ἔχομεν· ἡ δὲ Κλωθὼ κυροῖ ταῦτα τοῖς ἑαυτῆς νήμασι καὶ κλώσμασιν, ἐπιρρέουσα ἡμῖν τὰς ἐκ τῆς ἀπλανοῦς δόσεις. αὕτη γὰρ ἡ κύρωσις· ἐπειδὴ δὲ ἀπὸ τοῦ ὑψηλοτάτου κύκλου πρόεισιν εἰς ἡμᾶς ὄντας ὑπὸ σελήνην, κλώσει τινὶ ἀπείκασται, καὶ τὸ ὄνομα ἔσχεν ἐντεῦθεν ἡ Κλωθώ. δηλοῖ δὲ καὶ τὴν συμπλοκὴν ἅμα τῶν ἐκεῖθεν διδομένων· καὶ γὰρ τὰ κλωθόμενα περιστρέφεταί πως ἑαυτοῖς — ἠλάκατα στρωφῶσα, φησὶν ἡ ποίησις. οὔκουν μόνον ἀπὸ τῶν ζῳδίων, ἀλλὰ καὶ ἀπὸ τῶν παρανατελλόντων ἔρχεται εἰς ἡμᾶς παμπόλλη τις δόσις· ἀφʼ ὧν καὶ εἰώθασι Χαλδαῖοί τε καὶ Αἰγύπτιοι πολλὰ περὶ τῶν βίων ἡμῶν προγιγνώσκειν, ὡς μεγάλην μοῖραν καὶ τούτων ἐχόντων καὶ δραστήριον περὶ τὰς γενέσεις. τὴν οὖν ἀπὸ πάντων τούτων εἰρομένην ποίησιν καὶ συμπλεκομένην στρέψει καὶ περιστροφῇ μετὰ τῆς ἄνωθεν εἰς τὸ κάτω τοῦ νήματος τάσεως ἀπείκασαν οἱ παλαιοὶ καὶ ἀπεικάσαντες Κλωθὼ διὰ ταῦτα τὴν Μοῖραν ἐκάλεσαν. Μετὰ ταύτην τοίνυν ἐπὶ τὴν νῆσιν ἄγει τῆς Ἀτρόπου, πέρας ἐπιτιθεῖσαν τῇ κλώσει καὶ διʼ ὧν αὕτη νημάτων δίδωσιν ἀμετάστροφα τὰ κλωσθέντα ποιοῦσαν. παραδεξαμένη γὰρ αὕτη παρὰ τῆς Κλωθοῦς τὴν νῆσιν διὰ τῶν πλανωμένων κύκλων ἄλλα ἐπʼ ἄλλοις ἡμῖν ἐκεῖθεν ἐκ τῶν κινήσεων αὐτῶν προξενεῖ. καὶ ὅσῳ δὴ πλέον τὰ δεύτερα ἐπὶ τοῖς πρὸ αὐτῶν εἰς ἡμᾶς δρᾷ, τόσῳ μᾶλλον ἄφυκτα πάντα γίνεται τὰ μοιραῖα. βαθύνουσα γὰρ ἡ ψυχὴ πλείοσιν ὑποκατακλίνεται περιόδοις, ἀφʼ ὧν οὐκέτι δυνατὸν ἀναφυγεῖν μὴ τέλος ἐπιθεῖσαν τοῖς αἱρεθεῖσιν.
Οὐκ ἄρα δεῖ μόνον οἴεσθαι τὰς γενέσεις συμπληροῦσθαι τῶν ἀνθρώπων ἢ τῶν ἄλλων ζῴων ἀπὸ τῶν ἀπλανῶν ἢ ἀπὸ τῶν πλανωμένων μόνων, ἀλλʼ ἀπὸ πάντων εἱρμὸν ἕνα γίνεσθαι καὶ τάξιν ἡμῖν ἐφήκουσαν, καὶ διὰ τῶν πλανωμένων ἡμῖν τὰ ἀπὸ τῶν ἀπλανῶν δίδοσθαι, τῶν τε κύκλων τῶν ἐκεῖ καὶ τῶν ἐν αὐτοῖς μοιρῶν καὶ τῶν ἀστέρων καὶ τῶν ὅλων ζῳδίων καὶ τῶν ἄλλων συστάσεων, οἷαί ποτʼ ἂν ὦσιν, ἃς ἄνθρωποι κατιδόντες ἐπεφήμισαν ἄλλας ἄλλοις ὀνόμασιν. τὰ μὲν γὰρ ἀπὸ τούτων ἔργα εἶναι πάντα τῆς μεγίστης Κλωθοῦς, τὰ δὲ ἀπὸ τῶν πλανωμένων τῆς Ἀτρόπου δευτέραν τάξιν λαχούσης καὶ διαπορθμευούσης εἰς τὰ τῇδε τὰς ἐκείνης δόσεις ἀπὸ τῶν ὑψηλοτέρων ὡρμημένας. ἃ δὴ πάντα κατιδὼν ὁ Πλάτων ἄγει τὴν ψυχὴν ὑπὸ τὴν Κλωθὼ προτέραν, εἶθʼ ὑπὸ τὴν Ἄτροπον, εἶθʼ οὕτως ὑπὸ τὸν τῆς Ἀνάγκης θρόνον· ὑφʼ ὃν καὶ θεῶν εἰσι καὶ δαιμόνων ἄρα τάξεις συντελοῦσαι πρὸς τὰς γενέσεις τῶν τῇδε κατὰ τῆς Ἀνάγκης διατησ βούλησιν. Καὶ τοῦτο μὲν εἰσαῦθις· εἰ δὲ ἐφάπτεσθαι λέγει τὸν δαίμονα τῆς χειρὸς τῆς Κλωθοῦς καὶ οὕτως ἐπὶ τὴν Ἄτροπον ἄγειν τὴν ψυχήν, δῆλον δήπουθεν ὅτι τὴν ἑαυτοῦ πρόνοιαν ἐξάψας τῆς Κλωθοῦς καὶ ἀμέσως αὐτῇ συνὼν καὶ τῇ Ἀτρόπῳ παραπλησίως οὕτως ποδηγεῖ τὴν ἑλομένην αὐτὸν ψυχήν. καὶ εἰ μὴ μόνον ἡ Ἄτροπος, ἀλλὰ καὶ αὐτὸς ἀμετάστροφα ποιοῦσι τὰ κλωσθέντα, τῶν Μοιρῶν ἐστιν ὄντως ὑπουργός, συντελῶν ταῖς εἰς ἡμᾶς αὐτῶν δραστηρίοις δόσεσιν κατὰ τὸν περὶ ἑαυτοῦ ῥηθέντα λόγον ἱερόν· «ᾧ βασίλειον Ἡμετέρης γενέθλης Μοῖραι δόσαν».
