ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΩΙ ΔΕΚΑΤΩΙ ΤΗΣ ΠΟΛΙΤΕΙΑΣ ΚΕΦΑΛΑΙΩΝ.
Τὸ δέκατον εἰς τρία κεφάλαια διῄρηται· καὶ τὸ μὲν πρῶτον εἰς ἔλεγχον τείνει τῆς ποιητικῆς ὡς μιμητικῆς οὔσης, ἀλλʼ οὐ παιδευτικῆς τῶν ψυχῶν· τὸ δὲ δεύτερον τὴν ἀθανασίαν καταδεῖται τῆς ψυχῆς καὶ τὴν πρὸς τὸ θεῖον αὐτῆς ἀναφαίνει συγγένειαν· τὸ δὲ τρίτον αὐτὸν παρέχεται τὸν μῦθον, ὃς τὴν πρόνοιαν δείκνυσιν τήν τε δαιμονίαν καὶ θείαν ὅλην τὴν περὶ τὰς ψυχὰς κατιούσας τε εἰς γένεσιν καὶ χωριζομένας ἀπὸ τῆς γενέσεως, τούς τε τρόπους ἑκατέρων τοὺς πολυειδεῖς. τριῶν δὲ τῶν κεφαλαίων ὄντων εὔδηλον, ὅτι τὸ μὲν χωρίζειν ἡμᾶς προτίθεται τῶν ὑλικῶν εἰδώλων καὶ ἀπάγειν τῶν τῆς ψευδοπαιδείας φαντασιῶν ὡς καθελκουσῶν εἰς τὰ ἔσχατα τῶν ὄντων, ἃ δὴ καὶ μερικά ἐστιν καὶ μιμητὰ ὄντων ἀλλʼ οὐκ ἀληθῶς ὄντα, καὶ ἁπλῶς ἁπάσης τῆς ἐπιπλάστου ζωῆς· τὸ δὲ μετʼ ἐκεῖνο ταχθὲν ἐπιστρέφει πρὸς ἑαυτοὺς καὶ εἰς τὴν οἰκείαν ἐπανάγει ζωὴν καὶ τὴν ἀθανασίαν, ἣν ἔχομεν κατʼ οὐσίαν, καὶ τὴν ἁπλότητα τῆς ὑποστάσεως ἡμῶν — καὶ γὰρ ὅτι ἁπλοῦν ἡ ψυχὴ δείκνυται, κἂν φαντάζηται διὰ τὴν ἀλογίαν σύνθετον, καὶ ὅτι ἀθάνατον καὶ οὐ θνητοειδές, καὶ ὅτι τῷ θείῳ συγγενές, κἂν … ὡς τοῖς σώμασιν ὁμόζυγον· τὸ δὲ δὴ τρίτον ἐπιστρέφει μὲν ἡμᾶς, ἀλλʼ ἐπὶ τὰ πρὸ ἡμῶν καὶ τὴν ἐπιστασίαν τῶν κρειττόνων καὶ τὴν πρόνοιαν καὶ τὴν εἱμαρμένην τὴν εἰς ἡμᾶς καθήκουσαν, φύσιν ἔχοντας ἀμφίβιον, ἀνιοῦσάν τε καὶ κατιοῦσαν· καὶ γὰρ οἱ βίοι καὶ οἱ κλῆροι τὰς καθόδους δηλοῦσιν ὑπὸ τοῖς θεοῖς γινομένας, καὶ οἱ ἐν Ἅιδου καθαίροντες ἡμᾶς ἢ κολάζοντες δαίμονες τὰς μετὰ τὴν γένεσιν ζωὰς ὑποτάττουσι τοῖς κρείττοσιν.
