ΠΕΡΙ ΤΩΝ ΔΕΙΚΝΥΝΤΩΝ ΤΡΙΩΝ ΛΟΓΩΝ ΕΥΔΑΙΜΟΝΕΣΤΕΡΟΝ ΤΟΥ ΑΔΙΚΟΥ ΤΟ ΔΙΚΑΙΟΝ.
Τρεῖς εἰσιν οἱ δεικνύντες λόγοι τοῦ δικαιοτάτου βίου τὴν εὐδαιμονίαν ἐν τῷ τῆς Πολιτείας ἐνάτῳ καὶ τὴν ἀθλιότητα τοῦ ἀδίκου· πρῶτος μὲν ἐκ τῆς πρὸς τὰς πολιτείας ἀναλογίας τῶν βίων, δεύτερος δὲ ἀπὸ τῶν κριτηρίων ἐν οἷς οἱ κρινόμενοι πλέον ἢ ἔλασσον ἔχουσιν ἀλλήλων, τρίτος ἀπὸ τῆς ἐν ταῖς ἐνεργείαις τελειότητος ἢ ἀμίκτου πρὸς πᾶν τὸ ἐναντίον οὔσης ἢ μεμιγμένης. ἐπειδὴ γὰρ τοῖς μὲν ἡδονὴ δοκεῖ τὸ τέλος εἶναι, τοῖς δὲ φρόνησις, ἐὰν δειχθῇ καὶ καθʼ ἑκατέραν καὶ κατʼ ἄμφω κρατῶν ὁ δίκαιος, φέροιτʼ ἂν εἰκότως τὰ νικητήρια, κἂν λανθάνῃ θεούς τε καὶ ἀνθρώπους· ὃ δὴ τῷ Σωκράτει προκείμενον ἦν. Ὁ μὲν τοίνυν ἀπὸ τῆς ἀναλογίας τῶν πολιτειῶν λόγος ἔοικεν ἀπʼ ἀμφοτέρων ἐπιχειρεῖν, δεικνὺς τὴν μὲν βασιλικὴν πολιτείαν γέμουσαν ἔμφρονος ζωῆς ὡς κοσμοῦσαν ὅλην τὴν πόλιν καὶ ἡδίστην ὡς μόνην ἐλευθέραν καὶ ἑαυτῇ φίλην, τὴν δὲ τυραννικὴν τῶν ἐναντίων μεστήν· ἀνήδονός τε γάρ ἐστιν — ὡς ἀεὶ τῶν τυράννων ἐν ὑποψίαις ὄντων πρὸς τοὺς ἀρχομένους, ἐν φόβοις ἐν φθόνοις ἐν ἀπιστίαις ἐν τοῖς τοιούτοις ἅπασιν, καὶ τῶν ἀρχομένων ἐν ἀνάγκαις ἐν ὀδυρμοῖς ἐν ἀκουσίῳ τῇ συμπάσῃ ζωῇ — καὶ φρονήσεως ἄμοιρος πάσης, εἴπερ φρόνησις οἷς ἂν παραγένηται σῴζει τοὺς ἔχοντας, ἡ δὲ τυραννικὴ πολιτεία μιᾶς ἐστιν ἐπιθυμίας ἔκγονος τῆς παρανόμου, πεδήσασα τὰς ἄλλας καὶ αὐτὸν τὸν τῆς φρονήσεως δεκτικὸν λόγον. Ὁ δὲ αὖ ἀπὸ τῶν κριτηρίων ὡρμημένος τῆς ἐπιχειρήσεως τρόπος αὐτόθεν ἀπʼ αὐτῆς προάγεται τῆς φρονήσεως καὶ ὡς ἐν ὕλης τάξει καὶ ὡς ὀργάνων. ὅταν γὰρ λέγηται κρίνεσθαι πᾶν ἢ φρονήσει ἢ λόγῳ ἢ ἐμπειρίᾳ, δῆλον δήπουθεν, ὡς ἄρα ἡ μὲν ὡς ἀληθῶς κριτικὴ τῶν ὄντων τῆς ἀξίας ἐστὶν ἡ φρόνησις, ἣν διὰ τοῦτο καὶ τέλος ἔθεντό τινες εἶναι τῆς ἀνθρωπίνης ζωῆς· προηγεῖται δὲ ταύτης ἡ ἐμπειρία, πρόδρομος οὖσά τις γνῶσις καὶ τὴν ὕλην παρέχουσα τῇ φρονήσει — δέονται γὰρ οἱ ἔμφρονες ἐσόμενοι καὶ τῆς ἐμπειρίας, ἀλλʼ ὡς ὕλης προϋποκειμένης, αὐτοὶ τὸν τῆς αἰτίας προβεβλημένοι δεσμόν, τῆς ἐμπειρίας μόνον τὸ ὅτι λεγούσης· ὁ δὲ δὴ λόγος ἐκ τρίτων, ὅσα διέγνωκεν ἡ φρόνησις, γνώριμα ποιεῖ καὶ πιστοῦται μεθόδοις χρώμενος, διʼ ὧν ἐμφανίζει τὴν ἔνδον ἐνέργειαν τῆς φρονήσεως. καὶ ἔστιν ἡ μὲν ἐμπειρία ἔξωθεν εἴσω κίνησις, ὁ δὲ λόγος ἔνδοθεν ἔξω πρόοδος, ἡ δὲ φρόνησις ἔνδον μένουσα κρίσις, ἀνεγειρούσης αὐτὴν ἐν ἑαυτῇ τῆς ψυχῆς. Ὁ δὲ ἀπὸ τῶν ἡδονῶν τῆς διαφορᾶς λόγος δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν ἢ ἀπὸ τῶν παρεπομένων ἐπιχειρεῖ τοῖς τέλεσιν, ἃ δὴ καὶ αὐτὰ τέλη τινὲς νομίζουσιν· οὕτως δʼ οὖν δείκνυσιν ἀπὸ τούτων τὴν τῶν δικαίων ζωὴν μεῖζον ἔχουσαν τὸ ἀγαθὸν τῆς τῶν ἀδίκων τριχῶς· καὶ γὰρ διὰ τὸ εἶδος τῆς ἡδονῆς καὶ διὰ τὸ ἡδόμενον καὶ διὰ τὸ ἀφʼ οὗ γίνεται ἡδονή· τοῦτο δέ ἐστι τὸ ἡστόν. τοῖς μὲν γὰρ καὶ ἡ ἡδονὴ καθαρά, καὶ τὸ ἡδόμενον μᾶλλον ὄν — ψυχὴ γάρ — καὶ τὸ ἀφʼ οὗ τὸ ὄντως ὂν καὶ τὸ ἀληθές· τοῖς δὲ καὶ ἡ ἡδονὴ συμμιγὴς πρὸς λύπην, καὶ σῶμα τὸ ἡδόμενον, καὶ τὸ ἡστὸν σωματικὸν ἐν ὕλῃ ὄν, ἃ δή ἐστιν οὐκ ἀληθῶς ὄντα. τούτων δὲ ταύτῃ διαφερόντων ἀμείνων ἡ τῶν δικαίων ἡδονὴ τῆς τῶν ἀδίκων, ὥστε καὶ ὁ βίος τοῦ βίου πάντως ἀμείνων. κατὰ πάντας ἄρα τοὺς λόγους εὐδαιμονέστερον τοῦ ἀδίκως ζῆν ἐστι τὸ δικαίως· τοῦτο δʼ ἦν τὸ ζητούμενον. Κατὰ τρεῖς τρόπους εὐδαιμονέστερον τοῦ ἀδίκου τὸ δίκαιον· εἰσὶ δὲ οὗτοι πρῶτος ὁ ἐκ τῆς πρὸς τὰς πολιτείας ἀναλογίας τῶν βίων —ἀπὸ τῆς τυραννικῆς οὔσης ἀνηδόνου διʼ ὑποψίαν τὴν πρὸς τοὺς ἀρχομένους καὶ φρονήσεως ἀμοίρου καὶ ἀκουσίου ζωῆς —ἀπὸ τῆς βασιλικῆς γεμούσης ἔμφρονος ζωῆς ὡς κοσμούσης ὅλην πόλιν καὶ ἡδίστης ὡς μόνης ἐλευθέρας καὶ ἑαυτῇ φίλης δεύτερος ὁ ἀπὸ τῶν κριτηρίων, ἐν οἷς οἱ κρινόμενοι πλέον ἢ ἔλαττον ἔχουσιν ἀλλήλων —ἐμπειρίᾳ —λόγῳ —φρονήσει τρίτος ὁ ἀπὸ τῆς ἐν ταῖς ἐνεργείαις τελειότητος ἀμίκτου ὡς τῆς τῶν δικαίων —διὰ τὸ ἡστὸν τὸ ὄντως ὂν καὶ τἀληθές —διὰ τὸ ἡδόμενον τὴν ψυχήν —διὰ τὸ εἶδος τῆς ἡδονῆς καθαρὸν ὄν μεμιγμένης ὡς τῆς τῶν ἀδίκων —διὰ τὸ ἡστὸν σωματικὸν καὶ ψευδές —διὰ τὸ ἡδόμενον σῶμα —διὰ τὸ εἶδος τῆς ἡδονῆς λύπῃ ὂν συμμιγέςΤῶν κεφαλαίων τοῦ δεκάτου βιβλίου ἐλεγκτικὸν τῆς ποιητικῆς ὡς μιμητικῆς ἀλλʼ οὐ παιδευτικῆς —ὅτι τὰ πάθη κινεῖ τὸ μὲν φιλόλυπον τραγῳδία, τὸ δὲ φιλήδονον κωμῳδία, καὶ διὰ τοῦτο λωβᾶται τὰς ψυχάς —ὅτι οὔτε ἐπιστημονική ἐστιν ἐκείνων ἃ λέγει οὔτε ὀρθοδοξαστική —ὅτι ἡ ποιητικὴ μιμητικὴ καὶ διὰ τοῦτο οὐ πολιτική —τί ἐστι μίμημα, ὅτι τὸ τρίτον ἀπὸ τῆς ἀληθείας πρὸς τὸ καθόλου καὶ πρὸς τὸ μερικὸν γεγονὸς ὁμοίωμα περὶ ἀθανασίας τῶν ψυχῶν —ποία ἡ ἀθάνατος —ὅτι ἀθάνατος ἡ ψυχή περὶ τῆς προνοίας τῶν θεῶν καὶ τῶν δαιμόνων τῆς περὶ τὰς ψυχὰς κατιούσας τε εἰς γένεσιν καὶ χωριζομένας αὐτῆς πῶς κατίασιν εἰς τὰ σώματα αἱ ψυχαί περὶ βίων καὶ κλήρων καὶ μετατάξεων τῶν ψυχῶν περὶ τῆς τοῦ κόσμου τάξεως περὶ τῶν διαφόρων λήξεων καὶ τῶν δικαστῶν