Ἐντεῦθεν δὲ ἤδη φησὶν ἀμεταστρεπτὶ τὴν ψυχὴν αὐτὸν ἄγειν ὑπὸ τὸν θρόνον τῆς Ἀνάγκης. ὑπὸ μὲν γὰρ τὴν Ἀνάγκην καὶ πρότερον ἦν, ὑπὸ δὲ τὸν θρόνον αὐτῆς τελέως ὑποταχθεῖσα λέγεται γίνεσθαι τοῖς κοσμικοῖς κλώσμασιν καὶ ταῖς περιόδοις πάσαις· ὥστε καὶ εἴ τις ἔστιν ὑπὸ σελήνην δαιμόνων ἢ θεῶν γενεσιουργῶν τάξις ἀφορίζουσα ταῖς κατιούσαις ὅσα αὐτῇ προσῆκεν, καὶ ὑπὸ ταύτην ἤδη τελεῖν· διὸ τῷ θρόνῳ τῆς Ἀνάγκης παντελῶς ὑπέστρωται. Τὴν μὲν οὖν Ἀνάγκην τίνα δεῖ νομίζειν, καὶ πρότερον εἴπομεν καὶ μαρτυροῦσαν ἔχομεν τὴν ἱερατικὴν παραδοῦσαν καὶ αὐτοπτικὴν κλῆσιν τῆς μεγίστης θεοῦ ταύτης καὶ διδάξασαν πῶς ὀφθείσῃ προσιέναι δεῖ· δεῖ γὰρ ἄλλον τρόπον παραδοξότερον ἢ τοῖς ἄλλοις θεοῖς, εἴ τῳ ταῦτα γράφων Πετόσειρίς ἐστιν ἀξιόχρεως ἀνήρ, παντοίαις τάξεσιν θεῶν τε καὶ ἀγγέλων συναλισθείς. ἀλλὰ καὶ ὅτι τῇ Θέμιδι τὴν αὐτὴν εἶναι τὴν Ἀνάγκην ταύτην οἰητέον, οὐ μόνον ἐκ τῶν Ἑλληνικῶν θεογονιῶν πιστόν, ἀλλὰ καὶ ἐκ τῶν Περσικῶν τῶν τοῦ Μίθρα τελετῶν, παρʼ αἷς πᾶσαι αἱ τῆς Θέμιδος ἐπικλήσεις, πρῶται μέσαι τελευταῖαι, συνάπτουσιν καὶ τὴν Ἀνάγκην, λέγουσαι σαφῶς Θέμι καὶ Ἀνάγκη, καὶ τοῦτο ἐπὶ πασῶν. Τὸν δὲ δὴ θρόνον αὐτῆς εἴτε τὴν ζωὴν τὴν ὑποδεξαμένην αὐτῆς τὴν μόνιμον καὶ ἄκλιτον ἕνωσιν εἴτε καὶ ὅλον ἐκεῖνο τὸ θεῖον φῶς τὸ περιέχον τὴν τοῦ οὐρανοῦ περιφορὰν συμβολικῶς οἰητέον δηλοῦν, … ἐν τῷ παρόντι πᾶσαν τὴν ἑστῶσαν ἀεὶ καὶ ἀκίνητον βασιλείαν τῆς Ἀνάγκης, ὑφʼ ἣν εἰς τὸ ἔσχατον προελθοῦσα τῶν περιόδων γίνεται ψυχή, πρόεισιν δὲ εἰς τὸ ἔσχατον ταῖς ἀπὸ τῶν οὐρανίων περιληφθεῖσα ποιήσεσιν. ὥστε μὴ μόνον εἶναι τοῦ κόσμου μέρος, ἀλλὰ καὶ ἕν τι τῶν ἐσχάτων μερῶν καὶ τῶν διοικουμένων ἀντὶ τῶν διοικούντων τὸ πᾶν· οἷον εἴ τις φιλόσοφος εἰς ναῦν ἐμβαίη καὶ γένοιτο πλωτήρ· ἀνάγκη γὰρ τοῦτον καὶ ὑπὸ τῶν ναυτῶν τὰ καὶ τὰ ἀκούειν καὶ ἕπεσθαι τῷ κυβερνήτῃ καὶ ἀνέμων ὑποκεῖσθαι ζάλαις καὶ εἶναι τρόπον τινὰ διαφέροντα τῶν ἑτεροκινήτων οὐδέν· οὕτω γὰρ καὶ ψυχὴ πεσοῦσα πάντως εἰς γένεσιν ἔκκειται δαίμοσιν ὑλικοῖς, ὑπέστρωται τῷ ἄγοντι δαίμονι, τῶν κοσμικῶν περιόδων τῆς ποιήσεως ἐξήρτηται ποιουσῶν ἄλλων ἄλλα εἰς αὐτήν.
καὶ διʼ ἐκείνου διεξελθόντα, ἐπειδὴ καὶ οἱ ἄλλοι διῆλθον, πορεύεσθαι ἅπαντας εἰς τὸ τῆς Λήθης πεδίον ἕως τοῦ καὶ ὅσα γῆ φύει.
Δίεισι μὲν ὁ δαίμων διὰ τοῦ θρόνου τῆς Ἀνάγκης οὐχ ὡς τόπον ἐκ τόπου μεθιστάμενος οὐδὲ ὡς ἀμείβων τὴν τάξιν, ἀλλʼ ὡς τὴν ἐνέργειαν, διʼ ἧς ἄγει τὴν ψυχήν, εἰς τὸ τέλος τοῦ παντὸς ἐκτείνων, εἰς αὐτὴν ἄνωθεν κατιοῦσαν ἀπὸ τῶν ἄκρων τοῦ ὑπὸ σελήνην. ἄγει τοίνυν ταύτην μένων αὐτὸς κατὰ τὴν αὑτοῦ τάξιν διὰ πάσης τῆς ὑποδεξαμένης ζωῆς τὴν τῆς Ἀνάγκης ἕδραν ἄνωθεν ἕως τῶν τελευταίων. οὕτω μὲν οὖν εἰ τὸ διεξελθεῖν ἐπὶ τοῦ δαίμονος ἀκούοις· τοῖς δʼ ἑπομένοις ἀκολουθότερον ἐπὶ τῆς ψυχῆς τοῦ Ἠρὸς τοῦτό τε καὶ τὰ ἀκόλουθα τούτῳ νοεῖν. ἐπάγει γὰρ ὅτι ἀφικνεῖται εἰς τὸ πεδίον τῆς Λήθης, ὃ δὴ ἐπὶ τοῦ δαίμονος ἀκούειν ἄτοπον, ἀλλʼ ἔοικεν ὁ τούτων ἄγγελος περὶ ἑαυτοῦ λέγειν καὶ πρὸς τὸ ἐξ ἀρχῆς ἀποδιδόναι καὶ τοῦτο· προείρηται γάρ, ὅτι ἔφη ἰδεῖν τοίας καὶ τοίας αἱρέσεις. ἔφη οὖν διεξελθόντα ἑαυτὸν διὰ τοῦ θρόνου τῆς Ἀνάγκης, ἐπειδὴ καὶ οἱ ἄλλοι διῆλθον, οὕτως ἀφικνεῖσθαι πάντας εἰς τὸ τῆς Λήθης πεδίον διὰ καύματος καὶ πνίγους· καὶ γὰρ εἶναί φησιν αὐτὸ δένδρων κενὸν καὶ ὅσα γῆ φύει πάντων. Ὅτι μὲν οὖν ἀντίθετόν ἐστιν πρὸς τὸ τῆς Ἀληθείας πεδίον τὸ τῆς Λήθης πεδίον, δῆλον· εἴπερ τοῦτο μὲν ἄκαρπον καὶ ἄγονον καὶ αὐχμηρόν, ἐκεῖνο δὲ ζωῆς πλῆρες, τροφὸν τῶν ψυχῶν, τῶν νοερῶν καρπῶν ἀποπληρωτικόν, ὡς ἐν Φαίδρῳ μεμαθήκαμεν. εἰ οὖν ἐκεῖνο τὸ πεδίον ἐν τοῖς ἀκροτάτοις, τοῦτο ἂν εἴη πάντως ἐν τοῖς ἐσχάτοις. δηλούτω τοίνυν ὡς ὁ λειμὼν ὁ τῇδε τὸν αἰθέριον, οὕτω τὸ πεδίον τὸν ἀέριον τόπον τὸν παχύν, ἐν ᾧ καὶ ἐρημία δένδρων ἐστὶν σκιὰν ποιεῖν δυναμένων καὶ αὐχμὸς διὰ τὰς διπλώσεις τῶν ἀκτίνων, καὶ ἄλλως τοῦ αὐχμοῦ τὴν ἄγονον ὕλην σημαίνοντος, ἣν καὶ τὰ λόγια προσαγορεύειν εἴωθεν αὐχμηράν. καὶ μὴν καὶ τὸ πνῖγος παρίστησιν ἐναργῶς, ὡς ἄρα ὅσῳ βαθύνουσιν εἰς τὸ κάτω αἱ ψυχαί, τοσούτῳ μᾶλλον ἀποστενοῦται πᾶσα αὐτῶν ἡ ζωὴ καὶ εἰς στενὸν κομιδῇ συνάγεται, καθάπερ εἰς τὸ ἄναντες χωρούσαις ὑπάρχει πλατεῖα τῶν ἄνωθεν ἀγαθῶν ὑποδοχή. διὸ καὶ τὰ λόγια παρακελεύεται πλατύνειν ἡμῖν διὰ τῆς ἀπολύτου ζωῆς ἑαυτούς, ἀλλὰ μὴ ἀποστενοῦν πνιγμὸν ἔρωτος ἀληθοῦς ἐφελκομένους ἀντὶ τῆς εἰς τὰ ὅλα ἀνατάσεως· ἐπεὶ καὶ οἱ πνιγόμενοι τὰς εἰσόδους ἀποστενοῦσιν, διʼ ὧν μετέχομεν τοῦ κοσμικοῦ πνεύματος. ὅσῳ δʼ οὖν εἰς τὸν παχύτερον ἀέρα κάτιμεν ἐκ τοῦ αἰθέρος εἰς τὴν ὑλικὴν ἀζωίαν κατιόντες, τὰς ἀσχέτους ἡμῶν καὶ εἰς τὸ ὅλον ἀνηπλωμένας ζωὰς κατακλείομεν, ἵνα γενώμεθα διὰ στενότητα τῆς ζωῆς τῷ ἐσχάτῳ τούτῳ δεσμῷ σύζυγοι καὶ πρέποντες· οὐ γὰρ ἦν τὸ ὁλικῶς ζῶν θέμις τῷ μερικωτάτῳ συζῆν.
Σκηνᾶσθαι οὖν σφᾶς ἤδη ἑσπέρας γενομένης παρὰ τὸν Ἀμέλητα ποταμὸν ἕως τοῦ πάντων ἐπιλανθάνεσθαι.
Τὴν μὲν ἑσπέραν συγγενῆ τῇ τελέᾳ πτώσει τῆς ψυχῆς ὁ μῦθος παρείληφεν, ὡς ἐμοὶ δοκεῖ. σκότος γὰρ ὄντως συμπίπτει περὶ αὐτὴν ἐκ τῆς πρὸς τὴν ὕλην ῥοπῆς καὶ στέρησις τοῦ θείου φωτός. ὡς οὖν ἡ ποίησις λέγει Α ῥιφέντα τὸν Ἥφαιστον ἐκ τοῦ Ὀλύμπου πανημέριον φέρεσθαι καὶ ἅμα ἠελίῳ καταδύντι πεσεῖν εἰς τὴν Λῆμνον, τὸν ἔσχατον οὖσαν βυθὸν τῆς ὕλης καὶ ὄντως λημῶντα τοῖς ὑλικοῖς πάθεσιν, οὕτω δὴ καὶ ὁ μῦθος οὗτος ἄνωθεν ἀπὸ τῆς Λαχέσεως τὴν εἰς τὸν πυθμένα τοῦ κόσμου τῶν ψυχῶν ῥύσιν ἐκφαίνων ὡς ἀπὸ τῶν φωτεινοτάτων εἰς τἀναντία καταντῶσαν, ἑσπέρας ἤδη γενομένης αὐτὴν κατασκηνᾶσθαί φησιν, ὡς εἰς τὸ σκῆνος ὄντως τὸ σῶμα τοῦτο σπεύδουσαν ἐν σκότῳ τῆς ζωῆς. Τίς οὖν ὁ Ἀμέλης ποταμός, οὗ τὸ ὕδωρ οὐδὲν ἀγγεῖον στέγειν φησίν; λεγέσθω μὲν οὖν καὶ ὁ ἔνικμος ἀὴρ οὗτος ὁ περιρρέων τὴν γῆν, ὃν ὁ Τίμαιος ὁμίχλην ἐκάλεσεν — καὶ γὰρ τοῦτον ἀέρα ὄντα στέγειν οὐδὲν ἀγγεῖον δύναται, καὶ ποταμῷ ἔοικεν ἀεὶ φερόμενος διὰ τὴν ἄστατον ῥοήν· λεγέσθω δὲ καὶ πᾶσα ἡ περὶ τὴν γῆν ἐπίρρυτος καὶ ἀπόρρυτος γένεσις, ὅρον ἔχουσα οὐδένα· καὶ τοῦτο δηλούτω τὸ μηδὲν αὐτὴν ἀγγεῖον στέγειν, ὡς εἴδους οὐδενὸς ὄντος ἱκανοῦ στέγειν τὴν δεινὴν ἐκροὴν τῆς τοιαύτης γενέσεως. καὶ γὰρ ὡς ἀγγεῖον πᾶν τοῦ ἐνόντος ὑγροῦ μορφωτικόν ἐστι καὶ σχηματιστικόν, οὕτω καὶ τὸ εἶδος τῶν ἐν γενέσει φερομένων. δοκεῖ δέ μοι καὶ ὁ Τίμαιος τούτοις σύμφωνα λέγειν, ἐν οἷς φησιν ἐπιούσας τὰς ψυχὰς εἰς ποταμὸν ἐνδεῖσθαι πολύν, τὴν ἀστάθμητον φορὰν τῶν τῇδε γιγνομένων ποταμῷ καὶ αὐτὸς εἰκάζων.