Ταῦτα μέν ἐστι τὰ κεφάλαια τοῦδε τοῦ βιβλίου. τὸ δὲ οὖν πρῶτον πάλιν εἰς τέτταρα διῄρηται. πρῶτον μὲν γὰρ αὐτοῦ μέρος ἐστὶ τὸ δεικνῦον, τί ποτέ ἐστι μίμημα καὶ τίς ἡ μιμητική. τοῦτο δὲ ἐργάζεται διελόμενος, ὡς ἄλλο μέν ἐστι τὸ καθόλου καὶ ἐν φυσικοῖς καὶ ἐν τεχνητοῖς, ἄλλο δὲ τὸ μερικόν, ὃ δὴ τούτου μετέχει πρώτως, ἄλλο δὲ τὸ τούτου εἴδωλον μερικοῦ μερικόν· οἷον ἐν μὲν φυσικοῖς τὸ τοῦ ἀνθρώπου εἶδος καὶ ὁ τὶς ἄνθρωπος καὶ ἡ εἰκὼν τοῦ τινὸς ἀνθρώπου, ἐν δὲ τεχνητοῖς τὸ εἶδος τῆς κλίνης καὶ ἡ τὶς κλίνη καὶ τὸ ἐοικὸς τῇ κλίνῃ. καὶ ἐν μὲν τοῖς τεχνητοῖς τρεῖς ποιηταὶ κλίνης· ζωγράφος τοῦ μιμήματος, κλινοποιὸς τῆς τινὸς κλίνης, θεὸς τοῦ εἴδους τῆς κλίνης· τοῦ γὰρ ἀεὶ ὄντος — τοιοῦτο δὲ τὸ εἶδος — αἴτιος θεός, τῆς δὲ τινὸς κλίνης ὁ δημιουργὸς αὐτῆς κατὰ τὸ εἶδος, τοῦ δὲ μιμήματος ὁ εἰδωλοποιός. ἐν δὲ τοῖς φυσικοῖς τοῦ μὲν εἴδους αἴτιος θεός, τοῦ δὲ τινὸς τυχὸν ὁ πατήρ, τοῦ δὲ ὁμοιώματος πάλιν ὁ ζωγράφος. καὶ διελὼν ὁρίζεται μίμημα εἶναι τὸ τοῦ τινὸς εἴδωλον, ὅ ἐστι τρίτον ἀπὸ τοῦ εἴδους τῆς κλίνης. ἦν δὲ ὡς ἀληθῶς κλίνης τὸ εἶδος, ἀλλʼ οὔτε ἡ τὶς κλίνη—μετὰ γάρ τινων αὕτη διαφορῶν γέγονεν τὶς κλίνη, ἄλλο τι οὖσα παρὰ τὸ εἶδος—οὔτε πολλῷ πλέον τὸ εἴδωλον αὐτῆς· ὥστʼ εἶναι τὴν μιμητικὴν τοῦ ἀπὸ τῆς ἀληθείας τρίτου δημιουργόν. οὐδὲ γὰρ ἡ τὶς κλίνη μίμημα τοῦ εἴδους, ἀλλὰ ὑποδοχή τις· ᾧ καὶ δῆλον ὅτι οὐ νοητὸν λαμβάνει τὸ εἶδος — ἦν γὰρ ἂν τοῦ νοητοῦ τὸ αἰσθητὸν μίμημα, ὡς ὁ Τίμαιος εἶπεν —, ἀλλʼ ἐν αὐτοῖς ὂν τοῖς τισίν, ἃ δὴ μετέχοντα τοῦ εἴδους· οὐκ ἄρα ἡ τούτου ....... νοητοῦ μετέχει. μιμητικὴ δʼ οὖν ἐστιν ἡ δημιουργὸς τοῦ τρίτου ἀπὸ τῆς ἀληθείας, ἀλήθεια δὲ τὸ εἶδος, ὃ ἀληθῶς ὂν καὶ ὄν ἐστι μόνον· διὸ καὶ κλίνη μόνον, ἄλλο δὲ οὐδέν· ἀφʼ οὗ τρίτον τὸ μίμημα τῆς κλίνης, οὐ μετέχον τοῦ εἴδους τῆς κλίνης, ἀλλʼ ὡμοιωμένον πρὸς τὸ μετέχον.
Δεύτερον δὲ μετὰ τοῦτο μέρος ἐστὶ τοῦ πρώτου κεφαλαίου δεικνῦον, ὡς ἄρα πᾶσα ποιητικὴ μιμητική τίς ἐστιν· καὶ δεικνύει τὸν τρόπον τοῦτον. ὅτι μὲν μιμεῖται πᾶς ποιητὴς λόγους καὶ ἔργα βίων ἀνθρωπίνων, δῆλον· καὶ ὅτι παντοῖα, καὶ τοῦτο δῆλον· οἷον στρατηγοὺς νομοθέτας ῥήτορας τέκτονας ναυπηγούς. οὐκοῦν ἢ οἶδεν ὁ ποιητὴς καὶ αὐτὰ ἐκεῖνα, ὅσα καὶ οἷα μιμεῖται, οἷον στρατηγεῖν ῥητορεύειν νομοθετεῖν ναυπηγεῖν· ἢ αὐτὰ μὲν οὐκ οἶδε, μιμεῖσθαι δὲ αὐτὰ μόνον οἶδεν διὰ δή τινων ὁμοιωμάτων φαινομένων. ἀλλʼ εἰδὼς μὲν οὐκ ἄν τις ἕλοιτο μένειν ἐπὶ τοῖς τῶν χειρόνων ἔργοις, ἑαυτὸν ἀποστερῶν τῶν μειζόνων, εἰ μὴ παιδιᾶς ἕνεκα μεταχειρίζοιτο τὰ εἴδωλα πρὸ τῶν ἀληθινῶν· οὐδεὶς γὰρ ἂν σπουδάσειεν ἐπὶ τοῖς χείροσιν ἀντὶ τῶν ἀμεινόνων, ἀμφότερα δυνάμενος· λείπεται οὖν ἀγνοίᾳ τῶν ἀληθῶν σπουδάζειν αὐτὸν ἐν τοῖς μιμήμασιν. εἰ οὖν πᾶς ποιητὴς σπουδῇ τὰ μιμήματα μέτεισιν, πᾶς ὁ σπουδῇ τὰ μιμήματα μετιὼν οὐδὲν ἄλλο ἐστὶν ἢ μιμητής· πᾶς ἄρα ποιητὴς μιμητής ἐστιν, εἰ μηδὲν ἔχει τοῦ μιμεῖσθαι κάλλιον. καὶ τοῦτό γε οὐδὲν ἄλλο συνάγει ἢ ὅτι τῶν ποιητῶν οὐδείς, καθʼ ὅσον ἐστὶν ποιητής, πολιτικός ἐστιν· οὐδεὶς γὰρ πολιτικὸς μιμητής ἐστιν, πᾶς δὲ ποιητὴς μιμητής.
Τρίτον τοίνυν τοῦ αὐτοῦ κεφαλαίου, ὅτι πᾶς ποιητὴς οὔτε ἐπιστήμων ἐστὶν ἐκείνων ἃ μιμεῖται οὔτε ὀρθοδοξαστικός. τρεῖς γάρ εἰσιν τέχναι περὶ ἕκαστον· ἡ χρησομένη τῷ γινομένῳ ὡς ὀργάνῳ, οἷον χαλινῷ ἡ ἱππική· ἡ δημιουργοῦσα, οἷον χαλινοποιική· ἡ μιμουμένη τὸν ὄντα χαλινόν, ὡς ἡ γραφική. καὶ ἣ μὲν ἐπιστήμων τοῦ χαλινοῦ τὸ τέλος εἰδυῖα καὶ τὴν χρείαν — κυριώτατον γὰρ τῶν αἰτίων τὸ τελικόν, ὁ δὲ τὸ κυριώτατον εἰδὼς αἴτιον πάντως ἐπιστήμων, ὁ δὲ χρησόμενος οἶδεν τοῦ ὀργάνου τὸ τελικὸν αἴτιον —, ἣ δὲ ὀρθὴν ἔχει δόξαν περὶ χαλινοῦ· μανθάνει γὰρ ὁ χαλινοποιός, ὅτι τοιόνδε δεῖ τὸν χαλινὸν εἶναι, παρὰ τοῦ χρησομένου τῷ χαλινῷ, καὶ τὴν αἰτίαν ἀγνοῶν ποιεῖ τοιόνδε χαλινόν. ἡ δὲ ζωγραφία μιμεῖται τὸ εἶδος τοῦ χαλινοῦ, βλέπουσα τὸ σχῆμα τοῦ δημιουργηθέντος, οὔτε τὴν χρείαν εἰδυῖα, ὡς ἡ χρωμένη, οὔτε τὸν τρόπον τῆς ποιήσεως, ὡς ἡ δημιουργήσασα τὸν χαλινόν. οὔτʼ ἄρʼ ὁ μιμητὴς ἐπιστήμων ἐστὶν οὔτε ὀρθοδοξαστικὸς ὧν μιμεῖται.
Τέταρτον ἐπὶ τούτοις, ὅτι λώβη τῶν ἀκουόντων ἐστὶν ἡ ποιητική, τὸ μὲν λογιστικὸν τῆς ψυχῆς ἄγχουσα, τὸ δὲ παθητικὸν τρέφουσα. τοῦτο μὲν γάρ ἐστιν φιλήδονον καὶ φιλόλυπον· αὔξει δὲ τὸ μὲν ποιοῦσα φιλόθρηνον ἡ τραγῳδία, τὸ δὲ φιλόγελων ἡ κωμῳδία. καὶ τί δεῖ περὶ τῶν πολλῶν λέγειν; ἀλλὰ καὶ τῶν ἐπιεικῶν καὶ μέσων ἐπιτρίβει τὸ παθητικόν, ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς συνοικτίζεσθαι καὶ τοῖς ἀλλοτρίοις ὀνείδεσι συγγελᾶν οὐδὲν ἄτοπον ἡγουμένων, ἀλλʼ ὡς ἐν παιδιᾶς μοίρᾳ ταῦτα πραττόντων, κἄπειτα μετὰ σπουδῆς ποιούντων ταῦτα διὰ τὸν ἐθισμόν. εἰ οὖν ἡ ποιητικὴ μιμητικὴ παθῶν ἐστιν, ἡ μιμητικὴ τῶν παθῶν αὔξει τὸ παθητικόν, ἡ αὔξουσα τὸ παθητικὸν εὐνομουμέναις πόλεσιν ἀνεπιτήδειος, δῆλον τὸ συναγόμενον.