Τί δὴ οὖν αἰνίσσεται τοῦτο, ὅτι μέτρον ἀπὸ τοῦ Ἀμέλητος ἕκαστον πιεῖν ἀναγκαῖον, τὸν δὲ φρονήσει μὴ σωζόμενον πλέονος ἐμφορεῖσθαι, πάντα δὲ τὸν πιόντα πλέον ἢ ἔλασσον πάντων ἐπιλανθάνεσθαι τῶν προβεβιωμένων; ἢ τοῦτο δὴ ἐκεῖνο παρίστησιν, τὸ τὴν ψυχὴν γενέσει κοινωνοῦσαν καὶ ἀνεγείρουσαν ἐπὶ μᾶλλον τὰς ἐμπαθεῖς ζωὰς καὶ φιλογενέσεις ἀποτυφλοῦν ἑαυτὴν καὶ περισπωμένην ὑπὸ τῶν πληττόντων ἐν τῷ τότε παθῶν ἐξίστασθαι τῆς μνήμης τῶν ἔμπροσθεν; πᾶσα γὰρ ἐνέργεια τῆς ψυχῆς ἀργὸς μένουσα τῶν οἰκείων, γνωστῶν εἰ γνωστικῆς εἴη τάξεως, ἢ τῶν ἐφετῶν, εἰ τῆς ὀρεκτικῆς, παντελῶς ἀφίσταται καὶ ἀποστᾶσα καὶ τοὺς ἐν τῇ ψυχῇ τύπους ἀφανίζειν ὀφείλει τῆς οἰκείας κινήσεως. ὅθεν δὴ καὶ ἄλλοτε ἄλλων ἡμῖν γίνεται λήθη, προχείρων μὲν ὄντων ἐκείνων, πρὸς οἷς ἂν ὄντες τυγχάνωμεν μᾶλλον, εἰς δὲ λήθην ἐκπιπτόντων, ὅσα ἂν μὴ πρόχειρα ποιώμεθα διʼ ἀμελετησίαν καὶ ἀργίαν· δεῖ γὰρ τῆς μελέτης ἀνανεούσης ἡμῖν ἀεὶ τὴν μνήμην ὧν ἔγνωμεν. εἰ δὲ δὴ καὶ τὸ πνευματικὸν ὄχημα τῶν ψυχῶν ὑγρότερον γιγνόμενον διὰ τὸν ἔνικμον ἀέρα λήθην ποιοίη τῶν τύπων, οὐδὲν θαυμαστὸν καὶ τοῦτο αἰνίσσεσθαι τὴν πόσιν ἀναγκαίαν, τὴν ἐς τὸ πνεῦμα παραδοχὴν ἐξ ἀνάγκης γιγνομένην καὶ οἷον ὄλισθον ποιοῦσαν τῶν ἐν αὐτῷ τύπων, ἣν ἐπιτείνειν εἰκότως τοὺς φρονήσει μὴ σωζομένους διὰ τὴν ἑαυτῶν συμπάθειαν περὶ τὰ ἔνυλα, βαρύτερον τὸ πνεῦμα ποιοῦντας καὶ ἐπισπωμένους καὶ ἄλλα πολλὰ τῆς λήθης αἴτια καὶ καταγωγὰ τῶν ψυχῶν.
Λέγεται μὲν δὴ καὶ ταῦτα φυσικῶς· λέγει δὲ καὶ ὁ δαιμόνιος Ἀριστοτέλης αἰτίαν, διʼ ἣν ἐκεῖθεν μὲν ἰοῦσα ἡ ψυχὴ δεῦρο ἐπιλανθάνεται τῶν ἐκεῖ θεαμάτων, ἐντεῦθεν δὲ ἐξιοῦσα μέμνηται ἐκεῖ τῶν ἐνταῦθα παθημάτων· καὶ ἀποδεκτέον τοῦ λόγου. φησὶ γὰρ οὖν καὶ αὐτὸς ἐκ μὲν ὑγείας εἰς νόσον ὁδεύοντας λήθην ἴσχειν τινὰς καὶ αὐτῶν τῶν γραμμάτων ὧν ἐμεμαθήκεσαν, ἐκ νόσου δὲ εἰς ὑγείαν ἰόντα μηδένα πώποτε τοῦτο πάσχειν. ἐοικέναι δὲ τὴν μὲν ἄνευ σώματος ζωὴν ταῖς ψυχαῖς κατὰ φύσιν οὖσαν ὑγείᾳ, τὴν δὲ ἐν σώμασιν, ὡς παρὰ φύσιν, νόσῳ. ζῆν γὰρ ἐκεῖ μὲν κατὰ φύσιν αὐτάς, ἐνταῦθα δὲ παρὰ φύσιν· ὥστʼ εἰκότως συμβαίνειν τὰς μὲν ἐκεῖθεν ἰούσας ἐπιλανθάνεσθαι τῶν ἐκεῖ, τὰς δὲ ἐντεῦθεν ἐκεῖσε τῶν ἐνταῦθα διαμνημονεύειν. Δοκεῖ δέ μοι καὶ τοῦτο κατὰ τὴν τῶν θεῶν συμπίπτειν πρόνοιαν· τίς γὰρ τῶν ἐκεῖ μεμνημένη ψυχὴ σώματος ἐπιμελεῖσθαι καὶ γενέσεως ἠθέλησεν, πειρωμένη τοιαύτης τῆς ἐν σώματι ζωῆς, πόνων ἀνηνύτων οὔσης μεστῆς; ἀλλʼ ἡ λήθη τοῦ ἐκεῖ βίου καὶ τῆς ἐκεῖ ῥᾳστώνης ἐξανίστησιν ἡμᾶς εἰς τὴν ἐπιμέλειαν τῶν ὑπʼ ὀφθαλμοῖς κειμένων· ἔνθεν καὶ τέχναι πρὸς τὸν βίον ὤφθησαν ἀναγκαῖαι καὶ ἐπιστῆμαι πάντα τὸν τῇδε τόπον νοῦ καὶ θεῶν ἐπλήρωσαν, ὡς καὶ τὴν γένεσιν ἄλογον λογῶσαι καὶ τὸν τῶν κακῶν τόπον κατακοσμῆσαι τῇ ποικιλίᾳ τῶν ἀγαθῶν. Τάχα δʼ ἂν καὶ Ἀμέλητα κεκληκὼς εἴη τοῦτον τὸν ποταμὸν ὡς διʼ ἀμέλειαν ταῖς ψυχαῖς ἐμποιοῦντα τὴν πολλὴν ταύτην λήθην, ἣν ἠμέλησαν ἑαυτῶν καὶ ἐνέδυσαν τὸ τῆς γενέσεως σκότος. ὡς αἵ γε θεοπρεπέστεραι τῶν ἀφικνουμένων ἐπιπόλαιον ἔχουσαι τὴν λήθην διὰ τὴν ἐποχὴν τῶν ἐνεργειῶν ἀναμιμνήσκονται τῶν ἐκεῖ ῥᾳδίως· ἐπέχει δὲ τὰς ἐνεργείας ἥ τε φυσικὴ διὰ τῆς τροφῆς κίνησις καὶ ἡ τῆς αἰσθήσεως ἀήθεια τῶν προσπιπτόντων, ὡς ἐν Τιμαίῳ λέγεται. καὶ τό γε θαυμαστόν, ὅτι μᾶλλον ἀνάμνησίς ἐστι τῶν καθʼ ὅλου ἢ τῶν μερικῶν· οἷον ὅτι πρὸ τῆς γενέσεως τοιόνδε βίον ἐζῶμεν ἐν τοῖσδε τοῖς τόποις. αἴτιον δὲ ὅτι ἡ μὲν τῶν καθʼ ὅλου ἀνάμνησις τῆς λογικῆς μόνης δεῖται ψυχῆς εὐφυῶς ἐχούσης πρὸς προβολὴν ὧν ἔχει λόγων, ἡ δὲ τῶν μερικῶν τῆς φανταστικῆς — ἐν ταύτῃ γὰρ οἱ τύποι τῶν αἰσθητῶν· αὕτη δὲ ἅτε τῷ σώματι προσεχὴς ὑπὸ τῆς ἐν αὐτῷ ὑγρότητος κατακλυζομένη πρὸς λήθην εὔφορος γίνεται.
Ἐπειδὴ δὲ κοιμηθῆναι καὶ μέσας νύκτας γενέσθαι μέχρι τοῦ εἰς τὴν γένεσιν ᾄττοντας ὥσπερ ἀστέρας.
Μετὰ τὴν ἑσπέραν καὶ τὴν τοῦ ληθαίου πόσιν ὕδατος ὕπνος μὲν παραλαμβάνεται τῷ μύθῳ, σύνθημα τῆς τῶν ἐνεργειῶν τῶν γνωστικῶν ἀργίας καὶ παρέσεως — καὶ γὰρ ὁ ζωώδης ὕπνος ἐκλύει τὰς αἰσθήσεις, αἳ δὴ τῶν γνώσεών εἰσιν τῶν νοερῶν ἀποτελευτήσεις —, μέσαι δὲ νύκτες αὐτὸ τὸ τῆς ζωῆς ἀφεγγέστατον ἐνδεικνύμεναι· κατὰ γὰρ ταύτας ἐστὶν ἡμῶν πορρωτάτω ὁ ἥλιος, ὃν τἀγαθῷ φαμεν ἀνάλογον ἐν τοῖς ὁρατοῖς ὑπάρχειν. πλεῖστον οὖν ἡμᾶς ἤδη τοῦ ἀγαθοῦ διεστάναι φησὶν ἡ μυθολογία, καθάπερ καὶ τῷ κοιμηθῆναι νοῦ καὶ τῆς ἀληθοῦς γνώσεως ἀποστῆναι πλεῖστον. καὶ ἔοικεν καὶ ἡ ἔνθεος ποίησις τὸν Ἑρμῆν ἡγεμόνα καθόδων ψυχικῶν ὑπολαβοῦσα καὶ ἀνόδων τινῶν οὕτω δὴ φάναι τῇ ῥάβδῳ, χρυσῆν εἰποῦσα τὴν ῥάβδον καὶ τὸν θεὸν χρυσόρραπιν, τῶν μὲν τὰ ὄμματα θέλγειν ὡσανεὶ κοιμίζοντα, τοὺς δὲ τῶν ἀνδρῶν καὶ ὑπνώοντας ἐγείρειν· ὕπνον μὲν καλοῦσα καὶ αὕτη τῶν ψυχῶν τὴν εἰς γένεσιν ὁδόν, ἐξέγερσιν δὲ ἀπὸ τοῦ κάρου τούτου πάρεσιν ἡμῖν ἐμποιήσαντος τῶν νοερῶν ζωῶν, ὡς τῶν αἰσθητικῶν ὁ ζωώδης ὕπνος, τὴν ἀπὸ γενέσεως αὖθις ἄνοδον ἐπὶ τὴν νόησιν κατὰ τὴν τῶν ὄντων ἀνάμνησιν. καὶ ἔστι καὶ ταῦτα τῷ τῆς ἀγγελικῆς τάξεως ἡγεμόνι πρέποντα, συνάπτειν καὶ τὰ ἄνω τοῖς κάτω διὰ τῶν ψυχικῶν καθόδων καὶ τὰ κάτω τοῖς ἄνω διὰ τῶν ἀνόδων. Ταῦτα μέν, ἵνα καὶ τὸν ὕπνον ἴδωμεν ἑπομένως τοῖς θεολόγοις ὑπὸ τοῦ Πλάτωνος εἰς τὸν προκείμενον μῦθον εἰσηγμένον, ἀναγκαίως εἴρηται.
Μετὰ δὲ τὸν ὕπνον καὶ τὰς μέσας νύκτας βροντήν τινα γενέσθαι φησὶν καὶ σεισμόν· συνθήματα καὶ ταῦτα δήπουθεν, ἀλλὰ Διίων τινῶν καὶ Ποσειδωνίων ἐνεργειῶν. ἐπεὶ γὰρ κάθοδός ἐστιν ἄνωθεν ἀπὸ τῶν μετεώρων εἰς τὴν γῆν, ἀπὸ τοῦ Διὸς εἰς τὸν τοῦ Ποσειδῶνος τόπον, ἡ μὲν βροντὴ σύμβολον παρείληπται, ὡς ἄνωθεν γιγνομένη, τῆς Διίου ποιήσεως, ὁ δὲ σεισμὸς τῆς τοῦ Ποσειδῶνος δημιουργίας· ὡς ἂν ταῖς εἰς τὴν γένεσιν ἡμῶν καθόδοις συνεπισχυουσῶν ἀμφοτέρων τῶν δημιουργιῶν. εἰ δὲ καὶ πνεύματος κίνησις ἐν νέφεσιν μὲν τὴν βροντήν, ὑπὸ γῆς δὲ κινουμένου τὸν σεισμὸν ἀποτελεῖ, δῆλον δήπουθεν ὅτι σύμβολον καὶ τοῦτο τῆς τοῦ ψυχικοῦ πνεύματός ἐστι κινήσεως ἄνω τε καὶ κάτω φερομένου διὰ τὴν παντοίαν τροφήν. ἢ καὶ τοῦ διττὰ γένη ψυχῶν εἶναι τὰ εἰς γένεσιν χωρήσοντα, τὰ μὲν οὐρανόθεν τὰ δὲ ἀπὸ τῶν ὑπογείων τόπων, καὶ ἡ μὲν βροντὴ τῶν ἄνωθεν ἡκουσῶν, ὁ δὲ σεισμὸς τῶν κάτωθέν ἐστι σύμβολον.
Τέλος γοῦν ἐστιν τῆς τοιᾶσδε κινήσεως τὸ εἰς τὴν γένεσιν ᾄττειν ἐξαπίνης πάντας. καὶ προσέθηκεν ὥσπερ ἀστέρας· ἔοικεν γὰρ τῇ κινήσει τῶν διᾳττόντων ἀστέρων περὶ γῆν ὄντως ἡ τοῦ ὀχήματος ἡμῶν κίνησις εἰς τὴν γένεσιν, ἄλλης δὲ ψυχῆς εἰς ἄλλο σῶμα καταταττομένης εἰκότως καὶ τὰς τῶν ὀχημάτων φορὰς τὰς μετὰ τῶν ψυχῶν ἀστέρων διᾳττόντων ἀπείκασεν διαδρομαῖς. τὸ δὲ ἄνω πᾶσαν ᾄττειν αἰτίαν ἔχει τὸ μετὰ τὴν πτῶσιν εἰς ζῳογονίαν αὐτὰς χωρεῖν, ὅπερ ἐστὶ κρεῖττον τοῦ πεπτωκέναι μόνον· συντελεῖν γάρ ἐστι πρὸς τὴν δημιουργίαν, ἀλλʼ οὐ πεπτωκέναι μόνον. ἴσως δὲ συντάττειν αὐτὸ δεῖ καὶ τῷ ὥσπερ ἀστέρας, ἵνʼ ᾖ τὸ ὅλον· «ᾄττοντας εἰς τὴν γένεσιν οὕτως ὡς ἄνω τῆς γενέσεως ἀστέρας ᾄττοντας ὁρῶμεν ἐν τοῖς ἄκροις τοῦ ἀέρος». εἰ δὲ ἄλλην ἄλλῃ καὶ ἐξαπίνης ὁρμᾶν φησιν, δῆλον δήπουθεν ὡς διασπείρονται μὲν εἰς τὴν πεπληθυσμένην καὶ διῃρημένην ἐν τῇ γενέσει ζωὴν καὶ εἰς οἰκήσεις διαφερούσας καὶ μερίδας τῆς γῆς, ἀθρόως δὲ εἰσκρίνονται πᾶσαι καὶ ἀχρόνως τὰ σώματα ἐμψυχοῦσιν καὶ ἐνοικίζονται ἐν αὐτοῖς· ὡς τῆς ἔξω τῶν σωμάτων ζωῆς καὶ τῆς ἐν σώμασιν τὸν διορισμὸν ἀνεπαίσθητον ὑπάρχειν. τοιαύτην γὰρ ἐν Παρμενίδῃ τοῦ ἐξαίφνης αὐτὸς ἡμῖν ἡρμήνευσεν φύσιν, ἄτοπον δή τινα οὖσαν ὡς ἐκεῖ λέγει, καθʼ ἣν αἱ ἀπὸ τῶν ἀντικειμένων εἰς τὰ ἀντικείμενα γίνονται μεταστάσεις. καὶ εἰσκρίσεις οὖν αἱ εἰς τὰ σώματα τῶν ψυχῶν ἐν τούτῳ δὴ τῷ ἐξαπίνης ἐπιτελοῦνται, καὶ πᾶσα μεταβολὴ εἴς τε στάσιν ἐκ κινήσεως καὶ εἰς κίνησιν ἀπὸ τῆς στάσεως.
Αὐτὸς δὲ τοῦ μὲν ὕδατος κωλυθῆναι πιεῖν ἕως τοῦ καὶ τὴν ψυχὴν οὐ μιανθησόμεθα.
Τρεῖς μὲν οὗτοι καιροὶ μάλιστα τὴν διαφορὰν ἐπέδειξαν ἡμῖν τοῦ τῶν λόγων τούτων γενομένου πατρὸς πρὸς τὰς ἄλλας ψυχάς. εἷς μὲν ὁ παρὰ τοῖς δικασταῖς· τῶν γὰρ ἄλλων ψυχῶν σημεῖα λαβουσῶν τῆς κρίσεως αὐτὸν μὴ λαβεῖν ὡς οὔπω συμπεπληρωκότα τὸν τῇδε βίον. ἕτερος δὲ ὁ τῆς διακληρώσεως· αὐτὸν γὰρ τῶν ἄλλων κληρουμένων κλήρου μὴ τυχεῖν· τούτῳ γὰρ οὔπω ἦν ἀρχὴ ἄλλης περιόδου. τρίτος δὲ ὁ τῆς πόσεως τῆς ἐκ τοῦ Ἀμέλητος· μὴ γὰρ συγχωρηθῆναι μόνον πιεῖν, ἵνα μὴ λήθῃ τῶν ὀφθέντων σχεθείη, δέοντος αὐτὸν ἄγγελον γίνεσθαι τοῖς τῇδε ἀνθρώποις τῶν πρὸ τῆς γενέσεως θεαμάτων. δῆλον οὖν ὅτι πάντες οἱ τοιοίδε λόγοι ψυχῶν εἰσιν μνήμην ἐχουσῶν ἱκανὴν τῆς χωριστῆς ζωῆς. ὥστʼ ἐν μύθου σχήματι δῆλός ἐστιν ὁ Πλάτων ἀναδιδάσκων, τίνος ἔργον ψυχῆς τὰ τοιαῦτα φράζειν, καὶ ὡς ταύτης ἣν μὴ κατέκλυσεν τὸ πόμα τοῦ ποταμοῦ τῆς Λήθης.
Τὸ δʼ οὖν ἐφεξῆς πάντων τούτων, ὅτι πῶς μὲν ἐν τῷ σώματι γέγονεν, οὐκ οἶδεν—ἡ γὰρ ἐξαίφνης ὁδὸς οὐκ ἔδωκεν ἐπιστάσει χώραν· οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων ἐξαπίνης γινομένων ἐφίσταμεν, χρόνου παράτασιν τῆς ἐπιστάσεως ἀπαιτούσης, ἵνα παρακολουθήσῃ τῇ ἀρχῇ καὶ τῷ μέσῳ καὶ τῷ τέλει τοῦ συμβαίνοντος—, ἀναβλέψας δὲ ἕωθεν ἑαυτὸν εἶδεν ἐπὶ τῇ πυρᾷ κείμενον δωδεκαταῖον, ὡς εἴρηται ἐν προοιμίοις. Καὶ ὅπως οὐκ ἀπίθανος ἡ ἱστορία, διʼ ἐκείνων τῶν ἐν ἀρχῇ λελεγμένων ἡμῖν ὑπεμνήσαμεν· προσκείσθω δὲ ἐκεῖνο, ὅτι καὶ ἡ δυωδεκὰς περιόδου θείας ἐστὶν ἀριθμὸς εἰς τὸ πέρας τῶν ὄντων ἀπὸ τῆς ἀρχῆς καταντήσας, πέρατα καὶ μέσα τῶν ὅλων περιλαβών, ἅτε ἀπὸ τῶν ἀρχῶν μάλιστα προελθὼν τῶν ἐν τοῖς ἀριθμοῖς πρωτουργῶν.
Τούτοις δὲ ἑπομένως ὁ Σωκράτης τὸν μῦθον συμπερανάμενος σεσῶσθαί φησιν, ἀλλʼ οὐκ ἀπολωλέναι, καὶ ἡμᾶς σώσειν, ἐὰν πειθώμεθα αὐτῷ—πεισθέντες γὰρ οὐ μιανθησόμεθα τὴν ψυχὴν ἀνοσιουργίαις ἐπιτρέψαντες ἡμᾶς αὐτούς, διαβησόμεθα δὲ εὖ τοῦτον τὸν τῆς Λήθης ποταμόν· τὴν γένεσιν πᾶσαν αὖθις αἰνισσόμενος, ἀφʼ ἧς ἡ δεινὴ λήθη ταῖς ψυχαῖς τῶν τε θείων καὶ ἑαυτῶν. νῦν γὰρ ἐν τῷ τοιῷδε ποταμῷ ζῶμεν τῆς Λήθης, ὃν δεῖ διαβῆναι τὴν σύμφυτον αὐτῷ λήθην ἀποσκευαζομένους καὶ διὰ τῆς καθάρσεως τῆς ἐκ τῶν παθῶν ἀνανεουμένους τὴν μνήμην τῶν ὄντων. μιασμὸς γὰρ ψυχῶν ἡ ἐμπαθὴς ζωὴ καὶ ἔνυλος, ἀφʼ ἧς ἐπιγινόμενον τὸ τῆς λήθης πάθος· κάθαρσις δὲ ἡ ἀποβολὴ τῶν ληθαίων τούτων καὶ τῇ γενέσει συμφύλων παθῶν.