Τὸ μὲν δὴ πρῶτον κεφάλαιον εἰς ταῦτα διῄρηται, τὸ δὲ περὶ ψυχῆς εἰς δύο τέμνεται· τὸ μὲν γάρ ἐστιν αὐτοῦ δεικνῦον ἀθάνατον τὴν ψυχήν, τὸ δὲ τὴν ποίαν ψυχὴν ἀθάνατον δεῖ νομίζειν διαστέλλον. τὸ μὲν οὖν πρότερον διὰ τοιῶνδε πρόεισιν λόγων· ἡ ψυχὴ οὐ φθείρεται ὑπὸ τῆς ἰδίας κακίας· τὸ μὴ φθειρόμενον ὑπὸ τῆς ἰδίας κακίας ἀίδιόν ἐστιν· ἓν γὰρ φθείρει, τὸ κακόν· τὸ οὖν ὑπὸ τοῦ μόνου δυναμένου φθείρειν μὴ φθειρόμενον ἀίδιον· ἡ ἄρα ψυχὴ ἀίδιον. καὶ ὥρμηται ὁ λόγος ἀπὸ τῆς αἰτίας τῆς φθαρτικῆς τῶν φθαρτῶν· καὶ ἔστιν οὐχ ἁπλῶς συλλογισμός, ἀλλὰ ἀπόδειξις ἀναιροῦσα τὴν φθορὰν ἀπʼ αἰτίας. εἰς δὲ τὴν τοῦ λόγου τούτου διάρθρωσιν πολλὰ διορίζεται· καὶ διαφερόντως ἓν μέν, ὅτι ἑκάστῳ τῶν φθαρτῶν ἔστιν τι κακόν, ἐν ζῴοις, ἐν φυτοῖς, ἐν ἀψύχοις, ὡς ξύλῳ σηπεδών, ἐρυσίβη φυτῷ, ὀφθαλμία ζῴῳ. ἕτερον δέ, ὅτι δεῖ μὴ κατὰ συμβεβηκὸς λαμβάνειν τὸ φθαρτικόν, οἷον ὅτι ἡ ἀδικία φθείρει, διότι ὁ ἄδικος διδοὺς δίκην σφάττεται· κατὰ συμβεβηκὸς γὰρ οὕτω φθείρει ἡ ἀδικία· εἰ γὰρ καθʼ αὑτό, πανταχοῦ ἂν ἐποίει τοῦτο καὶ ἐν πᾶσιν. τρίτον δέ, ὅτι μέγιστον οὐκ ἔστι κακὸν τὸ θανάσιμον — ἀπαλλάττει γὰρ ἑαυτοῦ τὸ ἔχον —, ἀλλὰ τὸ μὴ ἀπολλῦον τὸ ἐν ᾧ ἐστιν· καὶ τοῦτο ἀπʼ ἐννοίας ἐκείνης τῆς λεγούσης τὸ μὴ εἶναι ἔλασσον εἶναι κακὸν τοῦ εἶναι κακῶς. ὥστε καὶ καθʼ αὑτὸ μεῖζον κακὸν τὸ ψυχῆς ἢ τὸ σώματος, οἷον ἀδικία νόσου· ἣ μὲν γὰρ κακύνει μὴ ἀπολλῦσα, ἣ δὲ κακύνασα διόλλυσι τὸ ἔχον αὐτήν. τούτων δὲ διορισθέντων ἄραρεν ἡ ἀπόδειξις· ἡ γὰρ ψυχὴ οὐ φθείρεται ὑπὸ τοῦ ἰδίου κακοῦ καθʼ αὑτό, τὸ δὲ μὴ φθειρόμενον ὑπὸ τοῦ ἰδίου κακοῦ καθʼ αὑτὸ ἀίδιον, ἡ ἄρα ψυχὴ ἀίδιον. καὶ γὰρ εἴ τις λέγοι τοῦ σώματος ἀπολλυμένου φθείρεσθαι τὴν ψυχήν, ἔδει τὸ σῶμα φθειρόμενον ἐμποιεῖν τῇ ψυχῇ τὴν αὐτῆς κακίαν, ἵνα φθαρῇ διὰ τὸ οἰκεῖον κακόν, ἀλλʼ οὐχὶ διὰ τὸ ἀλλότριον· εἰ δὲ τοῦτο, ἔδει τοὺς νοσοῦντας ἀδικωτέρους γίνεσθαι καὶ τὴν ἄλλην πᾶσαν κακίαν κακίους· ταῦτα δὲ ἄτοπα· οὐκ ἄρα διὰ τὴν σώματος φθορὰν ἡ ψυχὴ φθείροιτο ἄν. εἰ δέ τις ἀποροίη, πῶς οὖν ἡ ἐμψυχία φθείρεται διὰ τὴν τοῦ σώματος ἐν ᾧ ἐστι διάλυσιν, ἐροῦμεν, ὅτι ἡ τοῦ σώματος διάλυσις τοῦ ζῶντος, ᾗ ζῶν ἐστι, καὶ τῆς ἐμψυχίας ἐστὶν κακόν· ἐπειδήπερ ἐν ὑποκειμένοις ἐστὶν ἡ ἐμψυχία, τὸ δὲ ἐν ὑποκειμένῳ ὂν πᾶν δεῖται τῆς τοῦ ὑποκειμένου φύσεως εἰς τὸ εἶναι· εἰ οὖν τὸ εἶναι κοινὸν ἀμφοῖν, καὶ τὸ μὴ εἶναι κοινόν, καὶ τὸ αἴτιον θατέρῳ τοῦ μὴ εἶναι καθʼ αὑτὸ καὶ τῷ λοιπῷ γίνεται αἴτιον τοῦ μὴ εἶναι, διὰ τὴν αὐτὴν αἰτίαν, οὐ κατὰ συμβεβηκός. εἰ δέ τις ἐπʼ αὐτὸ τὸ ἄλογον μεταβάς, ὅπερ ὁ Τίμαιος λέγει θνητὸν εἶδος ζωῆς σαφῶς, ἀποροῖ, πῶς οὐχὶ κἀκεῖνο ἀθάνατον, ὅπερ οὐ φθείρεται ὑπὸ ἀδικίας καὶ δειλίας καὶ ἀκολασίας, μεγίστων ὄντων κακῶν, εἴπερ μὴ θανάσιμα — τὸ γὰρ ὑπὸ τῶν μεγίστων μὴ φθειρόμενον οὐδʼ ὑπὸ τῶν ἐλασσόνων φθαρήσοιτʼ ἄν· ταῦτα δὲ πιστὰ διὰ τὸ τεθὲν τὸ λέγον τὸ μὴ θανάσιμον κακὸν τοῦ θανασίμου μεῖζον —, ἐροῦμεν, ὅτι ταῦτα μέγιστα μέν ἐστι κακῶν, ἀλλὰ τῶν λογικῶν, τῶν δὲ ἀλόγων τρόπον τινὰ καὶ κατὰ φύσιν ἐστί. θηριώδη γὰρ τὰ ἄλογα μόρια, τοῖς δὲ τοιούτοις κατὰ φύσιν τὸ ἀλόγως ἐνεργεῖν, λόγῳ δὲ παρὰ φύσιν — ὡς φύσει κυσὶν τὸ ὑλακτεῖν καὶ ὄνοις τὸ γαστριμαργεῖν· εἰ δὲ τῷ ἀλόγῳ μὴ μέγιστα ταῦτα κακά, θαυμαστὸν οὐδὲν κἀκεῖνο φθείρεσθαι μετὰ τοῦ ὑποκειμένου τοῦ ἐν ᾧ ἐστι, καθάπερ τὴν ἐμψυχίαν· ὃ δὴ γίνεται τότε μόνον, ὅταν ἡ λογικὴ χωρισθῇ πάντῃ τῆς πρὸς αὐτὸ συζωΐας. εἰ δέ τις ἐπιζητεῖ, πῶς δὲ ὅλως οὐ φθείρει τὴν ψυχὴν ἡ αὐτῆς πονηρία, εἴπερ ὁρισμός ἐστιν τοῦ κακοῦ τὸ φθαρτικὸν οὗ ἐστιν κακόν, ἐροῦμεν ὅτι καὶ ἡ ἀδικία φθείρει καὶ ἡ ἀκολασία, ἀλλὰ τὰς ἐνεργείας τῆς λογικῆς ψυχῆς τὰς νοερὰς καὶ διανοητικὰς καὶ τὰς ὀρθὰς δόξας, ὥσπερ αὔξει τὰς τῶν ἀλόγων. διὸ καὶ ἐλέγομεν ἐκείναις εἶναι κατὰ φύσιν· ἐναντίως γὰρ ἔχετον ἥ τε λογικὴ ψυχὴ καὶ ἡ ἄλογος, καὶ τὸ τῇ ἑτέρᾳ κατὰ φύσιν τὴν λοιπὴν διατίθησιν παρὰ φύσιν. διὸ καὶ ὁ παντελὴς χωρισμὸς ἀπὸ τοῦ ἀλόγου τῆς λογικῆς ἀποσβέννυσιν τὴν ἐκείνου ζωήν. φθείρει δʼ οὖν τι τῶν τῆς λογικῆς τὸ ἐν αὐτῇ κακόν, καὶ οὕτω πᾶν κακὸν φθαρτικὸν οὗ ἐστι κακόν, καὶ μέχρι τοσούτου φθαρτικὸν μέχρις ὅσου κακόν.