Τοὺς μὲν οὖν πολλοὺς προστιθέναι τοῖς μύθοις ἔθος ἦν, ὅτι μῦθος ἀπώλετο, δεικνύναι βουλομένους ὡς ἄρα οἱ μῦθοι λέγουσιν μὴ ὄντα, πλασματώδεις ὄντες, καὶ ἅμα τε ἐρρήθησαν καὶ οὐκ εἰσίν. αὐτὸς δὲ πᾶν τοὐναντίον καὶ ἐνταῦθα καὶ ἀλλαχοῦ σῴζεσθαί τε καὶ σῴζειν φησὶν τοὺς μύθους τοὺς παρʼ αὐτῷ. μάλα γε εἰκότως· τῶν γὰρ ὄντων εἰσὶν ἐξηγηταὶ καὶ ὠφέλιμοι τῶν ἀκουόντων ὑπάρχουσιν τοιοίδε ὄντες καὶ τοὺς πειθομένους αὐτοῖς ἐπανάγουσιν αὐτοφυῶς ἐπὶ τὴν τῶν ὄντων ἀλήθειαν, καίπερ ἄνευ εἰκότων καὶ ἀποδείξεων διδάσκοντες, ὡς ἂν ταῖς ἀδιαστρόφοις ἡμῶν προλήψεσιν περὶ τῶν πραγμάτων συνᾴδοντες.
Τὰ μὲν δὴ τοῦ μύθου τέλος ἐχέτω. σμικρὰ δὲ προσθεὶς τούτοις σπέρματα πρὸς τὴν δόξαν τὴν Πλάτωνος τείνοντα περὶ τοῦ ἐφʼ ἡμῖν καὶ εἱμαρμένης καὶ προνοίας περιγράψω καὶ αὐτὸς τὸν λόγον. Ὅτι μὲν οὖν ἐστι τοῦτο δὴ τὸ ἐφʼ ἡμῖν δεικνύναι κατὰ Πλάτωνα περιττόν, πανταχοῦ τὰς αἱρέσεις τῶν ψυχῶν αἰτίας λέγοντος αὐταῖς εἶναι τῶν τε ἀγαθῶν πάντων καὶ τῶν κακῶν καὶ τὴν ἀρετὴν ἀδέσποτον καλοῦντος. πλὴν ὅτι κατʼ αὐτὸν οὐκ ἔστι τὸ ἑκούσιον καὶ τὸ ἐφʼ ἡμῖν ταὐτόν· ἀλλὰ τὸ μὲν ἑκούσιον ἐν μόνοις ἐστὶν τοῖς ἀγαθοῖς, εἴπερ ἀκούσιος καὶ ἀβούλητος ὁ τῶν κακῶν βίος· ἐφʼ ἡμῖν δὲ καὶ ἀπὸ τῶν ἡμετέρων αἱρέσεων καὶ τὰ ἁμαρτήματα. καὶ γὰρ ταῦτα αἱρούμεθα καὶ ἑλόμενοι πράττομεν, ἀλλὰ διʼ ἄγνοιαν. εἰ οὖν τὰ ἁμαρτήματα ἀκούσια μέν, ἐν ταῖς αἱρέσεσιν δὲ ἡμῶν ἐστι καὶ ταῦτα, πάντα μὲν τὰ ἑκούσια καὶ αἱρετὰ δήπουθέν ἐστιν, οὐ πάντα δὲ τὰ αἱρετὰ ἑκούσια. τούτων δὲ τὸ μὲν ἀκούσια εἶναι ὅσα ἁμαρτάνομεν ἐν τῷ ἐνάτῳ δέδεικται τῶν Νόμων· τὸ δὲ καὶ τὰ ἁμαρτήματα ἀπὸ τῶν αἱρέσεων εἶναι τῶν ἡμετέρων καὶ ἐν τοῖς τοῦδε τοῦ μύθου ῥήμασιν ἐκηρύττετο σαφῶς· αἰτία ἑλομένου, θεὸς ἀναίτιος. τῶν γὰρ κακῶν δήπου θεὸς ἀναίτιος, οὐχὶ τῶν ἀγαθῶν. πάντων γὰρ αἰτιᾶσθαι χρῆναι τῶν ἀγαθῶν τὸν θεὸν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας ἠκούσαμεν. ταῦτα μὲν οὖν, ὅπερ ἔφην, ὑπομιμνήσκειν διὰ πλειόνων περίεργον.
Ὅτι δὲ τὴν εἱμαρμένην αἰτίαν εἶναί φησιν αὐτὸς τῶν τοῦ κόσμου περιόδων, καὶ οὔτε τὴν περίοδον οὔτε τὴν τάξιν τὴν ἐν αὐταῖς καὶ τὸν εἱρμόν, ὥς τισιν ἔδοξεν, δηλοῖ τὰ ἐν τῷ Πολιτικῷ ῥηθέντα περὶ αὐτῆς· τὸν δὲ δὴ κόσμον ἀνέστρεφεν εἱμαρμένη καὶ σύμφυτος ἐπιθυμία, τὴν ἐναντίαν τῇ προτέρᾳ περιάγουσα κυκλήσει. δῆλον γὰρ ὅτι κινεῖν μὲν ἐν τούτοις οἴεται τὴν εἱμαρμένην, κινεῖσθαι δὲ ὑπʼ αὐτῆς τὸν κόσμον σύμπαντα κατὰ πάσας τὰς ἐν αὐτῷ κινήσεις. διὸ ἀρχόμενον μὲν ἀκριβέστερον ἀποτελεῖν, τελευτῶντα δὲ ἀμβλύτερον· ἥττων γὰρ ἡ τάξις ἐν τοῖς ἐσχάτοις τοῦ κόσμου, πλείων δὲ ἐν τοῖς πρωτίστοις. τοιαύτην δὲ τὴν εἱμαρμένην οὖσαν, κινητικὴν λέγω τῶν κοσμικῶν περιόδων αἰτίαν, ὅτι θεὸν οὐκ οἴεται εἶναι, λάβοις ἂν ἐναργῶς ἐκ τοῦ αὐτοῦ διαλόγου. φησὶ γὰρ δύο κινήσεις ἐναντίας δύο θεοὺς ἐναντία φρονοῦντας μὴ κινεῖν· τὴν δὲ ἀνακύκλησιν ἐναντίαν εἶναι τῇ προτέρᾳ κυκλήσει τῇ θείᾳ· δῆλον ἄρα ὅτι τὴν ταύτης κινητικὴν οὐκ ἂν φαίη θεὸν εἶναι, θεὸν ἄρχειν ἐκείνης τῆς κυκλήσεως προειπών. ἐπεὶ καὶ πάντων θεῶν ἀφέντων τὰ μέρη τοῦ κόσμου τῆς ἑαυτῶν ἐπιμελείας οὕτως ἐπήγαγεν, ὅτι τὸν κόσμον ἐκείνων ἀφέντων αὐτὸν ἀνέστρεφεν εἱμαρμένη λοιπόν· οὐκ ἄρα θεός ἐστιν, εἴπερ τὴν ἐναντίαν κινεῖ κίνησιν τῇ προτέρᾳ κυκλήσει τοῦ παντός, ἣν ἐκίνει θεός, θεὸν δὲ ἐναντίαν θεῷ κίνησιν ἀμήχανον κινεῖν, καὶ εἰ μετὰ τὴν ἀπόλειψιν πάντων θεῶν οὕτω κινεῖ τὸν κόσμον ὡς ἂν αὐτὴ μὴ οὖσα θεός. Ὅτι δὲ οὐδὲ ἡ θεία ψυχὴ τοῦ παντός ἐστιν, μάθοιμεν ἂν ἐννοήσαντες, ὅπως ταύτην καὶ ἐν Τιμαίῳ θεὸν οἶδεν — εἴπερ ἐκάλει τὸν κόσμον εὐδαίμονα διʼ αὐτὴν θεόν — καὶ θείαν ἀρχὴν ἄρξασθαί φησιν ἀπαύστου βίου καὶ ἔμφρονος, καὶ ἐν Νόμοις νοῦν θεῖον προσλαβοῦσαν εἶναι βούλεται θεόν, ὅπου καὶ πάσας τὰς ψυχὰς ἄστρων ὡρῶν στοιχείων. εἰ οὖν ἡ μὲν εἱμαρμένη κατʼ αὐτὸν οὐ θεός, ἡ δὲ ψυχὴ τοῦ κόσμου θεός, οὐκ ἂν εἴη εἱμαρμένη ἡ τοῦ κόσμου ψυχή, οὔθʼ ἡ ἐν Τιμαίῳ οὔθʼ ἡ ἐν Νόμοις. Ὅτι δὲ ὅπερ ὑπόλοιπον ἀληθές, καὶ ὡς ἡ φύσις ἐστὶν τοῦ παντός, ἐκ τούτων συνάγειν δυνατόν. εἰ γὰρ μήτε ἡ ψυχή ἐστιν ἡ προσλαβοῦσα νοῦν μήτε τὸ σωματοειδές — τοῦτο μὲν γὰρ κινεῖ, θεὸς δὲ οὐκ ἔστιν ὥσπερ ἐκείνη —, λείπεται μέσην αὐτὴν οὖσαν ἀμφοτέρων, τῆς μὲν ὡς θεοῦ μὴ θεὸν χείρονα, τοῦ δὲ ὡς κινουμένου κινοῦσαν κρείσσονα, τὴν φύσιν εἶναι τοῦ παντός. καὶ γὰρ ἐν Τιμαίῳ ταῖς ψυχαῖς τοὺς εἱμαρμένους νόμους εἰπεῖν ἐθέλων πρότερον τὴν φύσιν δείκνυσιν τοῦ παντός — οὕτω γοῦν φησιν· καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξεν νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς —, καὶ ἐν Νόμοις πρὸς τοὺς σωματικαῖς ἀρχαῖς χρωμένους ἀγωνίζεσθαι μέλλων οὐ καλῶς φησιν αὐτοὺς τὰ φύσει φύσιν ἀποκαλεῖν, ὡς ἄλλης δηλαδὴ παρὰ τὰ φύσει τῆς φύσεως οὔσης. εἰ οὖν τὰ σώματα πάντα φύσει, δῆλον ὡς φύσις ἄλλη τις παρὰ τὰ σώματα καὶ αἰτία τῶν φύσει καὶ κατʼ αὐτόν. δέδεικται τοίνυν, ὅτι φύσις ἐστὶν τοῦ παντὸς ἡ εἱμαρμένη καὶ κατὰ τὰς Πλάτωνος ἀρχάς.
Ὅτι δὲ ταῦτα συντέτακται ἀλλήλοις, τό τε ἐφʼ ἡμῖν λέγω καὶ εἱμαρμένη, καὶ συνεμφαίνεται παρὰ τῆς προνοίας, λάβοις ἂν ἐκ τῶν ἐν τῷ δεκάτῳ τῶν Νόμων ῥηθέντων. λέγει γάρ, ὅτι μὲν οὐ βιάζεται τὸ ἐφʼ ἡμῖν ἢ εἱμαρμένη ἢ πρόνοια, ταυτί — γράψω δὲ συντεμὼν τὰς ῥήσεις· ἐπειδὴ κατεῖδεν ἡμῶν τὰς πράξεις ὁ βασιλεὺς ἐμψύχους οὔσας, καὶ πολλὴν μὲν ἀρετὴν ἐν αὐταῖς οὖσαν, πολλὴν δὲ κακίαν — ὅπερ ἦν τοῦ ἐφʼ ἡμῖν ἴδιον —, ἐμηχανήσατο ποῦ κείμενον ἕκαστον τῶν μερῶν ἀρετὴν μὲν νικῶσαν, ἡττωμένην δὲ κακίαν ἐν τῷ παντὶ παρέχοι — τοῦτο δὲ ἦν προνοίας ἴδιον, πᾶσιν χρῆσθαι κατὰ τὸ δυνατὸν εἰς τὸ ἀγαθόν· μεμηχάνηται δὴ πρὸς τοῦτο, ποῖον γιγνόμενον ἀεὶ ποίαν ἕδραν δεῖ μεταλαμβάνειν· τῆς δὲ γενέσεως τοῦ ποιοῦ τινος ἀφῆκεν ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν τὰς αἰτίας. ὅπῃ γὰρ ἂν ἐπιθυμῇ καὶ ὁποῖός τις ὢν τὴν ψυχήν, ταύτῃ σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος γίνεται ἅπας ἡμῶν. διʼ ὧν τὸ αὐτεξούσιον μάλιστα σώζει τῆς ψυχῆς καὶ τὸ ἐφʼ ἡμῖν· τὸ γὰρ ποιὸν τῆς ζωῆς τῆς ἡμετέρας ἠρτῆσθαι βουλήσεως· τὴν προαιρετικὴν δύναμιν ἀποκαλέσας ἐν τούτοις βούλησιν. τοιοῦτον δὲ ὂν πῶς συντάττεται πρὸς τὴν εἱμαρμένην, ἐπάκουσον· μεταβάλλει μὲν τοίνυν πάνθʼ ὅσα μέτοχα ψυχῆς, ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν — καὶ τοῦτο πάλιν διὰ τὸ ἐφʼ ἡμῖν εἰπών· μεταβάλλον δέ, φησίν, φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον· καὶ πῶς φέρεται, καὶ ὅτι ταττόμενον εἰς τὴν ὀφειλομένην αὐτῷ χώραν· σμικρότερα μὲν τῶν ἠθῶν μεταβάλλοντα ἐλάττονα κατὰ τὸ τῆς χώρας ἐπίπεδον, πλείω δὲ μεταπεσόντα εἰς βάθος τά τε κάτω λεγόμενα, ὅσα Ἅιδην καὶ τὰ τούτων ἐχόμενα ἐπονομάζοντες σφόδρα φοβοῦνται. τοῦτον μὲν οὖν τὸν τρόπον οὐκ ἐκβαίνομεν τῆς εἱμαρμένης, ἀλλὰ κατὰ τοὺς ἐν αὐτῇ νόμους φερόμεθα, μεταβάλλοντες κατὰ τὰς ζωάς, κύριοι τῆς μεταβολῆς ὄντες, εἰς ἄλλον καὶ ἄλλον τόπον ἁγιώτερον ἢ τιμωρητικώτερον ἢ καὶ μέσον ἀμφοτέρων. εἴρηται δὲ καὶ τὸ πάντα συντάττον, καὶ ὅτι πρόνοια καὶ ὁ τοῦδε τοῦ παντὸς βασιλεύς· εἰς ὃν καὶ ἀναδραμόντες ἐνταῦθα περιγράψομεν τὸν περὶ τοῦ μύθου σύμπαντα λόγον.
Πρόκλου Λυκίου Πλατωνικοῦ διαδόχου εἰς τὸν ἐν πολιτείᾳ τοῦ Πλάτωνος μῦθον ὑπόμνημα.