Τὸ μὲν οὖν πρότερον κεφάλαιον οὑτωσὶ διέθηκεν ὁ παρὼν λόγος· ἐκ δὲ τούτου συνήγαγεν οἷον πόρισμα τοιοῦτον, τὰς ψυχὰς μήτε πλείους γενέσθαι μήτε ἐλάσσους. εἴτε γὰρ ἐλάσσους γίνοιντο, φθαρήσεταί τις· δέδεικται δὲ ἄφθαρτος οὖσα· εἴτε πλείους γίνοιντο, ἐκ τῶν θνητῶν ἔσονται· τοῦτο δὲ ἀδύνατον, ἵνα μὴ πάντα γένηται ἀθάνατα. πᾶν δὲ τὸ γιγνόμενον ἔκ τινος γίνεται· εἰ οὖν ἐκ τοῦ θνητοῦ τις γίγνοιτο ψυχή, γενομένη δὲ ἀθάνατος εἴη, τὸ θνητὸν ἀθάνατον ἔσται γεγονός· ἀεὶ γὰρ γινομένων τῶν ψυχῶν δαπανηθήσεται πᾶν τὸ θνητὸν εἰς τὴν τούτων ἀθανάτων οὐσῶν γένεσιν, μὴ ἀνταποδιδομένων εἰς τὴν ἐκείνου γένεσιν. λάβοις δʼ ἂν ἐκ τούτων καὶ ὅτι κατʼ αὐτὸν πεπέρασται τῶν ψυχῶν ὁ ἀριθμός, εἴπερ οὔτε πλείους γινόμεναι οὔτε ἐλάσσους διὰ τὴν ἀθανασίαν ἔχουσι τὸν ὅρον, ἀλλʼ οὐ τὴν ἀπειρίαν.
Τὸ δὲ δὴ δεύτερον ἀναγκαῖον ὑπέλαβεν διὰ τὴν ἄλογον ψυχήν. ἐπειδὴ γὰρ ψυχὴν καλοῦμεν τὴν πᾶσαν, ἀναγκαῖον ἦν διορίσαι ποίαν εἶναί φησιν τὴν ἀίδιον. τοῦτο οὖν ποιῶν τὴν λογικὴν μόνην διορίζεται τοιαύτην εἶναι — δηλοῖ δὲ λέγων, ὅτι τὴν ἀθανασίαν ἴδοις ἂν εἰς τὴν φιλοσοφίαν αὐτῆς βλέπων, καὶ οἵων ἐφάπτεται καὶ οἷς ἐστιν συγγενής —, ἀλλʼ οὐχὶ τὴν πᾶσαν μετὰ τῶν παθῶν. διὰ ταῦτα γὰρ σαφῶς τὴν θείαν ψυχὴν ἀφελὼν ἀπὸ τῆς παθητικῆς ἐν τῷ ἀθανάτῳ τίθησιν, ἅμα καὶ τὸν ἀπὸ τῆς ὁμοιότητος τῆς πρὸς τὸ θεῖον λόγον δυνάμει παραδιδούς.
Τούτῳ δὲ πάλιν τῷ κεφαλαίῳ συνῆψεν ὄντι ἀναγκαίῳ τὸν περὶ τῶν μισθῶν τῶν ὑπαρχόντων ζῶσι τοῖς δικαίοις λόγον ἀντιστρόφως οἷς οἱ περὶ Γλαύκωνα κατέτειναν ὑπὲρ τοῦ ἀδίκου λόγοις. ὥστε τρόπον τινὰ καὶ τοῦτο τὸ μέσον κεφάλαιον εἶναι τετραμερές· ἑκατέρῳ γὰρ τοῖν δυοῖν συνήρτηταί τι συνεισαγόμενον τῷ προηγουμένῳ.
Τρίτον δὲ ἦν τοῦ βιβλίου μέρος ὁ μῦθος· διῄρηται δὲ καὶ οὗτος εἰς τέτταρα κεφάλαια. καὶ τὸ μὲν πρῶτόν ἐστιν περὶ τῶν διαφόρων ἐν Ἅιδου λήξεων τῶν χωριζομένων ψυχῶν, ἐν ᾧ καὶ περὶ τοῦ δικαστικοῦ τόπου λέγεται καὶ περὶ αὐτῶν τῶν δικαστῶν καὶ περὶ τῆς ὑπὸ γῆς πορείας· τὸ δὲ δεύτερον περὶ τῆς τοῦ κόσμου τάξεως, ἐν ᾧ λέγεται, τίς τε ἡ τοῦ οὐρανοῦ κατασκευή, καὶ τίνες αἱ προϊστάμεναι τῆς τάξεως αὐτοῦ θεῖαι μονάδες, καὶ τίνες αἱ προσεχῶς αὐτὸν κινοῦσαι, καὶ τίνες αἱ ἐκείνων ὀπαδοὶ καὶ διαπόρθμιοι δυνάμεις· τὸ δὲ τρίτον περὶ κλήρων καὶ βίων καὶ αἱρέσεων ψυχικῶν, ἐν ᾧ λέγεται, πῶς αἱροῦνται, τίς ὁ δαίμων, τίς ἡ ψυχή, τίς ἡ τάξις ἡ τῶν συγκλήρων, τίνες αἱ μετατάξεις αἱ ἀπὸ ἀλόγων εἰς λογικὰ ζῷα, αἱ ἀπὸ λογικῶν εἰς ἄλογα, αἱ ἀπὸ λογικῶν εἰς λογικά, αἱ ἀπὸ ἀλόγων εἰς ἄλογα· τὸ δὲ τέταρτον καὶ τελευταῖον, πῶς αἱ ψυχαὶ κατίασιν εἰς τὰ σώματα· καὶ λέγεται καὶ ἐν τούτῳ, τίς ὁ τῆς Λήθης ποταμός, τί τὸ πεδίον τῆς Λήθης, τίνες αἱ φοραὶ τῶν ψυχῶν αἱ τοῖς διᾴττουσιν ὅμοιαι, πῶς εἰσδύονται εἰς τὰ σώματα, τίς ἡ βροντή, τίς ὁ σεισμός, ἃ δὴ παρακολουθεῖν φησιν ταῖς πτώσεσιν τῶν ψυχῶν. Ταῦτα δὴ ἀναγκαῖα πάντα πρὸς τὸ δεῖξαι τὴν δικαιοσύνην μεγάλα προξενοῦσαν ἀγαθὰ καὶ ἐν ταῖς λήξεσιν καὶ ἐν ταῖς δευτέραις καθόδοις εἰς τὴν γένεσιν. ὁ μὲν οὖν δικαστικὸς τόπος ἐστὶν μεταξὺ γῆς καὶ οὐρανοῦ, οὐ διότι μόνος ἐκεῖνος ἔχει δικαστάς, ἀλλʼ ὅτι πανταχοῦ προσήκει τοῖς δικασταῖς τὰ μέσα, τῷ νόμῳ ἐπανισοῦσι τὰ πρῶτα καὶ τὰ ἔσχατα ἀλλήλοις· ὡς ἡ μὲν πεμπάς, οὖσα μέση τῆς ἐννεάδος καὶ μονάδος, ἱερὰ λέγεται τῆς δίκης. τὰ δὲ χάσματα τὰ διπλᾶ τὰ εἰς οὐρανὸν τείνοντα ἀπὸ τοῦδε τοῦ τόπου καὶ εἰς γῆν ἀναγωγά τε καὶ καταγωγὰ διπλᾶς ἐπʼ ἄμφω τάξεις παρίστησιν, οὐρανίας καὶ χθονίας, τῇ μὲν ἀναγωγοὺς εἰς οὐρανὸν ἀπὸ γενέσεως καὶ προϊσταμένας ἑτέρας γενέσεως, τῇ δὲ κολαστικὰς καὶ ὑπὸ γῆς συνωθούσας τὰς ἀξίας τῆς τίσεως, τὰς δὲ χωριζούσας ἀπʼ ἐκείνων τῶν τόπων καὶ εἰς γένεσιν περιαγούσας. τὰ δὲ δὴ σημεῖα τὰ περιαπτόμενα ταῖς δικασθείσαις ψυχαῖς τὰ μὲν ὄπισθεν τὴν γενεσιουργὸν ἐνδείκνυται ζωήν, τὰ δὲ ἔμπροσθεν τὴν νοεράν· διότι καὶ ἡ μὲν νόησις εἰς τὰ πρὸ αὐτῆς βλέπει, ἡ δὲ φύσις εἰς τὰ μετʼ αὐτὴν ῥέπει καὶ χαίρει τοῖς ὀπισθίοις. ὁ δὲ δὴ λειμὼν αὐτὴν ἐνδείκνυται τὴν ἀκρότητα τῆς γενέσεως, εἰς ἣν αἱ ψυχαὶ συρρέουσιν ἄνωθεν καὶ κάτωθεν τῆς αἱρέσεως ἕνεκα τῶν γενέσεων. ἡ δὲ χιλιέτης ὑπὸ γῆς πορεία τὴν χθονίαν περίοδον· κύβος γὰρ ἡ χιλιὰς ἀπὸ δεκάδος καὶ διὰ τοῦτο σύνθημα χθονίας ζωῆς· τὸ δὲ μυκώμενον στόμιον τάξεως δαιμονίας διοριστικῆς τῶν τε κολαστικῶν καὶ τῶν γενεσιουργῶν περιόδων, εἰς τὴν τῆς σελήνης σειρὰν ἀνηρτημένης, ἧς καὶ ὁ μυκηθμὸς ἱερός. τὸ δὲ δὴ φῶς τὸ διῆκον διʼ ὅλης τῆς οὐρανοῦ περιφορᾶς αὐτὸν δηλοῖ τὸν τόπον, εἰς ὃν ἐνήδρασται ὁ οὐρανός, ὄχημα πρῶτον ὂν τῆς οὐρανίας ζωῆς. ὁ δὲ εἷς σφόνδυλος καὶ οἱ ἑπτὰ τὴν ἀπλανῆ καὶ τὰς ἑπτὰ σημαίνουσιν σφαίρας, τὰ δὲ ἄγκιστρα τοὺς πόλους, καὶ τὸν ἄξονα ἡ ἠλακάτη· διὸ καὶ ταῦτα μὲν ἐξ ἀδάμαντος ὡς ἄτρεπτα καὶ ἀδιαίρετα, οἱ δὲ σφόνδυλοι καὶ ἐξ ἄλλων γενῶν διὰ τὴν ἐκ τῶν στοιχείων σύστασιν. ἡ δὲ αὖ Ἀνάγκη παρίστησι τὴν μίαν θεότητα τὴν προεστῶσαν τῆς εἱμαρμένης καὶ τὴν τάξιν τῶν οὐρανίων κυβερνῶσαν, αὐτὴν δηλοῦσα τὴν παρὰ τοῖς θεολόγοις Θέμιν· αἱ δὲ Μοῖραι τὰς κατανειμαμένας τὴν πρόνοιαν τῆς μητρὸς Θέμιδος, καὶ ἡ μὲν Κλωθὼ τὴν ἀπλανῆ λαχοῦσα σφαῖραν, ἡ δὲ Ἄτροπος τὴν πλανωμένην, ἡ δὲ Λάχεσις τὸν ὅλον οὐρανόν. ὁ δὲ προφήτης καὶ πᾶσα ἡ κατʼ αὐτὸν σειρὰ τάξιν ἀγγελικὴν ἐμφαίνει μέσην τῆς τε Μοιραίας θεότητος καὶ τῆς δαιμονίας προνοίας, τῶν ψυχικῶν βίων προστάτιν. ὁ δὲ εἰληχὼς δαίμων ἐστὶν ὁ τῶν γενεσιουργῶν βίων ἔφορος, κυβερνῶν πᾶσαν ἡμῶν τὴν ἐν τῇ γενέσει πολιτείαν. οἱ δὲ αὖ κλῆροι σημαίνουσι τὴν κοσμικὴν τάξιν τὴν ἀφορίζουσαν ταῖς ψυχαῖς τοὺς ὀφειλομένους ἑκάστῃ κατὰ τὴν ἀξίαν βίους, ἧς ἡ τὸν ὅλον οὐρανὸν διατάττουσα Λάχεσίς ἐστιν ἡγεμών· οἱ δὲ βίοι τὰ εἴδη τῶν γενεσιουργῶν ζωῶν τῶν ἐκ τοῦ παντὸς ἀπονεμομένων ταῖς κατιούσαις ψυχαῖς, πλειόνων ἢ ἐλασσόνων· αἱ δὲ αἱρέσεις προβολὰς λόγων κατὰ τὴν αὐτενέργητον τῶν ψυχῶν δύναμιν ἐναρμοζομένων τῇ τάξει τοῦ παντός· αἱ δὲ εἰς διάφορα ζῷα μετατάξεις ἀμείνω καὶ χείρω τῆς ζωῆς ποικίλας διεξόδους κατὰ τὰς διαφόρους δυνάμεις λογικὰς ἢ ἀλόγους, τῶν ὁμοίων ἀεὶ πρὸς τὰ ὅμοια φερομένων κατὰ τὴν ἐν τῷ κόσμῳ δίκην. τὸ δὲ τῆς Λήθης πεδίον πᾶσαν δηλοῖ τὴν γένεσιν, ἐν ᾗ καὶ δαίμονές εἰσι γενεσιουργοὶ καὶ ἡ ἄλογος ζωὴ συνδεῖται ταῖς ψυχαῖς· ὁ δὲ τῆς Λήθης ποταμὸς πᾶσαν τὴν ῥύσιν τῶν ἐνύλων καὶ τὸ ῥόθιον κύτος ἡμῶν, ἀεὶ λήθης ἀναπιμπλὰς τὰς ψυχὰς τῶν ἀεὶ ἑστώτων λόγων· ἡ δὲ βροντὴ καὶ ὁ σεισμὸς τὰς Διὸς ἅμα καὶ Ποσειδῶνος ἄνωθέν τε καὶ κάτωθεν περὶ τὴν γένεσιν δημιουργίας· ἡ δὲ ἐν νυκτὶ πτῶσις τὴν εἰς τὸ σκοτῶδες καὶ ἀφεγγὲς περιάγουσαν κατάταξιν· αἱ δὲ τοῖς διᾴττουσιν ἐοικυῖαι φοραὶ τὰς τῶν ὀχημάτων τῶν ψυχικῶν γενεσιουργοὺς φοράς, ἃ καὶ διὰ τοῦτο ἀφωμοίωται διᾴττουσιν ὡς ὁμοιότητά τινα φερόμενα πρὸς τὰ τῶν ἄστρων ὀχήματα. καὶ τέλος ὁ ὕπνος αὐτὴν ἐνδείκνυται τὴν πάρεσιν καὶ τὴν ἀργίαν τῆς νοερᾶς τῶν ψυχῶν ζωῆς ἀπʼ ἐναντίας ἔχουσαν πρὸς τὴν ἄγρυπνον τοῦ νοῦ θεωρίαν. Τοσαῦτα καὶ περὶ τῶν ἐν τῷ μύθῳ σπέρματα νοημάτων ἀναγεγράφθω προκείμενα τοῖς ἐξεργάζεσθαι βουλομένοις τε καὶ δυναμένοις ἀνελίττειν.